TLG 0547 003 :: ANAXIMENES :: Fragmenta

ANAXIMENES Hist. Rhet.
(Lampsacenus: 4 B.C.)

Fragmenta

Source: FGrH #72. : 2A:116–130.

Citation: Volume-Jacoby#-F — fragment — (line)

2a,72,F

1

(Script. Al. M. p. 34) DION. HAL. A R I 1, 1: τοὺς εἰωθότας ἀποδίδοσθαι τοῖς προοιμίοις τῶν ἱστοριῶν λόγους ἥκιστα βουλόμενος ἀναγκάζομαι περὶ ἐμαυτοῦ προειπεῖν, οὔτ’ ἐν τοῖς ἰδίοις μέλλων πλεονάζειν ἐπαίνοις ... οὔτε διαβολὰς καθ’ ἑτέρων ἐγνωκὼς ποιεῖσθαι συγγραφέων, ὥσπερ Ἀναξιμένης καὶ Θεόπομπος (115 F 24)
5ἐν τοῖς προοιμίοις τῶν ἱστοριῶν ἐποίησαν ...

2a,72,F

2

HARPOKR. s. Ἀμφικτύονες· συνέδριόν ἐστιν Ἑλληνικόν, συνα‐ γόμενον ἐν Θερμοπύλαις. ὠνομάσθη δὲ ἤτοι ἀπὸ Ἀμφικτύονος ... ὥς φησι Θεόπομπος ἐν η (115 F 63) ... ἢ ἀπὸ τοῦ περιοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας, ὡς Ἀναξιμένης ἐν α Ἑλληνικῶν.

2a,72,F

3

ATHEN. VI 19 p. 231 C: Ἀναξιμένης δ’ ὁ Λαμψακηνὸς ἐν ταῖς Πρώταις ἐπιγραφομέναις Ἱστορίαις τὸν Ἐριφύλης ὅρμον διαβόητον γενέσθαι διὰ τὸ σπάνιον εἶναι τότε 〈τὸ〉 χρυσίον παρὰ τοῖς Ἕλλησι· καὶ γὰρ ἀργυ‐ ροῦν ποτήριον ἦν ἰδεῖν τότε παράδοξον.

2a,72,F

4

HARPOKR. SUID. s. Πεζέταιροι· Δημοσθένης Φιλιππικοῖς
(Ol. II 17). Ἀναξιμένης ἐν α Φιλιππικῶν περὶ Ἀλεξάνδρου λέγων φησίν· «ἔπειτα τοὺς μὲν ἐνδοξοτάτους ἱππεύειν συνεθίσας ἑταίρους προσηγόρευσε, τοὺς δὲ πλείστους καὶ τοὺς2
5πεζοὺς εἰς λόχους καὶ δεκάδας καὶ τὰς ἄλλας ἀρχὰς διε‐ λὼν πεζεταίρους ὠνόμασεν, ὅπως ἑκάτεροι μετέχοντες τῆς βασιλικῆς ἑταιρίας προθυμότατοι διατελῶσιν ὄντες.»

2a,72,F

5-6

LEX. DEMOSTH. (Pap. Berol. 5008; Berl. Klass.— Texte I) A 16: καὶ [μ]έντοι [περὶ τούτων ἄλλοι τε εἰρήκασιν] | καὶ Ἀναξι‐ μ[ένης, ὃς ἐν τῆι α τῶν Φιλιππικῶν] | ἱστορεῖ τὴν ἀ[πόστασιν τὴν ἀπὸ Κότυος, ἐν] | δὲ τῆι β τὴν π[ροδοσίαν τὴν ὑπὸ τοῦ Σμι]|κυθίωνος κ[αὶ τὴν
5ἀναίρεσιν τὴν Μιλτοκύθου].

2a,72,F

7

HARPOKR. s. Ἁλόννησος· νησύδριον ἐν τῶι Αἰγαίωι πελάγει ... μνημονεύει δὲ τῆς ἀμφισβητήσεως τῆς περὶ Ἁλοννήσου καὶ Θεόπομπος ἐν δ (115 F 50) καὶ Ἀναξιμένης ἐν δ Φιλιππικῶν.

2a,72,F

8

ANON. IN ARISTOT. Eth. Nic. III 11 p. 1116 b 6 (Comm. i. Arist. Graec. XX 166, 2): ἱστοροῦσι περὶ τῆς μάχης ταύτης Κηφισσόδωρος ἐν τῆι ιβ 〈τῶν〉 Περὶ τοῦ ἱεροῦ πολέμου (112 F 1) καὶ Ἀναξι‐ μένης ἐν τῆι τετάρτηι τῶν Περὶ Φίλιππον καὶ Ἔφορος ἐν τῆι τριακοστῆι
5(70 F 94).

2a,72,F

9

DIDYMOS zu Demosth. 6, 59: δόξε̣[ι]ε̣ δ’ ἂν ἐντ̣ε̣λῶς τ̣ὰ̣ περὶ αὐτὸν (sc. τὸν Ἑρμίαν) διατεθε̣ῖ̣σ̣[θ]αι Ἀναξιμένης ἐν τῆι ἕκτηι τῶν Περὶ Φίλιππον ἱστοριῶν, οὗ τὴν ἐκλογὴν παρίημι· ο̣[ὐ γὰρ ὄφε]λ̣ος.

2a,72,F

10

HARPOKR. SUID. s. Μάστειρα· ἐν η Φιλιππικῶν Δημο‐ σθένης (VIII 44 = X 15): ‘τῶν· μὲν ἐν Θράικηι κακῶν—τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν‘; μήποτε γραπτέον Βάστει‐ ραν ἢ Πίστειραν ἢ Ἐπίμαστον, ἐπεὶ ταύτας τὰς πόλεις εὑρίσκομεν παρ’
5Ἀναξιμένει ἐν ζ τῶν περὶ Φίλιππον, τὴν δὲ Μάστειραν οὐδαμοῦ
μνήμης τυχοῦσαν.116

2a,72,F

11a

DIDYMOS zu Demosth. 11, 7: ὑποτοπήσειε δ’ ἄν τις οὐκ ἀπὸ σκοποῦ συμπεφορῆσθαι τὸ λογίδιον (or. XI) ἔκ τινων Δημοσθένους πραγματ〈ει〉ῶν ἐπισυντεθέν. καὶ εἰσὶν οἵ φασιν Ἀναξιμένους εἶναι τοῦ Λαμψακηνοῦ τὴν συμβουλήν, κ̣α̣ὶ̣ γ̣ὰ̣ρ̣ δ̣ὴ̣ ἐν τῆι ἑβδόμηι τῶ[ν Φιλιππ]ικῶν
5〈ὅλ〉ην ὀλίγου δεῖν γράμμασιν α[ὐτοῖς ἐ]ντετ[ά]χθ[α]ι. ἔνιοι δὲ καὶ πρὸ αὐτῶν φορτικωτέρως ἡρμήνευσαν, καθάπερ τὸ ‘ὀρρωδεῖν‘ (§ 2) ἥκιστα Δημοσθενικὸν ὂν καὶ εἴ τινα ἄλλα ὅμοια τούτωι.

2a,72,F

11b

[DEMOSTH.] or. XI (Πρὸς τὴν ἐπιστολὴν τὴν Φιλίππου) Ὅτι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππος οὐκ ἐποιήσατο τὴν εἰρήνην πρὸς ὑμᾶς, ἀλλ’ ἀνεβάλετο τὸν πόλεμον, πᾶσιν ὑμῖν φανερὸν γέγονεν. ἐπειδὴ γὰρ Φαρσαλίοις Ἅλον παρέδωκε καὶ τὰ περὶ Φωκέας
5διωικήσατο καὶ τὴν Θράικην κατεστρέψατο πᾶσαν, αἰτίας οὐκ οὔσας πλασάμενος καὶ προφάσεις ἀδίκους ἐξευρὼν τῶι μὲν ἔργωι πάλαι πολεμεῖ πρὸς τὴν πόλιν, τῶι δὲ λόγωι νῦν ὁμολογεῖ διὰ τῆς ἐπιστολῆς ἧς ἔπεμψεν (F 41). (2) ὅτι δὲ χρὴ μήτ’ ὀρρωδεῖν ὑμᾶς τὴν ἐκείνου δύναμιν μήτ’ ἀγεννῶς ἀντιταχθῆναι πρὸς αὐτόν, ἀλλὰ καὶ σώμασι καὶ χρήμασι καὶ ναυσὶ καὶ πᾶσιν ὡς ἁπλῶς
10εἰπεῖν ἀφειδῶς ὁρμῆσαι πρὸς τὸν πόλεμον, ἐγὼ πειράσομαι διδάσκειν. πρῶτον μὲν γὰρ εἰκός, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς θεοὺς μεγίστους ὑμῖν ὑπάρχειν συμμάχους καὶ βοηθούς, ὧν ἐκεῖνος τὰς πίστεις ὑπεριδὼν καὶ τοὺς ὅρκους ὑπερβὰς λέλυκεν ἀδίκως τὴν εἰρήνην. (3) ἔπειθ’ οἷς πρότερον ηὐξήθη, φενακίζων ἀεί τινας καὶ μεγάλ’ ἐπαγγελλόμενος εὐεργετήσειν,
15ταῦτα πάντα διεξελήλυθεν ἤδη, καὶ γιγνώσκεται μὲν ὑπὸ τῶν Περινθίων καὶ Βυζαντίων καὶ τῶν ἐκείνοις συμμαχούντων ὡς ἐπιθυμεῖ προσενεχθῆναι τούτοις τὸν αὐτὸν τρόπον ὅνπερ Ὀλυνθίοις πρότερον, (4) οὐκ ἀγνοεῖται δ’ ὑπὸ Θετταλῶν δεσπόζειν, ἀλλ’ οὐχ ἡγεῖσθαι τῶν συμμάχων προαιρούμενος, ὑποπτεύεται δ’ ὑπὸ Θηβαίων Νίκαιαν μὲν φρουρᾶι κατέχων, εἰς δὲ τὴν
20ἀμφικτυονίαν εἰσδεδυκώς, τὰς δὲ πρεσβείας τὰς ἐκ Πελοποννήσου πρὸς αὑτὸν ἄγων καὶ τὴν ἐκείνων συμμαχίαν παραιρούμενος· ὥστε τῶν αὐτῶι πρὸ τοῦ φίλων ὄντων τοὺς μὲν νῦν πολεμεῖν ἀκαταλλάκτως, τοὺς δὲ μηκέτι προθύμους εἶναι συναγωνιστάς, ἅπαντας δ’ ὑφορᾶσθαι καὶ διαβεβλῆσθαι πρὸς αὐτόν. (5) ἔτι τοίνυν—οὐδὲ γὰρ τοῦτ’ ἔστι μικρόν—οἱ κατὰ
25τὴν Ἀσίαν σατράπαι καθεστῶτες ἔναγχος μὲν ξένους [μισθοφόρους] εἰσπέμ‐ ψαντες ἐκώλυσαν ἐκπολιορκηθῆναι Πέρινθον, νῦν δὲ τῆς ἔχθρας αὐτοῖς ἐνεστώσης καὶ τοῦ κινδύνου πλησίον ὄντος, εἰ χειρωθήσεται Βυζάντιον,
(6) οὐ μόνον αὐτοὶ προθύμως συμπολεμήσουσιν, ἀλλὰ καὶ βασιλέα [Περσῶν] χρήματα χορηγεῖν ἡμῖν προτρέψονται, ὃς τοσοῦτον μὲν κέκτηται πλοῦτον117
30ὅσον οὐδ’ οἱ λοιποὶ πάντες, τηλικαύτην δ’ ἔχει ῥώμην πρὸς τὰς ἐνθάδε πράξεις ὥστε καὶ πρότερον, ἡνίκα Λακεδαιμονίοις ἐπολεμοῦμεν, ὁποτέροις πρόσθοιτο, τούτους ἐποίει κρατεῖν τῶν ἑτέρων, καὶ νῦν μεθ’ ἡμῶν γενό‐ μενος ῥαιδίως καταπολεμήσει τὴν Φιλίππου δύναμιν. (7) πρὸς τοίνυν τούτοις τηλικούτοις οὖσιν οὐκ ἐρῶ μὲν ὡς οὐ διὰ τὴν
35εἰρήνην πολλὰ προείληφεν ἡμῶν χωρία καὶ λιμένας καὶ τοιαῦθ’ ἕτερα χρήσιμα πρὸς πόλεμον, ὁρῶ δ’ ὡς ὅταν μὲν ὑπ’ εὐνοίας τὰ πράγματα συνέχηται καὶ πᾶσι ταὐτὰ συμφέρηι τοῖς μετέχουσι τῶν πολέμων, μένει τὰ συσταθέντα βεβαίως· ὅταν δ’ ἐξ ἐπιβουλῆς καὶ πλεονεξίας ἀπάτηι καὶ βίαι κατέχηται, καθάπερ ὑπὸ τούτου νῦν, μικρὰ πρόφασις καὶ τὸ τυχὸν
40πταῖσμα ταχέως αὐτὰ διέσεισε καὶ κατέλυσεν. (8) καὶ πολλάκις εὑρίσκω λογιζόμενος οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμμαχικὰ τῶι Φιλίππωι πρὸς ὑποψίαν ἥκοντα καὶ δυσμένειαν, ἀλλὰ καὶ τὰ τῆς ἰδίας ἀρχῆς οὐ συνηρμοσμένα καλῶς οὐδ’ οἰκείως οὐδ’ ὡς οἰεταί τις. ὅλως μὲν γὰρ ἡ Μακεδονικὴ δύναμις ἐν μὲν προσθήκης μέρει ῥοπὴν ἔχει τινὰ καὶ χρῆσιν
45αὐτὴ δὲ καθ’ αὑτὴν ἀσθενής ἐστι καὶ πρὸς τηλικοῦτον ὄγκον πραγμάτων εὐκαταφρόνητος. (9) ἔτι δ’ αὐτὴν οὗτος τοῖς πολέμοις καὶ ταῖς στρατείαις καὶ πᾶσιν οἷς ἄν τις αὐτὸν μέγαν εἶναι νομίσειε, σφαλερωτέραν αὑτῶι πεποίηκεν. μὴ γὰρ οἴεσθ’, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς αὐτοῖς χαίρειν Φίλιππόν τε καὶ τοὺς ἀρχομένους, ἀλλ’ ἐννοεῖσθ’ ὡς ὁ μὲν ἐπιθυμεῖ δόξης, οἱ δ’

2a,72,F

11b

(50)

ἀσφαλείας, καὶ τῶι μὲν οὐκ ἔστι τυχεῖν ταύτης ἀκινδύνως, οἱ δ’ οὐδὲν δέονται, καταλείποντες οἴκοι τέκνα γονεῖς γυναῖκας, φθείρεσθαι καὶ καθ’ ἑκάστην ἡμέραν κινδυνεύειν ὑπὲρ αὐτοῦ. (10) ὥστε τοὺς μὲν πολλοὺς τῶν Μακεδόνων ἐκ τούτων ἄν τις ἴδοι πῶς διάκεινται πρὸς τὸν Φίλιππον· τοὺς δὲ περὶ αὐτὸν ὄντας ἑταίρους καὶ τοὺς τῶν ξένων ἡγεμόνας εὑρήσετε
55δόξαν μὲν ἔχοντας ἐπ’ ἀνδρείαι, περιδεῶς δὲ μᾶλλον τῶν ἀδόξων ζῶντας. τοῖς μὲν γὰρ ὁ πρὸς τοὺς πολεμίους μόνον ὑπάρχει κίνδυνος, οἱ δὲ τοὺς κόλακας καὶ τοὺς διαβάλλοντας αὐτοὺς μᾶλλον ἢ τὰς μάχας δεδίασι· (11) κἀκεῖνοι μὲν μετὰ πάντων ἀγωνίζονται πρὸς τοὺς ἀντιταχθέντας,
τοῖς δὲ καὶ τῶν ἐν τοῖς πολέμοις κακῶν οὐκ ἐλάχιστον μέρος μέτεστιν,118
60καὶ χωρὶς ἰδίαι τὸν τρόπον τὸν τοῦ βασιλέως φοβεῖσθαι συμβέβηκεν. ἔτι δὲ τῶν μὲν πολλῶν ἐὰν ἁμάρτηι τις, ζημίας κατὰ τὴν ἀξίαν εἴληφεν· οἱ δ’ ὅταν μάλιστα κατορθώσωσι, τότε μάλιστα σκορακίζονται καὶ προπηλακί‐ ζονται παρὰ τὸ προσῆκον. (12) καὶ τούτοις οὐδ’ ἂν εἷς εὖ φρονῶν ἀπι‐ στήσειεν· οὕτω γὰρ φιλότιμον αὐτὸν εἶναί φασιν οἱ συνδιατρίψαντες ὥστε
65βουλόμενον τὰ κάλλιστα τῶν ἔργων πάνθ’ αὑτοῦ δοκεῖν εἶναι μᾶλλον ἄχθεσθαι τῶν στρατηγῶν καὶ τῶν ἡγεμόνων τοῖς ἄξιον ἐπαίνου τι πράξασιν ἢ τοῖς ὅλως ἀποτυχοῦσι. (13) πῶς οὖν, εἴπερ ἐστὶ ταῦτα τοιαῦτα, πιστῶς ἤδη πολὺν χρόνον αὐτῶι παραμένουσιν; ὅτι νῦν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ κατορθοῦν αὐτὸν ἐπισκοτεῖ πᾶσι τοῖς τοιούτοις· αἱ γὰρ εὐπραξίαι
70δειναὶ συγκρύψαι καὶ συσκιάσαι τὰς ἁμαρτίας τῶν ἀνθρώπων εἰσίν· εἰ δέ τι πταίσει, τότ’ ἀκριβῶς διακαλυφθήσεται ταῦτα πάντα. (14) συμβαίνει γάρ, ὥσπερ ἐν τοῖς σώμασιν ἡμῶν· ὅταν μὲν ἐρρωμένος ἦι τις, οὐδὲν ἐπαισθάνεται τῶν καθ’ ἕκαστα σαθρῶν, ἐπὰν δ’ ἀρρωστήσηι, πάντα κινεῖται, κἂν ῥῆγμα κἂν στρέμμα κἂν ἄλλο τι τῶν ὑπαρχόντων ἦι μὴ
75τελέως ὑγιεινόν· οὕτω καὶ τῶν βασιλειῶν καὶ πασῶν τῶν δυναστειῶν, ἕως μὲν ἂν ἐν τοῖς πολέμοις κατορθῶσιν, ἀφανῆ τὰ κακὰ τοῖς πολλοῖς ἐστιν, ἐπὰν δέ τι πταίσωσιν, ὃ νῦν παθεῖν εἰκὸς ἐκεῖνον μεῖζον φορτίον ἢ καθ’ αὑτὸν αἰρόμενον, γίγνεται φανερὰ τὰ δυσχερῆ πάντα τοῖς ἅπασιν. (15) εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον ὁρῶν εὐτυχοῦντα
80φοβερὸν εἶναι νομίζει καὶ δυσπολέμητον, σώφρονος μὲν ἀνδρὸς χρῆται προνοίαι· μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ ὅλον ἡ τύχη ἐστὶ πρὸς ἅπαντα τὰ τῶν ἀνθρώπων πράγματα· κατὰ πολλοὺς μέντοι τρόπους ἕλοιτ’ ἄν τις οὐχ ἧττον τὴν ἡμετέραν εὐτυχίαν ἢ τὴν ἐκείνου. (16) παρά τε γὰρ τῶν προγόνων ἐκ πλείονος χρόνου παρειλήφαμεν τὴν εὐδαιμονίαν οὐ τούτου
85μόνον, ἀλλὰ συνελόντι φράσαι πάντων τῶν ἐν Μακεδονίαι βασιλευσάντων· κἀκεῖνοι μὲν Ἀθηναίοις φόρους ἤνεγκαν, ἡ δ’ ἡμετέρα πόλις οὐδενί πω τῶν ἁπάντων [ἀνθρώπων]. ἔτι δὲ τοσούτωι πλείους ἀφορμὰς αὐτοῦ πρὸς τὴν τῶν θεῶν εὔνοιαν ἔχομεν, ὅσωι διατελοῦμεν εὐσεβέστερα καὶ δικαιότερα πράττοντες. (17) τί ποτ’ οὖν ἐκεῖνος ἐν τῶι προτέρωι πολέμωι πλείω
90κατώρθωσεν ἡμῶν; ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, —παρρησιάσομαι γὰρ πρὸς
ὑμᾶς—ὁ μὲν αὐτὸς στρατεύεται καὶ ταλαιπωρεῖ καὶ τοῖς κινδύνοις πάρεστιν, οὔτε καιρὸν παριεὶς οὔθ’ ὥραν ἔτους παραλείπων οὐδεμίαν, ἡμεῖς δὲ —εἰρήσεται γὰρ τἀληθῆ—οὐδὲν ποιοῦντες ἐνθάδε καθήμεθα, μέλλοντες ἀεὶ καὶ ψηφιζόμενοι καὶ πυνθανόμενοι κατὰ τὴν ἀγορὰν εἴ τι λέγεται119
95νεώτερον. καίτοι τί γένοιτ’ ἂν νεώτερον ἢ Μακεδὼν ἀνὴρ καταφρονῶν Ἀθηναίων καὶ τολμῶν ἐπιστολὰς πέμπειν τοιαύτας οἵας ἠκούσατε μικρῶι πρότερον; (18) καὶ τῶι μὲν ὑπάρχουσι μισθοφόροι στρατιῶται, καὶ νὴ Δία πρὸς τούτοις τῶν παρ’ ἡμῖν ῥητόρων τινές, οἳ τὰς παρ’ ἐκείνου δωρεὰς οἴκαδε λαμβάνειν νομίζοντες οὐκ αἰσχύνονται Φιλίππωι ζῶντες, οὐδ’ αἰσθά‐

2a,72,F

11b

(100)

νονται πάντα καὶ τὰ τῆς πόλεως καὶ τὰ σφῶν αὐτῶν μικροῦ λήμματος πωλοῦντες. ἡμεῖς δ’ οὔτε τῶν ἐκείνου πραγμάτων οὐδὲν στασιάζειν παρασκευάζομεν οὔτε ξενοτροφεῖν ἐθέλομεν οὔτε στρατεύεσθαι τολμῶμεν. (19) οὔκουν ἐστὶν οὐδὲν δεινόν, εἴ τι πεπλεονέκτηκεν ἡμῶν κατὰ τὸν πρό‐ τερον πόλεμον, ἀλλὰ μᾶλλον εἰ μηδὲν ποιοῦντες ἡμεῖς ὧν προσήκει τοὺς
105πολεμοῦντας, νομίζομεν κρατήσειν τοῦ πάντα πράττοντος ἃ δεῖ τοὺς πλεονεκτήσειν μέλλοντας. (20) ὧν, ὦ ἄνδρες Ἀθηναῖοι, χρὴ λαβόντας ἔννοιαν καὶ λογισαμένους ὡς οὐδ’ ἐφ’ ἡμῖν ἐστι τὸ φάσκειν ἄγειν εἰρήνην—ἤδη γὰρ ἐκεῖνος καὶ προη‐ γόρευκε τὸν πόλεμον καὶ τοῖς ἔργοις ἐξενήνοχε—μηδενὸς μὲν φείδεσθαι μήτε
110τῶν δημοσίων μήτε τῶν ἰδίων, στρατεύεσθαι δέ, ἄν που καιρὸς ἦι, προθύμως ἅπαντας, χρῆσθαι δὲ στρατηγοῖς ἀμείνοσιν ἢ πρότερον. (21) μὴ γὰρ ὑπολάβηι τις ὑμῶν, δι’ ὧν ἐγένετο τὰ πράγματα χείρω τὰ τῆς πόλεως, διὰ τούτων αὐτὰ πάλιν ἀναλήψεσθαι καὶ γενήσεσθαι βελτίω· μηδὲ νομίσητε ῥαιθυμούντων ὑμῶν, ὥσπερ πρότερον, ἑτέρους ὑπὲρ τῶν ὑμετέρων ἀγωνι‐
115εῖσθαι προθύμως· ἀλλ’ ἐννοεῖσθ’ ὡς αἰσχρόν ἐστι τοὺς μὲν πατέρας ὑμῶν πολλοὺς πόνους καὶ μεγάλους κινδύνους ὑποστῆναι Λακεδαιμονίοις πολε‐ μοῦντας, (22) ὑμᾶς δὲ μηδ’ ὑπὲρ ὧν ἐκεῖνοι δικαίως κτησάμενοι παρέδοσαν ὑμῖν ἐθέλειν ἐρρωμένως ἀμύνεσθαι, ἀλλὰ τὸν μὲν ἐκ Μακεδονίας ὁρμώμενον οὕτως εἶναι φιλοκίνδυνον ὥσθ’ ὑπὲρ τοῦ μείζω ποιῆσαι τὴν ἀρχὴν κατα‐
120τετρῶσθαι πᾶν τὸ σῶμα τοῖς πολεμίοις μαχόμενον, Ἀθηναίους δέ, οἷς πάτριόν ἐστι μηδενὸς ἀκούειν, ἁπάντων δὲ κρατεῖν ἐν τοῖς πολέμοις, τού‐ τους διὰ ῥαιθυμίαν ἢ μαλακίαν ἐγκαταλείπειν τά τε τῶν προγόνων ἔργα
καὶ τὰ συμφέροντα τῆς πατρίδος. (23) ἵνα δὲ μὴ μακρολογῶ, φημὶ χρῆναι παρεσκευάσθαι μὲν πρὸς τὸν120
125πόλεμον, παρακαλεῖν δὲ τοὺς Ἕλληνας, μὴ λόγοις ἀλλὰ τοῖς ἔργοις, πρὸς τὴν παρ’ ἡμῶν συμμαχίαν· ὡς ἅπας μέν ἐστι λόγος μάταιος πράξεων ἄμοιρος γενόμενος, τοσούτωι δὲ μάλισθ’ ὁ παρὰ τῆς ἡμετέρας πόλεως, ὅσωι δοκοῦμεν αὐτῶι προχειρότατα χρῆσθαι τῶν ἄλλων Ἑλλήνων.

2a,72,F

12

HARPOKR. s. Καβύλη· Δημοσθένης ἐν η Φιλιππικῶν (VIII 44). χωρίον ἐστὶ τῆς Θράικης, ὥς φησι Θεόπομπός τε ἐν μζ (115 F 220) καὶ Ἀναξιμένης ἐν η Φιλιππικῶν. οὗτος δέ φησιν αὐτὸ ἱδρῦσθαι πρὸς τῶι Τάξωι ποταμῶι κατὰ μέσον τῆς Θράικης.

2a,72,F

13

HARPOKR. SUID. s. ὁ κάτωθεν νόμος (= LEX. DEMOSTH. Pap. Berol. 5008 B 7 ff.)· Δημοσθένης ἐν τῶι κατ’ Ἀριστο‐ κράτους (XXIII 28). Δίδυμος ‘ἤτοι‘ φησί ‘τὴν ἡλιαίαν λέγει ὁ ῥήτωρ διὰ τὸ τῶν δικαστηρίων τὰ μὲν ἄνω τὰ δὲ κάτω ὀνομάζεσθαι· ἢ διὰ τὸ σχῆμα
5τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστροφηδὸν γεγραμμένης, ἧι τὸν ἀπὸ τῶν εὐωνύμων ἀρχόμενον νόμον κάτωθεν ὀνομάζει ὁ Δημοσθένης ......· ἢ ‘ἐπεί‘ φησί, ‘τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ βουλευτήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὥς φησιν Ἀναξι‐ μένης ἐν Φιλιππικοῖς.‘

2a,72,F

14

HARPOKR. s. Μύρτανον· Δημοσθένης ὑπὲρ Κτησιφῶντος (XVIII 27). φρούριον ἦν ἐν Θράικηι, ὡς Μαρσύας ὁ πρεσβύτερος ἐν ζ Μακεδονικῶν (135 F 1) καὶ Ἀναξιμένης ἐν Φιλιππικοῖς.

2a,72,F

15

HARPOKR. s. ἀκινάκης· Δημοσθένης ἐν τῶι κατὰ Τιμο‐ κράτους (XXIV 129). Περσικὸν ξίφος ἐστί. καὶ Ἀναξιμένης ἐν α Τῶν
περὶ Ἀλέξανδρον.121

2a,72,F

16

HARPOKR. s. Ἀλκίμαχος· Δημοσθένης ἐν τῶι κατ’ Εὐέργου καὶ Μνησιβούλου (XLVII 50; 78). στρατηγὸς οὗτός ἐστιν, Ἀναγυράσιος τῶν δήμων, στρατηγήσας ἐν τῶι πρὸς Φίλιππον πολέμωι. ἕτερος δέ ἐστιν Ἀλκίμαχος Μακεδών, οὗ μνημονεύει Ὑπερείδης ἐν τῶι κατὰ Δημάδου
5(F 77 Bl—Jensen) οὕτως· ‘Ἀλκίμαχον καὶ Ἀντίπατρον Ἀθηναίους καὶ προξένους ἐποιησάμεθα‘. Ἀναξιμένης δὲ ἐν τῆι β Τῶν περὶ Ἀλέξανδρον ἀνέγραψεν αὐτοῦ δημηγορίαν, πρὸς ἣν ἀντειπεῖν φησι Δημοσθένην.

2a,72,F

17

DIDYMOS zu Demosth. 9, 43: δύο Ἀριστομήδ[ει]ς εἰσίν, [ἕτερος μὲν] ὁ Φεραῖος ὁ συμπολεμῶν τοῖς βασιλέως στρατηγοῖς Φιλίππωι, περὶ [οὗ] ἄλ̣[λοι] τε καὶ αὐτὸς [ὁ] Φίλιππος ἐν τῆι πρὸς Ἀθηναίους ἐπιστολῆι διείλεκται καὶ Θεό[πομπος] ἐν τῆι η καὶ μ Τῶν περὶ Φίλιππον
5(115 F 222). τ̣[ῶι] Ἀλεξάνδρωι δὲ περὶ Κιλικίαν ἀντιταξάμενος σὺν Δαρείωι εἰς Κύπρον διέδρα, καθά φησιν Ἀναξιμένης ἐν τῆι † θ Τῶν περὶ Ἀλέξανδρον.

2a,72,F

18

ATHEN. XII 41 p. 531 D E: Ἀναξιμένης δ’ ἐν τῶι ἐπι‐ γραφομένωι Βασιλέων Μεταλλαγαὶ περὶ τοῦ Στράτωνος τὰ αὐτὰ ἱστορήσας (wie Theopompos 115 F 114) διημιλλῆσθαί φησιν αὐτὸν Νικοκλεῖ τῶι τῆς ἐν Κύπρωι Σαλαμῖνος βασιλεύσαντι, ἐσπουδακότι περὶ τρυφὴν καὶ ἀσέλγειαν,
5ἀποθανεῖν τ’ ἀμφοτέρους βιαίως.

2a,72,F

19

STEPH. BYZ. s. Πασσαργάδαι· πόλις· θηλυκῶς. Διότιμος ἐν ξε Παντοδαπῶν Ἀναγνωσμάτων (IV) παρατιθέμενος Ἀναξιμένην ἐν Μεταλλαγαῖς Βασιλέων οὕτω γράφοντα· «τὰς δὲ Πασσαργάδας ἔκτισεν ὁ Κῦρος ἐφ’ οὗ τόπου παραταξάμενος Ἀστυάγην
5ἐνίκησεν. ὀνομάζεται δὲ ἡ πόλις διερμηνευθεῖσα Περ‐ σῶν στρατόπεδον.» Ἀπολλόδωρος (244 F 296) δὲ ἀρσενικῶς φησιν .....

2a,72,F

20a

AFRICAN. bei EUSEB. PE X 10 p. 491 A: τῶν γὰρ
Αἰγυπτίων ὀργῆι θεοῦ χαλάζαις τε καὶ χειμῶσι μαστιζομένων εἰκὸς ἦν μέρη τινα συμπάσχειν τῆς γῆς, † ὅτι τε Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἦν, ἀποίκους ἐκείνων ὑπονοουμένους, ὥς φασιν ἄλλοι τε122
5καὶ ἐν τῶι Τρικαράνωι Θεόπομπος.

2a,72,F

20b

PROKLOS zu Plat. Timai. 21 E (I 97, 27 Diehl): τοὺς δὲ Ἀθηναίους Καλλισθένης (124 F 51) μὲν καὶ Φανόδημος (III) πατέρας τῶν Σαιτικῶν ἱστοροῦσι γενέσθαι, Θεόπομπος δὲ ἀνάπαλιν ἀποίκους αὐτῶν εἶναί φησιν. Ἀττικὸς ὁ Πλατωνικὸς διὰ
5βασκανίαν φησὶ μεταποιῆσαι τὴν ἱστορίαν τὸν Θεόπομπον· ἐπ’ αὐτοῦ γὰρ ἀφικέσθαι τινὰς ἐκ τῆς Σάεως ἀνανεουμένους τὴν πρὸς Ἀθηναίους συγγένειαν.

2a,72,F

21

ARISTEID. XXVI 50 (II 105 Keil): ἐπειδή τε τοῖς ἐκείνων (sc. τῶν Λακεδαιμονίων) ἀδικήμασι καὶ τῶι μίσει τῶι διὰ ταῦτα εἰς αὐτοὺς παρὰ τῶν Ἑλλήνων αὐξηθέντες Θηβαῖοι ἐκράτησαν αὐτοὺς [τὴν ἐν Λεύκτροις μάχην], ὁμοῦ τε Λακεδαιμόνιοι ἐκποδὼν ἦσαν καὶ Θηβαίους οὐδεὶς αὖ φέρειν
5ἐδύνατο μίαν μάχην εὐτυχήσαντας, ἀλλ’ ἀπεφάνθη λυσιτελοῦν ἔτι τὴν Κα‐ δμείαν ἔχεσθαι μᾶλλον ἢ κεκρατηκέναι Λακεδαιμονίων 〈Θηβαίουσ〉—οὕτως ἐμισήθησαν. (51) καὶ ταῦτα οὐ δή που κατηγορίας ἕνεκα κοινῆς τῶν Ἑλλήνων συνεσκευασάμην, ὥσπερ ὁ θαυμαστὸς ἐκεῖνος ὁ τὸν Τρικάρανον ποιήσας—μήποτε ἀνάγκη τοσαύτη γένοιτο—, ἀλλ’ ἐκεῖνο ἐπιδεικνύναι
10βουλόμενος, ὅτι οὔπω πρὸ ὑμῶν ἦν τὸ ἄρχειν εἰδέναι.

2a,72,F

22

DIOG. LAERT. I 40: Ἀναξιμένης δέ φησι πάντας (sc. τοὺς ἑπτὰ σοφούς) ἐπιθέσθαι ποιητικῆι.

2a,72,F

23

HARPOKR. s. Ἀρχιδάμειος πόλεμος· Λυσίας ἐν τῶι κατ’ Ἀνδροτίωνος (F 9 Fuhr) καὶ 〈Δείναρχος κατὰ〉 Πυθέου ξενίας. τὰ πρῶτα δέκα ἔτη τοῦ Πελοποννησιακοῦ πολέμου Ἀρχιδάμειος ἐκλήθη πόλεμος, ὡς ἔοικεν, ἀπὸ τοῦ τὸν Ἀρχίδαμον εἰς τὴν Ἀττικὴν ἐμβαλεῖν, καθὰ Θου‐
5κυδίδης καὶ Ἔφορος (70 F 197) καὶ Ἀναξιμένης φασίν.

2a,72,F

24

PLUTARCH. Public. 9: λέγεται δὲ καὶ τῶν Ἑλληνικῶν ἐπι‐ ταφίων ἐκεῖνος γενέσθαι πρεσβύτερος, εἴ γε μὴ καὶ τοῦτο Σόλωνός ἐστιν, ὡς Ἀναξιμένης ὁ ῥήτωρ ἱστόρηκεν.

2a,72,F

25

STRAB. XIII 1, 19: Μιλησίων δ’ εἰσὶ καὶ αἱ Κολωναὶ αἱ ὑπὲρ Λαμψάκου ἐν τῆι μεσογαίαι τῆς Λαμψακηνῆς· ἄλλαι δ’ εἰσὶν ἐπὶ
τῆι ἐκτὸς Ἑλλησποντίαι θαλάττηι, Ἰλίου διέχουσαι σταδίους τετταράκοντα πρὸς τοῖς ἑκατόν, ἐξ ὧν τὸν Κύκνον φασίν. Ἀναξιμένης δὲ καὶ ἐν τῆι123
5Ἐρυθραίαι φησὶ λέγεσθαι Κολωνὰς καὶ ἐν τῆι Φωκίδι καὶ ἐν Θετταλίαι. ἐν δὲ τῆι Παριανῆι ἐστιν Ἰλιοκολώνη.

2a,72,F

26

—XIV 1, 6: πολλὰ δὲ τῆς πόλεως ἔργα ταύτης (sc. Μιλή‐ του), μέγιστον δὲ τὸ πλῆθος τῶν ἀποικιῶν· ὅ τε γὰρ Εὔξεινος πόντος ὑπὸ τούτων συνώικισται πᾶς καὶ ἡ Προποντὶς καὶ ἄλλοι πλείους τόποι. Ἀναξιμένης γοῦν ὁ Λαμψακηνὸς οὕτω φησίν, ὅτι καὶ Ἴκαρον τὴν νῆσον
5καὶ Λέρον Μιλήσιοι συνώικισαν καὶ περὶ Ἑλλήσποντον ἐν μὲν τῆι χερρονήσωι Λίμνας, ἐν δὲ τῆι Ἀσίαι Ἄβυδον Ἀρίσβαν, Παισόν· ἐν δὲ τῆι Κυζικηνῶν νήσωι Ἀρτάκην, Κύζικον· ἐν δὲ τῆι μεσογαίαι τῆς Τρωάδος Σκῆψιν.

2a,72,F

27

ATHEN. V 58 p. 217 D: Περδίκκας τοίνυν πρὸ Ἀρχελάου βασιλεύει, ὡς μὲν ὁ Ἀκάνθιός φησιν Νικομήδης (III) ἔτη μα, Θεόπομπος (115 F 279) δὲ λε, Ἀναξιμένης μ, Ἱερώνυμος (154 F 1) κη, Μαρσύας (135—136 F 15) δὲ καὶ Φιλόχορος (III) κγ.

2a,72,F

28

DIDYMOS zu Demosth. 8, 8: τοῦ Φιλίππου ἐπὶ ἄρχοντος Λυκίσκου Ἀθήναζε περὶ εἰρήνης πέμψαντος, βασιλέως πρέσβεις συμπροσή‐ καντο οἱ Ἀθηναῖοι, ἀλλὰ ὑπεροπτικώτερον ἢ ἐχρῆν διελέχθησαν αὐτοῖς· εἰρηνεύσειν γὰρ πρὸς Ἀ[ρταξέρξ]η̣ν, ἐὰν μὴ ἐπὶ τὰς Ἑλλην[ίδας] ἴηι [πόλεις.
5ἀφηγοῦν]ται τ[αῦτ]α Ἀνδροτίων (III), ὃς καὶ τ̣[οτ’ (?) εἶπε, καὶ Ἀνα]ξ̣ι̣μένης· εἴη δ’ ἂν ἄμεινον [τὰ τοῦ Φι]λ̣[ο]χ̣όρου (III) παραγράψαι ....

2a,72,F

29

PLUTARCH. De Alex. fort. I 3 p. 327 D: ... μᾶλλον δὲ τὴν πάντων ἀνθρώπων ἀρχὴν εἰς νοῦν ἐμβαλέσθαι (sc. ἐθάρρησεν Ἀλέξανδρος), τοῖς τρισμυρίοις, οἴεσθαι, πεζοῖς καὶ τετρακισχιλίοις ἱππεῦσι πιστεύσας· τοσοῦτοι γὰρ ἦσαν, ὡς Ἀριστόβουλός φησιν (139 F 4): ὡς δὲ
5Πτολεμαῖος ὁ βασιλεύς (138 F 4), τρισμύριοι πεζοί, πεντακισχίλιοι δ’ ἱππεῖς· ὡς δ’ Ἀναξιμένης, τετρακισμύριοι πεζοὶ καὶ τρισχίλιοι, πεντα‐ κισχίλιοι δὲ καὶ πεντακόσιοι ἱππεῖς. τὸ δὲ λαμπρὸν αὐτῶι καὶ μέγα παρασκευασθὲν ὑπὸ τῆς Τύχης ἐφόδιον ἑβδομήκοντα τάλαντ’ ἦν, ὥς φησιν Ἀριστόβουλος· ὡς δὲ Δοῦρις (76 F 40), τριάκοντα μόνον ἡμερῶν ἐπισι‐
10τισμός.124

2a,72,F

30

VIT. HOM. Rom. VI p. 30, 24 Wil: Ἀναξιμένης μὲν οὖν καὶ Δαμάστης (5 F 11) καὶ Πίνδαρος (F 264) .... Χῖον αὐτὸν ἀποφαί‐ νονται, καὶ Θεόκριτος ἐν τοῖς Ἐπιγράμμασιν.

2a,72,F

31

STOB. Flor. II 8, 17: Ἀναξιμένους· «τὸ γὰρ δυσλόγιστον τοῦ βίου τοῖς ἀνθρώποις τύχην προσαγορεύειν εἰώθαμεν. εἰ γὰρ ταῖς γνώμαις πάντα κατωρθοῦμεν, ὄνομα 〈τῆσ〉 τύχης οὐκ ἂν ἦν.»

2a,72,F

32

—Flor. III 38, 44: Ἀναξιμένους· «οἱ γὰρ μετὰ φθόνου κρίνον‐ τες τὸ πρωτεῖον ἀπονέμουσι τοῖς χειρίστοις, οὐ τοῖς βελτίστοις.»

2a,72,F

33

——III 38, 45: τοῦ αὐτοῦ· «ὅσοι γὰρ τὰ καλῶς ῥηθέντα ἢ πραχθέντα διὰ φθόνον οὐκ ἐπαινοῦσι, πῶς ἂν οὗτοι τοῖς ἔργοις ὠφελήσειαν;»

2a,72,F

34

——IV 25, 37: Ἀναξιμένους· «οὗτος γὰρ μάλιστα πάντων φιλοπάτωρ ἐστίν, ὅστις ζητεῖ δι’ οὗ μηδὲν λυπήσας τὸν πατέρα πλεῖστ’ αὐτὸν εὐφραίνειεν ἄν. τί γάρ ἐστι δικαιότερον ἢ τοὺς γενέσεως καὶ παιδείας αἰτίους ὄντας ἀντευεργετεῖν;»

2a,72,F

35

——IV 33, 21: Ἀναξιμένους· «οὐ γὰρ οὕτως οἱ πλουτοῦντες ὡς οἱ πένητες τοὺς ἀτυχοῦντας οἰκτίρειν εἰώθασι· δεδιότες γὰρ περὶ αὑτῶν τὰς τῶν ἄλλων συμφορὰς ἐλεοῦσιν.»

2a,72,F

36

——IV 33, 22: 〈τοῦ αὐτοῦ〉· «ἡ γὰρ πενία καὶ πρὸς τὰς τέχ‐ νας δεινοτέρους καὶ πρὸς τὸν βίον τεχνικωτέρους τοὺς ἀνθρώπους καθίστησι.»

2a,72,F

37

——IV 33, 22a: 〈τοῦ αὐτοῦ〉· «χαλεπὴ γὰρ διδάσκαλος ἡ πενία τοῦ μικρὸν φρονεῖν.»

2a,72,F

38

——IV 50, 91: Ἀναξιμένους· «τοῖς γὰρ ἀστείοις πρεσβύταις ὅσον αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι πάλιν αὔξονται, καὶ τοσούτωι βεβαιότερον αὐτοῖς παρέχει τὸ λέγειν τί χρήσιμον τοῖς ἄλλοις καὶ παρ’ ἑτέρων
5αὐτοὺς ἀκούειν· ὥστε τὰς μὲν ἀπὸ τῶν βρωτῶν καὶ ποτῶν καὶ ἀφροδισίων ἡδονὰς γινομένας ἰδεῖν ἐστιν οὐχ οὕτως εἰς τὸ παρα‐ χρῆμα εὐφραινούσας ὡς ὕστερον λυπούσας, ἡ δὲ περὶ τοὺς λόγους ἡδονὴ καὶ μάθησις ἔν τε τῶι παραυτίκα εὐφραίνει καὶ πρὸς τὸν ἄλλον βίον τοὺς μανθάνοντας ἡδέως παρασκευάζει.»

2a,72,F

39

SUID. s. ἔχετον· ἀντὶ τοῦ ἐχέτωσαν, δυικῶς. ‘λέγετον τοῦτο Τίμαιος (III) καὶ Ἀναξιμένης, ἔχετον δὲ καὶ Κλείταρχον (137 F 36) αὐτοῖς νοοῦντα ἐς μίαν καὶ
τὴν αὐτήν.‘125

2a,72,F

40

FULGENT. myth. III 3 p. 62 Helm: Anaximenes, qui de picturis antiquis disseruit, libro secundo ait venationem Acteonem dilexisse; qui cum ad maturam pervenisset aetatem, consideratis venationum periculis, id est quasi nudam artis suae rationem videns, timidus factus est; unde et cor cervi habens, unde et Homerus ait
5‘οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο‘ ... sed dum periculum venandi fugiret, affectum tamen canum non dimisit, quos inaniter pascendo paene omnem sub‐ stantiam perdidit. ob hanc rem a canibus suis devoratus esse dicitur.

2a,72,F

41

[DEMOSTH.] or. XII: Ἐπιστολὴ Φιλίππου. Φίλιππος Ἀθηναίων τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν. Ἐπειδὴ πολλάκις μου πρέσβεις ἀποστείλαντος, ἵν’ ἐμμείνωμεν τοῖς ὅρκοις καὶ ταῖς ὁμολογίαις, οὐδεμίαν ἐποιεῖσθ’ ἐπιστροφήν, ὤιμην δεῖν πέμψαι πρὸς ὑμᾶς ὑπὲρ ὧν ἀδικεῖσθαι νομίζω. μὴ θαυμάσητε δὲ τὸ
5μῆκος τῆς ἐπιστολῆς· πολλῶν γὰρ ὑπαρχόντων ἐγκλημάτων ἀναγκαῖόν ἐστιν ὑπὲρ ἁπάντων δηλῶσαι καθαρῶς. (2) πρῶτον μὲν γὰρ Νικίου τοῦ κήρυκος ἁρπασθέντος ἐκ τῆς χώρας τῆς ἐμῆς, οὐχ ὅτι τοῖς παρανομοῦσιν ἐπετιμήσατε τὴν δίκην, ἀλλὰ τὸν ἀδικούμενον εἵρξατε δέκα μῆνας· ἃς δ’ ἔφερε παρ’ ἡμῶν ἐπιστολάς, ἀνέγνωτ’ ἐπὶ τοῦ βήματος.
10ἔπειτα Θασίων ὑποδεχομένων τὰς Βυζαντίων τριήρεις καὶ τῶν ληιστῶν τοὺς βου‐ λομένους οὐδὲν ἐφροντίζετε, τῶν συνθηκῶν διαρρήδην λεγουσῶν πολεμίους εἶναι τοὺς ταῦτα ποιοῦντας. (3) ἔτι τοίνυν περὶ τοὺς αὐτοὺς χρόνους Διοπείθης ἐμβαλὼν εἰς τὴν χώραν Κρωβύλην μὲν καὶ τὴν Τιρίστασιν ἐξηνδραποδίσατο, τὴν δὲ προσεχῆ Θράικην ἐπόρθησε, τέλος δ’ εἰς τοῦτ’ ἦλθε παρανομίας ὥστ’ Ἀμφίλοχον ὑπὲρ τῶν
15αἰχμαλώτων ἐλθόντα πρεσβευτὴν συλλαβὼν καὶ τὰς ἐσχάτας ἀνάγκας ἐπιθεὶς ἀπελύ‐ τρωσε ταλάντων ἐννέα· καὶ ταῦτα τῶι δήμωι συνδοκοῦντ’ ἐποίησεν. (4) καίτοι τὸ παρανομεῖν εἰς κήρυκα καὶ πρέσβεις τοῖς ἄλλοις τε πᾶσιν ἀσεβὲς εἶναι δοκεῖ καὶ μάλισθ’ ὑμῖν· Μεγαρέων γοῦν Ἀνθεμόκριτον ἀνελόντων εἰς τοῦτ’ ἐλήλυθεν ὁ δῆμος ὥστε μυστηρίων μὲν εἶργον αὐτούς, ὑπόμνημα δὲ τῆς ἀδικίας ἔστησαν ἀνδριάντα
20πρὸ τῶν πυλῶν. καίτοι πῶς οὐ δεινόν, ἐφ’ οἷς παθόντες οὕτως ἐμισήσατε τοὺς δράσαντας, νῦν αὐτοὺς φαίνεσθαι ποιοῦντας; (5) Καλλίας τοίνυν ὁ παρ’ ὑμῶν στρατηγὸς τὰς μὲν πόλεις τὰς ἐν τῶι Παγασίτηι κόλπωι κατοικουμένας ἔλαβεν ἁπάσας, ὑμῖν μὲν ἐνόρκους, ἐμοὶ δὲ συμμαχίδας οὔσας, τοὺς δ’ εἰς Μακεδονίαν πλέοντας ἐπώλει πάντας πολεμίους κρίνων· καὶ διὰ ταῦθ’ ὑμεῖς ἐπηινεῖτ’ αὐτὸν ἐν
25τοῖς ψηφίσμασιν. ὥστ’ ἔγωγ’ ἀπορῶ τί ποτ’ ἔσται καινότερον, ἐὰν ὁμολογήσητέ μοι πολεμεῖν· καὶ γὰρ ὅτε 〈οὔπω〉 φανερῶς διεφερόμεθα, ληιστὰς ἐξεπέμπετε καὶ τοὺς πλέοντας ὡς ἡμᾶς ἐπωλεῖτε, τοῖς ἐναντίοις ἐβοηθεῖτε, τὴν χώραν μου κακῶς ἐποιεῖτε. (6) χωρὶς τοίνυν εἰς τοῦτο παρανομίας ἀφῖχθε καὶ δυσμενείας ὥστε καὶ πρὸς
τὸν Πέρσην πρέσβεις ἀπεστάλκατε πείσοντας αὐτὸν ἐμοὶ πολεμεῖν· ὃ μάλιστ’ ἄν τις126
30θαυμάσειεν. πρὸ μὲν γὰρ τοῦ λαβεῖν αὐτὸν Αἴγυπτον καὶ Φοινίκην ἐψηφίσασθε, ἂν ἐκεῖνός τι νεωτερίζηι, παρακαλεῖν ὁμοίως ἐμὲ καὶ τοὺς ἄλλους Ἕλληνας ἅπαντας ἐπ’ αὐτόν· (7) νῦν δὲ τοσοῦτον ὑμῖν περίεστι τοῦ πρὸς ἐμὲ μίσους ὥστε πρὸς ἐκεῖνον διαλέγεσθε περὶ τῆς ἐπιμαχίας. καίτοι τὸ παλαιὸν οἱ πατέρες ὑμῶν, ὡς ἐγὼ πυνθάνομαι, τοῖς Πεισιστρατίδαις ἐπετίμων ὡς ἐπάγουσι τὸν Πέρσην ἐπὶ τοὺς
35Ἕλληνας· ὑμεῖς δ’ οὐκ αἰσχύνεσθε ταῦτα ποιοῦντες ἃ διατελεῖτε τοῖς τυράννοις ἐγκαλοῦντες. (8) ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ γράφετ’ ἐν τοῖς ψηφίσμασιν ἐμοὶ προστάττοντες Τήρην καὶ Κερσοβλέπτην ἐᾶν Θράικης ἄρχειν, ὡς ὄντας Ἀθηναίους. ἐγὼ δὲ τούτους οὔτε τῶν περὶ τῆς εἰρήνης συνθηκῶν οἶδα μετασχόντας ὑμῖν οὔτ’ ἐν ταῖς στήλαις
40ἀναγεγραμμένους οὔτ’ Ἀθηναίους ὄντας, ἀλλὰ Τήρην μὲν μέτ’ ἐμοῦ στρατευόμενον ἐφ’ ὑμᾶς, Κερσοβλέπτην δὲ τοῖς παρ’ ἐμοῦ πρεσβευταῖς ἰδίαι μὲν τοὺς ὅρκους ὀμόσαι προθυμούμενον, κωλυθέντα δ’ ὑπὸ τῶν ὑμετέρων στρατηγῶν ἀποφαινόντων αὐτὸν Ἀθηναίων ἐχθρόν. (9) καίτοι πῶς ἐστὶ τοῦτ’ ἴσον ἢ δίκαιον, ὅταν μὲν ὑμῖν συμφέρηι, πολέμιον εἶναι φάσκειν αὐτὸν τῆς πόλεως, ὅταν δ’ ἐμὲ συκοφαντεῖν βούλησθε, πολίτην
45ἀποδείκνυσθαι τὸν αὐτὸν ὑφ’ ὑμῶν· καὶ Σιτάλκου μὲν ἀποθανόντος, ὧι μετέδοτε τῆς πολιτείας, εὐθὺς ποιήσασθαι πρὸς τὸν ἀποκτείναντα φιλίαν, ὑπὲρ δὲ Κερσοβλέπτου πόλεμον αἴρεσθαι πρὸς ἡμᾶς; καὶ ταῦτα σαφῶς εἰδότας ὅτι τῶν λαμβανόντων τὰς δωρεὰς τὰς τοιαύτας οὐδεὶς οὔτε τῶν νόμων οὔτε τῶν ψηφισμάτων οὐδὲν φροντίζει τῶν ὑμετέρων. (10) οὐ μὴν ἀλλ’ εἰ δεῖ πάντα τἄλλα παραλιπόντα συντόμως εἰπεῖν,

2a,72,F

41

(50)

ὑμεῖς ἔδοτε πολιτείαν Εὐαγόραι τῶι Κυπρίωι καὶ Διονυσίωι τῶι Συρακοσίωι καὶ τοῖς ἐκγόνοις τοῖς ἐκείνων. ἐὰν οὖν πείσητε τοὺς ἐκβαλόντας ἑκατέρους αὐτῶν ἀποδοῦναι πάλιν τὰς ἀρχὰς τοῖς ἐκπεσοῦσι, κομίζεσθε καὶ παρ’ ἐμοῦ τὴν Θράικην, ὅσης Τήρης καὶ Κερσοβλέπτης ἦρχον. εἰ δὲ τοῖς μὲν ἐκείνων κρατήσασι μηδ’ ἐγκαλεῖν ἀξιοῦτε μηδέν, ἐμὲ δ’ ἐνοχλεῖτε, πῶς οὐ δικαίως ὑμᾶς ἀμυνοίμην ἄν;
55 (11) περὶ μὲν οὖν τούτων πολλὰ λέγειν ἔχων ἔτι δίκαια, παραλιπεῖν προαι‐ ροῦμαι· Καρδιανοῖς δέ φημι βοηθεῖν, γεγονὼς αὐτοῖς πρὸ τῆς εἰρήνης σύμμαχος, οὐκ ἐθελόντων δ’ ὑμῶν ἐλθεῖν εἰς κρίσιν, πολλάκις μὲν ἐμοῦ δεηθέντος, οὐκ ὀλιγάκις δ’ ἐκείνων· ὥστε πῶς οὐκ ἂν εἴην πάντων φαυλότατος, εἰ καταλιπὼν τοὺς συμμάχους μᾶλλον ὑμῶν φροντίζοιμι τῶν πάντα μοι τρόπον ἐνοχλούντων ἢ τῶν βεβαίως μοι
60φίλων ἀεὶ μενόντων; (12) εἰ τοίνυν δεῖ μηδὲ τοῦτο παραλιπεῖν, εἰς τοσοῦτον ἐληλύθατε πλεονεξίας ὥστε πρότερον μὲν ἐνεκαλεῖτέ μοι τὰ προειρημένα μόνον, τὰ δ’ ὑπογυιότατα Πεπα‐ ρηθίων φασκόντων δεινὰ πεπονθέναι προσετάξατε τῶι στρατηγῶι δίκην παρ’ ἐμοῦ λαβεῖν ὑπὲρ ἐκείνων, οὓς ἐγὼ μὲν ἐτιμωρησάμην ἐνδεεστέρως ἢ προσῆκεν, ἐκεῖνοι
65δ’ εἰρήνης οὔσης καταλαβόντες Ἁλόννησον οὔτε τὸ χωρίον οὔτε τοὺς φρουροὺς ἀπε‐ δίδοσαν πέμψαντος ὑπὲρ αὐτῶν ἐμοῦ πολλάκις. (13) ὑμεῖς δ’ ὧν μὲν ἠδίκησαν ἐμὲ Πεπαρήθιοι, τούτων μὲν οὐδὲν ἐπεσκέψασθε, τὴν δὲ τιμωρίαν * ἀκριβῶς εἰδότες * καίτοι τὴν νῆσον οὔτ’ ἐκείνους οὔτ’ ὑμᾶς ἀφειλόμην, ἀλλὰ τὸν ληιστὴν Σώστρατον.
εἰ μὲν οὖν αὐτοί φατε παραδοῦναι Σωστράτωι, ληιστὰς ὁμολογεῖτε καταπέμπειν· εἰ127
70δ’ ἀκόντων ὑμῶν ἐκεῖνος ἐκράτει, τί δεινὸν πεπόνθατε λαβόντος ἐμοῦ καὶ τὸν τόπον τοῖς πλέουσιν ἀσφαλῆ παρέχοντος; (14) τοσαύτην δέ μοι ποιουμένου πρόνοιαν τῆς ὑμετέρας πόλεως καὶ διδόντος αὐτῆι τὴν νῆσον, οἱ ῥήτορες λαμβάνειν μὲν οὐκ εἴων, ἀπολαβεῖν δὲ συνεβούλευον, ὅπως ὑπομείνας μὲν τὸ προσταττόμενον τὴν ἀλλοτρίαν ἔχειν ὁμολογῶ, μὴ προέμενος δὲ τὸ χωρίον ὕποπτος γένωμαι τῶι πλήθει. γνοὺς ἐγὼ
75ταῦτα προὐκαλούμην κριθῆναι περὶ τούτων πρὸς ἡμᾶς, ἵν’ ἐὰν μὲν ἐμὴ γνωσθῆι, παρ’ ἐμοῦ δοθῆι τὸ χωρίον ὑμῖν, ἐὰν δ’ ὑμετέρα κριθῆι, τότ’ ἀποδῶ τῶι δήμωι. (15) ταῦτα δ’ ἐμοῦ πολλάκις ἀξιοῦντος, ὑμεῖς μὲν οὐ προσείχετε, Πεπαρήθιοι δὲ τὴν νῆσον κατέλαβον. τί οὖν ἐχρῆν με ποιεῖν; οὐ δίκην λαβεῖν παρὰ τῶν ὑπερβε‐ βηκότων τοὺς ὅρκους; οὐ τιμωρήσασθαι τοὺς οὕτως ὑπερηφάνως ἀσελγαίνοντας; καὶ
80γὰρ εἰ Πεπαρηθίων ἦν ἡ νῆσος, τί προσῆκεν ἀπαιτεῖν Ἀθηναίους; εἰ δ’ ὑμετέρα, πῶς οὐκ ἐκείνοις ὀργίζεσθε καταλαβοῦσι τὴν ἀλλοτρίαν; (16) εἰς τοῦτο δὲ προβεβήκαμεν ἔχθρας ὥστε βουλόμενος ταῖς ναυσὶν εἰς τὸν Ἑλλήσποντον παραβαλεῖν ἠναγκάσθην αὐτὰς παραπέμψαι διὰ Χερρονήσου τῆι στρατιᾶι, τῶν μὲν κληρούχων κατὰ τὸ Πολυκράτους δόγμα πολεμούντων ἡμῖν, ὑμῶν δὲ τοιαῦτα
85ψηφιζομένων, τοῦ δὲ στρατηγοῦ Βυζαντίους τε παρακαλοῦντος καὶ διαγγέλλοντος πρὸς ἅπαντας ὅτι πολεμεῖν αὐτῶι προστάττετε, ἂν καιρὸν λάβηι. τοιαῦτα δὲ πάσχων ὅμως τῆς πόλεως καὶ τῶν τριήρων καὶ τῆς χώρας ἀπεσχόμην, ἱκανὸς ὢν τὰ πλεῖστα λαβεῖν ἢ πάντα, καὶ διατετέλεκα προκαλούμενος ὑμᾶς εἰς κρίσιν ἐλθεῖν ὑπὲρ ὧν αἰτιώμεθ’ ἀλλήλους. (17) καίτοι σκοπεῖσθε πότερον κάλλιόν ἐστιν ὅπλοις ἢ λόγοις διακρίνεσθαι,
90καὶ πότερον αὐτοὺς εἶναι βραβευτὰς ἢ πεῖσαί τινας ἑτέρους· καὶ λογίζεσθ’ ὡς ἄλογόν ἐστιν Ἀθηναίους Θασίους μὲν καὶ Μαρωνίτας ἀναγκάσαι περὶ Στρύμης διακριθῆναι λόγοις, αὐτοὺς δὲ πρὸς ἐμὲ μὴ διαλύσασθαι περὶ ὧν ἀμφισβητοῦμεν τὸν τρόπον τοῦτον, ἄλλως τε καὶ γιγνώσκοντας ὅτι νικηθέντες μὲν οὐδὲν ἀποβαλεῖτε, κρατήσαντες δὲ λήψεσθε τὰ νῦν ὑφ’ ἡμῖν ὄντα.
95 (18) πάντων δέ μοι δοκεῖ παραλογώτατον εἶναι, διότι πέμψαντος ἐμοῦ πρέσβεις ἀπὸ τῆς συμμαχίας πάσης, ἵν’ ὦσι μάρτυρες, καὶ βουλομένου ποιήσασθαι πρὸς ὑμᾶς δικαίας ὁμολογίας ὑπὲρ τῶν Ἑλλήνων, οὐδὲ τοὺς περὶ τούτων λόγους ἐδέξασθε παρὰ τῶν πρεσβευόντων, ἐξὸν ὑμῖν ἢ τῶν κινδύνων ἀπαλλάξαι τοὺς δυσχερὲς ὑποπτεύοντάς τι καθ’ ἡμῶν ἢ φανερῶς ἐξελέγξαι με φαυλότατον ὄντα τῶν ἁπάντων. (19) τῶι μὲν

2a,72,F

41

(100)

οὖν δήμωι ταῦτα συνέφερε, τοῖς δὲ λέγουσιν οὐκ ἐλυσιτέλει. φασὶ γὰρ οἱ τῆς πολιτείας τῆς παρ’ ὑμῖν ἔμπειροι τὴν μὲν εἰρήνην πόλεμον αὐτοῖς εἶναι, τὸν δὲ πόλεμον εἰρήνην· ἢ γὰρ συναγωνιζομένους τοῖς στρατηγοῖς ἢ συκοφαντοῦντας ἀεί τι λαμβάνειν παρ’ αὐτῶν, ἔτι δὲ τῶν πολιτῶν τοῖς γνωριμωτάτοις καὶ τῶν ἔξωθεν τοῖς ἐνδοξοτάτοις λοιδορουμένους ἐπὶ τοῦ βήματος περιποιεῖσθαι παρὰ τοῦ πλήθους δόξαν ὥς εἰσι
105δημοτικοί. (20) ῥάιδιον μὲν οὖν ἐστί μοι παῦσαι τῆς βλασφημίας αὐτοὺς μικρὰ πάνυ προεμένωι καὶ ποιῆσαι λέγειν ἐπαίνους ὑπὲρ ἡμῶν. ἀλλ’ αἰσχυνοίμην ἄν, εἰ τὴν πρὸς ὑμᾶς εὔνοιαν παρὰ τούτων φαινοίμην ὠνούμενος, οἳ πρὸς τοῖς ἄλλοις εἰς τοῦτο
τόλμης ἥκουσιν ὥστε καὶ περὶ Ἀμφιπόλεως πρὸς ἡμᾶς ἀμφισβητεῖν ἐπιχειροῦσιν,128
110ὑπὲρ ἧς τῶν ἀντιποιουμένων αὐτῆς οἶμαι πολὺ δικαιότερα λέγειν αὐτός. (21) εἴτε γὰρ τῶν ἐξ ἀρχῆς κρατησάντων γίγνεται, πῶς οὐ δικαίως ἡμεῖς αὐτὴν ἔχομεν, Ἀλε‐ ξάνδρου τοῦ προγόνου πρώτου κατασχόντος τὸν τόπον, ὅθεν καὶ τῶν αἰχμαλώτων Μήδων ἀπαρχὴν ἀνδριάντα χρυσοῦν ἀνέστησεν εἰς Δελφούς; εἴτε τούτων μὲν ἀμφισβη‐ τήσειέ τις, ἀξιοῖ δὲ γίγνεσθαι τῶν ὕστερον γενομένων κυρίων, ὑπάρχει μοι καὶ τοῦτο
115τὸ δίκαιον· ἐκπολιορκήσας γὰρ τοὺς ὑμᾶς μὲν ἐκβαλόντας, ὑπὸ Λακεδαιμονίων δὲ κατοικισθέντας, ἔλαβον τὸ χωρίον. (22) καίτοι πάντες οἰκοῦμεν τὰς πόλεις ἢ τῶν προγόνων παραδόντων ἢ κατὰ πόλεμον κύριοι καταστάντες. ὑμεῖς δ’ οὔτε πρῶτοι λαβόντες οὔτε νῦν ἔχοντες, ἐλάχιστον δὲ χρόνον ἐν τοῖς τόποις ἐμμείναντες, ἀντιποιεῖσθε τῆς πόλεως, καὶ ταῦτα πίστιν ὑπὲρ ἡμῶν αὐτοὶ βεβαιοτάτην ἐπιθέντες· πολλάκις
120γὰρ ἐμοῦ γράφοντος ἐν ταῖς ἐπιστολαῖς ὑπὲρ αὐτῆς, ἐγνώκατε δικαίως ἔχειν ἡμᾶς, τότε μὲν ποιησάμενοι τὴν εἰρήνην ἔχοντος ἐμοῦ τὴν πόλιν, κἆιτα συμμαχίαν ἐπὶ ταῖς αὐταῖς ὁμολογίαις. (23) καίτοι πῶς ἂν ἑτέρα γένοιτο βεβαιοτέρα ταύτης κτῆσις, τῆς τὸ μὲν ἐξ ἀρχῆς καταλειφθείσης ἡμῖν ὑπὸ τῶν προγόνων, πάλιν δὲ κατὰ πόλεμον ἐμῆς γεγενημένης, τρίτον δὲ συγχωρηθείσης ὑφ’ ὑμῶν τῶν εἰθισμένων ἀμφισβητεῖν
125καὶ τῶν οὐδὲν ὑμῖν προσηκόντων; ἃ μὲν οὖν ἐγκαλῶ, ταῦτ’ ἐστίν· ὡς δὲ προυπαρχόντων καὶ διὰ τὴν ἐμὴν εὐλά‐ βειαν μᾶλλον ἤδη τοῖς πράγμασιν ἐπιτιθεμένων καὶ καθ’ ὅσον ἂν δύνησθε κακοποι‐ ούντων ὑμῶν, ἀμυνοῦμαι μετὰ τοῦ δικαίου, καὶ μάρτυρας τοὺς θεοὺς ποιησάμενος
διαλήψομαι περὶ τῶν καθ’ ὑμᾶς.129