TLG 0551 004 :: APPIANUS :: Samnitica (fragmenta)

APPIANUS Hist.
(Alexandrinus: A.D. 1–2)

Samnitica (fragmenta)

Source: Viereck, P., Roos, A.G., Gabba, E. (eds.), Appiani historia Romana, vol. 1. Leipzig: Teubner, 1939 (repr. 1962 (1st edn. corr.)): 27–43.

Citation: Chapter — section — (line)

Sam
.

1

.

1

ὅτι οἱ Ῥωμαίων στρατηγοὶ Κορνήλιος καὶ Κορβῖνος καὶ Δέκιος δημότης Σαυνίτας νικήσαντες ὑπέλιπον Καμπανοῖς φύλακας πρὸς τὰς Σαυνιτῶν ἐπιδρομάς. οἱ δὲ φύλακες οἵδε Καμπανοῖς ἁβροδιαίτοις καὶ πολυτελέσιν
5οὖσι κοινωνοῦντες ἐφθείροντο τὰς γνώμας καὶ ἐφθόνουν ὧν ἔχουσι ἀγαθῶν, αὐτοὶ πενόμενοι καὶ τὰ χρέα δεδιότες
Sam
.

1

.

2

τὰ ἐν Ῥώμῃ. τέλος δὲ ἐπεβούλευον τοὺς ξένους ἑαυτῶν ἀνελόντες ἕκαστοι τὴν περιουσίαν κατασχεῖν καὶ τὰς γυναῖ‐
Sam
.

1

.

3

κας ἐς γάμον προσαγαγέσθαι. καὶ τάχα ἂν ἔπραξαν αἰσχρὸν οὕτω μῦσος, εἰ μὴ Μάμερκος, ἕτερος Ῥωμαίων στρατηγός, ἐπὶ Σαυνίτας ὁδεύων ἔμαθε τὸ βούλευμα τῶν φυλάκων καὶ ἐπικρύψας τοὺς μὲν αὐτῶν ἐξώπλισε καὶ [τοὺς στρα‐
5τιώτας] ἀφῆκεν οἷα κεκμηκότας, τοὺς δὲ πονηροτέρους ἐκέλευσεν ἐς Ῥώμην ἐπί τινα χρείαν ἐπείγεσθαι χιλίαρχόν τε αὐτοῖς συνέπεμψεν, ᾧ εἴρητο ἀφανῶς αὐτοὺς φυλάσσειν.
Sam
.

1

.

4

ἑκάτεροι δ’ ὑπώπτευον μεμηνῦσθαι καὶ περὶ Ταρρακίνην ἀφίστανταί τε τοῦ χιλιάρχου καὶ τοὺς ἐπὶ τῶν ἔργων ἐν τοῖς ἀγροῖς δεδεμένους ἐκλύσαντες καὶ ὁπλίσαντες, ὡς ἐδύναντο, ἤλαυνον ἐς Ῥώμην, ὁμοῦ δισμύριοι γεγονότες.27
Sam
.

1

.

5

ἔτι δ’ αὐτῶν ὁδὸν ἡμέρας μιᾶς ἀπεχόντων ὑπήντα Κορ‐ βῖνος καὶ παραστρατοπεδεύσας ἐν τοῖς ὄρεσι τοῖς Ἀλβανῶν ἠρέμει, περισκοπῶν τε τὸ ἔργον ἔτι καὶ μέγα
Sam
.

1

.

6

ἡγούμενος ἀπεγνωκόσι μάχεσθαι. οἳ δὲ ἐπεμίγνυντο ἀλλήλοις κρύφα, καὶ ὀδυρμοὶ καὶ δάκρυα τῶν φυλάκων ἦν, ὡς ἐν οἰκείοις καὶ φίλοις ἁμαρτεῖν μὲν ὁμολογούντων, τὴν
Sam
.

1

.

7

δὲ αἰτίαν ἐς τὰ χρέα φερόντων τὰ ἐν Ῥώμῃ. ὧν ὁ Κορβῖνος αἰσθανόμενος καὶ ὀκνῶν ἅψασθαι πολιτικοῦ καὶ τοσούτου φόνου συνεβούλευσε τῇ βουλῇ τὰ χρέα τοῖς ἀνδράσι μεθεῖναι, τόν τε πόλεμον ἐξαίρων ἐπὶ μέγα, εἰ τοσῶνδε
5ἀνδρῶν δύναιτο κρατῆσαι μαχομένων ἐξ ἀπογνώσεως, καὶ τὰς συνόδους αὐτῶν καὶ ἐπιμιξίας ἐν ὑπονοίᾳ τιθέμενος, μὴ οὐδ’ ὁ ἴδιος αὐτῷ στρατὸς ἐς πάντα ᾖ πιστός, ἅτε συγγενεῖς ὄντες ἐκείνων καὶ οὐχ ἧσσον αὐτῶν αἰτιώμενοι
Sam
.

1

.

8

τὰ χρέα. σφαλέντα δὲ κινδυνεύσειν ἔφη περὶ μειζόνων· καὶ τὴν νίκην, εἰ κρατήσειεν, ἀτυχεστάτην ἔσεσθαι τῇ πόλει
Sam
.

1

.

9

κατ’ οἰκείων τοσῶνδε. οἷς ἡ βουλὴ πεισθεῖσα τὰς μὲν τῶν χρεῶν ἀποκοπὰς ἐψηφίσατο πᾶσι Ῥωμαίοις, τοῖς δὲ τότε ἐχθροῖς καὶ ἄδειαν. οἳ μὲν δὴ τὰ ὅπλα ἀποθέμενοι κατῄεσαν ἐς τὴν πόλιν. Exc. de virt. 4, p. 217.
Sam
.

2

.

1

ὅτι Μάλλιος Τορκουᾶτος ὁ ὕπατος τοιοῦτος ἦν τὴν ἀρετήν. τούτῳ πατὴρ γεγένητο μικρολόγος καὶ ἀμελὴς ἐς αὐτὸν καὶ ἐν ἀγροῖς αὐτὸν εἶχε μετὰ τῶν θεραπόντων
Sam
.

2

.

2

ἐργαζόμενόν τε καὶ τρεφόμενον. γραψαμένου δὲ αὐτὸν
ἐπὶ πολλοῖς ἀδικήμασι Πομπωνίου δημάρχου καὶ μέλ‐ λοντος ἐρεῖν τι καὶ περὶ τῆς ἐς τὸν παῖδα κακώσεως ὁ παῖς ὅδε Μάλλιος ἧκεν, ἐπικρύπτων ξιφίδιον, ἐς τὴν28
5οἰκίαν τοῦ δημάρχου καὶ τυχεῖν ἠξίωσεν αὐτοῦ μόνου,
Sam
.

2

.

3

ὡς δή τι λέξων χρήσιμον ἐς τὴν δίκην. ὑποδεχθεὶς δὲ καὶ λέγειν ἀρχόμενος ἐπέκλεισε τὰς θύρας καὶ τὸ ξίφος ἐπισπάσας ἠπείλει τῷ δημάρχῳ κτενεῖν αὐτόν, εἰ μὴ ὀμόσειεν, ὅτι λύσει τῷ πατρὶ τὴν δίκην. καὶ ὁ μὲν ὤμοσε καὶ
5διέλυσεν, ἐκθέμενος τῷ δήμῳ τὸ συμβάν. ὁ δὲ Μάλλιος ἐξ ἐκείνου λαμπρὸς ἦν, ἐπαινούμενος, ὅτι τοιόσδε ἐς τοιόνδε πατέρα ἐγεγένητο. Exc. de virt. 5, p. 219.
Sam
.

3

.

1

ὃ δὲ αὐτὸν εἰς μονομαχίαν προὐκαλεῖτο σκώπτων ἐς αὐτόν. ὃ δὲ τέως μὲν αὑτοῦ κατεῖχε· μετὰ δὲ οὐ φέρων ἔτι τὸ ἐρέθισμα ἀντήλασε τὸν ἵππον. Suid. v. ἐρέθισμα.
Sam
.

4

.

1

ὅτι Σαυνῖται ἐς τὴν Φρεγελλανῶν ἐμβαλόντες ἐπόρθουν, Ῥωμαῖοι δὲ Σαυνιτῶν καὶ Δαυνίων ὀγδοήκοντα κώμας καὶ μίαν εἷλον καὶ ἄνδρας ἐξ αὐτῶν χιλίους καὶ δισμυρίους ἀνελόντες ἀπανέστησαν αὐτοὺς ἀπὸ τῆς Φρεγέλλης. καὶ
5πάλιν ἐς Ῥώμην ἐπρέσβευον οἱ Σαυνῖται, νεκρὰ σώματα ἀνδρῶν σύροντες, ὡς αἰτίους τοῦδε τοῦ πολέμου γεγονότας ἀνῃρηκότες, καὶ χρυσίον, ὡς ἀπὸ τῆς ἐκείνων περιουσίας
Sam
.

4

.

2

πεπορισμένον. ἐφ’ οἷς αὐτοὺς ἡ βουλὴ πάνυ νομίζουσα τετρῦσθαι προσεδόκα κακοπαθοῦντας ἐνδώσειν περὶ τῆς ἡγεμονίας. οἳ δὲ τὰ μὲν ἄλλα ἐδέχοντο καί, εἴ τῳ καὶ ἀντέλεγον, ἢ παρῃτοῦντο καὶ παρεκάλουν ἢ ἐς τὰς πόλεις
5ἀνετίθεντο· περὶ δὲ τῆς ἡγεμονίας οὐκ ἀνασχόμενοι πάλιν οὐδ’ ἀκοῦσαι, οὐκ ἐκδωσόμενοι δὴ τὰς πόλεις ἔφασαν ἥκειν, ἀλλὰ ἐς φιλίαν συνάξοντες. λυσάμενοι δὴ τοῦ χρυσίου τοὺς αἰχμαλώτους ἀπῄεσαν ὀργῇ καὶ τὴν πεῖραν29
Sam
.

4

.

3

ἔχοντες τὴν περὶ τῆς ἡγεμονίας. καὶ Ῥωμαῖοι μὲν ἐψηφί‐ ζοντο μηδὲ πρεσβείας ἔτι παρὰ Σαυνιτῶν προσίεσθαι, ἀλλὰ ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον αὐτοῖς πολεμεῖν, ἕως κατὰ κράτος ἐξέλωσιν, θεὸς δὲ ἐνεμέσησε τῆς μεγαλη‐
5γορίας, καὶ ὕστερον ἡττήθησαν ὑπὸ Σαυνιτῶν καὶ ὑπὸ
Sam
.

4

.

4

ζυγὸν ἤχθησαν οἱ Ῥωμαῖοι. ἐς γὰρ στενότατον χῶρον τούτους συγκλείσαντες οἱ Σαυνῖται, τοῦ Ποντίου σφῶν στρατηγοῦντος, καὶ λιμῷ πιεζομένων Ῥωμαίων, οἱ στρατηγοὶ σφῶν πρεσβευσάμενοι παρεκάλουν τὸν Πόντιον
5καταθέσθαι Ῥωμαίοις χάριν, ἣν οὐ πολλοὶ παρέχουσι καιροί. ὁ δὲ ἀπεκρίνατο μὴ δεῖν μηδὲ πρεσβεύειν ἔτι πρὸς αὐτόν, εἰ μὴ τὰ ὅπλα καὶ αὑτοὺς παραδιδοῖεν. θρῆνος οὖν ἦν οἷα
Sam
.

4

.

5

πόλεως ἁλούσης. καὶ οἱ στρατηγοὶ διέτριψαν μὲν ἔτι ἄλλας ἡμέρας, ὀκνοῦντες ἀνάξιόν τι τῆς πόλεως ἐργάσα‐ σθαι· ὡς δ’ οὔτε μηχανὴ σωτηρίας ἐφαίνετο ὅ τε λιμὸς ἐπίεζεν αὐτοὺς καὶ νεότης ἦν πέντε μυριάδων, ἣν ὤκνουν
5φθειρομένην ὑπεριδεῖν, ἐπέτρεψαν ἑαυτοὺς τῷ Ποντίῳ καὶ παρεκάλουν, εἴτε κτείνειν εἴτε πωλεῖν εἴτε φυλάττειν ἐπὶ λύτροις ἕλοιτο, μηδὲν ἐς σώματα ἀνδρῶν ἀτυχούντων ὑβρίσαι.
Sam
.

4

.

6

ὃ δὲ τῷ πατρὶ συνεβουλεύετο, μεταπεμψάμενος αὐτὸν ἐκ τοῦ Καυδίου, φερόμενον ὑπὸ γήρως ἁμάξῃ. καὶ ὁ πρεσβύτης ἔφη· “ἓν ἔστιν, ὦ παῖ, μεγάλης ἔχθρας φάρμα‐
κον, εὐεργεσίας ἢ κολάσεως ὑπερβολή. αἱ μὲν οὖν κολάσεις30
5καταπλήσσουσιν, αἱ δὲ εὐεργεσίαι προσάγονται. ἴσθι νίκην τήνδε πρώτην καὶ μεγίστην, θησαυρίζειν τὴν εὐτυχίαν, καὶ πάντας ἀπόλυσον ἀπαθεῖς μήτ’ ἐνυβρίσας μήτ’ ἀφελό‐ μενος μηδέν, ἵνα σῶον ᾖ σοι τὸ μέγεθος τῆς εὐεργεσίας.
Sam
.

4

.

7

εἰσὶ δ’, ὡς ἀκούω, φιλότιμον κακόν, ἀλλὰ μόναις εὐεργε‐ σίαις ἡττώμενον, διαγωνιοῦνταί 〈τέ〉 σοι περὶ τῆσδε τῆς χά‐ ριτος. ἔχεις ἐνέχυρον τήνδε τὴν εὐεργεσίαν εἰρήνης ἀθανάτου
Sam
.

4

.

8

λαβεῖν. ἢν δέ σε ταῦτα μὴ πείθῃ, κτεῖνον ἅπαντας ὁμαλῶς, μηδ’ ἄγγελον ὑπολιπών. λέγω δ’ ἐκεῖνα μὲν αἱρούμενος, ταῦτα δ’ ὡς ἀναγκαῖα. Ῥωμαῖοι γὰρ ὁτιοῦν ὑβρισθέντες ἀμυνοῦνταί σε πάντως· ἀμυνεῖσθαι δὲ μέλλοντας αὐτοὺς
5προκατάβλαπτε. μεῖζον δ’ οὐκ ἂν εὕροις βλάβος νέων ὁμοῦ πέντε μυριάδων.”
Sam
.

4

.

9

ὃ μὲν τοσαῦτα εἶπεν, ὁ δὲ παῖς ἀντέλεξεν· “ὅτι μέν, ὦ πάτερ, ἐναντιώτατα εἶπας ἀλλήλοις, οὐ θαυμάζω· προεῖπας γὰρ ἐρεῖν ὑπερβολὰς ἑκατέρων. ἐγὼ δὲ οὐ κτενῶ μὲν ἄνδρας τοσούτους, νέμεσίν τε θεοῦ φυλασσόμενος καὶ φθόνον ἀν‐
5θρώπων αἰδούμενος, καὶ τὰ ἔθνη τὰς ἐς ἀλλήλους ἐλπίδας οὐκ ἀφαιρήσομαι δι’ ἀνηκέστου κακοῦ. περὶ δὲ τῆς ἀφέσεως οὐδ’ αὐτῷ μέν μοι δοκεῖ, Ῥωμαίων πολλὰ καὶ δεινὰ δεδρακότων ἡμᾶς καὶ χωρία καὶ πόλεις ἡμετέρας ἔτι νῦν ἐχόντων, τούσδε τοὺς εἰλημμένους ἀπολύειν παντὸς
Sam
.

4

.

10

ἀπαθεῖς. οὐ ποιήσω· ἐμπληξία γὰρ ἡ ἄλογος φιλαν‐ θρωπία. ἐπισκόπει δέ, παρεὶς ἐμέ, καὶ τὸ Σαυνιτῶν, ὧν παῖδες καὶ πατέρες καὶ ἀδελφοὶ τεθνᾶσιν ὑπὸ Ῥωμαίων καὶ κτήματα καὶ χρήματα ἀφῃρημένοι χρῄζουσι παρα‐
5μυθίας. φύσει δὲ γαῦρον ὁ νενικηκώς, καὶ τὰ κέρδη
περιβλέπονται. τίς οὖν ἀνέξεταί μου τούσδε μὴ κτείνειν μήτε πωλεῖν μηδὲ ζημιοῦν, ἀλλ’ ὡς ἐυεργέτας ἀπαθεῖς προπέμπειν; διὰ μὲν δὴ ταῦτα παρῶμεν τὰς ὑπερβολάς, ἐπεὶ τῆς μὲν οὐ κύριος ἐγώ, τῆς δ’ ἀπανθρωποτέρας οὐκ31
Sam
.

4

.

11

ἀνέχομαι. ὡς δ’ ἂν καὶ Ῥωμαίων τι τοῦ φρονήματος περιέλοιμι καὶ τὰ πρὸς τοὺς ἄλλους ἀδιάβλητος εἴην, ὅπλα μὲν αὐτούς, οἷς ἐχρήσαντο ἀεὶ καθ’ ἡμῶν, ἀφαιρήσο‐ μαι καὶ χρήματα (καὶ γὰρ ταῦτ’ ἔχουσι παρ’ ἡμῶν), ἐκπέμψω
5δ’ ὑπὸ ζυγὸν σώους, ᾗ τινι αἰσχύνῃ καὶ αὐτοὶ κατ’ ἄλλων
Sam
.

4

.

12

ἐχρήσαντο· καὶ εἰρήνην εἶναι τοῖς ἔθνεσι συνθήσομαι τῶν τε ἱππέων ἐπιλέξομαι τοὺς ἐπιφανεστάτους ὅμηρα τῶνδε τῶν συνθηκῶν, ἕως ἅπας ὁ δῆμος ἐπιψηφίσῃ. καὶ τάδε ποιῶν ἡγοῦμαι νενικηκότος τε ἔργα ποιήσειν καὶ φιλαν‐
5θρώπου Ῥωμαίους τε ἀγαπήσειν, ὅσα καὶ αὐτοί, φά‐ σκοντες ἀρετῆς ἀντιποιεῖσθαι, πολλάκις ἐς ἄλλους ἔδρασαν.”
Sam
.

4

.

13

ταῦτα τοῦ Ποντίου λέγοντος ὁ πρεσβύτης ἐδάκρυσέ τε καὶ ἐπιβὰς τῆς ἀπήνης εἰς τὸ Καύδιον ἀπήλαυνεν. ὁ δὲ Πόντιος τοὺς πρέσβεις καλέσας ἤρετο, εἴ τις εἰρηνοδίκης αὐτοῖς παρείη. τοῖς δὲ παρῆν οὐδεὶς ὡς ἐπὶ ἄσπονδον καὶ
Sam
.

4

.

14

ἀκήρυκτον πόλεμον ἐστρατευκόσι. τοῖς οὖν ὑπάτοις καὶ τοῖς ἄλλοις ἄρχουσι τῆς στρατιᾶς 〈καὶ〉 παντὶ τῷ πλήθει λέγειν ἐκέλευε τοὺς πρέσβεις· “ἡμεῖς ἀεὶ Ῥωμαίοις ἐσπεν‐ δόμεθα φιλίαν, ἣν αὐτοὶ διελύσατε, Σιδικηνοῖς τοῖς
5ἡμετέροις ἐχθροῖς συμμαχοῦντες· εἶτ’ αὖθις αὖ φιλίας ἡμῖν γενομένης Νεαπολίταις ἐπολεμεῖτε, τοῖς ἡμετέροις γείτοσιν. καὶ οὐκ ἠγνοοῦμεν, ὅτι ταῦτ’ ἦν ὑμῖν παρασκευὴ
Sam
.

4

.

15

πλεονεξίας ἐπὶ ὅλην τὴν Ἰταλίαν. ἔν τε ταῖς προτέραις
μάχαις πολλὰ παρὰ τὴν ἀπειρίαν τῶν ἡμετέρων στρατηγῶν προλαβόντες οὐδὲν ἐπεδείξασθε μέτριον ἐς ἡμᾶς οὐδ’ ἠρκεῖσθε τὴν χώραν πορθοῦντες καὶ χωρία καὶ πόλεις32
5ἔχοντες ἀλλοτρίας καὶ κληρούχους ἐς αὐτὰ πέμποντες, ἀλλὰ καὶ πρεσβευσαμένων ἡμῶν δὶς πρὸς ὑμᾶς καὶ πολλὰ συγχωρούντων ὑπερήφανα ἡμῖν ἄλλ’ ἐπετάσσετε, τὴν ἀρχὴν ὅλην ἀποθέσθαι καὶ ὑμῶν ὑπακούειν, ὥσπερ οὐ
Sam
.

4

.

16

σπενδομένους, ἀλλὰ ἑαλωκότας. καὶ ἐπὶ τοῖσδε τὸν πόλεμον τόνδε ἄσπονδον καὶ ἀκήρυκτον ἐψηφίσασθε κατ’ ἀνδρῶν ποτε φίλων, κατὰ Σαβίνων ἐκγόνων τῶν ὑμῖν
Sam
.

4

.

17

συνοικούντων. ἕνεκα μὲν οὖν τῆς ὑμετέρας πλεονεξίας ἔδει καὶ τὰ παρ’ ἡμῶν ὑμῖν ἄσπονδα εἶναι, ἐγὼ δὲ νέμεσίν τε θεῶν αἰδούμενος, ἣν ὑμεῖς ὑπερείδεσθε, καὶ συγγενείας καὶ φιλίας τῆς ποτὲ μνημονεύων δίδωμι ἕκαστον ὑμῶν
5σὺν ἱματίῳ σῶον ὑπὸ ζυγὸν ἀπελθεῖν, ἢν ὀμόσητε τήν τε γῆν καὶ τὰ χωρία πάνθ’ ἡμῖν ἀποδώσειν καὶ τοὺς κληρούχους ἀπὸ τῶν πόλεων ἀπάξειν καὶ μηδέ ποτ’ ἐπὶ Σαυνίτας στρατεύσειν.”
Sam
.

4

.

18

ἀπαγγελθέντων δὲ τούτων ἐς τὸ στρατόπεδον ὀλοφυρμὸς ἦν καὶ θρῆνος ἐπὶ πλεῖστον· θανάτου γὰρ ἡγοῦντο εἶναι χείρονα τὴν ὕβριν τὴν ὑπὸ τῷ ζυγῷ. ὡς δὲ καὶ περὶ τῶν ἱππέων ἐπύθοντο, αὖθις ἐθρήνουν ἐπὶ πλεῖστον, ὑπὸ δὲ ἀπο‐
5ρίας αὐτὰ ἐδέχοντο καὶ τοὺς ὅρκους ὤμνυον ὅ τε Πόντιος καὶ οἱ Ῥωμαίων ὕπατοι, δύο ὄντες, Ποστούμιός τε καὶ Βετούριος, καὶ ταμίαι δύο καὶ ταξιάρχαι δʹ καὶ χιλίαρχοι δώδεκα, σύμπαντες ὅσοι μετὰ τοὺς διεφθαρμένους ἦρχον.
Sam
.

4

.

19

γενομένων δὲ τῶν ὅρκων ὁ μὲν Πόντιος παραλύσας τι τοῦ
διατειχίσματος καὶ δυσὶ δόρασιν ἐς τὴν γῆν ἐμπεπηγόσιν ἐπικάρσιον ἄλλο ἐπιθεὶς ἐξέπεμπε Ῥωμαίων ἕκαστον ὑπὸ τούτῳ καί τινα ὑποζύγια ἔδωκεν αὐτοῖς ἐς τοὺς ἀρρω‐33
5στοῦντας καὶ τροφήν, ἄχρι τῆς Ῥώμης φέρεσθαι. δύναται δ’, ἐμοὶ δοκεῖν, τὸ εἶδος τῆς ἀφέσεως, ὃ καλοῦσιν οἱ τῇδε ζυγόν, ὀνειδίζειν ὡς δοριαλώτοις.
Sam
.

4

.

20

ἀπαγγελθείσης δὲ τῆς συμφορᾶς ἐς τὴν πόλιν οἰμωγὴ καὶ θρῆνος ἦν ὡς ἐπὶ πένθει, καὶ αἱ γυναῖκες ἐκόπτοντο τοὺς αἰσχρῶς περισεσωσμένους ὡς ἀποθανόντας, ἥ τε βουλὴ τὴν ἐπιπόρφυρον ἐσθῆτα ἀπέθετο, καὶ θυσίαι καὶ
5γάμοι καὶ ὅσα ἄλλα τοιουτότροπα ἐπέσχητο ἐπὶ τὸ ἔτος
Sam
.

4

.

21

ὅλον, ἕως τὴν συμφορὰν ἀνέλαβον. τῶν δὲ ἀφειμένων οἳ μὲν ἐς τοὺς ἀγροὺς διέφευγον ὑπὸ αἰδοῦς, οἳ δὲ νυκτὸς ἐς τὴν πόλιν ἐσῄεσαν. οἱ δὲ ἄρχοντες ἡμέρας μὲν ἐσῆλθον ὑπ’ ἀνάγκης, καὶ τὰ σημεῖα τῆς ἀρχῆς ἐπέκειτο αὐτοῖς,
5ἔπρασσον δὲ οὐδέν. Exc. de leg. gent. 2, p. 517.
Sam
.

5

.

1

Δεντάτῳ κατὰ ζῆλον ἀρετῆς εἵπετο νέων λογάδων πλῆθος ὀκτακοσίων, ἐπὶ πάντα τὰ ἔργα ἕτοιμοι· καὶ βαρὺς ἦν τῇ βουλῇ παρὰ τὰς ἐκκλησίας. Suid. v. ζῆλος.
Sam
.

6

.

1

Ἐκ τῆς Σαυνιτικῆς ἱστορίας. ὅτι Κελτῶν Σενόνων πολὺ πλῆθος Τυρρηνοῖς συνεμάχουν κατὰ Ῥωμαίων. Ῥω‐ μαῖοι δ’ 〈ἐσ〉 τὰς Σενόνων πόλεις ἐπρέσβευον καὶ ἐνεκά‐ λουν, ὅτι ὄντες ἔνσπονδοι μισθοφοροῦσι κατὰ Ῥωμαίων.
Sam
.

6

.

2

τούσδε τοὺς πρέσβεις Βριτόμαρις μετὰ τῶν κηρυκείων καὶ τῆς ἱερᾶς στολῆς κατέτεμεν ἐς πολλὰ καὶ διέρριψεν ἐγκα‐ λῶν, ὅτι αὐτοῦ ὁ πατὴρ ἐν Τυρρηνίᾳ πολεμῶν ἀνῄρητο ὑπὸ
Sam
.

6

.

3

Ῥωμαίων. Κορνήλιος δὲ ὁ ὕπατος τοῦ μύσους ἐν ὁδῷ πυθόμενος τὰ μὲν Τυρρηνῶν εἴασεν, ἐς δὲ τὰς Σενόνων πόλεις συντόνῳ σπουδῇ διὰ Σαβίνων καὶ Πικεντίνων ἐσβαλὼν πάντα καθῄρει καὶ ἐνεπίπρη καὶ τὰς μὲν γυναῖκας34
5καὶ τὰ παιδία ἠνδραποδίζετο, τοὺς δὲ ἡβῶντας πάντας ἔκτεινε πλὴν Βριτομάριος, ὃν δεινῶς αἰκισάμενος ἦγεν
Sam
.

6

.

4

ἐς τὸν θρίαμβον. οἱ δὲ Σενόνων, ὅσοι ἦσαν ἐν Τυρρηνίᾳ, πυθόμενοι ἀνῃρῆσθαι, Τυρρηνοὺς ἦγον ἐπὶ Ῥώμης. καὶ— πολλῶν μεταξὺ γενομένων—οἱ Σένονες, οὔτε πατρίδας ἔχοντες, ἐς ἃς διαφύγωσιν, ὀργιζόμενοί τε τῶν γεγονότων,
5ἐνέπιπτον τῷ Δομιτίῳ, καὶ διεφθάρησαν πολλοί, τὸ δὲ λοιπὸν σφᾶς αὐτοὺς διεχρῶντο μανικῶς. καὶ δίκη μὲν ἤδη παρανομίας 〈ἐσ〉 πρέσβεις ἐγένετο Σένοσιν. Exc. de leg. Rom. 2, p. 68.
Sam
.

7

.

1

ὅτι Κορνήλιος ἐπὶ καταφράκτων δέκα νεῶν ἐθεᾶτο τὴν μεγάλην Ἑλλάδα. καί τις ἐν Τάραντι δημαγωγὸς Φιλόχαρις, αἰσχρῶς τε βεβιωκὼς καὶ παρὰ τοῦτο καλούμενος Θαΐς, παλαιῶν τοὺς Ταραντίνους ἀνεμίμνησκε συνθηκῶν, μὴ
5πλεῖν Ῥωμαίους πρόσω Λακινίας ἄκρας, παροξύνας τε
Sam
.

7

.

2

ἔπεισεν ἐπαναχθῆναι τῷ Κορνηλίῳ. καὶ τέσσαρας μὲν αὐτοῦ ναῦς κατέδυσαν οἱ Ταραντῖνοι, μίαν δὲ ἔλαβον αὐτοῖς ἀνδράσιν. ἔς τε Θουρίους ἐγκλήματα ποιούμενοι, ὅτι Ἕλληνες ὄντες ἐπὶ Ῥωμαίους κατέφυγον ἀντὶ σφῶν καὶ
5παρελθεῖν αὐτοὺς ἐπέκεινα αἴτιοι μάλιστα ἐγεγένηντο, τοὺς μὲν ἐπιφανεῖς αὐτῶν ἐξέβαλον, τὴν δὲ πόλιν διήρπασαν35
Sam
.

7

.

3

καὶ τοὺς Ῥωμαίων φρουροὺς ὑποσπόνδους ἀφῆκαν. Ῥωμαῖοι δὲ τούτων πυθόμενοι πρέσβεις ἐς Τάραντα πέμπουσι τοὺς μὲν αἰχμαλώτους κελεύοντες, οὓς οὐ πολεμοῦντας, ἀλλὰ θεωμένους ἔλαβον, ἀποδοῦναι, Θουρίων δ’, οὓς ἐξέβαλον, ἐς
5τὴν πόλιν καταγαγεῖν, ἅ τε διηρπάκεσαν αὐτούς, 〈ἀποκατα‐ στῆσαι〉 ἢ τὴν ζημίαν τῶν ἀπολομένων ἀποτῖσαι, σφίσι δ’ ἐκδοῦναι τοὺς αἰτίους τῆς παρανομίας, εἰ Ῥωμαίων ἐθέ‐
Sam
.

7

.

4

λουσιν εἶναι φίλοι. οἱ δὲ τοὺς πρέσβεις μόλις ποτὲ ἐπὶ τὸ κοινὸν ἐπήγαγον καὶ ἐπελθόντας ἐχλεύαζον, εἴ τι μὴ καλῶς ἑλληνίσειαν· ἔσκωπτον δὲ καὶ τὴν στολὴν αὐτῶν καὶ τὸ
Sam
.

7

.

5

ἐπιπόρφυρον. Φιλωνίδης δέ τις, ἀνὴρ γελοῖος καὶ φιλο‐ σκώμμων, Ποστουμίῳ τῷ τῆς πρεσβείας ἡγουμένῳ προσελθὼν ἀπεστράφη τε καὶ ἐπικύψας τὴν ἐσθῆτα ἀνεσύρατο τὴν ἑαυτοῦ καὶ τοῦ πρεσβευτοῦ κατησχημόνησεν.
Sam
.

7

.

6

καὶ τὸ μὲν θέατρον ἔπαιζεν ὡς ἐπὶ γελοίῳ, Ποστούμιος δὲ προτείνας τὸ μεμολυσμένον “ἐκπλυνεῖτ’,” ἔφη, “τοῦτο αἵματι πολλῷ, τοιούτοις ἀρεσκόμενοι γέλωσιν.” καὶ οὐδὲν τῶν Ταραντίνων ἀποκριναμένων ἀπῆλθον οἱ πρέσβεις.
Sam
.

7

.

7

ὁ δὲ Ποστούμιος τὴν ὕβριν ἐκ τῆς ἐσθῆτος οὐκ ἀποπλύνας ἐπέδειξε Ῥωμαίοις, καὶ ὁ δῆμος ἀγανακτῶν Αἰμιλίῳ πολεμοῦντι Σαυνίταις ἐπέστειλε τὰ μὲν Σαυνιτῶν ἐν τῷ παρόντι ἐᾶν, ἐς δὲ τὴν Ταραντίνων ἐσβάλλειν καὶ αὐτούς,
5ἐφ’ οἷς ἠξίουν οἱ πρέσβεις, ἐς διαλλαγὰς προκαλέσασθαι,
Sam
.

7

.

8

ἂν δ’ ἀπειθῶσι, πολεμεῖν κατὰ κράτος. ὃ μὲν δὴ τάδε προύτεινε τοῖς Ταραντίνοις, οἳ δὲ οὐκ ἐγέλων ἔτι τὴν στρατιὰν ὁρῶντες, ἀλλ’ ἐγίνοντο ταῖς γνώμαις ἀγχώμαλοι,
μέχρι τις ἀποροῦσι καὶ βουλευομένοις ἔφη τὸ μὲν ἐκδοῦναί36
5τινας ἤδη δεδουλωμένων εἶναι, τὸ δὲ πολεμεῖν μόνους
Sam
.

7

.

9

ἐπισφαλές. “εἰ δὲ καὶ τῆς ἐλευθερίας ἐγκρατῶς ἑξόμεθα καὶ πολεμήσομεν ἐξ ἴσου, Πύρρον ἐξ Ἠπείρου τὸν βασιλέα καλῶμεν καὶ στρατηγὸν ἀποφήνωμεν τοῦδε τοῦ πολέμου.” ὃ καὶ γέγονεν. Exc. de leg. Rom. 3, p. 68.
Sam
.

8

.

1

ὅτι μετὰ τὸ ναυάγιον ὁ Πύρρος, ὁ βασιλεὺς τῆς Ἠπείρου, ἐς τὸν Τάραντα κατήγετο, καὶ οἱ Ταραντῖνοι τότε μάλιστα τοὺς βασιλικοὺς ἐβαρύνοντο, ἐσοικιζομένους τε παρὰ σφᾶς βίᾳ καὶ φανερῶς ἐνυβρίζοντας αὐτῶν γυναιξὶ καὶ
Sam
.

8

.

2

παισίν. ὡς δὲ καὶ τὰ συσσίτια σφῶν ὁ Πύρρος καὶ τὰς ἄλλας συνόδους καὶ διατριβὰς ὡς οὐ πρεπούσας πολέμῳ διέλυε γυμνάσιά τε ἔνοπλα ἔτασσεν αὐτοῖς καὶ θάνατον τοῖς ἀμελοῦσιν ὥριζε, τότε δὴ καὶ πάμπαν ἀήθεσιν ἔργοις
5καὶ ἐπιτάγμασι κάμνοντες οἱ Ταραντῖνοι 〈ἐκ〉 τῆς πόλεως
Sam
.

8

.

3

ὡς ἀλλοτρίας ἐς τοὺς ἀγροὺς ἀπεδίδρασκον. καὶ ὁ βασιλεὺς τὰς θύρας ἀπέκλειε καὶ φρουρὰς ἐφίστη. καὶ οἱ Ταραντῖνοι τῆς ἀβουλίας σφῶν ᾐσθάνοντο σαφῶς. Exc. de virt. 6, p. 219.
Sam
.

9

.

1

ὅτι 〈ὅσοι〉 ἐν Ῥηγίῳ Ῥωμαίων ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ τῆς πόλεως, μή τι πάθοιεν ὑπὸ τῶν ἐχθρῶν, παρέμενον, αὐτοί τε καὶ Δέκιος, ὁ ἡγεμὼν αὐτῶν, τοῖς ἀγαθοῖς τοῖς Ῥη‐ γίνων φθονήσαντες καὶ φυλάξαντες αὐτοὺς εὐωχουμένους
5ἐν ἑορτῇ διέφθειραν καὶ ταῖς γυναιξὶν ἀκουσίαις συνῆσαν.
Sam
.

9

.

2

πρόφασιν δὲ τῆς παρανομίας ἔφερον, ὅτι Ῥηγῖνοι τὴν φρουρὰν προεδίδοσαν Πύρρῳ. καὶ Δέκιος μὲν ἀντὶ φρου‐ ράρχου τύραννος ἦν καὶ φιλίαν ἔθετο Μαμερτίνοις, τοῖς ἐπὶ τοῦ πορθμοῦ τοῦ Σικελικοῦ κατῳκημένοις, οὐ πρὸ
5πολλοῦ κἀκείνοις ἐς ἰδίους ξένους ὅμοια δεδρακόσιν.
Sam
.

9

.

3

ἀλγήσαντα δ’ αὐτὸν τοὺς ὀφθαλμοὺς καὶ τοῖς ἐν Ῥηγίῳ ἰατροῖς ἀπιστοῦντα μετάπεμπτος ἀπὸ Μεσσήνης ἐθεράπευε Ῥηγῖνος ἀνήρ, μετῳκηκὼς ἐς Μεσσήνην πρὸ πολλοῦ, ὅτι Ῥηγῖνος ἦν ἀγνοούμενος. οὗτος αὐτὸν ἔπεισεν, ἐπὶ ἀπαλ‐37
5λαγῇ συντόμῳ, φαρμάκων ἀνασχέσθαι θερμῶν καὶ χρίσας ἰοῖς κατακαίουσι καὶ δαπανῶσιν ἐκέλευσεν ἀνασχέσθαι τοῦ πόνου, μέχρι αὐτὸς ἐπανέλθοι· καὶ λαθὼν ἔπλευσεν ἐς Μεσσήνην. ὃ δ’ ἐς πολὺ τῆς ὀδύνης ἀνασχόμενος ἀπενίψατο
Sam
.

9

.

4

καὶ εὗρε τοὺς ὀφθαλμοὺς δεδαπανημένους. Φαβρίκιος δὲ ὑπὸ Ῥωμαίων ἐπὶ διορθώσει τῶνδε πεμφθεὶς τήν τε πόλιν τοῖς ἔτι Ῥηγίνων λοιποῖς ἀπεδίδου καὶ τῶν φρουρῶν τοὺς
Sam
.

9

.

5

αἰτίους τῆς ἀποστάσεως ἐς Ῥώμην ἔπεμψεν· οἳ μαστι‐ γωθέντες ἐν ἀγορᾷ μέσῃ τὰς κεφαλὰς ἀπεκόπησαν καὶ ἐξερρίφησαν ἄταφοι. Δέκιος δὲ φυλασσόμενος ἀμελῶς, οἷα πηρός, ἑαυτὸν διεχρήσατο. Exc. de virt. 7, p. 219.
Sam
.

10

.

1

ὅτι ὁ Πύρρος, ὁ βασιλεὺς τῆς Ἠπείρου, νικήσας τοὺς Ῥωμαίους καὶ ἀναλαβεῖν χρῄζων τὴν στρατιὰν ἐκ μάχης ἐντόνου καὶ Ῥωμαίους ἐλπίζων ἐς διαλύσεις τότε μάλιστα ἐνδώσειν ἔπεμπεν ἐς Ῥώμην Κινέαν τὸν Θεσσαλόν, δόξαν
5ἐπὶ λόγοις ἔχοντα μιμεῖσθαι τὴν Δημοσθένους ἀρετήν.
Sam
.

10

.

2

καὶ παρελθὼν ὁ Κινέας ἐς τὸ βουλευτήριον ἄλλα τε πολλὰ περὶ τοῦ βασιλέως ἐσεμνολόγει καὶ τὴν ἐπὶ τῷ ἀγῶνι μετριοπάθειαν κατελογίζετο, μήτ’ ἐπὶ τὴν πόλιν εὐθὺς
Sam
.

10

.

3

ἐλάσαντος μήτ’ ἐπὶ τὸ ἡσσημένον στρατόπεδον· ἐδίδου δ’ αὐτοῖς εἰρήνην καὶ φιλίαν καὶ συμμαχίαν πρὸς Πύρρον, εἰ Ταραντίνους μὲν ἐς ταῦτα συμπεριλάβοιεν, τοὺς δ’ ἄλλους Ἕλληνας τοὺς ἐν Ἰταλίᾳ κατοικοῦντας ἐλευθέρους καὶ38
5αὐτονόμους ἐῷεν, Λευκανοῖς δὲ καὶ Σαυνίταις καὶ Δαυνίοις καὶ Βρεττίοις ἀποδοῖεν, ὅσα αὐτῶν ἔχουσι πολέμῳ λαβόντες. καὶ γιγνομένων ἔφη τούτων Πύρρον ἀποδώσειν αὐτοῖς
Sam
.

10

.

4

τοὺς αἰχμαλώτους ἄνευ λύτρων. οἳ δ’ ἐνεδοίαζον ἐπὶ πλεῖστον, τῇ τε δόξῃ τοῦ Πύρρου καὶ τῷ συμβεβηκότι πάθει κατα‐ πλαγέντες, ἕως Ἄππιος Κλαύδιος ὁ Καῖκος ἐπίκλησιν, ἤδη τετυφλωμένος, ἐς τὸ βουλευτήριον τοῖς παισὶν αὑτὸν ἀγα‐
Sam
.

10

.

5

γεῖν κελεύσας “ἠχθόμην”, εἶπεν, “ὅτι μὴ βλέπω, νῦν δ’, ὅτι ἀκούω. τὰ γὰρ τοιαῦτα ὑμῶν βουλεύματα ἠξίουν μήθ’ ὁρᾶν μήτ’ ἀκούειν, οἳ δι’ ἓν ἀτύχημα ἀθρόως οὕτως ἑαυτῶν ἐκλέλησθε καὶ τὸν τοῦτο δράσαντα αὐτόν τε καὶ τοὺς
5ἐπαγαγομένους αὐτὸν βουλεύεσθε φίλους ἀντὶ πολεμίων θέσθαι καὶ τὰ τῶν προγόνων κτήματα Λευκανοῖς καὶ Βρεττίοις δοῦναι. τί τοῦτ’ ἐστὶν ἢ Ῥωμαίους ἐπὶ Μακεδόσι γενέσθαι; καὶ ταῦτά τινες εἰρήνην ἀντὶ δουλείας τολμῶσιν
Sam
.

10

.

6

ὀνομάζειν.” ἄλλα τε πολλὰ ὅμοια τούτοις ὁ Ἄππιος εἰπὼν καὶ ἐρεθίσας εἰσηγήσατο Πύρρον, εἰ δέοιτο τῆς Ῥωμαίων φιλίας καὶ συμμαχίας, ἐξ Ἰταλίας ἀπελθόντα πρεσβεύειν, παρόντα δὲ μήτε φίλον ἡγεῖσθαι μήτε σύμμαχον μήτε
5Ῥωμαίοις δικαστὴν ἢ διαιτητήν. καὶ ἡ βουλὴ ταῦθ’, ἅπερ
Sam
.

10

.

7

καὶ Ἄππιος εἶπεν, ἀπεκρίνατο Κινέᾳ. Λαιβίνῳ δ’ ἄλλα δύο τέλη καταλέγοντες ἐκήρυξαν οὕτως, εἴ τις ἀντὶ τῶν ἀπολωλότων αὑτὸν ἐπιδίδωσιν, ἐς τὴν στρατιὰν ἀπογρά‐
Sam
.

10

.

8

φεσθαι. καὶ ὁ Κινέας ἔτι παρὼν καὶ θεώμενος αὐτοὺς ὠθουμένους ἐς τὰς ἀπογραφὰς λέγεται πρὸς τὸν Πύρρον ἐπανελθὼν εἰπεῖν, ὅτι πρὸς ὕδραν ἐστὶν αὐτοῖς ὁ πόλεμος. οἳ δὲ οὐ Κινέαν, ἀλλὰ Πύρρον αὐτὸν εἰπεῖν τοῦτο τὸ ἔπος,39
5ἰδόντα τὴν στρατιὰν τῶν Ῥωμαίων πολὺ τῆς προτέρας πλείονα. καὶ γὰρ ὁ ἕτερος ὕπατος τῷ Λαιβίνῳ Κορογκάνιος
Sam
.

10

.

9

ἧκεν ἐκ Τυρρηνίας μεθ’ ἧς εἶχε παρασκευῆς. λέγεται δὲ καὶ τἆλλα περὶ τῆς Ῥώμης πυνθανομένῳ Πύρρῳ Κινέας εἰπεῖν, ὅτι πόλις ἐστὶ στρατηγῶν ὅλη, καὶ τοῦ Πύρρου θαυμάσαντος μεταλαβὼν φάναι· “βασιλέων μᾶλλον ἢ
Sam
.

10

.

10

στρατηγῶν.” Πύρρος δ’, ὡς οὐδὲν εἰρηναῖόν οἱ παρὰ τῆς βουλῆς ἀπήντησεν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο, πάντα δῃῶν, καὶ φθάνει μὲν ἐς πόλιν Ἀναγνίαν, βαρείαν δ’ ἔχων ἤδη τὴν στρατιὰν ὑπὸ λείας καὶ πλήθους αἰχμαλώτων, ἀνα‐
5θέμενος μάχην, ἀνέστρεφεν ἐπὶ Καμπανίας, ἡγουμένων τῶν ἐλεφάντων, καὶ τὴν στρατιὰν ἐς χειμασίαν κατὰ πόλεις διῄρει.
Sam
.

10

.

11

Ῥωμαίων δὲ πρέσβεις αὐτὸν ἠξίουν λύσασθαι τῇ πόλει τοὺς αἰχμαλώτους ἢ ἀντιλαβεῖν, ὅσους ἔχουσι Ταραντίνων καὶ τῶν ἄλλων συμμάχων αὐτοῦ. ὃ δὲ σπενδομένοις μὲν ἔφη, καθάπερ προεῖπε Κινέας, χαριεῖσθαι τοὺς αἰχμαλώ‐
5τους, πολεμοῦσι δ’ οὐ δώσειν ἐφ’ ἑαυτὸν ἄνδρας τοιούτους
Sam
.

10

.

12

καὶ τοσούτους. ἐξένιζε δ’ αὐτοὺς βασιλικῶς καὶ τὸν τῆς
πρεσβείας ἡγούμενον Φαβρίκιον πυνθανόμενος ἐν τῇ πόλει μέγα δύνασθαι καὶ δεινῶς πένεσθαι καθωμίλει, λέγων, εἰ πράξειεν αὑτῷ τὰς διαλύσεις, ὑποστράτηγον καὶ40
5κοινωνὸν τῶν παρόντων ἀγαθῶν ἀπάξειν ἐς Ἤπειρον· χρή‐ ματά τε αὐτὸν λαβεῖν ἐντεῦθεν ἤδη παρεκάλει, πρόφασιν
Sam
.

10

.

13

ὡς δώσοντα τοῖς τὴν εἰρήνην ἐργασομένοις. ἐπιγελάσας δ’ ὁ Φαβρίκιος περὶ μὲν τῶν κοινῶν οὐδ’ ἀπεκρίνατο, “τὴν δ’ ἐμήν”, ἔφη, “παρρησίαν οὔτε τῶν σῶν φίλων οὐδεὶς οὔτε αὐτὸς οἴσεις σύ, ὦ βασιλεῦ, καὶ τὴν πενίαν τὴν ἐμαυτοῦ
5μακαρίζω μᾶλλον ἢ τὸν τῶν τυράννων πλοῦτον ὁμοῦ καὶ
Sam
.

10

.

14

φόβον.” οἳ δὲ οὐχ οὕτω φασὶν αὐτὸν εἰπεῖν, ἀλλ’ ὅτι “μου τῆς φύσεως Ἠπειρῶται 〈πεῖραν〉 λαβόντες ἐμὲ σοῦ
Sam
.

10

.

15

προθήσουσι.” ὁποτέρως δ’ οὖν ἀπεκρίνατο, θαυμάσας αὐτὸν τοῦ φρονήματος ὁ Πύρρος ἑτέραν ὁδὸν ἐς τὰς διαλλαγὰς ἐπενόει καὶ τοὺς αἰχμαλώτους ἐς τῶν Κρονίων τὴν ἑορτὴν ἔπεμπεν ἄνευ φυλάκων, ἐφ’ ᾧ, δεχομένης
5μὲν τῆς πόλεως, ἃ [ὁ Πύρρος] προτείνει, μένειν καὶ τῆς αἰχμαλωσίας ἀπολελύσθαι, μὴ δεχομένης δὲ ἑορτάσαντας
Sam
.

10

.

16

ἐπανήκειν ἐς αὐτόν. τούτους ἡ βουλὴ πάνυ παρακαλοῦντας καὶ ἐνάγοντας ἐς τὰς διαλύσεις ἐκέλευσεν ἑορτάσαντας Πύρρῳ παραδοῦναι σφᾶς αὐτοὺς ἐν ἡμέρᾳ ῥητῇ καὶ θάνατον ἐπέταξε τοῖς ἀπολειφθεῖσι τῆς ἡμέρας. οἳ δὲ
5αὐτὴν ἅπαντες ἐφύλαξαν, καὶ Πύρρῳ πολεμητέα πάντως αὖθις ἐδόκει. Exc. de leg. gent. 3, p. 520.
Sam
.

11

.

1

ὅτι τὸν Πύρρον ἤδη μὲν τὰ Ῥωμαίων κατέπλησσεν, ἐτά‐
ρασσε δὲ καὶ τὰ ἐν Μολοσσοῖς θορυβούμενα, Ἀγαθοκλῆς τε, ἄρχων Σικελίας, ἄρτι ἐτεθνήκει, οὗ θυγατέρα Λάνασσαν ἔχων ὁ Πύρρος ἐν ταῖς γυναιξὶ τὴν νῆσον 〈ὡσ〉 οἰκείαν ἀντὶ41
5τῆς Ἰταλίας περιεβλέπετο. ὤκνει δ’ ὅμως ἔτι τοὺς ἐπι‐
Sam
.

11

.

2

καλέσαντας ἄνευ τινὸς εἰρήνης καταλιπεῖν. ἄσμενος οὖν τῆς προφάσεως τῆς περὶ τὸν αὐτόμολον ἐπιβὰς ἐμαρτύρει τοῖς ὑπάτοις καὶ Κινέαν ἔπεμπεν ἐς Ῥώμην χάριν ὁμολογή‐ σοντα τῆς σωτηρίας τοῦ βασιλέως καὶ τοὺς αἰχμαλώτους
Sam
.

11

.

3

ἀμοιβὴν ἄγοντα εἰρήνην τε, ὅπῃ δύναιτο, πράξοντα. δῶρα δ’ ὁ Κινέας ἔφερε πολλὰ μὲν ἀνδράσι, πολλὰ δὲ γυναικῶν, φιλοχρήματον καὶ φιλόδωρον εἶναι τὴν πόλιν πυθόμενος
Sam
.

11

.

4

καὶ τὰς γυναῖκας ἰσχύειν παρὰ Ῥωμαίοις ἐκ παλαιοῦ. οἳ δὲ περὶ μὲν τῶν δώρων ἐνεκελεύσαντο ἀλλήλοις, καί φασιν οὐδένα λαβεῖν οὐδὲν οὔτε ἄνδρα οὔτε γυναῖκα, ἀπεκρίναντο δ’ αὐτῷ, καθὰ καὶ πρότερον, ἀπελθόντα
5Πύρρον ἐξ Ἰταλίας πρεσβεύειν πρὸς αὐτοὺς ἄνευ δώρων·
Sam
.

11

.

5

ἀπορήσειν γὰρ οὐδενὸς τῶν δικαίων. τοὺς δὲ πρέσβεις καὶ αὐτοὶ πολυτελῶς ἐξένιζον καὶ Πύρρῳ τοὺς Ταραντίνων καὶ τῶν ἄλλων αὐτοῦ συμμάχων αἰχμαλώτους ἀντέ‐
Sam
.

11

.

6

πεμπον. ὁ μὲν δὴ Πύρρος ἐπὶ τούτοις ἐς Σικελίαν διέπλει μετά τε τῶν ἐλεφάντων καὶ ὀκτακισχιλίων 〈πεζῶν καὶ ...〉 ἱππέων, ὑποσχόμενος τοῖς συμμάχοις ἐκ Σικελίας ἐπ‐ ανήξειν ἐς τὴν Ἰταλίαν. καὶ ἐπανῆλθεν ἔτει τρίτῳ, Καρχη‐
5δονίων αὐτὸν ἐξελασάντων ἐκ Σικελίας. Exc. de leg. gent. 4, p. 523.
Sam
.

12

.

1

ὅτι Πύρρος μετὰ τὴν μάχην καὶ τὰς πρὸς Ῥωμαίους συνθήκας ἐς Σικελίαν διέπλει, ὑποσχόμενος τοῖς συμμάχοις
ἐκ Σικελίας ἐπανήξειν ἐς Ἰταλίαν. καὶ ἐπανῆλθεν ἔτει τρίτῳ, Καρχηδονίων αὐτὸν ἐξελασάντων ἐκ Σικελίας, ἤδη42
5καὶ τοῖς Σικελιώταις βαρὺν ἐπί τε ξενίαις καὶ χορηγίαις
Sam
.

12

.

2

καὶ φρουραῖς καὶ εἰσφοραῖς γενόμενον. ὃ μὲν δὴ πλούσιος ἐκ τῶνδε γεγονὼς ἐς τὸ Ῥήγιον διέπλει ναυσὶ καταφράκτοις δέκα καὶ ρʹ, φορτίσι δὲ καὶ ὁλκάσι πολὺ πλείοσιν. οἱ δὲ Καρχηδόνιοι διαναυμαχήσαντες αὐτῷ κατέδυσαν ναῦς οʹ
Sam
.

12

.

3

καὶ τὰς λοιπὰς ἄπλους ἐποίησαν πλὴν ιβʹ μόνων. αἷς ὁ Πύρρος διαφυγὼν ἐτίνυτο Λοκροὺς τοὺς Ἐπιζεφυρίους, ὅτι φρουρὰν αὐτοῦ καὶ τὸν φρούραρχον αὐτῆς, ὑβρί‐
Sam
.

12

.

4

σαντας ἐς αὐτούς, ἀνῃρήκεσαν. ὠμῶς δ’ αὐτοὺς καὶ πικρῶς κτείνων τε καὶ συλῶν ὁ Πύρρος οὐδὲ τῶν ἀνα‐ θημάτων τῆς Φερσεφόνης ἀπέσχετο, ἐπισκώψας τὴν ἄκαιρον εὐσέβειαν εἶναι δεισιδαιμονίαν, τὸ δὲ συλλέξαι
Sam
.

12

.

5

πλοῦτον ἄπονον εὐβουλίαν. ἀναχθέντα δ’ αὐτὸν μετὰ τῶν σύλων χειμὼν ὑπέλαβε καὶ τῶν νεῶν τὰς μὲν κατέδυσε καὶ διέφθειρεν αὐτοῖς ἀνδράσι, τὰς δ’ ἐς τὴν γῆν ἐξέρριψε, τὰ δὲ ἱερὰ πάντα σῶα ὁ κλύδων ἐς τοὺς Λοκρῶν
Sam
.

12

.

6

λιμένας ἐπανήγαγεν, ὥστε καὶ Πύρρον ὀψὲ τῆς ἀσεβείας αἰσθόμενον ἀναθεῖναί τε αὐτὰ ἐς τὸ ἱερὸν τῇ Φερσεφόνῃ καὶ θυσίαις ἱλάσκεσθαι τὴν θεὸν πολλαῖς. τῶν δὲ ἱερῶν οὐκ ἀπαντώντων ἔτι μᾶλλον ἐξεμαίνετο καὶ τοὺς περὶ
5τῆς ἱεροσυλίας αὐτῷ συμβουλεύσαντας ἢ λέγοντι συν‐ θεμένους ἢ διακονησαμένους τὸ ἔργον ἔκτεινεν. ὁ μὲν
δὴ Πύρρος οὕτως ἐπεπράχει κακῶς. Exc. de virt. 8, p. 220.43