TLG 0547 001 :: ANAXIMENES :: Ars rhetorica vulgo Rhetorica ad Alexandrum

ANAXIMENES Hist. Rhet.
(Lampsacenus: 4 B.C.)

Ars rhetorica vulgo Rhetorica ad Alexandrum

Source: Fuhrmann, M. (ed.), Anaximenis ars rhetorica. Leipzig: Teubner, 1966: 1–97.

Citation: Chapter — section — (line)

proem

tit

ΑΝΑΞΙΜΕΝΟΥΣ ΤΕΧΝΗ ΡΗΤΟΡΙΚΗ {ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΡΗΤΟΡΙΚΗ ΠΡΟΣ ΑΛΕΞΑΝΔΡΟΝ ΑΡΙΣΤΟΤΕΛΗΣ ΑΛΕΞΑΝΔΡΩΙ ΕΥ ΠΡΑΤΤΕΙΝ

proem

1

Ἐπέστειλάς μοι, ὅτι πολλάκις πολλοὺς πέπομφας πρὸς ἡμᾶς τοὺς διαλεξομένους ὑπὲρ τοῦ γραφῆναί σοι τὰς μεθόδους τῶν πολιτικῶν λόγων· ἐγὼ δὲ οὐ διὰ ῥᾳθυμίαν ὑπερεβαλλόμην ἐν τούτοις τοῖς χρόνοις, ἀλλὰ διὰ τὸ ζητεῖν
5οὕτως ὑπὲρ αὐτῶν γραφῆναί σοι διηκριβωμένως, ὡς οὐδεὶς

proem

2

ἄλλος γέγραφε τῶν περὶ ταῦτα πραγματευομένων. ταύτην δὲ εἰκότως τὴν διάνοιαν εἶχον· ὥσπερ γὰρ ἐσθῆτα σπουδά‐ ζεις τὴν εὐπρεπεστάτην τῶν λοιπῶν ἀνθρώπων ἔχειν, οὕτω δύναμιν λόγων λαβεῖν ἐστί σοι πειρατέον τὴν εὐδο‐
5ξοτάτην. πολὺ γὰρ κάλλιόν ἐστι καὶ βασιλικώτερον τὴν ψυχὴν ἔχειν εὐγνωμονοῦσαν ἢ τὴν ἕξιν τοῦ σώματος ὁρᾶν

proem

3

εὐειματοῦσαν. καὶ γὰρ ἄτοπόν ἐστι τὸν τοῖς ἔργοις πρωτεύ‐ οντα φαίνεσθαι τῶν τυχόντων τοῖς λόγοις ὑστερίζοντα, καὶ ταῦτα εἰδότα, ὅτι τοῖς μὲν ἐν δημοκρατίᾳ πολιτευομένοις ἡ ἀναφορὰ περὶ πάντων τῶν πραγμάτων εἰς τὸν νόμον ἐστί,
5τοῖς δ’ ὑπὸ τὴν τῆς βασιλείας ἡγεμονίαν τεταγμένοις

proem

4

πρὸς λόγον. ὥσπερ οὖν τὰς αὐτονόμους τῶν πόλεων διορ‐ θοῦν εἴωθεν ἐπὶ τὸ κάλλιστον ἄγων ὁ κοινὸς νόμος, οὕτω τοὺς ὑπὸ τὴν σὴν βασιλείαν καθεστῶτας ἄγειν δύναιτ’ ἂν ἐπὶ τὸ συμφέρον ὁ σὸς λόγος. καὶ γὰρ ὁ νόμος ἐστὶν ὡς1
5ἁπλῶς εἰπεῖν λόγος ὡρισμένος καθ’ ὁμολογίαν κοινὴν

proem

5

πόλεως, μηνύων πῶς δεῖ πράττειν ἕκαστα. πρὸς δὲ τούτοις οὐκ ἄδηλον ὡς οἶμαί σοι τοῦτό ἐστιν, ὅτι τοὺς μὲν λόγῳ χρωμένους καὶ μετὰ τούτου πάντα πράττειν προαιρου‐ μένους ὡς ὄντας καλούς τε καὶ ἀγαθοὺς ἐπαινοῦμεν,
5τοὺς δὲ ἄνευ λόγου τι ποιοῦντας ὡς ὄντας ὠμοὺς καὶ

proem

6

θηριώδεις μισοῦμεν. διὰ τούτου καὶ 〈τοὺσ〉 κακοὺς τὴν αὑτῶν κακίαν ἐμφανίσαντας ἐκολάσαμεν καὶ τοὺς ἀγαθοὺς δηλώσαντας αὑτῶν τὴν ἀρετὴν ἐζηλώσαμεν. τούτῳ καὶ τῶν μελλόντων κακῶν ἀποτροπὴν εὑρήκαμεν καὶ τῶν
5ὑπαρχόντων ἀγαθῶν ὄνησιν ἔσχομεν. καὶ διὰ τούτου καὶ τὰς ἐπιούσας δυσχερείας ἐφύγομεν καὶ τὰς μὴ προσούσας ἡμῖν ὠφελείας ἐπορισάμεθα. ὥσπερ γὰρ βίος ἄλυπος

proem

7

αἱρετός, οὕτω λόγος συνετὸς ἀγαπητός. εἰδέναι δέ σε δεήσει, ὅτι παραδείγματά ἐστι τοῖς πλείστοις τῶν ἀνθρώ‐ πων τοῖς μὲν ὁ νόμος, τοῖς δὲ ὁ σὸς βίος καὶ λόγος. ὅπως οὖν διαφέρων ᾖς πάντων Ἑλλήνων καὶ βαρβάρων, πᾶσάν
5ἐστί σοι σπουδὴν ποιητέον, ἵνα τὴν ἐκ τούτων ἀπομίμησιν οἱ περὶ ταῦτα διατρίβοντες τοῖς τῆς ἀρετῆς στοιχείοις καλλιγραφούμενοι μὴ πρὸς τὰ φαῦλα σφᾶς αὐτοὺς ἄγωσιν,

proem

8

ἀλλὰ τῆς αὐτῆς ἀρετῆς μετέχειν ἐπιθυμῶσιν. ἔτι δὲ τὸ βουλεύεσθαι τῶν περὶ τὸν ἄνθρωπον θειότατόν ἐστιν, ὥστε
οὐκ εἰς τὰ πάρεργα καὶ μηδενὸς ἄξια τὴν σπουδήν ἐστί σοι καταναλωτέον, ἀλλὰ τὴν μητρόπολιν αὐτὴν τοῦ καλῶς2
5βουλεύεσθαι μαθεῖν βουλητέον. τίς γὰρ δὴ τοῦτ’ ἂν ἀμφισ‐ βητήσειε τῶν νοῦν ἐχόντων, ὅτι τὸ μὲν πράττειν μὴ βουλευσάμενον σημεῖόν ἐστιν ἀνοίας, τὸ δὲ κατὰ τὴν ὑφ‐ ήγησιν τοῦ λόγου συντελεῖν τι τῶν ὑπ’ ἐκείνου παραγγελ‐

proem

9

θέντων παιδείας; ἰδεῖν δέ ἐστι πάντας τοὺς ἄριστα τῶν Ἑλλήνων πολιτευομένους λόγῳ πρῶτον ἢ τοῖς ἔργοις συγγι‐ νομένους, πρὸς δὲ τούτοις καὶ τοὺς μέγιστον ἀξίωμα τῶν βαρβάρων ἔχοντας τούτῳ πρὸ τῶν πραγμάτων χρωμένους,
5εἰδότας καλῶς, ὡς ἀκρόπολίς ἐστι σωτηρίας ἡ διὰ τοῦ λόγου γινομένη τοῦ συμφέροντος θεωρία. ταύτην ἀπόρθη‐ τον οἰητέον, οὐ τὴν ἐκ τῶν οἰκοδομημάτων ἀσφαλῆ πρὸς

proem

10

σωτηρίαν εἶναι νομιστέον. ἀλλὰ γὰρ ὀκνῶ ἔτι πλείω γρά‐ φειν, μή ποτε καλλωπίζεσθαι δόξω περὶ τῶν ἀκριβῶς γνωριζομένων ὡς οὐχ ὁμολογουμένων πίστεις ἐπιφέρων. διόπερ ἀφήσω, ἐκεῖνα μόνον εἰπών, περὶ ὧν ἔνεστι λέγειν
5εἰς ἅπαντα τὸν βίον, ὅτι τοῦτό ἐστιν, ᾧ διαφέρομεν τῶν λοιπῶν ζῴων. τοῦτο οὖν καὶ ἡμεῖς διαφέρον τῶν λοιπῶν ἕξομεν ἀνθρώπων οἱ μεγίστης τιμῆς ὑπὸ τοῦ δαιμονίου

proem

11

τετυχηκότες. ἐπιθυμίᾳ μὲν γὰρ καὶ θυμῷ καὶ τοῖς τοιούτοις χρῆται καὶ τὰ λοιπὰ ζῷα πάντα, λόγῳ δὲ οὐδὲν τῶν λοιπῶν χωρὶς ἀνθρώπων. ἀτοπώτατον οὖν ἂν εἴη πάντων, εἰ τούτῳ μόνῳ τῶν λοιπῶν ζῴων εὐδαιμονέστερον βιοῦντες τὸ αἴτιον
5τοῦ καλῶς εἶναι διὰ ῥᾳθυμίαν ἀφεῖμεν κατολιγωρήσαντες.

proem

12

διακελεύομαι δή σοι πάλαι παρακεκλημένῳ τῆς τῶν λόγων
ἀντέχεσθαι φιλοσοφίας. καθάπερ γάρ ἐστι φυλακτικὸν σώματος ὑγίεια, οὕτω ψυχῆς φυλακτικὸν καθέστηκε παι‐ δεία. ταύτης γὰρ προηγουμένης οὐ πταίειν συμβήσεταί σοι3
5περὶ τὰς πράξεις, ἀλλὰ σῴζειν ἁπάσας ὡς ἔπος εἰπεῖν τὰς

proem

13

ὑπαρχούσας σοι τῶν ἀγαθῶν κτήσεις. χωρὶς δὲ τῶν εἰρη‐ μένων, εἰ τὸ τοῖς ὀφθαλμοῖς βλέπειν ἡδύ, 〈τὸ〉 τοῖς τῆς ψυχῆς ὄμμασιν ὀξυδορκεῖν ἐστι θαυμαστόν. ἔτι δὲ ὥσπερ ὁ στρατηγός ἐστι σωτὴρ στρατοπέδου, οὕτω λόγος μετὰ
5παιδείας ἡγεμών ἐστι βίου. ταυτὶ μὲν οὖν καὶ τὰ τούτοις ὅμοια παραλιπεῖν νομίζω καλῶς ἡμῖν ἔχειν κατὰ τὸν ὑπάρχοντα καιρόν.

proem

14

Ἔγραψας δέ μοι διακελευόμενος, ὅπως μηδεὶς τῶν λοι‐ πῶν ἀνθρώπων λήψεται τὸ βιβλίον τοῦτο, καὶ ταῦτα εἰδώς, ὅτι καθάπερ τοὺς ἐξ αὑτῶν γεννηθέντας οἱ γεννήσαντες τῶν ὑποβαλλομένων μᾶλλον φιλοῦσιν, οὕτως οἱ εὑρόντες τι
5τῶν μετεχόντων· ὥσπερ γὰρ ὑπὲρ τέκνων, οὕτω τῶν λόγων

proem

15

ὑπεραποτεθνήκασιν. οἱ μὲν γὰρ Πάριοι λεγόμενοι σοφισταὶ διὰ τὸ μὴ τεκεῖν αὐτοὶ διὰ ῥᾳθυμίαν ἄμουσον οὐ στέργου‐ σιν, ἀλλὰ χρήματα λαβόντες ἀποκηρύττουσι. διὰ τοῦτο οὖν ἐγώ σοι παρακελεύομαι διαφυλάττειν οὕτω τοὺς λό‐
5γους τούτους, ὅπως νέοι καθεστῶτες ὑπὸ μηδενὸς χρήμασι διαφθαρήσονται, κοσμίως δὲ μετὰ σοῦ συμβιώσαντες εἰς

proem

16

ἡλικίαν ἐλθόντες δόξης ἀκηράτου τεύξονται. παρειλήφαμεν δέ, καθάπερ ἡμῖν ἐδήλωσε Νικάνωρ, καὶ τῶν λοιπῶν τεχνογράφων εἴ τίς τι γλαφυρὸν ὑπὲρ τῶν αὐτῶν τούτων γέγραφεν ἐν ταῖς τέχναις. περιτεύξῃ δὲ δυσὶ τούτοις βιβλί‐
5οις, ὧν τὸ μέν ἐστιν ἐμὸν ἐν ταῖς ὑπ’ ἐμοῦ τέχναις Θεοδέκτῃ4

proem

17

γραφείσαις, τὸ δὲ ἕτερον Κόρακος. τὰ δὲ λοιπὰ τούτοις ἰδίᾳ πάντα γέγραπται περί τε τῶν πολιτικῶν καὶ τῶν δικανικῶν παραγγελμάτων· ὅθεν πρὸς ἑκάτερον αὐτῶν εὐπορήσεις ἐκ τῶνδε τῶν ὑπομνημάτων σοι γεγραμμένων.
5ἔρρωσο.}

1

.

1

Τρία γένη τῶν πολιτικῶν εἰσι λόγων, τὸ μὲν δημηγορικόν, τὸ δὲ ἐπιδεικτικόν, τὸ δὲ δικανικόν. εἴδη δὲ τούτων ἑπτά, προτρεπτικόν, ἀποτρεπτικόν, ἐγκωμιαστικόν, ψεκτικόν, κατηγορικόν, ἀπο‐
5λογικόν, καὶ ἐξεταστικὸν ἢ αὐτὸ καθ’ αὑτὸ ἢ πρὸς

1

.

2

ἄλλο. τὰ μὲν οὖν εἴδη τῶν λόγων τοσαῦτα ἀριθμῷ ἐστι, χρησόμεθα δὲ αὐτοῖς ἔν τε ταῖς κοιναῖς δημηγορίαις καὶ ταῖς περὶ τὰ συμβόλαια δικαιολογίαις καὶ ταῖς ἰδίαις ὁμιλίαις. οὕτω δ’ ἂν ἑτοιμότατον λέγειν περὶ αὐτῶν
5δυνηθείημεν, εἰ καθ’ ἓν ἕκαστον εἶδος ἀπολαβόντες ἀπαριθμησαίμεθα τὰς δυνάμεις αὐτῶν καὶ τὰς χρήσεις καὶ τὰς πράξεις. καὶ πρῶτον μὲν τὰς προτροπὰς καὶ ἀποτροπάς, ἐπείπερ ἐν ταῖς ἰδίαις ὁμιλίαις καὶ ταῖς κοιναῖς δημηγορίαις ἐν τοῖς μάλιστα αὐτῶν χρῆσίς ἐστι, διέλθωμεν.

1

.

3

Καθόλου μὲν οὖν εἰπεῖν, προτροπὴ μέν ἐστιν ἐπὶ προαιρέσεις ἢ λόγους ἢ πράξεις παράκλησις, ἀποτροπὴ
δὲ ἀπὸ προαιρέσεων ἢ λόγων ἢ πράξεων διακώλυσις.5

1

.

4

οὕτω δὲ τούτων διωρισμένων τὸν μὲν προτρέποντα χρὴ δεικνύειν ταῦτα ἐφ’ ἃ παρακαλεῖ δίκαια ὄντα καὶ νόμιμα καὶ συμφέροντα καὶ καλὰ καὶ ἡδέα καὶ ῥᾴδια πρα‐ χθῆναι· εἰ δὲ μή, δυνατά τε δεικτέον, ὅταν ἐπὶ δυσχερῆ

1

.

5

παρακαλῇ, καὶ ὡς ἀναγκαῖα ταῦτα ποιεῖν ἐστι. τὸν δὲ ἀποτρέποντα δεῖ διὰ τῶν ἐναντίων κώλυσιν ἐπιφέρειν, ὡς οὐ δίκαιον οὐδὲ νόμιμόν ἐστιν οὐδὲ συμφέρον οὐδὲ καλὸν οὐδὲ ἡδὺ οὐδὲ δυνατὸν πράττειν τοῦτο, εἰ δὲ μή, ὡς
5ἐργῶδες καὶ οὐκ ἀναγκαῖον. ἅπασαι δὲ αἱ πράξεις μετ‐ έχουσι τούτων ἀμφοτέρων, ὥστε μηδ〈ένα τὴν〉 ἑτέραν τῶν ὑποθέσεων ἔχοντα λόγων ἀπορεῖν.

1

.

6

Ὧν μὲν οὖν ὀρέγεσθαι δεῖ τοὺς προτρέποντας καὶ ἀποτρέποντας, ταῦτά ἐστιν· ὁρίσασθαι δὲ πειράσομαι τού‐ των ἕκαστον τί ἐστι καὶ δεῖξαι, πόθεν αὐτῶν εἰς τοὺς

1

.

7

λόγους εὐπορήσομεν. δίκαιον μὲν οὖν ἐστι τὸ τῶν ἁπάν‐ των ἢ τὸ τῶν πλείστων ἔθος ἄγραφον, διορίζον τὰ καλὰ καὶ τὰ αἰσχρά. τοῦτο δέ ἐστι τὸ γονέας τιμᾶν καὶ φίλους εὖ ποιεῖν καὶ τοῖς εὐεργέταις χάριν ἀποδιδόναι· ταῦτα γὰρ
5καὶ τὰ τούτοις ὅμοια οὐ προστάττουσι τοῖς ἀνθρώποις οἱ γεγραμμένοι νόμοι ποιεῖν, ἀλλ’ ἔθει ἀγράφῳ καὶ κοινῷ

1

.

8

νόμῳ νομίζεται. τὰ μὲν οὖν δίκαια ταῦτά ἐστι, νόμος δέ ἐστιν ὁμολόγημα πόλεως κοινὸν διὰ γραμμάτων προστάτ‐

1

.

9

τον, πῶς χρὴ πράττειν ἕκαστα. συμφέρον δέ ἐστι τῶν ὑπαρχόντων ἀγαθῶν φυλακὴ ἢ τῶν μὴ προσόντων κτῆσις
ἢ τῶν ὑπαρχόντων κακῶν ἀποβολὴ ἢ τῶν προσδοκωμένων6

1

.

10

γενήσεσθαι βλαβερῶν διακώλυσις. διαιρήσεις δὲ τοῦτο τοῖς μὲν ἰδιώταις εἰς σῶμα καὶ ψυχὴν καὶ τὰ ἐπίκτητα. σώματι μὲν οὖν ἐστι συμφέρον ῥώμη κάλλος ὑγίεια, ψυχῇ δὲ ἀνδρεία σοφία δικαιοσύνη· τὰ δὲ ἐπίκτητα φίλοι χρή‐

1

.

11

ματα κτήματα· τὰ δ’ ἐναντία τούτοις ἀσύμφορα. πόλει δὲ συμφέροντα τὰ τοιαῦτά ἐστιν· ὁμόνοια, δυνάμεις πρὸς πόλεμον, χρήματα καὶ προσόδων εὐπορία, συμμάχων ἀρε‐ τὴ καὶ πλῆθος· καὶ συλλήβδην ἅπαντα τὰ τούτοις ὁμοιό‐
5τροπα συμφέροντα νομίζομεν, τὰ δὲ τούτοις ἐναντία

1

.

12

ἀσύμφορα. καλὰ δέ ἐστιν, ἀφ’ ὧν εὐδοξία τις καὶ τιμή τις ἔνδοξος γενήσεται τοῖς πράξασιν. ἡδέα δὲ τὰ χαρὰν ἐργα‐ ζόμενα. ῥᾴδια δὲ τὰ μετὰ ἐλαχίστου χρόνου καὶ πόνου καὶ δαπάνης ἐπιτελούμενα. δυνατὰ δὲ πάντα τὰ ἐνδεχό‐
5μενα γίνεσθαι. ἀναγκαῖα δὲ τὰ μὴ ἐφ’ ἡμῖν ὄντα πράτ‐ τειν, ἀλλ’ ὡς ἐξ ἀνάγκης θείας ἢ ἀνθρωπίνης οὕτως ὄντα.

1

.

13

Τὰ μὲν οὖν δίκαια καὶ τὰ νόμιμα καὶ τὰ συμφέροντα καὶ τὰ καλὰ καὶ τὰ ἡδέα καὶ τὰ ῥᾴδια καὶ τὰ δυνατὰ καὶ τὰ ἀναγκαῖα ταῦτά ἐστιν· εὐπορήσομεν δὲ περὶ τούτων λέ‐ γειν ἐξ αὐτῶν τε τῶν προειρημένων καὶ τῶν ὁμοίων
5τούτοις καὶ τῶν ἐναντίων αὐτοῖς καὶ τῶν ἤδη κεκρι‐ μένων ἢ ὑπὸ θεῶν ἢ ὑπ’ ἀνθρώπων ἢ ὑπ’ ἐνδόξων κριτῶν ἢ ὑπὸ τῶν ἀνταγωνιστῶν ἡμῖν.

1

.

14

Τὸ μὲν οὖν δίκαιον οἷόν ἐστι, πρότερον ἡμῖν δεδήλωται·
τὸ δὲ ὅμοιον τῷ δικαίῳ τοιόνδε ἐστίν· ὥσπερ γὰρ δίκαιον νομίζομεν τὸ τοῖς γονεῦσι πείθεσθαι, τὸν αὐτὸν τρόπον προσήκει τοὺς υἱεῖς μιμεῖσθαι τὰς τῶν πατέρων πράξεις·7
5καὶ καθάπερ τοὺς εὖ ποιήσαντας ἀντευεργετεῖν δίκαιόν ἐστιν, οὕτω τοὺς μηδὲν κακὸν ἐργασαμένους ἡμᾶς δίκαιόν

1

.

15

ἐστι μὴ βλάπτειν. τὸ μὲν οὖν ὅμοιον τῷ δικαίῳ τοῦτον τὸν τρόπον δεῖ λαμβάνειν· ἐκ δὲ τῶν ἐναντίων χρὴ κατα‐ φανὲς ποιεῖν αὐτὸ 〈ὧδε〉 {τὸ παράδειγμα}· καθάπερ γὰρ τοὺς κακόν τι ποιήσαντας δίκαιόν ἐστι τιμωρεῖσθαι, οὕτω

1

.

16

καὶ τοὺς εὐεργετήσαντας προσήκει ἀντευεργετεῖν. τὸ δὲ κεκριμένον ὑπό τινων ἐνδόξων δίκαιον οὕτω λήψῃ· ἀλλ’ οὐχ ἡμεῖς μόνοι μισοῦμεν καὶ κακῶς ποιοῦμεν τοὺς ἐχθρούς, ἀλλὰ καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι δίκαιον εἶναι κρί‐
5νουσι τοὺς ἐχθροὺς τιμωρεῖσθαι.

1

.

17

Τὸ μὲν οὖν δίκαιον οὕτω μετιὼν πολλαχῶς λήψῃ· τὸ δὲ νόμιμον αὐτὸ μὲν οἷόν ἐστιν ὥρισται ἡμῖν πρότερον, δεῖ δέ, ὅπου ἂν ᾖ χρήσιμον, αὐτόν τε τὸν διαγορεύοντα νόμον λαμβάνειν, εἶτα τὸ ὅμοιον τῷ γεγραμμένῳ νόμῳ. εἴη δ’ ἂν
5τοιόνδε· ὥσπερ γὰρ ὁ νομοθέτης ταῖς μεγίσταις ζημίαις τοὺς κλέπτοντας κολάζει, οὕτω δεῖ καὶ τοὺς ἐξαπατῶντας μάλιστα τιμωρεῖσθαι· καὶ γὰρ οὗτοι κλέπτουσι τὴν διά‐ νοιαν· καὶ καθάπερ ὁ νομοθέτης κληρονόμους ἐποίησε
τοὺς ἐγγυτάτω γένους ὄντας τοῖς ἄπαισιν ἀποθνῄσκουσιν,8
10οὕτω καὶ τῶν τοῦ ἀπελευθέρου χρημάτων ἐμὲ νῦν προσ‐ ήκει κύριον γενέσθαι· τῶν γὰρ ἀπελευθερωσάντων αὐτὸν τετελευτηκότων ἐγγυτάτω γένους αὐτὸς ὢν καὶ τῶν ἀπ‐

1

.

18

ελευθέρων δίκαιος ἂν εἴην ἄρχειν. τὸ μὲν οὖν ὅμοιον τῷ νομίμῳ τοῦτον τὸν τρόπον λαμβάνεται, τὸ δὲ ἐναντίον ὧδε· εἰ γὰρ ὁ νόμος ἀπαγορεύει τὰ δημόσια διανέμεσθαι, δῆλον ὅτι τοὺς διαιρουμένους αὐτὰ πάντας ἀδικεῖν ὁ νομο‐
5θέτης ἔκρινεν· εἰ γὰρ τιμᾶσθαι οἱ νόμοι προστάττουσι τοὺς καλῶς καὶ δικαίως τῶν κοινῶν ἐπιστατήσαντας, δῆλον ὡς καὶ τοὺς τὰ δημόσια διαφθείροντας τιμωρίας ἀξίους νο‐

1

.

19

μίζουσιν. ἐκ μὲν οὖν τῶν ἐναντίων καταφανὲς οὕτω γίνεται τὸ νόμιμον, ἐκ δὲ τῶν κεκριμένων ὧδε· καὶ οὐ μόνον ἐγὼ τὸν νόμον τοῦτον ἕνεκα τούτων φημὶ τὸν νομοθέτην θεῖ‐ ναι, ἀλλὰ καὶ πρότερον οἱ δικασταὶ διεξιόντος Λυσιθείδου
5παραπλήσια τοῖς νῦν ὑπ’ ἐμοῦ λεγομένοις ἐψηφίσαντο ταὐτὰ περὶ τοῦ νόμου τούτου.

1

.

20

Τὸ μὲν οὖν νόμιμον οὕτω μετιόντες πολλαχῶς δείξομεν· τὸ δὲ συμφέρον αὐτὸ μὲν οἷόν ἐστιν ἐν τοῖς πρότερον ὥρισται, δεῖ δὲ λαμβάνειν εἰς τοὺς λόγους 〈ὡς ἐκ〉 τῶν προειρημένων καὶ ἐκ τοῦ συμφέροντος, ἂν ὑπάρχῃ τι, καὶ
5μετιόντας τὸν αὐτὸν τρόπον, ὅνπερ ὑπὲρ τοῦ νομίμου καὶ τοῦ δικαίου διήλθομεν, οὕτω καὶ τὸ συμφέρον πολλαχῶς

1

.

21

ἐμφανίζειν. εἴη δ’ ἂν τὸ μὲν ὅμοιον τῷ συμφέροντι τοιόν‐ δε· ὥσπερ γὰρ ἐν τοῖς πολέμοις συμφέρει τοὺς εὐψυχο‐ τάτους πρώτους τάττειν, οὕτως ἐν ταῖς πολιτείαις λυσι‐ τελεῖ τοὺς φρονιμωτάτους καὶ δικαιοτάτους προεστάναι9
5τοῦ πλήθους· καὶ καθάπερ τοῖς ἀνθρώποις ὑγιαίνουσι συμφέρει φυλάττεσθαι μὴ νοσήσωσιν, οὕτω καὶ ταῖς πόλε‐ σιν ὁμονοούσαις συμφέρον ἐστὶ προσκοπεῖν μὴ στασιά‐

1

.

22

σωσι. τὰ μὲν οὖν ὅμοια τῷ συμφέροντι τοῦτον τὸν τρόπον μετιὼν πολλὰ ποιήσεις· ἐκ δὲ τῶν ἐναντίων ὧδε τὸ συμφέρον ἔσται καταφανές· εἰ γὰρ λυσιτελεῖ τοὺς ἐπιεικεῖς τιμᾶν τῶν πολιτῶν, συμφέρον ἂν εἴη καὶ τοὺς πονηροὺς
5κολάζειν· εἰ γὰρ οἴεσθε οὐ συμφέρον εἶναι τὸ μόνους ἡμᾶς πρὸς Θηβαίους πολεμεῖν, συμφέρον ἂν εἴη Λακεδαι‐ μονίοις συμμαχίαν ποιησαμένους οὕτω Θηβαίοις πολεμεῖν.

1

.

23

ἐκ μὲν δὴ τῶν ἐναντίων οὕτω τὸ συμφέρον καταφανὲς ποιήσεις· τὸ δὲ κεκριμένον ὑπ’ ἐνδόξων κριτῶν οὕτω χρὴ λαμβάνειν· Λακεδαιμόνιοί τε γὰρ Ἀθηναίους καταπολεμή‐ σαντες συμφέρειν αὑτοῖς ᾠήθησαν μὴ τὴν πόλιν αὐτῶν
5ἀνδραποδίσασθαι, καὶ πάλιν Ἀθηναῖοι [μετὰ] Θηβαίων ἐξὸν αὐτοῖς ἀνοικίσαι τὴν Σπάρτην συμφέρειν σφίσιν ᾠήθησαν περιποιῆσαι Λακεδαιμονίους.

1

.

24

Περὶ μὲν οὖν τοῦ δικαίου καὶ τοῦ νομίμου καὶ τοῦ συμφέροντος οὕτω μετιὼν εὐπορήσεις· τὸ δὲ καλὸν καὶ τὸ
ἡδὺ καὶ τὸ ῥᾴδιον καὶ τὸ δυνατὸν καὶ τὸ ἀναγκαῖον ὁμοιο‐ τρόπως τούτοις μέτιθι. καὶ περὶ μὲν τούτων ἐντεῦθεν10
5εὐπορήσομεν.

2

.

1

Πάλιν δὲ διορισώμεθα, καὶ περὶ πόσων καὶ περὶ ποίων {καὶ τίνων} ἔν τε τοῖς βουλευτηρίοις καὶ ταῖς ἐκκλησίαις συμβουλεύομεν. ἂν γὰρ τούτων ἕκαστα σαφῶς ἐπιστώμεθα, τοὺς μὲν ἰδίους λόγους αὐτὰ τὰ πράγματα καθ’ ἑκάστην
5ἡμῖν τὴν συμβουλίαν παραδώσει, τὰς δὲ κοινὰς ἰδέας ἐκ πολλοῦ προειδότες ἐπιφέρειν ἐφ’ ἑκάστας τῶν πράξεων ῥᾳδίως δυνησόμεθα. τούτων οὖν ἕνεκα διαιρετέον ἡμῖν,

2

.

2

περὶ ὧν κοινῇ βουλεύονται πάντες. ἐν κεφαλαίῳ μὲν οὖν εἰπεῖν, εἰσὶν ἑπτὰ τὸν ἀριθμὸν προθέσεις, περὶ ὧν δημη‐ γορητέον· ἀναγκαῖον γάρ ἐστι καὶ βουλεύεσθαι καὶ λέγειν ἡμᾶς ἐν βουλῇ καὶ δήμῳ ἢ περὶ ἱερῶν ἢ περὶ νόμων ἢ
5περὶ τῆς πολιτικῆς κατασκευῆς ἢ περὶ τῶν πρὸς τὰς ἄλλας πόλεις συμμαχιῶν καὶ συμβολαίων ἢ περὶ πο‐ λέμου ἢ περὶ εἰρήνης ἢ περὶ πόρου χρημάτων. αἱ μὲν οὖν προθέσεις αὗται τυγχάνουσιν οὖσαι, περὶ ὧν βου‐ λευσόμεθα καὶ δημηγορήσομεν· ἑκάστην δὲ πρόθεσιν δι‐
10ελώμεθα καὶ σκοπῶμεν, ἐν οἷς τρόποις περὶ τούτων ἐν‐ δέχεται τοῖς λόγοις χρῆσθαι.

2

.

3

Περὶ μὲν οὖν ἱερῶν τριττῶς ἀναγκαῖον λέγειν· ἢ γὰρ ἐροῦμεν ὡς τὰ καθεστῶτα διαφυλακτέον ἢ ὡς ἐπὶ τὸ μεγαλοπρεπέστερον μεταστατέον ἢ ὡς ἐπὶ τὸ ταπει‐ νότερον. ὅταν μὲν οὖν λέγωμεν, ὡς δεῖ τὰ καθεστῶτα11
5διαφυλάττειν, εὑρήσομεν ἀφορμὰς ἐκ μὲν τοῦ δικαίου λέ‐ γοντες· τὰ πάτρια ἔθη παρὰ πᾶσι παραβαίνειν ἄδικόν ἐστι, καὶ διότι τὰ μαντεῖα πάντα τοῖς ἀνθρώποις προστάττει κατὰ τὰ πάτρια ποιεῖσθαι τὰς θυσίας, καὶ ὅτι τῶν πρώτων οἰκιζόντων τὰς πόλεις καὶ τοῖς θεοῖς ἱδρυσαμένων τὰ ἱερὰ

2

.

4

μάλιστα δεῖ διαμένειν τὰς περὶ τοὺς θεοὺς ἐπιμελείας. ἐκ δὲ τοῦ συμφέροντος, ὅτι πρὸς χρημάτων συντέλειαν ἢ τοῖς ἰδιώταις ἢ τῷ κοινῷ τῆς πόλεως συμφέρον ἔσται κατὰ τὰ πάτρια τῶν ἱερῶν θυομένων, καὶ ὅτι πρὸς εὐτολμίαν
5λυσιτελεῖ τοῖς πολίταις, ἐπεὶ συμπομπευόντων ὁπλιτῶν ἱππέων ψιλῶν εὐτολμότεροι γένοιντ’ ἂν οἱ πολῖται φιλο‐

2

.

5

τιμούμενοι περὶ ταῦτα. ἐκ δὲ τοῦ καλοῦ, εἰ οὕτω λαμπρὰς τὰς ἑορτὰς †πρὸς τὸ θεωρεῖσθαι† συμβέβηκεν. ἐκ δὲ τῆς ἡδονῆς, εἰ καὶ πρὸς τὸ θεωρεῖσθαι ποικιλία τις περὶ τὰς τῶν θεῶν θυσίας. ἐκ δὲ τοῦ δυνατοῦ, εἰ μήτε ἔνδεια γε‐
5γένηται μήτε ὑπερβολὴ περὶ ταύτας.12

2

.

6

Ὅταν μὲν οὖν τοῖς καθεστῶσι συνηγορῶμεν, οὕτω μετιοῦσι σκεπτέον ἐπὶ τῶν προειρημένων ἢ τῶν τούτοις ὁμοιοτρόπων, καὶ ὡς ἐνδέχεται διδάσκειν περὶ τῶν λεγο‐ μένων· ὅταν δὲ ἐπὶ τὸ μεγαλοπρεπέστερον συμβου‐
5λεύωμεν μεθιστάναι τὰς ἱεροποιίας, περὶ μὲν τοῦ τὰ πά‐

2

.

7

τρια κινεῖν ἀφορμὰς ἕξομεν εὐπρεπεῖς λέγοντες· τὸ προσ‐ τιθέναι τοῖς ὑπάρχουσιν οὐ καταλύειν ἐστίν, ἀλλ’ αὔξειν τὰ καθεστῶτα· ἔπειθ’ ὡς καὶ τοὺς θεοὺς εἰκὸς εὐνουστέρους εἶναι τοῖς μᾶλλον αὐτοὺς τιμῶσιν· ἔπειθ’ ὡς οὐδὲ οἱ πατέ‐
5ρες ἀεὶ κατὰ τὰ αὐτὰ τὰς θυσίας ἦγον, ἀλλὰ πρὸς τοὺς καιροὺς καὶ τὰς εὐπραγίας ὁρῶντες καὶ ἰδίᾳ καὶ κοινῇ τὴν πρὸς τοὺς θεοὺς θεραπείαν ἐνομοθέτουν· ἔπειθ’ ὡς καὶ ἐπὶ τῶν λοιπῶν ἁπάντων οὕτω καὶ τὰς πόλεις καὶ τοὺς

2

.

8

ἰδίους οἴκους διοικοῦμεν. λέγε δὲ καὶ εἰ τούτων κατα‐ σκευασθέντων ὠφέλειά τις ἔσται τῇ πόλει ἢ λαμπρότης ἢ ἡδονή, μετιὼν ὥσπερ ἐπὶ τῶν προτέρων εἴρηται.

2

.

9

Ὅταν δὲ ἐπὶ τὸ ταπεινότερον συστέλλωμεν, πρῶτον μὲν ἐπὶ τοὺς καιροὺς τὸν λόγον ἀνακτέον, τί πράττοντες χεῖρον οἱ πολῖται τυγχάνουσι νῦν ἢ πρότερον· ἔπειθ’ ὡς οὐκ εἰκὸς τοὺς θεοὺς χαίρειν ταῖς δαπάναις τῶν θυομένων,
5ἀλλὰ ταῖς εὐσεβείαις τῶν θυόντων· εἶθ’ ὡς πολλὴν ἄνοιαν τούτων καὶ οἱ θεοὶ καὶ οἱ ἄνθρωποι κατακρίνουσιν, ὅσοι παρὰ δύναμίν τι ποιοῦσιν· ἔπειθ’ ὅτι οὐκ ἐπὶ τοῖς ἀνθρώ‐ ποις μόνοις, ἀλλὰ καὶ ἐπὶ ταῖς εὐπραγίαις καὶ κακοπρα‐ γίαις ἐστὶ τὰ περὶ τὰς πολιτικὰς δαπάνας.

2

.

10

Ἀφορμὰς μὲν οὖν ταύτας καὶ τὰς ὁμοιοτρόπους ταύταις ὑπὲρ τῶν περὶ τὰς θυσίας προθέσεων ἕξομεν· ἵνα δὲ καὶ
τὰ κατὰ τὴν κρατίστην θυσίαν εἰδῶμεν εἰσηγεῖσθαι καὶ νομοθετεῖν, ὁριοῦμαι καὶ ταύτην. ἔστι γὰρ κρατίστη13
5θυσία πασῶν, ἥτις ἂν ἔχῃ πρὸς μὲν τοὺς θεοὺς ὁσίως {καὶ θείως}, πρὸς δὲ τὰς δαπάνας μετρίως, πρὸς δὲ τὰς θεωρίας λαμπρῶς, πρὸς δὲ 〈τοὺσ〉 πολέμους ὠφελίμως.

2

.

11

ἕξει δὲ πρὸς μὲν τοὺς θεοὺς ὁσίως, ἂν τὰ πάτρια μὴ κατα‐ λύηται· πρὸς δὲ τὰς δαπάνας μετρίως, ἂν μὴ πάντα τὰ πεμπόμενα καταναλίσκηται· πρὸς δὲ τὰς θεωρίας λαμ‐ πρῶς, ἐὰν χρυσῷ καὶ τοῖς τοιούτοις, ἃ μὴ συναναλίσκεται,
5δαψιλῶς τις χρήσηται· πρὸς δὲ τοὺς πολέμους ὠφελίμως,

2

.

12

ἐὰν ἱππεῖς καὶ ὁπλῖται διεσκευασμένοι συμπομπεύωσι. τὰ μὲν δὴ περὶ τοὺς θεοὺς ἐκ τούτων κάλλιστα κατασκευάσο‐ μεν, ἐκ δὲ τῶν πρότερον εἰρημένων καθ’ οὓς ἐνδέχεται τρόπους δημηγορεῖν περὶ ἑκάστης ἱεροποιίας εἰσόμεθα.

2

.

13

Περὶ δὲ νόμων πάλιν καὶ τῆς πολιτικῆς κατασκευῆς ὁμοιοτρόπως διέλθωμεν. εἰσὶ δὲ νόμοι συλλήβδην μὲν εἰπεῖν ὁμολογήματα κοινὰ πόλεως, ἃ διὰ γραμμάτων

2

.

14

ὁρίζει καὶ προστάττει, πῶς χρὴ πράττειν ἕκαστα. δεῖ δὲ αὐτῶν τὴν θέσιν ἐν μὲν ταῖς δημοκρατίαις τὰς μικρὰς ἀρχὰς καὶ τὰς πολλὰς κληρωτὰς ποιεῖν (ἀστασίαστον γὰρ τοῦτο), τὰς δὲ μεγίστας χειροτονητὰς ἀπὸ τοῦ πλήθους.
5οὕτω γὰρ ὁ μὲν δῆμος κύριος ὢν διδόναι τὰς τιμάς, οἷς ἂν ἐθέλῃ, τοῖς λαμβάνουσιν αὐτὰς οὐ φθονήσει, οἱ δ’ ἐπι‐ φανέστεροι μᾶλλον τὴν καλοκαγαθίαν ἀσκήσουσιν, εἰδότες
ὅτι τὸ παρὰ τοῖς πολίταις εὐδοκιμεῖν οὐκ ἀλυσιτελὲς αὐτοῖς14

2

.

15

ἔσται. περὶ μὲν οὖν τὰς ἀρχαιρεσίας ἐν ταῖς δημοκρατίαις οὕτω δεῖ νομοθετεῖν· περὶ δὲ τὴν ἄλλην διοίκησιν καθ’ ἓν μὲν ἕκαστον διελθεῖν πολὺ ἂν ἔργον εἴη, συλλήβδην δὲ δεῖ παραφυλάττειν, ὅπως οἱ νόμοι τὸ μὲν πλῆθος ἀποτρέψουσι
5τοῖς τὰς οὐσίας ἔχουσιν ἐπιβουλεύειν, τοῖς δὲ πλουτοῦσιν εἰς τὰς κοινὰς λειτουργίας δαπανᾶν φιλοτιμίαν ἐμποιήσου‐

2

.

16

σι. τοῦτο δὲ οὕτως ἄν [τις] παρασκευάσειεν, εἰ τοῖς μὲν τὰς οὐσίας ἔχουσιν ἀντὶ τῶν εἰς τὸ κοινὸν δαπανωμένων τιμαί τινες ἀπὸ τῶν νόμων ἀφωρισμέναι τυγχάνοιεν, τῶν δὲ πενομένων τοὺς τὴν χώραν ἐργαζομένους [τε] καὶ τοὺς
5ναυτικοὺς μᾶλλον τῶν ἀγοραίων προτιμῷεν· οὕτω γὰρ οἱ μὲν πλουτοῦντες ἑκόντες τῇ πόλει λειτουργήσουσι, τὸ δὲ

2

.

17

πλῆθος οὐ συκοφαντίας, ἀλλ’ ἐργασίας ἐπιθυμήσει. δεῖ δὲ πρὸς τούτοις καὶ περὶ τοῦ μήτε χώραν ἀνάδαστον ποιεῖν μήτε δημεύειν τὰς οὐσίας τῶν [τῇ πόλει] λειτουργη‐ σάντων ἰσχυροὺς κεῖσθαι νόμους καὶ μεγάλας ἐπικεῖσθαι
5τιμωρίας τοῖς παραβαίνουσι ταῦτα. χρὴ δὲ τοῖς ἐν τῷ
πολέμῳ τελευτήσασιν εἰς ταφὴν δημόσιον χωρίον ἐν καλῷ πρὸ τῆς πόλεως ἀφωρίσθαι καὶ τοῖς παισὶν αὐτῶν ἕως ἥβης δημοσίαν τροφὴν δίδοσθαι.15

2

.

18

Τῶν μὲν οὖν ἐν ταῖς δημοκρατίαις νόμων τοιαύτην δεῖ τὴν θέσιν ποιεῖσθαι· περὶ δὲ τὰς ὀλιγαρχίας τὰς μὲν ἀρ‐ χὰς δεῖ τοὺς νόμους ἀπονέμειν ἐξ ἴσου πᾶσι τοῖς τῆς πολι‐ τείας μετέχουσι, τούτων δὲ εἶναι τὰς μὲν πλείστας κληρω‐
5τάς, τὰς δὲ μεγίστας κρυπτῇ ψήφῳ μεθ’ ὅρκων καὶ

2

.

19

πλείστης ἀκριβείας διαψηφιστάς. δεῖ δὲ καὶ τὰς ζημίας ἐν ταῖς ὀλιγαρχίαις μεγίστας ἐπικεῖσθαι τοῖς ὑβρίζειν τινὰς τῶν πολιτῶν ἐπιχειροῦσι· τὸ γὰρ πλῆθος οὐχ οὕτω τῶν ἀρχῶν ἀγανακτεῖ στερόμενον, ὡς ἔχει βαρέως ὑβριζόμενον.
5χρὴ δὲ καὶ τὰς διαφορὰς τῶν πολιτῶν ὅτι τάχιστα διαλύειν καὶ μὴ χρονίζεσθαι, μηδὲ συνάγειν ἐκ τῆς χώρας τὸν ὄχλον εἰς τὴν πόλιν· ἐκ γὰρ τῶν τοιούτων συνόδων συστρέ‐

2

.

20

φεται τὰ πλήθη καὶ καταλύει τὰς ὀλιγαρχίας. καθόλου δὲ εἰπεῖν δεῖ τοὺς νόμους ἐν μὲν ταῖς δημοκρατίαις κωλύειν τοὺς πολλοὺς ταῖς τῶν πλουσίων οὐσίαις ἐπιβουλεύειν, ἐν δὲ ταῖς ὀλιγαρχίαις ἀποτρέπειν τοὺς τῆς πολιτείας μετ‐
5έχοντας ὑβρίζειν τοὺς ἀσθενεστέρους καὶ συκοφαντεῖν τοὺς πολίτας.

2

.

21

Ὧν μὲν οὖν ὀρέγεσθαι δεῖ τοὺς νόμους καὶ τὴν πολιτι‐ κὴν κατασκευήν, ἐκ τούτων οὐκ ἀγνοήσεις. δεῖ δὲ τὸν
συναγορεύειν ἐθέλοντα νόμῳ δεικνύναι τοῦτον ἴσον ὄντα τοῖς πολίταις 〈καὶ〉 ὁμολογοῦντα τοῖς ἄλλοις νόμοις καὶ συμ‐16
5φέροντα τῇ πόλει μάλιστα μὲν πρὸς ὁμόνοιαν, εἰ δὲ μή, πρὸς τὴν τῶν πολιτῶν καλοκαγαθίαν ἢ πρὸς τὰς κοινὰς προσόδους ἢ πρὸς εὐδοξίαν τῷ κοινῷ τῆς πόλεως ἢ πρὸς τὴν πολιτικὴν δύναμιν ἢ πρὸς ἄλλο τι τῶν τοιούτων.

2

.

22

ἀντιλέγοντα δὲ δεῖ σκοπεῖν πρῶτον μὲν εἰ μὴ κοινὸς ὁ νόμος, ἔπειτα εἰ μὴ τοῖς ἄλλοις ὁμολογῶν, ἀλλ’ ὑπεναντίος ἐστί, ἐπὶ τούτοις εἰ μὴ πρὸς μηδὲν τῶν εἰρημένων συμ‐ φέρων, ἀλλὰ τοὐναντίον βλαβερός. περὶ μὲν οὖν νόμων καὶ
5τῆς κοινῆς κατασκευῆς ἐντεῦθεν καὶ τιθέναι καὶ λέγειν εὐπορήσομεν.

2

.

23

Περὶ δὲ 〈τῶν〉 συμμαχιῶν τῶν πρὸς τὰς ἄλλας πόλεις καὶ συμβολαίων διελθεῖν ἐπιχειρήσομεν. τὰ μὲν οὖν συμβόλαια καὶ τὰς τάξεις ἀναγκαῖον κατὰ συνθήκας κοινὰς γίνεσθαι, συμμάχους δὲ ποιεῖσθαι κατὰ τοὺς
5καιροὺς τούτους, ὅταν τινὲς καθ’ ἑαυτοὺς ὦσιν ἀσθενεῖς ἢ πόλεμός τις ᾖ προσδόκιμος, ἢ {διὰ τοῦτο ποιήσασθαι συμ‐ μαχίαν πρός τινας,} ὅτι πολέμου ἀποστήσειν τινὰς νομί‐ ζουσιν.

2

.

24

Αἰτίαι μὲν οὖν αὗται καὶ παραπλήσιαι ταύταις ἄλλαι πλείους τοῦ ποιεῖσθαι συμμάχους εἰσί. δεῖ δέ, ὅταν συν‐ αγορεύειν βούλῃ τῇ γινομένῃ συμμαχίᾳ, τῶν καιρῶν τούτων
τοὺς ὑπάρχοντας ἐμφανίζειν καὶ δεικνύναι τοὺς τὴν συμμα‐17
5χίαν ποιουμένους μάλιστα μὲν δικαίους ὄντας καὶ πρότερόν τι τῇ πόλει ἀγαθὸν ποιήσαντας καὶ δύναμιν μεγάλην ἔχοντας καὶ πλησίον τοῖς τόποις κατοικοῦντας, εἰ δὲ μή,

2

.

25

τούτων ἅπερ ἂν ὑπάρχῃ, ταῦτα συνάγειν. ὅταν δὲ δια‐ κωλύῃς τὴν συμμαχίαν, ἐμφανίζειν ἐνδέχεται πρῶτον μὲν ὡς οὐκ ἀνάγκη ποιεῖσθαι νῦν αὐτήν, ἔπειθ’ ὡς οὐ δίκαιοι τυγχάνουσιν ὄντες, εἶθ’ ὡς πρότερον ἡμᾶς κακῶς ποιήσαν‐
5τες, *** εἰ δὲ μή, ὡς μακρὰν τοῖς τόποις ἀπέχοντες καὶ ἀδύνατοι [ὄντες] κατὰ τοὺς προσήκοντας παραγενέσθαι καιρούς. ταῖς μὲν οὖν ἀντιλογίαις καὶ ταῖς συνηγορίαις ταῖς περὶ τῶν συμμαχιῶν ἐκ τούτων καὶ τῶν τούτοις ὁμοιοτρόπων εὐπορήσομεν χρῆσθαι.

2

.

26

Περὶ πολέμου δὲ καὶ εἰρήνης τὸν αὐτὸν τρόπον τὰς μεγίστας ἰδέας ἐκλάβωμεν. προφάσεις μὲν οὖν εἰσι τοῦ πόλεμον ἐκφέρειν πρός τινας αἵδε· πρότερον ἀδικηθέντας νῦν καιροῦ παραπεπτωκότος ἀμύνασθαι τοὺς ἀδικήσαν‐
5τας, ἢ νῦν ἀδικουμένους ὑπὲρ αὑτῶν πολεμεῖν ἢ ὑπὲρ συγγε‐ νῶν ἢ ὑπὲρ εὐεργετῶν, ἢ συμμάχοις ἀδικουμένοις βοη‐ θεῖν, ἢ τοῦ τῇ πόλει συμφέροντος ἕνεκεν ἢ εἰς εὐδοξίαν ἢ εἰς εὐπορίαν ἢ εἰς δύναμιν ἢ εἰς ἄλλο τι τῶν τοιούτων.

2

.

27

Ὅταν μὲν οὖν ἐπὶ τὸ πολεμεῖν παρακαλῶμεν, τούτων
τε τῶν προφάσεων ὅτι πλείστας συνακτέον καὶ μετὰ ταῦτα δεικτέον, [ὡς] ἐξ ὧν ἔστι περιγενέσθαι τῷ πολέμῳ, τού‐ των ὅτι πλεῖστα τοῖς παρακαλουμένοις ὑπάρχοντά ἐστι.18

2

.

28

περιγίνονται δὲ πάντες πολεμοῦντες ἢ διὰ τὴν τῶν θεῶν εὔνοιαν, ἣν εὐτυχίαν ἡμεῖς καλοῦμεν, ἢ διὰ σωμάτων πλῆ‐ θος καὶ ῥώμην ἢ διὰ χρημάτων εὐπορίαν ἢ διὰ στρατηγοῦ φρόνησιν ἢ διὰ συμμάχων ἀρετὴν ἢ διὰ τόπων εὐφυΐαν.
5τούτων οὖν καὶ τῶν τούτοις ὁμοιοτρόπων τὰ τοῖς πράγμα‐ σιν οἰκειότατα λαμβάνοντες ἐμφανιοῦμεν, ὅταν ἐπὶ τὸ πολεμεῖν παρακαλῶμεν, τὰ μὲν τῶν ἐναντίων ταπεινοῦντες, τὰ δ’ ἡμέτερα ταῖς αὐξήσεσι μεγάλα καθιστῶντες.

2

.

29

Ἐὰν δὲ πόλεμον μέλλοντα γίνεσθαι διακωλύειν ἐπι‐ χειρῶμεν, πρῶτον μὲν τῶν προφάσεων δεικτέον ἢ παντε‐ λῶς οὐδεμίαν ὑπάρχουσαν ἢ μικρὰς καὶ ταπεινὰς οὔσας τὰς δυσχερείας, ἔπειθ’ ὡς οὐ συμφέρει πολεμεῖν, διεξιόν‐
5τας τὰ κατὰ τὸν πόλεμον ἀτυχήματα τοῖς ἀνθρώποις· πρὸς δὲ τούτοις τὰ πρὸς νίκας συντείνοντα τοῦ πολέμου τοῖς ἐναντίοις ὑπάρχοντα μᾶλλον δεικτέον· ταῦτα δέ ἐστιν, ἅπερ

2

.

30

ἀρτίως κατηρίθμηται. γίνεσθαι μὲν οὖν πόλεμον μέλλοντα ἐκ τούτων ἀποτρεπτέον· ἤδη δ’ ἐνεστῶτα παύειν ἐπιχει‐ ροῦντας, ἐὰν μὲν κρατῶσιν οἱ συμβουλευόμενοι, αὐτὸ τοῦτο πρῶτον λεκτέον, ὅτι δεῖ τοὺς νοῦν ἔχοντας μὴ περι‐
5μένειν, ἕως ἂν πταίσωσιν, ἀλλ’ ἐν τῷ κρατεῖν ποιεῖσθαι τὴν εἰρήνην· ἔπειτα διότι πέφυκεν ὁ πόλεμος καὶ τῶν εὐτυχούν‐ των ἐν αὐτῷ πολλοὺς ἀπολλύναι, ἡ δ’ εἰρήνη τοὺς μὲν ἡττω‐ μένους σῴζειν, τοὺς δὲ νικῶντας † ὧν ἕνεκεν ἐπολέμησαν ἀπολαύειν†. διεξιτέον δὲ τὰς μεταβολὰς τὰς ἐν τῷ πολέμῳ,19

2

.

31

ὡς πολλαὶ καὶ παράλογοι γίνονται. τοὺς μὲν οὖν ἐν τῷ πο‐ λέμῳ κρατοῦντας ἐκ τῶν τοιούτων ἐπὶ τὴν εἰρήνην παρακλη‐ τέον, τοὺς δὲ ἐπταικότας ἐξ αὐτῶν τε τῶν συμβάντων καὶ ἐκ τοῦ μὴ παροξύνεσθαι τοῖς προαδικήσασι ταῖς συμφοραῖς
5πειθομένους καὶ ἐκ τῶν κινδύνων τῶν γεγενημένων τῷ μὴ ποιήσασθαι τὴν εἰρήνην καὶ ἐκ τοῦ κρεῖττον εἶναι τοῖς κρείττοσι μέρος τι τῶν ὑπαρχόντων προέσθαι ἢ πολέμῳ

2

.

32

κρατηθέντας αὐτοὺς αὐτοῖς κτήμασιν ἀπολέσθαι. συλλήβ‐ δην δὲ τοῦθ’ ἡμᾶς εἰδέναι δεῖ, ὅτι τότε πάντες οἱ ἄνθρω‐ ποι τοὺς πολέμους εἰώθασι διαλύεσθαι πρὸς ἀλλήλους, ὅταν ἤτοι δίκαια ἀξιοῦν τοὺς ἐναντίους ὑπολαμβάνωσιν ἢ
5διενεχθῶσι τοῖς συμμάχοις ἢ τῷ πολέμῳ κάμνωσιν ἢ φοβηθῶσι τοὺς ἐναντίους ἢ στασιάσωσι πρὸς σφᾶς αὐ‐ τούς· ὥστε τούτων τε πάντων καὶ τῶν τούτοις ὁμοιοτρό‐ πων τὰ τοῖς πράγμασιν οἰκειότατα συνάγων οὐκ ἀπορή‐ σεις, ὅθεν χρὴ περὶ πολέμου δημηγορεῖν καὶ εἰρήνης.

2

.

33

Λείπεται δ’ ἡμᾶς ἔτι περὶ πόρου χρημάτων διελθεῖν. πρῶτον μὲν οὖν σκεπτέον, εἴ τι τῶν τῆς πόλεως κτημά‐ των ἠμελημένον ἐστὶ καὶ μήτε πρόσοδον ποιεῖ μήτε τοῖς θεοῖς ἐξαίρετόν ἐστι. λέγω δ’ οἷον τόπους τινὰς
5δημοσίους ἀμελουμένους, ἐξ ὧν τοῖς ἰδιώταις ἢ πραθέντων
ἢ μισθωθέντων πρόσοδος ἄν τις τῇ πόλει γίνοιτο· κοι‐20

2

.

34

νότατος γὰρ ὁ τοιοῦτος πόρος ἐστίν. ἂν δὲ μηδὲν ᾖ τοιοῦ‐ τον, ἀπὸ τιμημάτων ἀναγκαῖον ποιήσασθαι τὰς εἰσφοράς, ἢ τοῖς μὲν πένησι τὰ σώματα παρέχειν εἶναι προστεταγ‐ μένον εἰς τοὺς κινδύνους, τοῖς δὲ πλουτοῦσι τὰ χρήματα,

2

.

35

τοῖς δὲ τεχνίταις ὅπλα. συλλήβδην δὲ 〈δεῖ〉 περὶ πόρων εἰσηγούμενον ἀποφαίνειν αὐτοὺς ἴσους τοῖς πολίταις καὶ πολυχρονίους καὶ μεγάλους ὄντας, τοὺς δὲ τῶν ἐναντίων τὰ ἐναντία τούτοις ἔχοντας. τὰς μὲν οὖν προθέσεις, περὶ
5ὧν δημηγορήσομεν, καὶ τὰ μέρη τούτων, ἐξ ὧν τοὺς λό‐ γους συστήσομεν καὶ προτρέποντες καὶ ἀποτρέποντες, ἐκ τῶν εἰρημένων ἴσμεν. προθέμενοι δὲ πάλιν ἐφεξῆς τό τε ἐγκωμιαστικὸν εἶδος καὶ 〈τὸ〉 ψεκτικὸν περιλάβωμεν.

3

.

1

Συλλήβδην μὲν οὖν ἐστιν ἐγκωμιαστικὸν εἶδος προ‐ αιρέσεων καὶ πράξεων καὶ λόγων ἐνδόξων αὔξησις καὶ μὴ προσόντων συνοικείωσις, ψεκτικὸν δὲ τὸ ἐναντίον τούτῳ, τῶν μὲν ἐνδόξων ταπείνωσις, τῶν δὲ ἀδόξων
5αὔξησις. ἐπαινετὰ μὲν οὖν ἐστι {πράγματα} τὰ δίκαια καὶ τὰ νόμιμα καὶ τὰ συμφέροντα καὶ τὰ καλὰ καὶ τὰ
ἡδέα καὶ τὰ ῥᾴδια πραχθῆναι. ταῦτα δὲ αὐτά τε οἷά ἐστι καὶ ὅθεν αὐτὰ πολλὰ ποιήσομεν, ἐν τοῖς πρὸ τούτων21

3

.

2

εἴρηται. δεῖ δὲ τὸν εὐλογοῦντα δεικνύειν τοῖς λόγοις, ὡς τούτῳ τῷ ἀνθρώπῳ {ἢ τοῖς πράγμασιν} ὑπάρχει τι τούτων ὑπ’ αὐτοῦ κατεργασθὲν ἢ δι’ αὐτοῦ πορισθὲν ἢ ἐκ τούτου ἐπισυμβαῖνον ἢ ἕνεκα τούτου γινόμενον ἢ οὐκ
5ἄνευ τούτου ἐπιτελούμενον· ὁμοιοτρόπως δὲ καὶ τῷ ψέγοντι τὰ ἐναντία τούτοις δεικτέον προσόντα τῷ ψεγο‐

3

.

3

μένῳ. τὸ μὲν *** 〈τὸ δ’〉 ἐκ τούτου· οἷον ἐκ τοῦ φιλο‐ γυμναστεῖν τὸ σῶμα ὑγιαίνειν, καὶ ἐκ τοῦ μὴ φιλοπονεῖν ἐπ’ ἀρρωστίαν ἐμπίπτειν, καὶ ἐκ τοῦ φιλοσοφεῖν δεινότερον εἶναι περὶ φρόνησιν, καὶ ἐκ τοῦ ἀμελεῖν ἐνδεᾶ τῶν ἀναγ‐

3

.

4

καίων εἶναι. τὸ δ’ ἕνεκα τούτου· οἷον ἕνεκα τοῦ στε‐ φανωθῆναι ὑπὸ τῶν πολιτῶν πολλοὺς πόνους καὶ κιν‐ δύνους ὑπομένουσι, καὶ ἕνεκα τοῦ χαρίσασθαι τοῖς ἐρω‐

3

.

5

μένοις τῶν ἄλλων οὐδὲν φροντίζουσι. τὸ δὲ μὴ ἄνευ τούτου· οἷον οὐκ ἄνευ τῶν ναυτῶν ναυμαχιῶν νῖκαι, καὶ οὐκ ἄνευ τοῦ πίνειν αἱ παροινίαι. τὰ τοιαῦτα δὲ τοῖς προειρημένοις ὁμοιοτρόπως μετιὼν ἐγκωμίων καὶ ψόγων
5πολλῶν εὐπορήσεις.

3

.

6

Αὐξήσεις δὲ καὶ ταπεινώσεις {καὶ} συλλήβδην ἅπαντα τὰ τοιαῦτα τόνδε τὸν τρόπον μετιών, πρῶτον μὲν ἀποφαί‐ νων, ὥσπερ ἀρτίως μετῆλθον, ὑπὸ τουτουὶ πολλὰ γεγενη‐

3

.

7

μένα ἢ κακὰ ἢ ἀγαθά. εἷς μὲν οὖν τρόπος τῆς αὐξήσεως οὗ‐
τος, δεύτερος δὲ κεκριμένον μέγα φέρειν, ἂν μὲν ἐπαινῇς, ἀγαθόν, ἂν δὲ ψέγῃς, κακόν, εἶτα παριστάναι τὸ ὑπὸ σοῦ λεγόμενον καὶ παραβάλλειν πρὸς ἄλληλα, τοῦ μὲν ὑπὸ σαυ‐22
5τοῦ λεγομένου τὰ μέγιστα διεξιόντα, τοῦ δὲ ἑτέρου τὰ ἐλά‐

3

.

8

χιστα, καὶ οὕτω μέγα φανεῖται. τρίτος δὲ πρὸς τὸ ὑπὸ σαυ‐ τοῦ λεγόμενον ἀντιπαραβάλλειν τοὐλάχιστον τῶν ὑπὸ τὴν αὐτὴν ἰδέαν πιπτόντων· φανεῖται γὰρ οὕτω τὸ ὑπὸ σοῦ λεγόμενον μεῖζον, ὥσπερ οἱ μέτριοι τὰ μεγέθη φαίνονται

3

.

9

μείζους, ὅταν πρὸς βραχυτέρους παραστῶσιν. ἔσται δὲ καὶ ὧδε πάντως αὔξειν· εἰ κέκριται μέγα ἀγαθὸν {τοῦτο}, τούτῳ {τι} ἐναντίον ἐὰν λέγῃς, μέγα κακὸν φανεῖται. ὡσαύτως δὲ εἰ νομίζεται μέγα κακόν, ἐὰν τούτῳ ἐναντίον

3

.

10

λέγῃς, μέγα ἀγαθὸν φανεῖται. ἔστι δὲ καὶ ὧδε μεγάλα ποιεῖν τὰ ἀγαθὰ ἢ τὰ κακά, ἐὰν ἀποφαίνῃς αὐτὸν [πρά‐ ξαντα] ἐκ διανοίας, συμβιβάζων ὡς ἐκ πολλοῦ προενόησεν, ὡς πολλῶν ἐπεβάλλετο, ὡς πολὺν χρόνον ἔπραττεν, ὡς
5οὐδεὶς ἄλλος πρότερος τούτοις ἐνεχείρησεν, ὡς μετὰ τού‐ των ἔπραξε μεθ’ ὧν οὐδεὶς ἄλλος, ὡς ἐπὶ τούτοις μεθ’ οὓς οὐδεὶς ἕτερος, ὡς ἑκών, ὡς ἐκ προνοίας, ὡς εἰ πάντες τούτῳ ἴσως ποιοῖμεν, εὐδαιμονοῖμεν ἂν ἢ φαύλως πράτ‐

3

.

11

τοιμεν. χρὴ δὲ καὶ εἰκάζοντα συμβιβάζειν καὶ ἐποικοδο‐ μοῦντα τὸ ἕτερον ὡς ἐπὶ τὸ ἕτερον αὔξειν τρόπῳ τοιῷδε·
ὅστις δὲ τῶν φίλων κήδεται, τοῦτον εἰκὸς καὶ τοὺς αὑτοῦ γονεῖς τιμᾶν· ὅστις δὲ τοὺς γονεῖς τιμᾷ, οὗτος καὶ τὴν23
5πατρίδα τὴν ἑαυτοῦ βουλήσεται εὖ ποιεῖν. συλλήβδην δέ, ἐὰν πολλῶν αἴτιον ἀποφαίνῃς, ἐάν τε ἀγαθῶν ἐάν τε κα‐

3

.

12

κῶν, μεγάλα φανεῖται. [δεῖ] δὲ καὶ σκοπεῖν, πότερον μεῖζον φανεῖται τὸ πρᾶγμα κατὰ μέρη διαιρούμενον ἢ καθόλου λεγόμενον· ὁποτέρως ἂν οὖν μεῖζον ᾖ, τοῦτον τὸν τρόπον αὐτὸ δεῖ λέγειν.

3

.

13

Τὰς μὲν οὖν αὐξήσεις οὕτω μετιὼν πλείστας καὶ μεγί‐ στας ποιήσεις· ταπεινώσεις δὲ τοῖς λόγοις καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ τὸν ἐναντίον τρόπον μετιών, ὡς εἰρήκαμεν ἐπὶ τῶν μεγάλων, καὶ μάλιστα μὲν ἂν μηδενὸς αἴτιον ἐπι‐

3

.

14

δεικνύῃς, εἰ δὲ μή, ὡς ἐλαχίστων καὶ μικροτάτων. ὡς μὲν οὖν ἐγκωμιάζοντες καὶ ψέγοντες αὐξήσομεν καὶ ταπει‐ νώσομεν, ἅπερ ἂν ἐκφέρωμεν, ἐκ τούτων ἴσμεν. χρήσι‐ μοι δὲ αἱ τῶν αὐξήσεων εἰσὶν ἀφορμαὶ καὶ ἐν τοῖς ἄλλοις
5εἴδεσιν, ἀλλ’ ἡ πλείστη δύναμις ἐν τοῖς ἐγκωμίοις καὶ ἐν τοῖς ψόγοις ἐστὶν αὐταῖς. περὶ μὲν οὖν τούτων ἐντεῦθεν εὐπορήσομεν.

4

.

1

Διέλθωμεν δὲ πάλιν τούτοις ὁμοιοτρόπως τό τε κατηγο‐ ρικὸν καὶ τὸ ἀπολογικὸν εἶδος, ἐξ ὧν συνέστηκε καὶ ὡς αὐτοῖς δεῖ χρῆσθαι. ἔστι δὲ τὸ μὲν κατηγορικὸν συλ‐ λήβδην εἰπεῖν ἀδικημάτων καὶ ἁμαρτημάτων ἐξήγησις,24
5τὸ δ’ ἀπολογικὸν ἀδικημάτων καὶ ἁμαρτημάτων κατ‐

4

.

2

ηγορηθέντων ἢ ὑποπτευθέντων διάλυσις. ἑκατέρου δὲ τῶν εἰδῶν τὰς δυνάμεις ταύτας ἔχοντος, [τὸν μὲν] κατ‐ ηγοροῦντα ἀναγκαῖον λέγειν, ὅταν μὲν εἰς πονηρίαν κατηγορῇ, ὡς αἱ τῶν ἐναντίων πράξεις ἄδικοι καὶ παρά‐
5νομοι καὶ τῷ πλήθει τῶν πολιτῶν ἀσύμφοροι τυγχάνουσιν οὖσαι, ὅταν δὲ εἰς ἀβελτερίαν, ὡς αὐτῷ τε τῷ πράττοντι ἀσύμφοροι καὶ αἰσχραὶ καὶ ἀηδεῖς καὶ ἀδύνατοι ἐπιτελε‐ σθῆναι. ταῦτα μὲν καὶ τὰ τούτοις ὅμοια κατά τε τῶν πονηρῶν καὶ τῶν ἀβελτέρων ἐπιχειρήματά ἐστι.

4

.

3

Δεῖ δὲ καὶ τοῦτο παρατηρεῖν τοὺς κατηγοροῦντας, ἐπὶ ποίοις τῶν ἀδικημάτων οἱ νόμοι τὰς τιμωρίας τάττουσι καὶ περὶ ἃ τῶν ἀδικημάτων οἱ δικασταὶ τὰς ζημίας τιμῶ‐ σιν. ὅταν μὲν οὖν ὁ νόμος διωρικὼς ᾖ, τοῦτο δεῖ μόνον
5σκοπεῖν τὸν κατήγορον, ὅπως ἐπιδείξῃ τὸ πρᾶγμα γεγενη‐25

4

.

4

μένον. ὅταν δὲ οἱ δικασταὶ τιμῶσιν, [***] αὐξητέον ἐστὶ τὰ τοῦ ἐναντίου ἀδικήματα καὶ μάλιστα μὲν δεικτέον, ὡς ἑκὼν καὶ ἐκ προνοίας οὐ τῆς τυχούσης, ἀλλὰ μετὰ παρα‐

4

.

5

σκευῆς πλείστης ἠδίκησεν. ἐὰν δὲ μὴ δυνατὸν ᾖ τοῦτο ποιεῖν, ἀλλὰ νομίζῃς δείξειν τὸν ἐναντίον, ὡς ἥμαρτε τρό‐ πον τινά, ἢ ὅτι ταῦτα πρᾶξαι διανοηθεὶς καλῶς ἠτύχησε, περιαιρετέον τὴν συγγνώμην λέγοντα τοῖς ἀκούουσιν, ὡς
5οὐ δεῖ πράξαντας ἡμαρτηκέναι φάσκειν, ἀλλὰ πρὶν πράτ‐ τειν εὐλαβεῖσθαι· ἔπειθ’ ὡς εἰ καὶ ἐξήμαρτεν ἢ ἠτύχησεν ἐκεῖνος, δεῖ διὰ τὰς ἀτυχίας καὶ τὰς ἁμαρτίας ζημιωθῆναι μᾶλλον αὐτὸν ἢ τὸν μηδέτερον τούτων ποιήσαντα· πρὸς δὲ τούτοις 〈ὡσ〉 καὶ ὁ νομοθέτης οὐκ ἀφῆκε τοὺς ἐξαμαρ‐
10τάνοντας, ἀλλ’ ὑποδίκους ἐποίησεν, ἵνα μὴ πάλιν ἐξ‐

4

.

6

αμαρτάνωσι. λέγε δὲ καὶ ὡς, εἰ τὸν τὰ τοιαῦτα ἀπολογού‐ μενον ἀποδέξονται, πολλοὺς τοὺς ἀδικεῖν προαιρουμένους ἕξουσι· κατορθώσαντες μὲν γὰρ ἅπερ ἂν ἐθέλωσι πράξου‐ σιν, ἀποτυχόντες δὲ φάσκοντες ἠτυχηκέναι τιμωρίαν οὐχ
5ὑφέξουσι. τοῖς μὲν οὖν κατηγοροῦσιν ἐκ τῶν τοιούτων ἡ συγγνώμη περιαιρετέα καί, ὡς πρότερον εἴρηται, διὰ τῶν αὐξήσεων πολλῶν αἴτια κακῶν τὰ τῶν ἐναντίων ἔργα ἀποδεικτέον.

4

.

7

Τὸ μὲν οὖν κατηγορικὸν εἶδος διὰ τῶν μερῶν ἀποτελεῖται
τούτων· τὸ δὲ ἀπολογικὸν διὰ τριῶν μεθόδων συνίσταται· ἢ γὰρ ἀποδεικτέον τῷ ἀπολογουμένῳ, ὡς οὐδὲν τῶν κατ‐ ηγορουμένων ἔπραξεν· ἢ ἐὰν ἀναγκάζηται ὁμολογεῖν, πει‐26
5ρατέον δεικνύναι ἔννομον καὶ δίκαιον καὶ καλὸν καὶ συμφέρον τῇ πόλει τὸ πεπραγμένον· ἐὰν δὲ μὴ τοῦτο δύνηται ἀποδεῖξαι, εἰς ἁμάρτημα ἢ εἰς ἀτύχημα ἄγοντα τὰς πράξεις καὶ μικρὰς τὰς βλάβας ἀπ’ αὐτῶν γεγενη‐

4

.

8

μένας ἀποφαίνοντα συγγνώμης τυχεῖν πειρατέον. ἀδικίαν δὲ καὶ ἁμάρτημα καὶ ἀτυχίαν ὧδε ὅρισαι· τὸ μὲν ἐκ προ‐ νοίας κακόν τι ποιεῖν ἀδικίαν τίθει, καὶ φάθι δεῖν τιμω‐ ρίαν ἐπὶ τοῖς τοιούτοις τὴν μεγίστην λαμβάνειν· τὸ δὲ δι’

4

.

9

ἄγνοιαν βλαβερόν τι πράττειν ἁμαρτίαν εἶναι φατέον. τὸ δὲ μὴ δι’ ἑαυτόν, ἀλλὰ δι’ ἑτέρους τινὰς ἢ διὰ τύχην μηδὲν ἐπιτελεῖν τῶν βουλευθέντων καλῶς ἀτυχίαν τίθει, καὶ φάθι τὸ μὲν ἀδικεῖν εἶναι τῶν πονηρῶν ἀνθρώπων
5ἴδιον, τὸ δὲ ἐξαμαρτεῖν καὶ περὶ τὰς πράξεις ἀτυχεῖν οὐ μόνου εἶναι ἑαυτοῦ ἴδιον, ἀλλὰ καὶ κοινὸν καὶ τῶν δικαζόν‐ των καὶ τῶν ἄλλων ἀνθρώπων. ἀξίου δὲ συγγνώμην ἔχειν ἀναγκασθείς τι ὁμολογεῖν τῶν τοιούτων αἰτιῶν, κοινὸν τοῖς ἀκούουσι ποιῶν τὸ ἁμαρτάνειν καὶ τὸ ἀτυχεῖν.

4

.

10

Δεῖ δὲ τὸν ἀπολογούμενον πάλιν θεωρεῖν, ἐφ’ οἷς τῶν ἀδικημάτων οἵ τε νόμοι τὰς τιμωρίας ἔταξαν καὶ 〈ἐφ’ οἷσ〉 οἱ δικασταὶ 〈τὰσ〉 ζημίας τιμῶσι· καὶ ὅταν ὁ νόμος ὁρίζῃ τὰς τιμωρίας, δεικτέον, ὡς οὐκ ἐποίησε τὸ παράπαν,

4

.

11

ἢ ὡς ἔννομα καὶ δίκαια ἐποίησεν· ὅτε δὲ οἱ δικασταὶ καθ‐ εστήκασι τιμηταὶ τῆς ζημίας, ὁμοίως πάλιν οὐ φατέον, ὅτι ταῦτα οὐκ ἐποίησεν, ἀλλὰ μικρὰ βεβλαμμένον τὸν ἐναν‐ τίον καὶ ἀκούσια ἀποφαίνειν πειρατέον. ἐκ τούτων μὲν27
5οὖν καὶ ἐκ τῶν τούτοις ὁμοιοτρόπων ἐν ταῖς κατηγορίαις καὶ ἐν ταῖς ἀπολογίαις εὐπορήσομεν· λείπεται δ’ ἡμῖν ἔτι διεξελθεῖν τὸ ἐξεταστικὸν εἶδος.

5

.

1

Ἐν κεφαλαίῳ μὲν οὖν εἰπεῖν, ἡ ἐξέτασίς ἐστι προαιρέ‐ σεων ἢ πράξεων ἢ λόγων πρὸς ἄλληλα ἢ πρὸς τὸν ἄλλον βίον ἐναντιουμένων ἐμφάνισις. δεῖ δὲ τὸν ἐξετάζοντα ζητεῖν, εἴ που ἢ ὁ λόγος ὃν ἐξετάζει ἢ αἱ πράξεις τοῦ

5

.

2

ἐξεταζομένου ἢ αἱ προαιρέσεις ἐναντιοῦνται ἀλλήλαις. ἡ δὲ μέθοδος ἥδε· σκοπεῖν ἐν τῷ παροιχομένῳ χρόνῳ, εἴ τῳ πρῶτόν τις φίλος γενόμενος πάλιν ἐχθρὸς ἐγένετο καὶ πά‐ λιν φίλος τῷ αὐτῷ τούτῳ, ἤ τι ἄλλο {ἐναντίον ἢ εἰς μοχθη‐
5ρίαν φέρον} ἔπραξεν ἢ ἔτι πράξειεν ἄν, εἰ καιροὶ παραπέ‐ σοιεν αὐτῷ, ἐναντίον τοῖς πρότερον ὑπ’ αὐτοῦ πεπραγμένοις.

5

.

3

ὡσαύτως δὲ ὅρα καὶ εἴ τι † εἰπὼν νῦν λέγει ἐναντίον τοῖς
πρότερον αὐτῷ εἰρημένοις, ἢ εἴ τι εἴποι ἐναντίον τοῖς λεγο‐28

5

.

4

μένοις ἢ τοῖς πρότερον εἰρημένοις†. ὡσαύτως δὲ καὶ εἴ τι προείλετο ἐναντίον τοῖς πρότερον ὑπ’ αὐτοῦ προῃρημένοις, ἢ προέλοιτ’ ἂν καιρῶν παραπεσόντων. ὁμοιοτρόπως δὲ τούτοις λαμβάνειν καὶ πρὸς τὰ ἄλλα ἔνδοξα ἐπιτηδεύ‐
5ματα τὰς ἐν τῷ τοῦ ἐξεταζομένου βίῳ ἐναντιώσεις. τὸ μὲν οὖν ἐξεταστικὸν εἶδος οὕτω μετιὼν οὐδένα παραλείψεις τρόπον τῆς ἐξετάσεως.

5

.

5

Ἁπάντων δὲ τῶν εἰδῶν ἤδη διῃρημένων δεῖ καὶ χωρὶς τούτων ἑκάστῳ, ὅταν ἁρμόττῃ, χρῆσθαι καὶ κοινῇ, συμ‐ μιγνύντα τὰς δυνάμεις αὐτῶν. ταῦτα γὰρ ἔχει μὲν δια‐ φορὰς εὐμεγέθεις, ἐπικοινωνοῦσι μέντοι κατὰ τὰς χρήσεις
5ἀλλήλοις, καὶ ταὐτὸ πεπόνθασι τοῖς τῶν ἀνθρώπων εἴδε‐ σι· καὶ γὰρ οὗτοι τῇ μὲν ὅμοιοι, τῇ δὲ ἀνόμοιοι τὰς ὄψεις καὶ τὰς αἰσθήσεις εἰσίν. οὕτω δὲ τῶν εἰδῶν διωρισμένων καὶ ὧν προσδέονται κοινῇ πάλιν ἐξαριθμήσωμεν καὶ δι‐ εξέλθωμεν, ὡς αὐτοῖς δεῖ χρῆσθαι.

6

.

1

Πρῶτον μὲν οὖν καὶ τὸ δίκαιον καὶ τὸ νόμιμον καὶ τὸ συμφέρον καὶ τὸ καλὸν καὶ τὸ ἡδὺ καὶ τὰ τούτοις ἀκό‐ λουθα, καθάπερ ἐν ἀρχῇ διειλόμην, κοινὰ πᾶσι τοῖς εἴδεσίν ἐστι, μάλιστα δ’ αὐτοῖς τὸ προτρεπτικὸν 〈καὶ τὸ ἀποτρεπ‐

6

.

2

τικὸν〉 προσχρῆται. δεύτερον δὲ τὰς αὐξήσεις καὶ τὰς ταπεινώσεις χρησίμους ἀναγκαῖον εἶναι παρὰ πάντα τὰ λοιπά, μάλιστα δ’ αὐτῶν ἐν τοῖς ἐγκωμίοις καὶ τοῖς ψόγοις

6

.

3

αἱ χρήσεις. τρίτον δὲ πίστεις, αἷς ἀνάγκη μὲν πρὸς πάντα
τὰ μέρη τῶν λόγων χρῆσθαι, χρησιμώταται δέ εἰσιν ἐν ταῖς κατηγορίαις καὶ ταῖς ἀπολογίαις· †ταῦτα γὰρ πλεί‐ στης ἀντιλογίας δέονται†. πρὸς δὲ τούτοις προκατα‐29
5λήψεις καὶ αἰτήματα καὶ παλιλλογίαι 〈καὶ ἀστειο‐ λογίαι〉 καὶ μῆκος λόγου καὶ μετριότης μήκους καὶ βραχυλογία καὶ ἑρμηνεία· ταῦτα γὰρ καὶ τὰ τού‐ τοις ὅμοια κοινὰς ἔχει πᾶσι τοῖς εἴδεσι τὰς χρήσεις.

7

.

1

Περὶ μὲν οὖν τῶν δικαίων καὶ τῶν νομίμων καὶ τῶν τού‐ τοις ὁμοιοτρόπων πρότερον διωρισάμην καὶ τὴν χρῆσιν αὐτῶν διεξῆλθον καὶ περὶ μὲν τῶν αὐξήσεων καὶ ταπει‐ νώσεων εἶπον· νῦν δὲ περὶ τῶν ἄλλων δηλώσω πρῶτον

7

.

2

ἀπὸ τῶν πίστεων ἀρξάμενος. εἰσὶ δὲ δύο τρόποι τῶν πίστεων· γίνονται γὰρ αἱ μὲν ἐξ αὐτῶν τῶν λόγων καὶ τῶν πράξεων καὶ τῶν ἀνθρώπων, αἱ δ’ ἐπί‐ θετοι τοῖς λεγομένοις καὶ τοῖς πραττομένοις.
5τὰ μὲν γὰρ εἰκότα καὶ παραδείγματα καὶ τεκμήρια καὶ ἐνθυμήματα καὶ 〈αἱ〉 γνῶμαι καὶ τὰ σημεῖα καὶ οἱ ἔλεγχοι {καὶ} πίστεις ἐξ αὐτῶν τῶν λόγων καὶ τῶν ἀνθρώπων καὶ τῶν πραγμάτων εἰσίν, ἐπίθετοι δὲ 〈δόξαι

7

.

3

τοῦ λέγοντοσ〉 μάρτυρες βάσανοι ὅρκοι. δεῖ δὲ τούτων ἑκάστην αὐτήν τε συνιέναι, ποία τίς ἐστι, καὶ πόθεν τῶν εἰς αὐτὴν λόγων εὐπορήσομεν, καὶ τί ἀλλήλων διαφέρουσιν.

7

.

4

Εἰκὸς μὲν οὖν ἐστιν, οὗ λεγομένου παραδείγματα ἐν ταῖς διανοίαις ἔχουσιν οἱ ἀκούοντες. λέγω δ’ οἷον εἴ τις
φαίη τὴν πατρίδα βούλεσθαι μεγάλην εἶναι καὶ τοὺς οἰκεί‐ ους εὖ πράττειν καὶ τοὺς ἐχθροὺς ἀτυχεῖν καὶ τὰ τούτοις30
5ὅμοια, συλλήβδην εἰκότα δόξει εἶναι. ἕκαστος γὰρ τῶν ἀκουόντων σύνοιδεν αὐτὸς αὑτῷ περὶ τούτων καὶ τῶν τούτοις ὁμοιοτρόπων ἔχοντι τοιαύτας ἐπιθυμίας. ὥστε τοῦτο δεῖ παρατηρεῖν ἡμᾶς ἐν τοῖς λόγοις ἀεί, εἰ τοὺς ἀκούοντας συνειδότας ληψόμεθα περὶ τοῦ πράγματος οὗ
10λέγομεν· τούτοις γὰρ αὐτοὺς εἰκός ἐστι μάλιστα πιστεύειν.

7

.

5

τὸ μὲν οὖν εἰκὸς τοιαύτην ἔχει φύσιν, διαιροῦμεν δὲ αὐτὸ εἰς τρεῖς ἰδέας. μία μὲν οὖν ἐστι τὸ τὰ πάθη τὰ κατὰ φύσιν ἀκολουθοῦντα τοῖς ἀνθρώποις 〈ἐν〉 τοῖς λόγοις συμπαραλαμβάνειν {ἐν τῷ κατηγορεῖν ἢ ἀπολογεῖσθαι},
5οἷον ἐὰν τύχωσί τινες καταφρονήσαντές τινος ἢ δείσαντες, {ἢ καὶ αὐτὸ τοῦτο τὸ πρᾶγμα πολλάκις πεποιηκότες,} ἢ πάλιν ἡσθέντες ἢ λυπηθέντες, ἢ ἐπιθυμοῦντες ἢ πεπαυ‐ μένοι τῶν ἐπιθυμιῶν ἤ τι τοιοῦτον ἕτερον πεπονθότες πάθος ταῖς ψυχαῖς ἢ τοῖς σώμασιν ἤ τινι τῶν ἄλλων
10αἰσθήσεων οἷς συμπάσχομεν· ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια κοινὰ τῆς ἀνθρωπείας φύσεως ὄντα πάθη γνώριμα

7

.

6

τοῖς ἀκούουσίν ἐστι. τὰ μὲν οὖν κατὰ φύσιν τοῖς ἀνθρώ‐ ποις εἰθισμένα γίνεσθαι τοιαῦτά ἐστιν, ἅ φαμεν δεῖν συμπαραλαμβάνειν ἐν τοῖς λόγοις. ἕτερον δὲ μέρος ἐστὶ τῶν εἰκότων ἔθος, ὃ κατὰ συνήθειαν ἕκαστοι ποιοῦμεν.
5τρίτον δὲ κέρδος· πολλάκις γὰρ διὰ τοῦτο τὴν φύσιν βιασάμενοι καὶ τὰ ἤθη προειλόμεθα πράττειν.

7

.

7

Οὕτω δὲ τούτων διωρισμένων ἐν μὲν ταῖς προτροπαῖς καὶ ταῖς ἀποτροπαῖς δεικτέον ὑπὲρ τῶν ζητουμένων, ὅτι τοῦτο τὸ πρᾶγμα, ἐφ’ ὃ ἡμεῖς παρακαλοῦμεν ἢ ᾧ ἀντι‐ λέγομεν, οὕτως ὡς ἡμεῖς φαμεν γίνεται, εἰ δὲ μή, ὅτι τὰ31
5τούτῳ τῷ πράγματι ὅμοια τοῦτον τὸν τρόπον γίνεται ὃν

7

.

8

ἡμεῖς φαμεν ἢ τὰ πλεῖστα ἢ τὰ πάντα. κατὰ μὲν οὖν τῶν πραγμάτων οὕτω τὸ εἰκὸς ληπτέον· κατὰ δὲ τῶν ἀνθρώ‐ πων ἐν μὲν ταῖς κατηγορίαις, ἐὰν ἔχῃς, ἐπιδείκνυε αὐτὸν τοῦτο τὸ πρᾶγμα πολλάκις πεποιηκότα πρότερον, εἰ δὲ
5μή, 〈τὰ〉 ὅμοια τούτῳ. πειρῶ δὲ ἀποφαίνειν καὶ ὡς λυσι‐ τελὲς ἦν αὐτῷ ταῦτα ποιεῖν· οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώ‐ πων αὐτοὶ τὸ λυσιτελὲς μάλιστα προτιμῶντες καὶ τοὺς

7

.

9

ἄλλους νομίζουσιν ἕνεκα τούτου πάντα πράττειν. ἂν μὲν οὖν ἔχῃς ἀπὸ τῶν ἀντιδίκων αὐτῶν τὸ εἰκὸς λαμβάνειν, οὕτως αὐτὸ σύναγε, εἰ δὲ μή, ἀπὸ τῶν ὁμοίων τὰ εἰθισμένα φέρε. λέγω δ’ οἷον 〈εἰ〉 νέος ἐστὶν οὗ κατηγορεῖς, ἃ οἱ
5περὶ τὴν ἡλικίαν ταύτην ὄντες πράττουσι, ταῦτα λέγε πεποιηκέναι αὐτόν· πιστευθήσεται γὰρ κατὰ τὴν ὁμοιό‐ τητα καὶ τὰ κατὰ τούτου λεγόμενα. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐὰν τοὺς ἑταίρους αὐτοῦ δεικνύῃς τοιούτους ὄντας, οἷον σὺ τοῦτον φῄς· καὶ γὰρ διὰ τὴν πρὸς ἐκείνους συν‐
10ήθειαν δόξει τὰ αὐτὰ τοῖς φίλοις ἐπιτηδεύειν.

7

.

10

Τοὺς μὲν οὖν κατηγοροῦντας οὕτω χρὴ μετιέναι τὸ εἰκός· τοῖς δὲ ἀπολογουμένοις μάλιστα δεικτέον, ὡς οὐδεπώποτε τῶν κατηγορουμένων τι πρότερον οὔτε αὐτοὶ οὔτε τῶν φίλων οὐδεὶς οὔτε τῶν ὁμοίων αὐτοῖς

7

.

11

ἔπραξέ τις, οὐδ’ ἐλυσιτέλησεν 〈ἂν〉 τοιαῦτα πράττειν. ἂν δὲ φανερὸς ᾖς ταὐτὸ τοῦτο πρότερον πεποιηκώς, αἰτια‐ τέον τὴν ἡλικίαν ἤ τινα πρόφασιν ἄλλην οἰστέον, δι’ ἣν εἰκότως ἐξήμαρτες τότε. λέγε δὲ καὶ ὡς οὔτε ταῦτα32
5τότε σοὶ πράξαντι συνήνεγκεν οὔτε νῦν ἐλυσιτέλησεν ἄν.

7

.

12

ἂν δὲ σοὶ μηδὲν ᾖ πεπραγμένον τοιοῦτον, τῶν δὲ φίλων σού τινες τυγχάνωσι τοιαῦτα πεποιηκότες, χρὴ λέγειν, ὡς οὐ δίκαιόν ἐστι δι’ ἐκείνους σαυτὸν διαβάλλεσθαι, καὶ δεικνύναι τῶν σαυτῷ συνήθων ἑτέρους ἐπιεικεῖς ὄντας·
5οὕτω γὰρ ἀμφίβολον ποιήσεις τὸ κατηγορούμενον. ἂν δὲ τῶν ὁμοίων δεικνύωσί τινας τὰ αὐτὰ πεποιηκότας, ἄτο‐ πον εἶναι φάσκε, {εἰ,} διότι ἕτεροί τινες ἐξαμαρτάνοντες φαίνονται, πίστιν εἶναι, ὅτι τῶν ἐγκαλουμένων τι καὶ σὺ

7

.

13

πεποίηκας. ἂν μὲν οὖν ἔξαρνος ᾖς μὴ πεποιηκέναι τὴν κατηγορουμένην πρᾶξιν, οὕτως ἐκ τῶν εἰκότων χρή σε ἀπολογεῖσθαι· ἀπίθανον γὰρ ποιήσεις τὴν κατηγορίαν. ἂν δὲ ὁμολογεῖν ἀναγκάζῃ, τοῖς τῶν πολλῶν ἤθεσιν ἀφομοίου
5τὰς σαυτοῦ πράξεις ὅτι μάλιστα λέγων, ὡς οἱ πλεῖστοι ἢ οἱ πάντες τοῦτο καὶ τὰ τοιαῦτα πράττουσιν οὕτως, ὡς

7

.

14

σοὶ τυγχάνει πεποιημένον. ἂν δὲ μὴ δυνατὸν ᾖ τοῦτο δεῖ‐ ξαι, καταφευκτέον ἐπὶ τὰς ἀτυχίας ἢ τὰς ἁμαρτίας καὶ συγγνώμης πειρατέον τυγχάνειν συμπαραλαμβάνοντα τὰ κοινὰ τῶν ἀνθρώπων γινόμενα πάθη, δι’ ὧν ἐξιστάμεθα
5τοῦ λογισμοῦ· ταῦτα δ’ ἐστὶν ἔρως ὀργὴ μέθη φιλοτιμία καὶ τὰ τούτοις ὁμοιότροπα. τὸ μὲν οὖν εἰκὸς διὰ ταύτης
τῆς μεθόδου τεχνικώτατα μέτιμεν.33

8

.

1

Παραδείγματα δ’ ἐστὶ πράξεις ὅμοιαι γεγενημέναι καὶ ἐναντίαι ταῖς νῦν ὑφ’ ἡμῶν λεγομέναις. τότε δὲ χρη‐ στέον αὐτοῖς ἐστιν, ὅταν ἄπιστον ὂν τὸ ὑπὸ σοῦ λεγόμενον εἶναι φανερὸν ποιῆσαι θέλῃς, ἐὰν διὰ τοῦ εἰκότος μὴ
5πιστεύηται, ὅπως πρᾶξιν ὁμοίαν ἑτέραν τῇ ὑπὸ σοῦ λεγο‐ μένῃ καταμαθόντες οὕτω πεπραγμένην, ὡς σὺ φῂς πεπρᾶ‐

8

.

2

χθαι, μᾶλλον πιστεύσωσι τοῖς ὑπὸ σοῦ λεγομένοις. εἰσὶ δὲ τῶν παραδειγμάτων δύο τρόποι· τὰ μὲν γὰρ τῶν πραγ‐ μάτων γίνεται κατὰ λόγον, τὰ δὲ παρὰ λόγον. ποιεῖ δὲ τὰ μὲν κατὰ λόγον γινόμενα πιστεύεσθαι, τὰ δὲ μὴ

8

.

3

κατὰ λόγον ἀπιστεῖσθαι. λέγω δ’ οἷον εἴ τις φάσκοι τοὺς πλουσίους δικαιοτέρους εἶναι τῶν πενομένων καὶ φέροι τινὰς πράξεις πλουσίων ἀνδρῶν δικαίας. τὰ μὲν οὖν τοιαῦτα τῶν παραδειγμάτων κατὰ λόγον εἶναι
5δοκεῖ· τοὺς γὰρ πλείστους 〈ἔστιν〉 ἰδεῖν νομίζοντας τοὺς

8

.

4

πλουτοῦντας δικαιοτέρους εἶναι τῶν πενομένων. εἰ δέ τις πάλιν ἀποφαίνοι τινὰς τῶν πλουσίων ἐπὶ χρήμασιν ἀδικήσαντας, τῷ παρὰ τὸ εἰκὸς γενομένῳ παραδείγματι

8

.

5

χρώμενος ἀπίστους ἂν ποιοῖ τοὺς πλουτοῦντας. ὡσαύτως δὲ καὶ εἴ τις φέροι παράδειγμα τῶν κατὰ λόγον εἶναι δοκούντων, διότι Λακεδαιμόνιοί ποτε ἢ Ἀθηναῖοι πολλῷ
πλήθει χρώμενοι συμμάχων κατεπολέμησαν τοὺς ἐναν‐34
5τίους, καὶ προτρέποι τοὺς ἀκούοντας πολλοὺς συμμάχους ποιεῖσθαι· {τὰ μὲν οὖν τοιαῦτα παραδείγματα κατὰ λόγον ἐστίν·} ἅπαντες γὰρ νομίζουσιν ἐν τοῖς πολέμοις τὸ πλῆθος

8

.

6

οὐ μικρὰν ῥοπὴν ἔχειν πρὸς τὴν νίκην. εἰ δέ τις ἀποφαίνειν ἐθέλοι μὴ τοῦτ’ αἴτιον τοῦ νικᾶν, τοῖς παρὰ τὸ εἰκὸς γε‐ νομένοις πράγμασι χρήσαιτ’ ἂν παραδείγμασι λέγων, ὡς οἱ μὲν Ἀθήνησι φυγάδες τὸ πρῶτον μετὰ πεντήκοντα ἀνδρῶν
5Φυλήν τε καταλαβόντες καὶ πρὸς τοὺς ἐν ἄστει πολλῷ πλείους ὄντας καὶ συμμάχοις Λακεδαιμονίοις χρωμένους

8

.

7

πολεμήσαντες κατῆλθον εἰς τὴν ἰδίαν πόλιν· Θηβαῖοι δὲ Λακεδαιμονίων καὶ σχεδὸν ἁπάντων Πελοποννησίων εἰς τὴν Βοιωτίαν ἐμβαλόντων μόνοι περὶ τὰ Λεῦκτρα παρα‐ ταξάμενοι τὴν Λακεδαιμονίων δύναμιν ἐνίκησαν· Δίων δὲ
5ὁ Συρακούσιος μετὰ τρισχιλίων ὁπλιτῶν εἰς Συρακούσας πλεύσας Διονύσιον πολλαπλασίονα ἔχοντα δύναμιν κατ‐

8

.

8

επολέμησεν· ὡσαύτως δὲ Κορίνθιοι Συρακουσίοις ἐννέα τριήρεσι βοηθήσαντες Καρχηδονίους ἑκατὸν μὲν καὶ πεντήκοντα ναυσὶν ἐπὶ τοῖς λιμέσι τῶν Συρακουσίων ἐφορμοῦντας, τὴν δὲ πόλιν ἅπασαν πλὴν τῆς ἀκροπόλεως
5ἔχοντας οὐδὲν ἧττον κατεπολέμησαν. συλλήβδην δὲ ταῦτα καὶ τὰ τούτοις ὅμοια παρὰ λόγον πραχθέντα τὰς κατὰ τὸ εἰκὸς γινομένας συμβουλὰς ἀπίστους ποιεῖν εἴωθε.

8

.

9

Τῶν μὲν οὖν παραδειγμάτων τοιαύτη τις ἡ φύσις ἐστί· χρηστέον δ’ αὐτῶν ἑκατέρῳ τρόπῳ, ὅταν μὲν ἡμεῖς λέγω‐
μεν τὰ κατὰ λόγον γινόμενα, δεικνύντας ὡς ἐπὶ τὸ πολὺ τοῦτον τὸν τρόπον ἐπιτελουμένας τὰς πράξεις, ὅταν δὲ τὰ35
5παρὰ λόγον γινόμενα, φέροντας ὅσα παρὰ λόγον δοκοῦντα

8

.

10

γενέσθαι τῶν πραγμάτων εὐλόγως ἀποβέβηκεν. ὅταν δ’ οἱ ἐναντίοι λέγωσι τοῦτο, χρὴ δεικνύειν, ὡς εὐτυχήματα ταῦτα συνέβη, καὶ λέγειν, ὅτι αἱ τοιαῦται πράξεις ἐν τῷ σπανίῳ γεγόνασιν, οἵας δὲ σὺ λέγεις, πολλάκις. τοῖς μὲν

8

.

11

οὖν παραδείγμασιν οὕτω χρηστέον. ὅταν γε μὴν τὰ παρὰ λόγον γινόμενα φέρωμεν, χρὴ συνάγειν αὐτῶν ὅτι πλεῖ‐ στα καὶ λέγειν, ὡς οὐδὲν μᾶλλον ἐκεῖνα τούτων εἴωθε

8

.

12

γίνεσθαι. δεῖ δὲ χρῆσθαι τοῖς παραδείγμασιν οὐ μόνον ἐκ τούτων, ἀλλὰ καὶ ἐκ τῶν ἐναντίων. λέγω δ’ οἷον ἐὰν ἀποφαίνῃς τινὰς πλεονεκτικῶς τοῖς συμμάχοις χρωμέ‐ νους καὶ διὰ 〈τοῦτο〉 λυθεῖσαν αὐτῶν τὴν φιλίαν καὶ
5λέγῃς· ἡμεῖς δέ, ἂν ἴσως καὶ κοινῶς πρὸς αὐτοὺς προσ‐

8

.

13

φερώμεθα, πολὺν χρόνον τὴν συμμαχίαν φυλάξομεν· καὶ πάλιν, ἄν τινας ἑτέρους ἀπαρασκευάστως πολεμήσαντας καὶ διὰ τοῦτο καταπολεμηθέντας ἀποφαίνῃς, εἶτα λέγῃς· ἂν παρασκευασάμενοι πολεμῶμεν, βελτίους ἂν περὶ τῆς

8

.

14

νίκης τὰς ἐλπίδας ἔχοιμεν. πολλὰ δὲ λήψῃ παραδείγματα διὰ τῶν προγεγενημένων πράξεων καὶ διὰ τῶν νῦν γινομένων· τὰ γὰρ πλεῖστα τῶν ἔργων τῇ μὲν ὅμοια, τῇ δὲ ἀνόμοια ἀλλήλοις ἐστίν. ὥστε διὰ τὴν αἰτίαν ταύτην καὶ
5παραδειγμάτων εὐπορήσομεν καὶ τοῖς ὑπὸ τῶν ἄλλων
λεγομένοις οὐ χαλεπῶς ἀντεροῦμεν. τῶν μὲν οὖν παραδειγ‐ μάτων τούς τε τρόπους ἴσμεν, καὶ ὡς αὐτοῖς χρησόμεθα, καὶ ὅθεν πολλὰ ληψόμεθα.36

9

.

1

Τεκμήρια δέ ἐστιν, †ὅς’ ἂν ἐναντίως ᾖ πεπραγμένα τῷ περὶ οὗ ὁ λόγος† καὶ ὅσα ὁ λόγος αὐτὸς ἑαυτῷ ἐναν‐ τιοῦται· τῶν γὰρ ἀκουόντων οἱ πλεῖστοι τοῖς συμβαίνουσι περὶ τὸν λόγον ἢ τὴν πρᾶξιν ἐναντιώμασι τεκμαίρονται
5μηδὲν ὑγιὲς εἶναι μήτε τῶν λεγομένων μήτε τῶν πραττο‐

9

.

2

μένων. πολλὰ δὲ λήψῃ τεκμήρια σκοπῶν, εἴτε ὁ λόγος τοῦ ἐναντίου αὐτὸς αὑτῷ {τῷ πράγματι} ἐναντιοῦται, εἴτε ἡ πρᾶξις αὐτοῦ ἐναντία τῷ λόγῳ ἐστί. τὰ μὲν οὖν τεκμήρια τοιαῦτά ἐστι, καὶ οὕτως αὐτὰ πλεῖστα ποιήσεις.

10

.

1

Ἐνθυμήματα δέ ἐστιν οὐ μόνον τὰ τῷ λόγῳ καὶ τῇ πράξει ἐναντιούμενα, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι. λήψῃ δὲ πολλὰ μετιών, ὡς ἐν τῷ ἐξεταστικῷ εἴδει εἴρηται, καὶ σκοπῶν, εἴ πῃ ὁ λόγος {ἑαυτῷ} ἐναντιοῦται ἢ τὰ πεπραγ‐
5μένα τοῖς δικαίοις ἢ τῷ νόμῳ ἢ τῷ συμφέροντι ἢ τῷ καλῷ ἢ τῷ δυνατῷ ἢ τῷ ῥᾳδίῳ ἢ τῷ εἰκότι ἢ τῷ ἤθει τοῦ

10

.

2

λέγοντος ἢ τῷ ἔθει τῶν πραγμάτων. τὰ μὲν οὖν τοιαῦτα τῶν ἐνθυμημάτων κατὰ τῶν ἐναντίων ἐκληπτέον· τὰ δ’ ἐν‐ αντία τούτοις ὑπὲρ ἡμῶν αὐτῶν δεῖ λέγειν, ἀποφαίνοντας τὰς πράξεις τὰς ἡμετέρας καὶ τοὺς λόγους ἐναντιουμένους
5τοῖς ἀδίκοις καὶ τοῖς ἀνόμοις καὶ τοῖς ἀσυμφόροις καὶ τοῖς τῶν ἀνθρώπων τῶν πονηρῶν ἤθεσι, καὶ συλλήβδην τοῖς

10

.

3

μοχθηροῖς νομιζομένοις εἶναι. δεῖ δὲ τούτων ἕκαστα συνάγειν ὡς εἰς βραχύτατα καὶ φράζειν ὅτι μάλιστα ἐν ὀλί‐ γοις τοῖς ὀνόμασι. τὰ μὲν οὖν ἐνθυμήματα τοῦτον τὸν τρό‐ πον πολλὰ ποιήσομεν, καὶ οὕτως αὐτοῖς ἄριστα χρησόμεθα.37

11

.

1

Γνώμη δέ ἐστι μὲν ὡς ἐν κεφαλαίῳ καθ’ ὅλων τῶν πραγ‐ μάτων δόγματος ἰδίου δήλωσις. δύο δὲ τρόποι τῶν γνω‐

11

.

2

μῶν εἰσιν, ὁ μὲν ἔνδοξος, ὁ δὲ παράδοξος. ὅταν μὲν οὖν ἔνδοξον λέγῃς, οὐδὲν δεῖ τὰς αἰτίας φέρειν· οὔτε γὰρ ἀγνοεῖται οὔτ’ ἀπιστεῖται τὸ λεγόμενον· ὅταν δὲ παρά‐ δοξον λέγῃς, χρὴ φράζειν τὰς αἰτίας συντόμως, ἵνα τὴν
5ἀδολεσχίαν καὶ τὴν ἀπιστίαν διαφύγῃς. δεῖ δὲ τὰς γνώμας οἰκείας φέρειν τῶν πραγμάτων, ἵνα μὴ σκαιὸν καὶ ἀπηρτη‐

11

.

3

μένον φαίνηται τὸ λεγόμενον. πολλὰς δὲ ποιήσομεν αὐτὰς ἢ ἐκ τῆς ἰδίας φύσεως ἢ ἐξ ὑπερβολῆς ἢ ἐκ παρ‐ ομοιώσεως. αἱ μὲν οὖν ἐκ τῆς ἰδίας φύσεως τοιαίδε τινές εἰσιν· οὐκ εἶναί μοι δοκεῖ δεινὸν γενέσθαι στρατηγὸν
5πραγμάτων ἄπειρον ὄντα. ἑτέρα δέ ἐστιν ἥδε· νοῦν ἐχόντων ἀνδρῶν ἐστι τοῖς τῶν προγεγενημένων παραδείγμασι χρωμένους πειρᾶσθαι διαφυγεῖν τὰς ἐκ τῆς ἀβουλίας

11

.

4

ἁμαρτίας. ἐκ μὲν οὖν τῆς ἰδίας φύσεως τοιαύτας ποιήσομεν γνώμας, ἐξ ὑπερβολῆς δὲ τοιάσδε· δεινότερά μοι δοκοῦσιν οἱ κλέπτοντες τῶν ληιζομένων ποιεῖν· οἱ μὲν γὰρ λαθραίως, οἱ δὲ φανερῶς τὰ χρήματα περιαιροῦνται.

11

.

5

τὰς μὲν οὖν ἐξ ὑπερβολῆς γνώμας τοῦτον τὸν τρόπον πολλὰς ποιήσομεν. αἱ δ’ ἐκ παρομοιώσεως τοιαίδε εἰσίν·
ὁμοιότατόν μοι δοκοῦσιν οἱ τὰ χρήματα ἀποστεροῦντες τοῖς τὰς πόλεις προδιδοῦσι ποιεῖν· πιστευθέντες γὰρ38

11

.

6

ἀμφότεροι τοὺς πιστεύσαντας ἀδικοῦσιν. ἑτέρα δέ· παρα‐ πλήσιόν μοι δοκοῦσι ποιεῖν οἱ ἀντίδικοι τοῖς τυράννοις· ἐκεῖνοί τε γὰρ ὧν μὲν αὐτοὶ ἀδικοῦσιν, οὐκ ἀξιοῦσι διδόναι δίκας, ὧν δὲ τοῖς ἄλλοις ἐγκαλοῦσιν, ἀνυπερβλήτως
5τιμωροῦνται, οὗτοί τε εἰ μέν τι αὐτοὶ τῶν ἐμῶν ἔχουσιν, οὐκ ἀποδιδόασιν, εἰ δέ τι ἐγὼ τούτων ἔλαβον, καὶ αὐτὸ καὶ τοὺς τόκους οἴονται δεῖν κομίσασθαι. γνώμας μὲν οὖν τοῦτον τὸν τρόπον μετιόντες πολλὰς ποιήσομεν.

12

.

1

Σημεῖον δέ ἐστιν ἄλλο ἄλλου, οὐ τὸ τυχὸν τοῦ τυχόν‐ τος οὐδ’ ἅπαν παντός, ἀλλὰ τό γε εἰθισμένον γίνεσθαι πρὸ τοῦ πράγματος ἢ ἅμα τῷ πράγματι ἢ μετὰ τὸ πρᾶγμα.

12

.

2

ἔστι δὲ σημεῖον τό τε γενόμενον οὐ μόνον τοῦ γενομένου, ἀλλὰ καὶ τοῦ μὴ γενομένου, ὡσαύτως δὲ καὶ τὸ μὴ γεγονὸς οὐ μόνον τοῦ μὴ ὄντος, ἀλλὰ καὶ τοῦ ὄντος. ποιεῖ δὲ τῶν σημείων τὸ μὲν οἴεσθαι, τὸ δ’ εἰδέναι, κάλλιστον δὲ τὸ
5εἰδέναι ποιοῦν· δεύτερον δὲ τὸ δόξαν πιθανωτάτην ἐργα‐

12

.

3

ζόμενον. πολλὰ δὲ ποιήσομεν σημεῖα συλλήβδην εἰπεῖν ἐξ ἑκάστου τῶν πεπραγμένων καὶ λεγομένων καὶ ὁρω‐ μένων, καθ’ ἓν ἕκαστον λαμβάνοντες, ἔκ τε τοῦ μεγέθους καὶ τῆς μικρότητος τῶν ἀποβαινόντων κακῶν ἢ ἀγαθῶν,
5ἔτι δὲ καὶ ἐκ τῶν μαρτύρων καὶ ἐκ τῶν μαρτυρουμένων, καὶ ἐκ τῶν συμπαρόντων ἡμῖν ἢ τοῖς ἐναντίοις καὶ ἐξ
αὐτῶν ἐκείνων καὶ ἐκ τῶν προκλήσεων καὶ ἐκ τῶν χρόνων καὶ ἐξ ἄλλων πολλῶν. τῶν μὲν οὖν σημείων ἐντεῦθεν εὐπορήσομεν.39

13

.

1

Ἔλεγχος δέ ἐστι μέν, ὃ μὴ δυνατὸν ἄλλως ἔχειν, ἀλλ’ οὕτως, 〈ὡσ〉 **** ὡς ἡμεῖς λέγομεν καὶ ἐκ τῶν κατὰ φύσιν ἀδυνάτων ἢ ἀδυνάτων ὡς οἱ ἐναντίοι

13

.

2

λέγουσι. κατὰ φύσιν μὲν οὖν ἀναγκαῖόν ἐστιν οἷον τοὺς ζῶντας σιτίων δεῖσθαι καὶ τὰ τούτοις ὅμοια· ὡς δ’ ἡμεῖς λέγομέν ἐστιν ἀναγκαῖον τοὺς μεμαστιγω‐

13

.

3

μένους ὁμολογεῖν, ἅπερ οἱ μαστιγοῦντες κελεύουσι. κατὰ φύσιν δὲ πάλιν ἀδύνατόν ἐστι παιδάριον μικρὸν κλέψαι τοσοῦτον ἀργύριον, ὅσον μὴ δυνατὸν φέρειν, καὶ οἴχεσθαι τοῦτο φέρον· ὡς δ’ ἂν ὁ ἐναντίος λέγοι, ἔσται ἀδύνα‐
5τον, ἂν φάσκῃ μὲν ἐν χρόνοις τισὶν Ἀθήνησι ποιήσασθαι τὸ συμβόλαιον, ἡμεῖς δ’ ἔχωμεν ἐπιδεῖξαι τοῖς ἀκούουσιν, ὡς κατὰ τοὺς τότε καιροὺς ἀπεδημοῦμεν ἐν ἑτέρᾳ πόλει

13

.

4

τινί. τοὺς μὲν οὖν ἐλέγχους ἐκ τούτων καὶ ἐκ τῶν τούτοις ὁμοιοτρόπων 〈πολλοὺσ〉 ποιήσομεν. συλλήβδην δὲ τὰς ἐξ αὐτοῦ τοῦ λόγου καὶ τῶν πράξεων καὶ τῶν ἀνθρώπων πίστεις ἁπάσας διεληλύθαμεν. σκεψώμεθα δὲ καὶ τί
5ἀλλήλων διαφέρουσιν.40

14

.

1

Τὸ μὲν τοίνυν εἰκὸς τοῦ παραδείγματος ταύτῃ διαφέρει, διότι τοῦ μὲν εἰκότος ἔχουσιν αὐτοὶ οἱ ἀκούοντες ἔννοιαν,

14

.

2

τὰ δὲ παραδείγματα *** καὶ ἐκ τῶν ἐναντίων καὶ ἐκ τῶν ὁμοίων φέρειν ἔστι, τὰ δὲ τεκμήρια μόνον ἐκ τῶν περὶ τὸν

14

.

3

λόγον καὶ τὴν πρᾶξιν ἐναντίων συντίθεται. καὶ μὴν ἐνθύ‐ μημα τεκμηρίου ταύτῃ τὴν διαφορὰν ἔσχηκεν, ὅτι τὸ μὲν τεκμήριον περὶ τὸν λόγον καὶ τὴν πρᾶξιν ἐναντίωσίς ἐστι, τὸ δ’ ἐνθύμημα καὶ τὰς περὶ τὰς ἄλλας ἰδέας ἐναν‐
5τιώσεις ἐξείληφεν· ἢ καὶ διότι τὸ μὲν τεκμήριον οὐκ ἐφ’ ἡμῖν ἐστι λαμβάνειν, ἂν μὴ περὶ τὰ πράγματα καὶ τοὺς λόγους ἐναντίωσίς τις ὑπάρχῃ, τὸ δ’ ἐνθύμημα πολλα‐

14

.

4

χόθεν οἷόν τε πορίζεσθαι τοῖς λέγουσι. γνῶμαι δ’ ἐνθυ‐ μημάτων διαφέρουσιν, ᾗ τὰ μὲν ἐνθυμήματα μόνον ἐκ τῶν ἐναντιώσεων σύγκειται, τὰς δὲ γνώμας καὶ μετὰ τῶν ἐν‐ αντιώσεων καὶ ἁπλῶς αὐτὰς καθ’ αὑτὰς δυνατόν ἐστιν ἐμ‐

14

.

5

φανίζειν. τὰ δὲ σημεῖα τῶν γνωμῶν καὶ τῶν προειρη‐ μένων ἁπάντων ταύτῃ διαφέρουσιν, ᾗ τὰ μὲν ἄλλα πάντα οἴησιν ἐμποιεῖ τοῖς ἀκούουσι, τῶν δὲ σημείων ἔνια καὶ σαφῶς εἰδέναι ποιήσει τοὺς κρίνοντας· καὶ διότι τῶν μὲν
5ἑτέρων οὐκ ἔστιν αὐτοὺς πορίσασθαι τὰ πλεῖστα, τῶν

14

.

6

δὲ σημείων πολλὰ ῥᾳδίως ἔστι ποιήσασθαι. καὶ μὴν ἔλεγχος σημείου ταύτῃ διαφέρει, διότι τῶν μὲν σημείων
ἔνια μόνον οἴεσθαι ποιεῖ τοὺς ἀκούοντας, ἔλεγχος δὲ πᾶς41

14

.

7

τὴν ἀλήθειαν διδάσκει τοὺς κρίνοντας. ὥστε τὰς μὲν 〈ἐξ αὐτῶν〉 τῶν λόγων καὶ τῶν πράξεων 〈καὶ τῶν ἀνθρώ‐ πων〉 πίστεις, οἷαί τέ εἰσι καὶ ὅθεν αὐτῶν εὐπορήσομεν καὶ τίνι ἀλλήλων διαφέρουσιν, ἐκ τῶν προειρημένων ἴσμεν·
5τῶν δ’ ἐπιθέτων ἑκάστην πάλιν διέλθωμεν.

14

.

8

Ἡ μὲν οὖν δόξα τοῦ λέγοντός ἐστι τὸ τὴν αὑτοῦ διά‐ νοιαν ἐμφανίζειν κατὰ τῶν πραγμάτων. δεῖ δ’ ἔμπειρον ἀποφαίνειν σεαυτὸν περὶ ὧν ἂν λέγῃς, καὶ ἐπιδεικνύναι, ὡς συμφέρει σοι τἀληθῆ λέγειν περὶ τούτων, τὸν δ’ ἀντι‐
5λέγοντα μάλιστα δεικνύναι μηδεμίαν ἐμπειρίαν ἔχοντα τὸν ἐναντίον περὶ ὧν ἀποφαίνεται {τήν τε δόξαν ὁμοίως}.

14

.

9

ἂν δὲ τοῦτο μὴ δυνατὸν ᾖ, δεικτέον, ὡς καὶ οἱ ἔμπειροι πολλάκις ἐξαμαρτάνουσιν, ἂν δὲ τοῦτο μὴ ἐνδέχηται, λέγειν, ὡς ἀσύμφορόν ἐστι τοῖς ἐναντίοις τἀληθῆ περὶ τούτων εἰπεῖν. ταῖς μὲν οὖν δόξαις τοῦ λέγοντος οὕτω χρησόμεθα
5καὶ αὐτοὶ ἀποφαινόμενοι καὶ ἑτέροις ἀντιλέγοντες.

15

.

1

Μαρτυρία δέ ἐστιν ὁμολογία συνειδότος ἑκόντος. ἀναγ‐ καῖον δ’ εἶναι τὸ μαρτυρούμενον ἢ πιθανὸν ἢ ἀπίθα‐ νον ἢ ἀμφίβολον πρὸς πίστιν, ὡσαύτως δὲ καὶ τὸν μάρ‐

15

.

2

τυρα 〈ἢ〉 πιστὸν ἢ ἄπιστον ἢ ἀμφίδοξον. ὅταν μὲν οὖν τὸ μαρτυρούμενον ᾖ πιθανὸν καὶ ὁ μάρτυς ἀληθινός, οὐδὲν δέονται αἱ μαρτυρίαι ἐπιλόγων, ἐὰν μὴ βούλῃ γνώμην ἢ ἐνθύμημα συντόμως εἰπεῖν τοῦ ἀστείου ἕνεκεν· ὅταν δὲ
5ὑποπτεύηται ὁ μάρτυς, ἀποδεικνύειν δεῖ, ὡς οὔτε χάριτος ἕνεκεν οὔτε τιμωρίας οὔτε κέρδους ὁ τοιοῦτος ἂν τὰ42

15

.

3

ψευδῆ μαρτυρήσειε. δεῖ δὲ καὶ διδάσκειν, ὅτι οὐ συμφέρει τὸ ψεῦδος μαρτυρεῖν· αἱ μὲν γὰρ ὠφέλειαι μικραί, τὸ δ’ ἐξελεγχθῆναι χαλεπόν, γνωσθέντα δ’ οὐ μόνον εἰς ἀργύριον οἱ νόμοι ζημιοῦσιν, ἀλλὰ καὶ εἰς δόξαν καὶ εἰς ἀπιστίαν.

15

.

4

τοὺς μὲν οὖν μάρτυρας οὕτω πιστοὺς ποιήσομεν· ἀντι‐ λέγοντας δὲ μαρτυρίᾳ δεῖ τὸν τρόπον τοῦ μάρτυρος δια‐ βάλλειν, ἂν ᾖ πονηρός, ἢ τὸ μαρτυρούμενον ἐξετάζειν, ἂν ἀπίθανον 〈ὂν〉 τυγχάνῃ, ἢ καὶ συναμφοτέροις τούτοις
5ἀντιλέγειν, συνάγοντας τὰ φαυλότατα τῶν ἐναντίων εἰς

15

.

5

ταὐτό. σκεπτέον δὲ καὶ εἰ φίλος ἐστὶν ὁ μάρτυς ᾧ μαρ‐ τυρεῖ, ἢ εἰ μέτεστιν αὐτῷ ποθεν τοῦ πράγματος, ἢ ἐχ‐ θρός ἐστιν οὗ καταμαρτυρεῖ, ἢ πένης· τούτων γὰρ οἱ μὲν διὰ χάριν, οἱ δὲ διὰ τιμωρίαν, οἱ δὲ διὰ κέρδος ὑπ‐

15

.

6

οπτεύονται τὰ ψευδῆ μαρτυρεῖν. καὶ τὸν τῶν ψευδομαρτυ‐ ριῶν νόμον ἐπὶ τούτοις τεθεικέναι φήσομεν τὸν νομοθέτην· ἄτοπον οὖν εἶναι τοῦ νομοθέτου τοῖς μάρτυσι μὴ πιστεύ‐ σαντος τοὺς κρίνοντας πιστεύειν αὐτοῖς, κατὰ τοὺς νό‐
5μους κρινεῖν ὀμωμοκότας. τοὺς μὲν οὖν μάρτυρας οὕτως

15

.

7

ἀπιθάνους ποιήσομεν. ἔστι δὲ καὶ κλέπτειν τὴν μαρτυρίαν τρόπῳ τοιῷδε· μαρτύρησόν μοι, ὦ Καλλίκλεις· μὰ τοὺς θεοὺς οὔκουν ἔγωγε· κωλύοντος γὰρ ἐμοῦ ταῦτα ἔπραξεν οὗτος. καὶ διὰ τούτου ἐν ἀποφάσει ψευδομαρτυρήσας ψευ‐

15

.

8

δομαρτυρίου δίκην οὐχ ὑφέξει. τοιγαροῦν ὅταν μὲν ἡμῖν
συμφέρῃ κλέπτειν τὴν μαρτυρίαν, οὕτως αὐτῇ χρησόμεθα· ἐὰν δὲ οἱ ἐναντίοι τοιοῦτόν τι ποιήσωσιν, ἐμφανιοῦμεν τὴν κακοποιίαν αὐτῶν καὶ συγγραψαμένους μαρτυρεῖν43
5κελεύσομεν. μάρτυσι μὲν οὖν καὶ μαρτυρίαις ἐκ τούτων ἴσμεν ὡς δεῖ χρήσασθαι.

16

.

1

Βάσανος δέ ἐστι μὲν ὁμολογία παρὰ συνειδότος, ἄκοντος δέ. ὅταν μὲν οὖν συμφέρῃ ἡμῖν ποιεῖν αὐτὴν ἰσχυ‐ ράν, λεκτέον, ὡς οἵ τε ἰδιῶται περὶ τῶν σπουδαιοτάτων καὶ αἱ πόλεις περὶ τῶν μεγίστων ἐκ βασάνων τὰς πίστεις
5λαμβάνουσι, καὶ διότι πιστότερόν ἐστι βάσανος μαρτύρων· τοῖς μὲν γὰρ μάρτυσι συμφέρει πολλάκις ψεύσασθαι, τοῖς δὲ βασανιζομένοις λυσιτελεῖ τἀληθῆ λέγειν· οὕτω γὰρ

16

.

2

παύσονται τάχιστα τῆς κακοπαθείας. ὅταν δὲ βούλῃ τὰς βασάνους ἀπίστους ποιεῖν, πρῶτον μὲν λεκτέον, ὡς οἱ βασανιζόμενοι τοῖς ἐκδιδοῦσι πολέμιοι γίνονται καὶ διὰ τοῦτο πολλὰ τῶν δεσποτῶν καταψεύδονται· ἔπειθ’ ὅτι
5πολλάκις τοῖς βασανίζουσιν ὁμολογοῦσιν οὐ τὰς ἀληθείας,

16

.

3

ἵν’ ὡς τάχιστα τῶν κακῶν παύσωνται. δεικτέον δ’ ὅτι καὶ τῶν ἐλευθέρων πολλοὶ ἤδη βασανιζόμενοι καθ’ ἑαυτῶν ἐψεύσαντο βουλόμενοι τὴν παραυτίκα κακοπάθειαν ἐκφυ‐ γεῖν, ὥστε πολὺ μᾶλλον εὔλογον τοὺς δούλους ψευσαμένους
5κατὰ τῶν δεσποτῶν βούλεσθαι τὴν αὑτῶν τιμωρίαν ἐκφυ‐ γεῖν ἢ πολλὰς κακοπαθείας τοῖς σώμασι καὶ ταῖς ψυχαῖς ὑπομείναντας, ἵν’ ἕτεροι μηδὲν πάθωσιν, {αὐτοὺς βούλεσθαι} μὴ ψεῦδος εἰπεῖν. τὰς μὲν οὖν βασάνους ἐκ τῶν τοιούτων καὶ τῶν τούτοις ὁμοιοτρόπων πιθανὰς καὶ ἀπιθάνους
10καταστήσομεν.

17

.

1

Ὅρκος δέ ἐστιν μετὰ θείας παραλήψεως φάσις ἀναπό‐ δεικτος. δεῖ δ’, ὅταν μὲν αὐτὸν αὔξειν ἐθέλωμεν, λέγειν οὕ‐ τως· οὐδεὶς ἂν ἐπιορκεῖν βούλοιτο φοβούμενος τήν τε παρὰ τῶν θεῶν τιμωρίαν καὶ τὴν παρὰ τοῖς ἀνθρώποις αἰσχύνην,44
5καὶ διεξιέναι, ὅτι τοὺς μὲν ἀνθρώπους λαθεῖν ἔστι, τοὺς

17

.

2

δὲ θεοὺς οὐκ ἔστιν. ὅταν δὲ οἱ ἐναντίοι καταφύγωσιν εἰς ὅρκον καὶ βουλώμεθα ταπεινοῦν αὐτόν, δεικτέον, ὡς τῶν αὐτῶν ἐστιν ἀνθρώπων τὰ πονηρὰ πράττειν καὶ μὴ φροντί‐ ζειν ἐπιορκοῦντας· ὅστις γὰρ κακουργῶν οἴεται λανθάνειν
5τοὺς θεούς, οὗτος οὐδὲ ἐπιορκῶν τιμωρίας οἴεται τεύ‐ ξεσθαι. καὶ περὶ μὲν τῶν ὅρκων ὁμοιοτρόπως τοῖς προ‐ ειρημένοις μετιόντες λέγειν εὐπορήσομεν {ὑπὲρ αὐτῶν}.

17

.

3

Συλλήβδην δὲ τὰς πάσας πίστεις ἤδη, καθάπερ ὑπ‐ εθέμεθα, διεξεληλύθαμεν καὶ δεδηλώκαμεν οὐ μόνον ἣν ἑκάστη αὐτῶν δύναμιν ἔσχηκεν, ἀλλὰ καὶ τί ἀλλήλων διαφέρουσι καὶ πῶς αὐταῖς χρηστέον. νῦν δ’ ὑπὲρ τῶν
5ὑπολοίπων, ἃ τῶν ἑπτὰ εἰδῶν ἐστι καὶ περὶ πάντας τοὺς λόγους χρήσιμα γίνεται, διδάσκειν ἐπιχειρήσομεν.

18

.

1

Προκατάληψις μὲν οὖν ἐστι, δι’ ἧς τά τε τῶν ἀκου‐ όντων ἐπιτιμήματα καὶ τοὺς τῶν ἀντιλέγειν μελ‐ λόντων λόγους προκαταλαμβάνοντες ὑπεξαιρήσομεν

18

.

2

τὰς ἐπιφερομένας δυσχερείας. καὶ τὰς μὲν τῶν ἀκουόν‐ των ἐπιτιμήσεις ὧδε χρὴ προκαταλαμβάνειν· ἴσως δέ τινες ὑμῶν θαυμάζουσιν, ὅτι νέος ὢν οὕτω περὶ μεγά‐ λων πραγμάτων ἐπεχείρησα δημηγορεῖν· καὶ πάλιν·
5μηδεὶς ἀπαντήσῃ μοι δύσκολος, ὅτι μέλλω συμβουλεύειν ὑμῖν περὶ ὧν ὀκνοῦσί τινες ἄλλοι παρρησιάζεσθαι πρὸς

18

.

3

ὑμᾶς. περὶ μὲν οὖν τῶν μελλόντων δυσχεραίνεσθαι τοῖς ἀκούουσιν οὕτω δεῖ προκαταλαμβάνοντα φέρειν αἰτίας, παρ’ ἃς ὀρθῶς ποιεῖν δόξεις συμβουλεύων, δεικνύντα τὴν ἐρημίαν τῶν λεγόντων 〈ἢ〉 τὸ μέγεθος τῶν κινδύνων ἢ45
5τὸ τῷ κοινῷ συμφέρον ἢ ἄλλην τοιαύτην αἰτίαν, δι’ ἧς λύσεις

18

.

4

τὴν ἐπιφερομένην δυσχέρειαν. ἂν δὲ μηδὲν ἧττον θορυβῶ‐ σιν οἱ ἀκούοντες, χρὴ λέγειν συντόμως ἢ ὡς ἐν γνώμης ἢ ὡς 〈ἐν〉 ἐνθυμήματος σχήματι, διότι πάντων ἀτοπώτατόν ἐστιν ἥκειν μὲν ὡς περὶ τῶν πραγμάτων βουλευσομένους
5τὰ κράτιστα, νῦν δὲ μὴ βουλομένους ἀκούειν τῶν λεγόντων οἴεσθαι καλῶς ἂν βουλεύσασθαι· καὶ πάλιν, ὅτι καλόν ἐστιν ἢ αὐτοὺς ἀνισταμένους συμβουλεύειν ἢ τῶν συμβου‐ λευόντων ἀκούσαντας, ἅπερ ἂν αὐτοῖς δοκῇ, χειροτονεῖν.

18

.

5

Ἐν μὲν οὖν ταῖς δημηγορίαις οὕτω καὶ ταῖς προκατα‐ λήψεσι χρηστέον καὶ τοῖς θορύβοις ἀπαντητέον· ἐν δὲ ταῖς δικαιολογίαις προκαταληψόμεθα μὲν ὁμοιοτρόπως τοῖς προειρημένοις, ἀπαντήσομεν δὲ τοῖς θορύβοις, ἐὰν

18

.

6

μὲν ἐν ἀρχαῖς γίνωνται τῶν λόγων, ὧδε· πῶς οὐκ ἄλογον {οὖν} ἐστι τὸν μὲν νομοθέτην προστάξαι δύο λόγους ἑκάστῳ τῶν ἀντιδίκων ἀποδοῦναι, τοὺς δὲ δικάζοντας ὑμᾶς ὀμω‐ μοκέναι κατὰ τὸν νόμον κρινεῖν, εἶτα μηδὲ τὸν ἕνα λόγον
5ἀκοῦσαι βούλεσθαι; κἀκεῖνον μὲν ὑμῶν τοσαύτην πρό‐ νοιαν ἔχειν, ὅπως ἀκούσαντες πάντων τῶν λεγομένων εὐόρκως θῆσθε τὴν ψῆφον, ὑμᾶς δὲ περὶ τούτων οὕτως ὀλιγώρως ἔχειν ὥστε μηδὲ τὰς ἀρχὰς αὐτὰς ὑπομείναντας

18

.

7

τῶν λόγων ἤδη νομίζειν ἀκριβῶς ἅπαντα γινώσκειν; καὶ
ἄλλως· πῶς οὐκ ἄλογόν ἐστι τὸν μὲν νομοθέτην τάξαι τῶν ψήφων ἴσων γινομένων τὸν φεύγοντα νικᾶν, ὑμᾶς δὲ οὕτως ἐναντίως γινώσκειν περὶ τούτων ὡς μηδὲ ἀπολογουμένων46
5τῶν διαβεβλημένων ἀκούειν; κἀκεῖνον μὲν διὰ τὸ μᾶλλον κινδυνεύειν τοὺς φεύγοντας ἀπονεῖμαι ταύτην τὴν πλεο‐ νεξίαν αὐτοῖς ἐν ταῖς ψήφοις, ὑμᾶς δὲ τοῖς μὲν ἀκινδύνως κατηγοροῦσι μὴ φιλονεικεῖν, τοὺς δὲ μετὰ φόβων καὶ κινδύνων περὶ τῶν κατηγορουμένων ἀπολογουμένους
10θορυβοῦντας ἐκπλήττειν;

18

.

8

Ἐὰν μὲν οὖν ἐν ἀρχαῖς οἱ θόρυβοι γίνωνται, τοῦτον τὸν τρόπον αὐτοῖς ἀπαντητέον· ἐὰν δὲ προεληλυθότος τοῦ λόγου θορυβῶσιν, ἐὰν μὲν ὀλίγοι τινὲς τοῦτο ποιῶσιν, ἐπιτιμητέον τοῖς θορυβοῦσι καὶ πρὸς αὐτοὺς λεκτέον,
5ὅτι δίκαιον νῦν μὲν αὐτοὺς ἀκούειν ἐστίν, ἵνα μὴ κωλύωσι τοὺς ἄλλους ὀρθῶς δικάζειν, ἐπὰν δὲ ἀκούσωσι, τότε

18

.

9

ποιεῖν ὅ τι ἂν ἐθέλωσιν· ἐὰν δὲ τὸ πλῆθος θορυβῇ, μὴ τοῖς κρίνουσιν, ἀλλὰ σαυτῷ ἐπίπληξον· τὸ μὲν γὰρ ἐκεί‐ νοις ἐπιτιμᾶν ὀργὴν ἐργάζεται, τὸ δὲ σαυτῷ ἐπιπλῆξαι καὶ λέγειν ἐν τῷ λέγειν ἡμαρτηκέναι συγγνώμης ποιήσει
5τυχεῖν. δεῖ δὲ καὶ δεῖσθαι τῶν κρινόντων εὐμενῶς αὐτοὺς ἀκοῦσαι τοῦ λόγου, καὶ 〈μὴ〉 περὶ ὧν μέλλουσι κρύβδην τὴν ψῆφον φέρειν, ἤδη τὴν διάνοιαν φανερὰν τίθεσθαι.

18

.

10

συλλήβδην δὲ τοῖς θορύβοις ἀπαντήσομεν κεφαλαιωδῶς ἢ γνώμαις ἢ ἐνθυμήμασι, δεικνύντες τοὺς θορυβοῦντας ἢ τοῖς δικαίοις ἢ τοῖς νόμοις ἢ τῷ συμφέροντι τῆς πόλεως ἢ τῷ καλῷ ἐναντιουμένους· ἐκ γὰρ τῶν τοιούτων ἔστιν
5ὅτι μάλιστα παῦσαι τοὺς ἀκούοντας θορυβοῦντας.47

18

.

11

Ταῖς μὲν οὖν πρὸς τοὺς ἀκροατὰς προκαταλήψεσιν ὡς δεῖ χρῆσθαι καὶ ὅπως τοῖς θορύβοις ἀπαντητέον, ἐκ τῶν προειρημένων ἴσμεν· τὰ δὲ ὑπὸ τῶν ἀνταγωνιστῶν ἐπίδοξα λέγεσθαι πάλιν ὡς δεῖ προκαταλαμβάνειν,
5ἀποδείξω· ἴσως οὖν ὀδυρεῖται αὑτοῦ πενίαν, ἧς οὐκ ἐγώ, ἀλλ’ ὁ τούτου τρόπος ὑπαίτιός ἐστι· καὶ πάλιν· πυνθάνο‐

18

.

12

μαι αὐτὸν τὸ καὶ τὸ μέλλειν λέγειν. ἐν μὲν οὖν τοῖς προ‐ τέροις λόγοις οὕτω δεῖ τὰ ἐπίδοξα λέγεσθαι ὑπὸ τῶν ἐναν‐ τίων προκαταλαμβάνοντα διαλύειν καὶ ἀσθενῆ ποιεῖν· καὶ γὰρ κἂν πάνυ ἰσχυρὰ ᾖ τὰ προκατειλημμένα, οὐχ

18

.

13

ὁμοίως φαίνεται μεγάλα τοῖς ἤδη προακηκοόσιν. ἐὰν δὲ τοὺς ὑστέρους λόγους ἔχωμεν καὶ οἱ ἐναντίοι προκατει‐ ληφότες ὦσιν ἃ μέλλομεν λέγειν, ἀντιπροκαταληπτέον

18

.

14

ἐστὶν αὐτὰ λύοντας τόνδε τὸν τρόπον· οὗτος δ’ οὐ μόνον μου κατέψευσται πολλὰ πρὸς ὑμᾶς, ἀλλὰ καὶ σαφῶς εἰδώς, ὅτι ἐξελέγξω αὐτόν, προκατέλαβέ μου τὸν λόγον καὶ προδιέβαλεν, ἵν’ ὑμεῖς μὴ ὁμοίως αὐτῷ προσέχητε
5ἢ ἐγὼ μὴ εἴπω πρὸς ὑμᾶς αὐτὸν διὰ τὸ διασεσύρθαι πρότερον ὑπὸ τούτου· ἐγὼ δ’ οἶμαι δεῖν τοὺς ἐμοὺς λόγους παρ’ ἐμοῦ πυνθάνεσθαι ὑμᾶς, ἀλλὰ μὴ παρὰ τούτου, †εἰ
καὶ ταῦθ’ οὗτος προδιέσυρε λέγων, ἅ φημι οὐ μικρὰ σημεῖα48

18

.

15

εἶναι† τοῦ μηδὲν ὑγιὲς τοῦτον λέγειν. κέχρηται δὲ καὶ Εὐριπίδης ἐν Φιλοκτήτῃ τεχνικῶς τούτῳ τῷ εἴδει διὰ τοῦδε·
λέξω δ’ ἐγώ, κἄν μου διαφθείρας δοκῇ
5
λόγους ὑποστὰς αὐτὸς ἠδικηκέναι·
ἀλλ’ ἐξ ἐμοῦ γὰρ τἀμὰ 〈νῦν〉 μάθοις κλύων,
ὁ δ’ αὐτὸς αὑτὸν ἐμφανιζέτω λέγων. ταῖς μὲν οὖν προκαταλήψεσιν ὡς δεῖ χρῆσθαι καὶ πρὸς τοὺς κριτὰς καὶ πρὸς τοὺς ἐναντίους, ἴσμεν διὰ τούτων.

19

.

1

Αἰτήματα δέ ἐστιν ἐν τοῖς λόγοις, ἃ παρὰ τῶν ἀκουόν‐ των οἱ λέγοντες αἰτοῦνται. τούτων δ’ ἐστὶ τὰ μὲν ἄδικα, τὰ δὲ δίκαια. δίκαιον μὲν οὖν ἐστι τό τε προσέχειν τοῖς λεγομένοις αἰτεῖσθαι καὶ 〈τὸ〉 μετ’ εὐνοίας ἀκούειν, δίκαιον
5δὲ καὶ τὸ κατὰ τοὺς νόμους αὐτῷ βοηθῆσαι καὶ τὸ μηδὲν παρὰ τοὺς νόμους ψηφίσασθαι καὶ τὸ τοῖς ἀτυχήμασι συγ‐ γνώμην ἔχειν. †ἐὰν δὲ ᾖ παρὰ τοὺς νόμους, ἄδικον, ἐὰν δὲ

19

.

2

μή, δίκαιον†. τὰ μὲν οὖν αἰτήματα ταῦτά ἐστι, διειλόμεθα δ’ αὐτῶν τὰς διαφοράς, ἵν’ εἰδότες τό τε δίκαιον καὶ τὸ
ἄδικον χρώμεθα κατὰ τὸν καιρὸν καὶ μὴ λανθάνωσιν ἡμᾶς οἱ ἐναντίοι ἄδικόν τι αἰτοῦντες τοὺς δικάζοντας. καὶ περὶ49
5μὲν τούτων ἐκ τῶν εἰρημένων οὐκ ἀγνοήσομεν.

20

.

1

Παλιλλογία δέ ἐστι μὲν σύντομος ἀνάμνησις, δεῖ δ’ αὐτῇ χρῆσθαι καὶ περὶ τῶν μερῶν καὶ περὶ τῶν ὅλων λόγων τὰς τελευτάς. παλιλλογήσομεν δὲ ἐν κεφαλαίοις ἢ διαλογιζόμενοι ἢ ἀπολογιζόμενοι 〈ἢ προαιρού‐
5μενοι〉 ἢ προσερωτῶντες 〈ἢ εἰρωνευόμενοι〉.

20

.

2

δείξω δ’ αὐτῶν οἷον ἕκαστόν ἐστι. τὸ μὲν οὖν διαλογί‐ ζεσθαι τοιόνδε τί ἐστιν· ἀπορῶ δ’ ἔγωγε, τί ἂν ἐποίησαν οὗτοι, εἰ μὴ φανεροὶ μὲν ἦσαν ἡμᾶς πρότερον ἐγκαταλελοι‐ πότες, ἐξηλέγχοντο δὲ ἐπὶ τὴν πόλιν ἡμῶν στρατεύσαντες,

20

.

3

οὐδὲν δὲ πώποτε ὧν ὡμολογήκασι ποιήσαντες. τὸ μὲν οὖν διαλογίζεσθαι τοιοῦτόν ἐστι, τὸ δὲ ἀπολογίζεσθαι τοιόνδε· ἀπέδειξα δ’ αὐτοὺς διαλύσαντας προτέρους τὴν συμμαχίαν καὶ πρῶτον ἐπιθεμένους ἡμῖν, ὅτε πρὸς Λακε‐
5δαιμονίους ἐπολεμοῦμεν, καὶ μάλιστα σπουδάσαντας

20

.

4

ἐξανδραποδίσασθαι τὴν πόλιν ἡμῶν. τὸ μὲν οὖν ἀπο‐ λογίζεσθαι τοιοῦτόν ἐστι, τὸ δ’ ἐκ προαιρέσεως ἀναμιμνῄσκειν τοιόνδε· ἐνθυμεῖσθαι δὲ δεῖ, ὅτι συμβέβη‐ κεν ἡμῖν, ἐξ ὅτου τὴν φιλίαν πρὸς τούτους ἐποιησάμεθα,
5μηδέποτε κακὸν ὑπὸ τῶν πολεμίων παθεῖν· βοηθή‐ σαντες γὰρ ἡμῖν πολλάκις ἐκώλυσαν Λακεδαιμονίους τὴν χώραν ἡμῶν διαφθεῖραι, χρήματα δὲ πολλὰ καὶ νῦν

20

.

5

φέροντες διατελοῦσιν. ἐκ προαιρέσεως μὲν 〈οὖν〉 οὕτως ἀναμνήσομεν, ἐξ ἐπερωτήσεως δὲ τόνδε τὸν τρόπον· ἡδέως δ’ ἂν αὐτῶν πυθοίμην, διὰ τί τὰς συντάξεις ἡμῖν
οὐκ ἀποδιδόασιν; οὐ γὰρ ὡς ἀποροῦσιν εἰπεῖν ἂν τολμή‐50
5σαιεν, οἳ τοσαῦτα χρήματα καθ’ ἕκαστον ἐνιαυτὸν ἐκ τῆς χώρας ἐπιδεικνύονται λαμβάνοντες, οὐδ’ αὖ φήσουσιν εἰς τὴν τῆς πόλεως διοίκησιν πολλὰ δαπανᾶν· παντελῶς γὰρ ἐλάχιστα τῶν νησιωτῶν ἀναλίσκοντες φαίνονται. ἐκ μὲν οὖν ἐπερωτήσεως οὕτω παλιλλογήσομεν.

21

.

1

Εἰρωνεία δέ ἐστι λέγειν τι μὴ λέγειν προσποιούμενον ἢ {ἐν} τοῖς ἐναντίοις ὀνόμασι τὰ πράγματα προσαγορεύειν. εἴη δ’ ἂν αὐτῆς τὸ σχῆμα τοιοῦτον ἐν τῷ περὶ τῶν εἰρη‐ μένων συντόμως ἀναμιμνῄσκειν· οὐδὲν δ’ οἶμαι δεῖν
5λέγειν, ὅτι οὗτοι μὲν οἱ φάσκοντες πολλὰ ἀγαθὰ πεποιη‐ κέναι πλεῖστα φαίνονται τὴν πόλιν κεκακουργηκότες, ἡμεῖς δέ, οὓς οὗτοί φασιν ἀχαρίστους εἶναι, τούτοις τε πολλάκις βοηθήσαντες καὶ τοὺς ἄλλους οὐδὲν ἀδικοῦντες.

21

.

2

τὸ μὲν οὖν ἐν προσποιήσει παραλείψεως λέγοντα συντόμως ἀναμιμνῄσκειν τοιοῦτόν ἐστι, τὸ δὲ τοῖς ἐναντίοις ὀνόμασι προσαγορεύειν τὰ πράγματα πάλιν τοιόνδε· οὗτοι μὲν οἱ χρηστοὶ πολλὰ φαίνονται τοὺς συμμάχους κακὰ πεποιη‐
5κότες, ἡμεῖς δ’ οἱ φαῦλοι πολλῶν ἀγαθῶν αὐτοῖς αἴτιοι καταστάντες. διὰ τούτων μὲν οὖν συντόμως ἀναμιμνῄ‐ σκοντες ταῖς παλιλλογίαις χρησόμεθα καὶ περὶ τῶν μερῶν
καὶ περὶ τῶν ὅλων λόγων τὰς τελευτάς.51

22

.

1

Ὅθεν δὲ ἔστιν ἀστεῖα λέγειν καὶ τὰ μήκη τῶν λόγων ποιεῖν, ὅπως ἄν τις ἐθέλῃ, τοῦτο διέξιμεν πάλιν. ἀστεῖα μὲν οὖν λέγειν ἐκ τούτου τοῦ τόπου ἔστιν, οἷον τὰ ἐνθυ‐ μήματα λέγοντας {ὅλα ἢ} ἡμίση ὥστε τὸ ἥμισυ αὐτοὺς

22

.

2

ὑπολαμβάνειν τοὺς ἀκούοντας. δεῖ δὲ καὶ γνώμας συμ‐ παραλαμβάνειν. χρὴ δὲ †τούτων κατὰ πάντα τὰ μέρη συγκαταλέγειν† διαλλάττοντα τοὺς λόγους καὶ μηδέποτε ὅμοια εἰς τὸ αὐτὸ πολλὰ τιθέντα, καὶ οὕτως ἀστεῖος
5ὁ λόγος φανεῖται.

22

.

3

Μηκύνειν δὲ τοὺς λόγους βουλόμενον δεῖ μερίζειν τὸ πρᾶγμα καὶ ἐν ἑκάστῳ μέρει τὰ ἐνόντα οἷά τέ ἐστι τὴν φύσιν διδάσκειν, καὶ τὴν χρῆσιν καὶ ἰδίᾳ καὶ κοινῇ καὶ τὰς προφάσεις αὐτῶν ἐκδιηγεῖσθαι. ἂν δὲ καὶ ἔτι μακρότερον
5ἐθελήσωμεν τὸν λόγον ποιεῖν, δεῖ πολλοῖς ὀνόμασι περὶ

22

.

4

ἑκάστου χρῆσθαι. χρὴ δὲ καὶ παρὰ μέρος ἕκαστον τοῦ λόγου παλιλλογεῖν καὶ τὴν παλιλλογίαν σύντομον ποι‐ εῖσθαι, ἐν δὲ τῇ τελευτῇ τοῦ λόγου ταῦτα, περὶ ὧν καθ’ ἓν ἕκαστον εἴρηκας, ἀθρόα συντιθέναι καὶ περὶ ὅλων τῶν
5πραγμάτων λέγειν. τοῦτον μὲν οὖν τὸν τρόπον μῆκος ἕξουσιν οἱ λόγοι.

22

.

5

Βραχυλογεῖν δὲ βουλόμενον 〈δεῖ〉 ὅλον τὸ πρᾶγμα ἑνὶ ὀνόματι περιλαμβάνειν, καὶ τούτῳ ὃ ἂν ὑπάρχῃ βρα‐
χύτατον τῷ πράγματι. χρὴ δὲ καὶ συνδέσμους ὀλίγους ποιεῖν, τὰ πλεῖστα δὲ ζευγνύναι, ὀνομάζειν μὲν οὕτω, τῇ52
5δὲ λέξει εἰς δύο χρῆσθαι καὶ παλιλλογίαν τὴν σύντομον ἐκ τῶν μερῶν ἀφαιρεῖν, ἐν δὲ ταῖς τελευταῖς μόνον παλιλλο‐ γεῖν. καὶ τοῦτον μὲν τὸν τρόπον βραχεῖς τοὺς λόγους ποιήσομεν.

22

.

6

Ἐὰν δὲ βούλῃ μέσως λέγειν, 〈δεῖ〉 τὰ μέγιστα τῶν μερῶν ἐκλέγοντα περὶ τούτων ποιεῖσθαι τοὺς λόγους. χρὴ δὲ καὶ τοῖς ὀνόμασι τοῖς μέσοις χρῆσθαι καὶ μήτε τοῖς μακροτάτοις μήτε τοῖς βραχυτάτοις μήτε πολλοῖς περί γε

22

.

7

ἑνός, ἀλλὰ μετρίοις. χρὴ δὲ καὶ τοὺς ἐπιλόγους ἐκ τῶν ἀνὰ μέσον μερῶν μήτε παντελῶς ἐξαιρεῖν μήτε πᾶσι τοῖς μέρεσιν ἐπιφέρειν, ἀλλ’ ἅπερ ἂν μάλιστα βούλῃ κατανοῆσαι τοὺς ἀκούοντας, ἐπὶ τούτων μάλιστα παλιλ‐
5λογεῖν ἐπὶ τῇ τελευτῇ.

22

.

8

Τὰ μὲν οὖν μήκη τῶν λόγων ἐκ τούτων ποιήσομεν, ἡνίκα ἂν θέλωμεν· ἂν δὲ ἀστεῖον γράφειν θέλῃς λόγον, παραφύλαττε ὡς μάλιστα, ὅπως τὰ ἤθη τῶν λόγων ὁμοιοῦν τοῖς ἀνθρώποις δυνήσῃ. τοῦτο δὲ ποιήσεις, ἂν ἐπιθεωρῇς
5τὰ μεγάλα τῶν ἠθῶν καὶ τὰ ἀκριβῆ καὶ τὰ μέτρια. περὶ μὲν οὖν τούτων ἐντεῦθεν οὐκ ἀγνοήσεις, περὶ δὲ ὀνομά‐ των συνθέσεως δηλώσομεν· καὶ γὰρ τοῦτο τῶν ἀναγ‐
καίων ἐστί.53

23

.

1

Πρῶτον μὲν οὖν τρόποι ὀνομάτων εἰσὶ τρεῖς, ἁπλοῦς ἢ σύνθετος ἢ μεταφέρων. ὡσαύτως δὲ καὶ θέσεις τρεῖς, μία μὲν εἰς φωνῆεν τελευτᾶν 〈ἐν〉 ταῖς συμβολαῖς καὶ ἀπὸ φωνήεντος ἄρχεσθαι, δευτέρα δὲ †ἀπὸ ἀφώνου ἀρξάμενον
5εἰς ἄφωνον τελευτᾶν†, τρίτη δὲ τὰ ἄφωνα πρὸς τὰ φωνήεν‐

23

.

2

τα συνδεῖν. τάξεις δὲ τέτταρες, μία μὲν τὰ ὅμοια τῶν ὀνομάτων ἢ παράλληλα τιθέναι ἢ διασπείρειν, ἄλλη δὲ τοῖς αὐτοῖς ὀνόμασι χρῆσθαι ἢ μεταβάλλειν εἰς ἕτερα, τρίτη δὲ ἑνὶ ἢ πολλοῖς ὀνόμασι τὸ πρᾶγμα προσαγορεύειν,
5τετάρτη δὲ ἑξῆς τὰ πραχθέντα ὀνομάζειν ἢ ὑπερβιβάζειν. ὅπως δὲ καλλίστην ποιήσεις τὴν ἑρμηνείαν, νῦν δηλώ‐ σομεν.

24

.

1

Πρῶτον μὲν οὖν εἰς δύο ἑρμηνεύειν, εἶτα σαφῶς δεῖ λέγειν. σχήματα δέ ἐστι τοῦ εἰς δύο λέγειν τάδε· ἓν μὲν ὅτι αὐτὸς δύναται καὶ τοῦτο καὶ ἕτερον, δεύτερον δὲ ὅτι οὗτος μὲν οὐ δύναται, ἕτερος
5δὲ δύναται, τρίτον δὲ ὅτι οὗτος καὶ τοῦτο καὶ ἕτερον δύναται, τέταρτον δὲ ὅτι οὔτ’ αὐτὸς οὔθ’ ἕτερος δύναται, πέμπτον δὲ ὅτι ἐκεῖνος μὲν δύνα‐
ται, αὐτὸς δὲ οὐ δύναται, 〈ἕκτον δὲ ὅτι αὐτὸς μὲν ἕτερον δύναται, ἐκεῖνος δὲ οὐ δύναται54

24

.

2

ἕτερον〉. ἕκαστον δὲ τούτων ἐπὶ τῶνδε θεωρήσεις. ὅτι μὲν γὰρ αὐτὸς δύναται 〈καὶ τοῦτο καὶ ἕτερον〉, τοιόνδε ἐστίν· ἐγὼ δὲ οὐ μόνον τούτων αἴτιος ὑμῖν ἐγενόμην, ἀλλὰ καὶ Τιμόθεον μέλλοντα στρατεύειν ἐφ’

24

.

3

ὑμᾶς διεκώλυσα. ὅτι δὲ οὗτος μὲν οὐ δύναται, ἕτερος δὲ δύναται, τοιόνδε· αὐτὸς μὲν οὖν ἀδυνάτως ἔχει πρεσβεύειν ὑπὲρ ἡμῶν, οὗτος δὲ φίλος ἐστὶ τῇ πόλει τῶν Σπαρτιατῶν καὶ μάλιστ’ ἂν δυνηθείη πρᾶξαι, ἃ

24

.

4

βούλεσθε. τὸ δὲ ὅτι οὗτος καὶ τοῦτο καὶ ἕτερον δύναται, τοιόνδε· οὐ μόνον δὲ ἐν τοῖς πολέμοις εὔρωστον αὑτὸν παρέσχεν, ἀλλὰ καὶ βουλεύσασθαι τῶν πολιτῶν

24

.

5

οὐχ ἥκιστα δύναται. τὸ δὲ ὅτι οὔτ’ αὐτὸς οὔθ’ ἕτερος δύναται, τοιόνδε· οὔτ’ 〈ἂν〉 αὐτὸς δυνηθείην ὀλίγην δύναμιν ἔχων καταπολεμῆσαι τοὺς ἐναντίους οὔτ’ ἄλλος

24

.

6

οὐδεὶς τῶν πολιτῶν. τὸ δὲ ὅτι ἐκεῖνος μὲν δύναται, αὐτὸς δὲ οὐ δύναται, τοιόνδε· οὗτος μὲν γὰρ ἔρρωται

24

.

7

τῷ σώματι, ἐγὼ δ’ ἀρρωστῶν τυγχάνω. τὸ δὲ ὅτι αὐτὸς μὲν ἕτερον δύναται, ἐκεῖνος δὲ οὐ δύναται ἕτερον, τοιόνδε· ἐγὼ μὲν γὰρ κυβερνῆσαι δυνατός εἰμι, οὗτος δὲ οὐδὲ κωπηλατῆσαι δύναται. σχήματα μὲν οὖν
5τοῦ εἰς δύο ἑρμηνεύειν ὧδε ποιήσεις, ἐπὶ τῶν πραγμάτων ἁπάντων τὸν αὐτὸν τρόπον μετιών. σαφῶς δὲ ὅθεν δηλώσεις, τοῦτο πάλιν σκεπτέον.

25

.

1

Πρῶτον μὲν οὖν ὀνόμαζε τοῖς οἰκείοις ὀνόμασιν, ὅ τι
ἂν λέγῃς, διαφεύγων τὸ ἀμφίβολον. εὐλαβοῦ δὲ περὶ τὰ φωνήεντα τῶν γραμμάτων, ὅπως μὴ ἑξῆς τεθήσονται. πρόσεχε δὲ καὶ τοῖς καλουμένοις ἄρθροις, ὅπως ἐν τῷ55
5δέοντι προστιθῆται. σκόπει δὲ καὶ τὴν σύνθεσιν τῶν ὀνομάτων, ὅπως μήτε συγκεχυμένη μήθ’ ὑπερβατὴ ἔσται· τὰ γὰρ οὕτω λεγόμενα δύσγνωστα συμβαίνει. μετὰ δὲ συνδέσμους, οὓς ἂν προείπῃς, ἀποδίδου τοὺς

25

.

2

ἀκολουθοῦντας. τὸ μὲν οὖν συνδέσμους ἀποδιδόναι τοὺς ἀκολουθοῦντας τοιόνδε ἐστίν· ἐγὼ μὲν παρεγενόμην οὗ ἔφην, σὺ δὲ φάσκων ἥξειν οὐκ ἦλθες· πάλιν ὅταν ὁ αὐτὸς σύνδεσμος ἀκόλουθος ᾖ, οἷον· σὺ γὰρ κἀκείνων

25

.

3

αἴτιος ἐγένου, καὶ τούτων αἴτιος σύ. περὶ μὲν οὖν τῶν συνδέσμων εἴρηται, καὶ ἀπὸ τούτων τεκμαίρεσθαι δεῖ καὶ περὶ τῶν ἄλλων. δεῖ δὲ καὶ τὴν σύνθεσιν τῶν ὀνομά‐ των μήτε συγκεχυμένην μήτε ὑπερβατὴν ποιεῖν.
5τὸ μὲν γὰρ συγκεχυμένον τοιόνδε ἐστίν, ὡς ὅταν εἴπῃς· δεινόν ἐστι τοῦτον τύπτειν τοῦτον· ἄδηλον γάρ {ἦν}, ὁπότερος ἂν ἦν ὁ τύπτων. ἐὰν δὲ εἴπῃς οὕτως, δῆλον

25

.

4

ποιήσεις· δεινόν ἐστι τοῦτον ὑπὸ τούτου τύπτεσθαι. τὸ μὲν οὖν συγχεῖν τὴν σύνθεσιν τῶν ὀνομάτων τοιοῦτόν ἐστι ****** τὸ δὲ προσέχειν τοῖς ἄρθροις, ὅπως ἐν τῷ δέοντι προστιθῆται, ἐπὶ τῶνδε ὅρα· οὗτος ὁ ἄνθρω‐
5πος τοῦτον τὸν ἄνθρωπον ἀδικεῖ. νῦν μὲν ἐγγενόμενα τὰ ἄρθρα σαφῆ ποιεῖ τὴν λέξιν, ἐξαιρεθέντα δὲ ἀσαφῆ ποιήσει.

25

.

5

ἔσθ’ ὅτε δὲ συμβαίνει καὶ τὸ ἀνάπαλιν. τὰ μὲν οὖν ἐν τοῖς ἄρθροις τοιαῦτά ἐστι. τὰ δὲ φωνήεντα μὴ τίθει παράλ‐ ληλα, ἂν μή ποτε ἄλλως ἀδύνατον ᾖ δηλῶσαι, ἢ ἀνάπαυσις56

25

.

6

ᾖ τις ἢ ἄλλη διαίρεσις. τὸ δὲ τὰ ἀμφίβολα διαφεύγειν τοιόνδε ἐστίν· ἔνια τῶν ὀνομάτων ταὐτὰ ἐπὶ πλείοσι πράγμασι κεῖται, οἷον ὀδὸς τῶν θυρῶν καὶ ὁδὸς ἣν βαδί‐ ζουσι. δεῖ δ’ ἐπὶ τοῖς τοιούτοις τὸ ἴδιον ἀεὶ συμπαραλαμ‐
5βάνειν. καὶ σαφῶς μὲν ἐν τοῖς ὀνόμασιν, ἂν ταῦτα ποιῶμεν, διαλεξόμεθα, εἰς δύο δ’ ἑρμηνεύσομεν διὰ τῆς προτέρας μεθόδου.

26

.

1

Περὶ δὲ ἀντιθέτων καὶ παρισώσεων καὶ ὁμοιο‐ τήτων λέγωμεν ἤδη· δεησόμεθα γὰρ καὶ τούτων. ἀντίθετον μὲν οὖν ἐστι τὸ ἐναντίαν τὴν ὀνομασίαν ἅμα καὶ τὴν δύναμιν τοῖς ἀντικειμένοις ἔχον, ἢ τὸ

26

.

2

ἕτερον τούτων. τοῖς μὲν οὖν ὀνόμασιν εἴη ἂν ἐναντίον ἅμα καὶ τῇ δυνάμει τόδε· οὐ γὰρ δίκαιον τοῦτον μὲν τὰ ἐμὰ ἔχοντα πλουτεῖν, ἐμὲ δὲ τὰ ὄντα προϊέ‐

26

.

3

μενον οὕτω πτωχεύειν. τοῖς δ’ ὀνόμασι μόνοις· διδότω γὰρ ὁ πλούσιος καὶ εὐδαίμων τῷ πένητι καὶ ἐνδεεῖ. τῇ δὲ δυνάμει· ἐγὼ μὲν τοῦτον νοσοῦντα ἐθεράπευσα, οὗτος δ’ ἐμοὶ μεγίστων κακῶν αἴτιος γέγονεν. ἐνταῦθα μὲν γὰρ
5τὰ ὀνόματα οὐκ ἐναντία, αἱ δὲ πράξεις ἐναντίαι. κάλλιστον μὲν οὖν εἴη ἂν τὸ κατ’ ἀμφότερα ἀντίθετον, καὶ κατὰ τὴν δύναμιν καὶ κατὰ τὴν ὀνομασίαν. ἔστι δὲ καὶ τὰ λοιπὰ δύο ἀντίθετα.

27

.

1

Παρίσωσις δέ ἐστι μέν, ὅταν δύο ἴσα λέγηται κῶλα·
εἴη δ’ ἂν ἴσα καὶ πολλὰ μικρὰ ὀλίγοις μεγάλοις, καὶ ἴσα τὸ μέγεθος 〈καὶ〉 ἴσα τὸν ἀριθμόν. ἔχει δὲ τοιόνδε τὸ σχῆμα ἡ παρίσωσις· ἢ διὰ χρημάτων ἀπορίαν ἢ διὰ πολέ‐57
5μου μέγεθος. ταῦτα γὰρ οὔτε ὅμοια οὔτε ἐναντία, ἀλλ’ ἴσα μόνον ἀλλήλοις.

28

.

1

Παρομοίωσις δέ ἐστιν ἡ μείζων τῆς παρισώσεως· οὐ γὰρ μόνον ἴσα τὰ κῶλα ποιεῖ, ἀλλὰ καὶ ὅμοια ἐξ ὁμοίων ὀνομάτων, οἷον· †δεῖ σε† λόγου μίμημα, φέρε πόθου τέχνασμα. μάλιστα δὲ 〈δεῖ〉 ποιεῖν ὅμοια τὰ τελευταῖα τῶν
5ὀνομάτων· ταῦτα γὰρ μάλιστα ποιεῖ τὴν ὁμοίωσιν. ὅμοια δ’ ἐστὶν ὀνόματα τὰ ἐξ ὁμοίων συλλαβῶν, ἐν αἷς πλεῖστα γράμματα τὰ αὐτά ἐστιν, οἷον· πλήθει μὲν ἐνδεῶς, δυνάμει δὲ ἐντελῶς.

28

.

2

{Ὅσα δὲ ἔξω τέχνης κεῖται, τὸ αὐτόματον αὐτὸ δείξει.} Περὶ μὲν οὖν τούτων ἀπόχρη· καὶ γὰρ τὸ δίκαιον 〈καὶ τὸ νόμιμον〉 καὶ τὸ καλὸν καὶ τὸ συμφέρον καὶ τὰ λοιπὰ αὐτά τε ἴσμεν, οἷά ἐστι καὶ ὅθεν αὐτὰ πολλὰ ποιήσομεν.
5ὡσαύτως δὲ καὶ τὰς αὐξήσεις καὶ τὰς ταπεινώσεις γι‐ νώσκομεν, αἵ τινές τέ εἰσι καὶ ὅθεν αὐτῶν εἰς τοὺς λόγους

28

.

3

εὐπορήσομεν. ὁμοιοτρόπως δὲ τούτοις τάς τε 〈πίστεις καὶ τὰσ〉 προκαταλήψεις καὶ τὰ παρὰ τῶν ἀκουόντων αἰτήματα καὶ τὰς παλιλλογίας καὶ τὰς ἀστειολογίας καὶ
τὰ μήκη τῶν λόγων καὶ τῆς ἑρμηνείας τὴν σύνθεσιν58

28

.

4

ἅπασαν ἴσμεν. ὥστε τὰς κοινὰς δυνάμεις ἁπάντων τῶν εἰδῶν καὶ τὰς διαφορὰς καὶ τὰς χρήσεις αὐτῶν ἐκ τῶν προ‐ ειρημένων εἰδότες, ἂν ἐθίσωμεν ἡμᾶς αὐτοὺς καὶ γυμνά‐ σωμεν † ἀναλαμβάνειν αὐτὰς κατὰ τὰ προγυμνάσματα†,
5{καὶ} πολλὴν εὐπορίαν καὶ λέγοντες καὶ γράφοντες ἐξ

28

.

5

αὐτῶν ἕξομεν. κατὰ μέρη μὲν οὖν οὕτως ἀκριβέστατα ἂν διέλοις τὰς τῶν λόγων μεθόδους. ὡς δ’ ἐπὶ τοῖς εἴδεσι χρὴ τάττειν τοὺς λόγους σωματοειδῶς, τίσι τε πρώτοις τῶν μερῶν χρῆσθαι καὶ πῶς τούτοις αὐτοῖς, ταῦτα πάλιν
5δηλώσω. προοίμιον μὲν οὖν προτάττω· κοινὸν γάρ ἐστι τῶν ἑπτὰ εἰδῶν καὶ ἐπὶ πᾶσι τοῖς πράγμασιν ἁρμόσει λεγόμενον.

29

.

1

Ἔστι δὲ προοίμιον καθόλου μὲν εἰπεῖν ἀκροατῶν παρασκευὴ καὶ τοῦ πράγματος ἐν κεφαλαίῳ μὴ εἰδόσι δήλωσις, ἵνα γινώσκωσι, περὶ ὧν ὁ λόγος, παρακολουθῶσί τε τῇ ὑποθέσει, καὶ ἐπὶ 〈τὸ〉 προσέχειν
5παρακαλέσαι καὶ καθ’ ὅσον τῷ λόγῳ δυνατὸν εὔνους ἡμῖν αὐτοὺς ποιῆσαι. τούτων μὲν οὖν εἶναι δεῖ τὸ προοί‐ μιον παρασκευαστικόν. ὡς δὲ αὐτῷ χρησόμεθα, πρῶτον μὲν ἐπὶ τῶν δημηγορικῶν καὶ προτρεπτικῶν, τοῦτο δείξω.

29

.

2

Τὸ μὲν οὖν προεκτιθέναι τὸ πρᾶγμα τοῖς ἀκούουσι καὶ φανερὸν ποιεῖν τοιόνδε ἐστίν· ἀνέστην συμβουλεύσων, ὡς χρὴ πολεμεῖν ἡμᾶς ὑπὲρ Συρακουσίων· ἀνέστην ἀποφανούμενος, ὡς οὐ χρὴ βοηθεῖν ἡμᾶς Συρακουσίοις.59

29

.

3

Τὸ μὲν οὖν φράζειν ἐν κεφαλαίῳ τὸ πρᾶγμα τοιοῦτόν ἐστι· προσέχειν δὲ παρακαλεῖν ἐκ τούτων ἂν εἰδείη‐ μεν, εἰ κατανοήσαιμεν αὐτοί, ποίοις μάλιστα καὶ λόγοις καὶ

29

.

4

πράγμασι βουλευόμενοι προσέχομεν. ἆρ’ οὖν οὐ τούτοις, ὅταν ἢ ὑπὲρ μεγάλων ἢ φοβερῶν ἢ τῶν ἡμῖν οἰκείων βουλευώμεθα; ἢ φάσκωσιν ἐπιδείξειν οἱ λέγοντες ὡς δί‐ καια καὶ καλὰ καὶ συμφέροντα καὶ ῥᾴδια καὶ ἡδέα {ἐπι‐
5δείξουσιν ἡμῖν} πράττειν, ἐφ’ ἃ παρακαλοῦσιν; ἢ δεηθῶ‐

29

.

5

σιν ἡμῶν ἀκοῦσαι αὐτῶν προσέχοντας τὸν νοῦν; ὥσπερ οὖν αὐτοὶ τοῖς ἄλλοις, οὕτω καὶ ἡμεῖς τὰ οἰκειότατα τῶν προειρημένων τοῖς ὑφ’ ἡμῶν πράγμασι λεγομένοις λαμ‐ βάνοντες καὶ τοῖς ἀκούουσιν ἐνδεικνύμενοι προσέχειν
5αὐτοὺς ποιήσομεν.

29

.

6

Ἐπὶ μὲν οὖν τὸ προσέχειν διὰ τούτων παρακαλοῦμεν· τὴν εὔνοιαν δὲ παρασκευασόμεθα διασκεψάμενοι πρῶτον, πῶς πρὸς ἡμᾶς αὐτοὺς τυγχάνουσιν ἔχοντες,

29

.

7

εὐνοϊκῶς ἢ δυσμενῶς ἢ μήτε εὖ μήτε κακῶς. ἐὰν μὲν οὖν εὖνοι τυγχάνωσιν ὄντες, περίεργον λέγειν περὶ εὐνοίας· ἂν δὲ πάντως βουλώμεθα, χρὴ συντόμως μετ’ εἰρωνείας εἰπεῖν τοῦτον τὸν τρόπον· ὅτι μὲν οὖν εὔνους
5εἰμὶ τῇ πόλει καὶ πολλάκις μοι πεισθέντες συμφερόντως
ἐπράξατε, καὶ διότι πρὸς τὰ κοινὰ δίκαιον ἐμαυτὸν παρέχω καὶ μᾶλλόν τι τῶν ἰδίων προϊέμενον ἢ ἀπὸ τῶν δημοσίων ὠφελούμενον, περίεργον εἶναι νομίζω πρὸς ὑμᾶς τοῦτό γε σαφῶς εἰδότας λέγειν· ὡς δὲ εἰ καὶ νῦν μοι60
10πεισθεῖτε, καλῶς βουλεύσεσθε, τοῦτο πειράσομαι δι‐ δάσκειν.

29

.

8

Τοῦτον μὲν οὖν τὸν τρόπον τοῖς εὖ διακειμένοις ἐν ταῖς δημηγορίαις τῆς εὐμενείας ὑπομνηστέον· τοῖς δὲ μήτε διαβεβλημένοις μήτε εὖ διακειμένοις ῥητέον, ὡς δίκαιόν ἐστι καὶ συμφέρον τοῖς πεῖραν μὴ δεδωκόσι τῶν

29

.

9

πολιτῶν εὔνους ἀκροατὰς γενέσθαι. ἔπειτα τοὺς ἀκούοντας ἐπαίνῳ θεραπευτέον, δικαίως καὶ νουνεχῶς τοὺς λόγους, ὡς εἰώθασι, δοκιμάζειν. ἔτι δὲ τὰς ἐλαττώσεις οἰστέον λέγοντας, ὡς οὐ δεινότητι πιστεύων ἀνέστην, ἀλλὰ
5νομίζων τῷ κοινῷ τὸ συμφέρον εἰσηγήσεσθαι.

29

.

10

Καὶ τοῖς μὲν μήτε εὖ μήτε κακῶς διακειμένοις ἐκ τῶν τοιούτων τὴν εὔνοιαν ποριστέον· τοὺς δὲ διαβεβλημένους ἀναγκαῖον τὰς διαβολὰς ἢ αὐτοὺς ἔχειν ἢ τὰ πράγμα‐ τα, ὑπὲρ ὧν λέγουσιν, ἢ τὸν λόγον. αὗται δὲ αἱ διαβολαὶ
5γίνονται ἢ ἐκ τοῦ παρόντος ἢ ἐκ τοῦ παροιχο‐

29

.

11

μένου χρόνου. ἐκ μὲν οὖν τοῦ παροιχομένου χρόνου ἐάν τις ὑποπτεύηται εἰς πονηρίαν τινά, πρῶτον μὲν τῇ πρὸς τοὺς ἀκροατὰς προκαταλήψει χρῆσθαι καὶ λέγειν, ὡς οὐδ’ αὐτὸς ἀγνοῶ διαβεβλημένος, ἀλλ’ ἐπιδείξω

29

.

12

ψευδεῖς οὔσας τὰς διαβολάς. ἔπειτα κεφαλαιωδῶς ἐν τοῖς προοιμίοις ἀπολογητέον, ἂν ἔχῃς τι λέγειν ὑπὲρ σαυτοῦ,
καὶ τὰς κρίσεις ψεκτέον. ἀναγκαῖον γάρ, ἄν τε πρὸς τὸ δημόσιον ᾖ τις διαβεβλημένος, ἄν τε πρὸς τοὺς ἰδιώτας, ἢ61
5γεγενῆσθαι κρίσιν ἢ μέλλειν γενήσεσθαι ἢ μὴ βούλεσθαι τοὺς τὴν αἰτίαν ἐπενεγκόντας λαβεῖν

29

.

13

κρίσιν. καὶ †ῥητέον, ὡς ἀδίκως ἡ κρίσις† ἐγένετο, καὶ ὡς ὑπὸ τῶν ἐχθρῶν κατεστασιάσθημεν· ἢ ἐὰν τοῦτο μὴ ἐνδέχηται, λέγειν, ὡς ἱκανὸν ἡμῖν ἀτυχήσασι τότε, καὶ ὡς δίκαιόν ἐστιν τῶν πραγμάτων ἤδη κεκριμένων μὴ

29

.

14

περὶ τῶν αὐτῶν ἔτι διαβολὰς ἔχειν. ἂν δ’ ἐπίδοξος ἡ κρίσις ᾖ γενέσθαι, λεκτέον, ὡς ἕτοιμος εἶ περὶ τῶν διαβολῶν ἐν τοῖς καθημένοις ἤδη κρίνεσθαι, κἂν ἐλεγχθῇς

29

.

15

τι τὴν πόλιν ἀδικῶν, ἀποθνῄσκειν ὑποτιμᾷ. ἐὰν δὲ οἱ ἐγκαλέσαντες μὴ ἐπεξίωσιν, αὐτὸ τοῦτο χρὴ σημεῖον ποιεῖσθαι, διότι τὴν διαβολὴν ψευδῶς ἡμῶν κατήνεγκαν· οὐ γὰρ εἰκὸς εἶναι δόξει τοὺς ἀληθῶς ἐγκαλοῦντας μὴ

29

.

16

βούλεσθαι κρίσιν λαβεῖν. ἀεὶ δὲ κατηγορεῖν χρὴ διαβολῆς καὶ λέγειν, ὡς δεινὸν καὶ κοινὸν καὶ πολλῶν κακῶν αἴτιον. ἐμφανιστέον δ’ ὅτι καὶ πολλοὶ ἤδη διεφθάρησαν ἀδίκως διαβληθέντες. χρὴ δὲ καὶ διδάσκειν, ὡς εὔηθές
5ἐστιν ὑπὲρ τῶν κοινῶν βουλευομένους μὴ παρὰ πάντων τοὺς λόγους ἀκούοντας τὸ συμφέρον σκοπεῖν, ἀλλὰ ταῖς ἐνίων διαβολαῖς δυσχεραίνειν. δεῖ δὲ καὶ ἐπαγγέλλεσθαι δίκαια καὶ συμφέροντα καὶ καλὰ ἐπιδείξειν, ἃ ὑπέσχου συμβουλεύειν.

29

.

17

Τοὺς μὲν οὖν ἐκ τοῦ παροιχομένου χρόνου διαβεβλη‐
μένους τοῦτον τὸν τρόπον ἐν ταῖς δημηγορίαις τὰς διαβολὰς λυτέον· ἐκ δὲ τοῦ παρόντος χρόνου δια‐ βάλλει τοὺς λέγοντας πρῶτον μὲν ἡλικία. ἐάν τε γὰρ62
5νέος παντελῶς, ἐάν τε πρεσβύτης δημηγορῇ, δυσχε‐ ραίνεται· τῷ μὲν γὰρ οὔπω ἦρχθαι, τῷ δὲ ἤδη πεπαῦσθαι

29

.

18

προσήκειν οἴονται. ἔπειτα ἐὰν συνεχῶς εἰώθῃ λέγειν· πολυπράγμων γὰρ εἶναι δοκεῖ οὗτος. καὶ ἐὰν μηδέποτε πρότερον εἰρήκῃ· καὶ γὰρ οὗτος 〈κέρδουσ〉 ἕνεκά τινος

29

.

19

ἰδίου δοκεῖ παρὰ τὸ ἔθος δημηγορεῖν. ἐκ μὲν οὖν τοῦ παρόντος χρόνου διαβολαὶ περὶ τὸν δημηγοροῦντα τοιαῦται γενήσονται. προφασίζεσθαι δὲ ὑπὲρ αὐτῶν δεῖ τὸν μὲν νεώτερον ἐκ τῆς ἐρημίας τῶν συμβουλευόντων καὶ ἐκ
5τοῦ προσήκοντος αὐτῷ, λέγω δ’ οἷον ὑπὲρ λαμπαδαρχίας ἢ ὑπὲρ γυμνασίου ἢ ὑπὲρ ὅπλων ἢ ἵππων ἢ περὶ πολέμου·

29

.

20

τούτων γὰρ οὐκ ἐλάχιστον μέρος τῷ νέῳ μέτεστι. ῥητέον δὲ καὶ ὡς εἰ μήπω καθ’ ἡλικίαν τὸ φρονεῖν, ἀλλὰ κατὰ φύσιν καὶ ἐπιμέλειαν. ἐμφανιστέον δὲ καὶ ὡς ἁμαρτόντι μὲν ἴδιον τὸ ἀτύχημα, κατορθώσαντι δὲ κοινὴ ἡ ὠφέλεια.

29

.

21

τῷ μὲν οὖν νέῳ ἐκ τῶν τοιούτων προφασιστέον, 〈τῷ δὲ〉 γέροντι ἔκ τε τῆς ἐρημίας τῶν συμβουλευόντων καὶ ἐκ τῆς ἐμπειρίας αὐτοῦ, πρὸς δὲ τούτοις καὶ ἐκ τοῦ μεγέθους καὶ ἐκ τῆς καινότητος τῶν κινδύνων καὶ ἐκ τῶν

29

.

22

ἄλλων τῶν τοιούτων· τῷ δὲ λίαν εἰθισμένῳ ἐκ τῆς ἐμπειρίας καὶ ἐκ τοῦ αἰσχρὸν εἶναι πρότερον ἀεὶ λέγοντα νῦν 〈μὴ〉 ἀποφαίνεσθαι γνώμας· τῷ δὲ μὴ εἰθισμένῳ ἔκ τε τοῦ μεγέθους τῶν κινδύνων καὶ ἐκ τοῦ ἀναγκαῖον63
5εἶναι πάντα τινά, ᾧ τῆς πόλεως μέτεστιν, ὑπὲρ τῶν νῦν προκειμένων ἀποφαίνεσθαι γνώμην.

29

.

23

Τὰς μὲν οὖν περὶ αὐτὸν τὸν ἄνθρωπον διαβολὰς ἐν ταῖς δημηγορίαις ἐκ τῶν τοιούτων λύειν ἐπιχειρήσομεν· αἱ δὲ περὶ τὸ πρᾶγμα γίνονται μέν, ὅταν τις† ἡσυχίαν πρὸς τοὺς μηδὲν ἀδικοῦντας ἢ πρὸς τοὺς κρείττονας συμβουλεύῃ
5ἢ εἰρήνην ποιεῖσθαι αἰσχράν, ἢ παραινῇ† περὶ τὰς θυσίας

29

.

24

μικρὰ συντελεῖν, ἤ τι τοιοῦτον εἰσηγῆται. δεῖ δὲ περὶ τῶν τοιούτων πρότερον μὲν πρὸς τοὺς ἀκροατὰς προκαταλήψει χρῆσθαι, ἔπειτα τὴν αἰτίαν εἰς τὴν ἀνάγκην καὶ τὴν τύχην καὶ τοὺς καιροὺς καὶ τὸ συμφέρον ἀναφέρειν καὶ
5λέγειν, ὡς οὐχ οἱ συμβουλεύοντες τῶν τοιούτων, ἀλλὰ τὰ πράγματά ἐστιν αἴτια.

29

.

25

Καὶ τὰς μὲν περὶ τὸ πρᾶγμα διαβολὰς ἐκ τῶν τοιούτων ἀπὸ τῶν συμβουλευόντων ἀπάξομεν· ὁ δὲ λόγος ἐν ταῖς δημηγορίαις διαβάλλεται, ὅταν ἢ μακρὸς ἢ ἀρχαῖος ἢ

29

.

26

ἄπιστος λέγηται. ἐὰν μὲν οὖν μακρὸς ᾖ, τὸ πλῆθος αἰτια‐ τέον τῶν πραγμάτων, ἐὰν δὲ ἀρχαῖος, διδακτέον, ὅτι νῦν καιρὸς αὐτοῦ, ἐὰν δὲ ἀπίθανος, ὑπισχνεῖσθαι δεῖ, ὡς ἀληθῆ ἐπιδείξεις ἐπὶ τοῦ λόγου.

29

.

27

Τὰς μὲν οὖν δημηγορίας ἐκ τούτων καταστησόμεθα. τάξομεν δὲ πῶς; ἐὰν μὲν μηδεμίαν διαβολὴν ἔχωμεν μήτε αὐτοὶ μήτε ὁ λόγος μήτε τὸ πρᾶγμα, τὴν πρόθεσιν ἐν ἀρχῇ εὐθέως ἐκθήσομεν, ἐπὶ δὲ τὸ προσέχειν καὶ τοῦ64

29

.

28

λόγου εὐμενῶς ἀκούειν ὕστερον παρακαλέσομεν. ἐὰν δὲ διαβολή τις ᾖ τῶν προειρημένων περὶ ἡμᾶς, προκατα‐ λαβόντες τοὺς ἀκροατὰς καὶ περὶ τῶν διαβολῶν τὰς ἀπολογίας καὶ τὰς προφάσεις συντόμως ἐνεγκόντες, οὕτω
5προθήσομεν καὶ τοὺς ἀκροατὰς ἐπὶ τὸ προσέχειν παρα‐ καλέσομεν. τοῦτον μὲν οὖν τὸν τρόπον τὰς καταστάσεις τῶν δημηγοριῶν ποιητέον.

30

.

1

Μετὰ δὲ τοῦτο ἀναγκαῖον ἡμᾶς ἐστιν ἢ τὰς προγεγε‐ νημένας πράξεις ἀπαγγέλλειν ἢ ἀναμιμνῄσκειν, ἢ τὰς νῦν οὔσας {μερίζοντας} δηλοῦν, ἢ τὰς μελλού‐

30

.

2

σας γενήσεσθαι προλέγειν. ὅταν μὲν οὖν πρεσβείαν ἀπαγγέλλωμεν, πάντα δεῖ τὰ ῥηθέντα καθαρῶς διεξελ‐ θεῖν, ἵνα πρῶτον μὲν μέγεθος ὁ λόγος ἔχῃ· ἀπαγγελία γὰρ μόνον ἔσται ἡ τοιαύτη καὶ οὐδὲν ἄλλο λόγου σχῆμα παρεμ‐

30

.

3

πεσεῖται. ἔπειθ’ ὅπως, ἂν μὲν ἀποτετυχηκότες ὦμεν, μὴ διὰ τὴν ἡμετέραν ῥᾳθυμίαν οἱ ἀκούοντες οἴωνται διαμαρ‐ τάνειν τῆς πράξεως, ἀλλὰ δι’ ἄλλην τινὰ αἰτίαν· ἂν δὲ ἐπιτύχωμεν, μὴ διὰ τύχην ὑπολάβωσι τοῦτο γεγενῆσθαι,
5ἀλλὰ διὰ τὴν ἡμετέραν προθυμίαν. ταῦτα δὲ πιστεύσουσιν, ἐπειδὴ τοῖς πράγμασιν οὐ παρεγένοντο πραττομένοις, ἐὰν ἐπὶ τοῦ λόγου τὴν προθυμίαν ἡμῶν θεωρῶσι μηδὲν παραλειπόντων, ἀλλ’ ἀκριβῶς ἕκαστα ἀπαγγελλόντων.65

30

.

4

Ὅταν μὲν οὖν πρεσβείαν ἀπαγγέλλωμεν, διὰ τὰς αἰτίας ταύτας ἕκαστα ὃν τρόπον ἐγένετο ἀπαγγελτέον· ὅταν δὲ αὐτοὶ δημηγοροῦντες τῶν παρεληλυθότων τι διεξίωμεν ἢ {καὶ} τὰ παρόντα δηλῶμεν ἢ τὰ
5μέλλοντα προλέγωμεν, δεῖ τούτων ἕκαστον ποιεῖν

30

.

5

σαφῶς καὶ βραχέως καὶ μὴ ἀπίστως· σαφῶς μέν, ὅπως καταμάθωσι τὰ λεγόμενα πράγματα, συντόμως δέ, ἵνα μνημονεύσωσι τὰ ῥηθέντα, πιστῶς δέ, ὅπως μὴ πρὸ τοῦ ταῖς πίστεσι καὶ ταῖς δικαιολογίαις βεβαιῶσαι
5τὸν λόγον ἡμᾶς τὰς ἐξηγήσεις ἡμῶν οἱ ἀκούοντες ἀπο‐

30

.

6

δοκιμάσωσι. σαφῶς μὲν οὖν δηλώσομεν ἀπὸ τῶν πραγμάτων ἢ ἀπὸ τῶν ὀνομάτων. 〈ἀπὸ μὲν οὖν τῶν πραγμάτων〉, ἐὰν μὴ ὑπερβατῶς αὐτὰ δηλῶμεν, ἀλλὰ τὰ πρῶτα πραχθέντα ἢ πραττόμενα ἢ πραχθησόμενα
5πρῶτα λέγωμεν, τὰ δὲ λοιπὰ ἐφεξῆς τάττωμεν, καὶ ἐὰν μὴ προαπολιπόντες τὴν πρᾶξιν, περὶ ἧς ἂν ἐγχειρήσωμεν

30

.

7

λέγειν, πάλιν ἑτέραν ἐξαγγείλωμεν. ἀπὸ μὲν οὖν τῶν πραγμάτων σαφῶς οὕτως ἐροῦμεν· ἀπὸ δὲ τῶν ὀνομά‐ των, ἐὰν ὅτι μάλιστα τοῖς οἰκείοις τῶν πραγμάτων ὀνό‐ μασι τὰς πράξεις προσαγορεύωμεν καὶ ἐὰν τοῖς κοινοῖς, καὶ
5μὴ ὑπερβατῶς αὐτὰ τιθῶμεν, ἀλλ’ ἀεὶ τὰ ἐχόμενα ἑξῆς τάτ‐

30

.

8

τωμεν. σαφῶς μὲν οὖν δηλώσομεν ταῦτα διαφυλάττοντες, συντόμως δέ, ἐὰν ἀπὸ τῶν πραγμάτων καὶ τῶν ὀνομά‐ των περιαιρῶμεν τὰ μὴ ἀναγκαῖα ῥηθῆναι, ταῦτα μόνα66

30

.

9

καταλείποντες, ὧν ἀφαιρεθέντων ἀσαφὴς ἔσται ὁ λόγος. καὶ συντόμως μὲν τοῦτον τὸν τρόπον δηλώσομεν, οὐκ ἀπί‐ στως δέ, ἂν περὶ τὰς ἀπιθάνους πράξεις αἰτίας φέρωμεν, παρ’ ἃς εἰκότως τὰ λεγόμενα δόξει πραχθῆναι. ὅσα δ’ ἂν

30

.

10

λίαν ἄπιστα συμβαίνῃ, δεῖ παραλείπειν. ἐὰν δὲ ἀναγκαῖον ᾖ λέγειν, εἰδότα δεῖ φαίνεσθαι καὶ ἐπιπλέξαντα αὐτὰ τῷ τῆς παραλείψεως σχήματι ὑπερβάλλεσθαι καὶ προϊόντος τοῦ λόγου ἐπιδείξειν ἀληθῆ ὑπισχνεῖσθαι προφασισάμενον,
5ὅτι τὰ προειρημένα πρῶτον βούλει ἀποδεῖξαι ἀληθῆ ὄντα

30

.

11

ἢ δίκαια ἤ τι τῶν τοιούτων. καὶ τοῦτον μὲν τὸν τρόπον τὰς ἀπιστίας ἰασόμεθα. συλλήβδην δὲ τὰς ἀπαγγελίας καὶ τὰς δηλώσεις καὶ τὰς προρρήσεις ἐξ ἁπάντων τῶν εἰρημέ‐ νων σαφεῖς καὶ βραχείας καὶ οὐκ ἀπίστους ποιήσομεν.

31

.

1

Τάξομεν δὲ αὐτὰς διὰ τριῶν τρόπων. ὅταν μὲν γὰρ ὦσιν ὀλίγα τὰ πράγματα, περὶ ὧν λέγομεν, καὶ γνώριμα τοῖς ἀκούουσι, τῷ προοιμίῳ συνάψομεν, ἵνα μὴ βραχὺ

31

.

2

τοῦτο τὸ μέρος καθ’ ἑαυτὸ τεθὲν γένηται. ὅταν δὲ λίαν ὦσιν αἱ πράξεις πολλαὶ καὶ μὴ γνώριμοι, παρ’ ἕκαστον συναπτὰς ποιήσομεν καὶ δικαίας καὶ συμφερούσας καὶ καλὰς ἀποφανοῦμεν, ἵνα μὴ μόνον πραγματολογοῦντες
5ἁπλοῦν τὸν λόγον καὶ μὴ ποικίλον ποιῶμεν, ἀλλὰ καὶ τῶν

31

.

3

ἀκουόντων τὰς διανοίας ἀναλαμβάνωμεν. ἂν δ’ ὦσιν αἱ πράξεις μέτριαι καὶ ἀγνοούμεναι, τὴν ἀπαγγελίαν ἢ τὴν
δήλωσιν ἢ τὴν πρόρρησιν ἐπὶ τῷ φροιμίῳ δεῖ σωματοειδῆ τάττειν. τοῦτο δὲ ποιήσομεν, ἐὰν ἀπὸ τῆς ἀρχῆς τῶν πραγ‐67
5μάτων ἐπὶ τὸ τέλος διέλθωμεν, μηδὲν ἄλλο συμπαραλαμ‐ βάνοντες. ἀλλὰ τὰς πράξεις αὐτὰς ψιλὰς φράζοντες. καὶ τὰς μὲν διηγήσεις ἐπὶ τοῖς προοιμίοις ὡς δεῖ τάττειν, οὕτως εἰσόμεθα.

32

.

1

Μετὰ δὲ ταύτας ἐστὶ βεβαίωσις, δι’ ἧς τὰς προειρημέ‐ νας πράξεις ἐκ τῶν πίστεων καὶ τῶν δικαίων καὶ τῶν συμφερόντων, οἵας ὑπεθέμεθα δείξειν, βεβαιώσομεν. ὅταν μὲν οὖν ***** συναπτὰς δεῖ ποιεῖν. οἰκειόταται 〈δὲ〉 ταῖς
5δημηγορίαις εἰσὶ πίστεις τά τε τῶν πραγμάτων ἔθη καὶ τὰ παραδείγματα καὶ τὰ ἐνθυμήματα καὶ ἡ δόξα τοῦ λέγοντος. χρηστέον δὲ καὶ ἄν τις τῶν ἄλλων πίστεων παρεμπέσῃ.

32

.

2

Τάττειν δὲ αὐτὰς ὧδε δεῖ· πρῶτον μὲν τὴν τοῦ λέγον‐ τος δόξαν, εἰ δὲ μή, τὰ τῶν πραγμάτων ἔθη, δεικνύντας ὅτι ταῦθ’ ἃ λέγομεν ἢ τὰ τούτοις ὅμοια οὕτως εἴθισται

32

.

3

γίνεσθαι. ἐπὶ δὲ τούτοις παραδείγματα οἰστέον, καὶ εἰ ὁμοιότης τίς ἐστι, πρὸς τὰ ὑφ’ ἡμῶν λεγόμενα προσ‐ ακτέον. λαμβάνειν δὲ δεῖ τὰ παραδείγματα 〈τὰ〉 οἰκεῖα τῷ πράγματι καὶ τὰ ἐγγύτατα τοῖς ἀκούουσι χρόνῳ ἢ τόπῳ,
5ἐὰν δὲ μὴ ὑπάρχῃ τοιαῦτα, τῶν ἄλλων τὰ μέγιστα καὶ γνωριμώτατα· μετὰ δὲ ταῦτα γνωμολογητέον. δεῖ δὲ καὶ περὶ τὰ μέρη τῶν εἰκότων καὶ τῶν παραδειγμάτων ἐπὶ τελευτῆς ἐνθυμηματώδεις καὶ γνωμολογικὰς τὰς τε‐ λευτὰς ποιεῖσθαι.68

32

.

4

Καὶ τὰς μὲν πίστεις οὕτως ἐπὶ ταῖς πράξεσι προσακτέον· ἐὰν δὲ πιστεύηται τὰ πράγματα εὐθέως ῥηθέντα, τὰς μὲν πίστεις παραλειπτέον, τῷ δὲ δικαίῳ καὶ τῷ νομίμῳ καὶ τῷ συμφέροντι καὶ τῷ καλῷ καὶ τῷ ἡδεῖ καὶ τῷ ῥᾳδίῳ
5καὶ τῷ δυνατῷ καὶ τῷ ἀναγκαίῳ τὰς προειρημένας πρά‐

32

.

5

ξεις βεβαιωτέον. καὶ εἰ μὲν ὑπάρχει, πρῶτον τὸ δίκαιον τακτέον, διεξιόντας δι’ αὐτοῦ τε τοῦ δικαίου καὶ τοῦ ὁμοίου τῷ δικαίῳ καὶ τοῦ ἐναντίου καὶ τοῦ κεκριμένου δικαίου. δεῖ δὲ καὶ τὰ παραδείγματα 〈τὰ〉 τοῖς ὑπὸ σοῦ
5λεγομένοις δικαίοις ὅμοια φέρειν. πολλὰ δὲ ἕξεις λέγειν ἔκ τε τῶν ἰδίᾳ παρ’ ἑκάστοις δικαίων ὑπολαμβανομένων καὶ ἐκ τῶν ἐν αὐτῇ τῇ πόλει, ἐν ᾗ λέγεις, καὶ ἐκ τῶν ἐν ταῖς

32

.

6

ἄλλαις πόλεσιν. ὅταν δὲ ἅπαντα τοῦτον τὸν τρόπον μετιόν‐ τες διέλθωμεν, ἐπὶ τελευτῆς αὐτοῦ γνώμας καὶ ἐνθυμήμα‐ τα μέτρια καὶ ἀλλήλοις ἀνόμοια ἐνεγκόντες, ἂν μὲν μα‐ κρὸν ᾖ τὸ μέρος καὶ βουλώμεθα μνημονεύεσθαι, συντόμως
5παλιλλογήσομεν· ἐὰν δὲ μέτριον ᾖ καὶ μνημονεύηται, τοῦτο τὸ μέρος ὁρισάμενοι πάλιν ἕτερον προθησόμεθα.
ἔστι δὲ ὃ λέγω τοιόνδε· ὡς μὲν δίκαιόν ἐστιν ἡμᾶς βοη‐ θεῖν Συρακουσίοις, ἐκ τῶν εἰρημένων ἱκανῶς ἐπιδεδεῖχθαι νομίζω· ὡς δὲ καὶ συμφέρει ταῦτα πράττειν, ἐπιχειρήσω69

32

.

7

διδάσκειν. πάλιν δὲ περὶ τοῦ συμφέροντος ὁμοιοτρόπως τοῖς προειρημένοις ἐπὶ τοῦ δικαίου μετιὼν καὶ ἐπὶ τῇ τελευτῇ 〈τούτου〉 τοῦ μέρους ἢ παλιλλογίαν ἢ ὁρισμὸν ἐπιθεὶς πάλιν ἕτερον, ὅ τι ἂν ὑπάρχῃ σοι, προτίθει.
5τοῦτον δὲ 〈δεῖ〉 τὸν τρόπον ἄλλο ἄλλῳ συνάπτειν μέρει καὶ

32

.

8

συνυφαίνειν τὸν λόγον. ὅταν δὲ πάντα διέλθῃς, ἐξ ὧν ἐνδέχεταί σοι βεβαιῶσαι τὴν προτροπήν, ἐπὶ τούτοις ἅπασι κεφαλαιωδῶς μετὰ ἐνθυμημάτων καὶ γνωμῶν {ἢ σχημάτων} δείκνυε, ὡς ἄδικον καὶ ἀσύμφορον καὶ αἰσχρὸν καὶ ἀηδὲς
5μὴ ποιεῖν ταῦτα, καὶ ἀντιτίθει κεφαλαιωδῶς, ὡς δίκαιον καὶ συμφέρον καὶ καλὸν καὶ ἡδὺ πράττειν, ἐφ’ ἃ παρα‐

32

.

9

καλεῖς. ὅταν δὲ ἱκανῶς ἤδη ᾖς ἐγνωμολογηκώς, τὴν προ‐ τροπὴν πέρατι ὅρισαι. καὶ τοῦτον μὲν τὸν τρόπον βεβαιώ‐ σομεν τὰ προτεθέντα, μετὰ δὲ τοῦτο τὸ μέρος λέξομεν τὴν προκατάληψιν.

33

.

1

Αὕτη δέ ἐστι, δι’ ἧς τὰς ἐνδεχομένας ἀντιλογίας ῥηθῆναι τοῖς ὑπὸ σοῦ εἰρημένοις προκαταλαμβάνων διασύρεις. δεῖ δὲ τὰ μὲν ἐκείνων μικρὰ ποιεῖν, τὰ δὲ σαυτοῦ αὔξειν, ὡς

33

.

2

ἐν ταῖς αὐξήσεσι προακήκοας. χρὴ δὲ παρατιθέναι καὶ ἓν πρὸς ἕν, ὅταν τὸ σὸν μεῖζον ᾖ, καὶ πλείω πρὸς πλείω καὶ ἓν πρὸς πολλὰ καὶ πολλὰ πρὸς ἕν, διαλλάττοντα κατὰ
πάντας τοὺς τρόπους καὶ τὰ μὲν σαυτοῦ αὔξοντα, τὰ δὲ70

33

.

3

τῶν ἐναντίων ἀσθενῆ καὶ μικρὰ ποιοῦντα. καὶ τοῦτον μὲν τὸν τρόπον ταῖς προκαταλήψεσι χρησόμεθα. ταῦτα δὲ διελθόντες ἐπὶ τελευτῇ παλιλλογήσομεν τὰ προειρη‐ μένα σχήματα διαλογισμοῦ λαβόντες ἢ ἀπολογισμοῦ ἢ
5προαιρέσεως ἢ {ἐξ} ἐπερωτήσεως ἢ εἰρωνείας.

34

.

1

Ἐὰν δὲ ἐπὶ τὸ βοηθεῖν τισι προτρέπωμεν ἢ ἰδιώταις ἢ πόλεσιν, ἁρμόσει συντόμως εἰπεῖν καὶ εἴ τις προϋπάρχει τούτοις πρὸς τοὺς ἐκκλησιάζοντας φιλία ἢ χάρις ἢ ἔλεος· μάλιστα γὰρ τοῖς οὕτω διακειμένοις ἐθέλουσιν

34

.

2

ἐπαμύνειν. φιλοῦσι μὲν οὖν πάντες 〈τούτουσ〉, ὑφ’ ὧν οἴονται κατὰ τὸ προσῆκον εὖ πεπονθέναι ἢ πάσχειν ἢ πείσεσθαι ἢ ὑπ’ αὐτῶν ἢ τῶν φίλων, ἢ αὐτοὶ ἢ ὧν κηδόμε‐

34

.

3

νοι τυγχάνουσι. χάριν δ’ ἔχουσι τούτοις, ὑφ’ ὧν οἴονται παρὰ τὸ προσῆκον ἀγαθόν τι πεπονθέναι ἢ πάσχειν ἢ πείσεσθαι, ἢ ὑπ’ αὐτῶν ἢ τῶν φίλων, ἢ αὐτοὶ ἢ ὧν κηδό‐

34

.

4

μενοι τυγχάνουσι. τούτων μὲν οὖν ἄν τι ἐνῇ, χρὴ συντόμως διδάσκειν καὶ ἐπὶ τὸν ἔλεον ἄγειν. εὐπορήσομεν δὲ ἐλε‐ εινὰ ποιεῖν, ἅπερ ἂν ἐθέλωμεν, ἐὰν συνειδῶμεν, ὅτι πάν‐ τες ἐλεοῦσι τούτους, οὓς οἰκείως ἔχειν αὑτοῖς ὑπειλήφασιν

34

.

5

καὶ οἴονται ἀναξίους εἶναι δυστυχεῖν. δεῖ δὲ ταῦτα ἀποφαί‐ νειν ἔχοντας, οὓς ἐθέλεις ἐλεεινοὺς ποιεῖν, καὶ ἐπιδεικνύειν αὐτοὺς ἢ κακῶς πεπονθότας ἢ πάσχοντας ἢ πεισομένους,

34

.

6

ἐὰν μὴ οἱ ἀκούοντες αὐτοῖς βοηθῶσιν. ἐὰν δὲ ταῦτα μὴ
ἐνῇ, δεικτέον ὑπὲρ ὧν λέγεις ἀγαθῶν ἐστερημένους 〈ἢ στερομένους ἢ στερησομένουσ〉, ὧν τοῖς ἄλλοις ἅπασιν ἢ τοῖς πλείστοις μέτεστιν, ἢ ἀγαθοῦ μηδέποτε τετυχηκό‐71
5τας ἢ μὴ τυγχάνοντας ἢ μὴ τευξομένους, ἐὰν μὴ νῦν οἱ ἀκούοντες οἰκτείρωσιν. ἐκ τούτων μὲν οὖν ἐπὶ τὸν ἔλεον ἄξομεν.

34

.

7

Τὰς δὲ ἀποτροπὰς ἐκ τῶν ἐναντίων 〈τούτοισ〉 ποιήσομεν, τὸν αὐτὸν τρόπον φροιμιαζόμενοι καὶ τὰ πράγματα διεξ‐ ιόντες, ταῖς τε πίστεσι χρώμενοι καὶ τοῖς ἀκούουσι δεικ‐ νύντες, ὡς ἔστιν, ἃ πράττειν ἐπιχειροῦσιν, ἄνομα καὶ
5ἄδικα καὶ ἀσύμφορα καὶ αἰσχρὰ καὶ ἀηδῆ καὶ ἀδύνατα καὶ ἐργώδη καὶ οὐκ ἀναγκαῖα. ἡ δὲ τάξις ὁμοιότροπος ἔσται, οἵα καὶ τῷ προτρέποντι.

34

.

8

Τοῖς μὲν οὖν καθ’ αὑτοὺς ἀποτρέπουσιν οὕτω τὰς τάξεις ποιητέον· τοὺς δὲ πρὸς τὰς ὑφ’ ἑτέρων εἰρημένας προτροπὰς ἀντιλέγοντας πρῶτον μὲν ἐν τῷ προοιμίῳ δεῖ, οἷς μέλλουσιν ἀντιλέγειν, προθέσθαι, τὰ δ’ ἄλλα καθ’

34

.

9

αὑτὰ προοιμιάζεσθαι, μετὰ δὲ τὰ προοίμια μάλιστα μὲν ἕκαστα τῶν προειρημένων καθ’ ἓν ἕκαστον προτιθέμενον ἐπιδεικνύειν, ὡς οὐκ ἔστι δίκαια οὐδὲ νόμιμα οὐδὲ συμφέροντα οὐδὲ τούτοις ἀκόλουθα, ἐφ’ ἃ παρακαλεῖ ὁ
5ἐναντίος. τοῦτο δὲ ποιήσεις ἀποφαίνων ἢ ἄδικα ὄντα, ἃ λέγει, ἢ ἀσύμφορα ἢ τούτοις ὅμοια ἢ ἐναντία τοῖς δικαίοις καὶ τοῖς συμφέρουσι καὶ τοῖς κεκριμένοις εἶναι τοιούτοις. ὁμοιοτρόπως δὲ καὶ τῶν ἄλλων τὰ ὑπάρχοντα μέτιθι.

34

.

10

κράτιστος μὲν οὖν ὁ τρόπος τῆς ἀποτροπῆς οὗτός ἐστιν· ἐὰν δὲ μὴ ἐνδέχηται τοῦτο ποιεῖν, ἐκ τοῦ παραλελειμμένου
τόπου ἀπότρεπε λέγων, οἷον ἐὰν ὁ ἐναντίος δίκαιον ἀπο‐ φήνῃ, σὺ ἐπιχείρει δεικνύναι, ὡς ἔστιν αἰσχρὸν ἢ ἀσύμφο‐72
5ρον ἢ ἐργῶδες ἢ ἀδύνατον ἢ ὅ τι ἂν ἔχῃς τοιοῦτον. ἐὰν δὲ ἐκεῖνος ἔχῃ τὸ συμφέρον, σὺ ἐπιδείκνυε, ὡς ἄδικον κἄν τι

34

.

11

ἄλλο ἔχῃς πρὸς τούτῳ. δεῖ δὲ καὶ τὰ μὲν σαυτοῦ αὔξειν, τὰ δὲ τοῦ ἐναντίου ταπεινοῦν ποιοῦντα, ὡς ἐν τῷ προτρεπτικῷ εἴρηται. χρὴ δὲ καὶ γνώμας φέρειν καὶ ἐνθυμήματα καθ‐ άπερ ἐκεῖσε, καὶ τὰς προκαταλήψεις λύειν καὶ ἐπὶ τελευτῇ
5παλιλλογεῖν.

34

.

12

Πρὸς δὲ τούτοις †ἐν μὲν ταῖς προτροπαῖς ἀποφαίνειν ἢ φιλίαν ὑπάρχειν, οἷς βοηθεῖν προτρέπομεν, πρὸς τοὺς προτρεπομένους ἢ χάριν τοὺς προτρεπομένους ὀφείλοντας ἔχειν τοῖς δεομένοις, οἷς δ’ οὐκ ἐῶμεν βοηθεῖν, ἢ ὀργῆς

34

.

13

ἢ φθόνου ἢ ἔχθρας ἀξίους ὑπάρχοντας†. ἔχθραν μὲν οὖν ἐμποιήσομεν, ὑπ’ ἐκείνων οὐ προσηκόντως τοὺς ἀπο‐ τρεπομένους ἀποφαίνοντες κακῶς πεπονθότας 〈ἢ ὑπ’
αὐτῶν〉 ἢ τῶν φίλων, ἢ αὐτοὺς ἢ ὧν κηδόμενοι τυγχάνουσιν·73

34

.

14

ὀργὴν δέ, ἐὰν ἐπιδεικνύωμεν παρὰ τὸ προσῆκον ὠλιγωρη‐ μένους ἢ ἠδικημένους 〈ὑπ’〉 ἐκείνων ἢ τῶν φίλων, ἢ

34

.

15

αὐτοὺς ἢ ὧν κηδόμενοι τυγχάνουσιν {αὐτοί}. φθόνον δὲ παρασκευάσομεν συλλήβδην πρὸς τούτους, οὓς ἀποφαίνο‐ μεν ἀναξίως εὖ πεπραχότας ἢ πράττοντας ἢ πράξοντας, ἢ ἀγαθοῦ μηδέποτε ἐστερημένους ἢ 〈μὴ〉 στερομένους ἢ μὴ
5στερησομένους, ἢ κακοῦ μηδέποτε τετυχηκότας ἢ μὴ

34

.

16

τυγχάνοντας ἢ μὴ τευξομένους. φθόνον μὲν οὖν καὶ ἔχθραν καὶ ὀργὴν τοῦτον τὸν τρόπον ἐμποιήσομεν, φιλίαν δὲ καὶ χάριν καὶ ἔλεον ἐκ τῶν ἐν ταῖς προτροπαῖς· συνθήσομεν δὲ καὶ τάξομεν ἐξ ἁπάντων τῶν προειρημένων αὐτὰς τόνδε
5τὸν τρόπον. τὸ μὲν οὖν προτρεπτικὸν εἶδος αὐτό τε ἴσμεν, οἷόν ἐστι καὶ ἐξ ὧν συνέστηκε καὶ ὡς αὐτῷ χρηστέον.

35

.

1

Τὸ δὲ ἐγκωμιαστικὸν καὶ τὸ κακολογικὸν πάλιν προ‐ θέμενοι σκοπῶμεν. φροιμιαστέον οὖν †καὶ περὶ τούτων πρῶτον προθέμενοι τὰς προθέσεις† καὶ τὰς διαβολὰς

35

.

2

ἀπολύομεν ὁμοίως, ὥσπερ ἐν τοῖς προτρεπτικοῖς. ἐπὶ τὸ προσέχειν δὲ παρακαλοῦμεν ἔκ τε τῶν ἄλλων τῶν ἐν ταῖς δημηγορίαις εἰρημένων καὶ ἐκ τοῦ θαυμαστὰ καὶ περιφανῆ φάσκειν †καὶ αὐτὸν ἴσον† καὶ τοὺς ἐγκωμια‐74
5ζομένους καὶ τοὺς ψεγομένους ἀποφανεῖν πεπραγότας· ὡς γὰρ ἐπὶ τὸ πολὺ τῶν τοιούτων εἰδῶν οὐκ ἀγῶνος, ἀλλ’ ἐπιδείξεως ἕνεκα λέγομεν.

35

.

3

Τάξομεν δὲ πρῶτον τὰ προοίμια τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῶν προτροπῶν καὶ ἀποτροπῶν. μετὰ δὲ τὸ προοίμιον δεῖ διελόμενον τὰ ἔξω τῆς ἀρετῆς ἀγαθὰ καὶ τὰ ἐν αὐτῇ τῇ ἀρετῇ ὄντα †ποιεῖν οὕτως†· τὰ μὲν ἔξω
5τῆς ἀρετῆς εἰς εὐγένειαν καὶ ῥώμην καὶ κάλλος καὶ πλοῦτον, τὴν δ’ ἀρετὴν εἰς σοφίαν καὶ δικαιοσύνην

35

.

4

καὶ ἀνδρείαν καὶ ἐπιτηδεύματα ἔνδοξα. τούτων δὲ τὰ μὲν τῆς ἀρετῆς δικαίως ἐγκωμιάζεται, τὰ δ’ ἔξω κλέ‐ πτεται· τοὺς γὰρ εὐγενεῖς καὶ τοὺς ἰσχυροὺς καὶ τοὺς κα‐ λοὺς καὶ τοὺς πλουσίους οὐκ ἐπαινεῖν, ἀλλὰ μακαρίζειν
5προσήκει.

35

.

5

Ταῦτα δὴ διαλογισάμενοι μετὰ τὰ προοίμια πρῶτον τὴν
γενεαλογίαν τάξομεν· πρῶτον γὰρ τοῖς ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις τοῦθ’ ὑπάρχει ἔνδοξον ἢ ἄδοξον. {τοιγαροῦν τὸν μὲν ἄνθρωπον ἤ τι ἄλλο τοιοῦτον ζῷον75
5εὐλόγως γενεαλογήσομεν. ὅταν δὲ πάθος ἢ πρᾶγμα ἢ λόγον ἢ κτῆμα, ἀπ’ αὐτῶν εὐθὺς τῶν προσόντων ἐνδόξων

35

.

6

ἐπαινέσομεν}. γενεαλογεῖν δὲ ὧδε δεῖ· ἐὰν μὲν ὦσιν οἱ πρόγονοι σπουδαῖοι, πάντας ἐξ ἀρχῆς ἀναλαβόντα μέχρι πρὸς τὸν ἐγκωμιαζόμενον ἐφ’ ἑκάστῳ τῶν προγόνων

35

.

7

κεφαλαιωδῶς ἔνδοξόν τι παρατιθέναι· ἐὰν δὲ οἱ πρῶτοι μὲν ὦσι σπουδαῖοι, τοὺς δὲ λοιποὺς συμβεβήκῃ μηδὲν ἀξιόλογον πρᾶξαι, τοὺς μὲν πρώτους τὸν αὐτὸν τρόπον διελθεῖν, τοὺς δὲ φαύλους παραλιπεῖν προφασισάμενον,
5ὅτι διὰ πλῆθος τῶν προγόνων οὐ θέλεις λέγων αὐτοὺς μακρολογεῖν, ἔτι δὲ οὐκ ἄδηλον εἶναι πᾶσιν, ὅτι τοὺς ἐξ ἀγαθῶν γενομένους εἰκός ἐστι τοῖς προγόνοις ὁμοιοῦ‐

35

.

8

σθαι. ἐὰν δὲ οἱ παλαιοὶ πρόγονοι φαῦλοι τυγχάνωσιν ὄντες, οἱ δὲ πρὸς αὐτὸν ἔνδοξοι, τούτοις δεῖ γενεαλογεῖν καὶ λέγειν, ὅτι περὶ μὲν ἐκείνων περίεργον ἂν εἴη μακρολογεῖν, τοὺς δὲ πλησίον γεγονότας τῶν ἐπαινουμένων τούτους
5ὄντας ἀγαθοὺς ἐπιδείξειν· καὶ δῆλον, ὡς οἵ γε τούτων πρόγονοι σπουδαῖοί τινες ἦσαν· οὐ γὰρ εἰκὸς φανῆναι τοὺς τοιούτους καλοὺς ἢ ἀγαθοὺς {εἶναι} ἐκ μοχθηρῶν προγό‐

35

.

9

νων γεγονότας. ἐὰν δὲ μηδὲν ἀπὸ τῶν προγόνων ἔνδοξον ὑπάρχῃ, λέγε, ὡς αὐτός ἐστι γενναῖος, συμβιβάζων, ὡς εὖ γεγόνασι πάντες οἱ πρὸς τὴν ἀρετὴν εὖ πεφυκότες. ἐπιτίμα δὲ καὶ τοῖς ἄλλοις, ὅσοι τοὺς προγόνους ἐπαι‐76
5νοῦσι, λέγων, ὅτι πολλοὶ προγόνων ἐνδόξων τυχόντες ἀν‐ άξιοι γεγόνασι. λέγε δὲ καὶ ὅτι τοῦτον, οὐ τοὺς προγόνους

35

.

10

πρόκειται νῦν ἐγκωμιάζειν. ὁμοιοτρόπως δὲ καὶ κακο‐ λογοῦντα ἐπὶ τῶν μοχθηρῶν προγόνων ποιητέον τὴν γενεαλογίαν. καὶ τοῦτον μὲν τὸν τρόπον ἐν τοῖς ἐπαίνοις καὶ ταῖς κακολογίαις τὰς γενεαλογίας τακτέον.

35

.

11

Εἴ τι δὲ ἔνδοξον αὐτῷ διὰ τὴν τύχην ὑπῆρξε ***** τοῦτο μόνον διαφυλάττοντα, πῶς τὰ πρέποντα ταῖς ἡλικίαις ἐρεῖς καὶ μὴ μακρά. τοὺς γὰρ παῖδας οὐχ οὕτω δι’ αὑτοὺς ὡς διὰ τοὺς ἐφεστῶτας οἴονται κοσμίους

35

.

12

εἶναι καὶ σώφρονας· διὸ βραχυλογητέον περὶ αὐτῶν. ὅταν δὲ τοῦτον τὸν τρόπον διέλθῃς, ἐπὶ τῇ τελευτῇ τοῦ μέρους ἐνθύμημα καὶ γνώμην εἰπὼν ὅρισαι τοῦτο τὸ μέρος, καὶ ἐπὶ τῇ τοῦ νεανίσκου ἡλικίᾳ τὴν πρόθεσιν ποιήσας καὶ
5προτιθέμενος ἢ τὰ ἔργα τοῦ ἐπαινουμένου ἢ τὸν τρόπον ἢ τὰ ἐπιτηδεύματα αὖξε, καθάπερ εἴπομεν πρότερον ἐν ἀρχαῖς ἐπὶ τοῦ ἐγκωμιαστικοῦ εἴδους, διεξιὼν ὅτι ὑπὸ τούτου τοῦ ἐπαινουμένου ἐν ταύτῃ τῇ ἡλικίᾳ ὄντος τὸ καὶ
τὸ γέγονεν ἔνδοξον ἢ ὅτι διὰ τούτου {ἢ ὅτι διὰ τοῦ77
10ἐπιτηδεύματος} ἢ ἐκ τούτου ἢ ἕνεκα τούτου 〈ἢ οὐκ ἄνευ

35

.

13

τούτου〉. δεῖ δὲ καὶ ἑτέρων νέων ἐνδόξους πράξεις παριστά‐ ναι καὶ †ὑπερβάλλειν ταύτας ἐκείνων†, τοῦ μὲν ἑτέρου τἀλάχιστα τῶν ὑπαρχόντων λέγοντα, τοῦ δ’ ὑπὸ σοῦ ἐπαινουμένου τὰ μέγιστα. χρὴ δὲ καὶ παρ’ ἄλλα σμικρὰ
5ἔνδοξα πράγματα παριστάναι 〈τὰ〉 ὑπὸ σοῦ λεγόμενα,

35

.

14

〈καὶ〉 οὕτω μεγάλα φανεῖται. δεῖ δὲ καὶ εἰκάζοντα τὰς πράξεις αὔξειν ὧδε· καίτοι ὅστις νέος οὕτω φιλόσοφος ἐγένετο, οὗτος πρεσβύτερος γενόμενος μεγάλην ἂν ἐπί‐ δοσιν ἔσχε· καίτοι ὅστις ἐρρωμένως τοὺς ἐν τοῖς γυμνα‐
5σίοις ὑπομένει πόνους, σφόδρα τὴν ἐν τῇ φιλοσοφίᾳ φιλο‐ πονίαν ἀγαπήσει. τοῦτον μὲν οὖν τὸν τρόπον εἰκάζοντες αὐξήσομεν.

35

.

15

Ὅταν δὲ καὶ περὶ τῆς ἡλικίας τοῦ νεανίσκου διέλθωμεν, καὶ ἐπὶ τῇ τελευτῇ τούτου τοῦ μέρους γνώμας καὶ ἐν‐ θυμήματα τάξομεν· καὶ παλιλλογήσαντες συντόμως τὰ προειρημένα ἢ πέρατι τὸ μέρος {τελευταῖον} ὁρισάμενοι,
5πάλιν 〈διέξιμεν〉, ἃ διεπράξατο ὁ ὑφ’ ἡμῶν ἐγκωμιαζό‐

35

.

16

μενος ἀνήρ· 〈καὶ〉 προθέμενοι τὴν δικαιοσύνην πρῶ‐ τον καὶ ὁμοιοτρόπως τοῖς προειρημένοις αὐξήσαντες ἥξο‐ μεν ἐπὶ τὴν σοφίαν, ἐὰν ὑπάρχῃ· καὶ ταύτην τὸν αὐτὸν τρόπον διελθόντες, προθέμενοι τὴν ἀνδρείαν, ἐὰν ᾖ, καὶ78
5τὴν αὔξησιν ταύτης πάλιν διαδραμόντες, ὅταν ἐπὶ τῇ τελευτῇ τοῦ μέρους γενώμεθα καὶ πάντα τὰ εἴδη διεξε‐ ληλυθότες ὦμεν, παλιλλογήσαντες ἐν κεφαλαίῳ τὰ προ‐ ειρημένα 〈ἐπὶ〉 τελευτῇ ἤτοι γνώμην ἢ ἐνθύμημα παντὶ τῷ λόγῳ ἐπιθήσομεν. ἁρμόσει δὲ ἐν τοῖς ἐπαίνοις καὶ
10πολλοῖς ὀνόμασι περὶ ἕκαστον χρησάμενον μεγαλοπρεπῆ τὴν λέξιν ποιῆσαι.

35

.

17

Τὸν δ’ αὐτὸν τρόπον ἐπὶ τῶν μοχθηρῶν πραγματο‐ λογοῦντες τὰς κατηγορίας συστήσομεν. δεῖ δὲ μὴ σκώπτειν, ὃν ἂν κακολογῶμεν, ἀλλὰ διεξιέναι τὸν βίον αὐτοῦ· μᾶλλον γὰρ οἱ λόγοι τῶν σκωμμάτων καὶ τοὺς ἀκούοντας πείθουσι
5καὶ τοὺς κακολογουμένους λυποῦσι. τὰ μὲν γὰρ σκώμματα στοχάζεται τῆς ἰδέας ἢ τῆς οὐσίας· οἱ δὲ λόγοι τῶν ἠθῶν

35

.

18

καὶ τῶν τρόπων εἰσὶν οἷον εἰκόνες. φυλάττου δὲ καὶ τὰς αἰσχρὰς πράξεις μὴ αἰσχροῖς ὀνόμασι λέγειν, ἵνα μὴ διαβάλῃς τὸ ἦθος, ἀλλὰ τὰ τοιαῦτα αἰνιγματωδῶς ἑρμη‐ νεύειν καὶ ἑτέρων πραγμάτων ὀνόμασι χρώμενος δηλοῦν

35

.

19

τὸ πρᾶγμα. χρὴ δὲ 〈καὶ〉 ἐν ταῖς κακολογίαις εἰρωνεύεσθαι καὶ καταγελᾶν τοῦ ἐναντίου, ἐφ’ οἷς σεμνύνεται, καὶ ἰδίᾳ μὲν καὶ ὀλίγων παρόντων ἀτιμάζειν αὐτόν, ἐν δὲ τοῖς ὄχλοις κοινὰς μάλιστα κατηγορίας λοιδορεῖν· αὔξειν δὲ
5καὶ ταπεινοῦν τὸν αὐτὸν τρόπον τὰς κακολογίας, ὅνπερ καὶ τὰ ἐγκώμια. περὶ μὲν οὖν τούτων τῶν εἰδῶν ἐντεῦθεν εἰ‐ δήσομεν τὴν χρῆσιν.79

36

.

1

Λοιπὸν δέ ἐστιν ἡμῖν εἶδος τό τε κατηγορικὸν 〈καὶ τὸ ἀπολογικὸν〉 καὶ τὸ ἐξεταστικόν. ταῦτα πάλιν ὡς ἐν τῷ δικανικῷ γένει συνθήσομεν καὶ τάξομεν, {καὶ} διέλ‐

36

.

2

θωμεν. πρῶτον μὲν οὖν ἐν τοῖς προοιμίοις προθήσομεν τὸ πρᾶγμα, περὶ οὗ κατηγορήσομεν ἢ ἀπολογησόμεθα, ὥσπερ ἐπὶ τῶν ἄλλων εἰδῶν. προσέχειν δὲ παρακαλέσομεν ἐκ τῶν αὐτῶν ὧν ἐν τῷ προτρεπτικῷ καὶ ἐν τῷ ἀποτρεπ‐

36

.

3

τικῷ. †ἔτι δὲ καὶ περὶ τῆς εὐμενείας τῷ μὲν εὖ διακειμένῳ ἐκ τοῦ παροιχομένου χρόνου ἢ τοῦ παρόντος καὶ μήτε δια‐ βεβλημένῳ τῷ πρὸς αὐτὸν ἢ πρὸς τὸ πρᾶγμα ἢ πρὸς τὸν λόγον τοὺς ἀκούοντας δυσχεραίνειν τὸν αὐτὸν τρόπον, ὡς

36

.

4

περὶ ἐκείνων εἴρηται, τὴν εὐμένειαν ποριστέον· τῷ δὲ μήτε εὖ μήτε κακῶς διακειμένῳ ἢ ἐκ τοῦ παροιχομένου χρόνου ἢ ἐκ τοῦ παρόντος ἢ δι’ ἑαυτὸν ἢ τὸ πρᾶγμα ἢ τὸν λόγον διαβεβλημένῳ ἔνια μὲν μεμιγμένως, ἔνια δ’ ἰδίως.†

36

.

5

Οὗτος μὲν οὖν ὁ τρόπος ἔσται, δι’ οὗ τὴν εὐμένειαν παρασκευαστέον. τοὺς μὲν γὰρ μήτε εὖ μήτε κακῶς δια‐
κειμένους αὑτοὺς μὲν συντόμως ἐπαινετέον καὶ τοὺς ἐναντίους κακολογητέον. δεῖ δὲ αὑτοὺς ἐκ τούτων ἐπαι‐80
5νεῖν, ὧν μάλιστα μέτεστι τοῖς ἀκούουσι, λέγω δὲ φιλόπολιν φιλέταιρον 〈εὐχάριστον〉 ἐλεήμονα τὰ τοιαῦτα, τὸν δ’ ἐναντίον κακολογεῖν ἐκ τούτων, ἐφ’ οἷς οἱ ἀκούοντες ὀργιοῦνται, ταῦτα δέ ἐστι μισόπολιν μισόφιλον ἀχάριστον

36

.

6

ἀνελεήμονα τὰ τοιαῦτα. χρὴ δὲ καὶ τοὺς δικαστὰς ἐπαίνῳ θεραπεῦσαι, ὡς δικασταὶ δίκαιοι καὶ δεινοί εἰσι. συμπαρα‐ ληπτέον δὲ καὶ τὰς ἐλαττώσεις, εἴ που τῶν ἀντιδίκων κατα‐ δεεστέρως ἔχει πρὸς τὸ λέγειν ἢ πράττειν ἢ ἄλλο τι τῶν
5περὶ τὸν ἀγῶνα. πρὸς δὲ τούτοις ἐμβλητέον τό τε δίκαιον καὶ τὸ νόμιμον καὶ τὸ συμφέρον καὶ τὰ τούτοις ἀκόλουθα.

36

.

7

Τῷ μὲν οὖν μήτε εὖ μήτε κακῶς διακειμένῳ ἐκ τούτων ἐν τοῖς δικασταῖς τὴν εὔνοιαν ποριστέον· τὸν δὲ διαβεβλη‐ μένον, ἐὰν μὲν ἐκ τοῦ παροιχομένου χρόνου 〈περὶ αὐτὸν τὸν ἄνθρωπον〉 αἱ διαβολαὶ ὦσιν 〈ἢ〉 περὶ τὸν λόγον,
5ἴσμεν ὡς δεῖ τὰ τοιαῦτα λύειν ἐκ τῶν προτέρων, ἐὰν δὲ ἐκ τοῦ παρόντος χρόνου περὶ αὐτὸν τὸν ἄνθρωπον, ἀναγκαῖον διαβεβλῆσθαι, ἐὰν ἀπρεπὴς ᾖ τῷ παρόντι ἀγῶνι ἢ ὑπεναντίος τοῖς ἐγκλήμασιν ἢ ὁμολογού‐

36

.

8

μενος τῇ κατηγορίᾳ. ἀπρεπὴς μὲν οὖν γένοιτ’ ἄν, ἐὰν ἀγωνίζηται νεώτερος ἢ πρεσβύτερος ὑπὲρ ἄλλου, ὑπεναν‐ τίος δέ, ἐάν τις ἰσχυρὸς ὢν ἀσθενεῖ δικάζηται αἰκίας, ἢ ἐάν τις ὑβριστὴς ὢν ὕβριν ἐγκαλῇ σώφρονι, ἢ ἐάν τις πάνυ

36

.

9

πλουσίῳ δικάζηται πάνυ πένης χρημάτων {ἐγκαλῶν}. οἱ
μὲν οὖν τοιοῦτοι ὑπεναντίοι εἰσὶ τοῖς ἐγκλήμασιν· ὁμο‐ λογούμενος δ’ ἔσται, ἐάν τις ἰσχυρὸς ὢν ὑπὸ ἀσθενοῦς αἰκίας διώκηται, ἢ ἐάν τις κλέπτης δοκῶν εἶναι κλοπῆς81
5δίκην φεύγῃ. ὅλως δὲ οἱ τὰς περὶ αὐτῶν δόξας ὁμοιοτρό‐ πους αὑτοῖς ἔχοντες ὁμολογούμενοι τοῖς ἐγκλήμασι δόξου‐

36

.

10

σιν εἶναι. περὶ μὲν οὖν αὐτὸν τὸν ἄνθρωπον ἐκ τοῦ παρόν‐ τος χρόνου τοιαῦται γενήσονται διαβολαί, αἱ δὲ περὶ τὸ πρᾶγμα συμβαίνουσαι, ἐάν τις πραγματεύηται πρὸς οἰκείους φίλους ἢ ξένους ἢ ἰδίους, ἢ περὶ μικρῶν ἢ αἰσχρῶν·
5ταῦτα γὰρ ἀδοξίαν τοῖς δικαζομένοις ποιεῖ.

36

.

11

Πῶς οὖν τὰς διαβολὰς τὰς προειρημένας ἀπολύσομεν, τοῦτο δηλώσω. δύο μὲν δὴ στοιχεῖα λέγω κοινὰ κατὰ πάντων, τὸ μέν, οἷς ἂν νομίζῃς τοὺς κριτὰς ἐπιπλήξειν, προκαταλάμβανε αὐτοὺς καὶ ἐπίπληττε, τὸ δὲ ἕτερον,
5εἰ τὰς πράξεις μάλιστα μὲν εἰς τοὺς ἀντιδίκους ἀποτρέ‐ ψεις, εἰ δὲ μή, εἰς ἄλλους τινάς, προφάσει χρώμενος, ὅτι οὐχ ἑκών, ἀλλ’ ὑπὸ τῶν ἀνταγωνιστῶν ἀναγκαζό‐

36

.

12

μενος εἰς τὸν ἀγῶνα κατέστης. καθ’ ἑκάστην δὲ τὴν δια‐ βολὴν τάδε χρὴ προφασίζεσθαι· τὸν μὲν νεώτερον πρεσ‐ βυτέρων φίλων ἀπορίαν τῶν ἀγωνιουμένων ὑπὲρ αὑτοῦ ἢ μέγεθος ἀδικημάτων ἢ πλῆθος ἢ προθεσμίαν χρόνου ἢ

36

.

13

ἄλλο τι τοιοῦτον. ἐὰν δὲ ὑπὲρ ἄλλου λέγῃς, ῥητέον, ὡς διὰ φιλίαν συνηγορεῖς ἢ δι’ ἔχθραν τοῦ ἀντιδίκου ἢ διὰ τὸ τοῖς πράγμασι παραγενέσθαι ἢ διὰ τὸ τῷ κοινῷ συμ‐ φέρον ἢ διὰ τὸ ἔρημον εἶναι καὶ ἀδικεῖσθαι, ᾧ συνηγορεῖς.

36

.

14

ἐὰν δὲ ὑπεναντίος τῷ ἐγκλήματι ἢ ὁμολογούμενος τῇ κατηγορίᾳ γένηται, τῇ τε προκαταλήψει χρῆσθαι καὶ λέ‐
γειν, ὡς οὐ δίκαιον καὶ νόμιμον οὐδὲ συμφέρον ἐκ τῆς ὑπολήψεως ἢ τῆς ὑποψίας προκατακρίνειν πρὶν τοῦ πράγ‐82

36

.

15

ματος ἀκοῦσαι. τὰς μὲν οὖν περὶ τὸν ἄνθρωπον αὐτὸν διαβολὰς οὕτω λύσομεν· τὰς δὲ περὶ τὸ πρᾶγμα οὕτως ἀπωσόμεθα, τὴν αἰτίαν εἰς τοὺς ἐναντίους τρέποντες ἢ λοιδορίαν ἐγκαλοῦντες αὐτοῖς ἢ ἀδικίαν ἢ πλεονεξίαν ἢ
5φιλονεικίαν ἢ ὀργήν, προφασιζόμενοι ὅτι τοῦ δικαίου δι’ ἄλλου τρόπου τυχεῖν ἀδύνατον. τὰς μὲν οὖν ἰδίας διαβο‐ λὰς ἐπὶ τῶν δικαστῶν οὕτω λύσομεν, τὰς δὲ κοινὰς πᾶσι

36

.

16

τοῖς εἴδεσιν, ὡς ἐπὶ τῶν προτέρων εἰδῶν εἴρηται. τάξομεν δὲ τὰ δικανικὰ προοίμια τὸν αὐτὸν τρόπον, ὅνπερ καὶ τὰ δημηγορικά. {κατὰ} τὸν αὐτὸν δὲ τρόπον καὶ τὰς ἀπαγ‐ γελίας συνάψομεν τῷ προοιμίῳ {καὶ} ἢ παρὰ τὰ μέρη
5πιστὰς καὶ δικαίας ἀποφανοῦμεν ἢ αὐτὰς ἐφ’ ἑαυτῶν σωματοειδεῖς ποιήσομεν.

36

.

17

Μετὰ δὲ ταῦτα ἔσται βεβαίωσις, ἂν μὲν ἀντιλέγηται τὰ πράγματα ὑπὸ τῶν ἀντιδίκων, ἐκ τῶν πίστεων, ἂν δὲ ὁμο‐ λογῆται, ἐκ τῶν δικαίων καὶ ἐκ τῶν συμφερόντων καὶ ἐκ

36

.

18

τῶν τούτοις ἀκολούθων. τάττειν δὲ δεῖ τῶν μὲν πίστεων πρώτας τὰς μαρτυρίας καὶ τὰ ἐκ τῶν βασάνων ἡμῖν ὁμο‐ λογηθέντα, ἂν ὑπάρχῃ· ἔπειτα βεβαιοῦν, ἂν μὲν πιθανὰ ᾖ, γνώμαις καὶ ἐνθυμήμασιν, ἐὰν δὲ μὴ παντελῶς πιθανὰ ᾖ,
5τῷ εἰκότι, ἔπειτα τοῖς παραδείγμασι καὶ τοῖς τεκμηρίοις
καὶ τοῖς σημείοις καὶ τοῖς ἐλέγχοις, τελευταῖον δὲ τοῖς ἐνθυμήμασι καὶ ταῖς γνωμολογίαις. ἐὰν δὲ ὁμολογῆται τὰ πράγματα, τὰς μὲν πίστεις ἐατέον, τῇ δὲ δικαιολογίᾳ ὥσπερ ἐν τοῖς ἔμπροσθεν χρηστέον. καὶ τοῦτον μὲν τὸν83
10τρόπον βεβαιώσομεν.

36

.

19

Μετὰ δὲ τὴν βεβαίωσιν τὰ πρὸς τοὺς ἀντιδίκους τάττον‐ τες προκαταληψόμεθα αὐτῶν τὰ ἐπίδοξα λέγεσθαι. ἐὰν μὲν οὖν ἐξαρνῶνται τὸ πρᾶγμα, τὰς μὲν ὑφ’ ἡμῶν πίστεις εἰρημένας αὐξητέον, τὰς δ’ ὑπ’ ἐκείνων μελλούσας λέ‐

36

.

20

γεσθαι διασυρτέον καὶ ταπεινωτέον. ἐὰν δὲ ὁμολογοῦντες †ὦσιν ἔννομα καὶ δίκαια ἀποφαίνειν κατὰ τοὺς γεγραμ‐ μένους νόμους†, οὓς ἡμεῖς παρεχόμεθα καὶ τοὺς ὁμοίους τούτοις δικαίους καὶ καλοὺς καὶ συμφέροντας τῷ κοινῷ
5τῆς πόλεως 〈καὶ〉 κεκριμένους ὑπὸ πολλῶν τοιούτους εἶναι πειρατέον ἐπιδεικνύειν· τοὺς δὲ τῶν ἀντιδίκων τὰ

36

.

21

ἐναντία. ἐὰν δὲ μὴ ἐνδέχηται ταῦτα λέγειν, ὑπομίμνῃσκε τοὺς δικαστάς, ὅτι οὐχ ὑπὲρ τοῦ νόμου, ἀλλὰ τοῦ πράγμα‐ τος δικάζουσιν, ὀμόσαντες κατὰ τοὺς νόμους τοὺς κειμέ‐ νους τὴν ψῆφον οἴσειν, καὶ δίδασκε, ὅτι οὐ νῦν νομοθετεῖν

36

.

22

προσήκει, ἀλλ’ ἐν ταῖς περὶ τούτων κυρίαις ἡμέραις. ἂν δ’ ἡμῖν συμβαίνῃ †τὸ παρὰ μοχθηροῖς δοκοῦσιν εἶναι νόμοις† τὸ πρᾶγμα πεπρᾶχθαι, ῥητέον, ὡς οὐ νόμος, ἀλλ’ ἀνομία τὸ τοιοῦτόν ἐστιν· ὁ μὲν γὰρ νόμος ἐπὶ τῷ ὠφελεῖν

36

.

23

τίθεται, οὗτος δὲ βλάπτει τὴν πόλιν. ῥητέον δὲ καὶ ὡς οὐ παρανομήσουσιν, ἂν τούτῳ τῷ νόμῳ ἐναντίαν ψῆφον θῶν‐ ται, ἀλλὰ νομοθετήσουσιν, ὥστε μὴ χρῆσθαι δόγμασι πο‐ νηροῖς καὶ παρανόμοις. δεῖ δὲ καὶ τοῦτο συμβιβάζειν, ὡς84
5οὐδεὶς νόμος κωλύει τὸ κοινὸν εὖ ποιεῖν, τοὺς δὲ φαύλους νόμους ἀκύρους ποιεῖν εὐεργετεῖν τὴν πόλιν ἐστί.

36

.

24

Περὶ μὲν οὖν τῶν σαφῶς εἰρημένων νόμων ὁποίους ἂν αὐτῶν ἔχωμεν, ἐκ τῶν τοιούτων προκαταλαμβάνοντες ἀντιλέγειν εὐπορήσομεν· περὶ δὲ τῶν ἀμφιβόλων ἐὰν οὕτως ὑπολαμβάνωσιν, ὡς σοὶ συμφέρει, δεῖ ταῦτα ὑπο‐
5δεικνύειν, ἂν δ’ ὡς ὁ ἐναντίος λέγει, χρὴ διδάσκειν, ὡς ὁ νομοθέτης οὐ τοῦτο διενοεῖτο, 〈ἀλλ’〉 ὃ σὺ λέγεις, καὶ ὅτι

36

.

25

συμφέρει αὐτοῖς οὕτω λέγειν τὸν νόμον. ἐὰν δὲ μὴ δυνα‐ τὸς ᾖς ἐπὶ τὸ ἐναντίον μεθιστάναι, δείκνυε, ὡς οὐδὲν ἄλλο λέγειν {ὁ ἐναντίος} δύναται 〈ὁ〉 νόμος ἢ ὃ σύ. καὶ περὶ μὲν νόμων, ὡς δεῖ χρῆσθαι, τοῦτον τὸν τρόπον μετιὼν εὐπο‐
5ρήσεις. καθόλου δὲ ἂν ὁμολογήσαντες ἐκ τῶν δικαίων καὶ τῶν νομίμων τὴν ἀπολογίαν ποιεῖσθαι μέλλωσιν, ἐκ τού‐ των τὰ ἐπίδοξα ῥηθήσεσθαι προκαταληπτέον.

36

.

26

Ἐὰν δὲ ὁμολογήσαντες συγγνώμης ἀξιῶσι τυχεῖν, ὧδε χρὴ περιαιρεῖσθαι τὰ τοιαῦτα τῶν ἀντιδίκων. πρῶτον μὲν λεκτέον, ὡς κακοηθέστερον ἦν καὶ ὡς τὰ τοιαῦτα ἐξαμαρ‐ τάνειν φασίν, ὅταν γνωσθῶσιν, ὥστε, εἰ τούτῳ συγγνώμην
5ἔχετε, καὶ τοὺς ἄλλους πάντας τῶν τιμωριῶν ἀφήσετε.

36

.

27

ἔτι δὲ λέγε ὡς, εἰ τῶν ὁμολογούντων ἐξαμαρτάνειν ἀποψη‐ φιεῖσθε, πῶς τῶν μὴ ὁμολογούντων καταψηφιεῖσθε; λεκτέ‐ ον δὲ ὅτι, εἰ καὶ ἐξήμαρτεν, οὐκ ἐμὲ δεῖ διὰ τὴν τούτου
ἁμαρτίαν ζημιοῦσθαι. πρὸς δὲ τούτοις ῥητέον, ὡς οὐδὲ85
5ὁ νομοθέτης τοῖς ἁμαρτάνουσι συγγνώμην ἔχει· οὐκοῦν δίκαιον οὐδὲ τοὺς δικαστὰς κατὰ τοὺς νόμους κρίνοντας.

36

.

28

ἐκ μὲν οὖν τῶν τοιούτων τὰς συγγνώμας περιαιρησόμεθα, καθάπερ ἐν ἀρχαῖς δεδηλώκαμεν. συλλήβδην δὲ τὰ ὑπὸ τῶν ἀντιδίκων μέλλοντα λέγεσθαι καὶ πρὸς πίστιν καὶ δικαιολογίαν καὶ συγγνώμην ἐκ τῶν προειρημένων προ‐
5καταληψόμεθα.

36

.

29

Μετὰ δὲ ταῦτα {τὴν αἰτίαν} παλιλλογητέον ἐν κεφαλαίῳ τὸν λόγον ὅλον, καὶ συντόμως, ἐὰν ἐνδέχηται, πρὸς μὲν τοὺς ἐναντίους ἔχθραν ἢ ὀργὴν ἢ φθόνον τοῖς δικασταῖς ἐμποιητέον, πρὸς δὲ ἡμᾶς φιλίαν ἢ χάριν ἢ ἔλεον. ὅθεν δὲ
5ταῦτα γίνεται, ἐν τῷ δημηγορικῷ καὶ ἐπὶ τῶν προτροπῶν καὶ ἀποτροπῶν εἰρήκαμεν καὶ ἐν τῷ ἀπολογικῷ εἴδει πάλιν ἐπὶ τελευτῆς διέξιμεν.

36

.

30

Τὸν μὲν οὖν πρῶτον λόγον, ἐὰν κατηγορῶμεν, ἐν τοῖς δικανικοῖς οὕτω συνθήσομεν καὶ τάξομεν· ἐὰν δὲ ἀπολο‐ γώμεθα, τὸ μὲν προοίμιον ὁμοιοτρόπως τῷ κατηγοροῦντι

36

.

31

συστήσομεν. τῶν δὲ κατηγορουμένων ἃ μὲν εἰδέναι τοὺς ἀκούοντας ἐποίησε, παραλείψομεν, ἃ δὲ δοξάζειν, ταῦτα προθέμενοι μετὰ τὸ προοίμιον διαλύσομεν, τούς τε μάρ‐ τυρας καὶ τὰς βασάνους καὶ τοὺς ὅρκους ἀπίστους ποιήσο‐
5μεν, ὡς προακήκοας, εἰ μὲν τὰ πράγματα πιστὰ εἴη, τὴν ὑπὲρ αὐτῶν ἀπολογίαν ἐπὶ τὸν ***** ἐκ τοῦ παραλειπο‐
μένου τόπου μεταβιβάζοντες, εἰ δ’ εἶεν οἱ μάρτυρες 〈ἢ〉 οἱ βασανισθέντες πιστοί, ἐπὶ τὸν λόγον ἢ τὴν πρᾶξιν ἢ ὅ τι86

36

.

32

ἂν ἄλλο ἔχῃς ἐπὶ τῶν ἐναντίων πιστότατον. ἂν δὲ τὸ λυσιτελὲς ἢ τὸ ἔθος ἐπιφέρων σοῦ κατηγορήσῃ, ἀπολογοῦ μάλιστα μέν, ὡς 〈οὐ〉 λυσιτελές ἐστι τὸ κατηγορούμενον, εἰ δὲ μή, ὅτι οὐκ εἴθισαι τὰ τοιαῦτα πράττειν οὔτε σὺ

36

.

33

οὔτε οἱ σοὶ ὅμοιοι, ἢ ὅτι οὐ τοῦτον τὸν τρόπον. τὸ μὲν οὖν εἰκὸς οὕτω λύσεις· τὸ δὲ παράδειγμα πρῶτον μέν, ἂν δύνῃ, δείκνυε ὡς οὐχ ὅμοιόν ἐστι τῷ ἐγκαλουμένῳ, εἰ δὲ μή, ἕτερον φέρε αὐτὸς παράδειγμα ἐκ τῶν ἐναντίων παρὰ
5τὸ εἰκὸς γενόμενον. τὸ δὲ τεκμήριον λύε φράζων, παρ’ ἃς

36

.

34

αἰτίας ἐναντιωθῆναι συνέβη. τὰς δὲ γνώμας καὶ τὰ ἐνθυ‐ μήματα ἢ παράδοξα ἀπόφαινε ἢ ἀμφίβολα. τὰ δὲ σημεῖα πλειόνων ὄντα ἀπόφαινε σημεῖα καὶ μὴ μόνου τοῦ σοὶ ἐγκαλουμένου. καὶ τὰ μὲν τῶν ἐναντίων ἐπὶ τὸ ἐναντίον
5ἄγοντες ἢ ἐπὶ τὸ ἀμφίβολον ἀπίθανα τοῦτον τὸν τρόπον

36

.

35

καταστήσομεν. ἂν δὲ ὁμολογῶμεν τὰ ἐγκαλούμενα πε‐ ποιηκέναι, ἐκ τῶν δικαίων καὶ νομίμων μετιόντες ἐννο‐ μώτερα καὶ δικαιότερα τὰ ἡμέτερα ἀποδεικνύναι πειρα‐ σόμεθα· ἐὰν δὲ μὴ τοῦτο ἐνδέχηται, εἰς ἁμάρτημα ἢ
5ἀτύχημα καταφεύγοντας καὶ σμικρὰς τὰς βλάβας ἀπο‐ φαίνοντας συγγνώμης τυγχάνειν πειρατέον, τὸ μὲν ἁμαρ‐ τάνειν κοινὸν πάντων ἀνθρώπων ἐπιδεικνύοντας, τὸ δ’

36

.

36

ἀδικεῖν ἴδιον τῶν πονηρῶν. λέγε δέ, ὅτι ἐπιεικὲς καὶ δίκαιον καὶ συμφέρον ἐστὶ συγγνώμην ἔχειν ταῖς ἁμαρτίαις· οὐδεὶς γὰρ οἶδεν ἀνθρώπων, εἴ τι τοιοῦτον αὐτῷ συνεμ‐ πέσοι. ἀπόφαινε 〈δὲ〉 καὶ τὸν ἐναντίον, εἴ τι ἐξήμαρτε,
5συγγνώμης τυχεῖν ἀξιώσαντα.87

36

.

37

Μετὰ 〈δὲ〉 ταῦτα αἱ προκαταλήψεις αἱ ὑπὸ τῶν ἐναντίων εἰρημέναι. τὰς μὲν οὖν ἄλλας ἐξ αὐτῶν τῶν πραγμάτων εὐπορήσομεν λύειν· ἐὰν δὲ διαβάλλωσιν ἡμᾶς, ὡς γε‐ γραμμένους λόγους λέγομεν ἢ λέγειν μελετῶ‐
5μεν ἢ ὡς ἐπὶ μισθῷ τινι συνηγοροῦμεν, χρὴ πρὸς τὰ τοιαῦτα ὁμόσε βαδίζοντας εἰρωνεύεσθαι καὶ περὶ μὲν τῆς γραφῆς λέγειν, μὴ κωλύειν τὸν νόμον ἢ αὐτὸν γε‐ γραμμένα λέγειν ἢ ἐκεῖνον ἄγραφα· τὸν γὰρ νόμον οὐκ ἐᾶν τοιαῦτα πράττειν, λέγειν δὲ ὅπως ἄν τις βούληται

36

.

38

συγχωρεῖν. ῥητέον δὲ καὶ ὅτι οὕτως ὁ ἐναντίος οἴεται μεγάλα ἠδικηκέναι, ὥστ’ οὐ νομίζει με κατ’ ἀξίαν κατ‐ ηγορῆσαι, εἰ μὴ γράφοιμι καὶ πολὺν χρόνον σκεψαίμην. περὶ μὲν οὖν τὰς τῶν γεγραμμένων λόγων διαβολὰς

36

.

39

οὕτως ἀπαντητέον· ἂν δὲ φάσκωσιν ἡμᾶς λέγειν μαν‐ θάνειν καὶ μελετᾶν, ὁμολογήσαντες ἐροῦμεν· ἡμεῖς μὲν οἱ μανθάνοντες, ὡς φῄς, οὐ φιλόδικοί ἐσμεν, σὺ δὲ ὁ λέγειν μὴ ἐπιστάμενος καὶ νῦν ἡμᾶς καὶ πρότερον ἑάλως
5συκοφαντῶν· ὥστε λυσιτελὲς φανεῖται τοῖς πολίταις κἀ‐ κεῖνον μανθάνειν ῥητορεύειν· οὐ γὰρ 〈ἂν〉 οὕτω πονηρὸν

36

.

40

οὐδὲ συκοφάντην αὐτὸν εἶναι. τὸν αὐτὸν δὲ τρόπον κἂν ἡμᾶς ἐπὶ μισθῷ συνηγορεῖν λέγῃ τις, ὁμολογήσαν‐ τες εἰρωνευσόμεθα καὶ τὸν αἰτιώμενον ἡμᾶς ἐπιδείξομεν

36

.

41

τοῦτο ποιοῦντα καὶ τοὺς ἄλλους ἅπαντας. τῶν δὲ μισθῶν διαιροῦ τὰ εἴδη καὶ λέγε, ὡς οἱ μὲν ἐπὶ χρήμασιν, οἱ δὲ
ἐπὶ χάρισιν, οἱ δὲ ἐπὶ τιμωρίαις, οἱ δὲ ἐπὶ τιμαῖς συνηγο‐ ροῦσιν· σαυτὸν μὲν οὖν ἀπόφαινε διὰ χάριν συνηγοροῦντα,88
5τὸν δ’ ἐναντίον λέγε οὐδ’ ἐπὶ μικρῷ μισθῷ συνηγορεῖν· ὅπως γὰρ λάβῃ ἀργύριον ἀδίκως, οὐχ ὅπως μὴ ἐκτίσῃ,

36

.

42

δικάζεται. τῷ αὐτῷ δὲ τρόπῳ καὶ ἐάν τις ἡμᾶς δικάζε‐ σθαί τινας λέγῃ διδάσκειν ἢ λόγους δικανικοὺς συγγράφειν· ἀπόφαινε γὰρ καὶ τοὺς ἄλλους ἅπαντας, καθ’ ὅσον δύναν‐ ται, τοὺς φίλους ὠφελεῖν καὶ διδάσκοντας καὶ συμβουλεύ‐
5οντας. καὶ οὕτως ἐντέχνως περὶ τῶν τοιούτων ἀπαντήσεις.

36

.

43

Χρὴ δὲ καὶ περὶ τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις, ὁπόσαι πίπτουσιν εἰς τὰ τοιαῦτα εἴδη, μὴ ῥᾳθύμως ἔχειν, ἀλλὰ διακρίνειν τὰς ὁμολογίας καὶ τὰς ἀρνήσεις ἐν ταῖς ἀποκρίσεσιν. ὁμολογίαι μὲν οὖν εἰσιν αἱ τοιαίδε·
5ἀπέκτεινάς μου τὸν υἱόν· ἀπέκτεινα πρότερον ἐπ’ ἐμὲ σίδηρον αἰρόμενον. συνέκοψάς μου τὸν υἱόν· ἔγωγε ἀδίκων χειρῶν ἄρχοντα. κατέαξάς μου τὴν κεφαλήν· ἐγὼ βιαζο‐

36

.

44

μένου σου νύκτωρ εἰς τὴν ἐμὴν οἰκίαν εἰσιέναι. αἱ μὲν οὖν τοιαῦται ὁμολογίαι τῷ νόμῳ πιστεύουσαι ὁμολογοῦνται. αἱ δὲ τοιαίδε ἀρνήσεις παρακλίνουσι τὸν νόμον· ἀπέκτει‐ νάς μου τὸν υἱόν· οὐκ ἔγωγε, ἀλλ’ ὁ νόμος. τὰ δὲ τοιαῦτα
5πάντα οὕτω δεῖ ἀποκρίνεσθαι, ὅταν τῶν νόμων ὁ μὲν κελεύῃ τοῦτο ποιεῖν, ὁ δὲ κωλύῃ. τὰ μὲν οὖν πρὸς τοὺς ἀντιδίκους ἐκ τούτων ἁπάντων συνάξεις.

36

.

45

Μετὰ δὲ ταῦτα παλιλλογία τῶν εἰρημένων ἤδη σύντομος ἀνάμνησις. χρήσιμος δέ ἐστι παρὰ πάντας τοὺς καιρούς,
ὥστε καὶ παρὰ μέρος καὶ παρὰ εἶδος τῇ παλιλλογίᾳ χρηστέον, μάλιστα δ’ ἁρμόττει πρὸς τὰς κατηγορίας καὶ89
5τὰς ἀπολογίας, ἔτι δὲ πρὸς τὰς προτροπὰς καὶ ἀποτρο‐ πάς· οὐ γὰρ μόνον ἀναμνῆσαι δεῖν φαμεν περὶ τῶν εἰ‐ ρημένων ἐνταῦθα, καθάπερ καὶ ἐπὶ τῶν ἐγκωμίων καὶ τῶν κακολογιῶν, ἀλλὰ 〈καὶ〉 πρὸς ἡμᾶς τοὺς κριτὰς εὖ δια‐

36

.

46

θεῖναι καὶ πρὸς τοὺς ἐναντίους κακῶς. τελευταῖον δὲ τοῦτο τῶν ἐν τῷ λόγῳ μερῶν τάττομεν. ἔστι δὲ μνημονικὸν ποιεῖν ἐν κεφαλαίῳ 〈ἢ〉 διαλογιζόμενον ἢ ἀπολογιζόμενον περὶ τῶν εἰρημένων ἢ προαιρούμενον τῶν μὲν σαυτοῦ τὰ
5βέλτιστα, τῶν δ’ ἐναντίων τὰ φαυλότατα, εἰ δὲ βούλει, ἐπερωτήσεως σχῆμα ποιησάμενον. οἷον δὲ τούτων ἕκαστόν ἐστιν, ἐκ τῶν προτέρων ἴσμεν.

36

.

47

Εὖ δὲ διαθήσομεν ἡμᾶς καὶ τοὺς ἐναντίους κακῶς, ὥσπερ ἐπὶ τῶν προτροπῶν καὶ ἀποτροπῶν, ἀποφαίνοντες κεφα‐ λαιωδῶς, ἐφ’ οἷς εὖ πεποιήκαμεν τοὺς ἀδικοῦντας ἢ ποι‐ οῦμεν ἢ ποιήσομεν, ἢ αὐτοὶ ἢ ἡμέτεροι φίλοι, ἢ αὐτοὺς ἢ ὧν
5κηδόμενοι τυγχάνουσιν, ἢ πάλιν τοὺς κρίνοντας αὐτοὺς ἢ ὧν κηδόμενοι τυγχάνουσι, καὶ διεξιόντες αὐτοῖς, ὡς νῦν καιρὸς χάριτας ἡμῖν τῶν ὑπηργμένων ἀποδοῦναι, καὶ πρὸς τούτοις ἐλεεινοὺς ἡμᾶς αὐτοὺς καθιστάντες, ἐὰν ἐνδέχηται.

36

.

48

τοῦτο δὲ ποιήσομεν ἐπιδεικνύντες, ὡς πρὸς τοὺς ἀκού‐
οντας οἰκείως ἔχομεν καὶ ἀναξίως δυστυχοῦμεν κακῶς πρότερον πεπονθότες ἢ νῦν πάσχοντες ἢ πεισόμενοι, ἐὰν μὴ βοηθῶσιν ἡμῖν οὗτοι· ἐὰν δὲ μὴ τοιαῦτα ὑπάρχῃ,90
5διεξιόντες, τίνων ἀγαθῶν ἐστερήμεθα ἢ στερισκόμεθα ἢ στερησόμεθα ὀλιγωρηθέντες ὑπὸ τῶν κρινόντων, ἢ ὡς ἀγαθοῦ μηδέποτε ἐπιτετυχήκαμεν ἢ μὴ ἐπιτυγχάνομεν ἢ μὴ ἐπιτευξόμεθα μὴ τούτων ἡμῖν συμβοηθησάντων. ἐκ γὰρ τούτων ἐλεεινοὺς καταστήσομεν ἡμᾶς αὐτοὺς καὶ

36

.

49

πρὸς τοὺς ἀκούοντας εὖ διαθήσομεν. διαβαλοῦμεν δὲ τοὺς ἀντιδίκους καὶ φθονεῖσθαι ποιήσομεν ἐκ τῶν ἐναντίων τούτοις, ἀποφαίνοντες ὑπὸ τούτων ἢ τῶν τούτοις φίλων τοὺς ἀκούοντας αὐτοὺς ἢ ὧν κήδονται, κακῶς πεπον‐
5θότας ἢ πάσχοντας ἢ πεισομένους παρὰ τὸ προσῆκον. ἐκ γὰρ τῶν τοιούτων καὶ μῖσος καὶ ὀργὴν πρὸς αὐτοὺς ἕξουσιν. ἂν δὲ μὴ ταῦτα ἐνδέχηται, συνάξομεν, ἐξ ὧν φθόνον τοῖς ἀκούουσι κατὰ τῶν ἐναντίων ἐργασόμεθα· τὸ

36

.

50

γὰρ φθονεῖν πλησίον τοῦ μισεῖν ἐστι. φθονήσονται δὲ συλλήβδην, ἐὰν ἀναξίως αὐτοὺς εὖ πράττοντας ἀποφαίνω‐ μεν καὶ πρὸς τοὺς ἀκούοντας ἀλλοτρίως ἔχοντας, διεξ‐ ιόντες ὡς ἀγαθὰ πολλὰ πεπόνθασιν ἀδίκως ἢ πάσχουσιν
5ἢ μέλλουσι πείσεσθαι, ἢ ἀγαθοῦ οὐδέποτε πρότερον ἐστε‐ ρήθησαν ἢ νῦν οὐ στερίσκονται ἢ οὐ στερήσονται, 〈ἢ〉 κακοῦ οὐδέποτε τετυχηκότες ἢ νῦν οὐ τυγχάνοντες ἢ οὐ

36

.

51

τευξόμενοι, ἐὰν μὴ νῦν αὐτοὺς οἱ κριταὶ κολάσωσιν. ἐκ τούτων μὲν οὖν ἐν τοῖς ἐπιλόγοις εὐμενῶς μὲν αὑτούς, κα‐
κῶς δὲ τοὺς ἐναντίους διαθήσομεν· ἐκ δὲ τῶν προειρημέ‐ νων ἁπάντων ἐντέχνως καὶ τὰς κατηγορίας καὶ τὰς ἀπο‐91
5λογίας τάξομεν.

37

.

1

Τὸ δ’ ἐξεταστικὸν εἶδος αὐτὸ μὲν καθ’ ἑαυτὸ οὐ πολ‐ λάκις συνίσταται, τοῖς δὲ ἄλλοις εἴδεσι μίγνυται καὶ μάλιστα πρὸς τὰς ἀντιλογίας χρήσιμόν ἐστιν. οὐ μὴν ἀλλ’ ὅπως μηδὲ τούτου τὴν τάξιν ἀγνοῶμεν, ἄν ποθ’ ἡμῖν
5λόγον ἢ βίον ἢ πρᾶξιν ἀνθρώπων ἢ διοίκησιν πόλεως ἐξετάζειν συμβῇ, διέξειμι καὶ περὶ τούτου κεφαλαιωδῶς.

37

.

2

φροιμιαστέον μὲν οὖν σχεδὸν ὁμοιοτρόπως τοῖς δια‐ βεβλημένοις καὶ τοῖς ἐξετάζουσι ταῦτα, ὥστε προφάσεις ἐν ἀρχαῖς εὐλόγους ἐνεγκόντες, δι’ ἃς δόξομεν εἰκότως

37

.

3

τοῦτο ποιεῖν, οὕτως ἐπὶ τὴν ἐξέτασιν ἥξομεν. αἱ τοιαίδε δὲ ἁρμόσουσιν ἐν μὲν τοῖς πολιτικοῖς συλλόγοις, ὡς οὐ φιλονεικίᾳ τὸ τοιοῦτον ποιοῦμεν, ἀλλ’ ὅπως μὴ λάθῃ τοὺς ἀκούοντας, εἶτα ὅτι ἡμᾶς οὗτοι πρότερον ἠνώχλησαν· ἐν
5δὲ τοῖς ἰδίοις 〈χρὴ προφασίζεσθαι〉 ἢ ἔχθραν ἢ τὰ ἤθη τῶν ἐξεταζομένων φαῦλα ὄντα ἢ φιλίαν πρὸς τοὺς ἐξετα‐ ζομένους, {ἢ} ὅπως συνέντες, ἃ πράττουσι, μηκέτι ταῦτα ποιήσωσιν, ἐν δὲ τοῖς δημοσίοις τὸ νόμιμον 〈καὶ〉

37

.

4

τὸ δίκαιον καὶ τὸ τῷ κοινῷ συμφέρον. φροιμιασάμενοι δ’ ἐκ τούτων καὶ τῶν τούτοις ὁμοιοτρόπων ἐφεξῆς ἕκαστον προτιθέμενοι τῶν ῥηθέντων ἢ πραχθέντων ἢ διανοηθέν‐ των ἐξετάσομεν, ἐνδεικνύντες αὐτὰ καὶ τοῖς δικαίοις καὶ
5τοῖς νομίμοις καὶ τοῖς ἰδίᾳ καὶ κοινῇ συμφέρουσιν ἐναν‐ τιούμενα, καὶ πάντα σκοποῦντες, εἴ που αὐτὰ αὑτοῖς ἐστιν
ἐναντία ἢ τοῖς ἤθεσι τῶν χρηστῶν ἀνθρώπων ἢ τοῖς92

37

.

5

εἰκόσιν. ἵνα δὲ μὴ μηκύνωμεν καθ’ ἓν ἕκαστον λέγοντες, ὅσῳ ἂν πλείοσι τῶν ἐνδόξων ἐπιτηδευμάτων ἢ πραγμά‐ των ἢ λόγων ἢ ἐθῶν ἐναντιούμενα τὰ τῶν ἐξεταζομένων ἀποφαίνωμεν τοῖς ἀκούουσι, τοσούτῳ μᾶλλον οἱ ἐξετα‐

37

.

6

ζόμενοι ἀδοξήσουσι. δεῖ δὲ πικρῷ τῷ ἤθει μὴ ἐξετάζειν, ἀλλὰ πρᾳεῖ· τοῦτον γὰρ τὸν τρόπον οἱ λόγοι γινόμενοι πιθανώτεροι φανήσονται τοῖς ἀκούουσιν, οἱ δὲ λέγοντες

37

.

7

αὑτοὺς ἥκιστα διαβαλοῦσιν. ὅταν δὲ πάντα ἀκριβῶς ἐξητακὼς αὐξήσῃς αὐτά, παλιλλογίαν ἐπὶ τῇ τελευτῇ σύντομον ποίησαι καὶ τοὺς ἀκροατὰς περὶ τῶν εἰρημένων ἀνάμνησον. τὰ μὲν οὖν εἴδη πάντα τοῦτον τὸν τρόπον τάτ‐
5τοντες ἐντέχνως αὐτοῖς χρησόμεθα.

38

.

1

Δεῖ δὲ καὶ λέγοντας καὶ γράφοντας ὅτι μάλιστα πειρᾶ‐ σθαι κατὰ τὰ προειρημένα τοὺς λόγους ἀποδιδόναι καὶ συνεθίζειν αὑτοὺς τούτοις ἅπασιν ἐξ ἑτοίμου χρῆσθαι. καὶ περὶ μὲν τοῦ λέγειν ἐντέχνως καὶ ἐν τοῖς ἰδίοις καὶ ἐν τοῖς
5κοινοῖς ἀγῶσι καὶ ἐν ταῖς πρὸς τοὺς ἄλλους ὁμιλίαις ἐν‐

38

.

2

τεῦθεν πλείστας καὶ τεχνικωτάτας ἀφορμὰς ἕξομεν· χρὴ δὲ καὶ τὴν ἐπιμέλειαν ποιεῖσθαι μὴ μόνον περὶ τοὺς λό‐ γους, ἀλλὰ καὶ περὶ τὸν βίον τὸν αὑτοῦ, διακοσμοῦντα ταῖς ἰδέαις ταῖς εἰρημέναις· συμβάλλεται γὰρ ἡ περὶ τὸν
5βίον παρασκευὴ καὶ πρὸς τὸ πείθειν καὶ πρὸς τὸ δόξης ἐπιεικοῦς τυγχάνειν.

38

.

3

Πρῶτον μὲν οὖν διελέσθαι χρὴ τὰ πράγματα κατὰ τὴν
ὅλην τοῦ παιδεύματος διαίρεσιν, ὅ τι πρῶτον ἢ δεύτερον ἢ τρίτον ἢ τέταρτον μεταχειριστέον, εἶτα σαυτοῦ ποιεῖ‐ σθαι παρασκευήν, ὥσπερ ἐν τοῖς προοιμίοις διήλθομεν τὰ93

38

.

4

περὶ τῶν ἀκροατῶν. εὐμενῆ μὲν οὖν τὰ περὶ σεαυτὸν ποιήσεις, ἐὰν οἷς ὁμολογεῖς ἐμμένῃς καὶ διαφυλάττῃς φίλους τοὺς αὐτοὺς διὰ παντὸς τοῦ βίου καὶ περὶ τῶν ἄλλων ἐπιτηδευμάτων φαίνῃ μὴ μεθιστάμενος, ἀλλ’ ἀεὶ
5τοῖς αὐτοῖς χρώμενος. προσέξουσι δέ σοι, ἐὰν μεγάλας καὶ καλὰς μεταχειρίζῃ τὰς πράξεις καὶ τοῖς πολλοῖς συμφε‐ ρούσας.

38

.

5

Εὐμενεῖς δὲ γενόμενοι, ὅταν ἐπὶ τῶν πράξεων γένῃ, ὅσαι τῶν κακῶν ἀποτροπὴν ἔχουσι, τῶν δ’ ἀγαθῶν παρουσίαν, ταύτας μὲν ὡς συμφερούσας αὑτοῖς ἀποδέξον‐ ται, ὅσαι δὲ τἀναντία παρασκευάζουσιν αὐτοῖς, ταύτας

38

.

6

ἀποδοκιμάσουσιν. ἀντὶ δὲ τοῦ ταχεῖαν καὶ σαφῆ καὶ μὴ ἄπιστον τὴν διήγησιν λέγεσθαι τὰς πράξεις δεῖ τοιαύτας ποιεῖσθαι. ταχέως μὲν οὖν ἐπιτελέσεις, ἂν μὴ πάντα πράττειν ἅμα βούλῃ, ἀλλὰ πρότερον τὸ πρῶτον, ἔπειτα

38

.

7

τὸ ἑξῆς· καθαρῶς δέ, ἂν μὴ ταχὺ τῆς πράξεως παυόμενος ἄλλα πράγματα μεταχειρίζῃ, πρὶν ταύτην ἐπιτελέσαι· μὴ ἀπίστως δέ, ἂν μὴ παρὰ τὸ ἦθος τὸ σαυτοῦ πράττῃς, πρὸς δὲ τούτοις, ἂν μὴ προσποιῇ τοὺς αὐτοὺς ἐχθροὺς καὶ
5φίλους εἶναί σοι.

38

.

8

Ἐκ δὲ τῶν πίστεων ληψόμεθα, περὶ ὧν μὲν ἐπιστήμην ἔχομεν, κατὰ τὴν ταύτης ἐξήγησιν τὰς πράξεις ἐπιτελεῖν, περὶ ὧν δὲ τυγχάνομεν ἀγνοοῦντες, κατὰ τὸ ὡς ἐπὶ τὸ πολὺ συμβαῖνον· ἀσφαλέστατον γὰρ πράττειν περὶ τῶν
5οὕτως ἐχόντων πρὸς τὸ εἰωθὸς ἀποβλέποντας.94

38

.

9

Εἰς δὲ τὸν πρὸς τοὺς ἀντιδίκους ἀγῶνα ἐν μὲν τοῖς λό‐ γοις ἐκ τῶν λελεγμένων ποιήσομεν βεβαιότητα περὶ ἡμῶν· ἐν δὲ τοῖς συμβολαίοις τοῦτο ποιήσομεν, ἐὰν κατὰ τοὺς νόμους αὐτὰ μεταχειριζώμεθα τοὺς ἀγράφους καὶ τοὺς
5γεγραμμένους μετὰ μαρτύρων ὡς βελτίστων ὁριζόμενοι χρόνους.

38

.

10

Ἐκ δὲ τοῦ ἐπιλόγου περὶ μὲν τῶν λελεγμένων μνημο‐ νικοὺς ποιήσομεν ἐκ τοῦ πάλιν λέγειν κεφαλαιωδῶς· περὶ 〈δὲ〉 τῶν πεπραγμένων ἐξ ὧν {δὲ} πράττομεν ἀνα‐ μνήσομεν οὕτως, ἐπειδὰν τὰς αὐτὰς πράξεις ἢ τὰς ὁμοίας

38

.

11

μεταχειριζώμεθα ταῖς προτέραις. φιλικῶς δὲ διακείσονται πρὸς ἡμᾶς, ἐὰν πράττωμεν, ἐξ ὧν εὖ πεπονθέναι δόξουσιν ἢ πάσχειν ἢ πείσεσθαι. μεγάλα δὲ πράξομεν, ἐὰν πολλῶν αἰτίας καλῶν τὰς πράξεις μεταχειριζώμεθα. καὶ τοῦτον
5μὲν τὸν τρόπον χρὴ τὰ κατὰ τὸν βίον παρασκευάζειν, ἐκ δὲ τῆς προτέρας συντάξεως περὶ τοὺς λόγους γυμνάζεσθαι.

38

.

12

{Τὰς δὲ θυσίας δεῖ ποιεῖν, ὡς προείρηται, πρὸς μὲν 〈τοὺσ〉 θεοὺς ὁσίως, πρὸς δὲ τὰς δαπάνας μετρίως, πρὸς δὲ τὰς θεωρίας λαμπρῶς, πρὸς δὲ τοῦς πολίτας ὠφελίμως. καὶ πρὸς μὲν τοὺς θεοὺς ὁσίως ἕξουσιν, ἐὰν κατὰ τὰ πά‐
5τρια θύωμεν· πρὸς δὲ τὰς δαπάνας μετρίως, ἐὰν μὴ τὰ πεμπόμενα πάντα τοῖς δαπανωμένοις συναναλίσκηται·
πρὸς δὲ τὰς θεωρίας λαμπρῶς, ἐὰν μεγαλοπρεπῶς ὦσι κατεσκευασμένα· πρὸς δὲ τοὺς πολίτας ὠφελίμως, ἐὰν95

38

.

13

ἱππεῖς καὶ ὁπλῖται διεσκευασμένοι συμπομπεύωσι. τὰ μὲν δὴ πρὸς τοὺς θεοὺς οὕτω {ἂν} γινόμενα ὁσίως ἂν ἔχοι. φιλίαν δὲ συστησόμεθα πρὸς τοὺς ὁμοιοτρόπους ἡμῖν καὶ οἷς ταὐτὰ συμφέρει καὶ οἷς περὶ τὰ μέγιστα ἀναγκαῖόν
5ἐστιν ἡμῖν κοινωνεῖν· ἡ γὰρ τοιαύτη μάλιστα συμμένει

38

.

14

φιλία. συμμάχους δὲ δεῖ ποιεῖσθαι τοὺς δικαιοτάτους καὶ τοὺς δύναμιν πολλὴν ἔχοντας καὶ τοὺς πλησίον κατοικοῦν‐

38

.

15

τας, ἐχθροὺς δὲ τοὺς ἐναντίους τούτοις. πόλεμον δὲ δεῖ αἱρεῖσθαι πρὸς τοὺς ἀδικεῖν ἐπιχειροῦντας τὴν πόλιν ἢ

38

.

16

τοὺς φίλους ἢ τοὺς συμμάχους αὐτῆς. τὰς δὲ φυλακὰς ἀναγκαῖον ἔχειν ἢ δι’ ἑαυτῶν ἢ διὰ τῶν συμμάχων ἢ διὰ ξένων, καὶ κράτιστον μὲν δι’ ἑαυτῶν, δεύτερον δὲ διὰ τῶν

38

.

17

συμμάχων, τρίτον δὲ διὰ ξένων. περὶ πόρου δὲ χρημάτων κράτιστον μὲν ἀπὸ τῶν ἰδίων προσόδων ἢ κτημάτων, δεύτερον δὲ ἀπὸ τῶν τιμημάτων, τρίτον δὲ τῶν πενήτων τὰ σώματα παρεχόντων λειτουργεῖν, τῶν δὲ τεχνιτῶν

38

.

18

ὅπλα, τῶν δὲ πλουσίων χρήματα. περὶ πολιτείας δὲ δημο‐ κρατία μὲν ἀρίστη, ἐν ᾗ οἱ νόμοι τοῖς ἀρίστοις τὰς τιμὰς ἀπονέμουσι, τὸ δὲ πλῆθος μήτε χειροτονίας μήτε ψηφο‐ φορίας ἐστέρηται, κακίστη δέ, ἐν ᾗ τῷ πλήθει παραδι‐
5δόασιν οἱ νόμοι τοὺς πλουτοῦντας ὑβρίζειν. ὀλιγαρχιῶν δέ εἰσι δύο τρόποι· ἢ γὰρ ἐξ ἑταιρείας ἢ ἀπὸ τιμημάτων.

38

.

19

ποιεῖσθαι δὲ συμμάχους ἀναγκαῖόν ἐστιν, ὅταν οἱ πολῖται μὴ τυγχάνωσι δι’ ἑαυτῶν δυνατοὶ τὴν χώραν καὶ τὰ φρούρια
φυλάττειν ἢ τοὺς πολεμίους ἀμύνεσθαι· παρίεσθαι δὲ δεῖ συμμαχίαν, ὅταν μὴ ἀνάγκη τις ᾖ ποιεῖσθαι αὐτὴν ἢ96
5μακρὰν τοῖς τόποις ἀπέχωσι καὶ ἀδύνατοι ὦσι κατὰ τοὺς

38

.

20

προσήκοντας παραγίνεσθαι καιρούς. πολίτης δὲ ἀγαθός ἐστιν, ὅστις φίλους μὲν χρησιμωτάτους τῇ πόλει παρα‐ σκευάζει, ἐχθροὺς δὲ ἐλαχίστους καὶ ἀσθενεστάτους, καὶ ὅστις πλείστας προσόδους παρασκευάζει τῶν ἰδιωτῶν
5μηδένα δημεύων, καὶ ὅστις ἑαυτὸν δίκαιον παρέχων τοὺς

38

.

21

ἀδικοῦντάς τι τῶν κοινῶν ἐξετάζει. δωροῦνται δὲ πάντες ἐλπίζοντες ὠφεληθήσεσθαι ἢ τῶν προτέρων εὐεργεσιῶν χάριν ἀποδιδόντες. ὑπηρετοῦσι δὲ πάντες κέρδους ἕνεκεν ἢ τιμῆς ἢ ἡδονῆς ἢ φόβου. συναλλάττουσι δὲ πάντες ἢ
5κατὰ προαίρεσιν ἢ ἀκουσίως· αἱ γὰρ πράξεις ἐπιτελοῦνται πᾶσαι ἢ διὰ βίας ἢ διὰ πειθοῦς ἢ δι’ ἀπάτης ἢ διὰ προ‐

38

.

22

φάσεως. ἐν δὲ πολέμῳ περιγίνονται πολεμοῦντες ἢ διὰ τύχην ἢ διὰ σωμάτων πλῆθος ἢ ῥώμην ἢ διὰ χρημάτων εὐπορίαν ἢ διὰ τόπων εὐφυΐαν ἢ δι’ ἀρετὴν συμμάχων ἢ

38

.

23

διὰ στρατηγοῦ γνώμην. ἐγκαταλιπεῖν δὲ τοὺς συμμάχους ὑπολαμβάνουσι δεῖν ἢ διὰ τὸ μᾶλλον συμφέρειν τοῦτο ἢ

38

.

24

διὰ τὸ καταλύσασθαι τὸν πόλεμον. δίκαια δὲ πράττειν ἐστὶ τὸ τοῖς κοινοῖς τῆς πόλεως ἔθεσιν ἕπεσθαι, τοῖς νόμοις πείθεσθαι καὶ ταῖς ἰδίαις ὁμολογίαις ἐμμένειν.

38

.

25

συμφέρει δὲ σώματι μὲν εὐεξία καὶ κάλλος καὶ ῥώμη καὶ ὑγίεια, ψυχῇ δὲ σοφία φρόνησις ἀνδρεία σωφροσύνη δικαιοσύνη, συναμφοτέροις δὲ τούτοις χρήματα φίλοι· ἀσύμφορα δὲ τἀναντία τούτων. πόλει δὲ συμφέρον πλῆ‐
5θος πολιτῶν ἀγαθῶν.}97