TLG 0551 015 :: APPIANUS :: Fragmenta historiae Romanae APPIANUS Hist. Fragmenta historiae Romanae frr. 2–24 Citation: Fragment — section — (line) | ||
2.1 | ἀνεζεύγνυ· ἀνέστρεφεν. Ἀππιανός· ὃ δὲ μετὰ πολλῆς λείας ἀνεζεύγνυ. Suid. v. ἀνεζεύγνυ. | |
3.1 | ἐγχρόνων· οὐ πρὸ πολλοῦ χρόνου συντεθεισῶν. Ἀπ‐ πιανός· κατεφρόνουν τῶν σπονδῶν ἔτι ἐγχρόνων οὐσῶν. Suid. v. ἐγχρόνων. | |
4.1 | ἐδοκίμαζεν· ἔκρινε ... Ἀππιανός· ὃ δὲ ἐπὶ τὰς οἰκίας χωρῶν συνελάμβανεν, ὅσους ἐδοκίμαζεν. ἀντὶ τοῦ ἔκρινεν ἐτάσεως εἶναι ἀξίους. Suid. v. ἐδοκίμαζεν. | |
5.1 | ἐπαφρόδιτος· ἐπίχαρις, ἡδύς. Ἀππιανός· καὶ τὴν ἐν πᾶσιν ἐπαφροδισίαν ὑπεραίρων ἐσεμνολόγει περὶ ἑαυτοῦ. Suid. v. ἐπαφρόδιτος. | |
6.1 | θησαυρούς. Ἀππιανός· ὅπλα τε πολλὰ καὶ σῖτον ἡτοιμάζετο καὶ θησαυροὺς ἐποίει. Suid. v. θησαυρούς. | |
7.1 | ἱλαρός· εὔχαρις, ἀστεῖος, ἡδύς. Ἀππιανός· σὺν βοῇ ἱλαρᾷ καὶ θορύβῳ χρηστῷ παρέπεμπον αὐτὸν καὶ θαρρεῖν | |
ἐκέλευον. Suid. v. ἱλαρός. | 532 | |
8.1 | οἷ· περισπωμένως ἀντὶ τοῦ ἑαυτῷ ... Ἀππιανός· ἐπεὶ δὲ ἦν οἷ τὸ κακὸν τέχνης κρεῖττον καὶ μέντοι καὶ ἐπι‐ κουρίας τῆς ἐκ θνητῶν συμμάχων δυνατώτερον. Suid. v. οἷ. | |
9.1 | οἰστρεῖ· ἐριθίζει, ἐκμαίνει. Ἀππιανός· τῷ ὄντι πᾶσιν οἰστρώδης ἐνέπιπτεν ὁρμὴ καὶ προθυμία κατὰ τῶν βαρ‐ βάρων. Suid. v. οἰστρεῖ. | |
10.1 | πιθανούς. Ἀππιανός· ἕνα δ’ αὐτῶν πιστὸν καὶ πιθα‐ νὸν εἰς τὸ ἔργον, ἐντυχόντα τοῖς ὑπάτοις ἐν ἀπορρήτῳ, πίστιν αἰτῆσαι. Suid. v. πιθανούς. | |
11.1 | πρόσριζα· σὺν ταῖς ῥίζαις. Ἀππιανός· τὰ δένδρα ἔκοπτε πρόσριζα, τοῦ μὴ πάλιν φῦναι. Suid. v. πρόσριζα. | |
12.1 | ὤσατο ἑαυτόν· κατέβαλεν ἀπὸ τοῦ ἵππου. Ἀππια‐ νός· οὐ μὴν ἔφθασε τρῶσαι, συναρπασάντων αὐτὸν τῶν ὑπασπιστῶν. ἢ παρενέβαλεν εἰς κίνδυνον ἑαυτόν. Suid. v. ὤσατο ἑαυτόν. | |
13.1 | χρηματίζων· ὁ αὐτὸς (i. e. Ἀππιανὸς) δευτέρῳ Αἰ‐ γυπτιακῶν· πρεσβείαις ὁ Καῖσαρ ἐχρημάτισεν. Anecd. Bekk. p. 179,21. | |
14.1 | ἐπισκήπτω ... ἐπὶ δὲ τοῦ παρακαλεῖν πρὸς αἰτιατι‐ κήν. Ἀππιανὸς τρίτῳ Αἰγυπτιακῶν· ἐπισκήπτω σε τῆς | |
ἀξιώσεως. Anecd. Bekk. p. 139,29. | 533 | |
15.1 | χρῶμαι· τὸ κατὰ χρῆσίν τι λαβεῖν, αἰτιατικῇ. Ἀπ‐ πιανὸς κʹ· ἃς δὲ ἐχρησάμην παρὰ Ἀντωνίου ναῦς. Anecd. Bekk. p. 179,19. | |
16.1 | συνηδόμενοι· γενικῇ. Ἀππιανὸς τετάρτῳ Αἰγυπτια‐ κῶν· συνηδόμενοι τῶν γεγονότων. Anecd. Bekk. p. 174,14. | |
17.1 | τούτου δὲ τοῦ χρησμοῦ μέμνηται καὶ Ἀππιανὸς ἐν τῷ εἰκοστῷ δευτέρῳ λόγῳ τῆς Ῥωμαϊκῆς ἱστορίας αὐτοῦ. Zonar. 11, 16, t. 3 p. 50, 15 ed. Dind. | |
18.1 | (Τραϊανὸς) ἐστράτευσε μέντοι ἐπὶ Δᾶκας, ἢ Δακοὺς κατὰ Ἴωνας, ὡς ὁ Ἀππιανὸς ἐν τῷ εἰκοστῷ τρίτῳ λόγῳ τῆς Ῥωμαϊκῆς ἱστορίας φησί. Zonar. 11, 21, t. 3 p. 65, 27 ed. Dind. | |
19.1 | περὶ Ἀράβων μαντείας. Ἀππιανός φησι τῷ τέλει τοῦ κδʹ βιβλίου. φεύγοντί μοί ποτε τοὺς Ἰουδαίους ἀνὰ τὸν πόλεμον τὸν ἐν Αἰγύπτῳ γενόμενον καὶ ἰόντι διὰ τῆς | |
Πετραίας Ἀραβίας ἐπὶ ποταμόν, ἔνθα με σκάφος περι‐ | 534 | |
5 | μένον ἔμελλε διοίσειν ἐς Πηλούσιον, Ἄραψ ἀνὴρ δ’ ἡγεῖτό μοι τῆς ὁδοῦ νυκτός, οἰομένῳ πλησίον εἶναι τοῦ σκάφους κρωζούσης ἄρτι πρὸς ἕω κορώνης ἔφη συνταραχθείς· “πεπλανήμεθα”. καὶ κρωζούσης αὖθις εἶπεν· “ἄγαν | |
---|---|---|
19.2 | πεπλανήμεθα”. θορυβουμένῳ δέ μοι καὶ σκοποῦντι, εἴ τις ὁδοιπόρος ὀφθήσεται, καὶ οὐδένα ὁρῶντι ὡς ἐν ὄρθρῳ ἔτι πολλῷ καὶ γῇ πολεμουμένῃ, τὸ τρίτον ὁ Ἄραψ τοῦ ὀρνέου πυθόμενος εἶπεν ἡσθείς· “ἐπὶ συμφέροντι πεπλανή‐ | |
19.3 | μεθα καὶ ἐχόμεθα τῆς ὁδοῦ.” ἐγὼ δὲ ἐγέλων μέν, εἰ καὶ νῦν ἑξόμεθα τῆς πλανώσης, καὶ ἀπεγίνωσκον ἐμαυτοῦ, πάντων πολεμίων ὄντων, οὐκ ὄν μοι δυνατὸν οὐδ’ ἀνα‐ στρέψαι διὰ τοὺς ὄπισθεν, οὓς δὴ καὶ φεύγων ἠρχόμην, | |
5 | ὑπὸ δ’ ἀπορίας εἱπόμην ἐκδοὺς ἐμαυτὸν τῷ μαντεύματι. | |
19.4 | οὕτω δὲ ἔχοντί μοι παρὰ δόξαν ἕτερος ποταμὸς ἐκφαίνε‐ ται, ὁ ἀγχοτάτω μάλιστα τοῦ Πηλουσίου, καὶ τριήρης ἐς τὸ Πηλούσιον παραπλέουσα, ἧς ἐπιβὰς διεσωζόμην· τὸ σκάφος δέ, ὅ με ἐν τῷ ἑτέρῳ ποταμῷ ὑπέμεινεν, ὑπὸ | |
5 | Ἰουδαίων ἐλήφθη. τοσοῦτον ὠνάμην τῆς τύχης καὶ τοσοῦ‐ τον ἐθαύμασα τοῦ μαντεύματος. | |
19.5 | οὗτοι μὲν οὖν εἰσι θρησκευτικοί, μαντικοί, γεωργοί, φαρμάκων ἐπιστήμονες, οὓς εἰκὸς ἐν Αἰγύπτῳ γῆν εὑρόν‐ τας ἀγαθὴν οἷα γεωργοὺς καὶ ἔθνος ὁμοίως θεοσεβές τε καὶ μαντικὸν καὶ φαρμάκων οὐκ ἄπειρον οὐδ’ ἄστρων | |
5 | ἐμμεῖναι χαίροντας ὡς παρ’ ὁμοίοις. | 535 |
20.1 | ἄρχω. γενικῇ ... Ἀππιανὸς δὲ δοτικῇ· διεχρήσατο Νέρων, ὅτε ἦρχε Ῥωμαίοις. Anecd. Bekk. p. 120,24. | |
21.1 | ἀμελητέα. γενικῇ τὸ πρᾶγμα ... Ἀππιανός· ἀλλή‐ λων ἠμέλουν. Anecd. Bekk. p. 129,26. | |
22.1 | ἐξέδραμεν. γενικῇ. Ἀππιανός· ἐξέδραμε τοῦ δανει‐ στοῦ. Anecd. Bekk. p. 146,5. | |
23.1 | κουφίζω καὶ ἐπικουφίζω. γενικῇ Ἀππιανός· ὅσα δὲ ὅμως ἐπικουφιεῖ τῆς ἀνίας, αἰτεῖτε καὶ λαμβάνετε προσ‐ ιόντες. Anecd. Bekk. p. 154,17. | |
24.1 | συμπλεκόμενος. δοτικῇ. ὁ αὐτός (i. e. Ἀππιανός)· | |
συμπλεκόμενος αὐτῇ. Anecd. Bekk. p. 174,9. | 536 |