TLG 0551 003 :: APPIANUS :: Italica (fragmenta) APPIANUS Hist. Italica (fragmenta) Citation: Chapter — section — (line) | ||
Ital.1.1 | ὁ δὲ δῆμος τὸν Μάρκιον μετιόντα τὴν ὑπατείαν οὐκ ἐχειροτόνησεν, οὐ τὸν ἄνδρα ἀπαξιῶν, ἀλλὰ τὸ φρόνημα δεδιὼς αὐτοῦ. Suid. v. ἀπαξιῶν. | |
Ital.2.1 | ὁ Μάρκιος, πιμπράμενος ἐπὶ Ῥωμαίοις φυγὴν κατα‐ δικασθεὶς καὶ μικρὸν ἐς αὐτοὺς οὐδὲν ἐπινοῶν, ἐς Βολού‐ | |
σκους ἐτράπετο. Suid. v. πίμπραται. | 20 | |
Ital.3.1 | ὅτι πατρίδα καὶ γένος ἀλλαξάμενος ἥκοι, 〈ταῦτα〉 τὸ μηδὲν ἡγησάμενος καὶ τὰ τῶν Οὐολούσκων ἀντὶ τῆς πατρίδος αἱρήσεσθαι βουληθείς. Suid. v. ἀλλαξάμενος. | |
Ital.4.1 | Βολοῦσκοι δὲ τοῖς πταίσμασι τῶν γειτόνων οὐ κατα‐ πλαγέντες ἐστράτευον ἐπὶ Ῥωμαίους καὶ ἐπολιόρκουν τοὺς αὐτῶν κληρούχους. Suid. v. κληροῦχον. | |
Ital.5.1 | Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Ἀππιανοῦ τῆς ἐπιγραφομένης Ἰταλικῆς. ὅτι τοῦ Μαρκίου φυγαδευθέντος καὶ ἐς Βολούσκους καταφυγόντος καὶ κατὰ Ῥωμαίων ἐκστρατεύ‐ | |
5 | σαντος καὶ μʹ σταδίους ἀποσχόντος ἀπὸ τοῦ ἄστεος καὶ στρατοπεδεύσαντος ὁ δῆμος ἠπείλει τῇ βουλῇ παραδώσειν τὰ τείχη τοῖς πολεμίοις, εἰ μὴ πρεσβεύσοιντο περὶ διαλ‐ | |
---|---|---|
Ital.5.2 | λαγῶν πρὸς Μάρκιον. ἣ δὲ μόλις ἐξέπεμψεν αὐτοκράτορας εἰρήνης πέρι Ῥωμαίοις πρεπούσης, οἳ παρελθόντες εἰς τὸ Βολούσκων στρατόπεδον Μαρκίῳ μετὰ Βολούσκων ἀκροωμένῳ προύτειναν ἀμνηστίαν καὶ κάθοδον, εἰ | |
5 | καταλύσει τὸν πόλεμον, τῆς τε βουλῆς αὐτὸν ὑπεμίμνησκον | |
Ital.5.3 | ὡς οὐχ ἁμαρτούσης ἐς αὐτόν. ὃ δὲ πολλὰ τοῦ δήμου κατηγορήσας περὶ ὧν ἐς αὐτὸν καὶ Βολούσκους ἐξημαρτή‐ κεσαν, ἐπηγγέλλετο ὅμως Βολούσκους αὐτοῖς διαλλάξειν, | |
ἂν ἥν τε γῆν ἔχουσι Βολούσκων καὶ τὰς πόλεις ἀποδῶσι | 21 | |
5 | καὶ ποιήσωνται πολίτας ὥσπερ Λατίνους· ἕως δ’ ἂν ἔχωσι τὰ τῶν κρατούντων οἱ κρατούμενοι, οὐχ ὁρᾶν, τίνες αὐτοῖς | |
Ital.5.4 | ἔσονται διαλύσεις. ταῦτα μετοίσοντας ἀπέλυε τοὺς πρέσβεις καὶ λʹ ἡμέρας ἐς τὴν σκέψιν ἐδίδου. τραπεὶς δ’ ἐπὶ τοὺς ἄλλους Λατίνους ἑπτὰ πόλεις αὐτῶν εἷλε ταῖς λʹ ἡμέραις καὶ ἧκεν ἐπὶ τὰς ἀποκρίσεις. οἳ δὲ ἀπεκρίναντο, ἐὰν ἐκ | |
5 | τῆς Ῥωμαίων γῆς ἀπαγάγῃ τὸν στρατόν, πέμψειν τοὺς | |
Ital.5.5 | συνθησομένους αὐτῷ τὰ πρέποντα. πάλιν δ’ ἀντειπόντος ἔπεμπον ἑτέρους ιʹ δεησομένους μηδὲν ἀνάξιον ποιεῖν τῆς πατρίδος μηδ’ ἐξ ἐπιτάγματος, ἀλλ’ ἑκουσίους ἐᾶν γίγνε‐ σθαι τὰς συνθήκας, αἰδούμενόν τε τὴν πατρίδα καὶ τὸ τῶν | |
5 | προγόνων ἀξίωμα τιμῶντα τῶν ἐς αὐτὸν οὐχ ἁμαρτόντων. | |
Ital.5.6 | ὃ δὲ τοσοῦτον αὐτοῖς ἀπεκρίνατο, τριῶν ἄλλων ἡμερῶν ἥκειν βουλευσαμένους τι κάλλιον. οἳ μὲν δὴ τοὺς ἱερέας ἔπεμπον ταῖς ἱεραῖς ἐσθῆσιν ἐσταλμένους, ταὐτὰ τοῦ Μαρ‐ κίου δεησομένους· ὃ δὲ καὶ τούτοις ἔφη δεῖν ἢ τὰ κελευό‐ | |
5 | μενα ποιεῖν ἢ μηδ’ ἂν ἀφικνεῖσθαι πρὸς αὐτόν. ἐς οὖν πολιορκίαν καθίσταντο καὶ τὸ τεῖχος ἐπλήρουν λίθων καὶ | |
Ital.5.7 | βελῶν ὡς ἄνωθεν ἀμυνούμενοι Μάρκιον. Βαλερία δ’, ἡ Ποπλικόλα θυγάτηρ, πολλὰς ἀγομένη γυναῖκας ἐπί τε τὴν μητέρα τοῦ Μαρκίου Βετουρίαν καὶ ἐπὶ τὴν γυναῖκα Βολουμνίαν, πένθιμα ἠμφιεσμέναι πᾶσαι καὶ τὰ παιδία | |
5 | ταῖς ἱκεσίαις ἐπιφέρουσαι, συνεξελθεῖν αὑταῖς πρὸς Μάρκιον ἠξίουν αὐτὰς καὶ δεηθῆναι φείσασθαι σφῶν τε | |
Ital.5.8 | αὐτῶν καὶ τῆς πατρίδος. αἳ μὲν δὴ τῆς βουλῆς ἐπιτρεπούσης ἐξῄεσαν, μόναι γυναῖκες, ἐς ἐχθρῶν στρατόπεδον. ὁ δὲ | |
Μάρκιος, θαυμάζων τῆς εὐτολμίας τὴν πόλιν, οἷα Ῥωμαίων ἐστὶ καὶ τὰ γύναια, προσιούσαις ἀπήντα καὶ τὰς ῥάβδους | 22 | |
5 | καθῄρει καὶ τοὺς πελέκεας διὰ τὴν μητέρα προσδραμών τε ἠσπάζετο καὶ ἦγεν ἐπὶ τὸ συνέδριον τῶν Βολούσκων | |
Ital.5.9 | καὶ λέγειν ἐκέλευσεν, ὅ τι χρῄζοι. ἣ δὲ συνηδικῆσθαι μὲν ἐξελαυνομένῳ τῆς πόλεως οὖσα μήτηρ ἔφη, ὁρᾶν δ’, ὅτι Ῥωμαῖοι πολλὰ πρὸς αὐτοῦ πεπόνθασιν ἤδη καὶ τίσιν ἔτισαν ἱκανήν, ὧν χώρα τε τοσαύτη διέφθαρται καὶ πόλεις | |
5 | ἀπολώλασι πολλαὶ καί, τὸ Ῥωμαίοις ἔσχατον, παρακαλοῦσι καὶ πρέσβεις πέμπουσιν ὑπάτους καὶ ἱερέας καὶ μητέρα καὶ γυναῖκα τό τε ἀδίκημα ἰῶνται ἀμνηστίᾳ καὶ καθόδῳ. | |
Ital.5.10 | “σὺ δὲ μὴ ἀνιάτῳ κακῷ τὸ κακὸν ἰῶ μηδὲ συμφοραῖς ἐπιχείρει κοιναῖς αὐτοῦ τε σοῦ καὶ τῶν ἀδικούντων. ποῖ φέρων οἴσεις τὸ πῦρ; μετὰ τὴν χώραν ἐπὶ τὴν πόλιν; 〈μετὰ τὴν πόλιν〉 ἐπὶ τὴν ἑστίαν τὴν σήν; μετὰ τὴν | |
5 | ἑστίαν ἐπὶ τὰ ἱερά; δὸς χάριν, ὦ παῖ, κἀμοὶ καὶ τῇ πατρίδι | |
Ital.5.11 | παρακαλούσαις.” ἣ μὲν δὴ τοσαῦτα εἶπεν, ὁ δὲ Μάρκιος οὐκ εἶναι πατρίδα τὴν ἐκβαλοῦσαν, ἀλλὰ τὴν ὑποδεδεγμένην· οὐδὲν γὰρ εἶναι φίλιον, ἂν ἀδικῇ, οὐδὲ ἐχθρὸν εὖ ποιοῦν. καὶ τὸ τῶν παρόντων ἐκέλευεν ὁρᾶν, πίστιν τε δόντων | |
5 | αὐτῷ καὶ λαβόντων καὶ πολίτην πεποιημένων καὶ στρα‐ τηγὸν ἀποφηνάντων καὶ τὰ ἴδια ἐπιτρεψάντων, τιμάς τε, ὅσων ἠξίωτο, καὶ ὅρκους, οὓς ὤμοσεν αὐτοῖς, ἐπεξῄει καὶ παρεκάλει τὴν μητέρα τοὺς αὐτοὺς ἐκείνοις τίθεσθαι | |
Ital.5.12 | πολεμίους καὶ φίλους. ἣ δὲ ἔτι λέγοντος ἀγανακτήσασα καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνασχοῦσα θεοὺς γενεθλίους ἐμαρτύρατο δύο μὲν ἤδη πρεσβείας γυναικῶν ἀπὸ Ῥώμης ἐν μεγάλοις ἐστάλθαι κακοῖς, ἐπὶ Τατίου βασιλέως καὶ | |
5 | Γαΐου Μαρκίου, τούτοιν δὲ Τάτιον μὲν ὄντα ξένον καὶ ἀληθῆ πολέμιον ἐνδοῦναι ταῖς γυναιξὶν αἰδούμενον, Μάρκιον δ’ ὑπερορᾶν πρεσβείας γυναικῶν τοσῶνδε, καὶ τῆς γεγαμημένης καὶ μητρὸς ἐπὶ ταύταις. “ἄλλη μὲν οὖν”, ἔφη, “μηδεμία μήτηρ, ἀτυχοῦσα παιδός, ἐς ἀνάγκην | 23 |
10 | ἀφίκοιτο προσπεσεῖν αὐτῷ· ἐγὼ δ’, εἰ καὶ τοῦτο ὑφίστασαι, προκυλίσομαί σου.” καὶ λέγουσα ἐς τὸ ἔδαφος ἑαυτὴν | |
Ital.5.13 | ἐρρίπτει. ὃ δὲ ἐδάκρυσέ τε καὶ ἀνεπήδα καὶ ἀντείχετο αὐτῆς ὑπό τε τοῦ πάθους ἐξεφώνησεν· “νικᾷς, ὦ μῆτερ, ἀλλὰ νίκην, ἐξ ἧς τὸν υἱὸν ἀπολεῖς.” ταῦτα εἰπὼν ἀπῆγε τὴν στρατιὰν ὡς λόγον ἀποδώσων Βολούσκοις καὶ τὰ ἔθνη | |
5 | συναλλάξων· ἐλπίς τε ἦν, ὅτι καὶ ταῦτα πείσει Βολούσκους. κατελεύσθη δὲ φθονούμενος παρὰ τοῦ στρατηγοῦ Ἀτ‐ τιδίου. Exc. de leg. Rom. 1, p. 65. | |
Ital.5b1 | ὁ δὲ Μάρκιος ἀντιλέγειν μὲν πρὸς οὐδὲ ἓν αὐτῶν ἐδικαίου. Suid. v. ἐδικαίου. | |
Ital.6.1 | ἐλεεινοὶ τοῦ πάθους, ἀξιέπαινοι τῆς ἀρετῆς γενόμενοι. μέγα γὰρ πάθος Ῥωμαίοις τοῦτο ἐγένετο, καὶ πλήθους ἕνεκα καὶ ἀξιώματος εὐγενοῦς οἴκου καὶ πανωλεθρίας. καὶ τὴν ἡμέραν ἀποφράδα τίθενται. Suid. v. ἐλεεινός et (inde | |
5 | a μέγα, l. 17) v. ἀποφράδες ἡμέραι. | 24 |
Ital.7.1 | τῷ δὲ στρατηγῷ στρατὸς δυσπειθὴς ἦν ὑπὸ μνησικακίας, ἐθελοκάκως τε ἠγωνίζοντο καὶ ἔφευγον ἐπιδησάμενοι τὰ σώματα ὡς τετρωμένοι καὶ τὰς σκηνὰς διέλυον καὶ ἀναχωρεῖν ἐπεχείρουν, ἀπειρίαν ἐπικαλοῦντες τῷ στρα‐ | |
5 | τηγῷ. Suid. v. ἐθελοκάκως. | |
Ital.8.1 | ὅτι σημείων γενομένων ἐκ Διὸς ἀηδῶν μετὰ τὴν Βηϊεν‐ τίας ἅλωσιν οἱ μάντεις ἔλεγον ἐκλειφθῆναί τινα πρὸς εὐσέβειαν, καὶ ὁ Κάμιλλος ἀνήνεγκεν, ὅτι τὴν δεκάτην τῆς λείας ἐκλάθοιτο τῷ θεῷ τῷ χρήσαντι περὶ τῆς λίμνης | |
Ital.8.2 | ἐξελέσθαι. ἡ 〈μὲν〉 οὖν βουλὴ τοὺς λαβόντας ὁτιοῦν ἐκ τῆς Βηϊέντης ἐκέλευσεν ἀποτιμήσασθαι καθ’ αὑτοὺς καὶ σὺν ὅρκῳ τὸ δέκατον ἐσενεγκεῖν, ὑπὸ δὲ εὐσεβείας οὐκ ὤκνη‐ σεν καὶ τῆς γῆς ἤδη πεπραμένης ὡς λαφύρου τὸ δέκατον | |
Ital.8.3 | ἀναθεῖναι. κρατήρ τε ἀπὸ τῶνδε τῶν χρημάτων ἐν Δελφοῖς ἔκειτο χρύσεος ἐπὶ χαλκῆς βάσεως ἐν τῷ Ῥωμαίων καὶ Μασσαλιητῶν θησαυρῷ, μέχρι τὸν μὲν χρυσὸν Ὀνόμαρχος ἐν τῷ Φωκικῷ πολέμῳ κατεχώνευσε, κεῖται δ’ ἡ βάσις. | |
Ital.8.4 | αὐτὸν δὲ Κάμιλλον ἐν τῷ δήμῳ τις ἐδίωκεν ὡς αἴτιον γεγονότα τῇ πόλει φασμάτων καὶ τεράτων χαλεπῶν, καὶ ὁ δῆμος ἐκ πολλοῦ τὸν ἄνδρα ἀποστρεφόμενος ἐζημίωσε πεντήκοντα μυριάσιν, οὐκ ἐπικλασθεὶς οὐδ’ ὅτι πρὸ τῆς | |
Ital.8.5 | δίκης αὐτῷ παῖς ἐτεθνήκει. τὰ μὲν οὖν χρήματα οἱ φίλοι | |
συνήνεγκαν, ἵνα μὴ ὑβρισθείη τὸ σῶμα τοῦ Καμίλλου· αὐτὸς δὲ βαρυθυμῶν ἐς τὴν Ἀρδεατῶν πόλιν μετῴκησεν, εὐξάμενος τὴν Ἀχίλλειον εὐχήν, ἐπιποθῆσαι Ῥωμαίους | 25 | |
Ital.8.6 | Κάμιλλον ἐν καιρῷ. καὶ ἀπήντησεν αὐτῷ καὶ τόδε οὐ πολὺ ὕστερον· Κελτῶν γὰρ τὴν πόλιν καταλαβόντων ὁ δῆμος ἐπὶ Κάμιλλον κατέφυγεν καὶ δικτάτωρα αὖθις εἵλετο, ὡς ἐν ταῖς Κελτικαῖς πράξεσιν συγγέγραπται. | |
5 | Exc. de virt. 2, p. 216. | |
Ital.9.1 | ὅτι Μᾶρκος Μάλλιος εὐπατρίδης, Κελτῶν ἐπελθόντων τῇ Ῥώμῃ, ταύτην περιέσωσε καὶ τιμῶν μεγίστων ἠξιώθη. ὕστερον δὲ πρεσβύτην πολλάκις ἐστρατευμένον ἀγόμενον ἐς δουλείαν ὑπὸ τοῦ δανειστοῦ γνωρίσας ἀπέδωκε τὸ χρέος | |
5 | ὑπὲρ αὐτοῦ καὶ ἐπὶ τῷδε εὐφημούμενος πᾶσιν ἠφίει τοῖς | |
Ital.9.2 | ἑαυτοῦ χρήσταις τὰ ὀφλήματα. προϊὼν δὲ τῇ δόξῃ καὶ ὑπὲρ ἄλλων ἀπεδίδου καὶ ταῖς δημοκοπίαις ἐπαιρόμενος ἐβούλευσεν ἤδη χρεῶν ἀποκοπὰς κοινὰς ἢ τὸν δῆμον ἠξίου τοῖς δανείσασιν ἀποδοῦναι, τὴν γῆν ἐς τοῦτο ἀπο‐ | |
5 | δόμενον, ἔτι οὖσαν ἀνέμητον. Exc. de virt. 3, p. 217 (unde Suid. v. Μάρκος Μάλλιος). | |
Ital.10.1 | ἀπέδοτο εὐτελεστάτης τιμῆς. Anecd. Bekk. p. 120, 19. | |
Ital.11.1 | λιμὸς ὁμοῦ καὶ λοιμὸς ἐπέλαβε Ῥωμαίους. Anecd. Bekk. p. 146, 7. | |
Ital.12.1 | ἀναπείθει θανάτῳ ζημιοῦσθαι. Anecd. Bekk. p. 146, 24. | |
Ital.13.1 | ἀμφοτέροις τοῖς γονεῦσι θάλλοντες. Anecd. Bekk. | |
p. 149, 5. | 26 | |
Ital.14.1 | πραθῆναι πάντα τοσοῦδε, ὅσου τὸν ἐκ τυραννίας ἐώνητο. Anecd. Bekk. p. 170, 29. | |
Ital.15.1 | ὅθεν ἐσπάνιζε τροφῶν. Anecd. Bekk. p. 174, 7. | 27 |