TLG 0545 004 :: Claudius AELIANUS :: Fragmenta Claudius AELIANUS Soph. Fragmenta Citation: Fragment — (line) | ||
Fr.t1-8 | ΕΚ ΤΗΣ ΠΟΙΚΙΛΗΣ ΙΣΤΟΡΙΑΣ. | |
Fr.1 | Χρύσιππος ὁ Σολεὺς ἐποιεῖτο τὸν βίον ἐκ πάνυ ὀλίγων, Κλεάνθης δὲ καὶ ἀπὸ ἐλαττόνων. | |
Fr.2 | Πρώτῃ καὶ ὀγδοηκοστῇ Ὀλυμπιάδι φασὶ τὴν Αἴτνην ῥυῆναι, ὅτε καὶ Φιλόνομος καὶ Καλλίας οἱ Καταναῖοι τοὺς ἑαυτῶν πατέρας ἀράμενοι διὰ μέσης τῆς φλογὸς ἐκόμισαν, τῶν ἄλλων κτημάτων κατα‐ | |
5 | φρονήσαντες. ἀνθ’ ὧν καὶ ἀμοιβῆς ἔτυχον τῆς ἐκ τοῦ θείου· τὸ γάρ τοι πῦρ θεόντων αὐτῶν διέστη καθ’ ὃ μέρος ἐκεῖνοι παρεγίνοντο. | |
---|---|---|
Fr.3 | Ὁ Σωκράτης ἐπεὶ τὸ κωνεῖον ἔμελλε πίεσθαι, τῶν ἀμφὶ τὸν Κρίτωνα ἐρομένων αὐτὸν τίνα τρόπον ταφῆναι ἐθέλει, ‘ὅπως ἂν ὑμῖν‘ ἀπεκρίνατο ‘ᾖ ῥᾷστον.‘ | |
Fr.4 | Σωκράτης ὁ γενναῖος ᾐτιᾶτο τῶν πατέρων ἐκεί‐ νους, ὅσοι μὴ παιδεύσαντες αὑτῶν τοὺς υἱεῖς εἶτα | |
ἀπορούμενοι ἦγον ἐπὶ τὰς ἀρχὰς τοὺς νεανίσκους, καὶ ἔκριναν αὐτοὺς ἀχαριστίας, ὅτι οὐ τρέφονται ὑπ’ | 189 | |
5 | αὐτῶν. ἔφη γὰρ ἀδύνατα ἀξιοῦν τοὺς πατέρας· μὴ γὰρ οἵους τε εἶναι τοὺς μὴ μαθόντας τὰ δίκαια ποιεῖν αὐτά. | |
Fr.5 | πολὺς δὲ καὶ ἀσελγὴς τίκτεται ἐκεῖθι ἄνεμος· γένεσις δὲ αὐτῷ αὐλῶνες βαθεῖς καὶ φάραγγες, δι’ ὧν ὠθούμενος ἐκπίπτει λαμπρότατος. | |
Fr.6(t) | De mulieribus Romanis. | |
1 | αἳ δεξάμεναι παρὰ Πύρρου τὰ δῶρα ἔφασαν ἡ δὼς αὐταῖς πρέπειν καὶ ἀξία εἶναι τοῦ πέμψαντος Πύρρου· ἀνόσιον δὲ εἶναι αὐταῖς φορεῖν. | |
Fr.7 | ἐπ’ ἐλευθερίᾳ τινὲς Ῥωμαίοις φιλωθέντες, εἶτα μέντοι τὴν πίστιν, ἥπερ οὖν δεσμός ἐστι φιλίας, οὐκ ἐτήρησαν. | |
Fr.8 | οὐδεὶς οἰκέτης μνημονεύεται κάκῃ εἴξας προδοῦναι τὸν δεσπότην. | |
Fr.t9-20 | ΕΚ ΤΟΥ ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ. | |
Fr.9 | Ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ περὶ Προνοίας τῷ | |
ἀβασάνιστος ἀντὶ τοῦ ἄνευ ὀδύνης. | 190 | |
Fr.10(t) | De daducho Epicuri praeceptis corrupto. | |
1 | τῶν ἐξ Ἐλευσῖνος ὀργεώνων εἷς. χλούνης τε καὶ γύνανδρος ἀνήρ, εἰ δοίημεν αὐ‐ τὸν ἄνδρα εἶναι, διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυ‐ χὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος. ὁ πρὸς Στρα‐ | |
5 | τοκλέα Ἀθήνησι δᾳδουχήσας ὁ χλούνης τε καὶ γύννις, καταγοητευθεὶς καὶ οἷον ἐν δεσμῷ τινι ἀφύκτῳ πε‐ δηθείς. ἀνήρ τις ἦν (εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι) διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς | |
10 | καὶ θῆλυς γενόμενος, ὁ χλούνης τε καὶ γύννις, ὅσπερ ἐπιλαθόμενος ὤθησεν ἑαυτὸν εἰς τὸ μέγαρον φέρων, ἔνθα δήπου τῷ ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν. καὶ δᾳδουχήσας Ἀθήνησιν. ὡς Ἀθηναίων φασὶν οἱ ταῦτα ἀκριβοῦντες δόκιμοι. εὔξαντο δὲ καὶ τῇ Βου‐ | |
15 | λαίᾳ καὶ τῇ Κόρῃ διά τε τῶν ἱεροφαντῶν καὶ τοῦ δᾳδούχου σωτηρίαν αὑτοῖς. καὶ δᾳδουχήσας λαμπα‐ δοφορήσας. ὁ πρὸ Στρατοκλέους Ἀθήνησι δᾳδου‐ χήσας, ἐκ τῆς ἡδονῆς, ἣν ἐκεῖνος ὕμνει ὁ χλούνης τε καὶ γύννις. | |
20 | κακὴν σοφίαν μετιών, καὶ τοὺς ἀθέους Ἐπικού‐ ρου λόγους καὶ γύννιδας ἐπασκῶν, κἀκ τῆς ἡδονῆς, ἣν ἐκεῖνος ὕμνει ὁ χλούνης τε καὶ γύννις. ὅτι δὲ καὶ ἐντομίαν ὁ χλούνης δηλοῖ οὐ μόνον Αἰσχύλος δίδωσι χρῆσιν, ἀλλὰ καὶ Αἰλιανὸς μάλιστα | |
25 | ἐν τοῖς περὶ Προνοίας. εἶτα μέντοι παρ’ οὐδὲν θέμενος τὰ σεμνὰ Εὐμολ‐ | |
πιδῶν καὶ Κηρύκων καὶ τῶν ἄλλων γενῶν ἱερῶν τε ὄντων καὶ θεοφιλῶν, ἐπίρρητον δὲ καὶ θῆλυν σοφίαν προελόμενος. | 191 | |
30 | καὶ ὡς οὐ μέλει τῶν ἀνθρωπείων τῷ θεῷ δεῖξαι φλεγόμενος, ὠθεῖ ἑαυτὸν φέρων ἐς τὸ μέγαρον· ἔνθα δήπου τῷ μὲν ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν κατὰ τὸν τῆς τελετῆς νόμον, ἐκείνῳ δὲ οὐκ ἐξῆν. ἐπεὶ δὲ ἐτολμήθη οἱ τὸ τόλμημα, φρίκη τις αὐτὸν | |
35 | περιέρχεται, καὶ νοσεῖ νόσῳ μακροτάτῃ, καὶ τηκεδὼν αὐτὸν διεδέξατο· καὶ ὅσα ἐτόλμησε βοῶν καὶ λέγων καὶ ὅσα ἐστὶν ἀνθρώπων ἀσεβεστάτων ἐκτραγῳδῶν καὶ εὐχόμενος, τὴν ἐπίρρητόν τε καὶ κατάρατον ψυχὴν ἀπορρῆξαι διψῶντα, μόλις καὶ ὀψὲ τούτου τυχόντα. | |
Fr.11(t) | De Philemonis comici morte. | |
1 | οὗτος ἄπηρος ἦν τὸ σῶμα, καὶ μέντοι καὶ τὰς αἰσθήσεις πάσας ἀσινεῖς εὐμοιρίᾳ τινὶ διεσώσατο. ὁμολογοῦσι δήπου καὶ τοῦτο. πολεμούντων Ἀθηναίων καὶ Ἀντιγόνου Πειραιοῖ | |
5 | διαιτώμενος ὁ Φιλήμων ὄναρ ὁρᾷ κόρας ἐξιούσας ἐν‐ νέα τῆς οἰκίας αὐτοῦ. ἐδόκει δὲ ἐρέσθαι αὐτὰς τί βουλόμεναι καταλείπουσιν αὐτόν, αὐτῶν δὲ ᾤετο ἀκοῦσαι λεγουσῶν ἔξω θυρῶν ἰέναι· μὴ γὰρ εἶναι θεμιτὸν μεῖναι αὐτάς. καὶ τὸν μὲν ὄνειρον ἐνταῦθα | |
10 | παύσασθαι, αὐτὸς δὲ διυπνισθεὶς τῷ παιδὶ περι‐ ηγεῖται ἅ τε εἶδε καὶ ὅσα ἤκουσε καὶ ἅτινα εἶπεν. εἶτα μέντοι ἔγραψε τὰ λοιπὰ τοῦ δράματος, ὅπερ οὖν ἔτυχε διὰ τῆς παρούσης ἄγων φροντίδος, καὶ ἐπη‐ λυγησάμενος ἡσυχῆ ἔκειτο, κᾆτα ὑπεξέσχε. καὶ οἵ γε | |
15 | ἔνδον ᾤοντο καθεύδειν αὐτόν· ἐπεὶ δὲ μακρὸν τοῦτο ἦν, ἐκκαλύψαντες τεθνεῶτα ἐθεάσαντο. οὐκοῦν, ὦ Ἐπίκουρε, παρῆσαν δὴ καὶ Φιλήμονι αἱ ἐννέα Μοῦ‐ σαι, καὶ ὅτε ἔμελλε τὴν ἐπινησθεῖσάν οἱ καὶ τελευ‐ ταίαν ὁδὸν ἰέναι, ᾤχοντο ἀπιοῦσαι. θεοῖς γὰρ οὐδαμῆ | 192 |
20 | θεμιτὸν ὁρᾶν ἔτι νεκρούς, καὶ ἐὰν ὦσι πάνυ φίλοι, οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς. σὺ δὲ λέγεις αὐτοὺς μὴ ἡμῖν προσέχειν, ὦ μῶρε. | |
Fr.12(t) | De Monima Milesia. | |
1 | γυνὴ τὴν ὥραν διαπρεπής, σώφρων τὸν τρόπον. ὃ δὲ ὁρᾷ τὴν Μιλησίαν καὶ ἐρᾷ αὐτῆς, καὶ πέμ‐ πει πειρῶν πεντακισχιλίους καὶ μυρίους αὐτῇ χρυ‐ σοῦς, καὶ εἰ πλέον δέοιτο, ἔφατο δώσειν· ἣ δὲ οὐ | |
5 | προσεῖτο τὴν δόσιν, ἑταιρικὸν φάσκουσα εἶναι μί‐ σθωμα τὸ ἑαυτὴν παραβαλεῖν ἀνδρὶ ἀγνῶτι καὶ ὥσπερ ὤνιον τὸ κάλλος ἀποδόσθαι. διέρρει τοίνυν ὑπὲρ τῆς ἀνθρώπου κλέος σοβα‐ ρώτατον. | |
10 | καὶ ἕδνα ᾔτει γενέσθαι, τὸ τοῦ Μενάνδρου, ἵνα τι καὶ παίσω, Τρικορυσία βασίλιννα καὶ αὕτη, δέσ‐ ποινα εἶναι τοῦ Πόντου ἐθέλουσα. Μιθριδάτης δὲ τὴν ἀποδημίαν Λευκόλλου ἑαυτῷ κατέγραψεν εὐερμίαν εἶναι. | |
15 | ἣ δὲ ὡς ἐπύθετο ὡς ἐκ τῶν παρόντων αἵρεσιν ἑκάστῃ δόντος θανάτου ὡς ἔνι μάλιστα ἀλύπου τε | |
καὶ κούφου, τὸ διάδημα, ὅπερ οὖν ἐπὶ τῆς κεφαλῆς εἶχε σύμβολον δὴ καὶ μαρτύριον ἀρχῆς, περισπάσασα εἶτα μέντοι τῷ τραχήλῳ περιβάλλει πρὸς τὴν χρείαν | 193 | |
20 | τὴν παροῦσαν βρόχον ἀποφήνασα. τὸ δὲ ταραντινί‐ διον λεπτόν τε ὂν καὶ ἀσθενὲς ἐπεὶ μόνον ἐτάθη, κᾆτα ἀπορρήγνυται. ἣ δὲ περιαλγεῖ καί φησιν ‘ὦ κατάπτυστόν τε καὶ ἐπίρρητον ῥάκος, οὐδὲ ἐς ταύτην μοι τὴν χρείαν ἐπιτήδειον ἐγένου.‘ καὶ ῥίψασα αὐτὸ | |
25 | ξίφει ἑαυτὴν διεχρήσατο. | |
Fr.13 | κατά τι πυθόχρηστον ἧκε θεῶν κομίζων ἱερὰ ἐς τὴν μετοίκησιν σεμνὰ ἐφόδια. | |
Fr.14 | παρ’ οὐδὲν τιθέμενος τὴν τοῦ ἱεροῦ γράμματος συμβουλήν, ὅπερ οὖν οἷα δήπου ψέλιον τῷ βασιλεῖ τῶν Αἰγυπτίων ἐκ τοῦ νόμου προσήρτητο, ἀναστέλλον τῶν ἀδικημάτων. | |
Fr.15 | Eustathius in Il. α, p. 100. Ἡ δὲ χρῆσις τοῦ ἀθέ‐ ρος παρὰ τῷ Αἰλιανῷ ἐν τῷ περὶ Προνοίας. | |
Fr.16 | Eustathius in Il. δ, p. 495. Ἔρρεε δακρύοις ὁ ὀφθαλμός. ὅπερ ἐν τῷ περὶ Προνοίας φησὶν Αἰλιανός. | |
Fr.17 | Eustathius in Il. ζ, p. 657. Σημείωσαι δὲ ὅτι ἐν‐ τεῦθεν παρέξεσται ὁ χρησμὸς ὁ παρὰ τῷ Αἰλιανῷ ἐν τῷ περὶ Προνοίας λέγων οὕτω μοῖραν μὲν θνητοῖσιν ἀμήχανον ἐξαλέασθαι, | 194 |
5 | ἣν ἐπὶ γεινομένοισι πατὴρ Ζεὺς ἐγγυάλιξεν. | |
Fr.18 | Eustathius in Il. κ, p. 797. Τὸ δὲ δυσωρεῖν παρ‐ ῆκται μὲν ὁμοίως τῷ ἀρκυωρεῖν, ὃ ἐν τοῖς περὶ Προ‐ νοίας κεῖται παρὰ τῷ Αἰλιανῷ. | |
Fr.19 | Eustathius in Dionys. 453. Αἰλιανὸς ἐν τοῖς περὶ Προνοίας φησὶν ὅτι ἐν Γαδείροις βωμὸς Ἐνιαυτῷ ἵδρυται καὶ Μηνὶ ἄλλος ἐς τιμὴν Χρόνου βραχυτέρου τε καὶ μακροτέρου. ἔστι δὲ καὶ Γήρως φησὶν ἱερὸν | |
5 | τοῖς ἐκεῖ τιμῶσι τὴν ἡλικίαν τὴν μαθοῦσαν πολλά, καὶ Θανάτου ἄλλο ἐς γέρας τῇ κοινῇ ἀναπαυλῇ, ἤγουν τῷ τελευταίῳ ὅρμῳ. καὶ βωμὸς δέ φησι παρὰ τοῖς ἐκεῖ Πενίας καὶ Τέχνης, τῆς μὲν ἐξιλεουμένοις, τῆς δὲ παραλαμβάνουσιν ἐς ἄκος ἐκείνης. | |
Fr.20 | Joannes Siceliota Scholl. in Hermog. in Walzii Rhett. T. VI p. 229. Αἰλιανοῦ τινος ἐν τῷ περὶ Δαιμόνων προνοίας γράφοντος ἐπὶ τῆς ἀληθείας ἀνατροπῇ, καὶ Σμυρναίου Πολέμωνος, οἳ βαθιστείσας πόλεις λέγουσι | |
5 | συγχορεύειν ταῖς Μούσαις. | |
Fr.t21-353 | ΕΚ ΤΟΥ ΠΕΡΙ ΘΕΙΩΝ ΕΝΑΡΓΕΙΩΝ. | |
Fr.21 | πάντα ὅσα ἔδρασεν ἀνεμάξατο τῇ ἑαυτοῦ κε‐ | |
φαλῇ. | 195 | |
Fr.22(t) | De Diopithe rhetore Atheniensi. | |
1 | καὶ τὸ μὲν ἐπιτήδευμα ἦν ῥήτωρ, Διοπείθης τὸ ὄνομα. καὶ ἐνέκειντο αὐτῷ, τὴν ἐξ αὐτοῦ προφέροντες καὶ προσείοντες ὡς εἰπεῖν Γοργόνα, καὶ τοῦτον κατε‐ | |
5 | σίγασαν, τὴν ἄλλως πρόλαλον ὄντα καὶ ἰταμόν. λέγει δὲ περὶ Διοπείθους τοῦ Ἀθηναίου, ὃς νόμον εἰσάγει τὸν ἀπὸ τοῦ ἄστεος ἐν Πειραιεῖ μείναντα τοῦτον τε‐ θνάναι. οὗτος οὖν ὠψίσθη ποτὲ ἄκων, καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ, καὶ αὐτὸν οἱ ἐχθροὶ ἐς δίκην ὑπά‐ | |
10 | γουσι. διὰ τοῦτο λέγει προσείοντες Γοργόνα. καὶ τοῦτο δήπου τὸ τοῦ Αἰσχύλου, τοῖς ἑαυτοῦ πτεροῖς περιπεσών, καὶ ἐνσχεθεὶς ταῖς πάγαις ἃς ἄλλοις ὑφῆκε, τὰ ἐκ τοῦ νόμου δικαίως ἔπαθε· τεύχων ὡς ἑτέρῳ τις ἑῷ κακὸν ἥπατι τεύχει. | |
15 | οὕτως ἄρα αἱ ἰσχυραὶ τιμωρίαι πολλάκις ἐς τοὺς εὑρόντας αὐτὰς περιτρέπονται καὶ ὅσα προσέταξαν παθεῖν ἕτερον, αὐτοὶ πεπόνθασι. | |
Fr.23 | κατά τινα χρησμὸν βουληθεὶς ἱλεώσασθαι τὸν τῷ οἴκῳ αὐτοῦ γεγενημένον ἐνστάτην δαίμονα. | |
Fr.24(t) | De Caligula. | |
1 | οὕτως ἐκαλεῖτο Γάιος ὁ βασιλεὺς Ῥωμαίων, ἐπειδὴ | |
ἐκ μικρᾶς ἡλικίας τὰ πολλὰ ἐν τῷ στρατοπέδῳ ἐτρέ‐ φετο καὶ τοῖς στρατιωτικοῖς ἐχρῆτο ὑποδήμασιν. ἐκ τῶν καλίγων οὖν Καλιγόλαν αὐτὸν ὠνόμασαν. ἢ | 196 | |
5 | Καλιγόλας ὁ Γάιος, διὰ τὸ ἐν στρατοπέδῳ γεννηθῆναι, ὥς φησιν Αἰλιανὸς ἐν τῷ περὶ Θείων Ἐναργειῶν. | |
Fr.25 | ὅτι τὴν δίκην φασὶν οἱ παλαιοὶ εὐθεῖάν τε εἶναι καὶ ἀκλινῆ καὶ ἄτρεπτον. καὶ τοῦτο ᾄδουσι μὲν πλεῖστοι, ἤδη δὲ καὶ ἀνάγκη· φύσιν γὰρ δήπου τὸ δίκαιον τοιαύτην εἴληχεν. Ἡσίοδος δὲ αὐτὴν λέγει | |
5 | καὶ παρθένον ἀδιάφθορον τῇ τε ἄλλῃ καὶ μέντοι καὶ ὑπ’ εὐνῆς ἀφροδισίου, αἰνιττόμενος ὅτι μὴ χρὴ δο‐ λοῦν τὸ δίκαιον, μήτε ἄλλως πεισθέντα μήτε λέχει παρατραπέντα. φησὶ δὲ καὶ μετιέναι αὐτὴν τιμω‐ ρουμένην τούτους, οἷσπερ οὖν ὕβρις | |
10 | μέμηλε κακὴ καὶ σχέτλια ἔργα. τοῖς γε μὴν ἐκείνην σέβουσι τήν τε γῆν τὰ οἰκεῖα βρύειν φησὶν ἀγαθὰ καὶ τὴν θάλατταν χορηγεῖν ὅσα τίκτει καὶ τρέφει μάλ’ ἀφθόνως. ἀκούω δὲ αὐτὴν καὶ παρ’ αὐτοῦ Διὸς καθῆσθαι θρόνῳ καὶ κοινωνὸν | |
15 | τῶν ἀρίστων βουλευμάτων εἶναι· καὶ Ὅμηρος δὲ μέγα αὐτῆς τὸ κράτος ὑμνεῖ, καὶ λέγει τοῖς ἀτιμάζουσιν αὐτὴν μηνίειν τὸν θεὸν καὶ λάβρους καταντλεῖν ὑετοὺς αὐτήν, καὶ χειμάρρους ἐπ’ αὐτοὺς ὠθεῖσθαι καὶ ἀφανίζειν πόλεις αὐτῶν καὶ ἔργα καὶ ποίμνας. καὶ | |
20 | ταύτῃ κολάζεσθαι τῇ τιμωρίᾳ ὕβρεως καὶ ἀτασθαλίας | |
ἔργα ὑπομένοντας πρεπωδέστερα καὶ ἕτερα ἄττα. | 197 | |
Fr.26 | ἐγὼ δὲ ταῦτα περιῆλθον οὔτι που σχολὴν ἄγων τὰ τῶν προστυχόντων κακὰ τοῖς ἐμαυτοῦ λόγοις τι‐ μᾶν, ἀλλ’ ὑπὲρ τοῦ μὴ πράττειν ἄλλους παραπλήσια. | |
Fr.27 | οὐ γὰρ δεῦρο ἀφῖγμαι ἐς τράπεζαν κεκυφέναι καὶ θρέμματος ἀλόγου δίκην πιαίνεσθαι καὶ ἀρχῶν τε καὶ τιμῶν κρέμασθαι καὶ θαυμάζειν αὐλὰς καὶ τραπέζας καὶ σατράπας, οὐδέ μοι κάλλος ἀνθρώπινον δέλεάρ | |
5 | ἐστιν, οὐδὲ χρηματίζομαι· πάλαι γάρ μοι ταῦτα ἐδόκει ἐκ μειρακίων λῆρος καὶ φλήναφος. | |
Fr.28 | δίκη γὰρ πάντα ἐφορῶσα ἄγρυπνός ἐστι φύσει καὶ θεία καὶ ἄτρυτος. | |
Fr.29 | παίδων νεαρώτεροι οἱ λέγοντες μὴ ἐφορᾶν τὰ τῇδε τὸ θεῖον. | |
Fr.30 | ὅτι τὰ ἀνθρώπεια τὸ θεῖον ἢ ὑπερφρονεῖ ἢ ἀτι‐ μάζει ἢ πρόνοιαν αὐτοῖς ἔφορον οὐκ ἐφίστησι. | |
Fr.31 | ὑπὲρ δὴ τούτων τί φατε οἱ τὴν πρόνοιαν ἀλᾶσθαι | |
καὶ μῦθον ἄλλως εἶναι λέγοντες; | 198 | |
Fr.32 | πρὸς ταῦτα τί λέγουσιν οἱ τὴν πρόνοιαν ἐξαί‐ ροντες; | |
Fr.33 | ὦ Ξενοφάνεις καὶ Διαγόραι καὶ Ἵππωνες καὶ Ἐπίκουροι, καὶ πᾶς ὁ λοιπὸς κατάλογος τῶν κακοδαι‐ μόνων τε καὶ θεοῖς ἐχθρῶν, ἔρρετε. | |
Fr.34 | τῶν μέν τινες αἱμύλων καὶ κομψῶν οἰήσονταί με παίζειν. | |
Fr.35(t) | Hircus Mendesius ab Ocho occiditur. | |
1 | τὸν ἐν Μένδῃ τράγον Πανὸς ἱερὸν κατέθυσέ τε καὶ σκευάσας ποικίλως ταύτην ὁ δυστυχὴς ἄρα τὴν δαῖτα ἄσατο, Αἰγυπτίων τε λεὼν πάμπολυν ἀποσπά‐ σας γαμετῶν καὶ τέκνων ἐς Πέρσας ἤγαγεν ἀνοίκτως. | |
5 | ὃ δὲ ἐς Πέρσας ἤγαγεν αὐτούς, κακὴν δουλείαν ἐπαρτήσας αὐτοῖς. | |
Fr.36 | ὃ δὲ ἐξέπλευσε τῶν φρενῶν, καὶ πολλὰ ἐς τὸ ἄγαλμα παρῴνησεν. ὡς εἶδεν ἄγαλμα ξενικὸν καὶ ἱερουργίαν οὐκ ἐπι‐ χώριον, ἐς τὸ τιμώμενον παρῴνησεν. | |
Fr.37(t) | Apis ab Ocho necatus. | |
1 | Ὦχος τὸν Ἆπιν ἀποκτείνας ἐβούλετο αὐτὸν τοῖς μαγείροις παραβαλεῖν, ἵνα αὐτὸν κρεουργήσωσι καὶ παρασκευάσωσιν ἐπὶ δείπνῳ. Τῶν δὲ συνήθων τις αὐτῷ ἐνέβη τῷ ποδὶ λα‐ | 199 |
5 | κτίσας κείμενον τὸν ταῦρον. καὶ ἀκούω τὸν πόδα ἐκεῖνον ἐς οἴδημα ἀρθῆναι καὶ φλεγμήναντα σφακε‐ λίσαι καὶ ἀποκτεῖναι τὸν ἄνδρα. φυλάττεσθαί τε ἔτι μνημεῖον τῆς τιμωρίας τῆς ἐκείνου, καθάπερ οὖν κακοῦ διαδοχήν· ὅσοι γὰρ τῆς | |
10 | αὐτῆς σπορᾶς γεγόνασι, κάτω τὸν πόδα τὸν δεξιὸν ἔχουσι διῳδηκότα καὶ βάδισιν ἀσθενῆ τε καὶ νωθῆ. | |
Fr.38 | ὃ δὲ ὑπερβαίνων τὸν οὐδὸν τῆς αὐλῆς ἔπταισε βιαιότερον, καὶ πρὸς γῆν κατηνέχθη. | |
Fr.39(t) | De Epicuro eiusque discipulis. | |
1 | οὗτος τὸ θεῖον παρ’ οὐδὲν ἐτίθετο. ἀδελφοὶ δὲ ἦσαν τρεῖς, οἳ μυρίοις ἀρρωστήμασι περιπλακέντες ἀπέθανον οἴκτιστα. ὅ γε μὴν Ἐπίκουρος ἔτι νέος ὢν αὐτὸς οὐ ῥᾳδίως ἀπὸ τῆς κλίνης οἷός τε ἦν κατι‐ | |
5 | έναι, ἀμβλυώττων τε καὶ πρὸς τὴν τοῦ ἡλίου αἴγλην δειλὸς ὤν, καὶ τῷ φαιδροτάτῳ τε καὶ ἐναργεστάτῳ τῶν θεῶν ἀπεχθανόμενος· καὶ μέντοι καὶ τὴν τοῦ πυρὸς αὐγὴν ἀπεστρέφετο, αἷμά τε αὐτῷ διὰ τῶν πόρων ἀπεκρίνετο τῶν κάτω. τοσαύτη δὲ ἄρα ἡ σύν‐ | |
10 | τηξις ἡ τοῦ σώματος ἦν αὐτῷ, ὡς ἀδυνατεῖν καὶ τὴν τῶν ἱματίων φέρειν ἐπιβολήν. καὶ Μητρόδωρος δὲ καὶ Πολύαινος, ἄμφω τὼ ἑταίρω αὐτοῦ, κάκιστα ἀν‐ | |
θρώπων ἀπέθανον, καὶ μέντοι καὶ τῆς ἀθεΐας ἠνέγ‐ καντο μισθὸν οὐδαμὰ οὐδαμῆ μεμπτόν. οὕτω δὲ ἄρα | 200 | |
15 | ἦν ἡδονῆς ἥττων ὁ Ἐπίκουρος, ὥστε διὰ τῶν ἐσχάτων ἐν ταῖς διαθήκαις αὐτοῦ ἔγραψε τῷ μὲν πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ἐναγίζειν ἅπαξ τοῦ ἔτους καὶ Μητροδώρῳ δὲ καὶ Πολυαίνῳ τοῖς προειρημένοις, ἑαυτῷ δὲ δὶς συσσιτεῖν, τῆς ἀσωτίας τὸ πλέον προ‐ | |
20 | τιμῶν καὶ ἐνταῦθα ὁ σοφός. καὶ τραπέζας λίθων πε‐ ποιῆσθαι καὶ ὡς ἀναθήματα ἐν τῷ τάφῳ προσέταξε τεθῆναι ὁ προτένθης τε καὶ ὀψοφάγος οὗτος. καὶ ταῦτα ἐπέσκηψεν οὐκ ὢν ἐν περιουσίᾳ. λυττῶν οὖν ταῖς ἐπιθυμίαις ἦν, ὥσπερ οὖν καὶ ἐκείνων σὺν αὐτῷ | |
25 | τεθνηξομένων. ἐξήλασαν δὲ τοὺς Ἐπικουρείους τῆς Ῥώμης δόγματι τῆς βουλῆς κοινῷ, καὶ Μεσσήνιοι δὲ ἐν Ἀρκαδίᾳ τοὺς ἐκ τῆς αὐτῆς οἱονεὶ φάτνης ἐδηδο‐ κότας ἐξήλασαν, λυμεῶνας μὲν εἶναι τῶν νέων λέ‐ γοντες, κηλῖδα δὲ φιλοσοφίᾳ προσβάλλοντας διά τε | |
30 | μαλακίαν καὶ ἀθεότητα. καὶ προσέταξάν γε πρὸ τῶν τοῦ ἡλίου δυσμῶν ἔξω τῶν ὅρων τῆς Μεσσηνίας γῆς εἶναι αὐτούς, ἐκφρησθέντων δὲ τοὺς ἱερέας καθῆραι τὰ ἱερά. τούς γε μὴν τιμούχους (καλοῦσι δὲ ταύτῃ τοὺς ἄρχοντας Μεσσήνιοι) καὶ τὴν πόλιν καθῆραι | |
35 | πᾶσαν, οἷα δήπου λυμάτων τινῶν καὶ καθαρμάτων ἀπηλλαγμένην. ὁ τῶν τριῶν ἐκείνων τῶν ἐπιρρήτων εἷς. ζῶν δὲ παρῄει ἐς οὐδὲν ἱερόν, ἤλαυνον γὰρ ὡς ἐπάρατον καὶ ἐπίρρητον. | |
40 | ὅτι ἐν Κρήτῃ Λύκτιοι τῶν Ἐπικουρείων τινὰς ἐκεῖ παραβαλόντας ἐξήλασαν. καὶ νόμος ἐγράφη τῇ | |
ἐπιχωρίῳ φωνῇ τοὺς τὴν θήλειαν σοφίαν καὶ ἀγεννῆ καὶ αἰσχρὰν ἐπινοήσαντας καὶ μέντοι καὶ τοῖς θεοῖς πολεμίους ἐκκεκηρῦχθαι τῆς Λύκτου. ἐὰν δέ τις ἀφί‐ | 201 | |
45 | κηται θρασυνόμενος, καὶ τὰ ἐκ τοῦ νόμου παρ’ οὐδὲν ποιήσηται, δεδέσθω ἐν κύφωνι πρὸς τῷ ἀρχείῳ ἡμε‐ ρῶν εἴκοσιν, ἐπιρρεόμενος μέλιτι γυμνὸς καὶ γάλακτι, ἵνα ᾖ μελίτταις καὶ μυίαις δεῖπνον, καὶ ἀναλώσωσι χρόνῳ τῷ προειρημένῳ αὐτόν. τούτου γε μὴν διελ‐ | |
Fr.39(50) | θόντος ἐὰν ἔτι περιῇ, κατὰ κρημνοῦ ὠθείσθω, στο‐ λὴν γυναικείαν περιβληθείς. | |
Fr.40(t) | Philodemus ab Himeraeis urbe expulsus. | |
1 | ὁ δὲ ἐσυκοφάντει τὸν θεὸν ὀλιγωρίας. ἐκ δὴ τούτων νόσοι καὶ τροφῶν ἀπορίαι τὴν Ἱμεραίων κατ‐ έσχον. οἵ γε μὴν Ἱμεραῖοι τὸν Φιλόδημον τιμῶνται πρὸς | |
5 | τῇ δημεύσει καὶ φυγῆς ζημίᾳ. | |
Fr.41(t) | De Nicanore. | |
1 | ὁ δὲ Νικάνωρ πολλάκις ἐνόσησε, καὶ ἀνέρρωσεν αὐτὸν ὁ θεός· ἐπεὶ δὲ ἐγκρατὴς γένοιτο ἑαυτοῦ καὶ τῆς ὑγιείας, τοῦ σωτῆρος οὐδεμίαν ὤραν ἐτίθετο. ἔλεγε δὲ ὁ λεωργὸς τῶν φθανουσῶν ἰάσεων τύχῃ μᾶλ‐ | |
5 | λον ἢ βουλήσει θεοῦ ἐγκρατὴς γεγονέναι. ἐν ἀκμῇ δὲ ὢν τῆς τότε ὀδύνης καὶ ὧν ἤλγει, οὐκ ᾔδει τὴν ὁδὸν τὴν πορεύουσαν ἐς αὐτοῦ. εἰ δέ τινα καὶ θῦσαι ἐξ ἐνυπνίου ἐκελεύετο, καὶ τούτων ὀλίγω‐ ρος ἦν, φύσει τε ἀμαθὴς ὢν καὶ φιλοχρήματος. | |
10 | ἐπεὶ δὲ ἦν οἱ τὸ κακὸν τέχνης κρεῖττον καὶ μέντοι καὶ ἐπικουρίας τῆς ἐκ θνητῶν συμμάχων δυνατώτε‐ ρον, ῥήγνυσι φωνὴν ἱκέτιν, ἐξ αὐτῆς ἐκβιασθεὶς τῆς ὀδύνης, καλεῖ τε Ἀπόλλωνα ὑπὸ πολλοῖς τοῖς δακρύοις. ὁ δὲ Ἀπόλλων κελεύει τὸν μὲν ἀποδόσθαι τῷ Νι‐ | 202 |
15 | κάνορι φάκελον βύβλου τετρακοσίων χρυσῶν. ἐὰν δὲ μὴ ἐθέλῃ, ἀεὶ προσεπιτιμᾶν καὶ ἐπαιτεῖν τοῦ χρυ‐ σίου προστιθέντα, ἕως ἂν ἀπειπὼν δῷ ὅσον ἂν αἰτη‐ θεὶς τύχῃ τῇ ἐπὶ πάσαις φωνῇ. ὁ δὲ Ἀπόλλων κελεύει ἀποδόσθαι τῷ Νικάνορι | |
20 | φάκελον βύβλου τετρακοσίων χρυσῶν καὶ τέφραν ἐρ‐ γάσασθαι, καὶ βρέξαντα τῷ τῆς Μαρείας λίμνης ὕδατι ἐπιπλάσαι τοὺς ὀφθαλμούς. ὃ δὲ ἀκούει τὸν Ἀπόλλωνα ὀρθαῖς ἀκοαῖς. | |
Fr.42 | ὃ δὲ ἀνέβλεψέ τε καὶ ἔφη ὅτι βιώσιμος εἴη. | |
Fr.43 | ἀνὴρ λίχνον ὄμμα καὶ ἀσελγὲς πιαίνων κακῇ ἑστιάσει, τὰ τῆς Φερρεφάττης ὄργια ἐδίψησε θεά‐ σασθαι, ἀτέλεστος ὤν. μυστηρίων τελουμένων τοῖς θεοῖν, ἀτέλεστος μὲν | |
5 | ἄνθρωπος ἀνόσιος δὲ οὐκ ἐβουλήθη μυηθῆναι κατὰ τοὺς νόμους, ἀλλὰ δοῦναι πολυπραγμοσύνης δυστυ‐ χοῦς ἀρρωστήματι χάριν. καὶ ἐπί τινος ἀνελθὼν λίθου ἑώρα τὰ γινόμενα. ἐκ γάρ τοι τοῦ λίθου κατώλισθε, καὶ βιαίᾳ τῇ πληγῇ περιπεσὼν ἀπέθανεν. | |
10 | οὐ γάρ τί που παραπλήσιον ἢ μυστηρίων ἱστορίαν | |
ἢ τὴν Περσεφόνην ἐθελῆσαι ἁρπάσαι αὐτήν; | 203 | |
Fr.44(t) | Battus mysteria violat. | |
1 | ὅτι Βάττος ὁ Κυρήνην κτίσας τῆς Θεσμοφόρου τὰ μυστήρια ἐγλίχετο μαθεῖν, καὶ προσῆγε βίαν λίχ‐ νοις ὀφθαλμοῖς χαριζόμενος. καὶ τὰ μὲν πρῶτα αἱ ἱέρειαι ἐπειρῶντο αὐτὸν | |
5 | πραΰνειν καὶ ἀντέχειν τῆς ὁρμῆς. βιαίως δὲ καὶ ἀτέγ‐ κτως διακειμένου, τῶν μὲν ἀπορρήτων καὶ ἃ μὴ ἰδεῖν λῷον ἦν, τούτων οὐκ ἐκοινώνουν οἱ· τῶν δὲ πρώτων καὶ ἐξ ὧν οὔτε τοῖς θεασαμένοις οὔτε τοῖς δείξασιν ἔμελλέ τι ἀπαντήσεσθαι δεινόν, παρεῖχόν οἱ βλέπειν ταῦτα. | |
10 | μετὰ τῆς ἱερᾶς στολῆς ὅλαι τελούμεναι μυστικῶς σφάκτριαι καταλειφθεῖσαι. καὶ αἴρουσαι τὰ ξίφη γυμνὰ καὶ αὗται, καταπλέας ἔχουσαι τοῦ αἵματος τὰς χεῖρας καὶ τὰ πρόσωπα μέντοι (ἦσαν δὲ ἐκ τῶν ἱερείων χρισάμεναι), ἀθρόαι ὑφ’ ἑνὶ συνθήματι ἐπὶ τὸν Βάτ‐ | |
15 | τον ᾖξαν, ἵνα αὐτὸν ἀφέλωνται τοῦ ἔτι εἶναι ἄνδρα. | |
Fr.45(t) | Samothracum mysteria evulgata. | |
1 | ὃ δὲ παρὰ τοὺς ἀτελέστους καὶ βεβήλους ἐξεφοίτα τὰ τῶν Σαμοθρᾴκων ὄργια· ὃς φωραθεὶς ἀπέδρα πρὸς τοὺς Κυζικηνούς. καὶ οἱ Σαμόθρᾳκες κηρύττουσι κήρυγμα, τὸν | |
5 | ζῶντα αὐτὸν ἀγαγόντα δύο τάλαντα ἔχειν. | |
Fr.46(t) | De virginibus Cyzicenis. | |
1 | Δόλων. οὕτω καλεῖται ὁ παρὰ τοῖς Κυζικηνοῖς | |
τὴν Ἄρτεμιν θεραπεύων γυναικεῖος θίασος. καὶ Κυζικηνῶν θυγατέρας τὴν ὥραν διαπρεπεῖς τῇ Δαρείου θυγατρὶ Ἀρσάμῃ ξένια ἀποστεῖλαι ἐγλί‐ | 204 | |
5 | χετο. αἳ δὲ καταφεύγουσιν ἐπὶ τὴν Ἄρτεμιν θεοκλυ‐ τοῦσαι καὶ τοῦ ἀγάλματος ἐκκρεμάμεναι, τοῦ βαρβάρου πικρῶς ἐγκειμένου. καὶ τῶν δορυφόρων ἀποσπώντων, κἀκείνων ἀπρὶξ ἐχομένων, διασπᾶται ὁ κατὰ τοῦ τρα‐ χήλου ὅρμος. | |
10 | ὑπὲρ δὴ τούτων τὴν Ἄρτεμιν μηνῖσαι καὶ μετελ‐ θεῖν δικαιοῦσαν αὐτοὺς τῆς γῆς ἀγονίᾳ. | |
Fr.47(1t) | De virginibus Locrensibus ob stupratam Cas‐ | |
2t | sandram Troiam missis. | |
1 | ὁ Ἀπόλλων φησὶ πρὸς Λοκροὺς μὴ ἂν αὐτοῖς τὸ δεινὸν λωφῆσαι, εἰ μὴ πέμποιεν ἀνὰ πᾶν ἔτος δύο παρθένους ἐς τὴν Ἴλιον τῇ Ἀθηνᾷ, Κασάνδρας ποι‐ νήν, ‘ἕως ἂν ἱλεώσητε τὴν θεόν.‘ | |
5 | καὶ αἵ γε πεμφθεῖσαι κατεγήρασαν ἐν τῇ Τροίᾳ, τῶν διαδόχων μὴ ἀφικνουμένων. αἱ δὲ γυναῖκες ἔτικτον ἔμπηρα καὶ τέρατα· οἳ δὲ τῶν τετολμημένων σφίσι λήθην καταχέαντες ἧκον ἐς Δελφούς. | |
10 | οὔκουν ἐδέχετο αὐτοὺς τὸ μαντεῖον, τοῦ θεοῦ μηνίοντος αὐτοῖς. καὶ λιπαρούντων μαθεῖν τὴν αἰτίαν τοῦ κότου, ὀψέ ποτε χρῆσαι. καὶ τὸ ἐλλειφθὲν κατὰ τὰς παρθένους προφέρει αὐτοῖς. | |
15 | οἳ δὲ (οὐδὲ γὰρ ἔσχον ἀνήνασθαι τὸ πρόσταγμα) ἐπ’ Ἀντιγόνῳ τίθενται τὴν κρίσιν ὑπὲρ τοῦ τίνα χρὴ Λοκρικὴν πόλιν πέμπειν δασμόν. ὁ δὲ βασιλεὺς Ἀντίγονος, ἐφεθέν οἱ δικάσαι προσ‐ έταξε κλήρῳ διακριθῆναι. | 205 |
Fr.48(t) | De Pythagora Ephesiorum tyranno. | |
1 | Πυθαγόρας Ἐφέσιος, καταλύσας δι’ ἐπιβουλῆς τὴν τῶν Βασιλιδῶν καλουμένην ἀρχήν, ἀνεφάνη τε τύραννος πικρότατος, καὶ τῷ μὲν δήμῳ καὶ τῇ πλη‐ θύι ἦν τε καὶ ἐδόκει κεχαρισμένος, ἅμα τὰ μὲν αὐ‐ | |
5 | τοὺς ἐπελπίζων ὑποσχέσεσιν, τὰ δὲ ὑποσπείρων αὐτοῖς ὀλίγα κέρδη· τούς γε μὴν ἐν ἀξιώσει τε καὶ δυνάμει περισυλῶν καὶ δημεύων φορητὸς οὐδαμὰ οὐδαμῆ ἦν. καὶ κολάσαι δὲ πικρότατα οὐκ ἂν ὤκνησε καὶ ἀφει‐ δέστατα ἀποκτεῖναι οὐδὲν ἀδικοῦντας· ἐξελύττησε | |
10 | γὰρ ἐς ταῦτα ἔρως τε χρημάτων ἄμετρος· καὶ δια‐ βολαῖς ταῖς ἐς τοὺς πλησίον ἐκριπισθῆναι κουφότατος ἦν. ἀπέχρησε μὲν οὖν καὶ ταῦτα ἂν κάκιστα ἀνθρώ‐ πων ἀπολέσαι αὐτόν· ἤδη δὲ καὶ τοῦ θείου κατεφρόνει. τῶν γοῦν προειρημένων οἷς ἐπέθετο παμπόλλους ἐν | |
15 | τοῖς νεῷς ἀπέκτεινε· ἑνὸς δὲ τὴν θυγατέρα καταφυ‐ γοῦσαν ἐς τὸ ἱερὸν ἀναστῆσαι μὲν αὐτὴν βιαίως οὐκ ἐτόλμησε, συνεχῆ δὲ φυλακὴν ἐπιστήσας ἐξετρύχωσεν ἄρα ἐς τοσοῦτον, ὡς βρόχῳ τὴν κόρην τὸν λιμὸν ἀπο‐ δρᾶναι. οὐκοῦν ἠκολούθησε δημοσία νόσος καὶ τρο‐ | |
20 | φῶν ἀπορία· καὶ σαλεύων ὁ Πυθαγόρας ὑπὲρ ἑαυτοῦ | |
ἐς Δελφοὺς ἀπέστειλε, καὶ ᾔτει λύσιν τῶν κακῶν. ἣ δὲ ἔφη νεὼν ἀναστῆσαι καὶ κηδεῦσαι τοὺς νεκρούς. ἦν δὲ πρὸ Κύρου τοῦ Πέρσου, ὥς φησι Βάτων. θάψαντες δὲ τοὺς νεκροὺς εἰργάσαντο κοινὸν πο‐ | 206 | |
25 | λυάνδριον. | |
Fr.49 | καὶ ἐδόκει περὶ τὴν ἄνθρωπον ἀκρατῶς ἠνε‐ μῶσθαι. οἶκτόν γε μὴν καὶ δάκρυα ἐμβαλοῦσα πάντας, ὡς καὶ τοὺς ἀτέγκτους τε καὶ ἀτεράμονας τέγξαι. | |
5 | ἀποστείλας τοὺς ἀγριωτάτους τῶν δορυφόρων ἐξήρπασε τὴν γυναῖκα, καὶ πρὸς βίαν ᾔσχυνε ποτ‐ νιωμένην καὶ θρηνοῦσαν. οὐδαμῆ φορητὸν εἶναι τὸν βίον ἑαυτῇ μετὰ τὴν εὐνὴν τὴν ἄθεσμον πεπιστευκυῖα, θεοκλυτοῦσα καὶ | |
10 | μυρίας ἀρὰς Ἐφεσίοις ἐπαρωμένη, εἰ μὴ πράξαιντο τιμωρίαν τούτοις παρὰ τῶν τυράννων, ἑαυτὴν δι‐ έφθειρε. οὐ μὴν ἔμελλον αἱ ἀραὶ λήθῃ δοθήσεσθαι. λοιμὸς γὰρ τῇ Ἐφέσῳ πόλει ἐνήκμαζεν οἷος βαρύτα‐ τος, προμοίροις δὲ θανάτοις διεφθείροντο ἡ νεολαία, | |
15 | καὶ ἦν ἀγονία γυναικῶν καὶ μέντοι καὶ τῆς ἀγέλης τῆς τετράποδος. καὶ τὴν τῶν τετραπόδων ἀγέλην ἐξαμβλίσκειν ἔφασαν. ἣ δὲ ὑπὲρ τῆς ἀσεβοῦς μίξεως ἀλλαξαμένη βρόχον. | |
Fr.50 | ἦν δὲ ἱέρεια τῷ θεῷ κάλλος ἄμαχος. | |
ὅμως ἡ ψυχὴ ὑπὸ τοῦ πόθου κυμαίνεται αὐτῷ, καὶ φλέγεται, καὶ ἀκράτωρ ἑαυτοῦ ὢν ἐσήλατο ἐς τὸν νεών, ἕτοιμα δὴ καταγράφων, καὶ ὅτι τολμήσει ταῦτα | 207 | |
5 | ἐφ’ οἷς ἐνόσει ἐπ’ ἠρεμίᾳ τῶν ἐπικουρῆσαι τῇ κόρῃ δυναμένων πεπιστευκώς. ὃ δὲ οὐκ ἐφείσατο αὐτῆς ὁ ἐραστὴς ὁ ἐναγής, ἀλλ’ ἐξαγαγὼν αὐτὴν τοῦ νεὼ πρὸς βίαν διέφθειρε μάλα ἀνοίκτως. | |
10 | ἥτις δεινὸν ἡγησαμένη καὶ φορητὸν ἥκιστα ξιφι‐ δίῳ ἑαυτὴν διέφθειρε. ὃ δὲ πρὸ τῆς ἐς τοὺς πολεμίους συμπλοκῆς, ὡς εἶδεν ἀπολλύμενόν οἱ τὸν λεών, ἐνετολμήσατο κακὸν κακῷ μείζονι ὁ παλαμναῖος ἄρα ἐκεῖνος σβέσαι. προσ‐ | |
15 | τάττει οὖν τὴν ἄθλιον παρθένον δίχα τεμεῖν. τὰ ἡμίτομα ἐπὶ κλίναις βεβλημένα μάλα ἁβραῖς, καὶ στρωμναῖς ὕφει τινὶ ὑπερηφάνῳ κεκοσμημέναις ἐπιθέντας, ὑπὸ δᾳσὶν ἐνακμαζούσαις τῷ πυρὶ ἐκέλευ‐ σεν ἐκκομισθῆναι μετὰ χορείας γαμηλίου τε καὶ κερ‐ | |
20 | τόμου καὶ τὸν ὑμέναιον ᾀδουσῶν γυναικῶν. ἐμοὶ δοκεῖν, τοῦ Διονύσου τιμωροῦντος παρθένῳ δυστυχεῖ καὶ παθούσῃ τραγῳδίας ἄξια. | |
Fr.51(1t) | Aegineta aliquis in ipso templi cereris limine | |
1u | manibus truncatus. | |
1 | καὶ φέρονται οἱ πλούσιοι τὸ πλέον, συλλαβόντες δὲ τῶν δημοτῶν εἰς ψʹ δήσαντες ἄγουσιν. τῶν δὲ δεσμωτῶν εἷς ἀπορρήξας τὰ δεσμὰ καὶ διεκδὺς εἶτα καταφεύγει ἐπὶ τὰ τῆς Δήμητρος πρό‐ | |
5 | θυρα. ὃ δὲ ἐντυχὼν προσκειμέναις ταῖς θύραις, καὶ τῶν ἐπισπαστήρων λαβόμενος ἀπρὶξ εἴχετο. ἐπεὶ δὲ ἀποσπώντων βίᾳ ἀπέκοψαν τὸ πᾶν σῶμα τῶν χειρῶν. | 208 |
Fr.52(t) | De Iasonis Pheraei morte. | |
1 | ὁ δὲ Ἰάσων ὁ Θετταλὸς ἐπὶ τοῖς ἀναθήμασιν ἐν Δελφοῖς ἐφλέγετο. ὁ δὲ θεὸς λέγει ἐκείνους μὴ πολυπραγμονεῖν· αὐτῷ γὰρ εἶναι διὰ φροντίδος. | |
5 | οἳ δὲ σπασάμενοι τὰ ἐγχειρίδια τοῦτον ἀπέσφα‐ ξαν. καὶ ἐξήμβλω μὲν ἡ ἔννοια τῆς θεοσυλίας τῷ ἀνοσίῳ ἀποσφαγέντος αὐτοῦ, ἐπαύσαντο δὲ τοῦ δέους οἱ Δελφοί. | |
Fr.53(t) | De Sulla templi Alalcomenarum direptore. | |
1 | Ἀλαλκομεναὶ πόλις ἐστὶ καὶ ἀκούω αὐτὴν μήτ’ ἐφ’ ὑψηλοῦ κεῖσθαι καὶ ἀπιθοῦς λόφου, μήτε μὴν τειχῶν ἔχειν περίβολον, οἷον ἀποστέγειν καὶ ἀνα‐ στέλλειν τοὺς πολεμίους κατὰ τὸ καρτερόν. | |
5 | ὁ δὲ παλαμναῖος καὶ λευστὴρ ἐκεῖνος ᾔτησεν ἐπω‐ νυμίαν λαβεῖν Εὐτυχής. τί γὰρ δὴ δελφῖνι καὶ βοΐ φασιν κοινὸν εἶναι, Σύλλᾳ τε καὶ φιλοσόφοις; οὐ μὴν ἀπώνητο οὐδέν, ἀλλὰ ἐξέζεσε ζῶν κακοῖς | |
10 | θηρίοις, οἳ μὲν εὐλαῖς, οἳ δὲ ὅτι οὐ ταύταις, φθειρσί γε μήν. ὃ δὲ φθειρσὶν ἐκζέσας ἐσθιόμενός τε καὶ κατὰ | |
μικρὰ λειβόμενος ἀποθνήσκει. | 209 | |
Fr.54(t) | De Branchidarum interitu. | |
1 | ὅτι οἱ ἐν Δινδύμοις τῆς Μιλησίας οἰκοῦντες Ξέρξῃ χαριζόμενοι τὸν νεὼν τοῦ ἐπιχωρίου Ἀπόλλωνος τοῖς βαρβάροις προύδοσαν, καὶ ἐσυλήθη τὰ ἀναθήματα πάμπλειστα ὄντα. δεδιότες οὖν οἱ προδόται τὴν ἐκ | |
5 | τῶν νόμων καὶ τῶν ἐν ἄστει τιμωρίαν, δέονται Ξέρ‐ ξου μισθὸν λαβεῖν τῆς κακίστης ἐκείνης προδοσίας μετοικισθῆναι ἐν χώρῳ τινὶ Ἀσιανῷ. ὃ δὲ πείθεται καὶ ἀνθ’ ὧν εἶχε κακῶς καὶ ἀσεβῶς, ἔδωκεν αὐτοῖς οἰκεῖν ἔνθεν οὐκ ἔμελλον ἐπιβήσεσθαι τῆς Ἑλλάδος | |
10 | ἔτι, ἀλλ’ ἔξω τοῦ δέους ἔσεσθαι τοῦ κατειληφότος αὐτοί τε καὶ τὸ ἐκείνων γένος. κᾆτα λαχόντες δὴ τὸν χῶρον, ἐν οἰωνοῖς οὐδαμῆ χρηστοῖς πόλιν ἐγείρουσι, καὶ τίθενται Βραγχίδας ὄνομα αὐτῇ, καὶ ᾤοντο μὴ μόνους ἀποδρᾶναι Μιλησίους, ἀλλὰ καὶ τὴν Δίκην | |
15 | αὐτήν. οὐ μὴν ἐκάθευδεν ἡ τοῦ θεοῦ πρόνοια. Ἀλέ‐ ξανδρος γὰρ ὅτε τὸν Δαρεῖον νικήσας τῆς Περσῶν ἀρχῆς ἐγκρατὴς ἐγένετο, ἀκούσας τὰ τολμηθέντα καὶ μισήσας αὐτῶν τὴν τοῦ γένους διαδοχὴν ἀπέκτεινε πάντας, κακοὺς εἶναι κρίνων τοὺς τῶν κακῶν ἐκγό‐ | |
20 | νους καὶ τὴν ψευδώνυμον πόλιν κατέσκαψε, καὶ ἠφα‐ νίσθησαν. | |
Fr.55(t) | De Cleopatra. | |
1 | Κλεοπάτρα, ἐς ἣν κατολισθάνει τῶν Πτολεμαίων ἡ διαδοχή. ἡ δὲ Κλεοπάτρα βασίλειαν βασιλέων ἑαυτὴν ἀν‐ | |
εῖπεν· ἐς τοσοῦτον ἄρα φρονήματος ἐξώκειλεν. | 210 | |
5 | ἡ δὲ Κλεοπάτρα καὶ ἄλλα εἰργάσατο ἀσεβείας ἐχόμενα, ἅ μοι σιγῶντι κόσμον φέρει. ἡ οὖν Κλεοπάτρα καὶ τοὺς Ἠλείους ἐπειρᾶτο πολ‐ λῷ χρυσῷ ἐπικλύσασα τὸ ἄγαλμα τοῦ Διὸς πρίασθαι. | |
Fr.56 | Ἀντωνίῳ δὲ ᾠκοδόμει νεὼν μέγαν, ὅσπερ οὖν ἡμίεργος ἀπελείφθη· τῷ Σεβαστῷ δὲ ἐτελέσθη. | |
Fr.57 | ἡ δὲ Κλεοπάτρα ᾤετο ταῖς αὐταῖς ἴυγξιν, αἷσπερ οὖν Καίσαρος καὶ Ἀντωνίου, καὶ μέντοι καὶ Σεβα‐ στοῦ κρατήσειν τρίτου. ἀλλ’ αὕτη γε ἡ ἐλπὶς ἐξήμβλωτο αὐτῇ. | |
5 | τὴν δὲ ἀδελφὴν αὐτῷ Ἰόβας ὁ Μαυρούσιος ἄγεται. | |
Fr.58 | κίβδηλον δὲ ἄρα κακὸν δοῦλοι ὥς εἰσιν ἐν τῇ Κλεοπάτρᾳ ἀνεφάνη. | |
Fr.59(t) | Tyrus ab Alexandro expugnata. | |
1 | ἀπέστη τὸ ἔθνος τὸ Σύρων, καὶ Φοινίκων τοὺς γείτονας προσέλαβεν ἐς τὴν αὐτὴν ὁρμήν τε καὶ ὑπόστασιν. καὶ τρὶς οὐχ ἅπαξ ἀπέχρησέν οἱ Τυρίοις εἰπεῖν | |
5 | ἀποστῆναι τῶν ἀμφὶ Δαρεῖον. | |
ὃ δὲ (οὐ γὰρ ἐλελήθει τὰ ἔνδον) ὑπερήδετο, καὶ τὴν ἐλπίδα ὑπὲρ τῶν παρόντων ἐλάμβανεν ἐς τὸ κρεῖττον, καὶ ἔτι μᾶλλον τῇ πολιορκίᾳ διαρκῶς ἐνεκαρτέρει. ὡς δὲ ἐπεφοίτα ἡ τοῦ ὀνείρου ὄψις ἐς πάντας, | 211 | |
10 | χαλεπαίνουσιν ὁ δῆμος οἱ Τύριοι. σχοινίον τε ἐφοίνιξαν μίλτῳ, καὶ ἔπαιον τὸ ἄγαλμα, Ἀλεξανδριστὴν καλοῦντες. καὶ ταῦτα μὲν παρῴνησαν, βαρβάρως ἐνθουσι‐ άσαντές τε ἅμα καὶ λυττήσαντες. ἔτισαν οὖν δίκας | |
15 | οὐ μεμπτάς· ἑάλω γὰρ αὐτοῖς ἡ πόλις. | |
Fr.60(t) | De Eutelida Arcade. | |
1 | ἡ γλῶττα ἡ ἀπαίδευτος καὶ ἀμαθὴς τῇ τε ἄλλῃ καὶ ταύτῃ ἐπίσπαστα παλαμᾶται, καὶ μέντοι καὶ ἐς τὸ ἀπόφημόν τε καὶ βλάσφημον κατολισθάνει. ἀνὴρ Ἀρκάς, Εὐτελίδας τοὔνομα, ἀκολάστῳ τῇ | |
5 | γλώττῃ καὶ ἀκράτορι κακῶς πάντας ἀγορεύειν ἀρ‐ ρώστημα ἔσχεν. ἐμίσει δὲ καὶ τοὺς εὖ πράττοντας καὶ οὐδὲν ἦν ἔς τινα ἔμβραχυ ἀγαθόν, ὃ μὴ ἐκείνου κατέτεινε τὴν ψυχήν. | |
Fr.61(t) | Epicureus aliquis Castorum simulacris illudit. | |
1 | εἶχε δὲ ἄρα τὸ βιβλίον τὰς Ἐπικούρου δόξας, ἃς ἐκεῖνοι κυρίας οὕτω καλοῦσιν, Ἐπικούρου κακὰ γνωρίσματα· ἐν αἷς ἄρα καὶ τόδε ἦν, ὅτι τὸ πᾶν φέρεται τύχῃ τινί, οὐ μὴν βουλήσει καὶ κρίσει θεοῦ. | |
5 | ταύτας δὲ τὰς θρυλουμένας ἀτόμους πληττομένας ὑπ’ ἀλλήλων, εἶτα ἀφισταμένας, ἐκ τούτων γίνεσθαι ἀέρα, γῆν καὶ θάλατταν. εἶτα διαλύεσθαι τὰς ἀνα‐ | |
κράσεις καὶ συνόδους, καὶ παντελῶς ἀφανίζεσθαι ἐς ἀτόμους, φέρεσθαι δὲ εἰκῆ τὰ πάντα καὶ ὡς ἔτυχεν, | 212 | |
10 | οὐ μὴν ἐκ τῆς τοῦ ποιητοῦ σοφίας. εἶτα ὅτι ἐκ προ‐ νοίας φύρεται πάντα, οὔτε κυβερνήτην οὔτε ἰθυντὴν οὔτε ποιμένα ἔχοντα· εἶτα ὁ ** πομπῇ τοῦ θεοῦ ἥκων οὐκ ἠνέσχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασεν. ** εἶτα ἀνέθορεν, | |
15 | Ἐπικούρῳ καὶ ταῖς ἐκείνου δόξαις κλάειν λέγων. λιπαροῦντος οἰκτρῶς καὶ σὺν ἱκεσίᾳ, μὴ τὰ ἔσχατα αὐτὸν περιιδεῖν παθόντα. πρὸς δὲ τὸ θεῖον λιπαρὴς ἦν καὶ ἔκθυμος, ὡς θαμὰ αὐτῷ προσιέναι. | |
20 | ὃ δὲ θύσας Ἐπικούρῳ καὶ δόξαις ταῖς ἐκείνου κλάειν ἔλεγε. ἐχλεύαζεν αὐτούς, ὡς ἐκ τῆς λιπαρίας τῆς το‐ σῆσδε πλέον ἔχειν οὐδέν. ὃ δὲ ἐτώθαζε τοῦ θεοῦ τοὺς θεραπευτῆρας, λέγων | |
25 | ἐκ τῆς τοσαύτης λιπαρίας πλέον ἔχειν οὐδέν. παριὼν δὲ ἐς τὸν νεών, χλευάζων γε μὴν τοὺς θεοῦ θεραπευτῆρας καὶ ἐπετώθαζε. καὶ μέντοι καὶ Διοσκόρων ἦν ἀγάλματα δύο· νεανίαι μεγάλοι, γυμνοὶ τὰς παρειάς, ὅμοιοι τὸ εἶδος, | |
30 | καὶ χλαμύδα ἔχοντες ἐπὶ τῶν ὤμων ἐφημμένην ἑκά‐ τερος· καὶ ξίφη ἔφερον τῶν χλαμύδων ἠρτημένα, καὶ λόγχας εἶχον παρεστώσας, ἐν αἷς ἠρείδοντο, ὃ μὲν κατὰ δεξιάν, ὃ δὲ κατὰ λαιάν. ὃ δὲ οὐκ ἠνέσχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν | |
35 | τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασε· καὶ τῶν Διοσκόρων ἑνὸς τὸ ξίφος διηρμένον τε καὶ ἐπανεστὼς | |
** καὶ πληγεὶς καιρίως ἐξέγρετο. | 213 | |
Fr.62(t) | De sculptore nefario. | |
1 | ὃ δὲ λιθουργῷ χειρουργίας τεχνίτῃ δίδωσι χρυ‐ σίον, ὅσον συνέβη. καὶ δίδωσιν ἀργύριον, ἵνα ἐκπονήσῃ τὸ ἄγαλμα ἄκρας τέχνης, προσθεὶς τὸ μέγεθος καὶ προσειπὼν | |
5 | τῆς λίθου τὴν φύσιν. ὃ δὲ πρὸς τὸ κέρδος ἀπιδὼν καὶ τυφλώττων πρὸς τὸ εὐσεβές, ἀπρόσωπον μὲν ὅσα ἰδεῖν, μικρὸν δὲ τὸ μέγεθος, λίθου δὲ μὴ κεκριμένης τὸ ἄγαλμα ποιεῖ. ὃ δὲ χρόνῳ ὕστερον ἐφωράθη τῷ πάντα ἐκκα‐ | |
10 | λύπτοντι καὶ ἀπαληθεύοντι. ὑπὲρ τοῦ κέρδους ὁ κακοδαίμων τὴν πήρωσιν ἀλλαξάμενος· καὶ ἦν παράδειγμα καὶ παίδευμα πᾶσιν, ὥστε μὴ τολμᾶν μηδὲ κερδαίνειν παραπλήσια. | |
Fr.63(t) | Phoenix Syracusanus Simonidis sepulcrum diruit. | |
1 | ὅπως ἐτίμησάν τε καὶ ἐφίλησαν οἱ Διόσκοροι τὸν μελοποιὸν Σιμωνίδην, καὶ πῶς ἐρρύσαντο καλέσαντες ἔξω τοῦ ἀνδρῶνος, ἔνθα κατώλισθεν, ἐρῶ ἀλλαχόθι· ἄξιον δὲ μηδὲ ταῦτα παραλιπεῖν. Ἀκραγαντίνων | |
5 | στρατηγὸς ἦν ὄνομα Φοῖνιξ· Συρακοσίοις δὲ ἐπολέ‐ μουν οὗτοι. οὐκοῦν ὅδε ὁ Φοῖνιξ διαλύει τὸν τάφον τοῦ Σιμωνίδου μάλα ἀκηδῶς τε καὶ ἀνοίκτως, καὶ ἐκ τῶν λίθων τῶνδε ἀνίστησι πύργον. καὶ κατὰ τοῦ‐ τον ἑάλω ἡ πόλις. ἔοικε δὲ καὶ Καλλίμαχος τούτοις | |
10 | ὁμολογεῖν. οἰκτίζεται γοῦν τὸ ἄθεσμον ἔργον, καὶ λέγοντά γε αὐτὸν ὁ Κυρηναῖος πεποίηκε τὸν γλυκὺν | |
ποιητὴν οὐδὲ τὸ γράμμα ᾐδέσθη τὸ λέγον μ’ υἷα Λεωπρεπέος | 214 | |
15 | κεῖσθαι Κήιον ἄνδρα. κᾆτ’ εἰπὼν ἄττα ἐπιλέγει οὐδ’ ὑμέας, Πολύδευκες, ὑπέτρεσεν, οἵ με μελάθρου μέλλοντος πίπτειν ἐκτὸς ἔθεσθέ ποτε δαιτυμόνων ἄπο μοῦνον, ὅτε Κρανωνίων αἴας | |
20 | ὤλισθεν μέγας οἶκος ἐπὶ Σκοπάδας. τιμωροὶ μὲν δὴ θεοὶ τοῖς ἀξίοις, καὶ τιμῶσιν οἵ τε Ὀλύμπιοι οἵ τε οἱ ἐπὶ τῆς τρίτης ἀρχῆς. οὔ μοι δοκεῖ πολυπραγμονεῖν. ἔστωσαν δὴ καὶ ταῦτα ὑπόμνησις τοῦ βιοῦν ὀρθῶς, ἵνα τε αὐτοὺς ἔχωμεν καὶ ἐνταῦθα | |
25 | κηδεμόνας καὶ ἐκεῖθι, ὅταν τὴν εἱμαρμένην τε καὶ ἀναγκαίαν πορείαν ἔλθωμεν. | |
Fr.64(t) | De Syrphace Ephesiorum tyranno. | |
1 | ὁ δὲ Σύρφαξ ὁμοῦ τι τῷ θανάτῳ ὢν ἀνεφθέγξατο τὰ ἐκ τῆς τραγῳδίας ἰαμβεῖα, ὡς δεδιττόμενος τὸν Μακεδόνα, ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς | |
5 | μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς· οὐ μὴν ἔσπασέ τι ἡ μήρινθος αὐτῷ. οἱ γὰρ δορυφόροι μετέωρον ἀράμενοι τὸν Σύρ‐ φακα, ἐς τὸν τριακοντόποδα καλούμενον ἐκόμισαν, ῥίψαντες κάτω. | |
10 | ἐς ὃν μετέωρον ἀράμενοι τὸν Σύρφακα ῥιπτοῦσι κάτω, οἳ μὲν πυγμαῖς, κορύναις δὲ ἄλλοι, λίθων γε μὴν τῶν ἐν ποσὶν ἀμυνόμενοι πολλοί, οἳ δὲ ὅ τι παρ‐ έπιπτεν αὐτοῖς ὑποχείριον ἀλοῶντες αὐτὸν ἀπορρα‐ γῆναι τὴν ἐπάρατον αὐτοῦ ψυχὴν κατηνάγκασαν. | 215 |
Fr.65(1t) | Barbari urbem oppugnantes subita tempestate | |
2t | pereunt. | |
1 | ὃ δὲ θᾶττον ἢ βάδην τήν τε κεφαλὴν ἐπισείων καὶ βαρβαρικῶς τινα ἐπιφθεγγόμενος, ὅσα τῆς τε φωνῆς τῷ ἐντόνῳ καὶ τοῦ βαδίσματος τῷ σεσοβημένῳ εἰκάσαι, ἐπαπειλῶν. | |
5 | εἶτα ἀδοκήτως πολλῷ πάνυ σφόδρα ὗσε, καὶ ἀστραπαὶ γεγόνασιν ἐκπλῆξαι δειναί. ἀδοκήτου χειμῶνος καταρρήγνυται πλῆθος ἄμαχον. ἐμπιπτόντων ὑετῶν καὶ χάλαζα ἰσχυρὰ ἐπέρρευσε, καὶ οἱ ποταμοὶ πληρωθέντες ἀνεχύθησαν, καὶ διὰ | |
10 | πάσης ἡμέρας σκότος ἦν βαθύτατος· καίτοι τὰ τῆς ὥρας οὐδαμῆ χειμέρια ἦν. ἀνεσταύρωτο δὲ ὁ πολιορκῶν, καὶ ἐς τοῦτό οἱ τὸ τοῦ χειμῶνος τοῦ μὴ καθ’ ὥραν ἀπαντήσαντος τὸ τέ‐ λος ὡρμίσατο. | |
Fr.66(t) | De Barbio Philippico Antonii adulatore. | |
1 | οὗτος ἐπὶ τῶν τριῶν τυράννων ἦρχε. θέραψ δὲ ἦν τὸν τρόπον καὶ κολακικός, καὶ μέντοι καὶ τῷ περὶ τὸν Ἀντώνιον θιάσῳ κατείλεκτο· καὶ ταύτην γε τὴν ἀρχὴν ἦρχε τὴν ἐκείνου χάριν. τοῦτον τε οὖν τὸν | |
5 | τότε σοβαρὸν καὶ πορφυροῦν τῇ τιμῇ καὶ ἐν ἀγορᾷ τῇ Ῥωμαίων ὑψηλὸν διάγοντα καὶ δικάζοντα ὁ δεσπότης ἀνέγνω ἐλθών, πρότερον μὲν ἀποδράντα, ἐν ἐκείνῳ δ’ οὖν τοῦ καιροῦ πομπεύοντα ἁβρὸν καὶ κυδρού‐ μενον καὶ σὺν τῇ ἀρχῇ θρυπτόμενον· καὶ προσελ‐ | 216 |
10 | θὼν ἡσυχῆ κατόπιν θοἰματίου λαβόμενος ‘χαῖρε‘ εἶπε, τὸ ὄνομα προσθεὶς τὸ ἀρχαῖόν τε καὶ δοῦλον. καὶ ἐκεῖνος ἐκπλήττεται ῥᾳδίως τὸν δεσπότην γνωρίσας, καὶ δεῖται σιωπᾶν, καὶ ἐς τὰ οἰκεῖα ἄγει, καὶ κατα‐ βαλὼν πάμπλειστα, εἶτα μέντοι ἑαυτὸν ἐλύσατο. καὶ | |
15 | αἰδοῖ Ἀντωνίου τῇ κηλῖδι τῇδε σιγὴ κατεχύθη ἀργυ‐ ρώνητος. ἔκρινα δὴ καὶ ταύτην τῆς τύχης μὴ σιγῆσαι τὴν παιδιάν. | |
Fr.67(t) | De Croeso. | |
1 | καὶ ἐτιμᾶτο τιμαῖς τῆς ἐς ἀνθρώπους αἰδοῦς τε σοβαρωτέρας. ὃ δὲ Σόλων τῆς παρούσης τῷ Κροίσῳ τύχης κατεφρόνησεν, ἐκέλευσέ τε τοῦ βίου παντὸς τὸ τέλος | |
5 | ἀναμένειν μηδὲ προπηδᾶν, μηδὲ ἐπειγόμενον τοῖς εὐδαίμοσιν ἑαυτὸν ἐγκαταγράφειν· ἀτέκμαρτα γὰρ καὶ ἄδηλα εἶναι τὰ ἀνθρώπινα, ἕως ἂν ἑκάστῳ ἡ ψυχὴ ἔσω τοῦ τῶν ὀδόντων ἕρκους ᾖ. ὃ δὲ πεῖραν καθιεὶς καὶ ἐπιβουλεύων ἐλέγξαι | |
10 | πανταχόθεν, τὰ τοῦ λέβητος καὶ τῆς χελώνης καὶ τοῦ ἀρνοῦ ἐν Λυδοῖς ἐπαλαμᾶτο. ἀναθήμασι σοβαροῖς ἐκόσμησε τὸν νεών. ὑπὲρ τῶν μελλόντων ἀτρέπτως τε καὶ παναληθῶς | |
προθεσπίζουσα. | 217 | |
15 | ἐπεὶ δ’ ἔμπαλιν τῆς ἀληθείας συνίει τὰ λεγόμενα, καὶ τὸ ἑαυτῷ φίλον τε καὶ κεχαρισμένον ἑώρα μόνον, ἐπέθετο καταλῦσαι τὴν Περσῶν βασιλείαν. ὁ Κροῖσος κιβδήλοις ταῖς ἐφ’ ἑαυτοῦ ἀκοαῖς μέ‐ νων, καὶ τὴν βασιλείαν τὴν πατρῴαν θάλπων τε καὶ | |
20 | περιέπων καὶ περιστέλλων. ὃ δὲ καὶ μᾶλλον μέγα ἐφρόνει, κεχαρισμένου τοῦ δώρου τῷ θεῷ γεγενημένου. κελεύσαντος Κύρου ἵνα καταπρησθῇ ζῶν. ὃ δὲ ἀνηνέγκατο ἄρα στενάξας, καὶ ἐς τρὶς ἐκά‐ | |
25 | λεσε τὸν Σόλωνα. αἰθρίας γὰρ οὔσης καὶ πανηλίου ἡμέρας ἄφνω καὶ ἀδοκήτως νέφη συνδραμεῖν οἷα δήπου βαθύτατα, καὶ καταρρῆξαι πάμπολυν ὑετόν. τί γὰρ μαθὼν ἐτόλμησε τό γε δὴ αὑτοῦ μέρος | |
30 | δουλώσασθαι Λυδοῖς Πέρσας; | |
Fr.68(t) | Lex de civibus a Pericle lata. | |
1 | Περικλῆς ὁ Ξανθίππου νόμον γράψας τὸν μὴ ἐξ ἀμφοῖν πολίτην μὴ εἶναι. οὐ μετὰ μακρὸν τοὺς γνη‐ σίους ἀποβαλών, ἄκων καὶ στένων καὶ λύσας τὸν ἑαυτοῦ νόμον καὶ ἀσχημονήσας ἐλεεινῶς ἅμα καὶ μι‐ | |
5 | σητῶς ἔτυχεν ὧν ἐβούλετο. ὅμως γε μὴν ἀντιβολοῦν‐ τος καὶ δεκάσαντος τοὺς ἐντεῦθεν ζῶντας ὀψὲ καὶ μόλις τὸν νόθον οἱ παῖδα τὸν ἐξ Ἀσπασίας τῆς Μι‐ | |
λησίας ἐποίησε δημοποίητον. | 218 | |
Fr.69(t) | De Meleti et Timagorae amoribus. | |
1 | οὗτος ἐρᾷ νεανίου Ἀθήνησι τῶν εὖ γεγονότων καὶ πλουσίων μειρακίου καὶ ἐκείνου τὸ γένος διαπρε‐ ποῦς καὶ τὴν ὥραν ἀμάχου. καὶ τῷ μὲν ἐραστῇ Μέ‐ λητος ὄνομα ἦν, τῷ καλῷ δὲ Τιμαγόρας, ὥς φασιν. | |
5 | ἦν δὲ ἄτεγκτός τε καὶ ἀμείλικτος ὅδε ὁ παῖς, καί οἱ πολλὰ προσέταττε καὶ ἐπίπονα καὶ κινδύνων ἐχόμενα τῶν ἐσχάτων καὶ ὁμοῦ τι τῷ ὀλέθρῳ ἐλαύνοντα. καὶ ἦν τὰ προστάγματα κύνας τε ἀγαθὰς καὶ θηρατικὰς ἐκ τῆς ἀλλοδαπῆς ἄγειν, καὶ ἵππον αὖ τῶν πολεμίων | |
10 | ἀπαγαγεῖν ὅτου δὴ γενναῖόν τε καὶ θυμικόν, καὶ ἄλλου χλαμύδα ὡραίαν, καὶ τοιαῦτα ἕτερα. καὶ τε‐ λευτῶν ὄρνιθάς οἱ προσέταξε κομίσαι ὅτου δὴ τρο‐ φίμους καὶ οἰκέτας, γένος θαυμαστούς. ἐπεὶ δὲ καὶ τοῦτο κατεπράξατο ὁ ἔνθεος φίλος ἐκεῖνος καὶ ἐδω‐ | |
15 | ρεῖτό γε τῷ καλῷ τὸ μέγα τίμιον κτῆμα τοὺς προ‐ ειρημένους, ὃ δὲ ἀτεράμων ὢν καὶ ἐς τοσοῦτον ἀπεώ‐ σατο ἄρα τὸ δῶρον. ὁ τοίνυν Μέλητος φλεγόμενος τῷ ἔρωτι καὶ οἰστρούμενος καὶ ἐπὶ τούτοις ἀσχάλλων τῇ ἀτιμίᾳ καὶ ἀπαυδήσας ἐπὶ τοῖς ἀνηνύτοις τε μό‐ | |
20 | χθοις ἅμα καὶ ἀπείροις, ᾗ ποδῶν εἶχεν ἀνέθορέ τε ἐς τὴν ἀκρόπολιν καὶ ἑαυτὸν ἔωσε κατὰ τῶν πετρῶν. οὐ μὴν ἡ τιμωρὸς δίκη τὸν ὑβριστὴν παῖδα καὶ ὑπερ‐ όπτην εἴασεν ἐπεγχανεῖν τῷ τοῦ Μελήτου θανάτῳ. τοὺς ὄρνιθας γοῦν ἀναλαβὼν καὶ ταῖς ἀγκάλαις ἐν‐ | |
25 | θείς, εἶτα μέντοι κατ’ ἴχνια τὰ ἐκείνου θέων, ὥσπερ οὖν ἑλκόμενος βίᾳ ἑαυτὸν σὺν τῷ δυστυχεῖ δώρῳ ἐπὶ τῷ Μελήτῳ ἔρριψε φέρων, βραδὺν καὶ δυστυχῆ τὸν | |
ἔρωτα ἀντερασθεὶς τοῦτον. καὶ ἕστηκεν εἴδωλον τοῦ πάθους κατὰ τὸν τόπον παῖς ὡραῖος καὶ γυμνὸς ἀλεκ‐ | 219 | |
30 | τρυόνας δύο μάλα εὐγενεῖς φέρων ἐν ταῖς ἀγκάλαις καὶ ὠθῶν ἐπὶ κεφαλὴν ἑαυτόν. | |
Fr.70(t) | De Hipparino et Antileonte. | |
1 | ὃ δὲ ὑφαιρεῖται τὸν κώδωνα, καὶ φιλίας σύμβολον καὶ ὅμηρον πρῶτον κομίζει τῷ ἑταίρῳ αὐτοῦ. καὶ ὡς κατειργάσατο τὸ κάλλιστον ἔργον, ἔφευγεν ὤκιστα εὐθὺ τοῦ ἐραστοῦ. μετῄεσαν δὲ αὐτὸν οἱ δο‐ | |
5 | ρυφόροι, καὶ διέφυγεν ἂν ἐκεῖνος, εἰ μὴ προβάτοις συνεζευγμένοις περιπεσὼν καὶ συμπλακεὶς ὡς πέδῃ κᾆτα ἀνετράπη. τελευτῶν ἀπεσφάγη καὶ αὐτός, καὶ ἔκειτο πλη‐ σίον τῶν παιδικῶν, θέαμα ἔνδοξόν τε καὶ ὑπερή‐ | |
10 | φανον. ἤστην δὲ καλὼ καὶ μεγάλω· ὡραῖος δὲ ὁ νέος, οὐ τεθρυμμένος μήν, ἀλλὰ γεννικὸν ὁρῶν εἶχε πρό‐ κωπον τὸ ξίφος. ἔθαψάν τε ἐκείνους αὐτόθι σεμνῶς τε καὶ σοβα‐ | |
15 | ρῶς ἐπιστήματα ἐπέστησαν. νεανία ἤστην, ὃ μὲν ἤδη γενειῶν, ὃ δὲ αὐτοῖν γυμνὸς τὴν παρειὰν ἔτι. | |
Fr.71(t) | De Dionysio mercatore. | |
1 | Διονύσιος τοὔνομα, ἔμπορος τὸ ἐπιτήδευμα δολι‐ χεύσας πολλοὺς πολλάκις πλοῦς, τοῦ κέρδους ὑπο‐ θήγοντος, καὶ πορρωτέρω τῆς Μαιώτιδος ἐκκουφίσας, ὠνεῖται κόρην Κόλχον, ἣν ἐληίσαντο Μάχλυες, ἔθνος | |
5 | τῶν ἐκεῖ βαρβάρων. ὑπάγοντος αὐτὸν τοῦ πλούτου καὶ ἐπὶ μᾶλλον ὑποθήγοντος. Διονύσιος τοὔνομα ἔμπορος τὸ ἐπιτήδευμα, δολι‐ χεύσας πολλοὺς πολλάκις πλοῦς, περιβάλλεται πλοῦ‐ | 220 |
10 | τον εὖ μάλα ἁδρόν. ὁ τοίνυν Διονύσιος καταγράφων ἑαυτῷ λύτρα πλεῖστα ὑπὲρ τῆς κόρης, ἢ χρυσίον πάμπολυ, ἢν ἀπόλοιτο αὐτή. τινὰς παραλαβὼν ἁδροῦ μισθοῦ ἐς Βυζάντιον | |
15 | ἐλθεῖν πείθει. εἶτα τῆς ὑστεραίας προσέσχε τῇ Χίῳ, καὶ ἀπο‐ βάντες ἐντυγχάνουσι τῇ κόρῃ πιπρασκομένῃ. ὃ δὲ ἔπραττε κακῶς, καὶ πᾶσα ἡ οἰκία αὐτοῦ ἐνό‐ σει, καὶ τὰ τῆς ἐμπορίας ἐπικερδῆ ἥκιστα αὐτῷ ἦν. | |
20 | θυγάτηρ δὲ ἥπερ ἦν οἱ τῶν ἐκείνου μηχανῶν τε καὶ ἐπιβουλῶν ἀμαθής, ἐξάντης γίνεται τοῦ κακοῦ. | |
Fr.72(t) | De tutore avaro. | |
1 | ἔστι δὲ οὕτως. ἀδελφὼ δύο ἤστην. ὁ τοίνυν ἕτε‐ ρος ἀποθνήσκων καὶ παῖδα ὀρφανὸν ἀπολείπων τὸν ἀδελφὸν ἐγγράφει καὶ τοῦ υἱοῦ ἐπίτροπον καὶ τῶν χρημάτων ὧν ἐκείνῳ κατέλιπε μελεδωνόν. ὃ δὲ | |
5 | ἀνόσιος ὤν, τὰ τοῦ παιδὸς σφετερίσασθαι γλιχόμενος, εἶτα μέντοι καὶ τὰ οἰκεῖα προσαπώλεσε. δεομένῳ δὲ πολυωρίας τινὸς καὶ ῥοπῆς τυχεῖν τῆς ἐς τὸ κρεῖττον ἀπεκρίνατο | |
νήπιος οὐκ ἐνόησεν ὅσῳ πλέον ἥμισυ παντός. | 221 | |
10 | παιδεύσεως ταῦτα ἔχεται, καὶ ψυχὴν καθαίρει, καὶ βίον κοσμεῖ, καὶ σωφροσύνην ἐντίθησι, καὶ δικαιο‐ σύνην νομοθετεῖ. | |
Fr.73(1t) | Aetoli vino Atheniensibus tradito ab iis inter‐ | |
2t | ficiuntur. | |
1 | οἱ Αἰτωλοὶ ἐς Ἀθήνας τὸν οἶνον ἐκόμιζον, φιλο‐ τησίας τῆς ἐκ τοῦ θεοῦ κοινωνῆσαι καὶ τοῖς τῆς Ἀθη‐ νᾶς τροφίμοις βουλόμενοι. οἳ δὲ ἄδην καὶ ἀπείρως σπῶσι τοῦ οἴνου, καὶ | |
5 | ἀνατραπέντες ἔκειντο ὡς ἔτυχον αὐτῶν ἕκαστος εἰκῇ. καὶ οἱ τούτοις προσήκοντες τοὺς οἰνοχόους τούσδε ἡγησάμενοι φαρμακεῖς καὶ πιστεύσαντες τεθνάναι τοὺς καθεύδοντας, τοὺς Αἰτωλοὺς ἀπέκτειναν. μέτεισι τοὺς Ἀθηναίους ὑπὲρ τῶν ἀθέσμων φό‐ | |
10 | νων ἡ δίκη, καὶ ἀφορίαις συνείχοντο. νικώμενοι οὖν ἐκ τῶν παρόντων ἄκος αἰτοῦσι παρὰ τοῦ θεοῦ, καὶ ἐρωτῶσι τὴν Πυθίαν. δέονται δὴ παρὰ θεοῦ ἄκος. καὶ αὐτοῖς ἐκπίπτει χρησμὸς λέγων δεῖν χοὰς τοῖς ἐκδίκως τῶν Αἰτωλῶν | |
15 | τεθνεῶσιν ἐπάγειν ἀνὰ πᾶν ἔτος καὶ ἑορτὴν Χοὰς ἄγειν. καὶ ἐκ τούτου εὐθηνεῖτο τὰ τῆς Ἀττικῆς. | |
Fr.74(t) | De Hippia. | |
1 | οὗτος τῆς ἐς Ἀθηναίους ὀργῆς καὶ τῆς ὕστερον ὠμότητος προΐσχετο αἰτίαν τὸν Ἱππάρχου φασὶ θά‐ | |
νατον. καὶ πικρὸς ἐκ τούτων δεσπότης κάτω τοῦ χρόνου γενόμενος, ὅμως οὐκ ἀπώνητο. ἤλασαν γοῦν | 222 | |
5 | οἱ Κεκροπίδαι αὐτόν. ὃ δὲ ἐκπεσὼν τῆς πατρίδος ἐπήγετο τοὺς Πέρσας συμμάχους, ὁρῶν ὃν εἶχεν ἔρωτα Δαρεῖος τῆς Ἀττικῆς, διὰ τὴν ἄτοπον ἐκείνην σπου‐ δήν, ἵνα τὰ σῦκα τὰ Ἀττικὰ μὴ ἐν ἐλευθέρᾳ γῇ ἔτι ἀλλὰ δούλῃ γένηται τῇ ἐκείνου. ἰὼν μὲν οὖν ὅδε | |
10 | ὁ Ἱππίας ἐπὶ τὴν ἑαυτοῦ πατρίδα σὺν τοῖς Πέρσαις καὶ ἐξελίττων τοὺς βαρβάρους μέγα ἔπταρε, καὶ ἅτε γέρων ἤδη εἶχε τοὺς ὀδόντας κραδαινομένους. ἐκ τοίνυν τῆς βίας εἷς ὀδοὺς ἐξεκρούσθη, καὶ κατώ‐ λισθεν ἐς τὴν ψάμμον, καὶ εὑρεθῆναι ἀδύνατος ἦν. | |
15 | ἐπεὶ δὲ ἡττήθησαν οἱ βάρβαροι, φεύγων αὖθις ἐς Λῆμνον ἀφικνεῖται, καὶ κάμνει νόσῳ, καὶ τὴν ὄψιν τυφλοῦται, αἵματος ἐπιρρεύσαντός οἱ διὰ τῶν ὀφθαλ‐ μῶν, καὶ ἀλγεινῶς ἀπέθανε, δίκας ταύτας δοὺς τῇ πατρίδι, ἐπεὶ τοὺς βαρβάρους ἦγεν ἐπὶ καταδουλώσει | |
20 | αὐτῆς, μηνῖσαί τε τοὺς πατρίους θεούς. | |
Fr.75 | αἵ τε νῆες, ἃς ἐπήξαντο ἐκ τῶν Ὀλυμπιακῶν ἀλσέων καὶ τοῦ χώρου τοῦ τῷ Διὶ κομῶντος, κατε‐ σάπησαν. ἔμβολά τε νηῶν γενόμενοι οὐδὲν ὤνησαν οἱ ἀν‐ | |
5 | δριάντες. | |
Fr.76(t) | De Merope Coo. | |
1 | φέρεται δὲ μῦθος καὶ ὅτι Μέροψ Κῷος ἀπαύστως τὴν γυναῖκα πενθῶν θανοῦσαν, ξενίσας Ῥέαν μετε‐ βλήθη εἰς ἀετὸν καὶ σύνεστιν ἀεὶ τῷ Διί. Αἰλιανὸς | |
μέντοι λῃστήν ποτε γενόμενον μεταβληθῆναι εἰς ἀετὸν | 223 | |
5 | λέγει. διὸ καὶ γαμψώνυχον μὲν εἶναι καὶ θηρατικόν, ἐν γήρᾳ δὲ ἀχρειοῦσθαι τὸ ῥάμφος τῇ ἄγαν ἐπικάμψει· καὶ ἔχει ποινὴν τῆς ποτὲ θηριωδίας τὸν ἐν γήρᾳ λι‐ μόν, ἤδη δὲ καὶ τὸν ἐκ κανθάρων πόλεμον, ὡς εὐθὺς μετ’ ὀλίγα ῥηθήσεται. | |
Fr.77(t) | De Scedasi filiabus. | |
1 | κατηύχοντό τε τοὺς ταῦτα δρῶντας ἀχώρους τε καὶ ἀτάφους κυσὶ καὶ ὄρνισιν ἐκριφῆναι, καὶ τὰς ψυχὰς αὐτῶν μὴ ὑποδέξασθαι σὺν εὐμενείᾳ, ἀλλ’ ἐπαρτῆσαι τὰς δι’ αἰῶνος τιμωρίας αὐτοῖς. | |
5 | αἳ δὲ κατευξάμεναι τὸν χῶρον πάντα ἐκεῖνον Λα‐ κωνικῷ αἵματι ἐπικλυσθῆναι, ἑαυτὰς ἀπέσφαξαν. | |
Fr.78(t) | Simonides a Dioscuris servatus. | |
1 | ὃ δὲ ἐκέλευε παρὰ τῶν ἠπῃνημένων πολλῷ πλεί‐ ονα μισθὸν κομίζεσθαι. ταῦτά τοι οἱ Διόσκοροι οὐκ ἠτίμασάν οἱ φανῆναι πάλιν. | |
5 | καὶ παραχρῆμα ἡ οἰκία κατεσείσθη πρηνής. | |
Fr.79 | ἀναπαυομένων καὶ ὁρμιζομένων τὴν τελευταίαν ὅρμισιν τὸ θεῖον οὐκ ἀμελεῖ τῶν καλῶν τε κἀγαθῶν | |
ἀνδρῶν. | 224 | |
Fr.80(t) | De Archilocho. | |
1 | ὅτι τῶν σπουδαίων οὐδὲ θανόντων οἱ θεοὶ λήθην τίθενται. Ἀρχίλοχον γοῦν, ποιητὴν γενναῖον τἄλλα, εἴ τις αὐτοῦ τὸ αἰσχροεπὲς καὶ τὸ κακόρρημον ἀφέλοι καὶ οἱονεὶ κηλῖδα ἀπορρύψειεν, ὁ Πύθιος ἠλέει, τε‐ | |
5 | θνεῶτα καὶ ταῦτα ἐν τῷ πολέμῳ, ἔνθα δήπου ξυνὸς Ἐνυάλιος. καὶ ὅτε ἧκεν ὁ ἀποκτείνας αὐτόν, Κα‐ λώνδας μὲν ὄνομα, Κόραξ δὲ ἐπώνυμον, τοῦ θεοῦ δεόμενος ὑπὲρ ὧν ἐδεῖτο, οὐ προσήκατο αὐτὸν ἡ Πυθία ὡς ἐναγῆ, ἀλλὰ ταῦτα δήπου τὰ θρυλούμενα | |
10 | ἀνεῖλεν. ὃ δὲ ἄρα προεβάλλετο τὰς τοῦ πολέμου τύ‐ χας, καὶ ἔλεγεν ὡς ἧκεν ἐς ἀμφίβολον ἢ δρᾶσαι ἢ παθεῖν ὅσα ἔπραξε, καὶ ἠξίου μὴ ἀπεχθάνεσθαι τῷ θεῷ, εἰ τῷ ἑαυτοῦ δαίμονι ζῇ, καὶ ἐπηρᾶτο ὅτι μὴ τέθνηκε μᾶλλον ἢ ἀπέκτεινε. καὶ ταῦτα ὁ θεὸς οἰ‐ | |
15 | κτείρει, καὶ αὐτὸν κελεύει ἐλθεῖν ἐς Ταίναρον, ἔνθα Τέττιξ τέθαπται, καὶ μειλίξασθαι τὴν τοῦ Τελεσι‐ κλείου παιδὸς ψυχήν, καὶ πραῧναι χοαῖς. οἷς ἐπείσθη, καὶ τῆς μήνιδος τῆς ἐκ τοῦ θεοῦ ἐξάντης ἐγένετο. | |
Fr.81(t) | De caupone Megarensi. | |
1 | ἀποθανόντων τῶν ἀγαθῶν ἀνθρώπων ὁ θεὸς τίθεται πρόνοιαν καὶ ὤραν, καὶ τιμωρεῖ τοῖς ἀδίκως ἀνῃρημένοις. λέγει γοῦν Χρύσιππος ἐν Μεγάροις καταχθῆναί τινα, χρυσίου ζώνην πεπληρωμένην ἐπα‐ | |
5 | γόμενον. ἀπέκτεινε δὲ ἄρα αὐτὸν πανδοκεὺς ὁ ὑπο‐ | |
δεξάμενος ὀψισθέντα, ἐποφθαλμιάσας τῷ χρυσίῳ· εἶτα ἔμελλεν ἐκκομίζειν ἐφ’ ἁμάξης ἀγούσης κόπρον, ὑποκρύψας ἐν ταύτῃ τὸν πεφονευμένον. ἡ τοίνυν ψυχὴ τοῦ τεθνεῶτος ἐφίσταται Μεγαρεῖ τινι, καὶ λέ‐ | 225 | |
10 | γει ὅσα τε ἔπαθε καὶ ὑφ’ ὅτου, καὶ ὅπως ἐκκομίζεσθαι μέλλοι, καὶ κατὰ ποίας πύλας· ὃ δὲ οὐκ ἤκουσε ῥᾳ‐ θύμως τὰ λεχθέντα, κνεφαῖος δὲ ἐξαναστὰς καὶ πα‐ ραφυλάξας τοῦ ζεύγους ἐπελάβετο, καὶ ἀνίχνευσε τὸν νεκρόν. καὶ ὃ μὲν ἐτάφη, ὃ δὲ ἐκολάσθη. | |
15 | ὃ δὲ ἔς τινος πανδοκέως ἐλθὼν ἠξίου τυχεῖν κατ‐ αγωγῆς· ὃ δὲ ἐδέξατο καὶ πῦρ ἐξέκαυσε. χειμῶνος ὥρα ἦν καὶ πῦρ ἐξέκαυσε τῇ ὥρᾳ σύγ‐ καιρον. καί πως τὴν ζώνην τοῦ χρυσίου, ἣν ἐπήγετο ὁ | |
20 | ξένος, ὁ πανδοκεὺς ἐθεάσατο καὶ παραχρῆμα ἐπο‐ φθαλμιᾷ. ὃ δὲ ἰδὼν τὸ χρυσίον ἐποφθαλμιᾷ τῷ ἀνθρώπῳ. ἐξήγαγεν ἐκ τῆς ζώνης τοὺς χρυσοῦς δαρεικούς, κατακερματίσαι θέλων καὶ διαλύσασθαι τῷ πανδοκεῖ. | |
25 | ἐς τὸ δωμάτιον, οὗ δὴ κατέλυε, γεγονότα. ἐπεὶ δὲ ἀωρία ἦν, ὃ μὲν ἐπὶ τὸν φόνον ὑπεθήγετο. ἐπιρρήγνυται βροντὴ βιαιοτάτη, καὶ τὸ πανδο‐ κεῖον κατηράχθη. | |
Fr.82(t) | De dracone caesorum amicorum ultore. | |
1 | καὶ τὸν δράκοντα τὸν ἐκ τῆς θείας πομπῆς ἥκοντα. | |
ὃ δὲ δράκων προελθὼν ἄρα τοῦ ἀδύτου τό τε αἷμα αὐτῶν ἐξελιχμήσατο καὶ ἐκάθηρε τὰς πληγάς, | 226 | |
5 | ἵνα μή ποτε ἄρα τοῦ λύθρου μιαροὶ βλέπωνται. ὃ δὲ δράκων ταῖς σπείραις τοὺς νεκροὺς συνα‐ γαγὼν ἐφύλαττεν ἀπαθεῖς, ὡς ἂν μήτε τι τῶν χερ‐ σαίων μήτε μὴν τῶν πτηνῶν ἐπὶ λύμῃ προσέλθοι. | |
Fr.83(t) | De Tito Livio et Cornuto. | |
1 | δύο συγγραφέε Ῥωμαίων ἤστην, Τῖτος Λίβιος, οὗ διαρρεῖ πολὺ καὶ κλεινὸν ὄνομα, καὶ Κορνοῦτος. πλούσιον μὲν οὖν ἀκούω καὶ ἄπαιδα τοῦτον, σπου‐ δαῖον δὲ οὐδὲν ὄντα. τοσαύτη δὲ ἦν ἡ διαφορότης | |
5 | ἐς τούσδε τοὺς ἄνδρας τῶν ἀκροωμένων, ὡς τοῦ μὲν Κορνούτου παμπλείστους ἀκούειν, θεραπείᾳ τε καὶ κολακείᾳ τοῦ ἀνδρὸς συρρέοντας καὶ διὰ τὴν ἀπαι‐ δίαν, ἐλπίδι κληρονομίας· τοῦ γε μὴν Λιβίου ὀλίγους, ἀλλὰ ὧν τι ὄφελος ἦν καὶ ἐν κάλλει ψυχῆς καὶ ἐν | |
10 | εὐγλωττίᾳ παιδείας. καὶ ταῦτα μὲν ἐπράττετο. ὁ χρόνος δὲ ὁ ἄπρατός τε καὶ ἀδέκαστος καὶ ἡ τούτου φύλαξ καὶ ὀπαδὸς καὶ ἔφορος ἀλήθεια, μήτε χρημά‐ των δεόμενοι, μήτε μὴν ὀνειροπολοῦντες ἐκ κλήρου διαδοχήν, μήτ’ ἄλλῳ τῳ αἰσχρῷ καὶ κιβδήλῳ τε καὶ | |
15 | καπήλῳ καὶ ἥκιστα ἐλευθέρῳ ἁλισκόμενοι, τὸν μὲν ἀνέφηναν καὶ ἐξεκάλυψαν, ὥσπερ κεκρυμμένον θη‐ σαυρὸν καὶ κεχανδότα πολλὰ καὶ ἐσθλά, τὸ τοῦ Ὁμή‐ ρου, τοῦτον τὸν Λίβιον· τοῦ δὲ πλουσίου καὶ μέντοι καὶ περιρρεομένου τοῖς χρήμασι λήθην κατέχεαν τοῦ | |
20 | Κορνούτου. καὶ ἴσασιν ἤ τις ἢ οὐδεὶς αὐτόν. | 227 |
Fr.84 | καὶ ἑώρων φάσμα τὸ μέγεθος ἐξῆκον πέρα καὶ ἀνωτέρω τοῦ ἱστοῦ. ὃ δὲ περιαλγῶν ἐπὶ τῇ προρρήσει ἦν δῆλος, ἐπὶ ξυροῦ τε ἀκμῆς τὸ λεγόμενον ὁ τούτου κίνδυνος ὤν, | |
5 | οἵ τε ναῦται καὶ ὅσοι περίνεοι οὐκ ἀνεξόμενοι τῆς τούτου μελλήσεως δῆλοι ἦσαν. οἱ ἄνεμοι οἱ σκληροί τε καὶ ἐχθροὶ παραχρῆμα ἐκόπασαν, καὶ τὸ κῦμα ἐστορέσθη· πνεῦμα δὲ κεκρι‐ μένον κατὰ πρύμναν ἐπέρρει, καὶ τὰ ἱστία ἐπλήρου. | |
Fr.85 | ἰνδάλματα εἰκασμένα κυσὶν ἔκ τινος θείας ὁρμῆς τοῦτον ἐπιπηδήσαντα, οἰκτρῶς, ὅσα ἰδεῖν, διέξυεν. ἦν δὲ ἄρα εἴδωλα ταῦτα, ὧνπερ οὐ μετὰ μακρὸν ἔμελλε πείσεσθαι ὁ δυστυχὴς νεκρὸς ἐκείνου. | |
Fr.86(t) | De Clearcho Pontico. | |
1 | καὶ Κλέαρχος ὁ Ποντικὸς νέος ὢν ἐς Ἀθήνας ἀφίκετο ἀκοῦσαι Πλάτωνος. καὶ λέγων φιλοσοφίας διψῆν ὀλίγα οἱ συγγενόμενος (ἦν γὰρ θεοῖς ἐχθρὸς) ὄναρ ὁρᾷ ὅδε ὁ Κλέαρχος γυναῖκά τινα λέγουσαν πρὸς | |
5 | αὐτὸν ‘ἄπιθι τῆς Ἀκαδημείας καὶ φεῦγε φιλοσοφίαν· οὐ γάρ σοι θέμις ἐπαυρέσθαι αὐτῆς· ὁρᾷ γὰρ πρός σε ἔχθιστον.‘ ὧν ἀκούσας ἐπάνεισιν ἐς τὴν Ἡρα‐ κλείαν. φθόνῳ δὲ ἐπικλυσθεὶς ἐκπλεῖ τῆς οἴκοθεν, καὶ φυγὰς ἀλώμενος ἔρχεται πρὸς Μιθριδάτην, καὶ στρα‐ | |
10 | τοπεδευόμενος παρ’ αὐτῷ ἐπῃνεῖτο. οὐ μὴν μετὰ μακρὸν ἐκπίπτουσιν οἱ Ἡρακλεῶται ἐς στάσιν βαρεῖαν, εἶτα ἐπανελθεῖν ἐς φιλίαν καὶ συμβάσεις βουλόμενοι προαιροῦνται ἔφορον τῆς αὖθις ὁμονοίας τὸν Κλέαρ‐ χον. ἐπειδὴ δὲ κλητὸς παρεγένετο, καταλύσας ἔν | 228 |
15 | τινι τῶν σταθμῶν τῶν διὰ τῆς ὁδοῦ ὄναρ ὁρᾷ πα‐ λαιὸν Ἡρακλεωτῶν τύραννον Εὐώπιον ὄνομα λέγοντα αὐτῷ ὅτι ‘δεῖ τυραννῆσαί σε τῆς πατρίδοσ‘· προσ‐ έταττε δὲ καὶ οὗτος φιλοσοφίαν φυλάττεσθαι αὐτόν. ὑπεμνήσθη καὶ τούτων ἐκ τῆς προρρήσεως τῆς | |
20 | Ἀθήνησιν. ἐγκρατὴς οὖν τῶν κοινῶν γενόμενος, ὠμότατός τε ἦν καὶ ἐς ὑπεροψίαν ἐξαφθεὶς ἄμαχον τοῦ μὲν ἔτι ἄνθρωπος εἶναι κατεφρόνει, προσκυ‐ νεῖσθαι δὲ καὶ ταῖς τῶν Ὀλυμπίων γεραίρεσθαι τι‐ μαῖς ἠξίου, καὶ στολὰς ἤσθητο θεοῖς συνήθεις, καὶ | |
25 | τοῖς ἀγάλμασι τοῖς ἐκείνων ἐπιπρεπούσας, τόν τε υἱὸν τὸν ἑαυτοῦ Κεραυνὸν ἐκάλεσεν. ἀπέκτεινε δὲ αὐτὸν πρῶτον μὲν ἡ Δίκη, εἶτα ἡ χεὶρ ἡ Χίωνος, ὅσπερ οὖν ἦν ἑταῖρος Πλάτωνος, καὶ χρόνον διήκου‐ σεν αὐτοῦ, καὶ τὸ μισοτύραννον ἐκ τῆς ἐκείνου ἑστίας | |
30 | σπασάμενος ἠλευθέρωσε τὴν πατρίδα. κοινωνὼ δέ οἱ τῆς καλῆς πράξεως γενέσθαι λέγονται Λεωνίδης τε καὶ Ἀντίθεος, φιλοσόφω καὶ τώδε ἄνδρε. ὅπως δὲ ἔδωκε δίκας ἀνθ’ ὧν ἐτόλμησεν εἴρηται. | |
Fr.87(t) | Interitus Sybaritarum. | |
1 | ἐπὶ μέγα τρυφῆς προελθόντες οἱ Συβαρῖται καὶ πλούτου ἐπὶ μέγα ἥκοντες ἑαυτοῖς καὶ ἄλλοις ἐδόκουν ἀξιόζηλοι εἶναι. | |
πυθόμενοι δὲ ταῦτα οἱ Συβαρῖται κατέγραφον | 229 | |
5 | ἑαυτοῖς εὐδαιμονίαν δι’ αἰῶνος. μὴ γὰρ ἐκπλεύσειν τῶν φρενῶν ἐς τοσοῦτον, ὡς ἀνθρώπους προτιμῆσαί ποτε θεῶν. καὶ νόμον ἔθεντο, εἰ τοιοῦτοι γένοιντο ὑπὸ τῷ τοσούτῳ θεῷ, εὐδαιμονίαν εἶναι καταγράφοντες | |
10 | κοινήν. ὃ δὲ ὁρῶν οἷ κακοῦ εἴη, ἐπὶ τὸν τάφον τοῦ γει‐ ναμένου καταφεύγει. | |
Fr.88 | κελεύει ἡ Πυθία εἴδωλόν τε πεπλασμένον ἐς ὄψιν γυναικὸς μετέωρον ἐξαρτᾶν· καὶ ἀνερρώσθη ἡ πόλις. | |
Fr.89(t) | De Euphronio. | |
1 | ἀνὴρ Εὐφρόνιος, κακοδαίμων ἀνήρ, καὶ ἔχαιρεν ἐπὶ ταῖς Ἐπικούρου φλυαρίαις καὶ ἐξ ἐκείνων κακὰ εἰρύσατο δύο, ἄθεος τε καὶ ἀκόλαστος εἶναι. ὃ δὲ ἐν τοσούτῳ κακῷ ὢν οὐκ ἐπελάθετο τῆς | |
5 | βδελυρᾶς ἐκείνης καὶ ἀθέου συγγραφῆς, ἣν ὁ Γαρ‐ γήττιος, ὥσπερ οὖν τὰ ἐκ Τιτανικῶν σπερμάτων φύντα, τῷ βίῳ τῶν ἀνθρώπων κηλῖδα προσετρίψατο. ὃ δὲ ἀθλίως νόσῳ (περιπνευμονίαν καλοῦσιν Ἀσκληπιαδῶν παῖδες αὐτήν) πιεζόμενος τὰ μὲν πρῶτα | |
10 | ἐδεῖτο τῆς ἀνθρώπων ἰατρικῆς καὶ ἐκείνων ἤρτητο. τῆς τῶν ἰατρῶν ἐπιστήμης βιαιότερον ἦν τὸ νό‐ | |
σημα. ἐπεὶ τοίνυν ὑπὲρ τῶν ἐσχάτων ἐσάλευεν ἤδη, κο‐ μίζουσιν αὐτὸν οἱ προσήκοντες ἐς Ἀσκληπιοῦ. | 230 | |
15 | καὶ καταδαρθόντι οἱ τῶν τις ἱερέων ἐδόκει λέγειν μίαν εἶναι σωτηρίας ὁδὸν τῷ ἀνδρὶ καὶ ἓν τῶν ἐφε‐ στώτων κακῶν φάρμακον, εἴπερ οὖν τὰ Ἐπικούρου βιβλία καταφλέξας, καὶ τῶν ἀθέων τε καὶ ἀσεβῶν καὶ ἐκτεθηλυμμένων στιγμάτων τὴν σποδὸν ἀναδεύ‐ | |
20 | σει κηρῷ ὑγρῷ, καὶ ἐπιπλασάμενος τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήσει ταινίαις. ὃ δὲ ὅσα ἤκουσε τοῖς οἰκείοις ὁμολογεῖ, καὶ ἐκεῖ‐ νοι περιχαρείας αὐτίκα ὑπεπλήσθησαν τῷ μὴ ἐκ‐ φρησθῆναι ἐκφαυλισθέντα καὶ ἀτιμασθέντα ὑπὸ τοῦ | |
25 | θεοῦ αὐτόν. καί τινα ἐξ αὐτοῦ διδασκαλίαν ἐναυσάμενοι, κᾆτα ἐμιμήσαντο ἐς τὸ εὖ καὶ καλῶς. | |
Fr.90 | φιλοχρημάτω τε ἤστην καὶ ἡδονῶν ἀκράτορε. καὶ τὸν τρόπον ἀφειδεστάτω ἤστην καὶ φονικω‐ τάτω. ὑποβλήτους ἂν εἶπέ τις αὐτοὺς εἶναι καὶ νόθους | |
5 | ἄντικρυς. ἀνέπλησαν δὲ τὴν ἑαυτῶν πατρίδα πολλῶν κακῶν. ἀνθ’ ὧν τὰ ἐπίχειρα ἠνέγκαντο ἀλλήλοις πρεπω‐ δέστατα. ἐν ἀκμῇ τοῦ κακοῦ μνήμη τις ἐσῆλθε τῶν Σαμο‐ | |
10 | θρᾴκων· καὶ γὰρ οὖν τετελεσμένω αὐτοῖς ἤστην. καὶ ἐν ἑαυτοῖς θεοκλυτοῦντες ἅμα καὶ τῶν ὀργίων ἐμέμνηντο. | 231 |
Fr.91 | οὐδὲ ἐψεύσατο. ὃ δὲ ὄναρ εἶδε τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι, καὶ ἠντιβόλει ῥυόμενος τὴν πήρωσιν τῆς ὄψεως, λέγων ‘ἀφίξομαι ὑμῖν δύο ἡμερῶν ὕστε‐ ρον.‘ ἀνῃρέθη γοῦν μετὰ τοσαύτας ἡμέρας. | |
Fr.92 | τοῦτον οὖν ὁμόδουλος κύων ὑπέρ τινος παραπε‐ σόντος ἐδέσματος οἰηθεῖσά οἱ διαφέρεσθαι, προσπαί‐ ζοντος ἄλλως. ἣ δὲ ἠγανάκτησε καὶ κυνηδὸν ὑποπλησθεῖσα τοῦ | |
5 | θυμοῦ, τοῖς ὀδοῦσιν ἐμφῦσα ἐς τὸ σκέλος εἶτα μηδὲν ἀδικοῦντα χωλὸν εἰργάσατο. | |
Fr.93 | τοῦτον οὖν πλευρῖτις νόσος περιλαβοῦσα ἐστρέ‐ βλου δεινῶς. | |
Fr.94 | ἔνθεν τοι καὶ τὸ ἀρρώστημα ἦν τὴν γένεσιν λαβόν. | |
Fr.95 | ὑπὲρ δὴ τούτων τούτῳ ζωάγρια ἀποδιδούς, ᾗπερ | |
οὖν δυνατὸν ἦν. | 232 | |
Fr.96 | ἐπεὶ τοίνυν ὑπ’ ἀτολμίας οὗτος τῷ θεῷ ἠπείθησε, τῶν παρόντων παίδων οἵ φασι τὸν πρεσβύτην ἔργον τῆς παρούσης νόσου γενέσθαι. | |
Fr.97 | καὶ οἳ μὲν ἔδρασαν ταῦτα· εἶτα μέντοι ἐξάντεις γίνονται τοῦ κακοῦ. | |
Fr.98(t) | Gallus Tanagraeus ab Aesculapio sanatus. | |
1 | ἀλεκτρυόνα ἀθλητὴν Ταναγραῖον. ᾄδονται δὲ εὐ‐ γενεῖς οὗτοι. ὃ δὲ ἐμοὶ δοκεῖν ὁρμῇ τῇ παρὰ τοῦ Ἀσκληπιοῦ ἐς τὸν δεσπότην ἀσκωλιάζων θάτερον τῶν ποδῶν ἔρ‐ | |
5 | χεται, καὶ ὄρθριον ᾀδομένου τοῦ παιᾶνος τῷ Ἀσκλη‐ πιῷ ἑαυτὸν ἀποφαίνει τῶν χορευτῶν ἕνα, καὶ ἐν τάξει στὰς ὥσπερ οὖν παρά τινος λαβὼν χορολέκτου τὴν στάσιν, ὡς οἷός τε ἦν συνᾴδειν ἐπειρᾶτο τῷ ὀρ‐ νιθείῳ μέλει, συνῳδόν τε καὶ συμμελὲς ἀναμέλπων. | |
10 | ὃ δὲ ἀλεκτρύων ἑστὼς ἐπὶ θατέρου ποδὸς πρού‐ τεινε τὸν λελωβημένον καὶ κυλλόν, ὥσπερ οὖν μαρ‐ τυρόμενος καὶ ἐμφαίνων οἷα ἐπεπόνθει. ὃ δὲ ἀλέκτωρ ὕμνει τὸν σωτῆρα ᾗπερ οὖν ἔσθενε φωνῇ, καὶ ἐδεῖτο ἀρτίπουν θεῖναι αὐτόν. | |
15 | καὶ ὃ μὲν ἔδρασε τὸ προσταχθέν, ὁ δὲ ὄρνις πρὸ βουλυτοῦ ἐπ’ ἀμφοῖν βαδίζων καὶ τὼ πτέρυγε κρού‐ | |
ων καὶ βαίνων μακρὰ καὶ αἴρων τὸν τράχηλον καὶ τὸν λόφον ἐπισείων, οἷον ὁπλίτης γαῦρος, τὴν ἐς τὰ ἄλογα προμήθειαν ἐπεδείκνυτο. | 233 | |
20 | ἀφίησι τῷ Ἀσκληπιῷ ἀνάθημά τε καὶ ἄθυρμα εἶναι, οἱονεὶ θεράποντα καὶ οἰκέτην περιπολοῦντα τῷ νεῷ τὸν ὄρνιν, ὁ Ἀσπένδιος ἐκεῖνος. | |
Fr.99(t) | Aesculapius Theopompo comico medetur. | |
1 | ὅτι Ἀσκληπιὸς καὶ τῶν ἐν παιδείᾳ ἦν προμηθής. φθόῃ γοῦν Θεόπομπον τὸν Ἀθηναῖον ῥινώμενόν τε καὶ λειβόμενον ἰάσατο, καὶ κωμῳδίας αὖθις διδάσκειν ἐπῆρεν, ὁλόκληρόν τε καὶ σῶν καὶ ἀρτεμῆ ἐργασά‐ | |
5 | μενος. καὶ δείκνυται καὶ νῦν ὑπὸ λίθῳ Θεοπόμπου (πατρόθεν ὁμολογοῦντος αὐτὸν τοῦ ἐπιγράμματος, Τισαμενοῦ γὰρ ἦν υἱός) εἴδωλον Παρίας λίθου. καὶ ἔστι τὸ ἴνδαλμα τοῦ πάθους μάλα ἐναργές. κλίνη καὶ αὐτὴ λίθου. ἐπ’ αὐτῆς κεῖται νοσοῦν τὸ ἐκείνου | |
10 | φάσμα χειρουργίᾳ φιλοτέχνῳ· παρέστηκε δὲ ὁ θεὸς καὶ ὀρέγει οἱ τὴν παιώνιον χεῖρα, καὶ παῖς νεαρὸς ὑπομειδιῶν καὶ οὗτος. τί δὲ ἄρα νοεῖ ὁ παῖς; ἐγὼ συνίημι τοῦ φιλοπαίστην ποιητὴν ὑποδηλοῦν· γελᾷ γὰρ καὶ τῆς κωμῳδίας τὸ ἴδιον διὰ συμβόλων αἰνίτ‐ | |
15 | τεται. εἰ δὲ ἄλλος νοεῖ ἑτέρως, κρατείτω τῆς ἑαυτοῦ γνώμης, ἐμὲ δὲ μὴ ἐνοχλείτω. | |
Fr.100 | ὁ Ἀσκληπιὸς Παύσωνα καὶ Ἶρον κἂν ἄλλον τινὰ τῶν ἀπόρων ἰάσαιτο. ὀφθαλμὼ γάρ τις ἐνόσει. εἶτα | |
ἐπιστὰς ὃ δὲ λέγει ὄξει λύσαντα κάπρου πιμελὴν κᾆτα ὑπαλείψασθαι. ὃ δὲ κοινοῦται τῷ συνήθει | 234 | |
5 | ἰατρῷ. ὃ δὲ ἐπειρᾶτο τὰς αἰτίας λέγειν· τὸ μὲν γὰρ συστέλλειν τὸ οἴδημα τῇ δριμύτητι, τὸ δὲ ἐπιλιπαίνειν καὶ ἡσυχῆ ὑποτρέφειν ὁ εἴρων ἔλεγε. | |
Fr.101 | Ἀρίσταρχος Τεγεάτης, ὁ τῶν τραγῳδιῶν ποιητής, νοσεῖ τινα νόσον· καὶ ἰᾶται αὐτὸν ὁ Ἀσκληπιός, καὶ προστάττει χαριστήρια τῆς ὑγιείας. ὃ δὲ ποιητὴς τὸ δρᾶμα τὸ ὁμώνυμόν οἱ νέμει. θεοὶ δὲ ὑγιείας μὲν | |
5 | οὐκ ἄν ποτε μισθὸν αἰτήσαιεν οὐδ’ ἂν λάβοιεν. ἢ πῶς ἄν; εἴγε τὰ μέγιστα ὑμῖν φρενὶ φιλανθρώπῳ καὶ ἀγαθῇ παρέχουσι προῖκα, ἥλιόν τε ὁρᾶν καὶ τοῦ θεοῦ τοῦ τοσούτου τῆς παναρκοῦς ἀμισθὶ μεταλαμ‐ βάνειν ἀκτῖνος, καὶ χρῆσιν ὕδατος, καὶ πυρὸς συν‐ | |
10 | τέχνου μυρίας ἐπιγονὰς καὶ ποικίλας ἅμα καὶ συν‐ εργοὺς ἐπικουρίας, καὶ ἀέρος σπᾶν, καὶ ἔχειν τροφὴν ζωῆς τὸ ἐξ αὐτοῦ πνεῦμα. ἐθέλουσι δὲ ἄρα ἐν τοῖσδε τοῖς μικροῖς μήτε ἀχαρίστους εἶναι μήτε ἀμνήμονας ἡμᾶς, καὶ ἐν τούτοις ἀμείνονας ἀποφαίνοντες. | |
Fr.102 | ἀνὴρ πρεσβύτης νοσῶν καὶ ἐπιθανὴς ὤν. | |
Fr.103(t) | Pythiae oraculum. | |
1 | ὅτι Διογένης εἶχεν ἐρῶντα παῖδα καὶ πικρὸς ὢν πατὴρ οὐ συνεγίνωσκε νέου ῥᾳθυμίᾳ, ἀλλὰ ἀνείργων αὐτὸν καὶ ἀναστέλλων τοῦ πόθου μᾶλλόν οἱ τὸ πά‐ | |
θος παρώξυνε. καὶ ἦν τοῦ κακοῦ δεινὴ ἐπίτασις· | 235 | |
5 | ἐξερριπίζετο γὰρ ὁ ἔρως, ἐμποδὼν ἱσταμένου τοῦ Διο‐ γένους, καὶ ἐς τὴν παροῦσαν νόσον μᾶλλον ἐξήπτετο ὁ νέος. ἧκεν οὖν ἐς Δελφούς, ὡς ἑώρα φιλόνεικον ὂν τὸ κακόν, καὶ δυσανασχετῶν τε ἅμα καὶ περιαλγῶν ἐρωτᾷ εἴ οἱ πεπαύσεται νοσῶν ποτε ὁ παῖς. ἣ δὲ ὡς | |
10 | εἶδεν οὐ πάνυ τι φρενήρη γέροντα οὐδὲ ἐρωτικαῖς συγ‐ γνώμονα ἀνάγκαις λέγει ταῦτα λήξει παῖς σὸς ἔρωτος, ὅταν κούφῃ νεότητι Κύπριδος ἱμερόεντι καταφλεχθῇ φρένας οἴστρῳ. ὀργὴν οὖν πρήυνον ἀμειδέα, μηδ’ ἐπιτείνειν | |
15 | κωλύων· πράσσεις γὰρ ἐναντία σοῖσι λογισμοῖς. ἢν δ’ ἐφ’ ἡσυχίην ἔλθῃς, λήθην τάχος ἕξει φίλτρων καὶ νήψας αἰσχρᾶς καταπαύσεται ὁρμῆς. ἀκούσας τοίνυν ὁ Διογένης ταῦτα τὸν μὲν θυμὸν κατεστόρεσεν, ἐλπίδος δὲ ὑπεπλήσθη χρηστῆς, ἔχων | |
20 | τῆς τοῦ παιδὸς σωφροσύνης ἐγγυητὰς ἀξιόχρεως· καὶ ἐν ταὐτῷ βελτίων ἐγένετο ὁ πατήρ, ἡμερωθείς τε καὶ πραϋνθεὶς τὸν τρόπον. τοῦτό τοι καὶ ὁ τραγικὸς Αἵμων ὁ τοῦ Σοφοκλέους ἀπεδείξατο τῆς Ἀντιγόνης ἐρῶν καὶ πικρῷ ζυγομαχῶν πατρὶ τῷ Κρέοντι· καὶ | |
25 | γάρ τοι καὶ ἐκεῖνος ὁμοίως ἐλαυνόμενος ξίφει πρὸς τὸν ἔρωτα καὶ τὸν πατέρα τὴν νόσον ἐλύσατο. | |
Fr.104(t) | Glaucus a Polyido in vitam revocatus. | |
1 | ἀνὴρ ἦν ἐν τῇ Γαλεώτιδι, δεινὸς λύσεις τε νόσων εἰπεῖν καὶ ὥραν ἀκαιρίας ἀκέσασθαι ἀγονίαις καὶ ἀκαρπίαις διά τινων ἱερουργιῶν, ἐπινοῆσαί τε καὶ | |
δοῦναι μεταβολὰς καί τινας ἐς εὐπορίαν ἀγαθὰς ὁδούς. | 236 | |
5 | τοῦτον ἐς Κρήτην ὁ Μίνως καλεῖ φασιν ἐπὶ δώροις, ἵνα τοῦ Γλαύκου τὴν ὑμνουμένην ἀπώλειαν ἀνι‐ χνεύσῃ. | |
Fr.105(t) | De Iachime Aegyptio. | |
1 | Σενύης Αἰγυπτίων βασιλεύς, δίκαιος πάνυ. ἕπε‐ ται δὲ τῷ τρόπῳ τοῦ ἀνδρὸς τοῦδε ἄλλα μὲν ἐκ θεοῦ ἀγαθά, καὶ μέντοι καὶ ἱερογραμματέα ᾄδουσιν οἱ Αἰγύπτιοι λόγοι κατ’ αὐτὸν γενέσθαι θεοφιλῆ τε καὶ | |
5 | ἐς πολλὰ λυσιτελῆ. ὄνομα αὐτῷ Ἰαχίμ. ὅν φασι περι‐ άπτων καὶ ἐπαοιδῶν ἔμπειρον γενέσθαι. οὗτος ἐγένετο Αἰγύπτιος, ἀνὴρ θεοφιλὴς καὶ ἐς πολλὰ λυσιτελής. ἦν δὲ ἐπὶ Σενύου βασιλέως Αἰγυ‐ πτίων, περιάπτων καὶ ἐπαοιδῶν ἀντίπαλος, καὶ ἐν ταῖς | |
10 | ὀδύναις καὶ νόσοις σοφιστὴς ἄκρος. ὃς λοιμῶν ἐπι‐ δημίας ἔσβεσεν, καὶ τὴν ἀμφὶ τὸν κύνα τὸν Σείριον πρωτίστην ἐπιτολὴν καὶ τὴν ὁρμὴν τὴν ἔμπυρον ἡμέρωσε τοῦ ἀστέρος. διὸ καὶ πολυτελῶς ἐτάφη. καὶ εἴ ποτε δημοσία νόσος ἐπεπόλασεν, ἐπὶ τὸν σηκὸν | |
15 | τοῦδε φοιτῶντες οἱ ἱερογραμματεῖς εἶτα μέντοι τὰς δεούσας ἱερουργίας ἐπιτελοῦντες ἐκ τοῦ βωμοῦ πῦρ ἐναύονται καὶ ἐξάπτοντες πυρὰς κατὰ πόλεις καὶ τοῦ δυσώδους ἀέρος τὴν φθοροποιὸν ἐκείνην νόσον μα‐ ραίνοντες καὶ κρατύνοντες, τοῦτο δὴ τὸ καινότατον, | |
20 | τὴν νόσον ἔσβεσαν πυρί. | |
Fr.106(t) | Homo libidinosus a Serapide sanatus. | |
1 | ἀνδρὶ ἐπιόρκῳ καὶ τὰ θεῖα ἐν μηδεμιᾷ ὤρᾳ τιθε‐ | |
μένῳ, ἀπάταις δὲ καὶ ψευδολογίαις συμβιοῦντι καὶ οὐδὲν οὐδέποτε λέγοντι ὑγιές, καὶ ἐντεῦθεν πλου‐ τοῦντι πλοῦτον ἐπίρρητον. | 237 | |
5 | καὶ αὐτῷ τῶν συγγενῶν τινες ἐφήδοντο, ὡς τὰ αὐτοῦ διαδεξόμενοι· ἐκείνῳ γὰρ μὴ εἶναι παῖδας, ἅτε ῥᾴθυμον βίον καὶ λάγνον τὸν ἐς ἑταίρας καὶ πό‐ τους προῃρημένῳ. καὶ ἄλλος αὐτοῦ παλλακίδι ἐπιμανεὶς ὡς ἤδη | |
10 | θεραπαίνῃ τὸν ἄθλιον ἐν νεκροῖς ἠρίθμουν. καὶ οἵ γε κηδόμενοι τοῦ ἀνδρὸς ὠδύροντό τε αὐτὸν καὶ θεοὺς ἐκάλουν συμμάχους, καὶ πρὸ πάντων Σάραπιν. ὃ δὲ ἐδεῖτο τοῦ θεοῦ ἐπικουρῆσαί τε αὐτῷ καὶ λύκους κεχηνότας ἀποφῆναι τοὺς τὰ ἐκείνου ἑαυτοῖς | |
15 | καταγράφοντας, ἵνα μὴ αὐτὸς ὄφλῃ γέλωτα ἄλλοις, ἀλλ’ ἐκεῖνοι αὐτῷ. καὶ οὐκ ἐξήμβλωτό οἱ ἡ ἐλπίς. ὄψις οὖν ἰνδάλματος ἱεροῦ ὄναρ ἐπιστᾶσα λέγει ποιήσασθαι μεταβολὴν βίου. | |
20 | ὃ δὲ τἄλλα ὢν ἀνόσιος τοῦτο γοῦν πείθεται τῷ θεῷ. | |
Fr.107(t) | De Albio Antonii parasito. | |
1 | διώνυμοι κόλακες καὶ κεκηρυγμένοι περιηχοῦσιν ἡμᾶς, Κλείσοφοί τε καὶ Στρουθίαι καὶ Θήρωνες, καὶ οἱ περὶ τὴν Διονυσίου βομβοῦντες τράπεζαν, καὶ οἱ περὶ τὴν Ἀλεξάνδρου μεμηνότες δαῖτα καὶ χεῖρα, καὶ | |
5 | ἄλλοι δὲ καὶ ἄλλοι ὧν εἶπον, Ὀρέστης, Μαρψίας, Καλλίου τοῦ Ἀθηναίου κόλακες σὺν ἑτέροις, καὶ ὅδε | |
παρὰ Ῥωμαίοις Ἄλβιος ὄνομα. Ἄλβιος ἐς τὴν ἱππάδα τελῶν, τὴν Ἀντωνίου θε‐ ραπεύων καὶ ὑπαικάλλων ἅμα φάτνην. | 238 | |
Fr.108(t) | De Iortio Maecenatis parasito. | |
1 | ἐπεὶ οἱ Ἕλληνες Κλεισόφους τε ᾄδουσι καὶ Θή‐ ρωνας καὶ Στρουθίας καὶ Χαιρεφῶντας, ἀνθρώπους ἐσθίειν εἰδότας ἐς κόρον καὶ δεινοὺς γαστέρα δέ, φέρε καὶ ἡμεῖς καί τι παίσωμεν, παρασίτου μνημο‐ | |
5 | νεύσαντες ἡμεδαποῦ. Ἰόρτιόν τε καὶ τοῦτον θῶπα ἰσχυρὸν ὑμνοῦσι. πολλὰ μὲν οὖν καὶ ἄλλα τῆς τούτου βωμολοχίας τε καὶ αἱμυλίας μαρτύρια διαρρεῖ, ἐν δὲ τοῖς ἄρα καὶ ἐκεῖνο. ἐν τῷ συνδείπνῳ τῷ τοῦ Μαικήνα τράπεζα | |
10 | ἐγγώνιος ἦν ὑπὸ τῇ κλισίᾳ, τὸ μέγεθος μεγίστη καὶ κάλλος ἄμαχος. καὶ οἷα εἰκὸς ἐπῄνουν ἄλλοι ἄλλως αὐτήν. ὁ δὲ Ἰόρτιος οὐκ ἔχων ὅ τι παρ’ ἑαυτοῦ τερα‐ τεύσασθαι, σιγῆς γενομένης ‘ἐκεῖνο δὲ οὐκ ἐννοεῖτε, ὦ φίλοι συμπόται, ὡς στρογγύλη ἐστὶ καὶ ἄγαν περι‐ | |
15 | φερής.‘ ἐπὶ τοίνυν τῇ ἀκράτῳ κολακείᾳ, ὡς τὸ εἰκός, γέλως κατερράγη. Πλούταρχος. | |
Fr.109(t) | De Iunio parasito. | |
1 | Ἰούνιος ὄνομα, ἐς τὴν ἱππάδα τελῶν, διὰ τὸ καὶ φαγεῖν ζῶν, συνήθης ἦν τρισὶ πλουσίοις, κοιλιοδαί‐ μων τε καὶ ταγηνοκνισοθήρας· βούλομαι γὰρ τὰ τῆς | |
κωμῳδίας ἐς τοὺς τοιούτους εἰπεῖν, οὐδεμιᾷ μὰ τὸν | 239 | |
5 | ἀπειροκαλίᾳ. ὃς ἔνειμε τὴν γαστέρα ταῖς τρισὶ τρα‐ πέζαις, καὶ τοσαύταις ἐπιπηδῶν τραπέζαις λύκου τι‐ νὸς δίκην ἢ ἰκτίνου ἢ ἁρπυίας, ἵνα τι καὶ παίσω. | |
Fr.110(t) | De M. Apicio et amicis. | |
1 | Ἀπίκιος Μάρκος, οὗ διαρρεῖ μυρίον ὄνομα ἐπί τε ἀσωτίᾳ καὶ πολυτελεία καὶ ῥᾳστωνεύσει βίου καὶ κακοδαιμοσύνῃ λοιπῇ. ὑπάτω δὲ ἤστην Ἰούνιος Βλαῖ‐ σος καὶ Λεύκιος. ὁ τοίνυν Βλαῖσος, ἐπὶ τὴν θοίνην | |
5 | κληθείς, οἷον ἐφολκίδα ἄκλητον ἐπάγεται Ἀσκώνιον Πεδιανόν. ἐξῆν γὰρ καὶ ἐπικλήτους οἱονεὶ σκιὰς ἑαυτοῖς παρακαλεῖν τινας, καὶ ἔδει τὸν Ἀπίκιον καὶ φίλοις καὶ ἀγνῶσι τὴν οὐσίαν ῥίπτειν τὴν ἑαυτοῦ. πέπυσμαι δὴ ἐν τῷδε τῷ συνδείπνῳ γενέσθαι καὶ | |
10 | Ἰσίδωρον ὄνομα, τῶν ἐκ παλαίστρας κατατριβέντων, ἄνδρα παλαιὸν μὲν ἤδη καὶ πολὺν τῷ χρόνῳ, ἓν δὲ καὶ ἐνενήκοντα ἔτη γεγονότα, εὐπαγῆ τε καὶ εὐμελῆ, καὶ βαθὺν μὲν τὰς πλευράς, γενναῖον δὲ τὼ βραχίονε καὶ τὼ χεῖρε ἄκρω, βλέπειν τε ὀξὺν καὶ ἀκούειν | |
15 | ῥᾷστα, ὡς μὴ ἂν πιστεύειν πέρα ἑξήκοντα ἐτῶν εἶναι αὐτόν· σκύφων δὲ πιτύλοις ἁμιλλᾶσθαι διαπίνοντα πρὸς τοὺς νέους, καὶ μέντοι καὶ ὑπὲρ πολυδαισίας καὶ πολυποσίας ἐρίσαι καὶ νεάζειν ταῦτα. ἑνὶ δὲ ἡττηθῆναί φασιν αὐτόν· ἀπελθεῖν γὰρ τοῦ συνδεί‐ | |
20 | πνου θᾶττον. γέροντες δὲ ἄλλοι τε ἔλεγον ἐπὶ τέχνῃ παλαιστρικῇ καὶ μέντοι καὶ Ἰούνιος Βλαῖσος. καὶ ὅτε ταῦτα ἔλεγεν, ἔτη γεγόνει ἑξήκοντα, φασί. μα‐ κρὸν δὲ τὴν ζωὴν γενέσθαι πέπυσμαι Σερουίλιον | |
ὕπατον· ἔτεσι γὰρ τοῖς ἐνενήκοντα ὁμοῦ τε ἐβίωσε | 240 | |
25 | καὶ πάντα, ὡς λόγος, τὰ τοῦ σώματος ἀπαθὴς ἦν, καὶ μέντοι καὶ διεσώσατο τὰς αἰσθήσεις ἁπάσας εὐ‐ μοιρίᾳ ἀξιοζήλῳ τε καὶ σοβαρᾷ. | |
Fr.111(t) | De M. Apicii liberalitate. | |
1 | Μάρκος Ἀπίκιος Ῥωμαῖος ὡς ἦν ἀσωτίας πέρας οὐδεὶς ἀντιφήσει· δοκεῖ δέ πως μεγαλονοίας ἔργον ἐκεῖνο ἀποδείξασθαι. ἐν αὐτῷ ἑστιῶν ὁσημέραι (καὶ γὰρ ἔζη φασὶ τῇ γαστρὶ καὶ τοῖς ἐκείνης ἀκρατεστέ‐ | |
5 | ροις) καί ποτε μεταξὺ θοιναζόντων, Φάβιος, τῶν ὑπατευκότων εἷς, λαβὼν ἔκπωμα κρυστάλλου μέγα τίμιον, εἶτα ἄκων κατέαξεν αὐτό· καὶ ἐπὶ τούτῳ συν‐ νεφὴς ἦν, ἄχει πληγεὶς τὴν ψυχήν. ὁ τοίνυν Ἀπίκιος πειρώμενος αὐτὸν τῆς λύπης ἀπάγειν ‘οὐ καταβαλεῖσ‘ | |
10 | φησι ‘τὸ πραχθὲν καὶ σεαυτὸν ἡμῖν παρέξεις φαιδρό‐ τερον συμπότην; ἢ σοὶ φίλῳ ὄντι τοῦτο δρᾶσαι οὐκ ἐξέσται, ὅπερ οὖν δρῶσι καὶ τῶν οἰνοχόων καὶ τῶν ἀργυρωνήτων πολλοὶ πολλάκις;‘ | |
Fr.112(t) | De Antonio Saturnino. | |
1 | ὅτι Ἀντώνιος Σατορνῖνος, ἐπίρρητος καὶ βδελυ‐ ρός, παρὰ Οὐεσπασιανοῦ ἐς τὴν βουλὴν ἐνεγράφη, Οὐεσπασιανοῦ σοφισαμένου γελοιότατα τοῦτο· ἀξι‐ ώσει γὰρ αὐτὸν περιέβαλε, κακίᾳ δούς, ἀκερδὲς μὲν | |
5 | σεμνὸν δ’ ὅμως τόδε τὸ ἆθλον. βιώσας βίον ἐπίρρητον καὶ βδελυρὸν οὐδεμίαν | |
ἐπιστεύθη βασιλικῶν χρημάτων ἐξουσίαν. | 241 | |
Fr.113(t) | De clade Cannensi. | |
1 | ὁ δὲ Σερουίλιος πολλὰ καὶ ἀτάσθαλα ἐθρασύνετο κατὰ τοῦ Παύλου. τοσοῦτον ἄρα αὐτοῖς ἀπήντησε τὸ πταῖσμα. | |
Fr.114(t) | Capitolium ab anseribus servatum. | |
1 | καὶ ἀναβλέποντες ὁρῶσι τριμμοὺς τῆς ἀνόδου καὶ προσβάσεις, δι’ ὧν ἀνῆλθεν ὁ Ῥωμαῖος· καὶ συνέβα‐ λον μὴ ἄπορον εἶναι ἀλλ’ ἐπιβατόν. | |
Fr.115(t) | De Cleandro Commodi liberto. | |
1 | ὁ δὲ Κλέανδρος ἐλοιδόρησε τὸν ὕπατον τῆς ἐν Αἰγύπτῳ ἀρχῆς Κομόδῳ, καὶ παραλύει αὐτὸν τῆς ἀρχῆς οὐδὲν ἀδικοῦντα. ἵνα τὸν τῶν κακῶν αἴτιον καὶ λευστῆρα ἀφα‐ | |
5 | νίσωσι. | |
Fr.116(t) | De Ennio poeta. | |
1 | Ἔννιος, Ῥωμαῖος ποιητής. ὃν Αἰλιανὸς ἐπαινεῖν ἄξιόν φησι. Σκιπίωνα γὰρ ᾄδων καὶ ἐπὶ μέγα τὸν ἄνδρα ἐξᾶραι βουλόμενός φησι μόνον ἂν Ὅμηρον ἐπαξίους ἐπαίνους εἰπεῖν Σκιπίωνος. δῆλον δὲ ὡς | |
5 | ἐτεθήπει τοῦ ποιητοῦ τὴν μεγαλόνοιαν καὶ τῶν μέ‐ τρων τὸ μεγαλεῖον καὶ ἀξιάγαστον· καὶ ὡς ἐπαινέσαι δεινὸς Ὅμηρός ἐστι καὶ κλέος ἀνδρὸς πυργῶσαί τε καὶ ἆραι, ἐξ ὧν ἐπῄνεσε τὸν Ἀχιλλέα καλῶς ἠπίστατο | |
ὁ ποιητὴς ὁ Μεσσάπιος. | 242 | |
Fr.117(1t) | De Fabio Maximo duce Romano Hannibalis dia‐ | |
2t | dema arripiente. | |
1 | ὃ δὲ ἐκρυέντος τοῦ αἵματος περιτραπεὶς ἐντάφιον ἑαυτῷ τρόπον τινὰ τὸ δυστυχὲς ταινίδιον ἐπήγετο. | |
Fr.118(t) | De Hasdrubale et Clatio. | |
1 | αὐτόχρημα πηδῶν ὑπὲρ τὰ ἐσκαμμένα, τὴν ναῦν Ἀσδρούβα φεύγειν ἐπειγομένην, τὰς χεῖρας ἐπιβαλὼν εἴχετο ἐρρωμένως τῆς πρύμνης ὁ Κλάτιος ὄνομα. | |
Fr.119(t) | De Helio Neronis liberto. | |
1 | ὃς ἦν Νέρωνος ἀπελεύθερος, ἀπολειφθεὶς μελε‐ δωνὸς τῶν ἐν Ῥώμῃ καὶ ἔφορος, ὅτε Νέρων ἐς Ἀχαΐαν ἐξωρμήθη. | |
Fr.120(1t) | T. Manlius a T. Manlio Torquato patre securi | |
2t | percutitur. | |
1 | Ῥωμαῖοι πολεμοῦντες οὐδένα τόπον οὔτε ἐνέκρι‐ νον οὔτε ἀπέκρινον, ἀλλ’ ἔνθα ἔτυχον ἠγωνίζοντο. οἱ γὰρ Ῥωμαῖοι ἔνθα τοῖς ἐχθροῖς ἐνέτυχον, ἐν‐ ταῦθα δήπου καὶ ἠγωνίζοντο, εἴτε εἶεν ἀπειθεῖς οἱ | |
5 | τόποι καὶ τραχεῖς, εἴτε καὶ εὐφυεῖς δέξασθαι ὁπλίτας καὶ εὐήλατοι. Ῥωμαῖοι δὲ εὐπραγίαν παράνομον οὔτε νίκην τε‐ λεσθεῖσαν, ἧς ὁ ἄρχων μὴ ἐκοινώνησεν, ἠσπάζοντο, | |
ἵνα μὴ αὐτοσχεδιάζωσιν ἐν ταῖς πράξεσιν οἱ ὑπήκοοι. | 243 | |
10 | Ῥωμαίων γοῦν ὁ νικήσας τὴν μουνὰξ μάχην ἀνε‐ δεῖτο στεφάνῳ ἀγρώστεως· καὶ ἦν κλέος ἄμαχος. τῶν δὲ Ῥωμαίων κατολισθανόντων ἐς δάκρυα καὶ περιαλγούντων ἐπὶ τῷ πάθει. οὐ μὴν ἐθέλγετο ὁ ὕπατος τοῖς ὑπηρέταις σὺν | |
15 | ὀργῇ βριμούμενος. ὀλίγοι μὲν ἀπεῖπον πεμφθῆναί οἱ τὸν θρίαμβον. | |
Fr.121(t) | De M. Volusio aedile plebis. | |
1 | ἐπανελθόντες οὖν προγραφὰς καὶ τῶν ἐκ βουλῆς καὶ τῶν ἐς τὴν ἱππάδα τελούντων εἰργάσαντο, τού‐ τους ἀποκτιννύντες. Μάρκος τῶν εὖ γεγονότων, τὴν ἀξίωσιν ἀγορα‐ | |
5 | νόμος, προυγράφη· εἶτα μέντοι λαθεῖν βουλόμενος ξυρεῖ τὴν κεφαλὴν καὶ τὸ γένειον, καὶ στολὴν Αἰγυ‐ πτίαν ἀναλαβών, ἥνπερ οἱ τῆς Ἴσιδος θεραπευτῆρες ἤσθηνται, καὶ σεῖστρον ἐπισείων καὶ πόλιν ἐκ πόλεως ἀμείβων καὶ τῷ θεῷ ἀγείρων καὶ ἀναγκαίας τροφάς, | |
10 | λιμοῦ φάρμακα, ἀγαπητῶς λαμβάνων ἠλᾶτο. | |
Fr.122 | καὶ καλῶς Ἡρόδοτος τὰς ὑπὲρ τῶν γυναικῶν οἰστρήσεις τε καὶ μανίας παρ’ οὐδὲν ἐτίθετο. ἐπεὶ καὶ τὴν τοῦ Μενέλεω πρὸς τὸν τοῦ Πριάμου Πάριν ** οὔτε ἐπαινῶ οὔτε ἄγαμαι. | |
5 | ἑκάτερος δι’ ἁρπαγῆς τὴν κόρην ἑαυτοῦ ποι‐ | |
ήσασθαι ἐμαίνοντο. πόλεμος οὖν ἔκφυλος ἐγένετο, καὶ ἐνακμάζει καὶ μάλα ἀδόκητος, οὐκ ἔχων οὔτε γενναίαν οὔτε εὐπρεπῆ τὴν ὑπόθεσιν. λαβόντες ἑκάτερος τῆς κόρης τὴν ἄδωρον μοῖραν | 244 | |
10 | τῷ ἑαυτῶν λέχει (τραγικὸς ἂν εἶπε ποιητὴς) ἑαυτοὺς κατέσφαξαν. ἀλλὰ καὶ ἐκείνων νεμηθέντων εἰς τὴν στάσιν. τοῖς φίλοις καὶ οἰκείοις ἐμπαλασσόμενοι ἀπέσφατ‐ τον αὐτοὺς ὡς πολεμίους. | |
15 | συνενθουσιῶντες αὐτοῖς, καὶ τῇ παραφόρῳ τῇδε φιλοτιμίᾳ τῇ κακίστῃ δαιμόνων ἐκριπισθέντες ἀπο‐ λώλασιν. | |
Fr.123(t) | De mima Syra. | |
1 | ἄνθος προσώπῳ ἐπιφυόμενον, οἷον οὐδὲ εἷς λει‐ μὼν νοτερός τε καὶ ἁβρὸς καὶ εὐθαλὴς τεκεῖν ὑπὸ δρόσῳ ἐαρινῇ οἶδεν, ἐρύθημά τε ὡραῖον καὶ μειδίαμα ἥδιστον. | |
5 | γύναιον ἐκ Συρίας καθημαξευμένον ὑπὸ παντὸς τοῦ προσιόντος· ἑταίρα γὰρ ἦν ἐμφανὴς καὶ τῶν ἐν τοῖς μίμοις δι’ ἀκολασίαν περιπαθεστέρα, τοῖς τε φαινομένοις ἐς τὴν κοινὴν ὄψιν σχήμασιν ἐκκαλου‐ μένη τοὺς ὁρῶντας ἐς τὰ πάθη τοῦ σώματος, καὶ | |
10 | κατατείνουσα τὸν δῆμον καὶ ὅσον μετὰ τοῦ δήμου πρὸς συώδη τινὰ καὶ μανικὴν ἀσέλγειαν. σύνοδοί τινες ἐς αὐτῆς ἐγίνοντο καὶ συμφοιτήσεις ἀκολάστων ἀνδρῶν καὶ γυναικῶν ἀσελγῶν καὶ μειρα‐ κίων ἐξώλη βίον προῃρημένων. | |
15 | κρίσεως δ’ ὡς ἐν ἀκολάστοις εὐθείας οὐ διήμαρτε περὶ τὴν αἵρεσιν τῆς μιμάδος· σὺν κάλλει γὰρ λαμ‐ πρῷ τοῦ σώματος ποικίλως ἤσκητο τὴν εὐαπάτητον παιδείαν. ὑγρῶς γὰρ κραδαινομένη καὶ τοῖς ποσὶ χαμαιτυ‐ | 245 |
20 | πής, εὔστολος γινομένη, ἐνίκα πάντας τοὺς τῶν θαυ‐ ματοποιῶν ἐξηγουμένους· φωνήν τε ἔχουσα ἡδεῖαν καὶ ταύτην μετὰ τέχνης ἀφιεῖσα οὐδενὸς τῶν ἐπ’ ᾄσμασι θαυμαζομένων ἐκρίθη δευτέρα. ἅτε δὴ οὐκ ἄπειρος ἐρωτικῆς περιεργίας, ἀκκιζομένη σὺν καιρῷ | |
25 | καὶ πρὸς ζηλοτυπίαν εὐφυῶς ἄγουσα τὸν ἄνδρα, ἑαυτῇ μὲν πλοῦτον οὐκ εὐκαταφρόνητον οἶσεν, ἐκεῖνον δὲ κατὰ βαιὸν τηκόμενον τῷ ἔρωτι ἀπήλλαξε τῶν τῇδε. | |
Fr.124 | ὁ δὲ θεοσύλης γενόμενος καὶ τὰ ἕδη τῶν θεῶν αὐτὰ ἐξ ἠθῶν ἀναστήσας, καὶ φόνους ἐργασάμενος ἐναγεῖς, καὶ διαρρήξας καὶ διαξήνας τοὺς νόμους, καὶ τὴν ἀνδρῶν ἀπειπάμενος φύσιν, καὶ γήμας ἀθύ‐ | |
5 | τους τε καὶ ἀγάμους ἐκεῖνος γάμους, ἐφ’ οἷς οἶδα καὶ τὸν θεὸν σείσαντα, καὶ διοσημίας ἄλλας κατενόησα ὢν ὑφ’ ἡλίῳ ἔτι καὶ τυραννῶν. ὁ δὲ θεοσύλης λιπὼν τὴν πατρίδα καὶ ἀλώμενος διετέλει. | |
Fr.125 | καὶ μέντοι καὶ Παρίας λίθου ἅρμα ἀνακείμενον Διονύσῳ, ποίημα θαυμαστόν, ἀνείλετο ὁ θεοσύλης. | |
Fr.126 | οἱ θεοσῦλαι κολάζονται, τὸ κέρδος πρὸ τῆς δίκης | |
τιθέμενοι. | 246 | |
Fr.127 | ὃ δὲ τοὺς θεοσύλας ἀπέκτεινε καὶ ἔθηκεν ἀνό‐ στους, τοῦτο δὴ τὸ Ὁμηρικόν. | |
Fr.128 | ἀετιδεῖς. | |
Fr.129 | καὶ αὐτὸ τὸ κράτος ἐπὶ ξυροῦ ἀκμῆς ἦν. | |
Fr.130 | οἳ δὲ ὑπὸ Ῥωμαίων ἐκτριβέντες διεξάνθησαν, ἀλῆται δεῦρο καὶ ἐκεῖσε τὸ ζῆν διατελοῦντες. | |
Fr.131 | ὃ δὲ ἑάλω, καὶ ἔμελλεν ὁ δῆμος διαξαίνειν αὐτόν. ὃ δὲ οὐκ ἐφῆκεν, ἀλλ’ εἴασεν αὐτὸν γῆν πρὸ γῆς ἀπιέναι, ἵνα μή φησιν ὢν ἐνθάδε τολμήσῃ παρα‐ πλήσια πάλιν. | |
Fr.132 | ἰχθύων δὲ ἀπηνέγκαντο πλῆθος ἄμαχον, καὶ ἀνέστησαν τρόπαιον καὶ βωμοὺς ὤρθωσαν. | |
Fr.133 | ἠμφισβήτουν γάρ τοι ἑτέρους ἕτεροι προβαλ‐ | |
λόμενοι. | 247 | |
Fr.134 | οὔτι προσδοκῶν τὸν τόπον τὸν προειρημένον δυ‐ νήσεσθαι αὐτοὺς ἀνασῶσαι καὶ κομίσασθαι. πόθεν; ἀλλ’ ἵνα ὑπὲρ ὧν ἐπλημμέλησαν κακῶν φθάνοντες, ἐν τῷ δευτέρῳ προφανεῖ κινδύνῳ ἰσωθῶσι κολα‐ | |
5 | σθέντες. | |
Fr.135 | τὰ τέκνα αὐτῶν ἀθροίσαντες εἴς τινα ἅλω, καὶ ἱππαγέλην ἐπελάσαντες ἀπωλεύτων, μάλα ἀνοίκτως ἀλοῶντες διέφθειραν. οὐ μὴν ἀτιμωρήτους ἐγένετο μεῖναι τοὺς παῖδας | |
5 | τοὺς ἀλοηθέντας, ἑτεραλκὴς γὰρ ἡ νίκη γενομένη τῶν πλησίον ἦν. | |
Fr.136 | εἴ τι τοῦ προτέρου λόγου ὑγιὲς ἦν. ἀλλ’ ἐκεῖνός γε ἀβασανίστῳ γραφῇ τε καὶ ἀταλαιπώρῳ τῆς ἀλη‐ θείας ἀκοῇ διεσπαρμένος ἐς τὸ πλῆθος ἀλᾶται ἄλλως. ὃ δέ μοι ἀληθὴς ὤν. | |
Fr.137 | οἳ δὲ εἰρηναίως ἐσταλμένοι ἄνευ δορυφόρων ἄγον‐ τες τὴν ἱερουργίαν ἧκον ἀτυφότατα ἐκεῖνοι. ταῦτά τοι καὶ θαρρῶν αὐτὸς κατά τι ἔθος ἀρχαῖον ἐκέλευσε δι’ ἡμέρας τὴν ἱερουργίαν τὴν τεταγμένην | |
5 | δρᾶσαι τῷ θεῷ. | |
Fr.138 | ἦν δὲ τὰ λυχνία ἀργύρου πεποιημένα καὶ τέχνης | |
θαυμαστῆς δαίδαλα. κελεύει τῶν λυχνίων τῶν ἀνακειμένων αὐτῷ, ἀργυρᾶ δὲ ἦν ταῦτα, τὸ ἕτερον φέρειν ἀράμενον ἐμ‐ | 248 | |
5 | φανῶς. | |
Fr.139 | πολλοὺς διέφθειρε Νομάδων, δεκάσας ἐς προ‐ δοσίαν. | |
Fr.140 | τὴν γάρ τοι πληθὺν καὶ τοὺς ἐκ καταλόγου ἐῶ νῦν. | |
Fr.141 | τετόλμητο μὲν αὐτῷ τὸ ἔκδικον ἐκεῖνο καὶ πα‐ ράνομον ἔργον. | |
Fr.142 | οἳ δὲ κατάραντες ἐς αὐτὸν καὶ φιλοφροσύνης ἐκ‐ πλέας ἀπολαύσαντες. | |
Fr.143 | ἐλεδώνη, εἶδος πολύποδος, ἥτις ἔχει μίαν κοτυ‐ ληδόνα, καὶ ἔστιν ἑπτάπους. | |
Fr.144 | οἳ δὲ ὁμολογίας ἐμμελεῖς ποιησάμενοι πρὸς τοὺς Ἀρκάδας, τοὺς αἰχμαλώτους ἐκομίσαντο. | |
Fr.145 | ἐπεὶ δὲ ἐς τὸ θέατρον ἐξεκύκλησαν αὐτόν, ἐπη‐ | |
λυγασάμενος τὴν κεφαλὴν ἦν τὸ ἄσωτον. | 249 | |
Fr.146 | ἐρυμβόνα τὰ τιμιώτατα ἐς ἀσωτίαν ἀφειδεστάτην. Eustathius in Dionys. 1134. ἀπὸ τούτου δὲ καὶ τὰς κινήσεις ὁ Ἀπολλώνιος ῥυμβόνας καλεῖ· καὶ τάχα καὶ ἡ παρὰ τῷ Αἰλιανῷ κειμένη ἄπορος λέξις τὸ ἐρυμ‐ | |
5 | βόνα ἐκ τοιούτου τινὸς ἔσχε τὴν ἀρχήν, ἐν οἷς λέγει ὅτι ἐσπάθα τὰ χρήσιμα καὶ εἰς ἀσωτίας ἐρυμβόνα τὰ τιμιώτατα. | |
Fr.147 | ἀνθ’ ὧν οἱ Φωκεῖς ἔτισαν δίκας βαρυτάτας. | |
Fr.148 | ὃ δὲ Αἰνείας τὸν πατέρα ἐπιθέμενος τοῖς ὤμοις ἐξῆγε φόρτον ὡς υἱεῖ φιλοπάτορι καὶ τοῦτον εὐάγ‐ καλον. | |
Fr.149 | γενναῖον ἔργον καὶ τολμηρὸν ἡρωίνης ἄντικρυς τοῦτο δράσασα. | |
Fr.150 | εἰ θέμις καὶ τῷ Ἱμεραίῳ πρὸς Ὅμηρον τὸ ὄμμα ἀνατείνειν. | |
Fr.151 | τὰ γεννώμενα βρέφη κράσει θηρείων τε καὶ ἀν‐ θρωπείων σωμάτων τεράστια ἐδόκει. | |
Fr.152 | ὅστις τάξιν ἔλιπε, θανατοῖ ἄρα ὁ νομοθέτης αὐ‐ | |
τόν, κάκῃ τὴν στάσιν ἣν ἐτάχθη προδόντα. | 250 | |
Fr.153 | κνέφει. | |
Fr.154 | κομψευριπικῶς· πανούργως κατὰ Εὐριπίδην. Αἰλιανὸς περὶ ἀσεβῶν βασιλέων λήθῃ παραδοθέν‐ των φησί. | |
Fr.155 | λέγουσι δὲ ὅτι οὔτε προσθέτους οὔτε ἐπακτοὺς κόμας ἐκ τῆς ὕβρεως καὶ λάσθης ἐς τὴν χρείαν παρ‐ ελάμβανεν, ἀλλὰ ἃς εἶχε συμφυεῖς ἀσκῶν καὶ ἐκ‐ τείνων. | |
Fr.156 | οὗτοι οἱ ἀετοὶ λαφύξουσι τῶν ἐλεφάντων τὰ σπλάγχνα, δείξας τὰς σημαίας. | |
Fr.157 | ὁπόταν δὲ προσίωσι κινδυνεύσοντες, λίπα ἀλεί‐ φονται. | |
Fr.158 | ἀλλὰ τοσοῦτον μαρτυρόμεθ’, ὡς οὔτ’ ἀδικοῦμεν Ξενίου Διὸς χάριν. | |
Fr.159 | ὀλίγου χρόνου διελθόντος ἑάλω μέγα κακουργῶν· εἶτα μέντοι ἐν ὄψει πολλῶν κατεπρήσθη ζῶν. | |
Fr.160 | Νεμέσεως ἐφόρου, τρόπους ὑπερόπτας καὶ ὑπερ‐ | |
ηφάνους κολαζούσης, ἐναργῆ μαρτύρια. | 251 | |
Fr.161(t) | De Lacedaemoniis. | |
1 | νηίταις κινδύνοις μὴ πάνυ συντραφέντες. | |
Fr.162 | καὶ τὸν στρεπτὸν ὃν ἐφόρει ὁλκῆς γεννικῆς χρυ‐ σοῦ ὄντα ἀφαιρεῖται. | |
Fr.163 | καὶ ἥ γε πασῶν βδελυρωτέρα καὶ τὸν παναγέστα‐ τον παρθενῶνα τῶν ἑαυτῆς ἐνέπλησε κακῶν. | |
Fr.164 | αἵματί τε δευόμενοι οἱ τοῖχοι τῶν δωματίων. καὶ ἐκ τῶν δαπέδων ἀνέβρυε λύθρον, καὶ πάντων τὰς διανοίας ἐξέπληττον. | |
Fr.165 | μῆνις δὲ ἐδόκει καὶ Νυμφῶν δι’ ἀπορίαν να‐ μάτων. | |
Fr.166 | οἱ Ἀκαρνᾶνες συγγραφεῖς ὁμόσε χωροῦσι τοῖς ποιηταῖς. | |
Fr.167 | ὃ δὲ ἀποκτείνει αὐτούς, καὶ περισυλᾷ ὅσα ἐπη‐ γάγοντο· ἦν δὲ κόσμος καὶ σκεύη περὶ τὴν τέχνην | |
τὴν ἑκατέρου οὐδαμῆ εὐκαταφρόνητα. | 252 | |
Fr.168 | οὐκ ἀκούσαντες τῆς εὐθυδικίας, καὶ εἰκότως· οὐ γὰρ ἐπὶ τῷ δικάζειν ἐκάθηντο, ἀλλ’ ἐπὶ προσχή‐ ματι καὶ προσώπῳ δικαστῶν. καὶ ἀπολύουσι δικασταὶ ὤνιοι αὐτόν. | |
Fr.169 | ἄφνω πάταγος ἀκούεται τῶν θυρῶν. | |
Fr.170 | πελαργιδεῖς. | |
Fr.171 | τὸν βωμόν, ἐφ’ οὗ τέως ἱλεοῦντο τὸν δαίμονα, ἀνέτρεψαν, καὶ τὸν κόσμον ὅσος ἦν περικείμενος, τοῦτον περιέσπασαν. | |
Fr.172 | εἶτα, ἀσελγέστατε, τοσοῦτοι ἐχθροὶ γεγενημένοι οὐκ ἤρκεσαν, ἀλλ’ ἄρα καὶ ἐμὲ ἐς τὴν τῶν ἐχθρῶν προσείλου τάξιν; | |
Fr.173 | σεισμοί τε ἐπεπόλασαν, καὶ πολλὰ ἀνέτρεπον. | |
Fr.174 | οὐκ ἐπαινεῖ θεὸς οὐδὲ τοὺς τὰ μέτρα πατοῦντας, γλιχομένους γε μὴν τῶν ὑπὲρ ἑαυτούς τε καὶ ὑψηλὰς | |
σκοπιάς. | 253 | |
Fr.175 | ὃ δὲ ἔλεγε στεγανωτάτους εἶναι τοὺς βουλευτὰς καὶ φυλάττειν τὰ τῆς σκέψεως ἀπόρρητα. | |
Fr.176 | καὶ τοὺς ὑπηρέτας αὐτῷ περιβαλόντες ἐς τὸ θέ‐ ατρον καλοῦσι τὸ πλῆθος, καὶ ἐκεῖνον παράγουσι καὶ στρεβλοῦσιν· ὃ δὲ στρεβλούμενος καὶ κατατεινόμενος τἀληθῆ λέγει, καὶ πυρὶ παραδίδοται. | |
Fr.177 | ὃν ἂν ἐγὼ τιμησαίμην πρὸ παντὸς συγγενέσθαι καὶ πᾶσι τυράννοις καὶ τοῖς ἐπὶ μέγα πλούτου προ‐ ήκουσι. | |
Fr.178 | τιμησαίμην τὸν βίον πάντα τριτημορίου, εἰ μὴ ἔχοιμι τοὺς ἐμοὺς κηδεμόνας. | |
Fr.179 | οἱ προσιόντες τῶν ἰατρῶν ἐκέλευον οἴνου πιεῖν· τὸ γάρ τοι σεσῶσθαι ἢ μὴ τὴν ἄνθρωπον ἐν τούτῳ ἔφασκον ἄρα ἐκεῖνοι τῇ τέχνῃ πίσυνοι. ἡνίκα ἂν τὴν πεπρωμένην ὁδὸν καὶ ἐπινησθεῖσαν | |
5 | διανύσω. ἐξέχεσθαι μὴ πιεῖν ἀνέχεσθαι οἴνου, μηδὲ τι‐ μᾶσθαι τοσούτου τὸν βίον τὸν λοιπόν, ἵνα τὸν φθά‐ νοντα, φησίν, ἀφανίσῃ ἐκτροπῇ διαίτης ὀλίγης, πι‐ οῦσα οἴνου· καὶ τὸν βίον ἡ γενναία κατέστρεψε πράως | |
10 | καὶ σὺν γαλήνῃ καὶ ἀβληχρῷ θανάτῳ, ὅνπερ οὖν | |
ἐπαινεῖν καὶ Ὅμηρος δοκεῖ μοι. | 254 | |
Fr.180 | υἱῶσαι τὸν παῖδα. υἱὸν ποιῆσαι αὐτὸν θετόν. καὶ υἱώσει, τῇ υἱοθεσίᾳ. καὶ υἱώσατο, ἀντὶ τοῦ υἱὸν θετὸν ἐποιήσατο. καὶ τὰς υἱώσεις, τὰς υἱοθεσίας. ἡ χρῆσις παρὰ Αἰλιανῷ πολλή. | |
Fr.181 | δοκεῖ τῷ δήμῳ διαμετρεῖν φιλοτησίαν τήνδε. | |
Fr.182 | ἔλεγε τὸν νεανίαν ἐλθεῖν πρὸς αὐτὸν φιλωθῆ‐ ναί οἱ. καὶ πιεῖν ἐδίδου, κράσει δικαίᾳ μὴ κιρνῶν· ὤρεγε δὲ μὴ αἰτοῦντι, καὶ φιλοφρονούμενος ἀκαίρως, καὶ | |
5 | περιττὰ δεῖπνα παρατίθησιν. ὁρῶν δὲ τὸν ἀδελφὸν πάντα δυσωπούμενον καὶ οὐδὲν ὅ τι τῶν ὄψων οὐχ ὑφορώμενον. | |
Fr.183 | ὃ δὲ διῆλθε τῷ λόγῳ φιλοτίμως τε καὶ σὺν ἀφρο‐ δίτῃ εὖ μάλα περιττῇ. | |
Fr.184 | καὶ ἐκ τούτων χειρώσασθαι τὸν ἄνδρα καὶ ἔχειν αὐτὸν ὡς εἰπεῖν ἰδιόξενον. | |
Fr.185 | ἐπεὶ δὲ ἐς γῆρας ἀφίκετο, τὸ κοινὸν τῇ πεπρω‐ μένῃ χρεὼν ἐξέτισε, καὶ τῆς προσηκούσης κηδεύσεως | |
ἔτυχε. | 255 | |
Fr.186 | ὃ δὲ τῆς θεοσυλίας τε καὶ ἀθέσμου χρηματίσεως διαφθαρεὶς τὸν μισθὸν ἠνέγκατο τοῦτον πικρότατόν τε καὶ πρεπωδέστατον. | |
Fr.187 | Σόλων ὁ Ἀθηναῖος Ἐξηκεστίδου παρὰ πότον τοῦ ἀδελφιδοῦ αὐτοῦ μέλος τι Σαπφοῦς ᾄσαντος, ἥσθη τῷ μέλει καὶ προσέταξε τῷ μειρακίῳ διδάξει αὐτόν. ἐρωτήσαντος δέ τινος διὰ ποίαν αἰτίαν τοῦτο σπου‐ | |
5 | δάσειεν, ὃ δὲ ἔφη ‘ἵνα μαθὼν αὐτὸ ἀποθάνω.‘ | |
Fr.188 | λόγος ἔχει Ἄτλαντι φοιτήσαντα τὸν Ἡρακλέα σπουδάσαι τὰ οὐράνια. ταῦτά τοι καὶ συγγεγράφθαι διαδέξασθαι τὸν οὐρανὸν ἐν μέρει, αἰνιξαμένων τῶν συγγραφέων τὴν παράδοσιν τῆς σοφίας τοῦτον τὸν | |
5 | τρόπον. | |
Fr.189 | Eustathius in Od. τ, p. 1870. Τῶν δ’ ἐν τούτοις τί μὲν ἡ κλεπτοσύνη, δῆλον, καὶ ἐς ἀνάλογον παρῆκται τῷ παλαισμοσύνη, ὃ καὶ παρὰ Αἰλιανῷ κεῖται. | |
Fr.190 | λέγουσι δὲ καὶ οἱ προφῆται καὶ θέραπες τῶν θεῶν. | |
Fr.191 | Eustathius in I. α, p. 738. καὶ γὰρ καὶ τὸ ἀρᾶσθαι ἁρμονία τίς ἐστι πρὸς θεόν, ὥσπερ καὶ ἡ εὐχή, ἣν ὁ | |
Αἰλιανὸς πρέσβιν φησὶ πρὸς θεὸν ἀδωρότατον. | 256 | |
Fr.192 | αὐτοὺς μὲν τοὺς ἐμπόρους ἀπαθεῖς κακῶν ἀπο‐ σῶσαι, τὰ δὲ ἀγώγιμά σφισιν ἀνασώσασθαι. | |
Fr.193 | ἁδροῖς μισθοῖς προαγαγὼν ἐς τὸ τόλμημα τοῦτον ἀναιρεῖ. | |
Fr.194 | ἑκάστου τὴν τέχνην ἐπιδεικνυμένου ἐπὶ μισθοῖς ἁδροῖς. | |
Fr.195 | ἠράσθη Πίασος Θετταλὸς Λαρίσσης τῆς ἑαυτοῦ θυγατρὸς ἔρωτα ἄθεσμόν τε καὶ δυστυχῆ. | |
Fr.196 | καὶ τὰς ἀλεκτορίδας δὲ αὐτὰς ἀπέκτειναν, τοῦ μὴ κελαδούσας καὶ ᾀδούσας ἐπὶ τοῖς ᾠοῖς μηνῦσαι τὸν μοιχόν. | |
Fr.197 | ἀλλ’ ὁ μὲν δράκων μεγέθει μέγιστος ὢν τῷ οὐ‐ ραίῳ τὸν λέοντα κατῃκίζετο, ὁ δὲ λέων ἤλγει μὲν καὶ τῇ ἀλκαίᾳ πρὸς ἄμυναν διηγείρετο. | |
Fr.198 | ὃ δὲ ἀκούει ταῦτα, καὶ μὴ ὢν ἀμαθὴς οἰωνῶν, | |
τὸν παῖδα ἐπανάγει καὶ ἐκτρέφει ὡς γνήσιον. | 257 | |
Fr.199 | καί ποτε ἀγῶνα ἐπιτελοῦντες τούτω τὼ μειρακίω, ἐς ἅμιλλαν ἀκοντίσεως ἀποδυσαμένω, εἶτα μέντοι τῆς σπουδῆς θερμότερον ὑπεπλήσθησαν· καί πως ὁ Ἀργέου υἱὸς ἀλλαχόσε βουλόμενος βαλεῖν τἀδελφοῦ | |
5 | δυστυχῶς τῶν στέρνων τυγχάνει καὶ ἀναιρεῖ αὐτόν. | |
Fr.200 | ἁμαρτάνοντι ἐπέπληττε καὶ ἀδικοῦντα ἤλεγχε καὶ ἀνέστελλε τοῦ ἀδικεῖν πατρικῇ ναὶ μὰ τὸν ὁ γενναῖος τῇ παρρησίᾳ. | |
Fr.201 | τούτους ὥσπερ τῆς εὐσεβείας ὁ θεὸς ἀμειβόμενος. | |
Fr.202 | καὶ τοῦτο δὴ τὸ ὑμνούμενον ὄνομα Ἀντέρως ἐν τοῖσδε τοῖς γενναίοις ἐσώζετο. Χαρίτων γὰρ καὶ Με‐ λάνιππος ἐς ἔρωτα ἀλλήλοιν συνεπνευσάτην· καὶ ὁ μὲν Χαρίτων ἐραστὴς ἦν, Μελάνιππος δὲ τὴν ψυχὴν | |
5 | ὁ ἐρώμενος ἐς τὸν φίλον τὸν ἔνθεον ἀναφλεχθεὶς ἰσότιμον τὸ τοῦ πόθου κέντρον ἀνεδείκνυτο. ὁ τοίνυν ἔρως συμπνεύσας καὶ κατὰ τοῦ τυράννου Φαλάριδος ἐπῆρεν αὐτούς. καὶ ταῦτα ὑπὲρ τῆς ἐνθέου φιλότητος ἐμαρτύρη‐ | |
10 | σεν ὁ Ἀπόλλων. | |
Fr.203 | ἤδη δέ τινές φασιν ἐς τοσοῦτον ἄρα τὸν Αἴσωπον | |
θεοφιλῆ γενέσθαι, ὡς καὶ ἀναβιῶναι αὐτόν, καθ‐ άπερ οὖν τὸν Τυνδάρεων καὶ τὸν Ἡρακλέα καὶ τὸν Γλαῦκον. | 258 | |
5 | οἱ Δελφοὶ ἔωσαν αὐτὸν κατὰ κρημνοῦ μάλα. | |
Fr.204 | ἀνωθῆσαν δὲ ἑαυτὸ τὸ θηρίον καὶ ἔξαλον γενό‐ μενον ἀπεσείσατο ἐς τὴν νῆξιν ἀπολῦσαν τὸν ἄν‐ θρωπον. | |
Fr.205 | ὃ δὲ παθὼν ἀνήκεστα καὶ τῆς πατρῴας ἑστίας διωχθεὶς παρὰ τὴν δίκην, ὅμως οὐκ ἀντεμήνισεν. | |
Fr.206 | ὅτι Μάρκος Βῆρος, Ἀντωνίνου ἀδελφός, βασι‐ λεὺς Ῥωμαίων, ἀδοκήτως διαφθείρεται, πλήθους ἰχῶρός τε καὶ πνεύματος ἐπισχόντος οἱ τὴν πνοήν· ὃ δὴ πάθος ἀποπληξίαν παῖδες ἰατρῶν ὀνομάζουσι. | |
Fr.207 | λίθους τῶν ποδῶν ἐξαρτήσαντες ἔρριψαν ἐς τὸ πέλαγος ἀτέγκτως καὶ ἀφειδῶς. καὶ ὃ μὲν ἐξετρίβη πίτυος δίκην, ῥιφεὶς ἐς θά‐ λατταν, καὶ δίδωσι δίκας αὐτῷ γένει. | |
Fr.208 | αὐτοφυέστατον καὶ μὴ ἐπίπλαστον ἔχουσα κάλλος | |
καὶ οἷον ἂν γένοιτο φιλοθήρου κόρης. | 259 | |
Fr.209 | στρατιώτης δὲ ἄρα τις ἐοικὼς κατεσχημένῳ ἐσε‐ πήδησε, καὶ ἀνιχνεύσας ἀπέτεμεν αὐτοῦ τὴν κεφα‐ λήν, ἀχαρίτῳ νοσήματι τῷ θυμῷ χαριζόμενος, λύ‐ μαις ὅσαις ἐδύνατο παντοδαπαῖς τὸ σῶμα λυμη‐ | |
5 | νάμενος. | |
Fr.210 | διέρρει δὲ φήμη λέγουσα καὶ εὐπατρίδην αὐτὸν εἶναι. | |
Fr.211 | τὸ γάρ τοι κλέος τῶν τετολμημένων διερρύη πολύ. | |
Fr.212 | εἶτα μέντοι ἐνετολμήσατο τηλικοῦτον τόλμημα. | |
Fr.213 | ἣ δὲ εὐμηχάνως διαλαμβάνει, καὶ δεῖται τῶν Καβείρων τιμωρῆσαι αὐτῇ καὶ μετελθεῖν τὸν ἐπίορκον. | |
Fr.214 | δικαιωθέντων πάντων τῶν ἀδελφῶν Ἀρισταίου τοῦ γίγαντος δικαίωσιν τὴν πρεπωδεστάτην. Ἀρισταῖον μόνον τὸν γίγαντα περισωθῆναί φασι, καὶ οὔτε πῦρ οὐράνιον ἐπ’ αὐτὸν ἦλθεν, οὔτε Αἴτνη | |
5 | πιέζει αὐτόν. | |
Fr.215 | ἀποσφαγεῖσαν γὰρ αὐτὴν ὑπὸ ἐραστοῦ δυσέρωτος. | 260 |
Fr.216 | ὃ δὲ ἐλευθερῶσαι τὴν πατρίδα ἐδίψησεν. | |
Fr.217 | ὃ δὲ ἦν ἔκδικός τε καὶ ἔκνομος. | |
Fr.218 | πρὶν κακῶν ἔργων ἀμοιβὸν τιμωρίαν ἐκτῖσαι. | |
Fr.219 | καταπλαγείη δ’ ἄν τις τὸ ἀδιάδραστον τῆς Δίκης ἐκ τῆς συμβάσης τούτῳ τιμωρίας. | |
Fr.220 | ἀλλὰ ταῦτα μὲν οὐχ οἷά τε εἶναι ἄπρακτα γενέ‐ σθαι, ἐπείπερ οἱ θεοὶ ἀτιμώρητα αὐτὰ περιεῖδον ἐκ σφῶν γενόμενα. | |
Fr.222 | οὐ μὴν ἀπήντησέν οἱ τὰ τῆς ἐλπίδος. | |
Fr.223 | χρυσίον δίδωσιν, οὐ μὴν ἐξωνήσατο τὸ μηδὲν | |
παθεῖν. | 261 | |
Fr.224 | οὐδὲ ὤλισθον ἄλλως αἱ εὐχαὶ καὶ αἱ κατὰ τοῦ θεῷ ἐχθροῦ ἀραί. οὐδὲ γὰρ ἀναλώθησαν ἄλλως αἱ εὐχαί· θηρίον γάρ τι αὐτοῖς πομπῇ κρείττονι ἐντυγχάνει. | |
Fr.225 | οὐ γάρ τί που μετὰ μακρὸν ἐκολάσθη δικαιώσει. | |
Fr.226 | ὑπὲρ δὴ τούτων τὴν Ἄρτεμιν μηνῖσαι καὶ μετελ‐ θεῖν δικαιοῦσαν αὐτοὺς τῆς γῆς ἀγονίᾳ. | |
Fr.227 | ὃ δὲ ἔτισε δίκας ὧν ἔπραξεν· οὐ γάρ τί που τα‐ χεῖ καὶ ὠκυμόρῳ τέλει τὸν βίον κατέστρεψεν, ἀλλ’ ἐκολάζετο χρόνῳ. | |
Fr.228 | ἀδράστεια αὐτῷ Νέμεσις τιμωρὸς ὑπερόγκων καὶ ἀχαλίνων λόγων ἠκολούθησεν. | |
Fr.229 | ἐπεὶ δ’ ἀνεφρόνησε καὶ τὸ τολμηθὲν ἐσκοπεῖτο καὶ ἐνενόει τὸ ἀσέβημα, διπλαῖ ἔννοιαι τοῦτον ἐσῄεσαν. | |
Fr.230 | ὃ δὲ ἐν ὀφθαλμοῖς τῶν ἁπάντων ἑαυτὸν διεχρή‐ | |
σατο οὐκ ἀξιοζήλως. | 262 | |
Fr.231 | γυναικῶν ἰσηλίκων χορὸν ἑαυτῇ περιχέασα· γη‐ ραιαὶ δὲ αὗται, χορὸς θεοφιλής· καὶ καθεῖσαι τὰς κόμας τὰς παλαιὰς ἐκείνας ἐθεοκλύτουν Ἥλιόν τε καὶ Δίκην. | |
Fr.232 | τὴν τῶν ἀλαζόνων τιμωρὸν συνέντες Νέμεσιν, ἥπερ αὐτοὺς μετῆλθε σὺν τῇ δίκῃ. | |
Fr.233 | οὐκ ἔλαθε τὴν ἅπασιν ἐναντιουμένην τοῖς ὑπερ‐ ηφάνοις Νέμεσιν, ἀλλ’ ἐν ταῖς ἰδίαις ἠναγκάσθη παι‐ δευθῆναι συμφοραῖς. | |
Fr.234 | καὶ ἄλλας μυρίας εἴποιμι ἂν δίκης ἀμελουμένης ἀκολουθεῖν πάθας. | |
Fr.235 | τὸ δὲ θεῖον οὐκ ἐπῄνει τὰ ὑπὸ τοῦ βασιλέως πραττόμενα. | |
Fr.236 | οὐ μὴν ἀπόνασθαί γε ξυνέβη τῆς βασιλείας αὐτῷ· τελευτᾷ γὰρ νόσῳ ἑπτὰ ταῖς πάσαις ἡμέραις. | |
Fr.237 | τοιάδε μὲν τοῖς κακῶς βουλευομένοις δίδωσι τὰ | |
πρόστιμα ἡ δίκη. | 263 | |
Fr.238 | μαρτύρεται δὲ ὁ θεὸς ὅτι μηδὲν αὐτὸν λαθεῖν δύναται ἔμβραχυ. | |
Fr.239 | οὕτω μὲν ὁ κατάρατος συνήθως τὸν ἄνθρωπον ἐκήλει. | |
Fr.240 | οἳ δὲ ἐκπλεύσαντες τῶν φρενῶν εἶτα ἐνεοὶ ἐγέ‐ νοντο. | |
Fr.241 | καὶ θάπτει τὸν νεκρόν, τοῖς χθονίοις θεοῖς ἀπο‐ διδοὺς τῆς ἐκείνων λήξεως ἤδη. | |
Fr.242 | τῇ μητρὶ γῇ τὸ χρέος ἐκτίνων τὸν ναυηγὸν θάπτει. ἰδὼν ναυηγοῦ σῶμα ἐρριμμένον ἀκηδῶς καὶ ὀλι‐ γώρως, παρελθεῖν οὐκ ἐτόλμησα, ἀλλὰ ἔθαψα τὸν | |
5 | τεθνεῶτα, θέαμα τῷ ἡλίῳ οὐδαμῆ φίλον ἀποκρύπτων ἀνθρωπίνῳ θεσμῷ. | |
Fr.243 | οὐκ ἠξίωσαν ταφῆς, ἣν ἡ ἀρχέγονος φύσις νο‐ μοθετεῖ. | |
Fr.244 | ἐνακμάζων. | 264 |
Fr.245 | Καλλίξενος ὁ Ἀθηναῖος διὰ συκοφαντίαν ἆθλα ἀπηνέγκατο τῆς ἀναισχυντίας καὶ ἀσεβείας, ἐν ἄστει μισούμενος καὶ πενόμενος καὶ ἀποκλειόμενος λιμῷ ἀποθανεῖν· ἐπεὶ μήτε ὕδατος ἐκοινώνουν αὐτῷ, μήτε | |
5 | πυρὸς ἐναύειν ἐβούλοντο, ὥσπερ οὖν κοινωνεῖν τοῖς βουλομένοις καὶ δεομένοις. | |
Fr.246 | οἳ δ’ οὖν περὶ πλείστου τιθέμενοι τὰ τοῦ Φοί‐ νικος, καλλύνοντες ἄρα τὸ κακὸν αὐτοῦ καὶ ἐπηλυ‐ γάζοντες, ἄλλως φασὶ τοῦτο γενέσθαι. εἰ δὲ ἐντεῦθεν Εὐριπίδης ἐναυσάμενος τὸν λόγον | |
5 | ἅπαντα εἶτα μέντοι Φοίνικι περιτίθησιν. | |
Fr.247 | καὶ ἐντήξας αὐτῶν ταῖς ψυχαῖς ἰσχὺν λόγων ἄμα‐ χον καὶ σειρῆνα εὐγλωττίας ἐφολκοτάτην. | |
Fr.248 | πικρότατος αὐτοῖς ἐνστάτης ἦν. | |
Fr.249 | καὶ τὸ σύμπαν αὐτοῦ σῶμα εὐλῶν ἐξέζεσεν. | |
Fr.250 | τοσόσδε διὰ τῆς νυκτὸς ἐνέπεσε σεισμός, ὥστε ἐξέθορον ἐκ τῆς κοίτης, σκηπτοί τε κατωλίσθανον καὶ | |
ἐγίνοντο διόβλητοι ἅπαντες. | 265 | |
Fr.251 | ἡ δὲ γῆ ἀγονίαις κατειλημμένη ἔτρυχεν αὐτοὺς ἀλγεινότατα. | |
Fr.252 | καὶ ἐπὶ μᾶλλον ἐξήπτοντο ἐς ὀργήν, καὶ ἠπείλουν τὰς θύρας ἐξαράξειν. βιαζομένων δὲ αὐτῶν καὶ τὰς θύρας ἀναμοχλευ‐ όντων, δράκοντες ἄρα μέγιστοι τὸ μέγεθος ἀνέστελλον | |
5 | αὐτοὺς καὶ ἐδειμάτουν, τὰ οὐραῖα μέρη ἐς σπείρας ἑλίξαντες καὶ ἐπανιστάμενοι καὶ πῦρ ὁρῶντες οἷον ὀξύτατον. οἱ δὲ Καρχηδόνιοι ἀλλήλοις ἐμπαλασσόμενοι καὶ περιπίπτοντες τοῖς θηρίοις ἀπέθνησκον. | |
Fr.253 | μήτε γὰρ εἶναι ποιητικός, μήτε μὴν μουσωθῆναι παιάνων καὶ ὕμνων ἐπιστήμονα σοφίαν. | |
Fr.254 | οἳ δὲ οὐκ ἐξεφαύλισαν τὴν τῶν Κρητῶν αὐτο‐ σχέδιον ἐκείνην μοῦσαν, οἷα δήπου λιτήν τινα θυσίαν ἐκ τῶν ἐνόντων καὶ παρόντων προσαχθεῖσαν αὐτοῖς ἐπαινοῦντες. | |
Fr.255 | τῷ γε μὴν πατρὶ ἐπαρωμένου ἐξώλειαν ἐπί‐ | |
πλαστον. | 266 | |
Fr.256 | ἣ δὲ ἐγκύψαντα αὐτὸν ἐς πίθον, ἵνα ἀρύσηται οἶνον, ἔωσεν ἐς κεφαλὴν καὶ ἀπέπνιξεν. τοῦ δὲ πίθου ἕρματι περιπεσόντος καὶ συντρι‐ βέντος. | |
Fr.257 | οἱ τοίνυν τελευταῖοι τῶν φίλων ἐώσαντο καὶ ἐσεπήδησαν. | |
Fr.258 | τὸν δὲ λουόμενον ἀπέκτεινεν, ἐπιθήξας οἱ τῶν δορυφόρων τοὺς ἀφειδεστάτους. | |
Fr.259 | ταῦτά τοι ἐπὶ μᾶλλον ἐξῆψεν αὐτῷ τὸ μῖσος. | |
Fr.260 | τὸν ἐπινησθέντα ἐνίοις βίον. | |
Fr.261 | ὃ δὲ ᾔσχυνε τῇ ἀπειλῇ μόνῃ τὸ ἀκέλευστον αὐτοῦ καὶ τὸ ὑφ’ ἑαυτοῦ βούλεσθαι τὴν πρᾶξιν, ἐπιρραπί‐ ζων ἄρα ἐκεῖνος. | |
Fr.262 | καὶ ἀναπείθει ἐπιτολμῆσαι τῷ Λυκίδῃ καὶ τῷ Σώς, ἐπαίρει δὲ ἅτε φορτηγοὺς τοιοῦτος, ῥᾷστά τε | |
ἀναπείθει, καὶ νυκτὸς γενομένης ἀκράτου. | 267 | |
Fr.263 | ἔχεσθαι δὲ αὐτοῦ ἐκέλευσεν, ἵνα μὴ διαδρὰς ἔξω τοῦ στρατοπέδου εἶτα μέντοι ζῶν ἀπέλθῃ καὶ ἐπιχάνῃ. | |
Fr.264 | ὃ δ’ ἐνελόχα τινὰς ἐργαστῆρας ἐκ τῶν ἀγρῶν ἐπανιόντας, καί πως λαθὼν ἐς αὐτὸν ἑρπύσας. | |
Fr.265 | ἐρᾷ αὐτῆς ἀνὴρ Ῥωμαῖος, Ἄππιος ὄνομα, τῶν εὖ γεγονότων. | |
Fr.266 | ἀσπαζόμενος εὐερμίαν καιροῦ, καὶ ἀνάγκης κα‐ λούσης μὴ εἴκων κάκῃ. | |
Fr.267 | εὐφημίας χάριν προτιμᾷ τὴν Λακεδαίμονα τὸ θεῖον ἤπερ τῶν Ἀθηναίων βωμοὺς σύμπαντας καὶ νεὼς καὶ ἀγάλματα καὶ ἑκατόμβας καὶ τὸν λοιπὸν φλήναφον τῶν ῥᾳθυμούντων τε καὶ θοινάζειν γλιχο‐ | |
5 | μένων. οὐκοῦν διδάσκει ὁ λόγος ὡς ἡ ὄντως εὐσέ‐ βεια κοῦφόν ἐστι καὶ σωφροσύνης ἀνάπλεων καὶ ἥκιστα ἀχθεινόν· εὐφημία γὰρ εὐκολώτατος πόνων. ἤκουσάς που, ὦ παῖ Ἀρίστωνος, καὶ Εὐριπίδου | |
10 | εὐφημία γὰρ παρὰ σπονδαῖσι κάλλιστον. | 268 |
Fr.268 | πατρόθεν αὐτὸν καλέσας ὁ ἥρως, ‘ἐς δέον σε εὗρον‘ φησί· ‘βούλομαι γὰρ καλέσαι ς’ ἐς παν‐ θοινίαν.‘ | |
Fr.269 | ὑπὲρ τοῦ τὴν νεολαίαν τὴν Ῥωμαίων ἀξιοζήλως τε καὶ ἀμάχῳ θάρσει διαγωνίζεσθαι. | |
Fr.270 | καὶ ὑπὲρ ὧν ἐδίψη ἀκοῦσαι ἠναίνετο. | |
Fr.271 | ὃ δὲ τὸν θώρακα αὐτοῦ διέρρηξεν, ὃς ἤρκεσέν οἱ ἀμῦναι λυγρὸν ὄλεθρον. | |
Fr.272 | ὅ τε μυστικὸς Ἴακχος ἠκούσθη κατὰ τὴν ναυμα‐ χίαν Περσῶν καὶ Ἑλλήνων. καὶ μέντοι καὶ ὁ Ἴακχος ἠκούσθη ἐκ τοῦ Θρια‐ σίου πεδίου ὑμνούμενός τε καὶ ᾀδόμενος. | |
Fr.273 | θίασόν τε μίμων καὶ κορδακιστῶν περὶ αὑτὸν μάλα πλῆθος εἶχε. | |
Fr.274 | ὃ δὲ μίαν τῶν σχιζῶν ἀνελόμενος καθικνεῖται | |
τἀδελφοῦ· καὶ ὁ μὲν νεκρὸς ἔκειτο. | 269 | |
Fr.275 | ὃ δὲ λαθὼν ἑαυτὸν παρῆλθε σὺν τῷ ξίφει, ὅπερ ἐπήγετο διὰ τοὺς κακούργους τοὺς κατὰ τὴν ὁδόν. | |
Fr.276 | ὃ δὲ τούτους συλλαβὼν αἰκίζεται λύμῃ πάσῃ καὶ κατατάσει καὶ στρεβλώσει ποικίλῃ καὶ δικαιώσει τῇ πρεπωδεστάτῃ, ἐν περιόπτῳ λόφῳ σταυρώσας αὐτούς. | |
Fr.277 | ὃ δὲ δεύσας τοῦ αἵματος τοὺς δακτύλους προσ‐ έγραψεν. | |
Fr.278 | καί πού τις αὐτῷ κατεσημήνατο δωμάτιον τὰ τιμιώτατα ἔχον. | |
Fr.279 | καὶ τοὺς μὲν ἐπῄνει σφόδρα, τοὺς δὲ κατέτεινε ταῖς κολάσεσι. | |
Fr.280 | εἶτα τῶν φρενῶν ἐξέπλευσε, καὶ μανεὶς ἑαυτὸν μαχαίρᾳ κατεχόρδησε. | |
Fr.281 | λογισμὸς δὲ αὐτὸν ἐκεῖνος κατέσπερχεν, ἀνθρώ‐ | |
πους ἀκολάστους φύσιν τοὺς Τυρρηνούς, πολεμίων ἔφοδον μηδαμῆ μηδαμῶς ὑφορωμένους, ὑβρίζειν καὶ ῥᾳστωνεύειν. | 270 | |
5 | ὑπέλαβε πονηροὺς ὄντας ὑβρίζειν καὶ ῥᾳστω‐ νεύεσθαι. | |
Fr.282 | ἐγγὺς δὲ τοὺς ἐπιβουλεύοντας εἶναι Καύκωνάς τε καὶ Λέλεγας Ὁμηρικούς, Πελασγοὺς δὲ οὐδαμοῦ οὐδὲ δίους· εἰρήσθω γὰρ ἐν καιρῷ ἐμοὶ τόδε. | |
Fr.283 | κλέπτων ἄρα καὶ ἀφανίζων τὴν ὑπόνοιαν. | |
Fr.284 | τῆς ψυχῆς τὰ ἐλαττώματα κατηπίσταντο, εἴτε κραιπαλώδης τις εἴη καὶ μέθυσος, εἴτε φιλήδονος καὶ ἐν τοῖς αἰδοίοις ἔχων τὸν ἐγκέφαλον. | |
Fr.285 | ὃς Ἀρσινόην ἔγημε τὴν Πτολεμαίου τοῦ Σωτῆρος μητέρα. τοῦτον δὲ τὸν Πτολεμαῖον οὐδέν οἱ προσή‐ κοντα ἐξέθηκεν ἄρα ὁ Λάγος ἐπ’ ἀσπίδος χαλκῆς. διαρρεῖ δὲ λόγος ἐκ Μακεδονίας, ὃς λέγει ἀετὸν ἐπι‐ | |
5 | φοιτῶντα καὶ τὰς πτέρυγας ὑποτείνοντα καὶ ἑαυτὸν αἰωροῦντα ἀποστέγειν αὐτοῦ καὶ τὴν ἄκρατον ἀκτῖνα καὶ ὅτε ὕοι τὸν πολὺν ὑετόν· τούς γε μὴν ἀγελαίους φοβεῖν ὄρνιθας, διασπᾶν δὲ ὄρτυγας, καὶ τὸ αἷμα | |
αὐτῷ παρέχειν τροφὴν ὡς γάλα. | 271 | |
Fr.286 | Ἀριστόγονος οὖν, Διονύσου μύστης, λαμπαδεύε‐ σθαι μέλλων εἶτα μέντοι τὰ δεξιὰ παρείθη μέλη. | |
Fr.287 | οἳ δὲ Μεσσήνιοι σὺν λάσθῃ καὶ γέλωτι, ὥσπερ ἄθυρμα τῶν Σπαρτιατῶν, τὰ πρῶτα τοῦ Διὸς ἀνα‐ θήματα διέσπειραν. οὐκοῦν διαλαθὼν ἐπὶ τῷ βωμῷ κατέπηξε τὰ δαί‐ | |
5 | δαλα τῶν τριπόδων, ἃ ἐπήγετο. | |
Fr.288 | λήξει οὐ μὰ Δία εὐκλήρῳ χρόνου τὰ Αἰγυπτίων κακὰ τῶν ἐν τῇ πόλει τῇ Ἀλεξάνδρου ἐγκατέσκηψε καὶ τῇ Ῥώμῃ. | |
Fr.289 | οὐ λύκος ἐξ ἀνθρώπων, κατὰ τὸν Ἀρκαδικὸν μῦθον, ἀλλὰ τύραννος ἐκ βασιλέως ἀπέβη πικρός. | |
Fr.290 | ὁ γύνανδρός τε καὶ μάλθων τύραννος. | |
Fr.291 | καὶ πάρδαλιν τοῦ αὐτοῦ μέγα τιμίαν διάλιθον. | |
Fr.292 | καὶ γυνὴ εὐπάτωρ ἄνωθεν καὶ μέγα πλουσία. | 272 |
Fr.293 | οὐδὲ τὸν πόλεμον μεθιεὶς τῷ μιαιφόνος τις καὶ παλαμναῖος εἶναι. | |
Fr.294 | καὶ ἐπίστευον εἶναι θεοφιλεῖς, τῷ δαίμονι τούτῳ μελόμενοι. | |
Fr.295 | ὃ δὲ ἔκλεισε τὴν ῥάβδον πυθμένι καὶ πώματι, καὶ μετὰ χεῖρας εἶχεν ἀεί, οὔτε μεθ’ ἡμέραν κατατι‐ θέμενος, καὶ νύκτωρ ὑπὸ τὴν κεφαλὴν ὑποτιθέμενος. | |
Fr.296 | οὐ μὴν οὐδὲ ἡ μήρινθος ἔσπασέ τι ἀγαθὸν αὐ‐ τοῖς· οὐ γάρ τοι μετὰ μακρὸν νέφη ἀκρίδων ἐπιρ‐ ρεύσαντα τοὺς καρποὺς κατέφαγεν αὐτοῖς. | |
Fr.297 | δύο κακοῖς μογῶ, ἀγρυπνίᾳ τε ἀναλισκόμενος καὶ δέει τειρόμενος. | |
Fr.298 | ὅσα ἐπράττετο, καὶ μοῦσά τις ἂν ὀκνήσειεν εἰπεῖν τραγική. οὐ γὰρ βούλεται ταῦτα γίνεσθαι, καὶ τὸ λέγειν ἀπηγόρευσε. | |
Fr.299 | ὃ δὲ ἔλεγε δεδιέναι, ἂν ἀδόκητόν τε καὶ νεώτε‐ | |
ρον κακὸν ἀπαντήσῃ. | 273 | |
Fr.300 | οὐ μὴν συνήθροισεν ἔτι τὰ ὀστᾶ, ὁμόσε τῷ δαί‐ μονι τῷ ταῦτα πράξαντι μὴ χωρῶν. | |
Fr.301 | ὃ δὲ πατὴρ πυνθάνεται ὅσα ἡ παῖς ἔδρασε, καὶ διώκει φονῶν καὶ ἀποκτεῖναι γλιχόμενος. ὁμοῦ τι τῇ πληγῇ ἡ παῖς ἦν· καὶ ἀπέσφακτο ἄν, εἰ μὴ σκηπτὸς κατηνέχθη ἀμφοῖν μέσος. | |
Fr.302 | μὴ ἰσχύουσα τεκεῖν ὁμοῦ τι τῷ ῥαγῆναι ἦν. | |
Fr.303 | καὶ μαρτύρια ἐπάγονται οὐδαμῆ ἄσημα. | |
Fr.304 | οὐκοῦν οἱ ἀδελφοὶ λαβόντες ἱκετηρίας ἐπυνθά‐ νοντο ἄρα τοῦ θεοῦ ὅ τι καὶ χρὴ πράττειν αὐτούς. | |
Fr.305 | οὐ μὴν εἶχε ποιεῖν οὐδέν, ἀλλ’ ἔμενε κατὰ χώραν τηρούμενος ἐπιμελῶς. | |
Fr.306 | ὃ δὲ ἐξειπεῖν τὴν ὠδῖνα, ἣν ἐκύει, οὐκ ἐτόλμα, τὴν ἐλπίδα τοῦ ἴσως ἄν ποτε τυχεῖν ἐν τῷ κρύπτειν | |
ὑποθάλπων ἄρα ἐκεῖνος. | 274 | |
Fr.307 | ἥ τε παῖδα ὄντα ἱερῷ λόγῳ ἠγάπα τε, ὡς τὸ εἰκός. | |
Fr.308 | ὃ δὲ ἐπῆγε τήν τε ἀποστέρησιν τῶν χρημάτων καὶ τὴν καταδίκην, καὶ μέντοι καὶ τὰς προτέρας αὐτοῦ τὰς ἀδίκους πάθας. | |
Fr.309 | ἀκόλουθόν σφισι πάθην ἐπηρτημένην ὁρῶντα, ἣν λαθεῖν ἀδύνατον. | |
Fr.310 | ἣ δὲ ἔθει, καὶ πᾶσαι μετ’ αὐτῆς ἀρρηφόροι καὶ παναγεῖς γυναῖκες, καὶ πολὺν χρόνον ἔκπληξις αὐ‐ τοὺς κατεῖχε καὶ σκότος. | |
Fr.311 | Ἑταίρα ὄνομα, οὐκ ἐκ τοῦ πανδήμου καὶ ἀσελγοῦς ἐπιτηδεύματος. | |
Fr.312 | αἰσχύνασαι τὴν λατρείαν τὴν περὶ τὴν θεόν, καὶ ἑαυτὰς ὁμιλίᾳ ἀνδρῶν παραβαλοῦσαι ἐκολάσθησαν κατὰ τὸν νόμον. | |
Fr.313 | οἳ δὲ τύραννοι παρὰ τὴν αὑτῶν φύσιν ᾐδέσθη‐ | |
σαν τὴν ἱέρειαν κακῷ τῳ περιβαλεῖν. | 275 | |
Fr.314 | Καμβύσης ὁ Κύρου παρῴνησεν εἰς τοὺς Αἰγυ‐ πτίους θεούς, καὶ ἐξεμάνη, καὶ τὸν ἑαυτοῦ μηρὸν ἔτρωσε, καὶ σφακελίσαντος ἐνόσησε, καὶ πικρότατα τὸν βίον κατέστρεψεν, ὥς φησιν Ἡρόδοτος. | |
Fr.315 | ὃ δὲ ᾖδε τοὺς παιᾶνας, οὐκ εὐτραπέλῳ τῇ γλώττῃ, οὐδὲ ἐρρωμένῃ, ὥσπερ οὖν κάτοινος ἤδη καὶ οὐκ ἀρτίστομος ἔτι. | |
Fr.316 | καὶ ἑαυτὸν πελάτην ἐκείνου λέγει τε καὶ ᾄδει. | |
Fr.317 | Ποστοῦμος, Ῥωμαῖος, ἀπὸ Καπύης, τά τε Ἑλλή‐ νων ἐπαιδεύθη, ἐρασθεὶς αὐτῶν μετὰ ἔτη λʹ. τὰ δὲ πρῶτα χρυσοχόος ἦν. ἐπεὶ δὲ ἅπαξ αὐτὸν ἐσῆλθεν ὅδε ὁ φιλόλογος ἔρως, ἐς τὰς Ἀθήνας ὥρμησε, καὶ | |
5 | ἐξεμουσώθη τὰ Ἑλλήνων ἐκεῖθι. καὶ ἐς γῆρας βαθὺ ἤλασε, πολλὰ καὶ καλὰ εἰδώς. οὔκουν ἀπεικὸς ἦν καὶ τόνδε τὸν Ποστοῦμον λέγειν λόγον ἐκεῖνον, ὅνπερ οὖν Ἡράκλειτος εἶπεν ἐφ’ ἑαυτοῦ ‘ἐμεωυτὸν ἐδιζη‐ σάμην.‘ | |
10 | ὃ δὲ οὐ μάτην ἔζη, ὥς γε ἐμὲ κρίνειν, οὐδὲ μὴν ὡς οἱ πολλοὶ ἐπὶ τραπέζας κεκυφέναι καὶ ἐμπίπλα‐ σθαι καὶ ὑβρίζειν σπεύδων, ἀλλὰ πλέον τι εἰδέναι | |
μαστεύων ὑφ’ ἡγεμόνι θεῷ. | 276 | |
Fr.318 | ὃ δὲ χρημάτων οὐκ ἦν εὔπορος, οὐδὲ ὅσα ἂν ἐξήρκεσεν ἑτέρῳ πρὸς τὴν τοῦ ἀναγκαίου βίου δια‐ γωγήν, οὐδὲ τοσαῦτα κεκτημένος. οἶδά τοι ἔγωγε καὶ ἐς ὀκτὼ ὅλας ἡμέρας ἀναλω‐ | |
5 | θέντα αὐτῷ κατοικιδίου ὄρνιθος οὐ μέγαν νεοττόν. διὰ τὰς ἀθλίας πάθας τῇ πενίᾳ ἐνήθλει. ὃ δὲ ἐδεῖτο τοῦ θεοῦ πολυωρίας τυχεῖν τῆς ἐξ αὐτοῦ. καὶ πλοῦτον περιβάλλει ἀνδρὶ πένητι μέν, εὐσε‐ βεῖ δὲ καὶ ἀεὶ θεραπεύοντί οἱ τὸν νεών, καὶ γεραί‐ | |
10 | ροντι πᾶν ὅ τι οὖν ἄγαλμα, ἐξεικασμένον αὐτῷ καὶ τετιμημένον. | |
Fr.319 | ταῖς θυγατράσι φάρμακον ὤρεξε, καὶ αὐτὸς ἔπιε, δυστυχοῦς κοινωνήσας προπόσεως καὶ φιλοτησίας. | |
Fr.320 | ῥαγέντος δὲ τοῦ κάλου ἔμεινε τὸ λείψανον ἐκεῖσε τὸ τῆς Δίρκης. | |
Fr.321 | ὃ δὲ τὴν κατασκευὴν τοῦ νεὼ πρεσβυτέραν τῆς ἑαυτοῦ ῥᾳστωνεύσεως ποιησάμενος, στέφανον ἐψη‐ φίσατο ἡ βουλὴ δάφνης αὐτῷ. | |
Fr.322 | ὥσπερ οὖν οὐχ ὑπὲρ τῶν ἐσχάτων σαλεύουσα, | |
ἀλλ’ ἐφειμένη δρᾶν ὅ τι καὶ θέλει. | 277 | |
Fr.323 | πολλὰ δὴ καθ’ ἑαυτὸν σαλεύσας ἀνέρριψεν ἐκ τῶν παρόντων εὐτυχῆ κύβον. | |
Fr.324 | τοὺς δὲ ἄλλους ἐπ’ ὀψίας τῆς ἀκμῆς σαλεύσας, καὶ μέντοι καὶ τῷ ἀπολέσθαι ὁμοῦ εἶναι. | |
Fr.325 | τοιοῦτον ἀναζωγραφῶ, ὡς εἰκὸς κοὐκ ἀπὸ τρό‐ που τὸν παραβλῶπα καὶ φιλοκερδῆ καὶ κερδαλέον, βραδίστατον πρὸς τὰ κρείττονα, λιχνωδέστατον δὲ πρὸς πανωλεθρίαν τῶν ἐντυγχανόντων ἐκβεβακχευ‐ | |
5 | μένον ὅτι μάλιστα. ἀλλ’ ἐξώλης καὶ προώλης προ‐ πηλακισθεὶς ἐς κόρακας ᾤχετο, κατάλληλα τἀπίχειρα τῆς βδελυρίας ὁ ἀποτρόπαιος καὶ οἷον ἀποφρὰς ἀποι‐ σάμενος, ὃς ἀνάρσια δικάζων ἀδίκως πολλοὺς κατε‐ δίκαζεν, ὄπιν οὐ δεδοικώς, οὐκ ἀλέγων Ἀδράστειαν, | |
10 | οὐδὲ Νέμεσιν ἐμπαζόμενος. ἀλλὰ ταῦτα τεκμήρια ἐναργῆ τῆς Ταρταρώδους καὶ Τανταλείου αὐτοῦ τι‐ μωρίας. ὃς κακὰ πόλλ’ ἔρδεσκεν, ὃς κακὰ πόλλ’ ἀπο‐ τίσεται. | |
Fr.326 | βουλῇ κρείττονι καὶ ἀνθρωπίνῃ γνώμῃ οὐδαμῶς συμβλητῇ τρόπον τινὰ τοῦ Ἀλφειοῦ ἀποθανόντος. | |
Fr.327 | ταῦτά τοι καὶ τεθνεῶτα ἔθαψεν αὐτὸν ὁ βασι‐ | |
λεὺς ταφῇ θαυμαστῇ. | 278 | |
Fr.328 | τεθνεώτων δὲ πολλῶν καὶ σαλευόντων ὑπὲρ τοῦ ζῆν ἐπὶ λεπταῖς ταῖς ἐλπίσι. | |
Fr.329 | Πυθικὸν ἦν προμάντευμα ἐν τόνοις ἑξαμέτροις, οὕτω προλέγον τὴν τελευτήν, Αἰακίδη προφύλαξο μολεῖν Ἀχερούσιον ὕδωρ, Πανδοσίην θ’, ὅθι τοι θάνατος πεπρωμένος ἐστί. | |
5 | καὶ συνάψας μάχην Βρεττίοις καὶ Λευκανοῖς ἐπί τινι ποταμῷ, τῆς γεφύρας ῥαγείσης, τῶν προσχώρων ἀκούσας τὸν ποταμὸν ἀποκαλούντων Ἀχεροντίδα, τὴν δὲ πλησίον πόλιν Πανδοσίαν, πρὸς ὃ εἶχε λόγιον συμβαλὼν τοὺς τόπους, καὶ γνοὺς ὅτι ἄρα τὸ χρεὼν | |
10 | ἐκπέπλησται, τότε δὴ τὸν εὐκλεᾶ πορεύεται θάνατον, καὶ ἐς μέσους τοὺς πολεμίους ὠθούμενος ἀφειδῶς, πολλὰ πρότερον δράσας, οὕτω πίπτει μαχόμενος. ἦν δὲ Ἀλέξανδρος ὁ Φιλίππου κηδεστής, Ὀλυμπιάδος ἀδελφός. | |
Fr.330 | γυναίου ἀκολάστου καὶ τυραννικοῦ διαβολαῖς ὑπαγόμενος. | |
Fr.331 | πάντων τῶν τοίχων κεκονιαμένων ἐς ὕψος ὑπερ‐ ήφανον. | |
Fr.332 | τῆς Δήμητρος οὐ δυνάμενον ὑπερθορεῖν τὰς | |
θύρας, θορόντα δὲ ἰέναι ἐπὶ τὸ μέγαρον. | 279 | |
Fr.333 | ὃ δὲ τὸ φρόνημα μέγα, ὡς καὶ Ἀλέξανδρον ὑπερ‐ οίσων, ἐκέκτητο. | |
Fr.334 | τὸ δὲ μειράκιον οὐδὲν ὑπιδόμενον. τίς δ’ ἂν ὑπώπτευε κρέας ὑπὸ ξένων καὶ πτωχῶν ἐπὶ κοινοῦ δεδομένον; | |
Fr.335 | ὑποθήγων ἐς τὰ καλὰ ἔργα αὐτούς. | |
Fr.336 | ὃ δὲ ἐπιπλάστῳ μωρίᾳ διέδρα τοῦ τυράννου τὸν φονικόν τε καὶ ὑπόπτην ἐκεῖνον τρόπον. | |
Fr.337 | σιγᾶν δὲ χρή, μὴ λοξοῖς ἡμᾶς ὄμμασιν ἰδὼν ὁ φθόνος τραχεῖ βάλῃ λίθῳ, κατὰ Πίνδαρον. | |
Fr.338 | φθόνος, νόσημα ψυχῆς ἀνθρωπικὸν καὶ ἐσθίον ψυχήν, ἣν ἂν καταλάβῃ, ὥσπερ ἰὸς τὸν σίδηρον. καὶ ὁ ἔρως ταὐτόν ἐστιν. οἷς ἐκεῖνος ἔχθιστον καλεῖ τὸ θεῖον, περιτρέπων τὸ συμφυὲς ἀρρώστημα ἐς αὐτοὺς | |
5 | τοὺς ἐκφύσαντας αὐτό. | |
Fr.339 | προήροσε γὰρ τὸν τόπον ὑποψαμμότερόν πως ὄντα, ἵνα ἐν τῇ συνόδῳ σφῶν κονιορτὸς πάμπο‐ | |
λυς ἀρθῇ. ἀνέμου ἐπιπνεύσαντος οἵου σφοδροτάτου, καὶ | 280 | |
5 | ἐξάραντος τὴν ἄμμον. | |
Fr.340 | οἳ δὲ λεόντειον ἐβρυχῶντο φονῶντες. | |
Fr.341 | ὃ δὲ φλυαρεῖ καὶ μάτην ἡμῶν λῆρον καταχεῖ τοῦ χάους ἀρχαιότερον καὶ Κρονίων ἀπόζοντα. | |
Fr.342 | ὃ δὲ ὑπὸ τῷ κνέφει σὺν τοῖς χερνήταις τοῖς ἐπὶ τοὺς ἀγροὺς ἰοῦσιν ὑπεξῆλθε. | |
Fr.343 | ὃ δὲ τὰς θυγατέρας ἐπειρᾶτο ποιεῖν ταλασιουρ‐ γοὺς καὶ χερνήτιδας. | |
Fr.344 | Λιβύων δὲ πρέσβεις, χρῆμα οἰκτρόν, κατὰ κλέος τὸ τῆς παρθένου ἧκον, καὶ ἐδέοντο λύσιν τινὰ τοῦ λοιμοῦ λαβεῖν. | |
Fr.345(t) | De Siphniorum paupertate. | |
1 | οὗτοι πλουσιώτατοι ἐγένοντο οὐ μόνον τῶν νη‐ σιωτῶν ἀλλὰ καὶ τῶν ἠπειρωτῶν εὖ μάλα συχνῶν. ἕως μὲν οὖν τὴν δεκάτην ἐς Δελφοὺς ἀπέστελλον εὐτάκτως, | |
καὶ ἐπείθοντο τῷ χρησμῷ τῷ τοῦτο προστάξαντι, τὰ | 281 | |
5 | τοῦ πλούτου αὐτοῖς ἐπίδοσιν εἶχε, φανέντων ἀργυ‐ ρείων μετάλλων· ἐπεὶ δὲ τὴν φορὰν τὴν τῆς ἀπαρ‐ χῆς ἐξέλιπον, θάλαττα ἐπιρρεύσασα καὶ ἐπικλύσασα ἠφάνισεν αὐτοῖς τὴν τοῦ πλούτου χορηγίαν, περιῆλ‐ θόν τε ἐς πενίαν νησιωτικὴν καὶ ἀπορίαν δεινήν. | |
Fr.346(t) | De Archia et Myscello. | |
1 | Ἀρχίας Συρακόσιος καὶ Μύσκελλος Ἀχαιὸς ἧκον ἐς Δελφοὺς ἐν τῷ αὐτῷ τοῦ χρόνου, καὶ ᾔτουν ἄρα ὑπὲρ ὧν ἔμελλον οἰκίζειν πόλεων φήμην ἀγαθὴν λαβεῖν, τὸν ἐπινησθέντα αὐτοῖς τε καὶ ταῖς πόλεσιν | |
5 | αὐτῶν βίον. λέγει δὲ ἡ Πυθία χώρας καὶ πόλεως οἰκήτορα λαὸν ἔχοντες ἤλθετ’ ἐρησόμενοι Φοῖβον, τίνα γαῖαν ἵκησθε. ἀλλ’ ἄγε δὴ φράζεσθ’ ἀγαθῶν πότερόν κεν ἕλοισθε, πλοῦτον ἔχειν κτεάνων ἢ τερπνοτάτην ὑγίειαν. | |
10 | ἐπεὶ τοίνυν ταῦτα ἠκουσάτην, Ἀρχίας ὢν φιλοχρή‐ ματος πλούτου περιβολὴν αἱρεῖται· οὐδὲ ἐψεύσθη τῆς ἐλπίδος. παμπλούσιος γοῦν Συρακοσίων ἡ πόλις κατὰ τὴν φήμην τὴν Πυθιάδα ἐγένετο. Μύσκελλος δὲ αἱρεῖται αὐτός τε ὑγιαίνειν καὶ ἡ πόλις. καὶ | |
15 | ἀπώνητο ὧν ᾔτησε. δεῖγμα γοῦν τῆς ἐν Κρότωνι ὑγιείας ῥωμαλέοι τέ εἰσιν οἱ οἰκήτορες καὶ ἀθλητῶν ἡ πόλις πολλῶν καὶ ἀγαθῶν μήτηρ ἐγένετο. πλοῦτος ἄρα καὶ ὑγίεια δῶρα ἄμφω ἐστόν· αἵρεσις δὲ ἐρρω‐ μένη καὶ διάνοια ὑγιαίνουσα αἱρεῖται τὰ βελτίω, καὶ | |
20 | ἀπέφηναν καὶ οὗτοι ὃ μὲν συνετώτερος ὤν, ὃ δὲ οὐ πάντη ἐλευθέριος. τῶν γὰρ οὖν ἀγαθῶν τῶν ἀν‐ θρωπικῶν τὸ μὲν πρεσβύτερον, τὸ δὲ δεύτερον, ὡς | |
καὶ Πλάτων φησὶ καὶ τὸ σκολιὸν ᾄδει. | 282 | |
Fr.347 | ὄναρ ἐφίσταται θεία τις ὄψις, καὶ λέγει δεῖν συσκευάζεσθαι· καλεῖν γὰρ τὸ χρεὼν αὐτόν. | |
Fr.349 | ὃ δὲ ἦν πλούτῳ καὶ γένει διαφανής. οὐκοῦν οἱ πολῖται ὤδινον κατ’ αὐτοῦ φθόνον γενναῖον. | |
Fr.350 | ὃ δὲ ὑπὸ ἀρρωστίας λεπτόν τε καὶ τρομερὸν ἐφθέγξατο. | |
Fr.351 | ὃ δὲ τοῦ τολμήματος ἡγεμὼν διόβλητος γενόμε‐ νος εἶτα κατεπρήσθη. | |
Fr.352 | ἄγαλμα ἦν τιμώμενον ὑπ’ αὐτοῦ ἐκ πολλοῦ. | |
Fr.353 | ὁ δὲ Κελτὸς προθυμίαν εἶχεν, ἐμφὺς τῷ πολεμίῳ καὶ χερσὶ καὶ στόματι δίκην θηρίου διασπάσαι αὐτόν. | |
Fr.354 | Ἀμοιβὴν τοῦ θεοειδεστάτου τρόπου θαυμαστὴν ἐφέρετο· ἔρρει γάρ οἱ κατὰ πρύμναν τὰ ἐκ τῆς τύχης, καὶ πᾶσιν οἷς ἐπέθετο τούτων ἥμαρτεν οὐδενός. | |
Fr.355 | Δύο νεανίσκων κεκονιμένων καὶ ἀγγελίαν ἀπαγγει‐ | |
λάντων. | 283 |