TLG 0551 002 :: APPIANUS :: Basilica (fragmenta)

APPIANUS Hist.
(Alexandrinus: A.D. 1–2)

Basilica (fragmenta)

Source: Viereck, P., Roos, A.G., Gabba, E. (eds.), Appiani historia Romana, vol. 1. Leipzig: Teubner, 1939 (repr. 1962 (1st edn. corr.)): 12–20.

Citation: Chapter — section — (line)

Bas
.

1

.

1

Ἄρχεται τῆς ἱστορίας ἀπὸ Αἰνείου τοῦ Ἀγχίσου τοῦ Κάπυος, ὃς ἐν τῷ Τρωικῷ ἤκμαζε πολέμῳ, μετὰ δὲ τὴν ἅλωσιν τῆς Τροίας ἔφυγε καὶ μετὰ μακρὰν πλάνην κατέπλει ἔς τινα τῆς Ἰταλίας αἰγιαλόν, Λώρεντον ἐπικαλούμενον,
5ἔνθα καὶ στρατόπεδον αὐτοῦ δείκνυται, καὶ τὴν ἀκτὴν
ἀπ’ ἐκείνου Τροίαν καλοῦσιν. ἦρχε τότε Ἀβοριγίνων τῶν τῇδε Ἰταλῶν Φαῦνος ὁ τοῦ Ἄρεως, ὃς καὶ ζεύγνυσιν Αἰνείᾳ τὴν θυγατέρα αὑτοῦ Λαουινίαν, καὶ γῆν δίδωσιν ἐκ περιόδου σταδίων τετρακοσίων. ὃ δὲ πόλιν ἔκτισε καὶ12
Bas
.

1

.

2

ἀπὸ τῆς γυναικὸς Λαουίνιον ἐπωνόμασε. τρίτῳ δὲ ἔτει τοῦ Φαύνου τελευτήσαντος ἐκδέχεται τὴν ἀρχὴν ὁ Αἰνείας κατὰ τὸ κῆδος καὶ τοὺς Ἀβοριγῖνας ἀπὸ τοῦ κηδεστοῦ Λατίνου Φαύνου Λατίνους ἐπωνόμασε. τρίτῳ δὲ ἔτει πάλιν
5διὰ Λαουινίαν τὴν γυναῖκα ὑπὸ Ῥουτούλων τῶν Τυρρηνῶν, προμνηστευθεῖσαν αὐτῶν τῷ βασιλεῖ, ἀναιρεῖται πολέ‐
Bas
.

1

.

3

μου νόμῳ ὁ Αἰνείας, καὶ τὴν ἀρχὴν διεδέξατο Εὐρυλέων, Ἀσκάνιος μετονομασθείς, ὃς ἐγεννήθη τῷ Αἰνείᾳ ἐκ Κρεούσης τῆς Πριάμου, τῆς ἐν Ἰλίῳ γενομένης αὐτῷ γυναικός. οἳ δὲ ἐκ τῆς Λαουινίας Ἀσκάνιον αὐτῷ γεννηθῆναί
5φασι, τὸν διάδοχον τῆς ἀρχῆς. Ἀσκανίου δὲ τελευτήσαντος ἔτει τετάρτῳ μετὰ τὴν Ἄλβης οἴκισιν (καὶ γὰρ οὗτος ἔκτισε πόλιν, Ἄλβην καλέσας, καὶ ἀπὸ Λαουινίου τὸν λαὸν
Bas
.

1

.

4

μετῴκισεν) ἐκδέχεται τὴν ἀρχὴν Σίλουιος. καὶ Σιλουίου παῖδα Αἰνείαν Σίλουιόν φασιν, Αἰνείου δὲ Λατῖνον Σίλουιον, τοῦ δὲ Κάπυν, Κάπυος δὲ Κάπετον γενέσθαι, Καπέτου δὲ Τιβερῖνον, τοῦ δὲ Ἀγρόπαν, τοῦ δὲ Ῥωμύλον· καὶ τόνδε13
5μὲν βληθῆναι κεραυνῷ· οὗ γενέσθαι παῖδα Ἀουεντῖνον, Ἀουεντίνου δὲ Πρόκαν γενέσθαι. καὶ πᾶσι δὲ τὸν Σίλουιον ἐπώνυμον εἶναι. τῷ δὲ Πρόκᾳ δύο ἐγενέσθην υἱοί, πρεσβύ‐
Bas
.

1

.

5

τερος μὲν Νεμέτωρ, νεώτερος δὲ Ἀμούλιος. λαβόντος δὲ τοῦ πρεσβυτέρου παρὰ τοῦ πατρὸς τελευτῶντος τὴν ἀρχὴν ὁ νεώτερος ὕβρει καὶ βίᾳ κατέσχεν ἀφελόμενος. καὶ τὸν μὲν παῖδα τοῦ ἀδελφοῦ Ἔγεστον κτείνει, τὴν θυγατέρα
5δὲ Ῥέαν Σιλουίαν ἱέρειαν, ἵνα ἄπαις διαμείνῃ, καθίστησι· τὸν μέντοι Νεμέτορα τῆς εἰς τὸ σῶμα ἐπιβουλῆς ἡ τῶν
Bas
.

1

.

6

ἠθῶν ἐξεῖλε πραότης καὶ ἡ πολλὴ ἐπιείκεια. ἀλλ’ ἡ Σιλουία ἔκυε παρὰ τὸν νόμον. καὶ τὴν μὲν Ἀμούλιος ἐπὶ κολάσει συνελάμβανε, δύο δὲ παῖδας ἐκ τῆσδε γενομένους ποιμέσιν ἔδωκεν, εἰς τὸν πλησίον ποταμὸν ἐμβαλεῖν τὰ
5βρέφη· Θύβρις ἦν ὄνομα τῷ ποταμῷ, Ῥῶμος δὲ καὶ Ῥωμύλος οἱ παῖδες, ἐξ Αἰνείου ἕλκοντες μητρόθεν τὸ γένος· τὸ γὰρ τοῦ φύντος ἄδηλον. Photius, Biblioth. p. 16 b 4 Bekk.
Bas
.

1a

1

Περὶ Ῥώμου καὶ Ῥωμύλου. Ἁλούσης Τροίας ὀγδόῃ τοῦ
Δεκεμβρίου μηνὸς φεύγων Αἰνείας εἰς τὴν Ἴδην διῆλθε τοὺς Ἀχαιοὺς συγχωροῦντας αὐτῷ βαστάζοντι εἴδωλα καὶ γένος. οἳ δὲ λέγουσιν ὡς οὐ τὴν ὄψιν αὐτῶν συνενεγκεῖν,14
5ἀλλ’ ὅτι πολλάκις εἰσηγήσατο τοῖς βαρβάροις ἀποδοῦναι τὴν Ἑλένην τοῖς Ἀχαιοῖς. ἐκεῖ δὲ Φρυγῶν χεῖρα συλλέξας ἀπῆλθεν εἰς Λωρεντὸν καὶ ἐγγυησάμενος τὴν Λαουινίαν, θυγατέρα Λατίνου βασιλέως τῶν Ἀβοριγίνων, κτίζει πόλιν
Bas
.

1a

2

καὶ ὀνομάζει αὐτὴν Λαουίνιον ἐκ τῆς γυναικός· καὶ τρίτῳ ἔτει τελευτήσαντος Λατίνου διαδεξάμενος τὴν ἀρχὴν ἀπὸ τοῦ κηδεστοῦ ὀνομάζει τοὺς Ἀβοριγῖνας Λατίνους. καὶ τρίτῳ δ’ αὖ πάλιν ἔτει Ῥουτούλων βασιλεὺς
5Μεζέντιος συμβαλὼν μετ’ αὐτοῦ πόλεμον διὰ τὸ προεγ‐
Bas
.

1a

3

γεγυῆσθαι αὐτῷ τὴν Λαουινίαν ἀναιρεῖ Αἰνείαν. βασιλεύει οὖν ἀντ’ αὐτοῦ Ἀσκάνιος. καὶ τὸ Λαουίνιον ὑπεριδὼν ὡς εὐτελὲς ἑτέραν ᾤκισεν ὑπὸ τὸ ὄρος τὸ Ἀλβανὸν ὀνομά‐ σας Ἄλβην, ἣν δυναστεύσασαν ἔτη τριακόσια ἀνεῖλον
5Ῥωμαῖοι ὡς μηδὲ οἰκόπεδον αὐτῆς καταλειφθῆναι.
Bas
.

1a

4

διαδέχεται δὲ τοῦτον Σίλουιος τρίτον· εἶτα τέταρτον Αἰνείας ἄλλος· τοῦτον πέμπτον Λατῖνος· τὸν δὲ ἕκτον Κάπυς· εἶτα ἕβδομον Κάπετος· μεθ’ ὃν ὄγδοον Τιβερῖνος. ἔνατον 〈μετὰ〉 τοῦτον Ἀγρόπας· δέκατον μετ’ αὐτὸν
5Ῥωμύλος. ἑνδέκατον εἶτα Αὐεντῖνος· μεθ’ ὃν δωδέκατον
Πρόκας καὶ τρισκαιδέκατον Νεμέτωρ καὶ Ἀμούλιος.15
Bas
.

1a

5

τούτων ὁ πατὴρ Νεμέτορι ὡς πρεσβυτέρῳ τὴν ἀρχὴν κατέλιπεν· Ἀμούλιος δὲ ὁ ἀδελφὸς παρωσάμενος αὐτὸν ἐβασίλευσεν· ὑποπτεύων δὲ τὴν τίσιν Ἔγεστον μὲν τὸν υἱὸν τοῦ ἀπωσμένου ἀναιρεῖ ἐν κυνηγεσίῳ, τὴν δὲ ἀδελφὴν
5αὐτοῦ δεδιὼς παῖδα εἰ τεκνογονήσοι, ἱέρειαν καθίστησιν.
Bas
.

1a

6

ἣ δὲ ἔγκυος γενομένη, ὡς ἔφη, ὑπὸ Ἄρεως ἐν τῇ πηγῇ αὐτοῦ ὑδρευομένη, γεννᾷ Ῥῶμον καὶ Ῥωμύλον. ταύτην οὖν καθείρξας ὁ Ἀμούλιος τοὺς παῖδας δίδωσι ῥιφῆναι
Bas
.

1a

7

εἰς τὸν Τίβεριν, τηνικάδε Θύβριν ὀνομαζόμενον. φερόν‐ των δὲ τῶν παραλαβόντων τοὺς παῖδας εἰς τὸν ποταμόν —οὗτοι δὲ ποιμένες ἦσαν—καὶ θεμένων τὸν γαυλὸν εἰς τὸ πρῶτον ἐν ποσὶν ὕδωρ, ἐκλιμνιάσαντος τοῦ ποταμοῦ, καὶ
5ἀναχωρησάντων ὑπέρρει τὸ ὕδωρ, καὶ ἦν ἐπὶ τοῦ ξηροῦ τὰ βρέφη, καὶ λύκαινα εἰς τὸν γαυλὸν ἐμβᾶσα ἔτρεφεν· ἡ Λαυρεντία γυνὴ Φαιστύλου ποιμένος ...
Bas
.

1a

8

τούτων ἀνδρουμένων ἐπὶ λῃστείᾳ καὶ τὸν Ῥῶμον ἐπιχειροῦντα χωρίοις Νεμέτορος συλλαβόντες ἀνῆγον πρὸς τὸν Ἀμούλιον, ὃ δὲ Νεμέτορι τῷ ἀδελφῷ ὡς ὑπ’ αὐτοῦ λῃστευθέντι ἀπέστειλεν, ὡς ἂν καταγνωσθέντα
5κολάσαι· ἀλλ’ ὃ μὲν ἐς τὴν ὄψιν τοῦ μειρακίου ἰδὼν καὶ τὸν χρόνον τῆς ἐκθέσεως συγκρίνων καὶ τὰ ἄλλα εἰς ὑποψίαν τοῦ ἀληθοῦς γενόμενος ἐξήταζεν αὐτὸν περὶ τῆς
Bas
.

1a

9

ἀνατροφῆς. ὁ δὲ Ῥωμύλος φοβηθεὶς καὶ παρὰ Φαιστύλου μαθὼν τὰ περὶ ἑαυτοῦ καὶ τοῦ ἀδελφοῦ τῆς τε μητρός, ὡς εἴη καθειργμένη, χεῖρα ποιμένων ἁλίσας ἐπιπίπτει σὺν αὐτοῖς, καὶ τὸν Ἀμούλιον ἀποκτείναντες ἀποφαίνουσιν
5Ἀλβανοῖς Νεμέτορα βασιλέα, αὐτοὶ δὲ πόλιν ἔκτισαν ἐπὶ
τοῦ ποταμοῦ, παρ’ ὃν ἐκτεθέντες ἐτρέφοντο καὶ τραφέντες ἐλῄστευον, ἣν καὶ ὠνόμασαν Ῥώμην, τὸ τηνικάδε τετρά‐ γωνον λεγομένην, ὅτι δέκα ἓξ σταδίων ἦν αὐτῆς ἡ περί‐ μετρος, ἑκάστης πλευρᾶς τέσσαρα στάδια ἐχούσης. Ex‐16
10cerpta anonymi Byzantini ex cod. Paris. suppl. Gr. 607A ed. M. Treu (Progr. Ohlau a. 1880) p. 36, 10—37, 29.
Bas
.

2

.

1

ὁ μὲν πρῶτος τόμος τῶν ἑπτὰ βασιλέων, Ῥωμύλου, Νουμᾶ Πομπιλίου, Ἄγκου Ὁστιλίου καὶ Ἄγκου ἑτέρου τοῦ καὶ Μαρκίου, ἐπιγόνου Νουμᾶ, Ταρκυνίου, Σερουίου Τυλλίου καὶ Ταρκυνίου Λευκίου τοῦ Ταρκυνίου, τούτων
5τῶν ἑπτὰ ἔργα τε καὶ πράξεις περιέχει. ὧν ὁ πρῶτος κτίστης τε Ῥώμης καὶ οἰκιστὴς γεγονὼς ἄρξας τε πατρικῶς μᾶλλον ἢ τυραννικῶς ὅμως ἐσφάγη ἤ, ὡς ἄλλοι φασίν, ἠφανίσθη.
Bas
.

2

.

2

ὁ δὲ δεύτερος, οὐδὲν ἧττον βεβασιλευκώς, εἰ μὴ καὶ μᾶλλον, τὸν ἑαυτοῦ βίον ἐτελεύτησε ζήσας ... ὁ δὲ τρίτος ἐκε‐ ραυνώθη. νόσῳ δὲ τὸν βίον ὁ τέταρτος ὑπεξῆλθεν. ὁ δὲ πέμπτος ὑπὸ ποιμένων ἐσφάγη, καὶ ὁ ἕκτος ὁμοίως
5σφαγῇ κατέστρεψε τὸν βίον. ὁ δὲ ἕβδομος καὶ τῆς πόλεως καὶ τῆς βασιλείας παρανομῶν ἐξηλάθη. ἐξ οὗ τῆς βασιλείας καταλυθείσης εἰς τοὺς ὑπάτους τὰ τῆς ἀρχῆς μετετέθη.
Photius, Biblioth. p. 15 b 22 Bekk.17
Bas
.

3

.

1

ἣ δὲ τὸν πατέρα φυλάξασα ἀποδημοῦντα ὑπισχνεῖται Τατίῳ προδώσειν τὸ φρούριον. Suid. v. Τάτιος et v. φυλάξασα.
Bas
.

4

.

1

κελεύσαντος δὲ Τατίου τὸν χρυσὸν ἐς τὴν παῖδα ἐλί‐ θαζον, ἔστε τιτρωσκομένη κατεχώσθη. Suid. v. λιθάζω et partim v. ἔστε, gl. 2.
Bas
.

5

.

1

Περὶ πρέσβεων. Ἐκ τῆς ἱστορίας Ἀππιανοῦ τῆς ἐπιγραφομένης Βασιλικῆς. ὅτι τὸν πόλεμον τὸν πρὸς Ῥωμύλον Τατίου αἱ Ῥωμαίων γυναῖκες καὶ Σαβίνων θυγατέρες διῄτησαν, αὐταὶ τῷ χάρακι τῶν γονέων
5προσελθοῦσαι χεῖράς τε προτείνουσαι καὶ βρέφη τὰ ἤδη σφιν ἐκ τῶν ἀνδρῶν γενόμενα ἐπιδεικνύουσαι καὶ τοῖς ἀνδράσι μαρτυροῦσαι μηδὲν ὑβριστικὸν ἐς αὐτὰς ἁμαρτεῖν ἐδέοντό τε λαβεῖν τινα οἶκτον τοὺς Σαβίνους σφῶν τε αὐτῶν καὶ κηδεστῶν καὶ ἐκγόνων καὶ θυγατέρων καὶ
10φείσασθαι συγγενοῦς καὶ μιαροῦ πολέμου ἢ πρώτας ἀνελεῖν,
Bas
.

5

.

2

αἳ τὴν αἰτίαν ἔχουσι τοῦ πολέμου. οἳ δὲ τῶν τε παρόντων ἀπορίᾳ καὶ οἴκτῳ τῶν γυναικῶν, συγγινώσκοντες ἤδη μὴ καθ’ ὕβριν εἰργάσθαι ταῦτα Ῥωμαίους, ἀλλὰ ὑπὸ χρείας, ἐς τὰς διαλλαγὰς ἐνεδίδουν, καὶ συνελθόντες Ῥωμύλος τε
5καὶ Τάτιος ἐς τὴν ἐξ ἐκείνου γενομένην ἱερὰν ὁδὸν ἐπὶ τοῖσδε συνέβησαν, βασιλεύειν μὲν ἄμφω, Τάτιόν τε καὶ Ῥωμύλον, Σαβίνους δὲ τοὺς τότε τῷ Τατίῳ συστρατεύσαντας καί, εἴ τινες ἄλλοι τῶν Σαβίνων ἐθέλοιεν, ἐς τὸ Ῥωμαίων μετοικίσασθαι ἐπ’ ἴσῃ καὶ ὁμοίᾳ. Exc. de leg. gent. 1,
10p. 516.18
Bas
.

6

.

1

ὁ δὲ στρατηγὸς αἰσθόμενος παρ’ ἰδιοξένων ἐξήγγειλεν Ὁστιλίῳ. Suid. v. ἰδιόξενος.
Bas
.

7

.

1

οἳ δὲ ἐβλασφήμουν αὐτὸν ὡς κακῶς ἐπὶ τρισὶν ἀνδράσι τὰ πάντα θέμενον. Suid. v. βλάσφημος.
Bas
.

8

.

1

ξυμβάσεις ποιεῖν, ἐφ’ οἷς ἂν Γάβιοι δικαιῶσιν. Suid. v. δικαιοῦν.
Bas
.

9

.

1

ὠνεῖται τὰ τρία βιβλία τῆς τιμῆς τῶν ἐννέα. Anecd. Bekk. p. 180, 15.
Bas
.

10

.

1

ὁ δὲ Ὁράτιος λελωβημένος ἦν τὰ σκέλη ὑπατείας τε οὐκ ἔτυχεν οὔτε ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ διὰ τὴν ἀχρηστίαν τῶν ποδῶν. Suid. v. ἀχρηστία et v. Ὁράτιος.
Bas
.

11

.

1

οἱ ὕπατοι τὰ ὅρκια προύτεινον καὶ ἐς πάντα ἔφασαν ἐνδώσειν μᾶλλον ἢ Ταρκύνιον προσήσεσθαι. Suid. v. προσ‐ ήσεσθαι.
Bas
.

12

.

1

Ἐκ τῆς ἱστορίας Ἀππιανοῦ τῆς ἐπιγραφομένης Βασιλικῆς. Περὶ ἀρετῆς καὶ κακίας. ὅτι Ταρκύνιος Σαβίνους κατὰ Ῥωμαίων ἠρέθιζε. Κλαύδιος δέ, ἀνὴρ Σαβῖνος ἐκ Ῥηγίλλου πόλεως δυνατός, οὐκ εἴα τοὺς Σαβί‐
5νους παρασπονδεῖν, ἕως κρινόμενος ἐπὶ τῷδε ἔφυγεν ἐς Ῥώμην μετὰ συγγενῶν καὶ φίλων καὶ δούλων πεντακισχι‐ λίων· οἷς πᾶσι Ῥωμαῖοι χώραν ἐς οἰκίας ἔδοσαν καὶ γῆν ἐς γεωργίαν καὶ πολίτας ἔθεντο. τὸν δὲ Κλαύδιον καὶ ἐς
τὸ βουλευτήριον κατέλεξαν, ἀποδεικνύμενον ἔργα λαμπρὰ19
10κατὰ τῶν Σαβίνων· καὶ φυλὴν ἐπώνυμον αὐτοῦ κατέ‐ στησαν. Exc. de virt. 1, p. 216.
Bas
.

13

.

1

Λατῖνοι ἔνσπονδοι Ῥωμαίοις ὄντες ἐστράτευον ἐπ’ αὐτούς. Suid. v. ἔνσπονδος. οἱ δὲ Λατῖνοι ἐγκλήματα εἰς Ῥωμαίους ἐποιοῦντο τήν τε πάρεσιν αὐτῶν τὴν ἐπὶ σφᾶς, ὄντας ἐνσπόνδους καὶ
5συγγενεῖς. Suid. v. πάρεσις.
Bas
.

14

.

1

πᾶσιν ἀπαντῶν. Anecd. Bekk. p. 130, 13.
Bas
.

15

.

1

οὐκ εἰσακουόντων οὐδέτερα Ῥωμαίων. Anecd. Bekk. p. 146, 3.
Bas
.

16

.

1

τὸ μὲν πρῶτον ἔριδες ἦν καὶ ἁψιμαχίαι σμικραί, μετὰ δὲ συμβολαί τε 〈καὶ ἐσβολαὶ〉 ἐς τὴν ἀλλήλων. Suid. v. ἁψιμαχία, et partim (ἔριδες ἦν) Anecd. Bekk. p. 148, 4.
Bas
.

17

.

1

πιπράσκων χρημάτων πολλῶν. Anecd. Bekk., p. 170, 28.20