TLG 0549 005 :: APOLLODORUS :: Fragmenta APOLLODORUS Gramm. Fragmenta Source: Müller, K. (ed.), FHG 1. Paris: Didot, 1853: 1:428–469; 4:649–650.
Citation: Fragment — (line) | ||
t1-44 | ΠΕΡΙ ΘΕΩΝ. | |
1a | Photius Cod. CLXI: Sopatri Ἐκλογαὶ διάφοροι ἐν βιβλίοις δυοκαίδεκα. ... Συνείλεκται δὲ αὐτῷ τὸ βιβλίον ἐκ πολλῶν καὶ διαφόρων ἱστοριῶν καὶ γραμ‐ μάτων. Τὸ μὲν οὖν πρῶτον περὶ τῶν παρ’ Ἕλλησι μυ‐ | |
5 | θολογουμένων θεῶν διαλαμβάνει· ὃ συνείλεκται ἐκ τῶν Ἀπολλοδώρου περὶ θεῶν γʹ λόγου. Ἀθηναῖος δὲ ὁ Ἀπολλόδωρος, καὶ γραμματικὸς τὴν τέχνην. Οὐκ ἐκ τοῦ τρίτου δὲ μόνον ἡ διαλογὴ αὐτῷ πεποίηται, ἀλλὰ δὴ καὶ ἐκ δʹ καὶ εʹ καὶ θʹ, τοῦ τε αʹ πάλιν | |
---|---|---|
10 | καὶ ιβʹ καὶ ιεʹ τε καὶ ιϛʹ καὶ μέχρι τοῦ κδʹ. Ἐν ᾗ συλλογῇ τά τε μυθικῶς περὶ θεῶν διαπεπλα‐ σμένα, καὶ εἴ τι καθ’ ἱστορίαν εἴρηται, περιείληφε, περί τε τῶν παρ’ αὐτοῖς ἡρώων καὶ Διοσκούρων καὶ περὶ τῶν ἐν ᾍδου καὶ ὅσα παραπλήσια. | |
t1b | LIBER I. | |
1b | Stephan. Byz.: Δωδώνη ... Ἀπολλόδωρος δὲ ἐν αʹ περὶ Θεῶν τὸν Δωδωναῖον οὕτως ἐτυμολογεῖ· «Κα‐ θάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες, ὅτι δίδω‐ σιν ἡμῖν τὰ ἀγαθὰ, Πελασγικὸν δὲ, ὅτι τῆς γῆς πέλας | |
5 | ἐστίν.» Idem: Βωδώνη, πόλις Πεῤῥαιβικὴ, ὡς Ἀπολλό‐ δωρος. Ἕτεροι δὲ γράφουσι Βωδω‐ ναῖε· πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τιμᾶται. | |
t2-3 | LIBER II. | |
2 | Stobaeus Eclog.: Ἀπολλόδωρος ἐν τῷ δευτέρῳ περὶ Θεῶν Πυ‐ θαγορείαν εἶναι τὴν περὶ τούτων, τὸν αὐτὸν εἶναι Φωσφόρον καὶ Ἕσπερον, δόξαν. | |
3 | Erotian. Lex. Hippocrat.: Χάριτες· αἱ Χαραί· ὡς καὶ Σοφοκλῆς ἐν Ἐλεγείᾳ. Μέμνηται καὶ Ἀπολλό‐ δωρος ἐν δευτέρῳ περὶ Θεῶν, φησὶ δὲ αὐτὰς κληθῆναι ἀπὸ μὲν τῆς χαρᾶς Χάριτας. Καὶ γὰρ πολλάκις οἱ | |
5 | ποιηταὶ τὴν χάριν χαρὰν καλοῦσιν. | |
t4 | LIBER III. | |
4 | Schol. Apollon. Rh. I, 1124: Ἡ γὰρ δρῦς ἱερὰ τῆς Ῥέας, ὥς φησιν Ἀπολλόδωρος ἐν τρίτῳ περὶ Θεῶν. Δρυΐνοις δὲ αὐτούς | |
5 | φησι στέφεσθαι διὰ τὸ μεμερίσθαι τῇ θεῷ τὸ δένδρον τοῦτο, διὰ τὸ καὶ πρὸς στέγας καὶ πρὸς τροφὴν πρῶτον | |
χρησιμεῦσαι. | ||
5 | Joh. Lyd. De mens. IV, 27: Οὐδὲ γὰρ ἄν τις εὕροι κυρίαν θεοῦ (Martis) προσηγορίαν, κατὰ τὸν Ἀπολ‐ λόδωρον, ἀλλ’ οὐδὲ φύσεως γνώριμα, ἐπεὶ | |
t5 | LIBER VI. | |
5 | Harpocration v. Ἀποπομπάς: Ἀποπομπαῖοί τι‐ νες ἐκαλοῦντο θεοὶ, περὶ ὧν Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ Θεῶν διείλεκται. | |
t6 | LIBER IX. | |
6 | Steph. Byz.: Ἄρειος πάγος· ἀκρωτήριον Ἀθήνη‐ σιν, ὡς Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν ἐννάτῳ, ἐν ᾧ τὰς φονικὰς κρίσεις ἐδίκαζον διὰ τὰς ἀπὸ τοῦ σι‐ δήρου γιγνομένας μιαιφονίας. | |
t7 | LIBER XIV. | |
7 | Macrob. Sat. I, 17: Apollodorus in li‐ bro quartodecimo περὶ Θεῶν, ἰήϊον solem scribit ita appellari Apollinem ἀπὸ τοῦ κατὰ τὸν κόσμον ἱέσθαι καὶ ἱέναι, quod sol per orbem im‐ | |
5 | petu fertur. | |
t8 | LIBER XVI. | |
8 | Steph. Byz. v. Ἀρκάς: Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν ἑκκαιδεκάτῳ βιβλίῳ περὶ Δήμητρός φησιν, ὅτι Ἀρκάδια τῇ Δήμητρι μέλλοντες θύειν ἄνθρωποι ** ταύτην γὰρ τὴν θυσίαν συνεστήσαντο μετὰ τὸν πρῶ‐ | |
5 | τον σπόρον, ὅτι αὐτῆς ἐκ τῆς γῆς ἔμολεν ὁ καρπὸς εἰς τροφὴν καὶ σπόρον, καὶ οὕτω τὰ Ἀρκάδια τιμῆς χάριν. | |
t9 | LIBER XVII. | |
9 | Schol. Sophocl. Oed. Col. 502: Καὶ Ἀπολλό‐ δωρος δὲ ἐν τῇ περὶ Θεῶν ἑπτακαιδεκάτῃ περὶ τοῦ τῶν Ἡσυχιδῶν γένους καὶ τῆς ἱερείας φησί. | |
t10-44 | LIBER XX. | |
10 | Porphyrius apud Stobaeum Ecl. phys. I, 52.: Τοῦ δὲ Ἀπολλοδώρου ἐν τῷ εἰκοστῷ περὶ τῶν Θεῶν συγγράμματι, ὅ ἐστι περὶ τοῦ ᾍδου, τάδε περὶ τῆς Στυγὸς λεγόμενα εὕ‐ | |
5 | ρομεν· «..... ἀρκτέον γὰρ ἀπὸ τούτων, τῆς τε τῶν ὀνομάτων παρεμφάσεως οὐ καταφρονητέον. Ἐκ γὰρ τοιούτων ὁρμώμενοι πιθανῶς καὶ τοὺς ἐν ᾍδου νο‐ μιζομένους ποταμοὺς κατωνομάκασιν· Ἀχέροντα μὲν διὰ τὰ ἄχη, ὡς καὶ Μελανιππίδης ἐν Περσεφόνῃ. | |
10 | Καλεῖται δ’ ἐν κόλποισι Γαίας ἄχεα προχέων Ἀχέρων. Ἔτι καὶ Λικύμνιός φησι· Μυρίαις παγαῖς δακρύων Ἀχέρων ἀχέων τε βρύει. | |
15 | Καὶ πάλιν· | |
Ἀχέρων ἄχεα βροτοῖσι πορθμεύει. Ἀχέρων δὲ καὶ Ἀχερουσία λίμνη ταυτὸν, ὡς καὶ Σο‐ φοκλῆς ἐν Πολυξένῃ τὴν τοῦ Ἀχιλλέως ψυχὴν εἰσ‐ άγει λέγουσαν· | ||
20 | Ἀκτὰς ἀπαιῶνάς τε καὶ μελαμβαθεῖς λιποῦσα λίμνης ἦλθον ἠχούσης γόους Ἀχέροντος ὀξυπλῆγας ἄρσενας χοάς· ἀκτὰς τῶν νεκρῶν λέγων παιῶνα οὐκ ἐχούσας, ἄρσενας δὲ χοὰς τὰς οὐδὲν ἐκτρεφούσας· θήλεα μὲν γὰρ | |
25 | τὰ καρποφόρα, ἄρσενα δὲ τὰ ἄγονα λέγονται, [διὰ] τὸ μὲν τὸ σπέρμα παρέχειν μόνον, τὴν δὲ καὶ ἐκτρέ‐ φειν. Ὅθεν καὶ θῆλυς ἐέρση, ἡ πολύγονος καὶ τροφίμη. Διαπεραιοῦσθαι δὲ ὑπὸ τῶν ἀπογινομένων τὸν Ἀχέ‐ ροντά φασιν εἰκότως· ὁ γὰρ μετηλλαχὼς πάντα τὰ τοῦ | |
30 | ζῇν ἄχη σχεδὸν ὑπερῆρε, καὶ ἔστιν ἐν ἀπονίᾳ καὶ ἀλυπίᾳ πάσῃ. Γοργύραν δὲ τοῦ Ἀχέροντος γυναῖκα προσανέπλασαν, ἀπὸ τοῦ γοργὰ φαίνεσθαι τοῖς πολλοῖς τὰ ἐν ᾍδου· καθὸ δὴ καὶ αὐτοῦ τούτου τιθήνην ὁ Σώ‐ φρων Μορμολύκαν ὠνόμασε.» | |
35 | Ταῦτα δὲ εἰπὼν περὶ τοῦ Ἀχέροντος Ἀπολλόδω‐ ρος ἐπάγει περὶ τῆς Στυγὸς αὐταῖς λέξεσι τάδε· «Στύγα δὲ δεινήν τινα καὶ φοβερὰν ὑποστησάμενοι δαίμονα, θεῶν ὅρκον, ἐν ᾍδου τε ταύτην κατῴκισαν, καὶ τῆς προσηγορίας ταύτης ἠξίωσαν ἀπὸ τοῦ στυγνά‐ | |
40 | ζειν τοῖς πένθεσι, καὶ στύγεσθαι τὰ ἐν ᾍδου. Ὅρκον δὲ τῶν θεῶν, δι’ ἐναντιότητα· ἡ μὲν γὰρ τῶν ὄντων τε καὶ ζώντων φθαρτικὴν ἔχει δύναμιν, ὅσον ἐφ’ ἑαυτῇ· οἱ δὲ τῇ τε προαιρέσει καὶ τῷ τρόπῳ διεστή‐ κασι.» | |
45 | Τοσαῦτα περὶ τῆς Στυγὸς εἰπὼν, ἐπάγει· «Κω‐ κυτὸν δὲ ποταμὸν ἀνέπλασαν ἀπὸ τοῦ κωκύειν· ὅς ἐστι Στυγὸς καὶ στυγνάσεως ἀποῤῥώξ. Τοιούτου δέ ἐστι γένους καὶ ὁ Πυριφλεγέθων· εἴρηται γὰρ ἀπὸ τοῦ πυρὶ φλέγεσθαι τοὺς τελευτῶντας, ὡς Ὅμηρός φη‐ | |
10(50) | σιν Οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν· ἀλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκ’ ὀστέα θυμός· ψυχὴ δ’, ἠΰτ’ ὄνειρος, ἀποπταμένη πεπότηται. | |
55 | Ὑποτίθεται γὰρ τὰς ψυχὰς τοῖς εἰδώλοις τοῖς ἐν τοῖς κατόπτροις φαινομένοις ὁμοίας, καὶ τοῖς διὰ τῶν ὑδάτων συνισταμένοις, ἃ καθάπαξ ἡμῖν ἐξείκασται καὶ τὰς κινήσεις μιμεῖται, στερεμνιώδη δ’ ὑπόστασιν οὐδεμίαν ἔχει εἰς ἀντίληψιν καὶ ἁφὴν, ὅθεν αὐτὰς | |
60 | βροτῶν εἴδωλα καμόντων λέγει.» Οἱ πλείους δὲ ὕδωρ ἱστόρησαν τὴν Στύγα ἐπίγειον, φύσιν ἔχον ἀμύνεσθαι τοὺς κατ’ αὐτοῦ ψευδῶς ὀμό‐ σαι τολμήσαντας. Διαβόητον μὲν τοίνυν Στυγὸς ὕδωρ κατὰ Ἀρκαδίαν οἱ ἱστορικοὶ ἀναγεγράφασιν, ὧν ἐστι | |
65 | καὶ Ἡρόδοτος, ὃς ἐν τῇ ἕκτῃ τὰ κατὰ Κλεο‐ μένην ἀφηγούμενος, γράφει ταῦτα· Ἐντεῦθεν δὲ ἀφι‐ κόμενος εἰς τὴν Ἀρκαδίαν, νεώτερα ἔπρησσε πρά‐ γματα, συνιστὰς τοὺς Ἀρκάδας ἐπὶ τῇ Σπάρτῃ· ἄλλους τε ὅρκους προσάγων σφι, καὶ δὴ καὶ ἐς Νώνακριν | |
70 | πόλιν πρόθυμος ἦν τῶν Ἀρκάδων τοὺς προεστῶτας ἀγινέων, ἐξορκοῦν τὸ Στυγὸς ὕδωρ. Καλλίμαχος δ’ ἐν τῷ περὶ Νυμφῶν συγγράμματι καὶ τὸ ἰδίωμα τοῦ ὕδατος ἀφηγεῖται, λέγων οὕτω· Στὺξ ἐν Νωνακρίνῃ κρήνη τῆς Ἀρκαδίας, ἧς ὕδωρ ἐστὶ τὸ διακόπτον | |
75 | πάντα τὰ ἀγγεῖα, πλὴν τῶν κερατίνων. | |
11 | Clemens Alex. Cohort.: | |
Καί μοι δοκεῖ τὰ ὄργια καὶ τὰ μυστήρια δεῖν ἐτυμολογεῖν, τὰ μὲν ἀπὸ τῆς ὀργῆς τῆς Δηοῦς τῆς πρὸς Δία γεγενημένης, τὰ δὲ ἀπὸ τοῦ συμβεβη‐ | ||
5 | κότος περὶ τὸν Διόνυσον· εἰ δὲ καὶ ἀπὸ Μυοῦντός τι‐ νος Ἀττικοῦ, ὃν ἐν κυνηγίῳ διαφθαρῆναι Ἀπολλόδωρος λέγει, οὐ φθόνος ὑμῶν δεδοξάσθαι τὰ μυστήρια ἐπι‐ τυμβίῳ τιμῇ. | |
12 | Athenagoras in Deprecat. c. 25: Καὶ ὅτι μὲν ἄνθρωποι (οἱ θεοί), δηλοῦσι μὲν καὶ Αἰγυπτίων οἱ λογιώτατοι, οἳ θεοὺς λέγοντες αἰθέρα, γῆν, ἥλιον, σε‐ λήνην, τοὺς ἄλλους ἀνθρώπους θνητοὺς νομίζουσι καὶ | |
5 | ἱερὰ τοὺς τάφους αὐτῶν. Δηλοῖ δὲ καὶ Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν. | |
13a | Clemens Al. Cohort. adv. Gent.: Πολλὰ κἀγαθὰ Κᾶρες σχοῖεν, οἳ καταθύουσιν αὐτῷ τοὺς κύνας. Σκύθαι δὲ τοὺς ὄνους ἱερεύοντες μὴ παυέσθων, ὡς Ἀπολλόδωρός φησι καὶ Καλλί‐ | |
5 | μαχος. | |
13b | Arnob. Adv. Gent. IV.: Quis ei canes ab Caribus, quis ab Scythis asi‐ nos immolari? non principalitcr cum ceteris Apollodorus? | |
13c | Joh. Lyd. De mens. IV, 27: Οὐδὲ γὰρ ἄν τις εὕροι κυρίαν θεοῦ (Martis) προσηγορίαν, κατὰ τὸν Ἀπολ‐ λόδωρον, ἀλλ’ οὐδὲ φύσεως γνώριμα, ἐπεὶ νῦν μὲν | |
5 | ἄρρενας, νῦν δὲ θηλείας τὰς ἰδέας εἰσάγουσιν οἱ φιλο‐ σοφοῦντες· ἀλλ’ ἐκ τῶν ἀποτελεσμάτων ὀνομασίας αὐ‐ ταῖς ἔθεντο, ἄρρενας μὲν θεοὺς τὰς δημιουργικὰς δυνά‐ μεις, θηλείας δὲ τὰς ζωογόνους εἰσάγοντες. | |
14 | Zenobius Cent. V, 22: Μῆλον Ἡρακλῆς. Ἀπολ‐ λόδωρος ἐν τοῖς περὶ Θεῶν, ὅτι θύεται Ἀθήνησιν Ἡρακλεῖ ἀλεξικάκῳ ἰδιάζουσά τις θυσία. Τοῦ γὰρ βοὸς ποτὲ ἐκφυγόντος, ὃν ἔμελλον Ἡρακλεῖ προσά‐ | |
5 | ξαι, μῆλον λαβόντας καὶ κλάδους ὑποθέντας, τέσσα‐ ρας μὲν ἀντὶ σκελῶν, δύο δὲ ἀντὶ κεράτων, σχημα‐ τίσαι τὸν βοῦν, καὶ οὕτω τὴν θυσίαν ποιήσασθαι. | |
15 | Athenaeus VII: Ὁ κίθαρος ... ὅτι δὲ διὰ τὸ ὄνομα ἱερὸς εἶναι νενόμισται τοῦ Ἀπόλ‐ λωνος, εἴρηκεν Ἀπολλόδωρος. | |
16 | Athenaeus VII: Ἀπολλόδωρος δὲ ἐν τοῖς περὶ Θεῶν τῇ Ἑκάτῃ φησὶ θύεσθαι τρίγλην διὰ τὴν τοῦ ὀνόματος οἰκειότητα· τρίμορφος γὰρ ἡ θεός. | |
17 | Athenaeus XIII: ἀπὸ τῆς παρ’ Ἀθηναίοις καλουμένης ἑταίρας τῆς Ἀφροδίτης. Περὶ ἧς φησιν ὁ Ἀθηναῖος Ἀπολλόδωρος οὕτως· «Ἑταίραν δὲ τὴν | |
5 | Ἀφροδίτην τὴν τοὺς ἑταίρους καὶ τὰς ἑταίρας συνά‐ γουσαν· τοῦτο δ’ ἐστὶ φίλας.» | |
18 | Harpocration: Πάνδημος Ἀφροδίτη. Ἀπολλό‐ δωρος ἐν τῷ περὶ Θεῶν, πάνδημον φησὶν Ἀθήνησι κλη‐ θῆναι τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγορὰν, διὰ τὸ ἐνταῦθα πάντα τὸν δῆμον συνάγεσθαι τὸ πα‐ | |
5 | λαιὸν ἐν ταῖς ἐκκλησίαις, ἃς ἐκάλουν ἀγοράς. | |
19a | Schol. Apollonii III, 541: Ἀπολλόδωρος φησὶν ἐν τῷ περὶ Θεῶν, ὅτι ἡ περιστερὰ ἱερὰ Ἀφροδίτης. Διὸ καὶ λάγνον, παρὰ | |
γὰρ τὸ περισσῶς ἐρᾷν λέγεται. | ||
19b | Plutarch. Qu. conv. V, 3,1: Οὐ μὴν ἀλλὰ κατ’ ἰδίαν τῷ Ποσειδῶνι φαίη τις ἂν τὴν πίτυν προσήκειν, οὐχ ὡς Ἀπολλόδω‐ ρος οἴεται, παράλιον φυτὸν οὖσαν, οὐδὲ ὅτι φιλήνεμός | |
5 | ἐστιν, ὥσπερ ἡ θάλασσα (καὶ γὰρ τοῦτό τινες λέγου‐ σιν), ἀλλὰ διὰ τῆς ναυπηγίας μάλιστα. | |
20 | Porphyr. De abstinentia lib. II, 55: Καὶ Λακεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν ἄνθρωπον. | |
21 | Schol. Aristoph. Ran. 330: Μυρσίνῳ στε‐ φάνῳ ἐστεφανοῦντο οἱ μεμυημένοι, οὐχ, ὥς τινες νο‐ μίζουσι, κισσίνῳ. Ὁ δὲ Ἀπολλόδωρος καὶ τοὺς Θε‐ σμοθέτας φησὶ διὰ τοῦτο μυρσίνῃ στέφεσθαι, ὅτι | |
5 | οἰκείως ἔχει πρὸς τὸ φυτὸν ἡ θεὸς, καὶ ὅτι τοῖς χθο‐ νίοις ἀφιέρωτο. | |
22 | Photius Lex. MS.: Καλλιγένειαν. Ἀπολλόδωρος μὲν τὴν γῆν· οἱ δὲ Διὸς καὶ Δήμητρος θυγατέρα· Ἀριστοφάνης δὲ ὁ κωμικὸς τροφόν. | |
23 | Harpocration: Αὐτόχθονες. Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν κληθῆναι φησὶν αὐτοὺς αὐτόχθονας, ἐπεὶ τὴν χθόνα, τουτέστι τὴν γῆν ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο. | |
24 | Harpocration: Κύρβεις. Κύρβεις φησὶν Ἀπολλό‐ δωρος ἐν τοῖς περὶ Θεῶν ἔχειν ἐγγεγραμμένους τοὺς νόμους. Εἶναι δὲ αὐτοὺς λίθους ὀρθοὺς ἑστῶτας· οὓς ἀπὸ μὲν τῆς στάσεως στήλας, ἀπὸ δὲ τῆς εἰς ὕψος | |
5 | ἀνατάσεως, διὰ τὸ κεκορυφῶσθαι, κύρβεις ἐκάλουν. Ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τιθεμένην Idem: Ὁ κάτωθεν νόμος, ... ὅτι γὰρ βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμμένοι, δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ. | |
25 | Schol. Aristoph. ad Nub. 447: Ἀπολλόδωρος δέ φησι πᾶσαν δημοσίαν γραφὴν καὶ νόμους κύρβιν κα‐ λεῖσθαι· ὅτι οἱ ἀρχαῖοι λίθους ἱστάντες, τὸ δόξαν ἀνέ‐ γραφον οὓς ἀπὸ μὲν τῆς στάσεως στήλας ἐκάλουν, | |
5 | κύρβεις δὲ ἀπὸ τῆς εἰς ὕψος ἀνατάσεως· ὕστερον δὲ, τὰ ξύλα λελευκωμένα γράφοντες ὁμοίως ἐκάλεσαν. Κύρβις οὖν ἡ περιέχουσα τὰς ἱερὰς γραφὰς στήλη. | |
26a | Suidas: Κύρβεις. Τοὺς Κύρβεις φησὶν Ἀπολλόδω‐ ρος ἐγγεγραμμένους ἔχειν τοὺς νόμους· εἶναι δὲ λίθους ὀρθοὺς ἑστῶτας, ὡς ἀπὸ μὲν τῆς στάσεως στήλας κα‐ λεῖσθαι, ἀπὸ δὲ τῆς εἰς ὕψος παρατάσεως, διὰ τὸ κε‐ | |
5 | κορυφῶσθαι, κύρβεις· ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τεθειμένην. Idem mox: Κύρβεις οὖν παρὰ τὸ κεκορυφῶσθαι εἰς ὕψος ἀνατεταμένας. Ἢ ἀπὸ τῶν Κορυβάντων· ἐκείνων γὰρ εὕρημα φησὶ καὶ Ἀπολλόδωρος. | |
26b | Schol. ad Arist. Aves 1354.: Κύρβεις ... εἴρηται δὲ ἀπὸ τοῦ κεκορυφῶσθαι εἰς ὕψος, ἢ κατεσκειρῶσθαι, ὡς Ἀπολλόδωρος. Θεό‐ φραστος δὲ ἀπὸ τῶν Κρητικῶν Κορυβάντων· τῶν γὰρ | |
5 | Κορυβαντικῶν ἱερῶν οἷον ἀντίγραφα αὐτοὺς εἶναι. | |
27 | Harpocration in Μεῖον καὶ Μειαγωγός: Ἀπολλό‐ δωρος ἐν τοῖς περὶ Θεῶν, Οἱ φράτορες, φησὶν, ἵνα μεί‐ ζονας νέμωνται μερίδας, ἐπεφώνουν ἑστῶτες, Ἱστάνειν δεῖ, μεῖον γάρ ἐστι. | |
28 | Schol. Aristophan. Acharn. 961: Χόες. ... ἑορτή τις παρ’ Ἀθηναίοις ἀγομένη Ἀνθεστηριῶνος δωδεκάτῃ. Φησὶ δὲ Ἀπολλόδωρος, Ἀνθεστήρια καλεῖσθαι κοινῶς τὴν ὅλην ἑορτὴν Διονύσῳ ἀγομένην, | |
5 | κατὰ μέρος δὲ Πιθοιγίαν, Χόας, Χύτραν. Καὶ αὖθις. Ὅτι Ὀρέστης μετὰ τὸν φόνον εἰς Ἀθήνας ἀφικόμενος (ἦν δὲ ἑορτὴ Διονύσου Ληναίου), ὡς μὴ γένοιτο σφίσιν ὁμόσπονδος ἀπεκτονὼς τὴν μητέρα, ἐμηχανήσατο τοιόνδε τι Πανδίων· χοᾶ οἴνου τῶν δαιτυμόνων ἑκά‐ | |
10 | στῳ παραστήσας, ἐξ αὐτοῦ πίνειν ἐκέλευσε μηδὲν ὑπομιγνύντας ἀλλήλοις, ὡς μήτε ἀπὸ τοῦ αὐτοῦ κρα‐ τῆρος πίοι Ὀρέστης, μήτε ἐκεῖνος ἄχθοιτο καθ’ αὑτὸν πίνων μόνος· καὶ ἀπ’ ἐκείνου Ἀθηναίοις ἑορτὴ ἐνομί‐ σθη οἱ Χόες. Lege Πιθοίγια ... Χύτρα. | |
29 | Jo. Lydus De mensibus: Φέρεται δὲ καί τις μῦθος περὶ αὐτοῦ (τοῦ Διονύσου) ὡς εἴη γεγονὼς ἐκ Διὸς καὶ Γῆς, τῆς δὲ Γῆς Θεμέλης προσαγορευομένης διὰ τὸ εἰς αὐτὴν πάντα | |
5 | καταθεμελιοῦσθαι, ἣν κατὰ συναλλαγὴν ἑνὸς στοιχείου τοῦ ς, Σεμέλην οἱ ποιηταὶ προσηγορεύκασι. | |
30 | Schol. ad Odyss. Ψ, 198: Ἑρμῖν’ ἀσκήσας: Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος, παῖς ἔτι ὢν, ἐν ἀνθρώποις τέσσαρα μέγιστα εὕρετο· γράμματα, καὶ μουσικὴν, καὶ παλαίστραν, καὶ γεωμετρίαν. Ὅθεν | |
5 | καὶ τοὺς Ἕλληνας τετράγωνον αὐτὸν ἀσκῆσαι, καὶ οὕτως ἐν τοῖς γυμνασίοις ἀναθεῖναι. Τῷ δὲ ὀνειροπομ‐ πὸν αὐτὸν εἶναι, καὶ τοὺς κοιμωμένους αὐτῷ εὔχεσθαι, καὶ αὐτὸν ἀναμένειν, εἵλοντο ἐν τοῖς θαλάμοις ἔχειν αὐτὸν φύλακα τοῦ ὕπνου, ἐπινοῆσαί τε καὶ ἀσκῆσαι | |
10 | τοὺς τῶν κλινῶν πόδας εἰς τὴν τοῦ θεοῦ πρόσοψιν, ὅπως ἀλεξήτορας ἔχοντες ἰδέας, τὰ μὲν δείματα μὴ φοβοῖντο, προσδο‐ κῷεν δὲ πλείστην ἐπαφροδισίαν διὰ τῶν ὀνειράτων. Ἡ δὲ ἱστορία παρὰ Ἀπολλοδώρῳ τῷ Ἀθηναίῳ. | |
31a | Eustath. ad e. l: Κυλλήνιος δὲ Ἑρ‐ μῆς, μυθικῶς μὲν ἀπὸ Κυλλήνης, ἥτις ὄρος ἐστὶν Ἀρκαδίας, σταδίων ἐννέα Ὀλυμπιακῶν, παρὰ πόδας ὀγδοήκοντα, καθὰ φασὶν ἱστορεῖν Ἀπολλόδωρον, ὀνο‐ | |
5 | μασθὲν ἀπὸ Κυλλήνης ἡρωΐδος τινός· περιᾴδεται δὲ διαφερόντως ἐν τοῖς περὶ τοῦτο τὸ ὄρος τιμᾶσθαι τὸν Ἑρμῆν, κἀκεῖθεν σχεῖν τὸ λεχθὲν ἐπίθετον. | |
31b | Eustath. ex Steph. Byz. v.: Κυλλήνη, ὄρος Ἀρκαδίας, σταδίων ἐννέα παρὰ πό‐ | |
δας ὀγδοήκοντα, ἀπὸ Κυλλήνης Ναΐδος νύμφης. Ἐν τούτῳ δέ φασι τῷ ὄρει τοὺς κοττύ‐ | ||
5 | φους λευκοὺς γίγνεσθαι, ἄλλοθι δὲ μηδαμῆ, καὶ φωνὰς ποικίλας προΐεσθαι· θηρεύεσθαι δὲ πρὸς τὴν σελήνην· τῆς δὲ ἡμέρας εἴ τις ἐπιχειροίη, σφόδρα δυσθηράτους εἶναι. | |
32 | Schol. Sophoclis Oed. Colon. 57: [Τιτὰν Προ‐ μηθεὺς] Περὶ τοῦ τὸν Προμηθέα περὶ τὴν Ἀκαδημίαν καὶ τὸν Κολωνὸν ἱδρῦσθαι, Ἀπολλόδωρος γράφει οὕτω τῇ π[ερὶ θεῶν?]· «Συντιμᾶται δὲ καὶ ἐν Ἀκαδημίᾳ τῇ | |
5 | Ἀθηνᾷ, καθάπερ ὁ Ἥφαιστος. Καὶ ἔστιν αὐτῷ πα‐ λαιὸν ἵδρυμα, καὶ ναὸς ἐν τῷ τεμένει τῆς θεοῦ. Δείκνυται δὲ καὶ βάσις ἀρχαία κατὰ τὴν εἴσοδον, ἐν ᾗ τοῦ τε Προμηθέως ἐστὶ τύπος καὶ τοῦ Ἡφαίστου. Πε‐ ποίηται δὲ, ὡς καὶ Λυσιμαχίδης φησὶν, ὁ μὲν Προ‐ | |
10 | μηθεὺς πρῶτος καὶ πρεσβύτερος, ἐν δεξιᾷ σκῆπτρον ἔχων, ὁ δὲ Ἥφαιστος, νέος καὶ δεύτερος· καὶ βωμὸς ἀμφοῖν κοινός ἐστιν ἐν τῇ βάσει ἀποτετυπωμένος.» | |
33 | Idem ibid. v. 58: [Χαλκόπους ὀδός.] Ὡς οὕτω τι‐ νὸς καλουμένου τόπου ἐν τῷ ἱερῷ, χαλκόποδος ὀδοῦ. Φησὶ δὲ Ἀπολλόδωρος δι’ αὐτοῦ κατάβασιν εἶναι εἰς ᾍδου. Καὶ Ἴστρος δὲ μνημονεύει τοῦ χαλκοῦ ὀδοῦ καὶ | |
5 | Ἀστυδάμας. Καί τις τῶν χρησμοποιῶν φησι «Βοιω‐ τοὶ δ’ ἵπποιο ποτιστείχουσι Κολωνὸν, Ἔνθα λίθος τρικάρανος ἔχει καὶ χάλκεος οὐδός.» | |
34 | Idem ibid. v. 705: [Κύκλος λεύσσει νιν Μο‐ ρίου Διός] Μόριον Δία εἶπε τὸν ἐπόπτην τῶν μορίων ἐλαιῶν. Καὶ ἔστιν ὁ λεγόμενος Μόριος Ζεὺς [περὶ Ἀκα‐ δημίαν], ὥς φησιν Ἀπολλόδωρος· «Περὶ Ἀκαδημίαν | |
5 | ἐστὶν ὅ, τε τοῦ Καταιβάτου Διὸς βωμὸς, ὃν καὶ Μό‐ ριον καλοῦσι, τῶν ἐκεῖ μορίων παρὰ τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἱδρυμένων.» | |
35 | Schol. Apollonii I, 599: Ὄλυμποι δέ εἰσιν ἕξ· Μακεδονίας, Θεσσαλίας, ἐν ᾧ καὶ Ὀλύμπιά φησιν Ἀπολλόδωρος ἄγεσθαι, Μυσίας, Κιλικίας, Ἤλιδος, Ἀρκαδίας. | |
36a | Schol. Theocr. II, 36: [Ἁ θεὸς ἐν τριόδοισι· τὸ χαλκίον ὡς τάχος ἄχει.] Τὸν γὰρ χαλκὸν ἐπεῖδον ἐν ταῖς ἐλ‐ λείψεσι τῆς σελήνης καὶ ἐν τοῖς κατοιχομένοις, ἐπειδὴ | |
5 | ἐνομίζετο καθαρὸς εἶναι καὶ ἀπελαστικὸς τῶν μιασμά‐ των. Διόπερ πρὸς πᾶσαν ἀφοσίωσιν καὶ ἀποκάθαρσιν αὐτῷ ἐχρῶντο· ὥς φησι καὶ Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν. | |
36b | Idem, Aliud Scholion: Τὸ ἄχει ἀντὶ τοῦ ψόφει, κροῦε. Ἐπεὶ ὁ τοῦ χαλκοῦ ἦχος οἰκεῖος τοῖς κατοιχο‐ μένοις. Φησὶν Ἀπολλόδωρος Ἀθήνησι τὸν ἱεροφάντην τῆς Κόρης ἐπικαλουμένης ἐπικρούειν τὸ λεγόμενον | |
5 | ἠχεῖον. Καὶ παρὰ Λάκωσι, βασιλέως ἀποθανόντος, εἰώθασι κρούειν λέβητα. | |
37 | Schol. Theocr. Id. X, 41: Λυτιέρσης ... τοῦτον δέ φησιν Ἀπολλόδωρος ᾠδὴν εἶναι θεριστῶν, λέγων οὕτω· «Καθάπερ ἐν μὲν θρήνοις Ἰάλεμος, ἐν δὲ ὕμνοις Ἴουλος, ἀφ’ ὧν καὶ τὰς ᾠδὰς αὐτὰς καλοῦσιν, οὕτω | |
5 | καὶ τῶν θεριστῶν ᾠδὴ Λυτιέρσης.» | |
38 | Hesych.: Ἀγρεὺς ὁ Πᾶν παρὰ Ἀθηναίοις, ὡς Ἀπολ‐ λόδωρος. | |
39a | Suidas: Ἀμφιφῶντες, πλακοῦντος εἶδος· οἵτινες ἐγίνοντο, ὅτε ὁ ἥλιος καὶ ἡ σελήνη πρωῒ ὑπὲρ γῆς φαίνονται. Ἢ ὅτι ἐκόμιζον αὐτὸν, δᾳδία ἡμμένα περιπηγνύντες ἐπ’ αὐτῷ· ὥς φησιν | |
5 | Ἀπολλόδωρος. | |
39b | Suidas. Ἀνάστατοι: ... ὀνομάζονται δὲ Ἀμφιφῶντες, ὡς μέν τινες, ὅτι τότε γίνονται, ὅτε ἥλιός τε καὶ σε‐ λήνη πρωῒ ὑπὲρ γῆς φαίνονται· ὡς δὲ Ἀπολλόδωρος, ὅτι κομίζουσιν αὐτοὺς δᾳδία ἡμμένα παραπηγνύντες | |
5 | ἐπ’ αὐτῶν. | |
40a | Suidas: Ταυροπόλον· τὴν Ἄρτεμιν· ὅτι ὡς ταῦρος περίεισι πάντα, ὡς Ἀπολλόδωρος. | |
40b | Schol. ad Aristoph. Lysistr. 447: [Νὴ τὴν ταυροπόλον] οὕτω τὴν Ἄρτε‐ μιν ἐκάλουν. Τὴν δὲ αἰτίαν Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν ἐκτίθεται. Ἔστι δὲ ὅτε καὶ τὴν Ἀθηνᾶν οὕτω | |
5 | καλοῦσιν, ὡς Ξενομήδης ἱστορεῖ. | |
41 | Macrob. Sat. I, 8: Cur autem Saturnus ipse in compedibus visatur, Verrius Flaccus caussam se ignorare dicit. Verum mihi Apollodori lectio sic suggerit: «Saturnum Apollodorus alligari ait per | |
5 | annum laneo vinculo, et solvi ad diem sibi festum, id est mense hoc decembri, atque inde proverbium ductum, deos lancos pedes habere. Significari vero decimo mense semen in utero animatum ad vitam grandescere: quod, donec erumpat in lucem, mol‐ | |
10 | libus naturae vinculis detinetur.» | |
42 | Idem I, 20: Aesculapium vero eundem esse atque Apollinem, non solum hinc probatur, quod ex illo natus creditur; sed quod ei et jus divinatio‐ nis adjungitur. Nam Apollodorus in libris, quibus | |
5 | titulus est περὶ θεῶν, scribit quod Aesculapius divi‐ nationibus et auguriis praesit. Nec mirum, siquidem medicinae atque divinationum consociatae sun di‐ sciplinae. | |
43 | Steph. Byz.: Ἀκρώρεια, ἄκρον ὄρους, ἐν ᾧ οἱ οἰ‐ κοῦντες Ἀκρωρεῖται. Οὕτω δὲ παρὰ Σικυωνίοις ἐτι‐ μᾶτο [ὁ Διόνυσος]. Ἐκαλεῖτο δὲ παρὰ μὲν Σικυω‐ νίοις Ἀκρωρείτης, παρὰ δὲ Μεταποντίνοις Ἐρίφιος. | |
5 | Ἀπολλόδωρός φησιν. | |
44 | Idem: Ἰλισσὸς, ποταμὸς τῆς Ἀττικῆς, «ἐν ὧ τι‐ μῶνται αἱ Μοῦσαι Ἰλισσίδες», ὡς Ἀπολλόδωρος. | |
44a | Schol. Venet. in Eurip. Hec. 462: [Τᾶς καλλιδίφρου Ἀθαναίας] Οὐ μόνον γὰρ παρθένοι ὕφαινον, ὥς φησιν Ἀπολλόδωρος ἐν τῇ Περὶ θεῶν αὐλῆς (?), ἀλλὰ καὶ τέλειαι γυναῖκες, | |
5 | ὡς Φερεκράτης ἐν Δουλοδιδασκάλῳ | |
44b | Servius ad Virg. Georg. I, 16, de Pane: Apollodorus sine parentibus eum sinit, quoniam universum, i. e. τὸ πᾶν, huic deo sit attributum. Cornua, quae | |
5 | solis lunaeque designantur; pellis maculis distin‐ cta, quae variam designat imaginem siderum. In‐ ferior pars hirsuta, ut situs terrae. Cum fistula est, quoniam flatus ventorum oriuntur. Metus vero ad repentinas fugas Panicus, pro subitaria aeris | |
10 | commotione. | |
t45-104 | ΧΡΟΝΙΚΑ sive ΧΡΟΝΙΚΗ ΣΥΝΤΑΞΙΣ. | |
45a | Scymnus Chius v. 16 sqq.: Ἔστι δ’ ἃ γράφω τοιαῦτα. Τοῖς ἐν Περγάμῳ βασιλεῦσιν, ὧν ἡ δόξα καὶ τεθνηκότων παρὰ πᾶσιν ἡμῖν ζῶσα διὰ παντὸς μένει, | |
5 | τῶν Ἀττικῶν τις γνησίων τε φιλολόγων, γεγονὼς ἀκουστὴς Διογένους τοῦ Στωϊκοῦ, συνεσχολακὼς δὲ πολὺν Ἀριστάρχῳ χρόνον, συνετάξατ’ ἀπὸ τῆς Τρωϊκῆς ἀλώσεως χρονογραφίαν στοιχοῦσαν ἄχρι τοῦ νῦν βίου. | |
10 | Ἔτη δὲ τετταράκοντα πρὸς τοῖς χιλίοις ὡρισμένως ἐξέθετο, καταριθμούμενος πόλεων ἁλώσεις, ἐκτοπισμοὺς στρατοπέδων, μεταναστάσεις ἐθνῶν, στρατείας βαρβάρων, ἐφόδους, περαιώσεις τε ναυτικῶν στόλων, | |
15 | θέσεις ἀγώνων, συμμαχίας, σπονδὰς, μάχας, πράξεις βασιλέων, ἐπιφανῶν ἀνδρῶν βίους, φυγὰς, στρατείας, καταλύσεις τυραννίδων· πάντων ἐπιτομὴν τῶν χύδην εἰρημένων. Μέτρῳ δὲ ταύτην ἐκτιθέναι προείλετο | |
20 | τῷ κωμικῷ δὲ, τῆς σαφηνείας χάριν· εὐμνημόνευτον ἐσομένην οὕτως ὁρῶν. ... Ἐκεῖνος οὖν κεφάλαια συναθροίσας χρόνων, εἰς βασιλέως ἀπέθετο Φιλαδέλφου χάριν· | |
25 | ἃ καὶ διὰ πάσης γέγονε τῆς οἰκουμένης ἀθάνατον ἀπονέμοντα δόξαν Ἀττάλῳ τῆς πραγματείας ἐπιγραφὴν εἰληφότι. | |
t45b-49 | LIBER I. | |
45b | Steph. Byz.: Δύμη, πόλις Ἀχαΐας ... Καὶ Δύμη ἡ χώρα πάλαι ἐκαλεῖτο, ἡ δὲ πόλις Στρατός. Ὕστε‐ ρον δὲ καὶ ἡ πόλις καὶ ἡ χώρα Δύμη ἐκλήθησαν. Λέ‐ γεται καὶ πληθυντικῶς, ὡς Ἀπολλόδωρος· «Τούτων | |
5 | ἀπέχουσα σταδίους ρκʹ, ἐσχάτη κεῖται πρὸς δύσιν Δῦμαι.» Ὁ πολίτης Δυμαῖος ... Ἀπολλόδωρος ἢ ὁ τὰ τούτου ἐπιτεμνόμενος· «Τὴν δὲ χώραν ἔχουσι Δυ‐ μαῖοι» ... Καὶ Ἀπολλόδωρος ἐν Χρονικῶν αʹ· «Πόλε‐ μος ἐνέστη τοῖς τε Δυμαίοις.» | |
46 | Steph. Byz.: Ἀσσώριον, πόλις Σικελίας. Ταύτην τρισυλλάβως Ἀσσωρὸν καλεῖ Ἀπολλόδωρος ἐν πρώτῃ Χρονικῶν. | |
47 | Idem: Ἑλωρὸς, πόλις Σικελίας, ἀπὸ Ἑλώρου πο‐ ταμοῦ τοῦ κατὰ Πάχυνον, ὃς λέγεται τιθασσοὺς ἰχθῦς ἔχειν ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν Χρο‐ νικῶν πρώτῃ. | |
48 | Idem: Μυοῦς, πόλις Ἰωνίας, ὡς Φίλων καὶ Ἀπολλόδωρος ἐν αʹ Χρονικῶν. | |
49 | Idem: Χήσιον, Ἰωνίας πολίχνιον, ὡς Ἀπολλόδω‐ ρος ἐν Χρονικῶν πρώτῳ. | |
t50-55 | LIBER II. | |
50 | Idem: Μεναί, πόλις Σικελίας ἐγγὺς Παλίκων. | |
Ἀπολλόδωρος ἐν βʹ Χρονικῶν. | ||
51 | Idem: Νόαι, ... πόλις Σικελίας. Ἀπολλόδωρος δευτέρῳ Χρονικῶν. | |
52 | Idem: Παρπάρων, χωρίον ἐν Ἀσίᾳ Αἰολικὸν, ἔνθα ἱστοροῦσι Θουκυδίδην ἀποθανεῖν, ὡς Ἀπολλόδωρος ἐν Χρονικῶν δευτέρῳ. | |
53 | Idem: Ὕκκαρον, φρούριον Σικελίας, ὡς Φίλιστος Σικελικῶν πρώτῳ. Ἀπολλόδωρος δ’ ἐν δευτέρῳ Χρο‐ νικῶν πόλιν λέγει αὐτὴν τὰ Ὕκκαρα. | |
54 | Idem: Φαβία, πόλις Κελτογαλατῶν, κτίσμα Φα‐ βίου στρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωρος ἐν δευτέρῳ Χρονικῶν. | |
55 | Idem: Χαιρώνεια, ... τὸ κτητικὸν Χαιρωνικὸς καὶ Χαιρωνική. Ἀπολλόδωρος ἐν Χρονικῶν δευτέρῳ· «Κατὰ τὴν μάχην, ὥς φασι, τὴν Χαιρωνικήν.» | |
t56-58 | LIBER III. | |
56 | Idem: Ἀμαξιτὸς, πολίχνιον τῆς Τρωάδος. ... Τὸ ἐθνικὸν Ἀμαξιτεύς. Ἀπολλόδωρος δὲ ἐν Χρονικῶν τρίτῃ Ἀμαξιτηνούς φησιν. | |
57 | Idem: Λίγγος, φρούριον Κασσανδρέων. Ἀπολλό‐ δωρος ἐν Χρονικῶν τρίτῳ, ὃς καὶ τὸ ἐθνικὸν Λιγ‐ γαῖος. | |
58 | Idem: Ληναῖος, ἀγὼν Διονύσου ἐν ἀγροῖς ἀπὸ τῆς ληνοῦ. Ἀπολλόδωρος ἐν τρίτῳ Χρονικῶν. | |
58a | Idem: Ζάκανθα, πόλις Ἰβηρίας, ἣν εἷλεν Ἀννίβας, ὡς Ἀπολλόδωρος ἐν Χρονικῶν τρίτῃ. | |
58b | Idem: Μέσμα, πόλις Ἰταλίας. Ἀπ. ἐν τρίτῳ Χρο‐ νικῶν. | |
t59-104 | LIBER IV. | |
59 | Idem: Ἀερία, ἡ Αἴγυπτος ... Ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλόδωρος ἐν Χρονικῶν τετάρτῳ. | |
60 | Idem: Αἰδούσιοι, σύμμαχοι Ῥωμαίων πρὸς τῇ Κελτικῇ Γαλατίᾳ. Ἀπολλόδωρος ἐν Χρονικῶν δʹ. | |
61 | Idem: Ἀμήστρατος, πόλις Σικελίας. Ἀπολλόδω‐ ρος τετάρτῃ Χρονικῶν. | |
62 | Idem: Ἀρόερνοι, ἔθνος μαχιμώτατον τῶν πρὸς τῇ Κελτικῇ Γαλατῶν. Ἀπολλόδωρος τετάρτῃ Χρονικῶν· «Κελτῶν Ἀροέρνους.» | |
63 | Idem: Δῶρος, πόλις Φοινίκης ... Ἀπολλόδωρος δὲ Δῶρον καλεῖ ἐν Χρονικῶν δʹ. «Εἰς Δῶρον οὖσαν ἐπιθαλάττιον πόλιν.» | |
64 | Idem: Καινοὶ, ἔθνος Θρᾴκιον. Ἀπολλόδωρος ἐν | |
Χρονικῶν τετάρτῳ. | ||
65 | Steph.: Χαλκητόριον, πόλις Κρήτης. Ὁ πολίτης Χαλκητορεύς. Ἀπολλόδωρος τετάρτῳ Χρονικῶν· «Μεθ’ οὗ Χαρίδημος ἦν φυγὰς Χαλκητορεύς.» | |
66 | Idem: Πάρθος, πόλις Ἰλλυρική. Ἀπολλόδωρος ἐν Χρονικοῖς. | |
67a | Euseb. Armen.: Atque primo anno e Rubro mari emersisse ait intra eosdem terminos Babyloniorum immanem quandam belluam, cui | |
5 | nomen Oanni, quod et Apollodorus in historia narrat, eamque toto quidem corpore piscem fuisse, verum sub capite piscis aliud caput appositum, et in cauda pedes ad instar hominis, et loquelam hu‐ manae similem: ejusque imaginem ad hunc usque | |
10 | diem delineatam superesse. Hanc belluam, inquit, interdiu cum hominibus versari solitam, nullumque cibum capere: docuisse homines literas et varia genera artium, descriptiones urbium, templorum structuras, legum lationem, finium regundorum | |
15 | doctrinam: semina praeterea et fructuum collectio‐ nem demonstravisse, atque omnia prorsus, quae mundanae societati conducunt hominibus tradidisse: ita ut ex eo tempore nemo praeterea aliquid invene‐ rit. Tum sub solis occasum eam belluam Oannem | |
20 | denuo mergi solitam mari, noctuque in immenso pelago collocari; atque ita ancipitem quandam vitam degere. | |
67b | Syncelli Chronograph: Ἐν τῇ Βαβυλῶνι πολὺ πλῆθος ἀνθρώπων γενέσθαι ἀλλοεθνῶν κατοικησάντων τὴν Χαλδαίαν· ζῆν δὲ αὐτοὺς ἀτάκτως ὥσπερ τὰ θηρία. | |
5 | Ἐν δὲ τῷ πρώτῳ ἐνιαυτῷ φανῆναι ἐκ τῆς ἐρυθρᾶς θα‐ λάσσης κατὰ τὸν ὁμοροῦντα τόπον τῇ Βαβυλωνίᾳ ζῶον ἄφρενον ὀνόματι Ὠάννην, καθὼς καὶ Ἀπολλόδωρος ἱστόρησε, τὸ μὲν ὅλον σῶμα ἔχον ἰχθύος, ὑπὸ δὲ τὴν κεφαλὴν παραπεφυκυῖαν ἄλλην κεφαλὴν ὑποκάτω τῆς | |
10 | τοῦ ἰχθύος κεφαλῆς, καὶ πόδα ὁμοίως ἀνθρώπου, παραπεφυκότας δὲ ἐκ τῆς οὐρᾶς τοῦ ἰχθύος. | |
67c | Idem: οὔτε ἄλλῃ τινὶ δαιμωνιώδει αὐτῶν ἱστορίᾳ. Σχεδὸν γὰρ ἀπὸ ταύτης τῆς συγγραφῆς καθάπερ ἔκ τινος πηγῆς βορβορώδους | |
5 | καὶ τῶν παραπλησίων αὐτῇ πᾶσα μυθώδης Ἑλληνικὴ καὶ Μανιχαϊκὴ κακοδοξία ἀνέβλυσε. Καὶ τῶν καθ’ ἡμᾶς δὲ αἱρέσεων οὐκ ὀλίγαι τὰς ἀρχὰς ἐκ τοιούτων ἀπατηλῶν ἐσχήκασι τὰς ἀφορμάς. Οὗ χάριν προήχθημεν ἀσφαλείας ἕνεκα τῶν τὰ τοιαῦτα μυθάρια ὡς καίρια | |
10 | λογιζομένων τὰς προγραφείσας μαρτυρίας Ἀλεξάνδρου καὶ τῶν προειρημένων δύο μοναζόντων Ἀννιανοῦ τε καὶ Πανοδώρου τῶν ὁμοχρόνων ἐπὶ Θεοφίλου τοῦ εἰ‐ κοστοῦ δευτέρου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀκμα‐ σάντων καὶ πολλὰ χρήσιμα κεφάλαια ἱστορικὰ πε‐ | |
15 | πονηκότων παραθέσθαι. Εἰ καὶ ἐν τῷδε τῷ μέρει δοκοῦντές τι κατορθοῦν οὐδὲν τῇ ἀληθείᾳ κέρδος προσήγαγον, δεξάμενοι τὰς Ἀλεξάνδρου τοῦ προῤῥηθέντος περὶ τῆς τῶν Χαλδαίων βασιλέων δόξας, ὅτι πρὸ τοῦ κατακλυσμοῦ ἐν Βαβυ‐ | |
20 | λῶνι ἐβασίλευσαν, καὶ τὸν τῶν ἐτῶν μυριαδισμὸν ἀλ‐ ληγορησάντων, πρὸς τούτοις δὲ καὶ Ἀβυδηνοῦ καὶ Ἀπολλοδώρου περὶ τῶν αὐτῶν, καὶ ἔτι Μανεθῶ περὶ τῆς Αἰγυπτίων δυναστείας πρὸ τοῦ κατακλυσμοῦ πα‐ ρόμοια μυθολογοῦντας, ὧν τὰς χρήσεις, Ἀβυδηνοῦ | |
25 | λέγω καὶ Ἀπολλοδώρου καὶ Μανεθῶ, προστεθῆναι ταύτης ἡγοῦμαι τῆς προθέσεως, ὡς ἂν καὶ ἐξ ἀλλήλων | |
αὐτοῖς τὸ ἀσύμφωνον συναχθῇ καὶ ὑφ’ ἑαυτοῦ τὸ κα‐ κὸν ἀνατραπῇ, καὶ οὕτω τοῖς μετὰ τὸν κατακλυσμὸν ἔτεσι τὰ κατὰ μέρος ὅση δύναμις ἐπισημήνασθαι. | ||
67d | Idem: Εὐσέβιος καὶ Ἰώσηπ‐ πος καὶ ἄλλοι περὶ τῆς τῶν Χαλδαίων βασιλείας ἱστο‐ ρικοὶ φαίνονται λέγοντες ὅτι πρὸ τοῦ κατακλυσμοῦ ἐβασίλευον ἑπόμενοι Ἀλεξάνδρῳ τῷ Πολυΐστορι καὶ | |
5 | Ἀβυδηνῷ καὶ Ἀπολλοδώρῳ, μηδεμίαν ἔχοντες ἀφορ‐ μὴν ἐκ τῶν θειῶν γραφῶν. | |
67e | Idem: Πρὸς τούτοις καὶ Ἀπολλόδωρος ὁμοίως τούτοις τε‐ ρατευόμενος οὕτω λέγει· Ταῦτα μὲν ὁ Βήρωσσος ἱστόρησε, πρῶτον γενέσθαι βασιλέα Ἄλωρον ἐκ Βα‐ βυλῶνος Χαλδαῖον· βασιλεῦσαι δὲ σάρους δέκα, καὶ | |
5 | καθεξῆς Ἀλάπαρον καὶ Ἀμήλωνα τὸν ἐκ Παντιβίβλων· εἶτα Ἀμμένωνα τὸν Χαλδαῖον, ἐφ’ οὗ φησι φανῆναι τὸν μυσαρὸν Ὠάννην, τὸν Ἀννήδωτον, ἐκ τῆς Ἐρυθρᾶς· ὅπερ Ἀλέξανδρος προλαβὼν εἴρηκε φανῆναι τῷ πρώτῳ ἔτει· οὗτος δὲ μετὰ σάρους τεσσαράκοντα, ὁ δὲ Ἀβυδη‐ | |
10 | νὸς τὸν δεύτερον Ἀννήδωτον μετὰ σάρους ἕξ· εἶτα Μεγαλάρον ἐκ Παντιβίβλων πόλεως, βασιλεῦσαι δ’ αὐτὸν σάρους ὀκτοκαίδεκα· καὶ μετὰ τοῦτον Δάωνον ποιμένα ἐκ Παντιβίβλων βασιλεῦσαι σάρους δέκα. Κατὰ τοῦτον πάλιν φησὶ φανῆναι ἐκ τῆς Ἐρυθρᾶς Ἀν‐ | |
15 | νήδωτον τέταρτον τὴν αὐτὴν τοῖς ἄνω ἔχοντα διάθε‐ σιν καὶ τὴν ἰχθύος πρὸς ἀνθρώπους μῖξιν. Εἶτα ἄρξαι Εὐεδώραχον ἐκ Παντιβίβλων, καὶ βασιλεῦσαι σάρους ὀκτωκαίδεκα. Ἐπὶ τούτου φησὶν ἄλλον φανῆναι ἐκ τῆς ἐρυθρᾶς θαλάσσης ὅμοιον κατὰ τὴν ἰχθύος πρὸς ἄν‐ | |
20 | θρωπον μῖξιν, ᾧ ὄνομα Ὠδάκων. Τούτους δέ φησι πάντας τὰ ὑπὸ Ὠάννου κεφαλαιωδῶς ῥηθέντα κατὰ μέρος ἐξηγήσασθαι. Περὶ τούτου Ἀβυδηνὸς οὐδὲν εἶπεν. Εἶτα ἄρξαι Ἀμεμψινὸν Χαλδαῖον ἐκ Λαράγχων· βα‐ σιλεῦσαι δὲ αὐτὸν ὄγδοον σάρους δέκα. Εἶτα ἄρξαι | |
25 | Ὠτιάρτην Χαλδαῖον ἐκ Λαράγχων, βασιλεῦσαι δὲ σάρους ηʹ. Ὠτιάρτου δὲ τελευτήσαντος τὸν υἱὸν αὐτοῦ Ξίσουθρον βασιλεῦσαι σάρους ὀκτωκαίδεκα. Ἐπὶ τού‐ του δὲ τὸν μέγαν κατακλυσμόν φησι γεγενῆσθαι. Ὡς γίνεσθαι ὁμοῦ πάντας βασιλεῖς δέκα, σάρους δὲ | |
30 | ἑκατὸν εἴκοσι. | |
67f | Euseb. Armen.: Haec quidem Berosus in libro primo narravit, secundo autem reges singil‐ latim recensuit. Ut ipse inquit, Narbonassarus erat eo tempore rex. Et regum quidem nomina diligenter | |
5 | acervat; nullum tamen eorum opus peculiariter recitat, fortasse quia nil memorandum esse arbi‐ tratur. Ex eo igitur regum tantummodo seriem de‐ promere licet. Hac vero ratione narrationem ex‐ orditur, ut Apollodorus ait: nempe primum exsti‐ | |
10 | tisse regem Alorum, ex urbe Babylone Chalaaeum: hunc saris decem regno potitum. Porro is sarum ex annis ter mille ac sexcentis conflat. Addit etiam nescio quem nerum et sosum: nerum ait sexcentis annis constare, sosum annis sexaginta. Sic ill de | |
15 | veterum more annos supputat. His dictis pergit porro, regesque Assyriorum singillatim atque ex ordine enumerat; decem vi‐ delicet ab Aloro primo rege usque ad Xisuthrum, sub quo magnum illud primumque diluvium conti‐ | |
20 | gisse ait, quod Moses quoque commemorat. Jam summam temporum, quibus hi reges imperitave‐ runt, ait esse saros centum viginti, nempe quadra‐ ginta tres annorum myriades annosque bis mille. Tum et disertis verbis ita scribit: Defuncto, inquit, | |
25 | Aloro, regnavit ejus filius Alaparus saris tribus. Post Alaparum Almelon ex urbe Pantibilis Chal‐ daeus saris tredecim. Almeloni successit Ammenon, item ex Pantibiblis Chaldaeus, saris duodecim. Hujus aetate bellua quaedam, cui nomen Idotioni, | |
30 | e Rubro mari emersit, forma ex homine et pisce mixta. Hinc Amegalarus Pantibiblicus octodecim saris regnavit. Deinde pastor Danonus Pantibili‐ cus, qui et ipse saris decem regno potitus est. Hoc | |
imperante, rursus e Rubro mari emerserunt eadem | ||
35 | hominis itemque piscis figura monstra quattuor. Postea regnavit Edoranchus Pantibiblicus saris octodecim. Eo tempore item apparuit aliud quiddam simile piscis et hominis, cui nomen Odaconi. Hos, inquit, omnes ea, quae ab Oanne summatim dicta | |
40 | erant, accurate exposuisse. Exin imperavisse Amemphsinum e Lancharis Chaldaeum saris octo. Defuncto denique Otiarte, filium ejus Xisuthrum rexisse imperium saris octodecim: sub eoque eve‐ nisse magnum diluvium. | |
68 | Chron. Paschale: Αὐτὸν Νῖνον τὸν Νεβρώθ οἱ Ἀσσύριοι προσηγόρευσαν· «Οὗτος διδάσκει Ἀσσυ‐ ρίους σέβειν τὸ πῦρ.» | |
69 | Schol. Ari‐ stoph. Aves 1021,: Ἀπολλόδωρος δὲ ταῦτά φησιν ἐγγεγράφθαι ἐπὶ τῷ τάφῳ αὐτοῦ Ἀσσυ‐ ρίοις γράμμασι· Σαρδανάπαλος, Ἀνακυνδαράξου παῖς, | |
5 | Ταρσόν τε καὶ Ἀγχίαλον ἔδειμεν ἐν ἡμέρᾳ μιᾷ. Ἔσθιε, πῖνε, ὄχευε· ὡς τἄλλα οὐδενός ἐστιν ἄξια. | |
70 | Syncell.: Ἀπολλόδωρος χρονικὸς ἄλλην Αἰγυπτίων τῶν Θηβαίων λεγομένων βασιλείαν ἀνεγράψατο βασιλέων ληʹ, ἐτῶν ͵αος. Ἥτις ἤρξατο μὲν τῷ ͵βϡ ἔτει τοῦ κόσμου, | |
5 | ἔληξε δὲ εἰς τὸ ͵γμε (γϡοϛʹ m.) ἔτος τοῦ κόσμου, ὧν τὴν γνῶσιν, φησὶν, ὁ Ἐρατοσθένης λαβὼν Αἰγυ‐ πτιακοῖς ὑπομνήμασι καὶ ὀνόμασι κατὰ πρόσταξιν βασιλικὴν τῇ Ἑλλάδι φωνῇ παρέφρασεν οὕτως· Θηβαίων βασιλέων τῶν μετὰ ͵αρκδ (ρκδʹ m.) ἔτη | |
10 | τῆς διασπορᾶς ληʹ βασιλειῶν. Αʹ ἐβασίλευε Μήνης Θεινίτης Θηβαῖος, ὃ ἑρμηνεύεται Αἰώνιος· ἐβασίλευεν ἔτη ξβʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵βϡ. Θηβαίων δεύτερος ἐβασίλευσεν Ἀθώθης υἱὸς Μήνεως | |
15 | ἔτη νθʹ. Οὗτος ἑρμηνεύεται Ἑρμογένης. Ἔτος τοῦ κόσμου, ͵βϡξβʹ. Θηβαίων Αἰγυπτίων τρίτος ἐβασίλευσεν Ἀθώθης ὁμώνυμος ἔτη λβʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γκαʹ. Θηβαίων ἐβασίλευσε δʹ Διαβιῆς υἱὸς Ἀθώθεως ἔτη | |
20 | ιθ· οὗτος ἑρμηνεύεται φιλέταιρος· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γνγʹ. Θηβαίων ἐβασίλευσε εʹ Πεμφῶς υἱὸς Ἀθώθους, ὅ ἐστι Ἡρακλείδης, ἔτη ιηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γοβʹ. | |
25 | Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ϛʹ Τοιγαράμαχος Μομχειρὶ Μεμφίτης ἔτη οθ· οὗτος ἑρμηνεύεται τῆς ἀνδρὸς περισσομελής· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϙʹ. | |
30 | Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ζʹ Στοῖχος υἱὸς αὐτοῦ, ὅ ἐστιν Ἄρης ἀναίσθητος, ἔτη ϛʹ· τοῦ δὲ κό‐ σμου ἦν ἔτος ͵γρξθʹ. Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ὄγδοος Γοσορμίης, ὅ ἐστιν Ἐτησιπαντὸς, ἔτη λʹ· τοῦ δὲ κόσμου ἦν ἔτος | |
35 | ͵γροεʹ. Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν θʹ Μάρης υἱὸς αὐτοῦ, ὅ ἐστιν Ἡλιόδωρος, ἔτη κϛ· τοῦ δὲ κόσμου ἦν | |
ἔτος ͵γσεʹ. Θηβαίων Αἰγυπτίων ιʹ ἐβασίλευσεν Ἀνωϋφὶς, ὅ | ||
40 | ἐστιν ἐπίκωμος, ἔτη κʹ, τοῦ δὲ κόσμου ἦν ἔτος, γσλαʹ. Θηβαίων Αἰγυπτίων ιαʹ ἐβασίλευσε Σίριος, ὅ ἐστιν υἱὸς κόρης, ὡς δὲ ἕτεροι ἀβάσκαντος, ἔτη ιηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γσναʹ. | |
45 | Θηβαίων Αἰγυπτίων ιβʹ ἐβασίλευσε Χνοῦβος Γνευ‐ ρὸς, ὅ ἐστι Χρύσης Χρύσου υἱὸς, ἔτη κβʹ· τοῦ δὲ κό‐ σμου ἦν ἔτος, ͵γσξθʹ. Θηβαίων Αἰγυπτίων ιγʹ ἐβασίλευσε Ῥαυῶσις, ὅ ἐστιν Ἀρχικράτωρ, ἔτη ιγʹ· τοῦ δὲ κόσμου ἦν ἔτος | |
70(50) | ͵γςϙαʹ. Θηβαίων Αἰγυπτίων ιδʹ ἐβασίλευσε Βιΰρης ἔτη ιʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γτδʹ. Θηβαίων Αἰγυπτίων ιεʹ ἐβασίλευσε Σαῶφις, κω‐ μαστὴς, κατὰ δὲ ἐνίους χρηματιστὴς, ἔτη κθʹ· τοῦ δὲ | |
55 | κόσμου ἦν ἔτος, ͵γτιδʹ. Θηβαίων ιϛʹ ἐβασίλευσε Σαῶφις βʹ ἔτη κζʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γτμγʹ. Θηβαίων ιζʹ ἐβασίλευσε Μοσχερῆς Ἡλιόδοτος ἔτη λαʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, γτοʹ. | |
60 | Θηβαίων ιηʹ ἐβασίλευσε Μοσθῆς ἔτη λγʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γυαʹ. Θηβαίων ιθʹ ἐβασίλευσε Παμμῆς Ἀρχονδὴς ἔτη λεʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γλυδʹ. Θηβαίων κʹ ἐβασίλευσε Ἀπάππους μέγιστος· Οὗτος, | |
65 | ὥς φασι, παρὰ ὥραν μίαν ἐβασίλευσεν ἔτη ρʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γφξθʹ. Θηβαίων καʹ ἐβασίλευσεν Ἐχεσκοσοκάρας ἔτος αʹ, τοῦ δὲ κόσμου ἦν ἔτος, γφξθʹ. Θηβαίων κβʹ ἐβασίλευσε Νίτωκρις γυνὴ ἀντὶ τοῦ | |
70 | ἀνδρὸς, ὅ ἐστιν Ἀθηνᾶ νικηφόρος, ἔτη ϛʹ· τοῦ δὲ κό‐ σμου ἦν ἔτος, ͵γφοʹ. Θηβαίων κγʹ ἐβασίλευσε Μυρταῖος Ἀμμωνόδοτος ἔτη κβʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γφϙηʹ. Θηβαίων κδʹ ἐβασίλευσεν Οὐοσιμάρης κραταιὸς, ὅ | |
75 | ἐστιν ἥλιος· ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος, γφϙηʹ. Θηβαίων κεʹ ἐβασίλευσε Θίνιλλος, ὅ ἐστιν αὐξή‐ σας τὸ πάτριον κράτος, ἔτη ηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχιʹ. Θηβαίων κϛʹ ἐβασίλευσε Σεμφρουκράτες, ὅ ἐστιν | |
80 | Ἡρακλῆς Ἁρποκράτης, ἔτη ιηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος γχιηʹ. Θηβαίων κζʹ ἐβασίλευσε Χουθὴρ Ταῦρος τύραννος ἔτη ζʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γχλϛʹ. Θηβαίων κηʹ ἐβασίλευσε Μευρὴς Φιλοσκόρος ἔτη | |
85 | ιβʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γχμγʹ. Θηβαίων κθʹ ἐβασίλευσε Χωμαεφθὰ κόσμος Φιλή‐ φαιστος ἔτη ιαʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, γχνεʹ. Θηβαίων λʹ ἐβασίλευσε Σοικουνιόσοχος τύραννος ἔτη ξʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γχξϛʹ. | |
90 | Θηβαίων λαʹ ἐβασίλευσε Πετεαθυρῆς ἔτη ιϛʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γψξϛʹ. Θηβαίων λβʹ ἐβασίλευσε Σταμμενέμης βʹ ἔτη κγʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γψξηʹ. *************** | |
95 | Θηβαίων λδʹ ἐβασίλευσε Σιστοσιχερμῆς Ἡρακλῆς κραταιὸς ἔτη νεʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γψϙαʹ. Θηβαίων λεʹ ἐβασίλευσε Μάρις ἔτη μγʹ· τοῦ δὲ κό‐ σμου ἦν ἔτος, γωμϛʹ. Θηβαίων λϛʹ ἐβασίλευσε Σιφόας, ὁ καὶ Ἑρμῆς, | |
70(100) | υἱὸς Ἡφαίστου, ἔτη εʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γωπθʹ. Θηβαίων λζʹ ἐβασίλευσε Φρουερῶ, ἤτοι Νεῖλος, ἔτη εʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωπθʹ. Θηβαίων ληʹ ἐβασίλευσεν Ἀμουθαρταῖος ἔτη ξγʹ· τοῦ δὲ κόσμου, ἦν ἔτος ͵γϡιγʹ. | |
105 | Ἡ τῶν ληʹ βασιλέων τῶν κατ’ Αἴγυπτον λεγομένων Θηβαίων, ὧν τὰ ὀνόματα Ἐρατοσθένης λαβὼν ἐκ τῶν ἐν Διοσπόλει ἱερογραμματέων παρέφρασεν ἐξ Αἰγυ‐ πτίας εἰς Ἑλλάδα φωνὴν, ἐνταῦθα ἔληξε ἀρχὴ, ἀρ‐ ξαμένη μὲν ἀπὸ τοῦ ͵βϡʹ κοσμικοῦ ἔτους, ἔτεσιν ρκδʹ | |
110 | μετὰ τὴν σύγχυσιν τῶν γλωσσῶν, λήξασα δὲ εἰς τοῦτο τῷ ͵γϡοεʹ τοῦ κόσμου ἔτει. Τῶν δὲ τούτοις ἐφεξῆς ἄλλων νγʹ Θηβαίων βασιλέων ὑπὸ τοῦ αὐτοῦ Ἀπολ‐ λοδώρου παραδεδομένων τὰς προσηγορίας περιττὸν ἡγούμεθα ἐνταῦθα, ὡς μηδὲν συμβαλλομένας ἡμῖν, | |
115 | παραθέσθαι, ἐπεὶ μηδὲ αἱ πρὸ αὐτῶν. | |
71 | Syncell.: Τῷ ͵γσλθʹ ἔτι τοῦ κόσμου, οϛʹ τοῦ Ναχὼρ ἡ Σικυωνίων βασι‐ λεία ἤρξατο ἀπὸ πρώτου βασιλέως Αἰγιαλέως, ἕως κϛʹ βασιλέως Ζευξίππου, ἐπὶ ἔτη διαρκέσασα ϡξζʹ. | |
5 | Μεθ’ οὓς ἄρχοντες ἱερεῖς ϛʹ ἔτη λγʹ. Ὁμοῦ τὰ πάντα τῆς Σικυωνίων ἀρχῆς ἔτη ͵α, ὡς ἀπολλόδωρος καὶ ἕτεροι, ἐν οἷς καὶ Εὐσέβιος, ἔγραψαν. | |
72 | Clemens Alex. Strom. I, c. 21: εἴ γε τῆς Περσέως βασιλείας τῷ τριακοστῷ δευτέρῳ ἔτει ἐκθεοῦται (ὁ Διόνυσος), ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς. Ἀπὸ δὲ Διο‐ | |
5 | νύσου ἐπὶ Ἡρακλέα καὶ τοὺς περὶ Ἰάσονα ἀριστεῖς τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας συνάγεται ἔτη ἑξήκοντα τρία. ... Ἀπὸ δὲ τῆς Ἡρακλέους ἐν Ἄργει βασιλείας ἐπὶ τὴν Ἡρακλέους αὐτοῦ καὶ Ἀσκληπιοῦ ἀποθέωσιν ἔτη συνάγεται τριάκοντα (vel. τρ. ὀκτὼ) κατὰ τὸν | |
10 | χρονογράφον Ἀπολλόδωρον. Ἐντεῦθεν δὲ ἐπὶ τὴν Κά‐ στορος καὶ Πολυδεύκους ἀποθέωσιν ἔτη πεντηκοντα‐ | |
τρία. Ἐνταῦθά που καὶ ἡ Ἰλίου κατάληψις. | ||
73a | Diodor. I, 5: Ἀπὸ δὲ τῶν Τρωϊκῶν, ἀκολούθως Ἀπολλοδώρῳ τῷ Ἀθηναίῳ, τίθεμεν ὀγδοήκοντα ἔτη πρὸς τὴν κάθοδον τῶν Ἡρακλειδῶν· ἀπὸ δὲ ταύτης ἐπὶ τὴν πρώτην Ὀλυμπιάδα δυσὶ λείποντα τῶν τρια‐ | |
5 | κοσίων καὶ τριάκοντα, συλλογιζόμενοι τοὺς χρόνους ἀπὸ τῶν ἐν Λακεδαίμονι βασιλευσάντων. | |
73b | Euseb. Armen.: A capto ilio usque ad Heraclidarum in Peloponnesum descensum qit Apollodorus elapsos esse annos LXXX: tum a de‐ scensu ad Ioniam urbibus frequentatam annos LX: | |
5 | exinde ad Lycurgum annos CLIX: summam au‐ tem temporis a capto Ilio ad primam Olympiadem annorum esse CCCCVII. | |
73c | Eratosthenes ap. Clem. Alex.: Ἐρατοσθένης τοὺς χρόνους ὧδε ἀναγράφει· Ἀπὸ μὲν Τροίας ἁλώσεως ἐπὶ Ἡρακλειδῶν κάθοδον, ἔτη ὀγδοήκοντα· ἐντεῦθεν | |
5 | δὲ ἐπὶ τὴν Ἰωνίας κτίσιν, ἔτη ἑξήκοντα· τὰ δὲ τού‐ τοις ἑξῆς, ἐπὶ μὲν τὴν ἐπιτροπίαν τὴν Λυκούργου, ἔτη ἑκατὸν πεντηκονταεννέα, ἐπὶ δὲ προηγούμενον ἔτος τῶν πρώτων Ὀλυμπίων ἔτη ἑκατὸν ὀκτώ. | |
74a | Tatian. Ad Graec. 49: Οἱ δὲ περὶ Ἀπολλόδωρον (φασὶ τὸν Ὅμηρον ἠκμακέναι) μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσιν ἑκατὸν, ὅπερ | |
5 | γένοιτο ἂν ὕστερον τῶν Ἰλιακῶν διακοσίων τεσσαρά‐ κοντα. | |
74b | Clemens Alex. Strom. I: Ὅμηρον τὸν παρ’ Ἕλλησι μέγαν ποιητὴν οἱ μὲν περὶ Κράτητα πρὸ τῆς Ἡρα‐ κλειδῶν καθόδου φασὶ γεγονέναι, οἱ δὲ περὶ Ἐρατο‐ | |
5 | σθένην μετὰ ἔτη ρʹ τῶν Τρωϊκῶν, οἱ δὲ περὶ Ἀρί‐ σταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν μετὰ ἔτη ρʹ, οἱ δὲ περὶ Φιλόχορον ἐπὶ τῆς Ἰωνικῆς ἀποικίας, καθ’ ἕνα τῶν διὰ βίου ἀρχόντων Ἀθήνησιν Ἄρχιππον μετὰ τὰ Τρωϊκὰ ἔτεσιν ρπʹ. Οἱ δὲ περὶ Ἀπολλόδωρον τὸν | |
10 | Ἀθηναῖον ὕστερον τῶν Ἰλιακῶν ἔτη σμʹ. Ἄλλοι μι‐ κρὸν πρὸ τῶν Ὀλυμπιάδων ἔτεσι υʹ ἐγγὺς μετὰ Ἰλίου ἅλωσιν, καὶ ἕτεροι κατὰ Ἀρχίλοχον περὶ τὴν κγʹ Ὀλυμπιάδα μετὰ ἔτη φʹ που τῆς ἁλώσεως Τροίας. | |
74c | Tzetzes XII, 193: Ὁ δ’ Ἀπολλόδωρός φησι τὸν Ὅμηρον ὑπάρχειν μετ’ ἔτη ὀγδοήκοντα πολέμου τοῦ τῶν Τρώων, ὁπότε καὶ ἡ κάθοδος Ἡρακλειδῶν ὑπῆρχεν. | |
75a | Syncell. Chronogr.: Ἀπολλόδωρος | |
Λυκούργου νόμιμα ἐν τῷ ηʹ Ἀλκαμένους. | ||
75b | Euseb. Chron. No. 1218: Lycurgi leges Lace‐ daemone, teste Apollodoro, octavo decimo Alcamenis anno. | |
75c | Plutarch. Lycurg. init.: Περὶ Λυκούργου τοῦ νομοθέτου καθόλου μὲν οὐδέν ἐστιν εἰπεῖν ἀναμφισβή‐ τητον, ἥκιστα δὲ οἱ χρόνοι καθ’ οὓς γέγονεν ὁ ἀνὴρ ὁμολογοῦνται. Οἱ μὲν γὰρ Ἰφίτῳ συνακμάσαι καὶ | |
5 | συνδιαθεῖναι τὴν Ὀλυμπιακὴν ἐκεχειρίαν λέγουσιν αὐτόν· ὧν ἔστι καὶ Ἀριστοτέλης ὁ φιλόσοφος, τε‐ κμήριον προφέρων τὸν Ὀλυμπίασι δίσκον, ἐν ᾧ τοὔ‐ νομα τοῦ Λυκούργου διασώζεται καταγεγραμμένον· οἱ δὲ ταῖς διαδοχαῖς τῶν ἐν Σπάρτῃ βεβασιλευκότων | |
10 | ἀναλεγόμενοι τὸν χρόνον, ὥσπερ Ἐρατοσθένης καὶ Ἀπολλόδωρος οὐκ ὀλίγοις ἔτεσιν πρεσβύτερον ἀποφαί‐ | |
νουσι τῆς πρώτης Ὀλυμπιάδος. | ||
76 | Ol. 35, 1, 639 a. C. Diogen. Laert. I, de Thalete: Φησὶ δὲ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς πέμπτης Ὀλυμπιάδος. | |
5 | Ἐτελεύτησε δ’ ἐτῶν ἑβδομήκοντα ὀκτὼ, ἢ, ὡς Σωσι‐ κράτης φησὶν, ἐνενήκοντα. | |
77 | Ol. 40, 620 a. C. Clemens Alex. Strom. I, de Xenophane Colophonio: Ὅν φησι Τίμαιος κατὰ Ἱέρωνα, τὸν Σικελίας δυνάστην, καὶ Ἐπίχαρμον τὸν ποιητὴν γε‐ | |
5 | γονέναι· Ἀπολλόδωρος δὲ κατὰ τὴν τεσσαρακοστὴν Ὀλυμπιάδα γενόμενον παρατετακέναι ἄχρι τῶν Δα‐ ρείου τε καὶ Κύρου χρόνων. | |
78 | Diogenes Laert. I, 74: Ὕστερον μέντοι φησὶν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς διαδικασθῆναι τοὺς Ἀθηναίους περὶ τοῦ χω‐ ρίου πρὸς τοὺς Μιτυληναίους, ἀκούοντος τῆς δίκης | |
5 | Περιάνδρου, ὃν καὶ τοῖς Ἀθηναίοις προσκρῖναι. | |
79 | Ol. 58, 2. 547 a. C. Diogen. Laert. II, 2, de Anaximandro Milesio: Τῶν δὲ ἀρεσκόντων αὐτῷ πεποίηται κεφαλαιώδη τὴν ἔκθεσιν, ᾗπερ περιέτυχε καὶ ὁ Ἀπολλόδωρος ὁ Ἀθη‐ | |
5 | ναῖος· ὃς καί φησιν αὐτὸν ἐν τοῖς Χρονικοῖς τῷ δευτέ‐ ρῳ ἔτει τῆς πεντηκοστῆς ὀγδόης Ὀλυμπιάδος ἐτῶν εἶναι ἑξήκοντα τεσσάρων, καὶ μετ’ ὀλίγον τελευτῆσαι, ἀκμάσαντά πη μάλιστα κατὰ Πολυκράτην τὸν Σάμου | |
τύραννον. | ||
80 | Ol. 63, 528 a. C. Diogen. Laert. II, 3, de Anaximene Milesio: Καὶ γεγένηται μὲν, καθά φησιν Ἀπολλόδωρος, τῇ ἑξηκοστῇ τρίτῃ Ὀλυμπιάδι, ἐτελεύτησε δὲ περὶ τὴν | |
5 | Σάρδεων ἅλωσιν. | |
81 | Ol. 71, 1. 500 a. C. Diogen. Laert. II, 7, de Anaxagora: Φησὶ δ’ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς, γεγενῆσθαι αὐτὸν τῇ ἑβδομηκοστῇ Ὀλυμπιάδι, τεθνηκέναι δὲ τῷ πρώτῳ | |
5 | ἔτει τῆς ὀγδοηκοστῆς ὀγδόης. | |
82 | Ol. 77, 4. 469 a. C. Diogen. Laert. II, 44, de Socrate: Ἐγεννήθη, καθά φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς, ἐπὶ Ἀψεφίωνος ἐν τῷ τετάρτῳ ἔτει τῆς | |
5 | ἑβδομηκοστῆς ἑβδόμης Ὀλυμπιάδος, Θαργηλιῶνος ἕκτῃ, ὅτε καθαίρουσι τὴν πόλιν οἱ Ἀθηναῖοι, καὶ τὴν Ἄρτεμιν γενέσθαι Δήλιοι φασίν. Ἐτελεύτησε δὲ τῷ πρώτῳ ἔτει τῆς ἐννενηκοστῆς πέμπτης Ὀλυμπιάδος, γεγονὼς ἐτῶν ἑβδομήκοντα. | |
83 | (Ol. 79, 464 a. C.) Diogen. Laert. IX, 25: Ζήνων Ἐλεάτης. Τοῦ‐ τον Ἀπολλόδωρός φησιν εἶναι ἐν Χρονικοῖς φύσει μὲν Τελευταγόρου, θέσει δὲ Παρμενίδου. | |
84 | Ol. 80, 460 a. C. Diogen. Laert. IX, 41, de Democrito: Γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῷ μικρῷ Διακό‐ σμῳ, νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ | |
5 | νεώτερος τετταράκοντα. Συντετάχθαι δέ φησι τὸν μι‐ κρὸν Διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτακοσίοις· γεγόνοι δ’ ἂν, ὡς μὲν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς, κατὰ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα. | |
85 | Ol. 84, 444 a. C. Diogen. Laert. IX, 41, de Melisso, Parmenidis et Heracliti discipulo: Φησὶν Ἀπολλόδωρος ἠκμα‐ κέναι αὐτὸν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν | |
5 | Ὀλυμπιάδα. | |
86 | Ol. 84, 444 a. C. Diogen. Laert. IX, 50, de Protagora: Πρωτα‐ γόρας Ἀρτέμωνος, ἢ, ὡς Ἀπολλόδωρος καὶ Δίνων ἐν Περσικοῖς, Μαιανδρίου. | |
5 | Idem IX, 56: Ἔνιοι κατὰ τὴν ὁδὸν τελευτῆσαι αὐτὸν, βιώσαντα ἔτη πρὸς τὰ ἐνενήκοντα· Ἀπολλό‐ δωρος δέ φησιν ἑβδομήκοντα, σοφιστεῦσαι δὲ τεσσα‐ ράκοντα ἔτη καὶ ἀκμάζειν κατὰ τὴν τε‐ | |
10 | τάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα. | |
87 | Ol. 84. 442 a. C. Diogen. Laert. VIII, 74, de Empedocle: Ἤκμα‐ σε κατὰ τὴν πδʹ Ὀλυμπιάδα. Supra VIII, 52: | |
5 | Ἀπολλόδωρος δὲ ὁ γραμματικὸς ἐν τοῖς Χρονικοῖς φησιν· «ὡς ἦν Μέτωνος μὲν υἱὸς, εἰς δὲ Θουρίους αὐτὸν νεωστὶ παντελῶς ἐκτισμένους Γλαῦκος ἐλθεῖν φησιν.» Εἶθ’ ὑποβάς· «οἱ δ’ ἱστο‐ ροῦντες, ὡς οἴκοθεν πεφευγὼς εἰς τὰς Συρακούσας, | |
10 | μετ’ ἐκείνων ἐπολέμει πρὸς τοὺς Ἀθηναίους, τελέως ἀγνοεῖν μοι δοκοῦσιν. Ἢ γὰρ οὐκέτ’ ἦν, ἢ παντελῶς ὑπεργεγηρακώς· ὅπερ οὐ φαίνεται. Ἀριστοτέλης γὰρ αὐτὸν, ἔτι τε Ἡράκλειτον, ἑξήκοντα ἐτῶν φησὶ τετε‐ λευτηκέναι.» Ὁ δὲ πρώτην καὶ ἑβδομηκοστὴν Ὀλυμ‐ | |
15 | πιάδα νενικηκὼς κέλητι, τούτου πάντως ἦν ὁμώνυμος· ὡς θ’ ἅμα καὶ τὸν χρόνον ὑπὸ τοῦ Ἀπολλοδώρου ση‐ μαίνεσθαι. | |
88 | Diogen. Laert. VIII, 58: Γοργίαν γοῦν τὸν Λεον‐ τῖνον αὐτοῦ γενέσθαι μαθητὴν, ἄνδρα ὑπερέχοντα ἐν ῥητορικῇ, καὶ τέχνην ἀπολελοιπότα. Ὅν φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς ἐννέα πρὸς τοῖς | |
5 | ἑκατὸν ἔτη βιῶναι. | |
89 | Ol. 88, 4. 428 a. C. Diogen. Laert. III, 2, 3: Γίνεται Πλάτων, ὥς φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ὀγδόῃ καὶ ὀγδοη‐ κοστῇ Ὀλυμπιάδι, Θαργηλιῶνος ἑβδόμῃ· καθ’ ἣν | |
5 | Δήλιοι τὸν Ἀπόλλωνα γενέσθαι φασίν. | |
90 | Ol. 93, 3. 406 a. C. Diodor. XIII, 103: Ἀπολλόδωρος δὲ, ὁ τὴν χρο‐ νικὴν σύνταξιν πραγματευσάμενος, φησὶ καὶ τὸν Εὐ‐ ριπίδην κατὰ τὸν αὐτὸν ἐνιαυτὸν τελευτῆσαι. | |
91 | Ol. 93, 4. 405 a. C. Diodor. XIII, 108: Καθ’ ὃν δὴ χρόνον καὶ Ἀντίμαχον τὸν | |
ποιητὴν Ἀπολλόδωρος ὁ Ἀθηναῖος φησὶν ἠνθηκέναι. | ||
92 | Ol. 99, 1. 381 a. C. Diogen. Laert. V, 9: Φησὶ δ’ Ἀπολλόδωρος ἐν Χρονικοῖς, γεννηθῆναι μὲν αὐτὸν τῷ πρώτῳ ἔτει τῆς ἐνάτης καὶ ἐνενηκοστῆς Ὀλυμ‐ | |
5 | πιάδος, παραβαλεῖν δὲ Πλάτωνι καὶ διατρίψαι παρ’ αὐτῷ εἴκοσιν ἔτη, ἑπτακαιδεκέτη συστάντα, καὶ εἴς τε Μυτιλήνην ἐλθεῖν ἐπὶ ἄρχοντος Εὐβούλου τῷ τε‐ τάρτῳ ἔτει τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος· Πλάτωνος δὲ τελευτήσαντος τῷ πρώτῳ ἔτει ἐπὶ Θεο‐ | |
10 | φίλου, πρὸς Ἑρμείαν ἀπᾶραι καὶ μεῖναι ἔτη τρία· ἐπὶ Πυθοδότου δ’ ἐλθεῖν πρὸς Φίλιππον, τῷ δευτέρῳ ἔτει τῆς ἐνάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, Ἀλεξάν‐ δρου πεντεκαίδεκα ἔτη ἤδη γεγονότος· εἰς δ’ Ἀθήνας ἀφικέσθαι τῷ δευτέρῳ ἔτει τῆς ἑνδεκάτης καὶ ἑκατο‐ | |
15 | στῆς Ὀλυμπιάδος· καὶ ἐν Λυκείῳ σχολάσαι ἔτη τρία πρὸς τοῖς δέκα. Εἶτα ἀπᾶραι εἰς Χαλκίδα τῷ τρίτῳ ἔτει τῆς τετάρτης καὶ δεκάτης καὶ ἑκατοστῆς Ὀλυμ‐ πιάδος, καὶ τελευτῆσαι ἐτῶν τριῶν που καὶ ἑξήκοντα νόσῳ, ὅτε καὶ Δημοσθένην καταστρέψαι ἐν Καλαυρίᾳ | |
20 | ἐπὶ Φιλοκλέους. | |
93 | Ol. 103, 368 a. C. Diogen. Laert. VIII, 90: Γεγόνασι δὲ Εὔδοξοι τρεῖς· αὐτὸς οὗτος (sc. ὁ Κνίδιος), ἕτερος Ῥόδιος ἱστο‐ ρίας γεγραφὼς, τρίτος Σικελιώτης παῖς Ἀγαθοκλέους, | |
5 | ποιητὴς κωμῳδίας, νίκας ἑλὼν ἀστικὰς μὲν τρεῖς, Ληναϊκὰς δὲ πέντε, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς. ... Ὁ δ’ αὐτός φησι τὸν Κνίδιον Εὔδοξον ἀκμάσαι κατὰ τὴν τρίτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα, εὑρεῖν τε τὰ περὶ τὰς καμπύλας γραμμάς. Ἐτελεύτησε | |
10 | δὲ τρίτον ἄγων καὶ πεντηκοστὸν ἔτος. | |
94 | Diogen. Laert. IX, 61, de Pyrrhone: Πύῤῥων Ἠλεῖος, Πλειστάρχου μὲν ἦν υἱὸς, καθὰ καὶ Διοκλῆς ἱστορεῖ, ὥς φησι δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς, πρό‐ τερον ἦν ζωγράφος. | |
95 | Ol. 109, 3. 342 a. C. Diogen. Laert. X, 13, de Epicuro: Τοῦτον Ἀπολλόδωρος ἐν Χρονικοῖς Ναυσιφάνους ἀκοῦσαι φησὶ καὶ Πραξιφάνους. | |
5 | Ἐγεννήθη δὲ, φησὶν Ἀπολλόδωρος ἐν Χρονικοῖς, κατὰ τὸ τρίτον ἔτος τῆς ἐνάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἐπὶ Σωσιγένους ἄρχοντος, μηνὸς Γαμηλιῶνος ἑβδόμῃ, ἔτεσιν ὕστερον τῆς Πλάτωνος τελευτῆς ἑπτά· ὑπάρ‐ χοντα δὲ αὐτὸν ἐτῶν δύο καὶ τριάκοντα, ἐν Μυτιλήνῃ | |
10 | καὶ Λαμψάκῳ πρῶτον συστήσασθαι σχολὴν ἐπὶ ἔτη πέντε· ἔπειθ’ οὕτως εἰς Ἀθήνας μετελθεῖν, καὶ τελευ‐ τῆσαι κατὰ τὸ δεύτερον ἔτος τῆς ἑβδόμης καὶ εἰκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἐπὶ Πυθαράτου, ἔτη βιώσαντα δύο πρὸς τοῖς ἑβδομήκοντα, τήν τε σχολὴν | |
15 | διαδέξασθαι Ἕρμαρχον Ἀγεμάρχου Μυτιληναῖον. | |
96 | Ol. 122, 2. 291 a. C. Gellius XVII, 4, de Menandro: Sed Apollodori, scriptoris celebratissimi, hos de Menandro versus legimus in libro, qui Chronica inscriptus est: | |
5 | Κηφισιεὺς ὢν ἐκ Διοπείθεος πατρὸς, πρὸς τοῖσιν ἑκατὸν πέντε γράψας δράματα ἐξέλιπε, πεντήκοντα καὶ δυοῖν ἐτῶν. Ex istis tamen centum et quinque omnibus, solis eum octo vicisse idem Apollodorus codem in libro | |
10 | scripsit. | |
97 | Ol. 123, 2. 287 a. C. Diogen. Laert. V, 58, de Stratone Peripatetico: Σχολαρχεῖν δὲ, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤρξατο τῇ τρίτῃ καὶ εἰκοστῇ καὶ ἑκατοστῇ Ὀλυμπιάδι, | |
5 | τῆς σχολῆς ἀφηγησάμενος ἔτη ὀκτωκαίδεκα. | |
98 | Diogen. Laert. IV, 23, de Cratete Atheniensi: Τελευτῶν δὲ ὁ Κράτης, καθά φησιν Ἀπολλόδωρος ἐν τρίτῳ τῶν Χρονικῶν, ἀπέλιπε βιβλία, τὰ μὲν φιλοσο‐ φούμενα, τὰ δὲ περὶ κωμῳδίας, τὰ δὲ λόγους δημη‐ | |
5 | γορικοὺς καὶ πρεσβευτικούς. | |
99 | Diogen. Laert. IV, 28: Ἀρκεσίλαος, Σεύθου ἢ Σκύθου, ὡς Ἀπολλόδωρος ἐν τρίτῳ Χρονικῶν. | |
100 | Syncell. Chron.: Οἱ βασιλεῖ Ποντίων δέκα κατὰ τούτους ἦρξαν τοὺς χρόνους διαρκέσαντες ἔτη σιηʹ· περὶ ὧν Ἀπολλόδωρος καὶ Διονύσιος ἱστοροῦσι. | |
101 | Ol. 143. Diogen. Laert. VII, 184, de Chrysippo: Τοῦ‐ τον ἐν τῷ ᾨδείῳ σχολάζοντά φησιν Ἕρμιππος, ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν κληθῆναι· ἔνθα προσενεγ‐ | |
5 | κάμενον γλυκὺν ἄκρατον καὶ ἰλιγγιάσαντα πεμπταῖον ἀπελθεῖν ἐξ ἀνθρώπων, τρία καὶ ἑβδομήκοντα βιώ‐ σαντα ἔτη, κατὰ τὴν τρίτην καὶ τετταρακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς. | |
102 | Ol. 162, 4. Diogen. Laert. IV, 65, de Carneade: Φησὶ δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς ἀπελθεῖν αὐτὸν ἐξ ἀνθρώ‐ πων ἔτει τετάρτῳ τῆς δευτέρας καὶ ἑξηκοστῆς καὶ | |
5 | ἑκατοστῆς Ὀλυμπιάδος, βιώσαντα ἔτη πέντε πρὸς τοῖς ὀγδοήκοντα. | |
103 | Phlegon De longaevis, 2: Κτησίβιος ὁ ἱστοριο‐ γράφος ἔτη ἑκατὸν τέσσαρα (ἔζησεν), ἐν περιπάτῳ δὲ ἐτελεύτα, ὡς Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς δεδήλω‐ κεν. | |
104 | Joseph. Contra Apionem II, 7: Antiochus neque justam fecit templi depraedationem, sed egestate pecuniarum ad hoc accessit, quum non esset hostis, et socios insuper nos suos et amicos aggressus est, | |
5 | nec aliquid dignum deristione illic invenit. Multi et digni scriptores super hoc quoque testantur: Poly‐ bius Megalopolitanus, Strabo Cappadox, Nicolaus Damascenus, Timagenes et Castor chronographus et Apollodorus: qui omnes dicunt, pecuniis indi‐ | |
10 | gentem Antiochum transgressum faedera Judaeo‐ rum, et spoliasse templum auro argentoque ple num. | |
t105-150 | ΠΕΡΙ ΓΗΣ sive ΠΕΡΙΗΓΗΣΙΣ. | |
t105 | LIBER I. | |
105 | Steph. Byz.: Ταυρόεις, πόλις Κελτικὴ, Μασσα‐ | |
λιωτῶν ἄποικος. Οἱ πολῖται Ταυροέντιοι. Ἀπολλόδω‐ ρος ἐν πρώτῳ Γεωγραφουμένων φησὶν, ὅτι ταυροφόρος ἦν ἡ ναῦς ἡ διακομίσασα τοὺς τὴν πόλιν κτίσαντας· | ||
5 | οἳ ἀποῤῥιφέντες ἀπὸ τοῦ στόλου τῶν Φωκαέων καὶ προσενεχθέντες αὐτόθι ἀπὸ τοῦ ἐπισήμου τῆς νεὼς τὴν πόλιν ὠνόμασαν. | |
t106-150 | LIBER II. | |
106 | Idem: Ἄβυλλοι, ἔθνος πρὸς τῇ Τρωγλοδυτικῇ, ἔγγιστα τοῦ Νείλου, ὡς Ἀπολλόδωρος ἐν δευτέρῳ Περιηγήσεως. | |
107 | Idem: Ἀριανία, ἔθνος προσεχὲς τοῖς Καδουσίοις. Ἀπολλόδωρος δευτέρῳ. | |
108 | Idem: Αὔγιλα, οὐδετέρως, πόλις Λιβύης· Ἀπολ‐ λόδωρος βʹ Περιηγήσεως. | |
109 | Idem: Αὐσεῖς, ἔθνος Λιβύης. Ἀπολλόδωρος δευτέ‐ ρᾳ Περιηγήσεως. | |
109a | Idem: Αὐ‐ σχῖται, ἔθνος Λιβύης ὑπὲρ Βάρκης. Ἀπολλόδωρος δευτέρᾳ Περιηγήσεως καὶ Ἡρόδοτος ἐν τετάρτῃ. | |
110 | Idem: Γαυγάμηλα, τόπος Περσίδος. Ἀπολλόδωρος ἐν τῷ Περὶ τῆς γῆς δευτέρῳ. | |
111 | Idem: Ἰβηρίαι δύο, ἡ μὲν πρὸς ταῖς Ἡρακλείαις στήλαις, ἀπὸ Ἴβηρος ποταμοῦ, οὗ μέμνηται Ἀπολ‐ λόδωρος ἐν τῇ Περὶ γῆς βʹ· «Ἐντὸς δὲ Πυρήνης Ἴβηρ τ’ ἐστὶν μέγας ποταμὸς φερόμενος ἐνδοτέρῳ.» | |
112 | Idem: Λᾶος, πόλις Λευκανίας. Ἀπολλόδωρος ἐν τῷ Περὶ γῆς δευτέρῳ. | |
113 | Idem: Μάρδοι, ἔθνος Ὑρκανῶν. Ἀπολλόδωρος Περὶ γῆς δευτέρῳ. Λῃσταὶ δ’ οὗτοι καὶ τοξόται. | |
113a | Idem: Μασσύλοι, Λιβυκὸν ἔθνος. Ἀπολλόδωρος βʹ. | |
114 | Idem: Νάστος, πόλις Θρᾴκης. Γράφεται καὶ Νε‐ στός. Ἀπολλόδωρος δευτέρᾳ Περιηγήσει. | |
115 | Idem: Νοῦβαι, ἔθνος Λιβύης παρὰ Νείλῳ. Ἀπολ‐ λόδωρος δευτέρῳ Περὶ γῆς. Λέγονται καὶ Νουβαῖοι, ὡς Δαβαῖοι, καὶ Νουβάδες οἱ αὐτοί. | |
116 | Idem: Ὀρβίται, ἔθνος Ἰνδικὸν, ὡς Ἀπολλόδωρος | |
δευτέρῳ περὶ Ἀλεξανδρείας. | ||
117 | Idem: Παροπάμισσος, πόλεως ὄρος Ἰνδικῆς, ἀφ’ οὗ Παροπαμισάδαι οἱ παροικοῦντες. Ἀπολλόδωρος δὲ ἐν δευτέρῳ Περὶ γῆς ἀπ’ αὐτῶν φησι τὸ ὄρος κεκλῆ‐ σθαι. | |
118 | Idem: Τόρεται, ἔθνος Ποντικόν. Ἀπολλόδωρος δευτέρῳ Περιηγήσεως. | |
119 | Idem: Ὑλλεῖς, ἔθνος Ἰλλυρικόν. Ἀπολλόδωρος ἐν τῷ Περὶ γῆς δευτέρῳ· «Ὑπὲρ δὲ τοὺς Ὕλλους Λι‐ βυρνοὶ καί τινες Ἴστροι λεγόμενοι Θρᾷκες.» Καὶ τὸ θηλυκὸν Ὕλλις. «Πρόκειται Χεῤῥόνησος Ὑλλικὴ | |
5 | μάλιστα Πελοποννήσου, ὥς φασι, πεντεκαίδεκα πό‐ λεις ἔχουσα παμμεγέθεις οἰκουμένας.» | |
120 | Idem: Ψησσοὶ, ἔθνος τῆς Ταυρινίας. Ἀπολλόδωρος ἐν δευτέρῳ Περιηγήσεως· «Ἔπειτα δ’ Ἑρμώνασσα καὶ Κῆπος, τρίτον δὲ τὸ Ψησσῶν ἔθνος.» | |
121 | Idem: Ὠρῖται, ἔθνος Ἰνδικὸν αὐτόνομον. Στράβων ... καὶ Ἀπολλόδωρος δευτέρῳ· «Ἔπειτα δ’ Ὠρίτας τε καὶ Γεδρωσίους, «ὧν τοὺς μὲν Ἰνδοὺς, ὡς ἐνοικοῦντας πέτραν ... | |
122 | Strabo XIV: Νῦν δέ γε ... ἀμαθία τὸ λέγειν τρι‐ γωνοειδὲς τὸ τοιοῦτον τετράπλευρον, οὐδὲ χωρογραφι‐ κόν· ὁ δὲ καὶ χωρογραφίαν ἐξέδωκεν ἐν κωμικῷ μέ‐ | |
5 | τρῳ, Γῆς Περίοδον ἐπιγράψας. | |
123 | Idem I, 105, B: Οἷον Ἰβήρων μὲν τῶν ἑσπερίων εἰς τοὺς ὑπὲρ τοῦ Πόντου καὶ τῆς Κολχίδος τόπους μετῳ‐ κισμένων, οὓς καὶ ὁ Ἀράξης, ὥς φησιν Ἀπολλόδωρος, | |
5 | ἀπὸ τῆς Ἀρμενίας ὁρίζει. | |
124 | Steph. Byz.: Ἄδρανον, πόλις Σικελίας ἐν τῇ Αἴ‐ τνῃ ... Ἀπολλόδωρος δὲ Ἀδρανίτας φησὶ τὸ ἐθνικόν. | |
125 | Idem: Αἶνος, πόλις Θρᾴκης. ... Ταύτην Ἀπολλό‐ δωρός φησιν ὠνομάσθαι Πολτυοβρίαν. | |
126 | Idem: Ἁλικαρνασσός. ... Ἀπὸ τοῦ νάσασθαι αὐτὸν | |
ἀπὸ Τροιζῆνος, ὡς Ἀπολλόδωρος. | ||
127 | Steph.: Ἀλλόβρυγες, ἔθνος δυνατώτατον Γαλατι‐ κὸν, ὡς Ἀπολλόδωρος. | |
128 | Idem: Ἀμφιγένεια ... ἔστι κατὰ μὲν Ἀπολλόδω‐ ρον τῆς Μακιστίας, κατὰ δὲ τὸν Ἀντίμαχον Μεσση‐ νίας. | |
129 | Idem: Ἀντικύρα, πόλεις δύο, ἡ μία Φωκίδος, ... ἡ δὲ ἐν Μαλιεῦσιν, ὡς Ἀπολλόδωρος. | |
130 | Idem: Αὐτομάλακα, χωρίον Λιβύης. Πολυΐστωρ τρίτῃ· Ἀπολλόδωρος δὲ Αὐτόμαλά φησι. | |
131 | Idem: Βῆσσα, πόλις Λοκρῶν. Ἡρωδιανὸς δι’ ἑνὸς ς γράφει, Ἀπολλόδωρος δὲ ... διὰ δύο. | |
132 | Idem: Δαμαῖοι, ἔθνος παρὰ τοῖς Ἰχθυοφάγοις, ὡς Ἀπολλόδωρος. | |
133 | Idem: Ἐχῖναι, νῆσοι περὶ τὴν Αἰτωλίαν ... Λέγον‐ ται καὶ Ἐχινάδες διὰ τὸ τραχὺ καὶ ὀξὺ, παρὰ τὸν ἐχῖνον, ἢ διὰ τὸ πλῆθος ἔχειν ἐχίνων. Ἀπολλόδωρος δὲ ἀπὸ Ἐχίνου μάντεως. | |
134 | Idem: Θέρμη, πόλις Θρᾴκης. Ἀπολλόδωρος δὲ Μα‐ κεδονίας φησὶ καὶ Θουκυδίδης. | |
135 | Idem: Λακεδαίμων. ... Ὁ πολίτης Λακεδαιμόνιος ... λέγεται κατὰ συγκοπὴν Λάκων· ὡς Ἀπολλόδωρός φησιν, ὡς τοῦ Κυδωνιᾶται οἱ Κύδωνες. | |
136 | Idem: Μένδη, πόλις Θρᾴκης, ἀπὸ Μένδης γυναι‐ κός. Ἀπολλόδωρος Μένδιν αὐτήν φησι. | |
137 | Idem: Ὀδησσὸς, πόλις ἐν τῷ Πόντῳ, πρὸς τῷ Σαλμυδησσῷ. Ἀπολλόδωρος δ’ ὄρος μέγα τὴν Ὀδησ‐ σόν φησιν. | |
138 | Idem: Πασσαργάδαι. ... Ἀπολλόδωρος δὲ ἀρσενι‐ κῶς φησιν. | |
139 | Idem: Πέφνον, πόλις Λακωνικὴ, οὐδετέρως. Ἀπολ‐ λόδωρος δὲ νῆσον αὐτήν φησιν. | |
140 | Idem: Σικανία, ἡ περίχωρος Ἀκραγαντίνων. Καὶ ποταμὸς Σικανὸς, ὥς φησιν Ἀπολλόδωρος. | |
141 | Idem: Τέβερις, ποταμὸς Ἰταλίας, ἔνθα ἡ Ῥώμη καὶ ἡ τῶν Λατίνων ἐστὶ χώρα, ὡς Ἀπολλόδωρος. | |
142 | Idem: Τένεδος, ... Ἐστὶ καὶ πόλις Τένεδος πρὸς τῇ Λυκίᾳ. Ἀπολλόδωρος δὲ Παμφυλίας αὐτὴν εἶναί φησι. | |
143 | Idem: Φιλωτέρα, πόλις περὶ τὴν Τρωγλοδυτικὴν, | |
Σατύρου κτίσμα. Ἀπολλόδωρος δὲ Φιλωτερίδα καλεῖ. | ||
144 | Idem: Ὠκαλέα, πόλις Βοιωτίας. ... Ὅμηρος. ... ἐκαλεῖτο δὲ Ὠκάλεια, ὡς Ἀπολλόδωρος. | |
145 | Idem: Ὠρικός. ... Ἑκαταῖος λιμένα καλεῖ Ἠπείρου τὸν Ὠρικὸν ... Ἀπολλόδωρος δὲ ὁ θαυμασιώτατος πό‐ λιν αὐτὴν οἶδε. | |
146 | Idem: Ὠρεὸς, πόλις Εὐβοίας. ... Ὠρείτης ... Ἀπολ‐ λόδωρος δὲ τετρασυλλάβως φησὶν, οὐ διὰ τῆς ει δι‐ φθόγγου, ἀλλὰ διὰ τοῦ ε καὶ ι, Ὠρεΐτας· «Οὕτω τὴν τῶν Ὠρεϊτῶν νυκτὸς αἱροῦσι πόλιν.» | |
147 | Schol. Apollonii I, 1116: Πεδίον Νηπείας ἐστὶ περὶ Κύζικον ... Ἀπολλόδωρος δέ φησι Νηπείας πεδίον ἐν Φρυγίᾳ. | |
148 | Schol. Pind. Ol. I, 35 ad verba, Δεσπόταν Συρακόσιον ἱπποχάρμαν βασιλῆα: Τότε γὰρ Ἱέρων ἦν Συρακούσιος, καὶ οὐδὲ ἦν Αἰτναῖος, ὥς φησιν Ἀπολλόδωρος. | |
149 | Schol. Pindari Ol. IX, 63: Πρωτογενείας ἄστει ... τῇ Ὀποῦντι λέγει· ἐκεῖ γάρ φησι Δευκαλίωνα καὶ Πύῤῥαν οἰκῆσαι, ὧν θυγάτηρ Πρωτογένεια. Ἀπολλό‐ δωρος (δὲ) φησὶν, οὐκ ἐν Ὀποῦντι, ἀλλ’ ἐν Κύνῳ τὸν | |
5 | Δευκαλίωνα καὶ τὴν Πύῤῥαν οἰκῆσαι. | |
150 | Etymol. M.: Ἑλληνόπολις. Ἀπολλόδωρος· «Ἀτ‐ ταλὸς ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγα‐ γὼν, ἔκτισε πόλιν, καὶ ὠνόμασεν αὐτὴν Ἑλληνόπο‐ λιν.» | |
t151a-175 | ΠΕΡΙ ΝΕΩΝ, vel ΠΕΡΙ ΤΟΥ ΝΕΩΝ ΚΑΤΑΛΟΓΟΥ. | |
t151-158 | LIBER I. | |
151a | Steph. Byz.: Πλαταιαὶ, πόλις Βοιωτίας ... κέκλη‐ ται δὲ ἀπὸ τῆς πλάτης τῆς κώπης, ὡς Ἀπολλόδωρος πρώτῳ τοῦ Καταλόγου· Ἐκλιμνωθείσης τῆς Βοιωτίας, τοὺς παροικοῦντας ταῖς λίμναις Βοιωτοὺς πλῷ πορεύε‐ | |
5 | σθαι ἐπ’ ἀλλήλων. Ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰς πόλεις κληθῆναι. | |
151b | Eustath. ad Il. Β, 502: Φασὶν ὅτι Κῶπαι καὶ Κωπαῒς ἐκλήθησαν διὰ τὰς κώπας, αἷς ἐχρῶντο οἱ ἐγχώριοι πρὸς ἀλλήλους πλέοντες, διὰ τὸ ἀπολιμνωθῆναι, φασὶ, τὰ ἐκεῖ. Ὅθεν καὶ ἡ ἐκεῖσέ | |
5 | που Πλάταια πόλις παρὰ τὴν πλάτην, ὃ δηλοῖ τὴν κώπην. | |
152 | Idem: Ἄργουρα, πόλις Θεσσαλίας ἡ πρότερον Ἄργισσα ... Τὸ ἐθνικὸν ἔδει Ἀργουραῖος, ὡς καὶ Φίλων· Ἀπολλόδωρος δέ φησιν ἐν πρώτῳ Νεῶν καταλόγῳ Ἀρ‐ γείους ὀνομάζεσθαι· ἢ τῆς προσηγορίας μεταπεσούσης, | |
5 | ἢ διὰ τὸ προσκυροῦν τὰ πεδία τῆς Θετταλίας, ἣν δὴ | |
Πελασγικὸν Ἄργος εἶπεν Ὅμηρος. | ||
153 | Etymol. M.: Ἀσπληδών· φασὶ γὰρ εἶναι Σπληδόνα τὸν Πρεσβῶνος καὶ Στερόπης· Ἀπολλόδωρος δέ φησιν Ἀσκληπιάδην οὕτω λέγειν· Σπληδόνα τ’ ἠγαθέην. | |
154 | Steph. Byz.: Ὠρωπός. ... Τὸ ἐθνικὸν Ὠρωπιεύς· οὕτω γὰρ ὁ αὐτὸς (sc. Ἀπολλόδωρος) ἐν Νεῶν καταλό‐ γῳ πρώτῃ· «Ἔστι δ’ ἡ Γραῖα τόπος, τῶν Ὠρωπιέων πόλις.» | |
155 | Strabo IX: Οἴονται δέ τινες δεῖν γράφειν· Ἶσόν τε ζαθέην, Ἀνθηδόνα τ’ ἐσχατόωσαν· ἐκτείνοντες τὴν πρώτην συλλαβὴν ποιητικῶς διὰ τὸ | |
5 | μέτρον, ἀντὶ τοῦ Νῖσάν τε ζαθέην· ἡ γὰρ Νῖσα οὐδαμοῦ φαίνεται τῆς Βοιωτίας, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Περὶ νεῶν· ὥστ’ οὐκ ἂν εἴη, εἰ μὴ τὴν Ἴσον οὕτως εἴρηκεν. | |
156 | Strabo X: Καὶ Ἀπολλό‐ δωρος δ’ εἴρηκεν ἐκ τῆς Βοιωτίας ἀπελθόντας Ὕαντας ἱστορεῖσθαι καὶ ἐποίκους τοῖς Αἰτωλοῖς γενομένους. | |
157 | Idem lib. IX: Εὖ γὰρ, τὴν τοιαύτην ὕλην ὑποβεβλήκασιν ἡμῖν οἱ τὰ περὶ τῶν νεῶν συγγράψαντες· οἷς ἀκολουθοῦμεν, ὅταν οἰκεῖα | |
5 | λέγωσι πρὸς τὴν ἡμετέραν ὑπόθεσιν. | |
158 | Steph. Byz.: Ἀκτή· οὕτως ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός. Ἀνὴρ δὲ ἦν αὐτόχθων, ὡς Φαβω‐ ρῖνος, ὃς ἐβασίλευσεν ἐκεῖ, καὶ ἀφ’ ἑαυτοῦ οὕτω τὴν χώραν ὠνόμασε καὶ τοὺς λαούς. Ἀπολλόδωρος δὲ τἀ‐ | |
5 | ναντία φησίν· «Οὕτω γὰρ ἐκλήθη διὰ τὸ πολὺ μέρος αὐτῆς καθικνεῖσθαι εἰς θάλασσαν. Τριγώνου γὰρ οὔ‐ σης, αἱ συννεύουσαι ὑπὸ τὸ Σούνιον ἑκατέρωθεν δύο πλευραὶ παράλιοι τυγχάνουσι, δι’ ἃς τῶν ἐπὶ Κέκρο‐ πος φυλῶν τεττάρων οὐσῶν δύο προσηγόρευσαν Ἀκταίαν | |
10 | καὶ Παραλίαν.» | |
t159-162 | LIBER II. | |
159 | Strabo VII: Ἃ δ’ Ἀπολλό‐ | |
δωρος ἐν τῷ δευτέρῳ περὶ νεῶν προοιμιαζόμενος εἴρη‐ κεν, ἥκιστα λέγοιτ’ ἄν. Ἐπαινεῖ γὰρ Ἐρατοσθένους ἀπόφασιν, ὅτι φησὶν ἐκεῖνος καὶ Ὅμηρον καὶ τοὺς ἄλ‐ | ||
5 | λους τοὺς παλαιοὺς τὰ μὲν Ἑλληνικὰ εἰδέναι, τῶν δὲ πόῤῥω πολλὴν ἔχειν ἀπειρίαν, ἀπείρους μὲν μακρῶν ὁδῶν ὄντας, ἀπείρους δὲ τοῦ ναυτίλλεσθαι. Συνηγο‐ ρῶν δὲ τούτοις, Ὅμηρόν φησι τὴν μὲν Αὐλίδα καλεῖν πετρήεσσαν, ὥσπερ καὶ ἔστι· πολύκνημον δὲ τὴν | |
10 | Ἐτεωνὸν, πολυτρήρωνα δὲ τὴν Θίσβην, ποιήεντα δὲ τὸν Ἁλίαρτον· τὰ δ’ ἄπωθεν οὔτ’ αὐτὸν εἰδέναι οὔτε τοὺς ἄλλους. Ποταμῶν γοῦν περὶ τετταράκοντα ῥεόν‐ των εἰς τὸν Πόντον, μηδὲ τῶν ἐνδοξοτάτων μηδενὸς μεμνῆσθαι, οἷον Ἴστρου, Τανάϊδος, Βορυσθένους, | |
15 | Ὑπάνιος, Φάσιδος, Θερμώδοντος, Ἅλυος· ἔτι δὲ Σκυθῶν μὲν μὴ μεμνῆσθαι, πάντας δὲ ἀγαυοὺς τινὰς Ἱππημολγοὺς καὶ Γαλακτοφάγους Ἀβίους τε. Παφλαγόνας τε τοὺς [μὲν] ἐν τῇ μεσογαίᾳ ἱστορηκέναι παρὰ τῶν πεζῇ τοῖς τόποις πλησιασάν‐ | |
20 | των, τὴν παραλίαν δὲ ἀγνοεῖν· καὶ εἰκότως γε. Ἄ‐ πλουν γὰρ εἶναι τότε τὴν θάλατταν ταύτην καὶ καλεῖ‐ σθαι Ἄξενον διὰ τὸ δυσχείμερον καὶ τὴν ἀγριότητα τῶν περιοικούντων ἐθνῶν, καὶ μάλιστα τῶν Σκυθικῶν ξενοθυτούντων καὶ σαρκοφαγούντων καὶ τοῖς κρανίοις | |
25 | ἐκπώμασι χρωμένων· ὕστερον δ’ Εὔξεινον κεκλῆσθαι, τῶν Ἰώνων ἐν τῇ παραλίᾳ πόλεις κτισάντων. Ὁμοίως δ’ ἀγνοεῖν καὶ τὰ περὶ Αἴγυπτον καὶ Λιβύην, οἷον τὰς ἀναβάσεις τοῦ Νείλου καὶ προσχώσεις τοῦ πελάγους· ὧν οὐδαμοῦ μεμνῆσθαι, οὐδὲ τοῦ ἰσθμοῦ τοῦ μεταξὺ | |
30 | τῆς Ἐρυθρᾶς καὶ τῆς Αἰγυπτίας θαλάσσης, οὐδὲ τῶν κατὰ τὴν Ἀραβίαν καὶ Αἰθιοπίαν καὶ τὸν Ὠκεανόν· εἰ μὴ Ζήνωνι τῷ φιλοσόφῳ προσεκτέον γράφοντι· Αἰθίοπάς θ’ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε. Οὐ θαυμαστὸν δ’ εἶναι | |
35 | περὶ Ὁμήρου· καὶ γὰρ τοὺς ἔτι νεωτέρους ἐκείνου πολλὰ ἀγνοεῖν καὶ τερατολογεῖν· Ἡσίοδον μὲν Ἡμί‐ κυνας λέγοντα καὶ Μεγαλοκεφάλους καὶ Πυγμαίους· Ἀλκμᾶνα δὲ Στεγανόποδας· Αἰσχύλον δὲ Κυνοκεφά‐ λους καὶ Στερνοφθάλμους καὶ Μονομμάτους καὶ ἄλλα | |
40 | μυρία. Ἀπὸ δὲ τούτων ἐπὶ τοὺς συγγραφέας βαδίζει Ῥιπαῖα ὄρη λέγοντας, καὶ τὸ Ὠγύγιον ὄρος, καὶ τὴν τῶν Γοργόνων καὶ Ἑσπερίδων κατοικίαν, καὶ τὴν παρὰ Θεοπόμπῳ Μεροπίδα γῆν, παρ’ Ἑκαταίῳ δὲ Κιμμερίδα πόλιν, παρ’ Εὐη‐ | |
45 | μέρῳ δὲ τὴν Παγχαίαν γῆν, παρ’ Ἀριστοτέλει δὲ πο‐ ταμίους λίθους ἐξ ἄμμου, ἐκ δὲ τῶν ὄμβρων τήκεσθαι, ἐν δὲ τῇ Λιβύῃ Διονύσου πόλιν εἶναι, ταύτην δ’ οὐκ ἐνδέχεσθαι δὶς τὸν αὐτὸν ἐξευρεῖν. Ἐπιτείνει δὲ | |
159(50) | καὶ τοῖς περὶ Σικελίαν τὴν πλάνην λέγουσι καθ’ Ὅμηρον τὴν Ὀδυσσέως· εἰ γὰρ αὖ χρῆναι τὴν μὲν πλάνην ἐκεῖ γεγονέναι φάσκειν, τὸν δὲ ποιητὴν ἐξωκεανικέναι μυθολογίας χάριν. Καὶ τοῖς μὲν ἄλλοις συγγνώμην εἶναι, Καλλιμάχῳ δὲ μὴ πάνυ, μετα‐ | |
55 | ποιουμένῳ γε γραμματικῆς, ὃς τὴν μὲν Γαῦδον Καλυψοῦς νῆσον φησὶ, τὴν δὲ Κόρ‐ κυραν Σχερίαν· ἄλλους δὲ αἰτιᾶται ψεύσασθαι περὶ Γερήνων, καὶ τοῦ Ἀκακησίου, καὶ Δήμου ἐν Ἰθάκῃ, Πελεθρονίου τε ἐν Πηλίῳ, Γλαυκωπίου τε ἐν Ἀθήναις. | |
60 | Τούτοις δὲ μικρὰ τινὰ προσθεὶς τοιαῦτα παύεται, τὰ πλεῖστα μετενέγκας παρὰ τοῦ Ἐρατοσθένους, ὡς καὶ | |
πρότερον ἐμνήσθημεν, οὐκ εὖ εἰρημένα. Τὸ μὲν γὰρ τοὺς ὕστερον ἐμπειροτέρους γεγονέναι τῶν πάλαι περὶ τὰ τοιαῦτα, καὶ Ἐρατοσθένει καὶ τούτῳ δοτέον· τὸ | ||
65 | δ’ οὕτω πέρα τοῦ μετρίου προάγειν, καὶ μάλιστα ἐφ’ Ὁμήρου, δοκεῖ μοι κἂν ἐπιπλῆξαί τις δικαίως, καὶ τοὐναντίον εἰπεῖν, ὡς περὶ ὧν ἀγνοοῦσιν αὐτοὶ, περὶ τούτων τῷ ποιητῇ προφέρουσι. | |
160a | Strabo I: Τοῦτο δὲ ἀ‐ γνοοῦντα τὸν ποιητὴν, ὥσπερ καὶ τὰ ἄλλα, ὅσα εἴρη‐ κεν Ἀπολλόδωρος ἐν τῷ περὶ νεῶν καταλόγου δευ‐ | |
5 | τέρῳ, καταψεύσασθαι τῶν τόπων τὰ μὴ ὄντα. | |
160b | Strabo I: οὐ δήπου κατ’ ἄγνοιαν τοπικὴν καὶ τούτων λεγομένων, ἀλλ’ ἐν μύθου μᾶλλον σχήματι, καθάπερ καὶ τῶν παρ’ Ἡσιόδῳ καὶ τοῖς ἄλλοις, ἃ | |
5 | προφέρει ὁ Ἀπολλόδωρος, οὐδ’ ὃν τρόπον παρατίθησι τοῖς Ὁμήρου ταῦτα, εἰδώς. Τὰ μὲν γὰρ Ὁμήρου τὰ περὶ τὸν Πόντον καὶ τὴν Αἴγυπτον παρατίθησιν, ἄγνοιαν αἰτιώμενος, ὡς λέγειν μὲν τὰ ὄντα βουλομένου, μὴ λέγοντος δὲ τὰ | |
10 | ὄντα, ἀλλὰ τὰ μὴ ὄντα ὡς ὄντα, κατ’ ἄγνοιαν. Ἡσιόδου δ’ οὐκ ἄν τις αἰτιάσαιτο ἄγνοιαν, Ἡμίκυνας λέγοντος καὶ Μακροκεφάλους καὶ Πυγμαίους· οὐδὲ γὰρ αὐτοῦ Ὁμήρου ταῦτα μυθεύοντος· ὧν εἰσὶ καὶ οὗτοι οἱ Πυγμαῖοι· οὐδ’ Ἀλκμᾶνος Στεγανόποδας | |
15 | ἱστοροῦντος, οὐδ’ Αἰσχύλου Κυνοκεφάλους καὶ Στερ‐ νοφθάλμους καὶ Μονομμάτους· ὅπου γε οὐδὲ τοῖς πεζῇ συγγράφουσιν ἐν ἱστορίας σχήματι προσέχομεν περὶ πολλῶν, κἂν μὴ ἐξομολογῶνται τὴν μυθογρα‐ φίαν. Φαίνεται γὰρ εὐθὺς, ὅτι μύθους παραπλέκουσιν | |
20 | ἑκόντες, οὐκ ἀγνοίᾳ τῶν ὄντων, ἀλλὰ πλάσει τῶν ἀδυνάτων, τερατείας καὶ τέρψεως χάριν. Θεόπομπος δὲ ἐξομολογεῖται φήσας, ὅτι καὶ μύθους ἐν ταῖς ἱστορίαις ἐρεῖ κρεῖττον ἢ ὡς Ἡρό‐ δοτος καὶ Κτησίας καὶ Ἑλλάνικος καὶ οἱ τὰ Ἰνδικὰ | |
25 | συγγράψαντες. | |
160c | Idem: Ἀπολλόδωρος δὲ ἐπι‐ τιμᾷ Καλλιμάχῳ, συνηγορῶν τοῖς περὶ Ἐρατοσθένη, διότι, καίπερ γραμματικὸς ὢν, παρὰ τὴν Ὁμηρικὴν ὑπόθεσιν καὶ τὸν ἐξωκεανισμὸν τῶν τόπων περὶ οὓς | |
5 | τὴν πλάνην φράζει, Γαῦδον καὶ Κόρκυραν ὀνομάζει. | |
160d | Tzetz. Chil. VII, 760: Ὁ δέ γε Ἀπολλόδωρος δευτέρῳ καταλόγου, ψυχὴν ἐπαληθίζουσαν ὥσπερ ὁ Τζέτζης ἔχων, τέρατά τε καὶ πλάσματα οἴεται, γράφων ὧδε· | |
5 | «Ἡμίκυνες, Μακρόκρανοι, καὶ οἱ Πυγμαῖοι, πλάσμα· ὥσπερ οἱ Στεγανόποδες καὶ οἱ Στερνόφθαλμοί τε, αὐτοί τε Κυνοκέφαλοι μετὰ τῶν Μονομμάτων. Μύθων τε Ἱμαντόπο‐ δες καὶ Ἱμαντοσκελεῖς τε, | |
10 | Μονοτοκῆται, Ἄῤῥινες, καὶ Ἄστομοι ὁμοίως, Καὶ οἱ Ὀπισθοδάκτυλοι καὶ οἱ Ἀγελαστοῦντες.» | |
160e | Strabo XII: Ἀγνοεῖν γὰρ αὐ‐ τὸν πολλὰ τῶν ἐνδόξων ἔφη περὶ τὸν Πόντον, οἷον ποταμοὺς καὶ ἔθνη ... | |
161 | Strabo I: Οἷον Ἰβήρων μὲν τῶν ἑσπε‐ | |
ρίων εἰς τοὺς ὑπὲρ τοῦ Πόντου καὶ τῆς Κολχίδος τό‐ πους μετῳκισμένων, οὓς καὶ ὁ Ἀράξης, ὥς φησιν | ||
5 | Ἀπολλόδωρος, ἀπὸ τῆς Ἀρμενίας ὁρίζει. | |
162 | Schol. ad Hom. Il. Θ, 284: Ἡ δὲ ἱστορία ἀκριβέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς καὶ παρὰ Ἀπολλωνίῳ τῷ γραμματικῷ ἐν τῷ | |
5 | δευτέρῳ τῶν γενῶν. | |
t163 | LIBER V. | |
163 | Athenaeus III, 7: Ὅτι δὲ ἡ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη, Ῥιανὸς εἴρηκεν ἐν πρώτῃ Ἡρακλείας, καὶ ὁ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν πέμπτῳ περὶ νεῶν καταλόγου. | |
t164-165 | LIBER VII. | |
164 | Steph. Byz.: Λιταὶ, πόλις Λακωνική. Ἀπολλό‐ δωρος ἑβδόμῳ. | |
164a | Idem: Κορώνη, πό‐ λις Μεσσήνης, ὡς Ἀπολλόδωρος ἑβδόμῳ τοῦ Κατα‐ λόγου. | |
165 | Strabo VIII: ... καὶ ἡ λιμηρὰ Ἐπί‐ δαυρος, ὡς Ἀρτεμίδωρός φησιν. Ἀπολλόδωρος δὲ Κυ‐ θήρων πλησίον ἱστορεῖ ταύτην· εὐλίμενον δὲ οὖσαν | |
5 | βραχέως καὶ ἐπιτετμημένως Λιμηρὰν εἰρῆσθαι, ὡς ἂν λιμενηρὰν, μεταβεβληκέναι δὲ τοὔνομα. | |
t166-175 | LIBER VIII ET SEQUENTES. | |
166 | Stephanus: Ὤλενος ... Ἀπολλόδωρος δὲ ἀρσενικῶς αὐτήν φησιν ἐν ὀγδόῳ τοῦ νεῶν καταλόγου· «Τὸν Ὤλενον καὶ τὴν Παλλήνην νῦν μὲν οὐκέτι εἶναι συμβέβηκεν.» | |
167 | Strabo X: Ἀπολλόδωρος δὲ τοτὲ μὲν ἐν τῷ ἐπιθέτῳ λέγων διεστάλθαι τὴν ὁμωνυμίαν, εἰπόντα· «Σάμοιό τε | |
5 | παιπαλοέσσης,» ὡς τὴν νῆσον λέγοντα· τοτὲ δ’ ἀντι‐ γράφεσθαι δεῖν· «Δουλιχίῳ τε Σάμῳ τε», ἀλλὰ μὴ «Σάμῃ τε», δῆλός ἐστι τὴν μὲν πόλιν Σάμην καὶ Σάμον συνωνύμως ὑπολαμβάνων ἐκφέρεσθαι, τὴν δὲ νῆσον Σάμον μόνον· ὅτι γὰρ Σάμη λέγεται ἡ πόλις, δῆλον | |
10 | εἶναι ἔκ τε τοῦ διαριθμούμενον τοὺς ἐξ ἑκάστης πόλεως μνηστῆρας φάναι, «Ἔκ τε Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασι,» καὶ ἐκ τοῦ περὶ τῆς Κτιμένης λόγου· «Τὴν μὲν ἔπειτα Σάμηνδ’ ἔδοσαν.» Idem: | |
15 | Ὁ δὲ Ἀπολλόδωρος μένειν καὶ νῦν, καὶ πολίχνιον λέγει ἐν αὐτῇ Ἀλαλκομενὰς τὸ ἐπ’ αὐτῷ τῷ ἰσθμῷ κείμενον. | |
168 | Idem X: Ἀπολλόδωρος δὲ, ὡς πρότερον εἶπον, ὑπὲρ τῆς Μολυκρίας καὶ | |
5 | τὴν Χαλκίδα καὶ τὴν Ταφιασσὸν καὶ τὴν Καλυδῶνα μεταξὺ ἱδρῦσθαι φησὶ τῆς Χαλκίδος. ... | |
Τῆς δὲ μεσογαίας κατὰ μὲν τὴν Ἀκαρνανίαν Ἐρυσιχαίους τινάς φησιν Ἀπολλό‐ δωρος λέγεσθαι, ὧν Ἀλκμὰν μέμνηται. | ||
169 | Strabo, X: Μέγεθος δὲ Σωσικράτης μὲν, ὅν φησιν ἀκριβοῦν Ἀπολ‐ λόδωρος τὰ περὶ τὴν νῆσον, ἀφορίζεται, κ. τ. λ. | |
170a | Idem VIII: Ἀπολλό‐ δωρος δὲ διδάσκων, ὃν τρόπον ὁ ποιητὴς εἴωθε δια‐ στέλλεσθαι τὰς ὁμωνυμίας, οἷον ἐπὶ τοῦ Ὀρχομενοῦ, | |
5 | τὸν μὲν Ἀρκαδικὸν πολύμηλον καλῶν, τὸν δὲ Βοιωτι‐ κὸν Μινύειον, καὶ Σάμον Θρηϊκίην, συντιθεὶς, Μεσσηγὺς δὲ Σάμου καὶ Ἴμβρου, ἵνα χωρίσῃ ἀπὸ τῆς Ἰωνικῆς, οὕτω φησὶ καὶ τὴν Θεσπρωτικὴν Ἔφυραν διαστέλλεσθαι τῷ τε «τηλόθεν» | |
10 | καὶ τῷ «ποταμοῦ ἀπὸ Σελλήεντος.» Ταῦτα δ’ οὐχ ὁμολογεῖ τοῖς ὑπὸ τοῦ Σκηψίου Δημητρίου λεγομέ‐ νοις, παρ’ οὗ μεταφέρει τὰ πλεῖστα. Ἐκεῖνος γὰρ οὔ φησιν εἶναι Σελλήεντα ἐν Θεσπρωτοῖς ποταμὸν, ἀλλ’ ἐν τῇ Ἠλείᾳ παρὰ τὴν ἐκεῖ Ἔφυραν, ὡς προείπο‐ | |
15 | μεν, κ. τ. λ. | |
170b | Schol. Il. Ν, 301: Νῦν οὖν λέγει τοὺς καλουμένους Κραννω‐ νίους ἐν Θεσσαλίᾳ, ὡς Ἀπολλόδωρος ἱστορεῖ. | |
170c | Schol. codicis Hamburgensis ad. Hom. Odyss. Α, 259: [Ἐξ Ἐφύρης ἀνιόντα παρ’ Ἴλλου Μερμερί‐ δαο.] Ἰάσων ἅμα τῇ Μηδείᾳ ἐν Ἐφύρᾳ τῆς Θεσπρω‐ τίας παραγενόμενος ἴσχει Φέρητα· οὗ Μέρμερος· οὗ | |
5 | Ἴλλος· οἵτινες ἐβασίλευσαν Θεσπρωτίας· ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ Ἀθηναῖος. | |
170d | Eustath. ad Odyss. Β, 328: Ἢ καὶ ἀπὸ Ἐφύρης τῆς προϊστορηθείσης, τῆς διὰ Μήδειαν πολυφαρμά‐ κου, ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ Ἀθηναῖος. | |
171a | Suidas: Κάλυμνος, ὁ ἐν Αἰγύπτῳ σῖτος· ἀντὶ τοῦ Καλύμνιος· Ὁ γὰρ Φιλάδελφος ἐκ Καλυδνῶν μετήγαγε τὸ σπέρμα. Ὁ (δὲ) Ἀπολλόδω‐ ρος φησὶ λέγεσθαι Καλύδνας ὡς Καλύβας. | |
171b | Etymol. M: Κάλυμνος ὁ ἐν Αἰγύπτῳ σῖτος. Ἀντὶ τοῦ Καλύμνιος. Ὁ γὰρ Φιλάδελφος ἐκ Καλυδνῶν· μετήνεγκε τὸ σπέρμα. «Νήσους τε Καλυδνὰς», ἃς Ἀπολλόδωρος φησὶ λέγεσθαι Καλύδνας ὡς Καλύβας. | |
172 | Strabo VIII: Περὶ δὲ τῆ Ἑλλάδος καὶ Ἑλλήνων καὶ Πανελλήνων ἀντιλέγε‐ ται. ... Ἀπολλόδωρος δὲ μόνους τοὺς ἐν τῇ Θετταλίᾳ καλεῖσθαι φησὶν Ἕλληνας (Il. Β, 684)· | |
5 | Μυρμιδόνες δ’ ἐκαλοῦντο καὶ Ἕλληνες. Ἡσίοδον μέντοι καὶ Ἀρχίλοχον ἤδη εἰδέναι καὶ Ἕλ‐ ληνας λέγεσθαι τοὺς σύμπαντας καὶ Πανέλληνας· τὸν μὲν περὶ Προιτίδων λέγοντα, ὡς «Πανέλληνες ἐμνή‐ στευον αὐτὰς,» τὸν δὲ, ὡς «Πανελλήνων ὀϊζὺς ἐν | |
10 | Θάσον συνέδραμεν.» | |
173 | Strabo VI: Φιλοκτήτου δ’ ἐστὶ καὶ ἡ παλαιὰ Κρίμισα περὶ τοὺς αὐτοὺς τόπους. Ἀπολλόδωρος δὲ ἐν τοῖς Περὶ νεῶν, τοῦ Φιλοκτήτου μνησθεὶς, λέγειν τινὰς φησὶν, ὡς εἰς τὴν Κροτωνιᾶτιν | |
5 | ἀφικόμενος Κρίμισαν ἄκραν οἰκίσαι, καὶ Χώνην πόλιν ὑπὲρ αὐτῆς, ἀφ’ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν· παρ’ αὐτοῦ δέ τινες σταλέντες εἰς Σικελίαν, περὶ Ἔρυκα μετὰ Αἰγέστου τοῦ Τρωὸς Αἴγεσταν τειχίσαι | |
174 | Schol. Apollonii III, 1090: Αἱμονία τοπρότερον ἡ Θεσσαλία ἐκαλεῖτο. Καὶ ἄλλας δὲ ἔσχεν ὀνομασίας. Ἐλέγετο δὲ καὶ Πυῤῥοδία ἀπὸ Πύῤῥας τῆς | |
5 | Δευκαλίωνος, [Ἡ Θεσσαλία ἐκαλεῖτο τοπαλαιὸν Πύῤῥα] ὡς Ῥιανός· Πύῤῥαν δήποτε, τήν γε παλαιότεροι καλέεσκον Πύῤῥης Δευκαλίωνος ἀπ’ ἀρχαίης ἀλόχοιο· Αἱμονίην δ’ ἐξαῦτις ἀφ’ Αἵμονος, ὅν ῥα Πέλασγος | |
10 | γείνατο φέρτατον υἱόν· ὁ δ’ αὖ τέκε Θέσσαλον Αἵμων· τοῦ δ’ ἄπο Θεσσαλίην λαοὶ μετεφημίξαντο. Οἱ δὲ ἀπὸ Θεσσαλοῦ τοῦ Φειδίππου πατρὸς, τοῦ Ἡρακλείδου, μετὰ τὰ Τρωϊκὰ κληθῆναι φασί. Διαιρεῖται δὲ εἰς μέρη τέσσαρα· Πελασγιῶ‐ | |
15 | τιν, Θεσσαλιῶτιν, Ἰωλκῖτιν, Φθιῶτιν. Ταῦτα παρα‐ τίθεται Ἀπολλόδωρος ἐν νεῶν καταλόγῳ. | |
175 | Strabo VII: Οἴονται δὲ, φησὶν ὁ Ἀπολλόδωρος, ἀπὸ τῶν ἑλῶν τῶν περὶ τὸ ἱερὸν οὕτω καλεῖσθαι. Τὸν μέντοι ποιητὴν οὐ λέγειν Ἑλλοὺς, ἀλλὰ Σελλοὺς ὑπο‐ | |
5 | λαμβάνει τοὺς περὶ τὸ ἱερὸν, προσθεὶς, ὅτι καὶ Σελ‐ λήεντά τινα ὀνομάζει ποταμόν. Ὀνομάζει μὲν οὖν, ὅταν φῇ (Il. Β, 659)· Τηλόθεν ἐξ Ἐφύρης ποταμοῦ ἀπὸ Σελλήεντος· *ἐν δὲ Θεσπρωτοῖς Ἐφύρας, ἀλλ’ ἐν τοῖς ἐντὸς | |
10 | Ἠλείοις· ἐκεῖ γὰρ εἶναι τὸν Σελλήεντα, ἐν δὲ Θε‐ σπρωτοῖς οὐδένα, οὐδ’ ἐν Μολοττοῖς. | |
175a | Bekker. An.: Πυθόδωρος ἐν τῷ Περὶ στοιχείων καὶ Φίλλις ὁ Δήλιος ἐν τῷ Περὶ χρόνων πρὸ Κάδμου Δαναὸν μετακομίσαι αὐτά (sc. τὰ γράμματα) φασιν. Ἐπιμαρτυροῦσι τού‐ | |
5 | τοις καὶ οἱ Μιλησιακοὶ συγγραφεῖς Ἀναξίμανδρος καὶ Διονύσιος καὶ Ἑκαταῖος, οὓς καὶ Ἀπολλόδωρος ἐν Νεῶν καταλόγῳ παρατίθεται. | |
175b | Cramer. An. I: Ἄλος (Il. β, 682), πόλις Θεσσαλίας. Ἀπολλόδωρος δὲ ἀρσε‐ νικῶς λέγεσθαι τὴν πόλιν. | |
t176-180 | ΤΡΩΙΚΟΣ ΔΙΑΚΟΣΜΟΣ. | |
176 | Strabo XII: Πρὸς Ἀπολλόδωρον δὲ περὶ τῶν αὐτῶν ἐν τῷ Τρωϊκῷ δια‐ κόσμῳ διαλεγόμενον, πολλὰ μὲν εἴρηται πρότερον, | |
5 | καὶ νῦν δὲ λεκτέον. Οὐ γὰρ οἴεται δεῖν δέχεσθαι τοὺς Ἁλίζωνας ἐκτὸς τοῦ Ἅλυος· μηδεμίαν γὰρ συμμαχίαν ἀφῖχθαι τοῖς Τρωσὶν ἐκ τῆς περαίας τοῦ Ἅλυος. Ἀλλ’ οὐδὲ δόξαν ἔχει τοιαύτην τῶν παλαιῶν εἰπεῖν, ὡς | |
10 | συμφωνούντων ἁπάντων, μηδένας ἐκ τῆς περαίας τοῦ Ἅλυος κοινωνῆσαι τοῦ Τρωϊκοῦ πολέμου. Πρὸς τοὐναντίον δὲ μᾶλλον εὕροι τις ἂν μαρτυρίας. Μαιάν‐ δριος γοῦν ἐκ τῶν Λευκοσύρων φησὶ τοὺς Ἐνετοὺς | |
ὁρμηθέντας συμμαχῆσαι τοῖς Τρωσίν. | ||
15 | Αὐτὸς δὲ ὁ Ἀπολλόδωρος πα‐ ρατίθησι τὸ τοῦ Ζηνοδότου, ὅτι γράφει (Il. Β, 852)· Ἐξ Ἑνετῆς, ὅθεν ἡμιόνων γένος ἀγροτεράων. Ταύτην δέ φησιν Ἑκαταῖον τὸν Μιλήσιον δέχεσθαι τὴν Ἀμισόν. Ἡ δὲ Ἀμισὸς εἴρηται διότι τῶν Λευκο‐ | |
20 | σύρων ἐστὶ, καὶ ἐκτὸς τοῦ Ἅλυος. | |
177 | Strabo XIV: Τοῦ ποιητοῦ δὲ εἰρηκότος οὑτωσί (Il. Β, 867)· Μάσθλης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων· οὐκ ἔχει λόγον, πῶς τοσαῦτα εἰδὼς ἔθνη βάρβαρα, | |
5 | μόνους εἴρηκε βαρβαροφώνους τοὺς Κᾶρας, βαρβάρους δὲ οὐδένας. Οὔτ’ οὖν Θουκυδίδης ὀρθῶς· οὐδὲ γὰρ λέγεσθαί φησι βαρβάρους, διὰ τὸ μηδὲ Ἕλληνάς πω ἀντίπαλον εἰς ἓν ὄνομα ἀποκεκρίσθαι· τό τε γὰρ, Μηδὲ Ἕλληνάς πω, ψεῦδος αὐτὸς ὁ ποιητὴς ἀπελέγχει· | |
10 | Ἀνδρὸς, τοῦ κλέος εὐρὺ καθ’ Ἑλλάδα καὶ μέσον Ἄργος· καὶ πάλιν· Εἴτ’ ἐθέλῃς τερφθῆναι ἀν’ Ἑλλάδα καὶ μέσον Ἄργος. Μὴ λεγομένων τε βαρβάρων, πῶς ἔμελλεν εὖ λεχθή‐ σεσθαι τὸ βαρβαροφώνων; Οὔτε δὴ οὗτος εὖ· οὔτ’ | |
15 | Ἀπολλόδωρος ὁ γραμματικὸς, ὅτι τῷ κοινῷ ὀνόματι ἰδίως καὶ λοιδόρως ἐχρῶντο οἱ Ἕλληνες κατὰ τῶν Καρῶν, καὶ μάλιστα οἱ Ἴωνες, μισοῦντες αὐτοὺς διὰ τὴν ἔχθραν καὶ τὰς συνεχεῖς στρατείας. Ἐχρῆν γὰρ οὕτω βαρβάρους ὀνομάζειν. Ἡμεῖς δὲ ζητοῦμεν, διὰ | |
20 | τί βαρβαροφώνους καλεῖ, βαρβάρους δ’ οὐδ’ ἅπαξ. Ὅτι, φησὶ, τὸ πληθυντικὸν εἰς τὸ μέτρον οὐκ ἐμπί‐ πτει, διὰ τοῦτ’ οὐκ εἴρηκε βαρβάρους. | |
178 | Idem XIV: Ὁ γὰρ Ἀπολλό‐ δωρος ἐν τοῖς Περὶ νεῶν ἔτι καὶ τοιαῦτα λέγει· τοὺς γὰρ ἐκ τῆς Ἀσίας ἐπικούρους τῶν Τρώων ἅπαντας κατηριθμεῖσθαί φησιν ὑπὸ τοῦ ποιητοῦ τῆς χεῤῥονή‐ | |
5 | σου κατοίκους ὄντας, ἧς ὁ στενότατος ἰσθμός ἐστι τὸ μεταξὺ τοῦ κατὰ Σινώπην μυχοῦ καὶ Ἰσσοῦ· αἱ δὲ ἐκτὸς πλευραὶ, φησὶ, τριγωνοειδοῦς οὔσης, εἰσὶ μὲν ἄνισοι, παρήκουσι δὲ ἡ μὲν ἀπὸ Κιλικίας ἐπὶ Χελι‐ δονίας, ἡ δ’ ἐνθένδε ἐπὶ τὸ στόμα τοῦ Εὐξείνου, ἡ δ’ | |
10 | ἐπὶ Σινώπην πάλιν ἐνθένδε .... Διαιτῶν ταῦτα ὁ Ἀπολλόδωρος ἑπτακαιδέκατον φησὶν εἶναι τὸ τῶν Γαλατῶν, ὃ νεώτερον ἐστὶ τοῦ Ἐφόρου· ... Ἀπολλόδωρος δὲ τούτων μὲν ἐφρόντισεν οὐδὲν, τοῖς δὲ ἑκκαίδεκα ἔθνεσι προστίθησιν | |
15 | ἑπτακαιδέκατον, τὸ τῶν Γαλατῶν, ἄλλως μὲν χρή‐ σιμον λεχθῆναι, πρὸς δὲ τὴν δίαιταν τῶν τοῦ Ἐφόρου λεγομένων ἢ παραλειπομένων οὐδὲν δέον· εἴρηκε δὲ τὴν αἰτίαν αὐτὸς, ὅτι ταῦτα πάντα νεώτερα τῆς ἐκεί‐ νου ἡλικίας. Μεταβὰς δ’ ἐπὶ τὸν ποιητὴν, τοῦτο μὲν | |
20 | ὀρθῶς λέγει, διότι πολλὴ σύγχυσις γεγένηται τῶν βαρβάρων ἐθνῶν ἀπὸ τῶν Τρωϊκῶν ἐς τὰ νῦν διὰ τὰς μεταπτώσεις· καὶ γὰρ προσγέγονέ τινα καὶ ἐλλέλοιπε καὶ διέσπασται καὶ συνῆκται εἰς ἕν. Οὐκ εὖ δὲ τὴν αἰτίαν διττὴν ἀποφαίνει, δι’ ἣν οὐ μέμνηταί τινων ὁ | |
25 | ποιητὴς, ἢ τῷ μήπω τότ’ οἰκεῖσθαι ὑπὸ τοῦ ἔθνους τούτου, ἢ τῷ ἐν ἑτέρῳ γένει περιέχεσθαι ... Ἔτι καὶ ταῦτα μέμψαιτο ἄν τις τοῦ Ἀπολλοδώρου, ὅτι τῶν νεωτέρων καινοτομούντων πολλὰ παρὰ τὰς | |
Ὁμηρικὰς ἀποφάσεις, εἰωθὼς ταῦτ’ ἐλέγχειν ἐπὶ | ||
30 | πλέον, ἐνταῦθα οὐκ ὠλιγώρηκε μόνον, ἀλλὰ καὶ τἀν‐ αντία εἰς ἓν συνάγει τὰ μὴ ὡσαύτως λεγόμενα. Ὁ μὲν γὰρ Ξάνθος ὁ Λυδὸς μετὰ τὰ Τρωϊκά φησιν ἐλθεῖν τοὺς Φρύγας ἐκ τῆς Εὐρώπης καὶ τῶν ἀριστερῶν τοῦ Πόντου, ἀγαγεῖν δ’ αὐτοὺς Σκαμάνδριον ἐκ Βερεκύν‐ | |
35 | των καὶ Ἀσκανίας· ἐπιλέγει δὲ τούτοις ὁ Ἀπολλό‐ δωρος, ὅτι τῆς Ἀσκανίας ταύτης μνημονεύει καὶ Ὅμηρος, ἧς ὁ Ξάνθος· Φόρκυς δὲ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλ’ ἐξ Ἀσκανίης. | |
40 | Ἀλλ’ εἰ οὕτως ἔχει, ἡ μὲν μετανάστασις ὕστερον ἂν εἴη τῶν Τρωϊκῶν γεγονυῖα ... Οὕτω δὲ περὶ τῶν Φρυγῶν εἰπὼν, ἐπιφέρει καὶ τὰ περὶ τῶν Μυσῶν οὐχ ὁμολογούμενα τούτοις· λέγεσθαι γάρ φησι | |
45 | καὶ τῆς Μυσίας κώμην Ἀσκανίαν περὶ λίμνην ὁμώ‐ νυμον, ἐξ ἧς καὶ τὸν Ἀσκάνιον ποταμὸν ῥεῖν, οὗ μνημονεύει καὶ Εὐφορίων· Μυσοῖο παρ’ ὕδασιν Ἀσκανίοιο· καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος· | |
178(50) | Οἳ καὶ ἐπ’ Ἀσκανίῳ δώματ’ ἔχουσι ῥόῳ Λίμνης Ἀσκανίης ἐπὶ χείλεσι· ἔνθα Δολίων υἱὸς Σιληνοῦ νάσσατο καὶ Μελίης. Καλοῦσι δὲ, φησὶ, Δολωνίδα καὶ Μυσίαν τὴν περὶ Κύ‐ ζικον ἰόντι εἰς Μιλητούπολιν. | |
179 | Steph. Byz: Τένεδος ... ἔστι καὶ πόλις Τένεδος πρὸς τῇ Λυκίᾳ. Ἀπολλόδωρος δὲ Παμφυλίας αὐτὴν εἶναί φησι ... Ἀπολλόδωρος δὲ ἐν νεῶν καταλόγῳ φη‐ σὶν, ὅτι τοὺς μὲν τῆς Παμφυλίας Τενεδεῖς, τοὺς δὲ | |
5 | τῆς νήσου Τενεδίους. | |
180 | Schol. Il. Ν, 12, Σάμου ὑληέσσης Θρηϊκίης: Σάμιοι οἱ ἐν Ἰωνίᾳ μετὰ διακοσιοστὸν καὶ ἔννατον ἔτος τῶν Τρωϊκῶν χρη‐ σμὸν ἔλαβον παρὰ τοῦ Πυθίου εἰς τὴν ἐν Τρωάδι | |
5 | Θρᾴκην μετοικῆσαι· ἀφ’ ὧν ἡ Σαμοθρᾴκη προσηγο‐ ρεύθη. Ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ. | |
t181-185 | ΤΑ ΠΕΡΙ ΣΩΦΡΟΝΟΣ. | |
181 | Schol. Il. Ε, 576: Παρὰ δὲ Σικελιώταις τὸ μὲν ἀρχαῖον (sc. τάλαντον) ἦν μνῶν κδʹ, νῦν δὲ ιβʹ. Δύ‐ ναται δὲ εἶναι τρία ἡμιωβόλια, ὡς ἐν τοῖς περὶ Σώφρο‐ νος Ἀπολλόδωρος, ἐκ τῶν Διογενιανοῦ τῆς ἐπιτομῆς | |
5 | Ἑλληνικῶν ὀνομάτων. | |
182 | Athen. III: Ἀπολ‐ λόδωρος δ’ ὁ Ἀθηναῖος ἐν τοῖς περὶ Σώφρονος προθεὶς τὸ «λιχνότερα τᾶν πορφυρᾶν», φησὶν ὅτι παροιμία ἐστὶ καὶ λέγει, ὡς μέν τινες, ἀπὸ τοῦ βάμματος· οὗ | |
5 | γὰρ ἂν προσψαύσῃ, ἕλκει ἐφ’ ἑαυτὸ, καὶ τοῖς προσ‐ παρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγήν· ἄλλοι δὲ ἀπὸ τοῦ ζῴου. | |
183 | Idem lib. VII: Σικελιῶται δ’ εἰσὶν, οἱ τὸν κωβιὸν κώδωνα καλοῦντες, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν ταῖς Γλώτταις, καὶ Ἀπολλόδωρος ἐν τοῖς περὶ Σώφρονος. | |
184 | Athenaeus VII: Ἀπολλόδωρος ὁ Ἀθη‐ ναῖος ἐν τῷ τρίτῳ περὶ Σώφρονος, τῷ εἰς τοὺς ἀν‐ δρείους μίμους, προθεὶς τὸ, «Καταπυγοτέραν τ’ ἀλφηστᾶν,» φησίν· «Ἰχθῦς τινες οἱ ἀλφησταὶ, τὸ | |
5 | μὲν ὅλον κιῤῥοειδεῖς, πορφυρίζοντες δὲ κατά τινα μέρη. Φασὶ δ’ αὐτοὺς ἁλίσκεσθαι σύνδυο, καὶ φαίνε‐ σθαι τὸν ἕτερον ἐπὶ τοῦ ἑτέρου κατ’ οὐρὰν ἑπόμενον. Ἀπὸ τοῦ οὖν κατὰ τὴν πυγὴν θατέρῳ τὸν ἕτερον ἀκο‐ λουθεῖν, τῶν ἀρχαίων τινὲς τοὺς ἀκρατεῖς καὶ κατα‐ | |
10 | φερεῖς οὕτω καλοῦσιν.» | |
185 | Schol. Aristoph. ad Vesp. 523: ἐπιῤῥοφεῖν ἀγαθοῦ δαίμονος. Ὁ δὲ Ἀπολλόδωρος καὶ, ὅτι τὸ ποτήριον (τοῦ ἀγαθοῦ δαίμονος) μεστὸν πάλιν ἀπεπλήρουν, δεδήλωκεν ἐν τῇ δʹ περὶ Σώφρονος. | |
t186-188a | ΠΕΡΙ ΕΠΙΧΑΡΜΟΥ. | |
186 | Suidas: Καρδιώττειν· τὴν καρδίαν ἀλγεῖν, Σικε‐ λιῶται· ἡμεῖς δὲ βουλιμιᾶν Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ Ἐπιχάρμου τοὺς Σικε‐ λιώτας φησὶ τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ | |
5 | καρδιώττειν λέγειν, ὅπερ βουλιμιᾶν λέγει Ξενοφῶν. | |
187 | Athenaeus XIV: Τὰ δὲ ψευδεπιχάρ‐ μεια ταῦτα ... πεποιήκασιν ἄνδρες ἔνδοξοι, Χρυσόγο‐ νός τε ὁ αὐλητὴς, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόῳ πολιτικῶν νόμων, τὴν Πολιτείαν ἐπιγραφομένην· | |
5 | Φιλόχορος δ’ ἐν τοῖς περὶ μαντικῆς Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος ἢ Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. Ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος. | |
188a | Varro De Ll. IV: De victu antiquissima puls; haec appellata vel quod ita Graeci, vel ab eo, ut scribit Apollodo‐ rus, quod ita sonet, quom aquae ferventi insipitur» | |
t188b-237 | ΠΕΡΙ ΕΤΥΜΟΛΟΓΙΩΝ sive ΕΤΥΜΟΛΟΓΟΥΜΕΝΩΝ. | |
188b | Varro De L. L. lib. VI, pr.: Origines verborum, quae sint locorum, et ea quae in his, in priore libro scripsi; in hoc dicam de vocabulis temporum ... atque si qua erunt ex diverso genere adjuncta, | |
5 | potius cognationi verborum, quam auditori calu‐ mnianti, geremus morem. Hujus rei auctor satis mihi Chrysippus et Antipater, et illi, in quibus etsi non tantum acuminis, at plus literarum: in quo est Aristophanes et Apollodorus: qui omnes verba | |
10 | ex verbis ita declinari scribunt, ut verba literas alia assumant, alia mittant, alia commutent. | |
188c | Ven. A. ad Il. Α, 244: Οὐδὲν ἔτισας, πλεονάζει τὸ δέν. ... Ἀρίσταρχος παρέλκειν λέγει τὸ δέν. Ἀπολλόδωρος δὲ ἐν Γλώσσαις, εἶναι τὸ πλῆρες, οὐδὲ ἕν. | |
188d | Idem, Π, | |
95, πάλιν τροπάασθαι: Νικίας ὑφ’ ἓν ἀνέγνω παλιν‐ τροπάασθαι. Ἀπολλόδωρος δὲ, κατὰ διάλυσιν. | ||
188e | Idem, Ω, 110: ... προτιάπτω. Ἀπολλόδωρος ... διὰ τοῦ τ τὴν πρόθεσιν γράφουσι. | |
t189-190 | LIBER I. | |
189 | Athenaeus XI: Κύμβη. Φιλή‐ μων ἐν ταῖς Ἀττικαῖς φωναῖς, κύλικος εἶδος. Ἀπολ‐ λόδωρος δὲ ἐν τῷ Περὶ ἐτυμολογιῶν Παφίους τὸ ποτή‐ ριον καλεῖν κύμβα. | |
190 | Athenaeus XIV: Ὠνομάσθη δὲ ἡ ματ‐ τύη, ὡς μὲν ὁ Ἀθηναῖος Ἀπολλόδωρος φησὶν ἐν τῷ πρώτῳ τῶν Ἐτυμολογουμένων, ἀπὸ τοῦ μασᾶσθαι, ὥσπερ καὶ ἡ μαστίχη, καὶ τὰ μάλιστα καὶ [ἡ μᾶζα]. | |
5 | Ἡμεῖς δὲ φαμὲν ἀπὸ τοῦ μάττειν. | |
t191-237 | LIBER II. | |
191 | Athenaeus II: Ἀπολλόδωρος δὲ ἐν δευτέρῳ Ἐτυμολογιῶν, τῶν κοχλιῶν φησὶ τινὰς καλεῖ‐ σθαι κωλυσιδείπνους. | |
192 | Apollonius Lexic. Homer.: Ἀείρας. ... ἐπὶ δὲ τοῦ πρόσφερε· μή μοι οἶνον ἄειρε. ... Εἴρηται δὲ οὕτως, ἐπεὶ ὁ προσφέρων αἴρει τὸ προσφερόμενον, καὶ αἴρειν τὸ προσφέρειν. Ἀπὸ δὲ τούτου καὶ τὸν ἄρτον ὠνομά‐ | |
5 | σθαι, ὥς φησιν Ἀπολλόδωρος. | |
193 | Idem ibid.: Ἄταλλε· ὁ μὲν Ἀπολλόδωρος, ἔσαινε καὶ ἐσκίρτα. Ὥσπερ δὲ ἀπὸ τοῦ παιδὸς, παίζειν, οὕτως ἀπὸ τοῦ ἀταλοῦ ἀτάλλειν. Ἀταλὸν δὲ, τὸ ἁπαλὸν καὶ νήπιον λέγεται οὐκ ἀπιθάνως. | |
194a | Idem ibid.: Οἰοπόλῳ. Ἀπολλόδωρος, ἐν ᾧ ὄϊες πολοῦνται. | |
194b | Schol. Il. Ν, 473: Οἰοπόλῳ· ἤτοι ἐν ᾧ ὄϊες ἀναστρέφονται, ὅ ἐστι πρόβατα. Πολεῖν γὰρ τὸ ἀνα‐ στρέφεσθαι. | |
195 | Idem ibid.: Πεξαμένη (Il. Ξ, 176) ὁ Ἀπίων, κτε‐ νισαμένη, καὶ ὁ Ἀπολλόδωρος. Ἐπιφέρει δὲ καὶ τὸ τὰ ἔρια ξαίνειν, πέκειν· καὶ τὸ κείρειν ταὐτὸ, πέξαι. Καὶ ὁ πόκος. Δηλοῖ δὲ καὶ τὸ, | |
5 | καταξάνασα. | |
196 | Idem ibid.: Σακεσπάλος (Il. Ε, 126). Ἀπολλόδω‐ ρος· ἤτοι τὰ τῶν πολεμίων σάκη διασείων. | |
197 | Erotianus: Χέλωμα, χάλασμα. Φησὶν Ἀπολλόδωρος. | |
198 | Zenobius Cent. II, 94: Γραῦς Σέριφος· Ἀπολλό‐ δωρος φησὶν, ὅτι ἐστί τις παροιμιώδης λεγομένη Σε‐ | |
ριφία γραῦς, ἡ ἐν παρθενίᾳ γεγηρακυῖα. | ||
199 | Athenaeus II: Ἐγκέφαλοι χοίρειοι. ... Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος οὐδ’ ὀνομάζειν τινὰ τῶν παλαιῶν φησιν ἐγκέφαλον· καὶ Σοφοκλέα γοῦν ἐν Τραχινίαις, ποιήσαντα τὸν Ἡρακλέα ῥιπτοῦντα τὸν | |
5 | Λίχαν ἐς θάλασσαν, οὐκ ὀνομάσαι ἐγκέφαλον, ἀλλὰ «λευκὸν μυελὸν», ἐκκλίνοντα τὸ μὴ ὀνομαζόμενον (v. 794)· Κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου κρατὸς διασπαρέντος αἵματός θ’ ὁμοῦ·» | |
10 | καίτοι τἄλλα διαῤῥήδην ὀνομάσαντα. Καὶ Εὐριπίδης δὲ τὴν Ἑκάβην θρηνοῦσαν εἰσαγαγὼν τὸν Ἀστυάνακτα ὑπὸ τῶν Ἑλλήνων ῥιφθέντα, φησί· Δύστηνε κτλ. V. Troad. v. 1173—77. | |
200 | Idem IV: Οὐκ ἀγνοῶ δὲ καὶ περὶ Δη‐ λίων ἃ Ἀπολλόδωρος ὁ Ἀθηναῖος εἴρηκεν, ὅτι μαγεί‐ ρων καὶ τραπεζοποιῶν παρείχοντο χρείας τοῖς παραγι‐ νομένοις πρὸς τὰς ἱερουργίας, καὶ ὅτι ἦν αὐτοῖς ἀπὸ | |
5 | τῶν πράξεων ὀνόματα, Μάγαδις καὶ Γογγύλος. | |
201 | Idem XIV: Κυριβάνας· πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρ’ Ἀλκμᾶνι. | |
202 | Idem XIV: Ψωθία τὰ ψαθύρια. ... Ἀπολλόδωρος δὲ ὁ Ἀθηναῖος καὶ Θεόδωρος ἐν Ἀττι‐ καῖς γλώσσαις τοῦ ἄρτου τὰ ἐπιψαυόμενα ψωθία κα‐ λεῖσθαι· ἅτινα ὀνομάζειν ἀτταράγους. | |
203 | Schol. Aristoph. Plut. 535: Φῷδες. ... Ἀπολλό‐ δωρος τὰ ἐκ τοῦ πυρὸς ἐρυθήματα ἢ ἐκ ψύχους, ἢ τοὺς τύλους καὶ τὰ ἐπικαύματα τὰ ἐκ τοῦ πυρός· ὡς τῶν πενήτων διὰ τὸ αὐτουργεῖν τοῦτο πασχόντων. | |
204 | Schol. Apollonii III, 281: Ὀξέα δενδίλλων. Ἀντὶ τοῦ ὀξέως παρεπιστρεφόμενος, καὶ εἰς αὐτὸν τοῖς ὀφθαλμοῖς ἐπινεύων. Ὅμηρος δὲ ἐπὶ τοῦ στρέφειν (sc. τοὺς ὀφθαλμοὺς) τέθεικε τὴν λέξιν, τὸ ἐν ἐπιστροφῇ τοῦ | |
5 | προσώπου παρεγκλίναντα τοῖς ὀφθαλμοῖς ἐπινεύειν, ὥσπερ καὶ Ἀπολλόδωρος. | |
205 | Schol. Il. Α, 148: Ὑπόδρα, ἐπίῤῥημα, πόθεν γίνεται; ὁ μὲν Ἀπολλόδωρος δύο λέγει παραγωγὰς, ὁ δὲ Ἡρωδιανὸς μίαν. | |
206a | Schol. Ven. ad Il. Ζ, 97: ἄγριον, αἰχμητὴν κρατερὸν, μνήστωρα φόβοιο, | |
206b | Idem ad Θ, 221 ad verba, φᾶρος ἔχων ἐν χειρὶ παχείῃ: Τί ποτε σημαίνει; ὁ μὲν Ἀπολλόδωρος, ὅτι περιειλήσας εἶχεν ἐν τῇ χειρί. | |
207 | Schol. Nicandri Alexiph. 393: Τὸν δὲ στρόμβον, ὃν ἔλεγον οἱ ἀρ‐ | |
χαῖοι ὄστρακον τῶν κογχυλίων οἷς καὶ ἐχρῶντο ἀντὶ σάλπιγγος. Καὶ Ἀπολλόδωρος ἐν τοῖς Ὁμήρου οὕτως | ||
5 | εἶπε· Στρόμβον δ’ ὡς ἔσσευεν· | |
208 | Hesych.: Ἄγος τὸν ἀγκῶνα, ... Ἀπολ‐ λόδωρος δὲ τὸ ἐντὸς τοῦ βραχίονος μέρος. | |
209 | Idem: Ἁλίπλοα· τῇ θαλάσσῃ ἐπιπλέοντα, ὡς Ἀπολλόδωρος. | |
210 | Idem: Παριαμβίδες· Ἀπολλόδωρος παρὰ τοὺς Ἰάμ‐ βους αὐτὰς φησὶ πεποιῆσθαι, ἃς οἱ κιθαρῳδοὶ ᾄδουσιν. | |
211 | Etymol.: Ἀλάστωρ. ... Κατὰ δὲ Ἀπολλόδωρον, ἀπὸ τοῦ ἀλιτεῖν, ὅ ἐστιν ἀλιτανεύτως ἀδικεῖν. | |
211a | Bekk. An.: Ἐργοδοτῶν, ὡς κἀν τῇ συνηθείᾳ. Ἀπολλόδωρος. | |
211b | Idem: Ἄφλαστα, τὰ ἀκροστόλια. Ἀπολλόδωρος. | |
212 | Idem: Ἀσαλής· ἡ ἄφροντις, ἡ μηδενὸς φροντί‐ ζουσα. Σάλη γὰρ ἡ φροντίς. Ἀσαλὴς ὁ ἀμέριμνος. Αἰ‐ σχύλος, ἀσαλὴς μανία· οὕτως Ἡρωδιανὸς καὶ Ἀπολ‐ λόδωρος. Καὶ γὰρ ἀσαλέαν ὁ Σώφρων τὴν ἀμεριμνίαν | |
5 | καὶ ἀλογιστίαν καλεῖ. | |
213 | Idem: Δατητής. ... Ἀπολλόδωρος διὰ τοῦ ς φησί· παρὰ τὸ δαίω δαστὸς, καὶ ῥῆμα δαστῶ· ὁ παρακείμε‐ νος δεδάστηται, καὶ ἐνδείᾳ τοῦ ς, δεδάτηται· ἀφ’ οὗ ὄνομα δατητὴς, ὡς πεποίηται, ποιητής, διαιρετῆρες, | |
5 | μερισταί. | |
214 | Idem: Ἑλινὸς, ἡ ἄμπελος, ὡς Ἀπολλόδωρος. | |
215 | Idem: Κεραμεὺς παρὰ τὸ κέραμος. Τοῦτο παρὰ τὴν ἔραν ἔραμος καὶ κέραμος. Ἀπολλόδωρος τὴν κε‐ καυμένην γῆν ἔραν φησίν. | |
216 | Idem: Κεφαλή. ... Ἡ κατὰ Ἀπολλόδωρον, καλύ‐ φη τις οὖσα, παρὰ τὸ καλύπτειν καὶ σκέπειν τὸν ἐγκέ‐ φαλον. | |
217 | Idem: Κινυρή· ὀδυρτική. Κυρίως δὲ κινύρεσθαι ἐπὶ βοὸς εἴρηται, παρὰ τὸ κινεῖν τὴν οὐρὰν ἐν τῷ μυ‐ | |
κᾶσθαι. Καὶ Ἀπίων δὲ εὑρὼν τὴν ἐτυμολογίαν ταύτην παρὰ Ἀπολλοδώρῳ, φησὶν ὅτι ταῦρος λέγεται παρὰ τὸ | ||
5 | τείνειν τὴν οὐράν, καὶ μετέθηκε τὴν εὕρεσιν τῆς ἐτυ‐ μολογίας. | |
218 | Etym: Κόρση, ἡ κεφαλή. Ὡς μὲν Ἀπολλόδωρος, ἐκ τοῦ κορυφοῦσθαι. | |
219 | Idem: Κρῆτες. ... ὁ Ἀπολλόδωρος παρὰ τὸ εὖ κε‐ κρᾶσθαι τὸν περὶ τὴν νῆσον ἀέρα. | |
220 | Idem: Κρόταφοι ... ὡς δὲ Ἀπολλόδωρος, ὅτι συγκε‐ κρότηνται ἀμφοτέρωθεν. | |
221 | Idem: Ὀρσοθύρη· ... φησὶ δὲ Ἀπολλόδωρος ὀρσορόκα ὑπ’ ἐνίων λέγεσθαι, δι’ ἧς τὸ ὕδωρ ὄρνυται. | |
222 | Idem: Ὀσφύς ... ὡς δὲ Ἀπολλόδωρος, οἱονεὶ ὀστο‐ φυής τις οὖσα· ὀστώδης γάρ. | |
223 | Idem: Πώγων· ὡς μὲν Ἀπολλόδωρος, ὅτι πῆξιν ἡλικίας σημαίνει. | |
224 | Idem: Ῥάχις· ὡς μὲν Ἀπολλόδωρος, ἀπὸ τοῦ ῥῆξιν εἶναι καὶ τὰ δεξιὰ μέρη διακρίνειν ἀπὸ τῶν εὐωνύμων. | |
225 | Idem: Ὦτα. Ἀπολλόδωρος μὲν, ἀπὸ τοῦ δέχεσθαι τὴν ὄσσαν. | |
226 | Photius Lexicon: Μέλασμα· τὸ βάμμα τῆς κεφαλῆς. Ἀπολλόδωρος. | |
227 | Idem: Πελικάν· Βοιωτοὶ τὴν ξυλίνην λεκάνην, διὰ τὸ ἐκπεπελεκῆσθαι. Ἀπολλόδωρος δὲ ποτηρίου εἶδος. | |
228 | Idem: Σκιαγράφος, ὁ νῦν σκηνογράφος. Οὕτως Ἀπολλόδωρος. | |
229a | Suidas: Κύβος, πᾶν τετράγωνον. Κύβος, ὁ κύκλωθεν βάσιν ἔχων. Ἀπολλόδωρος ἀπὸ τῆς κυφότητος· τὸ γὰρ ἐπὶ κεφαλὴν κυλισθῆναι κυβιστῆσαι ἔλεγον. Καὶ ἐν Ἐπιγράμματι· | |
5 | Οἶδ’ ὅτι ῥίπτω | |
πάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς. | ||
229b | Etymol. M.: Κύβος· ὁ κύκλωθεν βάσιν ἔχων, ἢ πᾶσα τετράγωνος ψῆφος. Ἀπολλόδωρος δὲ ἀπὸ τῆς κυφότητος. Τὰ γὰρ ἐπὶ κεφαλὴν κύψαντα κυλισθῆναι, κυβιστῆσαι ἔλεγον. Καὶ κυβιστᾷν, τὸ ἐπὶ κεφαλῆς | |
5 | πηδᾷν. Κύβην γὰρ ἔλεγον τὴν κεφαλήν. Παρὰ τὸ κύ‐ πτω, κύψω, γίνεται κύβος. Ἐξ αὐτοῦ κυβιστὴς, καὶ κυβιστὴρ ὁ κολυμβητής. | |
230 | Suidas: Λαρινοὶ βόες. ... Ἀπολλόδωρος δὲ αὖ τοὺς εὐτραφεῖς, λαρινούς. Λαρινεύειν γὰρ τὸ σιτεύειν. | |
231 | Idem: Ῥάξαι· ἀντὶ τοῦ καταβαλεῖν. Οὕτως Ἀπολ‐ λόδωρος. | |
232 | Idem: Φροῦδος· πρὸ ὁδοῦ, οἱονεὶ ἀπεληλυθώς, ἔκδημος. Ἀπολλόδωρος· «Φροῦδος μὲν ὁ πρὸ ὁδοῦ, φησὶν, ἢ ἤδη ἔξω ὤν.» | |
233 | Eustath. Il. Ε: ... καὶ ὅτι κακῶς δασύνουσί τινες τοῦ Ἐνυὼ τὸ υ. Ἄμεινον γάρ φησι ψιλοῦν ... ἢ καὶ διότι ἀπὸ τοῦ ἐναύειν | |
5 | γίνεται κατὰ Ἀπολλόδωρον, ὅ ἐστιν ἐμφωνεῖν. | |
234 | Idem Il. Ι, 147: [Φίλην ἀνάεδνον ἀγέσθω Πρὸς οἶκον Πηλῆος· ἐγὼ δ’ ἐπὶ μείλια δώσω] Ἔτι ἰστέον καὶ ὅτι Ἀρίσταρχος μὲν ἓν μέρος λόγου λαμβάνει τὸ, ἐπιμείλια, ὡς τὸ ἐπι‐ | |
5 | φέρνια. Ἀπολλόδωρος δὲ διαλύει, λέγων· ἐπιδώσω μείλια· ὡς καὶ κατωτέρω εὐθὺς ἐπάγει, Ὅσς’ οὔπω τις ἑῇ ἐπέδωκε θυγατρί. | |
235 | Idem Odyss. Γ, 444: Φησὶ δὲ καὶ Ἀπολλόδωρος, ὡς εἰκὸς ἦν καὶ παρὰ τῷ ποιητῇ οὕτως αὐτὸ προφέρεσθαι· περιαιρε‐ θῆναι δὲ τὸ ἰῶτα ὑπό τινων. | |
236 | Idem Odyss. Λ, 579: Δέρτρον ... Ἀπολλόδωρος δὲ, τὸν περὶ κοιλίαν ἐπίπλουν, ὃν καὶ ἀργέτην δημὸν ἐκεῖνος καλεῖ. | |
237 | Idem Odyss. Μ, 22: Τὸ δὲ «δισθα‐ νέες» ἐν δυσὶ μέρεσι λόγου ἀναγινώσκει Ἀπολλόδωρος, λέγων, ὅτι τὸ δὶς καὶ τρὶς ἀποβάλλει τὸ σῖγμα ἐν ταῖς συνθέσεσιν· οἷον δίπους, τρίπους. Ὤφειλεν οὖν καὶ δι‐ | |
5 | θανέες. Νοητέον δὲ τὸν Ἀπολλοδώρου λόγον χωρὶς τῶν ἀριθμητικῶν· δισχιλίους γὰρ μετὰ τοῦ σῖγμα καὶ τρισ‐ χιλίους φαμέν. Καὶ οὕτω μὲν αὐτός. | |
237a | Herodian. Περὶ μον. λέξ.: Κριτής. Οὐδὲν εἰς της λῆγον δισύλλαβον ἀρσενικὸν ὀξύνεσθαι θέλει, ἀλλὰ μόνον τὸ κριτής· τὸ γὰρ ληϊστὴς τρισύλλαβόν ἐστι· διὸ | |
5 | ἔχει προκείμενον τὸ ι· τὸ δὲ ψαλτὴς Ἀττικόν ἐστι ὀξυνόμενον, ὡς ἱστορεῖ Ἀπολλόδωρος. | |
237b | Apollon. gramm. De pronom.: Καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος καὶ ὁ Θρᾲξ Διονύσιος καὶ ἄρθρα δεικτικὰ τὰς ἀντωνυμίας ἐκάλεσαν. | |
237c | Cramer. Anecd. Oxon. II: Θεός, ἀπὸ τοῦ θεῖν· τινὲς δὲ ἀπὸ τοῦ αἴτιον εἶναι τοῦ θεᾶσθαι διὰ τὴν αὐγὴν τοῦ ἡλίου καὶ τῆς σελήνης. | |
237d | Idem An Ox. I (Epimer. Hom): Ἀνέμοιο (Il. ζ, 346)· ὄνομα προσηγορικὸν ἀπὸ ῥή‐ ματος. Ἀπολλόδωρος παρὰ τὸ ἀνύειν· ὁ δὲ ποιητὴς παρὰ τὸ ἀεῖν. | |
237e | Idem ib. I: Ὑπόδρα (Il. α, 143) ἐπίρρημα πόθεν γίνεται; Ὁ μὲν Ἀπολλόδωρος δύο λέγει παραγωγὰς, ὁ δὲ Ἡρωδιανὸς μίαν ἀπὸ παρα‐ κειμένου οὕτως· ὥσπερ ἀπὸ τοῦ ἠρεμῶ γίνεται ἠρέμα, | |
5 | καὶ ἀπὸ τοῦ σιγῶ σίγα, οὕτως καὶ ἐκ τοῦ ὁρῶ ὅρα, καὶ μετὰ τῆς ὑπὸ ὑπόρα, καὶ πλεονασμῷ τοῦ δ ὑπόδρα, τὸ ὑφορᾶσθαι. Καὶ ἄλλως. Ἔστι δρῶ, καὶ σημαίνει τὸ βλέπω, ἐξ οὗ καὶ δράσις καὶ δρᾶμα· ἐκ τοῦ οὖν δρῶ γίνεται δρᾶ, καὶ μετὰ τῆς ὑπὸ ὑπόδρα, τὸ ὑποβλέπειν, | |
10 | καὶ δραπέτης. Ὁ δὲ Ἡρωδιανὸς λέγει ὅτι ἐκ τοῦ ὑπο‐ δρὰξ γίνεται κτλ. | |
237f | Idem ib. I: Ἀπὸ τῆς ἀμφί προ‐ θέσεως τὸ ἀμφίς ἐπίρρημα ταύτης παραλαμβάνεται· «Οἵπερ νέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες (Il. ο, 225)». Οὐδεμία γὰρ πρόθεσις πλεονάζει τὸ ς. Τὸ δὲ ε, | |
5 | οἷον ἀμφί ἑ, ἀντωνομία νῦν ἀρσενικὴ ὀρθοτονουμένη, νῦν μεταλαμβανομένη εἰς σύνθετον· Ἀπολλόδωρος δὲ ψιλοῖ τὸ ἕ. | |
t238a-242 | ΠΕΡΙ ΤΩΝ ΑΘΗΝΗΣΙΝ ΕΤΑΙΡΩΝ. | |
238a | Athenaeus XIII: Σὺ δὲ, ὦ σοφιστὰ, ἐν τοῖς καπηλείοις συναναφύρῃ οὐ μεθ’ ἑταίρων, ἀλλὰ | |
μεθ’ ἑταιρῶν, μαστροπευούσας περὶ σαυτὸν οὐκ ὀλίγας ἔχων καὶ περιφέρων ἀεὶ τοιαυτὶ βιβλία Ἀριστοφάνους | ||
5 | καὶ Ἀπολλοδώρου καὶ Ἀμμωνίου καὶ Ἀντιφάνους, ἔτι δὲ Γοργίου τοῦ Ἀθηναίου, πάντων τούτων συγγε‐ γραφότων περὶ τῶν Ἀθήνησιν ἑταιρίδων. | |
238b | Idem XIII: Αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆ‐ ναι τοσοῦτο πλῆθος ἤνεγκαν ἑταιρῶν ... Ἀνέγραψε γοῦν Ἀριστοφάνης μὲν ὁ Βυζάντιος ἑκατὸν καὶ τριά‐ κοντα πέντε, Ἀπολλόδωρος δὲ τούτων πλείους. | |
239 | Athen. XIII: Περὶ δὲ τῆς Φανοστράτης Ἀπολλόδωρός φησιν ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρί‐ δων, ὅτι Φθειροπύλη ἐπεκαλεῖτο, ἐπειδήπερ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο. ... Ἑταιρῶν ἐπωνυμία αἱ | |
5 | ἀφύαι· περὶ ὧν ὁ προειρημένος Ἀπολλόδωρος φησίν· Σταγόνιον καὶ Ἀνθὶς ἀδελφαὶ, αὗται Ἀφύαι ἐκαλοῦντο, ὅτι καὶ λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγά‐ λους εἶχον. | |
240 | Harpocration: Φανοστράτη, ... Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρῶν, ταύτην φησὶν ὀνο‐ μάζεσθαι Φθειροπύλην, ἐπειδὴ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο. | |
241 | Idem: Νάννιον ... Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν ἑταιρῶν, Αἶγα λέγεσθαι φησὶ ταύτην τὴν ἑταίραν, διὰ τὸ Θαλλὸν τὸν κάπηλον καταφαγεῖν· ὅτι γὰρ θαλλῷ χαίρουσιν αἱ αἶγες, καὶ Σοφοκλῆς Ποιμέσιν etc. | |
242 | Athen. XIII: Ἀπολλόδωρος δὲ ἐν τῇ περὶ ἑταιρῶν, δύο ἀναγράφει Φρύνας γεγονέναι· ὧν τὴν μὲν ἐπικαλεῖσθαι κλαυσιγέλωτα, τὴν δὲ σαπέρ‐ διον. | |
242a | Athenaeus XIV: Ἀπολλόδωρος δ’ ἐν τῇ πρὸς τὴν Ἀριστοκλέους ἐπιστολὴν ἀντιγραφῇ, «ὃ νῦν, φησὶν, ἡμεῖς λέ‐ γομεν ψαλτήριον, τοῦτ’ εἶναι μάγαδιν· ὁ δὲ κλεψίαμ‐ | |
5 | βος κληθεὶς, ἔτι δὲ ὁ τρίγωνος καὶ ὁ ἔλυμος καὶ τὸ ἐννεάχορδον ἀμαυρότερα τῇ χρείᾳ καθέστηκε». | |
t243-247 | ΠΕΡΙ ΚΡΑΤΗΡΟΣ, sive ΠΕΡΙ ΚΥΛΙΚΩΝ. | |
243a | Athenaeus XI: Παρθένιος δ’ ὁ τοῦ Διονυ‐ σίου ἀμφίθετον ἀκούει τὴν ἀπύθμενον φιάλην· Ἀπολ‐ λόδωρος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ τοῦ κρατῆρος ῥη‐ | |
5 | σειδίῳ τὴν κατὰ τὸν πυθμένα μὴ δυναμένην τίθεσθαι καὶ ἐρείδεσθαι, ἀλλὰ κατὰ τὸ στόμα. | |
243b | Eustath. ad Il. Ψ, 616: Ἀπολλόδωρος δὲ, φασὶν, ἀμφίθετον λέγει, τὴν μὴ κατὰ πυθμένα, κατὰ μόνον δὲ στόμα δυναμένην ἐρείδεσθαι. | |
244 | Athenaeus XI: Κοτύλη. ... Ἀπολλό‐ | |
δωρος δὲ ποτηρίου τι γένος ὑψηλὸν καὶ ἔγκοιλον. | ||
245 | Athenaeus XI: Κύμβα ποτήριον Ἀπολλόδωρος Παφίοις. | |
246 | Athen. XI: Λεπαστής. ... Ἀμερίας δέ φησι τὸν οἰνοχόην λεπαστὴς καλεῖσθαι. Ἀριστο‐ φάνης δὲ καὶ Ἀπολλόδωρος, γένος εἶναι κύλικος. | |
247 | Athen. XI: Σελευκὶς, ὅτι ἀπὸ Σελεύ‐ κου βασιλέως τὴν προσηγορίαν ἔσχε τὸ ἔκπωμα, προ‐ είρηται, ἱστοροῦντος τοῦτο καὶ Ἀπολλο‐ | |
δώρου τοῦ Ἀθηναίου. |