TLG 0552 013 :: ARCHIMEDES :: Fragmenta

ARCHIMEDES Geom.
(Syracusanus: 3 B.C.)

Fragmenta

Source: Heiberg, J.L., Stamatis, E. (eds.), Archimedis opera omnia cum commentariis Eutocii, vol. 2. Leipzig: Teubner, 1913 (repr. Stuttgart: Teubner, 1972): 536–545, 547–554.

  • De polyedris (frr. 1–3): pp. 536–541
  • De mensura circuli (frr. 4–5): p. 542
  • Περὶ πλινθίδων καὶ κυλίνδρων (fr. 6): p. 542
  • De superficiebus et corporibus irregularibus (frr. 7–8): pp. 543–544
  • Appendix libri ii de sphaera et cylindro (fr. 9): p. 544
  • Πρὸς Ζεύξιππον (fr. 10): p. 545
  • Mechanica (frr. 11–15): pp. 545, 547–548
  • Κατοπτρικά (frr. 17–21): pp. 549–551
  • Περὶ σφαιροποιίας (fr. 22): pp. 551–554
  • De anni magnitudine (fr. 23): p. 554

Citation: Fragment — (line)

1-3t

DE POLYEDRIS.

1

Pappus V, 34 p. 352. ταῦτα δ’ ἐστὶν οὐ μόνον τὰ παρὰ τῷ θειοτάτῳ Πλάτωνι πέντε σχήματα, τουτέστιν τετράεδρόν τε καὶ ἑξάεδρον, ὀκτάεδρόν τε καὶ δωδε‐ κάεδρον, πέμπτον δ’ εἰκοσάεδρον, ἀλλὰ καὶ τὰ ὑπὸ
5Ἀρχιμήδους εὑρεθέντα τρισκαίδεκα τὸν ἀριθ‐ μὸν ὑπὸ ἰσοπλεύρων μὲν καὶ ἰσογωνίων, οὐχ ὁμοίων δέ, πολυγώνων περιεχόμενα. τὸ μὲν γὰρ πρῶτον ὀκτάεδρόν ἐστιν περιεχόμενον ὑπὸ τριγώνων δ καὶ ἑξαγώνων δ.
10 τρία δὲ μετὰ τοῦτο τεσσαρεσκαιδεκάεδρα, ὧν τὸ μὲν πρῶτον περιέχεται τριγώνοις η καὶ τετραγώνοις ϛ, τὸ δὲ δεύτερον τετραγώνοις ϛ καὶ ἑξαγώνοις η, τὸ δὲ τρίτον τριγώνοις η καὶ ὀκταγώνοις ϛ. μετὰ δὲ ταῦτα ἑκκαιεικοσάεδρά ἐστιν δύο, ὧν τὸ
15μὲν πρῶτον περιέχεται τριγώνοις η καὶ τετραγώνοις ιη, τὸ δὲ δεύτερον τετραγώνοις ιβ, ἑξαγώνοις η καὶ
ὀκταγώνοις ϛ. μετὰ δὲ ταῦτα δυοκαιτριακοντάεδρά ἐστιν τρία, ὧν τὸ μὲν πρῶτον περιέχεται τριγώνοις κ καὶ πενταγώ‐536
20νοις ιβ, τὸ δὲ δεύτερον πενταγώνοις ιβ καὶ ἑξαγώ‐ νοις κ, τὸ δὲ τρίτον τριγώνοις κ καὶ δεκαγώνοις ιβ. μετὰ δὲ ταῦτα ἕν ἐστιν ὀκτωκαιτριακοντάεδρον περι‐ εχόμενον ὑπὸ τριγώνων λβ καὶ τετραγώνων ϛ. μετὰ δὲ τοῦτο δυοκαιεξηκοντάεδρά ἐστι δύο, ὧν τὸ
25μὲν πρῶτον περιέχεται τριγώνοις κ καὶ τετραγώνοις λ καὶ πενταγώνοις ιβ, τὸ δὲ δεύτερον τετραγώνοις λ καὶ ἑξαγώνοις κ καὶ δεκαγώνοις ιβ. μετὰ δὲ ταῦτα τελευταῖόν ἐστιν δυοκαιενενηκον‐ τάεδρον, ὃ περιέχεται τριγώνοις π καὶ πενταγώνοις ιβ.
30 ὅσας δὲ γωνίας ἕκαστον ἔχει στερεὰς τῶν ιγ τού‐ των σχημάτων πολυέδρων καὶ ὅσας πλευράς, διὰ τοῦδε τοῦ τρόπου θεωρεῖται· ὅσων μὲν γὰρ ἁπλῶς πολυ‐ έδρων αἱ στερεαὶ γωνίαι τρισὶν ἐπιπέδοις περιέχονται γωνίαις, ἐξαριθμηθεισῶν τῶν ἐπιπέδων γωνιῶν, ἃς
35ἔχουσιν πᾶσαι αἱ ἕδραι τοῦ πολυέδρου, δῆλον, ὡς ὁ τῶν στερεῶν γωνιῶν ἀριθμὸς τρίτον μέρος ἐστὶ τοῦ γενομένου ἀριθμοῦ, ὅσων δὲ πολυέδρων ἡ στερεὰ γω‐ νία περιέχεται τέσσαρσιν ἐπιπέδοις, ἐξαριθμηθεισῶν πασῶν τῶν ἐπιπέδων γωνιῶν, ἃς ἔχουσιν αἱ ἕδραι τοῦ
40πολυέδρου, τοῦ γενομένου ἀριθμοῦ τὸ τέταρτον μέρος ἐστὶν ὁ ἀριθμὸς ὁ τῶν στερεῶν γωνιῶν τοῦ πολυέδρου· ὁμοίως δὲ καί, ὅσων πολυέδρων ἡ στερεὰ γωνία περι‐ έχεται ὑπὸ ε γωνιῶν ἐπιπέδων, τὸ πέμπτον τοῦ πλή‐ θους τῶν ἐπιπέδων γωνιῶν ἐστιν ὁ ἀριθμὸς τοῦ πλή‐
45θους τῶν στερεῶν γωνιῶν. τῶν δὲ πλευρῶν τὸ πλῆθος, ἃς ἕκαστον ἔχει τῶν πολυέδρων, τόνδε τὸν τρόπον εὑρήσομεν. ἐξαριθμη‐
θεισῶν γὰρ πασῶν τῶν πλευρῶν, ἃς ἔχει τὰ ἐπίπεδα τὰ περιέχοντα τὸ πολύεδρον, ὁ ἀριθμὸς αὐτῶν δῆλον537

1

(50)

ὡς ἴσος ἐστὶν τῷ πλήθει τῶν ἐπιπέδων γωνιῶν. ἀλλ’ ἐπειδὴ δύο ἐπιπέδων ἑκάστη τῶν πλευρῶν αὐτοῦ κοινή ἐστιν, δῆλον, ὅτι τοῦ πλήθους τὸ ἥμισυ αἱ πλευραί εἰσι τοῦ πολυέδρου. τὸ μὲν οὖν πρῶτον τῶν ἀνομοιογενῶν ιγ πολυ‐
55έδρων, ἐπεὶ περιέχεται τριγώνοις δ καὶ ἑξαγώνοις δ, γωνίας μὲν ἔχει στερεὰς ιβ, πλευρὰς δὲ ιη. τῶν μὲν γὰρ τεσσάρων τριγώνων αἵ τε γωνίαι ιβ εἰσιν καὶ αἱ πλευραὶ ιβ, τῶν δὲ δ ἑξαγώνων αἵ τε γωνίαι κδ εἰσιν καὶ αἱ πλευραὶ κδ· γενομένου δὴ τοῦ ἀριθμοῦ
60παντὸς λϛ ἀναγκαῖόν ἐστιν τὸν μὲν τῶν στερεῶν γω‐ νιῶν ἀριθμὸν τρίτον μέρος εἶναι τοῦ προειρημένου ἀριθμοῦ, ἐπεὶ καὶ ἑκάστη τῶν στερεῶν αὐτοῦ γωνιῶν ἐπιπέδοις γωνίαις περιέχεται γ, τὸ δὲ τῶν πλευρῶν πλῆθος τὸ ἥμισυ τοῦ ἀριθμοῦ, τουτέστιν τοῦ λϛ, ὥστε
65εἶναι πλευρὰς ιη. τῶν δὲ τετρακαιδεκαέδρων τὸ πρῶτον περιέχεται τριγώνοις η καὶ τετραγώνοις ϛ, ὥστε ἔχειν στερεὰς μὲν γωνίας ιβ· ἑκάστη γὰρ αὐτοῦ γωνία ὑπὸ τεσσά‐ ρων ἐπιπέδων γωνιῶν περιέχεται· πλευρὰς δὲ ἔχει
70κδ. τὸ δὲ δεύτερον τῶν τετρακαιδεκαέδρων, ἐπεὶ περιέχεται τετραγώνοις ϛ καὶ ἑξαγώνοις η, ἕξει στε‐ ρεὰς μὲν γωνίας κδ· ἑκάστη γὰρ τῶν γωνιῶν αὐ‐ τοῦ περιέχεται ὑπὸ γ γωνιῶν ἐπιπέδων· πλευρὰς δὲ ἔχει λϛ .....
75 τῶν δὲ ἑκκαιεικοσαέδρων τὸ μὲν πρῶτον, ἐπεὶ περι‐ έχεται τριγώνοις τε η καὶ τετραγώνοις ιη, ἕξει στερεὰς μὲν γωνίας κδ, πλευρὰς δὲ μη. τὸ δὲ δεύτερον τῶν ἑκκαιεικοσαέδρων, ἐπεὶ περιέχεται τετραγώνοις ιβ καὶ ἑξαγώνοις η καὶ ὀκταγώνοις ϛ, ἕξει στερεὰς μὲν γω‐538
80νίας μη, πλευρὰς δὲ οβ. τῶν δὲ δυοκαιτριακονταέδρων τὸ μὲν πρῶτον, ἐπεὶ περιέχεται τριγώνοις τε κ καὶ πενταγώνοις ιβ, ἕξει στερεὰς μὲν γωνίας λ, πλευρὰς δὲ ξ. τὸ δὲ δεύτερον τῶν δυοκαιτριακονταέδρων, ἐπεὶ περιέχεται πενταγώ‐
85νοις ιβ καὶ ἑξαγώνοις κ, ἕξει στερεὰς μὲν γωνίας ξ, πλευρὰς δὲ ϙ. τὸ δὲ τρίτον τῶν δυοκαιτριακονταέδρων, ἐπεὶ περιέχεται τριγώνοις τε κ καὶ δεκαγώνοις ιβ, ἕξει στερεὰς μὲν γωνίας ξ, πλευρὰς δὲ ϙ. τὸ δὲ ὀκτωκαιτριακοντάεδρον, ἐπεὶ περιέχεται τρι‐
90γώνοις τε λβ καὶ τετραγώνοις ἕξ, ἕξει στερεὰς μὲν γωνίας κδ, πλευρὰς δὲ ξ. τῶν δὲ δυοκαιεξηκονταέδρων τὸ μὲν πρῶτον, ἐπεὶ περιέχεται τριγώνοις τε κ καὶ τετραγώνοις λ καὶ πενταγώνοις ιβ, ἕξει στερεὰς μὲν γωνίας ξ, πλευρὰς
95δὲ ρκ. τὸ δὲ λοιπὸν τῶν δυοκαιεξηκονταέδρων, ἐπεὶ περιέχεται τετραγώνοις λ καὶ ἑξαγώνοις κ καὶ δεκα‐ γώνοις ιβ, ἕξει στερεὰς μὲν γωνίας ρκ, πλευρὰς δὲ ρπ. τὸ δὲ δυοκαιενενηκοντάεδρον, ἐπεὶ περιέχεται τρι‐ γώνοις τε π καὶ πενταγώνοις ιβ, ἕξει στερεὰς μὲν

1

(100)

γωνίας ξ, πλευρὰς δὲ ρν.

2

(1n)

Scholia Vaticana in Pappum III p. 1171.539
2αʹ. ὀκτάεδρον ἔχει τρίγωνα δ, ἑξάγωνα δὲ δ, πλευ‐ ρὰς ιη, γωνίας δὲ στερεὰς ιβ, ἑκάστη δὲ στερεὰ γωνία περιέχεται ὑπὸ γ γωνιῶν ἐπιπέδων, ὧν
5δύο μὲν ἑξαγωνικαί, μία δὲ τριγωνική, ὥστε λεί‐ πειν τῶν δ ὀρθῶν μιᾶς ὀρθῆς γωνίας δύο τρι‐ τημορίοις. τοῦτο γεννᾶται ἐκ τῆς πρώτης πυρα‐ μίδος διαιρουμένων τῶν πλευρῶν αὐτῆς εἰς γ ἴσα καὶ διὰ τῶν τομῶν ἐπιπέδων ἐκβαλλομένων
10καὶ τῶν γωνιῶν ἐκπιπτουσῶν. βʹ. τεσσαρεσκαιδεκάεδρον (sc. τὸ πρῶτον) περιέχεται ὑπὸ μὲν τριγώνων η, ὑπὸ δὲ τετραγώνων ϛ, ἔχει δὲ πλευρὰς κδ, γωνίας δὲ στερεὰς ιβ, ἑκάστη δὲ στερεὰ γωνία περιέχεται ὑπὸ δ γωνιῶν
15ἐπιπέδων, ὧν δύο μὲν τετραγωνικαί, β δὲ τρι‐ γωνικαί, ὥστε λείπειν τῶν δ ὀρθῶν μιᾶς γωνίας ὀρθῆς δύο τριτημορίοις. τοῦτο γεννᾶται ἐκ τοῦ κύβου διαιρουμένων δίχα τῶν πλευρῶν αὐτοῦ καὶ διὰ τῶν τομῶν ἐπιπέδων ἐκβαλλομένων τῶν
20η γωνιῶν ἐκπιπτουσῶν. γʹ. τεσσαρεσκαιδεκάεδρον (sc. τὸ δεύτερον) περιέχεται ὑπὸ μὲν τετραγώνων ϛ, ὑπὸ δὲ ἑξαγώνων η, ἔχει δὲ πλευρὰς λϛ, γωνίας δὲ στερεὰς κδ, ἑκάστη δὲ στερεὰ γωνία περιέχεται ὑπὸ γ γωνιῶν
25ἐπιπέδων, ὧν δύο μὲν ἑξαγωνικαί, μία δὲ τε‐ τραγωνική. τοῦτο γεννᾶται ἐκ τοῦ ὀκταέδρου τεμνομένης τρίχα ἑκάστης τῶν αὐτοῦ πλευρῶν καὶ διὰ τῶν τομῶν ἐπιπέδων ἐκβαλλομένων καὶ τῶν ϛ γωνιῶν ἐκπιπτουσῶν.
30δʹ. τὸ δὲ τρίτον (sc. τῶν τετρακαιδεκαέδρων), ἐπεὶ περιέχεται τριγώνοις η καὶ ὀκταγώνοις ϛ, ἕξει
στερεὰς μὲν γωνίας κδ· ἑκάστη δὲ περιέχεται ὑπὸ γ γωνιῶν ἐπιπέδων, ὧν δύο ὀκταγωνικαί, μία δὲ τριγωνική· πλευρὰς δὲ ἔχει λϛ. τοῦτο540
35γεννᾶται ἐκ τοῦ κύβου τεμνομένης ἑκάστης αὐ‐ τοῦ πλευρᾶς οὕτως, ὥστε γίνεσθαι τρία τμήματα, ὧν τὸ μέσον ἑκατέρου τῶν ἄκρων διπλάσιόν ἐστιν δυνάμει. εʹ. ἑκκαιεικοσάεδρον (sc. τὸ πρῶτον) γεννᾶται ἐκ
40τοῦ τεσσαρεσκαιδεκαέδρου τοῦ περιεχομένου ὑπὸ η τριγώνων καὶ ϛ τετραγώνων τεμνομένης ἑκά‐ στης αὐτοῦ πλευρᾶς δίχα καὶ διὰ τῶν τομῶν ἐκβαλλομένων ἐπιπέδων καὶ .....

3

(1n)

Hinc satis adparet, Heronem Definit. 104 p. 66, 1 male
2nnarrare:
3 Ἀρχιμήδης δὲ τριακαίδεκα ὅλα (scr. ὅλως) φησὶν εὑρίσκεσθαι σχήματα δυνάμενα ἐγγραφῆναι τῇ σφαίρᾳ
5προστιθεὶς ὀκτὼ μετὰ τὰ εἰρημένα πέντε.
6nSequitur apud Heronem l. c. p. 66. 4:
7 ὧν εἰδέναι καὶ Πλάτωνα τὸ τεσσαρεσκαιδεκάεδρον, εἶναί τε τοῦτο διπλοῦν, τὸ μὲν ἐξ ὀκτὼ τριγώνων καὶ τετραγώνων ἓξ σύνθετον, ἐκ γῆς καὶ ἀέρος, ὅπερ καὶ
10τῶν ἀρχαίων τινὲς ᾔδεσαν, τὸ δὲ ἕτερον πάλιν ἐκ τετραγώνων μὲν ὀκτώ, τριγώνων δὲ ϛ, ὃ καὶ χα‐
λεπώτερον εἶναι δοκεῖ.541

4-5t

DE MENSURA CIRCULI.

4

(1n)

Diophanes 20a (Diophantus ed. Tannery II p.22, 16).
2 Ἀπέδειξεν Ἀρχιμήδης, ὅτι τὰ λ τρίγωνα ἰσόπλευρα ἴσα ἐστὶν ιγ τετραγώνοις.

5

(1n)

Hero, Metric. I, 37 p. 86, 22.
2 Δέδεικται δὲ Ἀρχιμήδει ἐν τῇ τοῦ Κύκλου μετρήσει, ὅτι πᾶς τομεὺς ἥμισύς ἐστι τοῦ περιεχομένου ὑπό τε τῆς τοῦ τομέως περιφερείας καὶ τῆς ἐκ τοῦ κέντρου
5τοῦ κύκλου, οὗ ἔστιν ὁ τομεύς.

6t

Περὶ πλινθίδων καὶ κυλίνδρων.

6

(1n)

Hero, Metric. I, 26 p. 66, 13.
2 Ὁ δὲ αὐτὸς Ἀρχιμήδης δείκνυσιν ἐν τῷ Περὶ πλιν‐ θίδων καὶ κυλίνδρων, ὅτι παντὸς κύκλου ἡ περίμετρος πρὸς τὴν διάμετρον μείζονα μὲν λόγον ἔχει, ἢ ὃν ἔχει
5Μκα͵αωοε πρὸς Μϛ͵ζυμα, ἐλάσσονα δέ, ἢ ὃν ἔχει Μιθ͵ζωπη
πρὸς Μϛ͵βτνα.542

7-8t

DE SUPERFICIEBUS ET COPROPIBUS IRREGULARIBUS.

7

(1n)

Hero, Metric. I, 39 p. 90, 5.
2 Ἀναγκαῖον δέ, ὡς οἶμαι, πρὸς (scr. καὶ) τὰς ἀτάκτους εἰπεῖν ἐπιφανείας, ὡς δέον αὐτὰς μετρεῖσθαι. εἰ μὲν οὖν ἐπιφάνεια ἐπίπεδός ἐστιν, ἡ δὲ περιέχουσα αὐτὴν
5γραμμὴ ἄτακτος ὑπάρχει, δεήσει ἐπ’ αὐτῆς τῆς γραμμῆς λαβεῖν τινα συνεχῆ σημεῖα, ὥστε τὰς ἐπιζευγνυούσας αὐτὰ κατὰ τὸ ἑξῆς εὐθείας γραμμὰς μὴ κατὰ πολὺ ἀπᾴδειν τῆς περιεχούσης τὸ σχῆμα γραμμῆς, καὶ οὕτως ὡς πολύγωνον μετρεῖν εἰς τρίγωνα καταδιαιροῦντα.
10εἰ δὲ οὔκ ἐστιν ἐπίπεδος ἡ ἐπιφάνεια, ἀλλ’ ὥσπερ ἀνδριάντος ἢ ἄλλου τινὸς τοιούτου, δεῖ λαβόντα χάρτην ὅτι λεπτότατον ἢ σινδόνα περιτείνειν κατὰ μέρος ἐπὶ τὴν ἐπιφάνειαν αὐτοῦ, ἄχρι ἂν περιειληθῇ, εἶτα ἐκ‐ τείναντα τὸν χάρτην ἢ τὴν σινδόνα εἰς ἐπίπεδον
15μετρεῖν περιεχομένην ὑπὸ ἀτάκτου γραμμῆς, ὡς προ‐ είρηται, καὶ ἀποφαίνεσθαι τὸ ἐμβαδὸν τῆς ἐπιφανείας. εἰ δέ τινές εἰσιν ἕτεραι ἐπιφάνειαι ἢ σχήματα ἐπι‐ φανειῶν, μετρηθήσεται ἐκ τῶν προειρημένων.
19nId. II, 1 p. 92, 3.
20 Μετὰ τὴν τῶν ἐπιφανειῶν μέτρησιν εὐθυγράμμων τε καὶ μὴ κατὰ τὸ ἀκόλουθον ἐπὶ τὰ στερεὰ σώματα χωρητέον, ὧν καὶ τὰς ἐπιφανείας ἐν τῷ πρὸ τούτου βιβλίῳ ἐμετρήσαμεν ἐπιπέδους τε καὶ σφαιρικὰς ἔτι τε κωνικὰς καὶ κυλινδρικάς, πρὸς δὲ τούτοις ἀτάκτους,
25ὧν τὰς ἐπινοίας ὥσπερ παραδόξους οὔσας τινὲς εἰς Ἀρχιμήδην ἀναφέρουσιν κατὰ διαδοχὴν ἱστοροῦντες. εἴτε δὲ Ἀρχιμήδους εἴτε ἄλλου τινός, ἀναγκαῖον καὶ
ταύτας προσυπογράψαι.543

8

(1n)

Hero, Metric. II, 20 p. 138, 6.
2 Τῶν δὴ ἐν τάξει στερεῶν σωμάτων μετρηθέντων εὔλογον ὑπολαμβάνομεν καὶ τὰ ἄτακτα, οἷον ῥιζώδη ἢ πετρώδη, παριστορῆσαι τῇ μετρήσει, ὡς ἔνιοι ἱστο‐
5ροῦσι τὸν Ἀρχιμήδη ἐπινενοηκέναι πρὸς τὰ τοιαῦτα μέθοδον. εἰ μὲν γὰρ εὐμετάφορον εἴη τὸ μέλλον με‐ τρεῖσθαι, δεήσει δεξαμενὴν πάντη ὀρθογωνίαν ποιήσαντα δυναμένην δέξασθαι, ὃ βουλόμεθα μετρηθῆναι, πληρῶσαι ὕδατος καὶ ἐμβαλεῖν τὸ ἄτακτον σῶμα· δῆλον δὴ οὖν,
10ὅτι ὑπερχυθήσεται τὸ ὕδωρ, καὶ τοσοῦτόν γε, ὅσος ἐστὶν ὁ τοῦ ἐμβληθέντος σώματος εἰς τὸ ὕδωρ ὄγκος, ἐξαρ‐ θέντος τοῦ σώματος πάλιν ἐκ τῆς δεξαμενῆς ἐλλιπὲς ἔσται. μετρήσαντες οὖν τὸν ἐκκεκενωμένον τόπον ἀπο‐ φανούμεθα τοσούτου εἶναι τὸ στερεὸν τοῦ ἐμβληθέντος
15σώματος. ἢ καὶ ἄλλως δυνατόν ἐστι τὸ αὐτὸ μετρῆσαι· ἐὰν γὰρ προσπλασθῇ τὸ ἄτακτον σῶμα κηρῷ ἢ πηλῷ, ὥστε γενέσθαι ἀποκρυβὲν πάντη ὀρθογώνιον, καὶ τοῦτο μετρήσαντες ἀφέλωμεν τὸν πηλὸν καὶ ὀρθογώνιον πλά‐ σαντες ἐκμετρήσωμεν καὶ ἀφέλωμεν ἀπὸ τοῦ πρότερον
20μετρηθέντος, τὸ καταλειπόμενον ἀποφανούμεθα τὸ τοῦ σώματος στερεόν. τῇ δὲ τοῦ περιπλάσματος μεθόδῳ χρῆσθαι δεῖ ἐπὶ τῶν μὴ δυναμένων μετατίθεσθαι σωμάτων.

9t

APPENDIX LIBRI II DE SPHAERA ET CYLINDRO.

9

(1n)

De sphaera et cyl. II, 4 p. 192, 5.
2ἑκάτερα δὲ ταῦτα ἐπὶ τέλει ἀναλυθήσεταί τε καὶ
συντεθήσεται.544

10t

Πρὸς Ζεύξιππον.

10

(1n)

Arenar. I, 3 p. 216, 17.
2 τῶν ὑφ’ ἁμῶν κατωνομασμένων ἀριθμῶν καὶ ἐκ‐ δεδομένων ἐν τοῖς ποτὶ Ζεύξιππον γεγραμμένοις.
4nsummam huius libri habemus Arenar. III, 2—4; cfr. III, 1
5np. 236, 17:
6 χρήσιμον δὲ εἶμεν ὑπολαμβάνω τὰν κατονόμαξιν τῶν ἀριθμῶν ῥηθῆμεν, ὅπως καὶ τῶν ἄλλων οἱ τῷ βιβλίῳ μὴ περιτετευχότες τῷ ποτὶ Ζεύξιππον γεγραμμένῳ μὴ πλανῶνται διὰ τὸ μηδὲν εἶμεν ὑπὲρ αὐτᾶς ἐν τῷδε
10τῷ βιβλίῳ προειρημένον.

11-15t

MECHANICA.545

11

(1n)

Cfr. Pappus VIII, 5 p. 1030, 11:
2 λέγομεν δὲ κέντρον βάρους ἑκάστου σώματος εἶναι σημεῖόν τι κείμενον ἐντός, ἀφ’ οὗ κατ’ ἐπίνοιαν ἀρτηθὲν τὸ βάρος ἠρεμεῖ φερόμενον καὶ φυλάσσει τὴν ἐξ
5ἀρχῆς θέσιν οὐ μὴ περιτρεπόμενον ἐν τῇ φορᾷ. τοῦτο δὲ τὸ σημεῖον οὐ μόνον ἐν τοῖς τεταγμένοις ἀλλὰ κἀν τοῖς ἀτάκτως ἐσχηματισμένοις εὑρίσκεται σώμασιν ὑπάρ‐ χον ἐφόδῳ τινὶ θεωρούμενον τοιαύτῃ, qua exposita addit VIII, 8 p. 1034, 1: τὸ μὲν οὖν μάλιστα συνέχον
10τὴν κεντροβαρικὴν πραγματείαν τοῦτ’ ἂν εἴη, μάθοις δ’ ἂν τὰ μὲν στοιχειώδη ὄντα διὰ ταύτης δεικνύμενα τοῖς Ἀρχιμήδους περὶ ἰσορροπιῶν ἐντυχών.
13nSimplicius in Aristot. de caelo p. 543, 24:
14τὰ μὲν οὖν κεντροβαρικά, οἷα πολλὰ καὶ χαριέστατα547
15ὅ τε Ἀρχιμήδης καὶ ἄλλοι γεγράφασι πολλοί, σκοπὸν ἔχει, πῶς τοῦ δοθέντος βάρους τὸ κέντρον εὑρεθείη, τουτέστι σημεῖόν τι ἐπὶ τοῦ σώματος, ἀφ’ οὗ σπάρτου τινὸς ἐξαφθείσης μετεωριζόμενον ἀκλινὲς ἔσται τὸ σῶμα.

12

(1n)

Archimedes, Quadr. parab. 6 p. 274, 12.
2 ἕκαστον γὰρ τῶν κρεμαμένων, ἐξ οὗ σαμείου κα κατασταθῇ, μένει, ὥστε κατὰ κάθετον εἶμεν τό τε σαμεῖον τοῦ κρεμαστοῦ καὶ τὸ κέντρον τοῦ βάρεος τοῦ
5κρεμαμένου· δέδεικται γὰρ καὶ τοῦτο.

13

(1n)

Archimedes, Περὶ ὀχουμένων II, 2 p. 350, 13.
2 δέδεικται γὰρ ἐν ταῖς Ἰσορροπίαις, ὅτι παντὸς ὀρθογωνίου κωνοειδέος τμάματος τὸ κέντρον τοῦ βάρεός ἐστιν ἐπὶ τοῦ ἄξονος διῃρημένου οὕτως, ὥστε τὸ ποτὶ
5τᾷ κορυφᾷ τοῦ ἄξονος τμᾶμα διπλάσιον εἶμεν τοῦ λοιποῦ.

14

(1n)

Pappus VIII, 24 p. 1068, 19.
2 ἀπεδείχθη γὰρ ἐν τῷ Περὶ ζυγῶν Ἀρχιμήδους καὶ τοῖς Φίλωνος καὶ Ἥρωνος Μηχανικοῖς, ὅτι οἱ μείζονες κύκλοι κατακρατοῦσιν τῶν ἐλασσόνων κύκλων,
5ὅταν περὶ τὸ αὐτὸ κέντρον ἡ κύλισις αὐτῶν γίνηται.

15

(1n)

Pappus VIII, 19 p. 1060, 2.
2 τῆς αὐτῆς δέ ἐστιν θεωρίας τὸ δοθὲν βάρος τῇ δοθείσῃ δυνάμει κινῆσαι· τοῦτο γὰρ Ἀρχιμήδους μὲν εὕρημα λέγεται μηχανικόν, ἐφ’ ᾧ λέγεται εἰρηκέναι·
5δός μοι, φησί, ποῦ στῶ, καὶ κινῶ τὴν γῆν.548

17-21t

Κατοπτρικά.

17

(1n)

Theo in Ptolemaei Synt. I p. 10 ed. Basil.
2 καὶ τῶν ἀπ’ αὐτῆς (sc. τῆς ὄψεως) ἐπὶ τὸν ἀέρα προσπιπτουσῶν ἀκτίνων κλάσιν ὑπομενουσῶν καὶ μείζονα ποιουσῶν τὴν πρὸς τῇ ὄψει γωνίαν, καθὰ
5καὶ Ἀρχιμήδης ἐν τοῖς Περὶ κατοπτρικῶν ἀπο‐ δεικνύων φησίν, ὅτι [καθάπερ] καὶ τὰ εἰς ὕδωρ ἐμβαλλόμενα μείζονα φαίνεται, καὶ ὅσῳ κάτω χωρε, μείζονα. et paullo infra: καὶ κεκλάσθωσαν ἐπὶ τὰ Α, Β, ὡς 〈αἱ〉 ΕΘΑ, ΕΚΒ, καθὰ καὶ Ἀρχιμήδης
10ἐν τοῖς Περὶ κατοπτρικῶν, ὡς ἔφαμεν.549

18

(1n)

Olympiodorus in Aristotelis Meteorolog. p. 211, 18 ed.
2nBusse (II p. 94 ed. Ideler).
3 ἄλλως τε καὶ Ἀρχιμήδης αὐτὸ τοῦτο δείκνυσιν, ὅτι κλᾶται ἡ ὄψις, ἐκ τοῦ δακτυλίου τοῦ ἐν
5ἀγγείῳ βαλλομένου.
6nCfr. Pseudo—Euclides, Catoptr. post. 6 p. 286, 17:
7 ἐὰν εἰς ἀγγεῖον ἐμβληθῇ τι καὶ λάβῃ ἀπόστημα ὡς μηκέτι ὁρᾶσθαι, τοῦ αὐτοῦ ἀποστήματος ὄντος ἐὰν ὕδωρ ἐγχυθῇ, ὀφθήσεται τὸ ἐμβληθέν.

19

(1n)

Scholl. in Pseudo—Euclidis Catoptr. nr. 7 p. 348, 17.
2 ὁ δὲ Ἀρχιμήδης οὕτω λέγει· ὅτι ἡ Ζ γωνία τῇ Ε ἢ [Omitted graphic marker]ἴση ἐστὶν ἢ ἐλάττων ἢ μείζων. ἔστω πρότε‐ ρον μείζων ἡ Ζ τῆς Ε· ἐλάττων ἄρα ἡ
5Ε. ὑποκείσθω οὖν πάλιν ὄμμα τὸ Δ, καὶ ἀπὸ τοῦ ὄμματος πάλιν ἀνακεκλάσθω ἐπὶ τὸ ὁρώμενον τὸ Β· ἔσται ἄρα ἡ Ε γωνία μείζων τῆς
Ζ. ἦν δὲ καὶ ἐλάττων· ὅπερ ἄτοπον.550

21

(1n)

Pseudo—Psellus, Synops. mathem. p. 73 ed. Xylandri.
2 δυνατὸν μέντοι καὶ ἄλλως ἀπορίᾳ διόπτρας τῇ μεθ‐ όδῳ χρήσασθαι, καθὰ δήπου καὶ Ἀρχιμήδης, ὅς ποτέ τινων ἐρομένων περὶ τῆς ὑπ’ ὄψιν πυραμίδος, ὁπόση
5ἂν εἴη τὸ μέγεθος, τὴν ῥάβδον ἑτοίμως ὄρθιον πρὸς τὴν ἐξ ἡλίου τῆς πυραμίδος καταπήξας σκιάν, ὡς τὰς ἀμφοῖν τῆς τε ῥάβδου καὶ τῆς πυραμίδος ἐξ ἴσου συναποπερατοῦσθαι σκιάς, καὶ δύο ἐντεῦθεν ἀποτελέσας ἰσογώνια τρίγωνα αὐτόθεν ἐπήγαγεν· ὃν λόγον ἡ ἐν
10ἐπιπέδῳ κειμένη σκιὰ τῆς ῥάβδου πρὸς αὐτὴν ἔχει τὴν ῥάβδον, τὸν αὐτὸν καὶ ἡ ἐν ἐπιπέδῳ τῆς πυραμίδος σκιὰ πρὸς αὐτὴν ἔχει τὴν πυραμίδα· καὶ λοιπὸν τῇ διαμετρήσει τῆς σκιᾶς τῆς πυραμίδος τὸ τῆς πυραμίδος ὕψος τοῖς ἐρωτήσασι δῆλον κατέστησεν.

22t

Περὶ σφαιροποιίας.

22

(1n)

Carpus apud Pappum VIII, 3 p. 1026, 9.
2 Κάρπος δέ πού φησιν ὁ Ἀντιοχεὺς Ἀρχιμήδη τὸν Συρακόσιον ἓν μόνον βιβλίον συντεταχέναι μηχανικὸν τὸ κατὰ τὴν σφαιροποιίαν, τῶν δὲ ἄλλων οὐδὲν
5ἠξιωκέναι συντάξαι.
6nCfr. Proclus in Eucl. p. 41, 16:551
7σφαιροποιία κατὰ μίμησιν τῶν οὐρανίων περι‐ φορῶν, οἵαν καὶ Ἀρχιμήδης ἐπραγματεύσατο.
9nCfr. Hippolytus, Refutat. omn. haeres. ed. Duncker,
10np. 66, 52:
11 καὶ ἀπόστημα δὲ ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς ἐπὶ τὸν σεληνιακὸν κύκλον ὁ μὲν Σάμιος Ἀρίσταρχος ἀνα‐ γράφει σταδίων .... ὁ δὲ Ἀρχιμήδης μυριάδ. φνδ καὶ μονάδ. ͵δρλ, ἀπὸ δὲ τοῦ σεληνιακοῦ ἐπὶ τὸν τοῦ
15ἡλίου κύκλον σταδίων μυριάδ. ͵εκς καὶ μονάδ. ͵βξε, ἀπὸ τοῦδε ἐπὶ τὸν τῆς Ἀφροδίτης κύκλον σταδίων μυριάδ. ͵βκζ καὶ μονάδας ͵βξε, ἀπὸ τοῦδε ἐπὶ τὸν τοῦ Ἑρμοῦ κύκλον σταδίων μυριάδ. ͵επα μονάδ. ͵ζρξε, ἀπὸ τούτου δὲ ἐπὶ τὸν τοῦ Πυρόεντος κύκλον σταδίων
20μυριάδ. ͵δνδ μονάδ. ͵αρη, ἀπὸ τούτου δὲ ἐπὶ τὸν τοῦ
Διὸς κύκλον σταδίων μυριάδ. ͵βκζ μονάδας ͵εξε, ἀπὸ τούτου δὲ ἐπὶ τὸν τοῦ Κρόνου κύκλον σταδίων μυριάδ. ͵δλζ μονάδ. ͵βξε, ἀπὸ τούτου δὲ ἐπὶ τὸν ζῳδιακὸν καὶ τὴν ἐσχάτην περιφέρειαν σταδίων μυριάδ. ͵βη552
25μονάδ. ͵με (fort.͵βε cum Dunckero). τὰ μὲν ἀπ’ ἀλλή‐ λων διαστήματα τῶν κύκλων καὶ τῶν σφαιρῶν βάθη τε ὑπὸ τοῦ Ἀρχιμήδους ἀποδίδοται· τοῦ δὲ ζῳδιακοῦ τὴν περίμετρον λαμβάνει σταδίων δευτέρων ἀριθμῶν δ καὶ μυριάδ. ͵δψλα· ὥστε συμβαίνειν τὴν ἐκ τοῦ κέντρου τῆς
30γῆς εὐθεῖαν ἄχρι τῆς ἐπιφανείας τῆς ἐσχάτης τὸ ἕκτον εἶναι τοῦ λεχθέντος ἀριθμοῦ, τὴν δὲ ἀπὸ τῆς ἐπι‐ φανείας τῆς γῆς, ἐφ’ ἧς βεβήκαμεν, ἄχρι τοῦ ζῳδιακοῦ 〈τοῦ〉 ἄρτι ῥηθέντος ἕκτον (scrib. ἕκτου) τοῦ ἀριθμοῦ λεῖπον (scrib. λείπειν) τέτρασι μυριάσι σταδίων, ὅ
35〈ἐστιν〉 ἐκ τοῦ κέντρου τῆς γῆς μέχρι τῆς ἐπιφανείας αὐτῆς. ἀπὸ τοῦ Κρόνου δὲ κύκλου ἐπὶ τὴν γῆν φησι τὸ διάστημα σταδίων δευτέρων ἀριθμῶν εἶναι μονάδ. δύο καὶ μυριάδ. ͵βσξθ καὶ μονάδ. ͵βψια, ἀπὸ τοῦ δὲ τοῦ Διὸς κύκλου ἐπὶ γῆν σταδίων δευτέρων ἀριθμῶν
40μονάδ. β καὶ μυριάδ. σοζ καὶ μονάδας χμϛ, ἀπὸ δὲ τοῦ Πυρόεντος κύκλου ἐπὶ γῆν δευτέρων ἀριθμῶν μονάδ. μίαν καὶ μυριάδ. ͵γσμα καὶ μονάδ. ͵ηφπα, ἀφ’ ἡλίου 〈δὲ〉 ἐπὶ γῆν δευτέρων ἀριθμῶν μονάδ. μίαν καὶ μυ‐ ριάδ. ͵βρξ καὶ μονάδας ͵δυνδ, ἀπὸ δὲ τοῦ Στίλβοντος
45ἐπὶ τὴν γῆν μυριάδ. ͵εσξη μονάδας ͵ησνθ, ἀπὸ δὲ Ἀφροδίτης ἐπὶ γῆν μυριάδ. ͵επα μονάδ. ͵ερξ ... τὰ μὲν οὖν ἀποστήματα καὶ βάθη τῶν σφαιρῶν οὕτως Ἀρχιμήδης ἀποδίδωσιν ..... οἱ δ’ ἐκτεθέντες ὑπὸ
Ἀρχιμήδους ἀριθμοὶ καὶ ὑπὸ τῶν ἄλλων περὶ τῶν553

22

(50)

ἀποστημάτων λεγόμενοι λόγοι, εἰ μὴ ἐν συμφώνοις εἶεν λόγοις, τουτέστι τοῖς ὑπὸ Πλάτωνος εἰρημένοις διπλασίοις καὶ τριπλασίοις, ἔξω δὲ συμφωνιῶν εὑρισκό‐ μενοι, οὐκ ἂν σώζοιεν τὸ καθ’ ἁρμονίαν κατεσκευάσθαι τὸ πᾶν ..... ὅτι δὲ οἱ λοιποὶ ἀριθμοὶ οἱ ὑπ’ Ἀρ‐
55χιμήδους περὶ τῆς ἀποστάσεως τῶν πλανωμένων λε‐ γόμενοι οὐκ ἐν συμφώνοις λόγοις, ῥᾴδιον γνῶναι, πῶς ἔχουσι πρὸς ἀλλήλους καὶ ἐν τίσι λόγοις εἰσί, κατα‐ νοήσαντες.

23t

DE ANNI MAGNITUDINE.

23

(1n)

Hipparchus apud Ptolemaeum, Synt. III, 1 p. 194, 23.
2 ἐκ μὲν οὖν τούτων τῶν τηρήσεων δῆλον, ὅτι μικραὶ παντάπασιν γεγόνασιν αἱ τῶν ἐνιαυτῶν διαφοραί· ἀλλ’ ἐπὶ μὲν τῶν τροπῶν οὐκ ἀφελπίζω καὶ ἡμᾶς καὶ τὸν
5Ἀρχιμήδη καὶ ἐν τῇ τηρήσει καὶ ἐν τᾷ συλλογισμῷ
διαμαρτάνειν καὶ ἕως τετάρτου μέρους ἡμέρας.554