TLG 0551 005 :: APPIANUS :: Celtica (fragmenta)

APPIANUS Hist.
(Alexandrinus: A.D. 1–2)

Celtica (fragmenta)

Source: Viereck, P., Roos, A.G., Gabba, E. (eds.), Appiani historia Romana, vol. 1. Leipzig: Teubner, 1939 (repr. 1962 (1st edn. corr.)): 44–57.

Citation: Chapter — section — (line)

Celt
.

1

.

1

(Epitome). Κελτοὶ Ῥωμαίοις ἐπεχείρησαν πρῶτοι καὶ τὴν Ῥώμην εἷλον ἄνευ τοῦ Καπιτωλίου καὶ ἐμπεπρήκασι. Κάμιλλος δὲ αὐτοὺς ἐνίκησε καὶ ἐξήλασε καὶ μετὰ χρόνον ἐπελθόντας αὖθις ἐνίκησε καὶ ἐθριάμβευσεν ἀπ’ αὐτῶν,
5ὀγδοήκοντα γεγονὼς ἔτη.
Celt
.

1

.

2

καὶ τρίτη δὲ Κελτῶν στρατιὰ ἐμβέβληκεν ἐς τὴν Ἰταλίαν, ἣν καὶ αὐτὴν οἱ Ῥωμαῖοι διεφθάρκασιν ὑφ’ ἡγεμόνι Τίτῳ Κοϊντίῳ.
Celt
.

1

.

3

μετὰ δὲ ταῦτα Βοιοί, Κελτικὸν ἔθνος θηριωδέστατον, ἐπῆλθεν Ῥωμαίοις, καὶ αὐτοῖς Γάιος Σουλπίκιος δικτάτωρ μετὰ στρατιᾶς ἀπήντα, ὅς τις καὶ στρατηγήματι τοιούτῳ χρήσασθαι λέγεται· ἐκέλευσε γὰρ τοὺς ἐπὶ τοῦ μετώπου
5τεταγμένους ἐξακοντίσαντας ὁμοῦ συγκαθίσαι τάχιστα, μέχρι βάλωσιν οἱ δεύτεροι καὶ τρίτοι καὶ τέταρτοι· τοὺς δ’ ἀφιέντας αἰεὶ συνίζειν, ἵνα μὴ κατ’ αὐτῶν ἐνεχθείη τὰ δόρατα· βαλόντων δὲ τῶν ὑστάτων ἀναπηδᾶν ἅπαντας ὁμοῦ καὶ σὺν βοῇ τάχιστα εἰς χεῖρας ἰέναι· καταπλήξειν
10γὰρ ὧδε τοὺς πολεμίους τοσῶνδε δοράτων ἄφεσιν καὶ
ἐπ’ αὐτῇ ταχεῖαν ἐπιχείρησιν. τὰ δὲ δόρατα ἦν οὐκ ἐοικότα ἀκοντίοις, ἃ Ῥωμαῖοι καλοῦσιν ὑσσούς, ξύλου τετραγώνου τὸ ἥμισυ καὶ τὸ ἄλλο σιδήρου, τετραγώνου καὶ τοῦδε καὶ μαλακοῦ χωρίς γε τῆς αἰχμῆς. καὶ οἱ Βοιοὶ44
15οὖν ὑπὸ Ῥωμαίων τότε ἐφθάρησαν πανστρατιᾷ.
Celt
.

1

.

4

ἄλλους δὲ πάλιν Κελτοὺς ἐνίκα Ποπίλλιος, καὶ μετ’ ἐκεῖνον τοὺς αὐτοὺς Κάμιλλος, ὁ τοῦ Καμίλλου υἱός. ἔστησε δὲ κατὰ Κελτῶν καὶ Παῦλος Αἰμίλιος τρό‐ παια.
Celt
.

1

.

5

πρὸ δὲ τῶν τοῦ Μαρίου ὑπατειῶν πλεῖστόν τι καὶ μαχιμώτατον τῇ τε ἡλικίᾳ μάλιστα φοβερώτατον χρῆμα Κελτῶν ἐς τὴν Ἰταλίαν τε καὶ Γαλατίαν εἰσέβαλε καί τινας ὑπάτους Ῥωμαίων ἐνίκησε καὶ στρατόπεδα κατέ‐
5κοψεν· ἐφ’ οὓς ὁ Μάριος ἀποσταλεὶς ἅπαντας διέφθειρε.
Celt
.

1

.

6

τελευταῖα δὲ καὶ μέγιστα τῶν ἐς Γαλάτας Ῥωμαίοις πεπραγμένων ἐστὶ τὰ ὑπὸ Γαΐῳ Καίσαρι στρατηγοῦντι γενόμενα· μυριάσι τε γὰρ ἀνδρῶν ἀγρίων ἐν τοῖς δέκα ἔτεσιν, ἐν οἷς ἐστρατήγησεν, εἰς χεῖρας ἦλθον, εἴ τις ὑφ’
5ἓν τὰ μέρη συναγάγοι, τετρακοσίων πλείοσιν καὶ τούτων ἑκατὸν μὲν ἐζώγρησαν, ἑκατὸν δ’ ἐν τῷ πόνῳ κατέκανον, ἔθνη δὲ τετρακόσια καὶ πόλεις ὑπὲρ ὀκτακοσίας, τὰ μὲν ἀφιστάμενα σφῶν, τὰ δὲ προσεπιλαμβάνοντες, ἐκρα‐
τύναντο.45
Celt
.

1

.

7

πρὸ δὲ τοῦ Μαρίου καὶ Φάβιος Μάξιμος ὁ Αἰμιλιανός, ὀλίγην κομιδῇ στρατιὰν ἔχων, ἐπολέμησε τοῖς Κελτοῖς καὶ δώδεκα μυριάδας αὐτῶν ἐν μιᾷ μάχῃ κατέκανε, πεντεκαίδεκα μόνους τῶν ἰδίων ἀποβαλών. καὶ ταῦτα
5μέντοι ἔπραξε πιεζόμενος ὑπὸ τραύματος ὑπογύου καὶ τὰ τάγματα ἐπιὼν καὶ παραθαρρύνων καὶ διδάσκων, ὅπως τοῖς βαρβάροις πολεμητέον, τὰ μὲν ἐπ’ ἀπήνης φερόμενος, τὰ δὲ καὶ βάδην χειραγωγούμενος.
Celt
.

1

.

8

Καῖσαρ δὲ πολεμήσας αὐτοῖς πρῶτον μὲν Ἑλουητίους καὶ Τιγυρίους, ἀμφὶ τὰς εἴκοσι μυριάδας ὄντας, ἐνίκησεν. οἱ Τιγύριοι δ’ αὐτῶν χρόνῳ ἔμπροσθεν Πίσωνος καὶ Κασσίου τινὰ στρατὸν ἑλόντες ὑπὸ ζυγὸν ἐξεπεπόμφεσαν,
5ὡς ἐν χρονικαῖς συντάξεσι δοκεῖ Παύλῳ τῷ Κλαυδίῳ. τοὺς μὲν οὖν Τιγυρίους ὑποστράτηγος αὐτοῦ Λαβιηνὸς ἐνίκησε, τοὺς δὲ ἄλλους ὁ Καῖσαρ, καὶ Τρικούρους
Celt
.

1

.

9

ἀμύνοντας σφίσιν, ἔπειτα τοὺς μετ’ Ἀριοβίστου Γερμα‐ νούς, οἳ καὶ τὰ μεγέθη μείζους τῶν μεγίστων ὑπῆρχον καὶ τὸ ἦθος ἄγριοι καὶ τὴν τόλμαν θρασύτατοι καὶ θανάτου καταφρονηταὶ δι’ ἐλπίδα ἀναβιώσεως, καὶ
5κρύος ὁμοίως ἔφερον θάλπει καὶ πόᾳ ἐχρῶντο παρὰ τὰς ἀπορίας τροφῇ, καὶ ὁ ἵππος ξύλοις. ἦσαν δέ, ὡς ἔοικεν, οὐ φερέπονοι ἐν ταῖς μάχαις οὐδὲ λογισμῷ 〈ἢ〉 καὶ ἐπιστήμῃ τινί, ἀλλὰ θυμῷ χρώμενοι καθάπερ θηρία· διὸ καὶ ὑπὸ τῆς Ῥωμαίων ἐπιστήμης καὶ φερεπονίας ἡσσῶντο.46
10οἳ μὲν γὰρ μετὰ ὁρμῆς βαρυτάτης ἐπεπήδων αὐτοῖς καὶ ὅλην ὁμοῦ τὴν φάλαγγα ἀνεώθουν, Ῥωμαῖοι δ’ ὑπέμενον ἐν τάξει καὶ κατεστρατήγουν αὐτοὺς καὶ ὀκτακισμυρίους αὐτῶν τελευτῶντες ἀπέκτειναν.
Celt
.

1

.

10

μετὰ τούτους ὁ Καῖσαρ τοῖς καλουμένοις Βέλγαις ἐπιπεσών, ποταμόν τινα περῶσι, τοσούτους ἀπέκτεινεν ὡς τὸν ποταμὸν γεφυρωθέντα τοῖς σώμασι περᾶσαι.
Celt
.

1

.

11

Νέρβιοι δὲ αὐτὸν ἐτρέψαντο, ἄρτι στρατόπεδον ἐξ ὁδοι‐ πορίας κατασκευάζοντι αἰφνιδίως ἐπιπεσόντες, καὶ παμ‐ πόλλους ἐφόνευσαν, τοὺς δὲ ταξιάρχους καὶ λοχαγοὺς ἅπαντας· καὶ αὐτὸν ἐκεῖνον εἰς λόφον τινὰ μετὰ τῶν
5ὑπασπιστῶν πεφευγότα περιέσχον κύκλῳ, ὑπὸ δὲ τοῦ δεκάτου τάγματος αὐτοῖς ἐξόπισθεν ἐπιπεσόντος ἐφθά‐ ρησαν, ἑξακισμύριοι ὄντες. ἦσαν δὲ τῶν Κίμβρων καὶ Τευτόνων ἀπόγονοι. ἐκράτησε καὶ Ἀλλοβρίγων ὁ Καῖσαρ.
Celt
.

1

.

12

Οὐσιπετῶν δὲ καὶ Ταγχαρέων τεσσαράκοντα μυριάδες, στρατεύσιμοί τε καὶ ἀστράτευτοι, συνεκόπησαν. Σού‐
καμβροι δὲ πεντακοσίοις ἱππεῦσι τοὺς πεντακισχιλίους ἱππεῖς τοῦ Καίσαρος ἔτρεψαν, ἐξαίφνης ἐπιπεσόντες, καὶ47
5δίκην ἔδοσαν ἡττηθέντες μετὰ ταῦτα.
Celt
.

1

.

13

ἐπέρασε καὶ τὸν Ῥῆνον πρῶτος Ῥωμαίων ὁ Καῖσαρ καὶ ἐς τὴν Βρεττανίδα νῆσον, ἠπείρου τε μείζονα οὖσαν μεγίστης καὶ τοῖς τῇδε ἀνθρώποις ἄγνωστον ἔτι. ἐπέρασε δὲ κατὰ τὸν καιρὸν τῆς ἀμπώτεως· ἄρτι γὰρ τὸ πάθος
5ἥπτετο τῆς θαλάσσης, καὶ ὁ στόλος ἐσαλεύετο, ἠρέμα πρῶτον, εἶτα ὀξύτερον, μέχρι σὺν βιαίῳ τάχει διέπλευσεν ὁ Καῖσαρ ἐς τὴν Βρεττανίαν.
Celt
.

2

.

1

ὅτι Ὀλυμπιάδων τοῖς Ἕλλησιν ζʹ καὶ ϙʹ γεγενημένων, τῆς γῆς τῶν Κελτῶν οὐκ ἀρκούσης αὐτοῖς διὰ τὸ πλῆθος, ἀνίσταται μοῖρα Κελτῶν τῶν ἀμφὶ τὸν Ῥῆνον ἱκανὴ κατὰ ζήτησιν ἑτέρας γῆς· οἳ τό τε Ἄλπειον ὄρος ὑπερέβησαν
5καὶ Κλουσίνοις εὐδαίμονα γῆν ἔχουσι Τυρρηνῶν ἐπολέμουν.
Celt
.

2

.

2

οὐ πάλαι δὲ οἱ Κλουσῖνοι Ῥωμαίοις ἔνσπονδοι γεγονότες ἐπ’ αὐτοὺς κατέφυγον. καὶ οἱ Ῥωμαῖοι πρέσβεις συνέ‐ πεμψαν αὐτοῖς Φαβίους τρεῖς, οἳ τοῖς Κελτοῖς ἔμελλον προαγορεύσειν ἀνίστασθαι τῆς γῆς, ὡς Ῥωμαίων φίλης,
Celt
.

2

.

3

καὶ ἀπειλήσειν ἀπειθοῦσιν. ἀποκριναμένων δὲ τῶν Κελτῶν, ὅτι ἀνθρώπων οὐδένα δεδίασιν οὔτε ἀπειλοῦντα σφίσιν οὔτε πολεμοῦντα, χρῄζοντες δὲ γῆς οὔπω τὰ
Ῥωμαίων πολυπραγμονοῦσιν, οἱ πρέσβεις οἱ Φάβιοι τοὺς48
5Κλουσίνους ἐνῆγον ἐπιθέσθαι τοῖς Κελτοῖς, τὴν χώραν
Celt
.

2

.

4

λεηλατοῦσιν ἀπερισκέπτως. καὶ συνεκδημοῦντες αὐτοῖς ἀναιροῦσι τῶν Κελτῶν πολὺ πλῆθος ἐν προνομῇ· καὶ τὸν ἡγούμενον ἐκείνου τοῦ μέρους αὐτὸς ὁ Ῥωμαίων πρεσβευτὴς Κόιντος Φάβιος ἀνεῖλέ τε καὶ ἐσκύλευε καὶ τὰ ὅπλα φορῶν
5ἐπανῆλθεν ἐς Κλούσιον. Exc. de leg. Rom. 4, p. 70.
Celt
.

3

.

1

ὅτι ὁ τῶν Κελτῶν βασιλεὺς Βρέννος, τῶν Φαβίων τῶν Ῥωμαίων πολλοὺς ἀνελόντων Κελτῶν, μὴ δεξάμενος τοὺς Ῥωμαίων πρέσβεις, ἐπὶ τούτοις πρέσβεις ἐπιλεξάμενος ἐς κατάπληξιν, οἳ Κελτῶν ἁπάντων μεγάλων τὰ σώματα
5ὄντων ὑπερέβαλλον, ἐξέπεμπεν ἐς Ῥώμην, αἰτιώμενος τοὺς Φαβίους, ὅτι πρεσβεύοντες παρὰ τοὺς κοινοὺς νόμους ἐπολέμησαν, ᾔτει τε τοὺς ἄνδρας ἐς δίκην ἐκδότους οἱ γενέσθαι, εἰ μὴ θέλουσι Ῥωμαῖοι κοινὸν αὐτῶν εἶναι τὸ
Celt
.

3

.

2

ἔργον. οἱ δὲ Ῥωμαῖοι συνεγίνωσκον μὲν τοὺς Φαβίους ἁμαρτεῖν, αἰδοῖ δὲ οἴκου διαφέροντος χρήματα τοὺς
Celt
.

3

.

3

Κελτοὺς πράξασθαι παρὰ σφῶν παρεκάλουν. οὐ πει‐ θομένων δὲ χειροτονοῦσι τοὺς Φαβίους ἐπὶ τὴν ἐτήσιον ἀρχὴν χιλιάρχους καὶ τοῖς πρεσβεύουσι τῶν Κελτῶν ἔφασαν οὐ δύνασθαι νῦν οὐδὲν ἐς τοὺς Φαβίους ἄρχοντας
5ἤδη, τοῦ δὲ ἐπιόντος ἔτους ἥκειν αὐτούς, ἂν ἔτι μηνίωσιν,
Celt
.

3

.

4

ἐκέλευον. Βρέννος δὲ καὶ ὅσοι Κελτῶν ἦσαν ὑπ’ ἐκείνῳ, νομίσαντες ὑβρίσθαι καὶ χαλεπῶς ἐνεγκόντες, ἐς τοὺς ἄλλους Κελτοὺς περιέπεμπον, ἀξιοῦντες αὐτοὺς συνεφ‐ άψασθαι τοῦδε τοῦ πολέμου. καὶ πολλῶν ἀφικομένων
5ἄραντες ἤλαυνον ἐπὶ τὴν Ῥώμην. Exc. de leg. gent. 5, p. 523.
Celt
.

4

.

1

ὃ δὲ ὑφίσταται γράμματα διοίσειν διὰ τῶν ἐχθρῶν ἐς τὸ
Καπιτώλιον. Suid. v. ὑφίσταται.49
Celt
.

5

.

1

ὅτι ὁ Καιδίκιος γράμμα φέρων ἀπὸ τῆς βουλῆς περὶ τῆς ὑπάτου ἀρχῆς παρεκάλει τὸν Κάμιλλον μηδὲν ἐν τῷ παρόντι μηνῖσαι τῇ πατρίδι τῆς ζημίας. ὃ δὲ ἐπισχὼν
Celt
.

5

.

2

αὐτὸν ἔτι λέγοντα εἶπεν· “οὐκ ἂν εὐξάμην ἐπιποθῆσαί με Ῥωμαίους, εἰ τοιαύτην ἤλπισα τὴν ἐπιπόθησιν αὐτοῖς ἔσεσθαι. νῦν δὲ δικαιοτέραν εὐχὴν εὔχομαι, γενέσθαι τῇ πατρίδι χρήσιμος ἐς τοσοῦτον ἀγαθοῦ, ἐς ὅσον κακοῦ
5περιελήλυθεν.” Exc. de virt. 9, p. 221.
Celt
.

6

.

1

ὅτι Κελτοὶ μηδεμιᾷ μηχανῇ δυνηθέντες ἐπιβῆναι τῆς ἀκροπόλεως ἠρέμουν ὡς λιμῷ τοὺς ἔνδον παραστησόμενοι. καί τις ἀπὸ τοῦ Καπιτωλίου κατέβαινεν ἱερεύς, ὄνομα Δόρσων, ἐπὶ ἐτήσιον δή τινα ἱερουργίαν ἐς τὸν τῆς Ἑστίας
Celt
.

6

.

2

νεὼν στέλλων τὰ ἱερὰ διὰ τῶν πολεμίων εὐσταθῶς· τὸν δὲ νεὼν ἐμπεπρησμένον ἰδὼν ἔθυσεν ἐπὶ τοῦ συνήθους τόπου καὶ ἐπανῆλθεν αὖθις διὰ τῶν πολεμίων αἰδεσθέντων ἢ καταπλαγέντων αὐτοῦ τὴν τόλμαν ἢ τὴν εὐσέβειαν ἢ
Celt
.

6

.

3

τὴν ὄψιν ἱερὰν οὖσαν. ὃ μὲν δὴ κινδυνεύειν ὑπὲρ τῶν ἱερῶν ἑλόμενος ὑπ’ αὐτῶν ἐσώζετο τῶν ἱερῶν. καὶ τόδε φησὶν ὧδε γενέσθαι Κάσσιος ὁ Ῥωμαῖος. Exc. de virt. 10, p. 221.
Celt
.

7

.

1

ὅτι τοῦ οἴνου καὶ τῶν ἄλλων ἄδην ἐνεπίμπλαντο οἱ Κελτοί, τήν τε φύσιν ὄντες ἀκρατεῖς καὶ χώραν ἔχοντες, ὅτι μὴ πρὸς δημητριακοὺς καρπούς, τῶν ἄλλων ἄγονον
καὶ ἀφυᾶ. τά τε σώματα αὐτοῖς, μεγάλα ὄντα καὶ τρυφηλὰ50
5καὶ σαρκῶν ὑγρῶν μεστά, ὑπὸ τῆς ἀδηφαγίας καὶ μέθης ἐς ὄγκον καὶ βάρος ἐξεχεῖτο καὶ πρὸς δρόμους καὶ πόνους ἀδύ‐ νατα πάμπαν ἐγίγνετο, ὑπό τε ἱδρῶτος καὶ ἄσθματος, ὅπου τι δέοι κάμνειν, ἐξελύοντο ταχέως. Exc. de virt. 11, p. 222, unde Suid. v. ἄδην.
Celt
.

8

.

1

Ἀππιανὸς περὶ τῶν Κελτῶν φησιν· οὓς γυμνοὺς ἐπεδείκνυε Ῥωμαίοις· “οὗτοί εἰσιν οἱ τὴν βοὴν τὴν βαρεῖαν ἱέντες ὑμῖν ἐν ταῖς μάχαις καὶ τὰ ὅπλα παταγοῦντες καὶ ξίφη μακρὰ καὶ κόμας αἰωροῦντες, ὧν τὸ ἄτολμον ὁρῶντες
5καὶ τὸ σῶμα μαλακὸν καὶ ἄτονον πρόσιτε τῷ ἔργῳ.” Suid. v. ἱέντες.
Celt
.

9

.

1

τὸν δὲ δῆμον ἀπὸ τοῦ τείχους ὁρᾶν καὶ τοῖς πονουμένοις ἑτέρους νεαλεῖς ἐπιπέμπειν ἀεί. οἱ δὲ Κελτοὶ κεκμηκότες ἀκμῆσι συμπλεκόμενοι ἔφευγον ἀτάκτως. Suid. v. νεαλής.
Celt
.

10

.

1

ὁ δὲ Κελτὸς ἀγανακτῶν καὶ λιφαιμῶν ἐδίωκε τὸν Βαλέριον, συγκαταπεσεῖν ἐπειγόμενος· ὑπὸ δὲ τοὺς πόδας ἀναχωροῦντος ἀεὶ τοῦ Βαλερίου κατέπεσε πρηνὴς ὁ Κελτός. καὶ δεύτερον τοῦτο μονομάχιον ἐπὶ Κελτοῖς ἐμεγαλαύχουν
5οἱ Ῥωμαῖοι. Suid. v. λιφαιμεῖ.
Celt
.

11

.

1

ὅτι τὸ τῶν Σενόνων ἔθνος ἔνσπονδον ἦν Ῥωμαίοις, καὶ ἐμισθοφόρουν κατὰ Ῥωμαίων. ἡ δὲ βουλὴ πρέσβεις ἔπεμψεν ἐγκαλέσοντας, ὅτι ὄντες ἔνσπονδοι μισθοφοροῦσι51
Celt
.

11

.

2

κατὰ Ῥωμαίων. τούτους Βριτόμαρις ὁ Κελτὸς ἀγανακτῶν ὑπὲρ τοῦ πατρός, ὅτι συμμαχῶν Τυρρηνοῖς ὑπὸ Ῥωμαίων ἐν τῷδε τῷ πολέμῳ διέφθαρτο, τά τε κηρύκεια φέροντας καὶ τὴν ἄσυλον ἐσθῆτα περικειμένους κατέτεμεν ἐς πολλὰ
Celt
.

11

.

3

καὶ τὰ μέρη τῶν σωμάτων διέρριψεν ἐς τὰ πεδία. καὶ τοῦ μύσους ὁ Κορνήλιος ἐν ὁδῷ πυθόμενος, ἐς τὰς Σενόνων πόλεις συντόνῳ σπουδῇ διὰ Σαβίνων καὶ Πικεντίνων ἐσβαλών, ἅπαντα καθῄρει καὶ ἐνεπίμπρη τῶν τε ἀνθρώπων
5τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἠνδραποδίζετο, τοὺς δ’ 〈ἐν〉 ἥβῃ πάντας ἔκτεινεν ὁμαλῶς καὶ τὴν χώραν ἐλυμαί‐ νετο ποικίλως καὶ ἄοικον ἐς τὸ λοιπὸν ἐποίει· Βριτόμαριν
Celt
.

11

.

4

δὲ μόνον ἦγεν αἰχμάλωτον ἐπὶ λύμῃ. ὕστερον δὲ Σένονες, οὐκ ἔχοντες οὐκέτι πατρίδας, ἐς ἃς διαφύγωσιν, συνέπεσον εἰς χεῖρας ὑπὸ τόλμης τῷ Δομετίῳ καὶ ἡττώμενοι σφᾶς αὐτοὺς ὑπὸ ὀργῆς διεχρῶντο μανικῶς. καὶ δίκη μὲν ἥδη
5παρανομίας ἐς πρέσβεις ἐγένετο Σένοσιν. Exc. de leg. Rom. 5, p. 70.
Celt
.

12

.

1

ὅτι οἱ Σαλύων 〈δυνάσται〉, τοῦ ἔθνους ἡττηθέντος ὑπὸ Ῥωμαίων, ἐς Ἀλλόβριγας κατέφυγον. καὶ αὐτοὺς ἐξαιτοῦντες οἱ Ῥωμαῖοι στρατεύουσιν ἐπὶ τοὺς Ἀλλόβριγας
Celt
.

12

.

2

οὐκ ἐκδιδόντας, ἡγουμένου σφῶν Γναίου Δομετίου. ᾧ παροδεύοντι 〈τὴν〉 τῶν Σαλύων ἐντυγχάνει πρεσβευτὴς
Βιτοίτου βασιλέως τῶν Ἀλλοβρίγων, ἐσκευασμένος τε πολυτελῶς, καὶ δορυφόροι παρείποντο αὐτῷ κεκοσμημένοι52
5καὶ κύνες· δορυφοροῦνται γὰρ δὴ καὶ πρὸς κυνῶν οἱ τῇδε
Celt
.

12

.

3

βάρβαροι. μουσικός τε ἀνὴρ εἵπετο, βαρβάρῳ μουσικῇ τὸν βασιλέα Βιτοῖτον, εἶτ’ Ἀλλόβριγας, εἶτα τὸν πρεσβευτὴν αὐτὸν ἔς τε γένος καὶ ἀνδρείαν καὶ περιουσίαν ὑμνῶν· οὗ δὴ καὶ μάλιστα ἕνεκα αὐτοὺς οἱ τῶν πρεσβευτῶν
5ἐπιφανεῖς ἐπάγονται. ἀλλ’ ὃ μὲν συγγνώμην αἰτῶν τοῖς Σαλύων δυνάσταις ἀπέτυχεν. Exc. de leg. gent. 6, p. 524.
Celt
.

13

.

1

ὅτι τῶν Τευτόνων μοῖρα λῃστεύουσα πολύανδρος ἐς τὴν γῆν τῶν Νωρικῶν ἐσέβαλεν, καὶ ὁ Ῥωμαίων ὕπατος Παπίριος Κάρβων δείσας, μὴ ἐς τὴν Ἰταλίαν ἐσβάλοιεν, ἐφήδρευε τοῖς Ἀλπείοις, ᾗ μάλιστά ἐστιν ἡ διάβασις
Celt
.

13

.

2

στενωτάτη. οὐκ ἐπιχειρούντων δὲ ἐκείνων αὐτὸς ἐπέβαινεν αὐτοῖς αἰτιώμενος ἐς Νωρικοὺς ἐσβαλεῖν Ῥωμαίων ξένους ὄντας. ἐποιοῦντο δ’ οἱ Ῥωμαῖοι ξένους, οἷς ἐδίδοσαν μὲν εἶναι φίλοις, ἀνάγκη δ’ οὐκ ἐπῆν ὡς φίλοις ἐπαμύνειν.
Celt
.

13

.

3

οἱ μὲν δὴ Τεύτονες πλησιάζοντι τῷ Κάρβωνι προσέπεμπον ἀγνοῆσαί τε τὴν ἐς Ῥωμαίους Νωρικῶν ξενίαν καὶ αὐτῶν ἐς τὸ μέλλον ἀφέξεσθαι· ὃ δ’ ἐπαινέσας τοὺς πρέσβεις καὶ δοὺς αὐτοῖς ὁδῶν ἡγεμόνας κρύφα τοῖς ἡγουμένοις
5ἐνετείλατο μακροτέραν αὐτοὺς περιάγειν, τῇ βραχυτέρᾳ δὲ αὐτὸς διαδραμών, ἀδοκήτως ἀναπαυομένοις ἔτι τοῖς Τεύτοσιν ἐμπεσών, ἔδωκε δίκην ἀπιστίας πολλοὺς ἀπο‐
Celt
.

13

.

4

βαλών. τάχα δ’ ἂν καὶ πάντας ἀπώλεσεν, εἰ μὴ ζόφος καὶ ὄμβρος καὶ βρονταὶ βαρεῖαι τῆς μάχης ἔτι συνεστώσης ἐπιπεσοῦσαι διέστησαν αὐτοὺς ἀπ’ ἀλλήλων καὶ ὁ ἀγὼν
ὑπὸ τῆς ἄνωθεν ἐκπλήξεως διελύθη. σποράδες δὲ καὶ53
5ὣς ἐς ὕλας οἱ Ῥωμαῖοι διαφυγόντες τρίτῃ μόλις ἡμέρᾳ συνῆλθον. καὶ Τεύτονες ἐς Γαλάτας ἐχώρουν. Exc. de leg. gent. 7, p. 524.
Celt
.

14

.

1

ὃ δὲ τοῖς σώμασι τῶν Κίμβρων ἀψαυστεῖν ἐκέλευεν, ἕως ἡμέρα γένηται, πολύχρυσα εἶναι δοκῶν. Suid. v. ἀψαύστως et v. Κίμβρος.
Celt
.

15

.

1

ὅτι ἔθνη δύο Τιγύριοι καὶ Ἑλουήτιοι ἐς τὴν Ῥωμαίων Κελτικὴν ἐσέβαλον, καὶ τούτων τὸν στόλον ὁ Καῖσαρ Γάϊος πυθόμενος διετείχισεν, ὅσα περὶ Ῥοδανόν ἐστι ποταμὸν ἐς ἑκατὸν καὶ πεντήκοντα σταδίους μάλιστα.
Celt
.

15

.

2

καὶ πρεσβευσαμένοις ἐπὶ διαπείρᾳ τοῖς πολεμίοις ὑπὲρ σπονδῶν ἐκέλευεν ὅμηρα δοῦναι καὶ χρήματα. ἀποκρι‐ ναμένων δ’ εἰθίσθαι ταῦτα λαμβάνειν, οὐ διδόναι, βουλό‐ μενος φθάσαι τὴν ὁμαιχμίαν αὐτῶν, ἐπὶ μὲν τοὺς Τιγυρίους
5ἐλάσσους ὄντας ἔπεμπε Λαβιηνόν, αὐτὸς δὲ ἐπὶ τοὺς Ἑλουητίους ἐχώρει προσλαβὼν Γαλατῶν τῶν ὀρείων ἐς
Celt
.

15

.

3

δισμυρίους. καὶ γίνεται Λαβιηνῷ τὸ ἔργον εὐμαρές, ἀδοκήτοις Τιγυρίοις περὶ τὸν ποταμὸν ἐπιπεσόντι καὶ τρεψαμένῳ καὶ σκεδάσαντι τοὺς πολλοὺς ἐν ἀσυνταξίᾳ. Exc. de leg. gent. 8, p. 525.
Celt
.

16

.

1

ὅτι Ἀριούιστος, Γερμανῶν βασιλεὺς τῶν ὑπὲρ Ῥῆνον, ἐπιβαίνων τῆς πέραν Αἰδούοις ἔτι πρὸ τοῦ Καίσαρος ἐπολέμει, φίλοις οὖσι Ῥωμαίων. τότε μὲν δὴ τοῖς Ῥωμαίοις κελεύουσι πεισθεὶς ἀνέζευξεν ἀπὸ τῶν Αἰδούων καὶ φίλος
5ἠξίωσε Ῥωμαίοις γενέσθαι· καὶ ἐγένετο, ὑπατεύοντος
αὐτοῦ Καίσαρος καὶ ψηφισαμένου. Exc. de leg. gent 9, p. 525.54
Celt
.

17

.

1

ὅτι Ἀριούιστος, ὁ Γερμανῶν βασιλεύς, φίλος γενόμενος Ῥωμαίων ἐς λόγους ἦλθε τῷ Καίσαρι καὶ διαχωρισθέντων ἀπ’ ἀλλήλων αὖθις συνελθεῖν ἐς λόγους ἠξίωσεν. τοῦ δὲ Καίσαρος οὐ συνελθόντος, ἀλλὰ τοὺς πρωτεύοντας Γαλατῶν
5ἀποστείλαντος, ἔδησε τοὺς πρέσβεις. καὶ ὁ Καῖσαρ ἐστράτευεν ἐπ’ αὐτὸν μετὰ ἀπειλῆς. δέος δ’ ἐμπίπτει τῷ στρατῷ κατὰ κλέος τῶν Γερμανῶν. Exc. de leg. Rom. 6, p. 71.
Celt
.

17a

1

Ἀλλόβριγες, Γαλατῶν ἔθνος. δύσμαχοι δ’ αὐτῶν ἦσαν αἱ πόλεις, ὑπὸ τῆς ἀμπώτεως ἐφ’ ἡμέραν ἠπειρούμεναί τε καὶ νησούμεναι· οἳ δὲ πλοίοις ἐπολέμουν. τοῦ δὲ Καίσαρος Γαΐου περὶ τὰς πόλεις σταυροὺς πηξαμένου
5ὑψηλοὺς καὶ τοῖς σταυροῖς ἐπιθέντος γεφυρώματα ὁ μὲν κλύδων ἐχώρει διὰ τῶν σταυρωμάτων ὑπὸ τοῖς γεφυρώμασι, Ῥωμαίοις δὲ ἀδεὲς καὶ ἐπίμονον ἦν τὸ ἔργον. Suid. v. ᾔομεν.
Celt
.

18

.

1

ὅτι Οὐσιπέται, ἔθνος Γερμανικόν, καὶ Ταγχρεῖς δοκοῦσι πρότεροι σφετέροις ἱππεῦσιν ὀκτακοσίοις τρέψασθαι τῶν Καίσαρος ἱππέων ἐς πεντακισχιλίους, ὁ δὲ Καῖσαρ αὐτοῖς πρεσβευομένοις ἐς αὐτὸν ἐπιθέσθαι τοὺς πρέσβεις κατα‐
5σχών, καὶ τὸ πάθος ἐκείνοις ἐς τέλος αἰφνίδιον οὕτω συνενεχθῆναι ὡς τεσσαράκοντα μυριάδας τούτων συγκο‐55
Celt
.

18

.

2

πῆναι. Κάτωνά τε ἐν Ῥώμῃ τῶν τις συγγραφέων φησὶ γνώμην ἐσενεγκεῖν ἐκδοῦναι τοῖς βαρβάροις τὸν Καίσαρα
Celt
.

18

.

3

ὡς ἐναγὲς ἔργον ἐς διαπρεσβευσαμένους ἐργασάμενον. ὁ δὲ Καῖσαρ ἐν ταῖς ἰδίαις ἀναγραφαῖς τῶν ἐφημέρων ἔργων φησὶ τοὺς Οὐσιπέτας καὶ Ταγχρέας, κελευομένους ἐκπηδᾶν ἐς τὰ ἀρχαῖα σφῶν, φάναι πρέσβεις ἐς τοὺς ἐκβαλόντας
5Σουήβους ἀπεσταλκέναι καὶ τὰς ἀποκρίσεις αὐτῶν ἀναμένειν καὶ ἐν ταῖσδε ταῖς διαπρεσβεύσεσιν ἐπιθέσθαι τοῖς ὀκτακοσίοις καὶ παρ’ αὐτὸ τρέψαι τοὺς Ῥωμαίων
Celt
.

18

.

4

πεντακισχιλίους. ἐπιπρεσβευομένων δ’ αὐτῶν καὶ περὶ τοῦ παρασπονδήματος ἀπολογουμένων, ὑποτοπήσας ἐνέδραν ὁμοίαν ἐπιθέσθαι πρὸ τῶν ἀποκρίσεων. Exc. de leg. gent. 10, p. 525.
Celt
.

19

.

1

εὐθὺς ἠρέθιζον τοὺς Βρεττανοὺς παρορκῆσαι, ἔγκλημα ἔχοντας, ὅτι σπονδῶν σφίσι γενομένων ἔτι παρῆν τὸ στρατόπεδον. Suid. v. παρορκῆσαι.
Celt
.

20

.

1

δείσας ὁ Καῖσαρ περὶ τῷ Κικέρωνι ὑπέστρεφεν εἰς τοὐπίσω. Suid. v. δείσαντες.
Celt
.

21

.

1

ὅτι ὁ Βριτόρης διέφθειρεν Αἰδούους Ῥωμαίων ἀποστῆναι· καὶ τοῦ Καίσαρος ὀνειδίσαντος αὐτοῖς φιλίαν παλαιὰν
ἔφασαν ἐφθακέναι. Exc. de sent. 6, p. 66.56
Celt
.

22

.

1

πρεσβεύειν εἰς Καίσαρα. Anecd. Bekk. p. 170, 31.
Celt
.

23

.

1

τὸ γενόμενον ὑποτοποῦντες. Anecd. Bekk. p. 179, 1.
Celt
.

24

.

1

οἱ δὲ Κελτοὶ ἐς Ῥωμαίους τι μήνιμα ἐκ πολλοῦ διέφερον.
Suid. v. διέφερον.57