TLG 0551 011 :: APPIANUS :: Macedonica (fragmenta) APPIANUS Hist. Macedonica (fragmenta) Citation: Chapter — section — (line) | ||
Mac.1.1 | ὅτι Ῥωμαῖοι τοῦ Φιλίππου τοῦ Μακεδόνος, τοῦ πο‐ λεμήσαντος αὐτοῖς, πέρι πάμπαν ἐπολυπραγμόνουν οὐδέν, οὐδὲ σφίσιν ἐνθύμιος ἦν ὅλως, πονουμένης ἔτι τῆς Ἰταλίας ὑπὸ Ἀννίβου, τοῦ Καρχηδονίων στρατηγοῦ, | |
5 | καὶ αὐτοὶ μεγάλοις στρατοῖς Λιβύην καὶ Καρχηδόνα καὶ Ἰβηρίαν περικαθήμενοι καὶ καθιστάμενοι Σικελίαν. | |
---|---|---|
Mac.1.2 | αὐτὸς δὲ Φίλιππος ἀρχῆς ἐπιθυμίᾳ μείζονος, οὐδέν τι προπαθών, ἔπεμπε πρὸς Ἀννίβαν ἐς τὴν Ἰταλίαν πρέσβεις, ὧν ἡγεῖτο Ξενοφάνης, ὑπισχνούμενος αὐτῷ συμμαχή‐ σειν ἐπὶ τὴν Ἰταλίαν, εἰ κἀκεῖνος αὐτῷ σύνθοιτο κατεργά‐ | |
Mac.1.3 | σασθαι τὴν Ἑλλάδα. συμβάντος δὲ ἐς ταῦτα τοῦ Ἀννίβου καὶ ἐπὶ τῇ συνθήκῃ ὀμόσαντος πρέσβεις τε ἀντιπέμψαν‐ τος ἐπὶ τοὺς ὅρκους τοῦ Φιλίππου, Ῥωμαίων τριήρης ἔλαβε τοὺς ἑκατέρων πρέσβεις ἀναπλέοντας καὶ ἐς | |
5 | Ῥώμην ἐκόμισεν. ἐφ’ ᾧ Φίλιππος ἀγανακτῶν Κερκύρᾳ προσέβαλεν, ἣ Ῥωμαίοις συνεμάχει. Exc. de leg. gent. 30, p. 559. | |
Mac.2.1 | ὅτι ἐνῆγε τοὺς Ῥωμαίους τὰ Σιβύλλεια ἐς τὸν Φιλίπ‐ | |
που πόλεμον· ἔστι δὲ ταῦτα· αὐχοῦντες βασιλεῦσι Μακηδόνες Ἀργεάδῃσιν, ὑμῖν κοιρανέων ἀγαθὸν καὶ πῆμα Φίλιππος. | 307 | |
5 | ἤτοι ὁ μὲν πρότερος πόλεσιν λαοῖσι τ’ ἄνακτας θήσει, ὁ δ’ ὁπλότερος τιμὴν ἀπὸ πᾶσαν ὀλέσσει, δμηθεὶς δ’ ἑσπερίοισιν ὑπ’ ἀνδράσιν ἐνθάδ’ ὀλεῖται. Exc. de sent. 22, p. 70. | |
Mac.3.1 | ὅτι Πτολεμαίου τοῦ βασιλεύοντος Αἰγύπτου πρέ‐ σβεις, καὶ σὺν αὐτοῖς ἕτεροι παρά τε Χίων καὶ Μιτυλη‐ ναίων καὶ Ἀμυνάνδρου, τοῦ Ἀθαμανῶν βασιλέως, δίς, ἔνθα περ οἱ Αἰτωλοὶ τὰς πόλεις ἐπισκεψομένας ἐκάλουν, | |
5 | συνῆλθον ἐπὶ διαλλαγῇ Ῥωμαίων καὶ Αἰτωλῶν καὶ Φιλίππου. Σουλπικίου δ’ εἰπόντος οὐκ εἶναι κυρίου περὶ τῆς εἰρήνης τι κρῖναι καὶ ἐς τὴν βουλὴν κρύφα ἐπιστέλ‐ λοντος, ὅτι Ῥωμαίοις συμφέρει πολεμεῖν Αἰτωλοὺς | |
Mac.3.2 | Φιλίππῳ, ἡ μὲν βουλὴ τὰς συνθήκας ἐκώλυσε καὶ τοῖς Αἰτωλοῖς ἔπεμπε συμμαχίαν πεζοὺς μυρίους καὶ ἱππέας χιλίους, μεθ’ ὧν οἱ Αἰτωλοὶ κατέλαβον Ἀμβρακίαν, ἣν οὐ πολὺ ὕστερον αὐτῶν Φίλιππος ἀποπλευσάντων | |
Mac.3.3 | ἀνέλαβεν. οἱ δὲ πρέσβεις αὖθις συνῆλθον καὶ πολλὰ φανερῶς ἔλεγον, ὅτι Φίλιππος καὶ Αἰτωλοὶ διαφερόμενοι τοὺς Ἕλληνας ἐς δουλείαν Ῥωμαίοις ὑποβάλλουσιν, ἐθίζον‐ τες αὐτοὺς τῆς Ἑλλάδος θαμινὰ πειρᾶσθαι. ἐφ’ οἷς ὁ | |
5 | μὲν Σουλπίκιος ἀντιλέξων ἀνίστατο, τὸ δὲ πλῆθος οὐκ ἤκουσεν, ἀλλ’ ἐκεκράγεσαν τοὺς πρέσβεις εὖ λέγειν. | 308 |
Mac.3.4 | καὶ τέλος Αἰτωλοί τε πρῶτοι κατὰ σφᾶς ἄνευ Ῥωμαίων Φιλίππῳ συνέβησαν, καὶ πρέσβεις αὐτοῦ Φιλίππου καὶ Ῥωμαίων ἐπὶ διαλλαγαῖς ἀφίκοντο ἐς Ῥώμην. καὶ ἐγένοντο συνθῆκαι Ῥωμαίοις καὶ Φιλίππῳ, μηδετέρους ἀδικεῖν | |
5 | τοὺς ἑκατέρωθεν φίλους. ἐς μὲν δὴ τοῦτ’ ἔληξεν ἡ Φιλίππου καὶ Ῥωμαίων ἐς ἀλλήλους πεῖρα πρώτη, καὶ τὰς συνθήκας οὐδέτεροι βεβαίους οὐδ’ ἀπ’ εὐνοίας ἐδόκουν πεποιῆσθαι. Exc. de leg. gent. 31, p. 560. | |
Mac.4.1 | ὅτι μετ’ οὐ πολὺ Φίλιππος μὲν τῶν ὑπηκόων τοῖς ἐπὶ θαλάσσης στόλον ἐπαγγείλας Σάμον καὶ Χίον εἷλε καὶ μέρος τῆς Ἀττάλου γῆς ἐπόρθησε καὶ αὐτῆς ἀπεπείρασε Περγάμου, μὴ φειδόμενος ἱερῶν ἢ τάφων, | |
5 | τήν τε Ῥοδίων Περαίαν ἐδῄου, διαλλακτήρων οἱ γεγονό‐ των, καὶ ἑτέρῳ μέρει στρατοῦ τὴν Ἀττικὴν ἐλυμαίνετο καὶ τὰς Ἀθήνας ἐπολιόρκει, ὡς οὐδὲν τῶνδε Ῥωμαίοις προσηκόντων. λόγος τε ἦν, ὅτι Φίλιππος καὶ Ἀντίοχος, ὁ Σύρων βασιλεύς, ὑπόσχοιντο ἀλλήλοις, Ἀντιόχῳ μὲν ὁ | |
10 | Φίλιππος συστρατεύσειν ἐπί τε Αἴγυπτον καὶ ἐπὶ Κύπρον, ὧν τότε ἦρχεν ἔτι παῖς ὢν Πτολεμαῖος ὁ τέταρτος, ᾧ Φιλοπάτωρ ἐπώνυμον ἦν, Φιλίππῳ δ’ Ἀντίοχος ἐπὶ Κυρήνην καὶ τὰς Κυκλάδας νήσους καὶ | |
Mac.4.2 | Ἰωνίαν. καὶ τήνδε τὴν δόξαν ἐκταράσσουσαν ἅπαντας Ῥόδιοι μὲν Ῥωμαίοις ἐμήνυσαν, ἐπὶ δὲ τοῖς Ῥοδίων Ἀθηναίων πρέσβεις ᾐτιῶντο Φίλιππον τῆς πολιορκίας, καὶ Αἰτωλοὶ μεταγινώσκοντες κατηγόρουν ὡς καὶ περὶ | |
5 | σφᾶς ἀπίστου γεγονότος ἠξίουν τε αὖθις ἐς τοὺς Ῥω‐ μαίων συμμάχους ἐγγραφῆναι. Ῥωμαῖοι δ’ Αἰτωλοῖς ἐμέμψαντο τῆς οὐ πρὸ πολλοῦ μεταβολῆς, πρέσβεις δ’ ἐς τοὺς βασιλέας ἔπεμπον, οἳ προηγόρευον αὐτοῖς Ἀντίοχον μὲν Αἰγύπτῳ μὴ ἐπιχειρεῖν, Φίλιππον 〈δὲ〉 | 309 |
10 | μηδὲν ἐς Ῥοδίους ἢ Ἀθηναίους ἢ Ἄτταλον ἢ ἐς ἄλλον | |
Mac.4.3 | τινὰ Ῥωμαίων φίλον ἁμαρτάνειν. τούτοις ὁ Φίλιππος ἀπεκρίνατο Ῥωμαίοις ἕξειν καλῶς, ἂν ἐμμένωσιν ᾗ συνέθεντο πρὸς αὐτὸν εἰρήνῃ. οὕτω μὲν αἱ γενόμεναι σπονδαὶ ἐλέλυντο, καὶ στρατιὰ Ῥωμαίων ἐς τὴν Ἑλλάδα | |
5 | ἠπείγετο, στρατηγοῦντος Ποπλίου καὶ ναυαρχοῦντος Λευκίου. Exc. de leg. gent. 32, p. 560. | |
Mac.5.1 | ὅτι ὁ Φίλιππος, ὁ Μακεδόνων βασιλεύς, τῷ Φλα‐ μινίνῳ ἐς λόγους ᾔει, συναγόντων αὐτοὺς Ἠπειρωτῶν πρέσβεων εἰς σύμβασιν· ὡς δὲ ὁ Φλαμινῖνος Φίλιππον ἐκέλευεν ἐκστῆναι τῆς Ἑλλάδος οὐ Ῥωμαίοις, ἀλλὰ ταῖς | |
5 | πόλεσιν αὐταῖς καὶ τὰς βλάβας τοῖς παρεσπονδημένοις ἀποδοῦναι, ὁ Φίλιππος τὰ μὲν ... Exc. de sent. 23, p. 70. | |
Mac.6.1 | ποιμὴν ὑπέσχετο στρατὸν εὔζωνον ἄξειν ὁδὸν ἀτριβῆ τρισὶν ἡμέραις. Suid. v. εὔζωνοι. | |
Mac.7.1 | ὅτι Λεύκιος Κοΐντιος ἐς τὸν τῶν Ἀχαιῶν σύλλο‐ γον ἀπέστειλε πρέσβεις, οἳ μετὰ Ἀθηναίων καὶ Ῥο‐ δίων ἔπειθον αὐτοὺς μεταθέσθαι πρὸς σφᾶς ἀπὸ τοῦ | |
Φιλίππου, διεπρεσβεύετο δὲ καὶ Φίλιππος αἰτῶν βοή‐ | 310 | |
5 | θειαν ὡς συμμάχους. οἳ δὲ ἐνοχλούμενοι μὲν οἰκείῳ καὶ γείτονι πολέμῳ Νάβιδος, τοῦ Λακεδαιμονίων τυράν‐ νου, διεστῶτες δὲ ταῖς γνώμαις ἠπόρουν, καὶ οἱ πλείονες ᾑροῦντο τὰ Φιλίππου καὶ ἀπεστρέφοντο Ῥωμαίους διά τινα ἐς τὴν Ἑλλάδα Σουλπικίου τοῦ στρατηγοῦ παρανο‐ | |
10 | μήματα. ἐγκειμένων δὲ βιαίως τῶν ῥωμαϊζόντων οἱ πολλοὶ τῆς ἐκκλησίας ἀπεχώρουν δυσχεραίνοντες, καὶ οἱ λοιποί, διὰ τὴν ὀλιγότητα ἐκβιασθέντες, συνέθεντο τῷ Λευκίῳ καὶ εὐθὺς ἠκολούθουν ἐπὶ Κόρινθον, μηχανήματα φέροντες. Exc. de leg. Rom. 11, p. 72. | |
Mac.8.1 | ὅτι Φλαμινῖνος αὖθις συνῆλθεν ἐς λόγους Φιλίππῳ κατὰ τὸν Μηλιέα κόλπον, ἔνθα κατηγορούντων τοῦ Φιλίππου Ῥοδίων καὶ Αἰτωλῶν καὶ Ἀμυνάνδρου τοῦ Ἀθαμᾶνος ἐκέλευσε Φίλιππον ἐξάγειν τὰς φρουρὰς ἐκ | |
5 | Φωκίδος καὶ πρέσβεις ἐς Ῥώμην ἀμφοτέρους ἀποστεῖλαι. | |
Mac.8.2 | γενομένων δὲ τούτων οἱ μὲν Ἕλληνες ἐν τῇ βουλῇ τῇ Ῥωμαίων ἠξίουν τὸν Φίλιππον ἐξαγαγεῖν ἐκ τῆς Ἑλλάδος τὰς τρεῖς φρουράς, ἃς αὐτὸς πέδας ἐκάλει τῆς Ἑλλάδος, τὴν μὲν ἐν Χαλκίδι Βοιωτοῖς καὶ Εὐβοεῦσι καὶ Λοκροῖς | |
5 | ἐπικειμένην, τὴν δὲ ἐν Κορίνθῳ καθάπερ [ἐν] πύλαις τὴν Πελοπόννησον ἀποκλείουσαν καὶ τρίτην ἐν Δημη‐ | |
Mac.8.3 | τριάδι τὴν Αἰτωλοῖς καὶ Μάγνησιν ἐφεδρεύουσαν. ἡ δὲ βουλὴ τοὺς Φιλίππου πρέσβεις ἤρετο, τί φρονοίη περὶ τῶνδε 〈τῶν〉 φρουρῶν ὁ βασιλεύς, ἀποκριναμένων δὲ ἀγνοεῖν, Φλαμινῖνον ἔφη κρινεῖν καὶ πράξειν, ὅ τι ἂν | |
5 | δίκαιον ἡγῆται. οὕτω μὲν οἱ πρέσβεις ἐκ Ῥώμης ἐπανῄεσαν, | |
Φλαμινῖνος δὲ καὶ Φίλιππος ἐς οὐδὲν συμβαίνοντες ἀλλήλοις αὖθις ἐς πόλεμον καθίσταντο. Exc. de leg. gent. 33, p. 560. | 311 | |
Mac.9.1 | ὅτι ἡττηθεὶς πάλιν ὁ Φίλιππος περὶ συμβάσεων ἐπεκηρυκεύετο πρὸς Φλαμινῖνον. ὃ δ’ αὖθις αὐτῷ συνελθεῖν ἐς λόγους συνεχώρει, πολλὰ μὲν τῶν Αἰτω‐ λῶν δυσχεραινόντων καὶ διαβαλλόντων αὐτὸν ἐς δωρο‐ | |
5 | δοκίαν 〈καὶ〉 καταγιγνωσκόντων τῆς ἐς ἅπαντα εὐχεροῦς μεταβολῆς, ἡγούμενος δ’ οὔτε Ῥωμαίοις συμφέρειν οὐδὲ τοῖς Ἕλλησι Φιλίππου καθαιρεθέντος ἐπιπολάσαι τὴν Αἰτωλῶν βίαν. τάχα δ’ αὐτὸν καὶ τὸ παράδοξον τῆς νίκης ἀγαπᾶν ἐποίει. συνθέμενος δὲ χωρίον, οἷ τὸν | |
10 | Φίλιππον ἐπελθεῖν ἔδει, τοὺς συμμάχους ἐκέλευε γνώμην προαποφήνασθαι κατὰ πόλεις. τὰ μὲν δὴ παρὰ τῶν ἄλλων φιλάνθρωπα ἦν, τό τε τῆς τύχης ἄδηλον ἐξ ὧν ἔπαθεν ὁ Φίλιππος, ὑφορωμένων καὶ τὸ πταῖσμα τοῦτο οὐ κατ’ ἀσθένειαν, ἀλλὰ πλέον ἐκ συντυχίας αὐτὸν | |
15 | παθεῖν ἡγουμένων. Ἀλέξανδρος δέ, ὁ τῶν Αἰτωλῶν πρόεδρος, ἀγνοεῖν ἔφη τὸν Φλαμινῖνον, ὅτι μηδὲν ἄλλο μήτε Ῥωμαίοις μήθ’ Ἕλλησι συνοίσει πλὴν ἐξαιρεθῆναι | |
Mac.9.2 | τὴν ἀρχὴν τὴν Φιλίππου. ὃ δὲ Ἀλέξανδρον ἀγνοεῖν ἔφη τὴν Ῥωμαίων φύσιν, οἳ οὐδένα πω τῶν ἐχθρῶν εὐθὺς ἀπ’ ἀρχῆς ἀνέτρεψαν, ἀλλὰ πολλῶν ἐς αὐτοὺς ἁμαρτόντων καὶ Καρχηδονίων ἔναγχος ἐφείσαντο, τὰ | |
5 | σφέτερα αὐτοῖς ἀποδόντες καὶ φίλους ποιησάμενοι τοὺς ἠδικηκότας. “ἀγνοεῖς δ’,” ἔφη, “καὶ τοῦθ’, ὅτι τοῖς Ἕλ‐ λησιν ἔθνη πολλά, ὅσα βάρβαρα τὴν Μακεδονίαν περικά‐ | |
θηται, εἴ τις ἐξέλοι τοὺς Μακεδόνων βασιλέας, ἐπιδραμεῖται ῥᾳδίως. ὅθεν ἐγὼ δοκιμάζω τὴν μὲν ἀρχὴν ἐᾶν τῶν | 312 | |
10 | Μακεδόνων προπολεμεῖν ὑμῶν πρὸς τοὺς βαρβάρους, Φίλιππον δὲ ἐκστῆναι τοῖς Ἕλλησιν ὧν πρότερον ἀντέλεγε χωρίων, καὶ Ῥωμαίοις ἐς τὴν τοῦ πολέμου δαπάνην ἐσενεγκεῖν τάλαντα διακόσια ὅμηρά τε δοῦναι τὰ ἀξιολογώτατα καὶ τὸν υἱὸν αὐτοῦ Δημήτριον, μέχρι | |
15 | δὲ ταῦθ’ ἡ σύγκλητος ἐπικυρώσει, τετραμήνους ἀνοχὰς | |
Mac.9.3 | γενέσθαι.” δεξαμένου δὲ πάντα τοῦ Φιλίππου τὴν μὲν εἰρήνην ἡ βουλὴ μαθοῦσα ἐπεκύρωσεν, τὰς δὲ προ‐ τάσεις τὰς Φλαμινίνου σμικρύνασα καὶ φαυλίσασα ἐκέλευσε τὰς πόλεις, ὅσαι ἦσαν Ἑλληνίδες ὑπὸ Φι‐ | |
5 | λίππῳ, πάσας ἐλευθέρας εἶναι καὶ τὰς φρουρὰς ἀπ’ αὐτῶν Φίλιππον ἐξαγαγεῖν πρὸ τῶν ἐπιόντων Ἰσθ‐ μίων, ναῦς τε ὅσας ἔχει, χωρὶς ἑξήρους μιᾶς καὶ σκα‐ φῶν πέντε καταφράκτων, παραδοῦναι τῷ Φλαμινίνῳ καὶ ἀργυρίου τάλαντα Ῥωμαίοις ἐσενεγκεῖν πεντακόσια | |
10 | μὲν αὐτίκα, πεντακόσια δὲ ἔτεσι δέκα, ἑκάστου τὸ μέρος ἔτους ἐς Ῥώμην ἀναφέροντα, ἀποδοῦναι δὲ καὶ αἰχμάλωτα καὶ αὐτόμολα αὐτῶν, ὅσα ἔχοι. τάδε μὲν ἡ βουλὴ προσέθηκεν, καὶ Φίλιππος ἐδέξατο ἅπαντα· ᾧ καὶ μάλιστα ἡ σμικρολογία Φλαμινίνου καταφανὴς ἐγένετο. | |
15 | συμβούλους δ’ ἔπεμπον αὐτῷ, καθάπερ εἰώθεσαν ἐπὶ τοῖς λήγουσι πολέμοις, δέκα ἄνδρας, μεθ’ ὧν αὐτὸν | |
Mac.9.4 | ἔδει τὰ εἰλημμένα καθίστασθαι. καὶ τάδε μὲν διετίθετο σὺν ἐκείνοις, αὐτὸς δ’ ἐς τὸν τῶν Ἰσθμίων ἀγῶνα ἐπελθών, πληθύοντος τοῦ σταδίου, σιωπήν τε ἐσήμηνεν ὑπὸ σάλ‐ πιγγι καὶ τὸν κήρυκα ἀνειπεῖν ἐκέλευσεν· “ὁ δῆμος ὁ | |
5 | Ῥωμαίων καὶ ἡ σύγκλητος καὶ Φλαμινῖνος ὁ στρατηγός, Μακεδόνας καὶ βασιλέα Φίλιππον ἐκπολεμήσαντες, | |
ἀφιᾶσι τὴν Ἑλλάδα ἀφρούρητον ἀφορολόγητον ἰδίοις ἤθεσι καὶ νόμοις χρῆσθαι.” πολλῆς δ’ ἐπὶ τούτῳ βοῆς καὶ χαρᾶς γενομένης θόρυβος ἥδιστος ἦν, ἑτέρων μεθ’ | 313 | |
10 | ἑτέρους τὸν κήρυκα καὶ παρὰ σφᾶς ἀνειπεῖν μετακαλούν‐ των. στεφάνους τε καὶ ταινίας ἐπέβαλλον τῷ στρατηγῷ καὶ ἀνδριάντας ἐψηφίζοντο κατὰ πόλεις πρέσβεις τε μετὰ χρυσῶν στεφάνων ἔπεμπον ἐς τὸ Καπιτώλιον, οἳ χάριν ὡμολόγουν καὶ ἐς τοὺς Ῥωμαίων συμμάχους ἀνε‐ | |
15 | γράφοντο. καὶ δεύτερος ὅδε πόλεμος Ῥωμαίοις τε καὶ Φιλίππῳ ἐς τοῦτο ἐτελεύτα. | |
Mac.9.5 | οὐ πολὺ δὲ ὕστερον καὶ συνεμάχησε Ῥωμαίοις ὁ Φίλιππος ἐν τῇ Ἑλλάδι κατὰ Ἀντιόχου βασιλέως περῶν‐ τάς τε ἐπὶ Ἀντίοχον ἐς τὴν Ἀσίαν διὰ Θρᾴκης καὶ Μακεδονίας ὁδὸν οὐκ εὐμαρῆ παρέπεμπεν οἰκείοις τέλεσι | |
5 | καὶ τροφαῖς καὶ δαπανήμασιν, ὁδοποιῶν καὶ ποταμοὺς δυσπόρους ζευγνὺς καὶ τοὺς ἐπικειμένους Θρᾷκας δια‐ κόπτων, ἕως ἐπὶ τὸν Ἑλλήσποντον ἤγαγεν. ἐφ’ οἷς ἡ μὲν βουλὴ τὸν υἱὸν αὐτῷ Δημήτριον παρὰ σφίσιν ὁμηρεύοντα ἀπέλυσε καὶ τῶν χρημάτων ἀφῆκεν, ὧν | |
10 | ἔτι ὤφειλεν· οἱ δὲ Θρᾷκες οἵδε Ῥωμαίους ἀπὸ τῆς ἐπ’ Ἀντιόχῳ νίκης ἐπανιόντας, οὐκ ἔτι Φιλίππου παρόντος, τήν τε λείαν ἀφείλοντο καὶ πολλοὺς διέφθειραν, ᾧ καὶ μάλιστα ἐπεδείχθη, ὅσον αὐτοὺς ἀνιόντας ὤνησεν ὁ Φί‐ λιππος. | |
Mac.9.6 | ἐκτελεσθέντος δὲ ... πολλοὶ κατηγόρουν τοῦ Φι‐ λίππου, τὰ μὲν ἀδικεῖν αὐτόν, τὰ δὲ οὐ ποιεῖν ὧν ὥρισε Φλαμινῖνος, ὅτε διετίθετο τὴν Ἑλλάδα. καὶ Δημήτριος ἐς | |
ἀντιλογίαν ἐπρέσβευεν ὑπὲρ αὐτοῦ, κεχαρισμένος μὲν | 314 | |
5 | ἔκπαλαι Ῥωμαίοις ἀπὸ τῆς ὁμηρείας, Φλαμινίνου δὲ αὐτὸν τῇ βουλῇ γνωρίζοντος ἰσχυρῶς. νεώτερον δ’ ὄντα καὶ θορυβούμενον ἐκέλευσαν τὰ τοῦ πατρὸς ὑπομνή‐ ματα ἀναγνῶναι, ἐν οἷς ἦν ἐφ’ ἑκάστου, τὰ μὲν ἤδη γεγονέναι, τὰ δὲ γενήσεσθαι, καίπερ ἀδίκως ὡρισμένα· | |
10 | καὶ γὰρ τοῦτο προσέκειτο πολλοῖς. ἡ δὲ βουλὴ τὴν ὑπόγυον αὐτοῦ ἐς Ἀντίοχον προθυμίαν αἰδουμένη συγ‐ γινώσκειν τε ἔφη καὶ προσεπεῖπε· ”〈διὰ〉 Δημήτριον”. | |
Mac.9.7 | ὃ δ’ ὁμολογουμένως αὐτοῖς ἐς τὸν Ἀντιόχου πόλεμον χρησιμώτατός τε γεγονὼς καὶ βλαβερώτατος ἂν φανείς, εἰ Ἀντιόχῳ παρακαλοῦντι συνέπραξεν, πολλὰ ἐλπίσας ἐπὶ τῷδε, καὶ ὁρῶν αὑτὸν ἀπιστούμενον καὶ κατηγο‐ | |
5 | ρούμενον καὶ συγγνώμης ἀντὶ χαρίτων ἀξιούμενον, καὶ τῆσδε διὰ Δημήτριον, ἤχθετο καὶ ἠγανάκτει καὶ ἐπέκρυ‐ πτεν ἄμφω. ὡς δὲ καὶ ἐν δίκῃ τινὶ Ῥωμαῖοι πολλὰ τῶν Φιλίππου πρὸς Εὐμένη μετέφερον, ἀσθενοποιοῦντες ἀεὶ τὸν Φίλιππον, ἐς πόλεμον ἤδη λανθάνων ἡτοιμάζετο. Exc. | |
10 | de leg. gent. 34, p. 561. | |
Mac.10.1 | ὁ δὲ Φίλιππος τοὺς ἐπιπλέοντας διέφθειρεν, ἵνα μὴ Ῥωμαίοις λέγοιεν τὰ Μακεδόνων ἐκτετρῦσθαι. Suid. v. τετρῦσθαι. | |
Mac.11.1 | ὅτι Ῥωμαῖοι ταχέως αὐξανόμενον τὸν Περσέα ὑφεω‐ ρῶντο· καὶ μάλιστα αὐτοὺς ἠρέθιζεν ἡ τῶν Ἑλλήνων φιλία καὶ γειτνίασις, οἷς ἔχθος ἐς Ῥωμαίους ἐπεποιήκεσαν οἱ Ῥωμαίων στρατηγοί. ὡς δὲ καὶ οἱ πρέσβεις οἱ ἐς Βαστέρνας | |
5 | ἀπεσταλμένοι τὴν Μακεδονίαν ἔφασκον ἰδεῖν ἀσφαλῶς ὠχυρωμένην καὶ παρασκευὴν ἱκανὴν καὶ νεότητα γε‐ γυμνασμένην, Ῥωμαίους καὶ τάδε διετάρασσεν. αἰσθό‐ μενος δ’ ὁ Περσεὺς ἑτέρους ἔπεμπε πρέσβεις τὴν ὑπόνοιαν ἐκλύων. ἐν δὲ τούτῳ καὶ Εὐμένης, ὁ τῆς περὶ | 315 |
10 | τὸ Πέργαμον Ἀσίας βασιλεύς, ἀπὸ τῆς πρὸς Φίλιππον ἔχθρας δεδιὼς Περσέα, ἧκεν ἐς Ῥώμην καὶ κατηγόρει φανερῶς αὐτοῦ, παρελθὼν ἐς τὸ βουλευτήριον, ὅτι Ῥωμαίοις δυσμενὴς γένοιτο ἀεὶ καὶ τὸν ἀδελφὸν οἰκείως ἐς αὐτοὺς ἔχοντα ἀνέλοι καὶ Φιλίππῳ τε παρασκευὴν | |
15 | τοσήνδε κατ’ αὐτῶν συναγαγόντι συμπράξειεν καὶ βασιλεὺς γενόμενος οὐδὲν ἐκλύσειεν αὐτῆς, ἀλλὰ καὶ προσεξεργάσαιτο ἕτερα καὶ τὴν Ἑλλάδα ἀμέτρως θερα‐ πεύοι, Βυζαντίοις τε καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς συμ‐ μαχήσας, καὶ Θρᾴκην κατακτῷτο, μέγα ὁρμητήριον, | |
20 | καὶ Θετταλοὺς καὶ Περραιβοὺς διαστασιάσειε βουλο‐ | |
Mac.11.2 | μένους τι πρεσβεῦσαι πρὸς ὑμᾶς. “καὶ τῶν ὑμετέρων”, ἔφη, “φίλων καὶ συμμάχων Ἀβρούπολιν μὲν ἀφῄρηται τὴν ἀρχήν, Ἀρθέταυρον δ’ ἐν Ἰλλυριοῖς δυνάστην καὶ ἔκτεινεν ἐπιβουλεύσας καὶ τοὺς ἐργασαμένους ὑποδέδε‐ | |
5 | κται.” διέβαλλε δ’ αὐτοῦ καὶ τὰς ἐπιγαμίας βασιλικὰς ἄμ‐ φω γενομένας καὶ τὰς νυμφαγωγίας ὅλῳ τῷ Ῥοδίων στόλῳ παραπεμφθείσας. ἔγκλημα δ’ ἐποίει καὶ τὴν ἐπιμέλειαν αὐτοῦ καὶ τὸ νηφάλιον τῆς διαίτης, ὄντος οὕτω νέου, καὶ ὅτι πρὸς πολλῶν ὀξέως ἐν ὀλίγῳ ἀγαπῷτο | |
10 | καὶ ἐπαινοῖτο. ζήλου τε καὶ φθόνου καὶ δέους μᾶλλον ἢ ἐγκλημάτων οὐδὲν ὁ Εὐμένης ἀπολιπὼν ἐκέλευε τὴν σύγκλητον ὑφορᾶσθαι νέον ἐχθρὸν εὐδοκιμοῦντα καὶ γειτονεύοντα. | 316 |
Mac.11.3 | ἣ δ’ ἔργῳ μὲν οὐκ ἀξιοῦσα βασιλέα σώφρονα καὶ φιλόπονον καὶ ἐς πολλοὺς φιλάνθρωπον, ἀθρόως οὕτως ἐπαιρόμενον καὶ πατρικὸν ὄντα σφίσιν ἐχθρόν, ἐν πλευ‐ ραῖς ἔχειν, λόγῳ δ’, ἃ προὔτεινεν ὁ Εὐμένης, αἰτιωμένη | |
5 | πολεμεῖν ἔκρινε τῷ Περσεῖ. καὶ τοῦτ’ ἀπόρρητον ἔτι ἐν σφίσιν αὐτοῖς ποιούμενοι Ἅρπαλόν τε πεμφθέντα παρὰ Περσέως ἐς ἀντιλογίαν Εὐμένους καὶ Ῥοδίων τινὰ πρεσβευτήν, βουλομένους ἐς ὄψιν τὸν Εὐμένη διελέγχειν, παρόντος μὲν ἔτι τοῦ Εὐμένους οὐ προσ‐ | |
10 | ήκαντο, μεταστάντος δὲ ἐδέξαντο. καὶ οἱ μὲν ἐπὶ τῷδε πρῶτον ἀγανακτοῦντές τε καὶ παρρησίᾳ χρώμενοι πλέον † βουλομένους δ’ ἤδη Ῥωμαίους Περσεῖ καὶ Ῥο‐ δίοις μᾶλλον ἐξηγρίωσαν· τῶν δὲ βουλευτῶν πολλοὶ τὸν Εὐμένη δι’ αἰτίας εἶχον ὑπὸ φθόνου καὶ δέους αἴτιον το‐ | |
15 | σοῦδε πολέμου γενόμενον. καὶ Ῥόδιοι τὴν θεωρίαν αὐτοῦ, μόνου βασιλέων, ἐς τὴν ἑορτὴν τοῦ Ἡλίου | |
Mac.11.4 | πεμπομένην οὐκ ἐδέξαντο. αὐτὸς δ’ ἐς τὴν Ἀσίαν ἐπανιὼν ἐκ Κίρρας ἐς Δελφοὺς ἀνέβαινε θύσων, καὶ αὐτῷ τέσσαρες ἄνδρες ὑπὸ τὸ τειχίον ὑποστάντες ἐπεβούλευον. καὶ ἄλλας δέ τινας αἰτίας οἱ Ῥωμαῖοι ἐς | |
5 | τὸν Περσέως πόλεμον ὡς οὔπω κεκριμένον προσε‐ λάμβανον, καὶ πρέσβεις ἐς τοὺς φίλους βασιλέας Εὐμένη καὶ Ἀντίοχον καὶ Ἀριαράθην καὶ Μασσανάσσην καὶ | |
Πτολεμαῖον τὸν Αἰγύπτου περιέπεμπον, ἑτέρους δ’ ἐς τὴν Ἑλλάδα καὶ Θεσσαλίαν καὶ Ἤπειρον καὶ Ἀκαρνανίαν | 317 | |
10 | καὶ ἐς τὰς νήσους, ὅσας δύναιντο προσαγαγέσθαι· 〈ὃ〉 καὶ μάλιστα τοὺς Ἕλληνας ἐτάραττεν, ἡδομένους μὲν τῷ Περσεῖ, φιλέλληνι ὄντι, ἀναγκαζομένους δ’ ἐνίους Ῥω‐ μαίοις ἐς συμβάσεις χωρεῖν. | |
Mac.11.5 | ὧν ὁ Περσεὺς αἰσθόμενος ἔπεμπεν ἐς Ῥώμην, ἀπορῶν τε καὶ πυνθανόμενος, τί παθόντες ἐκλήθονται τῶν συγκειμένων καὶ πρέσβεις κατ’ αὐτοῦ περιπέμπου‐ σιν ὄντος φίλου, δέον, εἰ καί τι μέμφονται, λόγῳ δια‐ | |
5 | κριθῆναι. οἳ δ’ ἐνεκάλουν, ὅσα Εὐμένης εἴποι καὶ πάθοι, καὶ μάλιστα, ὅτι Θρᾴκην κατακτῷτο καὶ στρατιὰν ἔχοι καὶ παρασκευὴν οὐκ ἠρεμήσοντος ἀνδρός. ὃ δ’ αὖθις ἔπεμπεν ἑτέρους, οἳ ἐς τὸ βουλευτήριον ἐσαχθέντες ἔλεγον ὧδε· “τοῖς μὲν προφάσεως ἐς πόλεμον, ὦ Ῥωμαῖοι, | |
10 | δεομένοις ἱκανὰ πάντα ἐς τὴν πρόφασίν ἐστιν. εἰ δ’ αἰδεῖσθε συνθήκας οἱ πολὺν ἀξιοῦντες αὐτῶν λόγον ἔχειν, τί παθόντες ὑπὸ Περσέως αἱρεῖσθε πόλεμον; οὐ γάρ, ὅτι στρατιὰν ἔχει καὶ παρασκευήν. οὐ γὰρ ἔχει ταῦτα καθ’ ὑμῶν, οὐδὲ τοὺς ἄλλους κεκτῆσθαι βασι‐ | |
15 | λέας κωλύετε. οὐδ’ ἄδικον ἀσφαλῶς ἔχειν ἐς τοὺς ἀρχομένους καὶ τὰ περίοικα καὶ εἴ τις ἔξωθεν ἐπιβου‐ λεύοι. πρὸς δὲ ὑμᾶς, ὦ ἄνδρες Ῥωμαῖοι, ὑπὲρ τῆς εἰρήνης | |
Mac.11.6 | ἐπρέσβευσε καὶ τὰς συνθήκας ἔναγχος ἀνεκαίνισεν. ἀλλὰ Ἀβρούπολιν ἐξέβαλε τῆς ἀρχῆς. ἐπιδραμόντα γε τοῖς ἡμετέροις ἀμυνόμενος. καὶ τοῦτ’ αὐτὸς ὑμῖν ἐδήλωσε Περσεύς, καὶ τὰς συνθήκας αὐτῷ μετὰ τοῦτο ἀνενεώ‐ | |
5 | σασθε, οὔπω διαβάλλοντος Εὐμένους. τὸ μὲν δὴ περὶ | |
Ἀβρούπολιν καὶ πρεσβύτερόν ἐστι τῶν συνθηκῶν καὶ παρ’ ὑμῖν, ὅτε συνετίθεσθε, δίκαιον ἐφάνη. Δόλοψι γὰρ ἐπεστράτευσεν, οὖσι τῆς ἰδίας ἀρχῆς, καὶ δεινόν, εἰ τῶν ἑαυτοῦ λογισμὸν ὑμῖν ὀφλήσει. δίδωσι δ’ ὅμως | 318 | |
10 | περὶ πολλοῦ ποιούμενος ὑμᾶς τε καὶ δόξαν ἀγαθήν. ἔκτειναν δ’ οἱ Δόλοπες οἵδε τὸν ἡγούμενον αὐτῶν αἰκισάμενοι, καὶ ζητεῖ Περσεύς, τί ἂν ὑμεῖς ἐδράσατε τοὺς ὑπηκόους τοιαῦτα πράξαντας. ἀλλὰ Ἀρθέταυρόν τινες ἀνελόντες ἐν Μακεδονίᾳ διέτριβον. κοινῷ γε | |
15 | πάντων ἀνθρώπων νόμῳ, καθὰ καὶ ὑμεῖς τοὺς ἑτέρων φεύγοντας ὑποδέχεσθε. μαθὼν δὲ καὶ τοῦθ’ ὅτι ἔγκλημα ποιεῖσθε, ἐξεκήρυξεν αὐτοὺς τῆς ἀρχῆς ὅλης. | |
Mac.11.7 | Βυζαντίοις δὲ καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς οὐ καθ’ ὑμῶν, ἀλλὰ καθ’ ἑτέρων συνεμάχησεν. καὶ ταῦτα πρῴην ὑμῖν ἡμέτεροι πρέσβεις ἐμήνυον, καὶ οὐκ ἐμέμφεσθε μέχρι τῆς Εὐμένους διαβολῆς, ἣν οὐκ εἰάσατε τοὺς | |
5 | ἡμετέρους πρέσβεις ἐς ὄψιν αὐτὸν ἐλέγξαι. ἀλλὰ τὴν ἐπιβουλὴν τὴν ἐν Δελφοῖς αὐτῷ γενομένην προσγράφετε Περσεῖ, πόσων Ἑλλήνων, πόσων δὲ βαρβάρων κατ’ Εὐμένους πρεσβευσάντων πρὸς ὑμᾶς, οἷς πᾶσιν ἐχθρός ἐστι τοιοῦτος ὤν. Ῥέννιον τὸν ἐν Βρεντεσίῳ τίς ἂν | |
10 | πιστεύσειεν ὅτι Περσεύς, Ῥωμαῖον ὄντα καὶ φίλον ὑμέτερον καὶ πρόξενον, ἤλειφεν ἐπὶ τὴν τῆς βουλῆς φαρμακείαν, ὡς ἀναλῶσαι τὴν σύγκλητον δι’ αὐτοῦ δυνάμενος ἢ τοὺς ὑπολοίπους εὐμενεστέρους ἕξων διὰ | |
τοὺς ἀναιρουμένους; ἀλλὰ Ῥέννιος μὲν ἐψεύσατο τοῖς | 319 | |
15 | ἐπιτρίβουσιν ἐς τὸν πόλεμον ὑμᾶς πρόφασιν εὐσχήμονα διδούς. Εὐμένης δ’ ὑπ’ ἔχθρας τε καὶ φθόνου καὶ δέους οὐδὲ ταῦτ’ ὤκνησεν ἐγκαλέσαι Περσεῖ, ὅτι πολλοῖς ἔθνεσι κεχαρισμένος καὶ φιλέλλην καὶ σωφρόνως ἀντὶ μέθης καὶ τρυφῆς ἄρχει· καὶ ταῦθ’ ὑμεῖς αὐτοῦ | |
Mac.11.8 | λέγοντος ὑπέστητε ἀκροάσασθαι. τοιγάρτοι τὴν ἐκείνου διαβολὴν αὔξετε καθ’ ὑμῶν, ὡς οὐ φέροντες σώφρονας καὶ δικαίους καὶ φιλοπόνους γείτονας. Περσεὺς δὲ Ῥέννιον μὲν καὶ Εὐμένη καὶ εἴ τις ἄλλος θέλοι, προκαλεῖ‐ | |
5 | ται παρ’ ὑμῖν ἐς ἐξέτασιν καὶ κρίσιν, ὑμᾶς δ’ ἀναμιμνή‐ σκει μὲν τῆς ἐς Ἀντίοχον τὸν Μέγαν τοῦ πατρὸς ἑαυτοῦ προθυμίας καὶ βοηθείας, ἧς ἐπιγιγνομένης καλῶς ᾐσθά‐ νεσθε, αἰσχρὸν δὲ παρελθούσης ἐπιλαθέσθαι. προ‐ φέρει δὲ συνθήκας πατρῴας τε καὶ ἰδίας πρὸς αὐτὸν | |
10 | ὑμῖν γενομένας. καὶ ἐπὶ τοῖσδε οὐκ ὀκνεῖ καὶ παρακαλεῖν ὑμᾶς θεούς, οὓς ὠμόσατε, αἰδεῖσθαι, καὶ μὴ πολέμου κατάρχειν ἀδίκως ἐς φίλους μηδ’ ἔγκλημα ποιεῖσθαι γειτνίασιν καὶ σωφροσύνην καὶ παρασκευήν. οὐ γὰρ ἄξιον ὡς Εὐμένους καὶ ὑμῶν ἅπτεσθαι φθόνον ἢ φόβον. | |
15 | τὸ δὲ ἐναντίον ἐστὶ σῶφρον, φείδεσθαι γειτόνων ἐπιμε‐ λῶν καί, ὡς Εὐμένης φησίν, εὖ παρεσκευασμένων.” | |
Mac.11.9 | οἱ μὲν δὴ πρέσβεις τοιαῦτα εἶπον, οἳ δὲ οὐδὲν αὐτοῖς ἀποκρινάμενοι τὸν πόλεμον ἐς τὸ φανερὸν ἐκύρουν. καὶ ὁ ὕπατος ἐκέλευε τοὺς πρέσβεις ἐκ μὲν τῆς πόλεως αὐτῆς ἡμέρας, ἐκ δὲ τῆς Ἰταλίας τριάκοντα ἄλλαις | |
5 | ἐξιέναι. τὰ δὲ αὐτὰ καὶ τοῖς ἐπιδημοῦσι Μακεδόνων ἐκήρυττεν. καὶ θόρυβος αὐτίκα μετὰ τὸ βουλευτήριον | |
ἐπίφθονος ἦν, ἐν ὀλίγαις ὥραις ἐλαυνομένων τοσῶνδε ὁμοῦ, καὶ οὐδὲ ὑποζύγια εὑρεῖν ἐν οὕτω βραχεῖ δια‐ στήματι οὐδὲ πάντα φέρειν δυναμένων. ὑπὸ δὲ σπουδῆς | 320 | |
10 | οἳ μὲν οὐκ ἔφθανον ἐπὶ τοὺς σταθμούς, ἀλλ’ ἐν μέσαις ἀνεπαύοντο ταῖς ὁδοῖς, οἳ δὲ παρὰ ταῖς πύλαις μετὰ παίδων ἑαυτοὺς ἐρρίπτουν καὶ μετὰ γυναικῶν, πάντα τε ἐγίγνετο, ὅσα εἰκὸς ἐπ’ αἰφνιδίῳ καὶ τοιῷδε κηρύγματι· αἰφνίδιον γὰρ αὐτοῖς ἐφαίνετο διὰ τὰς ἔτι πρεσβείας. Exc. | |
15 | de leg. gent. 35, p. 564. | |
Mac.12.1 | ὅτι μετὰ τὴν νίκην ὁ Περσεύς, εἴτ’ ἐπιγελῶν Κράσσῳ καὶ τωθάζων αὐτόν, εἴτ’ ἀποπειρώμενος, ὅπως ἔτι φρονήματος ἔχοι, εἴτε τὴν Ῥωμαίων δύναμίν τε καὶ παρασκευὴν ὑφορώμενος, εἴθ’ ἑτέρῳ τῳ λογισμῷ, | |
5 | προσέπεμπεν αὐτῷ περὶ διαλλαγῶν καὶ πολλὰ δώσειν ὑπισχνεῖτο ὧν ὁ πατὴρ Φίλιππος οὐ συνεχώρει· ᾧ καὶ | |
Mac.12.2 | μᾶλλον ὕποπτος ἦν ἐπιγελῶν καὶ πειρώμενος. ὃ δὲ Περσεῖ μὲν ἀπεκρίνατο Ῥωμαίων ἀξίας οὐκ εἶναι διαλύσεις αὐτῷ, εἰ μὴ καὶ Μακεδόνας καὶ ἑαυτὸν ἐπιτρέψειε Ῥωμαίοις· αἰδούμενος δ’, ὅτι Ῥωμαῖοι τῆς ἥττης κατῆρξαν, ἐκκλη‐ | |
5 | σίαν συναγαγὼν Θεσσαλοῖς μὲν ἐμαρτύρησεν ὡς ἀνδράσιν ἀγαθοῖς περὶ τὴν συμφορὰν γενομένοις, Αἰτωλῶν δὲ καὶ ἑτέρων Ἑλλήνων κατεψεύσατο ὡς πρώτων τραπέντων. καὶ τούτους ἐς Ῥώμην ἔπεμψεν. Exc. de leg. gent. 36, p. 567. | |
Mac.13.1 | τὸ δὲ λοιπὸν τοῦ θέρους ἀμφότεροι περὶ σιτολογίαν ἐγίνοντο, Περσεὺς μὲν ἐν τοῖς πεδίοις ἁλωνευόμενος, Ῥωμαῖοι δὲ ἐν τῷ στρατοπέδῳ. ὁ δὲ Περσεὺς ἐμπρήσειν | |
ἐβούλετο διὰ τῶν ἀχύρων. Suid. v. ἁλωνευόμενος. | 321 | |
Mac.14.1 | ὃς δὲ πρῶτος ἐξῆρχε τοῦ πόνου, ἑξηκοντούτης ὢν καὶ βαρὺς τὸ σῶμα καὶ πιμελής. Suid. v. πιμελή. | |
Mac.15.1 | τότε δὲ ἔθει τις δρόμῳ δηλώσων τῷ Περσεῖ λουο‐ μένῳ καὶ τὸ σῶμα ἀναλαμβάνοντι. ὃ δὲ ἐξήλατο τοῦ ὕδατος βοῶν, ὅτι ἑαλώκοι πρὸ τῆς μάχης. Suid. v. ἀνα‐ λαμβάνειν gl. 2. | |
Mac.16.1 | ὅτι Περσεὺς ἀναθαρρῶν ἤδη κατ’ ὀλίγον μετὰ τὴν φυγὴν Νικίαν καὶ Ἀνδρόνικον, οὓς ἐπὶ τὸν καταποντι‐ σμὸν τῶν χρημάτων καὶ τὸν ἐμπρησμὸν τῶν νεῶν ἐπεπόμφει, περιποιήσαντας αὐτῷ καὶ τὰς ναῦς καὶ τὰ | |
5 | χρήματα, συνίστορας ἡγούμενος αἰσχροῦ φόβου καὶ ἑτέροις ἐξαγγελεῖν, ἀπέκτεινεν ἀθεμίστως, καὶ ἀπὸ τοῦδε εὐθὺς ἐκ μεταβολῆς ὠμὸς καὶ εὐχερὴς ἐς ἅπαντας ἐγένετο, καὶ οὐδὲν ὑγιὲς οὐδ’ εὔβουλόν οἱ ἔτι ἦν, ἀλλ’ ὁ πιθανώτατος ἐς εὐβουλίαν καὶ λογίσασθαι δεξιὸς καὶ | |
10 | εὐτολμότατος ἐς μάχας, ὅσα γε μὴ σφάλλοιτο δι’ ἀπειρίαν, ἀθρόως τότε καὶ παραλόγως ἐς δειλίαν καὶ ἀλογιστίαν ἐτρέπετο, καὶ ταχὺς καὶ εὐμετάθετος ἄφνω καὶ σκαιὸς ἐς πάντας ἐγίγνετο, ἀρχομένης αὐτὸν ἐπιλεί‐ πειν τῆς τύχης. ὅπερ ἔστι πολλοὺς ἰδεῖν, μεταβολῆς | |
15 | προϊούσης, ἀλογωτέρους γιγνομένους ἑαυτῶν. Exc. de virt. 34, p. 231, unde Suid. v. Περσεὺς Μακεδών et par‐ | |
tim (supra l. 11sq. ὁ δὲ συνίστορας—ἀθεμίστως) v. συνίστωρ. | 322 | |
Mac.17.1 | ὅτι Ῥόδιοι πρέσβεις ἐς Μάρκιον ἔπεμψαν συνηδόμενοι τῶν γεγονότων Περσεῖ. ὁ δὲ Μάρκιος τοὺς πρέσβεις ἐδίδασκε Ῥοδίους πεῖσαι πέμψαντας ἐς Ῥώμην διαλῦσαι τὸν πόλεμον Ῥωμαίοις τε καὶ Περσεῖ. καὶ Ῥόδιοι πυθό‐ | |
5 | μενοι μετέπιπτον ὡς οὐ φαύλως ἔχοντος τοῦ Περσέως· οὐ γὰρ εἴκαζον ἄνευ Ῥωμαίων ταῦτα Μάρκιον ἐπισκή‐ πτειν. ὃ δ’ ἀφ’ ἑαυτοῦ καὶ τάδε καὶ ἕτερα πολλὰ δι’ ἀτολ‐ μίαν ἔπραττεν. Ῥόδιοι μὲν οὖν καὶ ὣς πρέσβεις ἔπεμπον ἐς Ῥώμην καὶ ἑτέρους πρὸς Μάρκιον. Exc. de leg. gent. 37, | |
10 | p. 568. | |
Mac.18.1 | ὅτι Γένθιος, βασιλεὺς Ἰλλυριῶν, ἑνὸς ἔθνους προσοί‐ κου Μακεδόσι, Περσεῖ συμμαχῶν ἐπὶ τριακοσίοις τα‐ λάντοις, ὧν τι καὶ προειλήφει, ἐσέβαλλεν ἐς τὴν ὑπὸ Ῥωμαίοις Ἰλλυρίδα καὶ πρέσβεις περὶ τούτων πρὸς | |
5 | αὐτὸν ἐλθόντας Περπένναν καὶ Πετίλιον ἔδησεν. ὧν ὁ Περσεὺς αἰσθόμενος οὐκέτι τὰ λοιπὰ τῶν χρημάτων ἔπεμπεν, ὡς ἤδη καὶ δι’ αὑτὸν Ῥωμαίοις πεπολεμωμένου. ἐς δὲ Γέτας ἔπεμπε τοὺς ὑπὲρ Ἴστρον καὶ Εὐμένους ἀπεπείρασεν ἐπὶ χρήμασιν, ἢ μεταθέσθαι πρὸς αὑτὸν ἢ | |
10 | διαλῦσαι τὸν πόλεμον ἢ ἀμφοτέροις ἐκστῆναι τοῦ ἀγῶνος, | |
εὖ μὲν εἰδὼς οὐ λησόμενα ταῦτα Ῥωμαίους, ἐλπίζων 〈δ’ ἢ〉 πράξειν τι αὐτῶν ἢ τῇ πείρᾳ διαβαλεῖν τὸν Εὐμένη. ὃ δὲ μεταθήσεσθαι μὲν οὐκ ἔφη, τάλαντα δ’ ᾔτει τῆς μὲν διαλύσεως χίλια καὶ φʹ, τῆς δὲ ἡσυχίας | 323 | |
15 | χίλια. καὶ ὁ Περσεὺς ἤδη Γετῶν αὑτῷ προσιέναι μισθοφόρους μυρίους ἱππέας καὶ μυρίους πεζοὺς πυθό‐ μενος, αὐτίκα τοῦ Εὐμένους κατεφρόνει καὶ τῆς μὲν ἡσυχίας οὐκ ἔφη δώσειν οὐδέν (αἰσχύνην γὰρ φέρειν ἀμφοῖν), τὰ δὲ τῆς διαλύσεως οὐ προδώσειν, ἀλλ’ ἐν | |
20 | Σαμοθρᾴκῃ καταθήσειν, μέχρι γένοιτο ἡ διάλυσις, εὐμετάβολος ἤδη καὶ μικρολόγος ὑπὸ θεοβλαβείας ἐς | |
Mac.18.2 | πάντα γενόμενος. ἑνὸς δὲ ὧν ἤλπισεν, ὅμως οὐκ ἀπέτυχε, Ῥωμαίοις Εὐμένους ὑπόπτου γενομένου. Γετῶν δὲ τὸν Ἴστρον περασάντων ἐδόκει Κλοιλίῳ μὲν τῷ ἡγεμόνι δοθῆ‐ ναι χιλίους χρυσοῦς στατῆρας, ἱππεῖ δ’ ἑκάστῳ δέκα, καὶ | |
5 | τὰ ἡμίσεα πεζῷ. καὶ τοῦτο σύμπαν ἦν ὀλίγῳ πλέον πεντεκαίδεκα μυριάδων χρυσίου. ὃ δὲ χλαμύδας μέν τινας ἐπήγετο καὶ ψέλια χρυσᾶ καὶ ἵππους ἐς δωρεὰν τοῖς ἡγουμένοις, στατῆρας δὲ φερομένους μυρίους. καὶ πλησιάσας μετεπέμπετο Κλοίλιον. ὃ δὲ τοὺς ἐλθόντας, | |
10 | εἰ φέρουσι τὸ χρυσίον, ἤρετο· καὶ μαθὼν οὐκ ἔχοντας, ἀναστρέφειν ἐπ’ αὐτὸ ἐκέλευσεν. ὧν ὁ Περσεὺς πυθό‐ μενος, πάλιν αὐτὸν ἐλαύνοντος θεοῦ, κατηγόρει τῶν Γετῶν ἐν τοῖς φίλοις ἐκ μεταβολῆς ὡς φύσεως ἀπίστου, καὶ ὑπεκρίνετο μὴ θαρρεῖν δισμυρίους αὐτῶν ἐς τὸ | |
15 | στρατόπεδον ὑποδέξασθαι, μόλις δ’ ἔφη μυρίους, ὧν | 324 |
Mac.18.3 | καὶ νεωτεριζόντων κρατῆσαι δύνασθαι. ταῦτα δὲ τοῖς φίλοις εἰπὼν ἕτερα τοῖς Γέταις ἐπλάττετο καὶ τὸ ἥμισυ τῆς στρατιᾶς ᾔτει, τὸ χρυσίον τὸ γιγνόμενον ὑπισχνού‐ μενος δώσειν. τοσαύτης ἀνωμαλίας ἔγεμε, φροντίζων | |
5 | χρημάτων τῶν πρὸ βραχέος ἐς θάλασσαν μεθιεμένων. ὁ δὲ Κλοίλιος τοὺς ἀφικομένους ἰδὼν ἤρετο μετὰ βοῆς, εἰ τὸ χρυσίον κεκομίκασι, καὶ βουλομένους τι λέγειν ἐκέλευε πρῶτον εἰπεῖν περὶ τοῦ χρυσίου. ὡς δ’ ἔμαθεν οὐκ ἔχοντας, οὐκ ἀνασχόμενος αὐτῶν οὐδ’ ἀκοῦσαι, | |
10 | τὴν στρατιὰν ἀπῆγεν ὀπίσω. καὶ Περσεὺς ἀφῄρητο καὶ τῆσδε τῆς συμμαχίας, πολλῆς τε καὶ κατὰ καιρὸν | |
Mac.18.4 | ἐλθούσης. ὑπὸ δ’ ἀφροσύνης ἐν Φίλᾳ χειμάζων καὶ στρατὸν ἔχων πολὺν Θεσσαλίαν μὲν οὐκ ἐπέτρεχεν, ἣ Ῥωμαίοις ἐχορήγει τροφάς, ἐς δὲ τὴν Ἰωνίαν ἔπεμπε κωλύειν τὴν ἀγορὰν τὴν ἐκεῖθεν αὐτοῖς φερομένην. Exc. | |
5 | de virt. 35, p. 232. | |
Mac.19.1 | ὅτι Παύλῳ ἐπ’ εὐτυχίας τοσῆσδε γενομένῳ τὸ δαιμό‐ νιον ἐφθόνησε τῆς εὐτυχίας. καί οἱ τεσσάρων παίδων ὄντων, τοὺς μὲν πρεσβυτέρους αὐτῶν ἐς θέσιν ἄλλοις ἐδεδώκει, Μάξιμόν τε καὶ Σκιπίωνα, τοὺς δὲ νεωτέρους | |
5 | ἄμφω 〈συνέβη〉 τὸν μὲν πρὸ τριῶν ἡμερῶν τοῦ θριάμβου, τὸν δὲ μετὰ εʹ, ἀποθανεῖν. καὶ τοῦτ’ οὐδενὸς ἧττον ὁ | |
Mac.19.2 | Παῦλος κατελογίσατο τῷ δήμῳ. ἔθους γὰρ ὄντος τοῖς στρατηγοῖς καταλέγειν τὰ πεπραγμένα, παρελθὼν ἐς τὴν ἀγορὰν εἶπεν ἐς μὲν Κέρκυραν ἐκ Βρεντεσίου δια‐ πλεῦσαι μιᾶς ἡμέρας, ἐκ δὲ Κερκύρας πέντε μὲν ἐς | |
5 | Δελφοὺς ὁδεῦσαι καὶ θῦσαι τῷ θεῷ, εʹ δὲ ἄλλαις ἐς Θεσσαλίαν παραγενέσθαι καὶ παραλαβεῖν τὸν στρα‐ | |
τόν, ἀπὸ δὲ ταύτης πεντεκαίδεκα ἄλλαις ἑλεῖν Περ‐ σέα καὶ Μακεδόνας παραλαβεῖν. οὕτω δὲ ὀξέως ἁπάντων ἐπιτυχὼν δεῖσαι, “μή τι τῷ στρατῷ συμπέσοι πρὸς ὑμᾶς | 325 | |
Mac.19.3 | ἐπανιόντι. διασωθέντος δὲ τοῦ στρατοῦ περὶ ὑμῶν ἐδεδοίκειν”, ἔφη· “φθονερὸς γὰρ ὁ δαίμων. εἰς ἐμὲ δὲ ἀποσκήψαντος τοῦ κακοῦ καὶ ἀθρόως μοι τῶν βʹ παί‐ δων ἀποθανόντων, ἐπ’ ἐμαυτῷ μέν εἰμι βαρυσυμφορώτα‐ | |
5 | τος, ἐπὶ δὲ ὑμῖν ἀμέριμνος.” ταῦτ’ εἰπὼν καὶ καταθαυμα‐ ζόμενος ἐπὶ πᾶσιν, οἰκτιζόμενος δὲ ἐπὶ τοῖς τέκνοις, μετ’ οὐ πολὺν χρόνον ἀπέθανεν. Exc. de virt. 36, p. 233. | |
Mac.20.1 | ἐπιθείασας δὲ καὶ τοῖσδε. Anecd. Bekk. p. 143, 11. | 326 |