TLG 0551 016 :: APPIANUS :: Appiani ad Frontonem epistula APPIANUS Hist. Appiani ad Frontonem epistula Citation: Section — (line) | ||
1 | Παρὰ Ἀππιανοῦ Φρόντωνι. οὐδὲ σήμερον ἐδυνήθην σε ἰδεῖν, διὰ τὴν γαστέρα νυκτὸς ἐνοχλοῦσαν ἕως ἄρτι κοιμηθείς. ἃ δὲ ἀγρυπνῶν ἠπόρουν, οὐ κατέσχον οὐδ’ ἀνεβαλόμην, ἀλλ’ ἐκ πολλῶν ὀλίγα σοι γέγραφα. σὺ δέ, | |
---|---|---|
5 | εἰ μὲν δίκαιά ἐστιν, ὡς δικαίοις, εἰ δὲ σχολαστικά, ὡς ἁπλοῖς, εἰ δὲ μή, ἀλλ’ ἔμοιγε ὡς λυπουμένῳ καὶ παρα‐ καλοῦντι πείσθητι καὶ εἶξον. | |
ad Front.2 | εἰκὸς ἕπεσθαι τοῖς κοινοῖς τὰ ἰδιωτικά· εὐθύνομεν γοῦν τὰ ἴδια πρὸς ἐκεῖνα, καὶ ὁ νόμος οὕτω κελεύει. πῶς οὖν αἱ μὲν πόλεις οὐκ ὀκνοῦσι λαμβάνουσαι παρὰ τῶν διδόν‐ των ἀναθήματά τε καὶ χρήματα καὶ ἀργύριον αὐτὸ πολι‐ | |
5 | τῶν τε καὶ ξένων, ἤδη δέ τινας καὶ αὑτούς πως ὑποδι‐ δόντας, φίλος δὲ δὴ παρὰ φίλου λαβεῖν ὀκνεῖ παρακαλοῦν‐ | |
ad Front.3 | τος; καὶ οἱ θεοὶ δὲ τῷ νόμῳ τῶν πόλεων προσίενται ταῦτα παρὰ τῶν ἀνδρῶν, καὶ δεικνύουσιν οἱ θησαυροὶ τῶν θεῶν. καὶ οἱ φίλοι δὲ ἐκ τῶν διαθηκῶν λαμβάνειν | |
ad Front.4 | οὐκ ὀκνοῦσιν. καὶ διὰ τί οὖν ἐκ μὲν διαθήκης ἄν τις λάβοι, παρὰ δὲ τῶν περιόντων οὐ λάβοι, ὅποτε καὶ μεῖζον ταῦτ’ ἔχει τὸ δεῖγμα τῆς προθυμίας; οἳ μὲν γὰρ ἄλλον | |
ἄλλου προτιθέασιν, οἳ δὲ περιόντες ἑαυτῶν τοὺς φίλους | 537 | |
5 | προτιθέασιν. καὶ ἥδιον παρὰ τοῦ περιόντος λαβεῖν, ὅτι καὶ μαρτυρῆσαι περιόντι δυνατόν ἐστι καὶ ἀμείψασθαι. πάλιν ξένιον μὲν οὔτε θεοῖς οὔτε πόλει πέμπεται, τὰ | |
ad Front.5 | σεμνότερα δ’ ἀεὶ τοῖς σεμνοτέροις. ἀλλ’ οὐκ εἰσὶ ταῦτα βαρύτερα λαμβάνειν; τί γάρ ἐστι φιλίας καὶ τιμῆς βαρύ‐ τερον, ὧν οὐδ’ ἴσως γ’ ἄρειον οὐδέν ἐστιν; τί δὲ καὶ βαρὺ ἦν ὅλως ἢ τί ἂν ἐγὼ βαρὺ ἔχοιμι; οὐδ’ ἂν μὲν | |
5 | ἐργασαίμην οὐδὲν οὐδὲ πριαίμην οὐδέποτε, † δέον τινὰ | |
ad Front.6 | μισθὸν ἴσον † ἐξ οἴκου, φασίν, ἐς οἶκον μετελθεῖν. ἐν‐ νόησον δὲ κἀκεῖνο, ὅση μὲν ἡδονὴ τῷ πέμψαντι ληφθέν‐ των, ὅση δὲ λύπη μὴ ληφθέντων ἐπιγίγνεται. εἰ τὸ καθα‐ ρὸν ... καὶ μετὰ πολὺ προσιέναι σοι. πιστεύοις δὲ δίκαιον | |
5 | εἶναι τὸν νόμον τῶν τε πόλεων καὶ θεῶν καὶ φίλων ... φίλων δὲ οὐ τοσοῦτον ἐπιδεικνύντων θράσος εὐνοίας, ἀλλὰ κρυπτόντων ὑπὸ δέους, ἔπεμψα τὸ πρὶν ἐπιτρέψῃς. | |
σὺ δὲ μὴ δεύτερον ἀποπέμψῃς, ᾧ γε ἔδει μηδ’ ἅπαξ. | 538 |