TLG 0547 002 :: ANAXIMENES :: Testimonia ANAXIMENES Hist.
Rhet. Testimonia Source: FGrH #72. : 2A:112–116. Citation: Volume-Jacoby#-T — fragment — (line) | ||
2a,72,T1 | SUID. s. Ἀναξιμένης Ἀριστοκλέους Λαμψακηνός· ῥήτωρ· μαθητὴς Διογένους τοῦ Κυνὸς (T 11) καὶ Ζωίλου τοῦ Ἀμφιπολίτου (71) γραμμα‐ τικοῦ, τοῦ κακίζοντος Ὅμηρον, διδάσκαλος δὲ Ἀλεξάνδρου τοῦ Μακεδόνος (T 8). εἵπετο δὲ αὐτῶι ἐν τοῖς πολέμοις (T 9; 27). | |
2a,72,T2 | STRAB. XIII 1, 19: ἐκ Λαμψάκου .... Ἀναξιμένης ὁ ῥήτωρ .... | |
2a,72,T3 | DIOG. LAERT. II 3: γεγόνασι δὲ καὶ ἄλλοι δύο (sc. Ἀναξιμένεις) Λαμψακηνοί, ῥήτωρ καὶ ἱστορικός (VI), ὃς ἀδελφῆς υἱὸς ἦν τοῦ ῥήτορος τοῦ τὰς Ἀλεξάνδρου πράξεις γεγραφότος. | |
2a,72,T4 | DIODOR. XV 76, 4: ὑπῆρξαν δὲ κατὰ τού‐ τους τοὺς χρόνους ἄνδρες κατὰ παιδείαν ἄξιοι μνήμης Ἰσοκράτης ... καὶ οἱ τούτου γενόμενοι μαθηταὶ καὶ Ἀριστοτέλης ..... ἔτι δὲ Ἀναξιμένης ὁ Λαμψακηνὸς καὶ Πλάτων ..., ἔτι δὲ τῶν Πυθαγορικῶν φιλοσόφων οἱ τελευ‐ | |
5 | ταῖοι, Ξενοφῶν τε ... ἐσχατογήρως ὤν .... Ἀρίστιππός τε καὶ Ἀντι‐ σθένης, πρὸς δὲ τούτοις Αἰσχίνης ὁ Σφήττιος ... | |
---|---|---|
2a,72,T5 | EUSEB. HIERON. ol. 112, 4. (SYNKELL. p. 522, 8 Bonn; KEDREN. p. 277, 22 Bonn): Anaximenes et Epicurus clari habentur. | |
2a,72,T6 | PAUSAN. VI 18, 2 (SUID. s. Ἀναξιμένης): ἐνταῦθα καὶ Ἀναξι‐ μένους οἶδα εἰκόνα ἀνευρών, ὃς τὰ ἐν Ἕλλησιν ἀρχαῖα καὶ ὅσα Φίλιππος | |
ὁ Ἀμύντου καὶ ὕστερον Ἀλέξανδρος εἰργάσατο συνέγραψεν ὁμοίως ἅπαντα. ἡ δέ οἱ τιμὴ γέγονεν ἐν Ὀλυμπίαι παρὰ τῶν Λαμψακηνῶν τοῦ δήμου. | 2 | |
5 | ὑπελίπετο δὲ Ἀναξιμένης τοσάδε ἐς μνήμην· βασιλέα γὰρ οὐ τὰ πάντα ἤπιον ἀλλὰ καὶ τὰ μάλιστα θυμῶι χρώμενον, Ἀλέξανδρον τὸν Φιλίππου, τέχνηι περιῆλθε τοιᾶιδε (3) Λαμψακηνῶν τὰ βασιλέως τοῦ Περσῶν φρονησάντων ἢ καὶ αἰτίαν φρονῆσαι λαβόντων, ὁ Ἀλέξανδρος ἅτε ὑπερζέων ἐς αὐτοὺς τῆι ὀργῆι κακῶν ἠπείλει τὰ μέγιστα ἐργάσασθαι· οἱ δὲ ἅτε θέοντες περὶ γυναικῶν τε καὶ παίδων καὶ αὐτῆς πατρίδος | |
10 | ἀποστέλλουσιν Ἀναξιμένην ἱκετεύειν, Ἀλεξάνδρωι τε αὐτῶι καὶ ἔτι Φιλίππωι πρότερον γεγονότα ἐν γνώσει. προσήιει τε ὁ Ἀναξιμένης, καὶ τὸν Ἀλέξανδρον πεπυσμένον καθ’ ἥντινα αἰτίαν ἥκοι, κατομόσασθαί φασιν ἐπονομάζοντα θεοὺς τοὺς Ἑλλήνων ἦ μὴν αὐτοῦ ταῖς δεήσεσιν ὁπόσα ἐστὶν ἐναντία ἐργάσασθαι. (4) ἔνθα δὴ εἶπεν Ἀναξιμένης· ‘χαρίσασθαί μοι τήνδε ὦ βασιλεῦ τὴν χάριν, ἐξανδραποδίσασθαι μὲν γυναῖκας καὶ | |
15 | τέκνα Λαμψακηνῶν, καταβαλεῖν δὲ καὶ ἐς ἔδαφος τὴν πόλιν πᾶσαν, τὰ δὲ ἱερὰ τῶν θεῶν σφισιν ἐμπρῆσαι‘. ὁ μὲν ταῦτα ἔλεγεν, Ἀλέξανδρος δὲ οὔτε πρὸς τὸ σόφισμα ἀντιμηχανήσασθαί τι εὑρίσκων καὶ ἐνεχόμενος τῆι ἀνάγκηι τοῦ ὅρκου συγγνώμην ἔνεμεν οὐκ ἐθέλων Λαμψακηνοῖς. (5) φαίνεται δὲ καὶ ἄνδρα ὁ Ἀναξιμένης ἐχθρὸν οὐκ ἀμαθέστατα ἀλλὰ καὶ ἐπιφθονώτατα ἀμυνάμενος. | |
20 | ἐπεφύκει μὲν αὐτὸς σοφιστὴς καὶ σοφιστῶν λόγους μιμεῖσθαι· ὡς δέ οἱ δια‐ φορὰ ἐς Θεόπομπον ἐγεγόνει τὸν Δαμασιστράτου (115 T 10), γράφει βιβλίον ἐς Ἀθηναίους καὶ ἐπὶ Λακεδαιμονίοις ὁμοῦ καὶ Θηβαίοις συγγραφὴν λοίδορον. ὡς δὲ ἦν ἐς τὸ ἀκριβέστατον αὐτῶι μεμιμημένα, ἐπιγράψας τοῦ Θεοπόμπου τὸ ὄνομα τῶι βιβλίωι διέπεμπεν ἐς τὰς πόλεις· καὶ αὐτός τε συγγεγραφὼς | |
25 | ἦν καὶ τὸ ἔχθος τὸ ἐς Θεόπομπον ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ἐπηύξητο. (6) οὐ μὴν οὐδὲ εἰπεῖν τις αὐτοσχεδίως Ἀναξιμένους πρότερός ἐστιν εὑρη‐ κώς. τὰ ἔπη δὲ τὰ ἐς Ἀλέξανδρον οὔ μοι πιστά ἐστιν Ἀναξιμένην τὸν ποιήσαντα εἶναι (T 26; 27). | |
2a,72,T7 | STOB. Flor. IV 8, 17: Ἀναξιμένης ὁ Λαμψακηνὸς ῥήτωρ ἐρωτηθεὶς ὑπὸ τοῦ βασιλέως † Φαίδρου, τί ἀκοινώνητόν ἐστιν, εἶπε ‘τυραννίσ‘. | |
2a,72,T8 | PS. KALLISTH. I 13 (KEDREN. p. 277, 22 Bonn): ... διδάσκαλος (sc. Ἀλε‐ ξάνδρου) .... ῥητορικῶν δὲ λόγων Ἀναξιμένης, φιλοσοφίας δὲ Ἀριστοτέλης. | |
2a,72,T9a | DIOG. LAERT. V 10: λέγεται δὲ διὰ τὴν Καλλισθένους πρὸς Ἀλέξανδρον σύστασιν προσκροῦσαι τῶι βασιλεῖ (sc. ὁ Ἀριστοτέλης), κἀκεῖνον ἐπὶ τῶι τοῦτον λυπῆσαι Ἀναξιμένην (?) μὲν αὐξῆσαι, πέμψαι δὲ καὶ Ξενοκράτει δῶρα. | |
2a,72,T9b | GNOMOL. VAT. (Sternbach Wien. Stud. X) 85: ὁ αὐτὸς (sc. Ἀλέξανδρος) εἰπόντος Ἀναξιμένους ‘ἐὰν πᾶσι πολλὰ διδῶις, οὐ δυνήσηι τοῦτο ποιεῖν διὰ παντόσ‘, ἔφη· ‘οὐδέ γε, ἐὰν | |
παύσωμαι, μόνος πάντ’ ἔχειν δυνήσομαι πολὺν χρόνον‘. | 112 | |
2a,72,T10 | LUKIAN. Herod. 3: Ἱππίας τε ὁ ἐπιχώριος αὐτῶν σοφιστὴς καὶ Πρόδικος ὁ Κεῖος καὶ Ἀναξιμένης 〈ὁ Λαμψακηνὸς καὶ Θεόπομποσ〉 ὁ Χῖος καὶ Πῶλος ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι συχνοὶ λόγους ἔλεγον ἀεὶ καὶ αὐτοὶ πρὸς τὴν πανήγυριν ἀφ’ ὧν γνώριμοι ἐν βραχεῖ ἐγίγνοντο. | |
2a,72,T11 | DIOG. LAERT. VI 57: Ἀναξιμένει τῶι ῥήτορι παχεῖ ὄντι προσελθών (sc. Διογένης. s. T 1) ‘ἐπίδος καὶ ἡμῖν‘ ἔφη ‘τοῖς πτωχοῖς τῆς γαστρός· καὶ γὰρ αὐτὸς κουφισθήσηι καὶ ἡμᾶς ὠφελήσεισ‘. διαλεγομένου ποτὲ τοῦ αὐτοῦ τάριχος προτείνας περιέσπασε τοὺς ἀκροατάς· ἀγανακτοῦντος δέ ‘τὴν Ἀναξιμένουσ‘ ἔφη ‘διάλεξιν ὀβολοῦ | |
5 | τάριχος διαλέλυκεν. | |
2a,72,T12 | ATHEN. I 38 p. 21 C: Ἕρμιππος (IV) δέ φησι Θεόκριτον τὸν Χῖον ὡς ἀπαί‐ δευτον μέμφεσθαι τὴν Ἀναξιμένους περιβολήν. | |
2a,72,T13 | DION. HAL. De Isaeo 19: Ἀναξιμένην δὲ τὸν Λαμψακηνὸν ἐν ἁπάσαις μὲν ταῖς ἰδέαις τῶν λόγων τετράγωνόν τινα εἶναι βουλόμενον— καὶ γὰρ ἱστορίας γέγραφε (F 1 ff.) καὶ περὶ τοῦ ποιητοῦ συντάξεις (F 30) καταλέλοιπε καὶ τέχνας ἐξενήνοχεν, ἧπται δὲ καὶ συμβουλευτικῶν καὶ δικα‐ | |
5 | νικῶν (T 17) ἀγώνων—, οὐ μέντοι τέλειόν γε ἐν οὐδεμιᾶι τούτων τῶν ἰδεῶν, ἀλλ’ ἀσθενῆ καὶ ἀπίθανον ὄντα .... | |
2a,72,T14 | DIODOR. XV 89, 3 (ol. 104, 2. 363/2): Ἀναξιμένης δὲ ὁ Λαμψα‐ κηνὸς τὴν πρώτην τῶν Ἑλληνικῶν ἀνέγραψεν ἀρξάμενος ἀπὸ θεογονίας καὶ ἀπὸ τοῦ πρώτου γένους τῶν ἀνθρώπων, κατέστροφε δ’ εἰς τὴν ἐν Μαντινείαι μάχην καὶ τὴν Ἐπαμεινώνδου τελευτήν· περιέλαβε δὲ πάσας | |
5 | σχεδὸν τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων πράξεις ἐν βύβλοις δώδεκα. | |
2a,72,T15 | PLUTARCH. Praec. ger. reip. 6 p. 803 B: ἐπὶ δὲ τῶν Ἐφόρου (70 T 21) καὶ Θεοπόμπου (115 T 33) καὶ Ἀναξιμένους ῥητορειῶν καὶ περιόδων, ἃς περαίνουσιν ἐξοπλίσαντες τὰ στρατεύματα καὶ παρατάξαντες, ἔστιν εἰπεῖν ‘οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.‘ | |
2a,72,T16 | DION. HAL. ad Ammae. 2: ἵνα μὴ τοῦθ’ ὑπολάβωσιν, ὅτι πάντα περιεί‐ ληφεν ἡ περιπατητικὴ φιλοσοφία τὰ ῥητορικὰ παραγγέλματα, καὶ οὔτε οἱ περὶ Θεό‐ δωρον καὶ Θρασύμαχον καὶ Ἀντιφῶντα σπουδῆς ἄξιον οὐδὲν εὗρον οὔτε Ἰσοκράτης καὶ Ἀναξιμένης καὶ Ἀλκιδάμας οὔτε οἱ τούτοις συμβιώσαντες τοῖς ἀνδράσι παραγγελμάτων | |
5 | τεχνικῶν συγγραφεῖς καὶ ἀγωνισταὶ λόγων ῥητορικῶν, οἱ περὶ Θεοδέκτην καὶ Φιλίσκον καὶ Ἰσαῖον καὶ Κηφισόδωρον Ὑπερείδην τε καὶ Λυκοῦργον καὶ Αἰσχίνην. | |
2a,72,T17a | ATHEN. XIII 60 p. 591 E: οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατ’ αὐτῆς (sc. Φρύνης) Εὐθίου λόγον Διόδωρος ὁ Περιηγητὴς (III) Ἀναξιμένους φησὶν εἶναι. | |
2a,72,T17b | HARPOKR. s. Εὐθίας· Ὑπερείδης ὑπὲρ Φρύνης. τῶν ἐπὶ συκοφαντίαι διαβεβλη‐ μένων ἦν ὁ Εὐθίας. τὸν μέντοι λόγον αὐτῶι τὸν κατὰ Φρύνης Ἀναξιμένην πεποιη‐ | |
κέναι φησὶν Ἕρμιππος (IV). | 113 | |
2a,72,T18 | HYPOTH. ISOKRAT. Hel. p. 8 B—S: βέλτιον δὲ λέγειν, ὥσπερ ὁ Μαχάων, ὅτι πρὸς Ἀναξιμένην τὸν Λαμψακηνὸν γράφει. φέρεται δὲ ἐκείνου λόγος Ἑλένης ἀπολογία μᾶλλον οὖσα ἤπερ ἐγκώμιον. | |
2a,72,T19 | PHILODEM. Rhet. II 34a 21 (I 215 Sudh.): διὸ καὶ λέγουσιν Ἀριστοτέλην ἤ τινα μέντοι πρὸς Ἀναξιμένην ἤ τινα δήποτ’ εἰπεῖν τῶν σοφιστῶν εἴτε Ἀρτέμιδος εἴτε Ἀθηνᾶς ἐγκώμιον γράψαντα καὶ σεμνυνόμενον ‘οὐκ οἴει γάρ‘ εἰπεῖν ‘ἐάν ποτ’ ἔρις γένηται τῶν θεῶν, ὡς πρότερον, ἐρεῖν τὴν Ἀφροδίτην· καλὸν γὰρ ἐγκώμιόν | |
5 | σου καὶ ὁ δεῖνα ἐποίησεν‘; | |
2a,72,T20 | SUID. s. Τιμόλαος· Λαρισσαῖος ἐκ Μακεδονίας· ῥήτωρ· Ἀναξιμένους τοῦ Λαμψακηνοῦ μαθητής· ὃς καὶ ποιητικῶς ἔχων παρενέβαλε τῆι Ἰλιάδι στίχον πρὸς στίχον καὶ ἐπέγραψε τὸ σύνταγμα Τρωικόν. | |
2a,72,T21 | PLUTARCH. Demosth. 28: Ἕρμιππος (IV) δὲ τὸν Ἀρχίαν (sc. τὸν κληθέντα φυγαδοθήραν) ἐν τοῖς Λακρίτου τοῦ ῥήτορος μαθητὴν ἀναγράφει· Δημήτριος (IV) δὲ τῆς Ἀναξιμένους διατριβῆς μετεσχηκέναι φησὶν αὐτόν. —VIT. X OR. p. 846 F. | |
2a,72,T22 | —Reg. Apophth. p. 182 D: νεανίσκου δέ τινος τῶν Ἀναξιμένους τοῦ ῥήτορος μαθητῶν λόγον ἐσκεμμένον ἐκ παρασκευῆς εἰπόντος ἐπ’ αὐτοῦ (sc. Ἀντι‐ γόνου), βουλόμενός τι μαθεῖν ἠρώτησεν· ἀποσιωπήσαντος δὲ τοῦ νεανίσκου ‘τί λέγεισ‘; εἶπεν ‘ἢ ταῦτ’ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα‘; | |
2a,72,T23 | DION. HAL. De Dem. 8: Ἀντιφῶν γὰρ δὴ καὶ Θεόδωρος καὶ Πολυκράτης Ἰσαῖός τε καὶ Ζωίλος καὶ Ἀναξιμένης ... οὐθὲν οὔτε καινὸν οὔτε περιττὸν ἐπετή‐ δευσαν, ἀλλὰ ἀπὸ τούτων τῶν χαρακτήρων καὶ παρὰ τούτους τοὺς κανόνας τὰς ἑαυτῶν λέξεις κατεσκεύασαν. | |
2a,72,T24 | PLUTARCH. Demosth. et Cic. comp. 2: τελευτῶν δ’ οὐ τὰ ἔργα καὶ τὰς πράξεις μόνον ἀλλὰ καὶ τοὺς λόγους ἐπαινεῖ (sc. ὁ Κικέρων) .... ὥσπερ Ἰσοκράτει καὶ Ἀναξιμένει τοῖς σοφισταῖς διαμειρακιεύμενος .... | |
2a,72,T25 | STOB. Flor. III 36, 20: Θεόκριτος Ἀναξιμένους λέγειν μέλλοντος ‘ἄρχεται‘ εἶπεν ‘λέξεων μὲν ποταμός, νοῦ δὲ σταλαγμόσ‘. | |
2a,72,T26 | PHILODEM. π. ποιημ. [Voll. Herc. coll. alt. VI 174]: ὑπο|λάμβανε κατὰ τὸ συνέ|χον καὶ κυριώτατον | τῶν ἐμ ποιητικῆι δια|φέρειν Χοιρίλον καὶ Ἀνα|ξιμένην Ὁμήρου καὶ | Καρκίνον καὶ Κλεαίνε|τον Εὐριπίδου καὶ τοὺς | ἄλλους τοὺς πονηροὺς | ἐν ποιητικῆι τῶν ἀρ[ί|στων] | |
2a,72,T27 | GNOMOL. VATIC. [Sternbach Wien. Stud. X] 78: ὁ αὐτὸς (sc. Ἀλέξανδρος) ἐλθὼν εἰς Ἴλιον καὶ θεασάμενος τὸν Ἀχιλλέως τάφον στὰς εἶπεν· ‘ὦ Ἀχιλλεῦ, ὡς σὺ μέγας ὢν μεγάλου κήρυκος ἔτυχες Ὁμήρου.‘ παρόντος δὲ Ἀναξιμένους καὶ εἰπόντος ‘καὶ ἡμεῖς σε, ὦ βασιλεῦ, ἔνδοξον ποιήσομεν‘, ‘ἀλλὰ νὴ τοὺς θεούσ‘, ἔφη, ‘παρ’ | |
5 | Ὁμήρωι ἐβουλόμην ἂν εἶναι Θερσίτης ἢ παρὰ σοὶ Ἀχιλλεύς.‘ | |
2a,72,T28 | PORPHYR. bei EUSEB. PE X 3 p. 464 B: καὶ τί γὰρ Ἐφόρου (70) ἴδιον ἐκ τῶν Δαιμάχου (65) καὶ Καλλισθένους (124) καὶ Ἀναξιμένους | |
αὐταῖς λέξεσιν ἔστιν ὅτε τρισχιλίους ὅλους μετατιθέντος στίχους. | 114 | |
2a,72,T29 | CLEM. ALEX. Strom. VI 26, 8 p. 443, 4 Stä: Μελησαγόρου γὰρ ἔκλεψεν ... Ἀναξιμένης. | |
2a,72,T30 | PLIN. N H I 12; 13: continentur arborum naturae ... ex auc‐ toribus ... externis Theophrasto ... Clitarcho (137) Anaximene Duride (76) Nearcho (133) | |
2a,72,T31 | LISTEN D. GRIECH. PROFANSCHRIFTSTELLER tab. MC: ἱστορικοὶ ι· Θουκυδίδης. Ἡρόδοτος. Ξενοφῶν. Φίλιστος. Θεόπομπος. | |
Ἔφορος. Ἀναξιμένης. Καλλισθένης. Ἑλλάνικος. Πολύβιος. | 115 |