TLG 0551 008 :: APPIANUS :: Annibaica

APPIANUS Hist.
(Alexandrinus: A.D. 1–2)

Annibaica

Source: Viereck, P., Roos, A.G., Gabba, E. (eds.), Appiani historia Romana, vol. 1. Leipzig: Teubner, 1939 (repr. 1962 (1st edn. corr.)): 141–185.

Citation: Section — (line)

Annib
.

1

Ὅσα δὲ Ἀννίβας ὁ Καρχηδόνιος ἐξ Ἰβηρίας ἐς Ἰταλίαν ἐσβαλὼν ἑκκαίδεκα ἔτεσιν, οἷς ἐπέμεινε πολεμῶν, ἔδρασέν τε καὶ ἔπαθεν ὑπὸ Ῥωμαίων, ἕως αὐτὸν Καρχηδόνιοί τε κινδυνεύοντες περὶ τῇ πόλει ἐπὶ τὰ σφέτερα μετεπέμψαντο
5καὶ Ῥωμαῖοι τῆς Ἰταλίας ἐξήλασαν, ἥδε ἡ γραφὴ δηλοῖ.
Annib
.

2

ἥ τις δὲ τῷ Ἀννίβᾳ γέγονε τῆς ἐσβολῆς αἰτία τε ἀληθὴς καὶ πρόφασις ἐς τὸ φανερόν, ἀκριβέστατα μὲν ἐν τῇ Ἰβηρικῇ συγγραφῇ δεδήλωται, συγγράψω δὲ καὶ νῦν ὅσον εἰς ἀνάμνησιν.
Annib
.

3

Ἀμίλχαρ, ᾧ Βάρκας ἐπίκλησις ἦν, Ἀννίβου τοῦδε πατήρ, ἐστρατήγει Καρχηδονίων ἐν Σικελίᾳ, ὅτε Ῥωμαῖοι καὶ Καρχηδόνιοι περὶ αὐτῆς ἀλλήλοις ἐπολέμουν. δόξας δὲ πρᾶξαι κακῶς ὑπὸ τῶν ἐχθρῶν ἐδιώκετο καὶ δεδιὼς
5ἔπραξεν ἐς τοὺς Νομάδας αἱρεθῆναι στρατηγὸς πρὸ τῶν
Annib
.

4

εὐθυνῶν. γενόμενος δὲ χρήσιμος ἐν τῷδε καὶ τὴν στρατιὰν θεραπεύσας ἁρπαγαῖς καὶ δωρεαῖς ἤγαγεν ἄνευ τοῦ κοινοῦ Καρχηδονίων ἐπὶ Γάδειρα καὶ ἐπέρασε τὸν πορθ‐ μὸν ἐς Ἰβηρίαν, ὅθεν λάφυρα πολλὰ διέπεμπεν ἐς Καρχηδόνα,
5θεραπεύων τὸ πλῆθος, εἰ δύναιτο μὴ χαλεπαίνειν αὐτῷ
Annib
.

5

τῆς στρατηγίας τῆς ἐν Σικελίᾳ. χώραν δ’ αὐτοῦ κατα‐ κτωμένου πολλὴν κλέος τε μέγα ἦν καὶ Καρχηδονίοις ἐπι‐
Annib
.

6

θυμία πάσης Ἰβηρίας ὡς εὐμαροῦς ἔργου. Ζακανθαῖοι δὲ καὶ ὅσοι ἄλλοι Ἕλληνες ἐν Ἰβηρίᾳ, καταφεύγουσιν ἐπὶ Ῥωμαίους, καὶ γίγνεται Καρχηδονίοις ὅρος Ἰβηρίας, μὴ διαβαίνειν τὸν Ἴβηρα ποταμόν· καὶ τόδε ταῖς Ῥωμαίων141
Annib
.

7

καὶ Καρχηδονίων σπονδαῖς ἐνεγράφη. ἐπὶ δὲ τούτῳ Βάρκας μέν, τὴν ὑπὸ Καρχηδονίοις Ἰβηρίαν καθιστάμενος, ἔν τινι μάχῃ πεσὼν ἀποθνήσκει, καὶ στρατηγὸς Ἀσρούβας
Annib
.

8

ἐπ’ αὐτῷ γίγνεται, ὃς ἐκήδευε τῷ Βάρκᾳ. καὶ τόνδε μὲν κτείνει θεράπων ἐν κυνηγεσίοις, οὗ τὸν δεσπότην ἀνῃρή‐ κει· τρίτος δ’ ἐπὶ τοῖσδε στρατηγὸς Ἰβήρων ὑπὸ τῆς στρατιᾶς ἀποδείκνυται, φιλοπόλεμος καὶ συνετὸς εἶναι
5δοκῶν, Ἀννίβας ὅδε, Βάρκα μὲν υἱὸς ὤν, Ἀσρούβου δὲ τῆς γυναικὸς ἀδελφός, νέος δὲ κομιδῇ καὶ ὡς μειράκιον ἔτι τῷ πατρὶ καὶ τῷ κηδεστῇ συνών. καὶ ὁ δῆμος ὁ Καρχη‐
Annib
.

9

δονίων αὐτῷ τὴν στρατηγίαν ἐπεψήφισεν. οὕτω μὲν Ἀννίβας, περὶ οὗ τάδε συγγράφω, γίγνεται στρατηγὸς Καρχηδονίων ἐπὶ Ἴβηρσι· τῶν δ’ ἐχθρῶν τῶν Βάρκα τε καὶ Ἀσρούβου τοὺς φίλους τοὺς ἐκείνων διωκόν‐
5των καὶ Ἀννίβου τοῦδε καταφρονούντων ὡς ἔτι νέου, ἀρχὴν εἶναι τοῦθ’ ὁ Ἀννίβας ἐφ’ ἑαυτὸν ἡγούμενος καὶ νομίζων οἱ τὸ ἀσφαλὲς ἐκ τῶν τῆς πατρίδος φόβων περιέσεσθαι, ἐς πόλεμον αὐτοὺς μέγαν ἐμβαλεῖν ἐπ‐
Annib
.

10

ενόει. ὑπολαβὼν δ’, ὥσπερ ἦν, τὸ Ῥωμαίοις ἐπιχει‐ ρῆσαι χρόνιόν τε Καρχηδονίοις ἔσεσθαι καὶ μεγάλην αὑτῷ δόξαν, εἰ καὶ τύχοι πταίσας, τό γε ἐγχείρημα οἴσειν, λεγόμενος δὲ καὶ ὑπὸ τοῦ πατρὸς ἐπὶ βωμῶν
5ἔτι παῖς ὁρκωθῆναι Ῥωμαίοις ἐπιβουλεύων οὔ ποτ’ ἐκλείψειν, ἐπενόει παρὰ τὰς σπονδὰς τὸν Ἴβηρα δια‐ βῆναι καὶ παρεσκεύαζέ τινας ἐς πρόφασιν κατηγορεῖν
Annib
.

11

Ζακανθαίων. γράφων τε ταῦτα συνεχῶς ἐς Καρχη‐
δόνα καὶ προστιθείς, ὅτι Ῥωμαῖοι κρύφα τὴν Ἰβη‐ ρίαν αὐτῶν ἀφιστᾶσιν, ἔτυχε παρὰ Καρχηδονίων πράσ‐142
Annib
.

12

σειν, ὅ τι δοκιμάσειεν. ὃ μὲν δὴ τὸν Ἴβηρα διαβὰς τὴν Ζακανθαίων πόλιν ἡβηδὸν διέφθειρε, Ῥωμαίοις δὲ καὶ Καρχηδονίοις ἐπὶ τῷδε ἐλέλυντο αἱ σπονδαὶ αἱ γενόμεναι αὐτοῖς μετὰ τὸν πόλεμον τὸν ἐν Σικελίᾳ.
Annib
.

13

Ἀννίβας δὲ ὅσα μὲν αὐτὸς καὶ οἱ μετ’ αὐτὸν ἄλλοι Καρχηδονίων τε καὶ Ῥωμαίων στρατηγοὶ περὶ Ἰβηρίαν ἔπραξαν, ἡ Ἰβηρικὴ γραφὴ δηλοῖ· ἐπιλεξάμενος δὲ Κελτιβήρων τε καὶ Λιβύων καὶ ἑτέρων ἐθνῶν ὅτι πλείστους
5καὶ τὰ ἐν Ἰβηρίᾳ παραδοὺς Ἀσρούβᾳ τῷ ἀδελφῷ τὰ Πυρηναῖα ὄρη διέβαινεν ἐς τὴν Κελτικὴν τὴν νῦν λεγο‐ μένην Γαλατίαν, ἄγων πεζοὺς ἐνακισμυρίους καὶ ἱππέας ἐς δισχιλίους ἐπὶ μυρίοις καὶ ἐλέφαντας ἑπτὰ καὶ τριά‐
Annib
.

14

κοντα. Γαλατῶν δὲ τοὺς μὲν ὠνούμενος, τοὺς δὲ πείθων,
Annib
.

15

τοὺς δὲ καὶ βιαζόμενος διώδευε τὴν χώραν. ἐλθὼν δ’ ἐπὶ τὰ Ἄλπεια ὄρη καὶ μηδεμίαν μήτε δίοδον μήτε ἄνοδον εὑρών (ἀπόκρημνα γάρ ἐστιν ἰσχυρῶς) ἐπέβαινε κἀκείνοις ὑπὸ τόλμης, κακοπαθῶν χιόνος τε πολλῆς
5οὔσης καὶ κρύους, τὴν μὲν ὕλην τέμνων τε καὶ κατακαίων, τὴν δὲ τέφραν σβεννὺς ὕδατι καὶ ὄξει καὶ τὴν πέτραν ἐκ τοῦδε ψαφαρὰν γιγνομένην σφύραις σιδηραῖς θραύων καὶ 〈ὁδὸν〉 ὁδοποιῶν, ἣ καὶ νῦν ἐστιν ἐπὶ τῶν ὀρῶν ἐντρι‐
Annib
.

16

βὴς καὶ καλεῖται δίοδος Ἀννίβου. τῶν δὲ τροφῶν αὐτὸν ἐπιλειπουσῶν ἠπείγετο μέν, ἔτι λανθάνων, ὅτι καὶ πάρεστιν ἐς τὴν Ἰταλίαν, ἕκτῳ δὲ μόλις ἀπὸ τῆς ἐξ Ἰβήρων ἀναστάσεως μηνί, πλείστους ἀποβαλών, ἐς
5τὸ πεδίον ἐκ τῶν ὀρῶν κατέβαινεν καὶ μικρὸν ἀναπαύ‐143
Annib
.

17

σας προσέβαλλε Ταυρασίᾳ, πόλει Κελτικῇ. κατὰ κρά‐ τος δ’ αὐτὴν ἐξελὼν τοὺς μὲν αἰχμαλώτους ἔσφαξεν ἐς κατάπληξιν τῆς ἄλλης Κελτικῆς, ἐπὶ δὲ ποταμὸν Ἠριδανόν, τὸν νῦν Πάδον λεγόμενον, ἐλθών, ἔνθα Ῥωμαῖοι Κελτοῖς
5τοῖς καλουμένοις Βοιοῖς ἐπολέμουν, ἐστρατοπέδευσεν. ὁ δ’ ὕπατος ὁ Ῥωμαίων Πούπλιος Κορνήλιος Σκι‐
Annib
.

18

πίων, Καρχηδονίοις ἐν Ἰβηρίᾳ πολεμῶν, ἐπεὶ τῆς εἰσ‐ βολῆς Ἀννίβου τῆς ἐς τὴν Ἰταλίαν ἐπύθετο, τὸν ἀδελ‐ φὸν καὶ ὅδε Γναῖον Κορνήλιον Σκιπίωνα ἐπὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι καταλιπὼν διέπλευσεν ἐς Τυρρηνίαν,
5ὅθεν ὁδεύων τε καὶ συμμάχους, ὅσους δύναιτο, ἀγείρων ἔφθασεν ἐπὶ τὸν Πάδον Ἀννίβαν. καὶ Μάλλιον μὲν
Annib
.

19

καὶ Ἀτίλιον, οἳ τοῖς Βοιοῖς ἐπολέμουν, ἐς Ῥώμην ἔπεμψεν, ὡς οὐ δέον αὐτοὺς ἔτι στρατηγεῖν ὑπάτου παρόντος, αὐτὸς δὲ τὸν στρατὸν παραλαβὼν ἐς μάχην ἐξέτασσεν πρὸς Ἀννίβαν. καὶ γενομένης ἀκροβολίας τε καὶ ἱππο‐
Annib
.

20

μαχίας οἱ Ῥωμαῖοι, κυκλωθέντες ὑπὸ τῶν Λιβύων, ἔφευγον ἐς τὸ στρατόπεδον καὶ νυκτὸς ἐπιγενομένης ἐς Πλακεν‐ τίαν ἀνεχώρουν, ἀσφαλῶς τετειχισμένην, τὸν Πάδον ἐπὶ γεφυρῶν περάσαντές τε καὶ λύσαντες τὰς γεφύρας. τὸν
Annib
.

21

μὲν οὖν ποταμὸν καὶ ὁ Ἀννίβας ζεύξας ἐπέρα, τὸ δ’ ἔργον εὐθὺς τόδε, πρῶτον ἢ δεύτερον ἐπὶ τῇ τῶν Ἀλπείων ὀρῶν διαβάσει, παρὰ τοῖς ἐπέκεινα Κελτῶν ἐξῇρε τὸν Ἀννίβαν ὡς ἄμαχον στρατηγὸν καὶ τύχῃ λαμπρᾷ χρώμε‐
5νον. ὃ δ’, ὡς ἐν βαρβάροις τε καὶ τεθηπόσιν αὐτὸν καὶ δι’
Annib
.

22

ἄμφω δυναμένοις ἀπατᾶσθαι, τὴν ἐσθῆτα καὶ τὴν κόμην
ἐνήλλασσε συνεχῶς ἐσκευασμέναις ἐπινοίαις· καὶ αὐτὸν οἱ Κελτοὶ περιιόντα τὰ ἔθνη πρεσβύτην ὁρῶντες, εἶτα νέον, εἶτα μεσαιπόλιον καὶ συνεχῶς ἕτερον ἐξ ἑτέρου,144
5θαυμάζοντες ἐδόκουν θειοτέρας φύσεως λαχεῖν.
Annib
.

23

Σεμπρώνιος δ’, ὁ ἕτερος ὕπατος, ἐν Σικελίᾳ τότε ὢν καὶ πυθόμενος, διέπλευσε πρὸς τὸν Σκιπίωνα καὶ τεσσαράκοντα σταδίους αὐτοῦ διασχὼν ἐστρατοπέδευ‐ σε· καὶ τῆς ἐπιούσης ἔμελλον ἅπαντες ἐς μάχην ἥξειν.
Annib
.

24

ποταμὸς δ’ ἦν ἐν μέσῳ Τρεβίας, ὃν Ῥωμαῖοι πρὸ ἕω, χειμερίου τε [τῆς] τροπῆς οὔσης καὶ ὑετοῦ καὶ κρύους, ἐπέρων βρεχόμενοι μέχρι τῶν μαστῶν. Ἀννίβας δὲ καὶ ἐς δευτέραν ὥραν ἀνέπαυσε τὴν στρατιὰν καὶ τότε ἐξῆγε.
Annib
.

25

παράταξις δ’ ἦν ἑκατέρων ... τὰ κέρατα κατεῖχον, ἀμφὶ τὴν φάλαγγα τῶν πεζῶν. Ἀννίβας δὲ τοῖς μὲν ἱππεῦσιν ἀντέταξε τοὺς ἐλέφαντας, τῇ δὲ φάλαγγι τοὺς πεζούς· τοὺς δ’ ἱππέας ἐκέλευσεν ὀπίσω τῶν ἐλεφάντων ἀτρεμεῖν,
Annib
.

26

ἕως αὐτός τι σημήνῃ. γενομένων δ’ ἐν χερσὶ πάντων οἱ μὲν Ῥωμαίων ἵπποι τοὺς ἐλέφαντας, οὐ φέροντες αὐτῶν οὔτε τὴν ὄψιν οὔτε τὴν ὀδμήν, ἔφευγον· οἱ δὲ πεζοί, καίπερ ὑπὸ τοῦ κρύους καὶ τοῦ ποταμοῦ καὶ τῆς ἀγρυπνίας
5τετρυμένοι τε καὶ μαλακοὶ ὄντες, ὅμως ὑπὸ τόλμης τοῖς θηρίοις ἐπεπήδων καὶ ἐτίτρωσκον αὐτὰ καί τινων καὶ τὰ
Annib
.

27

νεῦρα ὑπέκοπτον καὶ τοὺς πεζοὺς ἐνέκλινον ἤδη. θεασά‐ μενος δ’ ὁ Ἀννίβας ἐσήμηνε τὴν ἵππον κυκλοῦσθαι τοὺς πολεμίους. ἐσκεδασμένων δ’ ἄρτι τῶν Ῥωμαϊκῶν ἱππέων διὰ τὰ θηρία καὶ τῶν πεζῶν μόνων τε ὄντων καὶ κακοπα‐
5θούντων καὶ δεδιότων τὴν περικύκλωσιν φυγὴ πανταχό‐
Annib
.

28

θεν ἦν ἐς τὰ στρατόπεδα. καὶ ἀπώλλυντο οἳ μὲν ὑπὸ τῶν ἱππέων, καταλαμβανόντων ἅτε πεζούς, οἳ δ’ ὑπὸ τοῦ ποταμοῦ παραφέροντος· τοῦ γὰρ ἡλίου τὴν χιόνα τήξαντος ὁ ποταμὸς ἐρρύη μέγας, καὶ οὔτε στῆναι διὰ τὸ βάθος οὔτε145
Annib
.

29

νεῖν διὰ τὰ ὅπλα ἐδύναντο. Σκιπίων δὲ αὐτοῖς ἑπό‐ μενος καὶ παρακαλῶν ὀλίγου μὲν ἐδέησε τρωθεὶς δια‐ φθαρῆναι, μόλις δ’ ἐς Κρεμῶνα διεσώθη φερόμενος.
Annib
.

30

ἐπίνειον δὲ ἦν τι βραχὺ Πλακεντίας, ᾧ προσβαλὼν ὁ Ἀννίβας ἀπώλεσε τετρακοσίους καὶ αὐτὸς ἐτρώθη. καὶ ἀπὸ τοῦδε πάντες ἐχείμαζον, Σκιπίων μὲν ἐν Κρεμῶνι καὶ Πλακεντίᾳ, Ἀννίβας δὲ περὶ Πάδον.
Annib
.

31

οἱ δ’ ἐν ἄστει Ῥωμαῖοι, πυθόμενοι καὶ τρίτον ἤδη πταίοντες περὶ Πάδον (ἥττηντο γὰρ δὴ καὶ ὑπὸ Βοιῶν πρὸ Ἀννίβου), στρατιάν τε παρ’ αὑτῶν ἄλλην κατ‐ έλεγον, σὺν τοῖς οὖσι περὶ τὸν Πάδον ὡς εἶναι τρισ‐
5καίδεκα τέλη, καὶ τοῖς συμμάχοις ἑτέραν διπλασίονα ταύτης ἐπήγγελλον. ἤδη δ’ αὐτοῖς τὸ τέλος εἶχε πεζοὺς
Annib
.

32

πεντακισχιλίους καὶ ἱππέας τριακοσίους. καὶ τούτων τοὺς μὲν ἐς Ἰβηρίαν ἔπεμπον, τοὺς δ’ ἐς Σαρδόνα, κἀκείνην πολεμουμένην, τοὺς δ’ ἐς Σικελίαν· τὰ πλέονα δ’ ἦγον ἐπὶ τὸν Ἀννίβαν οἱ μετὰ Σκιπίωνα καὶ Σεμπρώνιον
5αἱρεθέντες ὕπατοι, Σερουίλιός τε Γναῖος καὶ Γάιος
Annib
.

33

Φλαμίνιος. ὧν ὁ μὲν Σερουίλιος, ἐπὶ τὸν Πάδον ἐπειχθείς, τὴν στρατηγίαν ἐκδέχεται παρὰ τοῦ Σκιπίωνος (ὁ δὲ Σκιπίων, ἀνθύπατος αἱρεθείς, ἐς Ἰβηρίαν διέπλευσεν), Φλαμίνιος δὲ τρισμυρίοις τε πεζοῖς καὶ τρισχιλίοις
5ἱππεῦσι τὴν ἐντὸς Ἀπεννίνων ὀρῶν Ἰταλίαν ἐφύλασσεν,146
Annib
.

34

ἣν καὶ μόνην ἄν τις εἴποι κυρίως Ἰταλίαν. τὰ γὰρ Ἀπεννῖνα κατέρχεται μὲν ἐκ μέσων τῶν Ἀλπείων ἐπὶ θάλασσαν, ἔστι δ’ αὐτῶν τὰ μὲν ἐπὶ δεξιὰ πάντα καθαρῶς Ἰταλία, τὰ δ’ ἐπὶ θάτερα, ἐς τὸν Ἰόνιον φθάνοντα, νῦν μέν ἐστι καὶ
5ταῦτ’ Ἰταλία [ὅτι καὶ Τυρρηνία νῦν Ἰταλία], οἰκοῦσι δ’ αὐτῶν τὰ μὲν Ἕλληνες, ἀμφὶ τὴν Ἰόνιον ἀκτήν, τὰ δὲ λοιπὰ Κελτοί, ὅσοι τῇ Ῥώμῃ τὸ πρῶτον ἐπιθέμενοι τὴν
Annib
.

35

πόλιν ἐνέπρησαν. ὅτε γὰρ αὐτοὺς ἐξελαύνων Κάμιλλος ἐδίωκε μέχρι τῶν Ἀπεννίνων ὀρῶν, ἐμοὶ δοκοῦσιν ὑπερ‐ βάντες αὐτά, ἀντὶ ἠθῶν τῶν ἰδίων, παρὰ τὸν Ἰόνιον οἰκῆσαι· καὶ τὸ μέρος τῆς χώρας ἔτι νῦν οὕτω καλοῦσιν,
5Ἰταλίαν Γαλατικήν.
Annib
.

36

Ῥωμαῖοι μὲν δὴ μεγάλοις στρατοῖς ἐς πολλὰ ὁμοῦ διῄρηντο· Ἀννίβας δὲ τούτων αἰσθόμενος ἅμα τῷ ἦρι τοὺς ἄλλους λαθὼν ἐδῄου τὴν Τυρρηνίαν καὶ πρού‐
Annib
.

37

βαινεν ἐς τὸ μέρος τὸ ἐπὶ Ῥώμης. οἳ δὲ πλησιάζοντος αὐτοῦ πάνυ ἔδεισαν, οὐ παρούσης σφίσιν ἀξιομάχου δυνάμεως. ἐστράτευον δὲ ὅμως ἐκ τῶν ὑπολοίπων ὀκτακισχιλίους καὶ Κεντήνιον αὐτοῖς, τινὰ τῶν ἐπιφανῶν
5ἰδιωτῶν, οὐδεμιᾶς ἀρχῆς παρούσης, ἐπέστησάν τε καὶ ἐξέπεμπον ἐς Ὀμβρικοὺς ἐς τὴν Πλειστίνην λίμνην, τὰ στενὰ προληψόμενον, ᾗ συντομώτατόν ἐστιν ἐπὶ τὴν
Annib
.

38

Ῥώμην. ἐν δὲ τούτῳ καὶ Φλαμίνιος ὁ τοῖς τρισμυρίοις τὴν ἐντὸς Ἰταλίαν φυλάσσων, αἰσθόμενος τῆς σπουδῆς Ἀννίβου, μετέβαινεν ὀξέως, οὐ διαναπαύων τὴν στρατιάν·
δέει τε περὶ τῆς πόλεως καὶ αὐτὸς ὢν ἀπειροπόλεμός147
5τε καὶ ἐς τὴν ἀρχὴν ἀπὸ δοξοκοπίας ᾑρημένος ἠπείγετο
Annib
.

39

Ἀννίβᾳ συμπλεκῆναι. ὃ δὲ αἰσθόμενος αὐτοῦ τῆς τε ὁρμῆς καὶ ἀπειρίας ὄρος μέν τι καὶ λίμνην προυβάλετο πρὸ ἑαυτοῦ, ψιλοὺς δὲ καὶ ἱππέας ἐς φάραγγα ἀποκρύψας
Annib
.

40

ἐστρατοπέδευεν. καὶ αὐτὸν ὁ Φλαμίνιος κατιδὼν ἅμα ἕῳ σμικρὸν μέν τι διέτριψε, τὸν στρατὸν ἀναπαύων ἐξ ὁδοιπορίας καὶ χαρακοποιούμενος, μετὰ δὲ τοῦτο ἐξῆγεν εὐθὺς ἐπὶ τὴν μάχην, αὔους ὄντας ὑπ’ ἀγρυπνίας καὶ
Annib
.

41

κόπου. τῆς δ’ ἐνέδρας ἐκφανείσης, ἐν μέσῳ ληφθεὶς τοῦ τε ὄρους καὶ τῆς λίμνης καὶ τῶν ἐχθρῶν, αὐτός τε
Annib
.

42

ἀνῃρέθη καὶ σὺν αὐτῷ δισμύριοι. τοὺς δὲ λοιποὺς ἔτι μυρίους ἔς τινα κώμην ὀχυρὰν συμφυγόντας Μαάρ‐ βαλ, ὁ ὑποστράτηγος Ἀννίβου, μεγίστην καὶ ὅδε ἐπὶ στρατηγίᾳ δόξαν ἔχων, οὐ δυνάμενος ἑλεῖν εὐχερῶς
5οὐδ’ ἀξιῶν ἀπεγνωκόσι μάχεσθαι, ἔπεισε τὰ ὅπλα ἀπο‐ θέσθαι, συνθέμενος ἀπολύσειν, ὅπῃ θέλοιεν. ὡς δὲ ἀπ‐ έθεντο, λαβὼν ἦγεν αὐτοὺς πρὸς τὸν Ἀννίβαν γυμνούς.
Annib
.

43

ὃ δ’ οὐ φάμενος εἶναι κύριον χωρὶς αὑτοῦ ταῦτα συν‐ θέσθαι τὸν Μαάρβαλ, τοὺς μὲν ἐκ τῶν συμμάχων φιλανθρωπευσάμενος ἀπέλυσεν ἐς τὰ ἑαυτῶν, θηρεύων τῇ φιλανθρωπίᾳ τὰς πόλεις, ὅσοι δὲ Ῥωμαίων ἦσαν,
Annib
.

44

εἶχε δήσας. τὴν δὲ λείαν τοῖς συστρατεύουσι Κελτοῖς ἀποδόμενος, ἵνα καὶ τούσδε θεραπεύσειε τῷ κέρδει,
προύβαινεν ἐς τὸ πρόσθεν, αἰσθομένου μὲν ἤδη τῶν γιγνο‐ μένων τοῦ περὶ Πάδον στρατηγοῦ Σερουιλίου καὶ τετρα‐148
5κισμυρίοις ἐπὶ Τυρρηνίας ἐπειγομένου, Κεντηνίου δὲ ἤδη τοῖς ὀκτακισχιλίοις τὰ στενὰ προειληφότος.
Annib
.

45

Ἀννίβας δέ, ἐπειδὴ τήν τε λίμνην εἶδε τὴν Πλει‐ στίνην καὶ τὸ ὄρος τὸ ὑπὲρ αὐτὴν καὶ τὸν Κεντήνιον ἐν μέσῳ κρατοῦντα τῆς διόδου, τοὺς ἡγεμόνας τῶν
Annib
.

46

ὁδῶν ἐξήταζεν, εἴ τις εἴη περίοδος. οὐδεμίαν δὲ φαμένων εἶναι τρίβον, ἀλλὰ ἀπόκρημνα πάντα καὶ φαραγγώδη δι’ αὐτῶν ὅμως ἔπεμπε τοὺς ψιλοὺς νύκτωρ τὸ ὄρος περιιέναι, καὶ Μαάρβαλ μετ’ αὐτῶν. τεκμηράμενος
5δ’, ὅτε δύναιντο περιελθεῖν, προσέβαλλε τῷ Κεντηνίῳ
Annib
.

47

κατὰ μέτωπον. καὶ συνεστώτων ἑκατέρων πάνυ προ‐ θύμως, ὁ Μαάρβαλ ἐκ κορυφῆς ἄνωθεν ὤφθη τε καὶ ἠλάλαξεν. Ῥωμαίων δ’ εὐθὺς ἦν φυγὴ καὶ φόνος κεκυκλω‐ μένων, καὶ τρισχίλιοι μὲν ἔπεσον, ὀκτακόσιοι δ’ ἐλήφθη‐
Annib
.

48

σαν· οἱ δὲ λοιποὶ μόλις διέφυγον. πυθόμενοι δ’ οἱ ἐν ἄστει καὶ δείσαντες, μὴ εὐθὺς ἐπὶ τὴν πόλιν ὁ Ἀννίβας ἔλθοι, τό τε τεῖχος ἐπλήρουν λίθων καὶ τοὺς γέροντας ὥπλιζον, ὅπλων μὲν ἀποροῦντες, τὰ δὲ λάφυρα ἐκ τῶν
5ἱερῶν καταφέροντες, ἃ ἐκ πολέμων ἄλλων κόσμος αὐτοῖς περιέκειτο· δικτάτορά τε, ὡς ἐν κινδύνῳ, Φάβιον εἵλοντο Μάξιμον.
Annib
.

49

Ἀννίβας δέ, θεοῦ παράγοντος αὐτόν, ἐπὶ τὸν Ἰόνιον αὖθις ἐτράπη καὶ τὴν παράλιον ὁδεύων ἐπόρθει λείαν
Annib
.

50

τε περιήλαυνε πολλήν. Σερουίλιος δ’ ὕπατος ἀντιπαριὼν αὐτῷ κατῆρεν εἰς Ἀρίμινον, ἀπέχων Ἀννίβου μίαν ἡμέραν· ἔνθα τὴν στρατιὰν συνεῖχε καὶ τοὺς ἔτι φί‐
λους Κελτῶν ἀνεθάρρυνεν, ἕως ἀφικόμενος Φάβιος149
5Μάξιμος ὁ δικτάτωρ Σερουίλιον μὲν ἐς Ῥώμην ἔπεμπεν, ὡς οὔτε ὕπατον οὔτε στρατηγὸν ἔτι ὄντα δικτάτορος ᾑρημένου, αὐτὸς δὲ τῷ Ἀννίβᾳ παρακολουθῶν ἐς μὲν χεῖρας οὐκ ᾔει, πολλάκις ἐκείνου προκαλουμένου, πολι‐ ορκεῖν δ’ οὐδένα εἴα, παραφυλάσσων καὶ ἐπικείμενος.
Annib
.

51

ὃ δὲ τῆς χώρας ἐξανηλωμένης τροφῶν ἠπόρει καὶ αὐτὴν αὖθις περιιὼν ἑκάστης ἡμέρας ἐξέτασσε, προκαλούμενος ἐς μάχην· Φάβιος δ’ οὐ συνεπλέκετο, καταγινώσκοντος αὐτοῦ Μινουκίου Ῥούφου, ὃς ἵππαρχος μὲν ἦν αὐτῷ,
5ἔγραφε δ’ ἐς Ῥώμην τοῖς φίλοις, ὡς ὀκνοίη Φάβιος ὑπὸ
Annib
.

52

δειλίας. διαδραμόντος δ’ ἐς Ῥώμην ἐπὶ θυσίας τινὰς τοῦ Φαβίου ὁ Μινούκιος ἡγούμενος τοῦ στρατοῦ συνεπλέκη τινὰ μάχην τῷ Ἀννίβᾳ καὶ δόξας πλέον ἔχειν θρασύτερον ἐς Ῥώμην ἐπέστελλε τῇ βουλῇ, τὸν Φάβιον αἰτιώμενος
5οὐκ ἐθέλοντα νικῆσαι. καὶ ἡ βουλή, ἐπανεληλυθότος ἐς τὸ στρατόπεδον ἤδη τοῦ Φαβίου, ἴσον ἰσχύειν αὐτῷ τὸν
Annib
.

53

ἵππαρχον ἀπέφηνεν. οἳ μὲν δὴ μερισάμενοι τὴν στρα‐ τιὰν πλησίον ἀλλήλων ἐστρατοπέδευον καὶ τῆς γνώ‐ μης ἑκάτερος εἴχοντο τῆς ἑαυτοῦ, Φάβιος μὲν ἐκτρύ‐ χειν Ἀννίβαν τῷ χρόνῳ καὶ πειρᾶσθαι μηδὲν ὑπ’ αὐτοῦ
Annib
.

54

παθεῖν, ὁ δὲ Μινούκιος μάχῃ διακριθῆναι. συνιόντος δ’ ἐς μάχην τοῦ Μινουκίου Φάβιος, τὸ μέλλον ἔσεσθαι προορῶν, ἐν μέσῳ τὴν στρατιὰν ἀτρεμοῦσαν ἔστησε τὴν ἑαυτοῦ καὶ τοὺς τοῦ Μινουκίου τραπέντας ἀνελάμβανεν,
Annib
.

55

τοὺς δ’ Ἀννίβου διώκοντας ἀπεκρούετο. καὶ Φάβιος μὲν ὧδε τὴν συμφορὰν ἐπεκούφισε τῷ Μινουκίῳ, οὐδὲν ἐπιμηνίσας τῆς διαβολῆς· ὁ δὲ Μινούκιος αὑτοῦ καταγνοὺς ἀπειρίαν ἀπέθετο τὴν ἀρχὴν καὶ τὸ μέρος τοῦ στρατοῦ
5παρέδωκε τῷ Φαβίῳ, ἡγουμένῳ πρὸς ἄνδρα τεχνίτην150
Annib
.

56

μάχης ἕνα καιρὸν εἶναι τὴν ἀνάγκην. οὗ δὴ καὶ ὁ Σεβαστὸς ὕστερον πολλάκις ἐμέμνητο, οὐκ ὢν εὐχερὴς οὐδ’ οὗτος ἐς μάχας τόλμῃ μᾶλλον ἢ τέχνῃ χρῆσθαι.
Annib
.

57

Φάβιος μὲν οὖν αὖθις ὁμοίως ἐφύλασσε τὸν Ἀννί‐ βαν καὶ τὴν χώραν πορθεῖν ἐκώλυεν, οὐ συμπλεκό‐ μενος αὐτοῦ τῷ στρατῷ παντί, τοῖς δ’ ἀποσκιδναμένοις μόνοις ἐπιτιθέμενος καὶ σαφῶς εἰδὼς ἀπορήσοντα τρο‐
Annib
.

58

φῶν αὐτίκα τὸν Ἀννίβαν. στενῆς δὲ διόδου πλησια‐ ζούσης, ὁ μὲν Ἀννίβας αὐτὴν οὐ προείδετο, Φάβιος δὲ προπέμψας τετρακισχιλίους κατέλαβε καὶ τοῖς λοι‐ ποῖς αὐτὸς ἐπὶ θάτερα ἐστρατοπέδευεν ἐπὶ λόφου καρ‐
Annib
.

59

τεροῦ. ὁ δὲ Ἀννίβας, ὡς ᾔσθετο ληφθεὶς ἐν μέσῳ Φαβίου τε καὶ τῶν στενῶν φυλασσομένων, ἔδεισε μὲν ὡς οὔ ποτε πρότερον· οὐ γὰρ εἶχε διέξοδον, ἀλλὰ πάντα ἦν ἀπόκρημνα καὶ δύσβατα, οὐδ’ ἤλπιζε Φάβιον ἢ τοὺς ἐπὶ
5τῶν στενῶν βιάσεσθαι διὰ τὴν τῶν χωρίων ὀχυρότητα.
Annib
.

60

ὧδε δὲ ἔχων ἀπορίας τοὺς μὲν αἰχμαλώτους, ἐς πεντα‐ κισχιλίους ὄντας, κατέσφαξεν, ἵνα μὴ ἐν τῷ κινδύνῳ νεωτερίσειαν, βοῦς δὲ ὅσας εἶχεν ἐν τῷ στρατοπέδῳ (πολὺ δὲ πλῆθος ἦν), τοῖς κέρασιν αὐτῶν δᾷδας περιέ‐
5θηκε καὶ νυκτὸς ἐπιγενομένης τὰς δᾷδας ἐξάψας τὸ λοιπὸν ἐν τῷ στρατοπέδῳ πῦρ ἔσβεσεν καὶ σιγὴν βαθεῖαν ἔχειν παρήγγειλε, τοῖς δ’ εὐτολμοτάτοις τῶν νέων ἐκέλευσε τὰς βοῦς ἐλαύνειν μετὰ σπουδῆς ἄνω πρὸς τὰ ἀπόκρημνα, ἃ ἦν ἐν μέσῳ τοῦ τε Φαβίου καὶ τῶν στενῶν.
Annib
.

61

αἳ δ’, ὑπό τε τῶν ἐλαυνόντων ἐπειγόμεναι καὶ τοῦ πυρὸς
ἐκκαίοντος αὐτάς, ἀνεπήδων ἐπὶ τοὺς κρημνοὺς ἀφειδῶς151
Annib
.

62

καὶ βιαίως, εἶτα κατέπιπτον καὶ αὖθις ἀνεπήδων. Ῥωμαῖοι δὲ οἱ ἑκατέρωθεν, ὁρῶντες ἐν μὲν τῷ Ἀννίβου στρατο‐ πέδῳ σιγὴν καὶ σκότον, ἐν δὲ τοῖς ὄρεσι πῦρ πολὺ καὶ ποικίλον, οὐκ ἔχοντες ὡς ἐν νυκτὶ τὸ γινόμενον ἀκριβῶς
5ἐπινοῆσαι, ὁ μὲν Φάβιος εἴκαζεν εἶναί τι στρατήγημα τοῦτο Ἀννίβου καὶ συνεῖναι μὴ δυνάμενος ἀτρέμα συνεῖχε
Annib
.

63

τὴν στρατιάν, τὴν νύκτα ὑφορώμενος· οἱ δ’ ἐν τοῖς στενοῖς ὑπέλαβον, ἅπερ ἤθελεν ὁ Ἀννίβας, φεύγειν αὐτὸν ὡς ἐν ἀπόροις, ἄνω διὰ τῶν κρημνῶν βιαζόμενον, καὶ μετεπήδων ἐπὶ τὴν φαντασίαν τοῦ πυρὸς καταθέοντες, ὡς ἐκεῖ
Annib
.

64

ληψόμενοι τὸν Ἀννίβαν κακοπαθοῦντα. ὃ δέ, ὡς εἶδε καταβάντας αὐτοὺς ἐκ τῶν στενῶν, διέδραμεν ἐς αὐτὰ τοῖς ταχυτάτοις ἄνευ φωτὸς μετὰ σιωπῆς, ἵνα διαλάθοι, καταλαβὼν δὲ αὐτὰ καὶ κρατυνάμενος ἐσήμηνε τῇ
5σάλπιγγι· καὶ τὸ στρατόπεδον ἀντεβόησεν αὐτῷ, καὶ
Annib
.

65

πῦρ αἰφνίδιον ἐξέφηναν. Ῥωμαῖοι μὲν δὴ τότε ᾔσθοντο τῆς ἀπάτης, ὁ δὲ στρατὸς ὁ ἄλλος Ἀννίβου καὶ οἱ τὰς βοῦς ἐλαύνοντες ἐπὶ τὰ στενὰ ἀδεῶς διέδραμον. καὶ αὐτοὺς συναγαγὼν ἀπῆρεν ἐς τὸ πρόσω.
Annib
.

66

οὕτω μὲν ἐξ ἀέλπτου τότε ὁ Ἀννίβας αὐτός τε περιῆν καὶ τὸν στρατὸν περιέσωζε καὶ ἐς Γερωνίαν τῆς Ἰαπυγίας ἐπειχθείς, ἣ σίτου πλήρης ἦν, ἐξεῖλεν αὐτὴν καὶ ἐν
Annib
.

67

ἀφθόνοις ἀδεῶς ἐχείμαζεν· ὁ δὲ Φάβιος, καὶ τότε τῆς αὐτῆς γνώμης ἐχόμενος, εἵπετο καὶ τῆς Γερωνίας ἀποσχὼν δέκα σταδίους ἐστρατοπέδευεν, λαβὼν ἐν μέσῳ ποταμὸν
Annib
.

68

Ὄφιλον. ληγόντων δ’ αὐτῷ τῶν ἓξ μηνῶν, ἐφ’ οὓς
αἱροῦνται Ῥωμαῖοι τοὺς δικτάτορας, οἱ μὲν ὕπατοι Σερουίλιός τε καὶ Ἀτίλιος ἐπὶ τὰς ἑαυτῶν ἀρχὰς ἐπανῄεσαν καὶ ἦλθον ἐπὶ τὸ στρατόπεδον, καὶ ὁ Φάβιος ἐς Ῥώμην152
Annib
.

69

ἀπῄει. γίγνονται δέ τινες ἐν τῷδε τῷ χειμῶνι Ἀννίβᾳ καὶ Ῥωμαίοις ἀκροβολισμοὶ συνεχεῖς ἐς ἀλλήλους· καὶ
Annib
.

70

τὰ Ῥωμαίων ἐπικυδέστερα καὶ εὐθαρσέστερα ἦν. ὁ δ’ Ἀννίβας ἐπέστελλε μὲν αἰεὶ τὰ γιγνόμενα Καρχηδονίοις ὑπερεπαίρων, τότε δὲ ἀπολωλότων αὐτῷ πολλῶν ἠπόρει
Annib
.

71

καὶ στρατιὰν ᾔτει καὶ χρήματα. οἱ δ’ ἐχθροί, πάντα ἐπισκώπτοντες τὰ Ἀννίβου, καὶ τότε ὑπεκρίνοντο ἀπο‐ ρεῖν, ὅτι τῶν νικώντων οὐκ αἰτούντων χρήματα, ἀλλὰ πεμπόντων ἐς τὰς πατρίδας ὁ Ἀννίβας αἰτοίη, λέγων
5νικᾶν. οἷς οἱ Καρχηδόνιοι πεισθέντες οὔτε στρατιὰν
Annib
.

72

ἔπεμπον οὔτε χρήματα. καὶ ὁ Ἀννίβας ταῦτ’ ὀδυρόμενος ἔγραφεν ἐς Ἰβηρίαν Ἀσρούβᾳ τῷ ἀδελφῷ, παρακαλῶν αὐτὸν ἀρχομένου θέρους μεθ’ ὅσης δύναιτο στρατιᾶς καὶ χρημάτων ἐσβαλεῖν ἐς τὴν Ἰταλίαν καὶ πορθεῖν
5αὐτῆς τὰ ἐπέκεινα, ἵνα δῃῷτο πᾶσα καὶ Ῥωμαῖοι κάμνοιεν ὑπ’ αὐτῶν ἑκατέρωθεν.
Annib
.

73

καὶ τάδε μὲν ἦν περὶ Ἀννίβαν, Ῥωμαῖοι δέ, τῷ τε μεγέθει τῆς ἥττης τῆς Φλαμινίου καὶ Κεντηνίου περι‐ αλγοῦντες ὡς ἀνάξια σφῶν καὶ παράλογα καὶ ἀθρόα παθόντες καὶ τὸν πόλεμον ὅλως οὐ φέροντες ἔνδον
5ὄντα παρ’ ἑαυτοῖς, ἄλλα τε κατέλεγον ἐκ Ῥώμης τέλη στρατιωτῶν τέσσαρα μετ’ ὀργῆς ἐπὶ τὸν Ἀννίβαν καὶ τοὺς συμμάχους πανταχόθεν ἤγειρον ἐς Ἰαπυγίαν.
Annib
.

74

ὑπάτους τε αἱροῦνται ἐκ μὲν δόξης πολεμικῆς Λεύκιον Αἰμίλιον, τὸν Ἰλλυριοῖς πολεμήσαντα, ἐκ δὲ δημοκοπίας Τερέντιον Οὐάρρωνα, πολλὰ αὐτοῖς ἐκ τῆς συνήθους
Annib
.

75

δοξοκοπίας ὑπισχνούμενον. καὶ αὐτοὺς παραπέμποντες
ἐξιόντας ἐδέοντο κρῖναι τὸν πόλεμον μάχῃ καὶ μὴ τὴν πόλιν ἐκτρύχειν χρόνῳ τε καὶ στρατείαις συνεχέσι καὶ153
Annib
.

76

εἰσφοραῖς καὶ λιμῷ καὶ ἀργίᾳ τῆς γῆς δῃουμένης. οἳ δέ, τὴν στρατιὰν τὴν ἐν Ἰαπυγίᾳ προσλαβόντες καὶ τὸ σύμπαν ἔχοντες πεζοὺς μὲν ἑπτακισμυρίους, ἱππέας δ’ ἑξακισχιλίους, ἐστρατοπέδευον ἀμφὶ κώμῃ τινὶ καλου‐
5μένῃ Κάνναις. καὶ ὁ Ἀννίβας αὐτοῖς ἀντεστρατοπέδευε.
Annib
.

77

φύσει δ’ ὢν φιλοπόλεμος ὁ Ἀννίβας καὶ οὔ ποτε φέρων ἀργίαν, τότε μάλιστα τῆς ἀπορίας αὐτὸν ἐνοχλούσης, ἐξέτασσε συνεχῶς ἐς μάχην, δεδιώς, μὴ οἱ μισθοφόροι μετάθοιντο διὰ τὴν ἀμισθίαν ἢ σκεδασθεῖεν ἐπὶ συλλογὴν
Annib
.

78

ἀγορᾶς. καὶ ὃ μὲν οὕτω προυκαλεῖτο τοὺς πολεμίους, γνώμη δὲ τῶν ὑπάτων ἦν, Αἰμιλίου μέν, ὑπομένειν ἐκτρύχοντας Ἀννίβαν, οὐ δυνησόμενον ἀντέχειν ἐπὶ πολὺ διὰ τὴν ἀπορίαν, μηδὲ διὰ χειρὸς ἔρχεσθαι γεγυμνασμένῳ
5πολέμοις καὶ εὐτυχίαις ἀνδρὶ καὶ στρατῷ, Τερεντίου δ’, οἷα δημοκόπου, μνημονεύειν ὧν ὁ δῆμος ἐξιοῦσιν ἐνετέλ‐
Annib
.

79

λετο, καὶ κρῖναι τὴν μάχην ὀξέως. τούτοιν Αἰμιλίῳ μὲν προσετίθετο Σερουίλιος, ὁ πέρυσιν ὕπατος ἔτι παρών, Τερεντίῳ δέ, ὅσοι τε ἀπὸ βουλῆς καὶ τῶν καλουμένων ἱπ‐
Annib
.

80

πέων ἡγοῦντο τῆς στρατιᾶς. ἀντεχόντων δ’ ἔτι τῶν ἑτέρων ὁ Ἀννίβας τοῖς χορτολογοῦσιν αὐτῶν ἢ ξυλευομένοις ἐπιτιθέμενος ὑπεκρίνετο ἡττᾶσθαι καὶ περὶ ἐσχάτην
Annib
.

81

ποτὲ φυλακὴν ἐκίνει τὸ πλῆθος ὡς ἀναζευγνύς. ὁ δὲ Τερέντιος ἰδὼν ἐξῆγε τὴν στρατιὰν ὡς ἐπὶ φεύγοντα τὸν Ἀννίβαν, ἀπαγορεύοντος αὐτῷ καὶ τότε τοῦ Αἰμι‐154
Annib
.

82

λίου. ὡς δ’ οὐκ ἔπειθεν, οἰωνίζετο ὁ Αἰμίλιος ἐφ’ ἑαυτοῦ, καθάπερ εἰώθασιν, καὶ πέμψας ὁδεύοντι ἤδη τῷ Τερεντίῳ τὴν ἡμέραν ἀπαίσιον ἔλεγεν εἶναι. ὃ δ’ ἐπανῄει μέν, αἰδούμενος οἰωνοῖς ἀπειθῆσαι, τὰς δὲ κόμας ἐν ὄψει
5τῆς στρατιᾶς ἐτίλλετο καὶ χαλεπῶς ἔφερεν ὡς τὴν νίκην ἀφῃρημένος ὑπὸ ζηλοτυπίας τοῦ συνάρχου, καὶ τὸ πλῆθος αὐτῷ συνηγανάκτει.
Annib
.

83

Ἀννίβου δ’, ἐπεὶ τῆς πείρας ἐξέπιπτεν, αὐτίκα εἰς τὸ στρατόπεδον ἐπανελθόντος καὶ τὴν ὑπόκρισιν ἐκ‐ φήναντος, οὐδὲ τοῦτ’ ἐδίδασκε τὸν Τερέντιον πάνθ’ ὑπονοεῖν τὰ Ἀννίβου, ἀλλ’, ὡς εἶχεν, ἐν τοῖς ὅπλοις
5ἐς τὸ στρατήγιον ἐσδραμών, παρόντων ἔτι τῶν τε ἀπὸ βουλῆς καὶ ταξιάρχων καὶ χιλιάρχων, ᾐτιᾶτο περὶ τῶν οἰωνῶν τὸν Αἰμίλιον προφασίσασθαι καὶ νίκην φανε‐ ρὰν ἀφελέσθαι τὴν πόλιν, ὀκνοῦντα ὑπὸ δειλίας ἢ οἷ
Annib
.

84

φθονοῦντα διὰ ζηλοτυπίαν. οὕτω δ’ αὐτοῦ βοῶντος ὑπὸ ὀργῆς ἡ στρατιὰ περιεστῶσα τὴν σκηνὴν ἐπήκουε, καὶ τὸν Αἰμίλιον ἐβλασφήμουν. ὃ δὲ πολλὰ μὲν εἶπεν τοῖς ἔνδον συμφέροντα μάτην, Τερεντίῳ δὲ πλὴν Σερουι‐
5λίου τῶν ἄλλων συντιθεμένων εἶξε. καὶ τῆς ἐπιούσης ἐξέτασσεν αὐτὸς ἡγούμενος· παρεχώρει γὰρ ὁ Τερέντιος.
Annib
.

85

Ἀννίβας δ’ ᾔσθετο· καὶ τότε μὲν οὐκ ἐπεξῆλθεν (οὐ γάρ πω πρὸς μάχην διετέτακτο), τῇ δ’ ἐπιούσῃ κατέ‐ βαινον ἐς τὸ πεδίον ἑκάτεροι, Ῥωμαῖοι μὲν ἐς τρία τεταγ‐ μένοι, μικρὸν ἀπ’ ἀλλήλων διεστῶτες, καὶ μέρος ἕκαστον
5αὐτῶν εἶχε τοὺς πεζοὺς ἐν μέσῳ, τοὺς δὲ ψιλοὺς καὶ
Annib
.

86

ἱππέας ἑκατέρωθεν. στρατηγοὶ δ’ ἐφειστήκεσαν τῷ μέσῳ μὲν Αἰμίλιος, τῷ δὲ λαιῷ Σερουίλιος, Τερέντιος δὲ τοῖς
ἐπὶ δεξιά, χιλίους ἀμφ’ αὑτὸν ἕκαστος ἔχων ἱππέας ἐπειλεγμένους ἐπικουρεῖν, ὅπῃ τι πονοίη. οὕτω μὲν155
Annib
.

87

ἐτάξαντο Ῥωμαῖοι· ὁ δ’ Ἀννίβας πρῶτα μέν, εἰδὼς περὶ μεσημβρίαν εὖρον ζοφώδη τὸν χῶρον ἐξ ἔθους ἐπι‐ πνέοντα, προύλαβεν, ὅπῃ κατὰ νώτου τὸ πνεῦμα ἔμελλεν ἕξειν· ἔπειτ’ ἐς ὄρος περίφυτον καὶ φαραγγῶδες ἱππέας
5προενήδρευσεν καὶ ψιλούς, οἷς εἴρητο, ὅταν αἱ φάλαγγες ἔργων ἔχωνται καὶ τὸ πνεῦμα ἐπίῃ, κατόπιν γίγνεσθαι
Annib
.

88

τῶν πολεμίων. ἄνδρας τε πεντακοσίους Κελτίβηρας ἐπὶ τοῖς μακροῖς ξίφεσιν ὑπὸ τοῖς χιτῶσιν ἄλλα ξίφη βραχύτερα περιέζωσεν, οἷς ἔμελλεν αὐτός, ὅτε δέοι χρῆ‐
Annib
.

89

σθαι, σημαίνειν. σύμπασαν δὲ τὴν στρατιὰν κἀκεῖνος ἐς τρία διῄρει καὶ τοὺς ἱππέας τοῖς κέρασιν ἐπέτασσεν ἐκ μεγάλων διαστημάτων, εἰ δύναιντο κυκλώσασθαι
Annib
.

90

τοὺς πολεμίους. ἐπέστησε δὲ τῷ μὲν δεξιῷ Μάγωνα τὸν ἀδελφόν, τῷ δὲ ἑτέρῳ τὸν ἀδελφιδοῦν Ἄννωνα· τὸ δὲ μέσον αὐτὸς εἶχεν κατὰ δόξαν Αἰμιλίου τῆς ἐμ‐
Annib
.

91

πειρίας. δισχίλιοί τε ἱππεῖς ἐπίλεκτοι παρέθεον αὐτῷ, καὶ Μαάρβαλ, ἑτέρους ἔχων χιλίους, ἐφήδρευεν, ὅπῃ τι πονούμενον ἴδοι. καὶ τάδε πράσσων ἐς δευτέραν παρ‐ έτεινεν ὥραν, ἵνα τὸ πνεῦμα θᾶσσον ἐπέλθοι.
Annib
.

92

γενομένων δὲ πάντων εὐτρεπῶν ἑκατέροις οἱ στρα‐ τηγοὶ διέθεον παρακαλοῦντες αὐτοὺς καὶ ὑπεμίμνη‐ σκον οἳ μὲν γονέων τε καὶ παίδων καὶ γυναικῶν καὶ τῆς προγεγενημένης ἥττης, ὡς ἐν τῇδε τῇ μάχῃ περὶ
5σωτηρίας κριθησομένους, ὁ δ’ Ἀννίβας τῶν τε προ‐ γεγονότων ἐπὶ τοῖσδε τοῖς ἀνδράσι κατορθωμάτων156
Annib
.

93

καὶ ὡς αἰσχρὸν ἡττᾶσθαι τῶν ἡττημένων. ἐπεὶ δ’ αἵ τε σάλπιγγες ἤχησαν καὶ αἱ φάλαγγες ἐβόησαν, πρῶ‐ τον μὲν αὐτῶν οἱ τοξόται καὶ σφενδονῆται καὶ λιθο‐ βόλοι προδραμόντες ἐς τὸ μέσον ἀλλήλων κατῆρχον,
5μετὰ δὲ τούτους αἱ φάλαγγες ἐχώρουν ἐπὶ τὸ ἔργον, φόνος τε καὶ πόνος ἦν πολὺς ἐκθύμως ἀγωνιζομένων
Annib
.

94

ἑκατέρων. ἐν ᾧ σημαίνει μὲν ὁ Ἀννίβας τοῖς ἱππεῦσι κυκλοῦσθαι τὰ κέρατα τῶν ἐχθρῶν, οἱ δὲ τῶν Ῥω‐ μαίων ἱππεῖς ὀλιγώτεροι τῶν πολεμίων ὄντες ἀντι‐ παρῆγον αὐτοῖς καὶ τὴν τάξιν ἐκτείναντες ἐπὶ λεπτὸν
5ἠγωνίζοντο ὅμως ὑπὸ προθυμίας, καὶ μάλισθ’ οἱ τὸ
Annib
.

95

λαιὸν ἔχοντες ἐπὶ τῇ θαλάσσῃ. Ἀννίβας δὲ καὶ Μαάρβαλ ὁμοῦ τοὺς περὶ σφᾶς ἐπῆγον ἀπλέτῳ 〈κραυγῇ〉 καὶ βαρβαρικῇ, νομίσαντες ἐκπλήξειν τοὺς ἐναντίους. οἳ δὲ καὶ τούτους εὐσταθῶς καὶ ἀκαταπλήκτως ὑπέμενον.
Annib
.

96

διαπιπτούσης δὲ καὶ τῆσδε τῆς πείρας ὁ Ἀννίβας τὸ σημεῖον ἐπῆρε τοῖς Κελτίβηρσι τοῖς πεντακοσίοις· οἳ δὲ τῆς τάξεως ἐκδραμόντες ἐς τοὺς Ῥωμαίους μετετί‐ θεντο καὶ τὰς ἀσπίδας αὐτοῖς καὶ τὰ δόρατα καὶ τὰ
Annib
.

97

ξίφη τὰ φανερὰ ὤρεγον ὥσπερ αὐτομολοῦντες. καὶ ὁ Σερουίλιος αὐτοὺς ἐπαινέσας τὰ μὲν ὅπλα αὐτῶν αὐτίκα παρεῖλεν, ἐν δὲ μόνοις, ὡς ᾤετο, τοῖς χιτῶσιν ἔστησεν ὀπίσω. οὐ γὰρ ἐδοκίμαζε καταδεῖν αὐτομόλους ἐν ὄψει
5πολεμίων οὐδ’ ὑπώπτευεν, ἐν χιτῶσι μόνοις ὁρῶν, οὐδὲ
Annib
.

98

καιρὸς ἦν ἐν τοσῷδε πόνῳ. σπεῖραι δ’ ἕτεραι Λιβύων προσεποιήσαντο φεύγειν ἄχρι τῶν ὀρῶν, ἀναλαλάξασαι
μέγα. σύμβολον δ’ ἦν ἡ βοὴ τοῖς ἐν ταῖς φάραγξι κεκρυμ‐157
Annib
.

99

μένοις ἀναστρέφειν ἐς τοὺς διώκοντας. καὶ εὐθὺς οἵ τε ψιλοὶ καὶ ἱππεῖς ἐκ τῆς ἐνέδρας ἐξεφαίνοντο, καὶ τὸ πνεῦμα κατέβαινε πολὺ καὶ ζοφῶδες, ἐς τὰς Ῥωμαίων ὄψεις μετὰ κονιορτοῦ φερόμενον· ὃ καὶ μάλιστα αὐτοὺς
Annib
.

100

ἐκώλυε προορᾶν τοὺς πολεμίους. τά τε βέλη Ῥωμαίοις μὲν πάντα ἀμβλύτερα διὰ τὴν ἀντίπνοιαν ἦν, τοῖς δ’ ἐχθροῖς ἐπιτυχῆ, τοῦ πνεύματος τὴν βολὴν συνωθοῦντος. οἳ δὲ οὔτε ἐκκλίνειν αὐτὰ προορῶντες οὔτ’ ἀφιέναι καλῶς
5δυνάμενοι σφίσι τε αὐτοῖς περιπταίοντες ἤδη ποικίλως
Annib
.

101

ἐθορυβοῦντο. τότε δὴ τὸν καιρὸν ὁρῶντες τὸν ἐπηγγελ‐ μένον σφίσιν οἱ πεντακόσιοι, τὰ ξίφη τὰ βραχύτερα ἐκ τῶν κόλπων ἐπισπάσαντες, πρώτους ἀνῄρουν, ὧν ἦσαν ὀπίσω, μετὰ δ’ ἐκείνους, ἁρπάσαντες αὐτῶν τὰ ξίφη τὰ μείζω καὶ
5τὰς ἀσπίδας καὶ τὰ δόρατα, πᾶσιν ἐνέπιπτον καὶ μετ‐ επήδων ἀφειδῶς· καὶ φόνον εἰργάζοντο πλεῖστον οὗτοι
Annib
.

102

μάλιστα, ἅτε πάντων ὄντες ὀπίσω. τό τε κακὸν ἤδη πολὺ τοῖς Ῥωμαίοις καὶ ποικίλον ἦν, πονουμένοις μὲν ὑπὸ τῶν ἐναντίων, κεκυκλωμένοις δ’ ὑπὸ τῆς ἐνέδρας, ἀναιρουμένοις δ’ ὑπὸ τῶν ἀναμεμιγμένων. οὐδ’ ἐπι‐
5στρέψαι πρὸς αὐτοὺς ἐδύναντο διὰ τοὺς ἐπικειμένους σφίσιν ἐκ μετώπου· οὐδ’ ἐπεγίγνωσκον ἔτι αὐτοὺς
Annib
.

103

εὐμαρῶς, Ῥωμαϊκὰς ἀσπίδας ἔχοντας. ὑπὲρ ἅπαντα δ’ αὐτοὺς ὁ κονιορτὸς ἠνώχλει, καὶ οὐκ εἶχον οὐδ’ εἰκάσαι τὸ συμβαῖνον, ἀλλ’ οἷον ἐν θορύβῳ καὶ φόβῳ πάντα πλείω νομίζοντες εἶναι καὶ τὰς ἐνέδρας οὐ το‐
5σαύτας οὐδὲ τοὺς πεντακοσίους εἰδότες, ὅτι ἦσαν πεντα‐ κόσιοι, ἀλλὰ ὅλον σφῶν τὸ στρατόπεδον ὑπὸ ἱππέων καὶ αὐτομόλων ἡγούμενοι κεκυκλῶσθαι, τραπέντες ἔφευ‐
Annib
.

104

γον ἀκόσμως, πρῶτοι μὲν οἱ ἐπὶ τοῦ δεξιοῦ, καὶ ὁ Τερέν‐ τιος αὐτοῖς ἐξῆρχε τῆς φυγῆς, μετὰ δ’ ἐκείνους οἱ τὸ λαιὸν ἔχοντες, ὧν ὁ Σερουίλιος ἡγούμενος πρὸς τὸν Αἰμίλιον διέδραμεν· καὶ περὶ αὐτοὺς ἦν, ὅσον ἄριστον
Annib
.

105

ἱππέων τε καὶ πεζῶν, ἀμφὶ τοὺς μυρίους. καταθορόντες
δ’ ἀπὸ τῶν ἵππων οἱ στρατηγοὶ καὶ μετ’ αὐτούς, ὅσοι ἄλλοι ἦσαν ἐπὶ ἵππων, ἐπεζομάχουν τοῖς ἱππεῦσιν τοῖς Ἀννίβου κεκυκλωμένοι. καὶ πολλὰ μὲν ἐξ ἐμπειρίας σὺν158
5εὐψυχίᾳ καὶ ἀπονοίᾳ λαμπρὰ ἔδρασαν, ἐμπίπτοντες σὺν ὀργῇ τοῖς πολεμίοις, πανταχόθεν δ’ ἀνῃροῦντο, περι‐ τρέχοντος αὐτοὺς τοῦ Ἀννίβου καὶ τοὺς ἰδίους ὁτὲ μὲν ἐξοτρύνοντος καὶ παρακαλοῦντος τὸ λείψανον τῆς νίκης ἐκπονῆσαι, ὁτὲ δ’ ἐπιπλήσσοντός τε καὶ ὀνειδίζοντος, εἰ
Annib
.

106

τὸ πλῆθος νενικηκότες ὀλίγων οὐ περιέσονται. Ῥωμαῖοι δ’, ἕως μὲν αὐτοῖς ὁ Αἰμίλιος καὶ ὁ Σερουίλιος περιῆσαν, πολλὰ δρῶντές τε καὶ πάσχοντες ὅμως ὑπέμενον ἐν τάξει· ἐπεὶ δ’ ἔπεσον αὐτῶν οἱ στρατηγοί, διὰ μέσων βια‐
5ζόμενοι τῶν ἐχθρῶν μάλα καρτερῶς κατὰ μέρη διέφευ‐
Annib
.

107

γον, οἳ μέν, ἔνθαπερ οἱ πρὸ αὐτῶν ἐπεφεύγεσαν, ἐς τὰ στρατόπεδα δύο ὄντα· καὶ σύμπαντες οἵδε ἐγένοντο ἀμφὶ τοὺς μυρίους καὶ πεντακισχιλίους, οἷς ὁ Ἀννίβας φυλακὴν ἐπέστησε· οἳ δὲ ἐς Κάννας, περὶ δισχιλίους,
5καὶ παρέδωκαν ἑαυτοὺς οἵδε οἱ δισχίλιοι τῷ Ἀννίβᾳ. ὀλίγοι δ’ ἐς Κανύσιον διέδρασαν, καὶ οἱ λοιποὶ κατὰ μέρος ἐσκεδάσθησαν ἀνὰ τὰς ὕλας.
Annib
.

108

τοῦτο τέλος ἦν τῆς ἐπὶ Κάνναις Ἀννίβου τε καὶ Ῥωμαίων μάχης, ἀρξαμένης μὲν ὑπὲρ ὥραν δευτέραν, ληξάσης δὲ πρὸ δύο τῆς νυκτὸς ὡρῶν, οὔσης δ’ ἔτι νῦν ἀοιδίμου
Annib
.

109

Ῥωμαίοις ἐπὶ συμφορᾷ· ἀπέθανον γὰρ αὐτῶν ἐν ταῖσδε ταῖς ὥραις πεντακισμύριοι, καὶ ζώντων ἐλήφθη πολὺ πλῆθος ἀπό τε τῆς βουλῆς πολλοὶ παρόντες ἐτελεύτησαν, καὶ ἐπ’ αὐτοῖς ταξίαρχοί τε πάντες καὶ λοχαγοὶ καὶ τῶν
5στρατηγῶν αὐτῶν οἱ ἄριστοι δύο. ὁ δὲ φαυλότατός τε καὶ τῶν συμφορῶν αἴτιος ἀρχομένης τῆς τροπῆς ἐπεφεύγει.
Annib
.

110

καὶ Ῥωμαῖοι δύο ἔτεσιν ἤδη περὶ τὴν Ἰταλίαν Ἀννίβᾳ πολεμοῦντες ἀπολωλέκεσαν ἀνδρῶν ἰδίων τε καὶ συμμά‐ χων ἐς δέκα μυριάδας.159
Annib
.

111

Ἀννίβας δὲ νίκην ἀρίστην τε καὶ σπάνιον ἐξενεγκά‐ μενος ἡμέρας μιᾶς στρατηγήμασι τέσσαρσι, τοῦ τε πνεύ‐ ματος τῇ φορᾷ καὶ τοῖς ὑποκριθεῖσιν αὐτομολεῖν καὶ τοῖς προσποιηθεῖσι φεύγειν καὶ τοῖς ἐν μέσαις ταῖς
5φάραγξι κεκρυμμένοις, εὐθὺς ἀπὸ τοῦ ἔργου τοὺς πεσόντας ἐπῄει, θεώμενος δὲ τῶν φίλων τοὺς ἀρίστους ἀνῃρημένους ᾤμωξε καὶ δακρύσας εἶπεν οὐ χρῄζειν
Annib
.

112

ἑτέρας τοιᾶσδε νίκης. ὃ καὶ Πύρρον φασὶν εἰπεῖν πρὸ αὐτοῦ, τὸν Ἠπείρου βασιλέα, Ῥωμαίων κἀκεῖνον ἐν
Annib
.

113

Ἰταλίᾳ κρατοῦντα σὺν ὁμοίᾳ ζημίᾳ. τῶν δὲ φυγόντων ἐκ τῆς μάχης οἱ μὲν ἐν τῷ μείζονι στρατοπέδῳ στρατηγὸν αὑτῶν ἑσπέρας ἑλόμενοι Πούπλιον Σεμπρώνιον ἐβιάσαντο τοὺς Ἀννίβου φύλακας, ὕπνου καὶ κόπου πλήρεις ὄντας,
5καὶ διέδραμον ἐς Κανύσιον περὶ μέσας νύκτας ἀμφὶ τοὺς μυρίους, οἱ δ’ ἐν τῷ βραχυτέρῳ πεντακισχίλιοι τῆς
Annib
.

114

ἐπιούσης ἡμέρας ἐλήφθησαν ὑπὸ τοῦ Ἀννίβου. Τερέντιος δὲ στρατὸν ἀγείρας τοὺς διερριμμένους ἐπειρᾶτο παρα‐ θαρρύνειν καὶ στρατηγὸν αὐτοῖς ἐπιστήσας τῶν χιλιάρ‐ χων τινὰ Σκιπίωνα ἐς Ῥώμην διέδραμεν.
Annib
.

115

ἡ δὲ πόλις, ἀπαγγελθείσης τῆς συμφορᾶς, οἳ μὲν ἐν ταῖς ὁδοῖς ἐθρήνουν τε τοὺς οἰκείους ἀνακαλοῦντες καὶ σφᾶς ὡς αὐτίκα ἁλωσομένους ὠλοφύροντο, αἱ δὲ γυναῖκες ἱκέτευον ἐν τοῖς ἱεροῖς μετὰ τῶν τέκνων λῆξαί
5ποτε τὰς συμφορὰς τῇ πόλει, οἱ 〈δ’〉 ἄρχοντες θυσίαις τε καὶ εὐχαῖς ἱλάσκοντο τοὺς θεούς, εἴ τι μήνιμα ἐνοχλεῖ,
Annib
.

116

κορεσθῆναι τοῖς γεγονόσιν. ἡ δὲ βουλὴ Κόιντον μὲν
Φάβιον, τὸν συγγραφέα τῶνδε τῶν ἔργων, ἐς Δελφοὺς ἔπεμπε χρησόμενον περὶ τῶν παρόντων, δούλους δὲ ἐς ὀκτακισχιλίους τῶν δεσποτῶν ἐπιδόντων ἠλευθέρου ὅπλα160
5τε καὶ τόξα τοὺς ἐν ἄστει πάντας ἐργάζεσθαι παρε‐
Annib
.

117

σκεύαζε καὶ συμμάχους καὶ ὥς τινας συνέλεγεν Κλαύδιόν τε Μάρκελλον, μέλλοντα πλεῖν ἐς Σικελίαν, ἐς τὸν Ἀννίβου πόλεμον μετέφερεν. ὃ δὲ τὸν μὲν στόλον ἐμερίσατο τῷ συν‐ άρχῳ Φουρίῳ καὶ τὸ μέρος ἔπεμψεν ἐς τὴν Σικελίαν,
5αὐτὸς δὲ τοὺς δούλους ἄγων καὶ ὅσους ἄλλους ἐδύνατο τῶν πολιτῶν ἢ συμμάχων, γενομένους ἅπαντας ἐς μυ‐ ρίους πεζοὺς καὶ δισχιλίους ἱππέας, ἐς τὸ Τεανὸν παρῆλθε καί, ὅ τι πράξειν ὁ Ἀννίβας μέλλοι, παρεφύλασσεν.
Annib
.

118

Ἀννίβου δὲ δόντος τοῖς αἰχμαλώτοις ἐς Ῥώμην πρε‐ σβεύσασθαι περὶ σφῶν, εἰ θέλοιεν αὐτοὺς οἱ ἐν ἄστει λύσασθαι χρημάτων, καὶ τοὺς αἱρεθέντας ὑπ’ αὐτῶν τρεῖς, ὧν ἡγεῖτο Γναῖος Σεμπρώνιος, ὁρκώσαντος ἐς
5αὐτὸν ἐπανήξειν, οἱ μὲν οἰκεῖοι τῶν ἁλόντων, περιστάντες τὸ βουλευτήριον, ἐπηγγέλλοντο λύσεσθαι τοὺς οἰκείους ἕκαστος ἰδίοις χρήμασι καὶ παρεκάλουν τὴν βουλὴν τοῦτο σφίσιν ἐπιτρέψαι, καὶ ὁ δῆμος αὐτοῖς συνεδάκρυε
Annib
.

119

καὶ συνεδεῖτο. τῶν δὲ βουλευτῶν οἳ μὲν οὐκ ἠξίουν ἐπὶ τοσαῖσδε συμφοραῖς ἄλλους τοσούσδε βλαβῆναι τὴν πόλιν οὐδὲ δούλους μὲν ἐλευθεροῦν, τοὺς δὲ ἐλευθέρους ὑπερορᾶν, οἳ δ’ οὐκ ᾤοντο δεῖν αὐτοὺς ἐθίζειν τῷδε τῷ
5ἐλέῳ φεύγειν, ἀλλ’ ἢ νικᾶν μαχομένους ἢ ἀποθνήσκειν, ὡς οὐκ ὂν οὐδ’ ὑπὸ τῶν οἰκείων ἐλεεῖσθαι τὸν φυγόντα.
Annib
.

120

πολλῶν δὲ παραδειγμάτων ἐς ἑκάτερα λεχθέντων οὐκ ἐπέτρεψεν ἡ βουλὴ τοῖς συγγενέσι λύσασθαι τοὺς αἰχμα‐ λώτους, ἡγουμένη, πολλῶν σφίσιν ἔτι κινδύνων ἐπόντων, οὐ συνοίσειν ἐς τὸ μέλλον τὴν ἐν τῷ παρόντι φιλανθρω‐161
5πίαν, τὸ δ’ ἀπάνθρωπον, εἰ καὶ σκυθρωπὸν εἴη, πρός τε τὰ μέλλοντα χρήσιμον ἔσεσθαι καὶ ἐν τῷ παρόντι
Annib
.

121

καταπλήξειν Ἀννίβαν τῷ τολμήματι. Σεμπρώνιος οὖν καὶ οἱ σὺν αὐτῷ δύο τῶν αἰχμαλώτων πρὸς Ἀννίβαν ἐπανῄεσαν. ὃ δ’ ἔστι μὲν οὓς ἀπέδοτο τῶν αἰχμαλώ‐ των, ἔστι δ’ οὓς ὑπ’ ὀργῆς ἀνῄρει καὶ τοῖς σώμασι
Annib
.

122

τὸν ποταμὸν ἐγεφύρου καὶ ἐπέρα. ὅσοι δ’ ἦσαν ἀπὸ τῆς βουλῆς ἢ ἄλλως ἐπιφανεῖς, μονομαχεῖν αὐτοὺς ὑπὸ θεαταῖς τοῖς Λίβυσιν ἠνάγκασεν, πατέρας τε υἱοῖς καὶ ἀδελφοὺς ἀδελφοῖς, οὐδὲν ἐκλείπων ὑπεροψίας
5ὠμῆς.
Annib
.

123

μετὰ δὲ τοῦτο ἐπιὼν τὰ ὑπὸ Ῥωμαίοις ἐλυμαίνετο καὶ Πετηλίνοις μηχανήματα προσῆγεν. οἳ δ’ ὀλίγοι μὲν ἦσαν, ὑπὸ δὲ τόλμης μετὰ τῶν γυναικῶν ἐπεξ‐ έθεον αὐτῷ καὶ πολλὰ καὶ γενναῖα ἔδρων τάς τε μηχανὰς
5αὐτοῦ συνεχῶς ἐνεπίμπρασαν, οὐχ ἧσσον αὐτοῖς τῶν
Annib
.

124

γυναικῶν ἀνδριζομένων. ὀλιγώτεροι δὲ γιγνόμενοι καθ’ ἕκαστον ἔργον ἐκακοπάθουν μάλιστα ὑπὸ λιμοῦ· καὶ ὁ Ἀννίβας αἰσθανόμενος περιετείχισεν αὐτοὺς καὶ Ἄννωνα
Annib
.

125

ἐπέστησε τῇ πολιορκίᾳ. οἳ δ’, ἐπιτείνοντος αὐτοῖς τοῦ κακοῦ, πρῶτα μὲν τοὺς ἀχρείους σφῶν ἐς μάχας ἐξέβαλον ἐς τὸ μεσοτείχιον καὶ κτιννυμένους ὑπὸ τοῦ Ἄννωνος
Annib
.

126

ἐφεώρων ἀλύπως ὡς εὐμοιρότερον ἀποθνήσκοντας. τῷ δ’ αὐτῷ λόγῳ καὶ οἱ λοιποὶ πάμπαν ἀποροῦντες ἐξέδραμον ἐπὶ τοὺς πολεμίους καὶ πολλὰ μὲν καὶ γενναῖα καὶ τότε ἔδρασαν, ὑπὸ δὲ ἀτροφίας καὶ ἀσθενείας σωμάτων οὐδ’
5ὑποστρέψαι δυνάμενοι διεφθάρησαν ἅπαντες ὑπὸ τῶν
Λιβύων. καὶ τὴν πόλιν εἷλεν ὁ Ἄννων, ἐκφυγόντων καὶ ὣς ἀπ’ αὐτῆς ὀλίγων τῶν δραμεῖν δυνηθέντων.162
Annib
.

127

τούτους διερριμμένους οἱ Ῥωμαῖοι σπουδῇ συνῆγον καὶ γενομένους ἐς ὀκτακοσίους κατήγαγόν τε καὶ συνῴκισαν μετὰ τόνδε τὸν πόλεμον αὖθις εἰς τὴν πατρίδα, ἀγάμενοι τῆς τε περὶ σφᾶς εὐνοίας καὶ τοῦ παραδόξου τῆς προ‐
5θυμίας.
Annib
.

128

τῶν δὲ Κελτιβήρων ἱππέων, οἳ ἐμισθοφόρουν Ἀν‐ νίβᾳ, λαμπρῶς ἀγωνιζομένων, ὅσοι Ῥωμαίων ἐστρατή‐ γουν ἐν Ἰβηρίᾳ, τοιούσδε ἑτέρους τὰς πόλεις τὰς ὑπὸ σφίσιν αἰτήσαντες εἰς ἀντίπαλον ἐκείνων ἔπεμψαν ἐς
5τὴν Ἰταλίαν, οἳ τοῖς ὁμοεθνέσιν, ὅτε πλησίον Ἀννίβου
Annib
.

129

στρατοπεδεύοιεν, ἀναμιγνύμενοι μετέπειθον αὐτούς. καὶ πολλῶν μετατιθεμένων τε καὶ αὐτομολούντων ἢ ἀποδιδρα‐ σκόντων οὐδὲ τὸ λοιπὸν ἦν ἔτι τῷ Ἀννίβᾳ πιστόν, ὑπο‐ πτευόμενόν τε ὑπ’ ἐκείνου καὶ ὑποπτεύοντες αὐτόν. κάκιον
5οὖν ἔπρασσεν ὁ Ἀννίβας τὸ ἀπὸ τοῦδε.
Annib
.

130

Ἀργύριππα δ’ ἐστὶ πόλις ἐν τῇ Δαυνίᾳ, ἣν Διομήδης ὁ Ἀργεῖος λέγεται κτίσαι. καί τις ἔκγονος εἶναι τοῦ Διομήδους νομιζόμενος, Δάσιος, ἀνὴρ εὐμετάβολός τε τὸ φρόνημα καὶ οὐ Διομήδους ἄξιος, Ῥωμαίων περὶ
5Κάννας τὴν μεγάλην ἧτταν ἡττημένων, ἀπέστησε τὴν
Annib
.

131

πατρίδα πρὸς τοὺς Λίβυας ἀπὸ Ῥωμαίων. τότε δ’ αὖ δυσπραγοῦντος Ἀννίβου ἔλαθεν ἐς Ῥώμην διιππεύσας καὶ ἐπὶ τὴν βουλὴν ἐπαχθεὶς ἔφη δύνασθαι τὸ ἁμάρτημα ἰάσασθαι καὶ μεταβαλεῖν αὖθις ἐς Ῥωμαίους τὴν πόλιν.
5οἳ δ’ ὀλίγου μὲν αὐτὸν καὶ διέφθειραν, ἐξέβαλον δ’
Annib
.

132

εὐθὺς ἐκ τῆς πόλεως. ὃ δὲ καὶ τούσδε καὶ τὸν Ἀννίβαν
δεδιὼς ἠλᾶτο ἀνὰ τὴν χώραν, καὶ ὁ μὲν Ἀννίβας αὐτοῦ τὴν γυναῖκα καὶ τὰ τέκνα ζῶντας ἔκαυσε, τὰ δ’ Ἀργύ‐ ριππα ἑτέρων ἐνδόντων εἷλε Φάβιος Μάξιμος νυκτὸς καὶ163
5κτείνας ὅσους εὗρε Λιβύων, φρουρὰν ἐπέστησε τῇ πόλει.
Annib
.

133

Τάραντα δὲ φρουρουμένην ὑπὸ Ῥωμαίων Κονω‐ νεὺς ὧδε προέδωκε. κυνηγετεῖν εἴθιστο ὁ Κονωνεὺς καὶ φέρων αἰεί τι τῷ φρουράρχῳ Λιβίῳ συνήθης ἐκ τοῦδε ἐγεγένητο, ὡς δ’ ἐν πολεμουμένῃ χώρᾳ νυκτὸς
5ἔφη δεῖν κυνηγετεῖν καὶ νυκτὸς φέρειν τὰ λαμβανό‐
Annib
.

134

μενα. νυκτὸς οὖν αὐτῷ τῶν πυλῶν ἀνοιγομένων, συνθέ‐ μενος Ἀννίβᾳ καὶ στρατιώτας λαβών, τοὺς μὲν ἔκρυψεν ἐν λόχμῃ τινὶ πλησίον, τοὺς δ’ ἐπακολουθεῖν ἐκέλευσεν ἑαυτῷ δι’ ὀλίγου, τοὺς δὲ σὺν αὐτῷ προσιέναι, θώρακας
5ἔνδοθεν ὑπεζωσμένους καὶ ξίφη, τὰ δ’ ἐκτὸς ὡς ἂν ἐς
Annib
.

135

κυνηγέτας ἐσκευασμένους. κάπρον τε αὐτοῖς ἐπὶ ξύλων ἐπιθεὶς ἧκε νυκτὸς ἐπὶ τὰς πύλας, καὶ τῶν φυλάκων, ὥσπερ ἔθος ἦν, ἀνοιξάντων, οἳ μὲν συνεισελθόντες αὐτῷ τοὺς ἀνοίξαντας αὐτίκα διεχρῶντο, οἳ δ’ ἑπόμενοι κατὰ
5σπουδὴν συνεισέπιπτον ἐκείνοις καὶ τοὺς ἀπὸ τῆς λόχμης
Annib
.

136

ἐδέχοντο καὶ τὰς πύλας ἀνεῴγνυον τῷ Ἀννίβᾳ. ὃ δ’ εἴσω παρελθὼν τῆς μὲν ἄλλης πόλεως εὐθὺς ἐκράτει καὶ τοὺς Ταραντίνους ἑταιρισάμενος τὴν ἄκραν ἔτι φρουρουμένην ἐπολιόρκει.
Annib
.

137

ὧδε μὲν Κονωνεὺς Τάραντα προέδωκε· Ῥωμαῖοι δ’, ὅσοι τὴν ἀκρόπολιν εἶχον, ἐς μὲν πεντακισχιλίους ἦσαν, καὶ αὐτοῖς Ταραντίνων τέ τινες προσεχώρουν, καὶ ὁ τῆς ἐν Μεταποντίῳ φρουρᾶς ἡγεμὼν τὸ ἥμισυ
5τῆς φρουρᾶς ἔχων ἦλθε, βελῶν τε καὶ ὀργάνων πολ‐ λῶν εὐπόρουν, ὡς ἀπὸ τείχους εὐμαρῶς ἀμύνεσθαι
Annib
.

138

τὸν Ἀννίβαν. εὐπόρει δὲ καὶ ὁ Ἀννίβας. πύργους τε οὖν καὶ καταπέλτας ἐπάγων καὶ χελώνας ἔνια διέσειε καὶ δρεπάνοις ἀπὸ κάλων ἐπάλξεις τε κατέσυρε καὶ τὸ τεῖχος164
Annib
.

139

ἀπεγύμνου. οἳ δὲ λίθους μὲν ἐπὶ τὰς μηχανὰς ἀφιέντες πολλὰ συνέτριβον, βρόχοις δὲ τὰ δρέπανα περιέσπων καὶ πολλάκις ἐκθέοντες ἄφνω συνετάρασσον ἀεί τι καὶ
Annib
.

140

κτείναντες ἐπανῄεσαν. ὡς δὲ καὶ πνεῦμά ποτε λάβρον ἐθεάσαντο, οἳ μὲν ἀπὸ τοῦ τείχους δᾷδας ἡμμένας καὶ στυππίον καὶ πίσσαν αὐτοῦ τοῖς μηχανήμασιν ἐπερρίπτουν,
Annib
.

141

οἳ δὲ καὶ ἐκδραμόντες ὑπέθηκαν. ἀπογνοὺς οὖν ὁ Ἀννίβας τῆσδε τῆς πείρας περιετείχισε τὴν 〈ἀκρό〉πολιν χωρίς γε τοῦ πρὸς θαλάσσῃ μέρους· οὐ γὰρ ἦν καὶ τοῦτο δυνατόν. καὶ παραδοὺς Ἄννωνι τὴν πολιορκίαν εἰς Ἰάπυγας ἀνεχώρει.
Annib
.

142

λιμένες δ’ εἰσὶ τοῖς Ταραντίνοις πρὸς βορρᾶν ἄνε‐ μον ἐκ πελάγους ἐσπλέοντι διὰ ἰσθμοῦ, καὶ τὸν ἰσθμὸν ἀπέκλειον γεφύραις, ὧν τότε κρατοῦντες οἱ Ῥωμαίων φρουροὶ σφίσι μὲν ἐδέχοντο τὴν ἀγορὰν ἐκ θαλάσσης,
Annib
.

143

Ταραντίνοις δ’ ἐκώλυον ἐσκομίζεσθαι. ὅθεν ἠπόρουν ἀγορᾶς οἱ Ταραντῖνοι, ἕως ἐπελθὼν αὐτοῖς ὁ Ἀννίβας ἐδίδαξε λεωφόρον ὁδόν, ἣ διὰ μέσης τῆς πόλεως ἔφερεν ἀπὸ τῶν λιμένων ἐπὶ τὴν νότιον θάλασσαν, ὀρύξαντας
Annib
.

144

ἰσθμὸν ἕτερον ποιήσασθαι. καὶ οἳ μὲν οὕτω πράξαν‐ τες εἶχόν τε ἀγορὰν καὶ τριήρεσι τοὺς Ῥωμαίων φρου‐
ρούς, ναῦς οὐκ ἔχοντας, ὑπὸ τὸ τεῖχος ἔβλαπτον, ὅτε μὴ χειμὼν εἴη μάλιστα, καὶ τὴν ἀγορὰν τὴν κατα‐165
Annib
.

145

πλέουσαν ἐκείνοις ἀφῃροῦντο· οἳ δ’ ἠπόρουν. καὶ νυκτὸς αὐτοῖς Θουρίων σῖτόν τε ναυσὶ πεμπόντων καὶ τριήρεις ἐς φυλακὴν τῶν νεῶν οἱ Ταραντῖνοι καὶ οἱ σὺν αὐτοῖς Λίβυες πυθόμενοι καὶ λοχήσαντες ἔλαβον αὐτῷ τε σίτῳ
Annib
.

146

καὶ αὐτοῖς ἀνδράσιν ἁπάσας. πρεσβευομένων δὲ θαμινὰ τῶν Θουρίων καὶ ἀξιούντων λύσασθαι τοὺς εἰλημμένους οἱ Ταραντῖνοι τοὺς φοιτῶντας αὐτῶν μετέπειθον ἐς Ἀννίβαν. καὶ ὁ Ἀννίβας, ὅσους εἶχε Θουρίων αἰχμαλώτους,
5εὐθὺς ἀπέλυεν. οἳ δέ, τοὺς οἰκείους σφῶν βιασάμενοι, τὰς
Annib
.

147

πύλας Ἄννωνι ἀνέῳξαν. καὶ Θούριοι μέν, Ῥωμαίοις Τάραντα περιποιούμενοι, ἔλαθον οὕτως ὑπὸ Καρχηδονίοις αὐτοὶ γενόμενοι· ἡ 〈δ’〉 ἐν τῇ πόλει φρουρὰ Ῥωμαίων
Annib
.

148

εἰς Βρεντέσιον λαθοῦσα διέπλευσεν. Μεταποντῖνοι δ’, ἐξ οὗ σφῶν ὁ φρούραρχος τὸ ἥμισυ τῆς φρουρᾶς ἄγων ἐς Τάραντα ᾤχετο, τοὺς λοιποὺς ὀλίγους γενομένους ἀπέ‐
Annib
.

149

κτειναν καὶ Ἀννίβᾳ προσέθεντο. προσέθετο δὲ καὶ ἡ μεταξὺ Μεταποντίνων τε καὶ Θουρίων Ἡράκλεια, δέει μᾶλλον ἢ γνώμῃ. καὶ πάλιν ἦν ἐπικυδέστερα τὰ Ἀννίβου.
Annib
.

150

τοῦ δ’ ἑξῆς ἔτους καὶ Λευκανῶν τινες ἀπέστησαν ἀπὸ Ῥωμαίων· οἷς Σεμπρώνιος Γράκχος ἀνθύπατος
Annib
.

151

ἐπελθὼν ἐπολέμει. Λευκανὸς δέ τις ἐκ τῶν ἔτι Ῥω‐ μαίοις ἐμμενόντων, Φλάυιος, φίλος ὢν καὶ ξένος Γράκχου, προδιδοὺς αὐτὸν ἔπεισεν ἔς τι χωρίον ἐλθόντα συνθέσθαι Λευκανῶν τοῖς στρατηγοῖς, ὡς μετανοοῦσι καὶ δοῦναι
5καὶ λαβεῖν πίστεις. ὃ δ’ οὐδὲν ὑποτοπήσας εἵπετο μεθ’
Annib
.

152

ἱππέων τριάκοντα. Νομάδων δὲ πολλῶν αὐτὸν ἐξ ἐνέδρας κυκλωσαμένων ὁ μὲν Φλάυιος ἐξίππευσεν ἐς ἐκείνους, ὁ δὲ Γράκχος συνεὶς τῆς προδοσίας καθήλατο μετὰ τῶν ἱππέων καὶ πολλὰ καὶ γενναῖα δρῶν κατεκόπη μετὰ
5πάντων πλὴν τριῶν, οὓς μόνους εἷλεν ὁ Ἀννίβας, πολλὴν ποιησάμενος σπουδὴν λαβεῖν ζῶντα Ῥωμαίων τὸν ἀνθύ‐ πατον. αἰσχρῶς δ’ αὐτὸν ἐνηδρευμένον ἀγάμενος ὅμως τῆς τελευταίας ἀρετῆς ἔθαψεν καὶ τὰ ὀστᾶ Ῥωμαίοις ἔπεμψεν.166
Annib
.

153

καὶ ἀπὸ τοῦδε αὐτὸς μὲν ἐν Ἰάπυξιν ἐθέριζεν καὶ σῖτον πολὺν ἐσώρευεν, Ῥωμαίων δ’ ἐπιθέσθαι Κα‐ πυαίοις ἐγνωκότων ἔπεμπεν Ἄννωνα μετὰ χιλίων πεζῶν
Annib
.

154

καὶ χιλίων ἱππέων ἐσδραμεῖν νυκτὸς ἐς Καπύην. καὶ ὃ μὲν ἐσέδραμε Ῥωμαίους λαθών, οἳ δὲ ἡμέρας γενο‐ μένης, ὡς πλέονας εἶδον ἐπὶ τῶν τειχῶν, τὸ συμβὰν ἔγνωσαν καὶ τῆς μὲν πόλεως εὐθὺς ἀνεχώρουν, τὰ
5δὲ θέρη τὰ Καπυαίων καὶ τῶν ἄλλων Καμπανῶν προ‐
Annib
.

155

κατελάμβανον. ὀδυρομένοις δὲ περὶ τοῦδε τοῖς Καμ‐ πανοῖς ὁ Ἀννίβας ἔφη πολὺν ἔχειν σῖτον ἐν Ἰαπυγίᾳ καὶ πέμποντας ἐκέλευεν λαμβάνειν, ὁσάκις θέλοιεν. οἳ δ’ οὐχ ὑποζύγια μόνον οὐδ’ ἄνδρας, ἀλλὰ καὶ γύναια
Annib
.

156

καὶ παιδία ἔπεμπον ἀχθοφορήσοντα τοῦ σίτου· καὶ γὰρ ἐθάρρουν τῇ διόδῳ, μετελθόντος ἐς αὐτὴν ἐξ Ἰαπύγων Ἀννίβου καὶ παρὰ τὸν Κάλωρα ποταμὸν στρατοπεδεύοντος πλησίον Βενεβενδέων, οὓς μόνους ἐδεδοίκεσαν, Ῥωμαίοις
Annib
.

157

ἔτι συμμάχους ὄντας. τότε δ’ Ἀννίβου παρόντος ἁπάντων κατεφρόνουν. συνέβη δ’ Ἀννίβαν μέν, καλοῦντος αὐτὸν Ἄννωνος, ἐς Λευκανοὺς διελθεῖν, τὰ πολλὰ τῆς κατα‐ σκευῆς ἐν τῷ περὶ Βενεβενδὸν στρατοπέδῳ μετ’ ὀλίγης
Annib
.

158

φρουρᾶς καταλιπόντα, δυοῖν δὲ Ῥωμαίοις στρατηγούντοιν 〈ὑπάτοιν, Φουλβίου τε Φλάκκου〉 καὶ Κλαυδίου Ἀππίου, τὸν ἕτερον αὐτοῖν πυθόμενον ἐπιδραμεῖν τοῖς Καμπανοῖς, διαφέρουσι τὰ θέρη, καὶ πολλοὺς μὲν οἷα ἀπαρασκεύους
5διαφθεῖραι καὶ τὸν σῖτον Βενεβενδεῦσι δοῦναι, λαβεῖν δὲ καὶ τὸ στρατόπεδον Ἀννίβου καὶ τὴν ἐν αὐτῷ παρα‐ σκευὴν ἁρπάσαι καὶ Καπύην, ἔτι ὄντος ἐν Λευκανοῖς Ἀννίβου, περιταφρεῦσαί τε καὶ ἐπὶ τῇ τάφρῳ περιτειχίσαι167
Annib
.

159

πᾶσαν ἐν κύκλῳ. καὶ τοῦδε τοῦ περιτειχίσματος ἐκτὸς ἄλλο ποιήσαντες οἱ στρατηγοὶ τὸ μέσον εἶχον ἀντὶ στρατο‐ πέδου. ἐπάλξεις δ’ ἦσαν αὐτοῖς αἳ μὲν ἐς Καπυαίους πολιορκουμένους, αἳ δ’ ἐς τοὺς ἔξωθεν ἐπιόντας ἐπε‐
5στραμμέναι, ἥ τε ὄψις ἦν πόλεως μεγάλης, σμικροτέραν
Annib
.

160

ἐχούσης ἐν μέσῳ. τὸ δ’ ἀπὸ τοῦ περιτειχίσματος ἐς τὴν Καπύην διάστημα διστάδιον ἦν μάλιστα· ἐν ᾧ πολλαὶ ἐγίγνοντο πεῖραι καὶ συμβολαὶ καθ’ ἑκάστην ἡμέραν, πολλὰ δὲ ὡς ἐν θεάτρῳ μεσοτειχίῳ μονομάχια, προκα‐
Annib
.

161

λουμένων ἀλλήλους τῶν ἀρίστων. καί τις Καπυαῖος, Ταυρέας, Ῥωμαίων ἐν μονομαχίῳ Κλαύδιον Ἄσελλον περιφεύγων ὑπεχώρει, μέχρι τοῖς Καπυαίων τείχεσιν ὁ Ἄσελλος ἐγκύρσας καὶ τὸν ἵππον οὐ δυνάμενος ἐκ τῆς
5ῥύμης ἐπιστρέψαι διὰ τῶν πολεμίων πυλῶν ἐς τὴν Καπύην ἐσήλατο σὺν ὁρμῇ καὶ διιππεύσας τὴν πόλιν ὅλην κατὰ τὰς ἑτέρας ἐξέδραμεν ἐς τοὺς ἐπὶ θάτερα Ῥωμαίους.
Annib
.

162

καὶ ὃ μὲν οὕτως παραβόλως διεσώζετο, Ἀννίβας δέ, τῆς χρείας ψευσθείς, ἐφ’ ἣν ἐς Λευκανοὺς μετεκέκλητο, ἀνέστρεφεν ἐς Καπύην, μέγα ποιούμενος μὴ περιιδεῖν πόλιν μεγάλην καὶ εὔκαιρον ὑπὸ Ῥωμαίοις γενομένην.
Annib
.

163

προσβαλὼν δὲ τῷ περιτειχίσματι καὶ μηδὲν δυνηθεὶς μηδ’ ἐπινοῶν, ὅπως ἂν ἐς τὴν πόλιν ἐσπέμψειεν ἢ σῖτον ἢ στρατιάν, οὐδενὸς οὐδ’ ἀπ’ ἐκείνων αὐτῷ συμβαλεῖν δυναμένου διὰ τὴν ἐπιτείχισιν πάντῃ περιλαμβάνου‐
5σαν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο παντὶ τῷ στρατῷ, πυν‐
θανόμενος μὲν κἀκείνους ὑπὸ λιμοῦ πιέζεσθαι, ἐλπίζων δὲ τοὺς στρατηγοὺς αὐτῶν ἀπὸ Καπύης ἀναστήσειν168
Annib
.

164

ἢ αὐτός τι Καπύης μεῖζον ἐργάσεσθαι. συντόνῳ δὲ σπουδῇ διελθὼν ἔθνη πολλὰ καὶ πολέμια, τῶν μὲν οὐ δυνηθέντων αὐτὸν ἐπισχεῖν, τῶν δὲ οὐδ’ ἐς πεῖραν ἐλθεῖν ὑποστάντων, ἀπὸ δύο καὶ τριάκοντα σταδίων
5τῆς Ῥώμης ἐστρατοπέδευσεν ἐπὶ τοῦ Ἀνιῆνος ποταμοῦ.
Annib
.

165

καὶ ἡ πόλις ἐθορυβήθη θόρυβον οἷον οὐ πρότερον, οἰκεῖον μὲν οὐδὲν ἔχοντες ἱκανόν (ὃ γὰρ εἶχον, ἐν Καμ‐ πανίᾳ τότε ἦν), πολεμίου δὲ στρατοῦ τοσοῦδε σφίσιν ἐπιστάντος ἄφνω καὶ στρατηγοῦ δι’ ἀρετὴν καὶ εὐτυχίαν
Annib
.

166

ἀμάχου. ὅμως δ’ ἐκ τῶν παρόντων οἱ μὲν δυνάμενοι φέρειν ὅπλα τὰς πύλας ἐφύλασσον, οἱ δὲ γέροντες ἐς τὸ τεῖχος ἀνεπήδων, γύναια δὲ καὶ παιδία λίθους καὶ βέλη παρέφερον· οἱ δ’ ἐκ τῶν ἀγρῶν συνέθεον ἐς τὸ ἄστυ
5δρόμῳ. βοῆς δὲ παμμιγοῦς καὶ θρήνων καὶ εὐχῶν καὶ παρακελεύσεων πρὸς ἀλλήλους πάντα μεστὰ ἦν. εἰσὶν δ’ αὐτῶν, οἳ τὴν γέφυραν τὴν ἐπὶ τοῦ Ἀνιῆνος ἐκδραμόντες
Annib
.

167

ἔκοπτον. μικρὸν δέ τι πολίχνιον Ῥωμαῖοί ποτε ἐπιτειχί‐ ζοντες Αἰκανοῖς Ἄλβην ἀπὸ τῆς αὑτῶν μητροπόλεως ἐκάλεσαν· σὺν χρόνῳ δ’ ἐπισύροντες ἢ διαφθείροντες ἢ ἐς τὴν Ἀλβανῶν σύγκρισιν Ἀλβησέας αὐτοὺς καλοῦσιν.
Annib
.

168

τούτων τότε τῶν Ἀλβησέων ἐς Ῥώμην δισχίλιοι δρόμῳ διέθεον, τοῦ κινδύνου μετασχεῖν, καὶ ἅμα ἀφικνοῦντο καὶ
Annib
.

169

ὡπλίζοντο καὶ τὰς πύλας ἐφρούρουν. τοσῇδε προθυμίᾳ βραχὺ πολίχνιον ἐκ τοσῶνδε ἀποικιῶν ἐχρήσατο μόνη, οἷόν τι καὶ Ἀθηναίοις ἐς Μαραθῶνα μικρὰ πόλις, ἡ Πλαταιέων, ἔδραμε τοῦ τότε κινδύνου μετασχεῖν.
Annib
.

170

τῶν δὲ στρατηγῶν Ἄππιος μὲν Καπύῃ παρέμενε, κἀκεῖνος ἡγούμενος ἑλεῖν Καπύην, Φούλβιος δὲ Φλάκ‐ κος ἑτέραις ὁδοῖς ἐπειχθεὶς ἀλήκτῳ τάχει ἀντεστρατο‐169
Annib
.

171

πέδευσε τῷ Ἀννίβᾳ, μέσον ἔχων τὸν Ἀνιῆνα. τῷ δ’ Ἀννίβᾳ τὴν γέφυραν εὑρόντι λελυμένην καὶ τὸν Φούλ‐ βιον ἀντικαθήμενον ἔδοξε τὰς πηγὰς τοῦ ποταμοῦ
Annib
.

172

περιοδεῦσαι. καὶ ὁ μὲν Φούλβιος ἀντιπαρώδευεν, ὃ δὲ καὶ ὣς ἐνήδρευε, Νομάδας ἱππέας ὑπολιπών, οἳ τῶν στρατῶν ἀναστάντων τὸν Ἀνιῆνα ἐπέρασαν καὶ τὰ Ῥωμαίων ἐδῄουν, μέχρι παρὰ τὴν πόλιν αὐτὴν γενό‐
5μενοι καὶ φοβήσαντες ἐπέστρεψαν ἐς Ἀννίβαν· οὕτω
Annib
.

173

γὰρ αὐτοῖς παρήγγελτο. αὐτὸς δ’, ἐπεὶ τάς τε πηγὰς τοῦ ποταμοῦ περιῆλθεν καὶ ὁδὸς ἦν ἐς τὸ ἄστυ οὐ πολλή, λέγεται μὲν νυκτὸς σὺν τρισὶν ὑπασπισταῖς λαθὼν κατασκέψασθαι τὸ ἄστυ καὶ τὴν τῆς δυνάμεως ἐρημίαν
5καὶ θόρυβον τὸν ἐπέχοντα ἰδεῖν, ἀναστρέψαι δ’ ἐς Καπύην, εἴτε θεοῦ παράγοντος αὐτὸν αἰεὶ ὡς καὶ τότε, εἴτε τὴν τῆς πόλεως ἀρετὴν καὶ τύχην δείσας, εἴτε, ὡς αὐτὸς τοῖς ἐσβαλεῖν προτρέπουσιν ἔλεγεν, οὐκ ἐθέλων τὸν πόλεμον ἐκλῦσαι δέει Καρχηδονίων, ἵνα μὴ καὶ τὴν στρατηγίαν
10αὐτὸς ἀποθοῖτο· οὐ γὰρ ὅ γε σὺν Φουλβίῳ στρατὸς ἦν
Annib
.

174

αὐτῷ πάμπαν ἀξιόμαχος. ὁ δὲ Φούλβιος ἀναστρέφοντι παρείπετο, κωλύων τε προνομεύειν καὶ φυλασσόμενος μηδὲν ἐξ ἐνέδρας παθεῖν.
Annib
.

175

ὃ δ’ ἐπιτηρήσας νύκτα ἀσέληνον καὶ χωρίον, ἐν ᾧ Φούλβιος ἑσπέρας τεῖχος μὲν οὐκ ἔφθανεν ἐγεῖραι, τά‐
φρον δ’ ὀρυξάμενος καὶ διαστήματα ἀντὶ πυλῶν κατα‐ λιπὼν καὶ τὸ χῶμα προβαλὼν ἀντὶ τείχους ἡσύχαζεν,170
5ἔς τε λόφον ὑπερκείμενον αὐτοῦ καρτερὸν ἔπεμψε λα‐
Annib
.

176

θὼν ἱππέας, οἷς εἴρητο ἡσυχάζειν, ἕως οἱ Ῥωμαῖοι τὸν λόφον ὡς ἔρημον ἀνδρῶν καταλαμβάνωσι, τοῖς δ’ ἐλέφασι τοὺς Ἰνδοὺς ἐπιβήσας ἐκέλευσεν ἐς τὸ τοῦ Φουλβίου στρατόπεδον ἐσβιάζεσθαι διά τε τῶν διαστημάτων καὶ
Annib
.

177

διὰ τῶν χωμάτων, ὡς δύναιντο. σαλπικτὰς δὲ αὐτοῖς καὶ βυκανητάς τινας ἐξ ὀλίγου διαστήματος ἕπεσθαι κελεύσας προσέταξεν, ὅταν ἔνδον γένωνται, τοὺς μὲν θόρυβον πολὺν ἐγείρειν περιθέοντας, ἵνα πολλοὶ δόξωσιν
5εἶναι, τοὺς δὲ ῥωμαΐζοντας βοᾶν, ὅτι Φούλβιος, ὁ Ῥω‐ μαίων στρατηγός, κελεύει τὸ στρατόπεδον ἐκλιπόντας ἐπὶ
Annib
.

178

τὸν ἐγγὺς λόφον ἀναπηδᾶν. τόδε μὲν ἦν τὸ στρατήγημα τοῦ Ἀννίβου, καὶ τούτων τὰ μὲν πρῶτα πάντα κατὰ νοῦν ἀπήντησεν· οἵ τε γὰρ ἐλέφαντες ἐσῆλθον τοὺς φύλακας καταπατήσαντες, καὶ οἱ σαλπικταὶ τὸ αὑτῶν
5ἐποίουν, καὶ ὁ θόρυβος Ῥωμαίοις ἐξ εὐνῆς ἀνισταμένοις ἐν μελαίνῃ νυκτὶ ἀδόκητος ἐμπεσὼν ἐπιφοβώτατος ἦν, τῶν τε ῥωμαϊζόντων ἀκούοντες, ὅτι παρήγγελται
Annib
.

179

φεύγειν ἐς τὸν λόφον, περὶ τοῦτ’ ἐγίγνοντο. Φούλβιος δ’ αἰεί τινα προσδοκῶν ἐνέδραν καὶ τοῦτο ὑποπτεύων ἐν ἅπασι τοῖς Ἀννίβου, εἴθ’ ὑπ’ οἰκείας τότε συνέσεως, εἴτε θεολήπτῳ γνώμῃ προσπεσών, εἴτε παρὰ αἰχμαλώτου
5τὰ ἀκριβέστατα μαθών, τοὺς χιλιάρχους ὀξέως ἐπέστησε ταῖς εἰς τὸν λόφον ἀγούσαις ὁδοῖς, κωλύειν τοὺς δι’ αὐτῶν φερομένους καὶ μεταδιδάσκειν, ὅτι τοῦτ’ οὐχ ὁ στρατηγὸς Ῥωμαίων, ἀλλ’ Ἀννίβας ἐκήρυξεν ἐνεδρεύων.
Annib
.

180

αὐτὸς δὲ τοῖς χώμασι φυλακὰς ἀκριβεῖς ἐπιστήσας, μή τις ἔφοδος ἔξωθεν ἄλλη γένοιτο, ἐβοηδρόμει μεθ’ ἑτέρων
ἀνὰ τὸ στρατόπεδον, ἅπαντα ἔχειν ἀσφαλῶς καὶ ὀλίγους171
Annib
.

181

τοὺς μετὰ τῶν ἐλεφάντων ἐσελθόντας εἶναι. δᾷδάς τε ἧπτε καὶ πῦρ πανταχόθεν ἤγειρε, καὶ καταφανὴς ἦν ἡ τῶν ἐσελθόντων ὀλιγότης, ὥστε αὐτῶν πάνυ καταφρονή‐ σαντες οἱ Ῥωμαῖοι, ἐς ὀργὴν ἐκ τοῦ πρὶν δέους μετα‐
5βαλόντες, εὐμαρῶς οἷα ψιλοὺς καὶ ὀλίγους διέφθειραν.
Annib
.

182

οἱ δ’ ἐλέφαντες, οὐκ ἔχοντες εὐρύχωρον οὐδὲν ἐς ἀνα‐ στροφήν, εἰλούμενοι περὶ σκηνὰς καὶ φάτνας, ἐβάλ‐ λοντο πρὸς ἁπάντων ἐπιτυχῶς διὰ τὴν στενότητα τοῦ χωρίου καὶ τὸ μέγεθος τῶν σωμάτων, μέχρι περι‐
5αλγοῦντές τε καὶ ἀγανακτοῦντες καὶ ἐπιδραμεῖν ἐς τοὺς πολεμίους οὐκ ἔχοντες τοὺς ἐπιβάτας σφῶν ἀπ‐ εσείοντο καὶ κατεπάτουν σὺν ὀργῇ καὶ βοῇ πάνυ ἠγριω‐ μένοι καὶ ἐξεπήδων ἐκ τοῦ στρατοπέδου.
Annib
.

183

Φούλβιος μὲν δὴ Φλάκκος, εὐσταθῶς καὶ εὐμηχά‐ νως αἰφνιδίῳ συνενεχθεὶς ἐνέδρᾳ, περιῆν τοῦ Ἀννίβου καὶ τὸν στρατὸν περιέσωζεν αἰεὶ πεφρικότα τὰς Ἀννί‐ βου μηχανάς· ὁ δ’ Ἀννίβας, ἐπεὶ τῆς πείρας ἀπέτυχεν,
5ἐς Λευκανοὺς διελθὼν ἐχείμαζε καὶ ἐπὶ τρυφῆς ἦν οὐ συνήθους ἐρωμένην τε εἶχεν ἄγριος ἀνήρ. καὶ εὐθὺς
Annib
.

184

αὐτῷ κατ’ ὀλίγον ἐτρέπετο πάντα. Φούλβιος δ’ ἐς Καπύην πρὸς τὸν συστράτηγον ἐπανῄει, καὶ τοῖς Καπυ‐ αίοις προσέβαλλον ἄμφω καρτερῶς, ἐπειγόμενοι χειμῶνος
Annib
.

185

ἑλεῖν τὴν πόλιν, ἕως Ἀννίβας ἠρεμεῖ. Καπυαῖοι δέ, τῶν τροφῶν σφᾶς ἐπιλειπουσῶν καὶ οὐδαμόθεν ἄλλων ἐπεισ‐ αγομένων, ἐνεχείρισαν ἑαυτοὺς τοῖς στρατηγοῖς· ἐνεχεί‐ ρισαν δὲ καὶ ὅσοι Λιβύων αὐτοὺς ἐφρούρουν, αὐτοῖς
Annib
.

186

στρατηγοῖς, Ἄννωνι ἑτέρῳ καὶ Βωτᾷ. Ῥωμαῖοι δὲ τῇ μὲν πόλει φρουρὰν ἐπέστησαν καὶ ὅσους εὗρον αὐτομο‐
λοῦντας, χεῖρας αὐτῶν ἀπέτεμον· Λιβύων δὲ τοὺς μὲν ἐπιφανεῖς ἐς Ῥώμην ἔπεμψαν, τοὺς δὲ λοιποὺς ἀπέδοντο.172
Annib
.

187

καὶ Καπυαίων αὐτῶν τοὺς μὲν αἰτίους μάλιστα τῆς ἀποστάσεως ἀπέκτειναν, τῶν δ’ ἄλλων τὴν γῆν ἀφείλοντο μόνον. εὔφορος δ’ ἐστὶν ἐς σῖτον ἡ περὶ τὴν Καπύην πᾶσα· πεδιὰς γάρ ἐστιν.
Annib
.

188

Καπύη μὲν δὴ πάλιν ἐς Ῥωμαίους ἐπανῆκτο, καὶ μέγα τοῦτο Λιβύων ἐς τὴν Ἰταλίαν πλεονέκτημα περι‐ ῄρητο· ἐν δὲ Βρυττίοις, οἳ μέρος εἰσὶ τῆς Ἰταλίας, ἀνὴρ ἐκ πόλεως Τισίας φρουρουμένης ὑπὸ τῶν Λιβύων,
5ἐθίσας αἰεί τι λῄζεσθαι καὶ φέρειν τῷ φρουράρχῳ καὶ παρὰ τοῦτο αὐτῷ συνήθης ἐς πάντα γεγονὼς καὶ σχε‐ δὸν συστράτηγος, ἤλγει τῶν φρουρῶν ἐς τὴν πατρίδα
Annib
.

189

ὑβριζόντων. συνθέμενος οὖν τῷ Ῥωμαίων στρατηγῷ καὶ πιστὰ δοὺς καὶ λαβὼν ἑκάστοτέ τινας ὡς αἰχμαλώ‐ τους ἐσῆγεν ἐς τὴν ἄκραν καὶ τὰ ὅπλα αὐτῶν ἐσέφερεν ὡς σκῦλα. ἐπεὶ δὲ πλέονες ἐγένοντο, ἐξέλυσεν αὐτοὺς
5καὶ ὥπλισε καὶ τὴν Λιβύων φρουρὰν ἀνεῖλε καὶ παρὰ
Annib
.

190

Ῥωμαίων ἄλλην ἐσηγάγετο. Ἀννίβου δὲ οὐ πολὺ ὕστε‐ ρον παροδεύοντος αὐτοὺς οἱ μὲν φρουροὶ καταπλαγέν‐ τες ὑπὸ τοῦ δέους ἐξέφυγον ἐς Ῥήγιον, οἱ δὲ Τισιᾶται παρέδωκαν αὑτοὺς τῷ Ἀννίβᾳ. καὶ ὁ Ἀννίβας τοὺς
5μὲν αἰτίους τῆς ἀποστάσεως ἔκαυσε, τῇ δὲ πόλει φρου‐ ρὰν ἐπέστησεν ἄλλην.
Annib
.

191

Ἰαπύγων δ’ ἐν πόλει Σαλαπίᾳ, Λιβύων ὑπηκόῳ, δύο ἤστην ἄνδρε τῶν μὲν ἄλλων γένει καὶ πλούτῳ καὶ δυνάμει διαφέροντε, ἀλλήλοιν δ’ ἐκ πολλοῦ διαφόρω.
τούτοιν Δάσιος μὲν τὰ Λιβύων ᾑρεῖτο, Βλάτιος δὲ τὰ173
Annib
.

192

Ῥωμαίων. ἕως μὲν οὖν ἤκμαζεν τὰ Ἀννίβου, ἐφ’ ἡσυ‐ χίας ἦν ὁ Βλάτιος· ἐπεὶ δὲ ἠγείρετο τὰ Ῥωμαίων καὶ τὰ πολλὰ τῆς ἐσφετερισμένης ἀρχῆς ἀνελάμβανον, ἔπειθεν ὁ Βλάτιος τὸν ἐχθρὸν ὑπὲρ τῆς πατρίδος αὑτῷ
5συμφρονῆσαι μόνης, μή τι πάθοι, Ῥωμαίων αὐτὴν βίᾳ
Annib
.

193

λαβόντων, ἀνήκεστον. ὃ δ’ ὑποκρινάμενος συντίθεσθαι κατεμήνυσε τοῦτ’ Ἀννίβᾳ. καὶ ἐδίκαζεν αὐτοῖς ὁ Ἀννί‐ βας, Δασίου μὲν κατηγοροῦντος, Βλατίου δ’ ἀπολογου‐ μένου καὶ συκοφαντεῖσθαι διὰ τὴν ἔχθραν λέγοντος·
5ὃ καὶ τέως ἄρα προορῶν ἐτόλμησεν ἐχθρῷ προσενεγκεῖν λόγον τοιόνδε, ὡς ἀπίστῳ κατηγόρῳ διὰ τὴν ἔχθραν
Annib
.

194

ἐσομένῳ. Ἀννίβας δ’ οὔτε ἀπορρῖψαι τὸ ἔργον οὔτε τῷ παρ’ ἐχθροῦ πιστεῦσαι ῥᾳδίως ἀξιῶν μεθίστατο αὐτοὺς ὡς σκεψόμενος ἐφ’ ἑαυτοῦ. στενῆς δὲ τῆς ἐξόδου πάμπαν οὔσης ὁ Βλάτιος ἔφη τῷ Δασίῳ, τοὺς ἄλλους λαθών·
5“οὐ σώσεις, ὦ ἀγαθέ, τὴν πατρίδα;” ὃ δὲ καὶ τοῦτ’
Annib
.

195

εὐθὺς ἐκβοήσας ἐμήνυεν. καὶ ὁ Βλάτιος οἰκτισάμενος τότε μάλιστα ἀξιοπίστως εἶπεν, ὡς ἐπιβουλεύοιτο ὑπ’ ἐχ‐ θροῦ τεχνίτου. “τοῦτο δ’,” ἔφη, “τὸ νῦν ἐπιβούλευμα
Annib
.

196

καὶ τῆς πρότερον ἀμφιλογίας, εἴ τις ἦν, ῥύσεταί με. τίς γὰρ ἂν ἢ πρότερον ἐχθρῷ περὶ τοιῶνδε διεπίστευ‐ σεν ἢ νῦν, εἰ καὶ τέως ἐπεπλάνητο, ἀπίστῳ καὶ κατ‐ ηγόρῳ περὶ ἐκεῖνα γεγενημένῳ, κινδυνεύων ἔτι καὶ
5κρινόμενος καὶ ἀρνούμενος αὖθις ἂν τὰ δεύτερα ταῦτ’ ἐθάρρησεν εἰπεῖν, καὶ μάλιστ’ ἐν τῷ δικαστηρίῳ, πολ‐ λῶν μὲν ἀκοῦσαι δυναμένων, τοῦ δὲ κατηγόρου καὶ
Annib
.

197

τόδε μέλλοντος εὐθὺς ὁμοίως ἐρεῖν; εἰ δὲ δὴ καὶ ἐγεγένητο”, ἔφη, “χρηστὸς ἐξαίφνης καὶ φίλος, τί μοι συλλαβεῖν ὑπὲρ τῆς πατρίδος ἔτι δυνατὸς ἦν; τί δ’ ἂν ἐδεόμην ἐγὼ
Annib
.

198

μηδὲν ἐπικουρεῖν δυναμένου;” ἅ μοι δοκεῖ προϊδὼν πάλιν ὁ Βλάτιος ψιθύρως ἐντυχεῖν τῷ Δασίῳ καὶ ἐς ἀπιστίαν αὐτὸν ἐμβαλεῖν μείζονα, ἐπαγαγέσθαι δ’ ἐκ τοῦδε καὶ174
Annib
.

199

Ἀννίβαν ἐς ἀπιστίαν τῶν πρότερον εἰρημένων. οὐ μὴν οὐδ’ ἐκφυγὼν τὴν δίκην ὁ Βλάτιος ἀφίστατο μὴ μεταπεί‐ θειν τὸν ἐχθρόν, καταφρονῶν ἄρα ὡς ἐς πάντα γεγονότος ἀπίστου. ὃ δὲ αὖθις ὑπεκρίνετο συντίθεσθαι καὶ τὴν
Annib
.

200

ἐπίνοιαν τῆς ἀποστάσεως ᾔτει μαθεῖν. ὃ δὲ οὐδὲν ὀκνήσας ἔφη· “διαδραμοῦμαι μὲν ἐπί τι τῶν στρατοπέδων ἐγὼ τῶν Ῥωμαϊκῶν”, μηνύσας αὐτῷ τὸ πάνυ πορρωτάτω, “καὶ στρατιὰν ἄξω λαβών· ἔστι γάρ μοι φίλος ὁ στρατηγὸς
5ἐκείνου τοῦ στρατοῦ· σὺ δ’ ὑπομένειν μοι δεῦρο καὶ
Annib
.

201

τὰ ἔνδον ἐπιτηρεῖν.” ὃ μὲν εἶπεν οὕτω καὶ εὐθὺς ἐξέδραμε, λαθὼν Δάσιον, οὐκ ἐς ἐκεῖνο τὸ στρατόπεδον, ἀλλὰ ἐς Ῥώμην, ὁδὸν ἐλάσσονα. καὶ δοὺς τῇ βουλῇ τὸν υἱὸν ὅμηρον ἱππέας ᾔτει χιλίους, μεθ’ ὧν ἠπείγετο κατὰ
Annib
.

202

σπουδήν, τὸ μέλλον ἔσεσθαι προορώμενος. ὁ δὲ Δάσιος ταῖς ἐπιούσαις ἡμέραις τὸν ἐχθρὸν οὐχ ὁρῶν, εἴκασεν αὐτὸν ἐγχειρεῖν τοῖς ἐγνωσμένοις ὡς ἤδη πιστεύοντα αὐτῷ. νομίσας οὖν ἐς ἐκεῖνο τῷ ὄντι τὸ πορρωτέρω
5στρατόπεδον αὐτὸν οἴχεσθαι διέδραμεν πρὸς Ἀννίβαν, καταφρονῶν, ὅτι φθάσει ἐκεῖνον ἐπανελθών, καὶ “νῦν μέν”, ἔφη, “παραδώσω σοι τὸν Βλάτιον ἐπ’ αὐτοφώρῳ
Annib
.

203

στρατιὰν ἐπάγοντα τῇ πόλει.” καὶ τὸ γεγονὸς ἐκθέμενος καὶ λαβών τινας ἐπανῆγεν ἐς τὴν πατρίδα μετὰ σπουδῆς ὡς οὔπω τοῦ Βλατίου πλησιάζοντος. ὃ δ’ ἔνδον τε ἦν ἄρτι καὶ τὴν φρουρὰν τὴν Λιβύων ὀλίγην οὖσαν ἀνελὼν
5ἐφύλασσε μηδένα παρελθεῖν καὶ πύλας τὰς μὲν ἄλλας ἐκεκλείκει, τὰς δ’ ἐς τὴν ἐπάνοδον Δασίου μόνας εἴασεν
Annib
.

204

ἀνεῷχθαι. καὶ τὸ κατ’ ἐκείνας μέρος ἅπαν εἶχεν ἀνυπό‐
πτως· τὰ δ’ ἐντὸς ἐξετετάφρευτο καὶ διείληπτο, ὡς μὴ δύνασθαι τοὺς ἐμπεσόντας ἐς ὅλην διαδραμεῖν. Δάσιος δέ, ἐπεὶ τὰς πύλας εἶδεν ἀνεῳγμένας, ἥσθη νομίσας175
Annib
.

205

προλαβεῖν τὸν ἐχθρὸν καὶ ἐσήλατο γεγηθώς. ὃ δ’ ἐπι‐ κλείσας διέφθειρεν αὐτόν τε καὶ τοὺς ἐσδραμόντας, ὠθουμένους ἐν στενῷ καὶ διαδρομὴν διὰ τὰς τάφρους οὐκ ἔχοντας. ὀλίγοι δ’ αὐτῶν διὰ τοῦ τείχους ἐξαλόμενοι
5διέφυγον.
Annib
.

206

καὶ Βλάτιος μὲν οὕτω περιῆν Δασίου, τρὶς ἀντενε‐ δρεύων, Φούλβιος δέ, Ῥωμαίων ὕπατος, Ἐρδονίαν ἐπο‐ λιόρκει· καὶ αὐτὸν Ἀννίβας ἔλαθεν ἑσπέρας ἐγγὺς γενόμενος καὶ ἀπεῖπε πυρὰ μὴ καίειν καὶ σιωπὴν παρήγ‐
Annib
.

207

γειλε. περὶ δὲ ἕω, γενομένης ὁμοῦ τι καὶ ὁμίχλης, τοὺς μὲν ἱππέας ἔπεμψεν ἐπιχειρεῖν τῷ Ῥωμαίων στρα‐ τοπέδῳ, καὶ αὐτοὺς ἠμύνοντο ἐκεῖνοι, σὺν θορύβῳ μὲν ὡς ἀπ’ εὐνῆς, σὺν θάρσει δὲ οἷα ὀλίγους ποθὲν
Annib
.

208

αὑτοῖς ἐπιφανέντας. ὁ δ’ Ἀννίβας ἐπὶ θάτερα τῷ πεζῷ τὴν πόλιν περιῄει, κατασκεπτόμενος ἅμα καὶ τοὺς ἔν‐ δον ἐπελπίζων, ἕως ἐπῆλθεν τοῖς Ῥωμαίοις ἐν τῇ περι‐ όδῳ, εἴτε προϊδόμενος, εἴτε κατὰ συντυχίαν κυκλού‐
Annib
.

209

μενος αὐτούς. οἳ δ’ ἔπιπτον ἤδη λάβρως καὶ ἀθρόως, ἀμφίβολοι γεγονότες· καὶ ἀπέθανον αὐτῶν ἐς ὀκτα‐ κισχιλίους καὶ ὁ ὕπατος αὐτὸς ὁ Φούλβιος. οἱ λοιποὶ δ’ ἔς τι χῶμα πρὸ τοῦ στρατοπέδου ἀναθορόντες αὐτό
5τε διέσωσαν γενναίως ἀμυνόμενοι καὶ τὸν Ἀννίβαν ἐκώλυσαν λαβεῖν τὸ στρατόπεδον.
Annib
.

210

μετὰ δὲ τοῦτο Ῥωμαῖοι μὲν τὴν Ἰαπύγων ἀποστάν‐ των ἐδῄουν, Ἀννίβας δὲ τὴν Καμπανῶν, ἐς Ῥωμαίους μεταθεμένων χωρὶς Ἀτέλλης μόνης. καὶ Ἀτελλαίους μετῴκιζεν ἐς Θουρίους, ἵνα μὴ τῷ Βρυττίων καὶ Λευκα‐176
Annib
.

211

νῶν καὶ Ἰαπύγων ἐνοχλοῖντο πολέμῳ. καὶ Ῥωμαῖοι τοὺς ἐκ Νουκερίας ἐκπεσόντας ἐν Ἀτέλλῃ μετῴκιζον ἔς τε τὴν Ἀννίβου ἔτι ὑπήκοον ἐσβαλόντες Αὐλωνίαν τε εἷλον καὶ τὴν Βρυττίων γῆν ἐπέτρεχον καὶ Τάραντα,
5φρουρουμένην ὑπὸ Καρθάλωνος, ἐκ γῆς καὶ θαλάσσης
Annib
.

212

ἐπολιόρκουν. ὁ δὲ Καρθάλων ὀλίγων Καρχηδονίων παρόντων Βρυττίους ἐς τὴν φρουρὰν προσέλαβεν. τῶν δὲ Βρυττίων ὁ φρούραρχος ἤρα γυναικός, ἧς ἀδελφὸς ὑπὸ Ῥωμαίοις στρατευόμενος ἔπραξεν διὰ τῆς ἀδελφῆς τὸν
5φρούραρχον ἐνδοῦναι Ῥωμαίοις, ἐπάγουσι τὰς μηχανάς, ᾗ τοῦ τείχους αὐτὸς ἐφρούρει.
Annib
.

213

Τάραντα μὲν δὴ Ῥωμαῖοι τόνδε τὸν τρόπον ἀνέλαβον, εὔκαιρον ἐς πολέμους χωρίον καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν· Ἀννίβας δ’ ἐπειγόμενος ἐς αὐτήν, ὡς ἔμαθεν εἰλημμένην, παρῆλθεν ἀχθόμενος ἐς Θουρίους κἀκεῖθεν
5ἐς Βενουσίαν, ἔνθα αὐτῷ Κλαύδιός τε Μάρκελλος, ὁ Σικελίαν ἑλών, πέμπτον ὑπατεύων τότε, καὶ Τίτος Κρισπῖνος ἀντιστρατοπεδεύοντες οὐκ ἐτόλμων ἄρχειν
Annib
.

214

μάχης. λείαν δέ τινα ὑπὸ Νομάδων ἀγομένην Μάρκελλος ἰδὼν καὶ δόξας ὀλίγους εἶναι τοὺς ἄγοντας ἐπέδραμεν αὐτοῖς μετὰ τριακοσίων ἱππέων σὺν καταφρονήσει καὶ πρῶτος ἡγεῖτο, θυμικὸς ὢν ἐς μάχας καὶ παρακινδυνευτι‐
Annib
.

215

κὸς αἰεί. ἄφνω δὲ πολλῶν τῶν Λιβύων φανέντων καὶ πανταχόθεν αὐτῷ προσπεσόντων οἱ μὲν οὐραγοῦντες Ῥωμαίων πρῶτοι φυγῆς ἦρχον, ὁ δὲ Μάρκελλος ὡς ἑπομένων αὐτῶν ἐμάχετο γενναίως, μέχρι κατακοντισθεὶς
Annib
.

216

ἀπέθανε. καὶ αὐτοῦ τῷ σώματι ὁ Ἀννίβας ἐπιστάς, ὡς εἶδε τὰ τραύματα πάντα ἐπὶ τῶν στέρνων, ἐπῄνεσε μὲν177
Annib
.

217

ὡς στρατιώτην, ἐπέσκωψε δὲ ὡς στρατηγόν. καὶ τὸν δακτύλιον αὐτοῦ περιελὼν τὸ μὲν σῶμα ἔκαυσε λαμπρῶς καὶ τὰ ὀστᾶ τῷ παιδὶ προσέπεμψεν ἐς τὸ Ῥωμαίων στρα‐
Annib
.

218

τόπεδον· Σαλαπίνοις δὲ μηνίων εὐθὺς ἐτύπωσεν ἐπιστολὴν τῇ σφραγῖδι Μαρκέλλου, πρὶν αἰσθέσθαι πολλοὺς περὶ τοῦ θανάτου, καὶ αὐτόμολον ἄνδρα Ῥωμαῖον ἔπεμψε φέρειν δηλοῦντα, ὅτι στρατιὰ Μαρκέλλου κατόπιν ἔρχοιτο
Annib
.

219

καὶ ὁ Μάρκελλος αὐτὴν ὑποδέξασθαι κελεύοι. ἄρτι δ’ εἰλήφεσαν Κρισπίνου γράμματα περιπέμψαντος ἐς ἅπαντας, ὅτι τῆς Μαρκέλλου σφραγῖδος Ἀννίβας κεκρα‐ τήκοι. τὸν οὖν ἄγγελον, ἵνα μὴ παραμένων ἐπιγνοίη τὰ
5γιγνόμενα, ἀπέπεμψαν ὑποσχόμενοι τὰ προστασσόμενα ποιήσειν, αὐτοὶ δ’ ὁπλισάμενοι τὴν ἐνέδραν ἐπὶ τῶν
Annib
.

220

τειχῶν ἀνέμενον. καὶ προσιόντος τοῦ Ἀννίβου μετὰ Νομάδων, οὓς Ῥωμαϊκοῖς ὅπλοις ἐσκεύασεν, τὰς μὲν πύλας ἐκ μηχανήματος ἀνέσπασαν ὡς δὴ Μαρκέλλου προσιόντος ἀσμενίζοντες, εἰσδεξάμενοι δ’, ὅσων εὐμαρῶς
5κρατήσειν ἔμελλον, αὖθις ἐκ τοῦ μηχανήματος αὐτὰς ἐπικαθ‐ ῆκαν καὶ τοὺς μὲν ἐσελθόντας ἔκτειναν, τοὺς δ’ ἔξω τῶν τειχῶν ἔτι περιεστῶτας ἄνωθεν ἔβαλλόν τε καὶ κατε‐ τίτρωσκον. καὶ δευτέρας τῆσδε πείρας ὁ Ἀννίβας ἐπὶ τῇ πόλει σφαλεὶς ἀπεχώρει.
Annib
.

221

ἐν τούτῳ δὲ καὶ Ἀσρούβας, ὁ ἀδελφὸς Ἀννίβου, τὴν στρατιάν, ἣν ἐξενάγησεν ἐν τοῖς Κελτίβηρσιν, ἔχων, διέβαινεν ἐς τὴν Ἰταλίαν καὶ Κελτῶν φιλίως αὐτὸν δεχο‐ μένων τὰ Ἄλπεια ὄρη, ὡδοποιημένα πρότερον ὑπὸ
5Ἀννίβου, διώδευε δύο μησίν, ὅσα τέως Ἀννίβας ἓξ
διῆλθεν, ἐσέβαλλέν τε ἐς Τυρρηνίαν, ἄγων πεζοὺς μὲν τετρακισμυρίους ἐπὶ ὀκτακισχιλίοις, ἱππέας δὲ ὀκτα‐ κισχιλίους καὶ ἐλέφαντας πεντεκαίδεκα, καὶ γράμματα178
Annib
.

222

πρὸς τὸν ἀδελφὸν ἔπεμπε, δηλῶν, ὅτι παρείη. τούτων τῶν γραμμάτων ὑπὸ Ῥωμαίων ἁλόντων οἱ ὕπατοι Σαλινάτωρ καὶ Νέρων, μαθόντες αὐτοῦ τὸ πλῆθος τῆς στρατιᾶς ἀπὸ τῶν γραμμάτων, συνῆλθον ἐς ταὐτὸ πάσαις
5ταῖς δυνάμεσιν καὶ ἀντεστρατοπέδευσαν αὐτῷ περὶ πόλιν
Annib
.

223

Σήνας. ὃ δ’ οὔπω μάχεσθαι κεκρικώς, ἀλλὰ τῷ ἀδελφῷ συνελθεῖν ἐπειγόμενος ὑπεχώρει καὶ νυκτὸς ἀναζεύξας περὶ ἕλη καὶ τέλματα καὶ ποταμὸν οὐκ εὔπορον ἠλᾶτο, μέχρι φανείσης ἡμέρας οἱ Ῥωμαῖοι, καταλαβόντες αὐτοὺς
5διερριμμένους τε καὶ κεκμηκότας ὑπὸ ἀγρυπνίας καὶ κόπου, πλείστους μὲν αὐτῶν ἅμα τοῖς ταξιάρχοις συντασ‐ σομένους ἔτι καὶ συνιόντας διέφθειραν καὶ αὐτὸν ἐπ’ ἐκείνοις Ἀσρούβαν, πλείστους δ’ αἰχμαλώτους ἔλαβον καὶ μεγάλου δέους ἀπήλλαξαν τὴν Ἰταλίαν, ἀμάχου ἂν
10σφίσι τοῦ Ἀννίβου γενομένου, εἰ καὶ τήνδε τὴν στρατιὰν
Annib
.

224

προσέλαβεν. θεὸς δέ μοι δοκεῖ τόδε Ῥωμαίοις ἀντιδοῦναι τῆς ἐπὶ Κάνναις ἀτυχίας, οὐ πόρρω τε ἐπ’ ἐκείνῃ καὶ ἰσο‐ στάσιόν πως ἐκείνῃ γενόμενον· στρατηγοί τε γὰρ οἱ ἑκατέρων ἀπώλοντο, καὶ στρατοῦ πλῆθος ἐγγυτάτω
5μάλιστα ἐπ’ ἴσης, καὶ τὰ αἰχμάλωτα πολλὰ γενέσθαι καὶ τοῖσδε κἀκείνοις συνηνέχθη, στρατοπέδων τε καὶ παρασκευῆς τῆς ἀλλήλων δαψιλοῦς ἐκράτουν ἑκάτεροι. οὕτω παραλλὰξ ἡ πόλις εὐτυχιῶν καὶ συμφορῶν ἐπει‐ ρᾶτο. Κελτιβήρων δ’ ὅσοι διέφυγον ἐκ τοῦ κακοῦ, οἳ
10μὲν ἐς τὰ οἰκεῖα, οἳ δ’ ἐς Ἀννίβαν ἐχώρουν.
Annib
.

225

ὃ δ’, ἐπί τε τῷ ἀδελφῷ καὶ στρατιᾷ τοσῇδε δι’ ἀπειρίαν ὁδῶν αἰφνίδιον ἀπολωλυίᾳ δυσφορῶν καὶ
τεσσαρεσκαιδέκατον ἔτος ἔχων ἐν πόνοις ἀτρύτοις, ἐξ οὗ Ῥωμαίοις ἐν Ἰταλίᾳ διεπολέμει, πάντων τε ὧν εἰλήφει179
5πρότερον, ἐκπεπτωκώς, ἐς Βρυττίους, ὅπερ αὐτῷ λοιπὸν ἔθνος ὑπήκοον ἦν, ἀνεχώρει καὶ ἡσύχαζεν ὡς ἑτέρας
Annib
.

226

δυνάμεως ἀφιξομένης ἀπὸ Καρχηδόνος. οἳ δ’ ἔπεμψαν μὲν αὐτῷ ναῦς ἑκατὸν στρογγύλας, ἐφ’ ὧν σῖτός τε ἦν καὶ στρατιὰ καὶ χρήματα, οὐδενὸς δ’ ἐρετικοῦ παραπέμ‐ ποντος αὐτὰς ἄνεμος ἐς Σαρδόνα κατήνεγκεν, καὶ ὁ τῆς
5Σαρδόνος στρατηγὸς ἐπιπλεύσας μακραῖς ναυσὶν κατέδυσε μὲν αὐτῶν εἴκοσιν, ἑξήκοντα δ’ ἔλαβεν, αἱ δὲ λοιπαὶ
Annib
.

227

διέφυγον ἐς Καρχηδόνα. καὶ ὁ Ἀννίβας ἔτι μᾶλλον ἀπορούμενός τε καὶ τὰ παρὰ Καρχηδονίων ἀπεγνωκώς, οὐδὲ Μάγωνος αὐτῷ τι, τοῦ ξενολογοῦντος ἐν Κελτοῖς καὶ Λίγυσιν, ἐπιπέμποντος, ἀλλὰ τὸ μέλλον ἔσεσθαι
5περιορωμένου, συνιδών, ὅτι μένειν ἐπὶ πλεῖον οὐ δυνήσεται, αὐτῶν ἤδη Βρυττίων ὡς ἀλλοτρίων ὅσον οὔπω γενη‐ σομένων κατεφρόνει καὶ ἐσφορὰς ἐπέβαλλεν αὐτοῖς πάνυ πολλὰς τάς τε ὀχυρὰς τῶν πόλεων μετῴκιζεν ἐς τὰ πεδινά, ὡς βουλευούσας ἀπόστασιν, πολλούς τε τῶν ἀνδρῶν
10αἰτιώμενος διέφθειρεν, ἵνα τὰς περιουσίας αὐτῶν σφετε‐ ρίζοιτο.
Annib
.

228

καὶ ὃ μὲν ἐν τούτοις ἦν, ἐν δὲ Ῥώμῃ γίγνονται μὲν ὕπατοι Λικίνιός τε Κράσσος καὶ Πόπλιος Σκιπίων, ὁ λαβὼν Ἰβηρίαν· τούτων δὲ Κράσσος μὲν ἀντεστρατοπέ‐ δευσεν Ἀννίβᾳ περὶ Ἰαπυγίαν, Σκιπίων δὲ τὸν δῆμον
5ἐδίδασκεν οὔ ποτε Καρχηδονίους οὐδ’ Ἀννίβαν ἀποστή‐ σεσθαι σφίσιν ἐνοχλοῦντας ἀμφὶ τὴν Ἰταλίαν, εἰ μὴ Ῥωμαίων στρατὸς ἐς Λιβύην διέλθοι καὶ κίνδυνον αὐτοῖς
Annib
.

229

ἐπιστήσειεν οἰκεῖον. λιπαρήσας τε πάνυ καρτερῶς καὶ πείσας ὀκνοῦντας ᾑρέθη στρατηγὸς αὐτὸς ἐς Λιβύην καὶ
Annib
.

230

διέπλευσεν εὐθὺς ἐς Σικελίαν. ἔνθα στρατὸν ἀγείρας τε καὶ γυμνάσας ἐπέπλευσε Λοκροῖς ἄφνω τοῖς ἐν Ἰταλίᾳ, φρουρουμένοις ὑπὸ Ἀννίβου· καὶ τὴν φρουρὰν κατα‐ σφάξας τε καὶ παραδοὺς Πλημινίῳ τὴν πόλιν αὐτὸς ἐς180
Annib
.

231

Λιβύην διέπλευσεν. Πλημίνιος δέ, οὐδεμίαν ὕβριν ἢ ἀσέλγειαν ἢ ὠμότητα ἐς τοὺς Λοκροὺς ἐκλιπών, ἐσύλησε λήγων καὶ τὸ τῆς Φερσεφόνης ἱερόν. καὶ τόνδε μὲν Ῥωμαῖοι μετὰ τῶν συναμαρτόντων αὐτῷ φίλων διέφθειραν
5ἐν τῷ δεσμωτηρίῳ καὶ τὰς περιουσίας αὐτῶν ἔδοσαν Λοκροῖς ἐς τὸν θησαυρὸν τῆς θεοῦ φέρειν· ὅσα τε ἄλλα ἐδύναντο τῶν ἀπολωλότων ἀνευρόντες, τὸ λεῖπον ἐκ τοῦ
Annib
.

232

κοινοῦ σφῶν ταμιείου τῇ θεῷ προσέθεσαν. τοῦ δ’ αὐτοῦ χρόνου Κωνσεντίαν τε, μεγάλην πόλιν Βρυττίων, καὶ ἄλλας ἓξ ἐπ’ αὐτῇ περιέσπασεν ἀπὸ Ἀννίβου Κράσ‐
Annib
.

233

σος. καὶ γιγνομένων ἐν Ῥώμῃ σημείων ἐκ Διὸς φοβε‐ ρῶν οἱ μὲν τὰ Σιβύλλεια ἐπισκεπτόμενοι δέκα ἄνδρες ἔφασαν ἐξ οὐρανοῦ τι ἐς Πεσινοῦντα τῆς Φρυγίας, ἔνθα σέβουσιν οἱ Φρύγες θεῶν μητέρα, πεσεῖσθαι
5τῶνδε τῶν ἡμερῶν καὶ δεῖν αὐτὸ ἐς τὴν Ῥώμην ἐνε‐ χθῆναι. μετ’ οὐ πολὺ δὲ πεσεῖν τε προσηγγέλθη καὶ
Annib
.

234

ἐς Ῥώμην ἐκομίσθη τὸ βρέτας. καὶ τὴν ἡμέραν ἑορτά‐ ζουσι καὶ νῦν μητρὶ θεῶν, ᾗ τότε ἐκομίσθη. λέγεται δὲ τὴν ναῦν, ἣ ἔφερεν αὐτό, ἰλύι τοῦ ποταμοῦ τοῦ Τιβέριος ἐνσχεθεῖσαν οὐδεμιᾷ μηχανῇ σαλεύεσθαι, μέχρι τῶν
5μάντεων προειπόντων ἕψεσθαι μόνως, εἰ γυνὴ καθαρεύουσα ξένων ἀνδρῶν ἑλκύσειεν, Κλαυδίαν Κόινταν, μοιχείας ἔγκλημα ἔχουσαν ἔτι ἄκριτον καὶ δι’ ἀσωτίαν ἐς αὐτὸ
πιθανωτάτην οὖσαν, ἐπιθειάσαι τε πολλὰ περὶ τῆς ἀναμαρτησίας καὶ ἀναδήσασθαι τῇ μίτρᾳ τὸ σκάφος. καὶ181
Annib
.

235

ἡ θεὸς ἕσπετο. Κλαυδία μὲν δὴ ἐξ αἰσχίστης δόξης ἐς ἀρίστην μετέβαλεν, Ῥωμαίοις δὲ καὶ πρὸ τῆς Κλαυδίας ἐκέλευε τὰ Σιβύλλεια διὰ τοῦ παρὰ σφίσιν ἀρίστου τὸ
Annib
.

236

βρέτας ἐκ Φρυγίας μεταγαγεῖν, καὶ τὸν ἄριστον ἐν τῷ τότε σφίσι δοκοῦντα εἶναι, Σκιπίωνα τὸν Νασικᾶν ἐπίκλην, ἐπεπόμφεσαν, υἱὸν μὲν ὄντα Γναίου Σκιπίωνος τοῦ στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ ἐν αὐτῇ πεσόντος,
5ἀνεψιὸν δὲ Σκιπίωνος τοῦ Καρχηδονίους ἀφελομένου τὴν ἡγεμονίαν καὶ πρώτου κληθέντος Ἀφρικανοῦ.
Annib
.

237

ὧδε μὲν ἡ θεὸς ἐς Ῥώμην δι’ ἀνδρῶν καὶ γυναικῶν ἀρίστων ἀφικνεῖτο· ἐν δὲ Λιβύῃ Καρχηδονίων συνεχῶς ὑπὸ τοῦδε τοῦ Σκιπίωνος ἡττωμένων, ὅσοι Βρυττίων ταῦτ’ ἐγίγνωσκον, ἀφίσταντο ἀπὸ τοῦ Ἀννίβου καὶ
Annib
.

238

τὰς φρουρὰς οἳ μὲν ἔκτεινον, οἳ δ’ ἐξέβαλλον. οἱ δὲ οὐδέτερα τούτων δυνάμενοι λάθρᾳ πρὸς τὴν σύγκλη‐ τον ἐπρέσβευον, τὴν μὲν ἀνάγκην αὑτῶν καὶ τὴν προ‐
Annib
.

239

αίρεσιν ὑποδεικνύοντες. Ἀννίβας δὲ ἐς μὲν Πετηλίαν ἔνοπλος παρῆλθεν, οὐκέτι Πετηλίνων ἐχόντων αὐτήν· ἐκβαλὼν γὰρ αὐτοὺς ἐδεδώκει Βρυττίοις. ᾐτιᾶτο δ’, ὅτι ἐπρέσβευσαν ἐς Ῥώμην, ἀρνουμένων δ’ ἐκείνων
Annib
.

240

ὑπεκρίνετο πιστεύειν. “ἵνα δ’,” ἔφη, “μηδ’ ὑπονοῆσθε,” τοὺς μὲν δυνατοὺς παρέδωκε τοῖς Νομάσιν κεχωρι‐ σμένως τηρεῖν αὐτῶν ἕκαστον, τοῦ δὲ πλήθους τὰ ὅπλα παρείλετο, τοὺς δὲ δούλους καθοπλίσας ἐπέστησε
5τῇ πόλει φύλακας. καὶ τούτοις ὅμοια τὰς ἄλλας πόλεις
Annib
.

241

ἐπιὼν ἐποίει. Θουρίων δὲ τρισχιλίους Καρχηδονίοις μάλιστα εὔνους ἐξελόμενος καὶ πεντακοσίους ἄλλους ἀπὸ τῶν ἀγρῶν τὰ λοιπὰ τῇ στρατιᾷ διαρπάζειν ἔδω‐182
Annib
.

242

κε. καὶ τῆς πόλεως ἐγκρατῆ φρουρὰν καταλιπὼν ἐς Κρότωνα τοὺς τρισχιλίους καὶ πεντακοσίους μετῴκιζε, τὴν πόλιν εὔκαιρον ἡγούμενος εἶναι καὶ ταμιεῖον αὐτὴν ἑαυτῷ καὶ ὁρμητήριον ἐπὶ τὰς ἄλλας τιθέμενος.
Annib
.

243

Καρχηδονίων δ’ αὐτὸν μετακαλούντων κατὰ σπου‐ δὴν ἐπικουρεῖν κινδυνευούσῃ τῇ πατρίδι ὑπὸ Σκιπίω‐ νος καὶ τὸν ναύαρχον Ἀσρούβαν ἐπ’ αὐτόν, ἵνα μὴ βραδύ‐ νειε, πεμψάντων ἤχθετο μέν, τῆς Καρχηδονίων ἐς τοὺς
5ἄρχοντας ἀπιστίας τε καὶ ἀχαριστίας ἐς πεῖραν ἐρχόμενος διὰ μακροῦ, καὶ τὴν αἰτίαν ἐδεδοίκει τοῦ τοσοῦδε πολέμου πρῶτος ἐμβαλὼν ἐν Ἰβηρίᾳ, ἐγνώκει δ’ ὑπ’ ἀνάγκης ὅμως ἕπεσθαι καὶ ναῦς εἰργάζετο πολλάς, εὐξύλου τῆς
Annib
.

244

Ἰταλίας οὔσης. τῶν δ’ ἔτι ὑπηκόων οἱ πόλεων ὡς ἀλλο‐ τρίων καταφρονῶν ἔγνω διαρπάσαι πάσας καὶ τὴν στρατιὰν πλουτίσας εὔνουν ἐς τὰς ἐν Καρχηδόνι συκοφαντίας
Annib
.

245

ἐπαγαγέσθαι. αἰδούμενός τε αὐτὸς παρασπονδεῖν Ἀσρού‐ βαν τὸν ναύαρχον ἐπὶ προφάσει περιέπεμπε, τοὺς φρουροῦν‐ τας ὀψόμενον. ὃ δὲ εἰς ἑκάστην πόλιν εἰσιὼν ἐκέλευε τοῖς ἐνοικοῦσιν αὐτούς τε καὶ δούλους αὐτῶν, ὅσα δύναιντο,
5λαβόντας ἐκ τῶν πόλεων μεθίστασθαι καὶ τὰ λοιπὰ
Annib
.

246

διήρπαζε. τούτων ἔνιοι πυνθανόμενοι, πρὶν τὸν Ἀσρούβαν ἥκειν, τοῖς φρουροῖς ἐπετίθεντο, καὶ συνέβαινεν ὅπου μὲν
κρατεῖν τὰς πόλεις, ὅπου δὲ τοὺς φρουρούς, σφαγή τε ποικίλη καὶ γυναικῶν ὕβρις καὶ παρθένων ἀπαγωγαὶ183
5καὶ πάντα, ὅσα ἐν πόλεσιν ἑαλωκυίαις, ἐγίγνοντο.
Annib
.

247

αὐτὸς δὲ ὁ Ἀννίβας τοὺς συστρατευομένους οἱ τῶν Ἰταλῶν εἰδὼς εὖ γεγυμνασμένους ἔπειθε πολλαῖς ὑπο‐ σχέσεσιν ἐς τὴν Λιβύην αὑτῷ συστρατεῦσαι. καὶ τού‐ των οἳ μὲν τὰ ἡμαρτημένα σφίσιν ἐς τὰς πατρίδας
5δεδιότες εἵποντο, φεύγοντες τὴν οἰκείαν ἑκόντες, οἳ
Annib
.

248

δὲ οὐδὲν ἁμαρτόντες ὤκνουν. ἀθροίσας οὖν τούσδε τοὺς ὑπομένειν ἀξιοῦντας ὡς δή τι λέξων αὐτοῖς ἢ χαριού‐ μενος τῶν γεγονότων ἢ περὶ τοῦ μέλλοντος ἐπισκήψων περιέστησε τὴν στρατιὰν ὡπλισμένην ἄφνω καὶ προσ‐
5έταξε τοῖς ἰδίοις ἀνδράποδα ἐξ αὐτῶν, ὅσα θέλουσιν,
Annib
.

249

ἐπιλέξασθαι. ὡς δὲ οἳ μὲν ἐπελέξαντο, οἳ δὲ ᾐδοῦντο συστρατιώτας πολλὰ συνειργασμένους σφίσιν ἀνδρα‐ ποδίσασθαι, τοὺς λοιποὺς κατηκόντισεν ἅπαντας, τοῦ μὴ τοιούσδε ἄνδρας ποτὲ Ῥωμαίοις γενέσθαι χρησίμους·
5ἐπικατέσφαξε δ’ αὐτοῖς καὶ ἵππους ἐς τετρακισχιλίους καὶ πλῆθος ὑποζυγίων, οὐ δυνάμενος ἐς Λιβύην ἐπάγεσθαι.
Annib
.

250

μετὰ δὲ τοῦτ’ ἐς τὰς ναῦς τὸ πλῆθος ἐμβιβάσας τὸ πνεῦμα ἀνέμενεν, ὀλίγους ἐς φυλακὴν ἐπὶ τῆς γῆς καταλιπών. οἱ δὲ Πετηλῖνοι καὶ σὺν αὐτοῖς ἕτεροι Ἰταλοὶ ἐπέθεντο καί
Annib
.

251

τινας αὐτῶν κατασφάξαντες ἀπέδρασαν. Ἀννίβας δ’ ἐπὶ Λιβύης ἀνήγετο, ἑκκαίδεκα ἔτεσιν ὁμαλῶς πορθήσας τε τὴν Ἰταλίαν καὶ τοὺς ἄνδρας ἐμπλήσας κακῶν μυρίων καὶ ἐς κίνδυνον ἔσχατον πολλάκις συναγαγὼν τοῖς τε ὑπηκόοις
5αὑτοῦ καὶ συμμάχοις ἐνυβρίσας ὡς πολεμίοις· ἅτε γὰρ
καὶ τέως αὐτοῖς οὐκ ἐπ’ εὐνοίᾳ μᾶλλον ἢ χρείᾳ χρώμενος, οὐδὲν ἔχων ἔτι πρὸς αὐτῶν ὠφελεῖσθαι, κατεφρόνησεν ὡς πολεμίων.184
Annib
.

252

Ἀννίβου δ’ ἀποπλεύσαντος ἡ βουλὴ τοῖς μὲν ἄλλοις ἔθνεσι τῆς Ἰταλίας, ὅσοι μετέθεντο πρὸς ἐκεῖνον, συν‐ έγνω τῶν γεγονότων καὶ ἀμνηστίαν ἐψηφίσατο, Βρυτ‐ τίων δὲ μόνων, οἳ μέχρι τέλους αὐτῷ προθυμότατοι
5γεγένηντο, χώραν τε πολλὴν ἀφείλετο καὶ ὅπλα, εἴ
Annib
.

253

τινα ἦν ἔτι χωρὶς ὧν Ἀννίβας ἀφῄρητο· ἔς τε τὸ μέλ‐ λον ἀπεῖπεν αὐτοῖς μὴ στρατεύεσθαι ὡς οὐδ’ ἐλευθέροις οὖσιν, ὑπηρέτας δὲ τοῖς τε ὑπάτοις καὶ στρατηγοῖς, τοῖς ἐς τὰς τῶν ἐθνῶν ἡγεμονίας ἀπιοῦσιν, ἐς τὰς δημοσίας
5ὑπηρεσίας οἷα θεράποντας ἀκολουθεῖν. τοῦτο τὸ τέλος ἦν Ἀννίβου τῆς ἐς τὴν Ἰταλίαν γενομένης
ἐσβολῆς.185