TLG 0551 009 :: APPIANUS :: Libyca

APPIANUS Hist.
(Alexandrinus: A.D. 1–2)

Libyca

Source: Viereck, P., Roos, A.G., Gabba, E. (eds.), Appiani historia Romana, vol. 1. Leipzig: Teubner, 1939 (repr. 1962 (1st edn. corr.)): 185–304.

Citation: Section — (line)

Lib
.

1

Καρχηδόνα τὴν ἐν Λιβύῃ Φοίνικες ᾤκισαν ἔτεσι πεντήκοντα πρὸ ἁλώσεως Ἰλίου, οἰκισταὶ δ’ αὐτῆς ἐγένοντο Ζῶρός τε καὶ Καρχηδών, ὡς δὲ Ῥωμαῖοι καὶ αὐτοὶ Καρχηδόνιοι νομίζουσιν, Διδώ, γυνὴ Τυρία, ἧς
5τὸν ἄνδρα κατακαίνει Πυγμαλίων, Τύρου τυραννεύων,
Lib
.

2

καὶ τὸ ἔργον ἐπέκρυπτεν. ἣ δὲ ἐξ ἐνυπνίου τὸν φό‐ νον ἐπέγνω καὶ μετὰ χρημάτων πολλῶν καὶ ἀνδρῶν, ὅσοι Πυγμαλίωνος τυραννίδα ἔφευγον, ἀφικνεῖται πλέ‐185
Lib
.

3

ουσα Λιβύης ἔνθα νῦν ἐστιν Καρχηδών. ἐξωθούμενοι δ’ ὑπὸ τῶν Λιβύων ἐδέοντο χωρίον ἐς συνοικισμὸν λαβεῖν, ὅσον ἂν βύρσα ταύρου περιλάβοι. τοῖς δὲ ἐνέπιπτε μέν τι καὶ γέλωτος ἐπὶ τῇ τῶν Φοινίκων μικρολογίᾳ
5καὶ ᾐδοῦντο ἀντειπεῖν περὶ οὕτως βραχυτάτου· μάλιστα δ’ ἠπόρουν, ὅπως ἂν πόλις ἐν τηλικούτῳ διαστήματι γένοιτο, καὶ ποθοῦντες ἰδεῖν, ὅ τι ἐστὶν αὐτοῖς τοῦτο τὸ
Lib
.

4

σοφόν, συνέθεντο δώσειν καὶ ἐπώμοσαν. οἳ δὲ τὸ δέρμα περιτέμνοντες ἐς ἱμάντα ἕνα στενότατον περιέθηκαν, ἔνθα νῦν ἐστιν ἡ Καρχηδονίων ἀκρόπολις· καὶ ἀπὸ τοῦδε
Lib
.

5

Βύρσα ὀνομάζεται. χρόνῳ δ’, ἐντεῦθεν ὁρμώμενοι καὶ τῶν περιοίκων ἀμείνους ὄντες ἐς χεῖρας ἐλθεῖν ναυσί τε χρώμενοι καὶ τὴν θάλασσαν οἷα Φοίνικες ἐργαζόμενοι,
Lib
.

6

τὴν πόλιν τὴν ἔξω τῇ Βύρσῃ περιέθηκαν. καὶ δυναστεύον‐ τες ἤδη Λιβύης ἐκράτουν καὶ πολλῆς θαλάσσης ἐκδήμους τε πολέμους ἐστράτευον ἐς Σικελίαν καὶ Σαρδὼ καὶ νήσους ἄλλας, ὅσαι τῆσδε τῆς θαλάσσης εἰσί, καὶ ἐς
5Ἰβηρίαν· πολλαχῇ δὲ καὶ ἀποικίας ἐξέπεμπον· ἥ τε ἀρχὴ αὐτοῖς ἐγένετο δυνάμει μὲν ἀξιόμαχος τῇ Ἑλληνικῇ, περι‐
Lib
.

7

ουσίᾳ δὲ μετὰ τὴν Περσικήν. ἑπτακοσίοις δ’ αὐτοὺς ἔτεσιν ἀπὸ τοῦ συνοικισμοῦ Ῥωμαῖοι Σικελίαν ἀφεί‐ λοντο καὶ Σαρδὼ μετὰ Σικελίαν, δευτέρῳ δὲ πολέμῳ
Lib
.

8

καὶ Ἰβηρίαν. ἔς τε τὴν ἀλλήλων ἐμβαλόντες μεγάλοις στρατοῖς, οἳ μέν, Ἀννίβου σφῶν ἡγουμένου, τὴν Ἰτα‐ λίαν ἐπόρθουν ἑκκαίδεκα ἔτεσιν ἑξῆς, οἳ δὲ Λιβύην, Κορνηλίου Σκιπίωνος τοῦ πρεσβυτέρου σφῶν στρατη‐
5γοῦντος, μέχρι τὴν ἡγεμονίαν Καρχηδονίους ἀφείλοντο καὶ ναῦς καὶ ἐλέφαντας καὶ χρήματα σφίσιν ἐπέταξαν186
Lib
.

9

ἐσενεγκεῖν ἐν χρόνῳ. δεύτεραί τε σπονδαὶ Ῥωμαίοις καὶ Καρχηδονίοις αἵδε διέμειναν ἐς ἔτη πεντήκοντα, μέχρι λύσαντες αὐτὰς τρίτον πόλεμον καὶ τελευταῖον ἀλλήλους ἐπολέμησαν, ἐν ᾧ Καρχηδόνα Ῥωμαῖοι κατ‐
5έσκαψαν, Σκιπίωνος τοῦ νεωτέρου σφῶν στρατηγοῦν‐ τος, καὶ ἐπάρατον ἔγνωσαν. αὖθις δ’ ᾤκισαν ἰδίοις ἀνδράσιν, ἀγχοτάτω μάλιστα τῆς προτέρας, ὡς εὔκαι‐
Lib
.

10

ρον ἐπὶ Λιβύῃ χωρίον. τούτων τὰ μὲν ἀμφὶ Σικελίαν ἡ Σικελικὴ γραφὴ δηλοῖ, τὰ δ’ ἐν Ἰβηρίᾳ γενόμενα ἡ Ἰβηρική, καὶ ὅσα Ἀννίβας ἐς Ἰταλίαν ἐσβαλὼν ἔπραξεν, ἡ Ἀννιβαϊκή· τὰ δ’ ἐν Λιβύῃ γενόμενα ἀπ’ ἀρχῆς ἥδε
5συνάγει.
Lib
.

11

ἤρξαντο δ’ αὐτῶν ἀμφὶ τὸν Σικελικὸν πόλεμον οἱ Ῥωμαῖοι, ναυσὶ πεντήκοντα καὶ τριακοσίαις ἐπιπλεύ‐ σαντες ἐς Λιβύην καὶ πόλεις τινὰς ἑλόντες καὶ στρατη‐ γὸν ἐπὶ τῇ δυνάμει καταλιπόντες Ἀτίλιον Ῥῆγλον, ὃς
5ἄλλας τε πόλεις διακοσίας προσέλαβεν, αἳ Καρχηδο‐ νίων ἔχθει πρὸς αὐτὸν μετετίθεντο, καὶ τὴν χώραν
Lib
.

12

ἐπιὼν ἐπόρθει. Καρχηδόνιοι δὲ Λακεδαιμονίους στρατη‐ γὸν ᾔτουν, οἰόμενοι δι’ ἀναρχίαν κακοπραγεῖν. οἳ μὲν δὴ Ξάνθιππον αὐτοῖς ἔπεμπον, ὁ δὲ Ἀτίλιος, ἀμφὶ λίμνῃ στρατοπεδεύων, ὥρᾳ καύματος περιώδευε τὴν λίμνην ἐπὶ
5τοὺς πολεμίους, ὅπλων τε βάρει καὶ πνίγει καὶ δίψῃ καὶ ὁδοιπορίᾳ κακοπαθῶν καὶ βαλλόμενος ἀπὸ κρημνῶν
Lib
.

13

ἄνωθεν. ὡς δ’ ἐπλησίασεν περὶ ἑσπέραν καὶ ποταμὸς αὐτοὺς διεῖργεν, ὃ μὲν εὐθὺς ἐπέρα τὸν ποταμόν, ὡς καὶ
τῷδε τὸν Ξάνθιππον ἐκπλήξων, ὃ δὲ συντεταγμένην τὴν στρατιὰν ἐπαφίησι διὰ τῶν πυλῶν, ἐλπίσας κεκμηκότος187
5καὶ κακοπαθοῦντος περιέσεσθαι καὶ τὴν νύκτα πρὸς τῶν
Lib
.

14

νικώντων ἔσεσθαι. τῆσδε μὲν οὖν τῆς ἐλπίδος ὁ Ξάνθιπ‐ πος οὐκ ἀπέτυχεν· ἀπὸ γὰρ τρισμυρίων ἀνδρῶν, οὓς ὁ Ἀτίλιος ἦγεν, ὀλίγοι μόλις αὐτῶν ἐς Ἀσπίδα πόλιν διέδρασαν, οἱ δὲ λοιποὶ πάντες, οἳ μὲν ἀπώλοντο, οἳ δ’
5ἐζωγρήθησαν. καὶ μετ’ αὐτῶν ὁ στρατηγὸς Ἀτίλιος,
Lib
.

15

ὕπατος γεγονώς, αἰχμάλωτος ἦν. τόνδε μὲν δὴ μετ’ οὐ πολὺ κάμνοντες οἱ Καρχηδόνιοι σὺν οἰκείοις πρέσβεσιν ἔπεμψαν ἐς Ῥώμην, ἐργασόμενον σφίσι διαλλαγὰς ἢ ἐπανήξοντα· καὶ ὁ Ἀτίλιος Ῥῆγλος, ἐν ἀπορρήτῳ τοῖς
5τέλεσι Ῥωμαίων ἐπισκήψας ἐγκρατῶς ἔχεσθαι τοῦ πολέ‐ μου, ἐπανῆλθεν ἐς λύμην ἕτοιμον, καὶ αὐτὸν οἱ Καρχη‐ δόνιοι καθείρξαντες ἐν γαλεάγρᾳ κέντρα πάντοθεν
Lib
.

16

ἐχούσῃ διέφθειραν. Ξανθίππῳ δὲ τὸ εὐτύχημα ξυμ‐ φορῶν ἦρξε· Καρχηδόνιοι γὰρ αὐτόν, ἵνα μὴ δοκοίη Λακεδαιμονίων ἔργον εἶναι τοσοῦτον, ὑποκρινάμενοι τιμᾶν δωρεαῖς πολλαῖς καὶ προπέμπειν ἐπὶ τριήρων ἐς
5Λακεδαίμονα τοῖς τριηράρχοις ἐνετείλαντο μετὰ τῶν
Lib
.

17

συμπλεόντων Λακώνων καταποντίσαι. ὃ μὲν δὴ δίκην ἔδωκε τήνδε εὐπραξίας, καὶ τάδε ἦν τοῦ πρώτου πολέ‐ μου Ῥωμαίοις περὶ Λιβύην εὐπραγήματά τε καὶ ἀτυχή‐ ματα, μέχρι Καρχηδόνιοι Σικελίας Ῥωμαίοις ἀπέστη‐
5σαν. ὅπως δὲ ἀπέστησαν, ἐν τῇ Σικελικῇ γραφῇ δε‐ δήλωται.
Lib
.

18

μετὰ δὲ τοῦτο Ῥωμαίοις μὲν καὶ Καρχηδονίοις εἰρη‐
ναῖα ἦν ἐς ἀλλήλους, Λίβυες δ’, ὅσοι Καρχηδονίων ὄντες ὑπήκοοι συμμεμαχήκεσαν αὐτοῖς ἐπὶ Σικελίαν, καὶ Κελτῶν, ὅσοι μεμισθοφορήκεσαν, ἐγκλήματά τινα188
5μισθῶν καὶ ὑποσχέσεων ἐς τοὺς Καρχηδονίους ἔχοντες,
Lib
.

19

ἐπολέμουν αὐτοὺς μάλα καρτερῶς. οἳ δὲ Ῥωμαίους ἐς συμμαχίαν ὡς φίλους ἐκάλουν, καὶ αὐτοὺς οἱ Ῥωμαῖοι ξενολογεῖν ἐς μόνον τόνδε τὸν πόλεμον ἀπὸ τῆς Ἰτα‐ λίας ἐφῆκαν· ἀπείρητο γὰρ ἐν ταῖς σπονδαῖς καὶ τόδε.
Lib
.

20

ἔπεμψαν δὲ καὶ διαλλακτῆρας, οἷς οἱ Λίβυες οὐχ ὑπή‐ κουον, ἀλλὰ τὰς πόλεις ἐδήλωσαν ὑπηκόους εἶναι Ῥωμαίων,
Lib
.

21

εἰ θέλοιεν· οἳ δ’ οὐκ ἐδέξαντο. Καρχηδόνιοι δὲ ναυτικῷ πολλῷ ταῖς πόλεσιν ἐφεδρεύοντες τὴν ἀγορὰν αὐτῶν ἀφῃ‐ ροῦντο τὴν ἐκ τῆς θαλάσσης. ἀσπόρου δὲ καὶ τῆς γῆς ὡς ἐν πολέμῳ γενομένης Λιβύων μὲν διὰ τὸν λιμὸν ἐκράτουν,
5ἐμπόρους δ’, ὅσοι παρέπλεον, ἐλῄστευον ἐξ ἀπορίας· τοὺς δὲ Ῥωμαίων καὶ κτείνοντες ἔβαλλον ἐς τὸ πέλαγος, ἵνα
Lib
.

22

λανθάνοιεν. καὶ διέλαθον ἐπὶ πολύ. γνωσθέντος δὲ τοῦ γιγνομένου ποινὴν αἰτούμενοι διωθοῦντο, μέχρι Ῥωμαίων ἐπιστρατεύειν αὐτοῖς ψηφισαμένων Σαρδὼ ποινὴν ἔδω‐ καν. καὶ τόδε ταῖς προτέραις συνθήκαις ἐνεγράφη.
Lib
.

23

οὐ πολὺ δὲ ὕστερον οἱ Καρχηδόνιοι στρατεύουσιν ἐς Ἰβηρίαν καὶ αὐτὴν κατὰ μέρος ὑπήγοντο, μέχρι Ζακανθαίων ἐπὶ Ῥωμαίους καταφυγόντων Καρχηδο‐ νίοις ὅρος ἐν Ἰβηρίᾳ γίνεται, μὴ διαβαίνειν τὸν Ἴβηρα
5ποταμόν. καὶ τάσδε αὖ τὰς σπονδὰς ἔλυσαν Καρχηδόνιοι,
Lib
.

24

περάσαντες Ἀννίβου σφῶν ἡγουμένου. διαβάντες δέ, ὁ μὲν Ἀννίβας, διαστρατηγεῖν ἑτέροις τὰ ἐν Ἰβηρίᾳ καταλιπών,
ἐς τὴν Ἰταλίαν ἐσέβαλεν· στρατηγοὶ δὲ Ῥωμαίων ἐν Ἰβηρίᾳ, Πούπλιός τε Κορνήλιος Σκιπίων καὶ Γναῖος189
5Κορνήλιος Σκιπίων, ἀλλήλοιν ἀδελφώ, λαμπρὰ ἔργα ἀποδεικνυμένω θνήσκετον ἄμφω πρὸς τῶν πολεμίων.
Lib
.

25

καὶ οἱ μετ’ αὐτοὺς στρατηγοὶ κακῶς ἔπρασσον, μέχρι Σκιπίων, ὁ Πουπλίου Σκιπίωνος τοῦδε τοῦ περὶ Ἰβηρίαν ἀναιρεθέντος υἱός, ἐπιπλεύσας καὶ δόξαν ἅπασιν ἐμβαλών, ὡς ἥκοι κατὰ θεὸν καὶ δαιμονίῳ χρῷτο συμβούλῳ περὶ
5ἁπάντων, ἐκράτει τε λαμπρῶς καὶ ἐπὶ δόξης ἐκ τοῦδε πολλῆς γενόμενος τὴν μὲν στρατηγίαν τοῖς ἐς διαδοχὴν ἐπιπεμφθεῖσι παρέδωκεν, ἐς δὲ Ῥώμην ἐπανελθὼν ἠξίου πεμφθῆναι στρατηγὸς ἐς Λιβύην, ὡς ἀναστήσων Ἀννίβαν ἐξ Ἰταλίας καὶ Καρχηδονίοις δίκην ἐπιθήσων ἐν τῇ
Lib
.

26

πατρίδι. τῶν δὲ πολιτευομένων οἳ μὲν ἀντέλεγον οὐ χρῆναι, κεκενωμένης ἄρτι τῆς Ἰταλίας τοσοῖσδε πολέμοις καὶ πορθουμένης ἔτι πρὸς Ἀννίβου καὶ Μάγωνος ἐν πλευ‐ ραῖς ἐπ’ αὐτὴν Λίγυάς τε καὶ Κελτοὺς ξενολογοῦντος,
5ἐς Λιβύην στρατεύειν οὐδὲ τὴν ἀλλοτρίαν χειροῦσθαι,
Lib
.

27

πρὶν τὴν οἰκείαν ἀπαλλάξαι τῶν παρόντων· οἳ δὲ ᾤοντο Καρχηδονίους νῦν μὲν ἀδεεῖς ὄντας ἐφεδρεύειν τῇ Ἰταλίᾳ, οὐδὲν ἐνοχλουμένους οἴκοι, πολέμου δὲ οἰκείου σφίσι
Lib
.

28

γενομένου καὶ Ἀννίβαν μεταπέμψεσθαι. οὕτω μὲν ἐκράτησε πέμπειν ἐς Λιβύην Σκιπίωνα, οὐ μὴν συνεχώρησαν αὐτῷ καταλέγειν στρατὸν ἐξ Ἰταλίας πονουμένης ἔτι πρὸς Ἀννίβου· ἐθελοντὰς δέ, εἴ τινες εἶεν, ἐπέτρεψαν ἐπάγεσθαι
5καὶ τοῖς ἀμφὶ τὴν Σικελίαν ἔτι οὖσι χρῆσθαι· τριήρεις τε ἔδοσαν αὐτῷ κατασκευάσασθαι δέκα καὶ πληρώματα
Lib
.

29

αὐταῖς λαβεῖν, ἐπισκευάσαι δὲ καὶ τὰς ἐν Σικελίᾳ. καὶ χρήματα οὐκ ἔδωκαν, πλὴν εἴ τις ἐθέλοι τῷ Σκιπίωνι
κατὰ φιλίαν συμφέρειν. οὕτως ἀμελῶς ἥπτοντο τοῦδε τοῦ πολέμου τὰ πρῶτα, μεγίστου σφίσι καὶ ἀξιοτιμοτάτου190
5μετ’ ὀλίγον γενομένου.
Lib
.

30

ὁ δὲ Σκιπίων, ἔνθους ὢν ἐπὶ Καρχηδόνι ἐκ πολλοῦ καί τινας ἱππέας τε καὶ πεζούς, ἐς ἑπτακισχιλίους μά‐ λιστα, ἁθροίσας, διέπλευσεν ἐς Σικελίαν, ἔχων ἀμφ’ αὑτὸν ἀρτιγενείους ἐπιλέκτους τριακοσίους, οἷς εἴρητο
Lib
.

31

χωρὶς ὅπλων ἕπεσθαι. Σικελῶν δὲ αὖ τριακοσίους καταγράψας εὐδαίμονας ἐκέλευσεν ἥκειν ἐς ἡμέραν ῥητήν, ἐσκευασμένους ὅπλοις τε καὶ ἵπποις, ὅτι δύ‐ ναιντο, καλλίστοις. ὡς δὲ ἀφίκοντο, προύθηκεν, εἴ τις
Lib
.

32

ἑαυτοῦ θέλοι τὸν στρατευσόμενον ἀντιδοῦναι. δεξα‐ μένων δὲ πάντων ἤγαγεν ἐς μέσον τοὺς τριακοσίους τοὺς ὅπλων ἐρήμους καὶ ἐς τούσδε ἐκείνοις προσέταξε μετασκευάσασθαι. οἳ δ’ ἑκόντες παρεδίδοσαν ὅπλα καὶ
Lib
.

33

ἵππους. καὶ περιῆν τῷ Σκιπίωνι τριακοσίους νέους Ἰταλιώτας ἔχειν ἀντὶ Σικελιωτῶν, κάλλιστα ἵπποις καὶ ὅπλοις ἀλλοτρίοις ἐσκευασμένους καὶ χάριν εὐθὺς ἐπὶ τῷδε εἰδότας· οἷς δὴ καὶ προθυμοτάτοις ἐς πάντα
5χρώμενος διετέλει.
Lib
.

34

Καρχηδόνιοι δὲ ταῦτα πυνθανόμενοι Ἀσρούβαν μὲν τὸν Γέσκωνος ἐπὶ θήραν ἐλεφάντων ἐξέπεμπον, Μάγωνι δ’ ἀμφὶ τὴν Λιγυστίνην ξεναγοῦντι πεζοὺς ἀπέστελλον ἐς ἑξακισχιλίους καὶ ἱππέας ὀκτακοσίους καὶ ἐλέφαντας
5ἑπτὰ καὶ προσέτασσον αὐτῷ μεθ’ ὅσων δύναιτο ἄλλων ἐσβαλεῖν ἐς Τυρρηνίαν, ἵνα τὸν Σκιπίωνα περισπάσειεν
Lib
.

35

ἐκ Λιβύης. Μάγων μὲν δὴ καὶ τότε ἐβράδυνεν, Ἀννίβᾳ τε συνελθεῖν οὐ δυνάμενος πολὺ διεστῶτι καὶ τὸ μέλλον αἰεὶ προορώμενος· Ἀσρούβας δ’ ἀπὸ τῆς θήρας ἐπανελθὼν κατέλεγεν Καρχηδονίων τε καὶ Λιβύων ἐς ἑξακισχιλίους
5πεζοὺς ἑκατέρων καὶ ἱππέας ἑξακοσίους δούλους τε ἠγόραζε πεντακισχιλίους, τὸ ναυτικὸν ἐρέσσειν, καὶ παρὰ
τῶν Νομάδων ἔλαβε δισχιλίους ἱππέας καὶ ξένους ἐμι‐ σθοῦτο καὶ πάντας ἐγύμναζεν, διακοσίους σταδίους ἀπο‐ σχὼν ἀπὸ Καρχηδόνος.191
Lib
.

36

Νομάδων δὲ τῶν ἐν Λιβύῃ δυνάσται μὲν ἦσαν κατὰ μέρη πολλοί, Σύφαξ δ’ ὑπὲρ ἅπαντας, καὶ τιμὴν εἶχε
Lib
.

37

πρὸς τῶν ἄλλων ἐπιφανῆ. Μασσυλίων δ’ αὖ, γένους ἀλκίμου, παῖς ἦν τοῦ βασιλέως Μασσανάσης, ὃς ἐτέθραπτο μὲν ἐν Καρχηδόνι καὶ ἐπεπαίδευτο, ὄντι δ’ αὐτῷ καὶ τὸ σῶμα καλῷ καὶ τὸν τρόπον ἀρίστῳ, Ἀσρούβας ὁ Γέσκω‐
5νος, οὐδενὸς Καρχηδονίων δεύτερος, ἐνεγγύησε τὴν θυγα‐ τέρα, καίπερ ὄντι Νομάδι, Καρχηδόνιος ὤν. ὡς δ’ ἐνεγ‐ γύησεν, ἐπήγετο ἐς Ἰβηρίαν στρατηγῶν τὸ μειράκιον.
Lib
.

38

Σύφαξ δὲ κνιζόμενος ὑπ’ ἔρωτος ἐπὶ τῇ παιδὶ τὰ Καρχη‐ δονίων ἐλεηλάτει καὶ Σκιπίωνι διαπλεύσαντι πρὸς αὐτὸν ἐξ Ἰβηρίας συνέθετο συμμαχήσειν ἐπὶ Καρχηδονίους
Lib
.

39

ἰόντι. αἰσθόμενοι δ’ οἱ Καρχηδόνιοι καὶ μέγα ποιούμενοι ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον Σύφακα προσλαβεῖν ἐξέδοσαν αὐτῷ τὴν παρθένον ἀγνοούντων καὶ ὄντων ἐν
Lib
.

40

Ἰβηρίᾳ Ἀσρούβου τε καὶ Μασσανάσσου. ἐφ’ οἷς ὁ Μασσα‐ νάσσης ὑπεραλγῶν συνετίθετο καὶ ὅδε ἐν Ἰβηρίᾳ τῷ
Lib
.

41

Σκιπίωνι, λανθάνων, ὡς ᾤετο, Ἀσρούβαν. ὃ δ’ αἰσθόμενος βαρέως μὲν ἔφερεν ὑπὲρ τοῦ μειρακίου καὶ τῆς θυγατρός, ὑβρισμένοιν ἀμφοῖν, ἡγεῖτο δ’ ὅμως τῇ πατρίδι συμ‐ φέρειν ἐκποδὼν Μασσανάσσην ποιήσασθαι καὶ ἐπαν‐
5ιόντι ἐς Λιβύην ἐξ Ἰβηρίας ἐπὶ θανάτῳ τοῦ πατρὸς συνέπεμπε προπομποὺς ἱππέας, οἷς εἴρητο ἀφανῶς ἐπι‐ βουλεύειν αὐτῷ καὶ κτείνειν, ὅπῃ δύναιντο, Μασσα‐
Lib
.

42

νάσσην. ὃ δὲ αἰσθόμενος ἐξέφυγέν τε καὶ τὴν πατρῴαν
ἀρχὴν ἐκρατύνετο, ἱππέας ἀθροίζων, οἷς ἡμέρας τε καὶ νυκτὸς ἦν ἔργον ἀκοντίοις πολλοῖς χρωμένους ἐπελαύ‐ νειν αἰεὶ καὶ ἀναχωρεῖν καὶ αὖθις ἐπελαύνειν, καὶ ὅλως192
Lib
.

43

ἐστὶν αὐτοῖς ἡ μάχη φυγὴ καὶ δίωξις. ἴσασιν δὲ καὶ λιμὸν φέρειν οἱ Νομάδες οἵδε καὶ πόᾳ χρῆσθαι πολλάκις ἀντὶ σίτου· καὶ τὸ πάμπαν ὑδροποτοῦσιν. ὅ τε ἵππος αὐτοῖς κριθῆς μὲν οὐδ’ ὅλως γεύεται, ποηφαγῶν αἰεί, πίνει δὲ
Lib
.

44

διὰ πολλοῦ. τοιούτους ὁ Μασσανάσσης ἐς δισμυρίους συναγαγὼν ἐξῆγεν ἐπὶ θήρας ἢ λεηλασίας ἑτέρων ἐθνῶν·
Lib
.

45

ἅπερ ᾤετο καὶ ἔργα καὶ γυμνάσια εἶναι. Καρχηδόνιοι δὲ καὶ Σύφαξ, νομίζοντες ἐπὶ σφᾶς εἶναι τὴν παρασκευὴν τοῦ μειρακίου (οὐ γὰρ ἠγνόουν, ἃ λελυπήκεσαν αὐτόν), ἔκριναν προτέρῳ τῷδε πολεμεῖν, ἔστε καθέλωσιν, καὶ τότε Ῥω‐
Lib
.

46

μαίοις ἀπαντᾶν. Σύφαξ μὲν οὖν καὶ Καρχηδόνιοι πλείους ἦσαν παρὰ πολύ, μετὰ δὲ ἁμαξῶν καὶ παρασκευῆς βαρείας καὶ τρυφῆς ἐστρατεύοντο· Μασσανάσσης δὲ πόνων τε πᾶσιν ἐξῆρχε καὶ ἱππικὸν μόνον εἶχε καὶ ὑποζύγιον
Lib
.

47

οὐδὲν οὐδὲ ἀγοράν. ὅθεν ῥᾳδίως ὑπέφευγέ τε καὶ ἐπεχείρει καὶ ἐς τὰ ὀχυρὰ ἀνεπήδα· πολλάκις τε καὶ καταλαμ‐ βανόμενος διεσκίδνη τὸ στράτευμα, ὅπῃ δυνηθεῖεν ἀποφεύγειν κατὰ μέρη, καὶ σὺν ὀλίγοις αὐτὸς ὑπεκρύ‐
5πτετό ποι, μέχρι συνέλθοιεν αὐτῷ νυκτὸς ἢ μεθ’ ἡμέραν ἐς τὸ συγκείμενον. τρίτος δέ ποτε ἐν σπηλαίῳ κρυπτόμενος ἔλαθε, τῶν πολεμίων περὶ τὸ σπήλαιον στρατοπεδευόντων.
Lib
.

48

οὐδὲ ἔστιν, ὅτε ἐστάθμευεν ἐν στρατοπέδῳ, ἀλλὰ καὶ μάλιστ’ ἐστρατήγει λανθάνειν, ὅποι ποτὲ εἴη· ὅθεν οὐκ εἶχον αὐτῷ συνεχῶς προεπιχειρεῖν οἱ πολέμιοι, ἀλλ’ ἠμύνοντο
Lib
.

49

ἐπιόντα. ἀγορὰ δ’ ἦν αὐτῷ καθ’ ἑκάστην ἡμέραν, ὅ
τι περὶ ἑσπέραν καταλάβοι χωρίον ἢ κώμην ἢ πόλιν, λῃζομένῳ τε πάντα καὶ διαρπάζοντι καὶ μεριζομένῳ τοῖς συνοῦσιν· ὅθεν αὐτῷ πολλοὶ τῶν Νομάδων ἐπε‐193
5φοίτων, μισθοὺς μὲν οὐ διδόντι τεταγμένους, τὰς δ’ ὠφελείας πολὺ πλείονας ἔχοντες.
Lib
.

50

καὶ Μασσανάσσης μὲν Καρχηδονίοις οὕτως ἐπολέ‐ μει, ὁ δὲ Σκιπίων, ἐπεί οἱ πάντα εὐτρεπῆ γεγένητο ἐν Σικελίᾳ, ἔθυε Διὶ καὶ Ποσειδῶνι καὶ ἐς Λιβύην ἀνήγετο ἐπὶ νεῶν μακρῶν μὲν δύο καὶ πεντήκοντα,
5φορτίδων δὲ τετρακοσίων· κέλητές τε καὶ λέμβοι πολλοὶ
Lib
.

51

συνείποντο αὐτῷ. καὶ στρατιὰν ἦγε πεζοὺς μὲν ἑξα‐ κισχιλίους ἐπὶ μυρίοις, ἱππέας δὲ χιλίους καὶ ἑξακοσίους. ἐπήγετο δὲ καὶ βέλη καὶ ὅπλα καὶ μηχανήματα ποικίλα
Lib
.

52

καὶ ἀγορὰν πολλήν. καὶ Σκιπίων μὲν ὧδε διέπλει, Καρχηδόνιοι δὲ καὶ Σύφαξ πυνθανόμενοι ἔγνωσαν ἐν τῷ παρόντι ὑποκρίνασθαί τε 〈πρὸσ〉 Μασσανάσσην καὶ ἐς φιλίαν ὑπαγαγέσθαι, μέχρι ὅτου Σκιπίωνος ἐπικρατή‐
Lib
.

53

σαιεν. ὃ δ’ οὐκ ἠγνόει μὲν ἐξαπατώμενος, ἀντενεδρεύων δὲ καὶ μηνύων πάντα τῷ Σκιπίωνι ἧκε πρὸς τὸν Ἀσρούβαν ὡς συνηλλαγμένος μετὰ τῶν ἰδίων ἱππέων. καὶ ἐστρα‐ τοπέδευον οὐ μακρὰν ἀπ’ ἀλλήλων Ἀσρούβας τε καὶ
5Σύφαξ καὶ Μασσανάσσης περὶ Ἰτύκην πόλιν, ἐς ἣν ὁ Σκιπίων καταχθεὶς ὑπ’ ἀνέμων καὶ αὐτὸς ἐστρατοπέδευσε
Lib
.

54

περὶ αὐτήν. οὐ πολὺ δ’ ἀπεῖχεν ὁ Ἀσρούβας αὐτοῦ, στρατιὰν ἔχων ἐς δισμυρίους πεζοὺς καὶ ἱππέας ἑπτακισχι‐
Lib
.

55

λίους καὶ ἐλέφαντας ἑκατὸν ἐπὶ τεσσαράκοντα. Σύφαξ μὲν οὖν, εἴτε δείσας, εἴτε ἄπιστος ἐς ἑκατέρους γιγνόμενος παρὰ μέρος, ἐσκήψατό τι λυπεῖν τὴν ἀρχὴν αὑτοῦ τοὺς ὁμόρους βαρβάρους καὶ ἀνεζεύγνυεν ἐς τὰ οἰκεῖα· Σκιπίων
5δὲ κατ’ ὀλίγους ἔπεμπεν ἐπιχειρεῖν τῷ Ἀσρούβᾳ, καί τινες
Lib
.

56

αὐτῷ καὶ τῶν πόλεων προσεχώρουν. νυκτὸς δὲ λαθὼν ὁ Μασσανάσσης ἧκεν ἐπὶ τὸ στρατόπεδον τοῦ Σκιπίωνος καὶ δεξιωσάμενος αὐτὸν ἐδίδασκε τῆς ἐπιούσης ἔς τι χωρίον ἀπὸ τριάκοντα σταδίων Ἰτύκης, ἔνθα πύργος ἔστιν Ἀγα‐194
5θοκλέους, ἔργον τοῦ Συρακοσίων τυράννου, μὴ πλείους
Lib
.

57

πεντακισχιλίων ἐνεδρεῦσαι. ἅμα δ’ ἡμέρᾳ τὸν Ἀσρούβαν ἔπειθε τὸν ἵππαρχον Ἄννωνα πέμψαι τό τε πλῆθος τῶν ἐχθρῶν ἐπισκεψόμενον καὶ ἐς Ἰτύκην ἐσδραμούμενον, μή τι πλησιαζόντων πολεμίων νεωτερίσειαν· καὶ αὐτὸς ὑπ‐
Lib
.

58

ισχνεῖτο, εἰ κελεύοιτο, ἕψεσθαι. Ἄννων μὲν δὴ χιλίους ἦγεν ἐπιλέκτους ἱππέας Καρχηδονίους καὶ Λιβύων τι πλῆθος, Μασσανάσσης δὲ Νομάδας τοὺς ἑαυτοῦ· ὡς δ’ ἐπὶ τὸν πύργον ἀφίκοντο καὶ ὁ Ἄννων ἐξίππευσεν
5ἐς τὴν Ἰτύκην σὺν ὀλίγοις, μέρος τι τῆς ἐνέδρας ἐξ‐ εφαίνετο, καὶ ὁ Μασσανάσσης ἐκέλευσε τὸν τεταγμένον ἐπὶ τοῖς ἱππεῦσι τῶν Καρχηδονίων ἐπιδραμεῖν αὐτοῖς,
Lib
.

59

ὡς οὖσιν ὀλίγοις, καὶ αὐτὸς ἐκ βραχέος εἵπετο ὡς ἐπιβοη‐ θήσων. ἐν μέσῳ δὲ τῶν Λιβύων γενομένων ἥ τε πλείων ἐνέδρα κατεφαίνετο, καὶ συνηκόντισαν αὐτοὺς ἑκατέρωθεν οἵ τε Ῥωμαῖοι καὶ ὁ Μασσανάσσης πλὴν τετρακοσίων, οἳ
Lib
.

60

ἐλήφθησαν αἰχμάλωτοι. Μασσανάσσης δ’, ἐπεὶ τοῦτο ἐξετετέλεστο, ἀπήντα τῷ Ἄννωνι κατὰ σπουδὴν ὡς φίλος ἐπανιὼν καὶ συλλαβὼν αὐτὸν ἀπῆγεν ἐς τὸ τοῦ Σκιπίω‐ νος στρατόπεδον καὶ ἀντέδωκεν Ἀσρούβᾳ τῆς μητρὸς
5τῆς ἑαυτοῦ.
Lib
.

61

Σκιπίων δὲ καὶ Μασσανάσσης τὴν χώραν ἐπόρθουν καὶ Ῥωμαίων ἐξέλυον, ὅσοι δεθέντες ἔσκαπτον ἐν τοῖς ἀγροῖς, ἐξ Ἰβηρίας ἢ Σικελίας ἢ ἀπ’ αὐτῆς τῆς Ἰτα‐
Lib
.

62

λίας πεμφθέντες ὑπὸ Ἀννίβου. πολιορκοῦσι δ’ αὐτοῖς
πόλιν μεγάλην, ᾗ ὄνομα ἦν Λόχα, καὶ πολλὰ δεινὰ πάσχου‐ σιν οἱ μὲν Λοχαῖοι προστιθεμένων τῶν κλιμάκων ἐπεκη‐ ρυκεύοντο ἐκλείψειν τὴν πόλιν ὑπόσπονδοι, καὶ ὁ Σκιπίων195
Lib
.

63

ἀνεκάλει τῇ σάλπιγγι τὴν στρατιάν· ἣ δ’ οὐχ ὑπήκουεν ὑπὸ ὀργῆς ὧν ἐπεπόνθεσαν, ἀλλ’ ἐπιβάντες τοῖς τείχεσι καὶ γύναια καὶ παιδία κατέσφαττον· ὃ δὲ τοὺς μὲν ἔτι ὄντας Λοχαίων ἀφῆκεν ἀπαθεῖς, τὴν δὲ στρατιὰν τὴν λείαν
5ἀφείλετο καὶ τοὺς λοχαγούς, ὅσοι συνεξήμαρτον, ἐκλή‐ ρωσεν ἐν τῷ μέσῳ καὶ τρεῖς τοὺς λαχόντας ἐκόλασε
Lib
.

64

θανάτῳ. καὶ τάδε πράξας αὖθις ἐλεηλάτει. Ἀσρούβας δ’ αὐτοὺς ἐνήδρευε, Μάγωνα μὲν τὸν ἵππαρχον ἐπιπέμψας
Lib
.

65

ἐκ μετώπου, αὐτὸς δὲ ὄπισθεν ἐπιών· οἳ δ’ ἐν μέσῳ γενόμενοι τὸ ἔργον ἐμερίσαντο καὶ ἐς ἑκατέρους αὐτῶν ἑκάτερος ἐπιστραφεὶς πεντακισχιλίους τῶν Λιβύων ἀπέ‐ κτειναν καὶ χιλίους καὶ ὀκτακοσίους ἔλαβον αἰχμαλώτους,
5τοὺς δὲ λοιποὺς ἐς τὰς πέτρας κατήραξαν.
Lib
.

66

καὶ ὁ Σκιπίων εὐθὺς ἐπὶ τοῖσδε προσέβαλλεν Ἰτύκῃ κατὰ γῆν καὶ κατὰ θάλασσαν, δύο μὲν πεντήρεσιν ἐζευγμέναις πύργον ἐπιθείς, ὅθεν τριπήχη βέλη καὶ λίθους μεγάλους ἐς τοὺς πολεμίους ἠφίει, καὶ πολλὰ
5μὲν ἐλύπει, πολλὰ δ’ ἀντέπασχε θραυομένων τῶν νεῶν, χώματα δ’ ἐπαίρων μέγιστα καὶ κριοῖς τὸ τεῖχος, ὅτε προσπελάσειε, τύπτων δρεπάνοις τε περισπῶν, ὅσαι
Lib
.

67

βύρσαι περὶ αὐτὸ καὶ ἄλλα σκεπαστήρια ἦν. οἳ δὲ τὰ μὲν χώματα ὑπετάφρευον καὶ τὰ δρέπανα βρόχοις παρῆγον καὶ τοὺς κριοὺς τῆς ὁρμῆς ἐξέλυον, ἐπιβάλ‐ λοντες ἐπικαρσίας δοκούς· εἰς δὲ τὰς μηχανὰς ἐξεπήδων
5μετὰ πυρός, ὅτε πνεῦμα φυλάξειαν ἐς αὐτὰς ἐπίφορον· ὅθεν ὁ Σκιπίων ἀπογνοὺς οὕτως αἱρήσειν τὴν πόλιν
ἐς πολιορκίαν αὐτῆς καθίστατο.196
Lib
.

68

Σύφαξ δέ, τῶν γιγνομένων πυνθανόμενος, ἧκε μετὰ τοῦ στρατοῦ καὶ οὐ μακρὰν ἐστάθμευεν ἀπὸ Ἀσρού‐
Lib
.

69

βου. ἔτι δ’ ὑποκρινόμενος εἶναι φίλος ἑκατέροις καὶ τρίβειν τὸν πόλεμον ἐγνωκώς, μέχρι νῆές τε ἕτεραι ναυπηγούμεναι πρὸς τῶν Καρχηδονίων ἐπιγένοιντο καὶ μισθοφόροι τινὲς Κελτῶν καὶ Λιγύων ἐπέλθοιεν, ἐπ‐
Lib
.

70

εχείρει διαιτᾶν διαλύσεις· καὶ ἐδικαίου μήτε Ῥωμαίους Λιβύης μήτε Καρχηδονίους Ἰταλίας ἐπιβαίνειν ἐπὶ πολέμῳ, ἔχειν δὲ Ῥωμαίους Σικελίαν καὶ Σαρδὼ καὶ εἴ τινας ἄλλας νήσους ἔχουσι, καὶ Ἰβηρίαν· ἢν δέ τις
Lib
.

71

ἀπειθῇ, τοῖς πειθομένοις ἔφη συμμαχήσειν. ἅμα δὲ ταῦτ’ ἔπρασσε καὶ Μασσανάσσην ἐπείρα μεταθέσθαι πρὸς αὑτόν, τήν τε Μασσυλίων ἀρχὴν αὐτῷ βεβαιώσειν ὑπισχνού‐ μενος καὶ τῶν θυγατέρων τριῶν οὐσῶν δώσειν ἐς γάμον,
Lib
.

72

ἣν ἂν ἐθέλῃ. ἔφερε δ’ ὁ ταῦτα λέγων χρυσίον, ἵνα, εἰ μὴ πείσειε, δῴη τῶν θεραπευτήρων αὐτοῦ τῷ κτείνειν Μασσα‐ νάσσην ὑπισχνουμένῳ. ὃ μὲν δὴ μὴ πείθων ἔδωκέ τινι τὸ χρυσίον ἐπὶ τῷ φόνῳ· ὃ δὲ λαβὼν ἔδειξε τῷ Μασσανάσσῃ
5καὶ τὸν δόντα ἤλεγξε.
Lib
.

73

Σύφαξ δ’, οὐ προσδοκῶν ἔτι λήσειν, φανερῶς τοῖς Καρχηδονίοις συνεμάχει πόλιν τε ἐν μεσογείῳ Θολοῦν‐ τα, Ῥωμαίων παρασκευὴν καὶ σῖτον πολὺν ἔχουσαν, ἐκ προδοσίας εἷλε καὶ τοὺς φρουροῦντας αὐτὴν ἔκτει‐
5νεν, οὐκ ἐθελήσαντας ἀπελθεῖν ὑποσπόνδους, συμμαχίαν
Lib
.

74

τε ἄλλην πολλὴν Νομάδων μετεπέμπετο. καὶ οἱ μισθο‐ φόροι παρῆσαν αὐτοῖς ἤδη, καὶ νῆες εὐτρεπῶς εἶχον, ὥστε ἔγνωστο πολεμεῖν Σύφακα μὲν ὁρμώμενον ἐπὶ
τοὺς πολιορκοῦντας Ἰτύκην, Ἀσρούβαν δ’ ἐπὶ τὸ Σκι‐197
5πίωνος στρατόπεδον· τὰς δὲ ναῦς ἔδει ταῖς ναυσὶν ἐπιπλεῖν καὶ γίγνεσθαι ταῦτα τῆς ἐπιούσης ἡμέρας ἅπαντα ὁμοῦ, ἵνα μὴ διαρκέσειαν αὐτοῖς οἱ Ῥωμαῖοι
Lib
.

75

διὰ τὴν ὀλιγότητα. ὧν ἤδη νυκτὸς οὔσης ὁ Μασσα‐ νάσσης παρά τινων Νομάδων πυθόμενος μετέδωκε τῷ Σκιπίωνι. ὃ δὲ ἔδεισε καὶ ἠπόρει, μὴ ἐς πολλὰ αὐτῷ διαιρούμενος ὁ στρατὸς ἀσθενέστερος ἐς πάντα γίγνη‐
Lib
.

76

ται. τοὺς οὖν ἡγεμόνας αὐτίκα νυκτὸς ἐπὶ τὴν σκέψιν ἐκάλει καὶ ἀπορούντων ἁπάντων ἐπὶ πολὺ σύννους γενόμενος εἶπεν· “τόλμης καὶ ταχυτῆτος ἡμῖν, ὦ φίλοι, δεῖ καὶ μάχης ἐξ ἀπογνώσεως. φθάσωμεν ἐπελθόντες
5τοῖς πολεμίοις. ὅσα δ’ ἐν τῷδε πλεονεκτήσομεν, μάθετε
Lib
.

77

ἤδη. ἐκείνους μὲν ἐκπλήξει τὸ ἀδόκητον τῆς ἐφόδου καὶ τὸ παράδοξον τοῦ ἔργου, τῶν ὀλιγωτέρων προ‐ επιχειρούντων· ἡμεῖς δ’ οὐκ ἐς πολλὰ διῃρημένῃ τῇ στρατιᾷ χρησόμεθα, ἀλλὰ ἀθρόᾳ, οὐδ’ ἐπάξομεν αὐτὴν
5ἅπασι τοῖς ἐχθροῖς, ἀλλ’ οἷς ἂν ἐπιλεξώμεθα πρώτοις.
Lib
.

78

σταθμεύουσι δ’ ἐφ’ ἑαυτῶν ἕκαστοι, καί ἐσμεν αὐτοῖς κατὰ μέρος ἰσόμαχοι, τόλμῃ δὲ καὶ εὐτυχίᾳ προύχομεν. καὶ ἢν ὁ θεὸς δῷ τῶν πρώτων ἐπικρατῆσαι, τῶν ἄλλων καταφρονήσομεν. οἷς δ’ ἐπιχειρητέον ἐστὶ πρώτοις καὶ
5τίς ὁ καιρὸς ἢ τρόπος ἔσται τῆς ἐπιχειρήσεως, ἢν ἀρέσκῃ,
Lib
.

79

τὰ τῆς γνώμης ἐρῶ.” συνθεμένων δὲ πάντων, “ὁ μὲν καιρός,” εἶπεν, “εὐθὺς ἐπιχειρεῖν ἀπὸ τοῦδε τοῦ συλ‐ λόγου, νυκτὸς ἔτι οὔσης, ὅτε καὶ τὸ ἔργον ἐστὶ φοβε‐ ρώτερον καὶ ἀνέτοιμα τὰ ἐκείνων καὶ οὐδεὶς τῶν συμμάχων
5αὐτοῖς δύναται βοηθεῖν ἐν σκότῳ, φθάσομέν τε οὕτως αὐτῶν τὰ βουλεύματα μόνως, ἐγνωκότων ἡμῖν τῆς
Lib
.

80

ἐπιούσης ἡμέρας ἐπιθέσθαι. τριῶν δ’ αὐτοῖς ὄντων στρατοπέδων, αἱ μὲν νῆές εἰσι πόρρω, καὶ οὐκ ἔστιν ναυσὶ νυκτὸς ἐπιχειρεῖν, Ἀσρούβας δὲ καὶ Σύφαξ οὐ
Lib
.

81

μακρὰν ἀπ’ ἀλλήλων. καὶ τούτοιν Ἀσρούβας μέν ἐστι τὸ τοῦ πολέμου κεφάλαιον, Σύφαξ δὲ οὐκ ἂν νυκτὸς
ἐπιτολμήσειε τῷ πόνῳ, βάρβαρος ἀνὴρ καὶ τρυφῆς198
Lib
.

82

γέμων καὶ δέους. φέρε οὖν, ἡμεῖς μὲν ἐπὶ Ἀσρούβαν μετὰ παντὸς ἴωμεν τοῦ στρατοῦ, Μασσανάσσην δὲ τόνδε ἐπιτάξωμεν ἐφεδρεύειν τῷ Σύφακι, ἢν ἄρα καὶ παρὰ
Lib
.

83

δόξαν ἐξίῃ τοῦ στρατοπέδου. πεζοὶ δὲ χωρῶμεν ἐπὶ τὸν χάρακα τοῦ Ἀσρούβου καὶ περιστάντες ἐπιχειρῶμεν ἐκ παντὸς μέρους σὺν ἐλπίδι τε χρηστῇ καὶ τόλμῃ θρασυτάτῃ τούτων γὰρ τὰ παρόντα δεῖται μάλιστα.
Lib
.

84

τοὺς δ’ ἱππέας (οὐ γὰρ ἔστιν αὐτοῖς χρῆσθαι νυκτὸς ἔτι οὔσης) προπέμψω πορρωτέρω κυκλοῦσθαι τὸ στρατόπεδον τῶν πολεμίων, ἵνα, εἰ μὲν βιασθείημεν, ὑποδέχοιντο ἡμᾶς καὶ ἐς φιλίους καταφεύγοιμεν, εἰ
5δ’ ἐπικρατοίημεν, ἐκφεύγοντας ἐκείνους διώκοιεν καὶ διαχρῷντο.”
Lib
.

85

ταῦτ’ εἰπὼν καὶ τοὺς ἡγεμόνας ἐκπέμψας ὁπλίσαι τὸν στρατὸν αὐτὸς ἐθύετο Τόλμῃ καὶ Φόβῳ, μηδὲν ὡς ἐν νυκτὶ πανικόν οἱ γενέσθαι, ἀλλὰ τὸν στρατὸν
Lib
.

86

αὐτῷ θρασύτατόν τε ... μάλιστα ὀφθῆναι. τρίτης δὲ ἤδη φυλακῆς ἠρέμα τῇ σάλπιγγι ὑπεσήμαινε, καὶ μετὰ σιγῆς βαθυτάτης στρατὸς τοσοῦτος ἐβάδιζεν, ἕως οἱ μὲν ἱππεῖς περιέστησαν ἐν κύκλῳ τοὺς πολεμίους, οἱ πεζοὶ δ’ ἐπὶ
Lib
.

87

τὴν τάφρον αὐτῶν ἀφίκοντο. βοῇ δὲ τότε παμμιγεῖ καὶ σάλπιγξιν ἀθρόαις καὶ βυκανήμασιν ἐς κατάπληξιν χρώμενοι τοὺς μὲν φύλακας ἐξέωσαν ἐκ τῶν φυλακτη‐ ρίων, τὴν δὲ τάφρον ἔχουν καὶ τὰ σταυρώματα διέσπων·
5οἱ δ’ εὐτολμότατοι προδραμόντες ἐνέπρησάν τινας σκη‐
Lib
.

88

νάς. καὶ οἱ Λίβυες μετ’ ἐκπλήξεως ἀνεπήδων τε ἐξ ὕπνου καὶ τὰ ὅπλα μετελάμβανον καὶ ἐς τὰς τάξεις
ἀτάκτως ἐφέροντο καὶ τῶν παραγγελλομένων διὰ τὸν θόρυβον οὐ κατήκουον, οὐδ’ αὐτοῦ τοῦ στρατηγοῦ τὸ199
Lib
.

89

ἀκριβὲς τῶν γιγνομένων εἰδότος. ἀναπηδῶντας οὖν αὐτοὺς οἱ Ῥωμαῖοι καὶ ὁπλιζομένους ἔτι καὶ ταρασσομένους κατελάμβανον καὶ σκηνὰς πλέονας ἐνεπίμπρασαν καὶ
Lib
.

90

τοὺς ἐν ποσὶν ἀνῄρουν. τοῖς δ’ ἦν ἥ τε βοὴ τῶν ἐχθρῶν καὶ ἡ ὄψις καὶ τὰ ἔργα φοβερώτατα ὡς ἐν νυκτὶ καὶ ἀγνωσίᾳ τοῦ γινομένου κακοῦ· ἡγούμενοί τε εἰλῆφθαι τὸ στρατόπεδον καὶ τὸ πῦρ τῶν ἐμπεπρησμένων σκηνῶν
5δεδιότες ἐξέπιπτον ἑκόντες ἐξ αὐτῶν καὶ ἐς τὸ πεδίον ὡς ἀσφαλέστερον ἐωθοῦντο· ὅθεν κατὰ μέρος, ὅπῃ τύχοιεν, ἀκόσμως διεδίδρασκον καὶ ἐς τοὺς Ῥωμαίων ἱππέας, οἳ κύκλῳ περιεστήκεσαν, ἐμπίπτοντες ἀπέθνησκον.
Lib
.

91

Σύφαξ δέ, νυκτὸς μὲν ἔτι τῆς βοῆς αἰσθόμενος καὶ τὸ πῦρ ὁρῶν, οὐκ ἐπεξῆλθεν, ἀλλὰ τῶν ἱππέων τινὰς ἐπικου‐ ρεῖν ἔπεμψεν Ἀσρούβᾳ, οἷς ὁ Μασσανάσσης ἐπιπεσὼν
Lib
.

92

ἄφνω πολὺν ἐργάζεται φόνον. ἅμα δ’ ἡμέρᾳ μαθὼν ὁ Σύφαξ Ἀσρούβαν μὲν ἤδη φυγόντα, τῆς δὲ στρατιᾶς αὐτοῦ τοὺς μὲν ἀπολωλότας, τοὺς δ’ εἰλημμένους ὑπὸ τῶν πολεμίων, τοὺς δὲ διερριμμένους καὶ τὸ στρατόπεδον
5αὐτῇ παρασκευῇ Ῥωμαίους ἔχοντας ἀνεζεύγνυε φεύγων ἐς τὰ μεσόγεια μετὰ θορύβου, πάντα καταλιπών, οἰόμενος εὐθὺς ἀπὸ τῆς Καρχηδονίων διώξεως αὑτῷ τὸν Σκιπίωνα ἐπανιόντα ἐπιστήσεσθαι· ὅθεν καὶ τοῦδε τὸν χάρακα καὶ
Lib
.

93

τὴν ἐν αὐτῷ παρασκευὴν εἷλε Μασσανάσσης. καὶ Ῥω‐ μαῖοι διὰ τόλμης μιᾶς, ἐν ὀλίγῳ μέρει νυκτός, δύο στρατοπέδων καὶ δύο στρατῶν πολὺ μειζόνων ἐκράτη‐
Lib
.

94

σαν ὁμοῦ. ἀπέθανον δὲ Ῥωμαίων μὲν ἀμφὶ τοὺς ἑκα‐ τὸν ἄνδρας, τῶν δ’ ἐχθρῶν ὀλίγῳ δέοντες τρισμύριοι· καὶ αἰχμάλωτοι ἐγένοντο δισχίλιοι καὶ τετρακόσιοι. τῶν δὲ ἱππέων ἑξακόσιοι ἐπανιόντι τῷ Σκιπίωνι ἑαυτοὺς
5παρέδοσαν. καὶ τῶν ἐλεφάντων οἳ μὲν ἀνῄρηντο, οἳ
Lib
.

95

δὲ ἐτέτρωντο. Σκιπίων δέ, ὅπλων τε καὶ χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος πολλοῦ καὶ ἵππων ἄλλων τε καὶ Νομαδικῶν κεκρατηκὼς καὶ διὰ μιᾶς τῆσδε νίκης, λαμπροτάτης δὴ γενομένης, ἐς γόνυ τὰ Καρχηδονίων200
5καταβαλὼν ἅπαντα, ἀριστεῖα τῷ στρατῷ διεδίδου καὶ τῶν λαφύρων τὰ ἀξιολογώτατα ἐς Ῥώμην ἔπεμπε.
Lib
.

96

καὶ τὸν στρατὸν ἐγύμναζε φιλοπόνως, προσδοκῶν Ἀν‐ νίβαν τε αὐτίκα ἀπὸ τῆς Ἰταλίας καὶ Μάγωνα ἀπὸ Λιγυστίνων ἐπελεύσεσθαι.
Lib
.

97

καὶ Σκιπίων μὲν περὶ ταῦτα ἦν, Ἀσρούβας δέ, ὁ στρατηγὸς ὁ Καρχηδονίων, ἐν μὲν τῇ νυκτομαχίᾳ μεθ’ ἱππέων πεντακοσίων τετρωμένος εἰς Ἀνδὰν κατέφυγεν, ἔνθα μισθοφόρους τέ τινας ἐκ τῆς μάχης ἐκπεσόντας
5καὶ Νομάδας συνέλεγε καὶ δούλους εἰς ἐλευθερίαν
Lib
.

98

συνεκάλει· πυθόμενος δ’, ὅτι Καρχηδόνιοι θάνατον αὐτοῦ κατέγνωσαν ὡς κακῶς ἐστρατηγηκότος καὶ Ἄν‐ νωνα τὸν Βουμίλχαρος εἵλοντο στρατηγεῖν, ἴδιον αὑτοῦ τὸν στρατὸν ἐποίει καὶ κακούργους προσελάμβανε καὶ
5ἐλῄζετο ἐς τὰς τροφὰς καὶ ἐγύμναζεν, οὓς εἶχεν, ἀμφὶ τρισχιλίους ἱππέας, πεζοὺς δὲ ὀκτακισχιλίους, ὡς ἐν μόνῳ τῷ μάχεσθαι τὰς ἐλπίδας ἔχων.
Lib
.

99

ὃ μὲν δὴ ταῦτα ποιῶν Ῥωμαίους ὁμοῦ καὶ Καρχη‐ δονίους ἐπὶ πολὺ ἐλάνθανε, Σκιπίων δ’ ἐπῆγεν αὐτῇ Καρχηδόνι τὸν στρατὸν ὡπλισμένον καὶ σοβαρῶς ἐς
Lib
.

100

μάχην προυκαλεῖτο, οὐδενὸς ἐξιόντος. Ἀμίλχαρ δὲ ὁ ναύαρχος ναυσὶν ἑκατὸν ἐσπευσμένως εἰς τὸν ναύ‐ σταθμον ἀνήγετο τοῦ Σκιπίωνος, ἐλπίσας αὐτόν τε
φθάσειν ἐπανιόντα καὶ τὰς οὔσας ἐκεῖ Ῥωμαίων εἴκοσι201
Lib
.

101

τριήρεις ῥᾳδίως ταῖς ἑκατὸν αἱρήσειν. καὶ ὁ Σκιπίων ἰδὼν αὐτοῦ τὸν ἀπόπλουν προύπεμπέ τινα τὸν ἔσπλουν τοῦ λιμένος ἐμφράξαι στραγγύλοις πλοίοις ἐπ’ ἀγκυρῶν ἐκ διαστήματος, ἵνα ὡς διὰ πυλῶν αἱ τριήρεις ἐκθέοιεν,
5ὅτε καιρὸς εἴη, καὶ τὰ πλοῖα τοῖς κέρασι συνδῆσαί τε
Lib
.

102

καὶ ἁρμόσαι πρὸς ἄλληλα, ἵνα ἀντὶ τείχους ᾖ. κατα‐ λαβὼν δὲ τὸ ἔργον ... ἥπτετο τοῦ πόνου. καὶ βαλλο‐ μένων τῶν Καρχηδονίων ἀπό τε τῶν πλοίων καὶ ἀπὸ τῆς γῆς καὶ ἀπὸ τοῦ τείχους αἱ νῆες ἐθραύοντο καὶ
Lib
.

103

καμοῦσαι περὶ ἑσπέραν ἀπέπλεον. ἀπιούσαις δ’ αὐταῖς αἱ Ῥωμαίων ἐπέκειντο, ἐκθέουσαί τε διὰ τῶν διαστη‐ μάτων καί, ὅτε βιάζοιντο, ὑποχωροῦσαι· μίαν δὲ καὶ ἀνεδήσαντο κενὴν ἀνδρῶν καὶ πρὸς τὸν Σκιπίωνα ἀνήγαγον.
Lib
.

104

μετὰ δὲ τοῦτο ἐχείμαζον ἄμφω. καὶ Ῥωμαίοις μὲν ἦν ἐκ θαλάσσης ἀγορὰ δαψιλής, Ἰτυκαῖοι δὲ καὶ Καρχηδόνιοι λιμώττοντες ἐλῄστευον τοὺς ἐμπόρους, μέχρι Ῥωμαίων νῆες ἄλλαι, πεμφθεῖσαι τῷ Σκιπίωνι, ἐφώρμουν τοῖς
5πολεμίοις καὶ τὰς λῃστρικὰς ἐκώλυον. οἳ δ’ ἔκαμνον ἤδη σφόδρα τῷ λιμῷ.
Lib
.

105

τοῦ δ’ αὐτοῦ χειμῶνος, ἐγγὺς ὄντος Σύφακος, Μασ‐ σανάσσης ᾔτησεν ἐπὶ τῇ ἰδίᾳ στρατιᾷ τὸ τρίτον τῆς Ῥωμαϊκῆς παρὰ Σκιπίωνος καὶ λαβών, ἡγουμένου τῶν
Lib
.

106

Ῥωμαίων Λαιλίου, τὸν Σύφακα ἐδίωκεν. ὃ δὲ ὑπέφευγεν, μέχρι καθορώμενος περί τινι ποταμῷ συνετάσσετο ἐς
μάχην. οἱ μὲν οὖν Νομάδες ἑκατέρωθεν, ὥσπερ ἔθος αὐτοῖς, πολλὰ καὶ ἀθρόα ἠφίεσαν ἐπ’ ἀλλήλοις, οἱ δὲ202
Lib
.

107

Ῥωμαῖοι προβαλλόμενοι τὰς ἀσπίδας ἐπῄεσαν. Σύφαξ δὲ Μασσανάσσην ἰδὼν ἵετο ἐπὶ αὐτὸν ὑπὸ ὀργῆς· ὃ δ’ ἀντεπήλασεν γεγηθώς, καὶ ἀγῶνος πολλοῦ περὶ ἄμφω γενομένου τραπέντες οἱ τοῦ Σύφακος ἐς φυγὴν τὸν
5ποταμὸν ἐπέρων, ἔνθα τις αὐτοῦ τὸν Σύφακος ἵππον ἔβαλεν· ὃ δ’ ἀπεσείσατο τὸν δεσπότην, καὶ ὁ Μασσανάσσης ἐπιδραμὼν εἷλεν αὐτόν τε Σύφακα καὶ τὸν ἕτερον αὐτοῦ
Lib
.

108

τῶν υἱῶν. καὶ τούσδε μὲν εὐθὺς ἔπεμπε Σκιπίωνι, ἀπέθα‐ νον δ’ ἐν τῇ μάχῃ Σύφακος μὲν ἐς μυρίους ἄνδρας. Ῥω‐ μαίων δὲ πέντε καὶ ἑβδομήκοντα, Μασσανάσσου δὲ τρια‐ κόσιοι. καὶ αἰχμάλωτοι Σύφακος ἐγένοντο τετρακισχίλιοι.
Lib
.

109

τούτων ἦσαν Μασσύλιοι δισχίλιοι καὶ πεντακόσιοι, τῶν εἰς Σύφακα ἀπὸ Μασσανάσσου μεταστάντων· καὶ αὐτοὺς ὁ Μασσανάσσης ἐπὶ τῷδε ᾔτησεν παρὰ Λαιλίου καὶ λαβὼν κατέσφαξεν.
Lib
.

110

μετὰ δὲ τοῦτο Μασσυλίους καὶ τὴν χώραν τὴν Σύ‐ φακος ἐπῄεσαν, τοὺς μὲν αὖθις εἰς τὴν ἀρχὴν τὴν Μασ‐ σανάσσου καθιστάμενοι, τοὺς δὲ προσποιούμενοί τε καὶ
Lib
.

111

τοὺς ἀπειθοῦντας αὐτῶν καταστρεφόμενοι. ἀφίκοντο δ’ αὐτοῖς καὶ ἐκ Κίρτης πρέσβεις, τὰ βασίλεια τοῦ Σύ‐ φακος παραδιδόντες, ἰδίᾳ δὲ πρὸς Μασσανάσσην ἕτεροι παρὰ Σοφωνίβας, τῆς Σύφακος γυναικός, τὴν ἀνάγκην
Lib
.

112

τοῦ γάμου διηγούμενοι. Σοφωνίβαν μὲν οὖν ἄσμενος εἶχε λαβὼν ὁ Μασσανάσσης· καὶ αὐτήν, ἐπανιὼν πρὸς Σκιπίωνα αὐτός, ἐν Κίρτῃ κατέλιπε, προορώμενος ἄρα τὸ
Lib
.

113

μέλλον. Σκιπίων δ’ ἤρετο Σύφακα· “τίς σε δαίμων ἔβλαψε,
φίλον ὄντα μοι καὶ αὐτὸν ἐπὶ Λιβύην ἐλθεῖν προτρέ‐ ψαντα, ψεύσασθαι μὲν θεούς, οὓς ὤμοσας, ψεύσασθαι δὲ μετὰ τῶν θεῶν Ῥωμαίους καὶ μετὰ Καρχηδονίων203
5ἀντὶ Ῥωμαίων ἑλέσθαι πολεμεῖν, τῶν ἐπὶ Καρχηδονίους
Lib
.

114

οὐ πρὸ πολλοῦ σοι βεβοηθηκότων;” ὃ δ’ εἶπεν· “Σοφω‐ νίβα, Ἀσρούβα θυγάτηρ, ἧς ἐγὼ ἤρων ἐπ’ ἐμῷ κακῷ. φιλόπατρις δ’ ἐστὶν ἰσχυρῶς καὶ ἱκανὴ ἅπαντά τινα πεῖσαι, πρὸς ἃ βούλεται. αὕτη με καὶ ἐκ τῆς ὑμετέρας
5φιλίας ἐς τὴν 〈τῆσ〉 ἑαυτῆς μετέθηκε πατρίδος καὶ ἐς τόδε
Lib
.

115

συμφορᾶς ἐκ τοσῆσδε εὐδαιμονίας κατέβαλεν. σοὶ δὲ παραινῶ (χρὴ γάρ, ὑμέτερον γενόμενον καὶ Σοφωνίβας ἀπηλλαγμένον, νῦν γε ὑμῖν εἶναι βέβαιον)· φύλασσε Σοφωνίβαν, μὴ Μασσανάσσην ἐς ἃ βούλεται, μεταγάγῃ.
5οὐ γὰρ δή, μὴ τὸ γύναιόν ποτε ἕληται τὰ Ῥωμαίων,
Lib
.

116

ἐλπίζειν ἄξιον· οὕτως ἐστὶν ἰσχυρῶς φιλόπολις.” ταῦθ’ ὃ μὲν ἔλεγεν, εἴτ’ ἀληθεύων, εἴτε ζηλοτυπούμενος καὶ Μασσανάσσην ἐς τὰ μέγιστα βλάπτων· ὁ δὲ Σκιπίων Σύφακα μέν, συνετόν τε φαινόμενον καὶ τῆς χώρας
5ἔμπειρον, ἐπὶ τὰ κοινὰ ἐπήγετο καὶ γνώμης καὶ συμ‐ βουλῆς μετεδίδου, οἷόν τι καὶ Κροίσῳ τῷ Λυδῷ Κῦρος ἐχρῆτο· Λαιλίου δ’ ἀφικομένου καὶ ταὐτὰ περὶ τῆς Σοφωνίβας πυθέσθαι παρὰ πολλῶν λέγοντος ἐκέλευσε τὸν Μασσανάσσην τὴν Σύφακος γυναῖκα παραδοῦναι.
Lib
.

117

παραιτουμένου δὲ ἐκείνου καὶ τὰ περὶ αὐτῆς ἄνωθεν, ὡς ἐγένετο, διηγουμένου τραχύτερον ὁ Σκιπίων ἐκέ‐ λευεν αὐτὸν μηδὲν ἀφαιρεῖσθαι βίᾳ τῶν Ῥωμαϊκῶν λαφύρων, ἀλλ’ εἰς τὸ μέσον καταθέντα αἰτεῖν καὶ πείθειν,
Lib
.

118

εἰ δύναιτο. ᾤχετο οὖν ὁ Μασσανάσσης μετά τινων Ῥω‐ μαίων παραδώσων αὐτοῖς τὴν Σοφωνίβαν. κρύφα δὲ αὐτῇ φέρων φάρμακον πρῶτος ἐνέτυχεν καὶ τὰ
παρόντα προύθηκεν, ἢ πιεῖν ἢ Ῥωμαίοις δουλεύειν204
Lib
.

119

ἑκοῦσαν, οὐδέν τε εἰπὼν ἔτι ἐξήλασεν τὸν ἵππον. ἣ δέ, τῇ τροφῷ δείξασα τὴν κύλικα καὶ δεηθεῖσα μηδὲν ὀδύρασθαι καλῶς ἀποθανοῦσαν, ἔπιεν τοῦ φαρμάκου.
Lib
.

120

καὶ αὐτὴν ὁ Μασσανάσσης τοῖς ἥκουσι Ῥωμαίων ἐπι‐ δείξας καὶ θάψας βασιλικῶς ὑπέστρεφεν πρὸς Σκιπίωνα. ὃ δὲ αὐτὸν ἐπαινέσας τε καὶ παρηγορήσας, ὅτι πονηρᾶς γυναικὸς ἀπηλλάγη, ἐστεφάνωσε τῆς ἐφόδου τῆς ἐπὶ
Lib
.

121

Σύφακα καὶ ἐδωρήσατο πολλοῖς. ἀχθέντος δ’ ἐς Ῥώμην τοῦ Σύφακος, οἳ μὲν ἠξίουν περισώζειν ἄνδρα ἐν Ἰβη‐ ρίᾳ φίλον καὶ σύμμαχον αὑτοῖς γενόμενον, οἳ δὲ κολά‐ ζειν, ὅτι τοῖς φίλοις ἐπολέμησεν. ὃ δὲ ὑπὸ λύπης νοσῶν
5ἀπέθανεν.
Lib
.

122

Ἀσρούβας δὲ ἐπειδὴ καλῶς τοὺς συνόντας ἐγύμνα‐ σεν, ἔπεμπέ τινα πρὸς Ἄννωνα, τὸν στρατηγὸν τῶν Καρχηδονίων, ἀξιῶν αὑτῷ τὸν Ἄννωνα κοινωνῆσαι τὴν στρατηγίαν καὶ ὑποδεικνύς, ὅτι πολλοὶ Σκιπίωνι
5σύνεισιν Ἴβηρες ἄκοντες, οὓς ἐάν τις χρυσίῳ καὶ ὑπο‐ σχέσεσι διαφθείρῃ, τὸ στρατόπεδον ἐμπρήσουσι τὸ Σκι‐ πίωνος. ἔφη δὲ καὶ αὐτός, εἰ προμάθοι τὸν καιρόν,
Lib
.

123

ἥξειν ἐπὶ τὸ ἔργον. ταῦτα μὲν Ἀσρούβας· ὁ δὲ Ἄννων ἐς μὲν τὸν Ἀσρούβαν ἐπανούργει, τοῦ δ’ ἐγχειρήματος οὐκ ἀπήλπισεν, ἀλλ’ ἄνδρα πιστὸν μετὰ χρυσίου καθάπερ αὐτόμολον εἰς τὸ Σκιπίωνος στρατόπεδον κατέπεμψεν,
5ὃς πιθανὸς ὢν ἐντυχεῖν ἑκάστῳ διέφθειρε πολλοὺς ἡμέραν τε συνθέμενος αὐτοῖς ἐπανῆλθεν. καὶ τὴν ἡμέραν
Lib
.

124

ὁ Ἄννων τῷ Ἀσρούβᾳ μετέφερεν. Σκιπίωνι δὲ θυομένῳ κίνδυνον τὰ ἱερὰ ἐδήλου ἐμπρησμοῦ· καὶ περιπέμψας εἰς ἅπαν τὸ στρατόπεδον, εἴ πού τι λάβρον εὕρισκε πῦρ,
Lib
.

125

κατέπαυεν. καὶ αὖθις ἐπὶ πολλὰς ἡμέρας ἐθύετο. ὡς δ’ οὐκ ἀνίει τὰ ἱερὰ τὸν ἐμπρησμὸν ὑποδεικνύοντα, ὃ
μὲν ἐβαρυθύμει καὶ μεταστρατοπεδεῦσαι διεγνώκει, ἱππέως δὲ Ῥωμαίου θεράπων Ἴβηρ, ὑπονοήσας τι περὶ τῶν205
5συνθεμένων, ὑπεκρίνατο συνειδέναι, ἕως τὸ πᾶν ἔμαθεν καὶ ἐμήνυσε τῷ δεσπότῃ· ὃ δὲ αὐτὸν ἐς τὸν Σκιπίωνα ἤγαγεν, καὶ τὸ πλῆθος ἠλέγχετο· καὶ πάντας ὁ Σκιπίων
Lib
.

126

ἔκτεινεν καὶ ἐξέρριψε πρὸ τοῦ στρατοπέδου. αἴσθησις δ’ ἦν Ἄννωνι μὲν ὀξεῖα πλησίον ὄντι, καὶ οὐκ ἦλθεν ἐπὶ τὸ συγκείμενον, Ἀσρούβας δ’ ἀγνοῶν ἀφίκετο. ὡς δὲ τὸ πλῆθος εἶδε τῶν νεκρῶν, εἴκασε τὸ συμβὰν καὶ ἀνεχώρει.
5καὶ αὐτὸν ὁ Ἄννων ἐς τὸ πλῆθος διέβαλλεν, ὡς ἀφ‐ ίκοιτο Σκιπίωνι διδοὺς ἑαυτόν, ὃ δὲ οὐ λάβοι.
Lib
.

127

Ἀσρούβας μὲν δὴ καὶ ἐκ τοῦδε τοῖς Καρχηδονίοις ἦν μᾶλλον διὰ μίσους· ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Ἀμίλ‐ χαρ μὲν ἄφνω ταῖς Ῥωμαίων ναυσὶν ἐπιπλεύσας μίαν ἔλαβεν τριήρη καὶ φορτίδας ἕξ, Ἄννων δ’ ἐπιθέμενος
Lib
.

128

τοῖς πολιορκοῦσιν Ἰτύκην ἀπεκρούσθη. Σκιπίων δέ, χρονίου τῆς πολιορκίας οὔσης, ταύτην μὲν διέλυσεν οὐδὲν ἀνύων, τὰς δὲ μηχανὰς ἐς Ἱππῶνα πόλιν μετετί‐ θει· καὶ οὐδενὸς οὐδ’ ἐνταῦθα προκόπτοντος αὐτῷ, κατα‐
5καύσας ὡς ἄχρηστα τὰ μηχανήματα τὴν χώραν ἐπέτρεχεν, τοὺς μὲν εἰς φιλίαν ἐπαγόμενος, τοὺς δὲ λῃζόμενος.
Lib
.

129

Καρχηδόνιοι δ’ ἐπὶ ταῖς κακοπραγίαις δυσφοροῦντες αἱροῦνται στρατηγὸν αὐτοκράτορα Ἀννίβαν, τὸν δὲ ναύαρχον ἔπεμπον ἐπὶ νεῶν, ἐπισπέρχειν αὐτὸν ἐπὶ τὴν
Lib
.

130

διάβασιν. ἅμα δὲ ταῦτ’ ἔπρασσον καὶ ἐς τὸν Σκιπίωνα περὶ εἰρήνης ἐπρεσβεύοντο, ἡγούμενοι τούτοιν πάντως 〈ἂν〉 ἑνὸς τυχεῖν, ἢ τὴν εἰρήνην ἕξειν, ἢ χρόνον δια‐
Lib
.

131

τρίψειν, ἕως ἀφίκοιτο ὁ Ἀννίβας. Σκιπίων μὲν οὖν αὐτοῖς ἀνοχάς τε ἔδωκεν, καὶ τὴν δαπάνην τοῦ στρατοῦ λαβὼν πρεσβεύειν ἐφῆκεν ἐς Ῥώμην· οἳ δὲ ἐπρέσβευον
καὶ τειχῶν ἐκτὸς ἐστάθμευον, ὡς ἔτι πολέμιοι, ἀχθέντες206
Lib
.

132

τε ἐπὶ τὴν βουλὴν ἐδέοντο συγγνώμης τυχεῖν. τῶν δὲ βουλευτῶν οἳ μὲν τῆς Καρχηδονίων ἀπιστίας ὑπεμί‐ μνησκον, ὁσάκις συνθοῖντο καὶ παραβαῖεν ὅσα τε Ἀννί‐ βας δράσειε δεινὰ Ῥωμαίους καὶ τοὺς Ῥωμαίων συμμά‐
Lib
.

133

χους ἔν τε Ἰβηρίᾳ καὶ Ἰταλίᾳ· οἳ δὲ τὸ τῆς εἰρήνης χρή‐ σιμον οὐ Καρχηδονίοις μᾶλλον ἢ σφίσιν ὑπεδείκνυον ἔσεσθαι, τῆς Ἰταλίας τοσοῖσδε πολέμοις ἐκτετρυμένης, τό τε τοῦ μέλλοντος περιδεὲς ἐπεξῄεσαν, ἐπιπλευσουμένων
5ἐπὶ τὸν Σκιπίωνα αὐτίκα σὺν μεγάλοις στρατοῖς Ἀννίβου τε ἐξ Ἰταλίας καὶ Μάγωνος ἐκ Λιγύων καὶ Ἄννωνος ἀπὸ
Lib
.

134

Καρχηδόνος. ἐφ’ οἷς ἀποροῦσα ἡ βουλὴ συμβούλους ἔπεμψε τῷ Σκιπίωνι, μεθ’ ὧν ἔμελλε κρινεῖν τε καὶ πράξειν, ὅ τι
Lib
.

135

δοκιμάσειεν συνοίσειν. ὃ δὲ ἐς τὴν εἰρήνην τοῖς Καρχη‐ δονίοις ἐπὶ τοῖσδε συνέβη· Μάγωνα μὲν ἀποπλεῖν ἐκ Λιγύων αὐτίκα καὶ τοῦ λοιποῦ Καρχηδονίους μὴ ξενο‐ λογεῖν μηδὲ ναῦς ἔχειν μακρὰς πλείους τριάκοντα μηδὲ
5πολυπραγμονεῖν τι πέραν ὧν ἔχουσιν ἐντὸς τῶν λεγομένων Φοινικίδων τάφρων, ἀποδοῦναι δὲ Ῥωμαίοις, ὅσους αἰχμαλώτους αὐτῶν ἔχουσι καὶ αὐτομόλους, ἀργυρίου τε αὐτοῖς τάλαντα χίλια καὶ ἑξακόσια ἐσενεγκεῖν ἐν χρόνῳ, ἔχειν δὲ Μασσανάσσην Μασσυλίους τε καὶ τῆς Σύφα‐
Lib
.

136

κος ἀρχῆς, ὅσα δύναιτο. τάδε μὲν συνέθεντο ἀλλήλοις, καὶ πρέσβεις διέπλεον, οἳ μὲν ἐς Ῥώμην, τοὺς ὑπά‐ τους ὁρκιοῦντες, οἳ δ’ ἀπὸ Ῥώμης ἐς Καρχηδόνα, καὶ
Lib
.

137

τὰ τέλη τῶν Καρχηδονίων αὐτοῖς ὤμνυεν. Μασσα‐ νάσσῃ δὲ Ῥωμαῖοι χαριστήρια τῆς συμμαχίας στέφανόν
τε ἀπὸ χρυσοῦ καὶ σφραγῖδα χρυσῆν ἔπεμπον καὶ ἐλεφάν‐ τινον δίφρον καὶ πορφύραν καὶ στολὴν Ῥωμαϊκὴν καὶ207
5ἵππον χρυσοφάλαρον καὶ πανοπλίαν.
Lib
.

138

γιγνομένων δ’ ἔτι τούτων ὁ Ἀννίβας ἄκων ἐς Καρ‐ χηδόνα ἔπλει, τὴν ἐς τοὺς ἄρχοντας ἀπιστίαν τοῦ δήμου
Lib
.

139

καὶ ταχυεργίαν ὑφορώμενος. ἀπιστῶν δ’ ἔτι τὰς σπον‐ δὰς ἔσεσθαι καί, εἰ γένοιντο, εὖ εἰδὼς οὐκ ἐς πολὺ βεβαίους ἐσομένας ἐς Ἀδρυμητὸν Λιβύης κατήγετο πόλιν καὶ σῖτον συνέλεγεν ἐπί τε ὠνὴν ἵππων περιέπεμπεν,
5καὶ τὸν δυνάστην τῶν Νομάδων τῶν καλουμένων Ἀρεακι‐
Lib
.

140

δῶν ἐς φιλίαν ὑπήγετο. καὶ τετρακισχιλίους ἱππέας αὐτομόλους αὐτῷ προσφυγόντας, οἳ Σύφακος ὄντες τότε ἐγίγνοντο Μασσανάσσου, κατηκόντισεν ὑποπτεύσας· τοὺς
Lib
.

141

δ’ ἵππους διέδωκε τῷ στρατῷ. ἦλθε δὲ καὶ Μεσότυλος αὐτῷ δυνάστης ἕτερος μετὰ χιλίων ἱππέων καὶ Οὐερμινᾶς, Σύφακος υἱὸς ἕτερος, ἔτι τῶν πλεόνων τῆς πατρῴας ἀρχῆς ἐπικρατῶν. πόλεις τε Μασσανάσσου τὰς μὲν ὑπήγετο,
Lib
.

142

τὰς δ’ ἐβιάζετο. Νάρκην δ’ ἐνήδρευσεν ὧδε. ἀγορᾷ χρώμενος ἐσέπεμπεν ὡς ἐς φίλους. ὅτε δ’ ἔδοξεν ἐπιθέσθαι, πλείους ἔπεμπε ξιφίδια ἐπικρύπτοντας, οἷς εἴρητο τὰ δίκαια ποιεῖν ἐς τοὺς πιπράσκοντας, μέχρι σαλπίγγων
5ἀκούσειαν, τότε δ’ ἐπιχειρεῖν τοῖς ἐντυχοῦσι καὶ τὰς πύλας οἱ φυλάσσειν.
Lib
.

143

οὕτω μὲν ἑάλω Νάρκη, Καρχηδονίων δὲ ὁ δῆμος, ἄρτι τὰς συνθήκας πεποιημένοι καὶ Σκιπίωνος αὐτοῖς ἔτι παρόντος, οὔπω τῶν ἰδίων πρέσβεων ἀπὸ Ῥώμης ἀνεστροφότων, ἀγορὰν Σκιπίωνος ὑπ’ ἀνέμων κατενε‐
5χθεῖσαν ἐς Καρχηδόνα διήρπασαν καὶ τοὺς παραπέμ‐ ποντας αὐτὴν ἔδησαν, πολλὰ τῆς βουλῆς ἀπειλούσης καὶ παραινούσης μὴ λύειν συνθήκας ἄρτι γεγενημένας. οἳ δὲ καὶ ταῖς συνθήκαις ἐπεμέμφοντο ὡς ἀδίκως γενο‐ μέναις καὶ τὸν λιμὸν ἔφασαν ἐνοχλεῖν ὑπὲρ τὰς παρα‐208
Lib
.

144

βάσεις. Σκιπίων μὲν οὖν οὐκ ἠξίου πολέμου κατάρχειν μετὰ σπονδάς, ἀλλ’ ᾔτει δίκας ὡς φίλους ἁμαρτόντας· οἳ δὲ καὶ τοὺς πρέσβεις αὐτοῦ κρατεῖν ἐπενόουν, ἕως
Lib
.

145

ἀφίκοιντο αὑτοῖς οἱ ἀπὸ Ῥώμης. ἀλλὰ τούσδε μὲν Ἄν‐ νων τε ὁ Μέγας καὶ Ἀσρούβας ὁ Ἔριφος ἐξείλοντο τοῦ πλήθους καὶ προύπεμπον δύο τριήρεσιν· ἕτεροι δὲ Ἀσ‐ ρούβαν τὸν ναύαρχον ἔπεισαν, ὁρμοῦντα περὶ τὴν
5Ἀπόλλωνος ἄκραν, ὅταν ἀποστῶσιν αἱ προπομποὶ τριή‐
Lib
.

146

ρεις, ἐπιθέσθαι τοῖς τοῦ Σκιπίωνος. καὶ ὃ μὲν ἐπέθετο, καὶ τῶν πρέσβεών τινες ἐκ τοξευμάτων ἀπέθανον· οἱ δὲ λοιποὶ τιτρωσκόμενοί τε καὶ ἐρέσσοντες ἔφθασαν ἐς τὸν λιμένα τοῦ σφετέρου στρατοπέδου καὶ ἐξήλαντο
5τῆς νεὼς ἤδη λαμβανομένης. παρὰ τοσοῦτον ἦλθον αἰχμάλωτοι γενέσθαι.
Lib
.

147

ὧν οἱ ἐν ἄστει Ῥωμαῖοι πυθόμενοι τοὺς πρέσβεις τοὺς Καρχηδονίων, οἳ περὶ τῆς εἰρήνης ἔτι παρῆσαν, ἐκέλευον ἀποπλεῖν αὐτίκα ὡς πολεμίους. καὶ οἳ μὲν ἐξέπλεον καὶ ὑπὸ τοῦ χειμῶνος ἐς τὸ τοῦ Σκιπίωνος
Lib
.

148

στρατόπεδον κατήγοντο· Σκιπίων δὲ τῷ ναυάρχῳ, πυ‐ θομένῳ περὶ αὐτῶν, ὅ τι δέοι ποιεῖν, “οὐδὲν ὅμοιον”,
ἔφη, “ταῖς Καρχηδονίων ἀπιστίαις, ἀλλ’ ἀπόπεμπε ἀπα‐209
Lib
.

149

θεῖς.” μαθοῦσα δὲ ἡ γερουσία τὸν δῆμον ὠνείδιζε τῇ συγκρίσει καὶ συνεβούλευε καὶ νῦν δεηθῆναι Σκι‐ πίωνος τὰ μὲν συγκείμενα φυλάσσειν, δίκας δὲ τῶν
Lib
.

150

ἡμαρτημένων παρὰ Καρχηδονίων λαβεῖν. οἳ δὲ καὶ αὐτῇ τῇ γερουσίᾳ δυσχεραίνοντες ἐκ πολλοῦ διὰ τὴν κακοπραγίαν, ὡς οὐκ εὖ τὰ συμφέροντα προορωμένῃ, καὶ ὑπὸ ἀνδρῶν δημοκόπων ἐρεθιζόμενοί τε καὶ ἐς
5ἀλόγους ἐλπίδας ἐπαιρόμενοι τὸν Ἀννίβαν ἐκάλουν
Lib
.

151

μεθ’ ἧς ἔχει στρατιᾶς. ὃ δέ, ὁρῶν τὸ μέγεθος τοῦ πολέμου, Ἀσρούβαν αὐτοὺς ἐκέλευε σὺν τῇ παρούσῃ δυνάμει καλεῖν. Ἀσρούβας μὲν δὴ τῆς καταδίκης αὐτῷ λυθείσης παρεδίδου τὸν στρατὸν Ἀννίβᾳ καὶ
5οὐδ’ ὣς ἐπιφαίνεσθαι τοῖς Καρχηδονίοις ἐθάρρει, ἀλλ’
Lib
.

152

ἐκρύπτετο ἐν τῇ πόλει· Σκιπίων δὲ ναῦς τῇ Καρχη‐ δόνι ἐπιστήσας εἶργεν αὐτοὺς ἀγορᾶς ἀπὸ θαλάσσης, οὐκ εὐποροῦντας οὐδ’ ἀπὸ τῆς γῆς, ἀσπόρου διὰ τὸν
Lib
.

153

πόλεμον γενομένης. τῶν δ’ αὐτῶν ἡμερῶν Ἀννίβου καὶ Σκιπίωνος ἱππομαχία γίνεται περὶ Ζάμαν, ἐν ᾗ Σκιπίων ἐπλεονέκτει· καὶ ταῖς ἐπιούσαις ἀκροβολίσματα ἦν ἐς ἀλλήλους, ἕως αἰσθόμενος ὁ Σκιπίων Ἀννίβαν
5ἰσχυρῶς τε ἀπορούμενον καὶ περιμένοντα ἀγορὰν φε‐ ρομένην νυκτὸς ἔπεμψε Θέρμον χιλίαρχον ἐπὶ τοὺς
Lib
.

154

ἄγοντας αὐτήν. καὶ λόφον ὁ Θέρμος ἐν στενῇ διόδῳ καταλαβὼν ἔκτεινε τῶν Λιβύων ἐς τετρακισχιλίους καὶ ἐζώγρησεν ἑτέρους τοσούσδε καὶ τὴν ἀγορὰν ἧκε φέ‐
ρων τῷ Σκιπίωνι.210
Lib
.

155

ὁ δ’ Ἀννίβας, εἰς ἔσχατον ἀφιγμένος ἀπορίας καὶ τὸ παρὸν ἐπινοῶν, ὅπως δύναιτο διαθέσθαι, πρέσβεις ἐς Μασσανάσσην ἔπεμπεν, ὑπομιμνήσκων τε τῆς ἐν Καρχηδόνι διατριβῆς καὶ παιδεύσεως καὶ παρακαλῶν
5ἔτι οἱ συναγαγεῖν ἐς συνθήκας Σκιπίωνα· τὰ γὰρ πρό‐ τερα τοῦ δήμου καὶ τῶν ἀνοητοτέρων τοῦ δήμου ἁμαρ‐
Lib
.

156

τήματα γενέσθαι. ὃ δὲ τῷ ὄντι τεθραμμένος τε καὶ πεπαιδευμένος ἐν Καρχηδόνι καὶ τὸ ἀξίωμα τῆς πόλεως αἰδούμενός τε καὶ φίλος ὢν ἔτι πολλοῖς ἐκεῖθεν ἐδε‐ ήθη τοῦ Σκιπίωνος καὶ συνήγαγεν αὐτοὺς αὖθις ἐς
5τοιάσδε συνθήκας, ὥστε Καρχηδονίους τάς τε ναῦς καὶ τοὺς ἄνδρας, οὓς ἔλαβον Ῥωμαίοις ἀγορὰν φέ‐ ροντας, ἀποδοῦναι καὶ τὰ ἡρπασμένα ἅπαντα ἢ τῶν ἀπολωλότων τιμήν, ἣν ἂν ὁρίσῃ Σκιπίων, ποινήν τε
Lib
.

157

τοῦ ἀδικήματος χίλια τάλαντα εἰσενεγκεῖν. τάδε μὲν ἦν τὰ συγκείμενα· καὶ γενομένων ἀνοχῶν, μέχρις αὐτὰ μάθωσι Καρχηδόνιοι, ὁ μὲν Ἀννίβας ἐξ ἀέλπτου περι‐ εσώζετο, Καρχηδονίων δ’ ἡ μὲν βουλὴ τὰ συμβάντα
5ὑπερησπάζετο καὶ παρεκάλει τὸν δῆμον ἐμμεῖναι τοῖς ἐγνωσμένοις, τήν τε κακοπραγίαν σφῶν τὴν ἐς ἅπαντα διηγουμένη καὶ τὴν παροῦσαν ἀπορίαν στρατοῦ τε καὶ
Lib
.

158

χρημάτων καὶ ἀγορᾶς· οἳ δέ, οἷον ὄχλος, ἀφρόνως ἡγοῦντο τοὺς στρατηγοὺς σφῶν δι’ ἑαυτοὺς ταῦτα Ῥωμαίοις συντίθεσθαι, ἵνα δι’ ἐκείνων δυναστεύσωσι τῆς πατρίδος· ὃ καὶ Ἀννίβαν νῦν καὶ Ἀσρούβαν οὐ
5πρὸ πολλοῦ ποιῆσαί τε καὶ τὸ στρατόπεδον νυκτὸς ἐγχειρίσαντα τοῖς πολεμίοις μετ’ ὀλίγον καὶ ἑαυτὸν
ἐθελῆσαι τῷ Σκιπίωνι ἐνδοῦναι, ἐπὶ τῷδε προσπελά‐211
Lib
.

159

σαντα, κρύπτεσθαί τε νῦν ἐν τῇ πόλει. βοῆς δ’ ἐπὶ τούτῳ καὶ θορύβου γενομένου τὴν ἐκκλησίαν τινὲς καταλιπόντες ἐζήτουν Ἀσρούβαν περιιόντες. ὃ δ’ ἔφθασε μὲν ἐς τὸν τοῦ πατρὸς τάφον καταφυγὼν καὶ
5φαρμάκῳ διαχρησάμενος αὑτόν· οἳ δὲ κἀκεῖθεν αὐτοῦ τὸν νέκυν ἐξελόντες καὶ τὴν κεφαλὴν [αὐτοῦ] ἀπο‐ τεμόντες περιέφερον ἐπὶ δόρατος ἀνὰ τὴν πόλιν.
Lib
.

160

Ἀσρούβας μὲν δὴ καὶ τὸ πρῶτον ἀδίκως ἐξεπεπτώ‐ κει καὶ τὸ δεύτερον ψευδῶς διεβέβλητο ὑπὸ ἄννωνος καὶ τότε πρὸς Καρχηδονίων οὕτως ἀνῄρητο καὶ οὕτως
Lib
.

161

ἀποθανὼν ὑβρίζετο· Καρχηδόνιοι δὲ ἐπέστελλον Ἀν‐ νίβᾳ λῦσαι τὰς ἀνοχὰς καὶ πολεμεῖν Σκιπίωνι, κρῖναι δ’ ὅτι τάχιστα τὸν πόλεμον μάχῃ διὰ τὴν ἀπορίαν. ὃ μὲν δὴ πέμψας ἔλυσε τὰς ἀνοχάς, καὶ Σκιπίων Πάρ‐
5θον τε, μεγάλην πόλιν, αὐτίκα προσπεσὼν εἷλε καὶ
Lib
.

162

πλησίον Ἀννίβου μετεστρατοπέδευεν. ὃ δὲ ἀνεζεύγνυεν, τρεῖς τοῖς Ῥωμαίοις κατασκόπους ἐπιπέμψας, οὓς ὁ Σκιπίων ἔλαβέν τε καὶ οὐκ ἔκτεινεν, ὥσπερ ἔθος τοὺς κατασκόπους κτείνειν, ἀλλ’ ἐς τὸ στρατόπεδον καὶ τὰς
5ὁπλοθήκας καὶ τὰ μηχανήματα περιαχθῆναι κελεύσας καὶ τὴν στρατιὰν γυμναζομένην ἰδεῖν ἀπέλυσε φρά‐
Lib
.

163

ζειν Ἀννίβᾳ περὶ ἑκάστων. ὃ δὲ ἠξίωσεν ἔτι συν‐ ελθεῖν ἐς λόγους Σκιπίωνι καὶ συνελθὼν ἔλεγε Καρχηδονίους ἀγανακτῆσαι τῇ πρότερον εἰρήνῃ διὰ τὰ χρήματα καί, εἰ τοῦτο ἐκλυθείη, Σικελίας δὲ μόνον
5ἀξιοῖεν οἱ Ῥωμαῖοι καὶ Ἰβηρίας καὶ νήσων, ὅσων ἄρ‐
Lib
.

164

χουσι, κρατεῖν, ἔσεσθαι τὰς συνθήκας βεβαίους. ὃ δὲ “πολύ”, ἔφη, “κέρδος Ἀννίβᾳ τῆς φυγῆς ἔσται τῆς ἐξ
Ἰταλίας, εἰ ταῦτα προσλάβοι παρὰ Σκιπίωνος.” καὶ ἀπηγόρευε πέμπειν ἔτι πρὸς αὑτόν. διαπειλησάμενοί τε212
5ἀλλήλοις ἀνεζεύγνυον ἑκάτερος ἐς τὸ αὑτοῦ στρατόπεδον.
Lib
.

165

πόλις δ’ ἐγγὺς ἦν Κίλλα καὶ παρ’ αὐτὴν λόφος εὐφυὴς ἐς στρατοπεδείαν, ὃν ἐπινοῶν ὁ Ἀννίβας προ‐ λαβεῖν ἔπεμπέ τινας διαγράφειν τὸ στρατόπεδον, καὶ
Lib
.

166

εὐθὺς ἀναστήσας ἐβάδιζεν ὡς ἔχων τὸν λόφον. Σκι‐ πίωνος δ’ αὐτὸν φθάσαντός τε καὶ προλαβόντος, ἀπο‐ ληφθεὶς ἐν πεδίῳ μέσῳ καὶ ἀνύδρῳ διετέλει τὴν νύκτα πᾶσαν ὀρύσσων φρέατα, καὶ ὁ στρατὸς αὐτῷ διαμώ‐
5μενος τὴν ψάμμον ὀλίγον καὶ θολερὸν ἔπινον ἐπι‐ μόχθως ἀθεράπευτοί τε καὶ ἄσιτοι, καὶ ἐν τοῖς ὅπλοις
Lib
.

167

ἔνιοι, διενυκτέρευσαν. ὧν ὁ Σκιπίων αἰσθανόμενος προσέβαλεν ἅμα ἕῳ κεκμηκόσιν ἐξ ὁδοῦ καὶ ἀγρυπνίας καὶ ἀνυδρίας. Ἀννίβας δ’ ἤχθετο μέν, οὐχ, ὅτε βού‐ λοιτο, συνιὼν ἐς μάχην, ἑώρα δέ, εἴτε μένοι κατὰ
5χώραν, κακοπαθήσων ὑπὸ τῆς ἀνυδρίας, εἴτε φεύγοι, τὰ φρονήματα τῶν ἐχθρῶν ἀναστήσων καὶ πολλὰ πεισόμενος ὑπ’ αὐτῶν ἐπικειμένων. ὅθεν ἀναγκαῖον
Lib
.

168

ἦν αὐτῷ μάχεσθαι. καὶ παρέτασσεν αὐτίκα ἄνδρας μὲν ἐς πεντακισμυρίους, ἐλέφαντας δὲ ὀγδοήκοντα. ἵστη δὲ πρώτους μὲν τοὺς ἐλέφαντας, ἐκ διαστημάτων,
Lib
.

169

ἐφ’ ὅλου τοῦ μετώπου, φοβερώτατα σκευάσας. καὶ ὑπ’ αὐτοῖς ἦν τὸ τρίτον τῆς στρατιᾶς, Κελτοὶ καὶ Λίγυες· τοξόται τε αὐτοῖς ἀναμεμίχατο πάντῃ καὶ σφενδονῆται
Lib
.

170

Μαυρούσιοί τε καὶ Γυμνήσιοι. τούτων δ’ ὄπισθεν ἡ δευτέρα τάξις ἦν, Καρχηδόνιοί τε καὶ Λίβυες. τρίτοι δ’, ὅσοι ἐξ Ἰταλίας εἵποντο αὐτῷ· οἷς δὴ καὶ μάλιστα ὡς πλέον δεδιόσιν ἐθάρρει. ἡ δ’ ἵππος περὶ τὰ κέ‐213
Lib
.

171

ρατα ἦν. οὕτω μὲν Ἀννίβας ἐξέτασσε, Σκιπίωνι δ’ ἦσαν 〈πεζοὶ μὲν〉 ἀμφὶ τοὺς δισμυρίους καὶ τρισχιλίους, ἱππεῖς δ’ Ἰταλῶν καὶ Ῥωμαίων χίλιοι καὶ πεντακόσιοι. συνεμάχει δὲ Μασσανάσσης ἱππεῦσι Νομάσι πολλοῖς καὶ
Lib
.

172

Δακάμας ἕτερος δυνάστης ἱππεῦσιν ἑξακοσίοις. τὸ μὲν οὖν πεζὸν ἐς τρεῖς καὶ ὅδε τάξεις ἐπέταττεν ὁμοίως Ἀννίβᾳ, λόχους δ’ ὀρθίους ἐποιεῖτο πάντας, ἵνα δι’
Lib
.

173

αὐτῶν οἱ ἱππεῖς εὐχερῶς διαθέοιεν. ἐφίστη δ’ ἑκάστῳ λόχῳ προμάχους κατὰ μέτωπον, οἳ ξύλα παχέα διπήχεα μάλιστα, πυκνὰ καὶ τὰ πολλὰ αὐτῶν σεσιδηρωμένα, ἔμελλον ὡς καταπέλτας ἐκ χειρὸς ἐς τοὺς ἐλέφαντας
Lib
.

174

ἐπιόντας ἀφήσειν. παρήγγελτο δ’ αὐτοῖς τε καὶ τοῖς ἄλλοις πεζοῖς ἐκκλίνειν τὴν ὁρμὴν τῶν θηρίων καὶ περιθέοντας ἀκοντίζειν ἐς αὐτὰ συνεχῶς καὶ προσ‐
Lib
.

175

πελάζοντας, ὅτε δύναιντο, ὑποτέμνειν τὰ νεῦρα. οὕτω μὲν οἱ πεζοὶ διετετάχατο τῷ Σκιπίωνι· τοὺς δ’ ἱππέας τοὺς μὲν Νομαδικοὺς ἐπέστησε τοῖς κέρασιν, εἰθι‐ σμένους τὴν τῶν ἐλεφάντων ὄψιν καὶ ὀδμὴν φέρειν,
5τοὺς δὲ Ἰταλικοὺς διὰ τὸ ἄηθες ὀπίσω πάντων, ἑτοί‐ μους ἐπελθεῖν διὰ τῶν διαστημάτων, ὅτε τὴν πρώτην
Lib
.

176

τῶν ἐλεφάντων ὁρμὴν ὑπομείνειαν οἱ πεζοί. παρ’ ἕκαστον δὲ τῶν ἱππέων τῶνδε ὑπηρέτης ἦν πολλὰ ἀκόντια φέρων, οἷς ἐπενόει τὰ θηρία ἀμύνεσθαι. οὕτω μὲν αὐτῷ καὶ ἡ ἵππος εἶχεν, παρεδίδους δὲ τὸ μὲν
Lib
.

177

δεξιὸν Λαιλίῳ, τὸ δὲ λαιὸν Ὀκταουίῳ. ἐν δὲ τοῖς μέ‐ σοις ἤστην αὐτός τε καὶ Ἀννίβας, κατὰ δόξαν ἀλλή‐ λων, ἔχοντες ἀμφ’ αὑτοὺς ἱππέας ἐπικουρεῖν, ὅπῃ τι πονούμενον ἴδοιεν, ὁ μὲν Ἀννίβας τετρακισχιλίους, ὁ214
5δὲ Σκιπίων δισχιλίους· καὶ τοὺς τριακοσίους Ἰταλούς, οὓς αὐτὸς ὥπλισεν ἐν Σικελίᾳ.
Lib
.

178

ἐπεὶ δὲ ἕτοιμα ἦν αὐτοῖς, ἐπέτρεχε τοὺς ἰδίους ἐπισπέρχων ἑκάτερος, ὁ μὲν Σκιπίων τοὺς θεοὺς κατα‐ καλῶν ἐν ὄψει τῶν στρατευομένων, ἐς οὓς οἱ Καρχη‐ δόνιοι παρεσπονδήκεσαν, ὁσάκις ἔλυον τὰ συγκείμενα,
5καὶ τὴν στρατιὰν ἀξιῶν μὴ ἐς τὸ πλῆθος τῶν πολε‐ μίων ἀφορᾶν, ἀλλ’ ἐς τὴν ἀρετὴν αὑτῶν, ᾗ καὶ πρότε‐ ρον τῶνδε τῶν ἐχθρῶν πλειόνων ὄντων ἐπεκράτησαν ἐν τῇδε τῇ γῇ· εἰ δ’ ἔστι καὶ τοῖς νικήσασιν ἐπὶ τῷ μέλλοντι φόβος ἢ δέος ἢ ἀμφιβολία, πόσῳ ταῦτα τοῖς
Lib
.

179

νενικημένοις πλεονάζειν ἀνάγκη. οὕτω μὲν ὁ Σκιπίων ἠρέθιζέ τε καὶ παρηγόρει τῆς ὀλιγότητος· ὁ δ’ Ἀννί‐ βας τῶν τε ἐν Ἰταλίᾳ γεγονότων ἔργων ὑπεμίμνησκεν αὐτούς, ὡς λαμπρὰ καὶ μεγάλα πράξειαν, οὐκ ἐπὶ
5Νομάσιν, ἀλλ’ ἐπὶ πᾶσιν Ἰταλοῖς κατὰ τὴν Ἰταλίαν, καὶ τὴν ὀλιγότητα τῶν ἐχθρῶν αὐτόθεν ἑστὼς ἐπεδεί‐ κνυεν καὶ παρεκάλει μὴ χείρους ὀλιγωτέρων ἐν οἰκείᾳ
Lib
.

180

γῇ πλέονας ὄντας ὀφθῆναι. τὸν δὲ κίνδυνον τοῦ παρόντος ἀγῶνος καὶ τὸ μέγεθος ἑκάτερος τοῖς ἰδίοις ὑπερεπῇρεν, Ἀννίβας μέν, ὅτι Καρχηδόνα καὶ Λιβύην ἅπασαν ὁ ἀγὼν ὅδε κρινεῖ, ἢ δούλην εὐθὺς ἡσσω‐
5μένων εἶναι ἢ εἰς τὸ ἔπειτα ἄρχειν ἁπάντων, ὧν ἐπε‐ κράτουν, Σκιπίων δ’, ὅτι νικωμένοις μὲν οὐδ’ ἀνα‐ χώρησίς ἐστιν ἀσφαλής, ἐπικρατοῦσι δὲ ἀρχὴ μεγάλη προσγίγνεται καὶ ἀνάπαυλα πόνων τῶν παρόντων καὶ
ἐς τὰ οἰκεῖα ἀπόπλους καὶ ἐς τὸ μέλλον εὔκλεια.215
Lib
.

181

οὕτω παροξύνας τοὺς ἰδίους ἑκάτερος ἐς τὸν ἀγῶνα συνῄεσαν, Ἀννίβας μὲν σαλπίγγων κατάρξας, Σκιπίων
Lib
.

182

δ’ ἀντηχεῖν κελεύσας. συνιόντων δ’ αὐτῶν οἱ μὲν ἐλέφαντες κατῆρχον τῆς μάχης, ἐς τὸ φοβερώτατον ἐσκευασμένοι καὶ τοῖς κέντροις ἐξοτρυνόμενοι πρὸς τῶν ἐπικαθημένων· περιθέοντες δ’ αὐτοὺς οἱ Νομά‐
5δες ἱππεῖς ἐσηκόντιζον ἀθρόως, μέχρι τρωθέντας τε καὶ φεύγοντας καὶ δυσπειθῶς ἔτι ἔχοντας ἀπήγαγον
Lib
.

183

ἐκ τῆς μάχης οἱ ἐπιβάται. καὶ τάδε μὲν ἦν περὶ τοὺς ἀμφὶ τὰ κέρατα ἐλέφαντας· οἱ δ’ ἐν μέσῃ τῇ φάλαγγι τοὺς Ῥωμαίων πεζοὺς κατεπάτουν, ἀπείρους τε μάχης τοιᾶσδε ὄντας καὶ βαρεῖς ὑπὸ τῆς ὁπλίσεως καὶ παρ’
5αὐτὸ φεύγειν εὐκόλως ἢ διώκειν οὐ δυναμένους, ἕως ὁ Σκιπίων τοὺς ἱππέας τοὺς Ἰταλικούς, ὀπίσω τεταγ‐ μένους καὶ κουφότερον ἐσκευασμένους, ἐπαγαγὼν ἀπο‐ βῆναι τῶν ἵππων ταρασσομένων ἐκέλευσεν καὶ τοὺς
Lib
.

184

ἐλέφαντας περιθέοντας ἐσακοντίζειν. πρῶτός τε αὐτὸς ἀποβὰς ἔτρωσε τὸν προπηδῶντα τῶν ἐλεφάντων. θαρ‐ ρησάντων δὲ τῶν ἄλλων καὶ τιτρωσκόντων ἤδη παντα‐ χόθεν αὐτούς, καὶ οἵδε ὑπεχώρουν καί, γενομένης τῆς
5μάχης καθαρᾶς θηρίων, ὁ ἀγὼν ἐγίγνετο μόνων ἀν‐
Lib
.

185

δρῶν τε καὶ ἵππων. τὸ μὲν οὖν δεξιὸν τὸ Ῥωμαίων, οὗ Λαίλιος ἐπεστάτει, τρέπεται τοὺς ἐναντίους Νομά‐ δας, Μασσανάσσου βαλόντος αὐτῶν τὸν δυνάστην Μασσάθην· ὀξέως δ’ αὐτοὺς ὁ Ἀννίβας ἐπιδραμὼν
Lib
.

186

συνέτασσε τὴν μάχην. τὸ δὲ λαιόν, ἔνθα Ῥωμαίων μὲν Ὀκτάουιος ἐπεστάτει, τῶν δὲ πολεμίων Κελτοὶ καὶ Λίγυες ἦσαν, ἐπόνει μάλα καρτερῶς ἑκατέροις. καὶ
Σκιπίων μὲν ἔπεμπε Θέρμον τὸν χιλίαρχον ἐπικουρεῖν216
5μετ’ ἐπιλέκτων· Ἀννίβας δ’, ἐπεὶ τὸ λαιὸν συνέστησεν, ἐς τοὺς Λίγυας καὶ Κελτοὺς μεθίππευεν, ἐπάγων ἅμα
Lib
.

187

τὴν δευτέραν τάξιν Καρχηδονίων τε καὶ Λιβύων. κατ‐ ιδὼν δ’ αὐτὸν ὁ Σκιπίων ἀντιπαρῆγε μεθ’ ἑτέρου στί‐ φους. δύο δὲ στρατηγῶν ἀρίστων ἐς ἀγῶνα συνιόν‐ των ἔρις ἦν τῶν ὑφ’ ἑκατέρῳ λαμπρὰ καὶ δέος, καὶ
5προθυμίας οὐδετέροις τι ἐνέλιπεν, σφοδροῦ καὶ ὀξέος
Lib
.

188

ὄντος πόνου τε καὶ παρακελεύσεως. μακρᾶς δὲ καὶ ἀκρίτου τῆς μάχης οὔσης οἱ στρατηγοί, τοὺς κάμνον‐ τας ἐλεοῦντες, ὥρμων ἐπ’ ἀλλήλους ὡς ἐν σφίσι τῆς
Lib
.

189

κρίσεως ταχυτέρας ἐσομένης. καὶ ἠκόντισαν ὁμοῦ, Σκιπίων μὲν Ἀννίβου τὴν ἀσπίδα, ὁ δ’ Ἀννίβας ἔτυχε τοῦ ἵππου. καὶ ὁ ἵππος ὑπὸ τῆς πληγῆς ἐξέφερεν ὀπίσω τὸν Σκιπίωνα, μέχρι περιβὰς ἕτερον ἵππον
5αὖθις ἐς τὸν Ἀννίβαν ἠκόντισεν. ἀλλ’ ἀπέτυχεν αὐτοῦ
Lib
.

190

καὶ τότε, τὸν δὲ ἱππέα τὸν ἐγγὺς ἔβαλεν. ἧκε δ’ ἐν τούτῳ καὶ Μασσανάσσης πυθόμενος. καὶ οἱ Ῥωμαῖοι τὸν στρατηγὸν ὁρῶντες στρατιωτικῶς σφῶν ὑπερμαχό‐ μενον, καρτερώτερον 〈ἔτι〉 τοῖς πολεμίοις ἐνέπεσον καὶ
5ἐτρέψαντο καὶ φεύγοντας ἐδίωκον· οὐδὲ προσιππεύοντος αὐτοῖς τοῦ Ἀννίβου καὶ δεομένου στῆναι καὶ τῆς μάχης
Lib
.

191

αὖθις ἐς πεῖραν ἐλθεῖν ἔτι ἐπείθοντο. ἀπογνοὺς οὖν αὐτῶν ὁ Ἀννίβας τοὺς ἐξ Ἰταλίας οἱ συνελθόντας, ἐφεδρεύοντας ἔτι καὶ ἀτρεμοῦντας, ἦγεν ἐπὶ τὴν μάχην,
ἐλπίσας Ῥωμαίοις ἅτε διώκουσιν ἀσυντακτοτέροις ἐπι‐217
Lib
.

192

πεσεῖσθαι. οἳ δὲ τὸ ἐνθύμημα αὐτοῦ θεασάμενοι μετὰ σπουδῆς ἀλλήλους ἐκ τῆς διώξεως ἀνεκάλουν καὶ συνε‐ τάσσοντο αὖθις ἐς μάχην. οὔτε δὲ ἵππων σφίσι παρ‐ όντων οὔτε ἀκοντίων ἔτι ὄντων ξίφεσιν ἐς ἀλλήλους
Lib
.

193

ἐχρῶντο καὶ συνεπλέκοντο. φόνος τε ἦν πολὺς ἐνθάδε μάλιστα καὶ τραύματα μέγιστα καὶ πιπτόντων στόνος καὶ ἀναιρούντων μεγαλαυχία, μέχρι ποτὲ καὶ τούσδε ἐτρέψαντο [οἱ Ἰταλοὶ] καὶ φεύγουσιν εἵποντο, κρίσις τε
5ἦν λαμπρὰ τοῦ πολέμου.
Lib
.

194

καὶ ὁ Ἀννίβας, ἐν τῇ φυγῇ θεασάμενος ἱππέων Νομάδων πλῆθος συνεστώς, προσδραμὼν ἠξίου μὴ προλιπεῖν αὑτὸν καὶ πείσας ἐπῆγε τοῖς διώκουσιν,
Lib
.

195

ἐλπίσας ἐργάσεσθαί τινα παλινδίωξιν. πρώτοις δὲ Μασ‐ συλίοις ἐντυχὼν ἐμάχετο, καὶ μόνος ἦν ἔτι οὗτος ὁ ἀγὼν Μασσανάσσου καὶ Ἀννίβου συνεστώτων. φερο‐ μένων δὲ καὶ τῶνδε ἐπ’ ἀλλήλους ὑπὸ προθυμίας ἐς
5μὲν τὴν ἀσπίδα ὁ Μασσανάσσης ἠκόντισε βαλών, ὁ
Lib
.

196

δὲ Ἀννίβας καὶ τότε ἔτυχε τοῦ ἵππου. καὶ ὁ Μασσα‐ νάσσης ἐκπεσὼν πεζὸς ἐπὶ τὸν Ἀννίβαν ὥρμα τόν τε ἐπελαύνοντά οἱ πρὸ τῶν ἄλλων ἱππέα βαλὼν ἀπέκτει‐
Lib
.

197

νεν. καὶ τῶν λοιπῶν τὰ ἀκόντια ἐς τὸν ἐλεφαντιστὴν ἐκδεχόμενος ἓν τῶν ἐμπεπηγότων ἐξεῖλκε καὶ ἀκον‐ τίσας ἐς τὸν Ἀννίβαν αὖθις οὐδ’ ὣς ἐπετύγχανεν, ἀλλὰ τὸν ἐγγὺς ἱππέα καὶ ὧδε ἀπέκτεινεν. ἕτερον δ’
5ἐξέλκων ἐς τὸν βραχίονα ἐτρώθη καὶ ὑπεχώρησεν ἐκ
Lib
.

198

τῆς μάχης ἐπ’ ὀλίγον. Σκιπίων δὲ πυθόμενος ἔδεισε περὶ τῷ Μασσανάσσῃ καὶ ἐς τὸ ἔργον ἠπείγετο· καὶ εὗρε τὸν Μασσανάσσην ἐς τὴν μάχην αὖθις ἐπὶ ἵππου218
Lib
.

199

φερόμενον ἑτέρου, τὸ τραῦμα ἐπιδήσαντα. ὅ τε ἀγὼν ἦν ἴσος αὖθις αὐτοῖς καὶ πάνυ καρτερός, αἰδουμένων τοὺς στρατηγοὺς ἑκατέρων, ἕως ὁ Ἀννίβας ἐπί τινος λόφου θεασάμενος Ἴβηρας καὶ Κελτοὺς συνεστῶτας
Lib
.

200

ἐξίππευσεν ὡς κἀκείνους ἐπάξων. τότε γὰρ οἱ μαχό‐ μενοι, τῆς μὲν αἰτίας οὐ συνιέντες, τὴν δ’ ἀποχώρησιν αὐτοῦ φυγὴν ὑπολαβόντες εἶναι, τὸν ἀγῶνα μεθῆκαν ἑκόντες καὶ ἔφυγον ἀκόσμως, οὐχ ᾗπερ ἑώρων Ἀννί‐
Lib
.

201

βαν, ἀλλ’ ὅπῃ τύχοιεν ἕκαστοι. καὶ οἳ μὲν οὕτω δι‐ ελύθησαν, Ῥωμαῖοι δ’ αὐτούς, ὡς τετελεσμένης τῆς μάχης, ἐδίωκον ἀτάκτως, οὐδ’ αὐτοὶ τῆς Ἀννίβου προ‐ αιρέσεως συνιέντες. ὃ δ’ ἐπανῄει πεφραγμένος Ἴβηρσι
Lib
.

202

καὶ Κελτοῖς ἀπὸ τοῦ λόφου. καὶ ὁ Σκιπίων αὖθις ἐκ τῆς διώξεως τοὺς Ῥωμαίους ἀνεκάλει μετὰ σπουδῆς, καὶ παρέτασσε πολὺ πλείονας τῶν ἀπὸ τοῦ λόφου κατα‐ βεβηκότων· ὅθεν αὐτῶν οὐ δυσχερῶς περιεγίνετο.
Lib
.

203

Ἀννίβας δέ, καὶ τῆσδε τῆς πείρας τελευταίας γενομένης ἀποτυχών, ἔφευγεν ἤδη σαφῶς ἀπογνοὺς ἅπαντα. καὶ αὐτὸν ἐδίωκον ἱππεῖς ἄλλοι τε πολλοὶ καὶ Μασσανάσ‐ σης, περιώδυνος ὢν ἐκ τοῦ τραύματος αἰεί τε πλησιά‐
5ζων καὶ μέγα ποιούμενος αἰχμάλωτον Ἀννίβαν ἀγα‐
Lib
.

204

γεῖν Σκιπίωνι. τὸν δὲ νὺξ ἐρύσατο, καὶ σκοταῖος μετ’ εἴκοσιν ἱππέων, τῶν δυνηθέντων σὺν αὐτῷ συνανύσαι τὸν δρόμον, ἐς πόλιν κατέφυγεν, ᾗ ὄνομα Θῶν, ἔνθα Βρεττίων ἔγνω καὶ Ἰβήρων ἱππέας πολλοὺς ἀπὸ τῆς
Lib
.

205

ἥττης συμπεφευγότας. δείσας οὖν περὶ μὲν τῶν Ἰβή‐ ρων ὡς βαρβάρων ταχυέργων, περὶ δὲ Βρεττίων ὡς
Ἰταλῶν ὁμοεθνῶν Σκιπίωνι, μὴ ἐς συγγνώμην ὧν ἐξήμαρτον ἐς τὴν Ἰταλίαν, προσαγάγωσιν αὑτὸν τῷ219
5Σκιπίωνι, λαθὼν ἐξέφυγε μεθ’ ἑνὸς ἱππέως, ᾧ μάλιστ’
Lib
.

206

ἐπίστευε. σταδίους δ’ ἀνύσας ἐς τρισχιλίους δύο νυξί τε καὶ ἡμέραις, ἧκεν ἐς πόλιν ἐπὶ θαλάσσης Ἀδρυ‐ μητόν, ἔνθα τι μέρος ἦν αὐτῷ στρατιᾶς σιτοφυλακοῦν. περιπέμπων δ’ ἐς τὰ πλησίον καὶ τοὺς ἐκ τῆς μάχης
5διαφυγόντας ἀναλαμβάνων ὅπλα καὶ μηχανήματα εἰρ‐ γάζετο.
Lib
.

207

Σκιπίων δὲ νίκην ἀρίστην νενικηκὼς τὰ μὲν ἄχρη‐ στα τῆς λείας ἐνεπίμπρη διαζωσάμενος αὐτός, ὥσπερ εἰώθασι Ῥωμαίων οἱ στρατηγοί, χρυσίου δ’ ἐς Ῥώμην τάλαντα δέκα καὶ ἀργυρίου δισχίλια καὶ πεντακόσια
5καὶ ἐλέφαντα εἰργασμένον καὶ τοὺς ἐπιφανεῖς τῶν αἰχμαλώτων ἔπεμπε καὶ Λαίλιον ἐξαγγελοῦντα περὶ
Lib
.

208

τῆς νίκης, ἐπὶ νεῶν ..., τὰ δὲ λοιπὰ ἀποδόμενος τὴν τιμὴν ἐπιδιεῖλε τῷ στρατῷ καὶ δῶρα τοῖς ἀριστεύ‐ σασιν ἐδίδου καὶ Μασσανάσσην ἐστεφάνου καὶ τότε. καὶ τὰς πόλεις ἐπιὼν ἐχειροῦτο.
Lib
.

209

τὸ μὲν δὴ τέλος τῆς Ἀννίβου τε καὶ Σκιπίωνος ἐν Λιβύῃ μάχης, τότε πρῶτον ἀλλήλοις ἐς χεῖρας ἐλθόν‐ των, τοῦτ’ ἦν, ἀπέθανον δὲ Ῥωμαίων μὲν δισχίλιοι καὶ πεντακόσιοι, Μασσανάσσου δ’ ἔτι πλείονες καὶ
Lib
.

210

τῶν πολεμίων δισμύριοι καὶ πεντακισχίλιοι. αἰχμάλω‐ τοι δ’ ἐλήφθησαν ὀκτακισχίλιοι καὶ πεντακόσιοι. καὶ Ἴβηρες ηὐτομόλησαν πρὸς Σκιπίωνα τριακόσιοι καὶ
Νομάδες πρὸς Μασσανάσσην ὀκτακόσιοι.220
Lib
.

211

οὔπω δὲ οὔτε Καρχηδόνιοι τῶνδε οὔτε Ῥωμαῖοι πυθόμενοι, οἳ μὲν ἐπέστελλον Μάγωνι, ξενολογοῦντι ἔτι Κελτούς, ἐσβαλεῖν εἰς τὴν Ἰταλίαν, εἰ δύναιτο, ἢ ἐς Λιβύην μετὰ τῶν μισθοφόρων καταπλεῦσαι, οἳ δέ,
5τῶνδε τῶν γραμμάτων ἁλόντων καὶ ἐς Ῥώμην κομι‐ σθέντων, στρατιὰν ἄλλην καὶ ἵππους καὶ ναῦς καὶ χρή‐
Lib
.

212

ματα ἔπεμπον τῷ Σκιπίωνι. ὃ δὲ ἤδη τῇ Καρχηδόνι κατὰ μὲν τὴν γῆν 〈ἐπ〉έπεμπεν Ὀκτάουιον, ταῖς δὲ ναυσὶν
Lib
.

213

αὐτὸς ἐπέπλει. καὶ οἱ Καρχηδόνιοι τὴν ἧσσαν Ἀννίβου πυθόμενοι πρέσβεις ἐπὶ κελητίου προσέπεμπον τῷ Σκι‐ πίωνι, ὧν ἡγοῦντο Ἄννων τε ὁ Μέγας λεγόμενος καὶ Ἀσρούβας ὁ Ἔριφος· οἳ τὸ κηρύκειον ὑψηλὸν ἔστησαν
5ἐπὶ τῆς πρῴρας καὶ τὰς χεῖρας ὤρεγον ἐς τὸν Σκι‐
Lib
.

214

πίωνα ἱκετῶν τρόπον. ὃ δὲ αὐτοὺς ἐκέλευσεν ἥκειν ἐς τὸ στρατόπεδον καὶ ἐλθοῦσιν ἐφ’ ὑψηλοῦ προκαθή‐ μενος ἐχρημάτιζεν. οἳ δὲ μετ’ οἰμωγῆς ἑαυτοὺς ἐρρί‐ πτουν ἐς τὸ ἔδαφος, καὶ τῶν ὑπηρετῶν ἀνιστάντων καὶ
5λέγειν κελευόντων, ὅ τι θέλοιεν, Ἀσρούβας ὁ Ἔριφος
Lib
.

215

εἶπεν· “ἐμοὶ μὲν ἔστιν, ὦ Ῥωμαῖοι, καὶ Ἄννωνι τῷδε καὶ ὅσοι Καρχηδονίων ἔμφρονες, καθαρεύειν ἁμαρτη‐ μάτων, ὧν ἡμῖν ἐπικαλεῖτε· τοὺς γὰρ πρέσβεις ὑμῶν, ἐς οὓς ἐξήμαρτεν ἡ πατρὶς ἄκουσα ὑπὸ λιμοῦ, περι‐
Lib
.

216

εσώζομεν καὶ πρὸς ὑμᾶς ἐπέμπομεν. χρὴ δ’ ὑμᾶς μηδὲ Καρχηδονίων καταγινώσκειν ἁπάντων, οἵ γε τὴν εἰρήνην καὶ πρότερον ᾔτησαν καὶ λαβόντες προθύμως
Lib
.

217

ὤμνυον. εἰσὶ δ’ αἱ πόλεις ἐπὶ τὸ χεῖρον εὐεπίστρεπτοι,
καὶ τὸ πρὸς χάριν αἰεὶ παρὰ τοῖς πλήθεσιν ἐπικρατεῖ. ἃ καὶ ἡμεῖς ἐπάθομεν, οὔτε πεῖσαι δυνηθέντες τὸ πλῆ‐ θος οὔτ’ ἐπισχεῖν διὰ τοὺς ἐκεῖ μὲν διαβάλλοντας221
Lib
.

218

ἡμᾶς, παρὰ δ’ ὑμῖν τὴν παρρησίαν ἀφῃρημένους. μὴ δὴ ἀπὸ τῆς ὑμετέρας εὐπειθείας ἢ εὐβουλίας, ὦ Ῥω‐ μαῖοι, τὰ παρ’ ἡμῖν κρίνετε, ἀλλ’ εἴ τῳ καὶ τὸ πει‐ σθῆναι τοῖς ἐπιτρίβουσιν ἀδίκημα εἶναι δοκεῖ, τὸν λιμὸν
5ὑπίδεσθε καὶ τὴν ἀνάγκην, ἣ γέγονεν ἡμῖν ὑπὸ τοῦ
Lib
.

219

πάθους. οὐ γὰρ δὴ τῶν αὐτῶν ἔργον ἑκούσιον ἦν ἄρτι μὲν περὶ εἰρήνης παρακαλεῖν καὶ χρήματα τοσαῦτα διδόναι καὶ τῶν νεῶν τῶν μακρῶν πλὴν ὀλίγων ἀφ‐ ίστασθαι καὶ τὸ πολὺ τῆς ἀρχῆς ὑμῖν παριέναι καὶ
5περὶ τῶνδε ὀμνύναι τε καὶ ὁρκοῦν πέμψαντας ἐς Ῥώ‐ μην, ἔτι δ’ ὄντων τῶν ἡμετέρων πρέσβεων παρ’ ὑμῖν
Lib
.

220

ἑκόντας ἁμαρτεῖν. ἀλλὰ μάλιστα μὲν θεῶν τις ἔβλαψε καὶ ὁ χειμὼν ὁ τὴν ἀγορὰν ὑμῶν ἐς Καρχηδόνα κατ‐ αγαγών· ἐπὶ δὲ τῷ χειμῶνι ὁ λιμὸς ἡμᾶς ἀφείλετο μὴ καλῶς ὑπὲρ τῶν ἀλλοτρίων φρονῆσαι, πάντων ἐνδεεῖς
5ὄντας. οὐδὲ λογισμὸν αἰτεῖν ἄξιον παρὰ πλήθους
Lib
.

221

ἀσυντάκτου καὶ ἀτυχοῦντος. εἰ δὲ καὶ ὣς ἀδικεῖν ὑμῖν δοκοῦμεν, οὐκ ἀτυχεῖν, ὁμολογοῦμεν καὶ δι’ αὐτὸ καὶ παρακαλοῦμεν. ἔστι δὲ τῶν μὲν οὐδὲν ἁμαρτόντων
Lib
.

222

δικαιολογία, τῶν δ’ ἁμαρτόντων παράκλησις. ἐφ’ ᾗ ταχύτερός ἐστιν ὁ τῶν εὐτυχούντων ἔλεος, τὰ ἀνθρώ‐ πεια ὑφορωμένων, ὅταν αἴσθωνται διὰ τὰς αἰφνιδίους μεταβολὰς παρακαλοῦντας τοὺς ἐχθὲς ἀδικεῖν δυναμέ‐
Lib
.

223

νους. οἷς καὶ ἡ Καρχηδονίων πόλις, ἡ τῆς Λιβύης μεγίστη καὶ δυνατωτάτη ναυσὶ καὶ χρήμασιν ὁμοῦ καὶ
ἐλέφασιν καὶ στρατῷ πεζῷ τε καὶ ἱππικῷ καὶ ὑπηκόοις πολλοῖς, ἑπτακοσίοις ἔτεσιν ἀνθήσασα καὶ Λιβύης222
5πάσης καὶ ἄλλων ἐθνῶν καὶ νήσων καὶ θαλάσσης τοσῆσδε. ἄρξασα καὶ ὑμῖν αὐτοῖς ἐς ἀμφήριστον ἐπὶ πλεῖστον ἐλθοῦσα, νῦν οὐκ ἐν τῇ θαλάσσῃ καὶ ταῖς ναυσὶν οὐδ’ ἐν τοῖς ἐλέφασι καὶ ἵπποις οὐδ’ ἐν τοῖς ὑπηκόοις, ὧν πάντων ὑμῖν ἀφίσταται, τὴν ἐλπίδα τῆς
10σωτηρίας, ἀλλ’ ἐν αὐτοῖς ὑμῖν ἔχει τοῖς προπεπονθόσι
Lib
.

224

κακῶς. ἃ χρὴ θεωροῦντας ὑμᾶς καὶ τὴν ἐπ’ αὐτοῖς νέμεσιν φυλαττομένους μετριοπαθῶς χρῆσθαι ταῖς εὐπραξίαις καὶ τῆς σφετέρας αὐτῶν, ὦ Ῥωμαῖοι, μεγα‐ λοφροσύνης καὶ τῆς Καρχηδονίων ποτὲ τύχης ἄξια
5πράσσειν τάς τε τοῦ δαιμονίου μεταβολὰς ἀνεπι‐ φθόνως ἐν ταῖς ἡμετέραις συμφοραῖς διατίθεσθαι, ἵνα καὶ πρὸς τοὺς θεοὺς ἀναμάρτητα ᾖ τὰ ὑμέτερα ὑμῖν
Lib
.

225

καὶ πρὸς ἀνθρώπους ἀξιέπαινα πάντας. οὐ γὰρ δή, μὴ μετάθωνταί γε καὶ νῦν οἱ Καρχηδόνιοι, δέος ἐστίν, οἳ τοσήνδε μετάνοιαν καὶ δίκην τῆς πρὶν ἀγνωμοσύνης ὑφίστανται. ἔστιν δ’ ἀναμαρτησίας τοῖς μὲν σώφροσιν
5ἡ εὐβουλία φυλακή, τοῖς δ’ ἁμαρτοῦσι τὸ προπαθεῖν καὶ μεταγνῶναι. βεβαιοτέρους τε εἰκός ἐστιν τοὺς
Lib
.

226

νενουθετημένους γε εἶναι τῶν ἀπειράτων. οὐδ’ ἄξιον Καρχηδονίοις ὑμᾶς ὠμότητα καὶ ἁμαρτίαν ἐπικαλοῦν‐ τας ταῦτα μιμεῖσθαι· τοῖς μὲν γὰρ ἀτυχοῦσιν ἑτέρων ἁμαρτημάτων ἄρχουσιν ὑπὸ τῆς ἀπορίας αἱ συμφοραί,
5τοῖς δ’ εὖ πράσσουσιν ἐν ἐξουσίᾳ τὸ φιλάνθρωπόν
Lib
.

227

ἐστιν. οὐδ’ εὐκλεὲς οὐδὲ συμφέρον ἐς τὴν ἀρχὴν ὑμῖν ἐστιν πόλιν τοσήνδε καθαιρεῖν μᾶλλον ἢ περισώ‐
ζειν. ἐστὲ δὲ ἀμείνονες μὲν ὑμεῖς τῶν ὑμετέρων συμ‐ φερόντων κριταί, ἡμεῖς δ’ ὑμῖν ἐς τὴν ἑαυτῶν σω‐223
5τηρίαν δύο ταῦτα μάλιστα φέρομεν ἐκ πάντων, τὸ τῆς Καρχηδονίων ἀρχῆς ποτε ἀξίωμα καὶ τὴν ὑμετέραν αὐτῶν ἐς πάντα μετριοπάθειαν, ἣ μετὰ τῶν ὅπλων ἐς
Lib
.

228

τοσοῦτον ὑμᾶς ἐπῇρεν ἀρχῆς καὶ δυνάμεως. τίσιν δὲ συνθήκαις, ἂν ἄρα διδῶτε τὴν εἰρήνην, χρησόμεθα περὶ αὐτῆς, περισσὸν λέγειν τοὺς ἐφ’ ὑμῖν τὰ ἑαυτῶν τιθεμένους.”
Lib
.

229

τοσαῦτ’ εἰπὼν ὁ Ἔριφος ἐπέκλαυσεν. ὁ δὲ Σκιπίων μεταστησάμενος αὐτοὺς ἐβουλεύετο μετὰ τῶν ἀρίστων ἐπὶ πολύ. ὡς δ’ ἔκρινεν, ἐσκαλέσας αὐτοὺς ἔλεγεν
Lib
.

230

ὧδε· “ἐστὲ μὲν οὐδεμιᾶς συγγνώμης ἄξιοι, πολλάκις ἐς σπονδὰς ἡμῶν ὑβρίσαντες καὶ τὰ τελευταῖα νῦν καὶ ἐς πρεσβείας ἁμαρτόντες οὕτω φανερῶς καὶ ἀθε‐ μίτως, ὡς μήτε ἐξαρνεῖσθαι μήτε ἀντιλέγειν, ὅτι μὴ
Lib
.

231

τῆς ἐσχάτης ἐστὲ τιμωρίας ἄξιοι. τί δὲ δεῖ κατηγορεῖν τῶν ὁμολογούντων; ἐς ἱκεσίας καταφεύγετε οἱ μηδ’ ὄνομα Ῥωμαίων ὑπολιπόντες ἄν, εἰ ὑμεῖς ἐκρατήσατε.
Lib
.

232

ἀλλ’ ἡμεῖς μὲν οὐδέποθ’ ὑμῖν ὅμοια ποιήσομεν, ἐπεὶ καὶ τοὺς πρέσβεις ὑμῶν, ἔτι ὄντας ἐν Ῥώμῃ, παρ‐ εσπονδηκότων ὑμῶν καὶ ἐς πρέσβεις ἁμαρτόντων, ἥ τε πόλις ἀπέλυσε, κἀγὼ καταχθέντας ἐς τὸ στρατόπεδον
Lib
.

233

πρὸς ὑμᾶς ἤδη πολεμοῦντας ἀπέπεμψα ἀπαθεῖς. χρὴ δ’ ὑμᾶς, καταγινώσκοντας αὑτῶν, ὅ τι ἂν λάβητε,
κέρδος ἡγεῖσθαι. λέγω δ’, ἅ μοι δοκεῖ, καὶ ἡ σύγκλη‐224
Lib
.

234

τος ἐπιψηφιεῖ, ἃ ἂν δοκιμάσῃ. δίδομεν ὑμῖν τὴν εἰρή‐ νην ἔτι καὶ νῦν, ὦ Καρχηδόνιοι, ἢν τάς τε ναῦς τὰς μακρὰς παραδιδῶτε Ῥωμαίοις χωρὶς δέκα μόνων καὶ τοὺς ἐλέφαντας, ὅσους ἔχετε, καὶ ὅσα ἡρπάσατε πρῴην
5ἢ τὴν τῶν ἀπολωλότων τιμήν, ἐμοῦ τὰ ἀμφίβολα κρίνον‐ τος, καὶ αἰχμάλωτα πάντα καὶ αὐτομόλους καὶ ὅσους
Lib
.

235

Ἀννίβας ἐξ Ἰταλίας ἤγαγεν. ταῦτα μὲν ἐν τριάκοντα ἡμέραις, ἀφ’ οὗ ἂν ἡ εἰρήνη κριθῇ· ἐν δ’ ἑξήκοντα ἡμέραις Μάγωνα χρὴ Λιγύων ἀποστῆναι καὶ τὰς φρουρὰς ὑμᾶς ἐξαγαγεῖν ἐκ τῶν πόλεων, ὅσαι τῶν Φοι‐
5νικίδων τάφρων ἐκτός εἰσι, καὶ ὅσα αὐτῶν ἔχετε ὅμηρα, ἀποδοῦναι καὶ ἐς Ῥώμην ἑκάστου ἔτους ἀναφέρειν Εὐβοϊκὰ τάλαντα διακόσια ἐπὶ πεντήκοντα ἐνιαυτούς.
Lib
.

236

καὶ μήτε ξενολογεῖν ἀπὸ Κελτῶν ἢ Λιγύων ἔτι μήτε Μασσανάσσῃ μηδὲ ἄλλῳ Ῥωμαίων φίλῳ πολεμεῖν μηδὲ στρατεύειν τινὰ Καρχηδονίων ἐπ’ ἐκείνους ἀπό γε τοῦ κοινοῦ. τὴν δὲ πόλιν ὑμᾶς ἔχειν καὶ τὴν χώραν, ὅσην
5ἐντὸς τῶν Φοινικίδων τάφρων εἴχετε ἐμοῦ διαπλέοντος
Lib
.

237

ἐς Λιβύην. Ῥωμαίων τε εἶναι φίλους καὶ συμμάχους κατὰ γῆν καὶ κατὰ θάλασσαν, ἢν ἀρέσκῃ ταῦτα τῇ βουλῇ. ἀρεσάντων δέ, Ῥωμαίους ἀναχωρεῖν ἐκ Λιβύης
Lib
.

238

πεντήκοντα καὶ ἑκατὸν ἡμέραις. ἀνοχὰς δὲ ἢν ἐθέλητε λαβεῖν, ἔστε πρεσβεύσητε ἐς Ῥώμην, δώσετε μὲν ἡμῖν αὐτίκα ὅμηρα πεντήκοντα καὶ ἑκατὸν παῖδας, οὓς ἂν αὐτὸς ἐπιλέξωμαι, δώσετε δὲ ἐς δαπάνην τῇ στρατιᾷ
5τάλαντα ἄλλα χίλια καὶ ἀγοράν. καὶ γενομένων τῶν
σπονδῶν ἀπολήψεσθε τὰ ὅμηρα.”225
Lib
.

239

ταῦτα τοῦ Σκιπίωνος εἰπόντος οἱ μὲν πρέσβεις ἔφε‐ ρον ἐς Καρχηδόνα τοὺς λόγους, συνιόντος δὲ τοῦ πλήθους ἐς ἐκκλησίαν ἐπὶ πολλὰς ἡμέρας τοῖς μὲν ἀρίστοις ἐδόκει τὰ προτεινόμενα δέξασθαι καὶ μὴ περί
Lib
.

240

τινων ἀπειθοῦντας κινδυνεύειν περὶ ἁπάντων, τὸ δ’ ἀγοραῖον πλῆθος, οὐ τὸ παρὸν δεινὸν ἐκλογιζόμενοι μᾶλλον ἢ τὴν ἀφαίρεσιν ὧν ἔχουσιν, τοσήνδε οὖσαν, ἠπείθουν καὶ ἠγανάκτουν, εἰ ἐν λιμῷ τὸν σῖτον οἱ
5ἄρχοντες αἱροῦνται Ῥωμαίοις ἀντὶ τῶν πολιτῶν ἐς τὰς ἀνοχὰς παρασχεῖν, ἐφ’ ἕκαστόν τε αὐτῶν συν‐ ιστάμενοι πᾶσιν ἠπείλουν τὰς οἰκίας αὐτῶν διαρπά‐
Lib
.

241

σειν καὶ καταπρήσειν. τέλος δ’ ἔγνωσαν Ἀννίβαν, ἔχοντα μὲν ἤδη πεζοὺς ἑξακισχιλίους, ἱππέας δὲ πεν‐ τακοσίους, σταθμεύοντα δ’ ἐν πόλει Μαρθαμά, σύμβουλον ἐπὶ τοῖς παροῦσι καλεῖν. ὃ δ’ ἧκε καὶ
5τῶν μετρίων δεδιότων, μὴ φιλοπόλεμος ἀνὴρ ἐπιτρίψῃ τὸ πλῆθος, πάνυ σεμνῶς ἐκέλευε τὴν εἰρήνην δέχεσθαι.
Lib
.

242

ὁ δὲ δῆμος καὶ τόνδε ὑπὸ ὀργῆς μανιώδους ἐβλασφή‐ μει καὶ πᾶσιν ἠπείλει, μέχρι τῶν γνωρίμων τοὺς μὲν ἐς Μασσανάσσην καταφυγεῖν, τοὺς δὲ ἐς αὐτοὺς Ῥω‐
Lib
.

243

μαίους αὐτομολῆσαι, τῆς πόλεως ἀπογνόντας. οἱ δὲ Καρχηδόνιοι, πυθόμενοι σῖτον πολὺν ἐς ἐμπόριόν τι ὑπ’ Ἀννίβα σεσωρεῦσθαι, ὁλκάδας ἐπ’ αὐτὸν ἐξέπεμ‐ πον καὶ ναῦς μακράς, ἐγνωκότες, εἰ τὸν σῖτον λάβοιεν,
5ἐκστρατεῦσαι καὶ ὑπομεῖναι πᾶν, ὅ τι ἂν ἡ τύχη κρίνῃ,
Lib
.

244

μᾶλλον ἢ Ῥωμαίοις δουλεύειν ἑκόντες. ἐπεὶ δὲ ἄνεμός
τε καὶ χειμὼν τὰς ναῦς συνέτριψαν, ἀπογνόντες ἁπάν‐ των ἐμέμφοντο τοῖς θεοῖς ὡς ἐπιβουλεύουσι καὶ συν‐ ετίθεντο τῷ Σκιπίωνι καὶ ἐπρεσβεύοντο ἐς Ῥώμην.226
5καὶ ὁ Σκιπίων ἔπεμπε τοὺς συμβουλεύσοντας κυροῦν
Lib
.

245

τὰ συγκείμενα. λέγεται δὲ τοῦτο ἐσηγήσασθαι τῇ τε πόλει συμφέρειν ὑπολαβὼν καὶ πυθόμενος Γανῖον Κορνήλιον Λέντλον τὸν ὕπατον ἐφεδρεύειν αὑτοῦ τῇ στρατηγίᾳ, τὴν δόξαν οὐκ ἐθέλων ἑτέρου γενέσθαι.
5προσέταξε γοῦν λέγειν τοῖς ἀπιοῦσιν, ὅτι βραδυνόντων Ῥωμαίων αὐτὸς ἐφ’ ἑαυτοῦ συνθήσεται.
Lib
.

246

οἳ δὲ πάνυ μὲν ἥδοντο κεκρατηκότες πόλεως τοσαύ‐ της, ἣ πολλὰ καὶ δεινὰ πρότερον αὐτοὺς ἐδεδράκει καὶ τῶν ἐπὶ τῆς γῆς δευτέραν ἢ τρίτην εἶχεν ἡγεμο‐
Lib
.

247

νίαν· οἱ σύμβουλοι δ’ ἐστασίαζον, οἳ μὲν ἔτι σὺν ὀργῇ χαλεπαίνοντες τοῖς Καρχηδονίοις, οἳ δὲ ἐλεοῦντες αὐτοὺς ἤδη καὶ ἀξιοῦντες ἐν ταῖς ἀλλοτρίαις συμ‐
Lib
.

248

φοραῖς τὸ σφέτερον εὐπρεπῶς διατίθεσθαι. ὑπαναστὰς δέ τις τῶν Σκιπίωνος φίλων εἶπεν· “οὐ περὶ τῆς Καρ‐ χηδονίων σωτηρίας ἐστὶν ἡμῖν ἡ φροντίς, ὦ ἄνδρες, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἔς τε θεοὺς πίστεως καὶ πρὸς
5ἀνδρῶν εὐφημίας, μὴ Καρχηδονίων αὐτῶν ὠμότερα πράξωμεν, οἳ Καρχηδονίοις ὠμότητα ἐπικαλοῦμεν, καὶ μετριοπαθείας ἀεὶ φροντίσαντες ἐπὶ τῶν βραχυτέρων
Lib
.

249

ἀμελήσωμεν ἐν τοῖς μείζοσιν· ἃ μηδὲ λαθεῖν ἔνεστι διὰ τὸ μέγεθος, ἀλλ’ ἐς ἅπασαν γῆν περιελεύσεται καὶ νῦν καὶ ὕστερον, ἢν πόλιν περιώνυμον καὶ θαλασσοκράτορα ἀνέλωμεν, ἣ καὶ νήσων ἦρξε πολλῶν καὶ θαλάσσης
5ὅλης καὶ Λιβύης ὑπὲρ ἥμισυ ἔν τε τοῖς πρὸς ἡμᾶς
αὐτοὺς ἀγῶσι πολλὰ καὶ τύχης καὶ δυνάμεως ἔργα227
Lib
.

250

ἐπεδείξατο. οἷς ἔτι μὲν φιλονεικοῦσιν ἐρίζειν ἔδει, πε‐ σόντων δὲ φείδεσθαι, καθὰ καὶ τῶν ἀθλητῶν οὐδεὶς τὸν πεσόντα ἔτι τύπτει καὶ τῶν θηρίων τὰ πολλὰ φείδεται τῶν καταπεσόντων. καλὸν δ’ ἐν τοῖς εὐτυχή‐
5μασι νέμεσιν θεῶν φυλάσσεσθαι καὶ ἀνθρώπων φθόνον.
Lib
.

251

εἰ δέ τις, ὅσα ἔδρασαν ἡμᾶς, ἀκριβῶς ἐκλογίζεται, αὐτὸ μάλιστά ἐστι τοῦτο τῆς τύχης τὸ φοβερώτατον, εἰ περὶ μόνης ἄρτι σωτηρίας παρακαλοῦσιν οἱ πόσα καὶ πηλίκα δεδυνημένοι δρᾶσαι καὶ οὐ πρὸ πολλοῦ περί τε Σικε‐
Lib
.

252

λίας καὶ Ἰβηρίας καλῶς ἀγωνισάμενοι. ἀλλ’ ἐκείνων μὲν δίκας ἔδοσαν, τῶν δὲ τελευταίων παραβάσεων λιμὸν αἰτιῶνται, κακὸν ἀνθρώποις ἐπιπονώτατον, ὃ πάντας ἐξαιρεῖν δύναται λογισμούς.
Lib
.

253

ἐγὼ δ’ οὐκ ἐρῶ μὲν οὐδὲν ὑπὲρ Καρχηδονίων (οὐ γὰρ ἄξιον), οὐδ’ ἀγνοῶ καὶ πρότερον αὐτοὺς ἄλλας συνθήκας πρὸ τῶνδε παραβῆναι· ἃ δ’ ἐπὶ τοῖς τοιού‐ τοις ποιοῦντες οἱ πατέρες ἡμῶν ἐς τόδε τύχης προῆλ‐
Lib
.

254

θον, εἰδότας ὑμᾶς ἀναμνήσω. τῶν γὰρ γειτόνων ἡμῖν τῶνδε πάντων ἐν κύκλῳ πολλάκις ἀποστάντων καὶ σπονδὰς συνεχῶς λυσάντων οὐ κατεφρόνησαν, οὐ Λατί‐
Lib
.

255

νων, οὐ Τυρρηνῶν, οὐ Σαβίνων. τούς τε αὖ μετ’ ἐκείνους περιοικοῦντας ἡμῖν Αἰκανοὺς καὶ Οὐολούσκους καὶ Καμπανοὺς καὶ ὅσα ἄλλα τῆς Ἰταλίας ἐς σπονδὰς
Lib
.

256

ὕβρισεν, εὐσταθῶς ἔφερον. καὶ τὸ Σαυνιτῶν γένος τρὶς μὲν φιλίας καὶ συνθηκῶν καταφρονῆσαν, ἔτεσι δ’ ὀγδοήκοντα μεγίστους ἡμῖν πολέμους πεπολεμηκὸς οὐκ ἀνέστησαν, οὐδὲ τοὺς ἄλλους, ὅσοι Πύρρον προσ‐
Lib
.

257

ηγάγοντο κατὰ τῆς Ἰταλίας. οὐδ’ ἡμεῖς, τὰ ἔναγχος ταῦτα, τοὺς Ἰταλῶν Ἀννίβᾳ προσθεμένους διεφθείρα‐ μεν, οὐδὲ Βρεττίους, οἳ μέχρι τέλους αὐτῷ συνηγωνί‐ σαντο, ἀλλὰ γῇ μόνῃ ζημιώσαντες εἰάσαμεν ἔχειν τὰ228
5ὑπόλοιπα, ὡς εὐσεβὲς ὁμοῦ καὶ ἐς εὐτυχίαν ἡμῖν χρήσι‐ μον μὴ ἀφανίζειν ἀνθρώπων γένη μᾶλλον ἢ νουθετεῖν.
Lib
.

258

τί οὖν παθόντες ἐπὶ Καρχηδονίων ἀλλάξωμεν τὴν φύσιν, ᾗ χρώμενοι μέχρι νῦν εὐτυχοῦμεν; ὅτι μείζων ἐστὶν ἡ πόλις αὕτη; δι’ αὐτὸ μέντοι καὶ τοῦτο μᾶλλον ἔτι φειδοῦς ἀξία. ἀλλ’ ὅτι πολλάκις παρεσπόνδησεν
Lib
.

259

εἰς ἡμᾶς; καὶ γὰρ ἕτεροι καὶ σχεδὸν ἅπαντες. ἀλλ’ ὅτι μικρὰν νῦν ὑφίστανται τιμωρίαν; ὧν νῆές τε πᾶσαι χωρὶς δέκα παραιροῦνται, καὶ τοὺς ἐλέφαντας, οἷς ἰσχύουσι, παραδιδόασι καὶ τάλαντα Εὐβοϊκὰ μύρια
5τελοῦσι καὶ πόλεων ἁπασῶν ἀφίστανται καὶ χώρας, ὅσης ἄρχουσιν ἐκτὸς τῶν Φοινικίδων τάφρων, καὶ στρα‐ τολογεῖν αὐτοῖς ἀπηγόρευται, καὶ ὅσα λιμώττοντες ἥρπα‐ σαν, ἀποδιδόασιν ἔτι λιμώττοντες, καὶ τῶν ἀμφιλόγων
Lib
.

260

ἐστὶν αὐτοῖς Σκιπίων ὁ πολεμήσας κριτής. ἐγὼ μὲν καὶ τοῦ μεγέθους τῶνδε καὶ τοῦ πλήθους ἐπαινῶ τὸν Σκι‐ πίωνα καὶ ὑμᾶς ἀξιῶ φείσασθαι διὰ τὸν φθόνον καὶ τὴν τῶν ἀνθρωπείων μεταβολήν, οἷς εἰσιν ἔτι νῆες, πρὶν συν‐
5θώμεθα, πολλαὶ καὶ πλῆθος ἐλεφάντων, καὶ Ἀννίβας στρατηγικώτατος ἀνὴρ ἤδη στρατιὰν ἔχει, καὶ Μάγων ἐκ Κελτῶν καὶ Λιγύων ἑτέρους ἄγει πολλούς, καὶ Οὐερμινᾶς ὁ Σύφακος αὐτοῖς συμμαχεῖ καὶ ἄλλα Νομάδων ἔθνη,
Lib
.

261

δούλους τε ἔχουσι πολλούς. καὶ ἢν ἀπογνῶσι τὰ παρ’ ἡμῶν, ἀφειδῶς ἅπασι χρήσονται. χαλεπώτερον δ’ οὐδὲν ἀφειδίας ἐν μάχαις, ἐν αἷς καὶ τὸ δαιμόνιον ἀνώμα‐
Lib
.

262

λον καὶ ἐπίφθονόν ἐστιν. ἃ καὶ Σκιπίων ἔοικεν ὑφ‐ ορώμενος ἐπιστεῖλαι μὲν ἡμῖν τὴν ἑαυτοῦ γνώμην, ἐπειπεῖν δ’, ὅτι καὶ βραδυνόντων συνθήσεται. εἰκὸς δ’ ἐκεῖνον καὶ τάδε ἄμεινον ἡμῶν ἐκλογίζεσθαι καὶ229
Lib
.

263

πλέον τι συνορᾶν, ὄντα ἐπὶ τῶν ἔργων. λυπήσομέν τε ἀκυροῦντες αὐτοῦ τὴν παραίνεσιν, ἄνδρα φιλό‐ πολιν καὶ στρατηγὸν ἐξαίρετον, ὃς οὐδ’ ἐς Λιβύην ἡμᾶς ὁρμωμένους παρέξενέ τε καὶ στρατιὰν οὐ λα‐
5βὼν αὑτῷ συνεστήσατο καὶ τὰ ἐκεῖ προήγαγεν ἡμῖν, ἐς ὅσον οὐκ ἠλπίζομεν. ὃ καὶ θαυμάζειν ἄξιον, ὅτι ῥᾳθύμως ἔχοντες ἐν ἀρχῇ τοῦδε τοῦ πολέμου νῦν ἔχετε φιλονείκως καὶ ἀμέτρως.
Lib
.

264

εἰ δέ τις ταῦτα μὲν ἡγεῖται καλῶς ἔχειν, δέδιε δέ, μὴ καὶ νῦν τὰς σπονδὰς παραβῶσιν οἱ Καρχηδόνιοι, μάλιστα μὲν εἰκὸς αὐτοὺς ἤδη σπονδῶν φυλακῆς αἰσθά‐ νεσθαι, πολλὰ ἐκ τῶν παραβάσεων παθόντας, καὶ τὴν
5εὐσέβειαν ἐς τὸ μέλλον ποιήσεσθαι περὶ πολλοῦ, ἐξ ἀσεβείας ἐς γόνυ πεσόντας· οὐκ ἔστι δὲ τῶν αὐτῶν συμβούλων ἄρτι μὲν καταφρονεῖν τῶν Καρχηδονίων ὡς οὐδὲν ἔτι ἰσχυόντων, δεδιέναι δ’ αὖθις ὡς ἀπο‐
Lib
.

265

στῆναι δυναμένους. ἡμῖν δὲ τὸ φυλάσσειν αὐτοὺς ἐς τὸ μὴ πάλιν αὐξῆσαι τοῦ νῦν ἀνελεῖν εὐχερέστερόν ἐστι· νῦν μὲν γὰρ ἐξ ἀπογνώσεως μαχέσονται, ὕστερον
Lib
.

266

δ’ αἰεὶ δεδιότας τηρήσομεν. ἅλις δὲ κακῶν ἕξουσι καὶ χωρὶς ἡμῶν, οἷς οἵ τε περίοικοι πάντες ἐπικείσονται, δυσμεναίνοντες τῆς ποτε βίας, καὶ Μασσανάσσης, ἀνὴρ πιστότατος ἡμῖν, ἐφεδρεύσει παρὼν αἰεί.
Lib
.

267

εἰ δ’ ἄρα τις καὶ τῶνδε πάντων καταφρονεῖ, ὅπως δ’ αὐτὸς ἐκδέξεται τὴν Σκιπίωνος ἀρχήν, τὸ ἑαυτοῦ μόνον σκοπεῖ καὶ πιστεύει καὶ τὰ τῆς τύχης αὐτῷ ἐς τέλος ἀπαντήσειν, τί καὶ χρησόμεθα τῇ πόλει λα‐230
5βόντες αὐτήν, ἢν καὶ λάβωμεν; ἀνελοῦμεν ἄρδην, ὅτι σῖτον ἡμῶν καὶ ναῦς ἥρπασαν· ἃ μετὰ πολλῶν ἄλλων
Lib
.

268

ἀξιοῦσιν ἀποδοῦναι. ἢ τοῦτο μὲν οὐ πράξομεν, νέμε‐ σίν τε θεῶν φυλασσόμενοι καὶ ψόγον ἀνθρώπων, Μασσανάσσῃ δ’ ἔχειν δώσομεν; ἀλλ’ εἰ καὶ φίλος ἐστίν, οὐ χρὴ στερροποιεῖν οὐδ’ ἐκεῖνον ἀμέτρως,
5ἡγεῖσθαι δὲ τὴν ἔριν αὐτῶν τὴν ἐς ἀλλήλους τῷ Ῥω‐ μαίων κοινῷ συμφέρειν. ἀλλ’ ἐς προσόδους τὴν χώραν
Lib
.

269

ἀνήσομεν; ἀλλ’ ἡ φυλάξουσα στρατιὰ τὴν πρόσοδον ἀναλώσει· πολλῆς γάρ, ὡς ἐν πολλοῖς περιοίκοις καὶ πᾶσι βαρβάροις, δεησόμεθα. ἀλλ’ ἀποίκους πέμψομεν
Lib
.

270

ἐς μέσους τοσούσδε Νομάδας; οἳ τῶν μὲν βαρβάρων ἰσχυόντων ἀεὶ δεινὰ πείσονται, ἢν δ’ ἐπικρατήσωσιν αὐτῶν, ἐς τὸ μέλλον ἡμῖν ἔσονται φοβεροὶ καὶ ἐπί‐ φθονοι, χώραν τοσήνδε καὶ πολὺ κρείττονα τῆς ἡμε‐
Lib
.

271

τέρας ἔχοντες. ἃ καὶ αὐτά μοι δοκεῖ συνιδὼν ὁ Σκι‐ πίων κελεύειν ἡμῖν δέχεσθαι τὰς Καρχηδονίων παρα‐ κλήσεις. πειθώμεθα οὖν καὶ τοῖς δεομένοις καὶ τῷ στρατηγῷ.”
Lib
.

272

ὃ μὲν οὕτως εἶπεν, Πούπλιος δὲ Κορνήλιος, Κορνη‐ λίου Λέντλου συγγενής, τοῦ τότε ὄντος ὑπάτου καὶ
τὸν Σκιπίωνα διαδέξεσθαι προσδοκῶντος, ἀντέλεγεν231
Lib
.

273

οὕτως· “τὸ μὲν συμφέρον ἐστὶ μόνον ἐν τοῖς πολέ‐ μοις, ὦ ἄνδρες, χρήσιμον· καὶ ὅσῳ δυνατὴν ἔτι καὶ νῦν ἀποφαίνουσιν οὗτοι τὴν πόλιν, φυλάξασθαι χρὴ τὴν ἀπιστίαν αὐτῆς μετὰ τῆς δυνάμεως καὶ τὴν ἰσχὺν
Lib
.

274

προανελεῖν, ἐπεὶ μὴ τὴν ἀπιστίαν δυνάμεθα. οὐδεὶς δ’ ἡμῖν καιρὸς ἐς τὸ λῦσαι τὸν ἀπὸ Καρχηδονίων φόβον ἐπιτηδειότερός ἐστι τοῦ παρόντος, ἐν ᾧ πάν‐ των εἰσὶν ἀσθενεῖς καὶ ἄποροι, πρὶν αὖθις αὐτῶν ἐς
Lib
.

275

ἑκάτερον αὐξῆσαι. οὐ μέντοι καὶ τὸν τοῦ δικαίους λογισμὸν ἂν περιφύγοιμι οὐδ’ ἀμετρίας μοι δοκῶ δόξαν οἴσεσθαι τὴν πόλιν ἐπὶ Καρχηδονίοις, οἳ παρὰ μὲν τὰς εὐπραξίας ἀδικοῦσι καὶ ἐνυβρίζουσιν ἐς ἅπαν‐
5τας, ἐν δὲ ταῖς συμφοραῖς παρακαλοῦσιν, ἂν δὲ τύχω‐
Lib
.

276

σιν, εὐθὺς ἐπὶ ταῖς συνθήκαις μετατίθενται. καὶ οὔτε σπονδῶν ἐστιν αὐτοῖς αἰδὼς οὔτε λόγος ὅρκων· οὓς οὗτος ἀξιοῖ περισώζειν διὰ νέμεσιν θεῶν καὶ ἀνθρώ‐
Lib
.

277

πων φθόνον. ἐγὼ δ’ αὐτοὺς ἡγοῦμαι τοὺς θεοὺς ἐς τόδε τὴν Καρχηδόνα περιενεγκεῖν, ἵνα δῶσί ποτε δίκην τῆς ἀσεβείας, οἳ καὶ περὶ Σικελίαν καὶ Ἰβηρίαν καὶ Ἰταλίαν καὶ ἐν αὐτῇ τῇ Λιβύῃ καὶ πρὸς ἡμᾶς καὶ πρὸς
5τοὺς ἄλλους ἅπαντας αἰεὶ συνετίθεντο καὶ παρώρκουν
καὶ δεινὰ καὶ σχέτλια ἔδρων. ὧν τὰ ἀλλότρια ὑμῖν πρὸ τῶν ἡμετέρων διέξειμι, ἵνα εἰδῆτε πάντας ἐφη‐ σθησομένους Καρχηδονίοις, εἰ δίκην δοῖεν.232
Lib
.

278

οὗτοι Ζακανθαίους, πόλιν Ἰβηρίας ἐπιφανῆ, σφίσι τε αὐτοῖς ἔνσπονδον καὶ φίλην ἡμῖν, ἡβηδὸν ἔκτειναν οὐδὲν ἀδικοῦντας. οὗτοι Νουκερίαν ὑπήκοον ἡμῶν ἐπὶ συνθήκῃ λαβόντες καὶ ὀμόσαντες σὺν δύο ἱμα‐
5τίοις ἕκαστον ἀπολύσειν τὴν μὲν βουλὴν αὐτῶν ἐς τὰ βαλανεῖα συνέκλεισαν καὶ ὑποκαίοντες τὰ βαλα‐ νεῖα ἀπέπνιξαν, τὸν δὲ δῆμον ἀπιόντα κατηκόντισαν. Ἀχερρανῶν δὲ τὴν βουλὴν ἐν σπονδαῖς ἐς τὰ φρέατα
Lib
.

279

ἐνέβαλον καὶ τὰ φρέατα ἐπέχωσαν. Μᾶρκόν τε Κορ‐ νήλιον ὕπατον ἡμέτερον ὅρκοις ἀπατήσαντες ἤγαγον μὲν ὡς ἐπισκεψόμενον αὐτῶν τὸν στρατηγὸν ἀρρω‐ στοῦντα, συναρπάσαντες δ’ ἀπήγαγον ἐς Λιβύην ἐκ
5Σικελίας αἰχμάλωτον μετὰ δύο καὶ εἴκοσι νεῶν. ἔκτει‐ ναν δὲ καὶ Ῥῆγλον αἰκισάμενοι, στρατηγὸν ἕτερον
Lib
.

280

ἡμῶν, ὑπὸ εὐορκίας ἐπανελθόντα πρὸς αὐτούς. ὅσα δ’ Ἀννίβας ἢ πολεμῶν ἢ ἐνεδρεύων ἢ παρορκῶν ἔς τε πόλεις καὶ στρατόπεδα ἡμῶν καὶ λήγων ἐς τοὺς συμμάχους ἔδρασε τοὺς αὑτοῦ, τάς τε πόλεις πορθῶν
5καὶ τοὺς αὐτῷ συστρατευσαμένους κατακαίνων, μακρὸν ἂν εἴη καταλέγειν, πλὴν ὅτι τετρακόσια ἡμῶν ἀνέ‐
Lib
.

281

στησεν ἄστη. τοὺς δ’ αἰχμαλώτους ἡμῶν τοὺς μὲν ἐς τάφρους καὶ ποταμοὺς ἐμβαλόντες ὡς γεφύραις ἐπέ‐ βαινον, τοὺς δὲ τοῖς ἐλέφασιν ὑπέβαλλον, τοὺς δ’ ἀλλήλοις μονομαχεῖν ἐκέλευον, ἀδελφοὺς ἀδελφοῖς
Lib
.

282

συνιστάντες καὶ πατέρας υἱοῖς. τὰ δ’ ἔναγχος ταῦτα,
περὶ εἰρήνης ἐπρέσβευον ἐνταῦθα καὶ παρεκάλουν καὶ ὤμνυον, καὶ οἱ πρέσβεις αὐτῶν ἔτι παρῆσαν, ἐν δὲ Λιβύῃ τὰς ναῦς ἡμῶν διήρπαζον καὶ τοὺς στρατιώτας233
5κατέδεον. τοσοῦτον αὐτοῖς καὶ ἀνοίας διὰ τὴν ὠμό‐ τητα περίεστι.
Lib
.

283

τούτοις οὖν τίς ἐστιν ἔλεος ἢ μετριοπάθεια παρ’ ἑτέρων, τοῖς οὐδὲν μέτριον οὐδ’ ἥμερον ἐς οὐδένας εἰργασμένοις; τοῖς, ὥσπερ ἔφη Σκιπίων, εἰ ἐλάβοντο
Lib
.

284

ἡμῶν, οὐδ’ ἂν ὄνομα Ῥωμαίων ὑπολιποῦσιν; ἀλλὰ πίστις ἐστὶ βέβαιος ἢ δεξιά. ποία; τίς σπονδή, τίς ὅρκος, ὃν οὐκ ἐπάτησαν; τίς δὲ συνθήκη καὶ χάρις, ἐς
Lib
.

285

ἣν οὐχ ὕβρισαν; μὴ μιμησώμεθα, φησίν, αὐτούς. τίνα γὰρ συνθήκην ἡμεῖς λύομεν, οἱ μήπω τι συνθέμενοι; ἀλλὰ τὴν ὠμότητα, φησίν, αὐτῶν μὴ μιμησώμεθα. φίλους οὖν καὶ συμμάχους ποιησόμεθα τοὺς ὠμοτά‐
Lib
.

286

τους; οὐδέτερα τούτων ἄξια. ἀλλ’ ἐπιτρεψάτωσαν ἡμῖν αὑτοὺς νόμῳ νενικημένων, ὡς πολλοὶ σφᾶς ἐπέτρεψαν, σκεψόμεθα δ’ ἡμεῖς. καὶ ὅ τι ἂν δῶμεν, εἴσονται
Lib
.

287

χάριν, οὐχὶ συνθήκην νομίζοντες εἶναι. διαφέρει δὲ τούτοιν ἑκάτερον ὧδε. μέχρι μὲν συντίθενται, παρα‐ βήσονται, καθάπερ καὶ πάλαι, πρόφασιν αἰεί τινα τῶν συνθηκῶν φέροντες ὡς ἐν αὐταῖς ἠλαττωμένοι· τὰ δ’
5ἀμφίλογα εὐπροφάσιστα· ὅταν δὲ παραδῶσιν αὑτοὺς καὶ τὰ ὅπλα παρελώμεθα καὶ τὰ σώματα ἐφ’ ἡμῖν γένηται καὶ πεισθῶσιν, ὅτι μηδὲν αὐτοῖς ἐστιν ἴδιον,
τὰ μὲν φρονήματα αὐτῶν καταβήσεται, ἀγαπήσουσιν234
Lib
.

288

δ’, ὅ τι ἂν παρ’ ἡμῶν λάβωσιν ὡς ἀλλότριον. εἰ μὲν οὖν Σκιπίωνι ἑτέρως δοκεῖ, τὰς γνώμας ἔχετε συγ‐ κρίνειν· εἰ δὲ συνθήσεται Καρχηδονίοις χωρὶς ὑμῶν, τί καὶ ἐπέστελλεν ὑμῖν; ἐγὼ μὲν γάρ, ὡς ὑμῖν κυρίοις
5οὖσι περὶ τῶνδε κρῖναι, τὴν γνώμην εἶπον, ἣν νομίζω συνοίσειν τῇ πόλει.”
Lib
.

289

τοιαῦτα μὲν καὶ ὁ Πούπλιος εἶπεν· ἡ δὲ βουλὴ κατὰ ἄνδρα παρ’ ἑκάστου ψῆφον ᾔτει, καὶ ἐς τὴν Σκιπίω‐ νος γνώμην αἱ πλείους συνέδραμον. ἐγίγνοντο οὖν αἱ συνθῆκαι, τρίται αἵδε, Ῥωμαίοις καὶ Καρχηδονίοις
Lib
.

290

πρὸς ἀλλήλους. καὶ ὁ Σκιπίων ἐς αὐτὰς ἐδόκει μά‐ λιστα τοὺς Ῥωμαίους ἐναγαγέσθαι, εἴτε τῶν εἰρημένων οὕνεκα λογισμῶν, εἴτε ὡς ἀρκοῦν Ῥωμαίοις ἐς εὐτυ‐ χίαν τὸ μόνην ἀφελέσθαι Καρχηδονίους τὴν ἡγεμονίαν·
5εἰσὶ γάρ, οἳ καὶ τόδε νομίζουσιν, αὐτὸν ἐς Ῥωμαίων σωφρονισμὸν ἐθελῆσαι γείτονα καὶ ἀντίπαλον αὐτοῖς φόβον ἐς ἀεὶ καταλιπεῖν, ἵνα μή ποτε ἐξυβρίσειαν ἐν
Lib
.

291

μεγέθει τύχης καὶ ἀμεριμνίᾳ. καὶ τόδε οὕτω φρονῆ‐ σαι τὸν Σκιπίωνα οὐ πολὺ ὕστερον ἐξεῖπε τοῖς Ῥω‐ μαίοις Κάτων, ἐπιπλήττων παρωξυμμένοις κατὰ Ῥόδου.
Lib
.

292

ὁ δὲ Σκιπίων ταῦτα συνθέμενος ἐκ Λιβύης ἐς τὴν Ἰταλίαν παντὶ τῷ στρατῷ διέπλει καὶ ἐς τὴν Ῥώμην ἐσήλαυνε θριαμβεύων, ἐπιφανέστατα δὴ τῶν πρὸ αὐτοῦ. καὶ ὁ τρόπος, ᾧ καὶ νῦν ἔτι χρώμενοι διατελοῦσιν,
Lib
.

293

ἐστὶ τοιόσδε. ἐστεφάνωνται μὲν ἅπαντες, ἡγοῦνται δὲ σαλπιγκταί τε καὶ λαφύρων ἅμαξαι, πύργοι τε παρα‐ φέρονται μιμήματα τῶν εἰλημμένων πόλεων καὶ γρα‐ φαὶ καὶ σχήματα τῶν γεγονότων, εἶτα χρυσὸς καὶ235
5ἄργυρος ἀσήμαντός τε καὶ σεσημασμένος καὶ εἴ τι τοιουτότροπον ἄλλο, καὶ στέφανοι, ὅσοις τὸν στρατηγὸν ἀρετῆς ἕνεκα ἀναδοῦσιν ἢ πόλεις ἢ σύμμαχοι ἢ τὰ
Lib
.

294

ὑπ’ αὐτῷ στρατόπεδα. βόες δ’ ἐπὶ τοῖσδε λευκοὶ καὶ ἐλέφαντες ἦσαν ἐπὶ τοῖς βουσίν, καὶ Καρχηδονίων αὐτῶν καὶ Νομάδων, ὅσοι τῶν ἡγεμόνων ἐλήφθησαν.
Lib
.

295

αὐτοῦ δ’ ἡγοῦνται τοῦ στρατηγοῦ ῥαβδοῦχοι φοινι‐ κοῦς χιτῶνας ἐνδεδυκότες καὶ χορὸς κιθαριστῶν τε καὶ τιτυριστῶν, ἐς μίμημα Τυρρηνικῆς πομπῆς, περι‐ εζωσμένοι τε καὶ στεφάνην χρυσῆν ἐπικείμενοι· ἴσα
5τε βαίνουσιν ἐν τάξει μετὰ ᾠδῆς καὶ μετ’ ὀρχήσεως. λυδοὺς αὐτοὺς καλοῦσιν, ὅτι, οἶμαι, Τυρρηνοὶ Λυδῶν
Lib
.

296

ἄποικοι. τούτων δέ τις ἐν μέσῳ, πορφύραν ποδήρη περικείμενος καὶ ψέλια καὶ στρεπτὰ ἀπὸ χρυσοῦ, σχη‐ ματίζεται ποικίλως ἐς γέλωτα ὡς ἐπορχούμενος τοῖς
Lib
.

297

πολεμίοις. ἐπὶ δ’ αὐτῷ θυμιατηρίων πλῆθος καὶ ὁ στρατηγὸς ἐπὶ τοῖς θυμιάμασιν, ἐφ’ ἅρματος κατα‐ γεγραμμένου ποικίλως· ἔστεπται μὲν ἀπὸ χρυσοῦ καὶ λίθων πολυτίμων, ἔσταλται δ’ ἐς τὸν πάτριον τρόπον
5πορφύραν, ἀστέρων χρυσῶν ἐνυφασμένων, καὶ σκῆπ‐ τρον ἐξ ἐλέφαντος φέρει καὶ δάφνην, ἣν ἀεὶ Ῥωμαῖοι
Lib
.

298

νομίζουσι νίκης σύμβολον. ἐπιβαίνουσι δ’ αὐτῷ ἐπὶ τὸ ἅρμα παῖδές τε καὶ παρθένοι, καὶ ἐπὶ τῶν παρη‐ όρων ἑκατέρωθεν ᾔθεοι συγγενεῖς. καὶ παρέπονται ὅσοι παρὰ τὸν πόλεμον ἦσαν αὐτῷ γραμματεῖς τε καὶ
Lib
.

299

ὑπηρέται καὶ ὑπασπισταί. καὶ μετ’ ἐκείνους ἡ στρα‐
τιὰ κατά τε ἴλας καὶ τάξεις, ἐστεφανωμένη πᾶσα καὶ δαφνηφοροῦσα· οἱ δὲ ἀριστεῖς καὶ τὰ ἀριστεῖα ἐπί‐ κεινται. καὶ τῶν ἀρχόντων οὓς μὲν ἐπαινοῦσιν, οὓς236
5δὲ σκώπτουσιν, οὓς δὲ ψέγουσιν· ἀφελὴς γὰρ ὁ θρίαμ‐
Lib
.

300

βος καὶ ἐν ἐξουσίᾳ λέγειν, ὅ τι θέλοιεν. ἀφικόμενος δὲ ἐς τὸ Καπιτώλιον ὁ Σκιπίων τὴν μὲν πομπὴν κατέπαυσεν, εἱστία δὲ τοὺς φίλους, ὥσπερ ἔθος ἐστίν,
Lib
.

301

ἐς τὸ ἱερόν. καὶ τέλος εἶχε Ῥωμαίοις ὁ δεύτερος πρὸς Καρχηδονίους πόλεμος, ἀρξάμενος ἀπὸ Ἰβηρίας, λήξας δ’ ἐν Λιβύῃ ἐς τάσδε τὰς περὶ αὐτῆς Καρχηδόνος σπονδάς. καὶ ὀλυμπιάδες ἐν τοῖς Ἕλλησιν ἦσαν ἀμφὶ
5τὰς ἑκατὸν καὶ τεσσαράκοντα καὶ τέσσαρας.
Lib
.

302

Μασσανάσσης δὲ Καρχηδονίοις τε μηνίων καὶ Ῥω‐ μαίοις θαρρῶν ἐπέβαινε γῇ πολλῇ τῶν Καρχηδονίων ὡς γενομένῃ ποτὲ ἑαυτοῦ, καὶ οἱ Καρχηδόνιοι Ῥω‐ μαίους παρεκάλουν σφίσι Μασσανάσσην συναλλάξαι.
5οἳ δ’ ἔπεμπον διαλλακτάς, οἷς εἴρητο συμπράσσειν,
Lib
.

303

ὅσα δύναιντο, Μασσανάσσῃ. οὕτω μὲν τὴν γῆν ἀπε‐ τέμετο Καρχηδονίων ὁ Μασσανάσσης, καὶ συνθῆκαι Καρχηδονίοις καὶ πρὸς τόνδε ἐγένοντο, αἳ διέμειναν ἐς ἔτη πεντήκοντα, ἐν οἷς μάλιστα ἡ Καρχηδὼν εἰρη‐
5νεύουσα ὁμαλῶς ἐς μέγα δυνάμεως καὶ εὐανδρίας ἦλθεν
Lib
.

304

ἔκ τε πεδίων εὐκαρπίας καὶ θαλάσσης εὐκαιρίας. καὶ εὐθύς, οἷον ἐν ταῖς εὐτυχίαις γίγνεται, οἳ μὲν ἐρρω‐ μάιζον, οἳ δὲ ἐδημοκράτιζον, οἷς δ’ ἤρεσκε Μασσα‐
Lib
.

305

νάσσης. ἡγοῦντο δὲ ἑκάστων οἱ καὶ δόξῃ καὶ ἀρετῇ προύχοντες, τῶν μὲν ῥωμαϊζόντων ὁ Μέγας Ἄννων,
τῶν δ’ αἱρουμένων τὰ Μασσανάσσου Ἀννίβας, ὁ Ψὰρ ἐπικαλούμενος, τῶν δὲ δημοκρατιζόντων Ἀμίλχαρ, ᾧ237
Lib
.

306

Σαυνίτης ἐπώνυμον ἦν, καὶ Καρθάλων· οἳ φυλάξαν‐ τες Ῥωμαίους τε Κελτίβηρσι πολεμοῦντας καὶ Μασσα‐ νάσσην ἐπικουροῦντα υἱῷ πρὸς ἑτέρων Ἰβήρων συγ‐ κεκλεισμένῳ πείθουσι τὸν Καρθάλωνα, βοήθαρχον
5ὄντα καὶ ἐπὶ τῇδε τῇ ἀρχῇ τὴν χώραν περιιόντα, ἐπι‐ θέσθαι τοῖς Μασσανάσσου σκηνουμένοις ἐν ἀμφιλόγῳ
Lib
.

307

γῇ. ὃ δὲ καὶ ἔκτεινέν τινας αὐτῶν καὶ λείαν περιήλασε καὶ τοὺς ἐν τοῖς ἀγροῖς Λίβυας ἐπὶ τοὺς Νομάδας ἤγειρεν. ἄλλα τε πολλὰ αὐτοῖς ἔργα πολέμων ἐς ἀλλή‐ λους γίγνεται, μέχρι Ῥωμαίων ἕτεροι πρέσβεις ἐπῆλθον
5ἐς διαλύσεις, οἷς ὁμοίως εἴρητο Μασσανάσσῃ βοηθεῖν
Lib
.

308

ἀδήλως. καὶ ἐβεβαίωσαν οἵδε τῷ Μασσανάσσῃ, ὅσα προειλήφει, μετὰ τέχνης ὧδε. εἶπον μὲν οὐδὲν οὐδὲ ἤκουσαν, ἵνα μή τι ὡς ἐν δίκῃ Μασσανάσσης ἐλαττοῖτο, ἐν μέσῳ δ’ ἀμφοῖν γενόμενοι τὰς χεῖρας διέστησαν·
5καὶ τοῦτο ἦν αὐτοῖς κέλευσμα πρὸς ἀμφοτέρους ἐς
Lib
.

309

διαλύσεις. οὐ πολὺ δὲ ὕστερον ὁ Μασσανάσσης ἠμ‐ φισβήτει καὶ τῶν λεγομένων μεγάλων πεδίων καὶ χώ‐ ρας πεντήκοντα πόλεων, ἣν Τύσκαν προσαγορεύουσιν. ἐφ’ οἷς πάλιν οἱ Καρχηδόνιοι κατέφυγον ἐπὶ Ῥωμαίους.
Lib
.

310

οἳ δ’ ὑπέσχοντο μὲν αὐτοῖς καὶ τότε πρέσβεις πέμψειν ἐς δίαιταν, διέτριψαν δέ, ἕως εἴκασαν πολλὰ τῶν Καρχη‐ δονίων διεφθάρθαι, καὶ τότε πρέσβεις ἔπεμπον ἑτέ‐ ρους 〈τε〉 καὶ Κάτωνα, οἳ εἰς τὴν ἀμφίλογον γῆν ἀφ‐238
5ικόμενοι ἠξίουν σφίσιν ἀμφοτέρους περὶ ἁπάντων ἐπι‐
Lib
.

311

τρέπειν. Μασσανάσσης μὲν οὖν, οἷα πλεονεκτῶν καὶ Ῥωμαίοις αἰεὶ θαρρῶν, ἐπέτρεπεν, οἱ Καρχηδόνιοι δ’ ὑπώπτευον, ἐπεὶ καὶ τοὺς πρότερον ᾔδεσαν οὐκ εὖ δικάσαντας. ἔφασαν οὖν τὰς συνθήκας τὰς ἐπὶ Σκι‐
5πίωνος οὐδὲν χρῄζειν δικῶν οὐδὲ διορθώσεως, ὅσα
Lib
.

312

μὴ ἐξ αὐτῶν παραβαίνεται μόνα. οἳ δ’ οὐκ ἀνασχό‐ μενοι περὶ μέρους δικάζειν ἐπανῄεσαν καὶ τὴν χώραν περιεσκόπουν, ἀκριβῶς τε εἰργασμένην καὶ κατασκευὰς μεγάλας ἔχουσαν. εἶδον δὲ καὶ τὴν πόλιν εἰσελθόντες,
5ὅση τε τὴν δύναμιν ἦν, καὶ πλῆθος, ὅσον ηὔξητο ἐκ
Lib
.

313

τῆς οὐ πρὸ πολλοῦ κατὰ Σκιπίωνα διαφθορᾶς. ἐπαν‐ ελθόντες τε ἐς Ῥώμην ἔφραζον οὐ ζήλου μᾶλλον ἢ φόβου γέμειν αὐτοῖς τὰ Καρχηδονίων, πόλεως δυσ‐ μενοῦς τοσῆσδε καὶ γείτονος εὐχερῶς οὕτως αὐξανο‐
Lib
.

314

μένης. καὶ ὁ Κάτων μάλιστα ἔλεγεν οὔ ποτε Ῥωμαίοις βέβαιον οὐδὲ τὴν ἐλευθερίαν ἔσεσθαι, πρὶν ἐξελεῖν Καρχηδόνα. ὧν ἡ βουλὴ πυνθανομένη ἔκρινε μὲν πολεμεῖν, ἔτι δ’ ἔχρῃζε προφάσεων, καὶ τὴν κρίσιν
Lib
.

315

ἀπόρρητον εἶχον. Κάτωνα δ’ ἐξ ἐκείνου φασὶν ἐν τῇ βουλῇ συνεχεῖ γνώμῃ λέγειν, Καρχηδόνα μὴ εἶναι, Σκιπίωνα δὲ τὸν Νασικᾶν τὰ ἐναντία ἀξιοῦν, Καρχη‐ δόνα ἐᾶν, ἐς φόβον ἄρα καὶ τόνδε Ῥωμαίων ἐκδιαιτω‐
5μένων ἤδη.
Lib
.

316

Καρχηδονίων δ’ οἱ δημοκρατίζοντες τοὺς τὰ Μασσα‐
νάσσου φρονοῦντας ἐξέβαλον, ἐς τεσσαράκοντα μάλιστα ὄντας, καὶ ψῆφον ἐπήνεγκαν φυγῆς καὶ τὸν δῆμον ὥρκωσαν μήτε καταδέξεσθαί ποτε μήτε ἀνέξεσθαι τῶν239
Lib
.

317

λεγόντων καταδέχεσθαι. οἱ δ’ ἐξελαθέντες ἐπὶ τὸν Μασσανάσσην κατέφυγον καὶ ἐξώτρυνον ἐς πόλεμον. ὃ δὲ καὶ αὐτὸς οὕτως ἔχων ἔπεμπε τῶν παίδων ἐς Καρχηδόνα Γολόσσην τε καὶ Μικίψαν, ἀξιῶν κατα‐
Lib
.

318

δέχεσθαι τοὺς δι’ αὑτὸν ἐξεληλαμένους. τούτοις προσ‐ ιοῦσι τὰς πύλας ὁ βοήθαρχος ἀπέκλεισε, δείσας, μὴ τὸν δῆμον οἱ συγγενεῖς τῶν φευγόντων καταδακρύσειαν. Γολόσσῃ δὲ καὶ ἐπανιόντι Ἀμίλχαρ ὁ Σαυνίτης ἐπ‐
5έθετο καί τινας μὲν ἔκτεινεν, αὐτὸν δὲ ἐθορύβησεν.
Lib
.

319

ἐφ’ οἷς ὁ Μασσανάσσης προφάσεις τάσδε ποιούμενος ἐπολιόρκει πόλιν Ὁρόσκοπα, καὶ τῆσδε παρὰ τὰς συν‐ θήκας ἐφιέμενος. οἱ δὲ Καρχηδόνιοι πεζοῖς μὲν δισ‐ μυρίοις καὶ πεντακισχιλίοις, ἱππεῦσι δὲ πολιτικοῖς τε‐
5τρακοσίοις Ἀσρούβα τοῦ τότε σφῶν βοηθάρχου στρα‐
Lib
.

320

τηγοῦντος ἐπὶ τὸν Μασσανάσσην ἐστράτευον. καὶ πλησιάσασιν αὐτοῖς Ἅγασίς τε καὶ Σούβας, ταξίαρχοι τοῦ Μασσανάσσου, διενεχθέντες τι τοῖς παισὶ Μασσα‐ νάσσου, προσέδραμον ἐς αὐτομολίαν ἱππέας ἄγοντες
5ἑξακισχιλίους, οἷς ἐπαρθεὶς ὁ Ἀσρούβας μετεστρατο‐ πέδευεν ἐγγυτέρω τοῦ βασιλέως, καὶ ἐν ταῖς ἀκροβο‐
Lib
.

321

λίαις ἐπὶ κρεισσόνων ἦν. ὁ δὲ Μασσανάσσης ἐνεδρεύων αὐτὸν ὑπεχώρει κατ’ ὀλίγον οἷα φεύγων, ἕως προσ‐ ήγαγεν ἐς πεδίον μέγα καὶ ἔρημον, οὗ πανταχόθεν ἦσαν λόφοι καὶ ἀπόκρημνα καὶ ἀγορᾶς ἀπορία. τότε δ’
5ἐπιστρέψας ἐστρατοπέδευεν ἐν τοῖς πεδινοῖς· ὁ δὲ Ἀσρούβας ἐς τοὺς λόφους ὡς ὀχυρωτέρους ἀνέδρα‐
Lib
.

322

μεν. καὶ οἳ μὲν τῆς ἐπιούσης ἔμελλον ἐς χεῖρας ἥξειν, Σκιπίων δ’ ὁ νεώτερος, ὁ τὴν Καρχηδόνα ὕστερον ἑλών, ὑποστρατευόμενος τότε Λευκόλλῳ Κελτίβηρσι πολεμοῦντι, ἐς τὸν Μασσανάσσην ἀφικνεῖτο, πεμφθεὶς240
5ἐλέφαντας αἰτῆσαι, καὶ αὐτῷ Μασσανάσσης, τοῦ σώ‐ ματος ὡς ἐς μάχην ἐπιμελούμενος, ἱππέας ἀπαντᾶν ἔπεμψε καὶ τῶν παίδων τισὶν ἐκέλευεν ἐλθόντα ὑπο‐
Lib
.

323

δέξασθαι. αὐτὸς δ’ ἅμ’ ἕῳ τὸν στρατὸν ἐξέτασσεν, ὀγδοήκοντα μὲν καὶ ὀκτὼ γεγονὼς ἔτη, ἱππεύων δ’ ἔτι καρτερῶς καὶ γυμνὸν τὸν ἵππον ἀναβαίνων, ὡς
Lib
.

324

ἔθος ἐστὶ Νομάσι, καὶ στρατηγῶν καὶ μαχόμενος. εἰσὶ γὰρ Λιβύων οἱ Νομάδες εὐρωστότατοι καὶ μακροβίων ὄντων μακροβιώτατοι. αἴτιον δ’ ἴσως ὅ τε χειμὼν οὐ πολὺ κρύος ἔχων, ὑφ’ οὗ φθείρεται πάντα, καὶ τὸ
5θέρος οὐ κατακαῖον ὥσπερ Αἰθίοπάς τε καὶ Ἰνδούς.
Lib
.

325

διὸ καὶ τῶν θηρίων τὰ δυνατώτατα ἥδε ἡ γῆ φέρει, καὶ οἱ ἄνδρες ἐν ὑπαίθρῳ καὶ πόνοις εἰσὶν αἰεί. ὀλί‐ γος τε ὁ οἶνος αὐτοῖς καὶ ἡ τροφὴ πᾶσιν ἁπλῆ τε καὶ
Lib
.

326

εὐτελής. ὁ μὲν δὴ Μασσανάσσης ἐπιβὰς ἵππου διεκόσμει τὸν στρατόν, καὶ Ἀσρούβας ἀντεξῆγε τὸν ἴδιον αὐτῷ, πολὺ πλῆθος· ἤδη γὰρ καὶ τῷδε πολλοὶ προσεληλύθει‐
Lib
.

327

σαν ἐκ τῆς χώρας. ὁ δὲ Σκιπίων ἐθεᾶτο τὴν μάχην ἀφ’ ὑψηλοῦ καθάπερ ἐκ θεάτρου. ἔλεγέν τε πολλάκις ὕστερον, ἀγῶσι συνενεχθεὶς ποικίλοις, οὔποτε ὧδε ἡσθῆναι· μόνον γὰρ ἔφη τόνδε τὸν πόνον ἄφροντις ἰδεῖν, μυριάδας ἀνδρῶν
5συνιούσας ἐς μάχην ἕνδεκα. ἔλεγέν τε σεμνύνων δύο πρὸ αὑτοῦ τὴν τοιάνδε θέαν ἰδεῖν ἐν τῷ Τρωϊκῷ, τὸν Δία ἀπὸ
τῆς Ἴδης καὶ τὸν Ποσειδῶνα ἐκ Σαμοθρᾴκης.241
Lib
.

328

γενομένης δὲ τῆς μάχης ἐς νύκτα ἀπ’ ἠοῦς καὶ πολλῶν πεσόντων ἑκατέρωθεν ἔδοξεν ἐπὶ κρεισσόνων ὁ Μασσανάσσης γενέσθαι. καὶ αὐτῷ ὑποστρέφοντι ἀπὸ τοῦ ἔργου ὁ Σκιπίων ὤφθη. ὃ δὲ αὐτὸν οἷα φίλον
Lib
.

329

ἐκ πάππου περιεῖπε θεραπεύων. ὅπερ οἱ Καρχηδόνιοι μαθόντες ἐδέοντο τοῦ Σκιπίωνος πρὸς Μασσανάσσην σφᾶς συναλλάξαι. ὃ δὲ συνήγαγε μὲν αὐτούς, γιγνο‐ μένων δὲ προκλήσεων οἱ Καρχηδόνιοι τῷ Μασσανάσσῃ
5τὴν μὲν περὶ τὸ Ἐμπόριον γῆν ἔλεγον μεθήσειν καὶ ἀργυρίου τάλαντα δώσειν διακόσια αὐτίκα καὶ ὀκτα‐ κόσια σὺν χρόνῳ, τοὺς δ’ αὐτομόλους αἰτοῦντος οὐχ ὑπέστησαν οὐδ’ ἀκοῦσαι, ἀλλ’ ἄπρακτοι διεκρίθησαν.
Lib
.

330

καὶ Σκιπίων μὲν ἐς Ἰβηρίαν ἔχων τοὺς ἐλέφαντας ἐπ‐ ανῄει, Μασσανάσσης δέ, τὸν λόφον τῶν πολεμίων περι‐ ταφρεύσας, ἐφύλασσε μηδεμίαν αὐτοῖς ἀγορὰν ἐσφέρε‐ σθαι. οὐδ’ ἄλλως ἐγγὺς ἦν οὐδέν, ἐπεὶ καὶ αὐτῷ μό‐
Lib
.

331

λις ἐκ μακροῦ σφόδρα ἐπιμόχθως ἐφέρετο ὀλίγη. Ἀσ‐ ρούβας δ’ εὐθὺς μὲν ἐδόκει δύνασθαι διεκπαῖσαι τοὺς πολεμίους ἐρρωμένῳ ἔτι καὶ ἀπαθεῖ τῷ στρατῷ, ἀγορὰν δ’ ἔχων Μασσανάσσου πλείονα προκαλεῖσθαι
5τὸν Μασσανάσσην ἐνόμιζε καὶ παρέμενε, πυνθανό‐ μενος ἅμα καὶ Ῥωμαίων ἐπιέναι πρέσβεις ἐς διαλύσεις. οἳ δ’ ἦλθον μέν, εἴρητο δ’ αὐτοῖς, εἰ Μασσανάσσης ἐλασσοῖτο, λῦσαι τὴν διαφοράν, εἰ δ’ ἐπὶ κρεισσόνων
Lib
.

332

εἴη, καὶ παροξῦναι. οἳ μὲν δὴ τὸ ἑαυτῶν ἔπραξαν, ὁ δὲ λιμὸς τὸν Ἀσρούβαν καὶ τοὺς Καρχηδονίους ἐξέτριβε· καὶ τοῖς σώμασι πάντα ἔχοντες ἀσθενῶς βιάσασθαι μὲν οὐκέτι τοὺς πολεμίους ἐδύναντο, τὰ
5δ’ ὑποζύγια πρῶτον, εἶτα τοὺς ἵππους ἐπὶ τοῖς ὑπο‐
Lib
.

333

ζυγίοις ἔθυον καὶ ἱμάντας ἑψοῦντες ἤσθιον. καὶ νόσων αὐτοὺς ἰδέαι πᾶσαι κατελάμβανον ἔκ τε πονη‐
ρίας τροφῶν καὶ ἀκινησίας ἔργων καὶ ὥρας ἔτους· συνεκέκλειστο γὰρ ἐς ἓν χωρίον, καὶ τόδε ὂν στρατό‐242
Lib
.

334

πεδον, ὄχλος ἀνθρώπων 〈ἐν〉 Λιβύῃ θέρους. τῶν τε ξύ‐ λων αὐτοῖς ἐς τὴν ἕψησιν ἐπιλειπόντων τὰ ὅπλα κατ‐ έκαιον. καὶ τῶν ἀποθνησκόντων οὐδεὶς οὔτ’ ἐξεφέρετο, Μασσανάσσου τὴν φυλακὴν οὐκ ἀνιέντος, οὔτ’ ἐξ‐
5εκαίετο ξύλων ἀπορίᾳ. ὁ οὖν φθόρος αὐτοῖς ἦν πολύς τε καὶ περιώδυνος, συνοῦσιν ὀδωδόσι καὶ σηπομένοις
Lib
.

335

σώμασι. τό τε πλεῖστον ἤδη τοῦ στρατοῦ διέφθαρτο· καὶ τὸ ὑπόλοιπον οὐδεμίαν σφίσιν ἐλπίδα σωτηρίας ὁρῶντες τοὺς αὐτομόλους ὑπέστησαν ἐκδοῦναι τῷ Μασσανάσσῃ καὶ πεντακισχίλια ἀργυρίου τάλαντα
5πεντήκοντα ἔτεσιν ἐσενεγκεῖν τούς τε φυγάδας σφῶν καταδέξασθαι παρὰ τὸ ὅρκιον καὶ αὐτοὶ διὰ μιᾶς πύλης τοὺς ἐχθροὺς καθ’ ἕνα διεξελθεῖν σὺν χιτω‐
Lib
.

336

νίσκῳ μόνῳ. Γολόσσης δ’ αὐτοῖς ἀπιοῦσι, χαλε‐ παίνων τῆς οὐ πρὸ πολλοῦ διώξεως, εἴτε συνειδότος τοῦ πατρός, εἴτε δι’ ἑαυτοῦ, Νομάδας ἱππέας ἐπέπεμψεν, οἳ οὐκ ἀμυνομένους, οὔτε ὅπλον ἔχοντας ἐς ἄμυναν
5οὔτε φυγεῖν ὑπ’ ἀσθενείας δυναμένους, 〈ἔκτειναν〉.
Lib
.

337

ἔκ τε μυριάδων πέντε στρατοῦ καὶ ὀκτακισχιλίων ἀν‐ δρῶν ὀλίγοι πάμπαν ἐς Καρχηδόνα περιεσώθησαν καὶ σὺν αὐτοῖς Ἀσρούβας τε ὁ στρατηγὸς καὶ ἕτεροι τῶν
ἐπιφανῶν.243
Lib
.

338

τοιόσδε μὲν ὁ Μασσανάσσου καὶ Καρχηδονίων πόλεμος ἦν, ἐκδέχεται δ’ αὐτὸν ὁ τρίτος ἐν Λι‐
Lib
.

339

βύῃ καὶ τελευταῖος Ῥωμαίων. καὶ Καρχηδόνιοι τῷ Μασσανάσσου πταίσματι συμπεσόντες, ἀσθενεστάτης ὑπ’ αὐτοῦ τῆς πόλεως γενομένης, αὐτόν τε Μασσανάσσην ἐδεδοίκεσαν, ἐγγὺς ἔτι ὄντα μετὰ πολλοῦ στρατοῦ, καὶ
5Ῥωμαίους δυσμεναίνοντας αἰεὶ σφίσιν καὶ πρόφασιν θησο‐
Lib
.

340

μένους τὰ ἐς τὸν Μασσανάσσην γενόμενα. ὧν οὐδέτε‐ ρον κακῶς ὑπενόουν· αὐτίκα γὰρ οἱ Ῥωμαῖοι πυθό‐ μενοι στρατὸν ἐπήγγελλον ἐς ὅλην τὴν Ἰταλίαν, τὴν μὲν χρείαν οὐ λέγοντες, ὡς δ’ ἂν ὀξέως ἔχοιεν ἐς τὰ
Lib
.

341

παραγγελλόμενα χρῆσθαι. καὶ οἱ Καρχηδόνιοι, νομί‐ ζοντες ἐκλύσειν τὴν πρόφασιν, ἐπεκήρυσσον Ἀσρούβᾳ τε τῷ στρατηγήσαντι τοῦδε τοῦ πρὸς Μασσανάσσην πολέμου καὶ Καρθάλωνι τῷ βοηθάρχῳ καὶ εἴ τις
5ἄλλος ἐφῆπτο τοῦ ἔργου, θάνατον, ἐς ἐκείνους τὴν
Lib
.

342

αἰτίαν τοῦ πολέμου περιφέροντες. ἔς τε Ῥώμην πρέ‐ σβεις ἔπεμπον, οἳ κατηγόρουν μὲν αὐτοῦ Μασσανάσσου, κατηγόρουν δὲ καὶ τῶνδε τῶν ἀνδρῶν ὡς ἀμυναμένων αὐτὸν ὀξέως τε καὶ προπετῶς καὶ τὴν πόλιν ἐς πρό‐
Lib
.

343

φασιν ἔχθρας ἐμβαλόντων. ὡς δέ τις τῶν βουλευτῶν τοὺς πρέσβεις ἤρετο, ὅπως οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τοὺς αἰτίους, ἀλλὰ μετὰ τὴν ἧσσαν ἐξεκήρυξαν καὶ πρὸς ἡμᾶς οὐ πρότερον, ἀλλὰ νῦν πρεσβεύεσθε, οἳ
5μὲν ἀποκρίσεως ἠπόρουν, ἡ δὲ βουλὴ πάλαι διεγνω‐ κυῖα πολεμῆσαι καὶ προφάσεις ἐρεσχηλοῦσα ὧδε ἀπ‐ εκρίνατο, Καρχηδονίους οὔπω Ῥωμαίοις ἱκανῶς ἀπολο‐
Lib
.

344

γήσασθαι. πάλιν οὖν ἀγωνιῶντες ἠρώτων, εἰ δοκοῦ‐
σιν ἁμαρτεῖν, τί παθόντες ἀπολύσονται τὸ ἔγκλημα. οἳ δὲ οὕτως ἔφασαν τῷ ῥήματι· “εἰ τὸ ἱκανὸν ποιήσετε244
Lib
.

345

Ῥωμαίοις.” ζητούντων δ’ ἐκείνων, ὅ τι εἴη τὸ ἱκανόν, οἳ μὲν ᾤοντο Ῥωμαίους ἐθέλειν τοῖς χρήμασιν προσ‐ επιθεῖναι τοῖς ἐπὶ Σκιπίωνος ὡρισμένοις, οἳ δὲ Μασσα‐
Lib
.

346

νάσσῃ τῆς ἀμφιλόγου γῆς μεταστῆναι. ἀποροῦντες οὖν πάλιν ἐς Ῥώμην ἔπεμπον καὶ παρεκάλουν γνῶναι σαφῶς, ὅ τι ἐστὶν αὐτοῖς τὸ ἱκανόν. οἳ δὲ αὖθις ἔφασαν εἰδέναι Καρχηδονίους καλῶς καὶ εἰπόντες
5ἀπέπεμψαν.
Lib
.

347

οἳ μὲν δὴ φόβου καὶ ἀπορίας ἦσαν ἐν τούτῳ, Ἰτύκη δέ, ἡ Λιβύης μεγίστη μετὰ Καρχηδόνα πόλις, λιμένας τε ἔχουσα εὐόρμους καὶ στρατοπέδων κατ‐ αγωγὰς δαψιλεῖς, ἑξήκοντα σταδίους ἀπὸ Καρχηδόνος
5ἀφεστῶσα καὶ καλῶς ἐς πόλεμον αὐτοῖς ἐπικειμένη, τὰ Καρχηδονίων ἄρα καὶ αὐτὴ τότε ἀπογνοῦσα καὶ τὸ πάλαι μῖσος ἐς αὐτοὺς ἐκφέρουσα ἐν καιρῷ, πρέ‐ σβεις ἐς Ῥώμην ἔπεμψεν, οἳ τὴν Ἰτύκην Ῥωμαίοις
Lib
.

348

ἐπέτρεπον. ἡ δὲ βουλή, καὶ τέως ἐς τὸν πόλεμον ὁρμῶσά τε καὶ παρασκευαζομένη, πόλεως ὀχυρᾶς οὕτως καὶ ἐπικαίρου προσγενομένης ἐξέφηνέ τε τὴν γνώμην καὶ ἐς τὸ Καπιτώλιον, οὗπερ εἰώθασιν περὶ πολέμου
5σκοπεῖν, συνελθοῦσα ἐψηφίσατο Καρχηδονίοις πολεμεῖν.
Lib
.

349

στρατηγούς τε τοὺς ὑπάτους αὐτίκα ἐξέπεμπον, ἐπὶ μὲν τοῦ πεζοῦ Μᾶρκον Μανίλιον, ἐπὶ δὲ τοῦ στόλου Λεύκιον Μάρκιον Κηνσωρῖνον, οἷς ἐν ἀπορρήτῳ λέ‐ λεκτο μὴ ἀνασχεῖν τοῦ πολέμου, πρὶν Καρχηδόνα κατα‐
Lib
.

350

σκάψαι. οἳ μὲν δὴ θύσαντες ἐς Σικελίαν ἔπλεον ὡς
ἐκεῖθεν εἰς τὴν Ἰτύκην διαβαλοῦντες, ναυσὶ δ’ ἐφέ‐ ροντο πεντήκοντα μὲν πεντήρεσιν, ἑκατὸν δ’ ἡμιολίαις, ἀφράκτοις δὲ καὶ κερκούροις καὶ στρογγύλοις πολλοῖς.245
Lib
.

351

καὶ στρατὸν ἦγον ὀκτακισμυρίους πεζοὺς καὶ ἱππέας ἐς τετρακισχιλίους, ἀρίστους ἅπαντας· ὡς γὰρ ἐς ἐπι‐ φανῆ στρατείαν καὶ προῦπτον ἐλπίδα πᾶς τις ἀστῶν καὶ συμμάχων ὥρμα, καὶ πολλοὶ καὶ ἐθελονταὶ παρήγ‐
5γελλον ἐς τὸν κατάλογον.
Lib
.

352

Καρχηδονίοις δὲ προσέπεσεν ἥ τε κρίσις τοῦ πο‐ λέμου καὶ τὸ ἔργον ὁμοῦ δι’ ἑνὸς ἀγγέλου· ὁ γὰρ αὐτὸς ἔφερέν τε τὸ ψήφισμα τοῦ πολέμου καὶ τὰς
Lib
.

353

ναῦς ἐδήλου πλεῖν ἐπὶ σφᾶς. ἐκπλαγέντες οὖν ἀπ‐ εγίνωσκον αὑτῶν ἀπορίᾳ τε νεῶν καὶ ἀπωλείᾳ προσ‐ φάτῳ τοσῆσδε νεότητος, οὐ συμμάχους ἔχοντες, οὐ μισθοφόρους ἑτοίμους, οὐ σῖτον ἐς πολιορκίαν συνενη‐
5νεγμένον, οὐκ ἄλλο οὐδέν, ὡς ἐν ἀκηρύκτῳ καὶ ταχεῖ πολέμῳ, οὐδ’ αὐτοὶ διαρκεῖν δυνάμενοι Ῥωμαίοις τε καὶ
Lib
.

354

Μασσανάσσῃ. πρέσβεις οὖν ἑτέρους ἐς Ῥώμην ἔπεμπον αὐτοκράτορας, ὅπῃ δύναιντο, τὰ παρόντα διαθέσθαι. οἷς ἡ σύγκλητος εἶπεν, ἐὰν τοῖς ὑπάτοις ἔτι οὖσιν ἐν Σικελίᾳ, τριάκοντα ἡμερῶν τῶνδε, οἱ Καρχηδόνιοι
5τριακοσίους τοὺς ἐνδοξοτάτους σφῶν παῖδας ἐς ὁμη‐ ρείαν παράσχωσι καὶ τἆλλα κατακούσωσιν αὐτῶν, ἕξειν Καρχηδόνα ἐλευθέραν τε καὶ αὐτόνομον καὶ γῆν,
Lib
.

355

ὅσην ἔχουσιν ἐν Λιβύῃ. ταῦτα μὲν ἐς τὸ φανερὸν ἐψηφίσαντο καὶ τοῖς πρέσβεσιν ἔδωκαν ἐς Καρχηδόνα φέρειν τὸ δόγμα, ἐν ἀπορρήτῳ δὲ τοῖς ὑπάτοις ἐπ‐
έστειλαν ἔχεσθαι τῶν ἰδίᾳ σφίσιν ἐντεταλμένων.246
Lib
.

356

οἱ δὲ Καρχηδόνιοι τὴν μὲν γνώμην ὑπώπτευον, οὐκ ἐπὶ συνθήκῃ βεβαίᾳ τὰ ὅμηρα παρέχοντες· οἷα δ’ ἐν κινδύνῳ τοσῷδε τὰς ἐλπίδας, ἐν ᾧ μηδὲν ἐκ‐ λείψουσι, τιθέμενοι, σπουδῇ προλαβόντες τὴν προθεσ‐
5μίαν τοὺς παῖδας ἦγον ἐς Σικελίαν, γονέων τε αὐ‐ τοῖς ἐπικλαιόντων καὶ οἰκείων καὶ μάλιστα τῶν μητέρων, αἳ σὺν ὀλολυγῇ μανιώδει τῶν τέκνων ἐξήπτοντο καὶ νεῶν τῶν φερουσῶν αὐτὰ καὶ στρατηγῶν τῶν ἀγόντων ἀγκυρῶν τε ἐπελαμβάνοντο καὶ καλῴδια διέσπων καὶ
Lib
.

357

ναύταις συνεπλέκοντο καὶ τὸν πλοῦν ἐκώλυον. εἰσὶ δ’, αἳ καὶ μέχρι πολλοῦ τῆς θαλάσσης παρένεον, δεδα‐
Lib
.

358

κρυμέναι τε καὶ ἐς τὰ τέκνα ἀφορῶσαι. αἱ δ’ ἐπὶ τῆς γῆς τὰς κόμας ἐτίλλοντο καὶ τὰ στέρνα ἔκοπτον ὡς ἐπὶ πένθει· ἐδόκουν γὰρ ὄνομα μὲν ἐς εὐπρέπειαν εἶναι τὴν ὁμηρείαν, ἔργῳ δὲ τῆς πόλεως ἔκδοσιν, ἐπ’ οὐ‐
5δεμιᾷ συνθήκῃ τῶνδε τῶν παίδων διδομένων. καὶ πολλαὶ καὶ τοῦτο ἐν ταῖς οἰμωγαῖς κατεμαντεύοντο τῇ πόλει, μηδὲν αὐτὴν ὀνήσειν τοὺς παῖδας ἐκδιδομένους.
Lib
.

359

ἐν μὲν δὴ τῇ Καρχηδόνι τῶν ὁμήρων ἡ ἀναγωγὴ τοιάδε τις ἦν, ἐν δὲ τῇ Σικελίᾳ παραλαβόντες αὐτὰ οἱ ὕπατοι διέπεμπον ἐς Ῥώμην καὶ τοῖς Καρχη‐ δονίοις ἔφασαν ἐς τὸ τέλος τοῦ πολέμου τὰ λοιπὰ
5ἐρεῖν ἐν Ἰτύκῃ.
Lib
.

360

διαπλεύσαντές τε ἐς αὐτὴν ἐστρατοπέδευον, ὁ μὲν πεζός, ἔνθα πάλαι τὸ Σκιπίωνος ἦν στρατόπεδον, αἱ
Lib
.

361

δὲ νῆες ἐν τοῖς λιμέσι τοῖς Ἰτυκαίων. ἀφικομένων δὲ κἀκεῖ πρέσβεων ἐκ Καρχηδόνος οἱ μὲν ὕπατοι πρου‐ κάθηντο ἐπὶ βήματος ὑψηλοῦ, ἡγεμόνων τε σφίσι καὶ χιλιάρχων παρεστώτων, ἡ στρατιὰ δ’ ἑκατέρωθεν ἐπὶ
5μῆκος πολὺ ὅπλοις τε ἐπισήμοις ἐσκεύαστο, καὶ τὰ σημεῖα ἔφερον ὀρθά, ἵνα οἱ πρέσβεις τὸ πλῆθος ἐκ247
Lib
.

362

τούτων συμβάλοιεν. ἐπεὶ δ’ οἱ μὲν ὕπατοι τῷ σαλ‐ πικτῇ προσέταξαν ὑποσημῆναι σιωπήν, ὁ δὲ κήρυξ ἀνεῖπεν τοὺς Καρχηδονίων πρέσβεις προσιέναι, οἳ μὲν εἰσήγοντο διὰ στρατοπέδου μακροῦ καὶ τοῦ βήματος
5οὐ προσεπέλαζον, ἀλλὰ περισχοίνισμα ἦν ἐν μέσῳ, οἱ
Lib
.

363

δ’ ὕπατοι λέγειν αὐτοὺς ἐκέλευον, ὅ τι χρῄζοιεν. καὶ οἱ πρέσβεις ἔλεγον ἐλεεινὰ πολλὰ καὶ ποικίλα συνθη‐ κῶν τε πέρι τῶν σφίσι πρὸς Ῥωμαίους γενομένων καὶ Καρχηδόνος αὐτῆς χρόνου καὶ πλήθους καὶ δυνάμεως καὶ
5ἀρχῆς τῆς ἐς πολὺ μεγίστης ἐν γῇ καὶ θαλάσσῃ γενο‐
Lib
.

364

μένης. οὐκ ἐπὶ σεμνολογίᾳ δ’ ἔφασαν λέγειν· οὐ γὰρ εἶναι καιρὸν ἐν συμφοραῖς σεμνολογίας, “ἀλλ’ ἐς σωφρόνισμα ὑμῖν, ὦ Ῥωμαῖοι, καὶ μετριοπάθειαν ἡ τῆς ἡμετέρας μεταβολῆς ὀξύτης ἔστω. κράτιστοι δέ,
5ὅσοι τοὺς πταίσαντας ἐλεοῦντες τὸ σφέτερον εὔελπι
Lib
.

365

ποιοῦνται τῷ μηδὲν ἐς ἄλλας τύχας ἁμαρτεῖν. καὶ τάδε μὲν ὑμῶν ἄξια καὶ τῆς ὑμετέρας εὐσεβείας, ἣν προσποιεῖσθε μάλιστα ἀνθρώπων· εἰ δὲ καὶ ἀνημέρων τετυχήκειμεν ἐχθρῶν, κόρος ἐστὶν ἀτυχημάτων, ὅσα
5πεπόνθαμεν, οἳ τὴν ἡγεμονίαν τῆς τε γῆς καὶ θαλάσ‐ σης ἀφῃρήμεθα καὶ τὰς ναῦς ὑμῖν παρεδώκαμεν καὶ ἄλλας οὐκ ἐπικτώμεθα καὶ θήρας καὶ κτήσεως ἐλε‐ φάντων ἀπέστημεν καὶ ὅμηρα τὰ κράτιστα καὶ πάλαι καὶ νῦν παρεδώκαμεν καὶ φόρους τελοῦμεν εὐτάκτως,
Lib
.

366

οἱ παρ’ ἑτέρων αἰεὶ λαβόντες. καὶ τάδε ἤρκεσε τοῖς
πατράσιν ὑμῶν, οἷς ἐπολεμήσαμεν· καὶ συνθήκας ἐπ’ αὐτοῖς ἐγράψαντο ἡμῖν ὡς φίλοις τε καὶ συμμάχοις, καὶ ὅρκος ἔστιν ἐν ταῖς συνθήκαις ἀμφοῖν ὅμοιος.248
Lib
.

367

κἀκεῖνοι μὲν ἡμῖν, οἷς ἐπολεμήσαμεν, πιστοὶ μετὰ ταῦτα ἐγένοντο· ὑμεῖς δ’, οἷς οὐδὲ εἰς χεῖρας ἤλθομεν, τί τῶνδε τῶν συνθηκῶν αἰτιώμενοι παραβεβάσθαι τὸν πόλεμον τόνδε ὀξέως οὕτως ἐψηφίσασθέ τε καὶ
5ἀκηρύκτως ἐπηγάγετε ἡμῖν; πότερον οὐ δίδομεν τοὺς φόρους; ἢ ναῦς ἔχομεν ἢ τοὺς ἐπιφθόνους ἐλέφαντας; ἢ οὐ πιστοὶ τὰ πρὸς ὑμᾶς ἐξ ἐκείνου γεγόναμεν; ἢ οὐκ ἐλεεινοὶ τῶν πέντε μυριάδων τῶν χθὲς ἀπολο‐
Lib
.

368

μένων ὑπὸ λιμοῦ; ἀλλὰ Μασσανάσσῃ πεπολεμήκαμεν. πολλά γε πλεονεκτοῦντι· καὶ πάντα δι’ ὑμᾶς ἐφέρομεν. ἀπαύστως δ’ ἔχων καὶ ἀθεμίστως ἐς ἡμᾶς καὶ τὸ ἔδαφος, ἐν ᾧ καὶ ἐτράφη καὶ ἐπαιδεύθη, γῆν ἄλλην
5ἡμῶν ἀπέσπα περὶ τὸ Ἐμπόριον· καὶ λαβὼν καὶ τήνδε ἐπέβαινεν ἑτέρας, μέχρι τὰς συνθήκας ἡμῖν τὰς πρὸς
Lib
.

369

ὑμᾶς συνέχεεν. εἰ τοῦτό ἐστιν ἡ τοῦδε τοῦ πολέμου πρόφασις, ἡμεῖς δὲ καὶ τοὺς ἀμυναμένους αὐτὸν ἐξ‐ εκηρύξαμεν καὶ πρὸς ὑμᾶς πρέσβεις ἐπέμψαμεν, οἳ περὶ τούτων ἀπελογοῦντο, καὶ ἑτέρους αὐτοκράτορας, ὅπῃ
5θέλετε, συνθέσθαι. τί οὖν ἔδει νεῶν καὶ στόλου καὶ στρατοῦ πρὸς ἄνδρας οὐχ ὁμολογοῦντας μὲν [μὴ] ἁμαρτεῖν,
Lib
.

370

ἑαυτοὺς δὲ ὑμῖν ἐπιτρέποντας; ὅτι δὲ οὐκ ἀπατῶντες ὑμᾶς οὐδὲ μικρολογούμενοι παθεῖν, ὅ τι ἂν ζημιῶτε, ταῦτα προυτείνομεν, ἐπιδέδεικται σαφῶς, ὅτε τοὺς ἀρίστους παῖδας ἐς ὁμηρείαν αἰτοῦσιν ὑμῖν εὐθύς, ὡς
5τὸ δόγμα ἐκέλευε, τὰς τριάκοντα προλαβόντες ἡμέρας ἀπεστείλαμεν. τοῦ δ’ αὐτοῦ δόγματός ἐστιν, ἢν παρά‐ σχωμεν ὑμῖν τὰ ὅμηρα, τὴν Καρχηδόνα ἐλευθέραν ἐᾶν καὶ αὐτόνομον, κεκτημένην, ἃ ἔχομεν.”249
Lib
.

371

οἱ μὲν δὴ πρέσβεις τοσαῦτα εἶπον, Κηνσωρῖνος δ’ ὑπαναστὰς ἀντέλεξεν ὧδε· “τὰς μὲν αἰτίας τοῦ πολέμου τί δεῖ λέγειν ὑμῖν, ὦ Καρχηδόνιοι, πρεσβεύσασιν ἐς Ῥώμην καὶ παρὰ τῆς συγκλήτου μαθοῦσιν; ὃ δὲ ἐψεύ‐
Lib
.

372

σασθε περὶ ἡμῶν, τοῦθ’ ὑμᾶς ἐλέγξω. καὶ γὰρ τὸ δόγμα δηλοῖ, καὶ ἡμεῖς ὑμῖν ἐν Σικελίᾳ προείπομεν τὰ ὅμηρα παραλαμβάνοντες, τὰ λοιπὰ τῶν δοξάντων
Lib
.

373

ἐπικελεύσειν ἐν Ἰτύκῃ. τῶν μὲν οὖν ὁμήρων τῆς τε ταχυτῆτος καὶ τῆς ἐπιλέξεως ἐπαινοῦμεν ὑμᾶς· τί δὲ ὅπλων δεῖ τοῖς εἰρηνεύουσι καθαρῶς; φέρετε· πάντα, ὅσα δημοσίᾳ τε καὶ ἰδίᾳ ἕκαστος ὑμῶν ἔχει, βέλη τε
Lib
.

374

καὶ καταπέλτας, ἡμῖν παράδοτε.” ὃ μὲν οὕτως εἶπεν, οἱ δὲ πρέσβεις ἔφασαν ἐθέλειν μὲν καὶ τοῖσδε ὑπ‐ ακοῦσαι, ἀπορεῖν δέ, ὅπως Ἀσρούβαν, ᾧ θάνατον ἐπ‐ εκήρυξαν, δύο μυριάδας ἀνδρῶν ἤδη συναγαγόντα καὶ
5αὐτῇ Καρχηδόνι παραστρατοπεδεύοντα ἀμυνοῦνται.
Lib
.

375

εἰπόντων δὲ τῶν ὑπάτων, ὅτι Ῥωμαῖοι τούτων ἐπιμε‐ λήσονται, οἳ μὲν καὶ ταῦτα δώσειν ὑπέσχοντο, καὶ συμπεμφθέντες αὐτοῖς Κορνήλιός τε Σκιπίων ὁ Νασι‐ κᾶς καὶ Γναῖος Κορνήλιος ὁ Ἱσπανὸς ἐπίκλησιν παρ‐
5ελάμβανον εἴκοσι μυριάδας πανοπλιῶν καὶ βελῶν καὶ ἀκοντίων πλῆθος ἄπειρον καὶ καταπέλτας ὀξυβελεῖς
Lib
.

376

τε καὶ λιθοβόλους εἰς δισχιλίους. καὶ φερομένων αὐτῶν ἡ μὲν ὄψις ἦν λαμπρὰ καὶ παράλογος, ἁμαξῶν τοσῶνδε
ὑπ’ αὐτῶν τῶν πολεμίων ἀγομένων, οἱ δὲ πρέσβεις εἵποντο αὐτοῖς καὶ ὅσοι τῆς γερουσίας ἢ τῆς ἄλλης250
5βουλῆς ἄριστοι ἢ ἱερεῖς ἢ ἄλλως ἐπιφανεῖς ἔμελλον
Lib
.

377

τοὺς ὑπάτους ἐς ἐντροπὴν ἢ ἔλεον ἄξειν. ἐσαχθέντες δὲ αὐτῷ κόσμῳ τοῖς ὑπάτοις παρέστησαν. καὶ ὁ Κην‐ σωρῖνος (ἦν γὰρ εἰπεῖν ἱκανώτερος τοῦ συνάρχου) ἀναστὰς καὶ τότε καὶ σκυθρωπάσας ἐπὶ πολὺ ἔλεξεν
Lib
.

378

ὧδε· “τῆς μὲν εὐπειθείας ὑμᾶς, ὦ Καρχηδόνιοι, καὶ προθυμίας τῆς μέχρι νῦν ἔς τε τὰ ὅμηρα καὶ τὰ ὅπλα ἐπαινοῦμεν, χρὴ δ’ ἐν τοῖς ἀναγκαίοις βραχυλογεῖν. ὑπόστητε γενναίως τὸ λοιπὸν τῆς συγκλήτου κέλευσμα.
5ἔκστητε τῆς Καρχηδόνος ἡμῖν καὶ ἀνοικίσασθε, ὅπῃ θέλετε τῆς ὑμετέρας, ὀγδοήκοντα σταδίους ἀπὸ θαλάσ‐
Lib
.

379

σης· τήνδε γὰρ ἡμῖν ἔγνωσται κατασκάψαι.” οἳ δ’ ἔτι λέγοντος αὐτοῦ τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνέσχον μετὰ βοῆς καὶ τοὺς θεοὺς ὡς ἠπατημένοι κατεκάλουν πολλά τε καὶ δυσχερῆ κατὰ Ῥωμαίων ἐβλασφήμουν, ἢ
5θανατῶντες ἢ ἔκφρονες ὄντες ἢ τοὺς Ῥωμαίους ἐς
Lib
.

380

μύσος πρέσβεων διερεθίζοντες. ἔς τε τὴν γῆν σφᾶς ἐρρίπτουν καὶ χερσὶ καὶ κεφαλαῖς αὐτὴν ἔτυπτον· οἳ δὲ καὶ τὰς ἐσθῆτας ἐπερρήγνυντο καὶ τοῖς σώμασι
τοῖς ἑαυτῶν ἐνύβριζον ὡς ὑπὸ ἀνοίας ἐνηδρευμένοι.251
5ἐπεὶ δέ ποτε αὐτοῖς ὁ οἶστρος ἔληξε, σιωπὴ πολλὴ καὶ
Lib
.

381

κατήφεια ἦν οἷα νεκρῶν κειμένων. Ῥωμαῖοι δ’ ἐξ‐ επλήσσοντο, καὶ οἱ ὕπατοι φέρειν αὐτοὺς ἐγνώκεσαν ὡς ἐπὶ ἀλλοκότῳ κελεύσματι, μέχρι παύσαιντο ἀγα‐ νακτοῦντες, καλῶς εἰδότες, ὅτι τὰ μέγιστα δεινὰ αὐτίκα
5μὲν ἐς θρασύτητα ἐκπλήσσει, σὺν χρόνῳ δὲ κατα‐
Lib
.

382

δουλοῖ τὴν τόλμαν ἡ ἀνάγκη. ὃ καὶ τότε ἔπαθον οἱ Καρχηδόνιοι· παρὰ γὰρ τὴν σιωπὴν ἁπτομένου σφῶν τοῦ κακοῦ μᾶλλον, ἀγανακτεῖν μὲν ἔτι ἐπαύσαντο, ἀνέκλαιον δὲ καὶ κατεθρήνουν ἑαυτούς τε καὶ παῖδας
5καὶ γυναῖκας ἐξ ὀνομάτων καὶ τὴν πατρίδα αὐτήν, ὡς ἐς ἄνθρωπον ἀκούουσαν λέγοντες οἰκτρὰ καὶ πολλά.
Lib
.

383

οἱ δὲ ἱερεῖς καὶ τὰ τῶν ἱερῶν ὀνόματα καὶ τοὺς ἐν αὐτοῖς θεοὺς ἀνεκάλουν, ὡς παροῦσι κἀκείνοις προ‐ φέροντες τὴν ἀπώλειαν. ἦν τε παμμιγὴς καὶ ἐλεεινὸς οἶκτος οἰμωζόντων ὁμοῦ τά τε κοινὰ καὶ τὰ ἴδια,
5μέχρι καὶ Ῥωμαίους αὐτοῖς ἐπιδακρῦσαι.
Lib
.

384

τοὺς δὲ ὑπάτους ἐσῄει μὲν οἶκτος ἀνθρωπίνης μεταβολῆς, σκυθρωποὶ δ’ ἀνέμενον καὶ τούτων κόρον αὐτοῖς ἐγγενέσθαι. ὡς δὲ καὶ ὀδυρμῶν ἔληξαν, αὖθις
Lib
.

385

ἦν σιωπή. καὶ λόγον αὑτοῖς διδόντες, ὡς ἡ μὲν πόλις ἐστὶν ἄνοπλος, ἔρημος, οὐ ναῦν, οὐ καταπέλτην, οὐ βέλος, οὐ ξίφος ἔχουσα, οὐκ ἄνδρας οἰκείους ἱκανοὺς ἀπομάχεσθαι, πέντε μυριάδων ἔναγχος διεφθαρμένων,
5ξενικὸν δὲ οὐδὲν ἔστιν ἢ φίλος ἢ σύμμαχος ἢ καιρὸς ἐς ταῦτα, ἔχουσι δ’ αὐτοῖς οἱ πολέμιοι καὶ τὰ τέκνα
καὶ τὰ ὅπλα καὶ τὴν χώραν καὶ περικάθηνται τὸ ἄστυ ἔνοπλοι ναυσὶ καὶ πεζῷ καὶ μηχανήμασι καὶ ἵπποις, Μασσανάσσης δ’ ἐχθρὸς ἕτερος ἐν πλευραῖς, θορύβου252
10μὲν ἔτι καὶ ἀγανακτήσεως ἐπέσχον, ὡς οὐδὲν ἐν ταῖς συμφοραῖς ὠφελούντων, ἐς δὲ λόγους αὖθις ἐτράποντο.
Lib
.

386

καὶ Βάννων, ᾧ Τιγίλλας ἐπώνυμον ἦν, ἐπιφανέστατος ὢν ἐν τοῖς τότε παροῦσιν, αἰτήσας εἰπεῖν, ἔλεξεν· “εἰ μέν ἐστι καὶ τῶν πρότερον εἰρημένων ἔτι πρὸς ὑμᾶς, ὦ Ῥωμαῖοι, λόγος, ἐροῦμεν, οὐχ ὡς δίκαια προφέρον‐
5τες (οὐ γάρ ἐστιν ἐν καιρῷ τοῖς ἀτυχοῦσιν ἀντιλογία), ἀλλ’ ἵνα μάθητε, ὡς οὐκ ἀπροφάσιστός ἐστιν ὑμῖν ὁ
Lib
.

387

ἔλεος ὁ ἐφ’ ἡμῖν οὐδὲ ἄλογος. ἡμεῖς γὰρ Λιβύης ἄρχοντες καὶ θαλάσσης ὅτι πλείστης περὶ ἡγεμονίας ὑμῖν ἐπολεμήσαμεν· καὶ ταύτης ἀπέστημεν ἐπὶ Σκι‐ πίωνος, ὅτε τὰς ναῦς ὑμῖν παρέδομεν καὶ ἐλέφαντας,
5ὅσους εἴχομεν, καὶ φόρους ἐταξάμεθα δώσειν καὶ δί‐
Lib
.

388

δομεν ἐν καιρῷ. πρὸς οὖν θεῶν τῶν τότε ὀμωμοσμέ‐ νων φείδεσθε μὲν ἡμῶν, φείδεσθε δὲ τῶν Σκιπίωνος ὅρκων, ὀμόσαντος ἔσεσθαι Ῥωμαίους Καρχηδονίοις συμμάχους καὶ φίλους. οὐδ’ ἔστιν ἐς ταῦθ’ ὅ τι ἡμάρ‐
5τομεν. οὐ ναῦς ἔχομεν, οὐκ ἐλέφαντας, οὐ τοὺς φό‐ ρους ἐκλείπομεν, ἀλλὰ καὶ συνεμαχήσαμεν ὑμῖν ἐπὶ
Lib
.

389

τρεῖς βασιλέας. μηδέ τῳ παραστῇ καταγινώσκειν, εἰ ταῦτα καὶ πρῴην εἴπομεν, ὅτε τὰ ὅπλα ᾐτεῖτε· αἵ τε γὰρ συμφοραὶ ποιοῦσι μακρολόγους, καὶ ἅμα συνθηκῶν οὐδὲν ἐν ταῖς ἱκεσίαις δυνατώτερον, οὐδ’ ἔχομεν ἐς
5οὐδὲν ἕτερον ἀντὶ λόγων καταφυγεῖν, οἳ τὴν δύναμιν
ὑμῖν ἅπασαν ἐξέδομεν.253
Lib
.

390

τὰ μὲν δὴ πρότερα τοιαῦτα, ὧν ὁ Σκιπίων ἐστὶν ἡμῖν, ὦ Ῥωμαῖοι, βεβαιωτής· τῶν δὲ παρόντων ὑμεῖς, ὦ ὕπατοι, δημιουργοὶ καὶ μάρτυρές ἐστε ἡμῖν. ὅμηρα ᾐτήσατε, καὶ τὰ κράτιστα ἠγάγομεν ὑμῖν. ὅπλα ᾐτή‐
5σατε, καὶ πάντα ἐλάβετε, ὧν οὐδὲ οἱ ληφθέντες ἐν
Lib
.

391

ταῖς πολιορκίαις ἑκόντες μεθίενται. ἐπιστεύσαμεν δὲ ἡμεῖς τῷ Ῥωμαίων ἤθει καὶ τρόπῳ· καὶ γὰρ ἡ σύγ‐ κλητος ἡμῖν ἐπέστειλεν, καὶ ὑμεῖς, τὰ ὅμηρα αἰτοῦντες, ἔφατε τὴν Καρχηδόνα αὐτόνομον ἐάσειν, εἰ λάβοιτε.
Lib
.

392

εἰ δὲ προσέκειτο καὶ τὰ λοιπὰ ὑμῶν ἀνέξεσθαι κελευ‐ όντων, οὐκ εἰκὸς ἦν ὑμᾶς ἐπὶ μὲν τοῖς ὁμήροις, αἰτή‐ ματι σαφεῖ, τὴν πόλιν αὐτόνομον ἔσεσθαι προαγορεῦ‐ σαι, ἐν δὲ προσθήκῃ τῶν ὁμήρων ποιεῖσθαι τὴν
5Καρχηδόνος αὐτῆς κατασκαφήν, ἣν εἰ θέμις ὑμῖν ἐστιν ἀνελεῖν, πῶς ἐλευθέραν ἔτι ἀφήσετε ἢ αὐτόνο‐ μον, ὡς ἐλέγετε;
Lib
.

393

τάδε μὲν εἴχομεν εἰπεῖν καὶ περὶ τῶν προτέρων συνθηκῶν καὶ περὶ τῶν πρὸς ὑμᾶς γενομένων. εἰ δὲ καὶ τούτων οὐκ ἀνέξεσθε, παρίεμεν ἅπαντα καί, ὃ τοῖς ἀτυχοῦσίν ἐστι λοιπόν, ὀδυρόμεθα καὶ δεόμεθα.
Lib
.

394

πολλὴ δ’ ἡ ἱκεσία δι’ ἀφθονίαν κακῶν· ὑπέρ τε γὰρ πόλεως παρακαλοῦμεν ἀρχαίας, χρησμοῖς μετὰ θεῶν συνῳκισμένης, καὶ ὑπὲρ δόξης ἐπὶ μέγα προελθούσης καὶ ὀνόματος ἐπιφοιτήσαντος ἐπὶ τὴν γῆν ὅλην ὑπέρ
5τε ἱερῶν τῶν ἐν αὐτῇ τοσῶνδε καὶ θεῶν οὐδὲν ἀδι‐ κούντων, οὓς μὴ πανηγύρεις ἀφέλησθε καὶ πομπὰς καὶ ἑορτὰς μηδὲ τοὺς τάφους τὰ ἐναγίσματα, οὐδὲν
Lib
.

395

ὑμῖν ἔτι τῶν νεκρῶν ἐπιζημίων ὄντων. εἰ δὲ καὶ
ἡμῶν ἐστιν ἔλεος (φατὲ δὲ καὶ ἡμᾶς ἐλεεῖν, οἳ συγ‐ χωρεῖτε μετοικίσασθαι), φείσασθε πολιτικῆς ἑστίας, φείσασθε ἀγορᾶς, φείσασθε βουλαίας θεοῦ πάντων254
Lib
.

396

τε τῶν ἄλλων, ὅσα τοῖς ἔτι ζῶσι τερπνὰ καὶ τίμια. τί γὰρ δὴ καὶ δέος ἐστὶν ὑμῖν ἔτι Καρχηδόνος, οἳ καὶ τὰς ναῦς ἔχετε ἡμῶν καὶ τὰ ὅπλα καὶ τοὺς ἐπιφθό‐
Lib
.

397

νους ἐλέφαντας; περὶ δὲ τῆς ἀνοικίσεως, εἴ τῳ δοκεῖ τοῦτο ἐς παρηγορίαν ἡμῖν προτίθεσθαι, ἔστι καὶ τόδε ἀμήχανον ἀνδράσιν ἐς ἤπειρον ἀνοικίσασθαι θαλασσο‐ βιώτοις, ὧν ἄπειρον πλῆθος ἐργάζεται τὴν θάλασσαν.
Lib
.

398

δίδομεν δ’ ὑμῖν ἀντίδοσιν αἱρετωτέραν ἡμῖν καὶ εὐκλε‐ εστέραν ὑμῖν· τὴν μὲν πόλιν ἐᾶτε τὴν οὐδενὸς ὑμῖν αἰτίαν, αὐτοὺς δὲ ἡμᾶς, οὓς ἀνοικίζετε, εἰ θέλετε, δια‐ χρήσασθε. οὕτω γὰρ ἀνθρώποις δόξετε χαλεπαίνειν,
5οὐχ ἱεροῖς καὶ θεοῖς καὶ τάφοις καὶ πόλει μηδὲν ἀδικούσῃ.
Lib
.

399

δόξης δ’ ἀγαθῆς καὶ εὐσεβοῦς ἐφίεσθε, ὦ Ῥωμαῖοι, παρὰ πάντα ἔργα καὶ μετριοπάθειαν ἐν τοῖς εὐτυχή‐ μασιν ἐπαγγέλλεσθε καὶ τοῦθ’, οἷς ἂν αἰεὶ λάβητε,
Lib
.

400

καταλογίζεσθε. μὴ δή, πρὸς Διὸς καὶ θεῶν, τῶν τε ἄλλων καὶ ὅσοι Καρχηδόνα ἔτι ἔχουσί τε καὶ μή ποτε μνησικακήσαιεν ὑμῖν μηδὲ παισὶν ὑμετέροις, μὴ ἀγα‐ θὴν δόξαν ὑμῶν αὐτῶν ἐν ἡμῖν πρώτοις διαβάλητε
5μηδὲ τοιῷδε ἔργῳ τὴν εὔκλειαν ὑμῶν καταμιάνητε, χαλεπῷ μὲν ἐργασθῆναι, χαλεπῷ δὲ ἀκουσθῆναι παρά τε πρώτοις ὑμῖν ἐξ ἅπαντος τοῦ βίου γενησομένῳ.
Lib
.

401

πόλεμοι γὰρ πολλοὶ μὲν Ἕλλησιν ἐγένοντο καὶ βαρβά‐ ροις, πολλοὶ δὲ ὑμῖν, ὦ Ῥωμαῖοι, πρὸς ἑτέρους· καὶ
οὐδείς πω κατέσκαψε πόλιν χεῖράς τε πρὸ μάχης καθι‐ εῖσαν καὶ ὅπλα καὶ τέκνα παραδοῦσαν καὶ εἴ τις ἔστιν255
5εἰς ἀνθρώπους ἄλλη ζημία, καὶ ταύτην παθεῖν ὑπο‐
Lib
.

402

μένουσαν. προφέροντες δ’ ὑμῖν ὁρκίους θεοὺς καὶ τύχην ἀνθρωπείαν καὶ τὴν φοβερωτάτην τοῖς εὐτυ‐ χοῦσι Νέμεσιν δεόμεθα μήτε ἐς τὴν ὑμετέραν εὐπρα‐ γίαν ὑμᾶς ὑβρίσαι μήτε τὰς ἡμετέρας συμφορὰς ἐς
5ἀνήκεστον προαγαγεῖν, συγχωρῆσαι δ’, εἰ μὴ δίδοτε τὴν πόλιν ἔχειν, ἔς γε τὴν σύγκλητον ἔτι πρεσβεῦσαι
Lib
.

403

περὶ αὐτῆς καὶ δεηθῆναι. βραχὺ δ’ ὁρᾶτε τὸ διάστημα τοῦ χρόνου, βάσανον μὲν ἡμῖν φέρον μακρὰν ἐν ὀλίγῳ διὰ τὴν τῶν ἐσομένων ἀμφιβολίαν· ὑμῖν δὲ τὸ μὲν ἀσφαλὲς ἴσον, ἢ νῦν ἢ μετ’ ὀλίγον τὰ δοκοῦντα δρᾶν,
5τὸ δ’ εὐσεβὲς καὶ φιλάνθρωπον ἐπιγίνεται.”
Lib
.

404

τοιαῦτα μὲν εἶπεν ὁ Βάννων, οἱ δὲ ὕπατοι δῆλοι μὲν ἦσαν ἐσκυθρωπακότες παρὰ πάντα τὸν λόγον, ὅτι μηδὲν ἐνδώσουσιν αὐτοῖς, παυσαμένου δὲ ὁ Κηνσω‐ ρῖνος ἔλεξεν· “περὶ μὲν ὧν ἡ σύγκλητος προσέταξεν, τί
5δεῖ πολλάκις λέγειν; προσέταξε γάρ, καὶ χρὴ γενέσθαι· οὐδὲ ἀναθέσθαι δυνάμεθα τὰ ἤδη κεκελευσμένα γενέ‐
Lib
.

405

σθαι. ταῦτα δὲ εἰ μὲν ὡς ἐχθροῖς ἐπεκελεύομεν, ἔδει μόνον εἰπεῖν καὶ ποιεῖν ἀναγκάζειν· ἐπεὶ δὲ ἐπ’ ὠφε‐ λείᾳ κοινῇ, τάχα μέν τι καὶ ἡμῶν, τὸ δὲ πλέον ὑμῶν, ὦ Καρχηδόνιοι, γίνεται, οὐκ ὀκνήσω καὶ τοὺς λογι‐
5σμοὺς ὑμῖν εἰπεῖν, ἢν δύνησθε πεισθῆναι μᾶλλον ἢ
Lib
.

406

βιασθῆναι. ἡ θάλασσα ὑμᾶς ἥδε, μεμνημένους τῆς ἐν αὐτῇ ποτε ἀρχῆς καὶ δυνάμεως, ἀδικεῖν ἐπαίρει καὶ ἀπὸ τοῦδε ἐς συμφορὰς περιφέρει. Σικελίᾳ τε γὰρ δι’ αὐτὴν ἐπεχειρήσατε καὶ Σικελίαν ἀπωλέσατε· ἔς
Lib
.

407

τε Ἰβηρίαν διεπλεύσατε καὶ Ἰβηρίαν ἀφῄρησθε. ἔν τε ταῖς συνθήκαις ἐλῄζεσθε τοὺς ἐμπόρους καὶ τοὺς ἡμετέρους μάλιστα, ἵνα λανθάνοιτε, κατεποντοῦτε, ἕως ἁλόντες ποινὴν ἡμῖν ἔδοτε Σαρδώ. οὕτω καὶ256
5Σαρδοῦς ἀφῃρέθητε διὰ τὴν θάλασσαν, ἣ πέφυκε πεί‐ θειν ἅπαντας αἰεὶ τοῦ πλέονος ὀρέγεσθαι διὰ τὴν ἐν
Lib
.

408

αὐτῇ ταχυεργίαν. ὃ καὶ Ἀθηναίους, ὅτε ἐγένοντο ναυτικοί, μάλιστα ηὔξησέ τε καὶ καθεῖλεν· ἔοικε γὰρ τὰ θαλάσσια τοῖς ἐμπορικοῖς κέρδεσιν, ἃ καὶ τὴν
Lib
.

409

αὔξησιν ἔχει καὶ τὴν ἀπώλειαν ἀθρόαν. ἴστε γοῦν αὐτοὺς ἐκείνους, ὧν ἐπεμνήσθην, ὅτι τὴν ἀρχὴν ἐπὶ τὸν Ἰόνιον ἐκτείνοντες ἐς Σικελίαν οὐ πρὶν ἀπέστησαν τῆς πλεονεξίας, πρὶν τὴν ἀρχὴν ἅπασαν ἀφαιρεθῆναι
5καὶ λιμένας καὶ ναῦς παραδοῦναι τοῖς πολεμίοις καὶ φρουρὰν ἐνδέξασθαι τῇ πόλει καὶ τὰ τείχη σφῶν αὐτοὶ τὰ μακρὰ καθελεῖν καὶ σχεδὸν ἠπειρῶται τότε
Lib
.

410

κἀκεῖνοι γενέσθαι. ὃ καὶ διέσωσεν ἐπὶ πλεῖστον αὐτούς· εὐσταθέστερος γάρ, ὦ Καρχηδόνιοι, ὁ ἐν ἠπείρῳ βίος, γεωργίᾳ καὶ ἠρεμίᾳ προσπονῶν· καὶ σμικρότερα μὲν ἴσως τὰ κέρδη, βεβαιότερα δὲ καὶ ἀκινδυνότερα καθ‐
Lib
.

411

άπαξ τὰ τῆς γεωργίας παρὰ τοὺς ἐμπόρους. ὅλως τέ μοι δοκεῖ πόλις ἡ μὲν ἐν τῇ θαλάσσῃ ναῦς τις εἶναι μᾶλ‐ λον ἢ γῆ, πολὺν τὸν σάλον τῶν πραγμάτων ἔχουσα καὶ τὰς μεταβολάς, ἡ δὲ ἐν τῷ μεσογείῳ καρποῦσθαι
Lib
.

412

τὸ ἀκίνδυνον ὡς ἐν γῇ. διὰ τοῦτ’ ἄρα καὶ τὰ πάλαι βασίλεια ὡς ἐπίπαν ἦν ἐν μέσῳ, καὶ ἀπὸ τοῦδε μέ‐
γιστα ἐγένοντο τὰ Μήδων καὶ Ἀσσυρίων καὶ Περσῶν257
Lib
.

413

καὶ ἑτέρων. ἀλλὰ βασιλικῶν μὲν ὑποδειγμάτων παύ‐ ομαι, οὐδὲν ὑμῖν ἔτι διαφερόντων· ἐς δὲ τὴν ὑμετέ‐ ραν Λιβύην ἀπίδετε, ὅσαι μεσόγειοι πόλεις ἀκινδύνως
Lib
.

414

βιοῦσιν. ὧν ἧς ἂν ἐθέλητε, γείτονες ἔσεσθε, ἵνα τὴν ἐρεθίζουσαν ὑμᾶς ὄψιν τε καὶ μνήμην ἀφῆτε τῶν νῦν ἐνοχλούντων κακῶν, ὅταν ἐς τὴν θάλασσαν κενὴν σκα‐ φῶν ἀφορῶντες ἀναμιμνήσκησθε τοῦ πλήθους ὧν
5εἴχετε νεῶν, καὶ λαφύρων ὅσων ἐφέρετε, καὶ ἐς οἵους γε τοὺς λιμένας κατήγεσθε σοβαροὶ καὶ τὰ νεώρια
Lib
.

415

καὶ τὰ τῶν σκευῶν ταμιεῖα ἐνεπίμπλατε. τί δὲ αἱ ἐν τοῖς τείχεσιν ὑποδοχαὶ στρατοπέδων τε καὶ ἵππων καὶ ἐλεφάντων; τί δὲ θησαυροὶ τούτοις παρῳκοδομημένοι; τί ταῦτα μνημεῖα ὑμῖν ἐστιν; ἢ τί ἄλλο πλὴν ὀδύνη
5καὶ ἐρέθισμα ἐπανελθεῖν ἐς αὐτά, εἴ ποτε δύναισθε; πάθος ἐστὶν ἀνθρώπειον τοῖς μεμνημένοις τῆς ποτὲ τύχης ἐλπίζειν τὴν τύχην ἐπανελεύσεσθαι, φάρμακον δὲ κακῶν ἀκεστήριον λήθη, ἧς οὐκ ἔνι μετασχεῖν ὑμῖν,
Lib
.

416

ἢν μὴ τὴν ὄψιν ἀπόθησθε. καὶ τούτου σαφέστατος ἔλεγχος, ὅτι πολλάκις συγγνώμης καὶ συνθηκῶν τυ‐ χόντες παρεσπονδήσατε. εἰ μὲν οὖν ἔτι τῆς ἀρχῆς ἐφίεσθε καὶ δυσμεναίνετε ἡμῖν ὡς ἀφῃρημένοι καὶ
5καιροφυλακεῖτε, δεῖ τῆσδε τῆς πόλεως ὑμῖν καὶ λιμέ‐ νων τοιῶνδε καὶ νεωρίων καὶ τειχῶν ἐς στρατοπέδου
Lib
.

417

τρόπον εἰργασμένων. καὶ τί ἔτι φειδόμεθα ἐχθρῶν εἰλημμένων; εἰ δὲ τῆς μὲν ἀρχῆς ἀπέστητε καθαρῶς, οὐ λόγῳ μᾶλλον ἢ γνώμῃ, μόνα δ’ ἐξῄρησθε Λιβύης ἃ ἔχετε, καὶ τάδε ἀπροφασίστως συνέθεσθε ἡμῖν, φέ‐258
5ρετε καὶ ἔργῳ ταῦτ’ ἐπιδείξατε, ἐς μὲν Λιβύην, ἣν ἔχετε, ἀνοικισάμενοι, τῆς δὲ θαλάσσης ἐκστάντες, ἧς
Lib
.

418

ἀπέστητε. μηδ’ ὑποκρίνεσθε ἐλεεῖν ἱερὰ καὶ ἑστίας καὶ ἀγορὰς καὶ τάφους· ὧν τάφοι μὲν ἔστων ἀκίνητοι, καὶ ἐναγίζετε αὐτοῖς ἐπερχόμενοι καὶ τοῖς ἱεροῖς, θύειν εἰ θέλετε, ἐπιόντες, τὰ δὲ λοιπὰ καθέλωμεν. οὐ γὰρ
Lib
.

419

καὶ νεωρίοις θύετε οὐδ’ ἐναγίζετε τείχεσιν. ἑστίας δὲ καὶ ἱερὰ ἄλλα καὶ ἀγορὰς ἔνι καὶ μετελθόντας ἐργάσασθαι, καὶ ταχὺ κἀκεῖνα ὑμῖν ἔσται πάτρια, ᾧ λόγῳ καὶ τὰ ἐν Τύρῳ καταλιπόντες ἠλλάξασθε Λιβύην
5τά τε ἐπίκτητα ὑμῖν τότε γενόμενα νῦν πάτρια τίθεσθε.
Lib
.

420

βραχεῖ τε λόγῳ μάθοιτε ἄν, ὡς οὐχ ὑπὸ δυσμενείας, ἀλλ’ ἐπὶ βεβαίῳ τε ὁμονοίᾳ καὶ ἀμεριμνίᾳ κοινῇ τάδε προστάσσομεν, εἰ ἀναμνησθείητε, ὅτι καὶ Ἄλβην ἡμεῖς, οὐκ ἐχθράν, ἀλλὰ μητρόπολιν οὖσαν, οὐδὲ δυσμεναί‐
5νοντες, ἀλλ’ ὡς ἄποικοι προτιμῶντες, ἐπὶ συμφέροντι κοινῷ μετῳκίσαμεν ἐς Ῥώμην, καὶ ἐλυσιτέλησεν ἀμφο‐
Lib
.

421

τέροις. ἀλλ’ εἰσὶ γὰρ ὑμῖν ἔτι χειρώνακτες πολλοὶ θαλασσοβίωτοι. καὶ τούτου πεφροντίκαμεν, ὡς ἂν εὐκόλως ἐπιμιγνύοισθε τῇ θαλάσσῃ καὶ τὴν τῶν ὡραίων διάθεσίν τε καὶ ἀντίληψιν ἔχοιτε εὐμαρῆ· οὐ
5γὰρ μακρὰν ὑμᾶς ἀπὸ θαλάσσης, ἀλλ’ ὀγδοήκοντα σταδίους ἀναδραμεῖν κελεύομεν. ἡμεῖς δ’ οἱ ταῦτα προστάσσοντες ὑμῖν ἑκατὸν τῆς θαλάσσης ἀπέχομεν.
Lib
.

422

χωρίον δὲ ὑμῖν δίδομεν, ὃ θέλετε, ἐπιλέξασθαι καὶ μετελθοῦσιν αὐτονόμοις εἶναι. τοῦτο δ’ ἐστίν, ὃ πρου‐ λέγομεν, αὐτόνομον ἐάσειν Καρχηδόνα, εἰ πείθοιτο ἡμῖν· Καρχηδόνα γὰρ ὑμᾶς, οὐ τὸ ἔδαφος ἡγούμεθα.”259
Lib
.

423

τοσαῦτα εἰπὼν ὁ Κηνσωρῖνος ἡσύχασε. καὶ τῶν Καρχηδονίων ὑπ’ ἐκπλήξεως οὐδὲν ἀποκριναμένων ἐπ‐ εῖπεν· “ἃ μὲν ἔδει πείθοντα καὶ παρηγοροῦντα εἰπεῖν, εἴρηται· τὸ δὲ πρόσταγμα τῆς βουλῆς δεῖ γενέσθαι
5καὶ αὐτίκα γενέσθαι. ἄπιτε οὖν· ἐστὲ γὰρ ἔτι πρέσβεις.”
Lib
.

424

ὃ μὲν εἶπεν οὕτως, οἳ δ’ ἐξωθούμενοι πρὸς τῶν ὑπηρετῶν καὶ τὸ μέλλον ὑπὸ Καρχηδονίων ἔσεσθαι προορῶντες ᾔτη‐ σαν αὖθις εἰπεῖν. καὶ εἰσαχθέντες ἔφασαν· “τὸ μὲν ἀπαραί‐ τητον τοῦ κελεύσματος ὁρῶμεν· οὐ γὰρ οὐδὲ πρεσβεῦσαι
5δίδοτε ἐς Ῥώμην. ἡμεῖς δ’ ἐπανελεύσεσθαι μὲν πρὸς ὑμᾶς οὐκ ἐλπίζομεν, ἀλλ’ ὑπὸ Καρχηδονίων ἔτι λέγοντες
Lib
.

425

ἀπολεῖσθαι· δεόμεθα δ’ ὑμῶν, οὐχ ὑπὲρ ἑαυτῶν (ἐσμὲν γὰρ πάντα παθεῖν ἕτοιμοι), ἀλλ’ ὑπὲρ αὐτῆς ἔτι Καρχηδόνος, εἰ δύναιτο καταπλαγεῖσα τὰς συμφο‐ ρὰς ὑποστῆναι· περιστήσατε αὐτῇ τὰς ναῦς, ἕως ὁδεύ‐
5οντες ἄπιμεν, ἵνα καὶ θεωροῦντες καὶ ἀκούοντες ὧν προσετάξατε, ἐνέγκωσιν, ἂν ἄρα δύνωνται. ἐς τοῦτο δ’ ἡμῖν ἀνάγκης ἀφῖκται καὶ τύχης, ὡς αὐτοὶ παρα‐
Lib
.

426

καλεῖν ὑμᾶς τὰς ναῦς ἐπάγειν ἐπὶ τὴν πατρίδα.” οἳ μὲν δὴ τοσαῦτα εἰπόντες ἀπῄεσαν, καὶ ὁ Κηνσωρῖνος πεντήρεσιν εἴκοσι παραπλεύσας ἀνεκώχευε παρὰ τὴν πόλιν· τῶν δὲ πρέσβεων οἳ μὲν ἐκ τῆς ὁδοῦ διεδί‐
5δρασκον, οἳ δὲ πλέονες ἐπορεύοντο σιγῇ.
Lib
.

427

Καρχηδόνιοι δὲ οἳ μὲν ἀπὸ τῶν τειχῶν ἐς τοὺς πρέ‐ σβεις, ὁπότε ἥξουσιν, ἀφεώρων καὶ βραδύνουσιν αὐ‐ τοῖς ἤχθοντο καὶ τὰς κόμας ἐτίλλοντο· οἳ δ’ ὑπήντων ἔτι προσιοῦσιν, οὐκ ἀναμένοντες, ἀλλ’ ἐπειγόμενοι μα‐260
Lib
.

428

θεῖν. σκυθρωποὺς δὲ ὁρῶντες ἐτύπτοντο τὰ μέτωπα καὶ διηρώτων, οἳ μὲν ὁμοῦ πάντας, οἳ δ’ ἕκαστον, ὡς εἶχεν ἕκαστός τις φιλίας ἢ γνώσεως ἐς αὐτόν, ἐπιστρέ‐ φων τε καὶ πυνθανόμενος. ὡς δὲ οὐδεὶς ἀπεκρίνετο,
Lib
.

429

ἀνῴμωζον ὡς ἐπ’ ὀλέθρῳ σαφεῖ. καὶ οἱ ἐπὶ τοῦ τείχους ἀκούοντες συνανῴμωζον αὐτοῖς, οὐκ εἰδότες μὲν οὐδέν, ὡς δ’ ἐπὶ σαφεῖ καὶ μεγάλῳ κακῷ. περὶ δὲ τὰς πύλας ὀλίγου μὲν αὐτοὺς καὶ συνεπάτουν,
5ἐπιπίπτοντες ἀθρόοι, ὀλίγου δὲ καὶ διέσπασαν, εἰ μὴ τοσόνδε ἔφασαν, ὅτι χρὴ τῇ γερουσίᾳ πρότερον ἐντυ‐
Lib
.

430

χεῖν. τότε γὰρ οἳ μὲν διίσταντο αὐτοῖς, οἳ δὲ καὶ ὡδοποίουν ἐπιθυμίᾳ τοῦ θᾶσσον μαθεῖν. ὡς δὲ ἐς τὸ βουλευτήριον εἰσῆλθον, ἡ μὲν γερουσία τοὺς ἄλλους μετεστήσατο καὶ μόνοι συνήδρευον ἐφ’ ἑαυτῶν, τὸ
Lib
.

431

δὲ πλῆθος ἔξω περιειστήκεσαν. οἱ δὲ πρέσβεις ἀπήγ‐ γελλον πρῶτα μὲν τὸ κέλευσμα τῶν ὑπάτων· καὶ εὐθὺς ἦν βοὴ τῆς γερουσίας, καὶ ὁ δῆμος ἔξω συν‐ εβόα. ὡς δὲ ἐπῆγον οἱ πρέσβεις, ὅσα ἀντέλεξαν δικαιο‐
5λογούμενοι καὶ δεόμενοι καὶ ἐς Ῥώμην πρεσβεῦσαι παραιτούμενοι, αὖθις ἦν τῆς βουλῆς σιγὴ βαθεῖα, τὸ τέλος μαθεῖν περιμενούσης, καὶ ὁ δῆμος αὐτῇ συν‐
Lib
.

432

εσιώπα. ὡς δὲ ἔμαθον, ὅτι μηδὲ πρεσβεύειν ἐπέτρεψαν, ἠλάλαξαν ἐξαίσιον ὀδυρόμενοι, καὶ ὁ δῆμος ἐσέδραμεν ἐς αὐτούς. καὶ ἀπὸ τοῦδε ἦν οἶστρος ἄλογός τε καὶ
μανιώδης, οἷον ἐν τοῖς βακχείοις πάθεσί φασι τὰς261
Lib
.

433

μαινάδας ἀλλόκοτα καινουργεῖν. οἳ μὲν τῶν βουλευ‐ τῶν τοὺς περὶ τῶν ὁμήρων ἐσηγησαμένους ὡς ἐξάρχους τῆς ἐνέδρας ᾐκίζοντο καὶ διέσπων, οἳ δὲ τοὺς συμβουλεύ‐ σαντας περὶ τῶν ὅπλων. οἳ δὲ τοὺς πρέσβεις κατέλευον
5ὡς κακῶν ἀγγέλους, οἳ δὲ καὶ περιέσυρον ἀνὰ τὴν πόλιν.
Lib
.

434

ἕτεροι δὲ τοὺς Ἰταλούς, οἳ ἔτι παρ’ αὐτοῖς ὡς ἐν αἰφνιδίῳ καὶ ἀκηρύκτῳ κακῷ ἦσαν, ἐλυμαίνοντο ποικίλως, ἐπιλέ‐ γοντες ὁμήρων πέρι καὶ ὅπλων καὶ ἀπάτης ἀμύνεσθαι.
Lib
.

435

οἰμωγῆς τε ἅμα καὶ ὀργῆς καὶ δέους καὶ ἀπειλῆς ἡ πόλις ἐνεπέπληστο, καὶ ἐν ταῖς ὁδοῖς ἀνεκάλουν τὰ φίλτατα καὶ ἐς τὰ ἱερὰ ὡς ἐς ἄσυλα κατέφευγον καὶ τοὺς θεοὺς ὠνείδιζον ὡς οὐδὲ σφίσιν αὐτοῖς ἐπικουρῆσαι δυνα‐
Lib
.

436

μένους. ἕτεροι δὲ ἐς τὰς ὁπλοθήκας ἰόντες ἔκλαιον, ὁρῶντες κενάς· οἳ δ’ ἐς τὰ νεώρια καταθέοντες ὠδύρον‐ το τὰς ναῦς ὡς ἀπίστοις ἀνδράσιν ἐκδεδομένας. καὶ τὰ ὀνόματά τινες τῶν ἐλεφάντων ἀνεκάλουν ὡς ἔτι παρ‐
5όντων τούς τε προγόνους καὶ σφᾶς αὐτοὺς ἐλοιδόρουν, ὡς δέον μήτε ναῦς μήτε ἐλέφαντας μήτε ὁμήρους μήτε τὰ ὅπλα παραδόντας ἀποθανεῖν σὺν τῇ πατρίδι ὡπλι‐
Lib
.

437

σμένῃ. μάλιστα δ’ αὐτοὺς ἐς ὀργὴν ἀνέκαιον αἱ μη‐ τέρες αἱ τῶν ὁμήρων, οἷά τινες ἐκ τραγῳδίας ἐρινύες ἐντυγχάνουσαι μετ’ ὀλολυγῆς ἑκάστῳ καὶ τὴν ἔκδοσιν τῶν παίδων προφέρουσαι καὶ τὴν ἑαυτῶν ἀπόρρησιν·
5ἐπεγέλων τε αὐτοῖς ὡς θεῶν ἀμυνομένων αὐτοὺς ἀντὶ
Lib
.

438

τῶν παίδων. ὀλίγον δ’ ὅσον ἐσωφρόνει, τὰς πύλας ἀπέκλειε καὶ τὸ τεῖχος λίθων ἀντὶ καταπελτῶν ἐπλήρουν.
Lib
.

439

ἡ δὲ βουλὴ πολεμεῖν μὲν ἐψηφίσατο αὐτῆς ἡμέρας καὶ τοὺς δούλους ἐκήρυξεν ἐλευθέρους εἶναι, στρατη‐
γοὺς δὲ εἵλοντο τῶν μὲν ἔξω πράξεων Ἀσρούβαν, ᾧ θάνατος ἐπικήρυκτος ἦν, ἔχοντα δισμυρίων ἤδη σύν‐262
5οδον ἀνδρῶν· καί τις ἐξέτρεχεν αὐτοῦ δεησόμενος μὴ μνησικακῆσαι τῇ πατρίδι ἐν ἐσχάτῳ κινδύνου μηδέ, ὧν ὑπ’ ἀνάγκης ἠδικήθη Ῥωμαίων δέει, νῦν ἀναφέρειν. ἐντὸς δὲ τειχῶν ᾑρέθη στρατηγὸς ἕτερος Ἀσρούβας,
Lib
.

440

θυγατριδοῦς Μασσανάσσου. ἔπεμψαν δὲ καὶ ἐς τοὺς ὑπάτους, αἰτοῦντες αὖθις ἡμερῶν τριάκοντα ἀνοχάς, ἵνα πρεσβεύσειαν ἐς Ῥώμην. ἀποτυχόντες δὲ καὶ τότε, ἐπὶ θαυμαστῆς ἐγίγνοντο μεταβολῆς τε καὶ τόλμης
Lib
.

441

ὁτιοῦν παθεῖν μᾶλλον ἢ τὴν πόλιν ἐκλιπεῖν. ταχὺ δὲ καὶ θάρσους ἐκ τῆς μεταβολῆς ἐπίμπλαντο. καὶ δη‐ μιουργεῖα μὲν τὰ δημόσια τεμένη καὶ ἱερὰ πάντα καὶ εἴ τι ἄλλο εὐρύχωρον ἦν, ἐγένετο· εἰργάζοντο δὲ
5ὁμοῦ ἄνδρες τε καὶ γυναῖκες ἡμέρας τε καὶ νυκτός, [μὴ] ἀναπαυόμενοι καὶ σῖτον αἱρούμενοι παρὰ μέρος, ἐπὶ ὅρῳ τακτῷ, θυρεοὺς ἑκατὸν ἡμέρας ἑκάστης καὶ ξίφη τριακόσια καὶ καταπελτικὰ βέλη χίλια, σαύνια δὲ καὶ λόγχας πεντακοσίας καὶ καταπέλτας, ὅσους δυνηθεῖεν.
10ἐς δὲ τὰς ἐπιτάσεις αὐτῶν ἀπέκειραν τὰς γυναῖκας τριχῶν ἑτέρων ἀπορίᾳ.
Lib
.

442

καὶ οἳ μὲν ἐν τούτῳ σπουδῆς καὶ παρασκευῆς ἦσαν, οἱ δ’ ὕπατοι τάχα μέν τι καὶ ὄκνῳ, μὴ εὐθὺς ἐπιχει‐ ρεῖν ἐς ἔργον ἀλλόκοτον, ἅμα δὲ καὶ τὴν πόλιν ἄνο‐ πλον οὖσαν λήψεσθαι κατὰ κράτος, ὅτε θέλοιεν, ἡγού‐
5μενοι, διέμελλον ἔτι καὶ ἐνδώσειν αὐτοὺς ἐνόμιζον ἐκ τῆς ἀπορίας, οἷον ἐν τοῖς δυσχερέσι γίγνεσθαι φιλεῖ, εὐθὺς μὲν ἀντιλέγειν, προϊόντος δὲ χρόνου. καὶ λογι‐
Lib
.

443

σμοῦ φόβον ἅπτεσθαι τῶν ἀπειθούντων. ἃ καὶ τῶν Καρχηδονίων τις αὐτῶν, εἰκάσας σφῶν ἤδη τὸ δέος
ἅπτεσθαι, ἐτόλμησεν ὡς ἐπὶ δή τι ἄλλο παρελθὼν ἐς τὸ μέσον εἰπεῖν, ὅτι χρὴ τῶν κακῶν ἐπιλέγεσθαι τὰ263
5μετριώτερα, ὄντας ἀνόπλους· οὕτω σαφῶς εἰπόντα
Lib
.

444

τὴν γνώμην ... Μασσανάσσης δὲ ἤχθετο Ῥωμαίοις καὶ ἔφερε βαρέως, ὅτι τὴν Καρχηδονίων δύναμιν αὐτὸς ἐς γόνυ βαλὼν ἄλλους ἑώρα τῷ ἐπιγράμματι αὐτῆς ἐπιτρέχοντάς τε καὶ οὐ κοινώσαντας αὐτῷ, πρὶν ἐπελ‐
Lib
.

445

θεῖν, ὡς ἐν τοῖς πάλαι πολέμοις ἐποίουν. ὅμως δ’ αὐτοῦ τῶν ὑπάτων ἀποπειρωμένων καὶ καλούντων ἐπὶ συμμαχίαν ἔφη τὴν συμμαχίαν πέμψειν, ὅταν αἴ‐ σθηται δεομένων. καὶ μετ’ οὐ πολὺ πέμψας ἤρετο, εἴ
5τινος ἤδη δέονται. οἳ δὲ οὐ φέροντες αὐτοῦ τὸ σοβα‐ ρόν, ἤδη δέ τι καὶ ἀπιστοῦντες ὡς δυσμεναίνοντι
Lib
.

446

ἀπεκρίναντο προσπέμψειν, ὅτε δεηθεῖεν. περὶ δὲ ἀγο‐ ρᾶς τῷ στρατῷ καὶ πάνυ ἐφρόντιζον, ἐκ μόνης ἔχον‐ τες Ἀδρυμητοῦ καὶ Λέπτεως καὶ Θάψου καὶ Ἰτύκης καὶ Ἀχόλλης· τὰ γὰρ δὴ λοιπὰ Λιβύης ἦν ἔτι πάντα
5ὑπὸ Ἀσρούβᾳ, ὅθεν ἐκεῖνος ἀγορὰν ἐς Καρχηδόνα ἔπεμπεν.
Lib
.

447

ὀλίγων δ’ ἐς ταῦτα διατριφθεισῶν ἡμερῶν οἱ μὲν ὕπατοι προσῄεσαν ἄμφω τῇ πόλει τῶν Καρχηδονίων,
Lib
.

448

ἐς μάχην ἐσκευασμένοι, καὶ ἐπεχείρουν. ἦν δὲ ἡ πόλις ἐν μυχῷ κόλπου μεγίστου, χερρονήσῳ τι μάλιστα προσ‐ εοικυῖα· αὐχὴν γὰρ αὐτὴν ἀπὸ τῆς ἠπείρου διεῖργεν,
Lib
.

449

εὖρος ὢν πέντε καὶ εἴκοσι σταδίων. ἀπὸ δὲ τοῦ αὐ‐ χένος ταινία στενὴ καὶ ἐπιμήκης, ἡμισταδίου μάλιστα τὸ πλάτος, ἐπὶ δυσμὰς ἐχώρει, μέση λίμνης τε καὶ τῆς θαλάσσης ... ἁπλῷ τείχει περίκρημνα ὄντα, τὰ264
5δὲ πρὸς μεσημβρίαν ἐς ἤπειρον, ἔνθα καὶ ἡ Βύρσα
Lib
.

450

ἦν, ἐπὶ τοῦ αὐχένος, τριπλῷ τείχει. τούτων δ’ ἕκα‐ στον ἦν ὕψος μὲν πηχῶν τριάκοντα, χωρὶς ἐπάλξεών τε καὶ πύργων, οἳ ἐκ διπλέθρου διαστήματος αὐτοῖς τετρώροφοι περιέκειντο, βάθος δὲ ποδῶν τριάκοντα,
5διώροφον δ’ ἦν ἑκάστου τείχους τὸ ὕψος, καὶ ἐν αὐτῷ, κοίλῳ τε ὄντι καὶ στεγανῷ, κάτω μὲν ἐστάθ‐ μευον ἐλέφαντες τριακόσιοι, καὶ θησαυροὶ παρέκειντο αὐτοῖς τῶν τροφῶν, ἱπποστάσια δ’ ὑπὲρ αὐτοὺς ἦν τετρακισχιλίοις ἵπποις καὶ ταμιεῖα χιλοῦ τε καὶ κρι‐
10θῆς ἀνδράσιν τε καταγωγαί, πεζοῖς μὲν ἐς δισμυρίους, ἱππεῦσι δὲ ἐς τετρακισχιλίους. τοσήδε παρασκευὴ πολέμου διετέτακτο σταθμεύειν ἐν τοῖς τείχεσι μόνοις.
Lib
.

451

γωνία δ’, ἣ παρὰ τὴν γλῶσσαν ἐκ τοῦδε τοῦ τείχους ἐπὶ τοὺς λιμένας περιέκαμπτεν, ἀσθενὴς ἦν μόνη καὶ
Lib
.

452

ταπεινὴ καὶ ἠμέλητο ἐξ ἀρχῆς. οἱ δὲ λιμένες ἐς ἀλλή‐ λους διεπλέοντο, καὶ ἔσπλους ἐκ πελάγους ἐς αὐτοὺς ἦν εἰς εὖρος ποδῶν ἑβδομήκοντα, ὃν ἁλύσεσιν ἀπ‐ έκλειον σιδηραῖς. ὁ μὲν δὴ πρῶτος ἐμπόροις ἀνεῖτο,
5καὶ πείσματα ἦν ἐν αὐτῷ πυκνὰ καὶ ποικίλα· τοῦ δ’ ἐντὸς ἐν μέσῳ νῆσος ἦν, καὶ κρηπῖσι μεγάλαις ἥ τε
Lib
.

453

νῆσος καὶ ὁ λιμὴν διείληπτο. νεωρίων τε ἔγεμον αἱ κρηπῖδες αἵδε ἐς ναῦς διακοσίας καὶ εἴκοσι πεποιη‐ μένων καὶ ταμιείων ἐπὶ τοῖς νεωρίοις ἐς τριηριτικὰ σκεύη. κίονες δ’ ἑκάστου νεωσοίκου προῦχον Ἰωνικοὶ265
5δύο, ἐς εἰκόνα στοᾶς τὴν ὄψιν τοῦ τε λιμένος καὶ τῆς
Lib
.

454

νήσου περιφέροντες. ἐπὶ δὲ τῆς νήσου σκηνὴ πεποίητο τῷ ναυάρχῳ, ὅθεν ἔδει καὶ τὸν σαλπικτὴν σημαίνειν καὶ τὸν κήρυκα προλέγειν καὶ τὸν ναύαρχον ἐφορᾶν. ἔκειτο δ’ ἡ νῆσος κατὰ τὸν ἔσπλουν καὶ ἀνετέτατο
5ἰσχυρῶς, ἵνα ὅ τε ναύαρχος τὰ ἐκ πελάγους πάντα ἐφορᾷ καὶ τοῖς ἐπιπλέουσιν ἀφανὴς ᾖ τῶν ἔνδον ἡ ὄψις ἡ
Lib
.

455

ἀκριβής. οὐ μὴν οὐδὲ τοῖς ἐσπλεύσασιν ἐμπόροις εὐθὺς ἦν τὰ νεώρια σύνοπτα· τεῖχός τε γὰρ αὐτοῖς διπλοῦν περι‐ έκειτο καὶ πύλαι, αἳ τοὺς ἐμπόρους ἀπὸ τοῦ πρώτου λι‐ μένος ἐς τὴν πόλιν ἐσέφερον, οὐ διερχομένους τὰ νεώρια.
Lib
.

456

οὕτω μὲν εἶχεν ἡ πόλις ἡ Καρχηδονίων ἡ τότε, οἱ δ’ ὕπατοι διελόμενοι τὸ ἔργον ᾔεσαν ἐπὶ τοὺς πολε‐ μίους, Μανίλιος μὲν ἀπὸ τῆς ἠπείρου κατὰ τὸν αὐχένα, ἐγχώσων τε τὴν τάφρον καὶ βραχὺ ἐπιτείχισμα τὸ ἐπ’
5αὐτῇ βιασόμενος καὶ ἐπ’ ἐκείνῳ τὰ ὑψηλὰ τείχη· Κηνσωρῖνος δὲ κλίμακας ἔκ τε γῆς καὶ νεῶν ἐπέφερε
Lib
.

457

κατὰ τὴν εὐτελῆ τοῦ τείχους γωνίαν. ἄμφω δ’ ὡς ἀνόπλων κατεφρόνουν, ἕως ἐντυχόντες ὅπλοις τε και‐ νοῖς καὶ ἀνδρῶν προθυμίᾳ παραλόγῳ κατεπλάγησαν καὶ ὑπεχώρουν. καὶ εὐθὺς αὐτοῖς τοῦτο πρῶτον ἀντ‐
Lib
.

458

εκεκρούκει, ἐλπίσασιν ἀμαχεὶ λήψεσθαι τὴν πόλιν. ὡς δὲ καὶ αὖθις ἐπεχείρουν καὶ αὖθις ἀπετύγχανον, τὰ μὲν τῶν Καρχηδονίων φρονήματα ἐπῆρτο, οἱ δ’ ὕπα‐ τοι δεδιότες Ἀσρούβαν ὄπισθεν σφῶν ὑπὲρ τὴν λί‐266
5μνην οὐκ ἐκ μακροῦ διαστήματος ἐστρατοπεδευμένον ὠχύρουν καὶ αὐτοὶ δύο στρατόπεδα, Κηνσωρῖνος μὲν ἐπὶ τῆς λίμνης ὑπὸ τοῖς τείχεσι τῶν πολεμίων, Μανί‐
Lib
.

459

λιος δ’ ἐν τῷ αὐχένι τῆς ἐς τὴν ἤπειρον ὁδοῦ. ὡς δὲ αὐτοῖς ἐγήγερτο τὰ στρατόπεδα, ὁ Κηνσωρῖνος ἐπὶ ὕλῃ ἐς μηχανὰς διέπλευσεν διὰ τῆς λίμνης· καὶ ἀπέβαλεν ὑλοτόμων ἐς πεντακοσίους ἄνδρας ὅπλα τε πολλά,
5Ἱμίλκωνος αἰφνίδιον αὐτῷ, τοῦ Καρχηδονίων ἱππάρχου, προσπεσόντος, ᾧ Φαμέας ἐπώνυμον ἦν. κομίσας δ’ ὅμως τινὰ ὕλην μηχανὰς ἐποίησεν καὶ κλίμακας.
Lib
.

460

καὶ πάλιν ἐπεχείρουν ἄμφω τῇ πόλει καὶ ἀπε‐ τύγχανον ὁμοίως. Μανίλιος μὲν οὖν μικρὸν ἔτι προσκαμὼν καὶ μόλις τι τοῦ προτειχίσματος καταβαλὼν
Lib
.

461

ἀπέγνω μηδὲ ἐπιχειρεῖν ἔτι ταύτῃ· Κηνσωρῖνος δὲ χώσας τι τῆς λίμνης παρὰ τὴν ταινίαν, ἵνα εὐρύτερον εἴη, δύο μηχανὰς κριοφόρους ἐπῆγε μεγάλας, τὴν μὲν ὠθουμένην ἑξακισχιλίοις πεζοῖς, ἡγουμένων τῶν
5χιλιάρχων, τὴν δὲ ὑπὸ τῶν ἐρετῶν, ἡγουμένων καὶ
Lib
.

462

τοῖσδε ναυάρχων. φιλονεικίας δ’, ὡς ἐν ἴσῳ καὶ ὁμοίῳ ἔργῳ, τοῖς τε ὑπηρέταις καὶ τοῖς ἄρχουσιν αὐτῶν γενομένης συνέπεσέ τι τοῦ τείχους, καὶ τὰ ἐντὸς ἤδη κατεφαίνετο. Καρχηδόνιοι δὲ καὶ ὣς αὐτοὺς ἀπωσά‐
Lib
.

463

μενοι τὰ πεσόντα νυκτὸς ᾠκοδόμουν. οὐκ ἀρκούσης δ’ ἐς τὸ ἔργον αὐτοῖς τῆς νυκτός, δεδιότες περὶ τῷ ἤδη γεγονότι, μὴ καὶ τοῦτο μεθ’ ἡμέραν αἱ Ῥωμαίων μηχαναὶ νεότευκτον καὶ ὑγρὸν ἔτι καταβάλοιεν, ἐξ‐267
5έδραμον ἐπὶ τὰ μηχανήματα τῶν πολεμίων, οἳ μὲν σὺν ὅπλοις, οἳ δὲ γυμνοὶ λαμπάδας ἡμμένας ἔχοντες, καὶ ἐνέπρησαν μὲν οὐχ ὅλα (οὐ γὰρ ἔφθασαν Ῥωμαίων ἐπιδραμόντων), ἀχρεῖα δ’ ὅλα ποιήσαντες ἀνεχώρουν.
Lib
.

464

ἅμα δ’ ἡμέρᾳ Ῥωμαίοις ἐπέπεσεν ὁρμὴ διὰ τοῦ πεσόν‐ τος οὔπω τελέως ἐγηγερμένου βιάσασθαι καὶ ἐσδρα‐ μεῖν· καὶ γάρ τι πεδίον ἐντὸς ἐφαίνετο εὐφυὲς ἐς μάχην, ἐν ᾧ τοὺς ἐνόπλους ἔστησαν οἱ Καρχηδόνιοι
5κατὰ μετώπου, τοὺς δ’ ἀνόπλους αὐτοῖς ἐπέταξαν σὺν λίθοις ὀπίσω καὶ ξύλοις ἑτέρους τε πολλοὺς διαθέντες ἐπὶ τῶν περικειμένων οἰκιῶν ἀνέμενον τοὺς ἐπερχο‐ μένους ἐσδραμεῖν. οἳ δ’ ἔτι μᾶλλον ἠρεθίζοντο ὡς ὑπὸ γυμνῶν ἀνδρῶν καταφρονούμενοι καὶ θρασέως
Lib
.

465

ἐπεπήδων. Σκιπίων δέ, ὃς μετ’ ὀλίγον εἷλεν Καρχη‐ δόνα καὶ παρὰ τοῦτο Ἀφρικανὸς ἐπεκλήθη, χιλιαρχῶν τότε ὤκνει καὶ τοὺς ἑαυτοῦ λόχους ἐς πολλὰ διελὼν καὶ στήσας ἐκ διαστήματος ἐπὶ τοῦ τειχίου κατιέναι
5μὲν εἰς τὴν πόλιν οὐκ εἴα, τοὺς δὲ ἐσελθόντας ἐξ‐ ωθουμένους ὑπὸ τῶν Καρχηδονίων πάντοθεν αὐτοῖς ἐπιπεσόντων ὑπεδέχετο καὶ περιέσωζεν. καὶ τοῦτο πρῶτον αὐτὸν ἐπὶ δόξης ἐποίησεν, εὐβουλότερον τοῦ στρατηγοῦ φανέντα.
Lib
.

466

κυνὸς δ’ ἦν ἐπιτολή, καὶ τὸ Κηνσωρίνου στρατό‐ πεδον ἐνόσει, σταθμεῦον ἐπὶ λίμνῃ σταθεροῦ καὶ βαρέος ὕδατος καὶ ὑπὸ τείχεσι μεγίστοις, οὐ καταπνεό‐ μενον ἐκ τῆς θαλάσσης. ὅθεν ὁ Κηνσωρῖνος ἐς τὴν
Lib
.

467

θάλασσαν ἀπὸ τῆς λίμνης μετεστρατοπέδευσεν. καὶ οἱ Καρχηδόνιοι, ὅτε γίγνοιτο πνεῦμα ἐς τοὺς Ῥωμαίους ἐπίφορον, σκάφας φρυγάνων καὶ στυππίου εἷλκον ὑπὸ τοῖς τείχεσιν, οὐ καθορώμενοι τοῖς πολεμίοις, ἀπὸ268
5κάλων· εἰ δὲ ἐπικάμπτοντες ἔμελλον γενήσεσθαι κατα‐ φανεῖς, θεῖον αὐταῖς καὶ πίσσαν ἐπιχέοντες ἀνέτεινον τὰ ἱστία καὶ πλήσαντες ἀνέμου πῦρ ἐνέβαλον ἐς τὰ σκάφη. τὰ δὲ τῷ τε ἀνέμῳ καὶ τῇ ῥοπῇ τοῦ πυρὸς ἐς τὰς Ῥωμαίων ναῦς ἐωθεῖτο καὶ ἐλυμαίνετο καὶ
Lib
.

468

ὀλίγου τὸν στόλον κατέφλεξεν. μετὰ δὲ οὐ πολὺ Κην‐ σωρῖνος μὲν ἐς Ῥώμην ᾤχετο ἀρχαιρεσιάσων, οἱ δὲ Καρχηδόνιοι τῷ Μανιλίῳ θρασύτερον ἐπέκειντο· καὶ νυκτός, οἳ μὲν ὅπλα ἔχοντες, οἳ δὲ γυμνοί, σανίδας
5φέροντες ἐπετίθεσαν τῇ κατὰ σφᾶς τάφρῳ τοῦ Μανι‐
Lib
.

469

λίου, καὶ τὸ χαράκωμα διέσπων. ἀπορουμένων δὲ ὡς ἐν νυκτὶ τῶν ἔνδον ὁ Σκιπίων ἐξέδραμεν σὺν ἱππεῦ‐ σιν ἐκ τοῦ στρατοπέδου κατὰ πύλας ἄλλας, ἔνθα οὐδεὶς πόλεμος, καὶ περιδραμὼν τοὺς Καρχηδονίους κατεφό‐
5βησεν. οἳ δὲ ἀνεχώρουν ἐς τὴν πόλιν. καὶ δεύτερον ὁ Σκιπίων ἐδόκει τῷδε τῷ ἔργῳ περισῶσαι Ῥωμαίους, ἐν νυκτὶ θορυβουμένους.
Lib
.

470

ὁ δὲ Μανίλιος τὸ μὲν στρατόπεδον ἔτι μᾶλλον ὠχύρου, τεῖχός τε ἀντὶ χάρακος αὐτῷ περιτιθεὶς καὶ ἐπίνειον φρούριον ἐγείρων ἐπὶ τῆς θαλάσσης διὰ τὴν καταπλέουσαν ἀγοράν· τραπεὶς δ’ ἐς τὰ μεσόγαια μυρίοις
5πεζοῖς καὶ ἱππεῦσι δισχιλίοις τὴν χώραν ἐπόρθει, ξυλευό‐ μενός τε καὶ χορτολογῶν καὶ ἀγορὰν συλλέγων· ἡγεῖτο δ’
Lib
.

471

ἀεὶ τῶν προνομευόντων χιλίαρχος ἕτερος παρ’ ἕτερον. καὶ
Φαμέας, ὁ ἵππαρχος ὁ τῶν Λιβύων, νέος τε ὢν ἔτι καὶ θρασύτερος ἐς μάχας, καὶ ἵπποις χρώμενος σμικροῖς καὶ ταχέσι καὶ ποηφαγοῦσιν, ὅτε μηδὲν εἴη, καὶ φέρουσι269
5δίψος, εἰ δεήσειε, καὶ λιμόν, ὑποκρυπτόμενος ἐν λόχ‐ μαις ἢ φάραγξιν, ὅπῃ τι ἀμελούμενον ἴδοι, ἐφίπτατο ἐξ ἀφανοῦς ὥς τις αἰετὸς καὶ λυμηνάμενος ἀπεπήδα·
Lib
.

472

ὅτε δὲ Σκιπίων ἄρχοι, οὐδαμοῦ οὐδ’ ἐπεφαίνετο. ὁ γάρ τοι Σκιπίων αἰεὶ συντεταγμένους ἦγε τοὺς πεζοὺς καὶ τοὺς ἱππέας τῶν ἵππων ἐπιβεβηκότας· ἔν τε ταῖς προνομαῖς οὐ πρὶν διέλυε τὴν σύνταξιν ἢ τὸ πεδίον,
5ὃ ἔμελλεν θεριεῖν, ἱππεῦσι καὶ ὁπλίταις περιλάβοι· καὶ τότε κυκλῶν αὐτὸς ἑτέραις ἴλαις ἱππέων αἰεὶ περιῄει καὶ τῶν θεριζόντων τὸν ἀποσκιδνάμενον ἢ ἐξιόντα
Lib
.

473

τοῦ κύκλου πικρῶς ἐκόλαζεν. ὅθεν οἷ Φαμέας οὐκ ἐπεχείρει μόνῳ. καὶ γιγνομένου τοῦδε συνεχῶς τὸ μὲν κλέος ηὔξετο τῷ Σκιπίωνι, οἱ δ’ ἕτεροι χιλίαρχοι κατὰ φθόνον ἐλογοποίουν ξενίαν ἐκ πατέρων εἶναι
Lib
.

474

Φαμέᾳ πρὸς Σκιπίωνα, τὸν τοῦδε πάππον. Λιβύων δὲ τοῖς ἐς πύργους καὶ φρούρια, ἃ πολλὰ ἦν ἐν τῇ χώρᾳ, καταφεύγουσιν οἱ μὲν ἄλλοι χιλίαρχοι σπενδό‐ μενοι καὶ μεθιέντες ἐπετίθεντο ἀπιοῦσιν, ὁ δὲ Σκι‐
5πίων ἐς τὰ οἴκοι παρέπεμπεν, καὶ ἀπὸ τοῦδε οὐ πρὶν
Lib
.

475

ἢ Σκιπίωνα ἀφικέσθαι συνετίθετο οὐδείς. τοσαύτη δόξα αὐτοῦ ἀνδρείας τε πέρι καὶ πίστεως καὶ παρὰ τοῖς ἰδίοις δι’ ὀλίγου γεγένητο καὶ παρὰ τοῖς πολε‐
Lib
.

476

μίοις. ἐπανελθόντων δ’ αὐτῶν ἀπὸ τῆς προνομῆς ἐς τὸ στρατόπεδον οἱ Καρχηδόνιοι νυκτὸς ἐπέθεντο τῷ ἐπινείῳ· καὶ θόρυβος ἦν ποικίλος, συνεπηχούντων ἐς
Lib
.

477

ἔκπληξιν τῶν ἐν ἄστει Καρχηδονίων. ὁ μὲν οὖν
Μανίλιος τὸν στρατὸν ἔνδον συνεῖχεν ὡς ἐν ἀγνοίᾳ τοῦ κακοῦ· ὁ δὲ Σκιπίων ἱππέων ἴλας δέκα λαβὼν ἐπῆγε μετὰ δᾴδων ἡμμένων, προειπὼν διὰ τὴν νύκτα270
5μὴ συμπλέκεσθαι, περιτρέχειν δὲ σὺν τῷ πυρὶ καὶ τὸ πλῆθος ἐπιφαίνειν καὶ φόβον ἐμπεσουμένων παρέχειν αἰεί, μέχρι ταρασσόμενοι διχόθεν οἱ Καρχηδόνιοι κατ‐
Lib
.

478

επλάγησαν καὶ ἐς τὴν πόλιν ἐσέφυγον. καὶ τόδε τοῖς Σκιπίωνος κατορθώμασιν προσεγίγνετο. ἦν τε διὰ στό‐ ματος ἐπὶ πᾶσιν ἔργοις ὡς μόνος ἄξιος Παύλου τε τοῦ πατρός, τοῦ Μακεδόνας ἑλόντος, καὶ τῶν Σκιπιώ‐
5νων, ἐς οὓς κατὰ θέσιν ἀνείληπτο.
Lib
.

479

Μανιλίου δὲ ἐς Νέφεριν ὁδεύοντος ἐπὶ Ἀσρού‐ βαν ἐδυσχέραινεν ὁ Σκιπίων, ὁρῶν πάντα ἀπόκρημνα καὶ φάραγγας καὶ λόχμας καὶ τὰ ὑψηλὰ προειλημμένα. ὡς δ’ ἀπὸ σταδίων τριῶν ἐγίγνοντο τοῦ Ἀσρούβα
5καὶ ἔς τι ῥεῦμα καταβάντας ἐχρῆν ἀναβαίνειν ἐπὶ τὸν Ἀσρούβαν, ἐνέκειτο δὴ τότε καὶ συνεβούλευε στρα‐ φῆναι ὡς ἄλλου καιροῦ καὶ μηχανῆς ἄλλης ἐπὶ τὸν
Lib
.

480

Ἀσρούβαν δεομένους. ἀντιλεγόντων δὲ κατὰ ζῆλον αὐτοῦ τῶν ἑτέρων χιλιάρχων καὶ μαλακίαν καὶ οὐκ εὐβουλίαν ἡγουμένων, εἰ τοὺς πολεμίους ἰδόντες ἀνα‐ χωρήσουσιν, ἐν ᾧ καὶ καταφρονοῦντες φεύγουσιν ἐπι‐
5κείσονται, δεύτερα τούτων ἠξίου στρατόπεδον πρὸ τοῦ ῥεύματος ἐγεῖραι, ἵν’, εἰ βιασθεῖεν, ἔχοιεν ἀναχώρησιν,
Lib
.

481

οὐκ ὄντος αὐτοῖς νῦν οὐδ’ ὅποι καταφεύγοιεν. οἳ δὲ καὶ τοῦτο ἐγέλων, καὶ τὸ ξίφος τις ἠπείλησεν ἀπορ‐ ρίψειν, εἰ μὴ Μανίλιος, ἀλλὰ Σκιπίων ἄρχοι. διέβαι‐ νεν οὖν ὁ Μανίλιος, οὐδὲ τἆλλα ὢν ἐμπειροπόλεμος,
5καὶ αὐτῷ περάσαντι ὁ Ἀσρούβας ἀπήντα, φόνος τε271
Lib
.

482

ἦν πολὺς ἐξ ἑκατέρων. καὶ ὁ Ἀσρούβας, ἀναδραμὼν ἐς τὸ φρούριον, ἔνθα μηδὲν παθεῖν ἐδύνατο, ἐφή‐ δρευεν ἀπιοῦσιν ἐπιθέσθαι. οἳ δὲ σὺν μετανοίᾳ τῶν γεγονότων ἀπεχώρουν, ἄχρι μὲν ἐπὶ τὸ ῥεῦμα ἐν τάξει·
5δυσπόρου δ’ ὄντος τοῦ ποταμοῦ καὶ διαβάσεων ὀλί‐ γων τε καὶ δυσχερῶν ἐς ἀταξίαν διῃροῦντο ὑπ’
Lib
.

483

ἀνάγκης. καὶ ὁ Ἀσρούβας καθορῶν ἐπέκειτο λαμπρῶς τότε μάλιστα καὶ πλῆθος ἔκτεινεν οὐδ’ ἀμυνομένων, ἀλλὰ φευγόντων. ἔπεσον δὲ καὶ τῶν χιλιάρχων τρεῖς, οἳ τὸν στρατηγὸν μάλιστα ἐπεπείκεσαν ἐς τὴν μάχην.
Lib
.

484

ὁ δὲ Σκιπίων τριακοσίους ἱππέας, οὓς εἶχεν ἀμφ’ αὑτὸν καὶ ὅσους ἄλλους συναγαγεῖν ἔφθασεν, διελὼν ἐς δύο τοῖς ἐχθροῖς ἐπῆγε σὺν δρόμῳ πολλῷ, παρὰ μέρος ἀκοντίζοντάς τε καὶ εὐθὺς ἀποχωροῦντας, εἶτ’ αὖθις
5ἐπιόντας καὶ πάλιν εὐθὺς ἀποπηδῶντας· οὕτω γὰρ εἴρητο αὐτοῖς, τοὺς ἡμίσεας αἰεὶ παρὰ μέρος ἐπιέναι καὶ ἀκοντίσαντας ἀπελαύνειν, ὥσπερ ἐν κύκλῳ περι‐
Lib
.

485

ιόντας. γιγνομένου δὲ τοῦδε πυκνοῦ καὶ διαστήματος οὐδενὸς ὄντος οἱ μὲν Λίβυες ἐβάλλοντο συνεχῶς καὶ ἐπιστρέφοντες ἐς τὸν Σκιπίωνα ἧσσον τοῖς περῶσιν ἐπέκειντο, οἳ δ’ ἔφθασαν διελθεῖν τὸ ῥεῦμα. καὶ ὁ
5Σκιπίων ἐπ’ αὐτοῖς ἀφίππευσεν βαλλόμενός τε καὶ χαλε‐
Lib
.

486

πῶς. σπεῖραι δ’ ἐν ἀρχῇ τοῦδε τοῦ πόνου τέσσαρες ἀποσχισθεῖσαι τοῦ ῥεύματος ὑπὸ τῶν πολεμίων ἔς τινα λόφον ἀνέδραμον· καὶ αὐτὰς ὁ Ἀσρούβας περιεκάθητο,
Lib
.

487

ἀγνοούντων ἔτι Ῥωμαίων, ἕως ἐστάθμευσαν. ἐπεὶ δ’ ἔμαθον, ἠπόρουν, καὶ τοῖς μὲν ἐδόκει φεύγειν καὶ μὴ κινδυνεύειν ἅπασι δι’ ὀλίγους, ὁ δὲ Σκιπίων ἐδίδασκεν ἀρχομένων μὲν ἔργων εὐβουλίᾳ χρῆσθαι, κινδυνευόν‐
5των δὲ ἀνδρῶν τοσῶνδε καὶ σημείων τόλμῃ παρα‐
Lib
.

488

βόλῳ. αὐτὸς δ’ ἐπιλεξάμενός τινας ἱππέων ἴλας, ἐπ‐ ανοίσειν ἔφη ἐκείνους ἢ χαίρων αὐτοῖς συναπολεῖσθαι. δύο τε ἡμερῶν σιτία φέρων εὐθὺς ὥδευε, δεδιότος272
Lib
.

489

πάνυ τοῦ στρατοῦ, μὴ οὐδ’ αὐτὸς ἐπανέλθοι. ὡς δ’ ἧκεν ἐπὶ τὸν λόφον, ἔνθα ἦσαν οἱ πολιορκούμενοι, τὸν μὲν ἄντικρυς αὐτοῦ δρόμῳ κατέλαβεν, καὶ μία τοὺς δύο χαράδρα διεῖργεν, οἱ δὲ Λίβυες τότε μάλιστα ἐπ‐
5έκειντο τοῖς πολιορκουμένοις καὶ πρὸς αὑτοὺς ἐνενεύ‐ κεσαν, ὡς οὔπω δυναμένου τοῦ Σκιπίωνος ἐπικουρεῖν
Lib
.

490

ἐξ ὁδοιπορίας συντόνου. ὁ δὲ Σκιπίων, ὡς εἶδε τὰς πέζας τῶν δύο λόφων τὴν χαράδραν περιιούσας, τὸν καιρὸν οὐ μεθῆκεν, ἀλλὰ περιέδραμε δι’ αὐτῶν ὑπὲρ τοὺς πολεμίους. οἱ δ’ ἤδη κυκλούμενοι διέφευγον
5ἀκόσμως, μεθιέντος αὐτοὺς ἀπιέναι τοῦ Σκιπίωνος ἀδεῶς, πολὺ πλείονας ὄντας.
Lib
.

491

οὕτω μὲν δὴ καὶ τούσδε ὁ Σκιπίων περιέσωσεν ἐν ἀπογνώσει γενομένους. καὶ αὐτὸν ἡ στρατιὰ μακρόθεν ἰδοῦσα ἐξ ἀέλπτου περισεσωσμένον τε καὶ περισώ‐ σαντα τοὺς ἑτέρους μέγα ἠλάλαξαν ἡδόμενοι καὶ
5δαιμόνιον αὐτῷ συλλαμβάνειν ἐδόξαζον, ὃ καὶ τῷ
Lib
.

492

πάππῳ Σκιπίωνι προσημαίνειν ἐδόκει τὰ μέλλοντα. ὁ μὲν δὴ Μανίλιος ἀνεζεύγνυεν ἐς τὸ πρὸς τῇ πόλει στρατόπεδον, πολλὴν τίσιν ὑποσχὼν τοῦ μὴ πεισθῆναι Σκιπίωνι τῆς στρατείας ἀποτρέποντι· ἀχθομένων δὲ
5πάντων ἐπὶ τῇ τῶν πεσόντων ἀταφίᾳ, καὶ μάλιστα ἐπὶ τοῖς χιλιάρχοις, ὁ Σκιπίων τινὰ λύσας αἰχμάλωτα ἔπεμψε πρὸς Ἀσρούβαν καὶ παρῄνει θάψαι τοὺς
Lib
.

493

χιλιάρχους. ὃ δ’ ἐρευνησάμενος τὰ νεκρὰ καὶ ἀπὸ
τῆς σφραγῖδος εὑρών (χρυσοφοροῦσι γὰρ τῶν στρα‐ τευομένων οἱ χιλίαρχοι, τῶν ἐλαττόνων σιδηροφορούν‐ των), ἔθαψεν αὐτούς, εἴτε τὸ ἔργον ἀνθρώπειον καὶ273
5κοινὸν ἐν τοῖς πολέμοις ἡγούμενος, εἴτε τὴν Σκιπίω‐
Lib
.

494

νος δόξαν ἤδη δεδιώς τε καὶ θεραπεύων. Ῥωμαίοις δ’ ἀναζευγνύουσι μὲν ἀπὸ τοῦ Ἀσρούβα ἐπέκειτο Φαμέας, διὰ τὸ πταῖσμα θορυβουμένοις· ἐσιοῦσι δὲ οἱ Καρχηδόνιοι, τῆς πόλεως ἐκδραμόντες, ὑπήντων καί
5τινα καὶ τῶν σκευοφόρων διέφθειραν.
Lib
.

495

ἐν τούτῳ δὲ καὶ ἡ σύγκλητος ἐς τὸ στρατόπεδον ἔπεμπε τοὺς εἰσομένους καὶ μεταδώσοντας αὐτῇ τὰ ἀκριβέστατα, ἐφ’ ὧν ὅ τε Μανίλιος καὶ τὸ συνέδριον καὶ οἱ λοιποὶ τῶν χιλιάρχων, ἐσβεσμένου τοῦ φθόνου
5διὰ τὴν εὐπραγίαν, ἐμαρτύρουν τῷ Σκιπίωνι καὶ ὁ στρατὸς ἅπας καὶ τὰ ἔργα ἐπ’ ἐκείνοις, ὥστ’ ἐπανελ‐ θόντες οἱ πρέσβεις διεθρόησαν ἐς ἅπαντας τὴν ἐμπει‐ ρίαν καὶ ἐπίτευξιν τοῦ Σκιπίωνος καὶ τῆς στρατιᾶς
Lib
.

496

τὴν ἐς αὐτὸν ὁρμήν. ἡ δὲ βουλὴ τούτοις μὲν ἔχαιρεν, πολλῶν δὲ γεγενημένων πταισμάτων ἐς Μασσανάσσην ἔπεμπε καὶ παρεκάλει συμμαχεῖν αὐτὸν ἐρρωμένως
Lib
.

497

ἐπὶ Καρχηδόνα. ὃ δ’ ὑπὸ μὲν τῶν πρέσβεων οὐ κατ‐ ελήφθη, κάμνων δὲ γήρᾳ καὶ νόσῳ καὶ παῖδας ἔχων νόθους μὲν πλείονας, οἷς ἐδεδώρητο πολλά, γνησίους δὲ τρεῖς, οὐδὲν ἀλλήλοις τὰ ἔργα ἐοικότας, ἐκάλει τὸν
5Σκιπίωνα κατὰ φιλίαν αὐτοῦ τε καὶ τοῦ πάππου σύμ‐ βουλόν οἱ περὶ τῶν τέκνων καὶ τῆς ἀρχῆς ἐσόμενον.
Lib
.

498

ὃ δὲ ᾔει μὲν αὐτίκα, μικρὸν δὲ πρὶν ἐλθεῖν ὁ Μασσα‐ νάσσης ἀποψύχων ἐπέσκηψε τοῖς παισὶ πείθεσθαι τοῦ274
Lib
.

499

Σκιπίωνος, ὡς ἂν αὐτοῖς διαιρῇ τὰ ὄντα. καὶ ὃ μὲν τοῦτ’ εἰπὼν ἐτελεύτησεν, ἀνὴρ ἐς πάντα ἐπιτυχής, ᾧ τὴν μὲν ἀρχὴν τὴν πατρῴαν θεὸς ἔδωκεν, ἀφαιρεθέντι πρὸς Καρχηδονίων καὶ Σύφακος, ἀναλαβεῖν καὶ προ‐
5αγαγεῖν ἐπὶ μέγιστον, ἀπὸ Μαυρουσίων τῶν παρ’ ὠκεανῷ μέχρι τῆς Κυρηναίων ἀρχῆς ἐς τὰ μεσόγαια, ἡμερῶσαι δὲ γῆν πολλήν, τὰ πολλὰ τῶν Νομάδων ποηφαγούντων διὰ τὸ ἀγεώργητον, θησαυρούς τε με‐ γάλους χρημάτων καταλιπεῖν καὶ στρατιὰν πολλὴν
10γεγυμνασμένην, τῶν δ’ ἐχθρῶν Σύφακα μὲν αἰχμάλω‐ τον ἑλεῖν αὐτοχειρί, Καρχηδόνι δ’ αἴτιον τῆς ἀναστά‐ σεως γενέσθαι, πάμπαν ἀσθενῆ Ῥωμαίοις ὑπολιπόντα.
Lib
.

500

ἔφυ δὲ καὶ τὸ σῶμα μέγας τε καὶ εὔρωστος ἐς γῆρας πολὺ καὶ μάχης ἐπειρᾶτο μέχρι τοῦ θανάτου ἵππου τε χωρὶς ἀναβολέως ἐπέβαινε. καὶ μεγίστῳ δὴ τῷδε τεκμηριώσαι μάλιστά 〈τις ἂν〉 τὴν εὐρωστίαν αὐτοῦ· πολ‐
5λῶν γὰρ αὐτῷ παίδων γιγνομένων τε καὶ ἀποθνησκόντων οὔποτε μὲν ἦσαν αὐτῷ μείους τῶν δέκα, τετραετὲς δὲ
Lib
.

501

παιδίον ἐνενηκοντούτης ὢν ἀπέλιπεν. ὁ μὲν δὴ Μασσα‐ νάσσης ὧδε χρόνου τε καὶ σώματος ἔχων ἐτεθνήκει, Σκιπίων δὲ τοῖς μὲν νόθοις αὐτοῦ παισὶ προσέθηκεν
ἑτέρας δωρεάς, τοῖς δὲ γνησίοις τοὺς μὲν θησαυροὺς275
5καὶ φόρους καὶ τὸ ὄνομα τῆς βασιλείας κοινὸν ἀπέφηνεν,
Lib
.

502

τὰ δ’ ἄλλα διέκρινεν, ὡς ἔμελλεν ἁρμόσειν πρὸς ὃ ἐβούλετο ἕκαστος, Μικίψῃ μέν, ὃς πρεσβύτατος ὢν εἰρηνικώτατος ἦν, Κίρτην ἐξαίρετον ἔχειν καὶ τὰ βασί‐ λεια τὰ ἐν αὐτῇ, Γολόσσῃ δέ, στρατιωτικῷ τε ὄντι
5καὶ δευτέρῳ καθ’ ἡλικίαν, πολέμου τε καὶ εἰρήνης εἶναι κυρίῳ, Μαστανάβᾳ δέ, ὃς νεώτατος ὢν ἤσκει δικαιοσύνην, δικάζειν τοῖς ὑπηκόοις τὰ ἀμφίλογα.
Lib
.

503

οὕτω μὲν ὁ Σκιπίων τὴν ἀρχὴν καὶ περιουσίαν Μασσανάσσου διεῖλε τοῖς παισὶ καὶ Γολόσσην εὐθὺς ἐς συμμαχίαν ἐπήγετο· ὃ δὲ τὰς Φαμέου μάλιστα ἐνέδρας, αἳ πολλὰ Ῥωμαίους ἐλύπουν, ἐρευνώμενος
Lib
.

504

ἀνέστελλεν. ἐν δέ τινι χειμασίᾳ Σκιπίων καὶ Φαμέας ἀντιπαρώδευον ἀλλήλοις, μέσην ἔχοντες ἄβατον χαρά‐ δραν καὶ οὐδὲν ἐς ἀλλήλους δυνάμενοι. δεδιὼς δ’ ὁ Σκιπίων, μή τις ἐνέδρα κατὰ τὸ πρόσθεν εἴη, προϊὼν
5κατεσκέπτετο σὺν τρισὶ φίλοις. καὶ αὐτὸν ὁ Φαμέας
Lib
.

505

ἰδὼν ἀντιπροῄει μεθ’ ἑνὸς φίλου. ἐλπίσας δ’ αὐτὸν ὁ Σκιπίων εἰπεῖν τι θέλειν ἐξίππευσε μεθ’ ἑνὸς καὶ ὅδε φίλου. καὶ ὡς ἤδη κατακούειν ἐδύναντο ἀλλήλων, πρότερος εἶπεν ὁ Σκιπίων· “ὁρᾷς, ὦ Φαμέα, τὰ
Lib
.

506

Καρχηδονίων οἷ προελήλυθεν· τί δὴ τῆς ἰδίας σωτη‐ ρίας οὐ προνοεῖς, εἰ μὴ τῆς κοινῆς δύνασαι;” ὃ δέ “τίς ἐστιν”, ἔφη, “μοι σωτηρία, Καρχηδονίων μὲν οὕτως ἐχόντων, Ῥωμαίων δ’ ὑπ’ ἐμοῦ κακὰ πολλὰ πεπον‐
5θότων;” καὶ ὁ Σκιπίων “ἐγγυῶμαί σοί”, φησιν, “εἰ πιστὸς ἐγὼ καὶ ἀξιόχρεως, καὶ σωτηρίαν καὶ συγ‐
γνώμην παρὰ Ῥωμαίων καὶ χάριν ἔσεσθαι.” ὃ δ’ ἐπῄνεσε μὲν ὡς ἀξιοπιστότατον ἐκ πάντων, “κρινῶ”, δ’ ἔφη· “κἂν δυνατὸν ἡγῶμαι, φανερὸν ἔσται σοι.”276
Lib
.

507

καὶ οἳ μὲν ἐπὶ τούτοις διεκρίθησαν, ὁ δὲ Μανίλιος, αἰδούμενος τὴν δυσπραξίαν τὴν ἐς Ἀσρούβαν αὐτῷ γενομένην, αὖθις ἐς Νέφεριν ἐστράτευε, πεντεκαίδεκα
Lib
.

508

ἡμερῶν τροφὰς ἐπαγόμενος. πλησιάσας δ’ ἔθετο χά‐ ρακα καὶ ὠχύρου καὶ ἐτάφρευεν, καθὰ Σκιπίων ἐν τῇ προτέρᾳ στρατείᾳ παρήγγειλεν. οὐδὲν δὲ ἀνύων ἐν αἰδοῖ μείζονι ἐγίγνετο καὶ φόβῳ τοῦ πάλιν αὐτοῖς
Lib
.

509

ἀπιοῦσιν τὸν Ἀσρούβαν ἐπιθέσθαι. καὶ ὃ μὲν ἐν τῷδε ἦν ἀπορίας, ἐπιστολὴν δέ τις ἐκ τοῦ Γολόσσου στρα‐ τοῦ ἔφερεν τῷ Σκιπίωνι. ὃ δ’, ὡς εἶχε, σεσημασμένην
Lib
.

510

ἐπέδειξε τῷ στρατηγῷ. καὶ λύσαντες εὗρον· “ἐς τήνδε τὴν ἡμέραν ἐγὼ μὲν τόδε τὸ χωρίον καταλήψομαι· σὺ δ’ ἐλθὲ μεθ’ ὅσων βούλει, καὶ τοῖς προφύλαξιν εἰπὲ δέχεσθαι τὸν νυκτὸς ἀφικνούμενον.” ἡ μὲν ἐπι‐
5στολὴ χωρὶς ὀνομάτων τοιάδ’ ἐδήλου, συνῆκε δὲ ὁ
Lib
.

511

Σκιπίων εἶναι παρὰ Φαμέου. καὶ ὁ Μανίλιος ἐδεδοίκει μὲν περὶ τῷ Σκιπίωνι, μή τις ἀπάτη παρ’ ἀνδρὸς γένοιτο πιθανωτάτου πάντων ἐς ἐνέδρας· εὔελπιν δ’ αὐτὸν ὁρῶν ἔπεμπεν, ἐπιτρέψας περὶ μὲν τῆς σωτηρίας
5δοῦναι πίστιν ἀσφαλῆ τῷ Φαμέᾳ, χάριν δὲ μὴ ὁρί‐ ζειν, ἀλλ’ ἐπαγγέλλεσθαι Ῥωμαίους τὰ πρέποντα ποι‐
Lib
.

512

ήσειν. οὐ μὴν ἐδέησεν οὐδ’ ἐπαγγελίας· ὁ γάρ τοι Φαμέας, ὡς ἧκεν εἰς τὸ συγκείμενον, περὶ μὲν τῆς σω‐ τηρίας ἔφη πιστεύειν δεξιουμένῳ Σκιπίωνι, τὰς δὲ
Lib
.

513

χάριτας Ῥωμαίοις ἐπιτρέπειν. ταῦτα δ’ εἰπὼν ἐξέτασσε
τῆς ἐπιούσης ἐς μάχην καὶ προπηδήσας μετὰ τῶν ἰλάρχων ἐς τὸ μεσαίχμιον ὡς ἐπί τινα σκέψιν ἑτέραν εἶπεν· “εἰ μὲν ἔστιν ἔτι τῇ πατρίδι βοηθεῖν, ἕτοιμός277
5εἰμι μεθ’ ὑμῶν· εἰ δ’ ἔχει τὰ ἐκείνης, ὡς ἔχει, ἐμοὶ μὲν δοκεῖ τῆς ἰδίας σωτηρίας προνοεῖν, καὶ πίστιν ἔλαβον ἐπί τε ἐμαυτῷ καὶ ὅσους πείσαιμι ὑμῶν. και‐
Lib
.

514

ρὸς δὲ καὶ ὑμᾶς ἐπιλέγεσθαι τὰ συνοίσοντα.” ὃ μὲν οὕτως εἶπεν, τῶν δ’ ἰλάρχων οἳ μὲν σὺν τοῖς αὑτῶν ηὐτομόλησαν, καὶ ἐγένοντο πάντες εἰς διακοσίους καὶ δισχιλίους ἱππέας· τοὺς δ’ Ἄννων κατεκώλυσεν, ᾧ
5Λεῦκος ἦν ἐπίκλησις.
Lib
.

515

ἐπανιόντι δὲ τῷ Σκιπίωνι μετὰ τοῦ Φαμέου ὁ στρατὸς ἀπήντα καὶ τὸν Σκιπίωνα εὐφήμουν ὡς ἐπὶ θριάμβῳ. Μανίλιος δ’, ὑπερηδόμενός τε καὶ οὐκέτι τὴν ἐπάνοδον αἰσχρὰν ἐπὶ τῷδε ἡγούμενος οὐδ’
5Ἀσρούβαν ἕψεσθαι προσδοκῶν καταπεπληγμένον, ἀν‐ εζεύγνυεν αὐτίκα δι’ ἔνδειαν, ἑπτακαιδεκάτην ἡμέραν ἀντὶ πεντεκαίδεκα ἔχων. τρισὶ δ’ ἄλλαις ἐχρῆν κακο‐
Lib
.

516

παθοῦντα ἐπανελθεῖν. ὁ οὖν Σκιπίων, τόν τε Φαμέαν καὶ Γολόσσην καὶ τοὺς ὑφ’ ἑκατέρῳ λαβὼν ἱππέας, προσλαβὼν δέ τινας καὶ τῶν Ἰταλικῶν, ἐς πεδίον ἠπείχθη τὸ καλούμενον Μέγα Βάραθρον καὶ πολλὴν
5ἐξ αὐτοῦ λείαν τε καὶ ἀγορὰν ἧκε φέρων τῷ στρατῷ
Lib
.

517

περὶ Τύνητα. Μανίλιος δέ, πυθόμενός οἱ διάδοχον ἐπ‐ ιέναι Καλπούρνιον Πίσωνα, προέπεμπεν ἐς Ῥώμην Σκι‐ πίωνα μετὰ Φαμέου· καὶ ὁ στρατὸς ἐπὶ τὴν ναῦν κατα‐
θέοντες εὐφήμουν τὸν Σκιπίωνα καὶ ηὔχοντο ὕπατον278
5ἐς Λιβύην ἐπανελθεῖν ὡς μόνον αἱρήσοντα Καρχη‐ δόνα. θεόληπτος γάρ τις αὐτοῖς ἥδε ἡ δόξα ἐνέπιπτεν, Σκιπίωνα μόνον αἱρήσειν Καρχηδόνα· καὶ πολλοὶ ταῦτα
Lib
.

518

τοῖς οἰκείοις ἐς Ῥώμην ἐπέστελλον. ἡ δὲ βουλὴ Σκι‐ πίωνα μὲν ἐπῄνει, Φαμέαν δ’ ἐτίμησαν ἁλουργίδι καὶ ἐπιπορπήματι χρυσῷ καὶ ἵππῳ χρυσοφαλάρῳ καὶ πανοπλίᾳ καὶ ἀργυρίου δραχμαῖς μυρίαις, ἔδωκαν δὲ
5καὶ μνῶν ἑκατὸν ἀργύρωμα καὶ σκηνὴν καὶ κατασκευὴν ἐντελῆ. καὶ ἐπήλπισαν περὶ πλειόνων, εἰ τὰ λοιπὰ τοῦ πολέμου συνεκπονήσειεν αὑτοῖς. ὃ δ’ ὑποσχόμε‐ νος ἐς Λιβύην διέπλευσεν ἐς τὸ Ῥωμαίων στρατόπεδον.
Lib
.

519

ἧκεν δὲ Καλπούρνιος Πίσων ὁ ὕπατος ἅμα ἦρι, καὶ σὺν αὐτῷ Λεύκιος Μαγκῖνος ἐπὶ τὴν ναυαρχίαν· οἳ Καρχηδονίοις μὲν οὐκ ἐπεχείρουν, οὐδὲ Ἀσρούβᾳ, τὰς δὲ πόλεις ἐπιόντες Ἀσπίδος μὲν ἀπετύγχανον, ἐκ
5γῆς καὶ θαλάσσης ἀποπειράσαντες, ἑτέραν δ’ ἐγγὺς εἷλεν ὁ Πίσων καὶ διήπαζεν, αἰτιωμένην ἐπὶ συν‐
Lib
.

520

θήκαις αὐτῷ προσελθεῖν. ἀπὸ δὲ ταύτης ἐς Ἱππάγρετα μετῆλθεν, ἣ μεγάλη τε ἦν καὶ τείχεσι καὶ ἀκροπόλει καὶ λιμέσι καὶ νεωρίοις ὑπ’ Ἀγαθοκλέους, τοῦ Σικελιω‐ τῶν τυράννου, κατεσκεύαστο καλῶς, μέση δ’ οὖσα Καρχη‐
5δόνος καὶ Ἰτύκης τὴν ἀγορὰν ἐλῄστευεν τὴν Ῥωμαίοις
Lib
.

521

διαπλέουσαν· ὅθεν καὶ πάνυ ἐπλούτουν. καὶ ὁ Καλ‐ πούρνιος ἀμύνασθαί τε αὐτοὺς ἐπενόει καὶ τό γε κέρ‐ δος ἀφελέσθαι. ἀλλ’ ὃ μέν, τὸ θέρος ὅλον ἐφεδρεύων, οὐκ ἤνυεν, δὶς δὲ ἐκδραμόντες οἱ Ἱππαγρέτιοι, Καρχη‐
5δονίων αὐτοῖς συμμαχούντων, τὰς μηχανὰς αὐτοῦ κατ‐279
Lib
.

522

έπρησαν. καὶ ὃ μέν, ἄπρακτος ἐς Ἰτύκην ἐπανελθών, ἐχείμαζεν· οἱ Καρχηδόνιοι δέ, ἐπειδή σφισι καὶ τὸ Ἀσρούβα στρατόπεδον ἀπαθὲς ἦν καὶ αὐτοὶ κρείτ‐ τους ἐν τῇ μάχῃ γεγένηντο Πίσωνος ἀμφὶ τὰ Ἱππά‐
5γρετα Βιθύας τε αὐτοῖς ὁ Νομὰς μετὰ ὀκτακοσίων ἱππέων ἀπὸ Γολόσσου προσκεχωρήκει καὶ Μικίψην καὶ Μαστανάβαν, τοὺς Μασσανάσσου παῖδας, ἑώρων ὑπισχνουμένους μὲν αἰεὶ Ῥωμαίοις ὅπλα καὶ χρήματα, βραδύνοντας δὲ καὶ περιορωμένους ἄρα τὸ μέλλον,
10ἐπήρθησαν τοῖς φρονήμασι καὶ Λιβύην ἀδεῶς ἐπῄεσαν, κρατυνόμενοί τε τὴν χώραν καὶ πολλὰ ὑβριστικὰ ἐν
Lib
.

523

ταῖς πόλεσι κατὰ Ῥωμαίων ἐκκλησιάζοντες. ἔς τε τὴν ἀνανδρίαν αὐτῶν προύφερον τὰ ἐς Νέφεριν αὐτοῖς δὶς γενόμενα καὶ ὅσα ἔναγχος ἐς Ἱππάγρετα, καὶ τὸ αὐτῆς Καρχηδόνος, ἀνόπλου τε οὔσης καὶ ἀφράκτου,
Lib
.

524

μὴ δεδυνῆσθαι κατασχεῖν. ἔπεμπον δὲ καὶ ἐς Μικίψην καὶ Μαστανάβαν καὶ ἐς τοὺς αὐτονόμους Μαυρουσίων, παρακαλοῦντες ὁμοῦ καὶ διδάσκοντες, ὅτι καὶ σφίσι
Lib
.

525

μεθ’ αὑτοὺς ἐπιχειρήσουσι Ῥωμαῖοι. ἔστελλον δὲ καὶ ἐς Μακεδονίαν ἄλλους πρὸς τὸν νομιζόμενον υἱὸν εἶναι Περσέως, πολεμοῦντα Ῥωμαίοις, καὶ ἀνέπειθον ἔχεσθαι τοῦ πολέμου καρτερῶς, ὡς οὐκ ἐλλειψόντων
5αὐτῷ χρημάτων καὶ νεῶν ἀπὸ Καρχηδόνος. ὅλως τε μικρὸν οὐδὲν ἔτι ἐφρόνουν ὁπλισάμενοι, ἀλλὰ θυμῷ
Lib
.

526

καὶ τόλμῃ καὶ παρασκευῇ κατὰ μικρὸν ηὔξοντο. ἐπῆρτο δ’ ἐν μέρει καὶ Ἀσρούβας, ὁ κατὰ τὴν χώραν στρα‐ τηγός, τῷ δὶς κρατῆσαι Μανιλίου· τήν τε τῆς πόλεως στρατηγίαν προσλαβεῖν ἐπειγόμενος Ἀσρούβαν, τὸν
5ἄρχοντα αὐτῆς, ἀδελφιδοῦν ὄντα Γολόσσου, διέβαλλε
Lib
.

527

τῇ βουλῇ τὰ Καρχηδονίων Γολόσσῃ προδιδόναι. καὶ
τοῦ λόγου προτεθέντος ἐς μέσον ὃ μὲν ἠπορεῖτο ὡς ἐπ’ ἀδοκήτῳ, οἳ δὲ τύπτοντες αὐτὸν τοῖς ὑποβάθροις κατέβαλον.280
Lib
.

528

ἐς δὲ Ῥώμην ἐξαγγελλομένης τῆς τε Πίσωνος ἀπρα‐ ξίας καὶ Καρχηδονίων παρασκευῆς ὁ δῆμος ἤχθετο καὶ ἐδεδοίκει αὐξομένου πολέμου μεγάλου τε καὶ ἀδιαλ‐ λάκτου καὶ γείτονος· οὐ γάρ τινα διάλυσιν προσεδό‐
Lib
.

529

κων, ἄπιστα πρότεροι κελεύσαντες. τῶν δ’ οὐ πρὸ πολλοῦ Σκιπίωνος ἔργων, ἐν Λιβύῃ χιλιαρχοῦντος ἔτι, μεμνημένοι καὶ παραβάλλοντες αὐτὰ τοῖς παροῦσιν τῶν τε ἐπεσταλμένων σφίσιν ὑπὸ τῶν ἐκ στρατοπέδου
5φίλων καὶ οἰκείων ἀναφέροντες ὥρμηντο ὕπατον ἐς
Lib
.

530

Καρχηδόνα πέμπειν Σκιπίωνα. ἐνειστήκει δ’ ἀρχαι‐ ρέσια, καὶ ὁ Σκιπίων (οὐ γάρ πω δι’ ἡλικίαν αὐτῷ συνεχώρουν ὑπατεύειν οἱ νόμοι) ἀγορανομίαν μετῄει,
Lib
.

531

καὶ ὁ δῆμος αὐτὸν ὕπατον ᾑρεῖτο. παρανόμου δ’ ὄντος καὶ τῶν ὑπάτων προφερόντων αὐτοῖς τὸν νόμον ἐλι‐ πάρουν καὶ ἐνέκειντο καὶ ἐκεκράγεσαν ἐκ τῶν Τυλλίου καὶ Ῥωμύλου νόμων τὸν δῆμον εἶναι κύριον τῶν
5ἀρχαιρεσίων καὶ τῶν περὶ αὐτῶν νόμων ἀκυροῦν ἢ
Lib
.

532

κυροῦν, ὃν ἐθέλοιεν. τέλος δὲ τῶν δημάρχων τις ἔφη τοὺς ὑπάτους ἀφαιρήσεσθαι τὴν χειροτονίαν, εἰ μὴ συνθοῖντο τῷ δήμῳ. καὶ ἡ βουλὴ τοῖς δημάρχοις ἐπέ‐ θετο λῦσαι τὸν νόμον τόνδε καὶ μετὰ ἔτος ἓν αὖθις
5ἀναγράψαι, οἷόν τι καὶ Λακεδαιμόνιοι, λύοντες ἐν
χρείᾳ τὴν ἀτιμίαν τῶν ἁλόντων περὶ Πύλον, ἔφασαν·281
Lib
.

533

“κοιμάσθων οἱ νόμοι τήμερον”. οὕτω μὲν ὁ Σκιπίων, ἀγορανομίαν μετιών, ᾕρητο ὕπατος, καὶ αὐτὸν ὁ σύν‐ αρχος Δροῦσος περὶ Λιβύης πρὸς αὑτὸν ἐκέλευε δια‐ κληροῦσθαι, μέχρι τις τῶν δημάρχων εἰσηγήσατο τῆσδε
5τῆς στρατηγίας τὴν κρίσιν τοῦ δήμου γενέσθαι· καὶ
Lib
.

534

ὁ δῆμος εἵλετο τὸν Σκιπίωνα. ἐδόθη δ’ αὐτῷ στρα‐ τὸς ἐκ μὲν καταλόγου, ὅσος ἦν ἀντὶ τῶν ἀπολωλότων, ἐθελοντὰς δ’ ἄγειν, ὅσους πείσειε παρὰ τῶν συμμάχων, καὶ ἐς βασιλέας καὶ πόλεις, ὅσας δοκιμάσειε, πέμπειν,
5τὸν Ῥωμαίων δῆμον ταῖς ἐπιστολαῖς ἐπιγράφοντα. καὶ ἔστιν οὓς ἔλαβεν οὕτω παρά τε πόλεων καὶ βασιλέων.
Lib
.

535

ὃ μὲν δὴ τάδε διοικησάμενος ἐς Σικελίαν καὶ ἀπὸ Σικελίας ἐς Ἰτύκην ἔπλει· Καλπούρνιος δὲ Πίσων ἐπολιόρκει τὰ μεσόγαια, καὶ Μαγκῖνος, ἐφορμῶν Καρχη‐ δόνι, μέρος τι τοῦ τείχους ἀμελούμενον ἰδών, οὗ κρη‐
5μνοὶ προύκειντο συνεχεῖς καὶ δύσβατοι, καὶ παρ’ αὐτὸ ἦν καὶ ἀμελούμενον, ἤλπισε λαθὼν κλίμακας ἐποίσειν
Lib
.

536

ἐπὶ τὸ τεῖχος. καὶ προσέθηκε μέν, καί τινες τῶν στρα‐ τιωτῶν ἀνῆλθον εὐτόλμως· οἱ Καρχηδόνιοι δ’, ὀλίγων ἔτι ὄντων καταφρονήσαντες, ἀνέῳξαν πύλην ἐς τοὺς κρημνοὺς ἐκφέρουσαν καὶ ἐπὶ τοὺς Ῥωμαίους ἐξέδρα‐
5μον. καὶ αὐτοὺς οἱ Ῥωμαῖοι τρεψάμενοί τε καὶ διώ‐ κοντες ἐς τὴν πόλιν διὰ τῆς πύλης συνεσέδραμον.
Lib
.

537

βοῆς δ’ ὡς ἐπὶ νίκῃ γενομένης ὅ τε Μαγκῖνος, ἐκφε‐ ρόμενος ὑπὸ τῆς ἡδονῆς καὶ τὰ ἄλλα ταχὺς ὢν καὶ κουφόνους, καὶ ὁ ἄλλος ὅμιλος ἅμα τῷ Μαγκίνῳ, τὰς ναῦς ἀφέντες, ἐς τὸ τεῖχος ἐβοηδρόμουν ἄνοπλοί τε
Lib
.

538

καὶ γυμνοί. ἤδη δὲ τοῦ θεοῦ περὶ δείλην ἑσπέραν ὄντος ἐχυρόν τι πρὸς τῷ τείχει καταλαβόντες ἡσύχα‐ ζον. τροφῶν δ’ ἀπορῶν ὁ Μαγκῖνος ἐκάλει Πίσωνα καὶ τοὺς Ἰτυκαίων ἄρχοντας ἐπικουρεῖν αὑτῷ κινδυ‐
Lib
.

539

νεύοντι καὶ τροφὰς φέρειν κατὰ σπουδήν. καὶ ὃ μὲν ἔμελλεν ἅμ’ ἕῳ πρὸς τῶν Καρχηδονίων ἐξωθούμενος ἐς τοὺς κρημνοὺς συντριβήσεσθαι, Σκιπίων δ’ ἑσπέ‐ ρας ἐς Ἰτύκην κατήγετο καὶ περὶ μέσας νύκτας ἐντυ‐282
5χὼν οἷς ὁ Μαγκῖνος ἔγραφε, τόν τε σαλπικτὴν ἐκέλευεν εὐθὺς ἐπὶ πόλεμον ἠχεῖν καὶ τοὺς κήρυκας συγκαλεῖν ἐπὶ θάλασσαν, ὅσοι συνεληλύθεσαν ἐξ Ἰταλίας αὐτῷ, καὶ τοὺς ἡβῶντας Ἰτυκαίων· ὅσοι δ’ ὑπερήλικες, ἀγορὰν
Lib
.

540

ἐς τὰς τριήρεις καταφέρειν. αἰχμάλωτά τε Καρχηδονίων τινὰ λύσας ἀφῆκεν ἐξαγγέλλειν αὐτοῖς ἐπιπλεῖν Σκιπίωνα. ἔς τε τὸν Πίσωνα ἱππέας ἄλλους ἐπ’ ἄλλοις ἔπεμπε, καλῶν αὐτὸν κατὰ τάχος. καὶ αὐτὸς ἐσχάτης φυλακῆς ἀνήγετο
5κελεύσας, ὅταν πλησιάζωσιν, ὀρθοὺς ἐπὶ τῶν καταστρωμά‐ των ἑστάναι τοῦ πλέονα τὴν ὄψιν ἐμποιεῖν τοῖς πολεμίοις.
Lib
.

541

ὃ μὲν δὴ τάδε ἔπρασσεν, ὁ δὲ Μαγκῖνος, ἅμ’ ἕῳ τῶν Καρχηδονίων αὐτῷ πανταχόθεν ἐπιπιπτόντων, πεντακο‐ σίους μέν, οὓς μόνους εἶχεν ἐνόπλους, περιέστησε τοῖς γυμνοῖς, τρισχιλίοις οὖσι, τιτρωσκόμενος δὲ δι’ ἐκείνων καὶ
5συνωθούμενος ἐπὶ τὸ τεῖχος ἤδη κατεκρημνίζετο, καὶ αἱ
Lib
.

542

νῆες ὤφθησαν αἱ τοῦ Σκιπίωνος, ῥοθίῳ τε φοβερῷ κατα‐ πλέουσαι καὶ μεσταὶ πανταχόθεν ὁπλιτῶν ἐφεστώτων, Καρχηδονίοις μὲν ᾐσθημένοις διὰ τῶν αἰχμαλώτων οὐκ ἀνέλπιστοι, Ῥωμαίοις δ’ ἀγνοοῦσιν ἀδόκητον σωτηρίαν
5φέρουσαι· μικρὸν γὰρ ὑποχωρησάντων τῶν Καρχη‐ δονίων ὁ Σκιπίων τοὺς κινδυνεύοντας ἐς αὐτὰς ἀν‐ έλαβεν. καὶ Μαγκῖνον μὲν ἐς Ῥώμην αὐτίκα ἔπεμψε
Lib
.

543

(καὶ γὰρ ἧκεν αὐτῷ Σερρανὸς ἐπὶ τὴν ναυαρχίαν διά‐ δοχος), αὐτὸς δ’ οὐ μακρὰν τῆς Καρχηδόνος ἐστρατο‐283
Lib
.

544

πέδευεν. οἱ δὲ Καρχηδόνιοι, τῶν τειχῶν ἐς πέντε σταδίους προελθόντες, ἀντήγειραν αὐτῷ χάρακα, καὶ αὐτοῖς ἐς τόνδε τὸν χάρακα ἀφίκοντο Ἀσρούβας τε, ὁ στρατηγὸς ὁ τῆς χώρας, καὶ Βιθύας ὁ ἵππαρχος, ἑξα‐
5κισχιλίους πεζοὺς ἄγοντες καὶ ἱππέας ἐς χιλίους, χρόνῳ καὶ μελέτῃ γεγυμνασμένους.
Lib
.

545

ὁ δὲ Σκιπίων οὐδὲν εὔκοσμον ἐν τοῖς στρατιώταις ὁρῶν οὐδὲ τεταγμένον, ἀλλ’ ἐς ἀργίαν καὶ πλεονεξίαν καὶ ἁρπαγὰς ὑπὸ τοῦ Πίσωνος ἐπιτετραμμένους ἄλλο τε πλῆθος αὐτοῖς συνόντας ἀγοραῖον, οἳ τῆς λείας
5χάριν ἑπόμενοι τοῖς θρασυτέροις συνεξέτρεχον ἐπὶ τὰς ἁρπαγάς, ἄνευ παραγγέλματος ἰοῦσιν, τοῦ νόμου λειποστρατιώτην ἐν τοῖς πολέμοις ἡγουμένου τὸν ἀποχω‐ ροῦντα πορρωτέρω σάλπιγγος ἀκοῆς, ὅσα τε πταίσειαν οὗτοι, πάντα ἐς τὸν στρατηγὸν ἀναφερόμενα καί, ὅσα
10διαρπάσειαν, ἑτέρας ἔριδος αὐτοῖς καὶ κακῶν γιγνό‐
Lib
.

546

μενα ἀρχάς· πολλοὶ γὰρ καὶ συσκήνων κατεφρόνουν διὰ τὰ κέρδη καὶ ἐς ἀνόμους πληγὰς καὶ τραύματα καὶ ἀνδροφονίας ἐχώρουν· ὧν αἰσθόμενος ὁ Σκιπίων καὶ ἐλπίζων οὔποτε κρατήσειν τῶν πολεμίων, εἰ μὴ
5τῶν ἰδίων κρατήσειε, συνήγαγεν ἐς ἐκκλησίαν αὐτοὺς
Lib
.

547

καὶ ἐπὶ βῆμα ὑψηλὸν ἀναβὰς ἐπέπληξεν ὧδε· “ἐγώ, μεθ’ ὑμῶν, ὦ ἄνδρες, ὑπὸ Μανιλίῳ τῷ στρατηγῷ τασσό‐ μενος, τῆς εὐπειθείας ἐν ὑμῖν μάρτυσιν ἔδωκα πεῖραν, ἣν νῦν ὑμᾶς αἰτῶ στρατηγῶν, κολάσαι μὲν ἐς ἔσχατον
5ἔχων ἐξουσίαν τοὺς ἀπειθοῦντας, ὠφέλιμον δ’ ἡγού‐284
Lib
.

548

μενος προαγορεῦσαι. ἴστε δέ, ἃ πράττετε· καὶ τί με δεῖ λέγειν, ἃ αἰσχύνομαι; λῃστεύετε μᾶλλον ἢ πολε‐ μεῖτε καὶ διαδιδράσκετε, οὐ στρατοπεδεύετε· καὶ πανη‐ γυρίζουσιν ὑπὸ τῶν κερδῶν, οὐ πολιορκοῦσιν ἐοίκατε·
5καὶ τρυφᾶν ἐθέλετε πολεμοῦντες ἔτι, οὐ νενικηκότες.
Lib
.

549

τοιγάρτοι τὰ τῶν πολεμίων ἐξ ἀέλπτου καὶ βραχέος, οὗ κατέλιπον, ἐς τοσοῦτον ἐπῆρται δυνάμεως, καὶ ἡμῖν ὁ πόνος ἐκ τῆσδε τῆς ῥᾳστώνης γέγονε χαλεπώ‐ τερος. τὰς δ’ αἰτίας εἰ μὲν ἐν ὑμῖν οὔσας ἑώρων,
5εὐθὺς ἂν ἐκόλαζον· ἐπεὶ δ’ ἀνατίθημι ἑτέρῳ, νῦν μὲν
Lib
.

550

ὑμᾶς ἀφίημι τῶν μέχρι νῦν γεγονότων. ἥκω δὲ οὐ λῃστεύσων ἔγωγε, ἀλλὰ νικήσων οὐδὲ χρηματιούμενος πρὸ τῆς νίκης, ἀλλὰ τοὺς ἐχθροὺς πρῶτον ἐξεργασό‐ μενος. ἄπιτε πάντες ἐκ τοῦ στρατοπέδου τήμερον, ὅσοι
5μὴ στρατεύεσθε, χωρὶς τῶν ἐπιτραπησομένων ὑπ’ ἐμοῦ
Lib
.

551

μένειν. τοῖς δ’ ἐξιοῦσιν οὐδ’ ἐπανελθεῖν δίδωμι, πλὴν εἴ τις ἀγορὰν φέροι, καὶ ταύτην στρατιωτικήν τε καὶ ψιλήν. ἔσται δὲ καὶ τούτοις χρόνος ὡρισμένος, ἐν ᾧ τὰ ὄντα διαθήσονται, καὶ τῆς πράσεως αὐτῶν ἐγὼ
Lib
.

552

καὶ ὁ ταμίας ἐπιμελησόμεθα. καὶ τάδε μὲν εἰρήσθω τοῖς περιττοῖς, ὑμῖν δὲ τοῖς ἐστρατευμένοις ἓν ἔστω παράγγελμα κοινὸν ἐπὶ πᾶσιν ἔργοις ὁ ἐμὸς τρόπος καὶ πόνος· πρὸς γὰρ τόδε κατευθύνοντες αὑτοὺς οὔτε
Lib
.

553

προθυμίας ἁμαρτήσεσθε οὔτε χάριτος ἀτυχήσετε. χρὴ δὲ νῦν μὲν πονεῖν, ἐν ᾧ κινδυνεύομεν, τὰ δὲ κέρδη καὶ τὴν τρυφὴν ἐς τὸν πρέποντα καιρὸν ἀναθέσθαι. ταῦτ’ ἐγὼ προστάσσω καὶ ὁ νόμος, καὶ τοῖς μὲν εὐπει‐
5θῶς ἔχουσιν οἴσει πολλὴν ἀγαθῶν ἀμοιβήν, τοῖς δ’
ἀπειθοῦσι μετάνοιαν.”285
Lib
.

554

ὁ μὲν δὴ Σκιπίων ταῦτ’ εἶπε, καὶ εὐθὺς ἀπήλαυνε τὸ πλῆθος ἀνδρῶν ἀχρείων καὶ σὺν αὐτοῖς, ὅσα πε‐ ριττὰ καὶ μάταια καὶ τρυφερὰ ἦν. καθαροῦ δὲ τοῦ στρατοῦ γενομένου καὶ περιδεοῦς καὶ ἐς τὰ παραγγελ‐
5λόμενα ὀξέος ἀπεπείραζε τῶν καλουμένων Μεγάρων
Lib
.

555

νυκτὸς μιᾶς διχῇ λανθάνων. χωρίον δ’ ἐστὶν εὐμέγε‐ θες ἐν τῇ πόλει τὰ Μέγαρα, τῷ τείχει παρεζευγμένον· ἐς ὃ τῇ μὲν ἑτέρους περιέπεμπε, τῇ δ’ αὐτὸς σὺν πελέ‐ κεσι καὶ κλίμαξι καὶ μοχλοῖς ἐβάδιζε σταδίους εἴκοσιν
Lib
.

556

ἀψοφητί, μετὰ σιγῆς βαθυτάτης. αἰσθήσεως δ’ ἄνωθεν, ὅτε μάλιστ’ ἐπλησίαζε, καὶ βοῆς ἀπὸ τειχῶν γενο‐ μένης ἀντεβόησεν αὐτός τε πρῶτος καὶ ὁ στρατὸς αὐτοῦ καὶ οἱ ἐπὶ θάτερα ἀπεσταλμένοι μέγιστον, ὡς
5τῷδε πρώτῳ τοὺς Καρχηδονίους καταπλαγῆναι, τοσού‐ των ἐχθρῶν ἐν πλευραῖς ἄφνω νυκτὸς ἐπιγενομένων.
Lib
.

557

κατὰ μὲν οὖν τὸ τεῖχος οὐδέν, καίπερ ἐπιχειρῶν, ἤνυεν, ἐς δέ τινος ἰδιώτου πύργον ἔρημον, ἐκτὸς ὄντα τοῦ τείχους καὶ τὸ ὕψος ἴσον ὄντα τῷ τείχει, νεανίας ἀνεβίβασεν εὐτόλμους, οἳ τοὺς ἐπὶ τῶν τειχῶν
5ἀκοντίοις ἀνέστελλον ξύλα τε καὶ σανίδας ἐς τὸ διά‐ στημα ἐπιθέντες καὶ δι’ αὐτῶν ἐς τὰ τείχη διαδρα‐ μόντες καθήλαντο ἐς τὰ Μέγαρα καὶ πυλίδα κόψαντες
Lib
.

558

ἐδέχοντο τὸν Σκιπίωνα. ὃ δὲ ἐσῆλθε μὲν σὺν ἀνδράσι τετρακισχιλίοις, καὶ φυγὴ ταχεῖα τῶν Καρχηδονίων ἐς τὴν Βύρσαν ἦν, ὡς τῆς ἄλλης πόλεως ἁλούσης. βοή τε ἐγίγνετο ποικίλη καί τινων αἰχμαλωσία καὶ θόρυ‐
5βος, ὡς καὶ τοὺς ἔξω στρατοπεδεύοντας ἐκλιπεῖν τὸ χαράκωμα καὶ ἐς τὴν Βύρσαν ὁμοῦ τοῖς ἄλλοις ἀνα‐
Lib
.

559

δραμεῖν. ὁ δὲ Σκιπίων (τὸ γὰρ χωρίον, τὰ Μέγαρα, ἐλαχανεύετο καὶ φυτῶν ὡραίων ἔγεμεν αἱμασιαῖς τε καὶ θριγκοῖς βάτου καὶ ἄλλης ἀκάνθης καὶ ὀχετοῖς βαθέος ὕδατος ποικίλοις τε καὶ σκολιοῖς κατάπλεων286
5ἦν) ἔδεισε, μὴ ἄβατον καὶ δυσχερὲς ᾖ στρατῷ διώκοντι, ἐν ἀγνωσίᾳ μάλιστα διόδων, καί τις ἐν νυκτὶ ἐνέδρα γένοιτο. ἀνεζεύγνυε δή.
Lib
.

560

καὶ γενομένης ἡμέρας ὁ Ἀσρούβας, χαλεπῶς ἔχων τῆς ἐς τὰ Μέγαρα ἐπιχειρήσεως, ὅσα Ῥωμαίων εἶχεν αἰχμάλωτα, ἐπὶ τὸ τεῖχος ἀγαγών, ὅθεν εὐσύνοπτα Ῥωμαίοις ἔμελλε τὰ δρώμενα ἔσεσθαι, τῶν μὲν ὀφθαλ‐
5μοὺς ἢ γλώττας ἢ νεῦρα ἢ αἰδοῖα σιδηρίοις ἐξεῖλκε καμπύλοις, τῶν δ’ ὑπέτεμνε τὰ πέλματα καὶ τοὺς δακτύλους ἐξέκοπτεν ἢ τὸ δέρμα τοῦ λοιποῦ σώματος ἀπέσπα καὶ πάντας ἔμπνους ἔτι κατεκρήμνιζεν, ἀδιάλ‐
Lib
.

561

λακτα τοῖς Καρχηδονίοις τὰ ἐς Ῥωμαίους ἐπινοῶν. καὶ ὃ μὲν αὐτοὺς οὕτως ἠρέθιζε τὴν σωτηρίαν ἔχειν ἐν μόνῃ τῇ μάχῃ, περιέστη δ’ αὐτῷ ἐς τὸ ἐναντίον ὧν ἐπενόει· ὑπὸ γὰρ συνειδότος οἱ Καρχηδόνιοι τῶνδε
5τῶν ἀθεμίστων ἔργων περιδεεῖς ἀντὶ προθύμων ἐγί‐ γνοντο καὶ τὸν Ἀσρούβαν ὡς καὶ τὴν συγγνώμην σφῶν ἀφῃρημένον ἐμίσουν· καὶ μάλισθ’ ἡ βουλὴ αὐτοῦ κατεβόα ὡς ὠμὰ καὶ ὑπερήφανα δεδρακότος ἐν
Lib
.

562

συμφοραῖς οἰκείαις τοσαῖσδε. ὃ δὲ καὶ τῶν βουλευ‐ τῶν τινας ἔκτεινε συλλαμβάνων καὶ ἐς πάντα ὢν ἤδη περιδεὴς ἐς τυραννίδα μᾶλλον ἢ στρατηγίαν περιῆλθεν, ὡς ἐν τῷδε μόνῳ τὸ ἀσφαλὲς ἕξων, εἰ φοβερὸς αὐτοῖς
5εἴη καὶ δι’ αὐτὸ καὶ δυσεπιχείρητος.287
Lib
.

563

ὁ δὲ Σκιπίων τὸν μὲν χάρακα τῶν ἐχθρῶν, ὃν τῇ προτέρᾳ κατελελοίπεσαν ἐς τὸ ἄστυ φεύγοντες, ἐνέ‐ πρησεν, ὅλου δὲ τοῦ ἰσθμοῦ κρατῶν διετάφρευεν αὐτὸν ἐκ θαλάσσης ἐπὶ θάλασσαν, ἀπέχων τῶν πολεμίων ὅσον
5ὁρμὴν βέλους. οἳ δὲ ἐπέκειντο, καὶ ἦν αὐτῷ τὸ ἔργον ἐπὶ σταδίους τοῦ μετώπου πέντε καὶ εἴκοσιν ἐργαζο‐
Lib
.

564

μένῳ τε ὁμοῦ καὶ μαχομένῳ. ὡς δὲ αὐτῷ τοῦτ’ ἐξετε‐ τέλεστο, ἑτέραν ὤρυσσε τάφρον ἴσην, οὐ πολὺ τῆς προτέρας διασχών, ἐς τὴν ἤπειρον ἀφορῶσαν. δύο τε ἐπικαρσίας αὐταῖς ἑτέρας περιθείς, ὡς γενέσθαι τὸ
5ὅλον ὄρυγμα τετράγωνον, ἐσταύρωσε πάντα ξύλοις
Lib
.

565

ὀξέσι. καὶ ἐπὶ τοῖς σταυροῖς τὰς μὲν ἄλλας τάφρους ἐχαράκωσε, τῇ δ’ ἐς τὴν Καρχηδόνα ὁρώσῃ καὶ τεῖχος παρῳκοδόμησεν ἐπὶ τοὺς πέντε καὶ εἴκοσι σταδίους, ὕψος μὲν δυώδεκα ποδῶν χωρὶς ἐπάλξεών τε καὶ πύρ‐
5γων, οἳ ἐκ διαστήματος ἐπέκειντο τῷ τείχει, τὸ δὲ βάθος ἐφ’ ἥμισυ μάλιστα τοῦ ὕψους· ὁ δ’ ἐν μέσῳ πύργος ὑψηλότατός τε ἦν, καὶ ἐπ’ αὐτοῦ ξύλινος ἐπ‐ έκειτο τετρώροφος, ὅθεν καθεώρα τὰ γιγνόμενα ἐν τῇ
Lib
.

566

πόλει. ταῦτα δ’ ἡμέραις εἴκοσι καὶ νυξὶν ἐργασάμενος ὅλῳ τῷ στρατῷ πονοῦντι καὶ παραλλὰξ ἐργαζομένῳ τε καὶ πολεμοῦντι καὶ σῖτον ἢ ὕπνον αἱρουμένῳ τὴν
Lib
.

567

στρατιὰν ἐσήγαγεν ἐς τόδε τὸ χαράκωμα. καὶ ἦν αὐτῷ τοῦτο στρατόπεδόν τε ὁμοῦ καὶ κατὰ τῶν ἐχθρῶν ἐπι‐ τείχισμα ἐπίμηκες, ὅθεν ὁρμώμενος τὴν ἀγορὰν ἀφ‐ ῃρεῖτο Καρχηδονίους, ὅση κατὰ γῆν αὐτοῖς ἐφέρετο·
5ὅτι γὰρ μὴ τῷδε τῷ αὐχένι μόνῳ, τὰ λοιπὰ ἡ Καρχη‐
Lib
.

568

δὼν περίκλυστος ἦν. καὶ τοῦτο πρῶτον αὐτοῖς καὶ μάλιστα ἐγίγνετο λιμοῦ καὶ κακῶν αἴτιον· ἅτε γὰρ τοῦ πλήθους παντὸς ἐκ τῶν ἀγρῶν ἐς τὴν πόλιν ἀνοι‐
κισαμένου, οὔτε προϊόντες ποι διὰ τὴν πολιορκίαν,288
5οὔτε ξένων ἐμπόρων διὰ τὸν πόλεμον θαμινὰ ἐπ‐ ιόντων, μόνῃ τῇ τῆς Λιβύης ἀγορᾷ χρώμενοι, μικρὰ μέν ποτε καὶ διὰ θαλάσσης, ὅτε ὡραῖον εἴη, τὰ πλέονα δὲ κατὰ τὴν γῆν ἐπεκομίζοντο, ἀφῃρημένοι δὲ τότε τὴν ἐκ τῆς γῆς κομιδὴν ἐπιπόνως ᾔσθοντο τοῦ λιμοῦ.
Lib
.

569

Βιθύας δέ, ὅσπερ ἵππαρχος ἦν αὐτοῖς καὶ ἐπέπεμπτο ἐπὶ σῖτον ἐκ πολλοῦ, προσελθεῖν μὲν ἢ βιάσασθαι τὸ χαράκωμα τοῦ Σκιπίωνος οὐκ ἐτόλμα, περιφέρων δὲ τὴν ἀγορὰν ἐς τὰ πόρρω διὰ μακροῦ ναυσὶν ἐσέπεμπεν,
5ἐφορμουσῶν μὲν τῇ Καρχηδόνι νεῶν τοῦ Σκιπίωνος· ἀλλ’ οὔτε διηνεκῶς οὔτε πυκναὶ συνειστήκεσαν, ὡς ἐν ἀλιμένῳ καὶ περικρήμνῳ θαλάσσῃ, παρά τε τὴν πόλιν αὐτὴν οὐκ ἐδύναντο ἀνακωχεύειν, τῶν Καρχηδονίων τοῖς τείχεσιν ἐφεστώτων καὶ τοῦ κύματος ἐκεῖ μάλιστα
Lib
.

570

διὰ τὰς πέτρας ταρασσομένου. ὅθεν αἱ φορτίδες αἱ Βιθύου καὶ εἴ τις ἄλλος ἔμπορος ὑπὸ κέρδους ἐθελο‐ κινδύνως ἠπείγετο, φυλάσσοντες ἄνεμον ἐκ πόντου πολὺν πεπετασμένοις τοῖς ἱστίοις διέθεον, ἀδυνάτων
5οὐσῶν ἔτι τῶν τριήρων ὁλκάδας, φερομένας ἱστίῳ καὶ
Lib
.

571

πνεύματι, διώκειν. σπανίως μὲν οὖν ἐγίγνετο καὶ μόνον, ὅτε βίαιον εἴη πνεῦμα ἐκ πόντου· καὶ ταῦτα δ’, ὅσα φέροιεν αἱ νῆες, Ἀσρούβας τρισμυρίοις ἀν‐ δράσι μόνοις διένεμεν, οὓς ἐς μάχην ἐπείλεκτο, καὶ
5τοῦ ἄλλου πλήθους κατεφρόνει· ὅθεν ἐμόχθουν μά‐ λιστα ὑπὸ τοῦ λιμοῦ.
Lib
.

572

καὶ ὁ Σκιπίων αἰσθανόμενος ἐπενόει τὸν ἔσπλουν αὐτοῖς τοῦ λιμένος, ἐς δύσιν τε ἀφορῶντα καὶ οὐ πάνυ πόρρω τῆς γῆς ὄντα, ἀποκλεῖσαι. χῶμα οὖν ἐς τὴν θάλασσαν ἔχου μακρόν, ἀρχόμενος μὲν ἀπὸ τῆς
5ταινίας, ἣ μεταξὺ τῆς λίμνης οὖσα καὶ τῆς θαλάσσης γλῶσσα ἐκαλεῖτο, προϊὼν δ’ ἐς τὸ πέλαγος καὶ εὐθύ‐289
Lib
.

573

νων ἐπὶ τὸν ἔσπλουν. ἔχου δὲ λίθοις τε μεγάλοις καὶ πυκνοῖς, ἵνα μὴ ὑπὸ τοῦ κλύδωνος διαφέροιντο. καὶ πλάτος τοῦ χώματος τὸ μὲν ἄνω τεσσάρων καὶ εἴκοσι
Lib
.

574

ποδῶν, τὸ δ’ ἐς τὸν βυθὸν καὶ τετραπλάσιον ἦν. τοῖς δὲ Καρχηδονίοις ἀρχομένου μὲν τοῦδε τοῦ ἔργου κατα‐ φρόνησις ἦν ὡς χρονίου τε καὶ μακροῦ καὶ ἴσως ἀδυ‐ νάτου· προϊόντος δὲ σὺν ἐπείξει τοσοῦδε στρατοῦ,
5μήτε ἡμέραν ἐκλείποντος ἐπὶ τοῖς ἔργοις μήτε νύκτα, ἔδεισαν καὶ στόμα ἕτερον ἐπὶ θάτερα τοῦ λιμένος ὤρυσσον ἐς μέσον τὸ πέλαγος, οἷ μηδὲν χῶμα προ‐ ελθεῖν ἐδύνατο ὑπὸ βάθους τε καὶ πνευμάτων ἀγριω‐
Lib
.

575

τέρων. διώρυσσον δ’ ἅμα γυναιξὶ καὶ παισίν, ἔνδοθεν ἀρχόμενοι καὶ πάνυ λανθάνοντες· ἅμα δὲ καὶ ναῦς ἐξ ὕλης παλαιᾶς ἐναυπήγουν, πεντήρεις τε καὶ τρι‐ ήρεις, οὐδὲν ὑπολείποντες εὐψυχίας τε καὶ τόλμης.
Lib
.

576

οὕτω δ’ ἅπαντα ἐπέκρυπτον, ὡς μηδὲ τοὺς αἰχμαλώ‐ τους ἔχειν τι τῷ Σκιπίωνι σαφὲς εἰπεῖν, ἀλλὰ κτύ‐ πον μὲν ἐν τοῖς λιμέσιν ἡμέρας τε καὶ νυκτὸς εἶναι πολὺν ἀπαύστως, τὴν δὲ χρείαν οὐκ εἰδέναι, μέχρι
5γε δὴ πάντων ἑτοίμων γενομένων οἱ Καρχηδόνιοι τὸ στόμα ἀνέῳξαν περὶ ἕω καὶ ναυσὶ πεντήκοντα μὲν τριηριτικαῖς, κερκούροις δὲ καὶ μυοπάρωσι καὶ ἄλλοις βραχυτέροις πολλοῖς ἐξέπλεον, ἐς κατάπληξιν ἐσκευα‐
Lib
.

577

σμένοι φοβερῶς. Ῥωμαίους δὲ τό τε στόμα ἄφνω γενό‐
μενον καὶ ὁ στόλος ἐπὶ τῷ στόματι ἐς τοσόνδε κατ‐ έπληξεν, ὡς τοὺς Καρχηδονίους, εἰ αὐτίκα ταῖς ναυσὶ ταῖς Ῥωμαίων ἐπέθεντο, ἠμελημέναις τε ὡς ἐν τειχο‐290
5μαχίᾳ καὶ οὐδενὸς ναύτου παρόντος οὐδ’ ἐρέτου, ὅλου
Lib
.

578

ἂν τοῦ ναυστάθμου κρατῆσαι. νῦν οὖν (ἁλῶναι γὰρ ἔδει Καρχηδόνα) τότε μὲν ἐς μόνην ἐπίδειξιν ἐπέπλευ‐ σαν καὶ σοβαρῶς ἐπιτωθάσαντες ἀνέστρεφον, τρίτῃ δὲ ἡμέρᾳ μετὰ τοῦτο ἐς ναυμαχίαν καθίσταντο· καὶ οἱ
5Ῥωμαῖοι τάς τε ναῦς καὶ τἆλλα εὐτρεπισάμενοι ἀνταν‐
Lib
.

579

ήγοντο. βοῆς δὲ καὶ παρακελεύσεως ἑκατέρωθεν γενο‐ μένης καὶ προθυμίας ἐρετῶν τε καὶ κυβερνητῶν καὶ τῶν ἐπιβατῶν, ὡς ἐν τῷδε λοιπῷ Καρχηδονίοις μὲν τῆς σωτηρίας οὔσης, Ῥωμαίοις δὲ τῆς νίκης ἐντελοῦς,
5πληγαί τε πολλαὶ καὶ τραύματα ποικίλα ἐγίγνετο παρ’
Lib
.

580

ἀμφοῖν μέχρι μέσης ἡμέρας. ἐν δὲ τῷ πόνῳ τὰ σκάφη τῶν Λιβύων τὰ σμικρὰ ταῖς Ῥωμαϊκαῖς ναυσί, μεγά‐ λαις οὔσαις, ἐς τοὺς ταρσοὺς ὑποτρέχοντα διετίτρη πρύμνας καὶ ἐξέκοπτε πηδάλια καὶ κώπας καὶ ἄλλα
5πολλὰ καὶ ποικίλα ἐλύπει, εὐμαρῶς τε ὑποφεύγοντα
Lib
.

581

καὶ εὐμαρῶς ἐπιπλέοντα. ἀκρίτου δ’ ἔτι τῆς ναυμαχίας οὔσης καὶ τῆς ἡμέρας ἐς δείλην τρεπομένης ἔδοξε τοῖς Καρχηδονίοις ὑποχωρεῖν, οὔ τι κατὰ ἧτταν, ἀλλ’
Lib
.

582

ἐς τὴν ἐπιοῦσαν ὑπερτιθεμένοις. καὶ αὐτῶν τὰ σκάφη τὰ βραχύτερα προύφευγε καὶ τὸν ἔσπλουν προλαβόν‐ τα ἐς ἄλληλα ὠθεῖτο ὑπὸ πλήθους καὶ τὸ στόμα βύζην ἀπέκλειεν. ὅθεν αἱ μείζους ἐπανιοῦσαι τὸν
5ἔσπλουν ἀφῄρηντο καὶ εἰς τὸ χῶμα κατέφυγον, ὃ πρὸ
τοῦ τείχους εὐρύχωρον ἐμπόροις ἐς διάθεσιν φορτίων ἐγεγένητο ἐκ πολλοῦ· καὶ παρατείχισμα ἐπ’ αὐτοῦ βραχὺ ἐν τῷδε τῷ πολέμῳ πεποίητο, ἵνα μὴ ὡς ἐν291
Lib
.

583

εὐρυχώρῳ στρατοπεδεύσειάν ποτε οἱ πολέμιοι. ἐς μὲν δὴ τόδε τὸ χῶμα αἱ νῆες αἱ τῶν Καρχηδονίων ἀπο‐ ρίᾳ λιμένος καταφυγοῦσαι μετωπηδὸν ὡρμίσαντο· καὶ τοὺς ἐχθροὺς ἐπιπλέοντας οἳ μὲν ἀπ’ αὐτῶν τῶν νεῶν,
5οἳ δ’ ἀπὸ τοῦ χώματος, οἳ δ’ ἐκ τοῦ διατειχίσματος
Lib
.

584

ἀπεμάχοντο. Ῥωμαίοις δ’ ὁ μὲν ἐπίπλους ἦν ῥᾴδιος καὶ τὸ μάχεσθαι ναυσὶν ἑστώσαις εὐμαρές, αἱ δ’ ἀνα‐ χωρήσεις δι’ ἀναστροφὴν τῶν νεῶν, μακρῶν οὐσῶν, βραδεῖαί τε καὶ δυσχερεῖς ἐγίγνοντο· ὅθεν ἀντέ‐
5πασχον ἐν τῷδε τὰ ὅμοια (ὅτε γὰρ ἐπιστρέφοιεν, ἐπλήσ‐
Lib
.

585

σοντο ὑπὸ τῶν Καρχηδονίων ἐπιπλεόντων), μέχρι νῆες Σιδητῶν πέντε, αἳ φιλίᾳ Σκιπίωνος εἵποντο, τὰς μὲν ἀγκύρας καθῆκαν ἐκ πολλοῦ διαστήματος ἐς τὸ πέλα‐ γος, ἁψάμεναι δ’ ἀπ’ αὐτῶν κάλους μακροὺς εἰρεσίᾳ
5τοῖς Καρχηδονίοις ἐπέπλεον καί, ὅτε ἐγχρίμψειαν, ὑπ‐ εχώρουν, τοὺς κάλους ἐπισπώμεναι κατὰ πρύμναν, αὖθίς τε ῥοθίῳ καταπλέουσαι πάλιν ἀνήγοντο κατὰ
Lib
.

586

πρύμναν. τότε γὰρ ὁ στόλος ἅπας, τὸν νοῦν τῶν Σιδητῶν ὁρῶντές τε καὶ μιμούμενοι, πολλὰ τοὺς ἐχθροὺς ἔβλαπτον. καὶ τὸ ἔργον ἐς νύκτα ἐτελεύτα, καὶ ἐς τὴν πόλιν διέφυγον αἱ τῶν Καρχηδονίων νῆες,
5ὅσαι γε ἔτι ἦσαν ὑπόλοιποι.
Lib
.

587

Σκιπίων δὲ γενομένης ἡμέρας ἐπεχείρει τῷ χώματι·
καὶ γὰρ ἦν εὔκαιρον ἐπιτείχισμα τοῦ λιμένος. κριοῖς οὖν τὸ παρατείχισμα τύπτων καὶ μηχανήματα πολλὰ292
Lib
.

588

ἐπάγων μέρος αὐτοῦ κατέβαλεν. οἱ δὲ Καρχηδόνιοι, καίπερ ὑπὸ λιμοῦ καὶ κακώσεως ποικίλης ἐνοχλούμενοι, νυκτὸς ἐξέδραμον ἐπὶ τὰ Ῥωμαίων μηχανήματα, οὐ κατὰ γῆν (οὐ γὰρ ἦν δίοδος) οὐδὲ ναυσὶν (ἁλιτενὴς
5γὰρ ἦν ἡ θάλασσα), ἀλλὰ γυμνοὶ δᾷδας ἔφερον, οὐχ
Lib
.

589

ἡμμένας, ἵνα μὴ μακρόθεν εἶεν καταφανεῖς· ἐς δὲ τὴν θάλασσαν ἐμβάντες, ᾗ μή τις ἂν προσεδόκησεν, οἳ μὲν ἄχρι τῶν μαστῶν βρεχόμενοι διεβάδιζον, οἳ δὲ καὶ διένεον, ἕως ἐπὶ τὰ μηχανήματα ἐλθόντες ἐξῆψαν τὸ
5πῦρ καὶ κατάφωροι γενόμενοι πολλὰ μὲν ἔπαθον, ἅτε γυμνοὶ τιτρωσκόμενοι, πολλὰ δ’ ἀντέδρασαν ὑπὸ τόλ‐
Lib
.

590

μης· οἳ καὶ τὰς ἀκίδας τῶν βελῶν καὶ τὰς αἰχμὰς ἐν στέρνοις καὶ ὄψεσι φέροντες οὐκ ἀνίεσαν, ὥσπερ θηρία ταῖς πληγαῖς ἐγκείμενοι, μέχρι τὰ μηχανήματα ἐν‐ έπρησαν καὶ τοὺς Ῥωμαίους ἐτρέψαντο θορυβουμένους.
Lib
.

591

ἔκπληξίς τε καὶ τάραχος ἦν ἀνὰ ὅλον τὸ στρατόπεδον καὶ φόβος, οἷος οὐ πρίν, ὑπὸ μανίας γυμνῶν πολε‐ μίων, ὥστε δείσας ὁ Σκιπίων μετὰ ἱππέων ἔξω περι‐ έθει καὶ τοὺς οἰκείους, εἰ μὴ λήξαιεν τῆς φυγῆς,
Lib
.

592

ἐκέλευε βάλλειν. ἔστι δὲ οὓς ἔβαλε καὶ ἀπέκτεινεν, ἕως οἱ πλείους συνεώσθησαν ἐς τὸ στρατόπεδον ὑπὸ ἀνάγκης καὶ διενυκτέρευσαν ἔνοπλοι, τὴν ἀπόγνωσιν τῶν ἐχθρῶν δεδιότες. οἳ δέ, τὰς μηχανὰς ἐμπρήσαντες,
5ἐξένεον αὖθις ἐς τὰ οἰκεῖα.
Lib
.

593

ἅμα δ’ ἡμέρᾳ Καρχηδόνιοι μέν, οὐκ ἐνοχλουσῶν
σφᾶς ἔτι μηχανῶν πολεμίων, τὸ διαπεπτωκὸς τοῦ δια‐ τειχίσματος ᾠκοδόμουν καὶ πύργους ἐν αὐτῷ πολλοὺς ἐποίουν ἐκ διαστήματος, Ῥωμαῖοι δ’, ἑτέρας ἐργασά‐293
5μενοι μηχανάς, χώματα ἤγειρον ἀντιμέτωπα τοῖς πύρ‐ γοις δᾷδά τε συγκεκομμένην καὶ θεῖον ἐν κώθωσι καὶ πίσσαν ἐπ’ αὐτοὺς ἐσφενδόνων καὶ ἔστιν οὓς τῶν πύργων ἐνεπίμπρασαν καὶ τοὺς Καρχηδονίους φεύγοντας ἐδίωκον. ὀλισθηρὸς δ’ ἦν ὁ δρόμος ὑφ’
10αἵματος πεπηγότος ὑπογύου τε καὶ πολλοῦ, ὥστε τῶν
Lib
.

594

φευγόντων ἀπελίποντο ἄκοντες. ὁ δὲ Σκιπίων τοῦ χώματος ὅλου κατασχὼν ἀπετάφρευεν αὐτὸ καὶ τεῖχος ἤγειρεν ἐκ πλίνθων, οὔτε κολοβώτερον τοῦ τῶν πολε‐
Lib
.

595

μίων οὔτ’ ἐκ μακροῦ διαστήματος ἀπ’ αὐτῶν. ὡς δ’ ἐξείργαστο αὐτῷ καὶ τὸ τεῖχος, τετρακισχιλίους ἐς αὐτὸ ἔπεμψεν, ἐπαφιέναι τοῖς ἐχθροῖς βέλη τε καὶ ἀκόντια σὺν καταφρονήσει. οἳ δὲ ἰσομέτωποι γενόμενοι ἔβαλ‐
5λον αὐτοὺς ἐπιτυχῶς. καὶ τὸ θέρος ἐς ταῦτα ἀναλώθη.
Lib
.

596

χειμῶνος δ’ ἀρχομένου τὴν ἐν τῇ χώρᾳ τῶν Καρχη‐ δονίων δύναμίν τε καὶ συμμάχους ὁ Σκιπίων ἔγνω προκαθελεῖν, ὅθεν αὐτοῖς ἀγορὰ διεπέμπετο. περι‐ πέμψας οὖν ἑτέρωσε ἑτέρους, αὐτὸς ἐς Νέφεριν ἐπὶ
5Διογένη, τὸν μετὰ Ἀσρούβαν φρουροῦντα τὴν Νέφε‐ ριν, ἠπείγετο διὰ τῆς λίμνης καὶ Γάιον Λαίλιον κατὰ
Lib
.

597

γῆν περιέπεμπεν. ὡς δὲ ἀφίκετο, δύο σταδίους ἀπο‐
σχὼν τοῦ Διογένους ἐστρατοπέδευε καὶ Γολόσσην καταλιπὼν ἐγχειρεῖν ἀπαύστως τῷ Διογένει αὐτὸς ἐπὶ Καρχηδόνος ἠπείγετο· ὅθεν ἐς Νέφερίν τε καὶ Καρχη‐294
Lib
.

598

δόνα διετρόχαζεν, αἰεὶ τὰ γιγνόμενα ἐφορῶν. δύο δὲ τοῦ Διογένους μεσοπυργίων καταπεσόντων ἧκεν ὁ Σκι‐ πίων καὶ χιλίους ἐπιλέκτους ὄπισθεν τοῦ Διογένους ἐνεδρεύσας ἑτέροις ἐκ μετώπου τρισχιλίοις, ἀριστίνδην
5καὶ τοῖσδε ἐπιλεγομένοις, ἐπέβαινεν ἐπὶ τὰ πεπτωκότα τῶν μεσοπυργίων, οὐκ ἀθρόους ἀναβιβάζων, ἀλλὰ κατὰ μέρη πυκνοὺς ἐπ’ ἀλλήλοις, ἵνα μηδὲ βιασθέντες οἱ
Lib
.

599

πρῶτοι φυγεῖν δύναιντο διὰ τοὺς ἑπομένους. πολλῆς δὲ βοῆς οὔσης καὶ πόνου καὶ τῶν Λιβύων ἐς ταῦτ’ ἐπεστραμμένων οἱ χίλιοι, καθάπερ αὐτοῖς προείρητο, οὐδενὸς ἐς αὐτοὺς ἀποβλέποντος οὐδ’ ὑπονοοῦντος
5ἐνέπεσον ἐς τὸ χαράκωμα εὐτόλμως καὶ διέσπων αὐτὸ
Lib
.

600

καὶ ὑπερέβαινον. καὶ τῶν πρώτων ἔνδον γενομένων αἴσθησις ἐγίγνετο ταχεῖα, καὶ ἔφευγον οἱ Λίβυες, οὐχ ὅσους ἑώρων, ἀλλὰ πολὺ πλείονας ἡγούμενοι τοὺς
Lib
.

601

ἐσελθόντας εἶναι. Γολόσσης δ’ αὐτοῖς ἐπιτρέχων σὺν Νομάσι πολλοῖς καὶ ἐλέφασι πολὺν εἰργάζετο φόνον, ὡς ἀπολέσθαι μὲν ἐς ἑπτακισμυρίους σὺν τοῖς ἀχρείοις, ἁλῶναι δ’ ἐς μυρίους, διαφυγεῖν δ’ ἀμφὶ τοὺς τετρα‐
Lib
.

602

κισχιλίους. ἑάλω δὲ καὶ ἡ πόλις ἡ Νέφερις ἐπὶ τῷ στρατοπέδῳ, δύο καὶ εἴκοσιν ἡμέραις ἄλλαις πολιορ‐ κηθεῖσα πρὸς τοῦ Σκιπίωνος πάνυ κακοπαθῶς ἐν χει‐
Lib
.

603

μῶνι καὶ ψυχρῷ χωρίῳ. τὸ δὲ ἔργον τόδε μάλιστα συνήνεγκεν ἐς τὴν τῆς Καρχηδόνος ἅλωσιν· ἥδε γὰρ ἡ στρατιὰ τὴν ἀγορὰν αὐτοῖς διεπόρθμευεν, καὶ ἐς τόδε
τὸ στρατόπεδον οἱ Λίβυες ἀφορῶντες ἐθάρρουν. τότε295
5δ’ αὐτοῦ ληφθέντος καὶ τὰ λοιπὰ τῆς Λιβύης χωρία τοῖς στρατηγοῖς Σκιπίωνος προσεχώρει ἢ οὐ δυσχερῶς
Lib
.

604

ἐλαμβάνετο. ἥ τε ἀγορὰ τοὺς Καρχηδονίους ἐπέλιπε, καὶ οὐδὲν οὔτ’ ἐκ Λιβύης, ἀλλοτρίας ἤδη γενομένης, οὔτ’ ἀλλαχόθεν αὐτοῖς καταπλεῖν ἐδύνατο διά τε τὸν πόλεμον αὐτὸν καὶ τὴν ὥραν χειμέριον οὖσαν.
Lib
.

605

ἀρχομένου δ’ ἔαρος ὁ μὲν Σκιπίων ἐπεχείρει τῇ τε Βύρσῃ καὶ τῶν λιμένων τῷ καλουμένῳ Κώθωνι, ὁ δὲ Ἀσρούβας νυκτὸς ἐνεπίμπρη τὸ μέρος τοῦ Κώθωνος
Lib
.

606

τὸ τετράγωνον. ἐλπίσαντος δ’ ἔτι τὸν Σκιπίωνα ἐπιθή‐ σεσθαι καὶ πρὸς τόδε τῶν Καρχηδονίων ἐπεστραμμέ‐ νων, ἔλαθε Λαίλιος ἐπὶ θάτερα τοῦ Κώθωνος ἐς τὸ
Lib
.

607

περιφερὲς αὐτοῦ μέρος ἀνελθών. βοῆς δ’ ὡς ἐπὶ νίκῃ γενομένης οἳ μὲν ἔδεισαν, οἳ δὲ πανταχόθεν ἤδη καταφρονοῦντες ἐβιάζοντο τὴν ἀνάβασιν, ξύλα καὶ μη‐ χανήματα καὶ σανίδας ἐπὶ τὰ διαστήματα διατιθέντες,
5ἀσθενῶν τὰ σώματα τῶν φυλάκων ὑπὸ τοῦ λιμοῦ γεγο‐
Lib
.

608

νότων καὶ ταῖς γνώμαις ἀπαγορευόντων. ληφθέντος δὲ τοῦ περὶ τὸν Κώθωνα τείχους τὴν ἀγοράν, ἐγγὺς οὖσαν, ὁ Σκιπίων κατέλαβεν. οὐδέν τε ὡς ἐν ἑσπέρᾳ πλέον ἔτι δυνάμενος ἐν τοῖς ὅπλοις διενυκτέρευσε μεθ’
Lib
.

609

ἁπάντων. ἀρχομένης δὲ τῆς ἡμέρας ἑτέρους ἀκμῆτας ἐκάλει τετρακισχιλίους, οἳ ἐσιόντες ἱερὸν Ἀπόλλωνος, οὗ τό τε ἄγαλμα κατάχρυσον ἦν καὶ δῶμα αὐτῷ χρυσή‐ λατον ἀπὸ χιλίων ταλάντων σταθμοῦ περιέκειτο, ἐσύ‐
5λων καὶ ταῖς μαχαίραις ἔκοπτον, ἀμελήσαντες τῶν
ἐφεστώτων, ἕως ἐμερίσαντο καὶ ἐπὶ τὸ ἔργον ἐτράποντο.296
Lib
.

610

Σκιπίωνι δ’ ἦν μὲν ἐπὶ τὴν Βύρσαν ἡ σπουδή· τὸ γὰρ ὀχυρώτατον τῆς πόλεως ἦν, καὶ οἱ πλέονες ἐς αὐτὴν συνεπεφεύγεσαν. τριῶν δ’ οὐσῶν ἀπὸ τῆς ἀγο‐ ρᾶς ἀνόδων ἐς αὐτήν, οἰκίαι πυκναὶ καὶ ἑξώροφοι
5πανταχόθεν ἦσαν· ὅθεν οἱ Ῥωμαῖοι βαλλόμενοι τὰς πρώτας τῶν οἰκιῶν κατέλαβον καὶ ἀπ’ αὐτῶν ἠμύ‐
Lib
.

611

νοντο τοὺς ἐπὶ τῶν πλησίον. ὅτε δ’ αὐτῶν κρατή‐ σειαν, ξύλα καὶ σανίδας τοῖς διαστήμασι τῶν στενω‐
Lib
.

612

πῶν ἐπιτιθέντες διέβαινον ὡς ἐπὶ γεφυρῶν. καὶ ὅδε μὲν ὁ πόλεμος ἦν ἐπὶ τῶν τεγῶν ἄνω, ἕτερος δ’ ἐν τοῖς στενωποῖς κατὰ τοὺς ἀπαντῶντας. στόνου δὲ καὶ οἰμωγῆς καὶ βοῆς πάντα καὶ ποικίλων παθῶν ἐνεπίμ‐
5πλατο, κτεινομένων τε ἐν χερσὶ καὶ ζώντων ἔτι ῥιπτουμένων ἄνωθεν ἀπὸ τῶν τεγῶν ἐς τὸ ἔδαφος καὶ φερομένων ἐνίων ἐπὶ δόρατα ὀρθὰ ἢ αἰχμὰς ἄλλας
Lib
.

613

ἢ ξίφη. ἐνεπίμπρη δ’ οὐδὲν οὐδείς πω διὰ τοὺς ἐπὶ τῶν τεγῶν, ἕως ἐπὶ τὴν Βύρσαν ἧκεν ὁ Σκιπίων· καὶ τότε τοὺς τρεῖς ὁμοῦ στενωποὺς ἐνεπίμπρη καὶ τὸ αἰεὶ πιμπράμενον ἑτέροις ὁδοποιεῖν ἐκέλευεν, ἵνα εὐμαρῶς
Lib
.

614

ὁ στρατὸς ἀλλασσόμενος διαθέοι. ἄλλη δ’ ἦν ἐκ τοῦδε ὄψις ἑτέρων κακῶν, τοῦ μὲν πυρὸς ἐπιφλέγοντος πάντα καὶ καταφέροντος, τῶν δὲ ἀνδρῶν τὰ οἰκοδομήματα οὐ διαιρούντων ἐς ὀλίγον, ἀλλ’ ἀθρόα βιαζομένων ἀνατρέ‐
Lib
.

615

πειν. ὅ τε γὰρ κτύπος ἐκ τοῦδε πολὺ πλείων ἐγίγνετο, καὶ μετὰ τῶν λίθων ἐξέπιπτον ἐς τὸ μέσον ἀθρόοι νεκροὶ ζῶντές τε ἕτεροι, πρεσβῦται μάλιστα καὶ παιδία καὶ γύναια, ὅσα τοῖς μυχοῖς τῶν οἰκιῶν ἐκέκρυπτο,
5οἳ μὲν καὶ τραύματα φέροντες, οἳ δ’ ἡμίφλεκτοι, φωνὰς
Lib
.

616

ἀηδεῖς ἀφιέντες. ἕτεροι δ’, ὡς ἀπὸ τοσοῦδε ὕψους
μετὰ λίθων καὶ ξύλων καὶ πυρὸς ὠθούμενοι καὶ κατα‐ πίπτοντες, ἐς πολλὰ σχήματα κακῶν διεσπῶντο ῥηγνύ‐297
Lib
.

617

μενοί τε καὶ καταρασσόμενοι. καὶ οὐδ’ ἐς τέλος αὐτοῖς ταῦτα ἀπέχρη· λιθολόγοι γάρ, ὅσοι πελέκεσι καὶ ἀξί‐ ναις καὶ κοντοῖς τὰ πίπτοντα μετέβαλλόν τε καὶ ὡδο‐ ποίουν τοῖς διαθέουσιν, οἳ μὲν τοῖς πελέκεσι καὶ ταῖς
5ἀξίναις, οἳ δὲ ταῖς χηλαῖς τῶν κοντῶν, τούς τε νεκροὺς καὶ τοὺς ἔτι ζῶντας ἐς τὰ τῆς γῆς κοῖλα μετέβαλλον ὡς ξύλα καὶ λίθους ἐπισύροντες ἢ ἀνατρέποντες τῷ
Lib
.

618

σιδήρῳ, ἦν τε ἄνθρωπος ἀναπλήρωμα βόθρου. μετα‐ βαλλόμενοι δ’ οἳ μὲν ἐς κεφαλὰς ἐφέροντο, καὶ τὰ σκέλη σφῶν ὑπερίσχοντα τῆς γῆς ἤσπαιρον ἐπὶ πλεῖ‐ στον· οἳ δ’ ἐς μὲν τοὺς πόδας ἔπιπτον κάτω καὶ
5ταῖς κεφαλαῖς ὑπερεῖχον ὑπὲρ τὸ ἔδαφος, ἵπποι δ’ αὐτοὺς διαθέοντες ἐς τὰς ὄψεις ἢ τὸν ἐγκέφαλον ἐκό‐ λαπτον, οὐχ ἑκόντων τῶν ἐποχουμένων, ἀλλ’ ὑπὸ σπου‐ δῆς, ἐπεὶ οὐδ’ οἱ λιθολόγοι ταῦτ’ ἔδρων ἑκόντες·
Lib
.

619

ἀλλ’ ὁ τοῦ πολέμου πόνος καὶ ἡ δόξα τῆς νίκης ἐγγὺς 〈οὔσησ〉 καὶ ἡ τοῦ στρατοῦ σπουδὴ καὶ κήρυκες ὁμοῦ καὶ σαλπικταὶ πάντα θορυβοῦντες χιλίαρχοί τε καὶ λοχα‐ γοὶ μετὰ τῶν τάξεων ἐναλλασσόμενοι καὶ διαθέοντες
5ἔνθους ἅπαντας ἐποίουν καὶ ἀμελεῖς τῶν ὁρωμένων ὑπὸ σπουδῆς.
Lib
.

620

καὶ ταῦτα πονουμένων ἐδαπανήθησαν ἓξ ἡμέραι τε καὶ νύκτες, τῆς μὲν στρατιᾶς ἐναλλασσομένης, ἵνα μὴ κάμοιεν ὑπ’ ἀγρυπνίας καὶ κόπου καὶ φόνου καὶ ὄψεως ἀηδοῦς, Σκιπίωνος δ’ ἀπαύστως ἐφεστῶτος ἢ
5διαθέοντος ἀύπνου καὶ σῖτον οὕτως ἐπὶ τῶν ἔργων αἱρουμένου, μέχρι κάμνων καὶ παρειμένος ἐκαθέζετο
Lib
.

621

ἐφ’ ὑψηλοῦ, τὰ γιγνόμενα ἐφορῶν. πολλῶν δ’ ἔτι πορθουμένων καὶ τοῦ κακοῦ μακροτάτου δοκοῦντος ἔσεσθαι, προσέφυγον ἑβδόμης ἡμέρας αὐτῷ τινες ἐστεμ‐ μένοι στέμματα Ἀσκληπίεια· τόδε γὰρ ἦν τὸ ἱερὸν298
5ἐν ἀκροπόλει μάλιστα τῶν ἄλλων ἐπιφανὲς καὶ πλού‐ σιον, ὅθεν οἵδε τὰς ἱκετηρίας λαβόντες ἐδέοντο τοῦ Σκιπίωνος περὶ μόνης συνθέσθαι σωτηρίας τοῖς ἐθέ‐ λουσιν ἐπὶ τῷδε τῆς Βύρσης ἐξιέναι. ὃ δὲ ἐδίδου,
Lib
.

622

χωρὶς αὐτομόλων. καὶ ἐξῄεσαν αὐτίκα μυριάδες πέντε ἀνδρῶν ἅμα καὶ γυναικῶν, ἀνοιχθέντος αὐτοῖς στενοῦ διατειχίσματος. καὶ οὗτοι μὲν ἐφυλάσσοντο, ὅσοι δ’ αὐτόμολοι Ῥωμαίων ἦσαν, ἀμφὶ τοὺς ἐνακοσίους μάλι‐
5στα, ἀπογνόντες αὑτῶν ἐς τὸ Ἀσκληπιεῖον ἀνέδραμον μετὰ Ἀσρούβα καὶ τῆς γυναικὸς τῆς Ἀσρούβα καὶ
Lib
.

623

δύο παίδων ἀρρένων. ὅθεν εὐμαρῶς ἀεὶ ἐμάχοντο, καίπερ ὄντες ὀλίγοι, διὰ τὸ ὕψος τοῦ τεμένους καὶ τὸ ἀπόκρημνον, ἐς ὃ καὶ παρὰ τὴν εἰρήνην διὰ βαθ‐
Lib
.

624

μῶν ἑξήκοντα ἀνέβαινον. ὡς δὲ ὅ τε λιμὸς αὐτοὺς καθῄρει καὶ ἡ ἀγρυπνία καὶ ὁ φόβος καὶ ὁ πόνος, τοῦ κακοῦ προσπελάζοντος, τὸ μὲν τέμενος ἐξέλιπον, ἐς δὲ
Lib
.

625

τὸν νεὼν αὐτοῦ καὶ τὸ τέγος ἀνέτρεχον. κἀν τούτῳ λαθὼν ὁ Ἀσρούβας ἔφυγε πρὸς τὸν Σκιπίωνα μετὰ θαλλῶν· καὶ αὐτὸν ὁ Σκιπίων ἐκάθισε πρὸ ποδῶν ἑαυτοῦ καὶ τοῖς αὐτομόλοις ἐπεδείκνυεν. οἳ δ’, ὡς
5εἶδον, ᾔτησαν ἡσυχίαν σφίσι γενέσθαι καὶ γενομένης Ἀσρούβᾳ μὲν ἐλοιδορήσαντο πολλὰ καὶ ποικίλα, τὸν
Lib
.

626

δὲ νεὼν ἐνέπρησάν τε καὶ κατεκαύθησαν. τὴν δὲ γυ‐ ναῖκα τὴν Ἀσρούβα λέγουσιν, ἁπτομένου τοῦ πυρός, ἀντικρὺ τοῦ Σκιπίωνος γενομένην κατακοσμήσασθαί
τε, ὡς ἐν συμφοραῖς ἐδύνατο, καὶ παραστησαμένην τὰ299
5τέκνα εἰπεῖν ἐς ἐπήκοον τοῦ Σκιπίωνος· “σοὶ μὲν οὐ νέμεσις ἐκ θεῶν, ὦ Ῥωμαῖε· ἐπὶ γὰρ πολεμίαν ἐστρά‐ τευσας· Ἀσρούβαν δὲ τόνδε, πατρίδος τε καὶ ἱερῶν καὶ ἐμοῦ καὶ τέκνων προδότην γενόμενον, οἵ τε Καρχη‐ δόνος δαίμονες ἀμύναιντο καὶ σὺ μετὰ τῶν δαιμό‐
Lib
.

627

νων.” εἶτ’ ἐς τὸν Ἀσρούβαν ἐπιστρέψασα εἶπεν· “ὦ μιαρὲ καὶ ἄπιστε καὶ μαλακώτατε ἀνδρῶν, ἐμὲ μὲν καὶ τοὺς ἐμοὺς παῖδας τόδε τὸ πῦρ θάψει· σὺ δὲ τίνα κοσμήσεις θρίαμβον, ὁ τῆς μεγάλης Καρχηδόνος ἡγε‐
5μών; τίνα δ’ οὐ δώσεις δίκην τῷδε, ᾧ παρακαθέζῃ;” τοσαῦτ’ ὀνειδίσασα κατέσφαξε τοὺς παῖδας καὶ ἐς τὸ πῦρ αὐτούς τε καὶ ἑαυτὴν ἐπέρριψεν.
Lib
.

628

ὧδε μέν φασι τὴν Ἀσρούβα γυναῖκα, ὡς αὐτὸν ἐχρῆν Ἀσρούβαν, εἰποῦσαν ἀποθανεῖν· ὁ δὲ Σκιπίων, πόλιν ὁρῶν ἑπτακοσίοις ἔτεσιν ἀνθήσασαν ἀπὸ τοῦ συνοικισμοῦ καὶ γῆς τοσῆσδε καὶ νήσων καὶ θαλάσ‐
5σης ἐπάρξασαν ὅπλων τε καὶ νεῶν καὶ ἐλεφάντων καὶ χρημάτων εὐπορήσασαν ἴσα ταῖς ἀρχαῖς ταῖς μεγίσταις, τόλμῃ δὲ καὶ προθυμίᾳ πολὺ διασχοῦσαν, ἥ γε καὶ ναῦς καὶ ὅπλα πάντα περιῃρημένη τρισὶν ὅμως ἔτεσιν ἀντέσχε πολέμῳ τοσῷδε καὶ λιμῷ, τότε ἄρδην τελευ‐
10τῶσαν ἐς πανωλεθρίαν ἐσχάτην, λέγεται μὲν δακρῦσαι
Lib
.

629

καὶ φανερὸς γενέσθαι κλαίων ὑπὲρ πολεμίων, ἐπὶ πολὺ δ’ ἔννους ἐφ’ ἑαυτοῦ γενόμενός τε καὶ συνιδών, ὅτι καὶ πόλεις καὶ ἔθνη καὶ ἀρχὰς ἁπάσας δεῖ μεταβαλεῖν ὥσπερ ἀνθρώπους δαίμονα καὶ τοῦτ’ ἔπαθε μὲν Ἴλιον,
5εὐτυχής ποτε πόλις, ἔπαθε δὲ ἡ Ἀσσυρίων καὶ Μήδων καὶ Περσῶν ἐπ’ ἐκείνοις ἀρχὴ μεγίστη γενομένη καὶ ἡ μάλιστα ἔναγχος ἐκλάμψασα, ἡ Μακεδόνων, εἰπεῖν, ἐς Πολύβιον τὸν λογοποιὸν ἀποβλέψαντα, εἴτε ἑκών, εἴτε προφυγόντος αὐτὸν τοῦδε τοῦ ἔπους· “ἔσσεται300
10ἦμαρ, ὅταν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ
Lib
.

630

λαὸς ἐυμμελίω Πριάμοιο.” Πολυβίου δ’ αὐτὸν ἐρο‐ μένου σὺν παρρησίᾳ (καὶ γὰρ ἦν αὐτοῦ καὶ διδάσκα‐ λος), ὅ τι βούλοιτο ὁ λόγος, φασὶν οὐ φυλαξάμενον ὀνομάσαι τὴν πατρίδα σαφῶς, ὑπὲρ ἧς ἄρα, ἐς τἀν‐
5θρώπεια ἀφορῶν, ἐδεδίει.
Lib
.

631

καὶ τάδε μὲν Πολύβιος αὐτὸς ἀκούσας συγγράφει· Σκιπίων δ’, ἐπεὶ κατέσκαπτο Καρχηδών, ἐπὶ μέν τινα ἡμερῶν ἀριθμὸν ἐπέτρεψεν τῇ στρατιᾷ διαρπάζειν, ὅσα μὴ χρυσὸς ἢ ἄργυρος ἢ ἀναθήματα ἦν, μετὰ δὲ τοῦτ’
5ἀριστεῖα πολλὰ διαδοὺς ἅπασι, χωρὶς τῶν ἐς τὸ Ἀπολ‐ λώνιον ἁμαρτόντων, ναῦν μὲν ὀξυτάτην κοσμήσας λαφύ‐ ροις ἄγγελον τῆς νίκης ἔστειλεν ἐς Ῥώμην, ἐς δὲ Σικελίαν περιέπεμπεν, ὅσα Καρχηδόνιοι σφῶν ἀναθήματα κοινὰ πολεμοῦντες ἔλαβον, ἐλθόντας ἐπιγινώσκειν καὶ κομί‐
10ζεσθαι· ὃ καὶ μάλιστα αὐτὸν ἐδημαγώγησεν ὡς μετὰ τοῦ
Lib
.

632

δυνατοῦ φιλάνθρωπον. ἀποδόμενος δὲ τὴν λείαν τὴν περισσὴν ὅπλα καὶ μηχανήματα καὶ ναῦς ἀχρήστους Ἄρει καὶ Ἀθηνᾷ διαζωσάμενος αὐτὸς ἔκαιεν κατὰ τὰ πάτρια.
Lib
.

633

οἱ δ’ ἐν ἄστει, ὡσαύτως τὴν ναῦν ἰδόντες καὶ τῆς
νίκης περὶ δείλην ἑσπέραν πυθόμενοι, ἐς τὰς ὁδοὺς ἐξεπήδων καὶ διενυκτέρευον μετ’ ἀλλήλων, ἡδόμενοι καὶ συμπλεκόμενοι ὡς ἄρτι μὲν ἐλεύθεροι φόβων γεγο‐301
5νότες, ἄρτι δ’ ἄρχοντες ἑτέρων ἀσφαλῶς, ἄρτι δὲ
Lib
.

634

βέβαιον τὴν πόλιν ἔχοντες καὶ νενικηκότες οἵαν οὔτινα πρότερον ἄλλην. πολλὰ μὲν γὰρ αὑτοῖς συνῄδεσαν ἔργα λαμπρά, πολλὰ δὲ τοῖς πατράσιν ἔς τε Μακεδόνας καὶ Ἴβηρας καὶ ἐς Ἀντίοχον τὸν Μέγαν ἔναγχος καὶ
5περὶ αὐτὴν Ἰταλίαν· πόλεμον δ’ οὐδένα ἄλλον οὕτως ἐπὶ θύραις ἐπίφοβον αὑτοῖς ᾔδεσαν, διά τε ἀνδρείαν
Lib
.

635

καὶ φρόνημα καὶ τόλμαν ἐχθρῶν καὶ ἀπιστίαν ἐν σφίσιν ἐπικίνδυνον γενόμενον. ἀνέφερον δὲ καὶ ὧν ἔπαθον ὑπὸ Καρχηδονίων ἔν τε Σικελίᾳ καὶ Ἰβηρίᾳ καὶ περὶ αὐτὴν Ἰταλίαν ἑκκαίδεκα ἔτεσιν, Ἀννίβου
5τετρακόσια ἐμπρήσαντος ἄστη καὶ μυριάδας ἀνδρῶν τριάκοντα ἐν μόναις μάχαις ἀνελόντος ἐπί τε τὴν
Lib
.

636

Ῥώμην πολλάκις ἐλάσαντος καὶ ἐς ἔσχατον κινδύνου συναγαγόντος. ὧν ἐνθυμούμενοι μάλιστα ἐξίσταντο περὶ τῆς νίκης ἐς ἀπιστίαν αὐτῆς καὶ αὖθις ἀνεπυνθάνοντο ἀλλήλων, εἰ τῷ ὄντι Καρχηδὼν κατέσκαπται· ἐλεσχή‐
5νευόν τε δι’ ὅλης νυκτός, ὅπως μὲν αὐτῶν τὰ ὅπλα περιῃρέθη καὶ ὅπως αὐτίκα παρὰ δόξαν ἐτεκτήναντο ἕτερα, ὅπως δὲ τὰς ναῦς ἀφῃρέθησαν καὶ στόλον ἐπή‐ ξαντο πάλιν ἐξ ὕλης παλαιᾶς τό τε στόμα τοῦ λιμένος
Lib
.

637

ὡς ἀπεκλείσθη καὶ στόμα ὡς ὠρύξαντο ἕτερον ὀλίγαις ἡμέραις. καὶ τὸ τῶν τειχῶν ὕψος αὐτοῖς διὰ στόματος ἦν καὶ τὰ τῶν λίθων μεγέθη καὶ τὸ πῦρ, ὃ πολλάκις ταῖς μηχαναῖς ἐπήνεγκαν. ὅλως τε τὸν πόλεμον ὡς
5ὁρῶντες ἄρτι γιγνόμενον ἀλλήλοις διετύπουν καὶ ἐς τὰς
φαντασίας τῶν λεγομένων τῷ σχήματι τοῦ σώματος συνεφέροντο. καὶ τὸν Σκιπίωνα ὁρᾶν ἐδόκουν ἐπὶ κλιμάκων, ἐπὶ νεῶν, ἐν πύλαις, ἐν μάχαις, πανταχοῦ302
Lib
.

638

διαθέοντα. οὕτω μὲν οἱ Ῥωμαῖοι διενυκτέρευσαν, ἅμα δ’ ἡμέρᾳ θυσίαι τε καὶ πομπαὶ τοῖς θεοῖς ἐγίγνοντο κατὰ φυλὴν καὶ ἀγῶνες ἐπὶ τούτοις καὶ θέαι ποικίλαι.
Lib
.

639

δέκα δὲ σφῶν αὐτῶν ἡ βουλὴ τοὺς ἀρίστους ἔπεμπε διαθησομένους Λιβύην μετὰ Σκιπίωνος ἐς τὸ Ῥωμαίων συμφέρον· οἳ Καρχηδόνος μὲν εἴ τι περίλοιπον ἔτι ἦν, ἔκριναν κατασκάψαι Σκιπίωνα καὶ οἰκεῖν αὐτὴν
5ἀπεῖπον ἅπασι καὶ ἐπηράσαντο, μάλιστα περὶ τῆς Βύρσης, εἴ τις οἰκήσειεν αὐτὴν ἢ τὰ καλούμενα Μέ‐
Lib
.

640

γαρα· ἐπιβαίνειν δ’ οὐκ ἀπεῖπον. ὅσαι δὲ πόλεις συμ‐ μεμαχήκεσαν τοῖς πολεμίοις ἐπιμόνως, ἔδοξε καθελεῖν ἁπάσας· καὶ ὅσαι Ῥωμαίοις βεβοηθήκεσαν, χώραν ἔδω‐ καν ἑκάστῃ τῆς δορικτήτου, καὶ πρῶτον μάλιστα Ἰτυ‐
5καίοις τὴν μέχρι Καρχηδόνος αὐτῆς καὶ Ἱππῶνος ἐπὶ
Lib
.

641

θάτερα. τοῖς δὲ λοιποῖς φόρον ὥρισαν ἐπὶ τῇ γῇ καὶ ἐπὶ τοῖς σώμασιν, ἀνδρὶ καὶ γυναικὶ ὁμοίως. καὶ στρα‐ τηγὸν ἐτήσιον αὐτοῖς ἐκ Ῥώμης ἐπιπέμπειν ἔκριναν.
Lib
.

642

οἳ μὲν δὴ ταῦτα προστάξαντες ἀπέπλεον ἐς Ῥώμην, ὁ δὲ Σκιπίων ἐποίει τὰ δόξαντα καὶ θυσίας ἐτέλει καὶ ἀγῶνας ἐπὶ τῇ νίκῃ. ὡς δὲ αὐτῷ πάντα ἐξετετέλεστο, διαπλεύσας ἐπιφανέστατα δὴ πάντων διεθριάμβευε
5πολύχρυσον θρίαμβον, ἀγαλμάτων τε γέμοντα καὶ ἀνα‐ θημάτων, ὅσα Καρχηδόνιοι χρόνῳ πολλῷ καὶ συνεχέσι
Lib
.

643

νίκαις ἐκ πάσης γῆς συνενηνόχεσαν ἐς Λιβύην. τότε δ’ ἦν, ὅτε καὶ κατὰ Μακεδόνων, ἁλόντος Ἀνδρίσκου
τοῦ Ψευδοφιλίππου, τρίτος ἤγετο θρίαμβος καὶ κατὰ τῆς Ἑλλάδος πρῶτος ὑπὸ Μομμίου. καὶ ἦν ταῦτα ἀμφὶ303
5τὰς ἑξήκοντα καὶ ἑκατὸν ὀλυμπιάδας.
Lib
.

644

χρόνῳ δ’ ὕστερον, Γαΐου Γράκχου δημαρχοῦντος ἐν Ῥώμῃ καὶ στάσεων οὐσῶν ἐξ ἀπορίας, ἔδοξε κλη‐ ρούχους ἐς Λιβύην πέμπειν ἑξακισχιλίους, διαγραφο‐ μένων δ’ ἀμφὶ τὴν Καρχηδόνα τῶν θεμελίων λύκοι
Lib
.

645

τὰ θεμέλια ἀθρόα διέσπασαν καὶ συνέχεαν. καὶ τότε μὲν ἀνέσχεν ἡ βουλὴ τοῦ συνοικισμοῦ· χρόνῳ δὲ αὖθις, ὁπότε Γάιος Καῖσαρ, ὁ καὶ δικτάτωρ ὕστερον αὐτοῖς διηνεκὴς γενόμενος, Πομπήιον ἐς Αἴγυπτον
5ἐδίωκεν καὶ τοὺς Πομπηίου φίλους ἐς Λιβύην ἀπ’ Αἰγύπτου, λέγεται, τῇ Καρχηδόνι παραστρατοπεδεύων, ὑπ’ ἐνυπνίου στρατὸν πολὺν ἰδὼν κλαίοντα ἐνοχλη‐ θῆναι καὶ αὐτίκα ἑαυτῷ ἐς μνήμην ὑπογράψασθαι
Lib
.

646

Καρχηδόνα συνοικίζειν. καὶ μετ’ οὐ πολὺ τῶν ἀπό‐ ρων αὐτὸν ἐς Ῥώμην 〈ἐπανελθόντα〉 περὶ γῆς παρα‐ καλούντων συνέτασσεν ὡς πέμψων τοὺς μὲν ἐς τὴν
Lib
.

647

Καρχηδόνα, τοὺς δ’ ἐς Κόρινθον. ἀλλ’ ὅδε μὲν θᾶσ‐ σον ἀνῃρέθη πρὸς ἐχθρῶν ἐν τῷ Ῥωμαίων βου‐ λευτηρίῳ, ὁ δ’ ἐκείνου παῖς Ἰούλιος Καῖσαρ, ὁ Σεβα‐ στὸς ἐπίκλησιν, ἐντυχὼν ἄρα ταῖς ὑπογραφαῖς τοῦ
5πατρός, συνῴκισε τὴν νῦν Καρχηδόνα, ἀγχοτάτω μά‐ λιστα ἐκείνης, φυλαξάμενος τῆς πάλαι τὸ ἐπάρατον. οἰκήτοράς τε Ῥωμαίους μὲν αὐτὸν τρισχιλίους μάλιστα πυνθάνομαι, τοὺς δὲ λοιποὺς ἐκ τῶν περιοίκων συναγαγεῖν.
Lib
.

648

ὧδε μὲν Λιβύης τῆς ὑπὸ Καρχηδονίοις Ῥωμαῖοι κατέσχον καὶ Καρχηδόνα κατέσκαψάν τε καὶ συνῴκι‐
σαν αὖθις μετὰ ἔτη τῆς κατασκαφῆς ἑκατὸν καὶ δύο.304