TLG 0544 001 :: SEXTUS EMPIRICUS :: Pyrrhoniae hypotyposes SEXTUS EMPIRICUS Phil. Pyrrhoniae hypotyposes Source: Mutschmann, H. (ed.), Sexti Empirici opera, vol. 1. Leipzig: Teubner, 1912: 3–131, 133–209. *Lib. 1–3 Citation: Book — section — (line) | ||
*Lib. 1–3 | ||
Pyrr.1t | ΠΥΡΡΩΝΕΙΩΝ ΥΠΟΤΥΠΩΣΕΩΝ ΤΩΝ ΕΙΣ ΤΡΙΑ ΤΟ ΠΡΩΤΟΝ. | |
Pyrr.1p(1t) | Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τῶν Πυρρωνείων | |
2t | ὑποτυπώσεων· | |
---|---|---|
3 | αʹ περὶ τῆς ἀνωτάτω διαφορᾶς τῶν φιλοσοφιῶν βʹ περὶ τῶν λόγων τῆς σκέψεως | |
5 | γʹ περὶ τῶν ὀνομασιῶν αὐτῆς δʹ τίς ἔννοια σκέψεως εʹ περὶ τοῦ σκεπτικοῦ ϛʹ περὶ τῶν ἀρχῶν αὐτῆς ζʹ εἰ δογματίζει ὁ σκεπτικός | |
10 | ηʹ εἰ αἵρεσιν ἔχει θʹ εἰ φυσιολογεῖ ιʹ εἰ ἀναιρεῖ τὰ φαινόμενα ιαʹ περὶ τοῦ κριτηρίου τῆς σκέψεως ιβʹ περὶ τοῦ τέλους αὐτῆς | |
15 | ιγʹ περὶ τῶν ὁλοσχερῶν τρόπων τῆς σκέψεως ιδʹ περὶ τῶν δέκα τρόπων ιεʹ περὶ τῶν πέντε τρόπων ιϛʹ περὶ τῶν δύο τρόπων ιζʹ τίνες τρόποι 〈τῆσ〉 τῶν αἰτιολογικῶν ἀνατροπῆς | |
20 | ιηʹ περὶ τῶν σκεπτικῶν φωνῶν ιθʹ περὶ τῆς ‘οὐ μᾶλλον‘ 〈φωνῆσ〉 κʹ περὶ ἀφασίας καʹ περὶ τοῦ ‘τάχα‘· καὶ τοῦ ‘ἔξεστι‘· καὶ τοῦ ‘ἐνδέχεται” | |
κβʹ περὶ τοῦ ‘ἐπέχω‘ | 3 | |
25 | κγʹ περὶ τοῦ ‘οὐδὲν ὁρίζω‘ κδʹ περὶ τοῦ ‘πάντα ἐστὶν ἀόριστα‘ κεʹ περὶ τοῦ ‘πάντα ἐστὶν ἀκατάληπτα‘ κϛʹ περὶ τοῦ ‘ἀκαταληπτῶ‘ 〈καὶ ‘οὐ καταλαμβάνω〉‘ κζʹ περὶ τοῦ ‘παντὶ 〈λόγῳ λόγον ἴσον ἀντικεῖσθαι〉‘ | |
30 | κηʹ παραπήγματα περὶ τῶν σκεπτικῶν φωνῶν κθʹ εἰ ἡ σκεπτικὴ ὁδός ἐστιν ἐπὶ τὴν Ἡρακλείτειον φιλο‐ σοφίαν λʹ εἰ διαφέρει ἡ Δημοκρίτειος αἵρεσις τῆς σκέψεως λαʹ εἰ διαφέρει ἡ Κυρναϊκὴ τῆς σκέψεως | |
35 | λβʹ εἰ διαφέρει ἡ Πρωταγόρειος τῆς σκέψεως λγʹ εἰ διαφέρει τῶν Ἀκαδημιῶν ἡ σκέψις λδʹ εἰ ἡ κατὰ τὴν ἰατρικὴν ἐμπειρία ἡ αὐτή ἐστι τῇ σκέψει | |
Pyrr.1.1(t1) | αʹ περὶ τῆς ἀνωτάτω διαφορᾶς τῶν φιλοσοφιῶν. | |
1 | Τοῖς ζητοῦσί τι πρᾶγμα ἢ εὕρεσιν ἐπακολουθεῖν εἰκὸς ἢ ἄρνησιν εὑρέσεως καὶ ἀκαταληψίας ὁμολογίαν ἢ ἐπιμονὴν | |
Pyrr.1.2 | ζητήσεως. διόπερ ἴσως καὶ ἐπὶ τῶν κατὰ φιλοσοφίαν ζη‐ τουμένων οἱ μὲν εὑρηκέναι τὸ ἀληθὲς ἔφασαν, οἱ δ’ ἀπεφή‐ ναντο μὴ δυνατὸν εἶναι τοῦτο καταληφθῆναι, οἱ δὲ ἔτι | |
Pyrr.1.3 | ζητοῦσιν. καὶ εὑρηκέναι μὲν δοκοῦσιν οἱ ἰδίως καλούμενοι δογματικοί, οἷον οἱ περὶ Ἀριστοτέλην καὶ Ἐπίκουρον καὶ τοὺς Στωικοὺς καὶ ἄλλοι τινές, ὡς δὲ περὶ ἀκαταλήπτων ἀπεφήναντο οἱ περὶ Κλειτόμαχον καὶ Καρνεάδην καὶ ἄλ‐ | |
Pyrr.1.4 | λοι Ἀκαδημαϊκοί, ζητοῦσι δὲ οἱ σκεπτικοί. ὅθεν εὐλόγως δοκοῦσιν αἱ ἀνωτάτω φιλοσοφίαι τρεῖς εἶναι, δογματικὴ Ἀκαδημαϊκὴ σκεπτική. περὶ μὲν οὖν τῶν ἄλλων ἑτέροις ἁρμόσει λέγειν, περὶ δὲ τῆς σκεπτικῆς ἀγωγῆς ὑποτυπω‐ | |
5 | τικῶς ἐπὶ τοῦ παρόντος ἡμεῖς ἐροῦμεν, ἐκεῖνο προειπόντες, ὅτι περὶ οὐδενὸς τῶν λεχθησομένων διαβεβαιούμεθα ὡς οὕτως ἔχοντος πάντως καθάπερ λέγομεν, ἀλλὰ κατὰ τὸ νῦν | |
φαινόμενον ἡμῖν ἱστορικῶς ἀπαγγέλλομεν περὶ ἑκάστου. | 4 | |
Pyrr.1.5(t1) | βʹ περὶ τῶν λόγων τῆς σκέψεως. | |
1 | Τῆς σκεπτικῆς οὖν φιλοσοφίας ὁ μὲν λέγεται καθόλου λόγος ὁ δὲ εἰδικός, καὶ καθόλου μὲν ἐν ᾧ τὸν χαρακτῆρα τῆς σκέψεως ἐκτιθέμεθα, λέγοντες τίς ἔννοια αὐτῆς καὶ τίνες ἀρχαὶ καὶ τίνες λόγοι, τί τε κριτήριον καὶ τί τέλος, | |
5 | καὶ τίνες οἱ τρόποι τῆς ἐποχῆς, καὶ πῶς παραλαμβάνομεν τὰς σκεπτικὰς ἀποφάσεις, καὶ τὴν διάκρισιν τῆς σκέψεως | |
Pyrr.1.6 | ἀπὸ τῶν παρακειμένων αὐτῇ φιλοσοφιῶν· εἰδικὸς δὲ ἐν ᾧ πρὸς ἕκαστον μέρος τῆς καλουμένης φιλοσοφίας ἀντιλέγο‐ μεν. περὶ τοῦ καθόλου δὴ πρῶτον διαλάβωμεν λόγου, ἀρξάμενοι τῆς ὑφηγήσεως ἀπὸ τῶν τῆς σκεπτικῆς ἀγωγῆς | |
5 | ὀνομάτων. | |
Pyrr.1.7(t1) | γʹ Περὶ τῶν ὀνομασιῶν τῆς σκεπτικῆς | |
1 | Ἡ σκεπτικὴ τοίνυν ἀγωγὴ καλεῖται μὲν καὶ ζητητικὴ ἀπὸ ἐνεργείας τῆς κατὰ τὸ ζητεῖν καὶ σκέπτεσθαι, καὶ ἐφεκτικὴ ἀπὸ τοῦ μετὰ τὴν ζήτησιν περὶ τὸν σκεπτόμενον γινομένου πάθους, καὶ ἀπορητικὴ ἤτοι ἀπὸ τοῦ περὶ παν‐ | |
5 | τὸς ἀπορεῖν καὶ ζητεῖν, ὡς ἔνιοί φασιν, ἢ ἀπὸ τοῦ ἀμηχα‐ νεῖν πρὸς συγκατάθεσιν ἢ ἄρνησιν, καὶ Πυρρώνειος ἀπὸ τοῦ φαίνεσθαι ἡμῖν τὸν Πύρρωνα σωματικώτερον καὶ ἐπι‐ φανέστερον τῶν πρὸ αὐτοῦ προσεληλυθέναι τῇ σκέψει. | |
Pyrr.1.8(t1) | δʹ Τί ἐστι σκέψις. | |
1 | Ἔστι δὲ ἡ σκεπτικὴ δύναμις ἀντιθετικὴ φαι‐ νομένων τε καὶ νοουμένων καθ’ οἱονδήποτε τρό‐ πον, ἀφ’ ἧς ἐρχόμεθα διὰ τὴν ἐν τοῖς ἀντικειμέ‐ νοις πράγμασι καὶ λόγοις ἰσοσθένειαν τὸ μὲν πρῶ‐ | |
5 | τον εἰς ἐποχήν, τὸ δὲ μετὰ τοῦτο εἰς ἀταραξίαν. | |
Pyrr.1.9 | ‘δύναμιν‘ μὲν οὖν αὐτὴν καλοῦμεν οὐ κατὰ τὸ πε‐ ρίεργον ἀλλ’ ἁπλῶς κατὰ τὸ δύνασθαι· ‘φαινόμενα‘ δὲ λαμβάνομεν νῦν τὰ αἰσθητά, διόπερ ἀντιδιαστέλλομεν αὐτοῖς τὰ νοητά. τὸ δὲ ‘καθ’ οἱονδήποτε τρόπον‘ δύνα‐ | 5 |
5 | ται προσαρμόζεσθαι καὶ τῇ δυνάμει, ἵνα ἁπλῶς τὸ τῆς δυνάμεως ὄνομα, ὡς εἰρήκαμεν, παραλαμβάνωμεν, καὶ τῷ ‘ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων‘· ἐπεὶ γὰρ ποι‐ κίλως ἀντιτίθεμεν ταῦτα, ἢ φαινόμενα φαινομένοις ἢ νοούμενα νοουμένοις ἢ ἐναλλὰξ ἀντιτιθέντες, ἵνα πᾶσαι | |
10 | αἱ ἀντιθέσεις ἐμπεριέχωνται, λέγομεν ‘καθ’ οἱονδήποτε τρόπον‘. ἢ ‘καθ’ οἱονδήποτε τρόπον φαινομένων τε καὶ νοουμένων‘, ἵνα μὴ ζητῶμεν πῶς φαίνεται τὰ φαινόμενα ἢ πῶς νοεῖται τὰ νοούμενα, ἀλλ’ ἁπλῶς ταῦτα λαμβάνω‐ | |
Pyrr.1.10 | μεν. ‘ἀντικειμένουσ‘ δὲ λόγους παραλαμβάνομεν οὐχὶ πάν‐ τως ἀπόφασιν καὶ κατάφασιν, ἀλλ’ ἁπλῶς ἀντὶ τοῦ μαχομέ‐ νους. ‘ἰσοσθένειαν‘ δὲ λέγομεν τὴν κατὰ πίστιν καὶ ἀπιστίαν ἰσότητα, ὡς μηδένα μηδενὸς προκεῖσθαι τῶν μαχομένων | |
5 | λόγων ὡς πιστότερον. ‘ἐποχὴ‘ δέ ἐστι στάσις διανοίας δι’ ἣν οὔτε αἴρομέν τι οὔτε τίθεμεν. ‘ἀταραξία‘ δέ ἐστι ψυχῆς ἀοχλησία καὶ γαληνότης. πῶς δὲ τῇ ἐποχῇ συνεισέρχεται ἡ ἀταραξία, ἐν τοῖς περὶ τέλους ὑπομνήσομεν. | |
Pyrr.1.11(t1) | εʹ Περὶ τοῦ σκεπτικοῦ. | |
1 | Καὶ ὁ Πυρρώνειος δὲ φιλόσοφος δυνάμει τῇ τῆς σκε‐ πτικῆς ἀγωγῆς ἐννοίᾳ συναποδέδοται· ἔστι γὰρ ὁ μετέχων ταύτης τῆς δυνάμεως. | |
Pyrr.1.12(t1) | ϛʹ Περὶ ἀρχῶν τῆς σκέψεως. | |
1 | Ἀρχὴν δὲ τῆς σκεπτικῆς αἰτιώδη μέν φαμεν εἶναι τὴν ἐλπίδα τοῦ ἀταρακτήσειν· οἱ γὰρ μεγαλοφυεῖς τῶν ἀνθρώ‐ πων ταρασσόμενοι διὰ τὴν ἐν τοῖς πράγμασιν ἀνωμαλίαν, καὶ ἀποροῦντες τίσιν αὐτῶν χρὴ μᾶλλον συγκατατίθεσθαι, | |
5 | ἦλθον ἐπὶ τὸ ζητεῖν, τί τε ἀληθές ἐστιν ἐν τοῖς πράγμασι καὶ τί ψεῦδος, ὡς ἐκ τῆς ἐπικρίσεως τούτων ἀταρακτήσον‐ τες. συστάσεως δὲ τῆς σκεπτικῆς ἐστιν ἀρχὴ μάλιστα τὸ παντὶ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι· ἀπὸ γὰρ τούτου κατα‐ λήγειν δοκοῦμεν εἰς τὸ μὴ δογματίζειν. | 6 |
Pyrr.1.13(t1) | ζʹ Εἰ δογματίζει ὁ σκεπτικός. | |
1 | Λέγομεν δὲ μὴ δογματίζειν τὸν σκεπτικὸν οὐ κατ’ ἐκεῖνο τὸ σημαινόμενον τοῦ δόγματος καθ’ ὃ δόγμα εἶναί φασί τινες κοινότερον τὸ εὐδοκεῖν τινι πράγματι (τοῖς γὰρ κατὰ φαντασίαν κατηναγκασμένοις πάθεσι συγκατατίθεται | |
5 | ὁ σκεπτικός, οἷον οὐκ ἂν εἴποι θερμαινόμενος ἢ ψυχόμενος ὅτι δοκῶ μὴ θερμαίνεσθαι ἢ ψύχεσθαι), ἀλλὰ μὴ δογματίζειν λέγομεν καθ’ ὃ δόγμα εἶναί φασί τινες τήν τινι πράγ‐ ματι τῶν κατὰ τὰς ἐπιστήμας ζητουμένων ἀδήλων συγκατάθεσιν (οὐδενὶ γὰρ τῶν ἀδήλων συγκατατίθεται ὁ | |
Pyrr.1.14 | Πυρρώνειος). ἀλλ’ οὐδὲ ἐν τῷ προφέρεσθαι περὶ τῶν ἀδήλων τὰς σκεπτικὰς φωνάς, οἷον τὴν ‘οὐδὲν μᾶλλον‘ ἢ τὴν ‘οὐδὲν ὁρίζω‘ ἤ τινα τῶν ἄλλων περὶ ὧν ὕστερον λέξομεν δογματίζει. ὁ μὲν γὰρ δογματίζων ὡς ὑπάρχον τίθεται | |
5 | τὸ πρᾶγμα ἐκεῖνο ὃ λέγεται δογματίζειν, ὁ δὲ σκεπτικὸς τὰς φωνὰς τίθησι ταύτας οὐχ ὡς πάντως ὑπαρχούσας· ὑπολαμ‐ βάνει γὰρ ὅτι, ὥσπερ ἡ ‘πάντα ἐστὶ ψευδῆ‘ φωνὴ μετὰ τῶν ἄλλων καὶ ἑαυτὴν ψευδῆ εἶναι λέγει, καὶ ἡ ‘οὐδέν ἐστιν ἀληθέσ‘ ὁμοίως, οὕτως καὶ ἡ ‘οὐδὲν μᾶλλον‘ μετὰ τῶν | |
10 | ἄλλων καὶ ἑαυτήν φησι μὴ μᾶλλον εἶναι καὶ διὰ τοῦτο τοῖς ἄλλοις ἑαυτὴν συμπεριγράφει. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν | |
Pyrr.1.15 | ἄλλων σκεπτικῶν φωνῶν λέγομεν. πλὴν ἀλλ’ εἰ ὁ δογμα‐ τίζων τίθησιν ὡς ὑπάρχον τοῦτο ὃ δογματίζει, ὁ δὲ σκεπτι‐ κὸς τὰς φωνὰς αὑτοῦ προφέρεται ὡς δυνάμει ὑφ’ ἑαυτῶν περιγράφεσθαι, οὐκ ἂν ἐν τῇ προφορᾷ τούτων δογματίζειν | |
5 | λεχθείη. τὸ δὲ μέγιστον, ἐν τῇ προφορᾷ τῶν φωνῶν τού‐ των τὸ ἑαυτῷ φαινόμενον λέγει καὶ τὸ πάθος ἀπαγγέλλει τὸ ἑαυτοῦ ἀδοξάστως, μηδὲν περὶ τῶν ἔξωθεν ὑποκειμέ‐ νων διαβεβαιούμενος. | 7 |
Pyrr.1.16(t1) | ηʹ εἰ αἵρεσιν ἔχει ὁ σκεπτικός. | |
1 | Ὁμοίως δὲ φερόμεθα καὶ ἐν τῷ ἐρωτᾶσθαι εἰ αἵρεσιν ἔχει ὁ σκεπτικός. εἰ μὲν 〈γάρ〉 τις αἵρεσιν εἶναι λέγει πρόσκλισιν δόγμασι πολλοῖς ἀκολουθίαν ἔχουσι πρὸς ἄλληλά τε καὶ 〈τὰ〉 φαινόμενα, καὶ λέγει δόγμα | |
5 | πράγματι ἀδήλῳ συγκατάθεσιν, φήσομεν μὴ ἔχειν | |
Pyrr.1.17 | αἵρεσιν. εἰ δέ τις αἵρεσιν εἶναι φάσκει τὴν λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσαν ἀγωγήν, ἐκεί‐ νου τοῦ λόγου ὡς ἔστιν ὀρθῶς δοκεῖν ζῆν ὑπο‐ δεικνύοντος (τοῦ ὀρθῶς μὴ μόνον κατ’ ἀρετὴν λαμβανο‐ | |
5 | μένου ἀλλ’ ἀφελέστερον) καὶ ἐπὶ τὸ ἐπέχειν δύνασθαι διατείνοντος, αἵρεσίν φαμεν ἔχειν· ἀκολουθοῦμεν γάρ τινι λόγῳ κατὰ τὸ φαινόμενον ὑποδεικνύντι ἡμῖν τὸ ζῆν πρὸς τὰ πάτρια ἔθη καὶ τοὺς νόμους καὶ τὰς ἀγωγὰς καὶ τὰ οἰκεῖα πάθη. | |
Pyrr.1.18(t1) | θʹ εἰ φυσιολογεῖ ὁ σκεπτικός. | |
1 | Παραπλήσια δὲ λέγομεν καὶ ἐν τῷ ζητεῖν εἰ φυσιολο‐ γητέον τῷ σκεπτικῷ· ἕνεκα μὲν γὰρ τοῦ μετὰ βεβαίου πείσματος ἀποφαίνεσθαι περί τινος τῶν κατὰ τὴν φυσιο‐ λογίαν δογματιζομένων οὐ φυσιολογοῦμεν, ἕνεκα δὲ τοῦ | |
5 | παντὶ λόγῳ λόγον ἴσον ἔχειν ἀντιτιθέναι καὶ τῆς ἀταραξίας ἁπτόμεθα τῆς φυσιολογίας. οὕτω δὲ καὶ τὸ λογικὸν μέρος | |
καὶ τὸ ἠθικὸν τῆς λεγομένης φιλοσοφίας ἐπερχόμεθα. | 8 | |
Pyrr.1.19 | Οἱ δὲ λέγοντες ὅτι ἀναιροῦσι τὰ φαινόμενα οἱ σκεπτικοὶ ἀνήκοοί μοι δοκοῦσιν εἶναι τῶν παρ’ ἡμῖν λεγο‐ μένων· τὰ γὰρ κατὰ φαντασίαν παθητικὴν ἀβουλήτως ἡμᾶς ἄγοντα εἰς συγκατάθεσιν οὐκ ἀνατρέπομεν, ὡς καὶ ἔμπρο‐ | |
5 | σθεν ἐλέγομεν· ταῦτα δέ ἐστι τὰ φαινόμενα. ὅταν δὲ ζητῶμεν, εἰ τοιοῦτον ἔστι τὸ ὑποκείμενον ὁποῖον φαίνεται, τὸ μὲν ὅτι φαίνεται δίδομεν, ζητοῦμεν δ’ οὐ περὶ τοῦ φαινομέ‐ νου ἀλλὰ περὶ ἐκείνου ὃ λέγεται περὶ τοῦ φαινομένου· τοῦτο δὲ διαφέρει τοῦ ζητεῖν περὶ αὐτοῦ τοῦ φαινομένου. | |
Pyrr.1.20 | οἷον φαίνεται 〈μὲν〉 ἡμῖν γλυκάζειν τὸ μέλι (τοῦτο συγχωροῦ‐ μεν· γλυκαζόμεθα γὰρ αἰσθητικῶς), εἰ δὲ καὶ γλυκὺ ἔστιν ὅσον ἐπὶ τῷ λόγῳ, ζητοῦμεν· ὃ οὐκ ἔστι τὸ φαινόμενον ἀλλὰ 〈τὸ〉 περὶ τοῦ φαινομένου λεγόμενον. ἐὰν δὲ καὶ ἄντικρυς | |
5 | κατὰ τῶν φαινομένων ἐρωτῶμεν λόγους, οὐκ ἀναιρεῖν βου‐ λόμενοι τὰ φαινόμενα τούτους ἐκτιθέμεθα, ἀλλ’ ἐπιδεικνύν‐ τες τὴν τῶν δογματικῶν προπέτειαν· εἰ γὰρ τοιοῦτος ἀπα‐ τεών ἐστιν ὁ λόγος ὥστε καὶ τὰ φαινόμενα μόνον οὐχὶ τῶν ὀφθαλμῶν ἡμῶν ὑφαρπάζειν, πῶς οὐ χρὴ ὑφορᾶσθαι | |
10 | αὐτὸν ἐν τοῖς ἀδήλοις, ὥστε μὴ κατακολουθοῦντας αὐτῷ προπετεύεσθαι; | |
Pyrr.1.21(t1) | ιαʹ περὶ τοῦ κριτηρίου τῆς σκεπτικῆς. | |
1 | Ὅτι δὲ τοῖς φαινομένοις προσέχομεν, δῆλον ἀπὸ τῶν λεγομένων ἡμῖν περὶ τοῦ κριτηρίου τῆς σκεπτικῆς ἀγωγῆς. κριτήριον δὲ λέγεται διχῶς, τό τε εἰς πίστιν ὑπάρξεως ἢ ἀνυ‐ παρξίας λαμβανόμενον, περὶ οὗ ἐν τῷ ἀντιρρητικῷ λέξομεν | |
5 | λόγῳ, τό τε τοῦ πράσσειν, ᾧ προσέχοντες κατὰ τὸν βίον τὰ μὲν πράσσομεν τὰ δ’ οὔ, περὶ οὗ νῦν λέγο‐ | |
Pyrr.1.22 | μεν. κριτήριον τοίνυν φαμὲν εἶναι τῆς σκεπτικῆς ἀγωγῆς | |
τὸ φαινόμενον, δυνάμει τὴν φαντασίαν οὕτω καλοῦντες· ἐν πείσει γὰρ καὶ ἀβουλήτῳ πάθει κειμένη ἀζήτητός ἐστιν. διὸ περὶ μὲν τοῦ φαίνεσθαι τοῖον ἢ τοῖον τὸ ὑποκεί‐ | 9 | |
5 | μενον οὐδεὶς ἴσως ἀμφισβητήσει, περὶ δὲ τοῦ εἰ τοιοῦ‐ | |
Pyrr.1.23 | τον ἔστιν ὁποῖον φαίνεται ζητεῖται. τοῖς φαινομένοις οὖν προσέχοντες κατὰ τὴν βιωτικὴν τήρησιν ἀδοξάστως βιοῦ‐ μεν, ἐπεὶ μὴ δυνάμεθα ἀνενέργητοι παντάπασιν εἶναι. ἔοικε δὲ αὕτη ἡ βιωτικὴ τήρησις τετραμερὴς εἶναι καὶ τὸ | |
5 | μέν τι ἔχειν ἐν ὑφηγήσει φύσεως, τὸ δὲ ἐν ἀνάγκῃ παθῶν, τὸ δὲ ἐν παραδόσει νόμων τε καὶ ἐθῶν, τὸ | |
Pyrr.1.24 | δὲ ἐν διδασκαλίᾳ τεχνῶν, ὑφηγήσει μὲν φυσικῇ καθ’ ἣν φυσικῶς αἰσθητικοὶ καὶ νοητικοί ἐσμεν, παθῶν δὲ ἀνάγκῃ καθ’ ἣν λιμὸς μὲν ἐπὶ τροφὴν ἡμᾶς ὁδηγεῖ, δίψος δ’ ἐπὶ πόμα, ἐθῶν δὲ καὶ νόμων παραδόσει καθ’ ἣν τὸ μὲν εὐσεβεῖν παρα‐ | |
5 | λαμβάνομεν βιωτικῶς ὡς ἀγαθὸν τὸ δὲ ἀσεβεῖν ὡς φαῦλον, τεχνῶν δὲ διδασκαλίᾳ καθ’ ἣν οὐκ ἀνενέργητοί ἐσμεν ἐν αἷς παραλαμβάνομεν τέχναις. ταῦτα δὲ πάντα φαμὲν ἀδο‐ ξάστως. | |
Pyrr.1.25(t1) | ιβʹ τί τὸ τέλος τῆς σκεπτικῆς. | |
1 | Τούτοις ἀκόλουθον ἂν εἴη καὶ περὶ τοῦ τέλους τῆς σκεπτι‐ κῆς ἀγωγῆς διεξελθεῖν. ἔστι μὲν οὖν τέλος τὸ οὗ χάριν πάντα πράττεται ἢ θεωρεῖται, αὐτὸ δὲ οὐδενὸς ἕνε‐ κα, ἢ τὸ ἔσχατον τῶν ὀρεκτῶν. φαμὲν δὲ ἄχρι νῦν τέλος | |
5 | εἶναι τοῦ σκεπτικοῦ τὴν ἐν τοῖς κατὰ δόξαν ἀταραξίαν καὶ | |
Pyrr.1.26 | ἐν τοῖς κατηναγκασμένοις μετριοπάθειαν. ἀρξάμενος γὰρ φι‐ λοσοφεῖν ὑπὲρ τοῦ τὰς φαντασίας ἐπικρῖναι καὶ καταλαβεῖν, τίνες μέν εἰσιν ἀληθεῖς τίνες δὲ ψευδεῖς, ὥστε ἀταρακτῆ‐ σαι, ἐνέπεσεν εἰς τὴν ἰσοσθενῆ διαφωνίαν, ἣν ἐπικρῖναι | |
5 | μὴ δυνάμενος ἐπέσχεν· ἐπισχόντι δὲ αὐτῷ τυχικῶς παρ‐ | |
Pyrr.1.27 | ηκολούθησεν ἡ ἐν τοῖς δοξαστοῖς ἀταραξία. ὁ μὲν γὰρ δοξάζων τι καλὸν τῇ φύσει ἢ κακὸν εἶναι ταράσσεται διὰ | |
παντός· καὶ ὅτε μὴ πάρεστιν αὐτῷ τὰ καλὰ εἶναι δοκοῦντα, ὑπό τε τῶν φύσει κακῶν νομίζει ποινηλατεῖσθαι καὶ διώκει | 10 | |
5 | τὰ ἀγαθά, ὡς οἴεται· ἅπερ κτησάμενος πλείοσι ταραχαῖς περιπίπτει, διά τε τὸ παρὰ λόγον καὶ ἀμέτρως ἐπαίρε‐ σθαι καὶ φοβούμενος τὴν μεταβολὴν πάντα πράσσει, ἵνα | |
Pyrr.1.28 | μὴ ἀποβάλῃ τὰ ἀγαθὰ αὐτῷ δοκοῦντα εἶναι. ὁ δὲ ἀορι‐ στῶν περὶ τῶν πρὸς τὴν φύσιν καλῶν ἢ κακῶν οὔτε φεύγει τι οὔτε διώκει συντόνως· διόπερ ἀταρακτεῖ. ὅπερ οὖν περὶ Ἀπελλοῦ τοῦ ζωγράφου λέγεται, τοῦτο ὑπῆρξε τῷ σκεπτικῷ. | |
5 | φασὶ γὰρ ὅτι ἐκεῖνος ἵππον γράφων καὶ τὸν ἀφρὸν τοῦ ἵππου μιμήσασθαι τῇ γραφῇ βουληθεὶς οὕτως ἀπετύγχανεν ὡς ἀπειπεῖν καὶ τὴν σπογγιὰν εἰς ἣν ἀπέμασσε τὰ ἀπὸ τοῦ γραφείου χρώματα προσρῖψαι τῇ εἰκόνι· τὴν δὲ προ‐ | |
Pyrr.1.29 | σαψαμένην ἵππου ἀφροῦ ποιῆσαι μίμημα. καὶ οἱ σκεπτικοὶ οὖν ἤλπιζον μὲν τὴν ἀταραξίαν ἀναλήψεσθαι διὰ τοῦ τὴν ἀνωμαλίαν τῶν φαινομένων τε καὶ νοουμένων ἐπικρῖναι, μὴ δυνηθέντες δὲ ποιῆσαι τοῦτο ἐπέσχον· ἐπισχοῦσι δὲ | |
5 | αὐτοῖς οἷον τυχικῶς ἡ ἀταραξία παρηκολούθησεν ὡς σκιὰ σώματι. οὐ μὴν ἀόχλητον πάντῃ τὸν σκεπτικὸν εἶναι νο‐ μίζομεν, ἀλλ’ ὀχλεῖσθαί φαμεν ὑπὸ τῶν κατηναγκασμένων· καὶ γὰρ ῥιγοῦν ποτε ὁμολογοῦμεν καὶ διψῆν καὶ τοιουτό‐ | |
Pyrr.1.30 | τροπά τινα πάσχειν. ἀλλὰ καὶ ἐν τούτοις οἱ μὲν ἰδιῶται δισσαῖς συνέχονται περιστάσεσιν, ὑπό τε τῶν παθῶν αὐ‐ τῶν καὶ οὐχ ἧττον ὑπὸ τοῦ τὰς περιστάσεις ταύτας κακὰς εἶναι φύσει δοκεῖν· ὁ δὲ σκεπτικὸς τὸ προσδοξάζειν ὅτι | |
5 | ἔστι κακὸν τούτων ἕκαστον ὡς πρὸς τὴν φύσιν περιαιρῶν μετριώτερον καὶ ἐν τούτοις ἀπαλλάσσει. διὰ τοῦτο οὖν ἐν μὲν τοῖς δοξαστοῖς ἀταραξίαν τέλος εἶναί φαμεν τοῦ σκε‐ πτικοῦ, ἐν δὲ τοῖς κατηναγκασμένοις μετριοπάθειαν. τινὲς δὲ τῶν δοκίμων σκεπτικῶν προσέθηκαν τούτοις καὶ | |
10 | τὴν ἐν ταῖς ζητήσεσιν ἐποχήν. | |
Pyrr.1.31(t1) | ιγʹ περὶ τῶν ὁλοσχερῶν τρόπων τῆς ἐποχῆς. | |
1 | Ἐπεὶ δὲ τὴν ἀταραξίαν ἀκολουθεῖν ἐφάσκομεν τῇ περὶ | |
πάντων ἐποχῇ, ἀκόλουθον ἂν εἴη λέγειν ὅπως ἡμῖν ἡ ἐποχὴ περιγίνεται. γίνεται τοίνυν αὕτη, ὡς ἂν ὁλοσχερέστερον εἴποι τις, διὰ τῆς ἀντιθέσεως τῶν πραγμάτων. ἀντιτίθε‐ | 11 | |
5 | μεν δὲ ἢ φαινόμενα φαινομένοις ἢ νοούμενα νοουμένοις | |
Pyrr.1.32 | ἢ ἐναλλάξ, οἷον φαινόμενα μὲν φαινομένοις, ὅταν λέγω‐ μεν ‘ὁ αὐτὸς πύργος πόρρωθεν μὲν φαίνεται στρογγύλος, ἐγγύθεν δὲ τετράγωνοσ‘, νοούμενα δὲ νοουμένοις, ὅταν πρὸς τὸν κατασκευάζοντα ὅτι ἔστι πρόνοια ἐκ τῆς τάξεως | |
5 | τῶν οὐρανίων, ἀντιτιθῶμεν τὸ τοὺς μὲν ἀγαθοὺς δυσ‐ πραγεῖν πολλάκις τοὺς δὲ κακοὺς εὐπραγεῖν, καὶ διὰ | |
Pyrr.1.33 | τούτου συνάγωμεν τὸ μὴ εἶναι πρόνοιαν· νοούμενα δὲ φαινομένοις, ὡς ὁ Ἀναξαγόρας τῷ 〈κατασκευάζοντι〉 λευκὴν εἶναι τὴν χιόνα ἀντε‐ τίθει, ὅτι ἡ χιὼν ὕδωρ ἐστὶ πεπηγός, τὸ δὲ ὕδωρ | |
5 | ἐστὶ μέλαν, καὶ ἡ χιὼν ἄρα μέλαινά ἐστιν. καθ’ ἑτέραν δὲ ἐπίνοιαν ἀντιτίθεμεν ὁτὲ μὲν παρόντα παρ‐ οῦσιν, ὡς τὰ προειρημένα· ὁτὲ δὲ παρόντα παρεληλυθόσιν ἢ μέλλουσιν, οἷον ὅταν τις ἡμᾶς ἐρωτήσῃ λόγον ὃν λῦσαι | |
Pyrr.1.34 | οὐ δυνάμεθα, φαμὲν πρὸς αὐτὸν ὅτι, ὥσπερ πρὸ τοῦ γενέ‐ σθαι τὸν εἰσηγησάμενον τὴν αἵρεσιν ἣν μετέρχῃ, οὐδέπω ὁ κατ’ αὐτὴν λόγος ὑγιὴς ὢν ἐφαίνετο, ὑπέκειτο μέντοι ὡς πρὸς τὴν φύσιν, οὕτως ἐνδέχεται καὶ τὸν ἀντικείμενον τῷ | |
5 | ὑπὸ σοῦ ἐρωτηθέντι νῦν λόγῳ ὑποκεῖσθαι μὲν ὡς πρὸς τὴν φύσιν, μηδέπω δ’ ἡμῖν φαίνεσθαι, ὥστε οὐδέπω χρὴ συγκατα‐ | |
Pyrr.1.35 | τίθεσθαι ἡμᾶς τῷ δοκοῦντι νῦν ἰσχυρῷ εἶναι λόγῳ. ὑπὲρ δὲ τοῦ τὰς ἀντιθέσεις ταύτας ἀκριβέστερον ἡμῖν ὑποπε‐ σεῖν, καὶ τοὺς τρόπους ὑποθήσομαι δι’ ὧν ἡ ἐποχὴ συ‐ νάγεται, οὔτε περὶ τοῦ πλήθους οὔτε περὶ τῆς δυνάμεως | |
5 | αὐτῶν διαβεβαιούμενος· ἐνδέχεται γὰρ αὐτοὺς καὶ σαθροὺς εἶναι καὶ πλείους τῶν λεχθησομένων. | |
Pyrr.1.36(t1) | ιδʹ περὶ τῶν δέκα τρόπων. | |
1 | Παραδίδονται τοίνυν συνήθως παρὰ τοῖς ἀρχαιοτέ‐ | |
ροις σκεπτικοῖς τρόποι, δι’ ὧν ἡ ἐποχὴ συνάγεσθαι δοκεῖ, δέκα τὸν ἀριθμόν, οὓς καὶ λόγους καὶ τύπους συνωνύμως καλοῦσιν. εἰσὶ δὲ οὗτοι, πρῶτος ὁ παρὰ τὴν τῶν ζῴων ἐξαλλα‐ | 12 | |
5 | γήν, δεύτερος ὁ παρὰ τὴν τῶν ἀνθρώπων διαφοράν, τρίτος ὁ παρὰ τὰς διαφόρους τῶν αἰσθητηρίων κατασκευάς, τέ‐ ταρτος ὁ παρὰ τὰς περιστάσεις, πέμπτος ὁ παρὰ τὰς θέσεις καὶ τὰ διαστήματα καὶ τοὺς τόπους, ἕκτος ὁ παρὰ τὰς | |
Pyrr.1.37 | ἐπιμιξίας, ἕβδομος ὁ παρὰ τὰς ποσότητας καὶ σκευασίας τῶν ὑποκειμένων, ὄγδοος ὁ ἀπὸ τοῦ πρός τι, ἔννατος ὁ παρὰ τὰς συνεχεῖς ἢ σπανίους ἐγκυρήσεις, δέκατος ὁ παρὰ τὰς ἀγωγὰς καὶ τὰ ἔθη καὶ τοὺς νόμους καὶ τὰς μυθικὰς | |
Pyrr.1.38 | πίστεις καὶ τὰς δογματικὰς ὑπολήψεις. χρώμεθα δὲ τῇ τάξει ταύτῃ θετικῶς. τούτων δὲ ἐπαναβεβηκότες εἰσὶ τρό‐ ποι τρεῖς, ὁ ἀπὸ τοῦ κρίνοντος, ὁ ἀπὸ τοῦ κρινομένου, ὁ ἐξ ἀμφοῖν· τῷ μὲν γὰρ ἀπὸ τοῦ κρίνοντος ὑποτάσσονται | |
5 | οἱ πρῶτοι τέσσαρες (τὸ γὰρ κρῖνον ἢ ζῷόν ἐστιν ἢ ἄνθρω‐ πος ἢ αἴσθησις ἢ ἔν τινι περιστάσει), εἰς δὲ τὸν ἀπὸ τοῦ κρινομένου 〈ἀνάγονται〉 ὁ ἕβδομος καὶ ὁ δέκατος, εἰς δὲ τὸν ἐξ ἀμφοῖν σύνθετον ὁ πέμπτος καὶ ὁ ἕκτος καὶ ὁ ὄγδοος καὶ ὁ ἔν‐ | |
Pyrr.1.39 | νατος. πάλιν δὲ οἱ τρεῖς οὗτοι ἀνάγονται εἰς τὸν πρός τι, ὡς εἶναι γενικώτατον μὲν τὸν πρός τι, εἰδικοὺς δὲ τοὺς τρεῖς, ὑποβεβηκότας δὲ τοὺς δέκα. ταῦτα μὲν περὶ τῆς ποσότητος αὐτῶν κατὰ τὸ πιθανὸν λέγομεν· περὶ δὲ τῆς | |
5 | δυνάμεως τάδε. | |
Pyrr.1.40 | Πρῶτον ἐλέγομεν εἶναι λόγον καθ’ ὃν 〈παρὰ〉 τὴν δια‐ φορὰν τῶν ζῴων οὐχ αἱ αὐταὶ ἀπὸ τῶν αὐτῶν ὑποπίπτουσι φαντασίαι. τοῦτο δὲ ἐπιλογιζόμεθα ἔκ τε τῆς περὶ τὰς γε‐ νέσεις αὐτῶν διαφορᾶς καὶ ἐκ τῆς περὶ τὰς συστάσεις τῶν | 13 |
Pyrr.1.41 | σωμάτων παραλλαγῆς. περὶ μὲν οὖν τὰς γενέσεις, ὅτι τῶν ζῴων τὰ μὲν χωρὶς μίξεως γίνεται τὰ δ’ ἐκ συμπλο‐ κῆς. καὶ τῶν μὲν χωρὶς μίξεως γινομένων τὰ μὲν ἐκ πυρὸς γίνεται ὡς τὰ ἐν ταῖς καμίνοις φαινόμενα ζωΰφια, τὰ | |
5 | δ’ ἐξ ὕδατος φθειρομένου ὡς κώνωπες, τὰ δ’ ἐξ οἴνου τρεπομένου ὡς σκνῖπες, τὰ δ’ ἐκ γῆς 〈ὡς....〉, τὰ δ’ ἐξ ἰλύος ὡς βάτραχοι, τὰ δ’ ἐκ βορβόρου ὡς σκώληκες, τὰ δ’ ἐξ ὄνων ὡς κάνθαροι τὰ δ’ ἐκ λαχάνων ὡς κάμπαι, τὰ δ’ ἐκ καρ‐ πῶν ὡς οἱ ἐκ τῶν ἐρινεῶν ψῆνες, τὰ δ’ ἐκ ζῴων σηπομέ‐ | |
Pyrr.1.42 | νων ὡς μέλισσαι ταύρων καὶ σφῆκες ἵππων· τῶν δ’ ἐκ συμπλοκῆς τὰ μὲν ἐξ ὁμοιογενῶν ὡς τὰ πλεῖστα, τὰ δ’ ἐξ ἀνομοιογενῶν ὡς ἡμίονοι. πάλιν κοινῇ τῶν ζῴων τὰ μὲν ζωοτοκεῖται ὡς ἄνθρωποι, τὰ δ’ ᾠοτοκεῖται ὡς ὄρνιθες, τὰ | |
Pyrr.1.43 | δὲ σαρκοτοκεῖται ὡς ἄρκτοι. εἰκὸς οὖν τὰς περὶ τὰς γενέ‐ σεις ἀνομοιότητας καὶ διαφορὰς μεγάλας ποιεῖν ἀντιπα‐ θείας, τὸ ἀσύγκρατον καὶ ἀσυνάρμοστον καὶ μαχόμενον | |
Pyrr.1.44 | ἐκεῖθεν φερομένας. ἀλλὰ καὶ ἡ διαφορὰ τῶν κυριωτά‐ των μερῶν τοῦ σώματος, καὶ μάλιστα τῶν πρὸς τὸ ἐπικρίνειν καὶ πρὸς τὸ αἰσθάνεσθαι πεφυκότων, μεγίστην δύναται ποιεῖν μάχην τῶν φαντασιῶν [παρὰ τὴν τῶν ζῴων παραλ‐ | |
5 | λαγήν]. οἱ γοῦν ἰκτεριῶντες ὠχρά φασιν εἶναι τὰ ἡμῖν φαινόμενα λευκά, καὶ οἱ ὑπόσφαγμα ἔχοντες αἱμωπά. ἐπεὶ οὖν καὶ τῶν ζῴων τὰ μὲν ὠχροὺς ἔχει τοὺς ὀφθαλμοὺς τὰ δ’ ὑφαίμους τὰ δὲ λευκανθίζοντας τὰ δ’ ἄλλην χροιὰν ἔχοντας, εἰκός, οἶμαι, διάφορον αὐτοῖς τὴν τῶν χρωμάτων | |
Pyrr.1.45 | ἀντίληψιν γίγνεσθαι. ἀλλὰ καὶ ἐνατενίσαντες ἐπὶ πολὺν χρόνον τῷ ἡλίῳ, εἶτα ἐγκύψαντες βιβλίῳ τὰ γράμματα χρυσοειδῆ δοκοῦμεν εἶναι καὶ περιφερόμενα. ἐπεὶ οὖν καὶ | |
τῶν ζῴων τινὰ φύσει λαμπηδόνα ἐν τοῖς ὀφθαλμοῖς ἔχει | 14 | |
5 | καὶ φῶς λεπτομερές τε καὶ εὐκίνητον ἀπ’ αὐτῶν ἀποστέλ‐ λει, ὡς καὶ νυκτὸς ὁρᾶν, δεόντως ἂν νομίζοιμεν ὅτι μὴ | |
Pyrr.1.46 | ὅμοια ἡμῖν τε κἀκείνοις τὰ ἐκτὸς ὑποπίπτει. καί γε οἱ γόητες χρίοντες τὰς θρυαλλίδας ἰῷ χαλκοῦ καὶ θολῷ ση‐ πίας ποιοῦσιν ὁτὲ μὲν χαλκοῦς ὁτὲ δὲ μέλανας φαίνεσθαι τοὺς παρόντας διὰ τὴν βραχεῖαν τοῦ μιχθέντος παρασπο‐ | |
5 | ράν. πολὺ δήπου εὐλογώτερόν ἐστι, χυμῶν διαφόρων ἀνα‐ κεκραμένων τῇ ὁράσει τῶν ζῴων, 〈καὶ〉 διαφόρους τῶν ὑποκει‐ | |
Pyrr.1.47 | μένων φαντασίας αὐτοῖς γίνεσθαι. ὅταν τε παραθλίψωμεν τὸν ὀφθαλμόν, ἐπιμήκη καὶ στενὰ φαίνεται τὰ εἴδη καὶ τὰ σχήματα καὶ τὰ μεγέθη τῶν ὁρατῶν. εἰκὸς οὖν ὅτι ὅσα τῶν ζῴων λοξὴν ἔχει τὴν κόρην καὶ προμήκη, καθά‐ | |
5 | περ αἶγες αἴλουροι καὶ τὰ ἐοικότα, διάφορα φαντάζεται τὰ ὑποκείμενα εἶναι, καὶ οὐχ οἷα τὰ περιφερῆ τὴν κόρην | |
Pyrr.1.48 | ἔχοντα ζῷα εἶναι αὐτὰ ὑπολαμβάνει. τά τε κάτοπτρα παρὰ τὴν διάφορον κατασκευὴν ὁτὲ μὲν μικρότατα δείκνυσι τὰ ἐκτὸς ὑποκείμενα ὡς τὰ κοῖλα, ὁτὲ δ’ ἐπιμήκη καὶ στενά, ὡς τὰ κυρτά· τινὰ δὲ τὴν μὲν κεφαλὴν κάτω δείκνυσι τοῦ | |
Pyrr.1.49 | κατοπτριζομένου, τοὺς δὲ πόδας ἄνω. ἐπεὶ οὖν καὶ τῶν περὶ τὴν ὄψιν ἀγγείων τὰ μὲν ἐξόφθαλμα κομιδῇ προπέ‐ πτωκεν ὑπὸ κυρτότητος, τὰ δὲ κοιλότερά ἐστι, τὰ δ’ ἐν ὑπτίῳ πλάτει βέβηκεν, εἰκὸς καὶ διὰ τοῦτο ἀλλοιοῦσθαι τὰς φαν‐ | |
5 | τασίας, καὶ μήτε ἴσα τοῖς μεγέθεσι μήτε ὅμοια ταῖς μορ‐ φαῖς ὁρᾶν τὰ αὐτὰ κύνας ἰχθύας λέοντας ἀνθρώπους πάρ‐ νοπας, ἀλλ’ οἵαν ἑκάστου ποιεῖ τύπωσιν ἡ δεχομένη τὸ | |
Pyrr.1.50 | φαινόμενον ὄψις. ὁ δὲ αὐτὸς καὶ περὶ τῶν ἄλλων αἰσθή‐ σεων λόγος· πῶς γὰρ ἂν λεχθείη ὁμοίως κινεῖσθαι κατὰ τὴν ἁφὴν τά τε ὀστρακόδερμα καὶ τὰ σαρκοφανῆ καὶ τὰ ἠκανθωμένα καὶ τὰ ἐπτερωμένα ἢ λελεπιδωμένα; πῶς | |
5 | δὲ ὁμοίως ἀντιλαμβάνεσθαι κατὰ τὴν ἀκοὴν τά τε στε‐ νώτατον ἔχοντα τὸν πόρον τὸν ἀκουστικὸν καὶ τὰ εὐρυ‐ | |
τάτῳ τούτῳ κεχρημένα, ἢ τὰ τετριχωμένα τὰ ὦτα καὶ τὰ ψιλὰ ταῦτα ἔχοντα; ὅπου γε καὶ ἡμεῖς ἄλλως μὲν κινούμεθα κατὰ τὴν ἀκοὴν παραβύσαντες τὰ ὦτα, ἄλλως | 15 | |
Pyrr.1.51 | δὲ ἢν ἁπλῶς αὐτοῖς χρώμεθα. καὶ ἡ ὄσφρησις δὲ διαφέροι ἂν παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν· εἰ γὰρ καὶ ἡμεῖς ἄλλως μὲν κινούμεθα ἐμψυγέντες καὶ τοῦ φλέγματος πλεονάσαν‐ τος ἐν ἡμῖν, ἄλλως δὲ ἢν τὰ περὶ τὴν κεφαλὴν ἡμῶν μέρη | |
5 | πλεονασμὸν αἵματος ὑποδέξηται, ἀποστρεφόμενοι τὰ εὐώδη τοῖς ἄλλοις δοκοῦντα εἶναι καὶ ὥσπερ πλήττεσθαι ὑπ’ αὐ‐ τῶν νομίζοντες, ἐπεὶ καὶ τῶν ζῴων τὰ μὲν πλαδαρά τέ ἐστι φύσει καὶ φλεγματώδη, τὰ δὲ πολύαιμα σφόδρα, τὰ δ’ ἐπικρατοῦσαν καὶ πλεονάζουσαν ἔχοντα τὴν ξανθὴν χολὴν | |
10 | ἢ τὴν μέλαιναν, εὔλογον καὶ διὰ τοῦτο διάφορα ἑκάστοις | |
Pyrr.1.52 | αὐτῶν φαίνεσθαι τὰ ὀσφρητά. καὶ τὰ γευστὰ ὁμοίως τῶν μὲν τραχεῖαν καὶ ἄνικμον ἐχόντων τὴν γλῶσσαν τῶν δὲ ἔνυγρον σφόδρα, εἴγε καὶ ἡμεῖς ξηροτέραν ἐν πυρετοῖς τὴν γλῶτταν σχόντες γεώδη καὶ κακόχυμα ἢ πικρὰ τὰ προσ‐ | |
5 | φερόμενα εἶναι νομίζομεν, τοῦτο δὲ πάσχομεν καὶ παρὰ τὴν διάφορον ἐπικράτειαν τῶν ἐν ἡμῖν χυμῶν εἶναι λεγο‐ μένων· ἐπεὶ οὖν καὶ τὰ ζῷα διάφορον τὸ γευστικὸν αἰσθη‐ τήριον ἔχει καὶ διαφόροις χυμοῖς πλεονάζον, διαφόρους ἂν καὶ κατὰ τὴν γεῦσιν φαντασίας τῶν ὑποκειμένων λαμβά‐ | |
Pyrr.1.53 | νοι. ὥσπερ γὰρ ἡ αὐτὴ τροφὴ ἀναδιδομένη ὅπου μὲν γίνε‐ ται φλὲψ ὅπου δὲ ἀρτηρία ὅπου δὲ ὀστέον ὅπου δὲ νεῦρον καὶ τῶν ἄλλων ἕκαστον, παρὰ τὴν διαφορὰν τῶν ὑποδεχο‐ μένων αὐτὴν μερῶν διάφορον ἐπιδεικνυμένη δύναμιν, καὶ | |
5 | ὥσπερ τὸ ὕδωρ ἓν καὶ μονοειδὲς ἀναδιδόμενον εἰς τὰ δένδρα ὅπου μὲν γίνεται φλοιὸς ὅπου δὲ κλάδος ὅπου δὲ καρπὸς καὶ | |
Pyrr.1.54 | ἤδη σῦκον καὶ ῥοιὰ καὶ τῶν ἄλλων ἕκαστον, καὶ καθάπερ τὸ τοῦ μουσουργοῦ πνεῦμα ἓν καὶ τὸ αὐτὸ ἐμπνεόμενον τῷ αὐλῷ ὅπου μὲν γίνεται ὀξὺ ὅπου δὲ βαρύ, καὶ ἡ αὐτὴ ἐπέρει‐ σις τῆς χειρὸς ἐπὶ τῆς λύρας ὅπου μὲν βαρὺν φθόγγον ποιεῖ | |
5 | ὅπου δὲ ὀξύν, οὕτως εἰκὸς καὶ τὰ ἐκτὸς ὑποκείμενα διά‐ φορα θεωρεῖσθαι παρὰ τὴν διάφορον κατασκευὴν τῶν | 16 |
Pyrr.1.55 | τὰς φαντασίας ὑπομενόντων ζῴων. ἐναργέστερον δὲ τὸ τοιοῦτον ἔστι μαθεῖν ἀπὸ τῶν αἱρετῶν τε καὶ φευκτῶν τοῖς ζῴοις. μύρον γοῦν ἀνθρώποις μὲν ἥδιστον φαίνεται, κανθάροις δὲ καὶ μελίσσαις δυσανάσχετον· καὶ τὸ ἔλαιον | |
5 | τοὺς μὲν ἀνθρώπους ὠφελεῖ, σφῆκας δὲ καὶ μελίσσας ἀν‐ αιρεῖ καταρραινόμενον· καὶ τὸ θαλάττιον ὕδωρ ἀνθρώποις μὲν ἀηδές ἐστι πινόμενον καὶ φαρμακῶδες, ἰχθύσι δὲ | |
Pyrr.1.56 | ἥδιστον καὶ πότιμον. σύες τε ἥδιον βορβόρῳ λούονται δυσωδεστάτῳ ἢ ὕδατι διειδεῖ καὶ καθαρῷ. τῶν τε ζῴων τὰ μέν ἐστι ποηφάγα τὰ δὲ θαμνοφάγα τὰ δὲ ὑληνόμα τὰ δὲ σπερμοφάγα τὰ δὲ σαρκοφάγα τὰ δὲ γαλακτοφάγα, καὶ | |
5 | τὰ μὲν σεσηπυίᾳ χαίρει τροφῇ τὰ δὲ νεαρᾷ, καὶ τὰ μὲν ὠμῇ τὰ δὲ μαγειρικῶς ἐσκευασμένῃ. καὶ κοινῶς τὰ ἄλλοις ἡδέα | |
Pyrr.1.57 | ἄλλοις ἐστὶν ἀηδῆ καὶ φευκτὰ καὶ θανάσιμα. τὸ γοῦν κώ‐ νειον πιαίνει τοὺς ὄρτυγας καὶ ὁ ὑοσκύαμος τὰς ὗς, αἳ δὴ χαίρουσι καὶ σαλαμάνδρας ἐσθίουσαι, ὡσπεροῦν ἔλαφοι τὰ ἰοβόλα ζῷα καὶ αἱ χελιδόνες κανθαρίδας. οἵ τε μύρ‐ | |
5 | μηκες καὶ οἱ σκνῖπες ἀνθρώποις μὲν ἀηδίας καὶ στρόφους ἐμποιοῦσι καταπινόμενοι· ἡ δὲ ἄρκτος ἢν ἀρρωστίᾳ τινὶ | |
Pyrr.1.58 | περιπέσῃ, τούτους καταλιχμωμένη ῥώννυται. ἔχιδνα δὲ θιγόντος αὐτῆς μόνον φηγοῦ κλάδου καροῦται, καθάπερ καὶ νυκτερὶς πλατάνου φύλλου. φεύγει δὲ κριὸν μὲν ἐλέφας, λέων δὲ ἀλεκτρυόνα, καὶ θραγμὸν κυάμων ἐρεικομένων τὰ | |
5 | θαλάττια κήτη, καὶ τίγρις ψόφον τυμπάνου. καὶ ἄλλα δὲ πλείω τούτων ἔνεστι λέγειν· ἀλλ’ ἵνα μὴ μᾶλλον τοῦ δέον‐ τος ἐνδιατρίβειν δοκῶμεν, εἰ τὰ αὐτὰ τοῖς μέν ἐστιν ἀηδῆ τοῖς δὲ ἡδέα, τὸ δὲ ἡδὺ καὶ ἀηδὲς ἐν φαντασίᾳ κεῖται, διάφοροι γίνονται τοῖς ζῴοις ἀπὸ τῶν ὑποκειμένων φαν‐ | |
Pyrr.1.59 | τασίαι. εἰ δὲ τὰ αὐτὰ πράγματα ἀνόμοια φαίνεται παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν, ὁποῖον μὲν ἡμῖν θεωρεῖται τὸ | |
ὑποκείμενον ἕξομεν λέγειν, ὁποῖον δὲ ἔστι πρὸς τὴν φύ‐ σιν ἐφέξομεν. οὐδὲ γὰρ ἐπικρίνειν αὐτοὶ δυνησόμεθα τὰς | 17 | |
5 | φαντασίας τάς τε ἡμετέρας καὶ τὰς τῶν ἄλλων ζῴων, μέ‐ ρος καὶ αὐτοὶ τῆς διαφωνίας ὄντες καὶ διὰ τοῦτο τοῦ ἐπι‐ κρινοῦντος δεησόμενοι μᾶλλον ἢ αὐτοὶ κρίνειν δυνάμενοι. | |
Pyrr.1.60 | καὶ ἄλλως οὔτε ἀναποδείκτως δυνάμεθα προκρίνειν τὰς ἡμετέρας φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις ζῴοις γινομέ‐ νων οὔτε μετ’ ἀποδείξεως. πρὸς γὰρ τῷ μὴ εἶναι ἀπό‐ δειξιν ἴσως, ὡς ὑπομνήσομεν, αὐτὴ ἡ λεγομένη ἀπόδειξις | |
5 | ἤτοι φαινομένη ἡμῖν ἔσται ἢ οὐ φαινομένη. καὶ εἰ μὲν μὴ φαινομένη, οὐδὲ μετὰ πεποιθήσεως αὐτὴν προοισόμεθα· εἰ δὲ φαινομένη ἡμῖν, ἐπειδὴ περὶ τῶν φαινομένων τοῖς ζῴοις ζητεῖται καὶ ἡ ἀπόδειξις ἡμῖν φαίνεται ζῴοις οὖσι, καὶ αὐτὴ ζητηθήσεται εἰ ἔστιν ἀληθὴς καθό ἐστι φαινομένη. | |
Pyrr.1.61 | ἄτοπον δὲ τὸ ζητούμενον διὰ τοῦ ζητουμένου κατασκευάζειν ἐπιχειρεῖν, ἐπεὶ ἔσται τὸ αὐτὸ πιστὸν καὶ ἄπιστον, ὅπερ ἀμήχανον, πιστὸν μὲν ᾗ βούλεται ἀποδεικνύειν, ἄπιστον δὲ ᾗ ἀποδείκνυται. οὐχ ἕξομεν ἄρα ἀπόδειξιν δι’ ἧς προ‐ | |
5 | κρινοῦμεν τὰς ἑαυτῶν φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις καλουμένοις ζῴοις γινομένων. εἰ οὖν διάφοροι γίνονται αἱ φαντασίαι παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν, ἃς ἐπικρῖναι ἀμήχανόν ἐστιν, ἐπέχειν ἀνάγκη περὶ τῶν ἐκτὸς ὑποκειμένων. | |
Pyrr.1.62 | Ἐκ περιουσίας δὲ καὶ συγκρίνομεν τὰ ἄλογα καλούμενα ζῷα τοῖς ἀνθρώποις κατὰ φαντασίαν· καὶ γὰρ καταπαίζειν τῶν δογματικῶν τετυφωμένων καὶ περιαυτολογούντων οὐκ ἀποδοκιμάζομεν μετὰ τοὺς πρακτικοὺς τῶν λόγων. οἱ μὲν | |
5 | οὖν ἡμέτεροι τὸ πλῆθος τῶν ἀλόγων ζῴων ἁπλῶς εἰώθασι | |
Pyrr.1.63 | συγκρίνειν τῷ ἀνθρώπῳ· ἐπεὶ δὲ εὑρεσιλογοῦντες οἱ δογ‐ ματικοὶ ἄνισον εἶναί φασι τὴν σύγκρισιν, ἡμεῖς ἐκ πολ‐ λοῦ τοῦ περιόντος ἐπὶ πλέον παίζοντες ἐπὶ ἑνὸς ζῴου στήσομεν τὸν λόγον, οἷον ἐπὶ κυνός, εἰ δοκεῖ, τοῦ εὐτελε‐ | |
5 | στάτου δοκοῦντος εἶναι. εὑρήσομεν γὰρ καὶ οὕτω μὴ λει‐ πόμενα ἡμῶν τὰ ζῷα, περὶ ὧν ὁ λόγος, ὡς πρὸς τὴν πίστιν | |
Pyrr.1.64 | τῶν φαινομένων. ὅτι τοίνυν αἰσθήσει διαφέρει τοῦτο τὸ ζῷον ἡμῶν, οἱ δογματικοὶ συνομολογοῦσιν· καὶ γὰρ τῇ ὀσφρή‐ σει μᾶλλον ἡμῶν ἀντιλαμβάνεται, τὰ μὴ ὁρώμενα αὐτῷ θηρία διὰ ταύτης ἀνιχνεύων καὶ τοῖς ὀφθαλμοῖς θᾶττον | 18 |
Pyrr.1.65 | ἡμῶν ταῦτα ὁρῶν καὶ τῇ ἀκοῇ αἰσθανόμενος ὀξέως. οὐκοῦν ἐπὶ τὸν λόγον ἔλθωμεν. τούτου δὲ ὁ μέν ἐστιν ἐνδιά‐ θετος ὁ δὲ προφορικός. ἴδωμεν οὖν πρότερον περὶ τοῦ ἐνδιαθέτου. οὗτος τοίνυν κατὰ τοὺς μάλιστα ἡμῖν ἀντι‐ | |
5 | δοξοῦντας νῦν δογματικούς, τοὺς ἀπὸ τῆς Στοᾶς, ἐν τούτοις ἔοικε σαλεύειν, τῇ αἱρέσει τῶν οἰκείων καὶ φυγῇ τῶν ἀλλοτρίων, τῇ γνώσει τῶν εἰς τοῦτο συν‐ τεινουσῶν τεχνῶν, τῇ ἀντιλήψει τῶν κατὰ τὴν | |
Pyrr.1.66 | οἰκείαν φύσιν ἀρετῶν 〈καὶ〉 τῶν περὶ τὰ πάθη. ὁ τοίνυν κύων, ἐφ’ οὗ τὸν λόγον ἔδοξε στῆσαι παραδείγματος ἕνεκα, αἵρεσιν ποιεῖται τῶν οἰκείων καὶ φυγὴν τῶν βλαβερῶν, τὰ μὲν τρόφιμα διώκων, μάστιγος δὲ ἀναταθείσης ὑποχωρῶν. | |
5 | ἀλλὰ καὶ τέχνην ἔχει ποριστικὴν τῶν οἰκείων, τὴν θηρευτι‐ | |
Pyrr.1.67 | κήν. ἔστι δὲ οὐδ’ ἀρετῆς ἐκτός· τῆς γέ τοι δικαιοσύνης οὔσης τοῦ κατ’ ἀξίαν ἀποδοτικῆς ἑκάστῳ, ὁ κύων τοὺς μὲν οἰκείους γε καὶ εὖ ποιοῦντας σαίνων καὶ φρουρῶν τοὺς δὲ ἀνοικείους καὶ ἀδικοῦντας ἀμυνόμενος οὐκ ἔξω ἂν εἴη | |
Pyrr.1.68 | τῆς δικαιοσύνης. εἰ δὲ ταύτην ἔχει, τῶν ἀρετῶν ἀντακο‐ λουθουσῶν καὶ τὰς ἄλλας ἀρετὰς ἔχει, ἃς οὔ φασιν ἔχειν τοὺς πολλοὺς ἀνθρώπους οἱ σοφοί. καὶ ἄλκιμον δὲ αὐτὸν ὄντα ὁρῶμεν ἐν ταῖς ἀμύναις καὶ συνετόν, ὡς καὶ Ὅμηρος | |
5 | ἐμαρτύρησεν, ποιήσας τὸν Ὀδυσσέα πᾶσι μὲν τοῖς οἰκείοις ἀνθρώποις ἀγνῶτα ὄντα ὑπὸ μόνου δὲ τοῦ Ἄργου ἐπιγνω‐ σθέντα, μήτε ὑπὸ τῆς ἀλλοιώσεως τῆς κατὰ τὸ σῶμα τἀν‐ δρὸς ἀπατηθέντος τοῦ κυνός, μήτε ἐκστάντος τῆς καταλη‐ πτικῆς φαντασίας, ἣν μᾶλλον τῶν ἀνθρώπων ἔχων ἐφάνη. | |
Pyrr.1.69 | κατὰ δὲ τὸν Χρύσιππον τὸν μάλιστα συμπολεμοῦντα τοῖς | |
ἀλόγοις ζῴοις καὶ τῆς ἀοιδίμου διαλεκτικῆς μετέχει. φησὶ γοῦν αὐτὸν ὁ προειρημένος ἀνὴρ ἐπιβάλλειν τῷ πέμπτῳ διὰ πλειόνων ἀναποδείκτῳ, ὅταν ἐπὶ τρί‐ | 19 | |
5 | οδον ἐλθὼν καὶ τὰς δύο ὁδοὺς ἰχνεύσας δι’ ὧν οὐ διῆλθε τὸ θηρίον, τὴν τρίτην μηδ’ ἰχνεύσας εὐθέως ὁρμήσῃ δι’ αὐτῆς. δυνάμει γὰρ τοῦτο αὐτὸν λογίζε‐ σθαί φησιν ὁ ἀρχαῖος ‘ἤτοι τῇδε ἢ τῇδε ἢ τῇδε διῆλθε | |
Pyrr.1.70 | τὸ θηρίον· οὔτε δὲ τῇδε οὔτε τῇδε· τῇδε ἄρα.‘ ἀλλὰ καὶ τῶν ἑαυτοῦ παθῶν ἀντιληπτικός τέ ἐστι καὶ παραμυθητικός· σκόλοπος γὰρ αὐτῷ καταπαγέντος ἐπὶ τὴν ἄρσιν τούτου ὁρμᾷ τῇ τοῦ ποδὸς πρὸς τὴν | |
5 | γῆν παρατρίψει καὶ διὰ τῶν ὀδόντων. ἕλκος τε εἰ ἔχει που, ἐπεὶ τὰ μὲν ῥυπαρὰ ἕλκη δυσαλθῆ ἐστιν, τὰ δὲ καθαρὰ ῥᾳδίως θεραπεύεται, πρᾴως ἀποψᾷ | |
Pyrr.1.71 | τὸν γινόμενον ἰχῶρα. ἀλλὰ καὶ τὸ Ἱπποκράτειον φυλάσσει μάλα καλῶς· ἐπεὶ γὰρ ποδὸς ἄκος ἀκινη‐ σία, εἴ ποτε τραῦμα ἐν ποδὶ σχοίη, μετεωρίζει τοῦ‐ τον καὶ ὡς οἷόν τε ἄσκυλτον τηρεῖ. ὀχλούμενός τε | |
5 | ὑπὸ χυμῶν ἀνοικείων πόαν ἐσθίει, μεθ’ ἧς ἀπο‐ | |
Pyrr.1.72 | βλύζων τὸ ἀνοίκειον ὑγιάζεται. εἰ τοίνυν ἐφάνη τὸ ζῷον, ἐφ’ οὗ τὸν λόγον ἐστήσαμεν παραδείγματος ἕνεκα, καὶ αἱρούμενον τὰ οἰκεῖα καὶ τὰ ὀχληρὰ φεῦγον, τέχνην τε ἔχον ποριστικὴν τῶν οἰκείων, καὶ τῶν ἑαυτοῦ παθῶν ἀντιληπτικὸν | |
5 | καὶ παραμυθητικόν, καὶ οὐκ ἔξω ἀρετῆς, ἐν οἷς κεῖται ἡ τελειότης τοῦ ἐνδιαθέτου λόγου, τέλειος ἂν εἴη κατὰ τοῦτο ὁ κύων· ὅθεν μοι δοκοῦσί τινες τῶν κατὰ φιλοσοφίαν ἑαυτοὺς | |
Pyrr.1.73 | σεμνῦναι τῇ τοῦ ζῴου τούτου προσηγορίᾳ. περὶ δὲ τοῦ προφορικοῦ λόγου τέως μὲν οὐκ ἔστιν ἀναγκαῖον ζητεῖν· τοῦτον γὰρ καὶ τῶν δογματικῶν ἔνιοι παρῃτήσαντο ὡς ἀντι‐ πράττοντα τῇ τῆς ἀρετῆς ἀναλήψει, διὸ καὶ παρὰ τὸν τῆς | |
5 | μαθήσεως χρόνον ἤσκησαν σιωπήν· καὶ ἄλλως, εἰ καθ’ ὑπό‐ θεσιν εἴη ἄνθρωπος ἐνεός, οὐδεὶς φήσει αὐτὸν εἶναι ἄλο‐ | |
γον. ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν, μάλιστα μὲν ὁρῶμεν τὰ ζῷα, περὶ ὧν ὁ λόγος, καὶ ἀνθρωπίνας προφερόμενα | 20 | |
Pyrr.1.74 | φωνάς, ὡς κίττας καὶ ἄλλα τινά. ἵνα δὲ καὶ τοῦτο ἐάσω‐ μεν, εἰ καὶ μὴ συνίεμεν τὰς φωνὰς τῶν ἀλόγων κα‐ λουμένων ζῴων, ὅλως οὐκ ἔστιν ἀπεικὸς διαλέγεσθαι μὲν ταῦτα, ἡμᾶς δὲ μὴ συνιέναι· καὶ γὰρ τῆς τῶν βαρβάρων | |
5 | φωνῆς ἀκούοντες οὐ συνίεμεν ἀλλὰ μονοειδῆ ταύτην εἶ‐ | |
Pyrr.1.75 | ναι δοκοῦμεν. καὶ ἀκούομεν δὲ τῶν κυνῶν ἄλλην μὲν φωνὴν προϊεμένων ὅταν ἀμύνωνταί τινας, ἄλλην δὲ ὅταν ὠρύωνται, καὶ ἄλλην ὅταν τύπτωνται, καὶ διάφορον ἐπὰν σαίνωσιν. καὶ ὅλως εἴ τις εἰς τοῦτο ἀτενίσειεν, εὕροι | |
5 | ἂν πολλὴν παραλλαγὴν τῆς φωνῆς παρὰ τούτῳ τε καὶ τοῖς ἄλλοις ζῴοις ἐν ταῖς διαφόροις περιστάσεσιν, ὥστε διὰ ταῦτα εἰκότως λέγοιτ’ ἂν καὶ τοῦ προφορικοῦ μετέχειν λό‐ | |
Pyrr.1.76 | γου τὰ καλούμενα ἄλογα ζῷα. εἰ δὲ μήτε ἀκριβείᾳ τῶν αἰσθήσεων λείπεται τῶν ἀνθρώπων ταῦτα μήτε τῷ ἐν‐ διαθέτῳ λόγῳ, ἐκ περιουσίας δὲ εἰπεῖν μηδὲ τῷ προφο‐ ρικῷ, οὐκ ἂν ἀπιστότερα ἡμῶν εἴη κατὰ τὰς φαντασίας. | |
Pyrr.1.77 | καὶ ἐφ’ ἑκάστου δὲ τῶν ἀλόγων ζῴων ἴσως ἱστάντας τὸν λόγον ταῦτα ἀποδεικνύειν δυνατόν ἐστιν. οἷον γοῦν τίς οὐκ ἂν εἴποι τοὺς ὄρνιθας ἀγχινοίᾳ τε διαφέρειν καὶ τῷ προφορικῷ κεχρῆσθαι λόγῳ; οἵ γε οὐ μόνον τὰ παρόντα | |
5 | ἀλλὰ καὶ τὰ ἐσόμενα ἐπίστανται καὶ ταῦτα τοῖς συνιέναι δυναμένοις προδηλοῦσιν, ἄλλως τε σημαίνοντες καὶ τῇ φωνῇ προαγορεύοντες. | |
Pyrr.1.78 | Τὴν δὲ σύγκρισιν ἐποιησάμην, ὡς καὶ ἔμπροσθεν ἐπεσημηνάμην, ἐκ περιόντος, ἱκανῶς, ὡς οἶμαι, δείξας [ἔμ‐ προσθεν] ὅτι μὴ δυνάμεθα προκρίνειν τὰς ἡμετέρας φαν‐ τασίας τῶν παρὰ τοῖς ἀλόγοις ζῴοις γινομένων. πλὴν | |
5 | ἀλλ’ εἰ μή ἐστιν ἀπιστότερα τὰ ἄλογα ζῷα ἡμῶν πρὸς τὴν κρίσιν τῶν φαντασιῶν, καὶ διάφοροι γίνονται φαντασίαι παρὰ τὴν τῶν ζῴων παραλλαγήν, ὁποῖον μὲν ἕκαστον τῶν ὑποκειμένων ἐμοὶ φαίνεται δυνήσομαι λέγειν, ὁποῖον δὲ | |
ἔστι τῇ φύσει διὰ τὰ προειρημένα ἐπέχειν ἀναγκασθήσομαι. | 21 | |
Pyrr.1.79 | Καὶ ὁ μὲν πρῶτος τῆς ἐποχῆς τρόπος τοιοῦτός ἐστι, δεύτερον δὲ ἐλέγομεν εἶναι τὸν ἀπὸ τῆς διαφορᾶς τῶν ἀνθρώπων· ἵνα γὰρ καθ’ ὑπόθεσιν καὶ συγχωρήσῃ τις πι‐ στοτέρους εἶναι τῶν ἀλόγων ζῴων τοὺς ἀνθρώπους, εὑρή‐ | |
5 | σομεν καὶ ὅσον ἐπὶ τῇ ἡμετέρᾳ διαφορᾷ τὴν ἐποχὴν εἰσ‐ αγομένην. δύο τοίνυν εἶναι λεγομένων ἐξ ὧν σύγκειται ὁ ἄνθρωπος, ψυχῆς καὶ σώματος, κατ’ ἄμφω ταῦτα διαφέ‐ ρομεν ἀλλήλων, οἷον κατὰ σῶμα ταῖς τε μορφαῖς καὶ ταῖς | |
Pyrr.1.80 | ἰδιοσυγκρισίαις. διαφέρει μὲν γὰρ κατὰ μορφὴν σῶμα Σκύθου Ἰνδοῦ σώματος, τὴν δὲ παραλλαγὴν ποιεῖ, καθάπερ φασίν, ἡ διάφορος τῶν χυμῶν ἐπικράτεια. παρὰ δὲ τὴν διά‐ φορον τῶν χυμῶν ἐπικράτειαν διάφοροι γίνονται καὶ αἱ φαν‐ | |
5 | τασίαι, καθάπερ καὶ ἐν τῷ πρώτῳ λόγῳ παρεστήσα‐ μεν. ταῦτά τοι καὶ ἐν τῇ αἱρέσει καὶ φυγῇ τῶν ἐκτὸς διαφο‐ ρὰ πολλὴ κατ’ αὐτούς ἐστιν· ἄλλοις γὰρ χαίρουσιν Ἰνδοὶ καὶ ἄλλοις οἱ καθ’ ἡμᾶς, τὸ δὲ διαφόροις χαίρειν τοῦ παρηλλαγμένας ἀπὸ τῶν ὑποκειμένων φαντασίας λαμβά‐ | |
Pyrr.1.81 | νειν ἐστὶ μηνυτικόν. κατὰ δὲ ἰδιοσυγκρισίας διαφέρομεν ὡς ἐνίους κρέα βόεια πετραίων ἰχθυδίων ῥᾷον πέττειν καὶ ὑπὸ Λεσβίου οἰναρίου εἰς χολέραν περιτρέπεσθαι. ἦν δέ, φασίν, γραῦς Ἀττικὴ τριάκοντα ὁλκὰς κωνείου ἀκινδύνως | |
5 | προσφερομένη, Λῦσις δὲ καὶ μηκωνείου τέσσαρας ὁλκὰς | |
Pyrr.1.82 | ἀλύπως ἐλάμβανεν. καὶ Δημοφῶν μὲν ὁ Ἀλεξάνδρου τρα‐ πεζοποιὸς ἐν ἡλίῳ γινόμενος ἢ ἐν βαλανείῳ ἐρρίγου, ἐν σκιᾷ δὲ ἐθάλπετο, Ἀθηναγόρας δὲ ὁ Ἀργεῖος ὑπὸ σκορ‐ πίων καὶ φαλαγγίων ἀλύπως ἐπλήσσετο, οἱ δὲ καλούμενοι | |
5 | Ψυλλαεῖς οὐδ’ ὑπὸ ὄφεων ἢ ἀσπίδων δακνόμενοι βλάπτον‐ | |
Pyrr.1.83 | ται, οἱ δὲ Τεντυρῖται τῶν Αἰγυπτίων οὐ βλάπτονται πρὸς [ἄνω κάτω] τῶν κροκοδείλων. ἀλλὰ καὶ Αἰθιόπων οἱ ἀντι‐ πέραν τῆς Μερόης παρὰ τὸν Ἀστάπουν ποταμὸν οἰκοῦντες σκορπίους καὶ ὄφεις καὶ τὰ παραπλήσια ἀκινδύνως ἐσθίουσιν. | 22 |
5 | καὶ Ῥουφῖνος δὲ ὁ ἐν Χαλκίδι πίνων ἑλλέβορον οὔτε ἤμει οὔτε ὅλως ἐκαθαίρετο, ἀλλ’ ὥς τι τῶν συνήθων προσεφέρετο | |
Pyrr.1.84 | καὶ ἔπεσσεν. Χρύσερμος δὲ ὁ Ἡροφίλειος εἴ ποτε πέπερι προσηνέγκατο, καρδιακῶς ἐκινδύνευεν. καὶ Σωτήριχος δὲ ὁ χειρουργὸς εἴ ποτε σιλούρων ᾔσθετο κνίσσης, χολέρᾳ ἡλίσκετο. Ἄνδρων δὲ ὁ Ἀργεῖος οὕτως ἄδιψος ἦν ὡς καὶ διὰ τῆς ἀνύδρου | |
5 | Λιβύης ὁδεύειν αὐτὸν μὴ ἐπιζητοῦντα ποτόν. Τιβέριος δὲ ὁ Καῖσαρ ἐν σκότῳ ἑώρα. Ἀριστοτέλης δὲ ἱστορεῖ Θάσιόν τινα ᾧ ἐδόκει ἀνθρώπου εἴδωλον | |
Pyrr.1.85 | προηγεῖσθαι αὐτοῦ διὰ παντός. τοσαύτης οὖν παρ‐ αλλαγῆς οὔσης ἐν τοῖς ἀνθρώποις κατὰ τὰ σώματα, ἵνα ὀλίγα ἀπὸ πολλῶν τῶν παρὰ τοῖς δογματικοῖς κειμένων ἀρκεσθῶ‐ μεν εἰπόντες, εἰκός ἐστι καὶ κατ’ αὐτὴν τὴν ψυχὴν διαφέ‐ | |
5 | ρειν ἀλλήλων τοὺς ἀνθρώπους· τύπος γάρ τίς ἐστι τὸ σῶμα τῆς ψυχῆς, ὡς καὶ ἡ φυσιογνωμονικὴ σοφία δείκνυσιν. τὸ δὲ μέγιστον δεῖγμα τῆς κατὰ τὴν διάνοιαν τῶν ἀνθρώπων πολλῆς καὶ ἀπείρου διαφορᾶς ἡ διαφωνία τῶν παρὰ τοῖς δογματικοῖς λεγομένων περί τε τῶν ἄλλων καὶ περὶ τοῦ | |
Pyrr.1.86 | τίνα μὲν αἱρεῖσθαι προσήκει τίνα δὲ ἐκκλίνειν. δεόντως οὖν καὶ οἱ ποιηταὶ περὶ τούτων ἀπεφήναντο· ὁ μὲν γὰρ Πίνδαρός φησιν ἀελλοπόδων μέν τιν’ εὐφραίνουσιν ἵππων | |
5 | τιμαί 〈τε〉 καὶ στέφανοι, τοὺς δ’ ἐν πολυχρύσοις θαλάμοις βιοτά· τέρπεται δὲ καί τις ἐπ’ οἶδμ’ ἅλιον | |
ναῒ θοᾷ διαμείβων. ὁ δὲ ποιητὴς λέγει | 23 | |
10 | ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις. ἀλλὰ καὶ ἡ τραγῳδία μεστὴ τῶν τοιούτων ἐστί· λέγει γοῦν εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θ’ ἅμα, οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις, καὶ πάλιν | |
15 | δεινόν γε ταὐτὸν τοῖς μὲν ἁνδάνειν βροτῶν τοῖς δ’ ἔχθος εἶναι. | |
Pyrr.1.87 | ἐπεὶ οὖν ἡ αἵρεσις καὶ ἡ φυγὴ ἐν ἡδονῇ καὶ ἀηδισμῷ ἐστιν, ἡ δὲ ἡδονὴ καὶ ὁ ἀηδισμὸς ἐν αἰσθήσει κεῖται καὶ φαντα‐ σίᾳ, ὅταν τὰ αὐτὰ οἱ μὲν αἱρῶνται οἱ δὲ φεύγωσιν, ἀκό‐ λουθον ἡμᾶς ἐπιλογίζεσθαι ὅτι οὐδὲ ὁμοίως ὑπὸ τῶν αὐ‐ | |
5 | τῶν κινοῦνται, ἐπεὶ ὁμοίως ἂν τὰ αὐτὰ ᾑροῦντο ἢ ἐξέκλινον. εἰ δὲ τὰ 〈αὐτὰ〉 διαφόρως κινεῖ παρὰ τὴν διαφορὰν τῶν ἀν‐ θρώπων, εἰσάγοιτ’ ἂν εἰκότως καὶ κατὰ τοῦτο ἡ ἐποχή, ὅ τι μὲν ἕκαστον φαίνεται τῶν ὑποκειμένων ὡς πρὸς ἑκά‐ στην διαφορὰν ἴσως λέγειν ἡμῶν δυναμένων, τί δὲ ἔστι | |
10 | [κατὰ δύναμιν] ὡς πρὸς τὴν φύσιν οὐχ οἵων τε ὄντων ἀπο‐ | |
Pyrr.1.88 | φήνασθαι. ἤτοι γὰρ πᾶσι τοῖς ἀνθρώποις πιστεύσομεν ἢ τισίν. ἀλλ’ εἰ μὲν πᾶσιν, καὶ ἀδυνάτοις ἐπιχειρήσομεν καὶ τὰ ἀντικείμενα παραδεξόμεθα· εἰ δὲ τισίν, εἰπάτωσαν ἡμῖν τίσι χρὴ συγκατατίθεσθαι· ὁ μὲν γὰρ Πλατωνικὸς λέξει | |
5 | ὅτι Πλάτωνι, ὁ Ἐπικούρειος δὲ Ἐπικούρῳ, καὶ οἱ ἄλλοι ἀναλόγως, καὶ οὕτως ἀνεπικρίτως στασιάζοντες αὖθις ἡμᾶς | |
Pyrr.1.89 | εἰς τὴν ἐποχὴν περιστήσουσιν. ὁ δὲ λέγων ὅτι τοῖς πλεί‐ στοις δεῖ συγκατατίθεσθαι παιδαριῶδές τι προοίσεται, οὐδενὸς δυναμένου πάντας τοὺς ἀνθρώπους ἐπελθεῖν καὶ διαλογί‐ σασθαι τί τοῖς πλείστοις ἀρέσκει, ἐνδεχομένου τοῦ ἔν τισιν | |
5 | ἔθνεσιν, ἃ ἡμεῖς οὐκ ἴσμεν, τὰ μὲν παρ’ ἡμῖν σπάνια τοῖς πλείοσι προσεῖναι τὰ δὲ ἡμῶν τοῖς πολλοῖς συμβαί‐ νοντα σπάνια ὑπάρχειν, ὡς τοὺς πολλοὺς μὲν ὑπὸ φαλαγ‐ γίων δακνομένους μὴ ἀλγεῖν, τινὰς δὲ σπανίως ἀλγεῖν, καὶ ἐπὶ τῶν ἄλλων τῶν ἔμπροσθεν εἰρημένων | 24 |
10 | ἰδιοσυγκρισιῶν τὸ ἀνάλογον. ἀναγκαῖον οὖν καὶ διὰ τὴν τῶν ἀνθρώπων διαφορὰν εἰσάγεσθαι τὴν ἐποχήν. | |
Pyrr.1.90 | Ἐπεὶ δὲ φίλαυτοί τινες ὄντες οἱ δογματικοί φασι δεῖν τῶν ἄλλων ἀνθρώπων ἑαυτοὺς προκρίνειν ἐν τῇ κρίσει τῶν πραγμάτων, ἐπιστάμεθα μὲν ὅτι ἄτοπός ἐστιν ἡ ἀξίωσις αὐτῶν (μέρος γάρ εἰσι καὶ αὐτοὶ τῆς διαφωνίας· καὶ ἐὰν | |
5 | αὑτοὺς προκρίνοντες οὕτω κρίνωσι τὰ φαινόμενα, πρὶν ἄρξασθαι τῆς κρίσεως τὸ ζητούμενον συναρπάζουσιν, ἑαυ‐ | |
Pyrr.1.91 | τοῖς τὴν κρίσιν ἐπιτρέποντες), ὅμως δ’ οὖν ἵνα καὶ ἐπὶ ἑνὸς ἀνθρώπου τὸν λόγον ἱστάντες, οἷον τοῦ παρ’ αὐτοῖς ὀνειροπολουμένου σοφοῦ, ἐπὶ τὴν ἐποχὴν καταντῶμεν, τὸν τρίτον τῇ τάξει τρόπον προχειριζόμεθα. τοῦτον δ’ ἐλέγομεν | |
5 | τὸν ἀπὸ τῆς διαφορᾶς τῶν αἰσθήσεων. ὅτι δὲ διαφέρονται | |
Pyrr.1.92 | αἱ αἰσθήσεις πρὸς ἀλλήλας, πρόδηλον. αἱ γοῦν γραφαὶ τῇ μὲν ὄψει δοκοῦσιν εἰσοχὰς καὶ ἐξοχὰς ἔχειν, οὐ μὴν καὶ τῇ ἁφῇ. καὶ τὸ μέλι τῇ μὲν γλώττῃ ἡδὺ φαίνεται ἐπί τινων, τοῖς δ’ ὀφθαλμοῖς ἀηδές· ἀδύνατον οὖν ἐστιν εἰπεῖν | |
5 | πότερον ἡδύ ἐστιν εἰλικρινῶς ἢ ἀηδές. καὶ ἐπὶ τοῦ μύρου ὁμοίως· τὴν μὲν γὰρ ὄσφρησιν εὐφραίνει, τὴν δὲ γεῦσιν | |
Pyrr.1.93 | ἀηδίζει. τό τε εὐφόρβιον ἐπεὶ τοῖς μὲν ὀφθαλμοῖς λυπη‐ ρόν ἐστι τῷ δὲ ἄλλῳ σώματι παντὶ ἄλυπον, οὐχ ἕξομεν εἰπεῖν, πότερον ἄλυπόν ἐστιν εἰλικρινῶς τοῖς σώμασιν ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει ἢ λυπηρόν. τό τε ὄμβριον ὕδωρ | |
5 | ὀφθαλμοῖς μέν ἐστιν ὠφέλιμον, ἀρτηρίαν δὲ καὶ πνεύμονα τραχύνει, καθάπερ καὶ τὸ ἔλαιον, καίτοι τὴν ἐπιφάνειαν παρηγοροῦν. καὶ ἡ θαλαττία νάρκη τοῖς μὲν ἄκροις προσ‐ | |
τεθεῖσα ναρκᾶν ποιεῖ, τῷ δ’ ἄλλῳ σώματι ἀλύπως παρα‐ τίθεται. διόπερ ὁποῖον μὲν ἔστι πρὸς τὴν φύσιν ἕκαστον | 25 | |
10 | τούτων οὐχ ἕξομεν λέγειν, ὁποῖον δὲ φαίνεται ἑκάστοτε | |
Pyrr.1.94 | δυνατὸν εἰπεῖν. καὶ ἄλλα δὲ πλείω τούτων ἔνεστι λέγειν· ἀλλ’ ἵνα μὴ διατρίβωμεν, διὰ τὴν πρόθεσιν [τοῦ τρόπου] τῆς συγγραφῆς ἐκεῖνο λεκτέον. ἕκαστον τῶν φαινομένων ἡμῖν αἰσθητῶν ποικίλον ὑποπίπτειν δοκεῖ, οἷον τὸ μῆλον | |
5 | λεῖον εὐῶδες γλυκὺ ξανθόν. ἄδηλον οὖν πότερόν ποτε ταύτας μόνας ὄντως ἔχει τὰς ποιότητας, ἢ μονόποιον μέν ἐστιν, παρὰ δὲ τὴν διάφορον κατασκευὴν τῶν αἰσθητηρίων διάφορον φαίνεται, ἢ καὶ πλείονας μὲν τῶν φαινομένων ἔχει ποιότητας, ἡμῖν δ’ οὐχ ὑποπίπτουσί τινες αὐτῶν. | |
Pyrr.1.95 | μονόποιον μὲν γὰρ εἶναι τοῦτο ἐνδέχεται λογίζεσθαι ἐκ τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων περὶ τῆς εἰς τὰ σώ‐ ματα ἀναδιδομένης τροφῆς καὶ τοῦ ὕδατος τοῦ εἰς τὰ δένδρα ἀναδιδομένου καὶ τοῦ πνεύματος τοῦ [ἐν] αὐλοῖς καὶ σύριγξι | |
5 | καὶ τοῖς παραπλησίοις ὀργάνοις 〈ἐμπνεομένου〉· δύναται γὰρ καὶ τὸ μῆλον μονοειδὲς μὲν εἶναι, διάφορον δὲ θεωρεῖ‐ σθαι παρὰ τὴν διαφορὰν τῶν αἰσθητηρίων περὶ ἃ γίνεται | |
Pyrr.1.96 | αὐτοῦ ἡ ἀντίληψις. πλείονας δὲ τῶν φαινομένων ἡμῖν ποιοτήτων ἔχειν τὸ μῆλον ποιότητας δύνασθαι οὕτως ἐπι‐ λογιζόμεθα. ἐννοήσωμέν τινα ἐκ γενετῆς ἁφὴν μὲν ἔχοντα καὶ ὄσφρησιν καὶ γεῦσιν, μήτε δὲ ἀκούοντα μήτε ὁρῶντα. | |
5 | οὗτος τοίνυν ὑπολήψεται μήτε ὁρατόν τι εἶναι τὴν ἀρχὴν μήτε ἀκουστόν, ἀλλὰ μόνα ἐκεῖνα τὰ τρία γένη τῶν ποιο‐ | |
Pyrr.1.97 | τήτων ὑπάρχειν ὧν ἀντιλαμβάνεσθαι δύναται. καὶ ἡμᾶς οὖν ἐνδέχεται τὰς πέντε μόνας αἰσθήσεις ἔχοντας μόνον ἀντι‐ λαμβάνεσθαι, ἐκ τῶν περὶ τὸ μῆλον ποιοτήτων, ὧν ἐσμεν ἀντιληπτικοί· ὑποκεῖσθαι δὲ ἄλλας οἷόν τέ ἐστι ποιότητας, | |
5 | ὑποπιπτούσας ἑτέροις αἰσθητηρίοις, ὧν ἡμεῖς οὐ μετεσχή‐ καμεν, διὸ οὐδὲ ἀντιλαμβανόμεθα τῶν κατ’ αὐτὰς αἰσθη‐ | |
Pyrr.1.98 | τῶν. ἀλλ’ ἡ φύσις συνεμετρήσατο, φήσει τις, τὰς αἰσθή‐ | |
σεις πρὸς τὰ αἰσθητά. ποία φύσις, διαφωνίας τοσαύτης ἀν‐ επικρίτου παρὰ τοῖς δογματικοῖς οὔσης περὶ τῆς ὑπάρξεως τῆς κατ’ αὐτήν; ὁ γὰρ ἐπικρίνων αὐτὸ τοῦτο εἰ ἔστι φύ‐ | 26 | |
5 | σις, εἰ μὲν ἰδιώτης εἴη, ἄπιστος ἔσται κατ’ αὐτούς, φιλό‐ σοφος δὲ ὢν μέρος ἔσται τῆς διαφωνίας καὶ κρινόμενος | |
Pyrr.1.99 | αὐτὸς ἀλλ’ οὐ κριτής. πλὴν ἀλλ’ 〈εἰ〉 ἐνεχώρει καὶ ταύτας μόνας ὑποκεῖσθαι παρὰ τῷ μήλῳ τὰς ποιότητας ὧν ἀντι‐ λαμβάνεσθαι δοκοῦμεν, καὶ πλείους τούτων, ἢ πάλιν μηδὲ τὰς ἡμῖν ὑποπιπτούσας, ἄδηλον ἡμῖν ἔσται ὁποῖόν ἐστι | |
5 | τὸ μῆλον. ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν λό‐ γος. τῶν αἰσθήσεων μέντοι μὴ καταλαμβανουσῶν τὰ ἐκτός, οὐδὲ ἡ διάνοια ταῦτα δύναται καταλαμβάνειν, 〈σφαλλουσῶν αὐτὴν τῶν ὁδηγῶν〉 ὥστε καὶ διὰ τοῦτον τὸν λόγον ἡ περὶ τῶν ἐκτὸς ὑποκειμένων ἐποχὴ συνάγεσθαι δόξει. | |
Pyrr.1.100 | Ἵνα δὲ καὶ ἐπὶ μιᾶς ἑκάστης αἰσθήσεως ἱστάντες τὸν λόγον, ἢ καὶ ἀφιστάμενοι τῶν αἰσθήσεων, ἔχωμεν κατα‐ λήγειν εἰς τὴν ἐποχήν, παραλαμβάνομεν καὶ τὸν τέταρτον τρόπον αὐτῆς. ἔστι δ’ οὗτος ὁ παρὰ τὰς περιστάσεις κα‐ | |
5 | λούμενος, περιστάσεις λεγόντων ἡμῶν τὰς διαθέσεις. θεω‐ ρεῖσθαι δ’ αὐτόν φαμεν ἐν τῷ κατὰ φύσιν ἢ παρὰ φύσιν 〈ἔχειν〉, ἐν τῷ ἐγρηγορέναι ἢ καθεύδειν, παρὰ τὰς ἡλικίας, παρὰ τὸ κινεῖσθαι ἢ ἠρεμεῖν, παρὰ τὸ μισεῖν ἢ φιλεῖν, παρὰ τὸ ἐνδεεῖς εἶναι ἢ κεκορεσμένους, παρὰ τὸ μεθύειν ἢ νήφειν, | |
10 | παρὰ τὰς προδιαθέσεις, παρὰ τὸ θαρρεῖν ἢ δεδιέναι, [ἢ] | |
Pyrr.1.101 | παρὰ τὸ λυπεῖσθαι ἢ χαίρειν. οἷον παρὰ μὲν τὸ κατὰ φύσιν ἢ παρὰ φύσιν ἔχειν ἀνόμοια ὑποπίπτει τὰ πράγματα, ἐπεὶ οἱ μὲν φρενιτίζοντες καὶ οἱ θεοφορούμενοι δαιμόνων ἀκούειν δοκοῦσιν, ἡμεῖς δὲ οὔ. ὁμοίως δὲ ἀποφορᾶς στύ‐ | |
5 | ρακος ἢ λιβανωτοῦ ἤ τινος τοιούτου καὶ ἄλλων πλειόνων ἀντιλαμβάνεσθαι πολλάκις λέγουσιν, ἡμῶν μὴ αἰσθανο‐ μένων. καὶ τὸ αὐτὸ ὕδωρ φλεγμαίνουσι μὲν τόποις ἐπι‐ χυθὲν ζεστὸν εἶναι δοκεῖ, ἡμῖν δὲ χλιαρόν. καὶ τὸ αὐτὸ ἱμάτιον τοῖς μὲν ὑπόσφαγμα ἔχουσι φαίνεται κιρρόν, ἐμοὶ | 27 |
10 | δὲ οὔ. καὶ τὸ αὐτὸ μέλι ἐμοὶ μὲν φαίνεται γλυκύ, τοῖς | |
Pyrr.1.102 | δὲ ἰκτερικοῖς πικρόν. εἰ δέ τις λέγει ὅτι χυμῶν τινων παρα‐ πλοκὴ ἀνοικείους φαντασίας ἐκ τῶν ὑποκειμένων ποιεῖ τοῖς παρὰ φύσιν ἔχουσιν, λεκτέον ὅτι ἐπεὶ καὶ οἱ ὑγιαίνοντες χυμοὺς ἔχουσιν ἀνακεκραμένους, δύνανται οὗτοι τὰ ἐκτὸς | |
5 | ὑποκείμενα, τοιαῦτα ὄντα τῇ φύσει ὁποῖα φαίνεται τοῖς παρὰ φύσιν ἔχειν λεγομένοις, ἑτεροῖα φαίνεσθαι ποιεῖν τοῖς | |
Pyrr.1.103 | ὑγιαίνουσιν. τὸ γὰρ ἐκείνοις μὲν τοῖς χυμοῖς μεταβλη‐ τικὴν τῶν ὑποκειμένων διδόναι δύναμιν, τούτοις δὲ μή, πλασματικόν ἐστιν, ἐπεὶ καὶ ὥσπερ οἱ ὑγιαίνοντες κατὰ φύσιν μὲν τὴν τῶν ὑγιαινόντων ἔχουσι, παρὰ φύσιν δὲ | |
5 | τὴν τῶν νοσούντων, οὕτω καὶ οἱ νοσοῦντες παρὰ φύσιν μὲν ἔχουσι τὴν τῶν ὑγιαινόντων, κατὰ φύσιν δὲ τὴν τῶν νοσούντων, ὥστε κἀκείνοις πρός τι κατὰ φύσιν ἔχουσι πι‐ | |
Pyrr.1.104 | στευτέον. παρὰ δὲ τὸ ὑπνοῦν ἢ ἐγρηγορέναι διάφοροι γί‐ νονται φαντασίαι, ἐπεὶ ὡς καθ’ ὕπνους φανταζόμεθα, οὐ φανταζόμεθα ἐγρηγορότες, οὐδὲ ὡς φανταζόμεθα ἐγρηγο‐ ρότες, καὶ κατὰ τοὺς ὕπνους φανταζόμεθα, ὥστε εἶναι | |
5 | αὐταῖς ἢ μὴ εἶναι γίνεται οὐχ ἁπλῶς ἀλλὰ πρός τι· πρὸς γὰρ τὸ καθ’ ὕπνους ἢ πρὸς ἐγρήγορσιν. εἰκότως οὖν καθ’ ὕπνους ὁρῶμεν ταῦτα ἅ ἐστιν ἀνύπαρκτα ἐν τῷ ἐγρη‐ γορέναι, οὐ[κ ἐν τῷ] καθάπαξ ἀνύπαρκτα ὄντα· ἔστι γὰρ καθ’ ὕπνους, ὥσπερ τὰ ὕπαρ ἔστιν κἂν μὴ ᾖ καθ’ | |
Pyrr.1.105 | ὕπνους. παρὰ δὲ τὰς ἡλικίας, ὅτι ὁ αὐτὸς ἀὴρ τοῖς μὲν | |
γέρουσι ψυχρὸς εἶναι δοκεῖ τοῖς δὲ ἀκμάζουσιν εὔκρατος, καὶ τὸ αὐτὸ χρῶμα τοῖς μὲν πρεσβυτέροις ἀμαυρὸν φαί‐ νεται τοῖς δὲ ἀκμάζουσι κατακορές, καὶ φωνὴ ὁμοίως ἡ | 28 | |
5 | αὐτὴ τοῖς μὲν ἀμαυρὰ δοκεῖ τυγχάνειν τοῖς δ’ ἐξάκουστος. | |
Pyrr.1.106 | καὶ παρὰ τὰς αἱρέσεις δὲ καὶ φυγὰς ἀνομοίως κινοῦνται οἱ ταῖς ἡλικίαις διαφέροντες· παισὶ μὲν γάρ, εἰ τύχοι, σφαῖραι καὶ τροχοὶ διὰ σπουδῆς εἰσιν, οἱ ἀκμάζοντες δὲ ἄλλα αἱροῦνται, καὶ ἄλλα οἱ γέροντες. ἐξ ὧν συνάγεται | |
5 | ὅτι διάφοροι γίνονται φαντασίαι ὑπὸ τῶν αὐτῶν ὑποκει‐ | |
Pyrr.1.107 | μένων καὶ παρὰ τὰς διαφόρους ἡλικίας. παρὰ δὲ τὸ κι‐ νεῖσθαι ἢ ἠρεμεῖν ἀνόμοια φαίνεται τὰ πράγματα, ἐπεὶ ἅπερ ἑστῶτες ὁρῶμεν ἀτρεμοῦντα, ταῦτα παραπλέοντες | |
Pyrr.1.108 | κινεῖσθαι δοκοῦμεν. παρὰ δὲ τὸ φιλεῖν ἢ μισεῖν, ὅτι κρέα ὕεια τινὲς μὲν ἀποστρέφονται καθ’ ὑπερβολήν, τινὲς δὲ ἥδιστα προσφέρονται. ὅθεν καὶ ὁ Μένανδρος ἔφη | |
5 | οἷος δὲ καὶ τὴν ὄψιν εἶναι φαίνεται; ἀφ’ οὗ τοιοῦτος γέγονεν; οἷον θηρίον. τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ. πολλοὶ 〈δὲ〉 καὶ ἐρωμένας αἰσχρὰς ἔχοντες ὡραιοτάτας αὐτὰς | |
Pyrr.1.109 | εἶναι δοκοῦσιν. παρὰ δὲ τὸ πεινῆν ἢ κεκορέσθαι, ὅτι τὸ αὐτὸ ἔδεσμα τοῖς μὲν πεινῶσιν ἥδιστον εἶναι δοκεῖ, τοῖς δὲ κεκορεσμένοις ἀηδές. παρὰ δὲ τὸ μεθύειν ἢ νήφειν, ὅτι ἅπερ νήφοντες αἰσχρὰ εἶναι δοκοῦμεν, ταῦτα ἡμῖν | |
Pyrr.1.110 | μεθύουσιν οὐκ αἰσχρὰ φαίνεται. παρὰ δὲ τὰς προδιαθέ‐ σεις, ὅτι ὁ αὐτὸς οἶνος τοῖς μὲν φοίνικας ἢ ἰσχάδας προ‐ φαγοῦσιν ὀξώδης φαίνεται, τοῖς δὲ κάρυα ἢ ἐρεβίνθους προσενεγκαμένοις ἡδὺς εἶναι δοκεῖ, καὶ ἡ τοῦ βαλανείου | |
5 | παραστὰς τοὺς μὲν ἔξωθεν εἰσιόντας θερμαίνει, ψύχει δὲ | |
Pyrr.1.111 | τοὺς ἐξιόντας, εἰ ἐν αὐτῇ διατρίβοιεν. παρὰ δὲ τὸ φο‐ βεῖσθαι ἢ θαρρεῖν, ὅτι τὸ αὐτὸ πρᾶγμα τῷ μὲν δειλῷ φοβερὸν καὶ δεινὸν εἶναι δοκεῖ, τῷ θαρραλεωτέρῳ δὲ οὐδα‐ | |
μῶς. παρὰ δὲ τὸ λυπεῖσθαι ἢ χαίρειν, ὅτι τὰ αὐτὰ | 29 | |
5 | πράγματα τοῖς μὲν λυπουμένοις ἐστὶν ἐπαχθῆ τοῖς δὲ χαί‐ | |
Pyrr.1.112 | ρουσιν ἡδέα. Τοσαύτης οὖν οὔσης ἀνωμαλίας καὶ πα‐ ρὰ τὰς διαθέσεις, καὶ ἄλλοτε ἄλλως ἐν ταῖς διαθέσεσι τῶν ἀνθρώπων γινομένων, ὁποῖον μὲν ἕκαστον τῶν ὑπο‐ κειμένων ἑκάστῳ φαίνεται ῥᾴδιον ἴσως εἰπεῖν, ὁποῖον | |
5 | δὲ ἔστιν οὐκέτι, ἐπεὶ καὶ ἀνεπίκριτός ἐστιν ἡ ἀνω‐ μαλία. ὁ γὰρ ἐπικρίνων ταύτην ἤτοι ἔν τισι τῶν προειρη‐ μένων διαθέσεών ἐστιν ἢ ἐν οὐδεμιᾷ τὸ παράπαν ἐστὶ δια‐ θέσει. τὸ μὲν οὖν λέγειν ὅτι ἐν οὐδεμιᾷ διαθέσει τὸ σύνο‐ λόν ἐστιν, οἷον οὔτε ὑγιαίνει οὔτε νοσεῖ, οὔτε κινεῖται οὔτε | |
10 | ἠρεμεῖ, οὔτε ἔν τινι ἡλικίᾳ ἐστίν, ἀπήλλακται δὲ καὶ τῶν ἄλλων διαθέσεων, τελέως ἀπεμφαίνει. εἰ δὲ ἔν τινι διαθέσει | |
Pyrr.1.113 | ὢν κρινεῖ τὰς φαντασίας, μέρος ἔσται τῆς διαφωνίας, καὶ ἄλλως οὐκ εἰλικρινὴς τῶν ἐκτὸς ὑποκειμένων ἔσται κριτὴς διὰ τὸ τεθολῶσθαι ταῖς διαθέσεσιν ἐν αἷς ἔστιν· οὔτε οὖν ὁ ἐγρηγορὼς δύναται συγκρίνειν τὰς τῶν καθευδόντων φαντα‐ | |
5 | σίας ταῖς τῶν ἐγρηγορότων, οὔτε ὁ ὑγιαίνων τὰς τῶν νοσούν‐ των ταῖς τῶν ὑγιαινόντων· τοῖς γὰρ παροῦσι καὶ κινοῦσιν ἡμᾶς κατὰ τὸ παρὸν συγκατατιθέμεθα μᾶλλον ἢ τοῖς μὴ | |
Pyrr.1.114 | παροῦσιν. καὶ ἄλλως δὲ ἀνεπίκριτός ἐστιν ἡ τῶν τοιούτων φαντασιῶν ἀνωμαλία. ὁ γὰρ προκρίνων φαντασίαν φαν‐ τασίας καὶ περίστασιν περιστάσεως ἤτοι ἀκρίτως καὶ ἄνευ ἀποδείξεως τοῦτο ποιεῖ ἢ κρίνων καὶ ἀποδεικνύς. ἀλλ’ οὔτε | |
5 | ἄνευ τούτων (ἄπιστος γὰρ ἔσται), οὔτε σὺν τούτοις. εἰ γὰρ | |
Pyrr.1.115 | κρινεῖ τὰς φαντασίας, πάντως κριτηρίῳ κρινεῖ. τοῦτο οὖν τὸ κριτήριον ἤτοι ἀληθὲς εἶναι λέξει ἢ ψευδές. ἀλλ’ εἰ μὲν ψευδές, ἄπιστος ἔσται. εἰ δὲ ἀληθὲς εἶναι τοῦτο φή‐ σει, ἤτοι ἄνευ ἀποδείξεως λέξει ὅτι ἀληθές ἐστι τὸ κριτή‐ | |
5 | ριον, ἢ μετὰ ἀποδείξεως. καὶ εἰ μὲν ἄνευ ἀποδείξεως, ἄπιστος ἔσται· εἰ δὲ μετὰ ἀποδείξεως, πάντως δεήσει καὶ | |
τὴν ἀπόδειξιν ἀληθῆ εἶναι, ἐπεὶ ἄπιστος ἔσται. ἀληθῆ οὖν λέξει τὴν ἀπόδειξιν τὴν εἰς πίστωσιν τοῦ κριτη‐ ρίου λαμβανομένην πότερον κεκρικὼς αὐτὴν ἢ μὴ κεκρι‐ | 30 | |
Pyrr.1.116 | κώς; εἰ μὲν γὰρ μὴ κρίνας, ἄπιστος ἔσται, εἰ δὲ κρίνας, δῆλον ὅτι κριτηρίῳ φήσει κεκρικέναι, οὗ κριτηρίου ζητήσο‐ μεν ἀπόδειξιν, κἀκείνης κριτήριον. χρῄζει γὰρ ἀεὶ καὶ ἡ ἀπόδειξις κριτηρίου, ἵνα βεβαιωθῇ, καὶ τὸ κριτήριον ἀπο‐ | |
5 | δείξεως, ἵνα ἀληθὲς εἶναι δειχθῇ· καὶ οὔτε ἀπόδειξις ὑγιὴς εἶναι δύναται μὴ προϋπάρχοντος κριτηρίου ἀληθοῦς, οὔτε | |
Pyrr.1.117 | κριτήριον ἀληθὲς μὴ προπεπιστωμένης τῆς ἀποδείξεως. καὶ οὕτως ἐμπίπτουσιν εἰς τὸν διάλληλον τρόπον τό τε κριτή‐ ριον καὶ ἡ ἀπόδειξις, ἐν ᾧ ἀμφότερα εὑρίσκεται ἄπιστα· ἑκάτερον γὰρ τὴν θατέρου πίστιν περιμένον ὁμοίως τῷ | |
5 | λοιπῷ ἐστιν ἄπιστον. εἰ οὖν μήτε ἄνευ ἀποδείξεως 〈καὶ〉 κριτηρίου μήτε σὺν τούτοις δύναταί τις προκρῖναι φαντα‐ σίαν φαντασίας, ἀνεπίκριτοι ἔσονται αἱ παρὰ τὰς διαφόρους διαθέσεις διάφοροι γινόμεναι φαντασίαι, ὥστε εἰσάγεται ἡ περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων ἐποχὴ καὶ ὅσον | |
10 | ἐπὶ τούτῳ τῷ τρόπῳ. | |
Pyrr.1.118 | Πέμπτος ἐστὶ λόγος ὁ παρὰ τὰς θέσεις καὶ τὰ διαστή‐ ματα καὶ τοὺς τόπους· καὶ γὰρ παρὰ τούτων ἕκαστον τὰ αὐτὰ πράγματα διάφορα φαίνεται, οἷον ἡ αὐτὴ στοὰ ἀπὸ μὲν τῆς ἑτέρας ἀρχῆς ὁρωμένη μείουρος φαίνεται, ἀπὸ δὲ | |
5 | τοῦ μέσου σύμμετρος πάντοθεν, καὶ τὸ αὐτὸ πλοῖον πόρρω‐ θεν μὲν μικρὸν φαίνεται καὶ ἑστὼς, ἐγγύθεν δὲ μέγα καὶ κινούμενον, καὶ ὁ αὐτὸς πύργος πόρρωθεν μὲν φαίνεται | |
Pyrr.1.119 | στρογγύλος ἐγγύθεν δὲ τετράγωνος. ταῦτα μὲν παρὰ τὰ δια‐ στήματα, παρὰ δὲ τοὺς τόπους ὅτι τὸ λυχνιαῖον φῶς ἐν ἡλίῳ μὲν ἀμαυρὸν φαίνεται ἐν σκότῳ δὲ λαμπρόν, καὶ ἡ αὐτὴ κώπη ἔναλος μὲν κεκλασμένη ἔξαλος δὲ εὐθεῖα, καὶ | |
5 | τὸ ᾠὸν ἐν μὲν τῇ ὄρνιθι ἁπαλὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ | |
τὸ λυγγούριον ἐν μὲν λυγγὶ ὑγρὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ τὸ κοράλιον ἐν θαλάττῃ μὲν ἁπαλὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ φωνὴ ἀλλοία μὲν φαίνεται ἐν σύριγγι γινομένη, ἀλλοία | 31 | |
Pyrr.1.120 | δὲ ἐν αὐλῷ, ἀλλοία δὲ ἐν ἀέρι ἁπλῶς. παρὰ δὲ τὰς θέσεις ὅτι ἡ αὐτὴ εἰκὼν ἐξυπτιαζομένη μὲν λεία φαίνεται, ποσῶς δὲ ἐπινευομένη εἰσοχὰς καὶ ἐξοχὰς ἔχειν δοκεῖ. καὶ οἱ τράχη‐ λοι δὲ τῶν περιστερῶν παρὰ τὰς διαφόρους ἐπικλίσεις διά‐ | |
Pyrr.1.121 | φοροι φαίνονται κατὰ χρῶμα. ἐπεὶ οὖν πάντα τὰ φαινόμενα ἔν τινι θεωρεῖται καὶ ἀπό τινος διαστήματος καὶ κατά τινα θέσιν, ὧν ἕκαστον πολλὴν ποιεῖ παραλλαγὴν περὶ τὰς φαντα‐ σίας, ὡς ὑπεμνήσαμεν, ἀναγκασθησόμεθα | |
5 | καὶ διὰ τούτου τοῦ τρόπου καταντᾶν εἰς ἐποχήν. καὶ γὰρ ὁ βουλόμενος τούτων τῶν φαντασιῶν προκρίνειν τινὰς ἀδυ‐ | |
Pyrr.1.122 | νάτοις ἐπιχειρήσει. εἰ μὲν γὰρ ἁπλῶς καὶ ἄνευ ἀποδείξεως ποιήσεται τὴν ἀπόφασιν, ἄπιστος ἔσται· εἰ δὲ ἀποδείξει βουλήσεται χρήσασθαι, εἰ μὲν ψευδῆ λέξει τὴν ἀπόδειξιν εἶναι, ἑαυτὸν περιτρέψει, ἀληθῆ δὲ λέγων εἶναι τὴν ἀπό‐ | |
5 | δειξιν αἰτηθήσεται ἀπόδειξιν τοῦ ἀληθῆ αὐτὴν εἶναι, κἀ‐ κείνης ἄλλην, ἐπεὶ καὶ αὐτὴν ἀληθῆ εἶναι δεῖ, καὶ μέχρις ἀπείρου. ἀδύνατον δέ ἐστιν ἀπείρους ἀποδείξεις παρα‐ | |
Pyrr.1.123 | στῆσαι· οὐκοῦν οὐδὲ μετὰ ἀποδείξεως δυνήσεται προκρί‐ νειν φαντασίαν φαντασίας. εἰ δὲ μήτε ἄνευ ἀποδείξεως μήτε μετὰ ἀποδείξεως δυνατὸς ἔσται τις ἐπικρίνειν τὰς προειρημένας φαντασίας, συνάγεται ἡ ἐποχή, ὁποῖον μὲν | |
5 | φαίνεται ἕκαστον κατὰ τήνδε τὴν θέσιν ἢ κατὰ τόδε τὸ διάστημα ἢ ἐν τῷδε εἰπεῖν ἴσως δυναμένων ἡμῶν, ὁποῖον δέ ἐστιν ὡς πρὸς τὴν φύσιν ἀδυνατούντων ἀποφαίνεσθαι διὰ τὰ προειρημένα. | |
Pyrr.1.124 | Ἕκτος ἐστὶ τρόπος ὁ παρὰ τὰς ἐπιμιγάς, καθ’ ὃν | |
συνάγομεν ὅτι, ἐπεὶ μηδὲν τῶν ὑποκειμένων καθ’ ἑαυτὸ ἡμῖν ὑποπίπτει ἀλλὰ σύν τινι, ὁποῖον μέν ἐστι τὸ μῖγμα ἔκ τε τοῦ ἐκτὸς καὶ τοῦ ᾧ συνθεωρεῖται τάχα δυ‐ | 32 | |
5 | νατὸν εἰπεῖν, ὁποῖον δέ ἐστι τὸ ἐκτὸς ὑποκείμενον εἰλι‐ κρινῶς οὐκ ἂν ἔχοιμεν λέγειν. ὅτι δὲ οὐδὲν τῶν ἐκτὸς καθ’ αὑτὸ ὑποπίπτει ἀλλὰ πάντως σύν τινι, καὶ ὅτι | |
Pyrr.1.125 | παρὰ τοῦτο ἀλλοῖον θεωρεῖται, πρόδηλον, οἶμαι. τὸ γοῦν ἡμέτερον χρῶμα ἀλλοῖον μὲν ὁρᾶται ἐν ἀλεεινῷ ἀέρι, ἀλ‐ λοῖον δὲ ἐν [τῷ] ψυχρῷ, καὶ οὐκ ἂν ἔχοιμεν εἰπεῖν ὁποῖον ἔστι τῇ φύσει τὸ χρῶμα ἡμῶν, ἀλλ’ ὁποῖον σὺν ἑκάστῳ | |
5 | τούτων θεωρεῖται. καὶ ἡ αὐτὴ φωνὴ ἀλλοία μὲν φαίνεται σὺν λεπτῷ ἀέρι, ἀλλοία δὲ σὺν παχυμερεῖ, καὶ τὰ ἀρώματα ἐν βαλανείῳ καὶ ἡλίῳ πληκτικώτερα μᾶλλόν ἐστιν ἢ ἐν ἀέρι καταψύχρῳ, καὶ τὸ σῶμα ὑπὸ ὕδατος μὲν περιεχόμενον | |
Pyrr.1.126 | κοῦφόν ἐστιν, ὑπὸ δὲ ἀέρος βαρύ. ἵνα δὲ καὶ τῆς ἔξωθεν ἐπιμιξίας ἀποστῶμεν, οἱ ὀφθαλμοὶ ἡμῶν ἔχουσιν ἐν ἑαυ‐ τοῖς καὶ χιτῶνας καὶ ὑγρά. τὰ οὖν ὁρατὰ ἐπεὶ μὴ ἄνευ τούτων θεωρεῖται, οὐ καταληφθήσεται πρὸς ἀκρίβειαν· | |
5 | τοῦ γὰρ μίγματος ἀντιλαμβανόμεθα, καὶ διὰ τοῦτο οἱ μὲν ἰκτερικοὶ πάντα ὠχρὰ ὁρῶσιν, οἱ δ’ ὑπόσφαγμα ἔχοντες ὕφαιμα. καὶ ἐπεὶ ἡ φωνὴ ἡ αὐτὴ ἀλλοία μὲν φαίνεται ἐν ἀναπεπταμένοις τόποις, ἀλλοία δὲ ἐν στενοῖς καὶ ἑλικοειδέσι, καὶ ἀλλοία μὲν ἐν καθαρῷ ἀέρι, ἀλλοία δὲ ἐν τεθολωμένῳ, | |
10 | εἰκός ἐστι μὴ ἀντιλαμβάνεσθαι ἡμᾶς εἰλικρινῶς τῆς φω‐ νῆς· τὰ γὰρ ὦτα σκολιόπορά ἐστι καὶ στενόπορα καὶ ἀτμώ‐ δεσιν ἀποφορήσεσιν, αἳ δὴ ἀπὸ τῶν περὶ τὴν κεφαλὴν φέ‐ | |
Pyrr.1.127 | ρεσθαι λέγονται τόπων, τεθολωμένα. ἀλλὰ καὶ ἐν τοῖς μυξωτῆρσι καὶ ἐν τοῖς τῆς γεύσεως τόποις ὑλῶν ὑποκειμέ‐ νων, μετ’ ἐκείνων ἀντιλαμβανόμεθα τῶν γευστῶν καὶ τῶν ὀσφρητῶν, ἀλλ’ οὐκ εἰλικρινῶς. ὥστε διὰ τὰς ἐπιμιξίας αἱ | |
5 | αἰσθήσεις οὐκ ἀντιλαμβάνονται ὁποῖα πρὸς ἀκρίβειαν τὰ | |
Pyrr.1.128 | ἐκτὸς ὑποκείμενά ἐστιν. ἀλλ’ οὐδὲ ἡ διάνοια, μάλιστα μὲν ἐπεὶ αἱ ὁδηγοὶ αὐτῆς αἰσθήσεις σφάλλονται· ἴσως δὲ καὶ | |
αὕτη ἐπιμιξίαν τινὰ ἰδίαν ποιεῖται πρὸς τὰ ὑπὸ τῶν αἰσθή‐ σεων ἀναγγελλόμενα· περὶ γὰρ ἕκαστον τῶν τόπων ἐν οἷς | 33 | |
5 | τὸ ἡγεμονικὸν εἶναι δοκοῦσιν οἱ δογματικοί, χυμούς τινας ὑποκειμένους θεωροῦμεν, εἴτε περὶ ἐγκέφαλον εἴτε περὶ καρδίαν εἴτε περὶ ὁτιδήποτε οὖν μέρος τοῦ ζῴου τοῦτο τίθεσθαι βούλοιτό τις. καὶ κατὰ τοῦτον οὖν τὸν τρόπον ὁρῶμεν, ὅτι περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων οὐδὲν | |
10 | εἰπεῖν ἔχοντες ἐπέχειν ἀναγκαζόμεθα. | |
Pyrr.1.129 | Ἕβδομον τρόπον ἐλέγομεν εἶναι τὸν παρὰ τὰς ποσό‐ τητας καὶ σκευασίας τῶν ὑποκειμένων, σκευασίας λέγοντες κοινῶς τὰς συνθέσεις. ὅτι δὲ καὶ κατὰ τοῦτον τὸν τρό‐ πον ἐπέχειν ἀναγκαζόμεθα περὶ τῆς φύσεως τῶν πραγμά‐ | |
5 | των, δῆλον. οἷον γοῦν τὰ ξέσματα τοῦ κέρατος τῆς αἰγὸς φαίνεται μὲν λευκὰ ἁπλῶς καὶ ἄνευ συνθέσεως θεωρού‐ μενα, συντιθέμενα δὲ ἐν τῇ τοῦ κέρατος ὑπάρξει μέλανα θεωρεῖται. καὶ τοῦ ἀργύρου [τὰ μέρη] τὰ ῥινήματα κατ’ ἰδίαν μὲν ὄντα μέλανα φαίνεται, σὺν δὲ τῷ ὅλῳ ὡς λευκὰ | |
Pyrr.1.130 | ὑποπίπτει. καὶ τῆς Ταιναρείας λίθου τὰ μὲν μέρη λευκὰ ὁρᾶται ὅταν λεανθῇ, σὺν δὲ τῇ ὁλοσχερεῖ ξανθὰ φαίνεται. καὶ αἱ ἀπ’ ἀλλήλων ἐσκεδασμέναι ψάμμοι τραχεῖαι φαίνον‐ ται, ὡς σωρὸς δὲ συντεθεῖσαι ἁπαλῶς κινοῦσι τὴν αἴσθη‐ | |
5 | σιν. καὶ ὁ ἐλλέβορος λεπτὸς μὲν καὶ χνοώδης προσφερό‐ | |
Pyrr.1.131 | μενος πνιγμὸν ἐπιφέρει, κριμνώδης δὲ ὢν οὐκέτι. καὶ ὁ οἶνος σύμμετρος μὲν πινόμενος ῥώννυσιν ἡμᾶς, πλείων δὲ λαμβανόμενος παραλύει τὸ σῶμα. καὶ ἡ τροφὴ παραπλη‐ σίως παρὰ τὴν ποσότητα διάφορον ἐπιδείκνυται δύναμιν· | |
5 | πολλάκις γοῦν διὰ τὸ πολλὴ προσενεχθῆναι καθαίρει τὸ | |
Pyrr.1.132 | σῶμα διά τε ἀπεψιῶν καὶ χολερικῶν παθῶν. ἕξομεν οὖν | |
κἀνταῦθα λέγειν ὁποῖόν ἐστι τοῦ κέρατος τὸ λεπτὸν καὶ ὁποῖον τὸ ἐκ πολλῶν λεπτομερῶν συγκείμενον, καὶ ὁποῖος μέν ἐστιν ὁ μικρομερὴς ἄργυρος ὁποῖος δὲ ὁ ἐκ πολλῶν | 34 | |
5 | μικρομερῶν συγκείμενος, καὶ ὁποία μὲν ἡ ἀκαριαία Ται‐ ναρεία λίθος ὁποία δὲ ἡ ἐκ πολλῶν μικρῶν συγκειμένη, καὶ ἐπὶ τῶν ψάμμων καὶ τοῦ ἑλλεβόρου καὶ τοῦ οἴνου καὶ τῆς τροφῆς τὸ πρός τι, τὴν μέντοι φύσιν τῶν πραγμάτων καθ’ ἑαυτὴν οὐκέτι διὰ τὴν παρὰ τὰς συνθέσεις τῶν φαν‐ | |
Pyrr.1.133 | τασιῶν ἀνωμαλίαν. καθόλου γὰρ δοκεῖ καὶ τὰ ὠφέλιμα λυπηρὰ γίνεσθαι παρὰ τὴν κατὰ ποσότητα ἄμετρον αὐτῶν χρῆσιν, καὶ τὰ βλαβερὰ εἶναι δοκοῦντα ἐν τῷ καθ’ ὑπερ‐ βολὴν παραλαμβάνεσθαι ἀκαριαῖα μὴ λυπεῖν. μαρτυρεῖ | |
5 | δὲ τῷ λόγῳ μάλιστα τὸ κατὰ τὰς ἰατρικὰς δυνάμεις θεω‐ ρούμενον, ἐν αἷς ἡ μὲν πρὸς ἀκρίβειαν μῖξις τῶν ἁπλῶν φαρμάκων ὠφέλιμον ποιεῖ τὸ συντεθέν, ῥοπῆς δὲ βραχυ‐ τάτης ἐνίοτε παροραθείσης οὐ μόνον οὐκ ὠφέλιμον ἀλλὰ | |
Pyrr.1.134 | καὶ βλαβερώτατον καὶ δηλητήριον πολλάκις. οὕτως ὁ κατὰ τὰς ποσότητας καὶ σκευασίας λόγος συγχεῖ τὴν τῶν ἐκτὸς ὑποκειμένων ὕπαρξιν. διόπερ εἰκότως ἂν καὶ οὗτος ὁ τρό‐ πος εἰς ἐποχὴν ἡμᾶς περιάγοι μὴ δυναμένους εἰλικρινῶς | |
5 | ἀποφήνασθαι περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων. | |
Pyrr.1.135 | Ὄγδοός ἐστι τρόπος ὁ ἀπὸ τοῦ πρός τι, καθ’ ὃν συ‐ νάγομεν ὅτι, ἐπεὶ πάντα ἐστὶ πρός τι, περὶ τοῦ τίνα ἐστὶν ἀπολύτως καὶ ὡς πρὸς τὴν φύσιν ἐφέξομεν. ἐκεῖνο δὲ χρὴ γινώσκειν ὅτι ἐνταῦθα, ὥσπερ καὶ ἐν ἄλλοις, τῷ ‘ἔστι‘ κατα‐ | |
5 | χρώμεθα ἀντὶ τοῦ ‘φαίνεται‘, δυνάμει τοῦτο λέγοντες ‘πρός τι πάντα φαίνεται.‘ τοῦτο δὲ διχῶς λέγεται, ἅπαξ μὲν ὡς πρὸς τὸ κρῖνον (τὸ γὰρ ἐκτὸς ὑποκείμενον καὶ κρινόμενον πρὸς τὸ κρῖνον φαίνεται), καθ’ ἕτερον δὲ τρόπον πρὸς τὰ | |
Pyrr.1.136 | συνθεωρούμενα, ὡς τὸ δεξιὸν πρὸς τὸ ἀριστερόν. ὅτι δὲ πάντα ἐστὶ πρός τι, ἐπελογισάμεθα μὲν καὶ ἔμπροσθεν, οἷον κατὰ τὸ κρῖνον, ὅτι πρὸς τόδε τὸ ζῷον καὶ τόνδε τὸν ἄνθρωπον καὶ τήνδε τὴν αἴσθησιν ἕκαστον φαίνεται καὶ | 35 |
5 | πρὸς τοιάνδε περίστασιν, κατὰ δὲ τὰ συνθεωρούμενα, ὅτι πρὸς τήνδε τὴν ἐπιμιξίαν καὶ τόνδε τὸν τρόπον καὶ τὴν σύνθεσιν τήνδε καὶ τὴν ποσότητα καὶ τὴν θέσιν ἕκαστον | |
Pyrr.1.137 | φαίνεται. καὶ ἰδίᾳ δὲ ἐνδέχεται συνάγειν ὅτι πάντα ἐστὶ πρός τι, τόνδε τὸν τρόπον· πότερον διαφέρει τῶν πρός τι τὰ κατὰ διαφορὰν ἢ οὔ; εἰ μὲν οὐ διαφέρει, καὶ αὐτὰ πρός τι ἐστίν· εἰ δὲ διαφέρει, ἐπεὶ πᾶν τὸ διαφέρον πρός | |
5 | τι ἐστίν (λέγεται γὰρ πρὸς ἐκεῖνο οὗ διαφέρει), πρός τι | |
Pyrr.1.138 | ἐστὶ τὰ κατὰ διαφοράν. τῶν τε ὄντων τὰ μέν ἐστιν ἀνω‐ τάτω γένη κατὰ τοὺς δογματικούς, τὰ δ’ ἔσχατα εἴδη, τὰ δὲ γένη καὶ εἴδη· πάντα δὲ ταῦτά ἐστι πρός τι· πάντα ἄρα ἐστὶ πρός τι. ἔτι τῶν ὄντων τὰ μέν ἐστι πρόδηλα, τὰ δὲ | |
5 | ἄδηλα, ὡς αὐτοί φασιν, καὶ σημαίνοντα μὲν τὰ φαινόμενα, σημαινόμενα δὲ ὑπὸ τῶν φαινομένων τὰ ἄδηλα· ὄψις γὰρ κατ’ αὐτοὺς τῶν ἀδήλων τὰ φαινό‐ μενα. τὸ δὲ σημαῖνον καὶ τὸ σημαινόμενόν ἐστι πρός τι· πρός | |
Pyrr.1.139 | τι ἄρα ἐστὶ πάντα. πρὸς τούτοις τῶν ὄντων τὰ μέν ἐστιν ὅμοια τὰ δὲ ἀνόμοια καὶ τὰ μὲν ἴσα τὰ δὲ ἄνισα· ταῦτα δέ ἐστι πρός τι· πάντα ἄρα ἐστὶ πρός τι. καὶ ὁ λέγων δὲ μὴ πάντα εἶναι πρός τι βεβαιοῖ τὸ πάντα εἶναι πρός τι· καὶ | |
5 | αὐτὸ γὰρ τὸ πάντα εἶναι πρός τι πρὸς ἡμᾶς εἶναι δείκνυσι, | |
Pyrr.1.140 | καὶ οὐ καθόλου, δι’ ὧν ἡμῖν ἐναντιοῦται. πλὴν ἀλλ’ οὕτω παριστάντων ἡμῶν ὅτι πάντα ἐστὶ πρός τι, δῆλόν ἐστι λοι‐ πόν, ὅτι ὁποῖον ἔστιν ἕκαστον τῶν ὑποκειμένων κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ εἰλικρινῶς λέγειν οὐ δυνησόμεθα, ἀλλ’ | |
5 | ὁποῖον φαίνεται ἐν τῷ πρός τι. 〈ᾧ〉 ἀκολουθεῖ τὸ περὶ τῆς | |
φύσεως τῶν πραγμάτων δεῖν ἡμᾶς ἐπέχειν. | 36 | |
Pyrr.1.141 | Περὶ δὲ τοῦ κατὰ τὰς συνεχεῖς ἢ σπανίους συγκυρή‐ σεις τρόπου, ὃν ἔννατον ἐλέγομεν εἶναι τῇ τάξει, τοιαῦτά τινα διέξιμεν. ὁ ἥλιος πολλῷ δήπου ἐκπληκτικώτερός ἐστιν ἀστέρος κομήτου· ἀλλ’ ἐπεὶ τὸν μὲν ἥλιον συνεχῶς ὁρῶ‐ | |
5 | μεν, τὸν δὲ κομήτην ἀστέρα σπανίως, ἐπὶ μὲν τῷ ἀστέρι ἐκπλησσόμεθα ὥστε καὶ διοσημείαν αὐτὸν εἶναι δοκεῖν, ἐπὶ δὲ τῷ ἡλίῳ οὐδαμῶς. ἐὰν μέντοι γε ἐννοήσωμεν τὸν ἥλιον σπανίως μὲν φαινόμενον, σπανίως δὲ δυόμενον, καὶ πάντα μὲν ἀθρόως φωτίζοντα, πάντα δὲ ἐξαίφνης ἐπισκιά‐ | |
10 | ζεσθαι ποιοῦντα, πολλὴν ἔκπληξιν ἐν τῷ πράγματι θεω‐ | |
Pyrr.1.142 | ρήσομεν. καὶ ὁ σεισμὸς δὲ οὐχ ὁμοίως θορυβεῖ τούς τε πρῶτον αὐτοῦ πειρωμένους καὶ τοὺς ἐν ἔθει τούτου γε‐ γενημένους. πόσην δὲ ἔκπληξιν ἀνθρώπῳ φέρει θάλασσα πρῶτον ὀφθεῖσα. ἀλλὰ καὶ κάλλος σώματος ἀνθρωπίνου | |
5 | πρῶτον καὶ ἐξαίφνης θεωρούμενον συγκινεῖ μᾶλλον ἡμᾶς ἢ εἰ ἐν ἔθει τοῦ ὁρᾶσθαι γένοιτο. καὶ τὰ μὲν σπάνια | |
Pyrr.1.143 | τίμια εἶναι δοκεῖ, τὰ δὲ σύντροφα ἡμῖν καὶ εὔπορα οὐδα‐ μῶς. ἐὰν γοῦν ἐννοήσωμεν τὸ ὕδωρ σπανίζον, πόσῳ ἂν τῶν τιμίων εἶναι δοκούντων ἁπάντων τιμιώτερον ἡμῖν φα‐ νείη. ἢ ἐὰν ἐνθυμηθῶμεν τὸν χρυσὸν ἁπλῶς ἐπὶ τῆς γῆς | |
5 | ἐρριμμένον πολὺν παραπλησίως τοῖς λίθοις, τίνι δόξομεν | |
Pyrr.1.144 | ἔσεσθαι τοῦτον τίμιον ἢ κατάκλειστον οὕτως; ἐπεὶ οὖν τὰ αὐτὰ πράγματα παρὰ τὰς συνεχεῖς ἢ σπανίους περιπτώ‐ σεις ὁτὲ μὲν ἐκπληκτικὰ ἢ τίμια, ὁτὲ δὲ οὐ τοιαῦτα εἶναι δοκεῖ, ἐπιλογιζόμεθα ὅτι ὁποῖον μὲν φαίνεται τούτων ἕκα‐ | |
5 | στον μετὰ συνεχοῦς περιπτώσεως ἢ σπανίας ἴσως δυνησό‐ μεθα λέγειν, ψιλῶς δὲ ὁποῖον ἔστιν ἕκαστον τῶν ἐκτὸς ὑποκειμένων οὐκ ἐσμὲν δυνατοὶ φάσκειν. καὶ διὰ τοῦτον οὖν τὸν τρόπον περὶ αὐτῶν ἐπέχομεν. | |
Pyrr.1.145 | Δέκατός ἐστι τρόπος, ὃς καὶ μάλιστα συνέχει πρὸς τὰ ἠθικά, ὁ παρὰ τὰς ἀγωγὰς καὶ τὰ ἔθη καὶ τοὺς νόμους καὶ τὰς μυθικὰς πίστεις καὶ τὰς δογματικὰς ὑπολήψεις. ἀγωγὴ μὲν οὖν ἐστιν αἵρεσις βίου ἤ τινος πράγματος περὶ | 37 |
5 | ἕνα ἢ πολλοὺς γινομένη, οἷον περὶ Διογένην ἢ τοὺς | |
Pyrr.1.146 | Λάκωνας· νόμος δέ ἐστιν ἔγγραφος συνθήκη παρὰ τοῖς πολιτευομένοις, ἣν ὁ παραβαίνων κολάζεται, ἔθος δὲ ἢ συνήθεια (οὐ διαφέρει γάρ) πολλῶν ἀνθρώ‐ πων κοινὴ πράγματός τινος παραδοχή, ἣν ὁ παρα‐ | |
5 | βὰς οὐ πάντως κολάζεται, οἷον νόμος ἐστὶ τὸ μὴ μοιχεύειν, ἔθος δὲ ἡμῖν τὸ μὴ δημοσίᾳ γυναικὶ μίγνυσθαι. | |
Pyrr.1.147 | μυθικὴ δὲ πίστις ἐστὶ πραγμάτων ἀγενήτων τε καὶ πεπλασμένων παραδοχή, οἷά ἐστιν ἄλλα τε καὶ τὰ περὶ τοῦ Κρόνου μυθευόμενα· ταῦτα γὰρ πολλοὺς εἰς πίστιν ἄγει. δογματικὴ δέ ἐστιν ὑπόληψις παραδοχὴ πράγ‐ | |
5 | ματος δι’ ἀναλογισμοῦ ἤ τινος ἀποδείξεως κρατύ‐ νεσθαι δοκοῦσα, οἷον ὅτι ἄτομα ἔστι τῶν ὄντων στοιχεῖα | |
Pyrr.1.148 | ἢ ὁμοιομερῆ 〈ἢ〉 ἐλάχιστα ἤ τινα ἄλλα. ἀντιτίθεμεν δὲ τού‐ των ἕκαστον ὁτὲ μὲν ἑαυτῷ, ὁτὲ δὲ τῶν ἄλλων ἑκάστῳ. οἷον ἔθος μὲν ἔθει οὕτως· τινὲς τῶν Αἰθιόπων στίζουσι τὰ βρέφη, ἡμεῖς δ’ οὔ· καὶ Πέρσαι μὲν ἀνθοβαφεῖ ἐσθῆτι καὶ | |
5 | ποδήρει χρῆσθαι νομίζουσιν εὐπρεπὲς εἶναι, ἡμεῖς δὲ ἀπρε‐ πές· καὶ οἱ μὲν Ἰνδοὶ ταῖς γυναιξὶ δημοσίᾳ μίγνυνται, οἱ δὲ | |
Pyrr.1.149 | πλεῖστοι τῶν ἄλλων αἰσχρὸν τοῦτο εἶναι ἡγοῦνται. νόμον δὲ νόμῳ οὕτως ἀντιτίθεμεν· παρὰ μὲν τοῖς Ῥωμαίοις ὁ τῆς πατρῴας ἀποστὰς οὐσίας οὐκ ἀποδίδωσι τὰ τοῦ πατρὸς χρέα, παρὰ δὲ τοῖς Ῥοδίοις πάντως ἀποδίδωσιν· καὶ ἐν | |
5 | μὲν Ταύροις τῆς Σκυθίας νόμος ἦν τοὺς ξένους τῇ Ἀρ‐ τέμιδι καλλιερεῖσθαι, παρὰ δὲ ἡμῖν ἄνθρωπον ἀπείρηται πρὸς | |
Pyrr.1.150 | ἱερῷ φονεύεσθαι. ἀγωγὴν δὲ ἀγωγῇ, ὅταν τὴν Διογένους ἀγωγὴν ἀντιτιθῶμεν τῇ τοῦ Ἀριστίππου ἢ τὴν τῶν Λακώ‐ νων τῇ τῶν Ἰταλῶν. μυθικὴν δὲ πίστιν πίστει μυθικῇ, ὅταν | |
ὅπου μὲν 〈λέγωμεν〉 τὸν Δία μυθεύεσθαι πατέρα ἀνδρῶν | 38 | |
5 | τε θεῶν τε, ὅπου δὲ τὸν Ὠκεανόν, λέγοντες Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. | |
Pyrr.1.151 | δογματικὰς δὲ ὑπολήψεις ἀλλήλαις ἀντιτίθεμεν, ὅταν λέ‐ γωμεν τοὺς μὲν ἓν εἶναι στοιχεῖον ἀποφαίνεσθαι, τοὺς δὲ ἄπειρα, καὶ τοὺς μὲν θνητὴν τὴν ψυχὴν, τοὺς δὲ ἀθάνα‐ τον, καὶ τοὺς μὲν προνοίᾳ θεῶν διοικεῖσθαι τὰ καθ’ ἡμᾶς, | |
Pyrr.1.152 | τοὺς δὲ ἀπρονοήτως. τὸ ἔθος δὲ τοῖς ἄλλοις ἀντιτίθεμεν, οἷον νόμῳ μέν, ὅταν λέγωμεν παρὰ μὲν Πέρσαις ἔθος εἶναι ἀρρενομιξίαις χρῆσθαι, παρὰ δὲ Ῥωμαίοις ἀπαγο‐ ρεύεσθαι νόμῳ τοῦτο πράττειν, καὶ παρ’ ἡμῖν μὲν τὸ | |
5 | μοιχεύειν ἀπειρῆσθαι, παρὰ δὲ Μασσαγέταις 〈ἐν〉 ἀδιαφορίας ἔθει παραδεδόσθαι, ὡς Εὔδοξος ὁ Κνίδιος ἱστορεῖ ἐν τῷ πρώτῳ τῆς περιόδου, καὶ παρ’ ἡμῖν μὲν ἀπηγορεῦσθαι μητράσι μίγνυσθαι, παρὰ δὲ τοῖς Πέρσαις ἔθος εἶναι μάλιστα οὕτω γαμεῖν. καὶ παρ’ Αἰγυπτίοις δὲ τὰς | |
Pyrr.1.153 | ἀδελφὰς γαμοῦσιν, ὃ παρ’ ἡμῖν ἀπείρηται νόμῳ. ἀγωγῇ δὲ ἔθος ἀντιτίθεται, ὅταν οἱ μὲν πολλοὶ ἄνθρωποι ἀναχωροῦντες μιγνύωνται ταῖς ἑαυτῶν γυναιξίν, ὁ δὲ Κράτης τῇ Ἱπ‐ παρχίᾳ δημοσίᾳ· καὶ ὁ μὲν Διογένης ἀπὸ ἐξωμίδος περιῄει, | |
Pyrr.1.154 | ἡμεῖς δὲ ὡς εἰώθαμεν. μυθικῇ δὲ πίστει, [ὡς] ὅταν λέγω‐ σιν οἱ μῦθοι ὅτι ὁ Κρόνος κατήσθιεν αὑτοῦ τὰ τέκνα, ἔθους ὄντος ἡμῖν προνοεῖσθαι παίδων· καὶ παρ’ ἡμῖν μὲν συνήθεια ὡς ἀγαθοὺς καὶ ἀπαθεῖς κακῶν σέβειν τοὺς | |
5 | θεούς, τιτρωσκόμενοι δὲ καὶ φθονοῦντες ἀλλήλοις ὑπὸ | |
Pyrr.1.155 | τῶν ποιητῶν εἰσάγονται. δογματικῇ δὲ ὑπολήψει, ὅταν ἡμῖν μὲν ἔθος ᾖ παρὰ θεῶν αἰτεῖν τὰ ἀγαθά, ὁ δὲ Ἐπίκουρος λέγῃ μὴ ἐπιστρέφεσθαι ἡμῶν τὸ θεῖον, καὶ ὅταν ὁ μὲν Ἀρίστιππος ἀδιάφορον ἡγῆται | |
5 | τὸ γυναικείαν ἀμφιέννυσθαι στολήν, ἡμεῖς | |
Pyrr.1.156 | δὲ αἰσχρὸν τοῦτο ἡγώμεθα εἶναι. ἀγωγὴν δὲ ἀντι‐ τίθεμεν νόμῳ μέν, ὅταν νόμου ὄντος μὴ ἐξεῖναι τύ‐ πτειν ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ οἱ παγκρατιασταὶ τύπτωσιν ἀλλήλους διὰ τὴν ἀγωγὴν τοῦ κατ’ αὐτοὺς | 39 |
5 | βίου, καὶ ὅταν ἀπειρημένου τοῦ ἀνδροφονεῖν οἱ μονομάχαι | |
Pyrr.1.157 | ἀναιρῶσιν ἀλλήλους διὰ τὴν αὐτὴν αἰτίαν. μυθικὴν δὲ πίστιν ἀγωγῇ ἀντιτίθεμεν, ἐπειδὰν λέγωμεν ὅτι οἱ μὲν μῦθοι παρὰ τῇ Ὀμφάλῃ τὸν Ἡρακλέα λέγουσιν εἴριά τε ξαίνειν καὶ δουλοσύνης ἀνέχεσθαι | |
5 | καὶ ταῦτα ποιῆσαι ἅπερ οὐδ’ ἂν μετρίως προῃρημένος ἐποίησεν ἄν τις, ἡ δὲ ἀγωγὴ τοῦ βίου τοῦ Ἡρακλέους ἦν | |
Pyrr.1.158 | γενναία. δογματικῇ δὲ ὑπολήψει, ὅταν οἱ μὲν ἀθληταὶ ὡς ἀγαθοῦ 〈τινοσ〉 τῆς δόξης ἀντιποιούμενοι ἐπίπονον ἀγωγὴν βίου δι’ αὐτὴν ἐπαναιρῶνται, πολλοὶ δὲ τῶν φιλοσόφων φαῦ‐ | |
Pyrr.1.159 | λον εἶναι τὴν δόξαν δογματίζωσιν. τὸν δὲ νόμον ἀντιτίθεμεν μυθικῇ μὲν πίστει, ὅταν οἱ μὲν ποιηταὶ εἰσάγωσι τοὺς θεοὺς καὶ μοιχεύοντας καὶ ἀρρενομιξίαις χρωμένους, νόμος δὲ παρ’ | |
Pyrr.1.160 | ἡμῖν κωλύῃ ταῦτα πράττειν, δογματικῇ δὲ ὑπολήψει, ὅταν οἱ μὲν περὶ Χρύσιππον ἀδιάφορον εἶναι λέγωσι τὸ μητράσιν ἢ ἀδελφαῖς μίγνυσθαι, | |
Pyrr.1.161 | ὁ δὲ νόμος ταῦτα κωλύῃ. μυθικὴν δὲ πίστιν δογματικῇ ὑπο‐ λήψει ἀντιτίθεμεν, ὅταν οἱ μὲν ποιηταὶ λέγωσι τὸν Δία κατελ‐ θόντα θνηταῖς γυναιξὶ μίγνυσθαι, παρὰ δὲ τοῖς δογματικοῖς | |
Pyrr.1.162 | ἀδύνατον τοῦτο εἶναι νομίζηται, καὶ ὁ μὲν ποιητὴς λέγῃ, ὅτι Ζεὺς διὰ τὸ πένθος τὸ ἐπὶ Σαρπηδόνι αἱματοέσσας ψεκά‐ δας κατέχευεν ἔραζε, δόγμα μέντοι φιλοσόφων 〈ᾖ〉 ἀπαθὲς εἶναι τὸ θεῖον, καὶ ὅταν 〈.....〉 τὸν τῶν ἱπποκενταύρων | |
5 | μῦθον ἀναιρῶσιν, ἀνυπαρξίας παράδειγμα τὸν ἱπποκέν‐ | |
Pyrr.1.163 | ταυρον ἡμῖν φέροντες. πολλὰ μὲν οὖν καὶ ἄλλα ἐνῆν καθ’ | |
ἑκάστην τῶν προειρημένων ἀντιθέσεων λαμβάνειν παρα‐ δείγματα· ὡς ἐν συντόμῳ δὲ λόγῳ ταῦτα ἀρκέσει. πλὴν τοσαύτης ἀνωμαλίας πραγμάτων καὶ διὰ τούτου τοῦ τρό‐ | 40 | |
5 | που δεικνυμένης, ὁποῖον μὲν ἔστι τὸ ὑποκείμενον κατὰ τὴν φύσιν οὐκ ἕξομεν λέγειν, ὁποῖον δὲ φαίνεται πρὸς τήνδε τὴν ἀγωγὴν ἢ πρὸς τόνδε τὸν νόμον ἢ πρὸς τόδε τὸ ἔθος καὶ τῶν ἄλλων ἕκαστον. καὶ διὰ τοῦτον οὖν περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων πραγμάτων ἐπέχειν ἡμᾶς | |
10 | ἀνάγκη. οὕτω μὲν οὖν διὰ τῶν δέκα τρόπων καταλήγομεν εἰς τὴν ἐποχήν. | |
Pyrr.1.164(t1) | ιεʹ περὶ τῶν πέντε τρόπων. | |
1 | οἱ δὲ νεώτεροι σκεπτικοὶ παραδιδόασι τρόπους τῆς ἐποχῆς πέντε τούσδε, πρῶτον τὸν ἀπὸ τῆς διαφωνίας, δεύτερον τὸν εἰς ἄπειρον ἐκβάλλοντα, τρίτον τὸν ἀπὸ τοῦ πρός τι, τέταρτον τὸν ὑποθετικόν, πέμπτον τὸν διάλλη‐ | |
Pyrr.1.165 | λον. καὶ ὁ μὲν ἀπὸ τῆς διαφωνίας ἐστὶ καθ’ ὃν περὶ τοῦ προτεθέντος πράγματος ἀνεπίκριτον στάσιν παρά τε τῷ βίῳ καὶ παρὰ τοῖς φιλοσόφοις εὑρίσκομεν γεγενημένην, δι’ ἣν οὐ δυνάμενοι αἱρεῖσθαί τι ἢ ἀποδοκιμάζειν κατα‐ | |
Pyrr.1.166 | λήγομεν εἰς ἐποχήν. ὁ δὲ ἀπὸ τῆς εἰς ἄπειρον ἐκπτώσεως ἐστὶν ἐν ᾧ τὸ φερόμενον εἰς πίστιν τοῦ προτεθέντος πράγματος πίστεως ἑτέρας χρῄζειν λέγομεν, κἀκεῖνο ἄλλης, καὶ μέχρις ἀπείρου, ὡς μὴ ἐχόντων ἡμῶν πόθεν ἀρξό‐ | |
Pyrr.1.167 | μεθα τῆς κατασκευῆς τὴν ἐποχὴν ἀκολουθεῖν. ὁ δὲ ἀπὸ τοῦ πρός τι, καθὼς προειρήκαμεν, ἐν ᾧ πρὸς μὲν τὸ κρῖ‐ νον καὶ τὰ συνθεωρούμενα τοῖον ἢ τοῖον φαίνεται τὸ ὑπο‐ | |
Pyrr.1.168 | κείμενον, ὁποῖον δὲ ἔστι πρὸς τὴν φύσιν ἐπέχομεν. ὁ δὲ ἐξ ὑποθέσεως ἔστιν ὅταν εἰς ἄπειρον ἐκβαλλόμενοι οἱ δογματικοὶ ἀπό τινος ἄρξωνται ὃ οὐ κατασκευάζουσιν ἀλλ’ ἁπλῶς καὶ ἀναποδείκτως κατὰ συγχώρησιν λαμβάνειν ἀξιοῦ‐ | |
Pyrr.1.169 | σιν. ὁ δὲ διάλληλος τρόπος συνίσταται, ὅταν τὸ ὀφεῖλον | |
τοῦ ζητουμένου πράγματος εἶναι βεβαιωτικὸν χρείαν ἔχῃ τῆς ἐκ τοῦ ζητουμένου πίστεως· ἔνθα μηδέτερον δυνάμε‐ νοι λαβεῖν πρὸς κατασκευὴν θατέρου, περὶ ἀμφοτέρων | 41 | |
5 | ἐπέχομεν. ὅτι δὲ πᾶν τὸ ζητούμενον εἰς τούτους ἀνάγειν τοὺς τρόπους ἐνδέχεται, διὰ βραχέων ὑποδείξομεν οὕτως. | |
Pyrr.1.170 | τὸ προτεθὲν ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν, ὁποῖον δ’ ἂν ᾖ, διαπεφώνηται· οἱ μὲν γὰρ τὰ αἰσθητὰ μόνα φασὶν εἶναι ἀληθῆ, οἱ δὲ μόνα τὰ νοητά, οἱ δέ τινα μὲν αἰ‐ σθητὰ, τινὰ δὲ νοητά. πότερον οὖν ἐπικριτὴν εἶναι φή‐ | |
5 | σουσι τὴν διαφωνίαν ἢ ἀνεπίκριτον; εἰ μὲν ἀνεπίκριτον, λέγομεν ὅτι δεῖ ἐπέχειν· περὶ γὰρ τῶν ἀνεπικρίτως διαφω‐ νουμένων οὐχ οἷόν τέ ἐστιν ἀποφαίνεσθαι. εἰ δὲ ἐπικρι‐ | |
Pyrr.1.171 | τήν, πόθεν ἐπικριθήσεται πυνθανόμεθα. οἷον τὸ αἰσθη‐ τόν (ἐπὶ τούτου γὰρ προτέρου στήσομεν τὸν λόγον) πότερον ὑπὸ αἰσθητοῦ ἢ ὑπὸ νοητοῦ; εἰ μὲν γὰρ ὑπὸ αἰσθητοῦ, ἐπεὶ περὶ τῶν αἰσθητῶν ζητοῦμεν, καὶ ἐκεῖνο ἄλλου δεή‐ | |
5 | σεται πρὸς πίστιν. εἰ δὲ κἀκεῖνο αἰσθητὸν ἔσται, πάλιν καὶ αὐτὸ ἄλλου δεήσεται τοῦ πιστώσοντος, καὶ τοῦτο μέ‐ | |
Pyrr.1.172 | χρις ἀπείρου. εἰ δὲ ὑπὸ νοητοῦ ἐπικρίνεσθαι δεήσει τὸ αἰσθητόν, ἐπεὶ καὶ τὰ νοητὰ διαπεφώνηται, δεήσεται καὶ τοῦτο νοητὸν ὂν κρίσεώς τε καὶ πίστεως. πόθεν οὖν πι‐ στωθήσεται; εἰ μὲν ὑπὸ νοητοῦ, εἰς ἄπειρον ἐκπεσεῖται | |
5 | ὁμοίως· εἰ δ’ ὑπὸ αἰσθητοῦ, ἐπεὶ πρὸς μὲν τὴν πίστιν τοῦ αἰσθητοῦ παρελήφθη νοητόν, πρὸς δὲ τὴν τοῦ νοητοῦ | |
Pyrr.1.173 | πίστιν αἰσθητόν, ὁ διάλληλος εἰσάγεται τρόπος. εἰ δὲ ταῦτα φεύγων ὁ προσδιαλεγόμενος ἡμῖν κατὰ συγχώρησιν καὶ ἀναποδείκτως ἀξιώσειε λαμβάνειν τι πρὸς ἀπόδειξιν τῶν ἑξῆς, ὁ ὑποθετικὸς εἰσαχθήσεται τρόπος, ἄπορος ὑπάρχων. | |
5 | εἰ μὲν γὰρ ὁ ὑποτιθέμενος πιστός ἐστιν, ἡμεῖς ἀεὶ τὸ ἀντικείμενον ὑποτιθέμενοι οὐκ ἐσόμεθα ἀπιστότεροι. καὶ εἰ μὲν ἀληθές τι ὑποτίθεται ὁ ὑποτιθέμενος, ὕποπτον | |
αὐτὸ ποιεῖ, καθ’ ὑπόθεσιν αὐτὸ λαμβάνων ἀλλὰ μὴ μετὰ κατασκευῆς· εἰ δὲ ψεῦδος, σαθρὰ ἔσται ἡ ὑποβάθρα τῶν | 42 | |
Pyrr.1.174 | κατασκευαζομένων. καὶ εἰ μὲν ἀνύει τι τὸ ὑποτίθεσθαι πρὸς πίστιν, αὐτὸ τὸ ζητούμενον ὑποτιθέσθω, καὶ μὴ ἕτερόν τι δι’ οὗ δὴ κατασκευάσει τὸ πρᾶγμα περὶ οὗ ὁ λόγος· εἰ δὲ ἄτοπόν ἐστι τὸ ὑποτίθεσθαι τὸ ζητούμενον, | |
Pyrr.1.175 | ἄτοπον ἔσται καὶ τὸ ὑποτίθεσθαι τὸ ἐπαναβεβηκός. ὅτι δὲ καὶ πρός τι ἐστὶ πάντα τὰ αἰσθητά, δῆλον· ἔστι γὰρ πρὸς τοὺς αἰσθανομένους. φανερὸν οὖν ὅτι ὅπερ ἂν ἡμῖν προτεθῇ πρᾶγμα αἰσθητόν, εἰς τοὺς πέντε τρόπους ἀ‐ | |
5 | νάγειν τοῦτο εὐμαρές ἐστιν. ὁμοίως δὲ καὶ περὶ τοῦ νοητοῦ ἐπιλογιζόμεθα. εἰ μὲν γὰρ ἀνεπικρίτως διαπεφωνῆσθαι | |
Pyrr.1.176 | λέγοιτο, δοθήσεται ἡμῖν τὸ δεῖν ἐπέχειν περὶ αὐτοῦ. εἰ δὲ ἐπικριθήσεται ἡ διαφωνία, εἰ μὲν διὰ νοητοῦ, εἰς ἄπειρον ἐκβαλοῦμεν, εἰ δὲ ὑπὸ αἰσθητοῦ, εἰς τὸν διάλληλον· τὸ γὰρ αἰσθητὸν πάλιν διαφωνούμενον, καὶ μὴ δυνάμενον | |
5 | δι’ αὑτοῦ ἐπικρίνεσθαι διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν, τοῦ | |
Pyrr.1.177 | νοητοῦ δεήσεται ὥσπερ καὶ τὸ νοητὸν τοῦ αἰσθητοῦ. διὰ ταῦτα δὲ ὁ ἐξ ὑποθέσεως λαμβάνων τι πάλιν ἄτοπος ἔσται. ἀλλὰ καὶ πρός τί ἐστι τὰ νοητά· πρὸς γὰρ τὸν νοῦν νοητὰ λέγεται, καὶ εἰ ἦν τῇ φύσει τοιοῦτον ὁποῖον λέγεται, οὐκ | |
5 | ἂν διεφωνήθη. ἀνήχθη οὖν καὶ τὸ νοητὸν εἰς τοὺς πέντε τρόπους, διόπερ ἀνάγκη περὶ τοῦ προτεθέντος πράγματος πάντως ἡμᾶς ἐπέχειν. Τοιοῦτοι μὲν καὶ οἱ παρὰ τοῖς νεωτέροις παραδιδό‐ μενοι πέντε τρόποι· οὓς ἐκτίθενται οὐκ ἐκβάλλοντες τοὺς | |
10 | δέκα τρόπους, ἀλλ’ ὑπὲρ τοῦ ποικιλώτερον καὶ διὰ τούτων σὺν ἐκείνοις ἐλέγχειν τὴν τῶν δογματικῶν προπέτειαν. | |
Pyrr.1.178(t1) | ιϛʹ τίνες οἱ δύο τρόποι. | |
1 | Παραδιδόασι δὲ καὶ δύο τρόπους ἐποχῆς ἑτέρους· ἐπεὶ | |
γὰρ πᾶν τὸ καταλαμβανόμενον ἤτοι ἐξ ἑαυτοῦ καταλαμ‐ βάνεσθαι δοκεῖ ἢ ἐξ ἑτέρου, 〈ὑπομιμνῄσκοντες ὅτι οὔτε ἐξ ἑαυτοῦ τι οὔτε ἐξ ἑτέρου〉 καταλαμβάνεται, τὴν περὶ πάν‐ | 43 | |
5 | των ἀπορίαν εἰσάγειν δοκοῦσιν. καὶ ὅτι μὲν οὐδὲν ἐξ ἑαυτοῦ καταλαμβάνεται, φασί, δῆλον ἐκ τῆς γεγενημένης παρὰ τοῖς φυσικοῖς περί τε τῶν αἰσθητῶν καὶ τῶν νοη‐ τῶν ἁπάντων οἶμαι διαφωνίας, ἣ δὴ ἀνεπίκριτός ἐστι μὴ δυναμένων ἡμῶν μήτε αἰσθητῷ μήτε νοητῷ κριτηρίῳ | |
10 | χρῆσθαι διὰ τὸ πᾶν, ὅπερ ἂν λάβωμεν διαπεφωνημένον, | |
Pyrr.1.179 | εἶναι ἄπιστον, διὰ δὲ τοῦτο οὐδ’ ἐξ ἑτέρου τι καταλαμ‐ βάνεσθαι συγχωροῦσιν. εἰ μὲν γὰρ τὸ ἐξ οὗ τι κατα‐ λαμβάνεται ἀεὶ ἐξ ἑτέρου καταλαμβάνεσθαι δεήσει, εἰς τὸν διάλληλον ἢ τὸν ἄπειρον ἐμβάλλουσι τρόπον. εἰ δὲ βού‐ | |
5 | λοιτό τις λαβεῖν ὡς ἐξ ἑαυτοῦ καταλαμβανόμενόν τι ἐξ οὗ καταλαμβάνεται ἕτερον, ἀντιπίπτει τὸ μηδὲν ἐξ ἑαυτοῦ κατα‐ λαμβάνεσθαι διὰ τὰ προειρημένα. τὸ δὲ μαχόμενον πῶς ἂν δύναιτο καταληφθῆναι 〈ἢ〉 ἀφ’ ἑαυτοῦ ἢ ἀφ’ ἑτέρου, ἀπο‐ ροῦμεν, τοῦ κριτηρίου τῆς ἀληθείας ἢ τῆς καταλήψεως μὴ | |
10 | φαινομένου, σημείων δὲ καὶ δίχα ἀποδείξεως διατρεπομένων, καθάπερ ἐν τοῖς ἑξῆς εἰσόμεθα. τοσαῦτα μὲν οὖν καὶ περὶ τῶν τρόπων τῆς ἐποχῆς ἐπὶ τοῦ παρόντος ἀρκέσει λελέχθαι. | |
Pyrr.1.180(t1) | ιζʹ τίνες τρόποι τῆς τῶν αἰτιολογικῶν | |
t2 | ἀνατροπῆς. | |
1 | Ὥσπερ δὲ τοὺς τρόπους 〈τῆσ〉 ἐποχῆς παραδίδομεν, οὕτω καὶ τρόπους ἐκτίθενταί τινες, καθ’ οὓς ἐν ταῖς κατὰ μέρος | |
αἰτιολογίαις διαποροῦντες ἐφιστῶμεν τοὺς δογματικοὺς διὰ τὸ μάλιστα ἐπὶ ταύταις αὐτοὺς μέγα φρονεῖν. καὶ δὴ Αἰνη‐ | 44 | |
5 | σίδημος ὀκτὼ τρόπους παραδίδωσι καθ’ οὓς οἴεται πᾶσαν δογματικὴν αἰτιολογίαν ὡς μοχθηρὰν ἐλέγχων ἀποφήνασθαι, | |
Pyrr.1.181 | ὧν πρῶτον μὲν εἶναί φησι καθ’ ὃν [τρόπον] τὸ τῆς αἰτιο‐ λογίας γένος ἐν ἀφανέσιν ἀναστρεφόμενον οὐχ ὁμολογουμέ‐ νην ἔχει τὴν ἐκ τῶν φαινομένων ἐπιμαρτύρησιν· δεύτερον δὲ καθ’ ὃν πολλάκις εὐεπιφορίας οὔσης δαψιλοῦς ὥστε | |
5 | πολυτρόπως αἰτιολογῆσαι τὸ ζητούμενον, καθ’ ἕνα μόνον | |
Pyrr.1.182 | τρόπον τοῦτό τινες αἰτιολογοῦσιν· τρίτον καθ’ ὃν τῶν τε‐ ταγμένως γινομένων αἰτίας ἀποδιδόασιν οὐδεμίαν τάξιν ἐπιφαινούσας· τέταρτον καθ’ ὃν τὰ φαινόμενα λαβόντες ὡς γίνεται, καὶ τὰ μὴ φαινόμενα νομίζουσιν ὡς γίνεται | |
5 | κατειληφέναι, τάχα μὲν ὁμοίως τοῖς φαινομένοις τῶν ἀφα‐ νῶν ἐπιτελουμένων, τάχα δ’ οὐχ ὁμοίως ἀλλ’ ἰδιαζόντως· | |
Pyrr.1.183 | πέμπτον καθ’ ὃν πάντες ὡς ἔπος εἰπεῖν κατὰ τὰς ἰδίας τῶν στοιχείων ὑποθέσεις ἀλλ’ οὐ κατά τινας κοινὰς καὶ ὁμολογουμένας ἐφόδους αἰτιολογοῦσιν· ἕκτον καθ’ ὃν πολ‐ λάκις τὰ μὲν φωρατὰ ταῖς ἰδίαις ὑποθέσεσι παραλαμβά‐ | |
5 | νουσιν, τὰ δὲ ἀντιπίπτοντα καὶ τὴν ἴσην ἔχοντα πιθανότητα | |
Pyrr.1.184 | παραπέμπουσιν· ἕβδομον καθ’ ὃν πολλάκις ἀποδιδόασιν αἰτίας οὐ μόνον τοῖς φαινομένοις ἀλλὰ καὶ ταῖς ἰδίαις ὑποθέσεσι μαχομένας· ὄγδοον καθ’ ὃν πολλάκις ὄντων ἀπόρων ὁμοίως τῶν τε φαίνεσθαι δοκούντων καὶ τῶν ἐπι‐ | |
5 | ζητουμένων, ἐκ τῶν ὁμοίως ἀπόρων περὶ τῶν ὁμοίως ἀπό‐ | |
Pyrr.1.185 | ρων ποιοῦνται τὰς διδασκαλίας. οὐκ ἀδύνατον δέ φησι καὶ κατά τινας ἐπιμίκτους τρόπους, ἠρτημένους ἐκ τῶν προειρημένων, διαπίπτειν ἐνίους ἐν ταῖς αἰτιολογίαις. τάχα δ’ ἂν καὶ οἱ πέντε τρόποι τῆς ἐποχῆς ἀπαρκοῖεν πρὸς τὰς | |
5 | αἰτιολογίας. ἤτοι γὰρ σύμφωνον πάσαις ταῖς κατὰ φιλο‐ σοφίαν αἱρέσεσι καὶ τῇ σκέψει καὶ τοῖς φαινομένοις αἰτίαν ἐρεῖ τις ἢ οὔ. καὶ σύμφωνον μὲν ἴσως οὐκ ἐνδέχεται· τά | |
Pyrr.1.186 | τε γὰρ φαινόμενα καὶ τὰ ἄδηλα πάντα διαπεφώνηται. εἰ | |
δὲ διάφωνον, ἀπαιτηθήσεται καὶ ταύτης τὴν αἰτίαν, καὶ φαινομένην μὲν φαινομένης ἢ ἄδηλον ἀδήλου λαμβάνων εἰς ἄπειρον ἐκπεσεῖται, ἐναλλὰξ δὲ αἰτιολογῶν εἰς τὸν διάλ‐ | 45 | |
5 | ληλον. ἱστάμενος δέ που, ἢ ὅσον ἐπὶ τοῖς εἰρημένοις λέξει τὴν αἰτίαν συνεστάναι, καὶ εἰσάγει τὸ πρός τι, ἀναιρῶν τὸ πρὸς τὴν φύσιν, ἢ ἐξ ὑποθέσεώς τι λαμβάνων ἐπισχε‐ θήσεται. ἔστιν οὖν καὶ διὰ τούτων ἐλέγχειν ἴσως τὴν τῶν δογματικῶν ἐν ταῖς αἰτιολογίαις προπέτειαν. | |
Pyrr.1.187(t1) | ιηʹ περὶ τῶν σκεπτικῶν φωνῶν. | |
1 | Ἐπεὶ δὲ ἑκάστῳ χρώμενοι τούτων τε καὶ τῶν τῆς ἐποχῆς τρόπων ἐπιφθεγγόμεθα φωνάς τινας τῆς σκεπτικῆς διαθέσεως καὶ τοῦ περὶ ἡμᾶς πάθους μηνυτικάς, οἷον λέ‐ γοντες ‘οὐ μᾶλλον‘ ‘οὐδὲν ὁριστέον‘ καὶ ἄλλας τινάς, | |
5 | ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτων ἑξῆς διαλαβεῖν. ἀρξώ‐ μεθα δὲ ἀπὸ τῆς ‘οὐ μᾶλλον.‘ | |
Pyrr.1.188(t1) | ιθʹ περὶ τῆς ‘οὐ μᾶλλον‘ φωνῆς. | |
1 | Ταύτην τοίνυν ὁτὲ μὲν ὡς ἔφην προφερόμεθα, ὁτὲ δὲ οὕτως ‘οὐδὲν μᾶλλον‘· οὐ γὰρ ὥς τινες ὑπολαμβά‐ νουσι, τὴν μὲν ‘οὐ μᾶλλον‘ ἐν ταῖς εἰδικαῖς ζητήσεσι παραλαμβάνομεν, τὴν δὲ ‘οὐδὲν μᾶλλον‘ ἐν ταῖς γενι‐ | |
5 | καῖς, ἀλλ’ ἀδιαφόρως τήν τε ‘οὐ μᾶλλον‘ καὶ τὴν ‘οὐδὲν μᾶλλον‘ προφερόμεθα, καὶ νῦν ὡς περὶ μιᾶς διαλεξό‐ μεθα. ἔστι μὲν οὖν αὕτη ἡ φωνὴ ἐλλιπής. ὡς γὰρ ὅταν λέγωμεν ‘διπλῆ‘, δυνάμει φαμὲν ‘ἑστία διπλῆ‘, καὶ ὅταν λέ‐ γωμεν ‘πλατεῖα‘, δυνάμει λέγομεν ‘πλατεῖα ὁδόσ‘, οὕτως ὅταν | |
10 | εἴπωμεν ‘οὐ μᾶλλον,‘ δυνάμει φαμὲν ‘οὐ μᾶλλον τόδε ἢ | |
Pyrr.1.189 | τόδε, ἄνω κάτω.‘ τινὲς μέντοι τῶν σκεπτικῶν παραλαμβάνου‐ | |
σιν ἀντὶ πύσματος τὸ ‘οὐ‘ (〈ἀντὶ〉 τοῦ τί μᾶλλον τόδε ἢ τόδε, τὸ τί παραλαμβάνοντες νῦν ἀντὶ αἰτίας), ἵν’ ᾖ τὸ λεγόμενον ‘διὰ τί μᾶλλον τόδε ἢ τόδε;‘ σύνηθες δέ ἐστι καὶ πύσμασιν | 46 | |
5 | ἀντὶ ἀξιωμάτων χρῆσθαι, οἷον τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδε βροτῶν; καὶ ἀξιώμασιν ἀντὶ πυσμάτων, οἷον ‘ζητῶ ποῦ οἰκεῖ Δίων‘ καὶ ‘πυνθάνομαι τίνος ἕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιη‐ τήν.‘ ἀλλὰ καὶ τὸ τί ἀντὶ τοῦ διὰ 〈τί〉 παραλαμβάνεται | |
10 | παρὰ Μενάνδρῳ· τί γὰρ ἐγὼ κατελειπόμην; | |
Pyrr.1.190 | δηλοῖ δὲ τὸ ‘οὐ μᾶλλον τόδε ἢ τόδε‘ καὶ πάθος ἡμέτερον, καθ’ ὃ διὰ τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων πραγμάτων εἰς ἀρρε‐ ψίαν καταλήγομεν, ἰσοσθένειαν μὲν λεγόντων ἡμῶν τὴν 〈ἰσό‐ τητα τὴν〉 κατὰ τὸ φαινόμενον ἡμῖν πιθανόν, ἀντικείμενα δὲ | |
5 | κοινῶς τὰ μαχόμενα, ἀρρεψίαν δὲ τὴν πρὸς μηδέτερον συγκατά‐ | |
Pyrr.1.191 | θεσιν. ἡ γοῦν ‘οὐδὲν μᾶλλον‘ φωνὴ κἂν ἐμφαίνῃ χαρακτῆρα συγκαταθέσεως ἢ ἀρνήσεως, ἡμεῖς οὐχ οὕτως αὐτῇ χρώ‐ μεθα, ἀλλ’ ἀδιαφόρως αὐτὴν παραλαμβάνομεν καὶ κατα‐ χρηστικῶς, ἤτοι ἀντὶ πύσματος ἢ ἀντὶ τοῦ λέγειν ‘ἀγνοῶ | |
5 | τίνι μὲν τούτων χρὴ συγκατατίθεσθαι, τίνι δὲ μὴ‘ [συγ‐ κατατίθεσθαι]. πρόκειται 〈γὰρ〉 ἡμῖν δηλῶσαι τὸ φαινόμε‐ νον ἡμῖν· κατὰ δὲ τὴν φωνὴν δι’ ἧς αὐτὸ δηλοῦμεν ἀδιαφο‐ ροῦμεν. κἀκεῖνο δὲ χρὴ γινώσκειν, ὅτι προφερόμεθα τὴν ‘οὐδὲν μᾶλλον‘ φωνὴν οὐ διαβεβαιούμενοι περὶ τοῦ πάν‐ | |
10 | τως ὑπάρχειν αὐτὴν ἀληθῆ καὶ βεβαίαν, ἀλλὰ κατὰ τὸ | |
φαινόμενον ἡμῖν καὶ περὶ αὐτῆς λέγοντες. | 47 | |
Pyrr.1.192(t1) | κʹ περὶ ἀφασίας. | |
1 | Περὶ δὲ τῆς ἀφασίας λέγομεν τάδε. φάσις καλεῖται δι‐ χῶς, κοινῶς καὶ ἰδίως, κοινῶς μὲν ἡ δηλοῦσα θέσιν ἢ ἄρσιν φωνή, οἷον ‘ἡμέρα ἔστιν, οὐχ ἡμέρα ἔστιν,‘ ἰδίως δὲ ἡ δηλοῦσα θέσιν μόνον, καθ’ ὃ ση‐ | |
5 | μαινόμενον τὰ ἀποφατικὰ οὐ καλοῦσι φάσεις. ἡ οὖν ἀφασία ἀπόστασίς ἐστι τῆς κοινῶς λεγομένης φάσεως, ᾗ ὑποτάσσεσθαι λέγομεν τήν τε κατάφασιν καὶ τὴν ἀπόφα‐ σιν, ὡς εἶναι ἀφασίαν πάθος ἡμέτερον δι’ ὃ οὔτε τιθέναι τι | |
Pyrr.1.193 | οὔτε ἀναιρεῖν φαμεν. ὅθεν δῆλόν ἐστιν, ὅτι καὶ τὴν ἀφασίαν παραλαμβάνομεν οὐχ ὡς πρὸς τὴν φύσιν τοιούτων ὄντων τῶν πραγμάτων ὥστε πάντως ἀφασίαν κινεῖν, ἀλλὰ δηλοῦντες ὅτι ἡμεῖς νῦν, ὅτε προφερόμεθα αὐτήν, ἐπὶ τῶνδε τῶν ζη‐ | |
5 | τουμένων τοῦτο πεπόνθαμεν. κἀκεῖνο χρὴ μνημονεύειν, ὅτι μηδὲν τιθέναι μηδὲ ἀναιρεῖν φαμεν τῶν κατὰ τὸ ἄδηλον δογματικῶς λεγομένων· τοῖς γὰρ κινοῦσιν ἡμᾶς παθητικῶς καὶ ἀναγκαστικῶς ἄγουσιν εἰς συγκατάθεσιν εἴκομεν. | |
Pyrr.1.194(t1) | καʹ περὶ τοῦ ‘τάχα‘· καὶ τοῦ ‘ἔξεστι‘· καὶ τοῦ | |
t2 | ‘ἐνδέχεται‘. | |
1 | Τὸ δὲ ‘τάχα‘ καὶ ‘οὐ τάχα‘ καὶ ‘ἔξεστι‘ καὶ ‘οὐκ ἔξεστι‘ καὶ ‘ἐνδέχεται‘ καὶ ‘οὐκ ἐνδέχεται‘ παραλαμβάνο‐ μεν ἀντὶ τοῦ ‘τάχα μὲν ἔστιν τάχα δ’ οὐκ ἔστιν‘, καὶ ‘ἔξεστι μὲν εἶναι ἔξεστι δὲ μὴ εἶναι‘, καὶ ‘ἐνδέχεται μὲν εἶναι ἐν‐ | |
5 | δέχεται δὲ μὴ εἶναι‘, ὡς παραλαμβάνειν ἡμᾶς συντομίας χάριν τὸ ‘μὴ ἐξεῖναι‘ ἀντὶ τοῦ ‘ἐξεῖναι μὴ εἶναι‘, καὶ τὸ ‘μὴ ἐνδέχεσθαι‘ ἀντὶ τοῦ ‘ἐνδέχεσθαι μὴ εἶναι‘, καὶ τὸ ‘οὐ τάχα‘ | |
Pyrr.1.195 | ἀντὶ ‘τοῦ τάχα μὴ εἶναι‘. πάλιν δὲ ἐνταῦθα οὐ φωνομαχοῦ‐ μεν, οὐδὲ εἰ φύσει ταῦτα δηλοῦσιν αἱ φωναί, ζητοῦμεν, ἀλλ’ ἀδιαφόρως αὐτάς, ὡς εἶπον, παραλαμβάνομεν. ὅτι μέντοι αὗται αἱ φωναὶ ἀφασίας εἰσὶ δηλωτικαί, πρόδηλον, οἶμαι. | |
5 | ὁ γοῦν λέγων ‘τάχα ἔστιν‘ δυνάμει τίθησι καὶ τὸ μάχεσθαι δοκοῦν αὐτῷ, τὸ ‘τάχα μὴ εἶναι‘, τῷ μὴ διαβεβαιοῦσθαι | |
περὶ τοῦ εἶναι αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔχει. | 48 | |
Pyrr.1.196(t1) | κβʹ περὶ τοῦ ‘ἐπέχω‘. | |
1 | Τὸ δὲ ‘ἐπέχω‘ παραλαμβάνομεν ἀντὶ τοῦ ‘οὐκ ἔχω εἰπεῖν τίνι χρὴ τῶν προκειμένων πιστεῦσαι ἢ τίνι ἀπιστῆ‐ σαι‘, δηλοῦντες ὅτι ἴσα ἡμῖν φαίνεται τὰ πράγματα πρὸς πίστιν καὶ ἀπιστίαν. καὶ εἰ μὲν ἴσα ἐστίν, οὐ διαβεβαιού‐ | |
5 | μεθα· τὸ δὲ φαινόμενον ἡμῖν περὶ αὐτῶν, ὅτε ἡμῖν ὑπο‐ πίπτει, λέγομεν. καὶ ἡ ἐποχὴ δὲ εἴρηται ἀπὸ τοῦ ἐπέχε‐ σθαι τὴν διάνοιαν ὡς μήτε τιθέναι τι μήτε ἀναιρεῖν διὰ τὴν ἰσοσθένειαν τῶν ζητουμένων. | |
Pyrr.1.197(t1) | κγʹ περὶ τοῦ ‘οὐδὲν ὁρίζω‘. | |
1 | Περὶ δὲ τοῦ ‘οὐδὲν ὁρίζω‘ ταῦτα φαμέν. ὁρίζειν εἶναι νομίζομεν οὐχὶ τὸ ἁπλῶς λέγειν τι, ἀλλὰ τὸ πρᾶγμα ἄδηλον προφέρεσθαι μετὰ συγκαταθέσεως. οὕτω γὰρ οὐ‐ δὲν ὁρίζων ὁ σκεπτικὸς τάχα εὑρεθήσεται, οὐδὲ αὐτὸ τὸ | |
5 | ‘οὐδὲν ὁρίζω·‘ οὐ γάρ ἐστι δογματικὴ ὑπόληψις, τουτέστιν ἀδήλῳ συγκατάθεσις, ἀλλὰ φωνὴ πάθους ἡμετέρου δηλω‐ τική. ὅταν οὖν εἴπῃ ὁ σκεπτικὸς ‘οὐδὲν ὁρίζω‘, τοῦτό φησιν ‘ἐγὼ οὕτω πέπονθα νῦν ὡς μηδὲν τῶν ὑπὸ τὴν ζήτησιν τήνδε πεπτωκότων τιθέναι δογματικῶς ἢ ἀναιρεῖν‘. | |
10 | τοῦτο δέ φησι λέγων τὸ ἑαυτῷ φαινόμενον περὶ τῶν προ‐ κειμένων ἀπαγγελτικῶς, οὐ δογματικῶς μετὰ πεποιθήσεως ἀποφαινόμενος, ἀλλ’ ὃ πάσχει διηγούμενος. | |
Pyrr.1.198(t1) | κδʹ περὶ τοῦ ‘πάντα ἐστὶν ἀόριστα‘. | |
1 | Καὶ ἡ ἀοριστία δὲ πάθος διανοίας ἐστί, καθ’ ὃ οὔτε αἴρομέν τι οὔτε τίθεμεν τῶν δογματικῶς ζητουμένων, τουτέστι τῶν ἀδήλων. ὅταν οὖν λέγῃ ὁ σκεπτικὸς ‘πάντα ἐστὶν ἀόριστα‘, τὸ μὲν ‘ἔστι‘ λαμβάνει ἀντὶ τοῦ ‘φαίνεσθαι | |
5 | αὐτῷ‘, πάντα δὲ λέγει οὐ τὰ ὄντα ἀλλ’ ἅπερ διεξῆλθε τῶν παρὰ τοῖς δογματικοῖς ζητουμένων ἀδήλων, ἀόριστα δὲ μὴ προύχοντα τῶν ἀντικειμένων ἢ κοινῶς μαχομένων κατὰ | |
Pyrr.1.199 | πίστιν ἢ ἀπιστίαν. καὶ ὥσπερ ὁ λέγων ‘περιπατῶ‘ δυνά‐ μει φησὶν ‘ἐγὼ περιπατῶ‘, οὕτως ὁ λέγων ‘πάντα ἐστὶν ἀόριστα‘ συσσημαίνει ‘καθ’ ἡμᾶσ‘ ἢ ‘ὡς πρὸς ἐμὲ‘ ἢ ‘ὡς ἐμοὶ φαίνεται‘, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ‘ὅσα ἐπῆλ‐ | 49 |
5 | θον τῶν 〈παρὰ τοῖσ〉 δογματικοῖς ζητουμένων, τοιαῦτά μοι φαίνεται ὡς μηδὲν αὐτῶν τοῦ μαχομένου προύχειν μοι δοκεῖν κατὰ πίστιν ἢ ἀπιστίαν.‘ | |
Pyrr.1.200(t1) | κεʹ περὶ τοῦ ‘πάντα ἐστιν ἀκατάληπτα‘. | |
1 | Οὕτω δὲ φερόμεθα καὶ ὅταν λέγωμεν ‘πάντα ἐστὶν ἀκατάληπτα·‘ καὶ γὰρ τὸ ‘πάντα‘ ὁμοίως ἐξηγούμεθα καὶ τὸ ‘ἐμοὶ‘ συνεκδεχόμεθα, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ‘πάντα ὅσα ἐφώδευσα τῶν δογματικῶς ζητουμένων ἀδή‐ | |
5 | λων φαίνεταί μοι ἀκατάληπτα.‘ τοῦτο δέ ἐστιν οὐ δια‐ βεβαιουμένου περὶ τοῦ τὰ παρὰ τοῖς δογματικοῖς ζητού‐ μενα φύσεως εἶναι τοιαύτης ὡς εἶναι ἀκατάληπτα, ἀλλὰ τὸ ἑαυτοῦ πάθος ἀπαγγέλλοντος, καθ’ ὅ, φησίν, ὑπολαμ‐ βάνω ὅτι ἄχρι νῦν οὐδὲν κατέλαβον ἐκείνων ἐγὼ διὰ τὴν | |
10 | τῶν ἀντικειμένων ἰσοσθένειαν· ὅθεν καὶ τὰ εἰς περιτρο‐ πὴν φερόμενα πάντα ἀπᾴδοντα εἶναι δοκεῖ μοι τῶν ὑφ’ ἡμῶν ἀπαγγελλομένων. | |
Pyrr.1.201(t1) | κϛʹ περὶ τοῦ ‘ἀκαταληπτῶ‘ καὶ ‘οὐ καταλαμβάνω‘. | |
1 | Καὶ ἡ ‘ἀκαταληπτῶ‘ δὲ καὶ ἡ ‘οὐ καταλαμβάνω‘ φωνὴ πάθους οἰκείου ἐστὶ δηλωτική, καθ’ ὃ ἀφίσταται ὁ σκεπτικὸς ὡς πρὸς τὸ παρὸν τοῦ τιθέναι τι τῶν ζητουμέ‐ νων ἀδήλων ἢ ἀναιρεῖν, ὡς ἔστι δῆλον ἐκ τῶν προειρημέ‐ | |
5 | νων ἡμῖν περὶ τῶν ἄλλων φωνῶν. | |
Pyrr.1.202(t1) | κζʹ περὶ τοῦ παντὶ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι. | |
1 | Ὅταν δὲ λέγωμεν ‘παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται‘, παντὶ μὲν λέγομεν τῷ ὑφ’ ἡμῶν διεξωδευμένῳ, λόγον δέ | |
φαμεν οὐχ ἁπλῶς ἀλλὰ τὸν κατασκευάζοντά τι δογματι‐ κῶς, τουτέστι περὶ ἀδήλου, καὶ οὐ πάντως τὸν ἐκ λημμά‐ | 50 | |
5 | των καὶ ἐπιφορᾶς ἀλλὰ τὸν ὁπωσοῦν κατασκευάζοντα. ‘ἴσον‘ δέ φαμεν κατὰ πίστιν ἢ ἀπιστίαν, τό τε ‘ἀντίκειται‘ λαμ‐ βάνομεν ἀντὶ τοῦ ‘μάχεται‘ κοινῶς, καὶ τὸ ‘ὡς ἐμοὶ φαί‐ | |
Pyrr.1.203 | νεται‘ συνεκδεχόμεθα. ὅταν οὖν εἴπω ‘παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται‘, δυνάμει τοῦτό φημι ‘παντὶ τῷ ὑπ’ ἐμοῦ ζητουμένῳ λόγῳ, ὃς κατασκευάζει τι δογματικῶς, ἕτερος λόγος κατασκευάζων τι δογματικῶς, ἴσος αὐτῷ κατὰ πίστιν | |
5 | καὶ ἀπιστίαν, ἀντικεῖσθαι φαίνεταί μοι‘, ὡς εἶναι τὴν τοῦ λόγου προφορὰν οὐ δογματικὴν ἀλλ’ ἀνθρωπείου πάθους | |
Pyrr.1.204 | ἀπαγγελίαν, ὅ ἐστι φαινόμενον τῷ πάσχοντι. προφέρονται δέ τινες καὶ οὕτω τὴν φωνήν ‘παντὶ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι‘, ἀξιοῦντες παραγγελματικῶς τοῦτο ‘παντὶ λόγῳ δογματικῶς τι κατασκευάζοντι λόγον δογματικῶς ζη‐ | |
5 | τοῦντα, ἴσον κατὰ πίστιν καὶ ἀπιστίαν, μαχόμενον αὐτῷ ἀντιτιθῶμεν‘, ἵνα ὁ μὲν λόγος αὐτοῖς ᾖ πρὸς τὸν σκε‐ πτικόν, χρῶνται δὲ ἀπαρεμφάτῳ ἀντὶ προστακτικοῦ, τῷ | |
Pyrr.1.205 | ‘ἀντικεῖσθαι‘ ἀντὶ τοῦ ‘ἀντιτιθῶμεν‘. παραγγέλλουσι δὲ τοῦτο τῷ σκεπτικῷ, μή πως ὑπὸ τοῦ δογματικοῦ παρακρουσθεὶς ἀπείπῃ τὴν περὶ αὐτοῦ ζήτησιν, καὶ τῆς φαινομένης αὐ‐ τοῖς ἀταραξίας, ἣν νομίζουσι παρυφίστασθαι τῇ περὶ πάν‐ | |
5 | των ἐποχῇ, καθὼς ἔμπροσθεν ὑπεμνήσαμεν, σφαλῇ προπετευσάμενος. | |
Pyrr.1.206(t1) | κηʹ παραπήγματα ὑπὲρ τῶν σκεπτικῶν φωνῶν. | |
1 | Περὶ τοσούτων ἀρκέσει τῶν φωνῶν ὡς ἐν ὑποτυπώσει διεξελθεῖν, ἄλλως τε καὶ ἐπεὶ ἐκ τῶν νῦν ἡμῖν εἰρημένων δυνατόν ἐστι λέγειν καὶ περὶ τῶν παραλελειμμένων. περὶ πασῶν γὰρ τῶν σκεπτικῶν φωνῶν ἐκεῖνο χρὴ προειληφέ‐ | |
5 | ναι, ὅτι περὶ τοῦ ἀληθεῖς αὐτὰς εἶναι πάντως οὐ διαβε‐ βαιούμεθα, ὅπου γε καὶ ὑφ’ ἑαυτῶν αὐτὰς ἀναιρεῖσθαι | |
λέγομεν δύνασθαι, συμπεριγραφομένας ἐκείνοις περὶ ὧν λέγονται, καθάπερ τὰ καθαρτικὰ τῶν φαρμάκων οὐ μόνον τοὺς χυμοὺς ὑπεξαιρεῖ τοῦ σώματος, ἀλλὰ καὶ ἑαυτὰ τοῖς | 51 | |
Pyrr.1.207 | χυμοῖς συνεξάγει. φαμὲν δὲ καὶ ὡς οὐ κυρίως δηλοῦντες τὰ πράγματα, ἐφ’ ὧν παραλαμβάνονται, τίθεμεν αὐτάς, ἀλλ’ ἀδιαφόρως καὶ εἰ βούλονται καταχρηστικῶς· οὔτε γὰρ πρέπει τῷ σκεπτικῷ φωνομαχεῖν, ἄλλως τε ἡμῖν συνεργεῖ | |
5 | τὸ μηδὲ ταύτας τὰς φωνὰς εἰλικρινῶς σημαίνειν λέγεσθαι, | |
Pyrr.1.208 | ἀλλὰ πρός τι καὶ ὡς πρὸς τοὺς σκεπτικούς. πρὸς τούτοις κἀκείνου δεῖ μεμνῆσθαι, ὅτι οὐ περὶ πάντων τῶν πραγμά‐ των καθόλου φαμὲν αὐτάς, ἀλλὰ περὶ τῶν ἀδήλων καὶ τῶν δογματικῶς ζητουμένων, καὶ ὅτι τὸ φαινόμενον ἡμῖν | |
5 | φαμεν καὶ οὐχὶ διαβεβαιωτικῶς περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων ἀποφαινόμεθα· ἐκ γὰρ τούτων πᾶν σόφισμα πρὸς φωνὴν ἐνεχθὲν σκεπτικὴν οἴομαι δύνασθαι διατρέπε‐ | |
Pyrr.1.209 | σθαι. ἐπεὶ δὲ τὴν ἔννοιαν καὶ τὰ μέρη καὶ τὸ κριτήριον καὶ τὸ τέλος, ἔτι δὲ τοὺς τρόπους τῆς ἐποχῆς ἐφοδεύσαν‐ τες, καὶ περὶ τῶν σκεπτικῶν φωνῶν εἰπόντες, τὸν χα‐ ρακτῆρα τῆς σκέψεως ἐμπεφανίκαμεν, ἀκόλουθον ἡγού‐ | |
5 | μεθα εἶναι καὶ τῶν παρακειμένων αὐτῇ φιλοσοφιῶν τὴν πρὸς αὐτὴν διάκρισιν συντόμως ἐπελθεῖν, ἵνα σαφέστερον τὴν ἐφεκτικὴν ἀγωγὴν κατανοήσωμεν. ἀρξώμεθα δὲ ἀπὸ τῆς Ἡρακλειτείου φιλοσοφίας. | |
Pyrr.1.210(t1) | κθʹ ὅτι διαφέρει ἡ σκεπτικὴ ἀγωγὴ τῆς | |
t2 | Ἡρακλειτ〈εί〉ου φιλοσοφίας. | |
1 | Ὅτι μὲν οὖν αὕτη διαφέρει τῆς ἡμετέρας ἀγωγῆς, πρό‐ δηλον· ὁ μὲν γὰρ Ἡράκλειτος περὶ πολλῶν ἀδήλων ἀπο‐ φαίνεται δογματικῶς, ἡμεῖς δ’ οὐχί, καθάπερ εἴρηται. ἐπεὶ δὲ οἱ περὶ τὸν Αἰνησίδημον ἔλεγον ὁδὸν εἶναι τὴν | |
5 | σκεπτικὴν ἀγωγὴν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσο‐ φίαν, διότι προηγεῖται τοῦ τἀναντία περὶ τὸ αὐτὸ ὑπάρχειν τὸ τἀναντία περὶ τὸ αὐτὸ φαίνεσθαι, καὶ οἱ μὲν σκεπτικοὶ φαίνεσθαι λέγουσι τὰ ἐναντία περὶ τὸ αὐτό, οἱ δὲ Ἡρακλεί‐ | |
τειοι ἀπὸ τούτου καὶ ἐπὶ τὸ ὑπάρχειν αὐτὰ μετέρχονται, | 52 | |
10 | φαμὲν πρὸς τούτους, ὅτι τὸ τὰ ἐναντία περὶ τὸ αὐτὸ φαίνε‐ σθαι οὐ δόγμα ἐστὶ τῶν σκεπτικῶν ἀλλὰ πρᾶγμα οὐ μό‐ νον τοῖς σκεπτικοῖς ἀλλὰ καὶ τοῖς ἄλλοις φιλοσόφοις καὶ | |
Pyrr.1.211 | πᾶσιν ἀνθρώποις ὑποπίπτον· οὐδεὶς γοῦν τολμήσαι ἂν εἰπεῖν ὅτι τὸ μέλι οὐ γλυκάζει τοὺς ὑγιαίνοντας ἢ ὅτι τοὺς ἰκτερικοὺς οὐ πικράζει, ὥστε ἀπὸ κοινῆς τῶν ἀν‐ θρώπων προλήψεως ἄρχονται οἱ Ἡρακλείτειοι, καθάπερ | |
5 | καὶ ἡμεῖς, ἴσως δὲ καὶ αἱ ἄλλαι φιλοσοφίαι. διόπερ εἰ μὲν ἀπό τινος τῶν σκεπτικῶς λεγομένων ἐλάμβανον τὸ τἀναντία περὶ τὸ αὐτὸ ὑποκεῖσθαι, οἷον τοῦ ‘πάντα ἐστὶν ἀκατάληπτα‘ ἢ τοῦ ‘οὐδὲν ὁρίζω‘ ἤ τινος τῶν πα‐ ραπλησίων, ἴσως ἂν συνῆγον ὃ λέγουσιν· ἐπεὶ δὲ ἀρχὰς | |
10 | ἔχουσιν οὐ μόνον ἡμῖν ἀλλὰ καὶ τοῖς ἄλλοις φιλοσόφοις καὶ τῷ βίῳ ὑποπιπτούσας, τί μᾶλλον τὴν ἡμετέραν ἀγω‐ γὴν ἢ ἑκάστην τῶν ἄλλων φιλοσοφιῶν ἢ καὶ τὸν βίον ὁδὸν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν εἶναι λέγοι τις | |
Pyrr.1.212 | ἄν, ἐπειδὴ πάντες κοιναῖς ὕλαις κεχρήμεθα; μήποτε δὲ οὐ μόνον οὐ συνεργεῖ πρὸς τὴν γνῶσιν τῆς Ἡρακλει‐ τείου φιλοσοφίας ἡ σκεπτικὴ ἀγωγή, ἀλλὰ καὶ ἀποσυνεργεῖ, εἴγε ὁ σκεπτικὸς πάντα τὰ ὑπὸ τοῦ Ἡρακλείτου δογματι‐ | |
5 | ζόμενα ὡς προπετῶς λεγόμενα διαβάλλει, ἐναντιούμενος μὲν τῇ ἐκπυρώσει, ἐναντιούμενος δὲ τῷ τὰ ἐναντία περὶ τὸ αὐτὸ ὑπάρχειν, καὶ ἐπὶ παντὸς δόγματος τοῦ Ἡρα‐ κλείτου τὴν μὲν δογματικὴν προπέτειαν διασύρων, τὸ δὲ ‘οὐ καταλαμβάνω‘ καὶ τὸ ‘οὐδὲν ὁρίζω‘ ἐπιφθεγγόμενος, | |
10 | ὡς ἔφην ἔμπροσθεν· ὅπερ μάχεται τοῖς Ἡρακλειτείοις. ἄτοπον δέ ἐστι τὸ τὴν μαχομένην ἀγωγὴν ὁδὸν εἶναι λέ‐ γειν τῆς αἱρέσεως ἐκείνης ᾗ μάχεται· ἄτοπον ἄρα τὸ τὴν σκεπτικὴν ἀγωγὴν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν ὁδὸν εἶναι λέγειν. | |
Pyrr.1.213(t1) | λʹ τίνι διαφέρει ἡ σκεπτικὴ ἀγωγὴ τῆς Δημο‐ | |
t2 | κριτείου φιλοσοφίας. | |
1 | Ἀλλὰ καὶ ἡ Δημοκρίτειος φιλοσοφία λέγεται κοινω‐ | |
νίαν ἔχειν πρὸς τὴν σκέψιν, ἐπεὶ δοκεῖ τῇ αὐτῇ ὕλῃ ἡμῖν κεχρῆσθαι· ἀπὸ γὰρ τοῦ τοῖς μὲν γλυκὺ φαίνεσθαι τὸ μέλι τοῖς δὲ πικρὸν τὸν Δημόκριτον | 53 | |
5 | ἐπιλογίζεσθαί φασι τὸ μήτε γλυκὺ αὐτὸ εἶναι μήτε πικρόν, καὶ διὰ τοῦτο ἐπιφθέγγεσθαι τὴν ‘οὐ μᾶλλον‘ φωνὴν σκεπτικὴν οὖσαν. διαφόρως μέντοι χρῶνται τῇ ‘οὐ μᾶλλον‘ φωνῇ οἵ τε σκεπτικοὶ καὶ οἱ ἀπὸ τοῦ Δημοκρίτου· ἐκεῖνοι μὲν γὰρ ἐπὶ τοῦ μηδέτερον εἶναι τάττουσι τὴν | |
10 | φωνήν, ἡμεῖς δὲ ἐπὶ τοῦ ἀγνοεῖν, πότερον ἀμφότερα ἢ οὐ‐ | |
Pyrr.1.214 | θέτερόν τι ἔστι τῶν φαινομένων. ὥστε καὶ κατὰ τοῦτο μὲν διαφέρομεν, προδηλοτάτη δὲ γίνεται ἡ διάκρισις ὅταν ὁ Δημόκριτος λέγῃ ‘ἐτεῇ δὲ ἄτομα καὶ κενόν‘. ‘ἐτεῇ‘ μὲν γὰρ λέγει ἀντὶ τοῦ ‘ἀληθείᾳ‘· κατ’ ἀλή‐ | |
5 | θειαν δὲ ὑφεστάναι λέγων τάς τε ἀτόμους καὶ τὸ κενὸν ὅτι διενήνοχεν ἡμῶν, εἰ καὶ ἀπὸ τῆς ἀνωμαλίας τῶν φαινομέ‐ νων ἄρχεται, περιττὸν οἶμαι λέγειν. | |
Pyrr.1.215(t1) | λαʹ τίνι διαφέρει τῆς Κυρηναϊκῆς ἡ σκέψις. | |
1 | Φασὶ δέ τινες ὅτι ἡ Κυρηναϊκὴ ἀγωγὴ ἡ αὐτή ἐστι τῇ σκέψει, ἐπειδὴ κἀκείνη τὰ πάθη μόνα φησὶ καταλαμβάνε‐ σθαι. διαφέρει δὲ αὐτῆς, ἐπειδὴ ἐκείνη μὲν τὴν ἡδονὴν καὶ τὴν λείαν τῆς σαρκὸς κίνησιν τέλος εἶναι λέγει, ἡμεῖς | |
5 | δὲ τὴν ἀταραξίαν, ᾗ ἐναντιοῦται τὸ κατ’ ἐκείνους τέλος· καὶ γὰρ παρούσης τῆς ἡδονῆς καὶ μὴ παρούσης ταραχὰς ὑπομένει ὁ διαβεβαιούμενος τέλος εἶναι τὴν ἡδονήν, ὡς ἐν τῷ περὶ τοῦ τέλους ἐπελογισάμην. εἶτα ἡμεῖς μὲν ἐπέχομεν ὅσον ἐπὶ τῷ λόγῳ περὶ τῶν ἐκτὸς ὑποκειμένων, | |
10 | οἱ δὲ Κυρηναϊκοὶ ἀποφαίνονται φύσιν αὐτὰ ἔχειν ἀκατά‐ ληπτον. | |
Pyrr.1.216(t1) | λβʹ τίνι διαφέρει τῆς Πρωταγορείου ἀγωγῆς ἡ | |
t2 | σκέψις. | |
1 | Καὶ ὁ Πρωταγόρας δὲ βούλεται πάν‐ | |
των χρημάτων εἶναι μέτρον τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν, ‘μέτρον‘ μὲν λέγων τὸ κριτήριον, ‘χρημάτων‘ δὲ τῶν πραγμά‐ | 54 | |
5 | των, ὡς δυνάμει φάσκειν πάντων πραγμάτων κριτήριον εἶναι τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν. καὶ διὰ τοῦτο τίθησι τὰ φαινόμενα | |
Pyrr.1.217 | ἑκάστῳ μόνα, καὶ οὕτως εἰσάγει τὸ πρός τι. διὸ καὶ δοκεῖ κοινωνίαν ἔχειν πρὸς τοὺς Πυρρωνείους. διαφέρει δὲ αὐ‐ τῶν, καὶ εἰσόμεθα τὴν διαφοράν, ἐξαπλώσαντες συμμέτρως τὸ δοκοῦν τῷ Πρωταγόρᾳ. φησὶν οὖν ὁ ἀνὴρ τὴν ὕλην | |
5 | ῥευστὴν εἶναι, ῥεούσης δὲ αὐτῆς συνεχῶς προσθέ‐ σεις ἀντὶ τῶν ἀποφορήσεων γίγνεσθαι καὶ τὰς αἰ‐ σθήσεις μετακοσμεῖσθαί τε καὶ ἀλλοιοῦσθαι παρά τε 〈τὰσ〉 ἡλικίας καὶ παρὰ τὰς ἄλλας κατα‐ | |
Pyrr.1.218 | σκευὰς τῶν σωμάτων. λέγει δὲ καὶ τοὺς λόγους πάν‐ των τῶν φαινομένων ὑποκεῖσθαι ἐν τῇ ὕλῃ, ὡς δύνασθαι τὴν ὕλην ὅσον ἐφ’ ἑαυτῇ πάντα εἶναι ὅσα πᾶσι φαίνεται. τοὺς δὲ ἀνθρώπους ἄλλοτε | |
5 | ἄλλων ἀντιλαμβάνεσθαι παρὰ τὰς διαφόρους αὐτῶν διαθέσεις· τὸν μὲν γὰρ κατὰ φύσιν ἔχοντα ἐκεῖνα τῶν ἐν τῇ ὕλῃ καταλαμβάνειν ἃ τοῖς κατὰ φύσιν ἔχουσι φαίνεσθαι δύναται, τὸν δὲ παρὰ | |
Pyrr.1.219 | φύσιν ἃ τοῖς παρὰ φύσιν. καὶ ἤδη παρὰ τὰς ἡλικίας καὶ κατὰ τὸ ὑπνοῦν ἢ ἐγρηγορέναι καὶ καθ’ ἕκαστον εἶδος τῶν διαθέσεων ὁ αὐτὸς λόγος. γίνεται τοίνυν κατ’ αὐτὸν τῶν ὄντων κριτήριον | |
5 | ὁ ἄνθρωπος· πάντα γὰρ τὰ φαινόμενα τοῖς ἀνθρώ‐ ποις καὶ ἔστιν, τὰ δὲ μηδενὶ τῶν ἀνθρώπων φαι‐ νόμενα οὐδὲ ἔστιν. ὁρῶμεν οὖν ὅτι καὶ περὶ τοῦ τὴν ὕλην ῥευστὴν εἶναι καὶ περὶ τοῦ τοὺς λόγους τῶν φαινο‐ μένων πάντων ἐν αὐτῇ ὑποκεῖσθαι δογματίζει, ἀδήλων | |
10 | ὄντων καὶ ἡμῖν ἐφεκτῶν. | 55 |
Pyrr.1.220(t1) | λγʹ τίνι διαφέρει τῆς Ἀκαδημαϊκῆς φιλοσοφίας | |
t2 | ἡ σκέψις. | |
1 | Φασὶ μέντοι τινὲς ὅτι ἡ Ἀκαδημαϊκὴ φιλοσοφία ἡ αὐτή ἐστι τῇ σκέψει· διόπερ ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτου διεξελθεῖν. Ἀκαδημίαι δὲ γεγόνασιν, ὡς φασὶ〈ν οἱ〉 πλείους [ἢ], τρεῖς, μία μὲν καὶ ἀρχαιοτάτη ἡ τῶν | |
5 | περὶ Πλάτωνα, δευτέρα δὲ καὶ μέση ἡ τῶν περὶ Ἀρκεσίλαον τὸν ἀκουστὴν Πολέμωνος, τρίτη δὲ καὶ νέα ἡ τῶν περὶ Καρνεάδην καὶ Κλειτόμαχον· ἔνιοι δὲ καὶ τετάρτην προστιθέασι τὴν περὶ Φίλωνα καὶ Χαρμίδαν, τινὲς δὲ καὶ πέμπτην καταλέγουσι τὴν | |
Pyrr.1.221 | περὶ [τὸν] Ἀντίοχον. ἀρξάμενοι τοίνυν ἀπὸ τῆς ἀρχαίας ἴδωμεν τὴν 〈πρὸς ἡμᾶσ〉 διαφορὰν τῶν εἰρημένων φιλο‐ σοφιῶν. τὸν Πλάτωνα οὖν οἱ μὲν δογματικὸν ἔφασαν εἶναι, οἱ δὲ ἀπορητικόν, οἱ δὲ κατὰ μέν τι ἀπορη‐ | |
5 | τικόν, κατὰ δέ τι δογματικόν· ἐν μὲν γὰρ τοῖς γυμναστικοῖς [φασι] λόγοις, ἔνθα ὁ Σωκράτης εἰσάγεται ἤτοι παίζων πρός τινας ἢ ἀγωνιζόμενος πρὸς σοφιστάς, γυμναστικόν τε καὶ ἀπορητικόν φασιν ἔχειν αὐτὸν χαρα‐ κτῆρα, δογματικὸν δέ, ἔνθα σπουδάζων ἀποφαίνεται ἤτοι | |
Pyrr.1.222 | διὰ Σωκράτους ἢ Τιμαίου ἤ τινος τῶν τοιούτων. περὶ μὲν οὖν τῶν δογματικὸν αὐτὸν εἶναι λεγόντων, ἢ κατὰ μέν τι δογματικόν, κατὰ δέ τι ἀπορητικόν, περισσὸν ἂν εἴη λέγειν νῦν· αὐτοὶ γὰρ ὁμολογοῦσι τὴν πρὸς ἡμᾶς διαφοράν. περὶ | |
5 | δὲ τοῦ εἰ ἔστιν εἰλικρινῶς σκεπτικὸς πλατύτερον μὲν ἐν τοῖς ὑπομνήμασι διαλαμβάνομεν, νῦν δὲ ὡς ἐν ὑποτυπώ‐ σει λέγομεν κατὰ 〈τοὺσ〉 περὶ Μηνόδοτον καὶ Αἰνησίδημον (οὗτοι γὰρ μάλιστα ταύτης προέστησαν τῆς στάσεως), ὅτι ὅταν ὁ Πλάτων ἀποφαίνηται περὶ ἰδεῶν ἢ περὶ τοῦ πρόνοιαν | 56 |
10 | εἶναι ἢ περὶ τοῦ τὸν ἐνάρετον βίον αἱρετώτερον εἶναι τοῦ μετὰ κακιῶν, εἴτε ὡς ὑπάρχουσι τούτοις συγκατατίθεται, δογματίζει, εἴτε ὡς πιθανωτέροις προστίθεται, ἐπεὶ προ‐ κρίνει τι κατὰ πίστιν ἢ ἀπιστίαν, ἐκπέφευγε τὸν σκεπτι‐ κὸν χαρακτῆρα· ὡς γὰρ καὶ τοῦτο ἡμῖν ἐστιν ἀλλότριον, | |
Pyrr.1.223 | ἐκ τῶν ἔμπροσθεν εἰρημένων πρόδηλον. εἰ δέ τινα καὶ σκεπτικῶς προφέρεται, ὅταν, ὡς φασί, γυμνάζηται, οὐ παρὰ τοῦτο ἔσται σκεπτικός· ὁ γὰρ περὶ ἑνὸς δογματίζων, ἢ προκρίνων φαντασίαν φαντασίας ὅλως κατὰ πίστιν ἢ | |
5 | ἀπιστίαν 〈ἢ ἀποφαινόμενοσ〉 περί τινος τῶν ἀδήλων, τοῦ δογματικοῦ γίνεται χαρακτῆρος, ὡς δηλοῖ καὶ ὁ Τίμων διὰ τῶν περὶ | |
Pyrr.1.224 | Ξενοφάνους αὐτῷ λεγομένων. ἐν πολλοῖς γὰρ αὐτὸν ἐπαι‐ νέσας [τὸν Ξενοφάνην], ὡς καὶ τοὺς σίλλους αὐτῷ ἀναθεῖ‐ ναι, ἐποίησεν αὐτὸν ὀδυρόμενον καὶ λέγοντα ὡς καὶ ἐγὼν ὄφελον πυκινοῦ νόου ἀντιβολῆσαι | |
5 | ἀμφοτερόβλεπτος· δολίῃ δ’ ὁδῷ ἐξαπατήθην πρεσβυγενὴς ἔτ’ ἐὼν καὶ ἀμενθήριστος ἁπάσης σκεπτοσύνης. ὅππῃ γὰρ ἐμὸν νόον εἰρύσαιμι, εἰς ἓν ταὐτό τε πᾶν ἀνελύετο· πᾶν δ’ ἐὸν αἰεί πάντῃ ἀνελκόμενον μίαν εἰς φύσιν ἵσταθ’ ὁμοίην. | |
10 | διὰ τοῦτο γοῦν καὶ ὑπάτυφον αὐτὸν λέγει, καὶ οὐ τέλειον | |
ἄτυφον, δι’ ὧν φησι Ξεινοφάνης ὑπάτυφος, ὁμηραπάτης ἐπισκώπτης, εἰ τὸν ἀπ’ ἀνθρώπων θεὸν ἐπλάσατ’ ἶσον ἁπάντῃ, 〈ἀτρεμῆ〉 ἀσκηθῆ νοερώτερον ἠὲ νόημα. | 57 | |
15 | ὑπάτυφον μὲν γὰρ εἶπε τὸν κατά τι ἄτυφον, ὁμηραπά‐ της δὲ ἐπισκώπτην, ἐπεὶ τὴν παρ’ Ὁμήρῳ ἀπάτην διέσυρεν. | |
Pyrr.1.225 | ἐδογμάτιζε δὲ ὁ Ξενοφάνης παρὰ τὰς τῶν ἄλλων ἀνθρώ‐ πων προλήψεις ἓν εἶναι τὸ πᾶν, καὶ τὸν θεὸν συμφυῆ τοῖς πᾶσιν, εἶναι δὲ σφαιροειδῆ καὶ ἀπαθῆ καὶ ἀμετάβλητον καὶ λογικόν· ὅθεν καὶ ῥᾴδιον τὴν Ξενο‐ | |
5 | φάνους πρὸς ἡμᾶς διαφορὰν ἐπιδεικνύναι. πλὴν ἀλλ’ ἐκ τῶν εἰρημένων πρόδηλον, ὅτι κἂν περί τινων ἐπαπορῇ ὁ Πλάτων, ἀλλ’ ἐπεὶ ἔν τισι φαίνεται ἢ περὶ ὑπάρξεως ἀπο‐ φαινόμενος πραγμάτων ἀδήλων ἢ προκρίνων ἄδηλα κατὰ πίστιν, οὐκ ἂν εἴη σκεπτικός. | |
Pyrr.1.226 | Οἱ δὲ ἀπὸ τῆς νέας Ἀκαδημίας, εἰ καὶ ἀκατάληπτα εἶναι πάντα φασί, διαφέρουσι τῶν σκεπτικῶν ἴσως μὲν καὶ κατ’ αὐτὸ τὸ λέγειν πάντα εἶναι ἀκατάληπτα (διαβεβαιοῦνται γὰρ περὶ τούτου, ὁ δὲ σκεπτικὸς ἐνδέχεσθαι καὶ καταληφθῆ‐ | |
5 | ναί τινα προσδοκᾷ), διαφέρουσι δὲ ἡμῶν προδήλως ἐν τῇ τῶν ἀγαθῶν καὶ τῶν κακῶν κρίσει. ἀγαθὸν γὰρ τί φασιν εἶναι οἱ Ἀκαδημαϊκοὶ καὶ κακὸν οὐχ ὡς ἡμεῖς, ἀλλὰ μετὰ τοῦ πεπεῖσθαι ὅτι πιθανόν ἐστι μᾶλλον ὃ λέ‐ γουσιν εἶναι ἀγαθὸν ὑπάρχειν ἢ τὸ ἐναντίον, καὶ | |
10 | ἐπὶ τοῦ κακοῦ ὁμοίως, ἡμῶν ἀγαθόν τι ἢ κακὸν εἶναι λεγόντων οὐδὲν μετὰ τοῦ πιθανὸν εἶναι νομίζειν ὅ φαμεν, ἀλλ’ ἀδοξάστως ἑπομένων τῷ βίῳ, ἵνα μὴ ἀνενέργητοι ὦμεν. | |
Pyrr.1.227 | τάς τε φαντασίας ἡμεῖς μὲν ἴσας λέγομεν εἶναι κατὰ | |
πίστιν ἢ ἀπιστίαν ὅσον ἐπὶ τῷ λόγῳ, ἐκεῖνοι δὲ τὰς μὲν πιθανὰς εἶναί φασι τὰς δὲ ἀπιθάνους. καὶ τῶν πι‐ θανῶν δὲ λέγουσι διαφοράς· τὰς μὲν γὰρ αὐτὸ μόνον | 58 | |
5 | πιθανὰς ὑπάρχειν ἡγοῦνται, τὰς δὲ πιθανὰς καὶ διε‐ ξωδευμένας, τὰς δὲ πιθανὰς καὶ περιωδευμένας καὶ ἀπερισπάστους. οἷον ἐν οἴκῳ σκοτεινῷ ποσῶς κει‐ μένου σχοινίου ἐσπειραμένου πιθανὴ ἁπλῶς φαν‐ τασία γίνεται ἀπὸ τούτου ὡς ἀπὸ ὄφεως τῷ ἀθρόως | |
Pyrr.1.228 | ἐπεισελθόντι· τῷ μέντοι περισκοπήσαντι ἀκριβῶς καὶ διεξοδεύσαντι τὰ περὶ αὐτό, οἷον ὅτι οὐ κινεῖται, ὅτι τὸ χρῶμα τοῖόν ἐστι, καὶ τῶν ἄλλων ἕκαστον, φαίνεται σχοινίον κατὰ τὴν φαντασίαν τὴν πιθα‐ | |
5 | νὴν καὶ περιωδευμένην. ἡ δὲ καὶ ἀπερίσπαστος φαντασία τοιάδε ἐστίν. λέγεται ὁ Ἡρακλῆς ἀπο‐ θανοῦσαν τὴν Ἄλκηστιν αὖθις ἐξ Ἅιδου ἀναγα‐ γεῖν καὶ δεῖξαι τῷ Ἀδμήτῳ, ὃς πιθανὴν 〈μὲν〉 ἐλάμβανε φαντασίαν τῆς Ἀλκήστιδος καὶ περιω‐ | |
10 | δευμένην· ἐπεὶ μέντοι ᾔδει ὅτι τέθνηκεν, περι‐ εσπᾶτο αὐτοῦ ἡ διάνοια ἀπὸ τῆς συγκαταθέσεως | |
Pyrr.1.229 | καὶ πρὸς ἀπιστίαν ἔκλινεν. 〈....〉 προκρίνουσιν οὖν οἱ ἐκ τῆς νέας Ἀκαδημίας τῆς μὲν πιθανῆς ἁπλῶς τὴν πιθανὴν καὶ περιωδευμένην φαντασίαν, ἀμφοτέρων δὲ τούτων τὴν πιθανὴν καὶ περιωδευ‐ | |
5 | μένην καὶ ἀπερίσπαστον. εἰ δὲ καὶ πείθεσθαί τισιν οἵ τε ἀπὸ τῆς Ἀκαδημίας καὶ οἱ ἀπὸ τῆς σκέψεως λέγουσι, | |
Pyrr.1.230 | πρόδηλος καὶ ἡ κατὰ τοῦτο διαφορὰ τῶν φιλοσοφιῶν. τὸ γὰρ πείθεσθαι λέγεται διαφόρως, τό τε μὴ ἀντιτείνειν ἀλλ’ ἁπλῶς ἕπεσθαι ἄνευ σφοδρᾶς προσκλίσεως καὶ προσπαθείας, ὡς ὁ παῖς πείθεσθαι λέγεται τῷ παιδαγωγῷ· ἅπαξ δὲ τὸ | |
5 | μετὰ αἱρέσεως καὶ οἱονεὶ συμπαθείας κατὰ τὸ σφόδρα βού‐ λεσθαι συγκατατίθεσθαί τινι, ὡς ὁ ἄσωτος πείθεται τῷ δαπανητικῶς βιοῦν ἀξιοῦντι. διόπερ ἐπειδὴ οἱ μὲν περὶ | |
Καρνεάδην καὶ Κλειτόμαχον μετὰ προσκλίσεως σφοδρᾶς πείθεσθαί τε καὶ πιθανὸν εἶναί τί φασιν, | 59 | |
10 | ἡμεῖς δὲ κατὰ τὸ ἁπλῶς εἴκειν ἄνευ προσπαθείας, καὶ κατὰ | |
Pyrr.1.231 | τοῦτο ἂν αὐτῶν διαφέροιμεν. ἀλλὰ καὶ ἐν τοῖς πρὸς τὸ τέλος διαφέρομεν τῆς νέας Ἀκαδημίας· οἱ μὲν γὰρ κατ’ αὐτὴν κοσμεῖσθαι λέγοντες ἄνδρες τῷ πιθανῷ προσχρῶν‐ ται κατὰ τὸν βίον, ἡμεῖς δὲ τοῖς νόμοις καὶ τοῖς ἔθεσι | |
5 | καὶ τοῖς φυσικοῖς πάθεσιν ἑπόμενοι βιοῦμεν ἀδοξάστως. καὶ πλείω δ’ ἂν εἴπομεν πρὸς τὴν διάκρισιν, εἰ μὴ τῆς συντομίας ἐστοχαζόμεθα. | |
Pyrr.1.232 | Ὁ μέντοι Ἀρκεσίλαος, ὃν τῆς μέσης Ἀκαδημίας ἐλέ‐ γομεν εἶναι προστάτην καὶ ἀρχηγόν, πάνυ μοι δοκεῖ τοῖς Πυρρωνείοις κοινωνεῖν λόγοις, ὡς μίαν εἶναι σχεδὸν τὴν κατ’ αὐτὸν ἀγωγὴν καὶ τὴν ἡμετέραν· οὔτε γὰρ περὶ ὑπάρξεως | |
5 | ἢ ἀνυπαρξίας τινὸς ἀποφαινόμενος εὑρίσκεται, οὔτε κατὰ πίστιν ἢ ἀπιστίαν προκρίνει τι ἕτερον ἑτέρου, ἀλλὰ περὶ πάντων ἐπέχει. καὶ τέλος μὲν εἶναι τὴν ἐποχήν, ᾗ συνεισέρχεσθαι τὴν ἀταραξίαν | |
Pyrr.1.233 | ἡμεῖς ἐφάσκομεν. λέγει δὲ καὶ ἀγαθὰ μὲν εἶναι τὰς κατὰ μέρος ἐποχάς, κακὰ δὲ τὰς κατὰ μέρος συγ‐ καταθέσεις. ἐκτὸς εἰ μὴ λέγοι τις, ὅτι ἡμεῖς μὲν κατὰ τὸ φαινόμενον ἡμῖν ταῦτα λέγομεν καὶ οὐ διαβεβαιω‐ | |
5 | τικῶς, ἐκεῖνος δὲ ὡς πρὸς τὴν φύσιν, ὥστε καὶ ἀγαθὸν μὲν εἶναι αὐτὸν λέγειν τὴν ἐποχήν, κακὸν δὲ τὴν συγκατάθεσιν. | |
Pyrr.1.234 | εἰ δὲ δεῖ καὶ τοῖς περὶ αὐτοῦ λεγομένοις πιστεύειν, φασὶν ὅτι κατὰ μὲν τὸ πρόχειρον Πυρρώνειος ἐφαίνετο εἶναι, κατὰ δὲ τὴν ἀλήθειαν δογματικὸς ἦν· καὶ ἐπεὶ τῶν ἑταίρων ἀπό‐ πειραν ἐλάμβανε διὰ τῆς ἀπορητικῆς, εἰ εὐφυῶς ἔχουσι πρὸς | |
5 | τὴν ἀνάληψιν τῶν Πλατωνικῶν δογμάτων, δόξαι αὐτὸν ἀπορητικὸν εἶναι, τοῖς μέντοι γε εὐφυέσι τῶν ἑταίρων τὰ Πλάτωνος παρεγχειρεῖν. ἔνθεν καὶ τὸν Ἀρίστωνα | |
εἰπεῖν περὶ αὐτοῦ πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος, | 60 | |
10 | διὰ τὸ προσχρῆσθαι τῇ διαλεκτικῇ τῇ κατὰ τὸν Διόδωρον, εἶναι δὲ ἄντικρυς Πλατωνικόν. | |
Pyrr.1.235 | Οἱ δὲ περὶ Φίλωνά φασιν ὅσον μὲν ἐπὶ τῷ Στωικῷ κριτηρίῳ, τουτέστι τῇ καταληπτικῇ φαντασίᾳ, ἀκατάληπτα εἶναι τὰ πράγματα, ὅσον δὲ ἐπὶ τῇ φύσει τῶν πραγμάτων αὐτῶν, καταληπτά. ἀλλὰ καὶ | |
5 | ὁ Ἀντίοχος τὴν Στοὰν μετήγαγεν εἰς τὴν Ἀκαδημίαν, ὡς καὶ εἰρῆσθαι ἐπ’ αὐτῷ ὅτι ἐν Ἀκαδημίᾳ φιλοσοφεῖ τὰ Στωικά· ἐπεδείκνυε γὰρ ὅτι παρὰ Πλάτωνι κεῖται τὰ τῶν Στωικῶν δόγματα. ὡς πρόδηλον εἶναι τὴν τῆς σκεπτικῆς ἀγωγῆς διαφορὰν πρός τε τὴν τετάρτην καὶ τὴν πέμπτην | |
10 | καλουμένην Ἀκαδημίαν. | |
Pyrr.1.236(t1) | λδʹ εἰ κατὰ τὴν ἰατρικὴν ἐμπειρία ἡ αὐτή ἐστι | |
t2 | τῇ σκέψει. | |
1 | Ἐπεὶ δὲ καὶ τῇ ἐμπειρίᾳ τῇ κατὰ τὴν ἰατρικὴν αἱρέ‐ σει τὴν αὐτὴν εἶναι λέγουσί τινες τὴν σκεπτικὴν φιλοσο‐ φίαν, γνωστέον ὅτι, εἴπερ ἡ ἐμπειρία ἐκείνη περὶ τῆς ἀκα‐ ταληψίας τῶν ἀδήλων διαβεβαιοῦται, οὔτε ἡ αὐτή ἐστι τῇ | |
5 | σκέψει οὔτε ἁρμόζοι ἂν τῷ σκεπτικῷ τὴν αἵρεσιν ἐκείνην ἀναλαμβάνειν. μᾶλλον δὲ τὴν καλουμένην μέθοδον, ὡς | |
Pyrr.1.237 | ἐμοὶ δοκεῖ, δύναιτο ἂν μετιέναι· αὕτη γὰρ μόνη τῶν κατὰ ἰατρικὴν αἱρέσεων περὶ μὲν τῶν ἀδήλων δοκεῖ μὴ προπε‐ τεύεσθαι, πότερον καταληπτά ἐστιν ἢ ἀκατάληπτα λέγειν αὐθαδειαζομένη, τοῖς δὲ φαινομένοις ἑπομένη ἀπὸ τούτων | |
5 | λαμβάνει τὸ συμφέρειν δοκοῦν κατὰ τὴν τῶν σκεπτι‐ κῶν ἀκολουθίαν. ἐλέγομεν γὰρ ἐν τοῖς ἔμπροσθεν, ὅτι ὁ βίος ὁ κοινός, ᾧ καὶ ὁ σκεπτικὸς χρῆται, τετραμερής ἐστιν, τὸ μέν τι ἔχων ἐν ὑφηγήσει φύσεως, τὸ δ’ ἐν ἀνάγκῃ παθῶν, τὸ δ’ ἐν παραδόσει νόμων τε καὶ | |
Pyrr.1.238 | ἐθῶν, τὸ δ’ ἐν διδασκαλίᾳ τεχνῶν. ὥσπερ οὖν κατὰ τὴν ἀνάγκην τῶν παθῶν ὁ σκεπτικὸς ὑπὸ μὲν δίψους ἐπὶ ποτὸν ὁδηγεῖται, ὑπὸ δὲ λιμοῦ ἐπὶ τροφήν, καὶ ἐπί τι τῶν | |
ἄλλων ὁμοίως, οὕτω καὶ ὁ μεθοδικὸς ἰατρὸς ὑπὸ τῶν | 61 | |
5 | παθῶν ἐπὶ τὰ κατάλληλα ὁδηγεῖται, ὑπὸ μὲν στεγνώσεως ἐπὶ τὴν χαύνωσιν, ὡς καταφεύγει τις ἀπὸ τῆς διὰ ψῦχος ἐπιτεταμένον πυκνώσεως ἐπὶ ἀλέαν, ὑπὸ δὲ ῥύσεως ἐπὶ τὴν ἐποχὴν αὐτῆς, ὡς καὶ οἱ ἐν βαλανείῳ ἱδρῶτι πολλῷ περιρρεόμενοι καὶ ἐκλυόμενοι ἐπὶ τὴν ἐποχὴν αὐτοῦ | |
10 | παραγίνονται καὶ διὰ τοῦτο ἐπὶ τὸν ψυχρὸν ἀέρα κατα‐ φεύγουσιν. ὅτι δὲ καὶ τὰ φύσει ἀλλότρια ἐπὶ τὴν ἄρσιν αὐτῶν ἰέναι καταναγκάζει, πρόδηλον, ὅπου γε καὶ ὁ κύων σκόλοπος αὐτῷ καταπαγέντος ἐπὶ τὴν ἄρσιν αὐτοῦ παραγίνε‐ | |
Pyrr.1.239 | ται. καὶ ἵνα μὴ καθ’ ἕκαστον λέγων ἐκβαίνω τὸν ὑποτυπω‐ τικὸν τρόπον τῆς συγγραφῆς, πάντα οἶμαι τὰ ὑπὸ τῶν μεθο‐ δικῶν οὕτω λεγόμενα ὑποτάσσεσθαι δύνασθαι τῇ ἐκ τῶν πα‐ θῶν ἀνάγκῃ, τῶν τε κατὰ φύσιν 〈καὶ τῶν παρὰ φύσιν〉, πρὸς | |
5 | τῷ καὶ τὸ ἀδόξαστόν τε καὶ ἀδιάφορον τῆς χρήσεως τῶν ὀνο‐ | |
Pyrr.1.240 | μάτων κοινὸν εἶναι τῶν ἀγωγῶν. ὡς γὰρ ὁ σκεπτικὸς 〈ἀδο‐ ξάστωσ〉 χρῆται τῇ ‘οὐδὲν ὁρίζω‘ φωνῇ καὶ τῇ ‘οὐδὲν κα‐ ταλαμβάνω,‘ καθάπερ εἰρήκαμεν, οὕτω καὶ ὁ μεθοδικὸς ‘κοινότητα‘ λέγει καὶ ‘διήκειν‘ καὶ τὰ παραπλήσια ἀπεριέρ‐ | |
5 | γως. οὕτω δὲ καὶ τὸ τῆς ἐνδείξεως ὄνομα ἀδοξάστως παρα‐ λαμβάνει ἀντὶ τῆς ἀπὸ τῶν φαινομένων παθῶν τῶν τε κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν ὁδηγήσεως ἐπὶ τὰ κατάλ‐ ληλα εἶναι δοκοῦντα, ὡς καὶ ἐπὶ δίψους καὶ ἐπὶ λιμοῦ καὶ | |
Pyrr.1.241 | τῶν ἄλλων ὑπεμίμνῃσκον. ὅθεν οἰκειότητά τινα ἔχειν τὴν ἀγωγὴν τὴν κατὰ ἰατρικὴν τῶν μεθοδικῶν πρὸς τὴν σκέ‐ ψιν, μᾶλλον τῶν ἄλλων κατὰ ἰατρικὴν αἱρέσεων (καὶ ὡς πρὸς σύγκρισιν ἐκείνων, οὐχ ἁπλῶς), ῥητέον ἐκ τούτων καὶ | |
5 | τῶν παραπλησίων τούτοις τεκμαιρομένους. Τοσαῦτα καὶ περὶ τῶν παρακεῖσθαι δοκούντων τῇ κατὰ τοὺς σκεπτικοὺς ἀγωγῇ διεξελθόντες, ἐν τούτοις ἀπαρ‐ τίζομεν τόν τε καθόλου τῆς σκέψεως λόγον καὶ τὸ πρῶ‐ | |
τον τῶν ὑποτυπώσεων σύνταγμα. | 62 | |
Pyrr.2t | ΠΥΡΡΩΝΕΙΩΝ ΥΠΟΤΥΠΩΣΕΩΝ ΤΩΝ ΕΙΣ ΤΡΙΑ ΤΟ ΔΕΥΤΕΡΟΝ. | |
Pyrr.2p(3t) | Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τῶν Πυρρωνείων | |
4t | ὑποτυπώσεων. | |
5 | αʹ εἰ δύναται ζητεῖν ὁ σκεπτικὸς περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς βʹ πόθεν ἀρκτέον τῆς πρὸς τοὺς δογματικοὺς ζητήσεως γʹ περὶ κριτηρίον δʹ εἰ ἔστι κριτήριον ἀληθείας | |
10 | εʹ περὶ τοῦ ὑφ’ οὗ ϛʹ περὶ τοῦ δι’ οὗ ζʹ περὶ τοῦ καθ’ ὃ ηʹ περὶ ἀληθοῦς καὶ ἀληθείας θʹ εἰ ἔστι τι φύσει ἀληθές | |
15 | ιʹ περὶ σημείου ιαʹ εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν ιβʹ περὶ ἀποδείξεως ιγʹ εἰ ἔστιν ἀπόδειξις ιδʹ περὶ συλλογισμῶν | |
20 | ιεʹ περὶ ἐπαγωγῆς ιϛʹ περὶ ὅρων ιζʹ περὶ διαιρέσεων ιηʹ περὶ τῆς ὀνόματος εἰς σημαινόμενα διαιρέσεως ιθʹ εἰ διαιρεῖται ὅλον εἰς μέρη | |
25 | κʹ περὶ γενῶν καὶ εἰδῶν καʹ περὶ κοινῶν συμβεβηκότων κβʹ περὶ σοφισμάτων | |
Pyrr.2.1(t1) | αʹ εἰ δύναται ζητεῖν ὁ σκεπτικὸς περὶ τῶν λεγομέ‐ | |
t2 | νων παρὰ τοῖς δογματικοῖς. | |
1 | Ἐπεὶ δὲ τὴν ζήτησιν τὴν πρὸς τοὺς δογματικοὺς μετήλ‐ | |
θομεν, ἕκαστον τῶν μερῶν τῆς καλουμένης φιλοσοφίας συν‐ τόμως καὶ ὑποτυπωτικῶς ἐφοδεύσωμεν, πρότερον ἀποκρινά‐ μενοι πρὸς τοὺς ἀεὶ θρυλοῦντας ὡς μήτε ζητεῖν μήτε | 63 | |
5 | νοεῖν ὅλως οἷός τέ ἐστιν ὁ σκεπτικὸς περὶ τῶν δογ‐ | |
Pyrr.2.2 | ματιζομένων παρ’ αὐτοῖς. φασὶ γὰρ ὡς ἤτοι καταλαμ‐ βάνει ὁ σκεπτικὸς τὰ ὑπὸ τῶν δογματικῶν λεγόμενα ἢ οὐ καταλαμβάνει· καὶ εἰ μὲν καταλαμβάνει, πῶς ἂν ἀποροίη περὶ ὧν κατειληφέναι λέγει; εἰ δ’ οὐ κα‐ | |
5 | ταλαμβάνει, ἄρα περὶ ὧν οὐ κατείληφεν οὐδὲ οἶδε | |
Pyrr.2.3 | λέγειν. ὥσπερ γὰρ ὁ μὴ εἰδώς, εἰ τύχοι, τί ἐστι τὸ * καθ’ ὃ περιαιρουμένου ἢ τὸ διὰ δύο τροπικῶν * θεώρημα, οὐδὲ εἰπεῖν τι δύναται περὶ αὐτῶν, οὕ‐ τως ὁ μὴ γινώσκων ἕκαστον τῶν λεγομένων παρὰ | |
5 | τοῖς δογματικοῖς οὐ δύναται ζητεῖν πρὸς αὐτοὺς περὶ ὧν οὐκ οἶδεν. οὐδαμῶς ἄρα δύναται ζητεῖν ὁ σκεπτικὸς περὶ τῶν λεγομένων παρὰ τοῖς δογματι‐ | |
Pyrr.2.4 | κοῖς. οἱ δὴ ταῦτα λέγοντες ἀποκρινάσθωσαν ἡμῖν, πῶς λέγουσι νῦν τὸ καταλαμβάνειν, πότερον τὸ νοεῖν ἁπλῶς ἄνευ τοῦ καὶ ὑπὲρ τῆς ὑπάρξεως ἐκείνων περὶ ὧν ποιούμεθα τοὺς λόγους διαβεβαιοῦσθαι, ἢ μετὰ τοῦ νοεῖν καὶ 〈τὸ〉 | |
5 | τὴν ὕπαρξιν ἐκείνων τιθέναι περὶ ὧν διαλεγόμεθα. εἰ μὲν γὰρ καταλαμβάνειν εἶναι λέγουσιν ἐν τῷ λόγῳ τὸ κατα‐ ληπτικῇ φαντασίᾳ συγκατατίθεσθαι, τῆς καταλη‐ πτικῆς φαντασίας οὔσης ἀπὸ ὑπάρχοντος, κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένης καὶ ἐναπεσφραγι‐ | |
10 | σμένης, οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος, οὐδὲ αὐτοὶ βουλήσονται τάχα μὴ δύνασθαι ζητεῖν περὶ | |
Pyrr.2.5 | ἐκείνων ἃ μὴ κατειλήφασιν οὕτως. οἷον γοῦν ὅταν ὁ Στωι‐ κὸς πρὸς τὸν Ἐπικούρειον ζητῇ λέγοντα ὅτι διῄρηται ἡ οὐσία ἢ ὡς ὁ θεὸς οὐ προνοεῖ τῶν ἐν κόσμῳ ἢ | |
ὅτι ἡ ἡδονὴ ἀγαθόν, πότερον κατείληφεν ἢ οὐ κατεί‐ | 64 | |
5 | ληφεν; καὶ εἰ μὲν κατείληφεν, ὑπάρχειν αὐτὰ λέγων ἄρδην ἀναιρεῖ τὴν Στοάν· εἰ δ’ οὐ κατείληφεν, οὐ δύναταί τι πρὸς | |
Pyrr.2.6 | αὐτὰ λέγειν. τὰ δὲ παραπλήσια καὶ πρὸς τοὺς ἀπὸ τῶν ἄλλων αἱρέσεων ἀναγομένους λεκτέον, ὅταν τι ζητεῖν περὶ τῶν δοκούντων τοῖς ἑτεροδόξοις αὐτῶν ἐθέλωσιν. ὥστε οὐ δύνανται περί τινος ζητεῖν πρὸς ἀλλήλους. μᾶλλον δέ, εἰ | |
5 | χρὴ μὴ ληρεῖν, συγχυθήσεται μὲν αὐτῶν ἅπασα ὡς ἔπος εἰπεῖν ἡ δογματική, συντόνως δὲ προσαχθήσεται ἡ σκε‐ πτικὴ φιλοσοφία, διδομένου τοῦ μὴ δύνασθαι ζητεῖν περὶ | |
Pyrr.2.7 | τοῦ μὴ οὕτως κατειλημμένου. ὁ γὰρ περί τινος ἀδήλου πράγματος ἀποφαινόμενός τε καὶ δογματίζων ἤτοι κατει‐ ληφὼς αὐτὸ ἀποφαίνεσθαι περὶ αὐτοῦ λέξει ἢ μὴ κατειλη‐ φώς. ἀλλ’ εἰ μὲν μὴ κατειληφώς, ἄπιστος ἔσται· εἰ δὲ κατ‐ | |
5 | ειληφώς, ἤτοι αὐτόθεν καὶ ἐξ ἑαυτοῦ καὶ κατ’ ἐνάργειαν ὑποπεσὸν αὑτῷ τοῦτο λέξει κατειληφέναι ἢ διά τινος ἐρεύ‐ | |
Pyrr.2.8 | νης καὶ ζητήσεως. ἀλλ’ εἰ μὲν ἐξ ἑαυτοῦ περιπτωτικῶς κατ’ ἐνάργειαν λέγοι ὑποπεσεῖν αὑτῷ καὶ κατειλῆφθαι τὸ ἄδηλον, οὕτως ἂν οὐδὲ ἄδηλον εἴη ἀλλὰ πᾶσιν ἐπ’ ἴσης φαινόμενον καὶ ὁμολογούμενον καὶ μὴ διαπεφωνημένον. | |
5 | περὶ ἑκάστου δὲ τῶν ἀδήλων ἀνήνυτος γέγονε παρ’ αὐτοῖς διαφωνία· οὐκ ἄρα ἐξ ἑαυτοῦ καὶ κατ’ ἐνάργειαν ὑποπεσὸν αὑτῷ κατειληφὼς ἂν εἴη τὸ ἄδηλον ὁ περὶ τῆς ὑπάρξεως αὐτοῦ διαβεβαιούμενός τε καὶ ἀποφαινόμενος δογματικός. | |
Pyrr.2.9 | εἰ δὲ διά τινος ἐρεύνης, πῶς οἷός τε ἦν ζητεῖν πρὸ τοῦ καταλαβεῖν ἀκριβῶς αὐτὸ κατὰ τὴν προκειμένην ὑπόθε‐ σιν; τῆς μὲν γὰρ ζητήσεως χρῃζούσης τοῦ πρότερον ἀκρι‐ βῶς κατειλῆφθαι τὸ μέλλον ζητεῖσθαι καὶ οὕτω ζητεῖσθαι, | |
5 | τῆς δὲ καταλήψεως τοῦ ζητουμένου πράγματος δεομένης | |
πάλιν αὐτῆς τοῦ προεζητῆσθαι πάντως αὐτό, κατὰ τὸν διάλληλον τρόπον τῆς ἀπορίας ἀδύνατον αὐτοῖς γίγνεται καὶ τὸ ζητεῖν περὶ τῶν ἀδήλων καὶ τὸ δογματίζειν, ἤν τε ἀπὸ τῆς καταλήψεως ἄρχεσθαι βούλωνταί τινες, μεταγόν‐ | 65 | |
10 | των ἡμῶν αὐτοὺς ἐπὶ τὸ δεῖν αὐτὸ προεζητηκέναι πρὸ τοῦ κατειληφέναι, ἤν τε ἀπὸ τῆς ζητήσεως, ἐπὶ τὸ δεῖν πρὸ τοῦ ζητεῖν κατειληφέναι τὸ μέλλον ζητεῖσθαι, ὥστε διὰ ταῦτα μήτε καταλαμβάνειν αὐτοὺς δύνασθαί τι τῶν ἀδήλων μήτε ἀποφαίνεσθαι διαβεβαιωτικῶς ὑπὲρ αὐτῶν. | |
15 | ἐξ ὧν ἀναιρεῖσθαι μὲν τὴν δογματικὴν εὑρεσιλογίαν αὐτό‐ θεν, οἶμαι, συμβήσεται, τὴν ἐφεκτικὴν δὲ εἰσάγεσθαι φι‐ | |
Pyrr.2.10 | λοσοφίαν. εἰ δὲ φήσουσι μὴ τοιαύτην [λέγειν] κατάληψιν ἡγεῖσθαι ζητήσεως προσήκειν, νόησιν δὲ ἁπλῶς, οὐκ ἔστιν ἀδύνατον [ἐν] τοῖς ἐπέχουσι περὶ τῆς ὑπάρξεως τῶν ἀδή‐ λων ζητεῖν. νοήσεως γὰρ οὐκ ἀπείργεται ὁ σκεπτικός, οἶ‐ | |
5 | μαι, ἀπό τε τῶν παθητικῶς ὑποπιπτόντων 〈καὶ〉 κατ’ ἐνάρ‐ γειαν φαινομένων αὐτῷ λόγων γινομένης καὶ μὴ πάντως εἰσαγούσης τὴν ὕπαρξιν τῶν νοουμένων· οὐ γὰρ μόνον τὰ ὑπάρχοντα νοοῦμεν, ὥς φασιν, ἀλλ’ ἤδη καὶ τὰ ἀνύπ‐ αρκτα. ὅθεν καὶ ζητῶν καὶ νοῶν ἐν τῇ σκεπτικῇ δια‐ | |
10 | θέσει μένει ὁ ἐφεκτικός· ὅτι γὰρ τοῖς κατὰ φαντασίαν παθητικὴν ὑποπίπτουσιν αὐτῷ, καθὸ φαίνεται αὐτῷ, συγ‐ | |
Pyrr.2.11 | κατατίθεται, δεδήλωται. ὅρα δὲ μὴ καὶ νῦν οἱ δογματικοὶ ζητήσεως ἀπείργωνται. οὐ γὰρ τοῖς ἀγνοεῖν τὰ πράγματα ὡς ἔχει πρὸς τὴν φύσιν ὁμολογοῦσι τὸ ζητεῖν ἔτι περὶ αὐτῶν ἀνακόλουθον, τοῖς δ’ ἐπ’ ἀκριβὲς οἰομένοις ταῦτα | |
5 | γινώσκειν· οἷς μὲν γὰρ ἐπὶ πέρας ἤδη πάρεστιν ἡ ζήτη‐ σις, ὡς ὑπειλήφασιν, οἷς δὲ τὸ δι’ ὃ πᾶσα συνίσταται ζήτη‐ σις ἀκμὴν ὑπάρχει, τὸ νομίζειν ὡς οὐχ εὑρήκασιν. | |
Pyrr.2.12 | Οὐκοῦν ζητητέον ἡμῖν ἐστι περὶ ἑκάστου μέρους τῆς κα‐ | |
λουμένης φιλοσοφίας συντόμως ἐπὶ τοῦ παρόντος. καὶ ἐπεὶ πολλὴ γέγονε παρὰ τοῖς δογματικοῖς διαφωνία περὶ τῶν μερῶν τῆς φιλοσοφίας, τῶν μὲν ἕν, τῶν δὲ δύο, τῶν δὲ | 66 | |
5 | τρία εἶναι λεγόντων, περὶ ἧς οὐκ ἂν εἴη προσῆκον πλείω νῦν διεξιέναι, τὴν δόξαν τῶν δοκούντων τελειότερον ἀνε‐ στράφθαι κατὰ τὸ ἴσον ἐκθέμενοι κατ’ αὐτὴν προσάξομεν τὸν λόγον. | |
Pyrr.2.13(t1) | βʹ πόθεν ἀρκτέον τῆς πρὸς τοὺς δογματικοὺς | |
t2 | ζητήσεως. | |
1 | Οἱ Στωικοὶ τοίνυν καὶ ἄλλοι τινὲς τρία μέρη τῆς φιλοσοφίας εἶναι λέγουσι, λογικὸν φυσικὸν ἠθικόν· καὶ ἄρχονταί γε τῆς διδασκαλίας ἀπὸ τοῦ λογικοῦ, καίτοι πολλῆς καὶ περὶ τοῦ πόθεν ἄρχεσθαι δεῖ στάσεως γεγενη‐ | |
5 | μένης. οἷς ἀκολουθήσαντες ἀδοξάστως, ἐπεὶ τὰ ἐν τοῖς τρισὶ μέρεσι λεγόμενα κρίσεως χρῄζει καὶ κριτηρίου, ὁ δὲ περὶ κριτηρίου λόγος ἐμπεριέχεσθαι δοκεῖ τῷ λογικῷ μέρει, ἀρξώ‐ μεθα ἀπὸ τοῦ περὶ κριτηρίου λόγου καὶ τοῦ λογικοῦ μέρους, | |
Pyrr.2.14(t1) | γʹ περὶ κριτηρίου. | |
1 | ἐκεῖνο προειπόντες, ὅτι κριτήριον μὲν λέγεται τό τε ᾧ κρίνεσθαί φασιν ὕπαρξιν καὶ ἀνυπαρξίαν καὶ τὸ ᾧ προσέχοντες βιοῦμεν, πρόκειται δὲ ἡμῖν νῦν περὶ τοῦ κριτηρίου τῆς ἀληθείας εἶναι λεγομένου διαλαβεῖν· περὶ | |
5 | γὰρ τοῦ κατὰ τὸ ἕτερον σημαινόμενον ἐν τῷ περὶ τῆς σκέψεως λόγῳ διεξήλθομεν. | |
Pyrr.2.15 | Τὸ κριτήριον τοίνυν περὶ οὗ ὁ λόγος ἐστὶν λέγεται τριχῶς, κοινῶς ἰδίως ἰδιαίτατα, κοινῶς μὲν πᾶν μέτρον καταλήψεως, καθ’ ὃ σημαινόμενον καὶ τὰ φυσικὰ οὕτω προσαγορεύεται κριτήρια, ὡς ὅρασις· ἰδίως δὲ πᾶν μέτρον | |
5 | καταλήψεως τεχνικὸν ὡς κανὼν καὶ διαβήτης· ἰδιαίτατα δὲ πᾶν μέτρον καταλήψεως ἀδήλου πράγματος, καθ’ ὃ τὰ μὲν βιωτικὰ οὐ λέγεται κριτήρια, μόνα δὲ τὰ λογικὰ καὶ ἅπερ οἱ δογματικοὶ φέρουσι πρὸς τὴν τῆς ἀληθείας κρίσιν. | |
Pyrr.2.16 | φαμὲν οὖν προηγουμένως περὶ τοῦ λογικοῦ κριτηρίου διεξιέναι. ἀλλὰ καὶ τὸ λογικὸν κριτήριον λέγοιτ’ ἂν τριχῶς, τὸ ὑφ’ οὗ καὶ τὸ δι’ οὗ καὶ τὸ καθ’ ὅ, οἷον ὑφ’ οὗ μὲν ἄνθρωπος, δι’ οὗ δὲ ἤτοι αἴσθησις ἢ διάνοια, | 67 |
5 | καθ’ ὃ δὲ ἡ προσβολὴ τῆς φαντασίας, καθ’ ἣν ὁ ἄνθρωπος ἐπιβάλλει κρίνειν διά τινος τῶν προειρημένων. | |
Pyrr.2.17 | Ταῦτα μὲν οὖν ἁρμόζον ἦν ἴσως προειπεῖν, ἵνα ἐννοήσω‐ μεν, περὶ οὗ ἡμῖν ἐστιν ὁ λόγος· λοιπὸν δὲ ἐπὶ τὴν ἀντίρρη‐ σιν χωρῶμεν τὴν πρὸς τοὺς λέγοντας προπετῶς κατειληφέναι τὸ κριτήριον τῆς ἀληθείας, ἀπὸ τῆς διαφωνίας ἀρξάμενοι. | |
Pyrr.2.18(t1) | δʹ εἰ ὑπάρχει τι κριτήριον ἀληθείας. | |
1 | Τῶν διαλαβόντων τοίνυν περὶ κριτηρίου οἱ μὲν εἶναι τοῦτο ἀπεφήναντο, ὡς οἱ Στωικοὶ καὶ ἄλλοι τινές, οἱ δὲ μὴ εἶναι, ὡς ἄλλοι τε καὶ ὁ Κορίνθιος Ξενιάδης καὶ Ξενοφάνης ὁ Κολοφώνιος, λέγων | |
5 | δόκος δ’ ἐπὶ πᾶσι τέτυκται· | |
Pyrr.2.19 | ἡμεῖς δ’ ἐπέσχομεν, πότερον ἔστιν ἢ οὐκ ἔστιν. ταύτην οὖν τὴν διαφωνίαν ἤτοι ἐπικριτὴν εἶναι φήσουσιν ἢ ἀνεπί‐ κριτον· καὶ εἰ μὲν ἀνεπίκριτον, αὐτόθεν [εἶναι] δώσουσι τὸ δεῖν ἐπέχειν, εἰ δὲ ἐπικριτήν, τίνι κριθήσεται λεγέτωσαν, | |
5 | μήτε κριτήριον ὁμολογούμενον ἡμῶν ἐχόντων, μήθ’ ὅλως | |
Pyrr.2.20 | εἰ ἔστιν εἰδότων ἀλλὰ ζητούντων. καὶ ἄλλως, ἵνα ἡ γε‐ νομένη περὶ τοῦ κριτηρίου διαφωνία ἐπικριθῇ, δεῖ κριτή‐ ριον ἡμᾶς ἔχειν ὡμολογημένον, δι’ οὗ δυνησόμεθα κρίνειν αὐτήν· καὶ ἵνα κριτήριον ὁμολογούμενον ἔχωμεν, δεῖ πρό‐ | |
5 | τερον ἐπικριθῆναι τὴν περὶ τοῦ κριτηρίου διαφωνίαν. οὕτω δὲ εἰς τὸν διάλληλον ἐμπίπτοντος τρόπον τοῦ λόγου, ἄπο‐ ρος ἡ εὕρεσις τοῦ κριτηρίου γίνεται, μήτε ἐξ ὑποθέσεως | |
ἡμῶν ἐώντων αὐτοὺς κριτήριον λαμβάνειν, ἐάν τε κριτη‐ ρίῳ τὸ κριτήριον κρίνειν ἐθέλωσιν, εἰς ἀπειρίαν αὐτοὺς | 68 | |
10 | ἐκβαλλόντων. ἀλλὰ καί, ἐπεὶ ἡ μὲν ἀπόδειξις δεῖται κρι‐ τηρίου ἀποδεδειγμένου, τὸ δὲ κριτήριον ἀποδείξεως κεκρι‐ μένης, εἰς τὸν διάλληλον ἐκβάλλονται τρόπον. | |
Pyrr.2.21 | Οἰόμενοι οὖν ἱκανὰ καὶ ταῦτα εἶναι δεικνύναι τὴν τῶν δογματικῶν προπέτειαν κατὰ τὸν περὶ τοῦ κριτηρίου λόγον, ἵνα καὶ ποικίλως αὐτοὺς ἐλέγχειν ἔχωμεν, οὐκ ἄτο‐ πον προσκαρτερῆσαι τῷ τόπῳ. οὐ μὴν ἑκάστῃ τῶν περὶ | |
5 | κριτηρίου δοξῶν ἁμιλληθῆναι προαιρούμεθα εἰδικῶς (ἀμύ‐ θητος γὰρ ἡ διαφωνία γέγονεν, καὶ οὕτως εἰς ἀμέθοδον καὶ ἡμᾶς λόγον ἐμπεσεῖν ἀναγκαῖον ἔσται), ἀλλ’ ἐπεὶ τὸ κριτήριον περὶ οὗ ζητοῦμεν τρισσὸν εἶναι δοκεῖ, τό τε ὑφ’ οὗ καὶ τὸ δι’ οὗ καὶ τὸ καθ’ ὅ, ἕκαστον τούτων ἐπελ‐ | |
10 | θόντες ἐν μέρει τὴν ἀκαταληψίαν αὐτοῦ παραστήσομεν· οὕτω γὰρ ἐμμέθοδος ἅμα καὶ τέλειος ἡμῖν ὁ λόγος ἔσται. ἀρξώμεθα δὲ ἀπὸ τοῦ ὑφ’ οὗ· δοκεῖ γάρ πως συναπορεῖ‐ σθαι τούτῳ καὶ τὰ λοιπά. | |
Pyrr.2.22(t1) | εʹ περὶ τοῦ ὑφ’ οὗ. | |
1 | Ὁ ἄνθρωπος τοίνυν δοκεῖ μοι, ὅσον ἐπὶ τοῖς λεγομέ‐ νοις ὑπὸ τῶν δογματικῶν, οὐ μόνον ἀκατάληπτος, ἀλλὰ καὶ ἀνεπινόητος εἶναι. ἀκούομεν γοῦν τοῦ παρὰ Πλάτωνι Σωκράτους διαρρήδην ὁμολογοῦντος | |
5 | μὴ εἰδέναι, πότερον ἄνθρωπός ἐστιν ἢ ἕτερόν τι. παριστάναι τε βουλόμενοι τὴν ἔννοιαν αὐτοῦ πρῶτον μὲν | |
Pyrr.2.23 | διαφωνοῦσιν, εἶτα καὶ ἀσύνετα λέγουσιν. ὁ μὲν γὰρ Δημό‐ κριτός φησιν ὅτι ἄνθρωπός ἐστιν ὃ πάν‐ τες ἴσμεν. ὅσον δ’ ἐπὶ τούτῳ οὐ γνωσόμεθα τὸν ἄνθρω‐ πον, ἐπεὶ καὶ κύνα ἴσμεν, καὶ παρὰ τοῦτο ἔσται καὶ ὁ κύων | |
5 | ἄνθρωπος. τινάς τε ἀνθρώπους οὐκ ἴσμεν· διὸ οὐκ ἔσονται | |
ἄνθρωποι. μᾶλλον δέ, ὅσον ἐπὶ τῇ ἐννοίᾳ ταύτῃ, οὐδεὶς ἔσται ἄνθρωπος· εἰ γὰρ ἐκεῖνος μέν φησι δεῖν ὑπὸ πάντων γι‐ νώσκεσθαι τὸν ἄνθρωπον, οὐδένα δὲ ἄνθρωπον ἴσασι πάντες | 69 | |
Pyrr.2.24 | ἄνθρωποι, οὐδεὶς ἔσται κατ’ αὐτὸν ἄνθρωπος. καὶ ὅτι ταῦτα οὐ σοφιζόμενοι λέγομεν, ἐκ τῆς πρὸς αὐτὸν ἀκολουθίας φαίνεται. μόνα γὰρ κατ’ ἀλήθειαν ὑπάρχειν φησὶν ὁ ἀνὴρ τὰ ἄτομα καὶ τὸ κενόν, ἅπερ φησὶν | |
5 | οὐ μόνον τοῖς ζῴοις ἀλλὰ καὶ πᾶσι τοῖς συγκρί‐ μασιν ὑπάρχειν, ὥστε ὅσον μὲν ἐπὶ τούτοις οὐκ ἐπι‐ νοήσομεν τὴν τοῦ ἀνθρώπου ἰδιότητα, ἐπειδὴ κοινὰ πάντων ἐστίν. ἀλλ’ οὐδὲ ἄλλο τι ὑπόκειται παρὰ ταῦτα· οὐκ ἄρα ἕξομεν δι’ οὗ τὸν ἄνθρωπον διακρῖναί τε ἀπὸ τῶν ἄλλων | |
Pyrr.2.25 | ζῴων καὶ εἰλικρινῶς νοῆσαι δυνησόμεθα. ὁ δ’ Ἐπίκου‐ ρός φησιν ἄνθρωπον εἶναι τὸ τοιουτονὶ μόρφωμα μετὰ ἐμψυχίας. καὶ κατὰ τοῦτον δέ, ἐπεὶ ὁ ἄνθρωπος δείξει ἐμφανίζεται, ὁ μὴ δεικνύμενος οὐκ ἔστιν | |
5 | ἄνθρωπος, καὶ εἰ μὲν γυναῖκα δείκνυσί τις, ὁ ἀνὴρ οὐκ ἔσται ἄνθρωπος, εἰ δὲ ἄνδρα, ἡ γυνὴ ἄνθρωπος οὐκ ἔσται. τὰ δὲ αὐτὰ ἐπιχειρήσομεν καὶ ἀπὸ τῆς διαφορᾶς τῶν περιστάσεων ἃς ἴσμεν ἐκ τοῦ τετάρτου τρόπου τῆς ἐποχῆς. | |
Pyrr.2.26 | ἄλλοι 〈δὲ〉 ἔφασκον ἄνθρωπον εἶναι ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δε‐ κτικόν. ἐπεὶ οὖν δείκνυται ἐν τῷ πρώτῳ τῆς ἐποχῆς τρό‐ πῳ, ὅτι οὐδέν ἐστι ζῷον ἄλογον, ἀλλὰ καὶ νοῦ καὶ | |
5 | ἐπιστήμης δεκτικά ἐστι πάντα ὅσον ἐπὶ τοῖς ὑπ’ αὐτῶν λεγο‐ | |
Pyrr.2.27 | μένοις, οὐ γνωσόμεθα, τί ποτε λέγουσιν. τά τε κείμενα ἐν τῷ ὅρῳ συμβεβηκότα ἤτοι κατ’ ἐνέργειαν λέγουσιν ἢ δυνάμει. εἰ μὲν οὖν κατ’ ἐνέργειαν, οὐκ ἔστιν ἄνθρωπος ὁ μὴ ἐπιστήμην ἤδη τελείαν ἀνειληφὼς καὶ ἐν τῷ λόγῳ τέλειος ὢν καὶ ἐν | |
5 | αὐτῷ τῷ ἀποθνῄσκειν καθεστώς· τοῦτο γὰρ τὸ ἐνεργείᾳ | |
θνητόν ἐστιν. εἰ δὲ δυνάμει, οὐκ ἔσται ἄνθρωπος οὔτε ὁ τὸν λόγον ἔχων τέλειον οὔτε ὁ νοῦν καὶ ἐπιστήμην ἀνει‐ ληφώς· [καὶ] τοῦτο δὲ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. καὶ ταύτῃ ἄρα ἀσύστατος πέφηνεν ἡ ἐπίνοια τοῦ ἀνθρώπου. | 70 | |
Pyrr.2.28 | ὁ γὰρ Πλάτων, ὅταν ἀποφαίνηται τὸν ἄνθρωπον εἶναι ζῷον ἄπτερον δίπουν πλατυώ‐ νυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν, οὐδὲ αὐτὸς ἀξιοῖ διαβεβαιωτικῶς τοῦτο ἐκτίθεσθαι· εἰ γὰρ καὶ ὁ ἄνθρω‐ | |
5 | πος ἕν τί ἐστι τῶν κατ’ αὐτὸν γινομένων μέν, ὄντως δὲ οὐδέ‐ ποτε ὄντων, ἀδύνατον δὲ περὶ τῶν μηδέποτε ὄντων δια‐ βεβαιωτικῶς ἀποφαίνεσθαι κατ’ αὐτόν, οὐδὲ ὁ Πλάτων ἀξιώσει τὸν ὅρον ἐκτίθεσθαι δοκεῖν ὡς διαβεβαιούμενος, ἀλλ’ ὥσπερ εἴωθεν κατὰ τὸ πιθανὸν λέγων. | |
Pyrr.2.29 | Εἰ μέντοι καὶ δοίημεν κατὰ συγχώρησιν, ὅτι ἐπινοεῖ‐ σθαι δύναται ὁ ἄνθρωπος, ἀκατάληπτος εὑρεθήσεται. συ‐ νέστηκε μὲν γὰρ ἐκ ψυχῆς καὶ σώματος, οὔτε δὲ τὸ σῶμα καταλαμβάνεται τάχα οὔτε ἡ ψυχή· οὐδὲ ὁ ἄνθρωπος ἄρα. | |
Pyrr.2.30 | καὶ ὅτι μὲν τὸ σῶμα οὐ καταλαμβάνεται, δῆλον ἐντεῦθεν· τὰ συμβεβηκότα τινὶ ἕτερά ἐστιν ἐκείνου ᾧ συμβέβηκεν. ὅταν οὖν χρῶμα ἤ τι παραπλήσιον ἡμῖν ὑποπίπτῃ, τὰ συμβεβηκότα τῷ σώματι εἰκὸς ἡμῖν ὑποπίπτειν, ἀλλ’ οὐκ | |
5 | αὐτὸ τὸ σῶμα. τό γέ τοι σῶμα τριχῇ διαστατὸν εἶναι λέ‐ γουσιν· ὀφείλομεν οὖν τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ βάθος καταλαμβάνειν, ἵνα τὸ σῶμα καταλάβωμεν. εἰ γὰρ τοῦτο ἡμῖν ὑπέπιπτεν, ἐγινώσκομεν ἂν καὶ τὰ ὑπάργυρα | |
Pyrr.2.31 | χρυσία. οὐδὲ τὸ σῶμα ἄρα. ἵνα δὲ καὶ τὴν περὶ τοῦ σώματος ἀμφισβήτησιν παρῶμεν, πάλιν ὁ ἄνθρωπος εὑ‐ ρίσκεται ἀκατάληπτος διὰ τὸ ἀκατάληπτον εἶναι τὴν ψυ‐ χήν. ὅτι δὲ ἀκατάληπτός ἐστιν αὕτη, δῆλον ἐντεῦθεν· | |
5 | τῶν περὶ ψυχῆς διαλαβόντων, ἵνα τὴν πολλὴν καὶ ἀνήνυτον μάχην παραλίπωμεν, οἱ μὲν μὴ εἶναι τὴν ψυχὴν ἔφασαν, ὡς οἱ περὶ τὸν Μεσσήνιον Δικαίαρχον, | 71 |
Pyrr.2.32 | οἱ δὲ εἶναι, οἱ δὲ ἐπέσχον. ταύτην οὖν τὴν διαφωνίαν εἰ μὲν ἀνεπίκριτον εἶναι λέξουσιν οἱ δογματικοί, δώσουσιν αὐτόθεν τὴν τῆς ψυχῆς ἀκαταληψίαν, εἰ δὲ ἐπικριτήν, τίνι ἐπικρινοῦ‐ σιν αὐτὴν εἰπάτωσαν. αἰσθήσει μὲν γὰρ οὐ δύνανται διὰ | |
5 | τὸ νοητὴν ὑπ’ αὐτῶν εἶναι λέγεσθαι· εἰ δὲ λέξουσιν ὅτι διανοίᾳ, ἐροῦμεν ὅτι, ἐπεὶ τῆς ψυχῆς τὸ ἀδηλότατόν ἐστιν ἡ διάνοια, ὡς δεικνύουσιν οἱ περὶ μὲν τῆς ὑπάρξεως τῆς ψυχῆς ὁμοφωνοῦντες, περὶ δὲ τῆς διανοίας διαφερόμενοι, | |
Pyrr.2.33 | εἰ τῇ διανοίᾳ τὴν ψυχὴν ἐθέλουσι καταλαμβάνειν καὶ τὴν περὶ αὐτῆς διαφωνίαν ἐπικρίνειν, τῷ μᾶλλον ζητουμένῳ τὸ ἧττον ζητούμενον ἐπικρίνειν τε καὶ βεβαιοῦν ἐθελή‐ σουσιν, ὅπερ ἄτοπον. οὐδὲ τῇ διανοίᾳ τοίνυν ἐπικριθή‐ | |
5 | σεται ἡ περὶ τῆς ψυχῆς διαφωνία. οὐδενὶ ἄρα. εἰ δὲ τοῦτο, καὶ ἀκατάληπτός ἐστιν. ὅθεν οὐδὲ ὁ ἄνθρωπος καταλαμ‐ βάνοιτ’ ἄν. | |
Pyrr.2.34 | Ἵνα δὲ καὶ δῶμεν, ὅτι καταλαμβάνεται ὁ ἄνθρωπος, μήποτε οὐκ 〈ἂν〉 ἐνδέχοιτο δεῖξαι, ὅτι ὑπ’ αὐτοῦ κρίνεσθαι δεῖ τὰ πράγματα. ὁ γὰρ λέγων, ὅτι ὑπ’ ἀνθρώπου δεῖ κρί‐ νεσθαι τὰ πράγματα, ἤτοι ἄνευ ἀποδείξεως τοῦτο λέξει ἢ | |
5 | μετὰ ἀποδείξεως. οὔτε δὲ μετὰ ἀποδείξεως· δεῖ γὰρ τὴν ἀπόδειξιν ἀληθῆ εἶναι καὶ κεκριμένην, διὰ δὲ τοῦτο καὶ ὑπό τινος κεκριμένην. ἐπεὶ οὖν οὐκ ἔχομεν εἰπεῖν ὁμολο‐ γουμένως, ὑφ’ οὗ κριθῆναι δυνήσεται αὐτὴ ἡ ἀπόδειξις (ζητοῦμεν γὰρ τὸ κριτήριον τὸ ὑφ’ οὗ), οὐ δυνησόμεθα | |
10 | τὴν ἀπόδειξιν ἐπικρίνειν, διὰ δὲ τοῦτο οὐδὲ τὸ κριτήριον, | |
Pyrr.2.35 | περὶ οὗ ὁ λόγος, ἀποδεικνύναι. εἰ δὲ ἀναποδείκτως λεχθή‐ σεται, ὅτι ὑπὸ τοῦ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα, ἄπιστον ἔσται, ὥστε οὐχ ἕξομεν διαβεβαιοῦσθαι, ὅτι τὸ | |
ὑφ’ οὗ κριτήριόν ἐστιν ὁ ἄνθρωπος. ὑπὸ τίνος δὲ καὶ | 72 | |
5 | κριθήσεται, ὅτι τὸ ὑφ’ οὗ κριτήριον ὁ ἄνθρωπός ἐστιν; οὐ γὰρ δὴ ἀκρίτως τοῦτο λέγοντες πιστευθήσονται. ἀλλ’ εἰ | |
Pyrr.2.36 | μὲν ὑπ’ ἀνθρώπου, τὸ ζητούμενον συναρπασθήσεται. εἰ δ’ ὑπὸ ἑτέρου ζῴου, πῶς ἐκεῖνο πρὸς τὴν κρίσιν τοῦ ἄν‐ θρωπον εἶναι τὸ κριτήριον παραλαμβάνεται; εἰ μὲν γὰρ ἀκρίτως, οὐ πιστευθήσεται, εἰ δὲ μετὰ κρίσεως, πάλιν ἐκεῖνο | |
5 | ὑπό τινος ὀφείλει κριθῆναι. ἀλλ’ εἰ μὲν ὑφ’ ἑαυτοῦ, μένει ἡ αὐτὴ ἀτοπία (τὸ ζητούμενον γὰρ διὰ τοῦ ζητουμένου κρι‐ θήσεται)· εἰ δὲ ὑπὸ ἀνθρώπου, ὁ διάλληλος εἰσάγεται τρό‐ πος· εἰ δὲ ὑπό τινος παρὰ ταῦτα ἄλλου, πάλιν ἐκείνου τὸ κριτήριον ἀπαιτήσομεν τὸ ὑφ’ οὗ, καὶ μέχρις ἀπείρου. καὶ | |
10 | διὰ τοῦτο ἄρα οὐχ ἕξομεν λέγειν, ὡς ὑπὸ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα. | |
Pyrr.2.37 | Ἔστω δὲ καὶ πεπιστώσθω τὸ δεῖν ὑπὸ τοῦ ἀνθρώπου κρίνεσθαι τὰ πράγματα. οὐκοῦν, ἐπεὶ πολλὴ τῶν ἀνθρώ‐ πων ἐστὶ διαφορά, πρότερον οἱ δογματικοὶ συμφωνησάτω‐ σαν, ὅτι τῷδε τῷ ἀνθρώπῳ δεῖ προσέχειν, εἶθ’ οὕτω καὶ | |
5 | ἡμᾶς αὐτῷ συγκατατίθεσθαι κελευέτωσαν. εἰ δ’ ἔστ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ —τοῦτο δὴ τὸ τοῦ λόγου—περὶ αὐτοῦ διαφωνήσουσιν, πῶς | |
Pyrr.2.38 | ἡμᾶς ἐπείγουσι προπετῶς τινι συγκατατίθεσθαι; ἢν γὰρ καὶ λέγωσιν ὅτι τῷ σοφῷ πιστευτέον, ἐρωτήσομεν αὐτούς, ποίῳ σοφῷ. πότερον τῷ κατὰ Ἐπίκουρον ἢ τῷ κατὰ τοὺς Στωικοὺς ἢ 〈τῷ Κυρηναϊκῷ ἢ〉 τῷ Κυνικῷ; οὐχ ἕξουσι γὰρ συμφώνως | |
Pyrr.2.39 | εἰπεῖν. εἰ δὲ ἀξιώσει τις ἡμᾶς τῆς περὶ τοῦ σοφοῦ ζητήσεως ἀποστάντας ἁπλῶς τῷ συνετωτέρῳ τῶν ὄντων ἁπάντων πι‐ στεύειν, πρῶτον μὲν καὶ περὶ τοῦ τίς συνετώτερός ἐστι | |
τῶν ἄλλων διαφωνήσουσιν, εἶτα κἂν δοθῇ συμφώνως δύ‐ | 73 | |
5 | νασθαι ληφθῆναι, τίς ἐστι τῶν τε ὄντων καὶ τῶν γεγονό‐ των συνετώτερος, οὐδ’ οὕτως ἔσται πίστεως οὗτος ἄξιος. | |
Pyrr.2.40 | ἐπεὶ γὰρ πολλὴ καὶ σχεδὸν ἄπειρός ἐστιν ἐπίτασίς τε καὶ ἄνεσις κατὰ σύνεσιν, φαμὲν ὅτι τούτου τοῦ ἀνθρώπου ὃν λέγομεν εἶναι τῶν γεγονότων τε καὶ ὄντων συνετώτερον, ἕτερον συνετώτερον ἐνδέχεται γενέσθαι. ὥσπερ οὖν τῷ | |
5 | νῦν εἶναι λεγομένῳ φρονιμωτέρῳ τῶν τε ὄντων καὶ τῶν γεγονότων διὰ τὴν σύνεσιν αὐτοῦ πιστεύειν ἀξιούμεθα, οὕτω καὶ τῷ μετ’ αὐτὸν ἐσομένῳ συνετωτέρῳ τούτου μᾶλ‐ λον [τούτου] χρὴ πιστεύειν. καὶ ἐκείνου γενομένου πάλιν ἄλλον ἐλπίζειν χρὴ συνετώτερον αὐτοῦ γενήσεσθαι, κἀκεί‐ | |
Pyrr.2.41 | νου ἄλλον, καὶ μέχρις ἀπείρου. καὶ ἄδηλον, πότερόν ποτε συμφωνήσουσιν ἀλλήλοις οὗτοι ἢ διάφωνα λέξουσιν. διό‐ περ, κἂν τῶν γεγονότων τε καὶ ὄντων συνετώτερος εἶναι ὁμολογηθῇ τις, ἐπεὶ οὐκ ἔχομεν εἰπεῖν διαβεβαιωτικῶς, ὅτι | |
5 | οὐδεὶς ἔσται τούτου ἀγχινούστερος (ἄδηλον γάρ), ἀεὶ δεήσει τὴν τοῦ μετὰ ταῦτα ἐσομένου συνετωτέρου κρίσιν περι‐ | |
Pyrr.2.42 | μένειν καὶ μηδέποτε συγκατατίθεσθαι τῷ κρείττονι. ἵνα δὲ καὶ κατὰ συγχώρησιν δῶμεν, ὅτι οὐδεὶς τοῦ ὑποτιθεμέ‐ νου συνετοῦ συνετώτερος οὔτε ἔστιν οὔτε ἐγένετο οὔτε ἔσται, οὐδὲ ὣς πιστεύειν αὐτῷ προσήκει. ἐπεὶ γὰρ μάλιστα | |
5 | οἱ συνετοὶ φιλοῦσιν ἐν τῇ τῶν πραγμάτων κατασκευῇ τοῖς σαθροῖς παριστάμενοι πράγμασιν ὑγιῆ καὶ ἀληθῆ ταῦτα δοκεῖν εἶναι ποιεῖν, ὅταν τι λέγῃ οὗτος ὁ ἀγχίνους, οὐκ εἰσόμεθα πότερόν ποτε, ὡς ἔχει τὸ πρᾶγμα φύσει, οὕτω λέγει, ἢ ψεῦδος αὐτὸ ὑπάρχον ὡς ἀληθὲς παρίστησι καὶ | |
10 | ἡμᾶς πείθει φρονεῖν ὡς περὶ ἀληθοῦς, ἅτε δὴ συνετώτε‐ ρος τῶν ἀνθρώπων ἁπάντων ὑπάρχων καὶ διὰ τοῦτο ὑφ’ ἡμῶν ἐλέγχεσθαι μὴ δυνάμενος. οὐδὲ τούτῳ τοίνυν συγ‐ καταθησόμεθα ὡς ἀληθῶς τὰ πράγματα κρίνοντι, διὰ τὸ οἷόν τε μὲν εἶναι αὐτὸν ἀληθῆ λέγειν, οἴεσθαι δ’ ὅτι δι’ ὑπερ‐ | |
15 | βολὴν ἀγχινοίας τὰ ψευδῆ τῶν πραγμάτων ὡς ἀληθῆ βου‐ λόμενος παριστᾶν ἅ φησι λέγει. διὰ ταῦτα μὲν οὖν οὐδὲ τῷ τῶν ἁπάντων ἀγχινουστάτῳ δοκοῦντι ὑπάρχειν ἐν τῇ κρίσει τῶν πραγμάτων χρὴ πιστεύειν. | 74 |
Pyrr.2.43 | Εἰ δὲ φήσει τις, ὅτι τῇ τῶν πολλῶν συμφωνίᾳ χρὴ προσέχειν, λέξομεν ὅτι τοῦτ’ ἔστι μάταιον. πρῶτον μὲν γὰρ σπάνιον ἴσως ἐστὶ τὸ ἀληθές, καὶ διὰ τοῦτο ἐνδέχεται ἕνα τῶν πολλῶν φρονιμώτερον εἶναι. εἶτα καὶ παντὶ κρι‐ | |
5 | τηρίῳ πλείους ἀντιδοξοῦσι τῶν κατ’ αὐτὸ συμφωνούντων· οἱ γὰρ ὁποιονοῦν ἀπολιπόντες κριτήριον ἕτερον τοῦ συμ‐ φωνεῖσθαι δοκοῦντος παρά τισιν ἀντιδοξοῦσί τε αὐτῷ καὶ κατὰ πολὺ πλείους εἰσὶ τῶν περὶ αὐτοῦ συμφωνούντων. | |
Pyrr.2.44 | χωρὶς δὲ τούτων, οἱ συμφωνοῦντες ἤτοι ἐν διαφόροις εἰσὶ διαθέσεσιν ἢ ἐν μιᾷ. ἐν διαφόροις μὲν οὖν οὐδαμῶς ὅσον ἐπὶ τῷ λεγομένῳ. πῶς γὰρ ἂν τὰ αὐτὰ ἔλεγον περὶ αὐ‐ τοῦ; εἰ δὲ ἐν μιᾷ, ἐπεὶ καὶ ὁ εἷς ὁ λέγων ἕτερόν τι μίαν | |
5 | ἔχει διάθεσιν καὶ οὗτοι πάντες οἱ συμφωνοῦντες μίαν, ὅσον ἐπὶ ταῖς διαθέσεσιν αἷς προσέχομεν οὐδὲ κατὰ πλῆ‐ | |
Pyrr.2.45 | θος εὑρίσκεται διαφορά τις. διόπερ οὐ χρὴ τοῖς πολλοῖς προσέχειν μᾶλλον ἢ τῷ ἑνί, πρὸς τῷ καὶ ἀκατάληπτον εἶναι, καθάπερ ἐν τῷ τετάρτῳ τρόπῳ τῆς σκέψεως ὑπεμνήσαμεν, τὴν κατὰ πλῆθος διαφορὰν | |
5 | τῶν κρίσεων, ἀπείρων τῶν κατὰ μέρος ἀνθρώπων ὑπαρχόν‐ των καὶ ἡμῶν μὴ δυναμένων ἁπάντων αὐτῶν τὰς κρίσεις ἐπελθεῖν καὶ ἀποφήνασθαι, τί μὲν οἱ πλείους τῶν ἀνθρώ‐ πων ἁπάντων ἀποφαίνονται, τί δὲ οἱ ἐλάττους. καὶ κατὰ τοῦτο οὖν ἄτοπος ἡ κατὰ τὸ πλῆθος πρόκρισις τῶν κρινόντων. | |
Pyrr.2.46 | Εἰ δ’ οὐδὲ τῷ πλήθει προσέξομεν, οὐχ εὑρήσομεν οὐδένα ὑφ’ οὗ κριθήσεται τὰ πράγματα, καίτοι τοσαῦτα κατὰ συγχώρησιν δόντες. διόπερ ἐξ ἁπάντων τούτων ἀκατάληπτον εὑρίσκεται τὸ κριτήριον ὑφ’ οὗ κριθήσεται τὰ | |
5 | πράγματα. | 75 |
Pyrr.2.47 | Συμπεριγραφομένων δὲ τούτῳ καὶ τῶν ἄλλων κριτη‐ ρίων, ἐπεὶ ἕκαστον αὐτῶν ἤτοι μέρος ἢ πάθος ἢ ἐνέργημά ἐστι τοῦ ἀνθρώπου, ἀκόλουθον μὲν ἦν ἴσως ἐπί τι τῶν ἑξῆς προϊέναι τῷ λόγῳ, ὡς καὶ περὶ ἐκείνων ἱκανῶς εἰρημένων | |
5 | ἐν τούτοις· ἵνα δὲ μηδὲ τὴν εἰδικὴν ὡς πρὸς ἕκαστον ἀν‐ τίρρησιν φεύγειν δοκῶμεν, ὀλίγα καὶ περὶ αὐτῶν ἐξ ἐπι‐ μέτρου λέξομεν. πρότερον δὲ περὶ τοῦ κριτηρίου τοῦ δι’ οὗ καλουμένου διαλεξόμεθα. | |
Pyrr.2.48(t1) | ϛʹ περὶ τοῦ δι’ οὗ. | |
1 | Πολλὴ μὲν οὖν καὶ ἄπειρος σχεδὸν ἡ περὶ αὐτὸ γέγονε διαφωνία παρὰ τοῖς δογματικοῖς· ἡμεῖς δὲ πάλιν τοῦ ἐμ‐ μεθόδου προνοούμενοι φαμὲν ὅτι, ἐπεὶ κατ’ αὐτοὺς ἄν‐ θρωπός ἐστι τὸ ὑφ’ οὗ κρίνεται τὰ πράγματα, οὐδὲν δὲ | |
5 | οὗτος ἔχοι ἂν δι’ οὗ κρίνειν δυνήσεται (καθάπερ καὶ αὐτοὶ συνομολογοῦσιν) ἢ αἴσθησιν καὶ διάνοιαν, ἐὰν δείξωμεν, ὅτι οὔτε δι’ αἰσθήσεως μόνης δύναται κρίνειν οὔτε διὰ μόνης τῆς διανοίας οὔτε δι’ ἀμφοτέρων αὐτῶν, συντόμως πρὸς ἁπάσας τὰς κατὰ μέρος δόξας εἰρήκαμεν· πᾶσαι γὰρ | |
Pyrr.2.49 | δοκοῦσιν εἰς τὰς τρεῖς ταύτας ἀναφέρεσθαι στάσεις. ἀρξώ‐ μεθα δὲ ἀπὸ τῶν αἰσθήσεων. Οὐκοῦν ἐπεὶ τινὲς μὲν κενοπαθεῖν τὰς αἰσθήσεις φα‐ σίν (οὐδὲν γὰρ ὑποκεῖσθαι ὧν ἀντιλαμβάνεσθαι δοκοῦσιν), | |
5 | οἱ δὲ πάντα ὑποκεῖσθαι ὑφ’ ὧν οἴονται κινεῖσθαι λέγου‐ σιν, οἱ δὲ τὰ μὲν ὑποκεῖσθαι, τὰ δὲ μὴ ὑποκεῖσθαι, τίνι συγκαταθησόμεθα οὐχ ἕξομεν· οὔτε γὰρ τῇ αἰσθήσει τὴν διαφωνίαν ἐπικρινοῦμεν, ἐπεὶ περὶ αὐτῆς ζητοῦμεν, πότε‐ ρον κενοπαθεῖ ἢ ἀληθῶς καταλαμβάνει, οὔτε ἑτέρῳ τινί, | |
10 | ἐπεὶ μηδὲ ἔστιν ἄλλο τι κριτήριον δι’ οὗ χρὴ κρίνειν κατὰ | |
Pyrr.2.50 | τὴν προκειμένην ὑπόθεσιν. ἀνεπίκριτον ἄρα καὶ ἀκατά‐ ληπτον ἔσται, πότερον κενοπαθεῖ ἡ αἴσθησις ἢ καταλαμ‐ | |
βάνει τι· ᾧ συνεισέρχεται τὸ μὴ δεῖν ἡμᾶς τῇ αἰσθήσει μόνῃ προσέχειν ἐν τῇ κρίσει τῶν πραγμάτων, περὶ ἧς οὐκ | 76 | |
Pyrr.2.51 | ἔχομεν εἰπεῖν, εἰ καὶ τὴν ἀρχὴν καταλαμβάνει τι. ἀλλ’ ἔστω κατὰ συγχώρησιν τὰς αἰσθήσεις ἀντιληπτικὰς εἶναι· οὐδὲν γὰρ ἧττον καὶ οὕτως ἄπιστοι εὑρεθήσονται πρὸς τὴν κρί‐ σιν τῶν ἐκτὸς ὑποκειμένων πραγμάτων. αἱ γοῦν αἰσθή‐ | |
5 | σεις ὑπεναντίως κινοῦνται ὑπὸ τῶν ἐκτός, οἷον ἡ γεῦσις ὑπὸ τοῦ αὐτοῦ μέλιτος ὁτὲ μὲν πικράζεται, ὁτὲ δὲ γλυκά‐ ζεται, καὶ ἡ ὅρασις τὸ αὐτὸ χρῶμα ὁτὲ μὲν αἱμωπὸν, ὁτὲ δὲ | |
Pyrr.2.52 | λευκὸν εἶναι 〈δοκεῖ〉. ἀλλ’ οὐδὲ ἡ ὄσφρησις ἑαυτῇ συμφωνεῖ· τὸ γοῦν μύρον ὁ μὲν κεφαλαλγικὸς ἀηδὲς εἶναί φησιν, ὁ δὲ μὴ οὕτως ἔχων ἡδύ. καὶ οἱ θεόληπτοι δὲ καὶ οἱ φρε‐ νιτίζοντες ἀκούειν δοκοῦσί τινων διαλεγομένων αὐτοῖς, | |
5 | ὧν ἡμεῖς οὐκ ἐπακούομεν. καὶ τὸ αὐτὸ ὕδωρ τοῖς μὲν φλεγμαίνουσιν ἀηδὲς εἶναι δοκεῖ δι’ ὑπερβολὴν θερμότη‐ | |
Pyrr.2.53 | τος, τοῖς δ’ ἄλλοις χλιαρόν. πότερον οὖν πάσας τὰς φαν‐ τασίας ἀληθεῖς εἶναι φήσει τις, ἢ τάσδε μὲν ἀληθεῖς, τάσδε δὲ ψευδεῖς, ἢ καὶ ψευδεῖς ἁπάσας, εἰπεῖν ἀμήχανον, μη‐ δὲν ἡμῶν ἐχόντων κριτήριον ὡμολογημένον δι’ οὗ κρινοῦ‐ | |
5 | μεν ὃ προκρίνειν μέλλομεν, ἀλλὰ μηδὲ ἀποδείξεως εὐπο‐ ρούντων ἀληθοῦς τε καὶ κεκριμένης, διὰ τὸ μέχρι νῦν ζητεῖσθαι τὸ τῆς ἀληθείας κριτήριον, δι’ οὗ καὶ τὴν ἀληθῆ | |
Pyrr.2.54 | ἀπόδειξιν ἐπικρίνεσθαι προσήκει. διὰ ταῦτα καὶ ὁ ἀξιῶν τοῖς μὲν κατὰ φύσιν ἔχουσιν [ἐν τούτοις] πιστεύειν, τοῖς δὲ παρὰ φύσιν διακειμένοις μηδαμῶς, ἄτοπος ἔσται· οὔτε γὰρ ἀναποδείκτως τοῦτο λέγων πιστευθήσεται, οὔτε ἀπό‐ | |
Pyrr.2.55 | δειξιν ἀληθῆ καὶ κεκριμένην ἕξει διὰ τὰ προειρημένα. εἰ μέντοι καὶ συγχωρήσειέ τις τὰς μὲν τῶν κατὰ φύσιν ἐχόν‐ των φαντασίας εἶναι πιστάς, τὰς δὲ τῶν παρὰ φύσιν δια‐ κειμένων ἀπίστους, καὶ οὕτως ἀδύνατος εὑρεθήσεται ἡ διὰ | |
5 | τῶν αἰσθήσεων μόνων κρίσις τῶν ἐκτὸς ὑποκειμένων. ἡ ὅρα‐ σις γοῦν καὶ ἡ κατὰ φύσιν ἔχουσα τὸν 〈αὐτὸν〉 πύργον ὁτὲ μὲν στρογγύλον, ὁτὲ δὲ τετράγωνον εἶναι λέγει, καὶ ἡ γεῦσις τὰ αὐτὰ σιτία ἐπὶ μὲν τῶν κεκορεσμένων ἀηδῆ, ἐπὶ δὲ τῶν πεινώντων ἡδέα φησὶν εἶναι, καὶ ἡ ἀκοὴ παραπλησίως τῆς | 77 |
10 | αὐτῆς φωνῆς νυκτὸς μὲν ὡς εὐμεγέθους ἀντιλαμβάνεται, | |
Pyrr.2.56 | ἡμέρας δὲ 〈ὡσ〉 ἀμαυρᾶς, καὶ ἡ ὄσφρησις ἐπὶ μὲν τῶν πολλῶν δυσώδη ἐπὶ δὲ τῶν βυρσοδεψῶν οὐδαμῶς τὰ αὐτὰ εἶναι δοκεῖ, καὶ ἡ αὐτὴ ἁφὴ εἰσιόντων μὲν ἡμῶν εἰς τὸ βαλανεῖον θερμαίνεται ὑπὸ τῆς παραστάδος, ἐξιόντων | |
5 | δὲ ψύχεται. διόπερ ἐπεὶ καὶ κατὰ φύσιν ἔχουσαι αἱ αἰσθήσεις ἑαυταῖς μάχονται, καὶ ἡ διαφωνία ἐστὶν ἀνεπίκριτος, ἐπεὶ μὴ ἔχομεν ὡμολογημένον 〈κριτήριον〉, δι’ οὗ κρίνεσθαι δύ‐ νανται, τὰς αὐτὰς ἀπορίας ἀκολουθεῖν ἀνάγκη. καὶ ἄλλα δὲ πλείω μεταφέρειν πρὸς τὴν τούτου κατασκευὴν ἐνδέχεται ἐκ | |
10 | τῶν προειρημένων ἡμῖν περὶ τῶν τῆς ἐποχῆς τρόπων. διόπερ οὐκ ἂν εἴη ἀληθὲς ἴσως τὸ τὴν αἴσθησιν μόνην δύνασθαι κρίνειν τὰ ἐκτὸς ὑποκείμενα. | |
Pyrr.2.57 | Οὐκοῦν ἐπὶ τὴν διάνοιαν μετέλθωμεν τῷ λόγῳ. οἱ τοίνυν ἀξιοῦντες τῇ διανοίᾳ μόνῃ προσέχειν ἐν τῇ κρίσει τῶν πραγμάτων πρῶτον μὲν ἐκεῖνο οὐκ ἕξουσιν δεικνύναι, ὅτι καταληπτόν ἐστι τὸ εἶναι διάνοιαν. ἐπεὶ γὰρ ὁ μὲν Γοργίας | |
5 | οὐδὲν εἶναι φάσκων οὐδὲ διάνοιαν εἶναί φησι, τινὲς δὲ ταύτην ἀποφαίνονται ὑπάρχειν, πῶς οὖν ἐπικρινοῦσι τὴν διαφωνίαν; οὔτε γὰρ διανοίᾳ, ἐπεὶ τὸ ζητούμενον συναρ‐ πάσουσιν, οὔτε ἄλλῳ τινί· οὐδὲν γὰρ ἄλλο εἶναί φασι κατὰ τὴν ὑπόθεσιν τὴν νῦν ὑποκειμένην, δι’ οὗ κρίνεται | |
10 | τὰ πράγματα. ἀνεπίκριτον ἄρα καὶ ἀκατάληπτον ἔσται, πό‐ τερον ἔστι διάνοια ἢ οὐκ ἔστιν· ᾧ συνεισέρχεται τὸ μὴ δεῖν μόνῃ τῇ διανοίᾳ προσέχειν ἐν τῇ τῶν πραγμάτων | |
Pyrr.2.58 | κρίσει, τῇ μηδέπω κατειλημμένῃ. ἀλλὰ κατειλήφθω ἡ διά‐ | |
νοια, καὶ ὡμολογήσθω τὸ εἶναι ταύτην καθ’ ὑπόθεσιν· λέγω ὅτι οὐ δύναται κρίνειν τὰ πράγματα. εἰ γὰρ μηδ’ ἑαυ‐ τὴν ἀκριβῶς ὁρᾷ, ἀλλὰ διαφωνεῖ περί τε τῆς οὐσίας αὑτῆς | 78 | |
5 | καὶ τοῦ τρόπου τῆς γενέσεως καὶ τοῦ τόπου ἐν ᾧ ἔστιν, πῶς ἂν δυνηθείη τῶν ἄλλων τι ἀκριβῶς καταλαμβάνειν; | |
Pyrr.2.59 | διδομένου δὲ καὶ τοῦ τὴν διάνοιαν κριτικὴν εἶναι τῶν πραγμάτων, οὐχ εὑρήσομεν πῶς κατ’ αὐτὴν κρινοῦμεν. πολλῆς γὰρ οὔσης τῆς κατὰ διάνοιαν διαφορᾶς, ἐπειδὴ ἑτέρα μέν ἐστιν ἡ Γοργίου διάνοια, καθ’ ἥν φησι μηδὲν | |
5 | εἶναι, ἑτέρα δὲ ἡ Ἡρακλείτου, καθ’ ἣν λέγει πάντα εἶναι, ἑτέρα δὲ ἡ τῶν λεγόντων τάδε μὲν εἶναι τάδε δὲ μὴ εἶναι, πῶς ἐπικρίνωμεν τὴν τῶν διανοιῶν διαφορὰν οὐχ ἕξομεν, οὐδὲ δυνησόμεθα εἰπεῖν, ὅτι τῇ μὲν τοῦδε διανοίᾳ κατα‐ | |
Pyrr.2.60 | κολουθεῖν προσήκει, τῇ τοῦδε δὲ οὐδαμῶς. ἤν τε γὰρ δια‐ νοίᾳ τινὶ κρίνειν τολμῶμεν, τῆς διαφωνίας μέρει συγκατα‐ τιθέμενοι τὸ ζητούμενον συναρπάσομεν· ἤν τε ἑτέρῳ τινί, ψευσόμεθα ὅτι μόνῃ τῇ διανοίᾳ δεῖ κρίνειν τὰ πράγματα. | |
Pyrr.2.61 | λοιπὸν ἐκ τῶν περὶ τοῦ κριτηρίου τοῦ ὑφ’ οὗ [λε‐ γομένων] ῥηθέντων δεικνύναι δυνησόμεθα, ὅτι μήτε τὴν ἀγχινουστέραν τῶν ἄλλων διάνοιαν εὑρεῖν δυνάμεθα, ὅτι τε ἂν εὕρωμεν τῶν τε γεγενημένων καὶ οὐσῶν | |
5 | διανοιῶν ἀγχινουστέραν διάνοιαν, ἐπεὶ ἄδηλόν ἐστιν, εἰ πάλιν | |
Pyrr.2.62 | ταύτης ἑτέρα ἔσται ἀγχινουστέρα, οὐ δεῖ προσέχειν αὐτῇ, ὅτι τε κἂν ὑποθώμεθα διάνοιαν ἧς ἐντρεχεστέρα οὐκ ἂν γένοιτο, οὐ συγκαταθησόμεθα τῷ δι’ αὐτῆς κρίνοντι, εὐλαβούμενοι μὴ ψευδῆ τινα λόγον προφερόμενος διὰ τὸ ὀξυτάτης δια‐ | |
5 | νοίας μετεσχηκέναι δύναται ἡμᾶς πείθειν ὅτι ἔστιν ἀληθής. οὐκοῦν οὐδὲ τῇ διανοίᾳ μόνῃ δεῖ κρίνειν τὰ πράγματα. | |
Pyrr.2.63 | Λείπεται λέγειν ὅτι δι’ ἀμφοτέρων. ὃ πάλιν ἐστὶν ἀδύνα‐ τον· οὐ μόνον γὰρ οὐχ ὁδηγοῦσιν αἱ αἰσθήσεις τὴν διάνοιαν πρὸς κατάληψιν, ἀλλὰ καὶ ἐναντιοῦνται αὐτῇ. ἀμέλει γοῦν | |
ἐκ τοῦ τὸ μέλι τοῖσδε μὲν πικρὸν τοῖσδε δὲ γλυκὺ φαίνεσθαι | 79 | |
5 | ὁ μὲν Δημόκριτος ἔφη μήτε γλυκὺ αὐτὸ εἶναι μήτε πικρόν, ὁ δὲ Ἡράκλειτος ἀμφότερα. καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεών τε καὶ αἰσθητῶν ὁ αὐτὸς λόγος. οὕτως ἀπὸ τῶν αἰσθήσεων ὁρμωμένη ἡ διάνοια διάφορά τε καὶ μαχόμενα ἀποφαίνεσθαι ἀναγκάζεται. τοῦτο δὲ ἀλλό‐ | |
10 | τριόν ἐστι κριτηρίου καταληπτικοῦ. εἶτα κἀκεῖνο λεκτέον· | |
Pyrr.2.64 | ἤτοι πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς πάντων διανοίαις κρι‐ νοῦσι τὰ πράγματα ἢ τισίν. ἀλλ’ εἰ μὲν πάσαις λέξει τις, ἀδύνατα ἀξιώσει τοσαύτης μάχης ἐν ταῖς αἰσθήσεσι καὶ ταῖς διανοίαις ἐμφαινομένης, ἄλλως τε καὶ ἐπεὶ τῆς Γοργίου | |
5 | διανοίας ἀπόφασίς ἐστι τὸ μὴ δεῖν μήτε αἰσθήσει μήτε διανοίᾳ προσέχειν, περιτραπήσεται ὁ λόγος. εἰ δὲ τισίν, πῶς κρινοῦσιν ὅτι ταῖσδε μὲν ταῖς αἰσθήσεσι καὶ 〈τῇδε〉 τῇ διανοίᾳ προσέχειν δεῖ, ταῖσδε δὲ οὔ, μὴ ἔχοντες κριτή‐ ριον ὡμολογημένον, δι’ οὗ τὰς διαφόρους αἰσθήσεις τε καὶ | |
Pyrr.2.65 | διανοίας ἐπικρινοῦσιν; ἢν δὲ λέγωσιν, ὅτι τὰς αἰσθήσεις καὶ τὰς διανοίας τῇ διανοίᾳ καὶ ταῖς αἰσθήσεσι κρινοῦμεν, 〈..........〉 τισὶ δὲ μή, τὸ ζητούμενον συναρπάζουσιν· περὶ γὰρ τοῦ εἰ δύναταί τις διὰ τούτων κρίνειν ζητοῦμεν. | |
Pyrr.2.66 | εἶτα κἀκεῖνο ῥητέον, ὅτι ἤτοι ταῖς αἰσθήσεσι τάς τε αἰσθήσεις καὶ τὰς διανοίας κρινοῦσιν, ἢ ταῖς διανοίαις τάς τε αἰσθήσεις καὶ τὰς διανοίας, ἢ ταῖς τε αἰσθήσεσι τὰς αἰσθήσεις καὶ ταῖς διανοίαις τὰς διανοίας, ἢ ταῖς μὲν αἰσθήσεσι τὰς διανοίας, | |
5 | τῇ δὲ διανοίᾳ τὰς αἰσθήσεις. εἰ μὲν οὖν ταῖς αἰσθήσεσιν ἢ τῇ διανοίᾳ ἀμφότερα κρίνειν ἐθελήσουσιν, οὐκέτι δι’ αἰ‐ σθήσεως καὶ διανοίας κρινοῦσιν, ἀλλὰ δι’ ἑνὸς τούτων, ὅπερ | |
ἂν ἕλωνται· καὶ παρακολουθήσουσιν αὐτοῖς αἱ ἔμπροσθεν | 80 | |
Pyrr.2.67 | εἰρημέναι ἀπορίαι. εἰ δὲ ταῖς αἰσθήσεσι τὰς αἰσθήσεις καὶ τῇ διανοίᾳ τὰς διανοίας ἐπικρινοῦσιν, ἐπειδὴ μάχονται καὶ αἰσθήσεις αἰσθήσεσι καὶ διάνοιαι διανοίαις, ἥντινα ἂν λάβωσιν ἀπὸ τῶν μαχομένων αἰσθήσεων πρὸς τὴν κρίσιν | |
5 | τῶν ἄλλων αἰσθήσεων, τὸ ζητούμενον συναρπάσουσιν· μέ‐ ρος γὰρ τῆς διαφωνίας ὡς πιστὸν ἤδη λήψονται πρὸς τὴν | |
Pyrr.2.68 | τῶν ἐπ’ ἴσης αὐτῷ ζητουμένων ἐπίκρισιν. ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῶν διανοιῶν λόγος. εἰ δὲ ταῖς μὲν αἰσθήσεσι τὰς δια‐ νοίας ἐπικρινοῦσι, τῇ διανοίᾳ δὲ τὰς αἰσθήσεις, ὁ διάλ‐ ληλος εὑρίσκεται τρόπος, καθ’ ὅν, ἵνα μὲν αἱ αἰσθήσεις | |
5 | ἐπικριθῶσι, δεῖ προκεκρίσθαι τὰς διανοίας, ἵνα δὲ αἱ διά‐ | |
Pyrr.2.69 | νοιαι δοκιμασθῶσι, χρὴ προδιευκρινεῖσθαι τὰς αἰσθήσεις. ἐπεὶ οὖν μήτε ὑπὸ τῶν ὁμογενῶν τὰ ὁμογενῆ κριτήρια δύναται ἐπικρίνεσθαι μήτε ὑπὸ ἑνὸς γένους ἀμφότερα τὰ γένη μήτε ὑπὸ τῶν ἑτερογενῶν ἐναλλάξ, οὐ δυνησόμεθα | |
5 | προκρίνειν διάνοιαν διανοίας ἢ αἴσθησιν αἰσθήσεως. διὰ δὲ τοῦτο οὐδὲ ἕξομεν διὰ τίνος κρινοῦμεν· εἰ γὰρ μήτε πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς διανοίαις κρίνειν δυνησό‐ μεθα, μήτε εἰσόμεθα ποίαις μὲν δεῖ κρίνειν, ποίαις δὲ μή, οὐχ ἕξομεν δι’ οὗ κρινοῦμεν τὰ πράγματα. ὥστε καὶ διὰ | |
10 | ταῦτα ἀνύπαρκτον ἂν εἴη τὸ κριτήριον τὸ δι’ οὗ. | |
Pyrr.2.70(t1) | ζʹ περὶ τοῦ καθ’ ὅ. | |
1 | Ἴδωμεν οὖν ἑξῆς περὶ τοῦ κριτηρίου καθ’ ὃ κρίνεσθαι λέγουσι τὰ πράγματα. πρῶτον τοίνυν ἐκεῖνο ἔστιν εἰπεῖν περὶ αὐτοῦ, ὅτι 〈......〉 ἀνεπινόητός ἐστιν ἡ φαντασία. λέγουσι γὰρ φαντασίαν εἶναι | |
5 | τύπωσιν ἐν ἡγεμονικῷ. ἐπεὶ οὖν ἡ ψυχὴ καὶ τὸ ἡγε‐ μονικὸν πνεῦμά ἐστιν ἢ λεπτομερέστερόν τι πνεύ‐ ματος, ὡς φασίν, οὐ δυνήσεταί τις τύπωσιν ἐπινοεῖν ἐν αὐτῷ οὔτε κατ’ εἰσοχὴν καὶ ἐξοχήν, ὡς ἐπὶ τῶν σφραγί‐ δων ὁρῶμεν, οὔτε κατὰ τὴν τερατολογουμένην ἑτε‐ | 81 |
10 | ροιωτικήν· οὐ γὰρ ἂν μνήμην τοσούτων ἀναδέξαιτο θεω‐ ρημάτων ὅσα συνίστησι τέχνην, ἐν ταῖς ἐπιγινομέναις ἑτε‐ | |
Pyrr.2.71 | ροιώσεσι τῶν προϋποκειμένων ἀπαλειφομένων. εἰ μέντοι καὶ ἐπινοηθῆναι δύναιτο ἡ φαντασία, ἀκατάληπτος ἔσται· ἐπεὶ γὰρ πάθος ἐστὶν ἡγεμονικοῦ, τὸ δὲ ἡγεμονικὸν οὐ καταλαμβάνεται, ὡς ἐδείξαμεν, οὐδὲ τὸ πάθος αὐτοῦ κατα‐ | |
Pyrr.2.72 | ληψόμεθα. εἶτα εἰ καὶ δοίημεν, ὅτι καταλαμβάνεται ἡ φαν‐ τασία, οὐ δύναται κρίνεσθαι [καὶ] κατ’ αὐτὴν τὰ πράγματα· οὐ γὰρ δι’ ἑαυτῆς ἐπιβάλλει τοῖς ἐκτὸς καὶ 〈δι’ αὐτῆσ〉 φαν‐ τασιοῦται ἡ διάνοια, ὡς φασίν, ἀλλὰ διὰ τῶν αἰσθήσεων, αἱ | |
5 | δὲ αἰσθήσεις τὰ μὲν ἐκτὸς ὑποκείμενα οὐ καταλαμβάνουσιν, μόνα δέ, εἰ ἄρα, τὰ ἑαυτῶν πάθη. καὶ ἡ φαντασία οὖν τοῦ πάθους τῆς αἰσθήσεως ἔσται, ὅπερ διαφέρει τοῦ ἐκτὸς ὑποκειμένου· οὐ γὰρ τὸ αὐτό ἐστι τὸ μέλι τῷ γλυκάζε‐ σθαί με καὶ τὸ ἀψίνθιον τῷ πικράζεσθαι, ἀλλὰ διαφέρει. | |
Pyrr.2.73 | εἰ δὲ διαφέρει τοῦτο τὸ πάθος τοῦ ἐκτὸς ὑποκειμένου, ἡ φαντασία ἔσται οὐχὶ τοῦ ἐκτὸς ὑποκειμένου, ἀλλ’ ἑτέρου τινὸς διαφέροντος αὐτοῦ. εἰ οὖν κατὰ ταύτην κρίνει ἡ διάνοια, φαύλως κρίνει καὶ οὐ κατὰ τὸ ὑποκείμενον. διό‐ | |
5 | περ ἄτοπόν ἐστι τὸ κατὰ τὴν φαντασίαν τὰ ἐκτὸς κρίνε‐ | |
Pyrr.2.74 | σθαι λέγειν. ἀλλ’ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ὅτι ἡ ψυχὴ καταλαμβάνει διὰ τῶν αἰσθητικῶν παθῶν τὰ ἐκτὸς ὑπο‐ κείμενα, διὰ τὸ ὅμοια τὰ πάθη τῶν αἰσθήσεων εἶναι τοῖς ἐκτὸς ὑποκειμένοις. πόθεν γὰρ εἴσεται ἡ διάνοια, εἰ ὅμοιά | |
5 | ἐστι τὰ πάθη τῶν αἰσθήσεων τοῖς αἰσθητοῖς, μήτε αὐτὴ τοῖς ἐκτὸς ἐντυγχάνουσα, μήτε τῶν αἰσθήσεων αὐτῇ τὴν | |
φύσιν αὐτῶν δηλουσῶν ἀλλὰ τὰ ἑαυτῶν πάθη, καθάπερ | 82 | |
Pyrr.2.75 | ἐκ τῶν τρόπων τῆς ἐποχῆς ἐπελογισάμην. ὥσπερ γὰρ ὁ ἀγνοῶν μὲν Σωκράτην, εἰκόνα δὲ τούτου θεασάμενος οὐκ οἶδεν, εἰ ὁμοία ἐστὶν ἡ εἰκὼν τῷ Σωκράτει, οὕτω καὶ ἡ διάνοια τὰ μὲν πάθη τῶν αἰσθήσεων ἐποπτεύουσα, τὰ | |
5 | δὲ ἐκτὸς μὴ θεωροῦσα, οὐδὲ εἰ ὅμοιά ἐστι τὰ τῶν αἰσθή‐ σεων πάθη τοῖς ἐκτὸς ὑποκειμένοις εἴσεται. οὐδὲ καθ’ ὁμοίωσιν ἄρα δυνήσεται ταῦτα κρίνειν κατὰ τὴν φαντα‐ | |
Pyrr.2.76 | σίαν. ἀλλὰ δῶμεν κατὰ συγχώρησιν, πρὸς τῷ ἐπινοεῖ‐ σθαι τὴν φαντασίαν καὶ καταλαμβάνεσθαι, ἔτι καὶ ἐπι‐ δεκτικὴν εἶναι τοῦ κρίνεσθαι κατ’ αὐτὴν τὰ πράγματα, καίτοι τοῦ λόγου πᾶν τὸ ἐναντίον ὑπομνήσαντος. οὐκοῦν | |
5 | ἤτοι πάσῃ φαντασίᾳ πιστεύσομεν 〈καὶ κατ’ αὐτὴν ἐπικρι‐ νοῦμεν, ἤ τινι. ἀλλ’ εἰ μὲν πάσῃ, δῆλον ὅτι καὶ τῇ Ξενιά‐ δου φαντασίᾳ πιστεύσομεν〉, καθ’ ἣν ἔλεγε πάσας τὰς φαν‐ τασίας ἀπίστους εἶναι, καὶ περιτραπήσεται ὁ λόγος εἰς τὸ μὴ εἶναι πάσας τὰς φαντασίας ὥστε καὶ κατ’ αὐτὰς | |
Pyrr.2.77 | κρίνεσθαι δύνασθαι τὰ πράγματα. εἰ δέ τισιν, πῶς ἐπι‐ κρινοῦμεν ὅτι ταῖσδε μὲν ταῖς φαντασίαις πιστεύειν προ‐ σήκει, ταῖσδε δὲ ἀπιστεῖν; εἰ μὲν γὰρ ἄνευ φαντασίας, δώ‐ σουσιν, ὅτι παρέλκει ἡ φαντασία πρὸς τὸ κρίνειν, εἴγε | |
5 | χωρὶς αὐτῆς κρίνεσθαι δύνασθαι [τὰ] πράγματά τινα λέ‐ ξουσιν· εἰ δὲ μετὰ φαντασίας, πῶς λήψονται τὴν φαντα‐ σίαν, ἣν παραλαμβάνουσι πρὸς τὴν τῶν ἄλλων φαντασιῶν | |
Pyrr.2.78 | κρίσιν; ἢ πάλιν αὐτοῖς ἄλλης φαντασίας δεήσει πρὸς τὴν | |
κρίσιν τῆς ἑτέρας φαντασίας, καὶ εἰς τὴν ἐκείνης κρίσιν ἄλλης, καὶ εἰς ἄπειρον. ἀδύνατον δὲ ἄπειρα ἐπικρῖναι· ἀδύνατον ἄρα εὑρεῖν, ποίαις μὲν φαντασίαις ὡς κριτηρίοις | 83 | |
5 | δεῖ χρῆσθαι, ποίαις δὲ οὐδαμῶς. ἐπεὶ οὖν, κἂν δῶμεν ὅτι κατὰ τὰς φαντασίας δεῖ κρίνειν τὰ πράγματα, ἑκατέρωθεν περιτρέπεται ὁ λόγος, καὶ ἐκ τοῦ πᾶσι πιστεύειν καὶ ἐκ τοῦ τισὶ μὲν πιστεύειν ὡς κριτηρίοις, τισὶ δὲ ἀπιστεῖν, συνάγε‐ ται τὸ μὴ δεῖν τὰς φαντασίας πρὸς τὴν κρίσιν τῶν πραγμά‐ | |
10 | των ὡς κριτήρια παραλαμβάνειν. | |
Pyrr.2.79 | Ταῦτα μὲν ἀρκεῖ νῦν εἰπεῖν ὡς ἐν ὑποτυπώσει καὶ πρὸς τὸ κριτήριον καθ’ ὃ κρίνεσθαι τὰ πράγματα ἐλέγετο. εἰδέναι δὲ χρή, ὅτι οὐ πρόκειται ἡμῖν ἀποφήνασθαι, ὅτι ἀνύπαρκτόν ἐστι τὸ κριτήριον [τὸ] τῆς ἀληθείας (τοῦτο | |
5 | γὰρ δογματικόν)· ἀλλ’ ἐπεὶ οἱ δογματικοὶ πιθανῶς δοκοῦσι κατεσκευακέναι, ὅτι ἔστι τι κριτήριον ἀληθείας, ἡμεῖς αὐ‐ τοῖς πιθανοὺς δοκοῦντας εἶναι λόγους ἀντεθήκαμεν, οὔτε ὅτι ἀληθεῖς εἰσι διαβεβαιούμενοι οὔτε ὅτι πιθανώτεροι τῶν ἐναντίων, ἀλλὰ διὰ τὴν φαινομένην ἴσην πιθανότητα | |
10 | τούτων τε τῶν λόγων καὶ τῶν παρὰ τοῖς δογματικοῖς κει‐ μένων τὴν ἐποχὴν συνάγοντες. | |
Pyrr.2.80 | Εἰ μέντοι καὶ δοίημεν καθ’ ὑπόθεσιν εἶναί τι τῆς ἀληθείας κριτήριον, ἄχρηστον εὑρίσκεται καὶ μάταιον, ἐὰν ὑπομνήσω‐ μεν ὅτι, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματι‐ κῶν, ἀνύπαρκτος μέν ἐστιν ἡ ἀλήθεια, ἀνυπόστατον δὲ τὸ ἀλη‐ | |
Pyrr.2.81 | θές. ὑπομιμνῄσκομεν δὲ οὕτως. λέγεται διαφέρειν τῆς ἀληθείας τὸ ἀληθὲς τριχῶς, οὐσίᾳ συστάσει δυνάμει· οὐσίᾳ μέν, ἐπεὶ τὸ μὲν ἀληθὲς ἀσώματόν ἐστιν (ἀξίωμα γάρ ἐστι καὶ λεκτόν), ἡ δὲ | |
5 | ἀλήθεια σῶμα (ἔστι γὰρ ἐπιστήμη πάντων ἀληθῶν ἀποφαντική, ἡ δὲ ἐπιστήμη πὼς ἔχον ἡγεμονικὸν ὥσπερ καὶ ἡ πὼς ἔχουσα χεὶρ πυγμή, τὸ δὲ ἡγεμο‐ | |
Pyrr.2.82 | νικὸν σῶμα· ἔστι γὰρ κατ’ αὐτοὺς πνεῦμα)· συ‐ στάσει δέ, ἐπεὶ τὸ μὲν ἀληθὲς ἁπλοῦν τί ἐστιν, οἷον ‘ἐγὼ διαλέγομαι‘, ἡ δὲ ἀλήθεια ἀπὸ πολλῶν ἀλη‐ | 84 |
Pyrr.2.83 | θῶν γνώσεων συνίσταται· δυνάμει δέ, ἐπεὶ ἡ μὲν ἀλήθεια ἐπιστήμης ἔχεται, τὸ δὲ ἀληθὲς οὐ πάντως. διόπερ τὴν μὲν ἀλήθειαν ἐν μόνῳ σπουδαίῳ φασὶν εἶναι, τὸ δὲ ἀληθὲς καὶ ἐν φαύλῳ· ἐνδέχεται γὰρ | |
Pyrr.2.84 | τὸν φαῦλον ἀληθές τι εἰπεῖν. ταῦτα μὲν οἱ δογματικοί. ἡμεῖς δὲ πάλιν τῆς κατὰ τὴν συγγραφὴν προαιρέσεως στοχα‐ ζόμενοι πρὸς μόνον τὸ ἀληθὲς νῦν τοὺς λόγους ποιησόμεθα, ἐπεὶ συμπεριγράφεται τούτῳ καὶ ἡ ἀλήθεια, σύστημα τῆς | |
5 | τῶν ἀληθῶν γνώσεως εἶναι λεγομένη. πάλιν δέ, ἐπεὶ τῶν λόγων οἱ μέν εἰσι καθολικώτεροι, δι’ ὧν αὐτὴν τὴν ὑπό‐ στασιν τοῦ ἀληθοῦς κινοῦμεν, οἱ δὲ εἰδικοί, δι’ ὧν δείκνυμεν, ὅτι οὐκ ἔστιν ἐν φωνῇ τὸ ἀληθὲς ἢ ἐν λεκτῷ ἢ ἐν τῇ κινήσει τῆς δια‐ | |
10 | νοίας, τοὺς καθολικωτέρους ἐκθέσθαι μόνους ὡς πρὸς τὸ πα‐ ρὸν ἀρκεῖν ἡγούμεθα. ὥσπερ γὰρ τείχους θεμελίῳ κατ‐ ενεχθέντι καὶ τὰ ὑπερκείμενα πάντα συγκαταφέρεται, οὕτω τῇ τοῦ ἀληθοῦς ὑποστάσει διατρεπομένῃ καὶ αἱ κατὰ μέ‐ ρος τῶν δογματικῶν εὑρεσιλογίαι συμπεριγράφονται. | |
Pyrr.2.85(t1) | θʹ εἰ ἔστι τι φύσει ἀληθές. | |
1 | Διαφωνίας τοίνυν οὔσης περὶ τοῦ ἀληθοῦς παρὰ τοῖς δογματικοῖς, ἐπεί τινες μέν φασιν εἶναί τι ἀληθές, τινὲς δὲ μηδὲν εἶναι ἀληθές, οὐκ ἐνδέχεται τὴν διαφωνίαν ἐπι‐ κρῖναι, ἐπειδὴ ὁ λέγων εἶναί τι ἀληθὲς οὔτε ἄνευ ἀπο‐ | |
5 | δείξεως τοῦτο λέγων πιστευθήσεται διὰ τὴν διαφωνίαν· ἤν τε καὶ ἀπόδειξιν βούληται φέρειν, ἢν μὲν ψευδῆ ταύτην εἶναι συνομολογήσῃ, ἄπιστος ἔσται, ἀληθῆ δὲ τὴν ἀπό‐ | |
δειξιν εἶναι λέγων εἰς τὸν διάλληλόν τε ἐμπίπτει λόγον καὶ ἀπόδειξιν αἰτηθήσεται 〈τοῦ〉 ἀληθῆ αὐτὴν ὑπάρχειν, καὶ | 85 | |
10 | ἐκείνης ἄλλην, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἀποδεῖξαι· ἀδύνατον ἄρα γνῶναι καὶ ὅτι ἔστι τι ἀληθές. | |
Pyrr.2.86 | καὶ μὴν τό ‘τι‘, ὅπερ φασὶν εἶναι πάντων γενικώτατον, ἤτοι ἀληθὲς ἢ ψεῦδός ἐστιν ἢ οὔτε ψεῦδος οὔτε ἀληθές, ἢ καὶ ψεῦδος καὶ ἀληθές. εἰ μὲν οὖν ψεῦδος αὐτὸ εἶναι φή‐ σουσιν, ὁμολογήσουσιν, ὅτι πάντα ἐστὶ ψευδῆ. ὥσπερ γάρ, | |
5 | ἐπεὶ τὸ ζῷον ἔμψυχόν ἐστι, καὶ πάντα τὰ ζῷα τὰ κατὰ μέρος ἔμψυχά ἐστιν, οὕτως, εἰ τὸ γενικώτατον πάντων (τό ‘τι‘) ψεῦδός ἐστι, καὶ πάντα τὰ κατὰ μέρος ἔσται ψευδῆ καὶ οὐδὲν ἀληθές. ᾧ συνεισάγεται τὸ μηδὲν εἶναι ψεῦδος· καὶ γὰρ αὐτὸ τὸ ‘πάντα ἐστὶ ψευδῆ‘ καὶ τὸ ‘ἔστι τι ψεῦ‐ | |
10 | δοσ‘ τῶν πάντων καθεστὼς ψεῦδος ἔσται. εἰ δὲ ἀληθές ἐστι τό ‘τι‘, πάντα ἔσται ἀληθῆ· ᾧ συνεισάγεται πάλιν τὸ μηδὲν εἶναι ἀληθές, εἴγε καὶ αὐτὸ τοῦτο τὶ ὑπάρχον (λέγω | |
Pyrr.2.87 | δὲ τὸ μηδὲν εἶναι ἀληθές) ἀληθές ἐστιν. εἰ δὲ καὶ ψεῦ‐ δός ἐστι καὶ ἀληθὲς τό ‘τι‘, ἕκαστον τῶν κατὰ μέρος καὶ ψεῦδος ἔσται καὶ ἀληθές. ἐξ οὗ συνάγεται τὸ μηδὲν φύ‐ σει εἶναι ἀληθές· τὸ γὰρ φύσιν ἔχον τοιαύτην ὥστε | |
5 | ἀληθὲς εἶναι, πάντως οὐκ ἂν εἴη ψεῦδος. εἰ δ’ οὔτε ψεῦδός ἐστιν οὔτε ἀληθὲς τό ‘τι‘, ὁμολογεῖται ὅτι καὶ πάντα τὰ ἐπὶ μέρους μήτε ψευδῆ μήτε ἀληθῆ εἶναι λεγόμενα οὐκ ἔσται ἀληθῆ. καὶ διὰ ταῦτα μὲν οὖν ἄδηλον ἡμῖν ἔσται, | |
Pyrr.2.88 | εἰ ἔστιν ἀληθές. πρὸς τούτοις ἤτοι φαινόμενά ἐστι μό‐ νον τὰ ἀληθῆ, ἢ ἄδηλα μόνον, ἢ τῶν ἀληθῶν τὰ μὲν ἄδηλά ἐστι, τὰ δὲ φαινόμενα· οὐδὲν δὲ τούτων ἐστὶν ἀλη‐ θές, ὡς δείξομεν· οὐδὲν ἄρα ἐστὶν ἀληθές. εἰ μὲν οὖν | |
5 | φαινόμενα μόνον ἐστὶ τὰ ἀληθῆ, ἤτοι πάντα τὰ φαινό‐ μενα λέξουσιν εἶναι ἀληθῆ ἢ τινά. καὶ εἰ μὲν πάντα, | |
περιτρέπεται ὁ λόγος· φαίνεται γάρ τισι τὸ μηδὲν εἶναι ἀληθές. εἰ δέ τινα, ἀνεπικρίτως μὲν οὐ δύναταί τις λέ‐ γειν, ὅτι τάδε μέν ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ, κριτηρίῳ δὲ | 86 | |
10 | χρώμενος ἤτοι φαινόμενον εἶναι λέξει τοῦτο τὸ κριτήριον ἢ ἄδηλον. καὶ ἄδηλον μὲν οὐδαμῶς· μόνα γὰρ ὑπόκει‐ | |
Pyrr.2.89 | ται νῦν ἀληθῆ τὰ φαινόμενα. εἰ δὲ φαινόμενον, ἐπεὶ ζητεῖται, τίνα μὲν φαινόμενά ἐστιν ἀληθῆ, τίνα δὲ ψευδῆ, καὶ τὸ λαμβανόμενον φαινόμενον πρὸς τὴν κρίσιν τῶν φαινομένων πάλιν ἑτέρου δεήσεται κριτηρίου φαινομένου, | |
5 | κἀκεῖνο ἄλλου, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἐπικρίνειν· ἀδύνατον ἄρα καταλαβεῖν, εἰ φαινόμενά ἐστι | |
Pyrr.2.90 | μόνον τὰ ἀληθῆ. ὁμοίως δὲ καὶ ὁ λέγων τὰ ἄδηλα μό‐ νον εἶναι ἀληθῆ πάντα μὲν οὐ λέξει εἶναι ἀληθῆ (οὐ γὰρ καὶ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας ἀληθὲς εἶναι λέξει ἢ τὸ περιττοὺς τούτους ὑπάρχειν)· εἰ δέ τινα, τίνι κρινοῦμεν, | |
5 | ὅτι τάδε μὲν τὰ ἄδηλά ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ; φαι‐ νομένῳ μὲν γὰρ οὐδαμῶς· εἰ δὲ ἀδήλῳ, ἐπεὶ ζητοῦμεν, τίνα τῶν ἀδήλων ἐστὶν ἀληθῆ καὶ τίνα ψευδῆ, δεήσεται καὶ τοῦτο τὸ ἄδηλον ἀδήλου ἑτέρου τοῦ ἐπικρινοῦντος αὐτό, κἀκεῖνο ἄλλου, καὶ μέχρις ἀπείρου. διόπερ οὐδὲ ἄδηλα | |
Pyrr.2.91 | μόνον ἐστὶ τἀληθῆ. λείπεται λέγειν, ὅτι τῶν ἀληθῶν τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα· ἔστι δὲ καὶ τοῦτο ἄτο‐ πον. ἤτοι γὰρ πάντα τά τε φαινόμενα καὶ τὰ ἄδηλά ἐστιν ἀληθῆ, ἤ τινα φαινόμενα καί τινα ἄδηλα. εἰ μὲν οὖν | |
5 | πάντα, πάλιν περιτραπήσεται ὁ λόγος, ἀληθοῦς εἶναι δι‐ δομένου καὶ τοῦ μηδὲν εἶναι ἀληθές, λεχθήσεταί τε ἀλη‐ θὲς καὶ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας καὶ τὸ περιττοὺς | |
Pyrr.2.92 | τούτους ὑπάρχειν. εἰ δέ τινα τῶν φαινομένων καί τινα τῶν ἀδήλων ἐστὶν ἀληθῆ, πῶς ἐπικρινοῦμεν, ὅτι τῶν φαι‐ νομένων τάδε μέν ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ; εἰ μὲν 〈γὰρ〉 διὰ φαινομένου, εἰς ἄπειρον ἐκβάλλεται ὁ λόγος· εἰ δὲ δι’ | |
5 | ἀδήλου, ἐπεὶ καὶ τὰ ἄδηλα δεῖται κρίσεως, πάλιν τοῦτο 〈τὸ〉 ἄδηλον διὰ τίνος κριθήσεται; εἰ 〈μὲν〉 γὰρ διὰ φαινομένου ὁ διάλληλος εὑρίσκεται τρόπος, εἰ δὲ δι’ ἀδήλου, ὁ εἰς ἄπει‐ | 87 |
Pyrr.2.93 | ρον ἐκβάλλων. ὁμοίως δὲ καὶ περὶ τῶν ἀδήλων λεκτέον· ὁ μὲν γὰρ ἀδήλῳ τινὶ κρίνειν αὐτὰ ἐπιχειρῶν εἰς ἄπειρον ἐκβάλλεται, ὁ δὲ φαινομένῳ ἢ ἀεὶ φαινόμενον προσλαμβά‐ νων εἰς ἄπειρον, ἢ ἐπὶ ἄδηλον μεταβαίνων εἰς τὸν διάλ‐ | |
5 | ληλον. ψεῦδος ἄρα ἐστὶ τὸ λέγειν τῶν ἀληθῶν τὰ μὲν | |
Pyrr.2.94 | εἶναι φαινόμενα τὰ δὲ ἄδηλα. εἰ οὖν μήτε τὰ φαινό‐ μενά ἐστιν ἀληθῆ μήτε τὰ ἄδηλα μόνα, μήτε τινὰ μὲν φαινόμενα, τινὰ δὲ ἄδηλα, οὐδέν ἐστιν ἀληθές. εἰ δὲ μη‐ δέν ἐστιν ἀληθές, τὸ δὲ κριτήριον δοκεῖ πρὸς τὴν κρίσιν | |
5 | τοῦ ἀληθοῦς χρησιμεύειν, ἄχρηστον καὶ μάταιόν ἐστι τὸ κρι‐ τήριον, κἂν δῶμεν αὐτῷ κατὰ συγχώρησιν ἔχειν τινὰ ὑπόστα‐ σιν. καὶ εἴγε ἐφεκτέον περὶ τοῦ εἰ ἔστι τι ἀληθές, ἀκόλουθόν ἐστι τοὺς λέγοντας ὡς διαλεκτική ἐστιν ἐπιστήμη ψευ‐ δῶν καὶ ἀληθῶν καὶ οὐδετέρων προπετεύεσθαι. | |
Pyrr.2.95 | Ἀπόρου δὲ τοῦ κριτηρίου τῆς ἀληθείας φανέντος, οὔτε περὶ τῶν ἐναργῶν εἶναι δοκούντων, ὅσον ἐπὶ τοῖς λεγομέ‐ νοις ὑπὸ τῶν δογματικῶν, ἔτι οἷόν τέ ἐστι διισχυρίζεσθαι, οὔτε περὶ τῶν ἀδήλων· ἐπεὶ γὰρ ἀπὸ τῶν ἐναργῶν ταῦτα | |
5 | καταλαμβάνειν οἱ δογματικοὶ νομίζουσιν, ἐὰν ἐπέχειν περὶ τῶν ἐναργῶν καλουμένων ἀναγκαζώμεθα, πῶς ἂν περὶ | |
Pyrr.2.96 | τῶν ἀδήλων ἀποφαίνεσθαι τολμήσαιμεν; ἐκ πολλοῦ δὲ τοῦ περιόντος καὶ πρὸς τὰ ἄδηλα τῶν πραγμάτων ἰδίως ἐν‐ στησόμεθα. καὶ ἐπειδὴ ταῦτα διὰ σημείου τε καὶ ἀπο‐ δείξεως καταλαμβάνεσθαι καὶ κρατύνεσθαι δοκεῖ, διὰ βρα‐ | |
5 | χέων ὑπομνήσομεν, ὅτι καὶ περὶ τοῦ σημείου καὶ περὶ τῆς ἀποδείξεως ἐπέχειν προσήκει. ἀρξώμεθα δὲ ἀπὸ σημείου· καὶ γὰρ ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι δοκεῖ. | |
Pyrr.2.97(t1) | ιʹ περὶ σημείου. | |
1 | Τῶν πραγμάτων τοίνυν κατὰ τοὺς δογματικοὺς | |
τὰ μέν ἐστι πρόδηλα, τὰ δὲ ἄδηλα, καὶ τῶν ἀδήλων τὰ μὲν καθάπαξ ἄδηλα, τὰ δὲ πρὸς καιρὸν ἄδηλα, τὰ δὲ φύσει ἄδηλα. καὶ πρόδηλα μὲν εἶναί φασι τὰ ἐξ | 88 | |
5 | ἑαυτῶν εἰς γνῶσιν ἡμῖν ἐρχόμενα, οἷόν ἐστι τὸ ἡμέραν εἶναι, καθάπαξ δὲ ἄδηλα, ἃ μὴ πέφυκεν εἰς τὴν ἡμετέραν πίπτειν κατάληψιν, ὡς τὸ ἀρτίους | |
Pyrr.2.98 | εἶναι τοὺς ἀστέρας, πρὸς καιρὸν δὲ ἄδηλα ἅπερ τὴν φύσιν ἔχοντα ἐναργῆ παρά τινας ἔξωθεν περι‐ στάσεις κατὰ καιρὸν ἡμῖν ἀδηλεῖται, ὡς ἐμοὶ νῦν ἡ τῶν Ἀθηναίων πόλις, φύσει δὲ ἄδηλα τὰ μὴ ἔχοντα | |
5 | φύσιν ὑπὸ τὴν ἡμετέραν πίπτειν ἐνάργειαν, ὡς οἱ νοητοὶ πόροι· οὗτοι γὰρ οὐδέποτε ἐξ ἑαυτῶν φαί‐ νονται, ἀλλ’ εἰ ἄρα, ἐξ ἑτέρων καταλαμβάνεσθαι ἂν νομισθεῖεν, οἷον τῶν ἱδρώτων ἤ τινος παρα‐ | |
Pyrr.2.99 | πλησίου. τὰ μὲν οὖν πρόδηλα μὴ δεῖσθαι σημείου φασίν· ἐξ ἑαυτῶν γὰρ αὐτὰ καταλαμβάνεσθαι. ἀλλ’ οὐδὲ τὰ καθάπαξ ἄδηλα ἅτε δὴ μηδὲ τὴν ἀρχὴν καταλαμβανόμενα. τὰ δὲ πρὸς καιρὸν ἄδηλα | |
5 | καὶ τὰ φύσει ἄδηλα διὰ σημείων μὲν καταλαμ‐ βάνεσθαι, οὐ μὴν διὰ τῶν αὐτῶν, ἀλλὰ τὰ μὲν πρὸς καιρὸν ἄδηλα διὰ τῶν ὑπομνηστικῶν, τὰ δὲ | |
Pyrr.2.100 | φύσει ἄδηλα διὰ τῶν ἐνδεικτικῶν. τῶν οὖν σημείων τὰ μέν ἐστιν ὑπομνηστικὰ κατ’ αὐτοὺς, τὰ δ’ ἐνδεικτικά. καὶ ὑπομνηστικὸν μὲν σημεῖον καλοῦσιν ὃ συμπαρα‐ τηρηθὲν τῷ σημειωτῷ δι’ ἐναργείας ἅμα τῷ ὑποπε‐ | |
5 | σεῖν, ἐκείνου ἀδηλουμένου, ἄγει ἡμᾶς εἰς ὑπόμνη‐ σιν τοῦ συμπαρατηρηθέντος αὐτῷ καὶ νῦν ἐναρ‐ γῶς μὴ ὑποπίπτοντος, ὡς ἔχει ἐπὶ τοῦ καπνοῦ καὶ | |
Pyrr.2.101 | τοῦ πυρός. ἐνδεικτικὸν δέ ἐστι σημεῖον, ὥς φασιν, ὃ μὴ συμπαρατηρηθὲν τῷ σημειωτῷ δι’ ἐναρ‐ γείας, ἀλλ’ ἐκ τῆς ἰδίας φύσεως καὶ κατασκευῆς σημαίνει τὸ οὗ ἐστι σημεῖον, ὡσπεροῦν αἱ περὶ τὸ | |
5 | σῶμα κινήσεις σημεῖά εἰσι τῆς ψυχῆς. ὅθεν καὶ ὁρίζονται τοῦτο τὸ σημεῖον οὕτως ‘σημεῖόν ἐστιν ἐνδεικτικὸν ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ προκαθηγούμενον, ἐκ‐ | 89 |
Pyrr.2.102 | καλυπτικὸν τοῦ λήγοντος.‘ διττῆς οὖν οὔσης τῶν ση‐ μείων διαφορᾶς, ὡς ἔφαμεν, οὐ πρὸς πᾶν σημεῖον ἀντι‐ λέγομεν, ἀλλὰ πρὸς μόνον τὸ ἐνδεικτικὸν ὡς ὑπὸ τῶν δογματικῶν πεπλάσθαι δοκοῦν. τὸ γὰρ ὑπομνηστικὸν πε‐ | |
5 | πίστευται ὑπὸ τοῦ βίου, ἐπεὶ καπνὸν ἰδών τις σημειοῦται πῦρ καὶ οὐλὴν θεασάμενος τραῦμα γεγενῆσθαι λέγει. ὅθεν οὐ μόνον οὐ μαχόμεθα τῷ βίῳ ἀλλὰ καὶ συναγωνιζόμεθα, τῷ μὲν ὑπ’ αὐτοῦ πεπιστευμένῳ ἀδοξάστως συγκατατιθέμε‐ νοι, τοῖς δ’ ὑπὸ τῶν δογματικῶν ἰδίως ἀναπλαττομένοις ἀν‐ | |
10 | θιστάμενοι. | |
Pyrr.2.103 | Ταῦτα μὲν οὖν ἥρμοζεν ἴσως προειπεῖν ὑπὲρ τῆς σα‐ φηνείας τοῦ ζητουμένου· λοιπὸν δὲ ἐπὶ τὴν ἀντίρρησιν χωρῶμεν, οὐκ ἀνύπαρκτον δεῖξαι τὸ ἐνδεικτικὸν σημεῖον πάντως ἐσπουδακότες, ἀλλὰ τὴν φαινομένην ἰσοσθένειαν | |
5 | τῶν φερομένων λόγων πρός τε τὴν ὕπαρξιν αὐτοῦ καὶ τὴν ἀνυπαρξίαν ὑπομιμνῄσκοντες. | |
Pyrr.2.104(t1) | ιαʹ εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν. | |
1 | Τὸ σημεῖον τοίνυν, ὅσον ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ παρὰ τοῖς δογματικοῖς, ἀνεπινόητόν ἐστιν. αὐτίκα γοῦν οἱ ἀκριβῶς περὶ αὐτοῦ διειληφέναι δοκοῦντες, οἱ Στωικοί, βουλόμενοι παραστῆσαι τὴν ἔννοιαν τοῦ | |
5 | σημείου, φασὶ σημεῖον εἶναι ἀξίωμα ἐν ὑγιεῖ συνημ‐ μένῳ προκαθηγούμενον, ἐκκαλυπτικὸν τοῦ λήγον‐ τος. καὶ τὸ μὲν ἀξίωμά φασιν εἶναι λεκτὸν αὐτοτελὲς ἀποφαντὸν ὅσον ἐφ’ ἑαυτῷ, ὑγιὲς δὲ συ‐ νημμένον τὸ μὴ ἀρχόμενον ἀπὸ ἀληθοῦς καὶ λῆγον | |
Pyrr.2.105 | ἐπὶ ψεῦδος. τὸ γὰρ συνημμένον ἤτοι ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ἀληθές, οἷον ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν‘, ἢ ἄρχεται ἀπὸ ψεύδους καὶ λήγει ἐπὶ ψεῦδος, οἷον ‘εἰ | |
πέταται ἡ γῆ, πτερωτή ἐστιν ἡ γῆ,‘ ἢ ἄρχεται ἀπὸ | 90 | |
5 | ἀληθοῦς καὶ λήγει ἐπὶ ψεῦδος, οἷον ‘εἰ ἔστιν ἡ γῆ, πέταται ἡ γῆ‘, ἢ ἄρχεται ἀπὸ ψεύδους καὶ λήγει ἐπὶ ἀληθές, οἷον ‘εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ‘. τούτων δὲ μόνον τὸ ἀπὸ ἀληθοῦς ἀρχόμενον καὶ λῆγον ἐπὶ ψεῦδος μοχθη‐ | |
Pyrr.2.106 | ρὸν εἶναί φασιν, τὰ δ’ ἄλλα ὑγιῆ. προκαθηγούμενον δὲ λέγουσι τὸ ἐν συνημμένῳ ἀρχομένῳ ἀπὸ ἀληθοῦς καὶ λήγοντι ἐπὶ ἀληθὲς ἡγούμενον. ἐκκαλυπτικὸν δέ ἐστι τοῦ λήγοντος, ἐπεὶ τὸ ‘γάλα ἔχει αὕτη‘ τοῦ ‘κε‐ | |
5 | κύηκεν αὕτη‘ δηλωτικὸν εἶναι δοκεῖ ἐν τούτῳ τῷ συνημ‐ | |
Pyrr.2.107 | μένῳ ‘εἰ γάλα ἔχει αὕτη, κεκύηκεν αὕτη‘. ταῦτα μὲν οὗτοι· ἡμεῖς δὲ λέγομεν πρῶτον, ὅτι ἄδηλόν ἐστιν, εἰ ἔστι 〈τι〉 λεκτόν. ἐπεὶ γὰρ τῶν δογματικῶν οἱ μὲν Ἐπι‐ κούρειοί φασι μὴ εἶναί 〈τι〉 λεκτὸν, οἱ | |
5 | δὲ Στωικοὶ εἶναι, ὅταν λέγωσιν οἱ Στωικοὶ εἶναί τι λεκτόν, ἤτοι μόνῃ φάσει χρῶνται ἢ καὶ ἀποδείξει. ἀλλ’ εἰ μὲν φάσει, ἀντιθήσουσιν αὐτοῖς οἱ Ἐπικούρειοι φάσιν τὴν λέγουσαν, ὅτι οὐκ ἔστι τι λεκτόν· εἰ δὲ ἀπόδειξιν παραλήψονται, ἐπεὶ ἐξ ἀξιωμάτων συνέστηκε λεκτῶν ἡ ἀπόδειξις, ἐκ τῶν λεκτῶν | |
10 | δὲ συνεστῶσα οὐ δυνήσεται πρὸς πίστιν τοῦ λεκτὸν εἶναι παραλαμβάνεσθαι (ὁ γὰρ μὴ διδοὺς εἶναι λεκτὸν πῶς συγ‐ | |
Pyrr.2.108 | χωρήσει σύστημα λεκτῶν ὑπάρχειν;) —διὰ τοῦ ζητουμέ‐ νου τοίνυν τὸ ζητούμενον πιστοῦσθαι βούλεται ὁ ἐκ τῆς ὑπάρξεως τοῦ συστήματος τῶν λεκτῶν εἶναί τι λεκτὸν πειρώμενος κατασκευάζειν. εἰ οὖν μήτε ἁπλῶς μήτε δι’ | |
5 | ἀποδείξεως ἐνδέχεται παριστᾶν ὅτι ἔστι τι λεκτόν, ἄδηλόν ἐστιν ὅτι ἔστι τι λεκτόν. ὁμοίως δὲ καὶ εἰ ἔστιν ἀξίωμα· | |
Pyrr.2.109 | λεκτὸν γάρ ἐστι τὸ ἀξίωμα. μήποτε δὲ καὶ εἰ καθ’ ὑπό‐ θεσιν εἶναί τι λεκτὸν δοθείη, τὸ ἀξίωμα ἀνύπαρκτον εὑ‐ ρίσκεται, συνεστηκὸς ἐκ λεκτῶν μὴ συνυπαρχόντων ἀλλή‐ λοις. οἷον γοῦν ἐπὶ τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν‘, ὅτε | |
5 | λέγω τὸ ‘ἡμέρα ἔστιν‘, οὐδέπω ἔστι τὸ ‘φῶς ἔστιν‘, καὶ ὅτε λέγω τὸ ‘φῶς ἔστιν‘, οὐκέτι ἔστι τὸ ‘ἡμέρα ἔστιν‘. εἰ οὖν τὰ μὲν συγκείμενα ἔκ τινων ἀδύνατον ὑπάρχειν μὴ συνυπαρχόντων ἀλλήλοις τῶν μερῶν αὐτῶν, τὰ δὲ ἐξ ὧν σύγκειται τὸ ἀξίωμα οὐ συνυπάρχει ἀλλήλοις, οὐχ ὑπάρξει | 91 |
Pyrr.2.110 | τὸ ἀξίωμα. ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν, τὸ ὑγιὲς συ‐ νημμένον ἀκατάληπτον εὑρεθήσεται. ὁ μὲν γὰρ Φίλων φη‐ σὶν ὑγιὲς εἶναι συνημμένον τὸ μὴ ἀρχόμενον ἀπὸ ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος, οἷον ἡμέρας οὔσης καὶ | |
5 | ἐμοῦ διαλεγομένου τὸ ‘εἰ ἡμέρα ἔστιν, ἐγὼ διαλέγομαι‘, ὁ δὲ Διόδωρος, ὃ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται ἀρχό‐ μενον ἀπὸ ἀληθοῦς λήγειν ἐπὶ ψεῦδος· καθ’ ὃν τὸ μὲν εἰρημένον συνημμένον ψεῦδος εἶναι δοκεῖ, ἐπεὶ ἡμέ‐ ρας μὲν οὔσης ἐμοῦ δὲ σιωπήσαντος ἀπὸ ἀληθοῦς ἀρξά‐ | |
Pyrr.2.111 | μενον ἐπὶ ψεῦδος καταλήξει, ἐκεῖνο δὲ ἀληθές ‘εἰ οὐκ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα, ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα‘· ἀεὶ γὰρ ἀπὸ ψεύδους ἀρχόμενον τοῦ ‘οὐκ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα‘ εἰς ἀληθὲς καταλήξει κατ’ | |
5 | αὐτὸν τὸ ‘ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα‘. οἱ δὲ τὴν συ‐ νάρτησιν εἰσάγοντες ὑγιὲς εἶναί φασι συνημμένον, ὅταν τὸ ἀντικείμενον τῷ ἐν αὐτῷ λήγοντι μάχηται τῷ ἐν αὐτῷ ἡγουμένῳ· καθ’ οὓς τὰ μὲν εἰρημένα συνημμένα ἔσται μοχθηρά, ἐκεῖνο δὲ ἀληθές ‘εἰ ἡμέρα ἔστιν, ἡμέρα | |
Pyrr.2.112 | ἔστιν‘. οἱ δὲ τῇ ἐμφάσει κρίνοντές φασιν ὅτι ἀληθές ἐστι συνημμένον οὗ τὸ λῆγον ἐν τῷ ἡγουμένῳ περιέχεται δυνάμει· καθ’ οὓς τὸ ‘εἰ ἡμέρα ἔστιν, ἡμέρα ἔστι‘ καὶ πᾶν τὸ διαφορούμενον [ἀξίωμα] συνημμένον ἴσως ψεῦδος ἔσται· | |
Pyrr.2.113 | αὐτὸ γάρ τι ἐν ἑαυτῷ περιέχεσθαι ἀμήχανον. ταύτην τοίνυν τὴν διαφωνίαν ἐπικριθῆναι ἀμήχανον ἴσως εἶναι δόξει. οὔτε γὰρ ἀναποδείκτως προκρίνοντές τινα τῶν στάσεων τῶν προειρημένων πιστοὶ ἐσόμεθα οὔτε μετὰ ἀποδείξεως. καὶ | |
5 | γὰρ ἡ ἀπόδειξις ὑγιὴς εἶναι δοκεῖ, ὅταν ἀκολουθῇ τῇ διὰ τῶν λημμάτων αὐτῆς συμπλοκῇ τὸ συμπέρασμα αὐτῆς ὡς λῆγον ἡγουμένῳ, οἷον οὕτως ‘εἰ ἡμέρα ἔστιν, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν. εἴπερ ἡμέρα ἔστι, | 92 |
Pyrr.2.114 | φῶς ἔστιν· καὶ ἡμέρα ἔστι καὶ φῶς ἔστιν‘. ζητουμένου δὲ περὶ τοῦ πῶς κρινοῦμεν τὴν ἀκολουθίαν τοῦ λήγοντος πρὸς τὸ ἡγούμενον, ὁ διάλληλος εὑρίσκεται τρόπος. ἵνα μὲν γὰρ ἡ κρίσις τοῦ συνημμένου ἀποδειχθῇ, τὸ συμ‐ | |
5 | πέρασμα τοῖς λήμμασι τῆς ἀποδείξεως ἀκολουθεῖ, ὡς προει‐ ρήκαμεν· ἵνα δὲ πάλιν τοῦτο πιστευθῇ, δεῖ τὸ συνημμέ‐ | |
Pyrr.2.115 | νον καὶ τὴν ἀκολουθίαν ἐπικεκρίσθαι· ὅπερ ἄτοπον. ἀκα‐ τάληπτον ἄρα τὸ ὑγιὲς συνημμένον. ἀλλὰ καὶ τὸ προκαθηγούμενον ἄπορόν ἐστιν. τὸ μὲν γὰρ προκα‐ θηγούμενον, ὥς φασιν, ἐστὶ τὸ ἡγούμενον ἐν τοι‐ | |
5 | ούτῳ συνημμένῳ, ὃ ἄρχεται ἀπὸ ἀληθοῦς καὶ | |
Pyrr.2.116 | λήγει ἐπὶ ἀληθές. εἰ δὲ ἐκκαλυπτικόν ἐστι τοῦ λήγοντος τὸ σημεῖον, ἤτοι πρόδηλόν ἐστι τὸ λῆγον ἢ ἄδηλον. εἰ μὲν οὖν πρόδηλον, οὐδὲ τοῦ ἐκκαλύψοντος δεήσεται, ἀλλὰ συγ‐ καταληφθήσεται αὐτῷ, καὶ οὐκ ἔσται αὐτοῦ σημειωτόν, διόπερ | |
5 | οὐδὲ ἐκεῖνο τούτου σημεῖον. εἰ δὲ ἄδηλον, ἐπεὶ περὶ τῶν ἀδή‐ λων διαπεφώνηται ἀνεπικρίτως, ποῖα μέν ἐστιν αὐτῶν ἀληθῆ ποῖα δὲ ψευδῆ, καὶ ὅλως εἰ ἔστι τι αὐτῶν ἀληθές, ἄδηλον ἔσται, εἰ εἰς ἀληθὲς λήγει τὸ συνημμένον. ᾧ συνεισέρχεται καὶ τὸ ἄδηλον εἶναι εἰ προκαθηγεῖται τὸ ἐν αὐτῷ ἡγούμενον. | |
Pyrr.2.117 | ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν, οὐ δύναται ἐκκαλυπτικὸν εἶναι τοῦ λήγοντος, εἴγε πρὸς τὸ σημεῖόν ἐστι τὸ σημειω‐ τὸν καὶ διὰ τοῦτο συγκαταλαμβάνεται αὐτῷ. τὰ γὰρ πρός τι ἀλλήλοις συγκαταλαμβάνεται· καὶ ὥσπερ τὸ δεξιὸν πρὸ | |
5 | τοῦ ἀριστεροῦ ὡς δεξιὸν ἀριστεροῦ καταληφθῆναι οὐ δύνα‐ ται, οὐδὲ ἀνάπαλιν, καὶ ἐπὶ τῶν ἄλλων τῶν πρός τι πα‐ ραπλησίως, οὕτως οὐδὲ τὸ σημεῖον πρὸ τοῦ σημειωτοῦ | |
Pyrr.2.118 | ὡς σημειωτοῦ καταληφθῆναι δυνατὸν ἔσται. εἰ δ’ οὐ προ‐ | |
καταλαμβάνεται τὸ σημεῖον τοῦ σημειωτοῦ, οὐδὲ ἐκκαλυπτικὸν αὐτοῦ δύναται ὑπάρχειν τοῦ ἅμα αὐτῷ καὶ μὴ μετ’ αὐτὸ καταλαμβανομένου. οὐκοῦν καὶ ὅσον ἐπὶ τοῖς κοινότερον λε‐ | 93 | |
5 | γομένοις ὑπὸ τῶν ἑτεροδόξων ἀνεπινόητόν ἐστι τὸ σημεῖον. καὶ γὰρ πρός τι καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ, πρὸς ᾧ | |
Pyrr.2.119 | φασιν αὐτὸ εἶναι, τοῦτο εἶναι λέγουσιν. ὅθεν εἰ μὲν πρός τι ἐστὶ καὶ πρὸς τῷ σημειωτῷ, συγκαταλαμβάνεσθαι πάν‐ τως ὀφείλει τῷ σημειωτῷ, καθάπερ τὸ ἀριστερὸν τῷ δεξιῷ καὶ τὸ ἄνω τῷ κάτω καὶ τὰ ἄλλα 〈τὰ〉 πρός τι. εἰ δὲ ἐκκα‐ | |
5 | λυπτικόν ἐστι τοῦ σημειωτοῦ, προκαταλαμβάνεσθαι αὐτοῦ πάντως ὀφείλει, ἵνα προεπιγνωσθὲν εἰς ἔννοιαν ἡμᾶς | |
Pyrr.2.120 | ἀγάγῃ τοῦ ἐξ αὐτοῦ γινωσκομένου πράγματος. ἀδύνατον δὲ ἐννοῆσαι πρᾶγμα μὴ δυνάμενον πρὸ ἐκείνου γνωσθῆ‐ ναι, οὗ προκαταλαμβάνεσθαι ἀνάγκην ἔχει· ἀδύνατον ἄρα ἐπινοεῖν τι καὶ πρός τι ὂν καὶ ἐκκαλυπτικὸν ἐκείνου ὑπάρ‐ | |
5 | χον πρὸς ᾧ νοεῖται. τὸ δὲ σημεῖον καὶ πρός τι φασὶν εἶναι καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ· ἀδύνατον ἄρα ἐστὶν ἐπινοῆσαι τὸ σημεῖον. | |
Pyrr.2.121 | Πρὸς τούτοις κἀκεῖνο λεκτέον. διαφωνία γέγονε παρὰ τοῖς πρὸ ἡμῶν, τῶν μὲν λεγόντων εἶναί τι σημεῖον ἐν‐ δεικτικόν, τῶν δὲ μηδὲν εἶναι σημεῖον ἐνδεικτικὸν φασκόν‐ των. ὁ λέγων οὖν εἶναί τι σημεῖον ἐνδεικτικὸν ἤτοι ἁπλῶς | |
5 | ἐρεῖ καὶ ἀναποδείκτως, ψιλῇ φάσει χρώμενος, ἢ μετὰ ἀπο‐ δείξεως. ἀλλ’ εἰ μὲν φάσει μόνῃ χρήσεται, ἄπιστος ἔσται, εἰ δὲ ἀποδεῖξαι βουλήσεται, τὸ ζητούμενον συναρπάσει. | |
Pyrr.2.122 | ἐπεὶ γὰρ ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι λέγεται, ἀμ‐ φισβητουμένου τοῦ πότερον ἔστι τι σημεῖον ἢ οὐκ ἔστιν, ἀμφισβήτησις ἔσται καὶ περὶ τοῦ πότερον ἔστιν ἀπόδειξις ἢ οὐδαμῶς, ὥσπερ καθ’ ὑπόθεσιν ζητουμένου εἰ ἔστι ζῷον, | |
5 | ζητεῖται καὶ περὶ τοῦ εἰ ἔστιν ἄνθρωπος· ζῷον γὰρ ὁ ἄν‐ θρωπος. ἄτοπον δὲ τὸ ζητούμενον διὰ τοῦ ἐπ’ ἴσης ζη‐ τουμένου ἢ δι’ ἑαυτοῦ ἀποδεικνύναι· οὐδὲ δι’ ἀποδείξεως | |
Pyrr.2.123 | ἄρα δυνήσεταί τις διαβεβαιοῦσθαι, ὅτι ἔστι σημεῖον. εἰ δὲ | |
μήτε ἁπλῶς μήτε μετὰ ἀποδείξεως οἷόν τέ ἐστι περὶ τοῦ σημείου διαβεβαιωτικῶς ἀποφαίνεσθαι, ἀδύνατόν ἐστι περὶ αὐτοῦ καταληπτικὴν ἀπόφασιν ποιήσασθαι· εἰ δὲ μὴ κα‐ | 94 | |
5 | ταλαμβάνεται μετὰ ἀκριβείας τὸ σημεῖον, οὐδὲ σημαντι‐ κὸν εἶναι λεχθήσεταί τινος ἅτε δὴ μηδὲ αὐτὸ ὁμολογού‐ μενον· διὰ δὲ τοῦτο οὐδὲ σημεῖον ἔσται. ὅθεν καὶ κατὰ τοῦτον τὸν ἐπιλογισμὸν ἀνύπαρκτον ἔσται τὸ σημεῖον καὶ ἀνεπινόητον. | |
Pyrr.2.124 | Ἔτι μέντοι κἀκεῖνο ῥητέον. ἤτοι φαινόμενα μόνον ἐστὶ τὰ σημεῖα ἢ ἄδηλα μόνον, ἢ τῶν σημείων τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα. οὐδὲν δὲ τούτων ἐστὶν ὑγιές· οὐκ ἄρα ἔστι σημεῖον. ὅτι μὲν οὖν ἄδηλα οὐκ ἔστι πάντα | |
5 | τὰ σημεῖα, ἐντεῦθεν δείκνυται. τὸ ἄδηλον οὐκ ἐξ ἑαυτοῦ φαίνεται, ὡς οἱ δογματικοί φασιν, ἀλλὰ δι’ ἑτέρου ὑπο‐ πίπτει. καὶ τὸ σημεῖον οὖν, εἰ ἄδηλον εἴη, ἑτέρου δεήσε‐ ται σημείου ἀδήλου, ἐπεὶ μηδὲν φαινόμενόν ἐστι σημεῖον κατὰ τὴν προκειμένην ὑπόθεσιν, κἀκεῖνο ἄλλου, καὶ μέχρις | |
10 | ἀπείρου. ἀδύνατον δὲ ἄπειρα σημεῖα λαμβάνειν· ἀδύνατον ἄρα τὸ σημεῖον καταληφθῆναι ἄδηλον ὄν. διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτον ἔσται, μὴ δυνάμενον σημαίνειν τι καὶ ση‐ | |
Pyrr.2.125 | μεῖον εἶναι διὰ τὸ μὴ καταλαμβάνεσθαι. εἰ δὲ πάντα τὰ σημεῖα φαινόμενά ἐστιν, ἐπεὶ καὶ πρός τι ἐστὶ τὸ σημεῖον καὶ πρὸς τῷ σημειωτῷ, τὰ δὲ πρός τι συγκαταλαμβάνεται ἀλλήλοις, τὰ σημειωτὰ εἶναι λεγόμενα σὺν τοῖς φαινομέ‐ | |
5 | νοις καταλαμβανόμενα φαινόμενα ἔσται· ὥσπερ γὰρ ἅμα ὑποπιπτόντων τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ οὐ μᾶλλον τὸ δεξιὸν τοῦ ἀριστεροῦ ἢ τὸ ἀριστερὸν τοῦ δεξιοῦ φαί‐ νεσθαι λέγεται, οὕτω συγκαταλαμβανομένων τοῦ τε ση‐ μείου καὶ τοῦ σημειωτοῦ οὐ μᾶλλον τὸ σημεῖον ἢ τὸ ση‐ | |
Pyrr.2.126 | μειωτὸν φαίνεσθαι ῥητέον. εἰ δὲ φαινόμενόν ἐστι τὸ ση‐ μειωτόν, οὐδὲ σημειωτὸν ἔσται μὴ δεόμενον τοῦ σημα‐ νοῦντος αὐτὸ καὶ ἐκκαλύψοντος. ὅθεν ὥσπερ ἀναιρουμέ‐ νου δεξιοῦ οὐδὲ ἀριστερὸν ἔστιν, οὕτως ἀναιρουμένου τοῦ | |
5 | σημειωτοῦ οὐδὲ σημεῖον εἶναι δύναται, ὥστε ἀνύπαρκτον εὑρίσκεται τὸ σημεῖον, εἴπερ φαινόμενα μόνα εἶναι λέγοι | 95 |
Pyrr.2.127 | τις τὰ σημεῖα. λείπεται λέγειν, ὅτι τῶν σημείων τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα· καὶ οὕτως δὲ αἱ ἀπορίαι μέ‐ νουσιν. τῶν τε γὰρ φαινομένων σημείων τὰ σημειωτὰ εἶναι λεγόμενα φαινόμενα ἔσται, καθὰ προειρήκαμεν, καὶ | |
5 | μὴ δεόμενα τοῦ σημανοῦντος οὐδὲ σημειωτὰ ὅλως ὑπάρ‐ ξει, ὅθεν οὐδὲ ἐκεῖνα σημεῖα ἔσται, μηδὲν σημαίνοντα· | |
Pyrr.2.128 | τά τε ἄδηλα σημεῖα χρῄζοντα τῶν ἐκκαλυψόντων αὐτά, ἐὰν μὲν ὑπὸ ἀδήλων σημαίνεσθαι λέγηται, εἰς ἄπειρον ἐκπίπτοντος τοῦ λόγου ἀκατάληπτα εὑρίσκεται καὶ διὰ τοῦτο ἀνύπαρκτα, ὡς προειρήκαμεν· ἐὰν δὲ ὑπὸ φαινο‐ | |
5 | μένων, φαινόμενα ἔσται σὺν τοῖς φαινομένοις αὐτῶν ση‐ μείοις καταλαμβανόμενα, διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτα. ἀδύνατον γὰρ εἶναί τι πρᾶγμα, ὃ καὶ ἄδηλόν ἐστι φύ‐ σει καὶ φαινόμενον, τὰ δὲ σημεῖα περὶ ὧν ἐστιν ὁ λόγος, ἄδηλα ὑποτεθέντα, φαινόμενα εὑρέθη κατὰ τὴν περιτρο‐ | |
Pyrr.2.129 | πὴν τοῦ λόγου. εἰ οὖν μήτε πάντα τὰ σημεῖα φαινό‐ μενά ἐστι μήτε πάντα ἄδηλα, μήτε τῶν σημείων τινὰ μέν ἐστι φαινόμενα, τινὰ δὲ ἄδηλα, καὶ παρὰ ταῦτα οὐδὲν ἔστιν, ὡς καὶ αὐτοί φασιν, ἀνύπαρκτα ἔσται τὰ λεγόμενα | |
5 | σημεῖα. | |
Pyrr.2.130 | Ταῦτα μὲν οὖν ὀλίγα ἀπὸ πολλῶν ἀρκέσει νῦν εἰρῆ‐ σθαι πρὸς ὑπόμνησιν τοῦ μὴ εἶναι σημεῖον ἐνδεικτικόν· ἑξῆς δὲ καὶ τὰς ὑπομνήσεις τοῦ εἶναί τι σημεῖον ἐκθησό‐ μεθα, ἵνα τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων λόγων πα‐ | |
5 | ραστήσωμεν. ἤτοι οὖν σημαίνουσί τι αἱ κατὰ τοῦ ση‐ μείου φωναὶ φερόμεναι ἢ οὐδὲν σημαίνουσιν. καὶ εἰ μὲν ἄσημοί εἰσιν, πῶς ἂν κινήσειαν τὴν ὕπαρξιν τοῦ σημείου; | |
Pyrr.2.131 | εἰ δὲ σημαίνουσί τι, ἔστι σημεῖον. ἔτι ἤτοι ἀποδεικτικοί εἰσιν οἱ λόγοι οἱ κατὰ τοῦ σημείου ἢ οὐκ ἀποδεικτικοί. ἀλλ’ εἰ μὲν οὐκ ἀποδεικτικοί, οὐκ ἀποδεικνύουσι τὸ μὴ εἶναι σημεῖον· εἰ δὲ ἀποδεικτικοί, ἐπεὶ ἡ ἀπόδειξις τῷ γέ‐ | |
5 | νει σημεῖόν ἐστιν, ἐκκαλυπτικὴ οὖσα τοῦ συμπεράσματος, ἔσται σημεῖον. ὅθεν καὶ συνερωτᾶται λόγος τοιοῦτος· εἰ ἔστι τι σημεῖον, ἔστι σημεῖον, καὶ εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον· τὸ γὰρ μὴ εἶναι σημεῖον δι’ ἀποδείξεως, ἣ δή ἐστι σημεῖον, δείκνυται. ἤτοι δὲ ἔστι σημεῖον ἢ οὐκ ἔστι | 96 |
Pyrr.2.132 | σημεῖον· ἔστιν ἄρα σημεῖον. τούτῳ δὲ τῷ λόγῳ παρά‐ κειται τοιοῦτος λόγος. εἰ οὐκ ἔστι τι σημεῖον, οὐκ ἔστι σημεῖον· καὶ εἰ ἔστι σημεῖον ὅ φασιν οἱ δογματικοὶ ση‐ μεῖον εἶναι, οὐκ ἔστι σημεῖον. τὸ γὰρ σημεῖον περὶ οὗ ὁ | |
5 | λόγος, κατὰ τὴν ἐπίνοιαν αὐτοῦ καὶ πρός τι εἶναι λεγόμε‐ νον καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ, ἀνύπαρκτον εὑρίσκε‐ | |
Pyrr.2.133 | ται, ὡς παρεστήσαμεν. ἤτοι δὲ ἔστι σημεῖον ἢ οὐκ ἔστι σημεῖον· οὐκ ἄρα ἔστι σημεῖον. καὶ περὶ τῶν φωνῶν δὲ τῶν ὑπὲρ τοῦ σημείου αὐτοὶ ἀποκρινάσθωσαν οἱ δογμα‐ τικοί, πότερον σημαίνουσί τι ἢ οὐδὲν σημαίνουσιν. εἰ μὲν | |
5 | γὰρ οὐδὲν σημαίνουσιν, οὐ πιστοῦται τὸ εἶναι σημεῖον· εἰ δὲ σημαίνουσιν, ἀκολουθήσει αὐταῖς τὸ σημειωτόν. τοῦτο δὲ ἦν τὸ εἶναί τι σημεῖον· ᾧ ἕπεται τὸ 〈μὴ〉 εἶναι ση‐ μεῖον, ὡς ὑπεμνήσαμεν, κατὰ τὴν τοῦ λόγου περιτροπήν. Πλὴν ἀλλ’ οὕτω πιθανῶν καὶ πρὸς τὸ εἶναι σημεῖον | |
10 | καὶ πρὸς τὸ μὴ εἶναι λόγων φερομένων, οὐ μᾶλλον εἶναι σημεῖον ἢ μὴ εἶναι ῥητέον. | |
Pyrr.2.134(t1) | ιβʹ περὶ ἀποδείξεως. | |
1 | Φανερὸν μὲν οὖν ἐκ τούτων, ὅτι οὐδὲ ἡ ἀπόδειξις ὁμο‐ λογούμενόν τι πρᾶγμά ἐστιν· εἰ γὰρ περὶ τοῦ σημείου ἐπέχομεν, καὶ ἡ ἀπόδειξις δὲ σημεῖόν τί ἐστι, καὶ περὶ τῆς ἀποδείξεως ἐπέχειν ἀνάγκη. καὶ γὰρ εὑρήσομεν τοὺς | |
5 | περὶ τοῦ σημείου λόγους ἠρωτημένους ἐφαρμόζεσθαι δυ‐ ναμένους καὶ κατὰ τῆς ἀποδείξεως, ἐπεὶ καὶ πρός τι εἶναι δοκεῖ καὶ ἐκκαλυπτικὴ τοῦ συμπεράσματος, οἷς ἠκολούθει | |
Pyrr.2.135 | τὰ πρὸς τὸ σημεῖον ἡμῖν εἰρημένα σχεδὸν ἅπαντα. εἰ δὲ | |
δεῖ καὶ ἰδίως περὶ ἀποδείξεως εἰπεῖν, συντόμως ἐπελεύ‐ σομαι τὸν περὶ αὐτῆς λόγον, πρότερον σαφηνίσαι πειραθεὶς διὰ βραχέων, τί φασιν εἶναι τὴν ἀπόδειξιν. | 97 | |
5 | Ἔστιν οὖν, ὡς φασίν, ἡ ἀπόδειξις λόγος δι’ ὁμο‐ λογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφο‐ ρὰν ἐκκαλύπτων ἄδηλον. σαφέστερον δὲ ὃ λέγου‐ σιν ἔσται διὰ τούτων. λόγος ἐστὶ σύστημα ἐκ λημ‐ | |
Pyrr.2.136 | μάτων καὶ ἐπιφορᾶς· τούτου δὲ λήμματα μὲν εἶναι λέγεται τὰ πρὸς κατασκευὴν τοῦ συμπεράσματος συμφώνως λαμβανόμενα ἀξιώματα, ἐπιφορὰ δὲ [συμπέρασμα] τὸ ἐκ τῶν λημμάτων κατασκευαζό‐ | |
5 | μενον ἀξίωμα. οἷον ἐν τούτῳ τῷ 〈λόγῳ〉 ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν‘ τὸ μὲν ‘φῶς ἄρα ἔστιν‘ συμπέρασμά ἐστι, τὰ δὲ λοιπὰ λήμματα. | |
Pyrr.2.137 | τῶν δὲ λόγων οἱ μέν εἰσι συνακτικοὶ οἱ δὲ ἀσύνακτοι, συν‐ ακτικοὶ μέν, ὅταν τὸ συνημμένον τὸ ἀρχόμενον μὲν ἀπὸ τοῦ διὰ τῶν τοῦ λόγου λημμάτων συμπεπλεγμένου, λῆ‐ γον δὲ εἰς τὴν ἐπιφορὰν αὐτοῦ, ὑγιὲς ᾖ, οἷον ὁ προειρη‐ | |
5 | μένος λόγος συνακτικός ἐστιν, ἐπεὶ τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ταύτῃ ‘ἡμέρα ἔστι, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν‘ ἀκολουθεῖ τὸ ‘φῶς ἔστιν‘ ἐν τούτῳ τῷ συνημ‐ μένῳ ‘[εἰ] ἡμέρα ἔστι, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν.‘ ἀσύν‐ | |
Pyrr.2.138 | ακτοι δὲ οἱ μὴ οὕτως ἔχοντες. τῶν δὲ συνακτικῶν οἱ μέν εἰσιν ἀληθεῖς οἱ δὲ οὐκ ἀληθεῖς, ἀληθεῖς μέν, ὅταν μὴ μόνον τὸ συνημμένον ἐκ τῆς τῶν λημμάτων συμπλοκῆς καὶ τῆς ἐπιφορᾶς, ὡς προειρήκαμεν, ὑγιὲς ᾖ, ἀλλὰ καὶ τὸ | |
5 | συμπέρασμα καὶ τὸ διὰ τῶν λημμάτων αὐτοῦ συμπε‐ πλεγμένον ἀληθὲς ὑπάρχῃ, ὅ ἐστιν ἡγούμενον ἐν τῷ συ‐ νημμένῳ. ἀληθὲς δὲ συμπεπλεγμένον ἐστὶ τὸ πάντα ἔχον ἀληθῆ, ὡς τὸ ‘ἡμέρα ἔστι, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν.‘ | |
Pyrr.2.139 | οὐκ ἀληθεῖς δὲ οἱ μὴ οὕτως ἔχοντες. ὁ γὰρ τοιοῦτος λό‐ | |
γος ‘εἰ νὺξ ἔστι, σκότος ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· σκότος ἄρα ἔστιν‘ συνακτικὸς μέν ἐστιν, ἐπεὶ τὸ συνημμένον τοῦτο ὑγιές ἐστιν ‘[εἰ] νὺξ ἔστι, καὶ εἰ νὺξ ἔστι, σκότος | 98 | |
5 | 〈ἔστιν· σκότοσ〉 ἄρα ἔστιν‘, οὐ μέντοι ἀληθής. τὸ γὰρ ἡγού‐ μενον συμπεπλεγμένον ψεῦδός ἐστι, τὸ ‘νὺξ ἔστι, καὶ εἰ νὺξ ἔστι, σκότος ἔστι,‘ ψεῦδος ἔχον ἐν ἑαυτῷ τὸ ‘νὺξ ἔστιν·‘ ψεῦδος γάρ ἐστι συμπεπλεγμένον τὸ ἔχον ἐν ἑαυτῷ ψεῦδος. ἔνθεν καὶ ἀληθῆ λόγον εἶναί φασι τὸν δι’ ἀλη‐ | |
Pyrr.2.140 | θῶν λημμάτων ἀληθὲς συνάγοντα συμπέρασμα. πάλιν δὲ τῶν ἀληθῶν λόγων οἱ μέν εἰσιν ἀποδεικτικοὶ, οἱ δ’ οὐκ ἀποδεικτικοί, καὶ ἀποδεικτικοὶ μὲν οἱ διὰ προδήλων ἄδη‐ λόν τι συνάγοντες, οὐκ ἀποδεικτικοὶ δὲ οἱ μὴ τοιοῦτοι. | |
5 | οἷον ὁ μὲν τοιοῦτος λόγος ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν‘ οὐκ ἔστιν ἀπο‐ δεικτικός· τὸ γὰρ φῶς εἶναι, ὅπερ ἐστὶν αὐτοῦ συμπέρασμα, πρόδηλόν ἐστιν. ὁ δὲ τοιοῦτος ‘εἰ ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας, εἰσὶ νοητοὶ πόροι· ἀλλὰ μὴν ἱδρῶτες ῥέουσι | |
10 | διὰ τῆς ἐπιφανείας· εἰσὶν ἄρα νοητοὶ πόροι‘ ἀποδεικτικός ἐστι, τὸ συμπέρασμα ἔχων ἄδηλον, τὸ ‘εἰσὶν ἄρα νοητοὶ | |
Pyrr.2.141 | πόροι‘. τῶν δὲ ἄδηλόν τι συναγόντων οἱ μὲν ἐφοδευτι‐ κῶς μόνον ἄγουσιν ἡμᾶς διὰ τῶν λημμάτων ἐπὶ τὸ συμ‐ πέρασμα, οἱ δὲ ἐφοδευτικῶς ἅμα καὶ ἐκκαλυπτικῶς. οἷον ἐφοδευτικῶς μὲν οἱ ἐκ πίστεως καὶ μνήμης ἠρτῆσθαι | |
5 | δοκοῦντες, οἷός ἐστιν ὁ τοιοῦτος ‘εἴ τίς σοι 〈θεῶν〉 εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος· οὑτοσὶ δὲ ὁ θεός (δείκνυμι δὲ καθ’ ὑπόθεσιν τὸν Δία) εἶπέ σοι ὅτι πλου‐ τήσει οὗτος· πλουτήσει ἄρα οὗτοσ‘· συγκατατιθέμεθα γὰρ τῷ συμπεράσματι οὐχ οὕτως διὰ τὴν τῶν λημμάτων | |
Pyrr.2.142 | ἀνάγκην ὡς πιστεύοντες τῇ τοῦ θεοῦ ἀποφάσει. οἱ δὲ οὐ μόνον ἐφοδευτικῶς ἀλλὰ καὶ ἐκκαλυπτικῶς ἄγουσιν ἡμᾶς ἐπὶ τὸ συμπέρασμα, ὡς ὁ τοιοῦτος ‘εἰ ῥέουσι διὰ τῆς ἐπιφανείας ἱδρῶτες, εἰσὶ νοητοὶ πόροι. ἀλλὰ μὴν τὸ πρῶ‐ | |
5 | τον· τὸ δεύτερον ἄρα·‘ τὸ γὰρ ῥεῖν τοὺς ἱδρῶτας ἐκκα‐ λυπτικόν ἐστι τοῦ πόρους εἶναι, διὰ τὸ προειλῆφθαι ὅτι | 99 |
Pyrr.2.143 | διὰ ναστοῦ σώματος ὑγρὸν οὐ δύναται φέρεσθαι. ἡ οὖν ἀπόδειξις καὶ λόγος εἶναι ὀφείλει καὶ συνακτικὸς καὶ ἀλη‐ θὴς καὶ ἄδηλον ἔχων συμπέρασμα [καὶ] ἐκκαλυπτόμενον ὑπὸ τῆς δυνάμεως τῶν λημμάτων, καὶ διὰ τοῦτο εἶναι | |
5 | λέγεται ἀπόδειξις λόγος δι’ ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον. διὰ τούτων μὲν οὖν σαφηνίζειν εἰώθασι τὴν ἔννοιαν τῆς ἀποδείξεως. | |
Pyrr.2.144(t1) | ιγʹ εἰ ἔστιν ἀπόδειξις. | |
1 | Ὅτι δὲ ἀνύπαρκτός ἐστιν ἡ ἀπόδειξις, ἀπ’ αὐτῶν ὧν λέγουσιν ἐπιλογίζεσθαι δυνατόν, ἕκαστον τῶν περι‐ εχομένων ἐν τῇ ἐννοίᾳ διατρέποντα. οἷον γοῦν ὁ λόγος σύγκειται ἐξ ἀξιωμάτων, τὰ δὲ σύνθετα πράγματα οὐ | |
5 | δύναται ὑπάρχειν, ἐὰν μὴ τὰ ἐξ ὧν συνέστηκεν ἀλλήλοις συνυπάρχῃ, ὡς πρόδηλον ἀπὸ κλίνης καὶ τῶν παραπλη‐ σίων, τὰ δὲ μέρη τοῦ λόγου ἀλλήλοις οὐ συνυπάρχει. ὅτε γὰρ λέγομεν τὸ πρῶτον λῆμμα, οὐδέπω ὑπάρχει οὔτε τὸ ἕτερον λῆμμα οὔτε ἡ ἐπιφορά· ὅτε δὲ τὸ δεύτερόν φαμεν, | |
10 | τὸ μὲν πρότερον λῆμμα οὐκέτι ὑπάρχει, ἡ δὲ ἐπιφορὰ οὐδέπω ἔστιν· ὅτε δὲ τὴν ἐπιφορὰν προφερόμεθα, τὰ λήμ‐ ματα αὐτῆς οὐκέτι ὑφέστηκεν. οὐ συνυπάρχει ἄρα ἀλλή‐ λοις τὰ μέρη τοῦ λόγου· ὅθεν οὐδὲ ὁ λόγος ὑπάρχειν δόξει. | |
Pyrr.2.145 | χωρὶς δὲ τούτων ὁ συνακτικὸς λόγος ἀκατάληπτός ἐστιν· εἰ γὰρ οὗτος κρίνεται ἀπὸ τῆς τοῦ συνημμένου ἀκολου‐ θίας, ἡ δὲ κατὰ τὸ συνημμένον ἀκολουθία ἀνεπικρίτως διαπεφώνηται καὶ ἔστιν ἴσως ἀκατάληπτος, ὡς ἐν τῷ περὶ | |
5 | σημείου λόγῳ ὑπεμνήσαμεν, καὶ ὁ συν‐ | |
Pyrr.2.146 | ακτικὸς λόγος ἀκατάληπτος ἔσται. οἵ γε μὴν διαλεκτικοί φασιν ἀσύνακτον λόγον γίγνεσθαι ἤτοι παρὰ διάρ‐ τησιν ἢ παρὰ ἔλλειψιν ἢ παρὰ τὸ κατὰ μοχθηρὸν ἠρωτῆσθαι σχῆμα ἢ κατὰ παρολκήν. οἷον κατὰ διάρ‐ | |
5 | τησιν μὲν, ὅταν μὴ ἔχῃ τὰ λήμματα ἀκολουθίαν πρὸς | |
ἄλληλά τε καὶ τὴν ἐπιφοράν, ὡς ὁ τοιοῦτος ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν πυροὶ ἐν ἀγορᾷ πωλοῦν‐ | 100 | |
Pyrr.2.147 | ται· Δίων ἄρα περιπατεῖ‘. παρὰ δὲ παρολκήν, ὅταν εὑ‐ ρίσκηται λῆμμα παρέλκον πρὸς τὴν τοῦ λόγου συναγω‐ γήν, οἷον ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν, ἀλλὰ καὶ Δίων περιπατεῖ· φῶς ἄρα ἔστιν‘. παρὰ | |
5 | δὲ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι, ὅταν μὴ ᾖ τὸ σχῆμα τοῦ λόγου συνακτικόν, οἷον ὄντων συλλογιστικῶν, ὡς φασί, τούτων ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν‘, ‘εἰ ἡμέρα ἔστι, 〈φῶς ἔστιν〉· οὐχὶ δὲ φῶς ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν‘, ὁ λόγος ἀσύνακτός | |
10 | ἐστιν οὗτος ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν φῶς | |
Pyrr.2.148 | ἔστιν· ἡμέρα ἄρα ἔστιν‘. ἐπεὶ γὰρ ἐπαγγέλλεται τὸ συ‐ νημμένον ἐντὸς τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον, εἰκότως τοῦ ἡγουμένου προσλαμβανομένου ἐπάγεται καὶ τὸ λῆγον, καὶ τοῦ λήγοντος ἀνῃρημένου ἀναιρεῖται καὶ | |
5 | τὸ ἡγούμενον· εἰ γὰρ ἦν τὸ ἡγούμενον, ἦν ἂν καὶ τὸ λῆγον. τοῦ δὲ λήγοντος προσλαμβανομένου οὐ πάντως τίθεται καὶ τὸ ἡγούμενον· οὐδὲ γὰρ ὑπισχνεῖτο τὸ συ‐ νημμένον τῷ λήγοντι ἀκολουθεῖν τὸ ἡγούμενον, ἀλλὰ τῷ | |
Pyrr.2.149 | ἡγουμένῳ τὸ λῆγον μόνον. διὰ τοῦτο οὖν ὁ μὲν ἐκ συ‐ νημμένου καὶ τοῦ ἡγουμένου τὸ λῆγον συνάγων συλλογι‐ στικὸς εἶναι λέγεται, καὶ ὁ ἐκ συνημμένου καὶ τοῦ ἀντι‐ κειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τῷ ἡγουμένῳ | |
5 | συνάγων· ὁ δὲ ἐκ συνημμένου καὶ τοῦ λήγοντος τὸ ἡγού‐ μενον συνάγων ἀσύνακτος, ὡς ὁ προειρημένος, παρὸ καὶ ἀληθῶν ὄντων τῶν λημμάτων αὐτοῦ ψεῦδος συνάγει, ὅταν λυχνιαίου φωτὸς ὄντος νυκτὸς λέγηται. τὸ μὲν γὰρ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι‘ συνημμένον ἀληθές ἐστιν, καὶ | |
10 | ἡ ‘ἀλλὰ μὴν φῶς ἔστι‘ πρόσληψις, ἡ δὲ ‘ἡμέρα ἄρα 〈ἔστιν〉‘ | |
Pyrr.2.150 | ἐπιφορὰ ψευδής. κατὰ παράλειψιν δέ ἐστι μοχθηρὸς λό‐ γος, ἐν ᾧ παραλείπεταί τι τῶν πρὸς τὴν συναγωγὴν τοῦ συμπεράσματος χρησιμευόντων· οἷον ὑγιοῦς ὄντος, ὡς οἴονται, τοῦ λόγου τούτου ‘ἤτοι ἀγαθός ἐστιν ὁ πλοῦτος | 101 |
5 | ἢ κακὸς ἢ ἀδιάφορος· οὔτε δὲ κακός ἐστιν οὔτε ἀδιάφο‐ ρος· ἀγαθὸς ἄρα ἐστίν‘, φαῦλός ἐστι παρὰ ἔλλειψιν οὗτος ὁ λόγος ‘ἤτοι ἀγαθός ἐστιν ὁ πλοῦτος ἢ κακός· οὐκ ἔστι | |
Pyrr.2.151 | δὲ κακός· ἀγαθὸς ἄρα ἐστίν‘. ἐὰν οὖν δείξω ὅτι οὐδεμία διαφορὰ τῶν ἀσυνάκτων διακρίνεσθαι δύναται κατ’ αὐτοὺς ἀπὸ τῶν συνακτικῶν, ἔδειξα ὅτι ἀκατάληπτός ἐστιν ὁ συν‐ ακτικὸς λόγος, ὡς περιττὰς εἶναι τὰς κατὰ διαλεκτικὴν 〈παρ’〉 | |
5 | αὐτοῖς φερομένας ἀπειρολογίας. δείκνυμι δὲ οὕτως. | |
Pyrr.2.152 | Ὁ κατὰ διάρτησιν ἀσύνακτος λόγος ἐλέγετο ἐγνωρίσθαι ἐκ τοῦ μὴ ἔχειν ἀκολουθίαν τὰ λήμματα αὐτοῦ πρὸς ἄλ‐ ληλά 〈τε〉 καὶ τὴν ἐπιφοράν. ἐπεὶ οὖν τῆς γνώσεως τῆς ἀκολουθίας ταύτης δεῖ προηγεῖσθαι τὴν κρίσιν τοῦ συνημ‐ | |
5 | μένου, ἀνεπίκριτον δέ ἐστι τὸ συνημμένον, ὡς ἐπελογι‐ σάμην, 〈ἀδιάκριτοσ〉 ἔσται καὶ ὁ κατὰ διάρτησιν ἀσύνακτος | |
Pyrr.2.153 | λόγος. καὶ γὰρ ὁ λέγων κατὰ διάρτησιν ἀσύνακτον εἶναί τινα λόγον, φάσιν μὲν προφερόμενος μόνην ἀντιτιθεμέ‐ νην αὑτῷ φάσιν ἕξει τὴν ἀντικειμένην τῇ προειρημένῃ· ἀποδεικνὺς δὲ διὰ λόγου ἀκούσεται, ὅτι δεῖ τὸν λόγον τοῦ‐ | |
5 | τον πρότερον συνακτικὸν εἶναι, εἶθ’ οὕτως ἀποδεικνύειν, ὅτι ἀσυνάρτητα τὰ λήμματα τοῦ διηρτῆσθαι λεγομένου λόγου. οὐ γνωσόμεθα δὲ εἰ ἔστιν ἀποδεικτικός, μὴ ἔχον‐ τες συνημμένου σύμφωνον κρίσιν, ᾗ κρινοῦμεν εἰ ἀκο‐ λουθεῖ τῇ διὰ τῶν λημμάτων τοῦ λόγου συμπλοκῇ τὸ | |
10 | συμπέρασμα. καὶ κατὰ τοῦτο οὖν οὐχ ἕξομεν διακρίνειν τῶν συνακτικῶν τὸν κατὰ διάρτησιν μοχθηρὸν εἶναι λε‐ | |
Pyrr.2.154 | γόμενον. τὰ δὲ αὐτὰ ἐροῦμεν πρὸς τὸν λέγοντα μοχθηρὸν εἶναι λόγον τινὰ παρὰ τὸ ἐν φαύλῳ σχήματι ἠρωτῆσθαι· ὁ γὰρ κατασκευάζων ὅτι μοχθηρόν τι σχῆμά ἐστιν, οὐχ ἕξει ὁμολογούμενον συνακτικὸν λόγον δι’ οὗ δυνήσεται συνάγειν | 102 |
Pyrr.2.155 | ὅ φησιν. δυνάμει δὲ ἀντειρήκαμεν διὰ τούτων καὶ πρὸς τοὺς πειρωμένους παρ’ ἔλλειψιν ἀσυνάκτους λόγους εἶναι δεικνύναι. εἰ γὰρ ὁ ἐντελὴς 〈καὶ〉 ἀπηρτισμένος ἀδιάκρι‐ τός ἐστι, καὶ ὁ ἐλλιπὴς ἄδηλος ἔσται. καὶ ἔτι ὁ διὰ λόγου | |
5 | δεικνύναι τινὰ ἐλλιπῆ βουλόμενος λόγον, μὴ ἔχων συνημ‐ μένου κρίσιν ὡμολογημένην, δι’ ἧς κρίνειν δυνήσεται τὴν ἀκολουθίαν τοῦ ὑπ’ αὐτοῦ λεγομένου λόγου, οὐ δυνήσεται κεκριμένως καὶ ὀρθῶς λέγειν ὅτι ἐλλιπής ἐστιν. | |
Pyrr.2.156 | ἀλλὰ καὶ ὁ κατὰ παρολκὴν λεγόμενος εἶναι μοχθηρὸς ἀδιά‐ κριτός ἐστιν ἀπὸ τῶν ἀποδεικτικῶν. ὅσον γὰρ ἐπὶ τῇ παρολκῇ καὶ οἱ θρυλούμενοι παρὰ τοῖς Στωικοῖς ἀναπό‐ δεικτοι ἀσύνακτοι εὑρεθήσονται, ὧν ἀναιρουμένων ἡ πᾶσα | |
5 | διαλεκτικὴ ἀνατρέπεται· οὗτοι γάρ εἰσιν οὕς φασιν ἀπο‐ δείξεως μὲν μὴ δεῖσθαι πρὸς τὴν ἑαυτῶν σύστασιν, ἀπο‐ δεικτικοὺς δὲ ὑπάρχειν 〈διὰ〉 τοῦ καὶ τοὺς ἄλλους συνάγειν λόγους. ὅτι δὲ παρέλκουσιν, ἔσται σαφὲς ἐκθεμένων ἡμῶν τοὺς ἀναποδείκτους καὶ οὕτως ὅ φαμεν ἐπιλογιζομένων. | |
Pyrr.2.157 | Πολλοὺς μὲν 〈οὖν〉 ἀναποδείκτους ὀνειροπολοῦσιν, πέντε δὲ τούτους μάλιστα ἐκτίθεν‐ ται, εἰς οὓς οἱ λοιποὶ πάντες ἀναφέρεσθαι δοκοῦ‐ σιν, πρῶτον 〈τὸν〉 ἐκ συνημμένου καὶ τοῦ ἡγουμέ‐ | |
5 | νου τὸ λῆγον συνάγοντα, οἷον ‘εἰ ἡμέρα ἔστι, φῶς | |
ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν‘. δεύτε‐ ρον τὸν ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου συνάγον‐ τα, οἷον ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· οὐκ ἔστι δὲ φῶς· | 103 | |
Pyrr.2.158 | οὐκ ἄρα ἡμέρα ἔστιν‘. τρίτον τὸν ἐξ ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν ἐκ τῆς συμπλοκῆς τὸ ἀντι‐ κείμενον τοῦ λοιποῦ συνάγοντα, οἷον ‘οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκ ἄρα νὺξ ἔστιν‘. | |
5 | τέταρτον τὸν ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐπε‐ ζευγμένων τὸ ἀντικείμενον τοῦ λοιποῦ συνάγοντα, οἷον ‘ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκ ἄρα νὺξ ἔστιν‘. πέμπτον τὸν ἐκ διεζευγμένου καὶ τοῦ ἀντικειμένου ἑνὸς τῶν ἐπεζευγμένων τὸ | |
10 | λοιπὸν συνάγοντα, οἷον ‘ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν· οὐχὶ δὲ νὺξ ἔστιν· ἡμέρα ἄρα ἔστιν‘. | |
Pyrr.2.159 | Οὗτοι μὲν οὖν εἰσιν οἱ θρυλούμενοι ἀναπόδεικτοι, πάντες δέ μοι δοκοῦσιν ἀσύνακτοι εἶναι κατὰ παρολκήν. αὐτίκα γοῦν, ἵνα ἀπὸ τοῦ πρώτου ἀρξώμεθα, ἤτοι ὁμο‐ λογεῖται ὅτι ἀκολουθεῖ τὸ ‘φῶς ἔστιν‘ τῷ ‘ἡμέρα ἔστιν‘ | |
5 | ἡγουμένῳ αὐτῷ ἐν τῷ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν‘ συ‐ νημμένῳ, ἢ ἄδηλόν ἐστιν. ἀλλ’ εἰ μὲν ἄδηλόν ἐστιν, οὐ δώσομεν τὸ συνημμένον ὡς ὁμολογούμενον· εἰ δὲ πρό‐ δηλόν ἐστιν ὅτι ὄντος τοῦ ‘ἡμέρα ἔστιν‘ ἐξ ἀνάγκης ἔσται καὶ τὸ ‘φῶς ἔστιν,‘ εἰπόντων ἡμῶν ὅτι ἡμέρα ἔστιν, συν‐ | |
10 | άγεται καὶ τὸ φῶς ἔστιν, ὡς ἀρκεῖν τὸν τοιοῦτον λόγον ‘ἡμέρα ἔστι, φῶς ἄρα ἔστιν‘, καὶ παρέλκειν τὸ ‘εἰ ἡμέρα | |
Pyrr.2.160 | ἔστι, φῶς ἔστιν‘ συνημμένον. ὁμοίως δὲ φερόμεθα καὶ ἐπὶ τοῦ δευτέρου ἀναποδείκτου. ἤτοι γὰρ ἐνδέχεται τοῦ λήγοντος μὴ ὄντος εἶναι τὸ ἡγούμενον, ἢ οὐκ ἐνδέχεται. ἀλλ’ εἰ μὲν ἐνδέχεται, οὐκ ἔσται ὑγιὲς τὸ συνημμένον· εἰ | |
5 | δὲ οὐκ ἐνδέχεται, ἅμα τῷ τεθῆναι τὸ ‘οὐχὶ τὸ λῆγον‘ τί‐ θεται καὶ τὸ ‘οὐχὶ τὸ ἡγούμενον‘, καὶ παρέλκει πάλιν τὸ | |
συνημμένον, τῆς συνερωτήσεως τοιαύτης γινομένης ‘οὐχὶ | 104 | |
Pyrr.2.161 | φῶς ἔστιν, οὐκ ἄρα [ὅτι] ἡμέρα ἔστιν‘. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ τρίτου ἀναποδείκτου. ἤτοι γὰρ πρόδηλόν ἐστιν, ὅτι οὐκ ἐνδέχεται τὰ ἐν τῇ συμπλοκῇ συνυπάρξαι ἀλλή‐ λοις, ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον, οὐ δώσομεν τὸ ἀπο‐ | |
5 | φατικὸν τῆς συμπλοκῆς· εἰ δὲ πρόδηλον, ἅμα τῷ τεθῆναι τὸ ἕτερον ἀναιρεῖται τὸ λοιπόν, καὶ παρέλκει τὸ ἀποφατι‐ κὸν τῆς συμπλοκῆς, οὕτως ἡμῶν ἐρωτώντων ‘ἡμέρα ἔστιν, | |
Pyrr.2.162 | οὐκ ἄρα νὺξ ἔστιν‘. τὰ δὲ παραπλήσια λέγομεν καὶ ἐπὶ τοῦ τετάρτου καὶ ἐπὶ τοῦ πέμπτου ἀναποδείκτου. ἤτοι γὰρ πρόδηλόν ἐστιν, ὅτι ἐν τῷ διεζευγμένῳ τὸ μὲν ἀληθές ἐστι τὸ δὲ ψεῦδος μετὰ μάχης τελείας, ὅπερ ἐπαγγέλλεται τὸ | |
5 | διεζευγμένον, ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον, οὐ δώσομεν τὸ διεζευγμένον· εἰ δὲ πρόδηλον, τεθέντος ἑνὸς ἀπ’ αὐτῶν φανερόν ἐστιν ὅτι τὸ λοιπὸν οὐκ ἔστιν, καὶ ἀναιρεθέντος ἑνὸς πρόδηλον ὅτι τὸ λοιπὸν ἔστιν, ὡς ἀρκεῖν συνερωτᾶν οὕτως ‘ἡμέρα ἔστιν, οὐκ ἄρα νὺξ ἔστιν‘, ‘οὐχὶ ἡμέρα ἔστιν, | |
10 | νὺξ ἄρα ἔστιν‘, καὶ παρέλκειν τὸ διεζευγμένον. | |
Pyrr.2.163 | Παραπλήσια δὲ λέγειν ἔνεστι καὶ περὶ τῶν κατηγορι‐ κῶν καλουμένων συλλογισμῶν, οἷς μάλιστα χρῶνται οἱ ἀπὸ τοῦ Περιπάτου. οἷον γοῦν ἐν τούτῳ τῷ λόγῳ ‘τὸ δίκαιον καλόν, τὸ καλὸν 〈δὲ〉 ἀγαθόν, τὸ δίκαιον ἄρα ἀγαθόν‘ ἤτοι | |
5 | ὁμολογεῖται καὶ πρόδηλόν ἐστιν ὅτι τὸ καλὸν ἀγαθόν ἐστιν, ἢ ἀμφισβητεῖται καὶ ἔστιν ἄδηλον. ἀλλ’ εἰ μὲν ἄδηλόν ἐστιν, οὐ δοθήσεται κατὰ τὴν τοῦ λόγου συνερώτησιν, καὶ διὰ τοῦτο οὐ συνάξει ὁ συλλογισμός· εἰ δὲ πρόδηλόν ἐστιν ὅτι πᾶν ὅπερ ἂν ᾖ καλόν, τοῦτο πάντως καὶ ἀγαθόν | |
10 | ἐστιν, ἅμα τῷ λεχθῆναι ὅτι τόδε τι καλόν ἐστι συνεισάγε‐ ται καὶ τὸ ἀγαθὸν αὐτὸ εἶναι, ὡς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν ‘τὸ δίκαιον καλόν, τὸ δίκαιον ἄρα ἀγαθόν‘, καὶ παρέλκειν τὸ ἕτερον λῆμμα ἐν ᾧ τὸ καλὸν ἀγαθὸν | |
Pyrr.2.164 | εἶναι ἐλέγετο. ὁμοίως δὲ καὶ ἐν τῷ τοιούτῳ λόγῳ ‘Σω‐ κράτης ἄνθρωπος, πᾶς ἄνθρωπος ζῷον, Σωκράτης ἄρα | |
ζῷον,‘ εἰ μὲν οὔκ ἐστι πρόδηλον αὐτόθεν, ὅτι πᾶν ὅ τι περ ἂν ᾖ ἄνθρωπος, τοῦτο καὶ ζῷόν ἐστιν, οὐχ ὁμολογεῖ‐ | 105 | |
5 | ται ἡ καθόλου πρότασις, οὐδὲ δώσομεν αὐτὴν ἐν τῇ | |
Pyrr.2.165 | συνερωτήσει. εἰ δὲ ἕπεται τῷ ἄνθρωπον εἶναι τὸ καὶ ζῷον αὐτὸν ὑπάρχειν, καὶ διὰ τοῦτο ἀληθής ἐστιν ὁμολο‐ γουμένως ἡ ‘πᾶς ἄνθρωπος ζῷον‘ πρότασις, ἅμα τῷ λε‐ χθῆναι ὅτι Σωκράτης ἄνθρωπος συνεισάγεται καὶ τὸ ζῷον | |
5 | αὐτὸν εἶναι, ὡς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν ‘Σω‐ κράτης ἄνθρωπος, Σωκράτης ἄρα ζῷον,‘ καὶ παρέλκειν τὴν | |
Pyrr.2.166 | ‘πᾶς ἄνθρωπος ζῷον‘ πρότασιν. παραπλησίαις δὲ μεθό‐ δοις καὶ ἐπὶ τῶν ἄλλων πρώτων κατηγορικῶν λόγων χρῆσθαι δυνατόν ἐστιν, ἵνα μὴ νῦν ἐνδιατρίβωμεν. Πλὴν ἐπεὶ παρέλκουσιν οὗτοι οἱ λόγοι ἐν οἷς τὴν ὑπο‐ | |
5 | βάθραν τῶν συλλογισμῶν οἱ διαλεκτικοὶ τίθενται, ὅσον ἐπὶ τῇ παρολκῇ διατρέπεται πᾶσα ἡ διαλεκτική, μὴ δυνα‐ μένων ἡμῶν διακρῖναι τοὺς παρέλκοντας καὶ διὰ τοῦτο ἀσυνάκτους λόγους ἀπὸ τῶν συνακτικῶν καλουμένων συλ‐ | |
Pyrr.2.167 | λογισμῶν. εἰ δὲ οὐκ ἀρέσκει τισὶ λόγους μονολημμά‐ τους εἶναι, οὐκ εἰσὶν ἀξιοπιστότεροι Ἀντιπάτρου, ὃς οὐδὲ τοὺς τοιούτους λόγους ἀποδοκιμάζει. Διὰ ταῦτα μὲν οὖν ἀνεπίκριτός ἐστιν ὁ παρὰ τοῖς | |
5 | διαλεκτικοῖς συνακτικὸς καλούμενος λόγος. ἀλλὰ καὶ ὁ ἀλη‐ θὴς λόγος ἀνεύρετός ἐστι διά τε τὰ προειρημένα καὶ ἐπεὶ πάντως ὀφείλει εἰς ἀληθὲς λήγειν. τὸ γὰρ συμπέρασμα τὸ ἀληθὲς εἶναι λεγόμενον ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδη‐ | |
Pyrr.2.168 | λον. καὶ φαινόμενον μὲν οὐδαμῶς· οὐ γὰρ ἂν δέοιτο τοῦ διὰ τῶν λημμάτων ἐκκαλύπτεσθαι δι’ ἑαυτοῦ προσπίπτον καὶ οὐχ ἧττον τῶν λημμάτων αὐτοῦ φαινόμενον. εἰ δὲ ἄδηλον, ἐπεὶ περὶ τῶν ἀδήλων ἀνεπικρίτως διαπεφώνηται, | |
5 | καθάπερ ἔμπροσθεν ὑπεμνήσαμεν, διόπερ καὶ ἀκατά‐ | |
ληπτά ἐστιν, ἀκατάληπτον ἔσται καὶ τὸ συμπέρασμα τοῦ ἀληθοῦς εἶναι λεγομένου λόγου. εἰ δὲ καὶ τοῦτο ἀκατά‐ ληπτόν ἐστιν, οὐ γνωσόμεθα, πότερον ἀληθές ἐστι τὸ συναγόμενον ἢ ψεῦδος. ἀγνοήσομεν οὖν, πότερον ἀληθής | 106 | |
10 | ἐστιν ὁ λόγος ἢ ψευδής, καὶ ἀνεύρετος ἔσται ὁ ἀληθὴς | |
Pyrr.2.169 | λόγος. ἵνα δὲ καὶ ταῦτα παρῶμεν, ὁ διὰ προδήλων ἄδη‐ λον συνάγων ἀνεύρετός ἐστιν. εἰ γὰρ ἕπεται τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἡ ἐπιφορά, τὸ δ’ ἑπόμενον καὶ τὸ λῆγον πρός τι ἐστὶ καὶ πρὸς τὸ ἡγούμενον, τὰ δὲ | |
5 | πρός τι συγκαταλαμβάνεται ἀλλήλοις, ὡς παρεστήσαμεν, εἰ μὲν ἄδηλόν ἐστι τὸ συμπέρασμα, ἄδηλα ἔσται καὶ τὰ λήμ‐ ματα, εἰ δὲ πρόδηλά ἐστι τὰ λήμματα, πρόδηλον ἔσται καὶ τὸ συμπέρασμα ἅτε συγκαταλαμβανόμενον αὐτοῖς προ‐ δήλοις οὖσιν, ὡς μηκέτι ἐκ προδήλων ἄδηλον συνάγεσθαι. | |
Pyrr.2.170 | διὰ δὲ ταῦτα οὐδὲ ἐκκαλύπτεται ὑπὸ τῶν λημμάτων ἡ ἐπιφορά, ἤτοι ἄδηλος οὖσα καὶ μὴ καταλαμβανομένη, ἢ πρόδηλος καὶ μὴ δεομένη τοῦ ἐκκαλύψοντος. εἰ τοίνυν ἡ ἀπόδειξις λόγος εἶναι λέγεται κατὰ συναγωγήν, τουτέστι | |
5 | συνακτικός, διά τινων ὁμολογουμένως ἀληθῶν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον, ὑπεμνήσαμεν δὲ ἡμεῖς, ὅτι οὔτε λό‐ γος τις ἔστιν οὔτε συνακτικὸς οὔτε ἀληθὴς οὔτε διά τινων προδήλων ἄδηλον συνάγων οὔτε ἐκκαλυπτικὸς τοῦ συμ‐ περάσματος, φανερόν ἐστιν ὅτι ἀνυπόστατός ἐστιν ἡ | |
10 | ἀπόδειξις. | |
Pyrr.2.171 | Καὶ κατ’ ἐκείνην δὲ τὴν ἐπιβολὴν ἀνύπαρκτον ἢ καὶ ἀνεπινόητον εὑρήσομεν τὴν ἀπόδειξιν. ὁ γὰρ λέγων εἶναι ἀπόδειξιν ἤτοι γενικὴν τίθησιν ἀπόδειξιν ἢ εἰδικήν τινα· ἀλλ’ οὔτε τὴν γενικὴν οὔτε εἰδικὴν ἀπόδειξιν τιθέναι δυ‐ | |
5 | νατόν, ὡς ὑπομνήσομεν· παρὰ δὲ ταύτας ἄλλο τι νοεῖν οὐκ ἐνδέχεται· οὐκ ἄρα δύναταί τις ὡς ὑπάρχουσαν τι‐ | |
Pyrr.2.172 | θέναι τὴν ἀπόδειξιν. ἡ μὲν οὖν γενικὴ ἀπόδειξις ἀνυπό‐ | |
στατός ἐστι διὰ τάδε. ἤτοι ἔχει λήμματά τινα καί τινα ἐπιφορὰν ἢ οὐκ ἔχει. καὶ εἰ μὲν οὐκ ἔχει, οὐδὲ ἀπόδειξίς ἐστιν· εἰ δὲ λήμματά τινα ἔχει καὶ ἐπιφοράν τινα, ἐπεὶ | 107 | |
5 | πᾶν τὸ ἀποδεικνύμενον οὕτω καὶ ἀποδεικνύον ἐπὶ μέρους ἐστίν, εἰδικὴ ἔσται ἀπόδειξις· οὐκ ἄρα ἔστι τις γενικὴ | |
Pyrr.2.173 | ἀπόδειξις. ἀλλ’ οὐδὲ εἰδική. ἤτοι γὰρ τὸ ἐκ τῶν λημμά‐ των καὶ τῆς ἐπιφορᾶς σύστημα ἀπόδειξιν ἐροῦσιν, ἢ τὸ σύ‐ στημα τῶν λημμάτων μόνον· οὐθέτερον δὲ τούτων ἐστὶν ἀπόδειξις, ὡς παραστήσω· οὐκ ἄρα ἔστιν εἰδικὴ ἀπόδειξις. | |
Pyrr.2.174 | τὸ μὲν οὖν σύστημα τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπι‐ φορᾶς οὔκ ἐστιν ἀπόδειξις, πρῶτον μὲν ὅτι μέρος τι ἔχουσα ἄδηλον, τουτέστι τὴν ἐπιφοράν, ἄδηλος ἔσται, ὅπερ ἄτο‐ πον· εἰ γὰρ ἄδηλός ἐστιν ἡ ἀπόδειξις, αὐτὴ δεήσεται τοῦ | |
5 | ἀποδείξοντος αὐτὴν μᾶλλον ἢ ἑτέρων ἔσται ἀποδεικτική. | |
Pyrr.2.175 | εἶτα καὶ ἐπεὶ πρός τι φασὶν εἶναι τὴν ἀπόδειξιν καὶ πρὸς τὴν ἐπιφοράν, τὰ δὲ πρός τι πρὸς ἑτέροις νοεῖται, ὡς αὐ‐ τοί φασιν, ἕτερον εἶναι δεῖ τὸ ἀποδεικνύμενον τῆς ἀπο‐ δείξεως· εἰ οὖν τὸ συμπέρασμά ἐστι τὸ ἀποδεικνύμενον, | |
5 | οὐ νοηθήσεται ἡ ἀπόδειξις σὺν τῷ συμπεράσματι. καὶ γὰρ ἤτοι συμβάλλεταί τι πρὸς τὴν ἀπόδειξιν ἑαυτοῦ τὸ συμ‐ πέρασμα ἢ οὐδαμῶς· ἀλλ’ εἰ μὲν συμβάλλεται, ἑαυτοῦ ἔσται ἐκκαλυπτικόν, εἰ δὲ οὐ συμβάλλεται ἀλλὰ παρέλκει, οὐδὲ μέρος τῆς ἀποδείξεως ἔσται, ἐπεὶ κἀκείνην κατὰ πα‐ | |
Pyrr.2.176 | ρολκὴν ἐροῦμεν εἶναι μοχθηράν. ἀλλ’ οὐδὲ τὸ σύστημα τῶν λημμάτων μόνον ἀπόδειξις ἂν εἴη· τὶς γὰρ ἂν εἴποι τὸ οὕτω λεγόμενον ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν‘ [φῶς ἔστιν] ἢ λόγον εἶναι ἢ διάνοιαν ὅλως ἀπαρ‐ | |
5 | τίζειν; οὐκ ἄρα οὐδὲ τὸ σύστημα τῶν λημμάτων μόνον ἀπόδειξίς ἐστιν. οὐδὲ ἡ εἰδικὴ ἄρα ἀπόδειξις ὑπόστασιν ἔχει. εἰ δὲ μήτε ἡ εἰδικὴ ἀπόδειξις ὑφέστηκε μήτε ἡ γενική, παρὰ δὲ ταύτας οὐκ ἔστιν ἐννοεῖν ἀπόδειξιν, ἀνυπόστατός | |
ἐστιν ἡ ἀπόδειξις. | 108 | |
Pyrr.2.177 | Ἔτι ἐκ τούτων τὸ ἀνυπόστατον τῆς ἀποδείξεως ἔν‐ εστιν ὑπομιμνῄσκειν. εἰ γὰρ ἔστιν ἀπόδειξις, ἤτοι φαινο‐ μένη φαινομένου ἐστὶν ἐκκαλυπτικὴ ἢ ἄδηλος ἀδήλου ἢ ἄδηλος φαινομένου ἢ φαινομένη ἀδήλου· οὐδενὸς δὲ τού‐ | |
5 | των ἐκκαλυπτικὴ δύναται ἐπινοεῖσθαι· ἀνεπινόητος ἄρα | |
Pyrr.2.178 | ἐστίν. εἰ μὲν γὰρ φαινομένη φαινομένου ἐκκαλυπτική ἐστιν, ἔσται τὸ ἐκκαλυπτόμενον ἅμα φαινόμενόν τε καὶ ἄδηλον, φαινόμενον μέν, ἐπεὶ τοιοῦτον εἶναι ὑπετέθη, ἄδηλον δέ, ἐπεὶ δεῖται τοῦ ἐκκαλύψοντος καὶ οὐκ ἐξ ἑαυτοῦ ὑποπίπτει | |
5 | ἡμῖν σαφῶς. εἰ δὲ ἄδηλος ἀδήλου, αὐτὴ δεήσεται τοῦ ἐκ‐ καλύψοντος αὐτὴν καὶ οὐκ ἔσται ἐκκαλυπτικὴ ἑτέρων, ὅπερ | |
Pyrr.2.179 | ἀφέστηκε τῆς ἐννοίας τῆς ἀποδείξεως. διὰ δὲ ταῦτα οὐδὲ ἄδηλος προδήλου δύναται εἶναι ἀπόδειξις· ἀλλ’ οὐδὲ πρό‐ δηλος ἀδήλου· ἐπεὶ γὰρ πρός τι ἐστίν, τὰ δὲ πρός τι ἀλλή‐ λοις συγκαταλαμβάνεται, συγκαταλαμβανόμενον τῇ προδήλῳ | |
5 | ἀποδείξει τὸ ἀποδείκνυσθαι λεγόμενον πρόδηλον ἔσται, ὡς περιτρέπεσθαι τὸν λόγον καὶ μὴ εὑρίσκεσθαι πρόδηλον αὐ‐ τὴν ἀδήλου ἀποδεικτικήν. εἰ οὖν μήτε φαινομένη φαινο‐ μένου ἐστὶν ἡ ἀπόδειξις μήτε ἄδηλος ἀδήλου μήτε ἄδηλος προδήλου μήτε πρόδηλος ἀδήλου, παρὰ δὲ ταῦτα οὐδὲν εἶναι | |
10 | λέγουσιν, λεκτέον μηδὲν εἶναι τὴν ἀπόδειξιν. | |
Pyrr.2.180 | Πρὸς τούτοις κἀκεῖνο λεκτέον. διαπεφώνηται περὶ τῆς ἀποδείξεως· οἱ μὲν γὰρ μηδὲ εἶναι λέγουσιν αὐτήν, ὡς οἱ μηδὲν ὅλως εἶναι φάσκοντες, οἱ δὲ εἶναι, ὡς οἱ πολλοὶ τῶν δογματικῶν· ἡμεῖς δὲ μὴ μᾶλλον εἶναι αὐτὴν ἢ μὴ | |
Pyrr.2.181 | εἶναι φαμέν. καὶ ἄλλως ἡ ἀπόδειξις δόγμα πάντως περι‐ έχει, περὶ παντὸς δὲ δόγματος διαπεφωνήκασιν, ὥστε περὶ πάσης ἀποδείξεως ἀνάγκη εἶναι διαφωνίαν. εἰ γὰρ τῆς ἀπο‐ δείξεως τοῦ εἶναι κενὸν λόγου ἕνεκεν ὁμολογουμένης καὶ | |
5 | τὸ εἶναι κενὸν συνομολογεῖται, δῆλον ὅτι οἱ ἀμφισβητοῦν‐ | |
τες περὶ τοῦ εἶναι κενὸν καὶ περὶ τῆς ἀποδείξεως αὐτοῦ ἀμφισβητοῦσιν· καὶ περὶ τῶν ἄλλων δογμάτων, ὧν εἰσιν αἱ ἀποδείξεις, ὁ αὐτὸς λόγος. πᾶσα τοίνυν ἀπόδειξις ἀμ‐ | 109 | |
Pyrr.2.182 | φισβητεῖται καὶ ἐν διαφωνίᾳ ἐστίν. ἐπεὶ οὖν ἄδηλός ἐστιν ἡ ἀπόδειξις διὰ τὴν διαφωνίαν τὴν περὶ αὐτῆς (τὰ γὰρ διάφωνα, καθὸ διαπεφώνηται, ἄδηλά ἐστιν), οὐκ ἔστιν ἐξ ἑαυτῆς προῦπτος ἀλλ’ ἐξ ἀποδείξεως ὀφείλει ἡμῖν συνίστα‐ | |
5 | σθαι. ἡ οὖν ἀπόδειξις δι’ ἧς κατασκευάζεται ἡ ἀπόδειξις, ὁμολογουμένη μὲν καὶ προῦπτος οὐκ ἔσται (ζητοῦμεν γὰρ νῦν εἰ ἔστιν ἀπόδειξις ὅλως), διαφωνουμένη δὲ καὶ ἄδηλος οὖσα δεήσεται ἀποδείξεως ἄλλης, κἀκείνη ἄλλης, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἀποδεῖξαι· ἀδύνατον ἄρα | |
Pyrr.2.183 | παραστῆσαι ὅτι ἔστιν ἀπόδειξις. ἀλλ’ οὐδὲ διὰ σημείου δύναται ἐκκαλύπτεσθαι. ζητουμένου γὰρ τοῦ εἰ ἔστι ση‐ μεῖον, καὶ ἀποδείξεως τοῦ σημείου δεομένου πρὸς τὴν ἑαυτοῦ ὕπαρξιν, ὁ δι’ ἀλλήλων εὑρίσκεται τρόπος, τῆς μὲν | |
5 | ἀποδείξεως σημείου δεομένης, τοῦ δὲ σημείου πάλιν ἀπο‐ δείξεως· ὅπερ ἄτοπον. διὰ δὲ ταῦτα οὐδὲ ἐπικρῖναι δυνα‐ τόν ἐστι 〈τὴν〉 περὶ τῆς ἀποδείξεως διαφωνίαν, ἐπεὶ χρῄζει μὲν κριτηρίου ἡ ἐπίκρισις, ζητήσεως δὲ οὔσης περὶ τοῦ εἰ ἔστι κριτήριον, ὡς παρεστήσαμεν, καὶ διὰ τοῦτο ἀποδείξεως | |
10 | τοῦ κριτηρίου δεομένου τῆς δεικνυούσης ὅτι ἔστι τι κριτή‐ ριον, ὁ διάλληλος τρόπος τῆς ἀπορίας εὑρίσκεται πάλιν. | |
Pyrr.2.184 | εἰ οὖν μήτε δι’ ἀποδείξεως μήτε διὰ σημείου μήτε διὰ κριτηρίου ἔστιν ὑπομνῆσαι ὅτι ἔστιν ἀπόδειξις, ἀλλ’ οὐδ’ ἐξ ἑαυτῆς πρόδηλός ἐστιν, ὡς παρεστήσαμεν, ἀκατάληπτον ἔσται εἰ ἔστιν ἀπόδειξις. διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτος | |
5 | ἔσται ἡ ἀπόδειξις· νενόηται μὲν γὰρ σὺν τῷ ἀποδεικνύναι, ἀποδεικνύναι δὲ οὐκ ἂν δύναιτο μὴ καταλαμβανομένη. διόπερ οὐδὲ ἀπόδειξις ἔσται. | |
Pyrr.2.185 | Ταῦτα μὲν ὡς ἐν ὑποτυπώσει καὶ πρὸς τὴν ἀπόδειξιν ἀρκέσει λελέχθαι. οἱ δὲ δογματικοὶ τοὐναντίον κατασκευά‐ | |
ζοντές φασιν, ὅτι ἤτοι ἀποδεικτικοί εἰσιν οἱ κατὰ τῆς ἀπο‐ δείξεως ἠρωτημένοι λόγοι ἢ οὐκ ἀποδεικτικοί· καὶ εἰ μὲν | 110 | |
5 | οὐκ ἀποδεικτικοί, οὐ δύνανται δεικνύναι ὅτι οὐκ ἔστιν ἡ ἀπόδειξις· εἰ δὲ ἀποδεικτικοί εἰσιν, αὐτοὶ οὗτοι τὴν ὑπό‐ | |
Pyrr.2.186 | στασιν τῆς ἀποδείξεως ἐκ περιτροπῆς εἰσάγουσιν. ὅθεν καὶ τοιοῦτον συνερωτῶσι λόγον· ‘εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπό‐ δειξις· εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· ἤτοι δὲ ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις· ἔστιν ἄρα ἀπόδειξισ‘. | |
5 | ἀπὸ δὲ τῆς αὐτῆς δυνάμεως καὶ τοῦτον ἐρωτῶσι τὸν λό‐ γον· ‘τὸ τοῖς ἀντικειμένοις ἑπόμενον οὐ μόνον ἀληθές ἐστιν, ἀλλὰ καὶ ἀναγκαῖον· ἀντίκειται δὲ ταῦτα ἀλλήλοις “ἔστιν ἀπόδειξις—οὐκ ἔστιν ἀπόδειξις”, ὧν ἑκατέρῳ ἀκο‐ | |
Pyrr.2.187 | λουθεῖ τὸ εἶναι ἀπόδειξιν· ἔστιν ἄρα ἀπόδειξισ‘. ἔνεστι μὲν οὖν πρὸς ταῦτα ἀντιλέγειν, οἷον γοῦν, ἐπεὶ μὴ νομί‐ ζομέν τινα λόγον εἶναι ἀποδεικτικόν, καὶ τοὺς κατὰ τῆς ἀποδείξεως λόγους οὐ πάντως φαμὲν ἀποδεικτικοὺς εἶναι | |
5 | ἀλλὰ φαίνεσθαι ἡμῖν πιθανούς· οἱ δὲ πιθανοὶ οὐκ ἐξ ἀνάγκης εἰσὶν ἀποδεικτικοί. εἰ δὲ ἄρα καὶ ἀποδεικτικοί εἰσιν (ὅπερ οὐ διαβεβαιούμεθα) πάντως καὶ ἀληθεῖς. ἀλη‐ θεῖς δέ εἰσι λόγοι δι’ ἀληθῶν ἀληθὲς συνάγοντες· οὐκοῦν ἀληθής ἐστιν αὐτῶν ἡ ἐπιφορά. ἦν δέ γε αὕτη ‘οὐκ ἔστιν | |
10 | ἄρα ἀπόδειξισ‘· 〈ἀληθὲσ〉 ἄρα ἔστι τὸ ‘οὐκ ἔστιν ἀπόδειξισ‘ | |
Pyrr.2.188 | ἐκ περιτροπῆς. δύνανται δὲ οἱ λόγοι, καθάπερ καὶ τὰ καθαρτικὰ φάρμακα ταῖς ἐν τῷ σώματι ὑποκειμέναις ὕλαις ἑαυτὰ συνεξάγει, οὕτω καὶ αὐτοὶ τοῖς ἄλλοις λόγοις τοῖς ἀποδεικτικοῖς εἶναι λεγομένοις καὶ ἑαυτοὺς συμπεριγράφειν. | |
5 | τοῦτο γὰρ οὐκ ἔστιν ἀπεμφαῖνον, ἐπεὶ καὶ ἡ φωνὴ αὕτη ἡ ‘οὐδέν ἐστιν ἀληθέσ‘ οὐ μόνον τῶν ἄλλων ἕκαστον ἀναι‐ ρεῖ, ἀλλὰ καὶ ἑαυτὴν ἐκείνοις συμπεριτρέπει. ὅ τε λόγος οὗτος δύναται δείκνυσθαι ἀσύνακτος ‘εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· | |
10 | ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν· ἔστιν ἄρα‘, καὶ διὰ πλειόνων | |
μέν, ὡς δὲ πρὸς τὸ παρὸν ἀρκούντως διὰ τοῦδε τοῦ ἐπι‐ | 111 | |
Pyrr.2.189 | χειρήματος. εἰ ὑγιές ἐστι τὸ συνημμένον τοῦτο ‘εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξισ‘, δεῖ τὸ ἀντικείμενον τοῦ ἐν αὐτῷ λήγοντος, τουτέστι τὸ ‘οὐκ ἔστιν ἀπόδειξισ‘, μά‐ χεσθαι τῷ ‘ἔστιν ἀπόδειξισ‘· τοῦτο γάρ ἐστι τοῦ συνημμέ‐ | |
5 | νου τὸ ἡγούμενον. ἀδύνατον δέ ἐστι κατ’ αὐτοὺς συνημ‐ μένον ὑγιὲς εἶναι ἐκ μαχομένων ἀξιωμάτων συνεστώς. τὸ μὲν γὰρ συνημμένον ἐπαγγέλλεται ὄντος τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον, τὰ δὲ μαχόμενα τοὐναντίον, ὄντος τοῦ ἑτέρου αὐτῶν ὁποιουδήποτε ἀδύνατον εἶναι τὸ | |
10 | λοιπὸν ὑπάρχειν. ὄντος ἄρα ὑγιοῦς τοῦδε τοῦ συνημμένου ‘εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξισ‘ οὐ δύναται ὑγιὲς εἶναι τοῦτο 〈τὸ〉 συνημμένον ‘εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπό‐ | |
Pyrr.2.190 | δειξις.‘ πάλιν δ’ αὖ συγχωρούντων ἡμῶν καθ’ ὑπόθεσιν ὑγιὲς εἶναι τόδε τὸ συνημμένον ‘εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξισ‘, δύναται συνυπάρχειν τὸ ‘εἰ ἔστιν ἀπόδειξισ‘ τῷ ‘οὐκ ἔστιν ἀπόδειξισ‘. εἰ δὲ δύναται αὐτῷ συνυπάρ‐ | |
5 | χειν, οὐ μάχεται αὐτῷ. ἐν ἄρα τῷ ‘εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξισ‘ συνημμένῳ οὐ μάχεται τὸ ἀντικείμενον τοῦ ἐν αὐτῷ λήγοντος τῷ ἐν αὐτῷ ἡγουμένῳ, ὥστε οὐκ | |
Pyrr.2.191 | ἔσται ὑγιὲς πάλιν τοῦτο τὸ συνημμένον, ἐκείνου κατὰ συγχώρησιν ὡς ὑγιοῦς τιθεμένου. μὴ μαχομένου δὲ τοῦ ‘οὐκ ἔστιν ἀπόδειξισ‘ τῷ ‘ἔστιν ἀπόδειξισ‘ οὐδὲ τὸ διε‐ ζευγμένον ὑγιὲς ἔσται τὸ ‘ἤτοι ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν | |
5 | ἀπόδειξισ‘· τὸ γὰρ ὑγιὲς διεζευγμένον ἐπαγγέλλεται ἓν τῶν ἐν αὐτῷ ὑγιὲς εἶναι, τὸ δὲ λοιπὸν ἢ τὰ λοιπὰ ψεῦδος ἢ ψευδῆ μετὰ μάχης. ἢ εἴπερ ὑγιές ἐστι τὸ διεζευγμένον, πάλιν φαῦλον εὑρίσκεται τὸ ‘εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξισ‘ συνημμένον, ἐκ μαχομένων συνεστώς. οὐκοῦν | |
10 | ἀσύμφωνά τέ ἐστι καὶ ἀλλήλων ἀναιρετικὰ τὰ ἐν τῷ λόγῳ | |
Pyrr.2.192 | τῷ προειρημένῳ λήμματα· διόπερ οὐκ ἔστιν ὑγιὴς ὁ λό‐ γος. ἀλλ’ οὐδὲ ὅτι ἀκολουθεῖ τι τοῖς ἀντικειμένοις δύναν‐ ται δεικνύναι, μὴ ἔχοντες κριτήριον ἀκολουθίας, ὡς ἐπελο‐ | |
γισάμεθα. | 112 | |
5 | Ταῦτα δὲ ἐκ περιουσίας λέγομεν. εἰ γὰρ πιθανοὶ μέν εἰσιν οἱ ὑπὲρ τῆς ἀποδείξεως λόγοι (ἔστωσαν γάρ), πιθα‐ ναὶ δὲ καὶ αἱ πρὸς τὴν ἀπόδειξιν λεγόμεναι ἐπιχειρήσεις, ἐπέχειν ἀνάγκη καὶ περὶ τῆς ἀποδείξεως, μὴ μᾶλλον εἶναι ἀπόδειξιν ἢ μὴ εἶναι λέγοντας. | |
Pyrr.2.193(t1) | ιδʹ περὶ συλλογισμῶν. | |
1 | Διὸ καὶ περὶ τῶν θρυλουμένων συλλογισμῶν ἴσως περιττόν ἐστιν διεξιέναι, τοῦτο μὲν συμπεριτρεπομένων αὐ‐ τῶν τῇ ὑπάρξει τῆς ἀποδείξεως (δῆλον γὰρ ὅτι ἐκείνης μὴ οὔσης οὐδὲ ἀποδεικτικὸς λόγος χώραν ἔχει), τοῦτο δὲ καὶ δυνά‐ | |
5 | μει διὰ τῶν ἔμπροσθεν ἡμῖν λελεγμένων ἀντειρηκότων ἡμῶν πρὸς αὐτούς, ὅτε περὶ τῆς παρολκῆς διαλε‐ γόμενοι μέθοδόν τινα ἐλέγομεν δι’ ἧς ἐνδέχεται δεικνύναι, ὅτι πάντες οἱ ἀποδεικτικοὶ λόγοι τῶν τε Στωικῶν καὶ τῶν | |
Pyrr.2.194 | Περιπατητικῶν ἀσύνακτοι τυγχάνουσιν ὄντες. ἐξ ἐπιμέτρου δὲ οὐ χεῖρον ἴσως καὶ ἰδίᾳ περὶ αὐτῶν διαλαβεῖν, ἐπεὶ μά‐ λιστα ἐπ’ αὐτοῖς μέγα φρονοῦσιν. πολλὰ μὲν οὖν ἔστι λέγειν τὸ ἀνυπόστατον αὐτῶν ὑπομιμνῄσκοντας· ὡς ἐν | |
5 | ὑποτυπώσει δὲ ἀρκεῖ τῇδε τῇ μεθόδῳ χρῆσθαι κατὰ αὐτῶν. λέξω δὲ καὶ νῦν περὶ τῶν ἀναποδείκτων· τούτων γὰρ ἀναιρουμένων καὶ οἱ λοιποὶ σύμπαντες λόγοι διατρέπονται, τὴν ἀπόδειξιν τοῦ συνάγειν ἀπ’ αὐτῶν ἔχοντες. | |
Pyrr.2.195 | Ἡ πρότασις τοίνυν αὕτη ‘πᾶς ἄνθρωπος ζῷον‘ ἐκ τῶν κατὰ μέρος ἐπαγωγικῶς βεβαιοῦται· ἐκ γὰρ τοῦ Σω‐ κράτην ἄνθρωπον ὄντα καὶ ζῷον εἶναι, καὶ Πλάτωνα ὁμοίως καὶ Δίωνα καὶ ἕκαστον τῶν κατὰ μέρος, δυνατὸν | |
5 | εἶναι δοκεῖ διαβεβαιοῦσθαι καὶ ὅτι πᾶς ἄνθρωπος ζῷόν ἐστιν, ὡς εἰ κἂν ἕν τι τῶν κατὰ μέρος ἐναντιούμενον φαί‐ νοιτο τοῖς ἄλλοις, οὐκ ἔστιν ὑγιὴς ἡ καθόλου πρότασις, οἷον γοῦν, ἐπεὶ τὰ μὲν πλεῖστα τῶν ζῴων τὴν κάτω γένυν κινεῖ, μόνος δὲ ὁ κροκόδειλος τὴν ἄνω, οὔκ ἐστιν ἀληθὴς | |
Pyrr.2.196 | ἡ ‘πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ‘ πρότασις. ὅταν οὖν λέγωσι ‘πᾶς ἄνθρωπος ζῷον, Σωκράτης δ’ ἄνθρωπος, Σωκράτης ἄρα ζῷον‘, ἐκ τῆς καθόλου προτάσεως τῆς ‘πᾶς ἄνθρωπος ζῷον‘ τὴν κατὰ μέρος πρότασιν συνάγειν βου‐ | 113 |
5 | λόμενοι, τὴν ‘Σωκράτης ἄρα ζῷον‘, ἣ δὴ βεβαιωτικὴ τῆς καθολικῆς προτάσεώς ἐστι κατὰ τὸν ἐπαγωγικὸν τρόπον, ὡς ὑπεμνήσαμεν, εἰς τὸν διάλληλον ἐμπίπτουσι λόγον, τὴν μὲν καθολικὴν πρότασιν δι’ ἑκάστης τῶν κατὰ μέρος 〈......〉 | |
Pyrr.2.197 | ἐκ τῆς καθολικῆς συλλογιστικῶς. παραπλησίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου λόγου ‘Σωκράτης ἄνθρωπος, οὐδεὶς δὲ ἄν‐ θρωπος τετράπους, Σωκράτης ἄρα οὔκ ἐστι τετράπουσ‘ τὴν μὲν ‘οὐδεὶς ἄνθρωπος τετράπουσ‘ πρότασιν ἐκ τῶν | |
5 | κατὰ μέρος ἐπαγωγικῶς βουλόμενοι βεβαιοῦν, ἑκάστην δὲ τῶν κατὰ μέρος ἐκ τῆς ‘οὐδεὶς ἄνθρωπος τετράπουσ‘ συλ‐ λογίζεσθαι θέλοντες, τῇ κατὰ τὸν διάλληλον ἀπορίᾳ περι‐ | |
Pyrr.2.198 | πίπτουσιν. ὁμοίως δὲ ἐφοδευτέον καὶ τοὺς λοιποὺς τῶν παρὰ τοῖς Περιπατητικοῖς λεγομένων ἀναποδείκτων. ἀλλὰ καὶ τοὺς τοιούτους ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν‘· τό τε γὰρ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι‘ συνακτικόν ἐστιν, ὡς φασί, τοῦ | |
5 | ‘φῶς ἔστι‘, τό τε ‘φῶς ἔστι‘ μετὰ τοῦ ‘ἡμέρα ἔστι‘ βε‐ βαιωτικόν ἐστι τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν‘. οὐ γὰρ ἂν ὑγιὲς ἐνομίσθη τὸ προειρημένον συνημμένον εἶναι, εἰ μὴ πρότερον τεθεώρητο συνυπάρχον ἀεὶ τὸ ‘φῶς ἔστι‘ | |
Pyrr.2.199 | τῷ ‘ἡμέρα ἔστιν‘. εἰ οὖν δεῖ προκατειληφέναι, ὅτι ἡμέρας οὔσης πάντως ἔστι καὶ φῶς, εἰς τὸ συνθεῖναι τὸ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι‘ συνημμένον, διὰ δὲ τοῦ συνημμένου τού‐ του συνάγεται τὸ ὅτι ἡμέρας οὔσης φῶς ἔστιν, τὴν μὲν | |
5 | συνύπαρξιν τοῦ ἡμέραν εἶναι καὶ τοῦ φῶς εἶναι συνάγον‐ τος τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι‘ συνημμένου ὅσον ἐπὶ τῷ προκειμένῳ ἀναποδείκτῳ, τὸ δὲ συνημμένον τῆς συν‐ | |
υπάρξεως τῶν προειρημένων βεβαιούσης, κἀνταῦθα ὁ διάλ‐ ληλος τρόπος τῆς ἀπορίας ἀνατρέπει τὴν ὑπόστασιν τοῦ | 114 | |
Pyrr.2.200 | λόγου. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου λόγου ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· οὐχὶ δὲ φῶς ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν‘. ἐκ μὲν γὰρ τοῦ μὴ ἄνευ φωτὸς ἡμέραν θεωρεῖσθαι ὑγιὲς ἂν εἶναι νομισθείη τὸ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι‘ συνημ‐ | |
5 | μένον, ὡς εἴγε καθ’ ὑπόθεσιν ἡμέρα μὲν φανείη ποτέ, φῶς δὲ μή, ψεῦδος ἂν λεχθείη τὸ συνημμένον εἶναι· ὅσον δὲ ἐπὶ τῷ προειρημένῳ ἀναποδείκτῳ τὸ μὴ εἶναι ἡμέραν φω‐ τὸς μὴ ὄντος διὰ τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι‘ συνάγε‐ ται, ὥστε ἑκάτερον αὐτῶν πρὸς τὴν ἑαυτοῦ βεβαίωσιν | |
10 | χρῄζει τοῦ τὸ ἕτερον βεβαίως εἰλῆφθαι, ἵνα δι’ αὐτοῦ | |
Pyrr.2.201 | πιστὸν γένηται κατὰ τὸν διάλληλον τρόπον. ἀλλὰ καὶ ἐκ τοῦ μὴ δύνασθαι ἀλλήλοις συνυπάρχειν τινά, οἷον ἡμέ‐ ραν, εἰ τύχοι, καὶ νύκτα, τό τε ἀποφατικὸν τῆς συμπλοκῆς, τὸ ‘οὐχ ἡμέρα ἔστι καὶ νὺξ ἔστι‘, καὶ τὸ διεζευγμένον, τὸ | |
5 | ‘ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν‘, ὑγιῆ νομίζοιτο ἂν εἶναι. ἀλλὰ τὸ 〈μὴ〉 συνυπάρχειν αὐτὰ βεβαιοῦσθαι νομίζουσι διά τε τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς καὶ τοῦ διεζευγμένου, λέγοντες ‘οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν‘· ‘ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ | |
10 | ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν‘, ἢ ‘οὐχὶ | |
Pyrr.2.202 | δὲ νὺξ ἔστιν· ἡμέρα ἄρα ἔστιν‘. ὅθεν ἡμεῖς πάλιν ἐπι‐ λογιζόμεθα, ὅτι εἰ μὲν πρὸς τὴν βεβαίωσιν τοῦ διεζευγμέ‐ νου καὶ τοῦ τῆς συμπλοκῆς ἀποφατικοῦ χρῄζομεν τοῦ προκατειληφέναι, ὅτι τὰ ἐν αὐτοῖς περιεχόμενα ἀξιώματά | |
5 | ἐστιν ἀσυνύπαρκτα, τὸ δὲ ἀσυνύπαρκτα ταῦτα εἶναι συν‐ άγειν δοκοῦσι διά τε τοῦ διεζευγμένου καὶ τοῦ τῆς συμ‐ πλοκῆς ἀποφατικοῦ, ὁ δι’ ἀλλήλων εἰσάγεται τρόπος, μὴ δυναμένων ἡμῶν μήτε τοῖς προειρημένοις τροπικοῖς πι‐ στεύειν ἄνευ τοῦ τὸ ἀσυνύπαρκτον τῶν ἐν αὐτοῖς περιεχο‐ | |
10 | μένων ἀξιωμάτων καταλαβεῖν, μήτε τὸ ἀσυνύπαρκτον αὐ‐ | |
τῶν διαβεβαιοῦσθαι πρὸ τῆς τῶν συλλογισμῶν διὰ τῶν | 115 | |
Pyrr.2.203 | τροπικῶν συνερωτήσεως. διόπερ οὐκ ἔχοντες, πόθεν ἀρξό‐ μεθα τῆς πίστεως διὰ τὸ παλίνδρομον, λέξομεν μήτε τὸν τρίτον μήτε τὸν τέταρτον μήτε τὸν πέμπτον τῶν ἀναπο‐ δείκτων ὅσον ἐπὶ τούτοις ὑπόστασιν ἔχειν. | |
5 | Τοσαῦτα μὲν καὶ περὶ συλλογισμῶν ἐπὶ τοῦ παρόντος ἀρκέσει λελέχθαι. | |
Pyrr.2.204(t1) | ιεʹ περὶ ἐπαγωγῆς. | |
1 | Εὐπαραίτητον δὲ εἶναι νομίζω καὶ τὸν περὶ ἐπαγωγῆς τρόπον. ἐπεὶ γὰρ ἀπὸ τῶν κατὰ μέρος πιστοῦσθαι βού‐ λονται δι’ αὐτῆς τὸ καθόλου, ἤτοι πάντα ἐπιόντες τὰ κατὰ μέρος τοῦτο ποιήσουσιν ἢ τινά. ἀλλ’ εἰ μὲν τινά, ἀβέβαιος | |
5 | ἔσται ἡ ἐπαγωγή, ἐνδεχομένου τοῦ ἐναντιοῦσθαι τῷ καθόλου τινὰ τῶν παραλειπομένων κατὰ μέρος ἐν τῇ ἐπαγωγῇ· εἰ δὲ πάντα, ἀδύνατα μοχθήσουσιν, ἀπείρων ὄντων τῶν κατὰ μέρος καὶ ἀπεριορίστων. ὥσθ’ οὕτως ἑκατέρωθεν, οἶμαι, συμβαίνει σαλεύεσθαι τὴν ἐπαγωγήν. | |
Pyrr.2.205(t1) | ιϛʹ περὶ ὅρων. | |
1 | Ἀλλὰ καὶ ἐπὶ τῇ περὶ ὅρων δὴ τεχνολογίᾳ μέγα φρονοῦσιν οἱ δογματικοί, ἣν τῷ λογικῷ μέρει τῆς καλουμένης φιλοσοφίας ἐγκαταλέγουσιν. φέρε οὖν καὶ περὶ ὅρων ὀλίγα ἐπὶ τοῦ παρόντος εἴπωμεν. | |
5 | Πρὸς πολλὰ τοίνυν χρησιμεύειν τοὺς ὅρους τῶν δογμα‐ τικῶν δοκούντων, δύο τὰ ἀνωτάτω κεφάλαια 〈ἃ〉 περιληπτικὰ | |
Pyrr.2.206 | πάσης λέγουσιν ἀναγκαιότητος αὐτῶν ἴσως εὑρήσεις· ἢ γὰρ ὡς πρὸς κατάληψιν ἢ ὡς πρὸς διδασκαλίαν ἐν πᾶσι παραδεικνύουσι τοὺς ὅρους ἀναγκαίους. ἐὰν οὖν ὑπο‐ μνήσωμεν, ὅτι πρὸς οὐδέτερον τούτων χρησιμεύουσι, περιτρέ‐ | |
5 | ψομεν, οἶμαι, πᾶσαν τὴν γεγενημένην περὶ αὐτῶν παρὰ | |
Pyrr.2.207 | τοῖς δογματικοῖς ματαιοπονίαν. εὐθέως οὖν, εἰ ὁ μὲν ἀγνοῶν τὸ ὁριστὸν οὐχ οἷός τέ ἐστι τὸ μὴ γινωσκόμενον αὐτῷ ὁρίσασθαι, ὁ δὲ γινώσκων, εἶθ’ ὁριζόμενος οὐκ ἐκ | |
τοῦ ὅρου τὸ ὁριστὸν κατείληφεν ἀλλ’ ἐπὶ προκατειλημ‐ | 116 | |
5 | μένῳ τούτῳ τὸν ὅρον ἐπισυντέθεικεν, πρὸς κατάληψιν τῶν πραγμάτων ὁ ὅρος οὐκ ἔστιν ἀναγκαῖος. καὶ γὰρ ἐπεὶ πάντα μὲν ὁρίζεσθαι θέλοντες καθάπαξ οὐδὲν ὁρισόμεθα διὰ τὴν 〈εἰσ〉 ἄπειρον ἔκπτωσιν, τινὰ δὲ καταλαμβάνεσθαι καὶ δίχα τῶν ὅρων ὁμολογοῦντες οὐκ ἀναγκαίους πρὸς | |
10 | κατάληψιν τοὺς ὅρους ἀποφαίνομεν, καθ’ ὃν τρόπον τὰ μὴ ὁρισθέντα κατελήφθη, δυναμένων ἡμῶν πάντα χωρὶς | |
Pyrr.2.208 | τῶν ὅρων καταλαμβάνειν, ἢ καθάπαξ οὐδὲν ὁρισόμεθα [διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν] ἢ οὐκ ἀναγκαίους τοὺς ὅρους ἀποφανοῦμεν. διὰ δὲ ταῦτα οὐδὲ πρὸς διδασκαλίαν αὐτοὺς εὕροιμεν ἂν ἀναγκαίους· ὡς γὰρ ὁ πρῶτος τὸ | |
5 | πρᾶγμα γνοὺς ἔγνω τοῦτο χωρὶς ὅρου, κατὰ τὸ παραπλή‐ σιον καὶ ὁ διδασκόμενος αὐτὸ δύναται χωρὶς ὅρου διδα‐ | |
Pyrr.2.209 | χθῆναι. ἔτι ἀπὸ τῶν ὁριστῶν ἐπικρίνουσι τοὺς ὅρους, καί φασι μοχθηροὺς ὅρους εἶναι τοὺς πε‐ ριέχοντάς τι τῶν μὴ προσόντων τοῖς ὁριστοῖς, ἤτοι πᾶσιν ἢ τισίν. διόπερ ὅταν εἴπῃ τις τὸν ἄνθρω‐ | |
5 | πον εἶναι ζῷον λογικὸν ἀθάνατον ἢ ζῷον λογικὸν θνητὸν γραμματικόν, ὅπου μὲν μηδενὸς ὄντος ἀν‐ θρώπου ἀθανάτου, ὅπου δὲ τινῶν μὴ γραμματικῶν | |
Pyrr.2.210 | ὄντων, φασὶ μοχθηρὸν εἶναι τὸν ὅρον. τάχα δὲ καὶ ἀνεπίκριτοί εἰσιν οἱ ὅροι διὰ τὴν ἀπειρίαν τῶν κατὰ μέ‐ ρος, ἐξ ὧν ἐπικρίνεσθαι ὀφείλουσιν· εἶτα οὐκ ἂν κατα‐ ληπτικοί τε καὶ διδακτικοὶ τούτων εἶεν ἐξ ὧν ἐπικρίνονται | |
5 | δηλονότι προεπεγνωσμένων, εἴγε ἄρα, καὶ προκατειλημμέ‐ νων. πῶς δὲ οὐκ ἂν εἴη γελοῖον τὸ λέγειν ὡς οἱ ὅροι χρησιμεύουσι πρὸς κατάληψιν ἢ διδασκαλίαν ἢ σαφήνειαν | |
Pyrr.2.211 | ὅλως, ἀσάφειαν ἡμῖν ἐπεισκυκλοῦντες τοσαύτην; οἷον γοῦν, ἵνα τι καὶ παίξωμεν, εἴ τις παρά του βουλόμενος πυθέ‐ σθαι εἰ ἀπήντηται αὐτῷ ἄνθρωπος ἐπὶ ἵππου ὀχούμενος | |
καὶ κύνα ἐφελκόμενος, τὴν ἐρώτησιν οὕτω ποιήσαιτο ‘ὦ | 117 | |
5 | ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἀπήν‐ τητό σοι ζῷον γελαστικὸν πλατυώνυχον, ἐπιστήμης πολιτι‐ κῆς δεκτικόν, ζῴῳ θνητῷ χρεμετιστικῷ τὰ σφαιρώματα ἐφη‐ δρακός, ἐφελκόμενον ζῷον τετράπουν ὑλακτικόν;‘ πῶς οὐκ ἂν εἴη καταγέλαστος, εἰς ἀφασίαν οὕτω γνωρίμου πράγμα‐ | |
10 | τος ἐμβαλὼν τὸν ἄνθρωπον διὰ τοὺς ὅρους; οὐκοῦν ἄχρη‐ | |
Pyrr.2.212 | στον εἶναι τὸν ὅρον ὅσον ἐπὶ τούτοις λεκτέον, εἴτ’ οὖν λόγος εἶναι λέγοιτο διὰ βραχείας ὑπομνήσεως εἰς ἔννοιαν ἡμᾶς ἄγων τῶν ὑποτεταγμένων ταῖς φω‐ ναῖς πραγμάτων, ὡς δῆλόν γε (οὐ γάρ;) ἐκ τῶν μικρῷ | |
5 | πρόσθεν ἡμῖν εἰρημένων, εἴτε λόγος ὁ τὸ τί ἦν εἶναι δηλῶν, εἴτε ὃ βούλεταί τις. καὶ γὰρ τί ἐστιν ὁ ὅρος βουλό‐ μενοι παριστᾶν εἰς ἀνήνυτον ἐμπίπτουσι διαφωνίαν, ἣν διὰ τὴν προαίρεσιν τῆς γραφῆς παρίημι νῦν, εἴγε καὶ δοκεῖ διατρέπειν τοὺς ὅρους 〈ὅσα ἐν τούτοις περὶ τοῦ ἄχρηστον | |
10 | εἶναι τὸν ὅρον ἐλέγομεν〉. Τοσαῦτα μὲν καὶ περὶ ὅρων ἀπό‐ χρη μοι νῦν λελέχθαι. | |
Pyrr.2.213(t1) | ιζʹ περὶ διαιρέσεως. | |
1 | Ἐπεὶ δέ τινες τῶν δογματικῶν τὴν διαλεκτικὴν εἶναί φασιν ἐπιστήμην συλλογιστικὴν ἐπαγωγικὴν ὁριστικὴν 〈διαιρετικήν〉, διελέχθημεν δὲ ἡμεῖς ἤδη, μετὰ τοὺς περὶ τοῦ κριτηρίου καὶ τοῦ σημείου καὶ τῆς ἀποδείξεως | |
5 | λόγους, περί τε συλλογισμῶν καὶ ἐπαγωγῆς καὶ περὶ ὅρων, οὐκ ἄτοπον ἡγούμεθα εἶναι καὶ περὶ διαιρέσεως βραχέα διαλα‐ βεῖν. γίνεσθαι τοίνυν τὴν διαίρεσίν φασι τετραχῶς· ἢ γὰρ ὄνομα εἰς σημαινόμενα διαιρεῖσθαι ἢ ὅλον εἰς μέρη ἢ γένος εἰς εἴδη ἢ εἶδος εἰς τὰ καθ’ ἕκα‐ | |
10 | στον. ὅτι δὲ οὐδενὸς τούτων ἔστιν ἐπιστήμη διαιρετική, | |
ῥᾴδιον ἴσως ἐπελθεῖν. ιηʹ περὶ τῆς ὀνόματος εἰς σημαινόμενα διαιρέσεως. | 118 | |
Pyrr.2.214 | Εὐθέως οὖν τὰς ἐπιστήμας τῶν φύσει φασὶν εἶ‐ ναι, τῶν θέσει δὲ οὐδαμῶς, καὶ εἰκότως. ἡ μὲν γὰρ ἐπιστήμη βέβαιόν τι καὶ ἀμετάπτωτον πρᾶγμα εἶναι θέλει, τὰ δὲ θέσει ῥᾳδίαν ἔχει καὶ εὐμετάπτωτον τὴν μεταβολήν, ταῖς | |
5 | ἐναλλαγαῖς τῶν θέσεων, αἵ εἰσιν ἐφ’ ἡμῖν, ἑτεροιούμενα. ἐπεὶ οὖν τὰ ὀνόματα θέσει σημαίνει καὶ οὐ φύσει (πάντες γὰρ ἂν συνίεσαν πάντα τὰ ὑπὸ τῶν φωνῶν σημαινόμενα, ὁμοίως Ἕλληνές τε καὶ βάρβαροι, πρὸς τῷ καὶ ἐφ’ ἡμῖν εἶναι τὰ σημαινόμενα οἷς ἂν βουλώμεθα ὀνόμασιν 〈καὶ〉 ἑτέροις | |
10 | ἀεὶ δηλοῦν τε καὶ σημαίνειν), πῶς ἂν δυνατὸν εἴη διαιρε‐ τικὴν ὀνόματος εἰς σημαινόμενα ἐπιστήμην εἶναι; ἢ πῶς ἐπιστήμη σημαινόντων τε καὶ σημαινομένων, ὡς οἴονταί τινες, ἡ διαλεκτικὴ δύναιτ’ ἂν ὑπάρχειν; | |
Pyrr.2.215(t1) | ιθʹ περὶ ὅλου καὶ μέρους. | |
1 | Περὶ δὲ ὅλου καὶ μέρους διαλεξόμεθα μὲν καὶ ἐν τοῖς φυσικοῖς δὴ λεγομένοις, ἐπὶ δὲ τοῦ παρόν‐ τος περὶ τῆς λεγομένης διαιρέσεως τοῦ ὅλου εἰς τὰ μέρη αὐτοῦ τάδε λεκτέον. ὅταν λέγῃ τις διαιρεῖσθαι τὴν δεκάδα εἰς μονάδα | |
5 | καὶ δύο καὶ τρία καὶ τέσσαρα, οὐ διαιρεῖται εἰς ταῦτα ἡ δεκάς. ἅμα γὰρ τῷ τὸ πρῶτον αὐτῆς ἀρθῆναι μέρος, ἵνα κατὰ συγχώρησιν νῦν τοῦτο δῶμεν, οἷον τὴν μονάδα, οὐκέτι ὑπόκειται ἡ δεκάς, ἀλλ’ ἐννέα καὶ ὅλως ἕτερόν τι | |
Pyrr.2.216 | παρὰ τὴν δεκάδα. ἡ οὖν τῶν λοιπῶν ἀφαίρεσίς τε καὶ διαίρεσις οὐκ ἀπὸ τῆς δεκάδος γίνεται ἀλλ’ ἀπό τινων ἄλ‐ λων, καθ’ ἑκάστην ἀφαίρεσιν ἑτεροιουμένων. τάχα οὖν οὐκ ἐνδέχεται τὸ ὅλον διαιρεῖν εἰς τὰ λεγόμενα εἶναι αὐ‐ | |
5 | τοῦ μέρη. καὶ γὰρ εἰ διαιρεῖται τὸ ὅλον εἰς μέρη, φιλεῖ τὰ μέρη ἐμπεριέχεσθαι τῷ ὅλῳ πρὸ τῆς διαιρέσεως, οὐ περιέχεται δὲ ἴσως. οἷον γοῦν, ἵνα ἐπὶ τῆς δεκάδος στή‐ σωμεν πάλιν τὸν λόγον, τῆς δεκάδος μέρος φασὶ πάντως | |
εἶναι τὰ ἐννέα· διαιρεῖται γὰρ εἰς ἓν καὶ ἐννέα. ἀλλὰ καὶ | 119 | |
10 | τὰ ὀκτὼ ὁμοίως· διαιρεῖται γὰρ εἰς ὀκτὼ καὶ δύο. καὶ τὰ ἑπτὰ ὁμοίως καὶ ἓξ καὶ πέντε καὶ τέσσαρα καὶ τρία καὶ | |
Pyrr.2.217 | δύο καὶ ἕν. εἰ οὖν ταῦτα πάντα ἐν τῇ δεκάδι περιέχεται καὶ συντιθέμενα μετ’ αὐτῆς πεντεκαιπεντήκοντα γίνεται, ἐν τοῖς δέκα περιέχεται πεντεκαιπεντήκοντα· ὅπερ ἄτοπον. οὐκοῦν οὔτε περιέχεται ἐν τῇ δεκάδι τὰ λεγόμενα αὐτῆς | |
5 | εἶναι μέρη, οὔτε ἡ δεκὰς εἰς ἐκεῖνα διαιρεῖσθαι δύναται | |
Pyrr.2.218 | ὡς ὅλον εἰς μέρη, ἃ μηδὲ ὅλως ἐν αὐτῇ θεωρεῖται. τὰ δὲ αὐτὰ ἀπαντήσεται καὶ ἐπὶ τῶν μεγεθῶν, ὅταν τὸ δεκάπηχυ μέγεθος, εἰ τύχοι, διαιρεῖν ἐθέλοι τις. οὐκ ἐνδέχεται οὖν ἴσως διαιρεῖν οὐδὲ ὅλον εἰς μέρη. | |
Pyrr.2.219(t1) | κʹ περὶ γενῶν καὶ εἰδῶν. | |
1 | Οὐκοῦν ὁ περὶ τῶν γενῶν καὶ τῶν εἰδῶν ὑπολείπεται λόγος, περὶ οὗ πλατύτερον μὲν ἐν ἄλλοις διαλεξόμεθα, ὡς ἐν συντόμῳ δὲ νῦν ταῦτα λέξομεν. εἰ μὲν ἐννοήματα εἶναι τὰ γένη καὶ τὰ εἴδη λέγουσιν, αἱ κατὰ τοῦ | |
5 | ἡγεμονικοῦ καὶ τῆς φαντασίας ἐπιχειρήσεις αὐτοὺς διατρέ‐ πουσιν· εἰ δὲ ἰδίαν ὑπόστασιν αὐτοῖς ἀπολείπουσιν, τί πρὸς | |
Pyrr.2.220 | τοῦτο ἐροῦσιν; εἰ ἔστι τὰ γένη, ἤτοι τοσαῦτά ἐστιν ὅσα τὰ εἴδη, ἢ ἕν ἐστι κοινὸν πάντων τῶν εἰδῶν αὐτοῦ λεγομένων εἶναι [εἶδος ἤγουν] γένος. εἰ μὲν οὖν τοσαῦτά ἐστι τὰ γένη ὅσα τὰ εἴδη αὐτῶν, οὐκέτ’ ἂν εἴη κοινὸν γένος, ὃ εἰς αὐτὰ διαι‐ | |
5 | ρεθήσεται. εἰ δὲ ἓν εἶναι λέγοιτο ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ γένος, ἤτοι ὅλου αὐτοῦ ἕκαστον εἶδος αὐτοῦ μετέχει ἢ μέ‐ ρους αὐτοῦ. ἀλλ’ ὅλου μὲν οὐδαμῶς· ἀμήχανον γάρ ἐστιν ἕν τι ὑπάρχον 〈ἐν〉 ἄλλῳ καὶ ἄλλῳ κατὰ ταὐτὸ περιέχεσθαι οὕ‐ τως ὡς ὅλον ἐν ἑκάστῳ θεωρεῖσθαι τῶν ἐν οἷς εἶναι λέγε‐ | |
10 | ται. εἰ δὲ μέρους, πρῶτον μὲν οὐκ ἀκολουθήσει τῷ εἴδει τὸ γένος πᾶν, ὡς ὑπολαμβάνουσιν, οὐδὲ ὁ ἄνθρωπος ἔσται ζῷον ἀλλὰ μέρος ζῴου, οἷον οὐσία, οὔτε δὲ ἔμψυχος οὔτε | |
Pyrr.2.221 | αἰσθητική. εἶτα μέντοι καὶ ἤτοι ταὐτοῦ λέγοιτο ἂν μετ‐ | |
εσχηκέναι πάντα τὰ εἴδη μέρους τοῦ γένους αὐτῶν, ἢ ἑτέρου καὶ ἑτέρου. ἀλλὰ ταὐτοῦ μὲν οὐκ ἐνδέχεται διὰ τὰ προ‐ ειρημένα. εἰ δὲ ἄλλου καὶ ἄλλου, οὔτε ὅμοια ἀλλήλοις | 120 | |
5 | ἔσται τὰ εἴδη κατὰ γένος, ὅπερ οὐ προσδέξονται, ἄπειρόν τε ἔσται γένος ἕκαστον εἰς ἄπειρα τεμνόμενον (οὐ μόνον τὰ εἴδη ἀλλὰ καὶ τὰ καθ’ ἕκαστον, ἐν οἷς καὶ αὐτοῖς μετὰ τῶν εἰδῶν αὐτοῦ θεωρεῖται· οὐ γὰρ μόνον ἄνθρωπος ἀλλὰ καὶ ζῷον ὁ Δίων εἶναι λέγεται). εἰ δὲ ταῦτα ἄτοπα, οὐδὲ | |
10 | κατὰ μέρος μετέσχηκε τὰ εἴδη τοῦ γένους αὐτῶν ἑνὸς ὄν‐ | |
Pyrr.2.222 | τος. εἰ δὲ μήτε ὅλου μετέσχηκεν ἕκαστον εἶδος τοῦ γένους μήτε μέρους αὐτοῦ, πῶς ἂν λέγοιτο ἓν εἶναι γένος ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ, ὥστε καὶ εἰς αὐτὰ διαιρεῖσθαι; τάχα οὐκ ἂν ἔχοι τις λέγειν μὴ οὐχὶ ἀναπλάσσων τινὰς εἰδω‐ | |
5 | λοποιήσεις, αἳ ταῖς ἐκείνων αὐτῶν ἀνεπικρίτοις διαφωνίαις κατὰ τὰς σκεπτικὰς ἐφόδους περιτραπήσονται. | |
Pyrr.2.223 | Πρὸς δὲ τούτοις κἀκεῖνο λεκτέον. τὰ εἴδη τοῖα ἢ τοῖά ἐστιν· τούτων τὰ γένη ἤτοι καὶ τοῖα καὶ τοῖα, ἢ τοῖα μὲν τοῖα δὲ οὐ, ἢ οὔτε τοῖα οὔτε τοῖα. οἷον ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώματα, καὶ τὰ μὲν | |
5 | ἀληθῆ τὰ δὲ ψευδῆ, καὶ ἔνια μὲν λευκά, εἰ τύχοι, ἔνια δὲ μέλανα, καὶ ἔνια μὲν μέγιστα ἔνια δὲ σμικρότατα, καὶ τὰ ἄλλα ὁμοίως, τὸ τὶ λόγου ἕνεκεν, ὅ φασιν εἶναί τινες γενι‐ | |
Pyrr.2.224 | κώτατον, ἢ πάντα ἔσται ἢ τὰ ἕτερα ἢ οὐδέν. ἀλλ’ εἰ μὲν οὐδέν ἐστιν ὅλως τὸ τὶ, οὐδὲ τὸ γένος, πέρας ἔχει ἡ ζή‐ τησις. εἰ δὲ πάντα εἶναι ῥηθείη, πρὸς τῷ ἀδύνατον εἶναι τὸ λεγόμενον, καὶ τῶν εἰδῶν καὶ τῶν καθ’ ἕκαστον ἐν οἷς | |
5 | ἐστι δεήσει πάντα εἶναι. ὡς γάρ, ἐπεὶ τὸ ζῷον, ὡς φασίν, οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, ἕκαστον τῶν εἰδῶν αὐτοῦ καὶ οὐσία εἶναι λέγεται καὶ ἔμψυχος καὶ αἰσθητική, οὕτως εἰ τὸ γένος καὶ σῶμά ἐστι καὶ ἀσώματον καὶ ψευδὲς καὶ ἀληθὲς καὶ μέλαν, εἰ τύχοι, καὶ λευκὸν καὶ σμικρότατον | |
10 | καὶ μέγιστον καὶ τἆλλα πάντα, ἕκαστον τῶν εἰδῶν καὶ τῶν καθ’ ἕκαστον πάντα ἔσται· ὅπερ οὐ θεωρεῖται. ψεῦδος | |
Pyrr.2.225 | οὖν καὶ τοῦτο. εἰ δὲ τὰ ἕτερα μόνα ἐστί, τούτων τὸ γέ‐ νος τῶν λοιπῶν οὐκ ἔσται γένος, οἷον εἰ σῶμα τὸ τὶ, τῶν ἀσωμάτων, καὶ εἰ λογικὸν τὸ ζῷον, τῶν ἀλόγων, ὡς μήτε ἀσώματόν τι εἶναι ζῷον μήτε ἄλογον, καὶ ἐπὶ τῶν ἄλλων | 121 |
5 | ὁμοίως· ὅπερ ἄτοπον. οὐκοῦν οὔτε καὶ τοῖον καὶ τοῖον τὸ γένος, οὔτε τοῖον μὲν τοῖον δὲ οὔ, οὔτε μὴν οὔτε τοῖον οὔτε τοῖον δύναται εἶναι [γένος]· εἰ δὲ τοῦτο, οὐδὲ ἔστιν ὅλως τὸ γένος. εἰ δὲ λέγοι τις ὅτι δυνάμει πάντα ἐστὶ τὸ γένος, λέξομεν, ὡς τὸ δυνάμει τι ὂν δεῖ τι καὶ ἐνεργείᾳ | |
10 | εἶναι, οἷον οὐ δύναταί τις γραμματικὸς εἶναι εἰ μὴ καὶ ἐνεργείᾳ. καὶ τὸ γένος οὖν εἰ δυνάμει πάντα ἐστίν, ἐρω‐ τῶμεν αὐτοὺς τί ἐστιν ἐνεργείᾳ, καὶ οὕτω μένουσιν αἱ αὐταὶ ἀπορίαι. τἀναντία μὲν γὰρ πάντα ἐνεργείᾳ εἶναι οὐ | |
Pyrr.2.226 | δύναται. ἀλλ’ οὐδὲ τὰ μὲν καὶ ἐνεργείᾳ τὰ δὲ δυνάμει μόνον, οἷον σῶμα μὲν ἐνεργείᾳ, δυνάμει δὲ ἀσώματον. δυνάμει γάρ ἐστιν ὃ οἷόν τέ ἐστιν ἐνεργείᾳ ὑποστῆναι, τὸ δὲ σῶμα ἐνεργείᾳ 〈ὂν〉 ἀδύνατόν ἐστιν ἀσώματον γενέσθαι | |
5 | κατ’ ἐνέργειαν, ὥστε εἰ λόγου χάριν σῶμά 〈τι〉 ἔστιν ἐνεργείᾳ, οὔκ ἐστιν ἀσώματον δυνάμει, καὶ τὸ ἀνάπαλιν. οὐκοῦν οὐκ ἐνδέχεται τὸ γένος τὰ μὲν ἐνεργείᾳ εἶναι τὰ δὲ δυνά‐ μει μόνον. εἰ δὲ οὐδὲν ὅλως ἐστὶν ἐνεργείᾳ, οὐδὲ ὑφέστη‐ κεν. οὐκοῦν οὐδέν ἐστι τὸ γένος, ὃ διαιρεῖν εἰς τὰ εἴδη λέ‐ | |
Pyrr.2.227 | γουσιν. ἔτι καὶ τοῦτο θεάσασθαι ἄξιον. ὥσπερ γὰρ, ἐπεὶ ὁ αὐτός ἐστιν Ἀλέξανδρος καὶ Πάρις, οὐκ ἐνδέχεται τὸ μὲν ‘Ἀλέξανδρος περιπατεῖ‘ ἀληθὲς εἶναι, τὸ δὲ ‘Πάρις περιπατεῖ‘ ψεῦδος, οὕτως εἰ τὸ αὐτό ἐστι τὸ ἄνθρωπον | |
5 | εἶναι Θέωνι καὶ Δίωνι, εἰς σύνταξιν ἀξιώματος ἀγομένη ἡ ‘ἄνθρωποσ‘ προσηγορία ἢ ἀληθὲς ἢ ψεῦδος ἐπ’ ἀμφοτέρων ποιήσει τὸ ἀξίωμα. οὐ θεωρεῖται δὲ τοῦτο· τοῦ μὲν γὰρ Δίωνος καθημένου Θέωνος δὲ περιπατοῦντος τὸ ‘ἄνθρω‐ | |
πος περιπατεῖ‘ ἐφ’ οὗ μὲν λεγόμενον ἀληθές ἐστιν, ἐφ’ οὗ | 122 | |
10 | δὲ ψεῦδος. οὐκ ἄρα κοινή ἐστιν ἀμφοτέρων ἡ ‘ἄνθρω‐ ποσ‘ προσηγορία, οὐδὲ ἡ αὐτὴ ἀμφοῖν, ἀλλ’ εἰ ἄρα, ἰδία ἑκατέρου. | |
Pyrr.2.228(t1) | καʹ περὶ κοινῶν συμβεβηκότων. | |
1 | Παραπλήσια δὲ λέγεται καὶ περὶ τῶν κοινῶν συμβε‐ βηκότων. εἰ γὰρ ἓν καὶ τὸ αὐτὸ συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ὁρᾶν, ἐὰν καθ’ ὑπόθεσιν φθαρῇ μὲν Δίων, Θέων δὲ περιῇ καὶ ὁρᾷ, ἤτοι τὴν ὅρασιν τοῦ ἐφθαρμένου | |
5 | Δίωνος ἄφθαρτον μένειν ἐροῦσιν, ὅπερ ἀπεμφαίνει, 〈ἢ〉 τὴν αὐτὴν ὅρασιν ἐφθάρθαι τε καὶ μὴ ἐφθάρθαι λέξουσιν, ὅπερ ἄτοπον· οὐκ ἄρα ἡ Θέωνος· ὅρασις ἡ αὐτή ἐστι τῇ Δίωνος, ἀλλ’ εἰ ἄρα, ἰδία ἑκατέρου. καὶ γὰρ εἰ ταὐτὸν συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ἀναπνεῖν, οὐκ ἐνδέχε‐ | |
10 | ται τὴν ἐν Θέωνι ἀναπνοὴν εἶναι, τὴν ἐν Δίωνι δὲ μὴ εἶναι· ἐνδέχεται δὲ τοῦ μὲν φθαρέντος τοῦ δὲ περιόντος· οὐκ ἄρα ἡ αὐτή ἐστιν. Περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον νῦν ἀρκέσει συν‐ τόμως λελέχθαι. | |
Pyrr.2.229(t1) | κβʹ περὶ σοφισμάτων. | |
1 | Οὐκ ἄτοπον δὲ ἴσως καὶ τῷ περὶ τῶν σοφισμάτων ἐπι‐ στῆσαι λόγῳ διὰ βραχέων, ἐπεὶ καὶ εἰς τὴν τούτων διάλυσιν ἀναγκαίαν εἶναι λέγουσι τὴν διαλεκτικὴν οἱ σεμνύνοντες αὐτήν. εἰ γὰρ τῶν τε ἀληθῶν καὶ ψευδῶν λόγων, | |
5 | φασίν, ἐστὶν αὕτη διαγνωστική, ψευδεῖς δὲ λόγοι καὶ τὰ σοφίσματα, καὶ τούτων ἂν εἴη διακριτικὴ λυμαινομένων τὴν ἀλήθειαν φαινομέναις πιθανό‐ τησιν. ὅθεν ὡς βοηθοῦντες οἱ διαλεκτικοὶ σαλεύοντι τῷ βίῳ καὶ τὴν ἔννοιαν καὶ τὰς διαφορὰς καὶ τὰς ἐπιλύσεις δὴ | |
10 | τῶν σοφισμάτων μετὰ σπουδῆς ἡμᾶς πειρῶνται διδάσκειν, λέγοντες σόφισμα εἶναι λόγον πιθανὸν καὶ δεδολιευ‐ μένον ὥστε προσδέξασθαι τὴν ἐπιφορὰν ἤτοι ψευδῆ | |
ἢ ὡμοιωμένην ψευδεῖ ἢ ἄδηλον ἢ ἄλλως ἀπρόσ‐ | 123 | |
Pyrr.2.230 | δεκτον, οἷον ψευδῆ μὲν ὡς ἐπὶ 〈τούτου〉 τοῦ σοφί‐ σματος ἔχει ‘οὐδεὶς δίδωσι κατηγόρημα πιεῖν· κατη‐ γόρημα δέ ἐστι τὸ ἀψίνθιον πιεῖν· οὐδεὶς ἄρα δί‐ δωσιν ἀψίνθιον πιεῖν‘, ἔτι δὲ ὅμοιον ψευδεῖ ὡς | |
5 | ἐπὶ τούτου ‘ὃ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται, τοῦτο οὐκ ἔστιν ἄτοπον· οὔτε δὲ ἐνεδέχετο οὔτε ἐνδέχεται τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει· 〈οὐκ ἄρα | |
Pyrr.2.231 | ἄτοπόν ἐστι τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει〉‘. ἔτι δὲ ἄδηλον οὕτως ‘οὐχὶ καὶ ἠρώτηκά τί σε πρῶτον, καὶ οὐχὶ οἱ ἀστέρες ἄρτιοί εἰσιν· ἠρώτηκα δέ τί σε πρῶ‐ τον· οἱ ἄρα ἀστέρες ἄρτιοί εἰσιν‘. ἔτι δὲ ἀπρόσ‐ | |
5 | δεκτον ἄλλως, ὡς οἱ λεγόμενοι σολοικίζοντες λό‐ γοι, οἷον ‘ὃ βλέπεις, ἔστιν· βλέπεις δὲ φρενιτικόν· ἔστιν ἄρα φρενιτικόν‘. ‘ὃ ὁρᾷς, ἔστιν· ὁρᾷς δὲ φλεγ‐ μαίνοντα τόπον· ἔστιν ἄρα φλεγμαίνοντα τόπον‘. | |
Pyrr.2.232 | εἶτα μέντοι καὶ τὰς ἐπιλύσεις αὐτῶν [ὁρᾶν ἤτοι] πα‐ ριστᾶν ἐπιχειροῦσι, λέγοντες ἐπὶ μὲν τοῦ πρώτου σο‐ φίσματος, ὅτι ἄλλο διὰ τῶν λημμάτων συγκεχώρη‐ ται καὶ ἄλλο ἐπενήνεκται. συγκεχώρηται γὰρ τὸ | |
5 | μὴ πίνεσθαι κατηγόρημα, καὶ εἶναι κατηγόρημα τὸ ἀψίνθιον πίνειν, οὐκ αὐτὸ τὸ ἀψίνθιον. διὸ δέον ἐπιφέρειν ‘οὐδεὶς ἄρα πίνει τὸ ἀψίνθιον πίνειν‘, ὅπερ ἐστὶν ἀληθές, ἐπενήνεκται ‘οὐδεὶς ἄρα ἀψίν‐ θιον πίνει‘, ὅπερ ἐστὶ ψεῦδος, οὐ συναγόμενον ἐκ | |
Pyrr.2.233 | τῶν συγκεχωρημένων λημμάτων. ἐπὶ δὲ τοῦ δευ‐ τέρου, ὅτι δοκεῖ μὲν ἐπὶ ψεῦδος ἀπάγειν ὡς ποιεῖν τοὺς ἀνεπιστάτους ὀκνεῖν αὐτῷ συγκατατίθεσθαι, συνάγει δὲ ἀληθές, τὸ ‘οὐκ ἄρα ἄτοπόν ἐστι τὸ ὁ | |
5 | ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει‘. οὐδὲν γὰρ ἀξίωμα ἄτοπόν ἐστιν, ἀξίωμα δέ ἐστι τὸ ‘ὁ ἰατρός, | |
καθὸ ἰατρός ἐστι, φονεύει‘. διὸ οὐδὲ τοῦτο ἄτοπον. | 124 | |
Pyrr.2.234 | ἡ δὲ ἐπὶ τὸ ἄδηλον ἀπαγωγή, φασίν, ὅτι ἐκ τοῦ γέ‐ νους τῶν μεταπιπτόντων ἐστίν. μηδενὸς γὰρ προ‐ ηρωτημένου κατὰ τὴν ὑπόθεσιν τὸ ἀποφατικὸν τῆς συμπλοκῆς ἀληθὲς γίνεται, ψευδοῦς τῆς συμπλο‐ | |
5 | κῆς οὔσης παρὰ τὸ ἐμπεπλέχθαι ψεῦδος τὸ ‘ἠρώ‐ τηκά τί σε πρῶτον‘ ἐν αὐτῇ. μετὰ δὲ τὸ ἐρωτηθῆ‐ ναι τὸ ἀποφατικὸν τῆς συμπλοκῆς, τῆς προσλήψεως ἀληθοῦς γενομένης ‘ἠρώτηκα δέ τί σε πρῶτον‘, διὰ τὸ ἠρωτῆσθαι πρὸ τῆς προσλήψεως τὸ ἀποφατικὸν | |
10 | τῆς συμπλοκῆς ἡ τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς πρότασις γίνεται ψευδὴς τοῦ ἐν τῷ συμπεπλεγμέ‐ νῳ ψεύδους γενομένου ἀληθοῦς· ὡς μηδέποτε δύ‐ νασθαι συναχθῆναι τὸ συμπέρασμα μὴ συνυπάρ‐ χοντος τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς τῇ προσλή‐ | |
Pyrr.2.235 | ψει. τοὺς δὲ τελευταίους, φασὶν ἔνιοι, τοὺς σολοι‐ κίζοντας λόγους, ἀτόπως ἐπάγεσθαι παρὰ τὴν συν‐ ήθειαν. Τοιαῦτα μὲν οὖν τινες διαλεκτικοί φασι περὶ σοφι‐ | |
5 | σμάτων (καὶ γὰρ ἄλλοι ἄλλα λέγουσιν)· ταῦτα δὲ τὰς μὲν τῶν εἰκαιοτέρων ἀκοὰς ἴσως δύναται γαργαλίζειν, περιττὰ δέ ἐστι καὶ μάτην αὐτοῖς πεπονημένα. καὶ τοῦτο δυνατὸν μὲν ἴσως καὶ ἀπὸ τῶν ἤδη λελεγμένων ἡμῖν ὁρᾶν· ὑπεμνή‐ σαμεν γάρ, ὅτι μὴ δύναται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατὰ | |
10 | τοὺς διαλεκτικοὺς καταλαμβάνεσθαι, ποικίλως· τε ἄλλως καὶ τῷ τὰ μαρτύρια τῆς συλλογιστικῆς δυνάμεως αὐτῶν, τὴν ἀπόδειξιν καὶ τοὺς ἀναποδείκτους διατρέπεσθαι λόγους. | |
Pyrr.2.236 | εἰς δὲ τὸν προκείμενον τόπον ἰδίως καὶ ἄλλα μὲν πολλὰ λέγειν ἔνεστιν, ὡς δὲ ἐν συντόμῳ νῦν τόδε λεκτέον. ὅσα μὲν σοφίσματα ἰδίως ἡ διαλεκτικὴ δύνασθαι δοκεῖ δι‐ ελέγχειν, τούτων ἡ διάλυσις ἄχρηστός ἐστιν· ὅσων δὲ ἡ διά‐ | |
5 | λυσις χρησιμεύει, ταῦτα ὁ μὲν διαλεκτικὸς οὐκ ἂν διαλύ‐ σειεν, οἱ δὲ ἐν ἑκάστῃ τέχνῃ τὴν ἐπὶ τῶν πραγμάτων | 125 |
Pyrr.2.237 | παρακολούθησιν ἐσχηκότες. εὐθέως γοῦν, ἵνα ἑνὸς ἢ δευτέρου μνησθῶμεν παραδείγματος, ἐρωτηθέντος [ἰατρῷ] τοιούτου σοφίσματος ‘κατὰ τὰς νόσους ἐν ταῖς παρακμαῖς τήν τε ποικίλην δίαιταν καὶ τὸν οἶνον δοκιμαστέον· ἐπὶ | |
5 | πάσης δὲ τυπώσεως νόσου πρὸ τῆς πρώτης διατρίτου πάν‐ τως γίνεται παρακμή· ἀναγκαῖον ἄρα πρὸ τῆς πρώτης διατρίτου τήν τε ποικίλην δίαιταν καὶ τὸν οἶνον ὡς τὸ πολὺ παραλαμβάνειν‘ ὁ μὲν διαλεκτικὸς οὐδὲν ἂν εἰπεῖν | |
Pyrr.2.238 | ἔχοι πρὸς διάλυσιν τοῦ λόγου, καίτοι χρησίμην οὖσαν, ὁ δὲ ἰατρὸς διαλύσεται τὸ σόφισμα, εἰδὼς ὅτι παρακμὴ λέ‐ γεται διχῶς, ἥ τε τοῦ ὅλου νοσήματος καὶ ἡ ἑκάστης ἐπι‐ τάσεως μερικῆς ἀπὸ τῆς ἀκμῆς ῥοπὴ πρὸς τὸ κρεῖσσον, | |
5 | καὶ πρὸ μὲν τῆς πρώτης διατρίτου ὡς τὸ πολὺ γίνεται παρακμὴ ἡ τῆς ἐπιτάσεως τῆς μερικῆς, τὴν δὲ ποικίλην δίαιταν οὐκ ἐν ταύτῃ δοκιμάζομεν ἀλλ’ ἐν τῇ παρακμῇ τοῦ ὅλου νοσήματος. ὅθεν καὶ διηρτῆσθαι λέξει τὰ λήμ‐ ματα τοῦ λόγου, ἑτέρας μὲν παρακμῆς ἐν τῷ προτέρῳ | |
10 | λήμματι λαμβανομένης, τουτέστι τῆς τοῦ ὅλου πά‐ θους, ἑτέρας δὲ ἐν τῷ δευτέρῳ, τουτέστι τῆς μερικῆς. | |
Pyrr.2.239 | πάλιν τε ἐπί τινος πυρέσσοντος κατὰ πύκνωσιν ἐπιτεταμέ‐ νην ἐρωτηθέντος τοῦ τοιούτου λόγου ‘τὰ ἐναντία τῶν ἐναντίων ἰάματά ἐστιν· ἐναντίον δὲ τῇ ὑποκειμένῃ πυ‐ ρώσει τὸ ψυχρόν· κατάλληλον ἄρα τῇ ὑποκειμένῃ πυρώ‐ | |
Pyrr.2.240 | σει τὸ ψυχρόν‘ ὁ μὲν διαλεκτικὸς ἡσυχάσει, ὁ δὲ ἰατρός, εἰδὼς τίνα μέν ἐστιν προηγουμένως προσεχῆ πάθη, τίνα δὲ συμπτώματα τούτων, ἐρεῖ μὴ ἐπὶ τῶν συμπτωμάτων προκόπτειν τὸν λόγον (ἀμέλει γοῦν πρὸς τὴν ἐπίχυσιν τοῦ | |
5 | ψυχροῦ πλείονα γίνεσθαι συμβαίνειν τὴν πύρωσιν) ἀλλ’ ἐπὶ τῶν προσεχῶν παθῶν, καὶ τὴν μὲν στέγνωσιν εἶναι προσεχῆ, ἥτις οὐ τὴν πύκνωσιν ἀλλὰ τὸν χαλαστικὸν τρό‐ | |
πον τῆς ἐπιμελείας ἀπαιτεῖ, τὸ δὲ τῆς ἐπακολουθούσης θερμασίας οὐ προηγουμένως προσεχές, ὅθεν μηδὲ τὸ | 126 | |
Pyrr.2.241 | κατάλληλον εἶναι δοκοῦν αὐτῇ. καὶ οὕτως μὲν ἐπὶ τοῖς σοφίσμασι τοῖς χρησίμως ἀπαιτοῦσι τὴν διάλυσιν οὐδὲν ἕξει λέγειν ὁ διαλεκτικός, ἐρωτήσας δὲ ἡμᾶς τοιούτους λόγους ‘εἰ οὐχὶ καὶ καλὰ κέρατα ἔχεις καὶ κέρατα | |
5 | ἔχεις, κέρατα ἔχεις· οὐχὶ δὲ καλὰ κέρατα ἔχεις καὶ | |
Pyrr.2.242 | κέρατα ἔχεις· κέρατα ἄρα ἔχεις.‘ ‘εἰ κινεῖταί τι, ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται, ἢ ἐν ᾧ οὐκ ἔστιν· οὔτε δὲ ἐν ᾧ ἔστιν (μένει γάρ), οὔτε [δὲ] ἐν ᾧ μὴ ἔστιν (πῶς γὰρ ἂν ἐνεργοίη τι ἐν ἐκείνῳ, ἐν ᾧ μηδὲ τὴν ἀρχὴν | |
Pyrr.2.243 | ἔστιν;) οὐκ ἄρα κινεῖταί τι.‘ ‘ἤτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν ὂν οὐ γίνεται (ἔστι γάρ)· ἀλλ’ οὐδὲ τὸ μὴ ὄν· (τὸ μὲν γὰρ γινόμενον πάσχει τι, | |
Pyrr.2.244 | τὸ δὲ μὴ ὂν οὐ πάσχει)· οὐδὲν ἄρα γίνεται.‘ ‘ἡ χιὼν ὕδωρ ἐστὶ πεπηγός· μέλαν δὲ τὸ ὕδωρ ἐστίν. μέλαινα ἄρα ἐστὶν ἡ χιών.‘ καὶ τοιούτους τινὰς ἀθροίσας ὕθλους συνάγει τὰς ὀφρῦς, καὶ προχειρίζεται τὴν διαλε‐ | |
5 | κτικήν, καὶ πάνυ σεμνῶς ἐπιχειρεῖ κατασκευάζειν ἡμῖν δι’ ἀποδείξεων συλλογιστικῶν, ὅτι γίνεταί τι, καὶ ὅτι κινεῖταί τι, καὶ ὅτι ἡ χιών ἐστι λευκή, καὶ ὅτι κέρατα οὐκ ἔχομεν, καίτοι γε ἀρκοῦντος ἴσως τοῦ τὴν ἐνάργειαν αὐτοῖς ἀντι‐ τιθέναι πρὸς τὸ θραύεσθαι τὴν διαβεβαιωτικὴν θέσιν | |
10 | αὐτῶν διὰ τῆς ἐκ τῶν φαινομένων ἰσοσθενοῦς αὐτῶν ἀντι‐ μαρτυρήσεως. ταῦτά τοι καὶ ἐρωτηθεὶς φιλόσοφος 〈τισ〉 τὸν κατὰ τῆς κινήσεως λόγον σιωπῶν περιεπάτησεν, καὶ οἱ κατὰ τὸν βίον ἄνθρωποι πεζάς τε καὶ διαποντίους στέλ‐ λονται πορείας κατασκευάζουσί τε ναῦς καὶ οἰκίας καὶ παι‐ | |
15 | δοποιοῦνται τῶν κατὰ τῆς κινήσεως καὶ γενέσεως ἀμελοῦν‐ | 127 |
Pyrr.2.245 | τες λόγων. φέρεται δὲ καὶ Ἡροφίλου τοῦ ἰατροῦ χαρίεν 〈τι〉 ἀπομνημόνευμα· συνεχρόνισε γὰρ οὗτος Διοδώρῳ, ὃς ἐναπειροκαλῶν τῇ διαλεκτικῇ λόγους διεξῄει σοφιστικοὺς κατά τε ἄλλων πολλῶν καὶ τῆς κινήσεως. ὡς οὖν ἐκβα‐ | |
5 | λών ποτε ὦμον ὁ Διόδωρος ἧκε θεραπευθησόμενος ὡς τὸν Ἡρόφιλον, ἐχαριεντίσατο ἐκεῖνος πρὸς αὐτὸν λέγων ‘ἤτοι ἐν ᾧ ἦν τόπῳ ὁ ὦμος ὢν ἐκπέπτωκεν, ἢ ἐν ᾧ οὐκ ἦν· οὔτε δὲ ἐν ᾧ ἦν οὔτε ἐν ᾧ οὐκ ἦν· οὐκ ἄρα ἐκπέπτωκεν‘, ὡς τὸν σοφιστὴν λιπαρεῖν ἐᾶν μὲν τοὺς τοιούτους λόγους, | |
10 | τὴν δὲ ἐξ ἰατρικῆς ἁρμόζουσαν αὐτῷ προσάγειν θερα‐ | |
Pyrr.2.246 | πείαν. ἀρκεῖ γάρ, οἶμαι, τὸ ἐμπείρως τε καὶ ἀδοξάστως κατὰ τὰς κοινὰς τηρήσεις τε καὶ προλήψεις βιοῦν, περὶ τῶν ἐκ δογματικῆς. περιεργίας καὶ μάλιστα ἔξω τῆς βιωτι‐ κῆς χρείας λεγομένων ἐπέχοντας. εἰ οὖν ὅσα μὲν εὐχρήστως | |
5 | ἂν ἐπιλυθείη, ταῦτα οὐκ ἂν διαλύσαιτο ἡ διαλεκτική, ὅσα δὲ ἐπιλύεσθαι δοίη τις ἂν ἴσως ὑπ’ αὐτῆς σοφίσματα, τούτων ἡ διάλυσις ἄχρηστός ἐστιν, ἄχρηστός ἐστι κατὰ τὴν ἐπίλυσιν τῶν σοφισμάτων ἡ διαλεκτική. | |
Pyrr.2.247 | Καὶ ἀπ’ αὐτῶν δὲ τῶν παρὰ τοῖς διαλεκτικοῖς λεγο‐ μένων ὁρμώμενός τις οὕτως ἂν συντόμως ὑπομνήσειε περιττὰ εἶναι τὰ περὶ τῶν σοφισμάτων παρ’ αὐτοῖς δὴ τε‐ χνολογούμενα. ἐπὶ τὴν τέχνην τὴν διαλεκτικήν φασιν | |
5 | ὡρμηκέναι οἱ διαλεκτικοὶ οὐχ ἁπλῶς ὑπὲρ τοῦ γνῶναι τί ἐκ τίνος συνάγεται, ἀλλὰ προηγουμένως ὑπὲρ τοῦ δι’ ἀποδεικτικῶν λόγων τὰ ἀληθῆ καὶ τὰ ψευδῆ κρίνειν ἐπίστασθαι· λέγουσι γοῦν εἶναι τὴν διαλε‐ κτικὴν ἐπιστήμην ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέ‐ | |
Pyrr.2.248 | ρων. ἐπεὶ τοίνυν αὐτοί φασιν ἀληθῆ λόγον εἶναι τὸν δι’ ἀληθῶν λημμάτων ἀληθὲς συνάγοντα συμπέ‐ ρασμα, ἅμα τῷ ἐρωτηθῆναι λόγον ψεῦδος ἔχοντα τὸ συμ‐ | |
πέρασμα εἰσόμεθα ὅτι ψευδής ἐστιν καὶ οὐ συγκαταθησόμεθα | 128 | |
5 | αὐτῷ. ἀνάγκη γὰρ καὶ αὐτὸν τὸν λόγον ἤτοι μὴ εἶναι συν‐ | |
Pyrr.2.249 | ακτικὸν ἢ μηδὲ τὰ λήμματα ἔχειν ἀληθῆ. καὶ τοῦτο δῆλον ἐκ τῶνδε. ἤτοι ἀκολουθεῖ τὸ ἐν τῷ λόγῳ ψευδὲς συμπέρασμα τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἢ οὐκ ἀκολουθεῖ. ἀλλ’ εἰ μὲν οὐκ ἀκολουθεῖ, οὐδὲ συνακτικὸς λόγος ἔσται· λέγουσι | |
5 | γὰρ συνακτικὸν γίνεσθαι λόγον, ὅταν ἀκολουθῇ τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμ‐ πλοκῇ τὸ ἐν αὐτῷ συμπέρασμα. εἰ δὲ ἀκολουθεῖ, ἀνάγκη καὶ τὴν διὰ τῶν λημμάτων συμπλοκὴν εἶναι ψευδῆ κατὰ τὰς αὐτῶν ἐκείνων τεχνολογίας· φασὶ γὰρ ὅτι τὸ ψεῦδος ψεύ‐ | |
Pyrr.2.250 | δει μὲν ἀκολουθεῖ, ἀληθεῖ δὲ οὐδαμῶς. ὅτι δὲ ὁ μὴ συνακτικὸς ἢ μὴ ἀληθὴς λόγος κατὰ αὐτοὺς οὐδὲ ἀποδεικτι‐ κός ἐστιν, δῆλον ἐκ τῶν ἔμπροσθεν εἰρημένων. εἰ τοίνυν ἐρωτηθέντος λόγου, ἐν ᾧ ψεῦδός ἐστι τὸ συμπέρασμα, | |
5 | αὐτόθεν γινώσκομεν, ὅτι οὐκ ἔστιν ἀληθὴς οὐδὲ συνακτι‐ κὸς ὁ λόγος, ἐκ τοῦ συμπέρασμα ἔχειν ψευδές, οὐ συγκα‐ ταθησόμεθα αὐτῷ, κἂν μὴ γινώσκωμεν παρὰ τί τὸ ἀπα‐ τηλὸν ἔχει. ὥσπερ γὰρ οὐδ’ ὅτι ἀληθῆ ἐστι τὰ ὑπὸ τῶν ψηφοπαικτῶν γινόμενα συγκατατιθέμεθα, ἀλλ’ ἴσμεν ὅτι | |
10 | ἀπατῶσιν, κἂν μὴ γινώσκωμεν ὅπως ἀπατῶσιν, οὕτως οὐδὲ τοῖς ψευδέσι μέν, πιθανοῖς δὲ εἶναι δοκοῦσι λόγοις πειθό‐ | |
Pyrr.2.251 | μεθα, κἂν μὴ γινώσκωμεν ὅπως παραλογίζονται. ἢ ἐπεὶ οὐ μόνον ἐπὶ ψεῦδος ἀπάγειν τὸ σόφισμά φασιν, ἀλλὰ καὶ ἐπὶ ἄλλας ἀτοπίας, κοινότερον οὕτω συνερωτη‐ τέον. ὁ ἐρωτώμενος λόγος ἤτοι ἐπί τι ἀπρόσδεκτον ἡμᾶς ἄγει | |
5 | ἢ ἐπί τι τοιοῦτον ὡς χρῆναι αὐτὸ προσδέχεσθαι. ἀλλ’ εἰ μὲν τὸ δεύτερον, οὐκ ἀτόπως αὐτῷ συγκαταθησόμεθα· εἰ δὲ ἐπί τι ἀπρόσδεκτον, οὐχ ἡμᾶς τῇ ἀτοπίᾳ δεήσει συγκατατίθε‐ σθαι προπετῶς διὰ τὴν πιθανότητα, ἀλλ’ ἐκείνους ἀφίστα‐ σθαι τοῦ λόγου τοῦ τοῖς ἀτόποις ἀναγκάζοντος συγκα‐ | |
10 | τατίθεσθαι, εἴγε μὴ ληρεῖν παιδαριωδῶς, ἀλλὰ τἀληθῆ | |
Pyrr.2.252 | ζητεῖν, ὡς ὑπισχνοῦνται, προῄρηνται. ὥσπερ γὰρ εἰ ὁδὸς εἴη ἐπί τινα κρημνὸν φέρουσα, οὐκ ὠθοῦμεν αὑτοὺς εἰς τὸν κρημνὸν διὰ τὸ ὁδόν τινα εἶναι φέρουσαν ἐπ’ αὐτόν, ἀλλ’ ἀφιστάμεθα τῆς ὁδοῦ διὰ τὸν κρημνόν, οὕτω καὶ εἰ | 129 |
5 | λόγος εἴη ἐπί τι ὁμολογουμένως ἄτοπον ἡμᾶς ἀπάγων, οὐχὶ τῷ ἀτόπῳ συγκαταθησόμεθα διὰ τὸν λόγον, ἀλλ’ | |
Pyrr.2.253 | ἀποστησόμεθα τοῦ λόγου διὰ τὴν ἀτοπίαν. ὅταν οὖν οὕτως ἡμῖν συνερωτᾶται λόγος, καθ’ ἑκάστην πρότασιν ἐφέξομεν, εἶτα τοῦ ὅλου συνερωτηθέντος λόγου τὰ 〈ἡμῖν〉 δοκοῦντα ἐπάξομεν. καὶ εἴγε οἱ περὶ τὸν Χρύσιππον | |
5 | δογματικοὶ ἐν τῇ συνερωτήσει τοῦ σωρίτου προϊόντος τοῦ λόγου φασὶ δεῖν ἵστασθαι καὶ ἐπέχειν, ἵνα μὴ ἐκπέσωσιν εἰς ἀτοπίαν, πολὺ δήπου μᾶλλον ἂν ἡμῖν ἁρμόζον εἴη σκεπτικοῖς οὖσιν, ὑπο‐ πτεύουσιν ἀτοπίαν, μὴ προπίπτειν κατὰ τὰς συνερωτήσεις | |
10 | τῶν λημμάτων, ἀλλ’ ἐπέχειν καθ’ ἕκαστον ἕως τῆς ὅλης | |
Pyrr.2.254 | συνερωτήσεως τοῦ λόγου. καὶ ἡμεῖς μὲν ἀδοξάστως ἀπὸ τῆς βιωτικῆς τηρήσεως ὁρμώμενοι τοὺς ἀπατηλοὺς οὕτως ἐκκλί‐ νομεν λόγους, οἱ δογματικοὶ δὲ ἀδυνάτως ἕξουσι διακρῖναι τὸ σόφισμα ἀπὸ τοῦ δεόντως δοκοῦντος ἐρωτᾶσθαι λόγου, | |
5 | εἴγε χρὴ δογματικῶς αὐτοὺς ἐπικρῖναι, καὶ ὅτι συνα‐ κτικόν ἐστι τὸ σχῆμα τοῦ λόγου καὶ ὅτι τὰ λήμματά | |
Pyrr.2.255 | ἐστιν ἀληθῆ ἢ οὐχ οὕτως ἔχει· ὑπεμνήσαμεν γὰρ ἔμπρο‐ σθεν, ὅτι οὔτε τοὺς συνακτικοὺς λόγους δύνανται κατα‐ λαμβάνειν οὔτε ἀληθὲς εἶναί τι κρίνειν οἷοί τέ εἰσι, μήτε κριτήριον μήτε ἀπόδειξιν ὁμολογουμένως ἔχοντες, ὡς | |
5 | ἐκ τῶν λεγομένων ὑπ’ αὐτῶν ἐκείνων ὑπεμνήσαμεν. παρ‐ έλκει οὖν ὅσον ἐπὶ τούτοις ἡ θρυλουμένη παρὰ τοῖς δια‐ λεκτικοῖς περὶ τῶν σοφισμάτων τεχνολογία. | |
Pyrr.2.256 | Παραπλήσια δὲ καὶ ἐπὶ τῆς διαστολῆς τῶν ἀμφιβολιῶν λέγομεν. εἰ γὰρ ἡ ἀμφιβολία λέξις ἐστὶ δύο ἢ πλείω σημαίνουσα καὶ αἱ λέξεις σημαίνουσι θέσει, ὅσας μὲν | |
χρήσιμόν ἐστιν ἀμφιβολίας διαλύεσθαι, τουτέστι τὰς ἔν τινι | 130 | |
5 | τῶν ἐμπειριῶν, ταύτας οἱ καθ’ ἑκάστην τέχνην ἐγγεγυ‐ μνασμένοι διαλύσονται, τὴν ἐμπειρίαν ἔχοντες αὐτοὶ τῆς ὑπ’ αὐτῶν πεποιημένης θετικῆς χρήσεως τῶν ὀνομάτων | |
Pyrr.2.257 | κατὰ τῶν σημαινομένων, ὁ δὲ διαλεκτικὸς οὐδαμῶς, οἷον ὡς ἐπὶ ταύτης τῆς ἀμφιβολίας ‘ἐν ταῖς παρακμαῖς τὴν ποικίλην δίαιταν καὶ τὸν οἶνον δοκιμαστέον‘. ἤδη δὲ καὶ κατὰ τὸν βίον ἄχρι καὶ τοὺς παῖδας ὁρῶμεν διαστελλο‐ | |
5 | μένους ἀμφιβολίας, ὧν ἡ διαστολὴ χρησιμεύειν αὐτοῖς δοκεῖ. εἰ γοῦν τις ὁμωνύμους οἰκέτας ἔχων κελεύοι παιδίον κληθῆναι αὐτῷ τὸν Μάνην, εἰ τύχοι (τοῦτο γὰρ τοὔνομα τοῖς οἰκέταις ἔστω κοινόν), πεύσεται ὁ παῖς ποῖον. καὶ εἰ πλείονας καὶ διαφόρους τις οἴνους ἔχων λέγοι τῷ παιδίῳ | |
10 | ‘ἔγχεόν μοι τοῦ οἴνου πιεῖν‘, ὁμοίως ὁ παῖς πεύσεται | |
Pyrr.2.258 | ποίου. οὕτως ἡ ἐν ἑκάστοις ἐμπειρία τοῦ χρησίμου τὴν διαστολὴν εἰσάγει. ὅσαι μέντοι μὴ ἔν τινι τῶν βιωτικῶν ἐμπειριῶν εἰσιν ἀμφιβολίαι, ἀλλ’ ἐν δογματικαῖς οἰήσεσι κεῖνται καὶ εἰσὶν ἴσως ἄχρηστοι πρὸς τὸ ἀδοξάστως βιοῦν, | |
5 | περὶ ταύτας ἰδίως ὁ διαλεκτικὸς ἔχων ἀναγκασθήσεται καὶ ἐν αὐταῖς ὁμοίως ἐπέχειν κατὰ τὰς σκεπτικὰς ἐφόδους, καθὸ πράγμασιν ἀδήλοις καὶ ἀκαταλήπτοις ἢ καὶ ἀνυπο‐ | |
Pyrr.2.259 | στάτοις ἴσως εἰσὶ συνεζευγμέναι. ἀλλὰ περὶ μὲν τούτων καὶ εἰσαῦθις διαλεξόμεθα· εἰ δέ τις δογ‐ ματικὸς πρός τι τούτων ἀντιλέγειν ἐπιχειροίη, κρατυνεῖ τὸν σκεπτικὸν λόγον, ἐκ τῆς ἑκατέρωθεν ἐπιχειρήσεως καὶ τῆς | |
5 | ἀνεπικρίτου διαφωνίας τὴν περὶ τῶν ζητουμένων ἐποχὴν καὶ αὐτὸς βεβαιῶν. Τοσαῦτα καὶ περὶ ἀμφιβολιῶν εἰπόντες αὐτοῦ που περι‐ | |
γράφομεν καὶ τὸ δεύτερον τῶν ὑποτυπώσεων σύνταγμα. | 131 | |
Pyrr.3.1 | Περὶ μὲν 〈οὖν〉 τοῦ λογικοῦ μέρους τῆς λεγομένης φιλο‐ σοφίας ὡς ἐν ὑποτυπώσει τοιαῦτα ἀρκούντως λέγοιτο ἄν· | |
t3 | αʹ περὶ τοῦ φυσικοῦ μέρους. | |
3 | Κατὰ δὲ τὸν αὐτὸν τρόπον τῆς συγγραφῆς καὶ τὸ φυσικὸν μέρος αὐτῆς ἐπιόντες οὐ πρὸς ἕκαστον τῶν λεγομένων | |
5 | αὐτοῖς κατὰ τόπον ἀντεροῦμεν, ἀλλὰ τὰ καθολικώτερα κι‐ νεῖν ἐπιχειρήσομεν, οἷς συμπεριγράφεται καὶ τὰ λοιπά. ἀρξώμεθα δὲ ἀπὸ τοῦ περὶ ἀρχῶν λόγου. | |
t8 | βʹ περὶ ἀρχῶν δραστικῶν. | |
8 | Καὶ ἐπειδὴ παρὰ τοῖς πλείστοις συμπεφώνηται τῶν ἀρχῶν τὰς μὲν ὑλικὰς εἶναι, τὰς δὲ δραστικάς, ἀπὸ τῶν δραστικῶν | |
10 | τὴν ἀρχὴν τοῦ λόγου ποιησόμεθα· ταύτας γὰρ καὶ κυριω‐ τέρας τῶν ὑλικῶν φασιν εἶναι. | |
Pyrr.3.2(t1) | γʹ περὶ θεοῦ. | |
1 | Οὐκοῦν ἐπεὶ θεὸν εἶναι δραστικώτατον αἴτιον οἱ πλείους | |
ἀπεφήναντο, πρότερον περὶ θεοῦ σκοπήσωμεν, ἐκεῖνο προει‐ πόντες, ὅτι τῷ μὲν βίῳ κατακολουθοῦντες ἀδοξάστως φαμὲν εἶναι θεοὺς καὶ σέβομεν θεοὺς καὶ προνοεῖν αὐτούς φαμεν, | 133 | |
5 | πρὸς δὲ τὴν προπέτειαν τῶν δογματικῶν τάδε λέγομεν. Τῶν ἐννοουμένων ἡμῖν πραγμάτων τὰς οὐσίας ἐπινοεῖν ὀφείλομεν, οἷον εἰ σώματά ἐστιν ἢ ἀσώματα. ἀλλὰ καὶ τὰ εἴδη· οὐ γὰρ ἄν τις ἵππον ἐννοῆσαι δύναιτο μὴ οὐχὶ πρότερον τὸ εἶδος τοῦ ἵππου μαθών. τό τε ἐννοούμενον | |
Pyrr.3.3 | ἐννοεῖσθαί που ὀφείλει. ἐπεὶ οὖν τῶν δογματικῶν οἱ μὲν σῶμά φασιν εἶναι τὸν θεόν, οἱ δὲ ἀσώματον, καὶ οἱ μὲν ἀνθρωποειδῆ, οἱ δὲ οὔ, καὶ οἱ μὲν ἐν τόπῳ, οἱ δὲ οὔ, καὶ τῶν ἐν τόπῳ οἱ μὲν ἐντὸς κόσμου, οἱ δὲ ἐκτός, πῶς δυνησόμεθα | |
5 | ἔννοιαν θεοῦ λαμβάνειν μήτε οὐσίαν ἔχοντες αὐτοῦ ὁμο‐ λογουμένην μήτε εἶδος μήτε τόπον ἐν ᾧ εἴη; πρότερον γὰρ ἐκεῖνοι ὁμολογησάτωσάν τε καὶ συμφωνησάτωσαν, ὅτι τοιόσδε ἐστὶν ὁ θεός, εἶτα ἡμῖν αὐτὸν ὑποτυπωσάμενοι οὕτως ἀξιούτωσαν ἡμᾶς ἔννοιαν θεοῦ λαμβάνειν. ἐς ὅσον δὲ | |
10 | ἀνεπικρίτως διαφωνοῦσιν, τί νοήσομεν ἡμεῖς ὁμολογου‐ | |
Pyrr.3.4 | μένως παρ’ αὐτῶν οὐκ ἔχομεν. ἀλλ’ ἄφθαρτόν τι, φασί, καὶ μακάριον ἐννοήσας, τὸν θεὸν εἶναι τοῦτο νόμιζε. τοῦτο δέ ἐστιν εὔηθες· ὥσπερ 〈γὰρ〉 ὁ μὴ εἰδὼς τὸν Δίωνα οὐδὲ τὰ συμβεβηκότα αὐτῷ ὡς Δίωνι δύναται νοεῖν, οὕτως | |
5 | ἐπεὶ οὐκ ἴσμεν τὴν οὐσίαν τοῦ θεοῦ, οὐδὲ τὰ συμβεβη‐ | |
Pyrr.3.5 | κότα αὐτῷ μαθεῖν τε καὶ ἐννοῆσαι δυνησόμεθα. χωρὶς δὲ τούτων εἰπάτωσαν ἡμῖν, τί ἐστι τὸ μακάριον, πότερον τὸ ἐνεργοῦν κατὰ ἀρετὴν καὶ προνοούμενον τῶν ὑφ’ ἑαυτὸ τεταγμένων, ἢ τὸ ἀνενέργητον καὶ μήτε αὐτὸ πράγματα | |
5 | ἔχον μήτε ἑτέρῳ παρέχον· καὶ γὰρ καὶ περὶ τούτου δια‐ φωνήσαντες ἀνεπικρίτως ἀνεννόητον ἡμῖν πεποιήκασι τὸ μακάριον, διὰ δὲ τοῦτο καὶ τὸν θεόν. | |
Pyrr.3.6 | Ἵνα δὲ καὶ ἐπινοῆται ὁ θεός, ἐπέχειν ἀνάγκη περὶ τοῦ πότερον ἔστιν ἢ οὐκ ἔστιν, ὅσον ἐπὶ τοῖς δογματικοῖς. τὸ γὰρ εἶναι τὸν θεὸν πρόδηλον μὲν οὔκ ἐστιν. εἰ γὰρ ἐξ ἑαυτοῦ προσέπιπτεν, συνεφώνησαν ἂν οἱ δογματικοί, τίς | 134 |
5 | ἐστι καὶ ποδαπὸς καὶ ποῦ· ἡ ἀνεπίκριτος δὲ διαφωνία πεποίηκεν αὐτὸν ἄδηλον ἡμῖν εἶναι δοκεῖν καὶ ἀποδεί‐ | |
Pyrr.3.7 | ξεως δεόμενον. ὁ μὲν οὖν 〈ἀποδεικνύων〉 ὅτι ἔστι θεός, ἤτοι διὰ προδήλου τοῦτο ἀποδείκνυσιν ἢ δι’ ἀδήλου. διὰ προ‐ δήλου μὲν οὖν οὐδαμῶς· εἰ γὰρ ἦν πρόδηλον τὸ ἀπο‐ δεικνύον ὅτι ἔστι θεός, ἐπεὶ τὸ ἀποδεικνυόμενον πρὸς | |
5 | τῷ ἀποδεικνύντι νοεῖται, διὸ καὶ συγκαταλαμβάνεται αὐτῷ, καθὼς καὶ παρεστήσαμεν, πρόδηλον ἔσται καὶ τὸ εἶναι θεόν, συγκαταλαμβανόμενον τῷ ἀποδεικνύντι αὐτὸ προ‐ δήλῳ ὄντι. οὔκ ἐστι δὲ πρόδηλον, ὡς ὑπεμνήσαμεν· οὐδὲ | |
Pyrr.3.8 | ἀποδείκνυται ἄρα διὰ προδήλου. ἀλλ’ οὐδὲ δι’ ἀδήλου. τὸ γὰρ ἄδηλον τὸ ἀποδεικτικὸν τοῦ εἶναι θεόν, ἀποδείξεως χρῇζον, εἰ μὲν διὰ προδήλου λέγοιτο ἀποδείκνυσθαι, οὐκέτι ἄδηλον ἔσται ἀλλὰ πρόδηλον [τὸ εἶναι θεόν]. οὐκ ἄρα τὸ | |
5 | ἀποδεικτικὸν αὐτοῦ ἄδηλον διὰ προδήλου ἀποδείκνυται. ἀλλ’ οὐδὲ δι’ ἀδήλου· εἰς ἄπειρον γὰρ ἐκπεσεῖται ὁ τοῦτο λέγων, αἰτούντων ἡμῶν ἀεὶ ἀπόδειξιν τοῦ φερομένου ἀδήλου πρὸς ἀπόδειξιν τοῦ προεκκειμένου. οὐκ ἄρα ἐξ ἑτέρου | |
Pyrr.3.9 | δύναται ἀποδείκνυσθαι τὸ εἶναι θεόν. εἰ δὲ μήτε ἐξ ἑαυτοῦ ἐστι πρόδηλον μήτε ἐξ ἑτέρου ἀποδείκνυται, ἀκα‐ τάληπτον ἔσται εἰ ἔστι θεός. Ἔτι καὶ τοῦτο λεκτέον. ὁ λέγων εἶναι θεὸν ἤτοι προ‐ | |
5 | νοεῖν αὐτὸν τῶν ἐν κόσμῳ φησὶν ἢ οὐ προνοεῖν, καὶ εἰ μὲν προνοεῖν, ἤτοι πάντων ἤ τινων. ἀλλ’ εἰ μὲν πάντων προυνόει, οὐκ ἦν ἂν οὔτε κακόν τι οὔτε κακία ἐν τῷ κόσμῳ· κακίας δὲ πάντα μεστὰ | |
εἶναι λέγουσιν· οὐκ ἄρα πάντων προνοεῖν λεχθή‐ | 135 | |
Pyrr.3.10 | σεται ὁ θεός. εἰ δέ τινων προνοεῖ, διὰ τί τῶνδε μὲν προνοεῖ, τῶνδε δὲ οὔ; ἤτοι γὰρ καὶ βούλε‐ ται καὶ δύναται πάντων προνοεῖν, ἢ βούλεται μέν, οὐ δύναται δέ, ἢ δύναται μέν, οὐ βούλεται | |
5 | δέ, ἢ οὔτε βούλεται οὔτε δύναται. ἀλλ’ εἰ μὲν καὶ ἠβούλετο καὶ ἠδύνατο, πάντων ἂν προυνόει· οὐ προνοεῖ δὲ πάντων διὰ τὰ προειρημένα· οὐκ ἄρα καὶ βούλεται καὶ δύναται πάντων προνοεῖν. εἰ δὲ βούλεται μέν, οὐ δύναται δέ, ἀσθενέστερός ἐστι | |
10 | τῆς αἰτίας δι’ ἣν οὐ δύναται προνοεῖν ὧν οὐ προ‐ | |
Pyrr.3.11 | νοεῖ· ἔστι δὲ παρὰ τὴν θεοῦ ἐπίνοιαν τὸ ἀσθενέστε‐ ρον εἶναί τινος αὐτόν. εἰ δὲ δύναται μὲν πάντων προνοεῖν, οὐ βούλεται δέ, βάσκανος ἂν εἶναι νομι‐ σθείη. εἰ δὲ οὔτε βούλεται οὔτε δύναται, καὶ βάσκα‐ | |
5 | νός ἐστι καὶ ἀσθενής, ὅπερ λέγειν περὶ θεοῦ ἀσε‐ βούντων ἐστίν. οὐκ ἄρα προνοεῖ τῶν ἐν κόσμῳ ὁ θεός. εἰ δὲ οὐδενὸς πρόνοιαν ποιεῖται οὐδὲ ἔστιν αὐτοῦ ἔργον οὐδὲ ἀποτέλεσμα, οὐχ ἕξει τις εἰπεῖν, πόθεν καταλαμβάνεται ὅτι ἔστι θεός, εἴγε μήτε ἐξ ἑαυτοῦ φαίνεται μήτε δι’ ἀπο‐ | |
10 | τελεσμάτων τινῶν καταλαμβάνεται. καὶ διὰ ταῦτα ἄρα | |
Pyrr.3.12 | ἀκατάληπτόν ἐστιν εἰ ἔστι θεός. ἐκ δὲ τούτων ἐπιλογι‐ ζόμεθα, ὅτι ἴσως ἀσεβεῖν ἀναγκάζονται οἱ διαβεβαιωτικῶς λέγοντες εἶναι θεόν· πάντων μὲν γὰρ αὐτὸν προνοεῖν λέγοντες κακῶν αἴτιον τὸν θεὸν εἶναι φήσουσιν, τινῶν δὲ | |
5 | ἢ καὶ μηδενὸς προνοεῖν αὐτὸν λέγοντες ἤτοι βάσκανον τὸν θεὸν ἢ ᾀσθενῆ λέγειν ἀναγκασθήσονται, ταῦτα δέ ἐστιν ἀσεβούντων προδήλως. | |
Pyrr.3.13(t1) | δʹ περὶ αἰτίου. | |
1 | Ἵνα δὲ μὴ καὶ ἡμᾶς βλασφημεῖν ἐπιχειρήσωσιν οἱ | |
δογματικοὶ δι’ ἀπορίαν τοῦ πραγματικῶς ἡμῖν ἀντιλέγειν, κοινότερον περὶ τοῦ ἐνεργητικοῦ αἰτίου διαπορήσομεν, πρό‐ τερον ἐπιστῆσαι πειραθέντες τῇ τοῦ αἰτίου ἐπινοίᾳ. ὅσον | 136 | |
5 | μὲν οὖν ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν οὐδ’ ἂν ἐννοῆσαί τις τὸ αἴτιον δύναιτο, εἴγε πρὸς τῷ διαφώνους καὶ ἀλλοκότους ἐννοίας τοῦ αἰτίου 〈ἀποδίδοσθαι〉 ἔτι καὶ τὴν ὑπόστασιν αὐτοῦ πεποιήκασιν ἀνεύρετον διὰ τὴν περὶ αὐτὸ | |
Pyrr.3.14 | διαφωνίαν. οἱ μὲν γὰρ σῶμα, οἱ δὲ ἀσώματον τὸ αἴτιον εἶναί φασιν. δόξαι δ’ ἂν αἴτιον εἶναι κοινότερον κατ’ αὐτοὺς δι’ ὃ ἐνεργοῦν γίνεται τὸ ἀποτέλεσμα, οἷον ὡς ὁ ἥλιος ἢ ἡ τοῦ ἡλίου θερμότης τοῦ χεῖσθαι τὸν κηρὸν | |
5 | ἢ τῆς χύσεως τοῦ κηροῦ. καὶ γὰρ ἐν τούτῳ διαπεφωνή‐ κασιν, οἱ μὲν προσηγοριῶν αἴτιον εἶναι τὸ αἴτιον φάσκοντες, οἷον τῆς χύσεως, οἱ δὲ κατηγορημάτων, οἷον τοῦ χεῖσθαι. διό, καθάπερ εἶπον, κοινότερον ἂν εἴη τὸ αἴτιον τοῦτο δι’ ὃ ἐνεργοῦν γίνεται τὸ ἀποτέλεσμα. | |
Pyrr.3.15 | τούτων δὲ τῶν αἰτίων οἱ μὲν πλείους ἡγοῦνται τὰ μὲν συνεκτικὰ εἶναι, τὰ δὲ συναίτια, τὰ δὲ συνεργά, καὶ συνεκτικὰ μὲν ὑπάρχειν ὧν παρόντων πάρεστι τὸ ἀποτέλεσμα καὶ αἰρομένων αἴρεται καὶ μειουμένων | |
5 | μειοῦται (οὕτω γὰρ τὴν περίθεσιν τῆς στραγγάλης αἴτιον εἶναί φασι τοῦ πνιγμοῦ), συναίτιον δὲ ὃ τὴν ἴσην εἰσφέρεται δύναμιν ἑτέρῳ συναιτίῳ πρὸς τὸ εἶναι τὸ ἀποτέλεσμα (οὕτω 〈γὰρ〉 ἕκαστον τῶν ἑλκόντων τὸ ἄροτρον βοῶν αἴτιον εἶναί φασι | |
10 | τῆς ὁλκῆς τοῦ ἀρότρου), συνεργὸν δὲ ὃ βραχεῖαν εἰσφέρεται δύναμιν καὶ πρὸς τὸ μετὰ ῥᾳστώνης ὑπάρχειν τὸ ἀποτέλεσμα, οἷον ὅταν δυοῖν βάρος τι βασταζόντων μόλις τρίτος τις προσελθὼν συγ‐ | |
Pyrr.3.16 | κουφίσῃ τοῦτο. ἔνιοι μέντοι καὶ παρόντα μελλόν‐ των αἴτια ἔφασαν εἶναι, ὡς τὰ προκαταρκτικά, οἷον τὴν ἐπιτεταμένην ἡλίωσιν πυρετοῦ. τινὲς δὲ ταῦτα | |
παρῃτήσαντο, ἐπειδὴ τὸ αἴτιον πρός τι ὑπάρχον καὶ πρὸς | 137 | |
5 | τὸ ἀποτέλεσμα ὂν οὐ δύναται προηγεῖσθαι αὐτοῦ ὡς αἴτιον. ἐν δὲ τῇ περὶ αὐτῶν διαπορήσει τοιάδε λέγομεν. | |
Pyrr.3.17(t1) | εʹ εἴ ἐστι τὶ τινὸς αἴτιον. | |
1 | Πιθανόν ἐστιν εἶναι τὸ αἴτιον· πῶς γὰρ ἂν αὔξησις γένοιτο, μείωσις, γένεσις, φθορά, καθόλου κίνησις, τῶν φυσικῶν τε καὶ ψυχικῶν ἀποτελεσμάτων ἕκαστον, ἡ τοῦ παντὸς κόσμου διοίκησις, τὰ ἄλλα πάντα, εἰ μὴ κατά τινα | |
5 | αἰτίαν; καὶ γὰρ εἰ μηδὲν τούτων ὡς πρὸς τὴν φύσιν ὑπάρ‐ χει, λέξομεν ὅτι διά τινα αἰτίαν πάντως φαίνεται ἡμῖν | |
Pyrr.3.18 | τοιαῦτα, ὁποῖα οὔκ ἐστιν. ἀλλὰ καὶ πάντα ἐκ πάντων καὶ ὡς ἔτυχεν ἂν ἦν μὴ οὔσης αἰτίας. οἷον ἵπποι μὲν ἐκ μυῶν, εἰ τύχοι, γεννηθήσονται, ἐλέφαντες δὲ ἐκ μυρμήκων· καὶ ἐν μὲν ταῖς Αἰγυπτίαις Θήβαις ὄμβροι ποτὲ ἐξαίσιοι | |
5 | καὶ χιόνες ἂν ἐγίνοντο, τὰ δὲ νότια ὄμβρων οὐ μετεῖχεν, εἰ μὴ αἰτία τις ἦν, δι’ ἣν τὰ μὲν νότιά ἐστι δυσχείμερα, | |
Pyrr.3.19 | αὐχμηρὰ δὲ τὰ πρὸς τὴν ἕω. καὶ περιτρέπεται δὲ ὁ λέγων μηδὲν αἴτιον εἶναι· εἰ μὲν γὰρ ἁπλῶς καὶ ἄνευ τινὸς αἰτίας τοῦτό φησι λέγειν, ἄπιστος ἔσται· εἰ δὲ διά τινα αἰτίαν, βουλόμενος ἀναιρεῖν τὸ αἴτιον τίθησιν, ἀποδιδόσθω | |
5 | αἰτίαν δι’ ἣν οὐκ ἔστιν αἴτιον. Διὰ ταῦτα μὲν οὖν πιθανόν ἐστιν εἶναι τὸ αἴτιον· | |
Pyrr.3.20 | ὅτι δὲ καὶ τὸ λέγειν μὴ εἶναί τινός τι αἴτιον πιθανόν ἐστι, φανερὸν ἔσται λόγους ἡμῶν ἐκθεμένων ὀλίγους ἀπὸ πολλῶν ἐπὶ τοῦ παρόντος πρὸς τὴν τούτου ὑπόμνησιν. | |
οἷον γοῦν ἀδύνατόν ἐστι τὸ αἴτιον ἐννοῆσαι πρὶν τὸ ἀπο‐ | 138 | |
5 | τέλεσμα τούτου καταλαβεῖν ὡς ἀποτέλεσμα αὐτοῦ· τότε γὰρ γνωρίζομεν, ὅτι αἴτιόν ἐστι τοῦ ἀποτελέσματος, ὅταν | |
Pyrr.3.21 | ἐκεῖνο ὡς ἀποτέλεσμα καταλαμβάνωμεν. ἀλλ’ οὐδὲ τὸ ἀπο‐ τέλεσμα τοῦ αἰτίου ὡς ἀποτέλεσμα αὐτοῦ καταλαβεῖν δυ‐ νάμεθα, ἐὰν μὴ καταλάβωμεν τὸ αἴτιον τοῦ ἀποτελέσμα‐ τος ὡς αἴτιον αὐτοῦ· τότε γὰρ καὶ ὅτι ἀποτέλεσμά ἐστιν | |
5 | αὐτοῦ γινώσκειν δοκοῦμεν, ὅταν τὸ αἴτιον αὐτοῦ ὡς αἴτιον | |
Pyrr.3.22 | αὐτοῦ καταλάβωμεν. εἰ οὖν, ἵνα μὲν ἐννοήσωμεν τὸ αἴτιον, δεῖ προεπιγνῶναι τὸ ἀποτέλεσμα, ἵνα δὲ τὸ ἀποτέλεσμα γνῶ‐ μεν, 〈ὡσ〉 ἔφην, δεῖ προεπίστασθαι τὸ αἴτιον, ὁ διάλλη‐ λος τῆς ἀπορίας τρόπος ἄμφω δείκνυσιν ἀνεπινόητα, μήτε | |
5 | τοῦ αἰτίου ὡς αἰτίου μήτε τοῦ ἀποτελέσματος ὡς ἀποτε‐ λέσματος ἐπινοεῖσθαι δυναμένου· ἑκατέρου γὰρ αὐτῶν δεομένου τῆς παρὰ θατέρου πίστεως, οὐχ ἕξομεν ἀπὸ τίνος αὐτῶν ἀρξόμεθα τῆς ἐννοίας. διόπερ οὐδὲ ἀποφαί‐ | |
Pyrr.3.23 | νεσθαι δυνησόμεθα, ὅτι ἔστι τὶ τινὸς αἴτιον. ἵνα δὲ καὶ ἐννοεῖσθαι δύνασθαι τὸ αἴτιον συγχωρήσῃ τις, ἀκατάλη‐ πτον ἂν εἶναι νομισθείη διὰ τὴν διαφωνίαν. οἱ μὲν γάρ φασιν 〈εἶναι τὶ τινὸς αἴτιον, οἱ δὲ μὴ εἶναι, οἱ δ’ ἐπέσχον. | |
5 | ὃς γάρ φησιν〉 εἶναι 〈τὶ〉 τινὸς αἴτιον, ἤτοι ἁπλῶς καὶ ἀπὸ μηδεμιᾶς ὁρμώμενος αἰτίας εὐλόγου τοῦτό φησι λέγειν, ἢ διά τινας αἰτίας ἐπὶ τὴν συγκατάθεσιν ταύτην ἰέναι λέξει. καὶ εἰ μὲν ἁπλῶς, οὐκ ἔσται πιστότερος τοῦ λέγοντος ἁπλῶς μηδὲν εἶναι μηδενὸς αἴτιον· εἰ δὲ αἰτίας λέξει δι’ ἃς εἶναι | |
10 | 〈τὶ〉 τινὸς αἴτιον νομίζει, τὸ ζητούμενον διὰ τοῦ ζητου‐ μένου παριστᾶν ἐπιχειρήσει· ζητούντων γὰρ ἡμῶν, εἴ ἐστι τὶ τινὸς αἴτιον, αὐτὸς ὡς αἰτίας οὔσης τοῦ εἶναι αἴτιον | |
Pyrr.3.24 | αἴτιον εἶναι φησίν. καὶ ἄλλως, ἐπεὶ περὶ τῆς ὑπάρξεως τοῦ αἰτίου ζητοῦμεν, δεήσει πάντως αὐτὸν καὶ τῆς αἰτίας | |
τοῦ εἶναί τι αἴτιον αἰτίαν παρασχεῖν, κἀκείνης ἄλλην, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἀπείρους αἰτίας παρασχεῖν· | 139 | |
5 | ἀδύνατον ἄρα διαβεβαιωτικῶς ἀποφῆναι, ὅτι ἐστὶ τὶ τινὸς | |
Pyrr.3.25 | αἴτιον. πρὸς τούτοις ἤτοι ὂν καὶ ὑφεστὼς ἤδη αἴτιον τὸ αἴτιον ποιεῖ τὸ ἀποτέλεσμα, ἢ μὴ ὂν αἴτιον. καὶ μὴ ὂν μὲν οὐδαμῶς· εἰ δὲ ὄν, δεῖ αὐτὸ πρότερον ὑποστῆναι καὶ προγενέσθαι αἴτιον, εἶθ’ οὕτως ἐπάγειν τὸ ἀποτέλεσμα, | |
5 | ὅπερ ὑπ’ αὐτοῦ ἀποτελεῖσθαι λέγεται ὄντος ἤδη αἰτίου. ἀλλ’ ἐπεὶ πρός τι ἐστὶ τὸ αἴτιον καὶ πρὸς τὸ ἀποτέλεσμα, σαφὲς ὅτι μὴ δύναται τούτου ὡς αἴτιον προϋποστῆναι· οὐδὲ ὂν ἄρα | |
Pyrr.3.26 | αἴτιον τὸ αἴτιον ἀποτελεῖν δύναται τὸ οὗ ἐστιν αἴτιον. εἰ δὲ μήτε μὴ ὂν αἴτιον ἀποτελεῖ τι μήτε ὄν, οὐδὲ ἀποτελεῖ τι· διὸ οὐδὲ αἴτιον ἔσται· ἄνευ γὰρ τοῦ ἀποτελεῖν τι τὸ αἴτιον οὐ δύναται ὡς αἴτιον νοεῖσθαι. ὅθεν κἀκεῖνο λέγουσί τινες· | |
5 | τὸ αἴτιον ἤτοι συνυφίστασθαι δεῖ τῷ ἀποτελέσματι ἢ προϋ‐ φίστασθαι τούτου ἢ 〈εἶναι〉 μετὰ τὸ γίνεσθαι 〈ἀποτέλεσμα〉. τὸ μὲν οὖν λέγειν, ὅτι τὸ αἴτιον εἰς ὑπόστασιν ἄγεται μετὰ τὴν γένεσιν τοῦ ἀποτελέσματος αὐτοῦ μὴ καὶ γελοῖον ᾖ. ἀλλ’ οὐδὲ προϋφίστασθαι δύναται τούτου· πρὸς αὐτὸ γὰρ | |
Pyrr.3.27 | νοεῖσθαι λέγεται, τὰ δὲ πρός τι φασὶν αὐτοί, καθὸ πρός τι ἐστίν, συνυπάρχειν καὶ συννοεῖσθαι ἀλλήλοις. ἀλλ’ οὐδὲ συνυφίστασθαι· εἰ γὰρ ἀποτελεστικὸν αὐτοῦ ἐστιν, τὸ δὲ γινόμενον ὑπὸ ὄντος ἤδη γίνεσθαι χρή, πρότερον δεῖ τὸ | |
5 | αἴτιον γενέσθαι αἴτιον, εἶθ’ οὕτως ποιεῖν τὸ ἀποτέλεσμα. εἰ οὖν τὸ αἴτιον μήτε προϋφίσταται τοῦ ἀποτελέσματος αὐτοῦ μήτε συνυφίσταται τούτῳ, ἀλλ’ οὐδὲ 〈τὸ ἀποτέλεσμα〉 πρὸ αὐτοῦ γίνεται, μήποτε οὐδὲ ὑποστάσεως ὅλως μετέχει. | |
Pyrr.3.28 | σαφὲς δὲ ἴσως ὅτι καὶ διὰ τούτων ἡ ἐπίνοια τοῦ αἰτίου πάλιν περιτρέπεται. εἰ γὰρ τὸ αἴτιον ὡς μὲν πρός τι οὐ δύναται τοῦ ἀποτελέσματος αὐτοῦ προεπινοηθῆναι, ἵνα δὲ | |
ὡς αἴτιον τοῦ ἀποτελέσματος αὐτοῦ νοηθῇ, δεῖ αὐτὸ προ‐ | 140 | |
5 | επινοεῖσθαι τοῦ ἀποτελέσματος αὐτοῦ, ἀδύνατον δὲ προ‐ επινοηθῆναί τι ἐκείνου οὗ προεπινοηθῆναι [τι] οὐ δύναται, ἀδύνατόν ἐστιν ἐπινοηθῆναι τὸ αἴτιον. | |
Pyrr.3.29 | Ἐκ τούτων οὖν λοιπὸν ἐπιλογιζόμεθα, ὅτι 〈εἰ〉 πιθα‐ νοὶ μέν εἰσιν οἱ λόγοι καθ’ οὓς ὑπεμνήσαμεν ὡς χρὴ λέγειν αἴτιον εἶναι, πιθανοὶ δὲ καὶ οἱ παριστάντες, ὅτι μὴ προσ‐ ήκει αἴτιον εἶναί τι ἀποφαίνεσθαι, καὶ τούτων προκρίνειν | |
5 | τινὰς οὐκ ἐνδέχεται, μήτε σημεῖον μήτε κριτήριον μήτε ἀπόδειξιν ὁμολογουμένως ἡμῶν ἐχόντων, ὡς ἔμπροσθεν παρεστήσαμεν, ἐπέχειν ἀνάγκη καὶ περὶ τῆς ὑποστάσεως τοῦ αἰτίου, μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναί τι αἴτιον λέγον‐ τας ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν. | |
Pyrr.3.30(t1) | ϛʹ περὶ ὑλικῶν ἀρχῶν. | |
1 | Περὶ μὲν οὖν τῆς δραστικῆς τοσαῦτα νῦν ἀρκέσει λελέχθαι· συντόμως δὲ καὶ περὶ τῶν ὑλικῶν καλουμένων ἀρχῶν λεκτέον. ὅτι τοίνυν αὗταί εἰσιν ἀκατάληπτοι, ῥᾴδιον συνιδεῖν ἐκ τῆς περὶ αὐτῶν γεγενημένης διαφωνίας παρὰ | |
5 | τοῖς δογματικοῖς. Φερεκύδης μὲν γὰρ ὁ Σύριος γῆν εἶπε τὴν πάντων εἶναι ἀρχήν, Θαλῆς δὲ ὁ Μιλήσιος ὕδωρ, Ἀναξίμανδρος δὲ ὁ ἀκουστὴς τούτου τὸ ἄπει‐ ρον, Ἀναξιμένης δὲ καὶ Διογένης ὁ Ἀπολλωνιάτης ἀέρα, Ἵππασος δὲ ὁ Μεταποντῖνος πῦρ, Ξενοφάνης | |
10 | δὲ ὁ Κολοφώνιος γῆν καὶ ὕδωρ, Οἰνοπίδης δὲ ὁ Χῖος πῦρ καὶ ἀέρα, Ἵππων δὲ ὁ Ῥηγῖνος πῦρ καὶ ὕδωρ, Ὀνομάκριτος δὲ ἐν τοῖς Ὀρφικοῖς πῦρ καὶ | |
Pyrr.3.31 | ὕδωρ καὶ γῆν, οἱ δὲ περὶ τὸν Ἐμπεδοκλέα καὶ τοὺς Στωικοὺς πῦρ ἀέρα ὕδωρ γῆν—περὶ γὰρ τῆς τερατο‐ λογουμένης ἀποίου παρά τισιν ὕλης, ἣν οὐδὲ αὐτοὶ κατα‐ λαμβάνειν διαβεβαιοῦνται, τί δεῖ καὶ λέγειν; οἱ δὲ περὶ | 141 |
5 | Ἀριστοτέλην τὸν Περιπατητικὸν πῦρ ἀέρα ὕδωρ γῆν τὸ | |
Pyrr.3.32 | κυκλοφορητικὸν σῶμα, Δημόκριτος δὲ καὶ Ἐπί‐ κουρος ἀτόμους, Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος ὁμοιομερείας, Διόδωρος δὲ ὁ ἐπικληθεὶς Κρόνος ἐλάχιστα καὶ ἀμερῆ σώματα, Ἡρακλείδης δὲ ὁ | |
5 | Ποντικὸς καὶ Ἀσκληπιάδης ὁ Βιθυνὸς ἀνάρμους ὄγκους, οἱ δὲ περὶ Πυθαγόραν τοὺς ἀριθμούς, οἱ δὲ μαθηματικοὶ τὰ πέρατα τῶν σωμάτων, Στράτων | |
Pyrr.3.33 | δὲ ὁ φυσικὸς τὰς ποιότητας. τοσαύτης τοίνυν καὶ ἔτι πλείονος διαφωνίας γεγενημένης περὶ τῶν ὑλικῶν ἀρχῶν παρ’ αὐτοῖς, ἤτοι πάσαις συγκαταθησόμεθα ταῖς κειμέναις στάσεσι καὶ ταῖς ἄλλαις ἢ τισίν. ἀλλὰ πάσαις μὲν οὐ δυνατόν· | |
5 | οὐ γὰρ δήπου δυνησόμεθα καὶ τοῖς περὶ Ἀσκληπιάδην συγκατατίθεσθαι, θραυστὰ εἶναι τὰ στοιχεῖα λέ‐ γουσι καὶ ποιά, καὶ τοῖς περὶ Δημόκριτον, ἄτομα ταῦτα εἶναι φάσκουσι καὶ ἄποια, καὶ τοῖς περὶ Ἀνα‐ ξαγόραν, πᾶσαν αἰσθητὴν ποιότητα περὶ ταῖς | |
Pyrr.3.34 | ὁμοιομερείαις ἀπολείπουσιν. εἰ δέ τινα στάσιν τῶν ἄλλων προκρινοῦμεν, ἤτοι ἁπλῶς καὶ ἄνευ ἀποδείξεως προ‐ κρινοῦμεν ἢ μετὰ ἀποδείξεως. ἄνευ μὲν οὖν ἀποδείξεως οὐ συνθησόμεθα· εἰ δὲ μετὰ ἀποδείξεως, ἀληθῆ δεῖ τὴν ἀπό‐ | |
5 | δειξιν εἶναι. ἀληθὴς δὲ οὐκ ἂν δοθείη μὴ οὐχὶ κεκριμένη κριτηρίῳ ἀληθεῖ, ἀληθὲς δὲ κριτήριον εἶναι δείκνυται δι’ | |
Pyrr.3.35 | ἀποδείξεως κεκριμένης. εἰ τοίνυν, ἵνα μὲν ἡ ἀπόδειξις ἡ προκρίνουσά τινα στάσιν ἀληθὴς εἶναι δειχθῇ, δεῖ τὸ κρι‐ τήριον αὐτῆς ἀποδεδεῖχθαι, ἵνα δὲ τὸ κριτήριον ἀποδειχθῇ, δεῖ τὴν ἀπόδειξιν αὐτοῦ προκεκρίσθαι, ὁ διάλληλος εὑρί‐ | |
5 | σκεται τρόπος, ὃς οὐκ ἐάσει προβαίνειν τὸν λόγον, τῆς μὲν ἀποδείξεως ἀεὶ κριτηρίου δεομένης ἀποδεδειγμένου, τοῦ | |
Pyrr.3.36 | κριτηρίου δὲ ἀποδείξεως κεκριμένης. εἰ δὲ ἀεὶ τὸ κριτήριον κριτηρίῳ κρίνειν καὶ τὴν ἀπόδειξιν ἀποδείξει ἀποδεικνύναι βούλοιτό τις, εἰς ἄπειρον ἐκβληθήσεται. εἰ τοίνυν μήτε πάσαις ταῖς περὶ στοιχείων στάσεσι δυνάμεθα συγκατατί‐ | 142 |
5 | θεσθαι μήτε τινὶ τούτων, ἐπέχειν προσήκει περὶ αὐτῶν. | |
Pyrr.3.37 | Δυνατὸν μὲν οὖν ἴσως ἐστὶ καὶ διὰ τούτων μόνων ὑπομιμνῄσκειν τὴν τῶν στοιχείων καὶ τῶν ὑλικῶν ἀρχῶν ἀκαταληψίαν· ἵνα δὲ καὶ ἀμφιλαφέστερον τοὺς δογματι‐ κοὺς ἐλέγχειν ἔχωμεν, ἐνδιατρίψωμεν συμμέτρως τῷ τόπῳ. | |
5 | καὶ ἐπεὶ πολλαὶ καὶ σχεδὸν ἄπειροί τινές εἰσιν αἱ περὶ στοιχείων δόξαι, καθὼς ὑπεμνήσαμεν, τὸ μὲν πρὸς ἑκά‐ στην λέγειν εἰδικῶς νῦν παραιτησόμεθα διὰ τὸν χαρακτῆρα τῆς συγγραφῆς, δυνάμει δὲ πρὸς πάσας ἀντεροῦμεν. ἐπεὶ γὰρ ἣν ἄν τις εἴπῃ περὶ στοιχείων στάσιν, ἤτοι ἐπὶ σώματα | |
10 | κατενεχθήσεται ἢ ἐπὶ ἀσώματα, ἀρκεῖν ἡγούμεθα ὑπο‐ μνῆσαι, ὅτι ἀκατάληπτα μέν ἐστι τὰ σώματα, ἀκατάληπτα δὲ τὰ ἀσώματα· διὰ γὰρ τούτου σαφὲς ἔσται, ὅτι καὶ τὰ στοιχεῖά ἐστιν ἀκατάληπτα. | |
Pyrr.3.38(t1) | ζʹ εἰ καταληπτὰ τὰ σώματα. | |
1 | Σῶμα τοίνυν λέγουσιν εἶναί τινες ὃ οἷόν τε ποι‐ εῖν ἢ πάσχειν. ὅσον δὲ ἐπὶ ταύτῃ τῇ ἐπινοίᾳ ἀκατάληπτόν ἐστι τοῦτο. τὸ μὲν γὰρ αἴτιον ἀκατάληπτόν ἐστι, καθὼς ὑπεμνήσαμεν· μὴ ἔχοντες δὲ εἰπεῖν εἰ ἔστι τι αἴτιον, οὐδὲ | |
5 | εἰ ἔστι τι πάσχον εἰπεῖν δυνάμεθα· τὸ γὰρ πάσχον πάντως ὑπὸ αἰτίου πάσχει. ἀκαταλήπτου δὲ ὄντος καὶ τοῦ αἰτίου καὶ τοῦ πάσχοντος, διὰ ταῦτα ἀκατάληπτον ἔσται καὶ τὸ | |
Pyrr.3.39 | σῶμα. τινὲς δὲ σῶμα εἶναι λέγουσι τὸ τριχῇ δια‐ | |
στατὸν μετὰ ἀντιτυπίας. σημεῖον μὲν γάρ φασιν οὗ μέρος οὐθέν, γραμμὴν δὲ μῆκος ἀπλατές, ἐπιφά‐ νειαν δὲ μῆκος μετὰ πλάτους· ὅταν δὲ αὕτη καὶ | 143 | |
5 | βάθος προσλάβῃ καὶ ἀντιτυπίαν, σῶμα εἶναι, περὶ οὗ νῦν ἐστιν ἡμῖν ὁ λόγος, συνεστὼς ἔκ τε μήκους καὶ | |
Pyrr.3.40 | πλάτους καὶ βάθους καὶ ἀντιτυπίας. εὐμαρὴς μέντοι καὶ ὁ πρὸς τούτους λόγος. τὸ γὰρ σῶμα ἤτοι οὐδὲν παρὰ ταῦτα εἶναι λέξουσιν ἢ ἕτερόν τι παρὰ τὴν συνέλευσιν τῶν προειρημένων. καὶ ἔξωθεν μὲν τοῦ μήκους τε καὶ τοῦ πλά‐ | |
5 | τους καὶ τοῦ βάθους καὶ τῆς ἀντιτυπίας οὐδὲν ἂν εἴη τὸ σῶμα· εἰ δὲ ταῦτά ἐστι τὸ σῶμα, ἐὰν δείξῃ τις, ὅτι ἀ‐ νύπαρκτά ἐστιν, ἀναιροίη ἂν καὶ τὸ σῶμα· τὰ γὰρ ὅλα συν‐ αναιρεῖται τοῖς ἑαυτῶν πᾶσι μέρεσιν. ποικίλως μὲν οὖν ἔστι ταῦτα ἐλέγχειν· τὸ δὲ νῦν ἀρκέσει λέγειν, ὅτι εἰ ἔστι τὰ | |
Pyrr.3.41 | πέρατα, ἤτοι γραμμαί εἰσιν ἢ ἐπιφάνειαι ἢ σώματα. εἰ μὲν οὖν ἐπιφάνειάν τινα ἢ γραμμὴν εἶναι λέγοι τις, καὶ τῶν προειρημένων ἕκαστον ἤτοι κατὰ ἰδίαν ὑφεστάναι δύνασθαι λεχθήσεται ἢ μόνον περὶ τοῖς λεγομένοις σώμασι θεωρεῖ‐ | |
5 | σθαι. ἀλλὰ καθ’ ἑαυτὴν μὲν ὑπάρχουσαν ἤτοι γραμμὴν ἢ ἐπιφάνειαν ὀνειροπολεῖν ἴσως εὔηθες. εἰ δὲ περὶ τοῖς σώ‐ μασι θεωρεῖσθαι λέγοιτο μόνον καὶ μὴ καθ’ ἑαυτὸ ὑφ‐ εστάναι τούτων ἕκαστον, πρῶτον μὲν αὐτόθεν δοθήσεται τὸ μὴ ἐξ αὐτῶν γεγονέναι τὰ σώματα (ἐχρῆν γάρ, οἶμαι, ταῦτα | |
10 | πρότερον ὑπόστασιν καθ’ ἑαυτὰ ἐσχηκέναι, καὶ οὕτω συνελ‐ | |
Pyrr.3.42 | θόντα πεποιηκέναι τὰ σώματα), εἶτα οὐδὲ ἐν τοῖς καλου‐ μένοις σώμασιν ὑφέστηκεν. καὶ τοῦτο διὰ πλειόνων μέν ἐστιν ὑπομιμνῄσκειν, ἀρκέσει δὲ νῦν τὰ ἐκ τῆς ἁφῆς ἀπο‐ ρούμενα λέγειν. εἰ γὰρ ἅπτεται ἀλλήλων τὰ παρατιθέμενα | |
5 | σώματα, τοῖς πέρασιν αὑτῶν, οἷον ταῖς ἐπιφανείαις, ψαύει ἀλλήλων. αἱ οὖν ἐπιφάνειαι ὅλαι μὲν δι’ ὅλων ἀλλήλαις οὐχ ἑνωθήσονται κατὰ τὴν ἁφήν, ἐπεὶ σύγχυσις ἔσται ἡ | |
ἁφὴ καὶ ὁ χωρισμὸς τῶν ἁπτομένων διασπασμός· ὅπερ οὐ | 144 | |
Pyrr.3.43 | θεωρεῖται. εἰ δὲ ἄλλοις 〈μὲν〉 μέρεσιν ἡ ἐπιφάνεια ἅπτε‐ ται τῆς τοῦ παρατιθεμένου αὐτῇ σώματος ἐπιφανείας, ἄλλοις δὲ συνήνωται τῷ σώματι οὗ ἐστι πέρας, 〈οὐκ ἔσται ἀβαθής, διαφόρων τῶν αὐτῆς μερῶν νοουμένων κατὰ βά‐ | |
5 | θος, τοῦ μὲν τοῦ παρατιθεμένου ἁπτομένου, τοῦ δὲ καθ’ ὃ συνήνωται τῷ σώματι οὗ ἐστι πέρασ〉. οὐκ ἄρα οὐδὲ περὶ σώματι θεωρῆσαι δύναταί τις μῆκος καὶ πλάτος ἀβαθές, ὅθεν οὐδὲ ἐπιφάνειαν. ὁμοίως δὲ καὶ δύο ἐπι‐ φανειῶν καθ’ ὑπόθεσιν παρατιθεμένων ἀλλήλαις κατὰ τὰ | |
10 | πέρατα αὐτῶν εἰς ἃ λήγουσι, κατὰ τὸ λεγόμενον αὐτῶν μῆκος εἶναι, τουτέστι κατὰ γραμμάς, αἱ γραμμαὶ αὗται, δι’ ὧν ἅπτεσθαι λέγονται ἀλλήλων αἱ ἐπιφάνειαι, οὐχ ἑνωθήσονται μὲν ἀλλήλαις (συγχυθεῖεν γὰρ ἄν)· εἰ δὲ ἑκάστη αὐτῶν ἄλλοις μὲν μέρεσι τοῖς κατὰ πλάτος ἅπτεται | |
15 | τῆς παρατιθεμένης αὐτῇ γραμμῆς, ἄλλοις δὲ συνήνωται τῇ ἐπιφανείᾳ ἧς ἐστι πέρας, οὐκ ἔσται ἀπλατής, ὅθεν οὐδὲ γραμμή. εἰ δὲ μήτε γραμμὴ ἔστιν ἐν σώματι μήτε ἐπι‐ φάνεια, οὐδὲ μῆκος ἢ πλάτος ἢ βάθος ἔσται ἐν σώματι. | |
Pyrr.3.44 | εἰ δέ τις σώματα εἶναι λέγοι τὰ πέρατα, σύντομος ἔσται ἡ πρὸς αὐτὸν ἀπόκρισις. εἰ γὰρ τὸ μῆκος σῶμα ἐστίν, δεήσει τοῦτο εἰς τὰς τρεῖς αὐτοῦ μερίζεσθαι διαστάσεις, ὧν ἑκάστη σῶμα οὖσα πάλιν αὐτὴ διαιρεθήσεται εἰς δια‐ | |
5 | στάσεις ἄλλας τρεῖς, αἳ ἔσονται σώματα, καὶ ἐκεῖναι εἰς ἄλλας ὁμοίως, καὶ τοῦτο μέχρις ἀπείρου, ὡς ἀπειρομέγεθες γίνεσθαι τὸ σῶμα εἰς ἄπειρα μεριζόμενον· ὅπερ ἄτοπον· οὐδὲ σώματα ἄρα εἰσὶν αἱ προειρημέναι διαστάσεις. εἰ δὲ μήτε σώματά εἰσι μήτε γραμμαὶ ἢ ἐπιφάνειαι, οὐδὲ | |
10 | εἶναι νομισθήσονται. | |
Pyrr.3.45 | Ἀκατάληπτος δέ ἐστι καὶ ἡ ἀντιτυπία. αὕτη γὰρ εἴπερ καταλαμβάνεται, ἁφῇ καταλαμβάνοιτο ἄν. ἐὰν οὖν δείξωμεν, ὅτι ἀκατάληπτός ἐστιν ἡ ἁφή, σαφὲς ἔσται ὅτι οὐχ οἷόν τέ ἐστι καταλαμβάνεσθαι τὴν ἀντιτυπίαν. ὅτι | 145 |
5 | δὲ ἀκατάληπτός ἐστιν ἡ ἁφή, διὰ τούτων ἐπιλογιζόμεθα. τὰ ἁπτόμενα ἀλλήλων ἤτοι μέρεσιν ἀλλήλων ἅπτεται ἢ ὅλα ὅλων. ὅλα μὲν οὖν ὅλων οὐδαμῶς· ἑνωθήσεται γὰρ οὕτω καὶ οὐχ ἅψεται ἀλλήλων. ἀλλ’ οὐδὲ μέρεσι μερῶν· τὰ γὰρ μέρη αὐτῶν ὡς μὲν πρὸς τὰ ὅλα μέρη ἐστίν, ὡς δὲ πρὸς | |
10 | τὰ μέρη ἑαυτῶν ὅλα. ταῦτα οὖν τὰ ὅλα, 〈ἅ〉 ἐστιν ἑτέρων | |
Pyrr.3.46 | μέρη, ὅλα μὲν ὅλων οὐχ ἅψεται διὰ τὰ προειρημένα, ἀλλ’ οὐδὲ μέρεσι μερῶν· καὶ γὰρ τὰ τούτων μέρη ὡς πρὸς τὰ ἑαυτῶν μέρη ὅλα ὄντα οὔτε ὅλα ὅλων ἅψεται οὔτε μέρεσι μερῶν. εἰ δὲ μήτε κατὰ ὁλότητα μήτε κατὰ μέρη γινο‐ | |
5 | μένην ἁφὴν καταλαμβάνομεν, ἀκατάληπτος ἔσται ἡ ἁφή. διὰ δὲ τοῦτο καὶ ἡ ἀντιτυπία. ὅθεν καὶ τὸ σῶμα· εἰ γὰρ οὐδέν ἐστι τοῦτο παρὰ τὰς τρεῖς διαστάσεις καὶ τὴν ἀντιτυπίαν, ἐδείξαμεν δὲ ἀκατάληπτον τούτων ἕκαστον, καὶ τὸ σῶμα ἔσται ἀκατάληπτον. | |
10 | Οὕτω μὲν οὖν, ὅσον ἐπὶ τῇ ἐννοίᾳ τοῦ σώματος, ἀκα‐ | |
Pyrr.3.47 | τάληπτόν ἐστιν, εἰ ἔστι τι σῶμα· λεκτέον δὲ καὶ τοῦτο εἰς τὸ προκείμενον. τῶν ὄντων τὰ μέν φασιν εἶναι αἰσθητά, τὰ δὲ νοητά, καὶ τὰ μὲν τῇ διανοίᾳ καταλαμβάνεσθαι, τὰ δὲ ταῖς αἰσθήσεσιν, καὶ τὰς μὲν αἰσθήσεις ἁπλοπαθεῖς | |
5 | εἶναι, τὴν δὲ διάνοιαν ἀπὸ τῆς τῶν αἰσθητῶν καταλήψεως ἐπὶ τὴν κατάληψιν τῶν νοητῶν ἰέναι. εἰ οὖν ἔστι τι σῶμα, ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν. καὶ αἰσθητὸν μὲν οὔκ ἐστιν· κατὰ γὰρ συναθροισμὸν μήκους καὶ βάθους καὶ πλάτους καὶ ἀντιτυπίας καὶ χρώματος καὶ ἄλλων τινῶν | |
10 | καταλαμβάνεσθαι δοκεῖ, σὺν οἷς θεωρεῖται· αἱ δὲ αἰσθήσεις | |
Pyrr.3.48 | ἁπλοπαθεῖς εἶναι λέγονται παρ’ αὐτοῖς. 〈....〉 εἰ δὲ νοητὸν εἶναι λέγεται τὸ σῶμα, δεῖ τι πάντως ὑπάρχειν ἐν τῇ φύσει τῶν πραγμάτων αἰσθητόν, ἀφ’ οὗ ἡ τῶν σωμάτων νοητῶν ὄντων ἔσται νόησις. οὐδὲν δὲ ἔστι παρὰ τὸ σῶμα καὶ | 146 |
5 | τὸ ἀσώματον, ὧν τὸ μὲν ἀσώματον αὐτόθεν νοητόν ἐστι, τὸ δὲ σῶμα οὐκ αἰσθητόν, ὡς ὑπεμνήσαμεν. μὴ ὄντος οὖν ἐν τῇ φύσει τῶν πραγμάτων αἰσθητοῦ τινος ἀφ’ οὗ ἡ νόησις ἔσται τοῦ σώματος, οὐδὲ νοητὸν ἔσται τὸ σῶμα. εἰ δὲ μήτε αἰσθητόν ἐστι μήτε νοητόν, παρὰ δὲ ταῦτα | |
10 | οὐδὲν ἔστι, λεκτέον ὅσον ἐπὶ τῷ λόγῳ μηδὲν εἶναι τὸ σῶμα. | |
Pyrr.3.49 | διὰ ταῦτα οὖν ἡμεῖς ἀντιτιθέντες τοὺς κατὰ τοῦ σώματος λόγους τῷ φαίνεσθαι [δοκεῖν] ὑπάρχον τὸ σῶμα, συνάγομεν τὴν περὶ τοῦ σώματος ἐποχήν. Τῇ δὲ τοῦ σώματος ἀκαταληψίᾳ συνεισάγεται καὶ τὸ | |
5 | ἀκατάληπτον εἶναι τὸ ἀσώματον. αἱ γὰρ στερήσεις τῶν ἕξεων νοοῦνται στερήσεις, οἷον ὁράσεως τυφλότης καὶ ἀκοῆς κωφότης καὶ ἐπὶ τῶν ἄλλων παραπλησίως. διόπερ ἵνα στέρησιν καταλάβωμεν, δεῖ τὴν ἕξιν ἡμᾶς προκατειληφέναι, ἧς λέγεται στέρησις εἶναι ἡ στέρησις· ἀνεννόητος γάρ τις | |
10 | ὢν τῆς ὁράσεως οὐκ ἂν δύναιτο λέγειν, ὅτι ὅρασιν ὅδε οὐκ | |
Pyrr.3.50 | ἔχει, ὅπερ ἐστὶ τὸ τυφλὸν εἶναι. εἰ οὖν στέρησις σώμα‐ τός ἐστι τὸ ἀσώματον, τῶν δὲ ἕξεων μὴ καταλαμβανο‐ μένων ἀδύνατον τὰς στερήσεις αὐτῶν καταλαμβάνεσθαι, καὶ δέδεικται ὅτι τὸ σῶμα ἀκατάληπτόν ἐστιν, ἀκατάληπτον | |
5 | ἔσται καὶ τὸ ἀσώματον. καὶ γὰρ ἤτοι αἰσθητόν ἐστιν ἢ νοη‐ τόν. εἴτε δὲ αἰσθητόν ἐστιν, ἀκατάληπτόν ἐστι διὰ τὴν διαφο‐ ρὰν τῶν ζῴων καὶ τῶν ἀνθρώπων καὶ τῶν αἰσθήσεων καὶ τῶν περιστάσεων καὶ παρὰ τὰς ἐπιμιξίας καὶ τὰ λοιπὰ τῶν προειρημένων ἡμῖν ἐν τοῖς περὶ τῶν δέκα τρόπων· | |
10 | εἴτε νοητόν, μὴ διδομένης αὐτόθεν τῆς τῶν αἰσθητῶν καταλήψεως, ἀφ’ ἧς ὁρμώμενοι τοῖς νοητοῖς ἐπι‐ βάλλειν δοκοῦμεν, οὐδὲ ἡ τῶν νοητῶν αὐτόθεν κατάληψις | |
Pyrr.3.51 | δοθήσεται, διόπερ οὐδὲ ἡ τοῦ ἀσωμάτου. ὅ τε φάσκων κατα‐ | |
λαμβάνειν τὸ ἀσώματον ἤτοι αἰσθήσει τοῦτο παραστήσει καταλαμβάνειν ἢ διὰ λόγου. καὶ αἰσθήσει μὲν οὐδαμῶς, ἐπειδὴ αἱ μὲν αἰσθήσεις κατὰ ἐπέρεισιν καὶ νύξιν ἀντιλαμ‐ | 147 | |
5 | βάνεσθαι δοκοῦσι τῶν αἰσθητῶν, οἷον ἡ ὅρασις, ἐάν τε κατὰ ἔντασιν γίνηται κώνου, ἐάν τε κατὰ εἰδώλων ἀπο‐ κρίσεις τε καὶ ἐπικρίσεις, ἐάν τε 〈κατ’〉 ἀκτίνων ἢ χρωμάτων ἀποχύσεις, καὶ ἡ ἀκοὴ δέ, ἤν τε ὁ πεπληγμένος ἀήρ, ἤν τε τὰ μόρια τῆς φωνῆς φέρηται περὶ τὰ ὦτα καὶ πλήττῃ | |
10 | τὸ ἀκουστικὸν πνεῦμα ὥστε τὴν ἀντίληψιν τῆς φωνῆς ἀπεργάζεσθαι. ἀλλὰ καὶ αἱ ὀδμαὶ τῇ ῥινὶ καὶ οἱ χυμοὶ αὖ τῇ γλώττῃ προσπίπτουσιν, καὶ τὰ τὴν ἁφὴν κινοῦντα | |
Pyrr.3.52 | ὁμοίως τῇ ἁφῇ. τὰ δὲ ἀσώματα ἐπέρεισιν τοιαύτην ὑπομένειν οὐχ οἷά τέ ἐστιν, ὥστε οὐκ ἂν δύναιτο τῇ αἰσθήσει 〈ταῦτα〉 καταλαμβάνεσθαι. ἀλλ’ οὐδὲ διὰ λόγου. εἰ μὲν γὰρ λεκτόν ἐστιν ὁ λόγος καὶ ἀσώματος, ὡς οἱ Στωικοί φασιν, | |
5 | ὁ λέγων διὰ λόγου καταλαμβάνεσθαι τὰ ἀσώματα τὸ ζητούμενον συναρπάζει. ζητούντων γὰρ ἡμῶν, εἰ δύνα‐ ταί τι ἀσώματον καταλαμβάνεσθαι, αὐτὸς ἀσώματόν τι λα‐ βὼν ἁπλῶς διὰ τούτου τὴν κατάληψιν τῶν ἀσωμάτων ποι‐ εῖσθαι θέλει. καίτοι αὐτὸς ὁ λόγος, εἴπερ ἀσώματός ἐστι, | |
Pyrr.3.53 | τῆς τῶν ζητουμένων ἐστὶ μοίρας. πῶς οὖν ἀποδείξει τις, ὅτι πρότερον τοῦτο τὸ ἀσώματον καταλαμβάνεται (φημὶ δὲ τὸν λόγον); εἰ μὲν γὰρ δι’ ἄλλου ἀσωμάτου, κἀκείνου ζη‐ τήσομεν τὴν ἀπόδειξιν τῆς καταλήψεως, καὶ μέχρις ἀπεί‐ | |
5 | ρου· εἰ δὲ διὰ σώματος, ζητεῖται καὶ περὶ τῆς κατα‐ λήψεως τῶν σωμάτων· διὰ τίνος οὖν δείξομεν, ὅτι κατα‐ λαμβάνεται τὸ σῶμα τὸ εἰς ἀπόδειξιν τῆς καταλήψεως τοῦ ἀσωμάτου λόγου λαμβανόμενον; εἰ μὲν διὰ σώματος, εἰς | |
ἄπειρον ἐκβαλλόμεθα· εἰ δὲ δι’ ἀσωμάτου, εἰς τὸν διάλ‐ | 148 | |
10 | ληλον τρόπον ἐκπίπτομεν. μένοντος οὖν οὕτως ἀκατα‐ λήπτου τοῦ λόγου, εἴπερ ἀσώματός ἐστιν, οὐκ ἂν δύναιτό | |
Pyrr.3.54 | τις λέγειν δι’ αὐτοῦ καταλαμβάνεσθαι τὸ ἀσώματον. εἰ δὲ σῶμά ἐστιν ὁ λόγος, ἐπεὶ καὶ περὶ τῶν σωμάτων δια‐ πεφώνηται, πότερον καταλαμβάνεται ἢ οὔ, διὰ τὴν λεγο‐ μένην συνεχῆ ῥύσιν αὐτῶν, ὡς μηδὲ τὴν ‘τόδε‘ δεῖξιν ἐπι‐ | |
5 | δέχεσθαι, μηδὲ εἶναι νομίζεσθαι, παρὸ καὶ ὁ Πλάτων γινόμενα μέν, ὄντα δὲ οὐδέποτε καλεῖ τὰ σώματα, ἀπορῶ πῶς ἐπικριθήσεται ἡ περὶ τοῦ ἀσωμάτου διαφωνία, μήτε σώματι μήτε ἀσωμάτῳ ταύτην ὁρῶν ἐπι‐ κρίνεσθαι δυναμένην διὰ τὰς μικρῷ πρόσθεν εἰρημένας | |
10 | ἀτοπίας. οὐκοῦν οὐδὲ λόγῳ δυνατόν ἐστι καταλαμβάνειν | |
Pyrr.3.55 | τὰ ἀσώματα. εἰ δὲ μήτε αἰσθήσει ὑποπίπτει μήτε διὰ λόγου καταλαμβάνεται, οὐδ’ ἂν ὅλως καταλαμβάνοιτο. Εἰ τοίνυν μήτε περὶ τῆς ὑπάρξεως τοῦ σώματος μήτε περὶ τῶν ἀσωμάτων οἷόν τέ ἐστι διαβεβαιώσασθαι, καὶ | |
5 | περὶ τῶν στοιχείων ἐστὶν ἐφεκτέον, τάχα δὲ καὶ περὶ τῶν μετὰ τὰ στοιχεῖα, εἴγε τούτων τὰ μὲν σώματα, τὰ δὲ ἀσώ‐ ματα, καὶ περὶ ἀμφοτέρων ἠπόρηται. πλὴν ἀλλὰ τῶν τε δραστικῶν ἀρχῶν καὶ τῶν ὑλικῶν διὰ ταῦτα ἐφεκτῶν οὐσῶν ἄπορός ἐστιν ὁ περὶ ἀρχῶν λόγος. | |
Pyrr.3.56(t1) | ηʹ περὶ κράσεως. | |
1 | Ἵνα δὲ καὶ ταῦτα παραλίπῃ τις, πῶς ἄρα καὶ γίνε‐ σθαί φασι τὰ συγκρίματα ἐκ τῶν πρώτων στοιχείων, μήτε θίξεως καὶ ἁφῆς ὑπαρχούσης μήτε κράσεως ἢ μίξεως ὅλως; ὅτι μὲν γὰρ οὐδέν ἐστιν ἡ ἁφή, μικρῷ πρόσθεν ὑπ‐ | |
5 | έμνησα, ὅτε περὶ τῆς ὑποστάσεως τοῦ σώματος διελεγόμην· ὅτι δὲ οὐδὲ ὁ τρόπος τῆς κράσεως ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπ’ αὐτῶν δυνατός ἐστι, διὰ βραχέων ἐπιστήσω. πολλὰ μὲν γὰρ λέγεται περὶ κράσεως, καὶ σχεδὸν ἀνήνυτοι | |
περὶ τοῦ προκειμένου σκέμματός εἰσι παρὰ τοῖς δογματι‐ | 149 | |
10 | κοῖς στάσεις· ὅθεν εὐθέως ἅμα τῇ ἀνεπικρίτῳ διαφωνίᾳ καὶ τὸ ἀκατάληπτον τοῦ σκέμματος συνάγοιτ’ ἄν. ἡμεῖς δὲ νῦν τὴν πρὸς ἕκαστον αὐτῶν ἀντίρρησιν παραιτησάμε‐ νοι διὰ τὴν πρόθεσιν τῆς συγγραφῆς, τάδε λέξειν ἐπὶ τοῦ παρόντος ἀποχρώντως ὑπολαμβάνομεν. | |
Pyrr.3.57 | Τὰ κιρνάμενα ἐξ οὐσίας καὶ ποιοτήτων συγκεῖσθαι φασίν. ἤτοι οὖν τὰς μὲν οὐσίας αὐτῶν μίγνυσθαι φήσει τις, τὰς δὲ ποιότητας μηδαμῶς, ἢ τὰς μὲν ποιότητας ἀνα‐ μίγνυσθαι, μηκέτι δὲ τὰς οὐσίας, ἢ μηθέτερον ἀναμίγνυ‐ | |
5 | σθαι θατέρῳ, ἢ ἀμφότερα ἑνοῦσθαι ἀλλήλοις. ἀλλ’ εἰ μὲν οὔτε αἱ ποιότητες οὔτε αἱ οὐσίαι ἀναμίγνυνται ἀλλήλοις, ἀνεπινόητος ἔσται ἡ κρᾶσις· πῶς γὰρ μία αἴσθησις ἀπὸ τῶν κιρναμένων γίνεσθαι συμβήσεται, εἴγε κατὰ μηδὲν | |
Pyrr.3.58 | τῶν προειρημένων μίγνυται ἀλλήλοις τὰ κιρνάμενα; εἰ δὲ αἱ μὲν ποιότητες ἁπλῶς παρακεῖσθαι λεχθεῖεν ἀλλήλαις, αἱ δὲ οὐσίαι μίγνυσθαι, καὶ οὕτως ἄτοπον ἂν εἴη τὸ λε‐ γόμενον· οὐ γὰρ κεχωρισμένων τῶν ποιοτήτων τῶν ἐν | |
5 | ταῖς κράσεσιν ἀντιλαμβανόμεθα, ἀλλ’ ὡς μιᾶς ἀπὸ τῶν κιρναμένων ἀποτελουμένης αἰσθανόμεθα. εἰ δὲ τὰς μὲν ποιότητας μίγνυσθαι λέγοι τις, τὰς δὲ οὐσίας μηδαμῶς, ἀδύνατα λέξει· ἡ γὰρ τῶν ποιοτήτων ὑπόστασις ἐν ταῖς οὐσίαις ἐστίν, διόπερ γελοῖον ἂν εἴη λέγειν, ὡς αἱ μὲν ποιό‐ | |
10 | τητες χωρισθεῖσαι τῶν οὐσιῶν [καὶ] ἰδίᾳ μίγνυνταί που | |
Pyrr.3.59 | ἀλλήλαις, ἄποιοι δὲ αἱ οὐσίαι χωρὶς ὑπολείπονται. λείπεται λέγειν, ὅτι καὶ αἱ ποιότητες τῶν κιρναμένων καὶ αἱ οὐσίαι χωροῦσι δι’ ἀλλήλων καὶ μιγνύμεναι τὴν κρᾶσιν ἀποτε‐ λοῦσιν. ὃ τῶν προειρημένων ἐστὶν ἀτοπώτερον· ἀδύνα‐ | |
5 | τος γάρ ἐστιν ἡ τοιαύτη κρᾶσις. οἷον γοῦν ἐὰν δέκα κοτύ‐ λαις ὕδατος κωνείου χυλοῦ κοτύλη μιχθῇ, παντὶ τῷ ὕδατι συνανακίρνασθαι ἂν λέγοιτο τὸ κώνειον· εἰ γοῦν καί τι βραχύτατον μέρος τοῦ μίγματος λάβοι τις, εὑρήσει πεπλη‐ | |
Pyrr.3.60 | ρωμένον αὐτὸ τῆς τοῦ κωνείου δυνάμεως. εἰ δὲ ἐπιμίγνυ‐ ται τὸ κώνειον παντὶ μέρει τοῦ ὕδατος καὶ παρεκτείνεται | |
αὐτῷ ὅλον ὅλῳ κατά τε τὴν τῶν οὐσιῶν καὶ τῶν ποιοτήτων αὐτῶν δι’ ἀλλήλων δίοδον, ἵν’ οὕτως ἡ κρᾶσις γένηται, τὰ | 150 | |
5 | δὲ παρεκτεινόμενα ἀλλήλοις καθ’ ἅπαν μέρος τὸν ἴσον ἐπέχει τόπον, διὸ καὶ ἴσα ἀλλήλοις ἐστίν, ἴση ἔσται ἡ κο‐ τύλη τοῦ κωνείου ταῖς δέκα κοτύλαις τοῦ ὕδατος, ὡς εἴκοσι κοτύλας ὀφείλειν εἶναι τὸ μῖγμα ἢ δύο μόνας, ὅσον ἐπὶ τῇδε τῇ ὑποθέσει τοῦ τρόπου τῆς κράσεως· καὶ κοτύλης | |
10 | πάλιν ὕδατος ταῖς εἴκοσι κοτύλαις ὅσον ἐπὶ τῷ λόγῳ τῆς ὑποθέσεως ἐπεμβληθείσης τεσσαράκοντα κοτυλῶν ὀφείλει τὸ μέτρον εἶναι ἢ πάλιν δύο μόνων, ἐπειδὴ καὶ τὴν κοτύ‐ λην εἴκοσι κοτύλας ἐνδέχεται νοεῖν, ὅσαις παρεκτείνεται, | |
Pyrr.3.61 | καὶ τὰς εἴκοσι κοτύλας μίαν, ᾗ συνεξισοῦνται. δυνατὸν δὲ οὕτω κατὰ μίαν κοτύλην ἐπεμβάλλοντα καὶ ὁμοίως συλλογιζόμενον συνάγειν, ὅτι αἱ εἴκοσιν ὁρώμεναι τοῦ μίγματος κοτύλαι δισμύριαί που καὶ πρὸς ὀφείλουσιν εἶναι | |
5 | ὅσον ἐπὶ τῇ ὑποθέσει τοῦ τρόπου τῆς κράσεως, αἱ δὲ αὐταὶ καὶ δύο μόναι· ὅπερ ἀπεμφάσεως ὑπερβολὴν οὐκ ἀπολέ‐ λοιπεν. οὐκοῦν ἄτοπός ἐστι καὶ αὕτη ἡ ὑπόθεσις τῆς | |
Pyrr.3.62 | κράσεως. εἰ δὲ οὔτε τῶν οὐσιῶν μόνων μιγνυμένων ἀλλή‐ λαις οὔτε τῶν ποιοτήτων μόνων οὔτε ἀμφοτέρων οὔτε οὐθετέρου δύναται γίνεσθαι κρᾶσις, παρὰ δὲ ταῦτα οὐδὲν οἷόν τέ ἐστιν ἐπινοεῖν, ἀνεπινόητος ὁ τρόπος τῆς τε | |
5 | κράσεως καὶ ὅλως τῆς μίξεως ἐστίν. διόπερ εἰ μήτε κατὰ θίξιν παρατιθέμενα ἀλλήλοις τὰ καλούμενα στοιχεῖα μήτε ἀνακιρνώμενα ἢ μιγνύμενα ποιητικὰ τῶν συγκριμάτων εἶναι δύναται, ἀνεπινόητός ἐστιν ἡ κατὰ τοὺς δογματικοὺς φυσιολογία καὶ ὅσον ἐπὶ τούτῳ τῷ λόγῳ. | |
Pyrr.3.63(t1) | θʹ περὶ κινήσεως. | |
1 | Πρὸς δὲ τοῖς προειρημένοις ἦν ἐπιστῆσαι τῷ περὶ τῶν κινήσεων λόγῳ, καὶ ὡς ἀδύνατος ἂν εἶναι νομισθείη ἡ κατὰ τοὺς δογματικοὺς φυσιολογία. πάντως γὰρ κατά τινα κίνησιν τῶν τε στοιχείων καὶ τῆς δραστικῆς ἀρχῆς ὀφείλει | |
5 | γίνεσθαι τὰ συγκρίματα. ἐὰν οὖν ὑπομνήσωμεν, ὅτι μηδὲν εἶδος κινήσεως ὁμολογεῖται, σαφὲς ἔσται ὅτι καὶ διδομένων καθ’ ὑπόθεσιν τῶν προειρημένων ἁπάντων μάτην ὁ κα‐ λούμενος φυσικὸς λόγος τοῖς δογματικοῖς διεξώδευται. | 151 |
Pyrr.3.64(t1) | ιʹ περὶ τῆς μεταβατικῆς κινήσεως. | |
1 | Φασὶ τοίνυν οἱ δοκοῦντες ἐντελέστερον περὶ κι‐ νήσεως διειληφέναι ἓξ εἴδη ταύτης ὑπάρχειν, τοπικὴν μετάβασιν, φυσικὴν μεταβολήν, αὔξησιν, μείωσιν, γένεσιν, φθοράν. | |
5 | ἡμεῖς οὖν ἑκάστῳ τῶν προειρημένων εἰδῶν τῆς κινήσεως κατ’ ἰδίαν ἐπιστήσομεν, ἀπὸ τῆς τοπικῆς μεταβάσεως ἀρ‐ ξάμενοι. ἔστιν οὖν αὕτη κατὰ τοὺς δογματικοὺς καθ’ ἣν τόπον ἐκ τόπου μετέρχεται τὸ κινούμενον ἤτοι καθ’ ὁλότητα ἢ κατὰ μέρος, 〈καθ’〉 ὅλον μὲν ὡς | |
10 | ἐπὶ τῶν περιπατούντων, κατὰ μέρος δὲ ὡς ἐπὶ τῆς περὶ κέντρῳ κινουμένης σφαίρας· ὅλης γὰρ αὐτῆς μενούσης ἐν τῷ αὐτῷ τόπῳ τὰ μέρη τοὺς τόπους | |
Pyrr.3.65 | ἀμείβει. τρεῖς δέ, οἶμαι, γεγόνασιν αἱ ἀνωτάτω περὶ κινή‐ σεως στάσεις. ὁ μὲν γὰρ βίος καί τινες τῶν φιλοσόφων εἶναι κίνησιν ὑπολαμβάνουσιν, μὴ εἶναι δὲ Παρμενίδης τε καὶ Μέλισσος καὶ ἄλλοι τινές, μὴ μᾶλλον δὲ εἶναι ἢ | |
5 | μὴ εἶναι ἔφασαν οἱ σκεπτικοί· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις δοκεῖν εἶναι κίνησιν, ὅσον δὲ ἐπὶ τῷ φιλοσόφῳ λόγῳ μὴ ὑπάρχειν. ἡμεῖς οὖν ἐκθέμενοι τὴν ἀντίρρησιν τῶν τε εἶναι κίνησιν ὑπολαμβανόντων καὶ τῶν μηδὲν εἶναι κίνησιν ἀποφαινομένων, ἐὰν τὴν διαφωνίαν εὑρίσκωμεν | |
10 | ἰσοσθενῆ, μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι κίνησιν λέγειν | |
Pyrr.3.66 | ἀναγκασθησόμεθα ὅσον ἐπὶ τοῖς λεγομένοις. ἀρξώμεθα δὲ | |
ἀπὸ τῶν ὑπάρχειν αὐτὴν λεγόντων. Οὗτοι δὴ τῇ ἐναργείᾳ μάλιστα ἐπερείδονται· εἰ γὰρ μὴ ἔστι, φασί, κίνησις, πῶς μὲν ἀπὸ ἀνατολῶν ἐπὶ | 152 | |
5 | δυσμὰς ὁ ἥλιος φέρεται, πῶς δὲ τὰς τοῦ ἔτους ὥρας ποιεῖ, παρὰ τοὺς πρὸς ἡμᾶς συνεγγισμοὺς αὐτοῦ καὶ τὰς ἀφ’ ἡμῶν ἀποστάσεις γιγνομένας; ἢ πῶς νῆες ἀπὸ λιμένων ἀναχθεῖσαι καταίρουσιν ἐπὶ λι‐ μένας ἄλλους πάμπολυ τῶν προτέρων ἀφεστῶτας; | |
10 | τίνα δὲ τρόπον ὁ τὴν κίνησιν ἀναιρῶν πρόεισι τῆς οἰκίας καὶ αὖθις ἀναστρέφει; ταῦτα δὴ τελέως ἀναντίρρητα εἶναι. διὸ καὶ τῶν κυνικῶν τις ἐρω‐ τηθεὶς 〈τὸν〉 κατὰ τῆς κινήσεως λόγον οὐδὲν ἀπ‐ εκρίνατο, ἀνέστη δὲ καὶ ἐβάδισεν, ἔργῳ καὶ διὰ τῆς | |
15 | ἐναργείας παριστάς, ὅτι ὑπαρκτή ἐστιν ἡ κίνησις. Οὗτοι μὲν οὖν οὕτω δυσωπεῖν ἐπιχειροῦσι τοὺς τῆς | |
Pyrr.3.67 | ἐναντίας αὐτοῖς στάσεως ὄντας· οἱ δὲ τὴν ὕπαρξιν τῆς κινήσεως ἀναιροῦντες λόγοις ἐπιχειροῦσι τοιούτοις. εἰ κινεῖταί τι, ἤτοι ὑφ’ ἑαυτοῦ κινεῖται ἢ ὑφ’ ἑτέρου. ἀλλ’ εἰ μὲν ὑφ’ ἑτέρου, 〈.........〉. τὸ γὰρ λεγόμενον ὑφ’ ἑτέρου | |
5 | κινεῖσθαι ἤτοι ἀναιτίως κινηθήσεται ἢ κατά τινα αἰτίαν. ἀναιτίως μὲν οὐδέν φασι γίνεσθαι· εἰ δὲ κατά τινα αἰτίαν κινεῖται, ἡ αἰτία, καθ’ ἣν κινεῖται, κινητικὴ αὐτοῦ γενή‐ σεται, ὅθεν εἰς ἄπειρον ἐκπίπτει κατὰ τὴν μικρῷ πρόσθεν | |
Pyrr.3.68 | εἰρημένην ἐπιβολήν. ἄλλως τε καὶ εἰ τὸ κινοῦν ἐνεργεῖ, τὸ δὲ ἐνεργοῦν κινεῖται, κἀκεῖνο δεήσεται κινοῦντος ἑτέρου, καὶ τὸ δεύτερον τρίτου, καὶ μέχρις ἀπείρου, ὡς ἄναρχον γίνεσθαι τὴν κίνησιν· ὅπερ ἄτοπον. οὐκ ἄρα πᾶν τὸ | |
5 | κινούμενον ὑφ’ ἑτέρου κινεῖται. ἀλλ’ οὐδὲ ὑφ’ ἑαυτοῦ. ἐπεὶ | |
〈γὰρ〉 πᾶν τὸ κινοῦν ἤτοι προωθοῦν κινεῖ ἢ ἐπισπώμενον ἢ ἀνωθοῦν ἢ ἐνθλῖβον, δεήσει τὸ ἑαυτὸ κινοῦν κατά τινα | 153 | |
Pyrr.3.69 | τῶν προειρημένων τρόπων ἑαυτὸ κινεῖν. ἀλλ’ εἰ μὲν προωστικῶς ἑαυτὸ κινεῖ, ἔσται ἐξόπισθεν ἑαυτοῦ, εἰ δὲ ἐπισπαστικῶς, ἔμπροσθεν, εἰ δὲ ἀνωστικῶς, ὑποκάτω, εἰ δὲ ἐνθλιπτικῶς, ἐπάνω. ἀδύνατον δὲ αὐτό τι ἑαυτοῦ | |
5 | ἐπάνω εἶναι ἢ ἔμπροσθεν ἢ ὑποκάτω ἢ ὀπίσω· ἀδύνατον ἄρα ὑφ’ ἑαυτοῦ τι κινεῖσθαι. εἰ δὲ μήτε ὑφ’ ἑαυτοῦ τι | |
Pyrr.3.70 | κινεῖται μήτε ὑφ’ ἑτέρου, οὐδὲ κινεῖταί τι. εἰ δέ τις ἐπὶ τὴν ὁρμὴν καὶ τὴν προαίρεσιν καταφεύγοι, ὑπομνηστέον αὐτὸν τῆς περὶ τοῦ ἐφ’ ἡμῖν διαφωνίας, καὶ ὅτι ἀνεπίκρι‐ τος αὕτη καθέστηκεν, κριτήριον ἡμῶν τῆς ἀληθείας ἄχρι | |
5 | νῦν οὐχ εὑρηκότων. | |
Pyrr.3.71 | Ἔτι κἀκεῖνο λεκτέον. εἰ κινεῖταί τι, ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται ἢ ἐν ᾧ οὐκ ἔστιν. οὔτε δὲ ἐν ᾧ ἔστιν· μένει γὰρ ἐν αὐτῷ, εἴπερ ἐν αὐτῷ ἔστιν· οὔτε ἐν ᾧ μὴ ἔστιν· ὅπου γάρ τι μὴ ἔστιν, ἐκεῖ οὐδὲ δρᾶ‐ | |
5 | σαί τι οὐδὲ παθεῖν δύναται. οὐκ ἄρα κινεῖταί τι. οὗτος δὲ ὁ λόγος ἔστι μὴν Διοδώρου τοῦ Κρόνου, πολλῶν δὲ ἀντιρρήσεων τετύχηκεν, ὧν τὰς πληκτικωτέ‐ ρας διὰ τὸν τρόπον τῆς συγγραφῆς ἐκθησόμεθα μετὰ | |
Pyrr.3.72 | τῆς φαινομένης ἡμῖν ἐπικρίσεως. φασὶν οὖν τινες, ὅτι δύναταί τι ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαι· τὰς γοῦν περὶ τοῖς κέντροις περιδινουμένας σφαίρας ἐν τῷ αὐτῷ μενούσας τόπῳ κινεῖσθαι. πρὸς οὓς μεταφέ‐ | |
5 | ρειν χρὴ τὸν λόγον ἐφ’ ἕκαστον τῶν μερῶν τῆς σφαίρας, καὶ ὑπομιμνῄσκοντας, ὅτι ὅσον ἐπὶ τῷ λόγῳ μηδὲ κατὰ μέρη κινεῖ‐ | |
Pyrr.3.73 | ται, συνάγειν ὅτι μηδὲ ἐν ᾧ ἔστι τόπῳ κινεῖταί τι. τὸ δὲ αὐτὸ ποιήσομεν καὶ πρὸς τοὺς λέγοντας, ὅτι τὸ κινούμενον δυεῖν ἔχεται τόπων, τοῦ τε ἐν ᾧ ἔστι καὶ τοῦ εἰς | |
ὃν φέρεται. πευσόμεθα γὰρ αὐτῶν, πότε φέρεται τὸ κινού‐ | 154 | |
5 | μενον ἀπὸ τοῦ ἐν ᾧ ἔστι τόπου εἰς τὸν ἕτερον, ἆρα ὅτε ἐν τῷ πρώτῳ τόπῳ ἔστιν ἢ ὅτε ἐν τῷ δευτέρῳ. ἀλλ’ ὅτε μὲν ἐν τῷ πρώτῳ τόπῳ ἔστιν, οὐ μετέρχεται εἰς τὸν δεύ‐ τερον· ἔτι γὰρ ἐν τῷ πρώτῳ ἔστιν· ὅτε δὲ οὐκ ἔστιν ἐν | |
Pyrr.3.74 | τούτῳ, οὐ μετέρχεται ἀπ’ αὐτοῦ. πρὸς τῷ καὶ συναρπά‐ ζεσθαι τὸ ζητούμενον· ἐν ᾧ γὰρ μὴ ἔστιν, οὐδὲ ἐνεργεῖν ἐν αὐτῷ δύναται· οὐ γὰρ δήπου φέρεσθαι εἴς τινα τόπον | |
Pyrr.3.75 | συγχωρήσει τις ἐκεῖνο ἁπλῶς ὃ μὴ δίδωσι κινεῖσθαι. τινὲς μέντοι κἀκεῖνο φασίν· τόπος λέγεται διχῶς, ὁ μὲν ἐν πλάτει, οἷον ὡς ἐμοῦ ἡ οἰκία, ὁ δὲ πρὸς ἀκρίβειαν, ὡς λόγου χάριν ὁ περιτετυπωκώς μου τὴν ἐπιφά‐ | |
5 | νειαν τοῦ σώματος ἀήρ. λέγεται οὖν ἐν τόπῳ κινεῖ‐ σθαι τὸ κινούμενον οὐκ ἐν τῷ πρὸς ἀκρίβειαν ἀλλ’ ἐν τῷ κατὰ πλάτος. πρὸς οὓς ἔνεστιν ὑποδιαιροῦντας τὸν ἐν πλάτει τόπον λέγειν, ὅτι τούτου ἐν ᾧ μὲν ἔστι κυρίως τὸ κινεῖσθαι λεγόμενον σῶμα, ὡς ἐν τῷ πρὸς ἀκρίβειαν αὐτοῦ | |
10 | τόπῳ, ἐν ᾧ δὲ οὐκ ἔστιν, ὡς ἐν τοῖς λοιποῖς μέρεσι τοῦ κατὰ πλάτος τόπου· εἶτα συνάγοντας, ὅτι μήτε ἐν ᾧ ἔστι τόπῳ κινεῖ‐ σθαί τι δύναται μήτε ἐν ᾧ μὴ ἔστιν, ἐπιλογίζεσθαι, ὅτι μηδὲ ἐν τῷ κατὰ πλάτος καταχρηστικῶς λεγομένῳ τόπῳ κινεῖσθαί τι δύναται· συστατικὰ γάρ ἐστιν αὐτοῦ τό τε ἐν ᾧ ἔστι | |
15 | πρὸς ἀκρίβειαν καὶ ἐν ᾧ πρὸς ἀκρίβειαν οὐκ ἔστιν, ὧν ἐν οὐθετέρῳ κινεῖσθαί τι δύνασθαι δέδεικται. | |
Pyrr.3.76 | Ἐρωτητέον δὲ κἀκεῖνον τὸν λόγον. εἰ κινεῖταί τι, ἤτοι κατὰ τὸ πρότερον 〈πρότερον〉 κινεῖται ἢ κατὰ ἄθρουν μεριστὸν διάστημα· οὔτε δὲ κατὰ τὸ πρότερον πρότερον δύναταί τι κινεῖσθαι, οὔτε κατὰ τὸ ἄθρουν μεριστὸν διά‐ | |
5 | στημα, ὡς δείξομεν· οὐδὲ κινεῖταί τι ἄρα. ὅτι μὲν οὖν κατὰ τὸ πρότερον πρότερον οὐκ ἐνδέχεταί τι κινεῖσθαι, αὐτόθεν δῆλον. εἰ μὲν γὰρ εἰς ἄπειρον τέμνονται τὰ | |
σώματα καὶ οἱ τόποι καὶ οἱ χρόνοι οἷς κινεῖσθαι λέγεται τὰ σώματα, οὐ γενήσεται κίνησις, ἀδυνάτου ὄντος τοῦ | 155 | |
10 | πρῶτόν τι ἐν ἀπείροις εὑρεθῆναι, ἀφ’ οὗ πρώτου κινήσε‐ | |
Pyrr.3.77 | ται τὸ κινεῖσθαι λεγόμενον. εἰ δὲ εἰς ἀμερὲς καταλήγει τὰ προειρημένα, καὶ ἕκαστον τῶν κινουμένων ὁμοίως τὸ πρῶτον ἀμερὲς τοῦ τόπου τῷ πρώτῳ ἑαυτοῦ ἀμερεῖ μετ‐ έρχεται χρόνῳ, πάντα τὰ κινούμενα ἔστιν ἰσοταχῆ, οἷον | |
5 | ὁ ταχύτατος ἵππος καὶ ἡ χελώνη· ὅπερ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. οὐκ ἄρα κατὰ τὸ πρότερον πρότερον γίνεται ἡ κίνησις. ἀλλ’ οὐδὲ κατὰ τὸ ἄθρουν μεριστὸν διά‐ | |
Pyrr.3.78 | στημα. εἰ γὰρ ἀπὸ τῶν φαινομένων, ὥς φασιν, μαρτυ‐ ρεῖσθαι τὰ ἄδηλα χρή, ἐπεί, ἵνα τις ἀνύσῃ σταδιαῖον διάστημα, δεῖ πρότερον αὐτὸν ἀνύσαι τὸ πρῶτον τοῦ σταδίου μέρος καὶ τὸ δεύτερον δεύτερον καὶ τὰ ἄλλα ὁμοίως, | |
5 | οὕτω καὶ πᾶν τὸ κινούμενον κατὰ τὸ πρότερον πρότερον κινεῖσθαι προσήκει, ἐπεί τοί γε εἰ ἀθρόως διιέναι τὸ κινούμενον λέγοιτο πάντα τὰ μέρη τοῦ τόπου ἐν ᾧ κινεῖ‐ σθαι λέγεται, ἐν πᾶσιν ἅμα ἔσται τοῖς μέρεσιν αὐτοῦ, καὶ εἰ τὸ μὲν ψυχρὸν εἴη μέρος, τὸ δὲ θερμὸν τοῦ δι’ οὗ | |
10 | ποιεῖται τὴν κίνησιν, ἢ τὸ μέν, εἰ τύχοι, μέλαν, τὸ δὲ λευκὸν ὥστε καὶ χρώζειν τὰ ἐντυγχάνοντα δύνασθαι, τὸ κινούμενον ἔσται θερμόν τε ἅμα καὶ ψυχρὸν καὶ μέλαν | |
Pyrr.3.79 | καὶ λευκόν· ὅπερ ἄτοπον. εἶτα καὶ πόσον ἀθρόως διέξεισι τόπον τὸ κινούμενον, εἰπάτωσαν. εἰ μὲν γὰρ ἀόριστον τοῦτον εἶναι φήσουσιν, προσδέξονταί τι κινεῖσθαι διὰ πά‐ σης τῆς γῆς ἀθρόως· εἰ δὲ τοῦτο φεύγουσιν, ὁρισάτωσαν | |
5 | ἡμῖν τὸ μέγεθος τοῦ τόπου. τὸ μὲν γὰρ πρὸς ἀκρίβειαν ἐπιχειρεῖν ὁρίζειν τὸν τόπον, οὗ πλέον διάστημα οὐδὲ κατὰ τὸ ἀκαριαῖον δυνήσεται διελθεῖν τὸ κινούμενον ἀθρόως, πρὸς τῷ ἀποκληρωτικὸν καὶ προπετὲς ἢ καὶ γελοῖον ἴσως | |
εἶναι, εἰς τὴν ἀρχῆθεν ἀπορίαν ἐμπίπτει· πάντα γὰρ | 156 | |
10 | ἔσται ἰσοταχῆ, εἴγε ἕκαστον αὐτῶν ὁμοίως κατὰ περι‐ ωρισμένους τόπους τὰς μεταβάσεις τῶν κινήσεων ποιεῖται. | |
Pyrr.3.80 | εἰ δὲ φήσουσιν, ὅτι μικρὸν μέν, οὐ πρὸς ἀκρίβειαν δὲ περ‐ ιωρισμένον τόπον ἀθρόως κινεῖται τὸ κινούμενον, ἐνέσται ἡμῖν κατὰ τὴν σωριτικὴν ἀπορίαν ἀεὶ τῷ ὑποτεθέντι με‐ γέθει ἀκαριαῖον προστιθέναι μέγεθος τόπου. εἰ μὲν γὰρ | |
5 | στήσονταί που τοιαύτην ποιουμένων ἡμῶν συνερώτησιν, πάλιν εἰς τὸν ἀκριβῆ περιορισμὸν καὶ τὴν τερατείαν ἐκεί‐ νην ἐμπεσοῦνται· εἰ δὲ προσήσονται τὴν παραύξησιν, ἀναγκάσομεν αὐτοὺς συγχωρεῖν ἀθρόως τι δύνασθαι κινη‐ θῆναι διὰ τοῦ μεγέθους τῆς γῆς ἁπάσης. ὥστε οὐδὲ 〈κατὰ〉 | |
10 | ἄθρουν μεριστὸν διάστημα κινεῖται τὰ κινεῖσθαι λεγόμενα. | |
Pyrr.3.81 | εἰ δὲ μήτε κατὰ ἄθρουν μεριστὸν τόπον μήτε κατὰ τὸ πρότερον 〈πρότερον〉 κινεῖταί τι, οὐδὲ κινεῖταί τι. Ταῦτα μὲν οὖν καὶ ἔτι πλείω τούτων φασὶν οἱ τὴν μεταβατικὴν κίνησιν ἀναιροῦντες. ἡμεῖς δὲ μήτε τοὺς | |
5 | λόγους τούτους μήτε τὸ φαινόμενον, ᾧ κατακολουθοῦντες εἰσάγουσι τὴν ὑπόστασιν τῆς κινήσεως, δυνάμενοι διατρέ‐ πειν, ὅσον ἐπὶ τῇ ἀντιθέσει τῶν τε φαινομένων καὶ τῶν λόγων, ἐπέχομεν περὶ τοῦ πότερον ἔστι κίνησις ἢ οὐκ ἔστιν. | |
Pyrr.3.82(t1) | ιαʹ περὶ αὐξήσεως καὶ μειώσεως. | |
1 | Τῷ δὲ αὐτῷ χρώμενοι λογισμῷ καὶ περὶ αὐξήσεώς τε καὶ περὶ μειώσεως ἐπέχομεν· ἡ γὰρ ἐνάργεια δοκεῖ τὴν ὑπόστασιν αὐτῶν εἰσάγειν, ἣν οἱ λόγοι διατρέπειν δοκοῦσιν. ἢ θέασαι γοῦν· τὸ αὐξόμενον ὂν καὶ ὑφεστὼς | |
5 | εἰς μέγεθος ἐπιδιδόναι προσήκει, ὡς εἴγε ἑτέρῳ προσθέσεως γενομένης ἕτερον ηὐξηκέναι τις λέγοι, ψεύσεται. ἐπεὶ τοί‐ νυν ἡ οὐσία οὐδέποτε ἕστηκεν, ἀλλ’ ἀεὶ ῥεῖ τε καὶ ἑτέρα ἀνθ’ ἑτέρας ἐπεισκρίνεται, τὸ ηὐξηκέναι λεγόμενον οὐκ ἔχει τὴν προτέραν οὐσίαν καὶ μετὰ ταύτης ἄλλην τὴν | |
Pyrr.3.83 | προστεθεῖσαν ἀλλ’ ὅλην ἑτέραν. ὥσπερ οὖν εἰ, λόγου χάριν, ξύλου τριπήχεος ὄντος δεκάπηχυ ἕτερον ἀγαγών τις ηὐξηκέναι τὸ τρίπηχυ λέγοι, ψεύσεται διὰ τὸ ὅλον ἕτερον εἶναι τοῦτο ἐκείνου, οὕτω καὶ ἐπὶ παντὸς τοῦ αὔξεσθαι | 157 |
5 | λεγομένου, τῆς προτέρας ὕλης ἀπορρεούσης καὶ ἑτέρας ἐπεισιούσης, εἰ προστίθεται τὸ προστίθεσθαι λεγόμενον, οὐκ ἂν αὔξησίν τις εἴποι τὸ τοιοῦτον εἶναι, ἀλλ’ ἐξ ὅλου | |
Pyrr.3.84 | ἑτεροίωσιν. ὁ δὲ αὐτὸς καὶ περὶ τῆς μειώσεως λόγος· τὸ γὰρ μὴ ὑφεστὼς ὅλως πῶς ἂν μεμειῶσθαι λέγοιτο; πρὸς δὲ τούτοις, εἰ ἡ μὲν μείωσις γίνεται κατὰ ἀφαί‐ ρεσιν, ἡ δὲ αὔξησις κατὰ πρόσθεσιν, οὐδὲν δέ ἐστιν οὔτε | |
5 | ἀφαίρεσις οὔτε πρόσθεσις, οὐκοῦν οὐδὲ ἡ μείωσις οὐδὲ ἡ αὔξησις ἔστι τι. | |
Pyrr.3.85(t1) | ιβʹ περὶ ἀφαιρέσεως καὶ προσθέσεως. | |
1 | Ὅτι δὲ οὐδέν ἐστιν ἀφαίρεσις, ἐντεῦθεν ἐπιλογίζονται. εἰ ἀφαιρεῖταί τι ἀπό τινος, ἤτοι τὸ ἴσον ἀπὸ τοῦ ἴσου ἀφαι‐ ρεῖται ἢ τὸ μεῖζον ἀπὸ τοῦ ἐλάσσονος ἢ τὸ ἔλασσον ἀπὸ τοῦ μείζονος. κατὰ οὐδένα δὲ τῶν τρόπων τούτων ἀφαί‐ | |
5 | ρεσις γίνεται, ὡς παραστήσομεν· ἀδύνατος ἄρα ἐστὶν ἡ ἀφαίρεσις. ὅτι δὲ κατ’ οὐδένα τῶν προειρημένων τρόπων ἡ ἀφαίρεσις γίνεται, δῆλον ἐντεῦθεν. τὸ ἀφαιρούμενον ἀπό τινος ἐμπεριέχεσθαι χρὴ πρὸ τῆς ἀφαιρέσεως τῷ | |
Pyrr.3.86 | ἀφ’ οὗ ἀφαιρεῖται. οὔτε δὲ τὸ ἴσον ἐν τῷ ἴσῳ περιέχε‐ ται, οἷον τὰ ἓξ ἐν τοῖς ἕξ· μεῖζον γὰρ εἶναι δεῖ τὸ πε‐ ριέχον τοῦ περιεχομένου καὶ τὸ ἀφ’ οὗ ἀφαιρεῖταί τι τοῦ ἀφαιρουμένου, ἵνα μετὰ τὴν ἀφαίρεσιν ὑπολείπηταί | |
5 | τι· τούτῳ γὰρ διαφέρειν δοκεῖ τῆς παντελοῦς ἄρσεως ἡ ἀφαίρεσις· οὔτε τὸ μεῖζον ἐν τῷ μικροτέρῳ, οἷον τὰ ἓξ | |
Pyrr.3.87 | 〈ἐν〉 τοῖς πέντε· ἀπεμφαίνει γάρ. διὰ δὲ τοῦτο οὐδὲ τὸ ἔλασσον ἐν τῷ μείζονι. εἰ γὰρ ἐν τοῖς ἓξ περιέχεται τὰ πέντε ὡς ἐν πλείοσιν ἐλάσσονα, καὶ ἐν τοῖς πέντε περι‐ | |
σχεθήσεται τὰ τέσσαρα καὶ ἐν τοῖς τέτταρσι τὰ τρία καὶ | 158 | |
5 | ἐν τοῖς τρισὶ τὰ δύο καὶ ἐν τούτοις τὸ ἕν. ἕξει οὖν τὰ ἓξ πέντε τέσσαρα τρία δύο ἕν, ὧν συντεθέντων γίνεται ὁ πεντεκαίδεκα ἀριθμός, ὃς ἐν τῷ ἓξ περιέχεσθαι συνάγεται διδομένου τοῦ τὸ ἔλασσον ἐν τῷ μείζονι περιέχεσθαι. Ὁμοίως δὲ καὶ ἐν τῷ πεντεκαίδεκα τῷ ἐν τῷ ἓξ ἐμπεριεχο‐ | |
10 | μένῳ ὁ τριακοντακαιπέντε ἀριθμὸς περιέχεται καὶ κατὰ ὑπόβασιν ἄπειροι. ἄτοπον δὲ τὸ λέγειν ἀπείρους ἀριθμοὺς ἐμπεριέχεσθαι τῷ ἓξ ἀριθμῷ· ἄτοπον ἄρα καὶ τὸ λέγειν, | |
Pyrr.3.88 | ὅτι ἐν τῷ μείζονι περιέχεται τὸ ἔλασσον. εἰ οὖν χρὴ τὸ ἀφαιρούμενον ἀπό τινος περιέχεσθαι ἐν ἐκείνῳ ἀφ’ οὗ ἀφαιρεῖσθαι μέλλει, οὔτε δὲ τὸ ἴσον ἐν τῷ ἴσῳ περιέχεται οὔτε τὸ μεῖζον ἐν τῷ μικροτέρῳ οὔτε τὸ μικρότερον ἐν | |
5 | τῷ μείζονι, οὐδὲ ἀφαιρεῖταί τι ἀπό τινος. Καὶ μὴν εἰ ἀφαιρεῖταί τι ἀπό τινος, ἢ ὅλον ἀπὸ ὅλου ἀφαιρεῖται ἢ μέρος ἀπὸ μέρους ἢ ὅλον ἀπὸ μέρους ἢ | |
Pyrr.3.89 | μέρος ἀπὸ ὅλου. ὅλον μὲν οὖν ἀφαιρεῖσθαι λέγειν ἤτοι ἀπὸ ὅλου ἢ ἀπὸ μέρους ἀπεμφαίνει προδήλως. λείπεται δὴ λέγειν τὸ μέρος ἀφαιρεῖσθαι ἤτοι ἀπὸ ὅλου ἢ ἀπὸ μέ‐ ρους· ὅπερ ἐστὶν ἄτοπον. οἷον γοῦν, ἵνα ἐπὶ ἀριθμῶν | |
5 | στήσωμεν τὸν λόγον τοῦ σαφοῦς ἕνεκα, ἔστω δεκάς, καὶ ἀπὸ ταύτης ἀφαιρεῖσθαι λεγέσθω μονάς. αὕτη οὖν ἡ μονὰς οὔτε ἀπὸ ὅλης τῆς δεκάδος ἀφαιρεῖσθαι δύναται οὔτε ἀπὸ τοῦ λειπομένου μέρους τῆς δεκάδος, τουτέστι τῆς ἐννεάδος, ὡς παραστήσω· οὐκοῦν οὐδὲ ἀφαιρεῖται. | |
Pyrr.3.90 | εἰ γὰρ ἡ μονὰς ἀπὸ ὅλης ἀφαιρεῖται τῆς δεκάδος, ἐπεὶ ἡ δεκὰς οὔτε ἕτερόν τί ἐστι παρὰ τὰς δέκα μονάδας οὔτε τις τῶν μονάδων ἀλλ’ ἡ συνέλευσις πασῶν τῶν μονάδων, ἀπὸ ἑκάστης μονάδος ἀφαιρεῖσθαι ὀφείλει ἡ μονάς, ἵνα ἀπὸ | |
5 | ὅλης ἀφαιρῆται τῆς δεκάδος. μάλιστα μὲν οὖν ἀπὸ μο‐ νάδος οὐδὲν δύναται ἀφαιρεῖσθαι· ἀδιαίρετοι γάρ εἰσιν αἱ μονάδες, καὶ διὰ τοῦτο οὐκ ἀφαιρεθήσεται ἡ μονὰς ἀπὸ | |
Pyrr.3.91 | τῆς δεκάδος οὕτως. εἰ δὲ καὶ δοίη τις ἀπὸ ἑκάστης τῶν | |
μονάδων ἀφαιρεῖσθαι τὴν μονάδα, δέκα ἕξει μέρη ἡ μο‐ νάς, δέκα δὲ ἔχουσα μέρη δεκὰς ἔσται. ἀλλὰ καὶ ἐπεὶ δέκα ἕτερα μέρη ἀπολέλειπται, ἀφ’ ὧν ἀφῄρηται τὰ τῆς | 159 | |
5 | μονάδος λεγομένης δέκα μέρη, ἔσται τὰ δέκα εἴκοσι. ἄτο‐ πον δὲ λέγειν τὸ ἓν δέκα εἶναι καὶ τὰ δέκα εἴκοσι καὶ τὸ ἀδιαίρετον κατὰ αὐτοὺς διαιρεῖσθαι. ἄτοπον ἄρα τὸ λέγειν | |
Pyrr.3.92 | ἀπὸ ὅλης τῆς δεκάδος ἀφαιρεῖσθαι τὴν μονάδα. ἀλλ’ οὐδὲ ἀπὸ τῆς ὑπολειπομένης ἐννεάδος ἀφαιρεῖται ἡ μονάς· τὸ μὲν γὰρ ἀφ’ οὗ τι ἀφαιρεῖται οὐ μένει ὁλόκληρον, ἡ δὲ ἐννεὰς μετὰ τὴν ἀφαίρεσιν ἐκείνης τῆς μονάδος ὁλόκληρος | |
5 | μένει. καὶ ἄλλως, ἐπεὶ ἡ ἐννεὰς οὐδέν ἐστι παρὰ τὰς ἐννέα μονάδας, εἰ μὲν ἀπὸ ὅλης αὐτῆς λέγοιτο ἀφαιρεῖσθαι ἡ μονάς, ἐννεάδος ἀφαίρεσις ἔσται, εἰ δὲ ἀπὸ μέρους τῶν ἐννέα, εἰ μὲν ἀπὸ τῶν ὀκτώ, τὰ αὐτὰ ἄτοπα ἀκολουθήσει, εἰ δὲ ἀπὸ τῆς ἐσχάτης μονάδος, διαιρετὴν εἶναι φήσουσι | |
Pyrr.3.93 | τὴν μονάδα, ὅπερ ἄτοπον. οὐκοῦν οὐδὲ ἀπὸ τῆς ἐννεάδος ἀφαιρεῖται ἡ μονάς. εἰ δὲ μήτε ἀπὸ ὅλης τῆς δεκάδος ἀφαιρεῖται μήτε ἀπὸ μέρους αὐτῆς, οὐδὲ μέρος ἀπὸ ὅλου ἢ μέρους ἀφαιρεῖσθαι δύναται. εἰ οὖν μήτε ὅλον ἀπὸ | |
5 | ὅλου τι ἀφαιρεῖται μήτε μέρος ἀπὸ ὅλου μήτε ὅλον ἀπὸ μέρους μήτε μέρος ἀπὸ μέρους, οὐδὲ ἀφαιρεῖταί τι ἀπό τινος. | |
Pyrr.3.94 | Ἀλλὰ καὶ ἡ πρόσθεσις τῶν ἀδυνάτων εἶναι παρ’ αὐτοῖς ὑπείληπται. τὸ γὰρ προστιθέμενον, φασίν, ἤτοι ἑαυτῷ προστίθεται ἢ τῷ προϋποκειμένῳ ἢ τῷ ἐξ ἀμφοῖν συ‐ νεστῶτι· τούτων δὲ οὐδέν ἐστιν ὑγιές· οὐκοῦν οὐδὲ προσ‐ | |
5 | τίθεταί τι τινί. οἷον γοῦν ἔστω τι τετρακοτυλιαῖον πλῆ‐ θος, καὶ προστιθέσθω κοτύλη. ζητῶ τίνι προστίθεται· ἑαυτῇ μὲν γὰρ οὐ δύναται, ἐπεὶ τὸ μὲν προστιθέμενον ἕτερόν ἐστι τοῦ ᾧ προστίθεται, οὐδὲν δὲ ἑαυτοῦ ἕτερόν | |
Pyrr.3.95 | ἐστιν. ἀλλ’ οὐδὲ τῷ ἐξ ἀμφοῖν, τοῦ τετρακοτυλιαίου καὶ τῆς κοτύλης· πῶς γὰρ ἂν προστεθείη τι τῷ μηδέπω ὄντι; | |
καὶ ἄλλως, εἰ τῷ τετρακοτυλιαίῳ καὶ τῇ κοτύλῃ μίγνυται ἡ κοτύλη ἡ προστιθεμένη, ἑξακοτυλιαῖον ἔσται πλῆθος | 160 | |
5 | ἀπὸ τοῦ τετρακοτυλιαίου καὶ τῆς κοτύλης καὶ τῆς προστι‐ | |
Pyrr.3.96 | θεμένης κοτύλης. εἰ δὲ μόνῳ τῷ τετρακοτυλιαίῳ προστί‐ θεται ἡ κοτύλη, ἐπεὶ τὸ παρεκτεινόμενόν τινι ἴσον ἐστὶν ἐκείνῳ ᾧ παρεκτείνεται, τῷ τετρακοτυλιαίῳ πλήθει ἡ κο‐ τύλη παρεκτεινομένη διπλασιάσει τὸ τετρακοτυλιαῖον ὡς | |
5 | γίνεσθαι τὸ πᾶν πλῆθος ὀκτὼ κοτυλῶν· ὅπερ οὐ θεωρεῖται. εἰ οὖν μήτε ἑαυτῷ προστίθεται τὸ προστίθεσθαι λεγό‐ μενον μήτε τῷ προϋποκειμένῳ μήτε τῷ ἐξ ἀμφοῖν τού‐ των, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲ προστίθεται οὐδὲν οὐδενί. | |
Pyrr.3.97(t1) | ιγʹ περὶ μεταθέσεως. | |
1 | Τῇ δὲ τῆς προσθέσεως καὶ τῆς ἀφαιρέσεως καὶ τῆς τοπικῆς κινήσεως ὑποστάσει συμπεριγράφεται καὶ ἡ μετά‐ θεσις (αὕτη γὰρ ἀπό τινος μέν ἐστιν ἀφαίρεσις τινὶ δὲ πρόσθεσις μεταβατικῶς), | |
Pyrr.3.98(t1) | ιδʹ περὶ ὅλου καὶ μέρους. | |
1 | Καὶ τὸ ὅλον δὲ καὶ τὸ μέρος. κατὰ μὲν γὰρ συνέ‐ λευσιν καὶ πρόσθεσιν τῶν μερῶν τὸ ὅλον γίγνεσθαι δοκεῖ, κατ’ ἀφαίρεσιν δέ τινος ἤ τινων παύεσθαι τοῦ ὅλον εἶναι. καὶ ἄλλως δέ, εἰ ἔστι τι ὅλον, ἤτοι ἕτερόν ἐστι παρὰ τὰ | |
Pyrr.3.99 | μέρη αὐτοῦ ἢ αὐτὰ τὰ μέρη αὐτοῦ 〈τὸ〉 ὅλον ἐστίν. ἕτερον μὲν οὖν τῶν μερῶν οὐδὲν φαίνεται τὸ ὅλον εἶναι· ἀμέ‐ λει γοῦν ἀναιρουμένων τῶν μερῶν οὐδὲν ὑπολείπεται, ἵνα ἕτερόν τι παρὰ ταῦτα λογισώμεθα τὸ ὅλον. εἰ δὲ αὐτὰ | |
5 | τὰ μέρη τὸ ὅλον ἐστίν, ὄνομα ἔσται μόνον τὸ ὅλον καὶ προσηγορία κενή, ὑπόστασιν δὲ ἰδίαν οὐχ ἕξει, καθάπερ οὐδὲ διάστασίς ἐστί τι παρὰ τὰ διεστῶτα οὐδὲ δόκωσις | |
Pyrr.3.100 | παρὰ τὰ δεδοκωμένα. οὐκ ἄρα ἔστι τι ὅλον. ἀλλ’ οὐδὲ μέρη. εἰ γὰρ ἔστι μέρη, ἤτοι τοῦ ὅλου ταῦτά ἐστι μέρη ἢ ἀλλήλων ἢ ἑαυτοῦ ἕκαστον. οὔτε δὲ τοῦ ὅλου, ἐπεὶ μηδὲ ἔστι τι παρὰ τὰ μέρη (καὶ ἄλλως τὰ μέρη οὕτως | 161 |
5 | ἔσται μέρη ἑαυτῶν, ἐπεὶ ἕκαστον τῶν μερῶν συμπληρωτι‐ κὸν εἶναι λέγεται τοῦ ὅλου), οὔτε ἀλλήλων, ἐπεὶ τὸ μέρος ἐμπεριέχεσθαι δοκεῖ ἐν ἐκείνῳ οὗ ἐστι μέρος, καὶ ἄτοπόν ἐστι λέγειν τὴν χεῖρα, εἰ τύχοι, ἐν τῷ ποδὶ περιέχεσθαι. | |
Pyrr.3.101 | ἀλλ’ οὐδὲ ἕκαστον ἑαυτοῦ μέρος ἔσται· διὰ γὰρ τὴν πε‐ ριοχὴν ἔσται τι ἑαυτοῦ μεῖζον καὶ ἔλαττον. εἰ οὖν μήτε τοῦ ὅλου μήτε ἑαυτῶν μήτε ἀλλήλων μέρη ἐστὶ τὰ λεγό‐ μενα εἶναι μέρη, οὐδενός ἐστι μέρη. εἰ δὲ μηδενός ἐστι | |
5 | μέρη, οὐδὲ ἔστι μέρη· τὰ γὰρ πρός τι ἀλλήλοις συν‐ αναιρεῖται. Ταῦτα μὲν οὖν ἄλλως εἰρήσθω κατὰ παρέκβασιν, ἐπειδὴ ἅπαξ ὅλου καὶ μέρους ἐπεμνήσθημεν. | |
Pyrr.3.102(t1) | ιεʹ περὶ φυσικῆς μεταβολῆς. | |
1 | Ἀνυπόστατον δὲ εἶναι λέγουσί τινες καὶ τὴν καλουμένην φυσικὴν μεταβολήν, λόγοις ἐπιχειροῦντες τοιούτοις. εἰ μετα‐ βάλλει τι, ἤτοι σῶμά ἐστι τὸ μεταβάλλον ἢ ἀσώματον· ἑκά‐ τερον δὲ τούτων ἠπόρηται· ἄπορος ἄρα ἔσται καὶ ὁ περὶ | |
Pyrr.3.103 | τῆς μεταβολῆς λόγος. εἰ μεταβάλλει τι, κατά τινας ἐνερ‐ γείας αἰτίου καὶ πάσχον μεταβάλλει. 〈.....〉 διατρέπεται γὰρ ἡ τοῦ αἰτίου ὑπόστασις· ᾧ τὸ πάσχον συμπεριτρέπεται | |
Pyrr.3.104 | μὴ ἔχον ὑπὸ ὅτου πάθῃ. οὐδὲ μεταβάλλει τι ἄρα. εἰ μεταβάλλει τι, ἤτοι τὸ ὂν μεταβάλλει ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν μὴ ὂν ἀνυπόστατόν ἐστι καὶ οὔτε πάσχειν τι οὔτε δρᾶν δύναται, ὥστε οὐδὲ μεταβολὴν ἐπιδέχεται. εἰ | |
5 | δὲ τὸ ὂν μεταβάλλει, ἤτοι καθὸ ὄν ἐστι μεταβάλλει ἢ | 162 |
Pyrr.3.105 | καθὸ μὴ ὄν ἐστιν. καθὸ μὲν οὖν μὴ ὄν ἐστιν, οὐ με‐ ταβάλλει· οὐδὲ γὰρ οὐκ ὄν ἐστιν· εἰ δὲ καθὸ ὄν ἐστι μεταβάλλει, ἕτερον ἔστι τοῦ ὂν εἶναι, τουτέστιν οὐκ ὂν ἔσται. ἄτοπον δὲ τὸ λέγειν τὸ ὂν οὐκ ὂν γίνεσθαι· οὐκ | |
5 | ἄρα οὐδὲ τὸ ὂν μεταβάλλει. εἰ δὲ μήτε τὸ ὂν μεταβάλλει μήτε τὸ μὴ ὄν, παρὰ ταῦτα δὲ οὐδὲν ἔστι, λείπεται λέγειν | |
Pyrr.3.106 | ὅτι οὐδὲν μεταβάλλει. ἔτι καὶ ταῦτά φασί τινες. τὸ μεταβάλλον ἔν τινι χρόνῳ μεταβάλλειν ὀφείλει· οὔτε δὲ ἐν τῷ παρῳχηκότι χρόνῳ μεταβάλλει τι οὔτε ἐν τῷ μέλ‐ λοντι, ἀλλ’ οὐδ’ ἐν τῷ ἐνεστῶτι, ὡς δείξομεν· οὐκ ἄρα | |
5 | μεταβάλλει τι. ἐν μὲν οὖν τῷ παρεληλυθότι ἢ μέλλοντι χρόνῳ οὐδὲν μεταβάλλει· τούτων γὰρ οὐθέτερος ἐνέστη‐ κεν, ἀδύνατον δέ ἐστι δρᾶν τι ἢ πάσχειν ἐν τῷ μὴ ὄντι | |
Pyrr.3.107 | καὶ ἐνεστηκότι χρόνῳ. ἀλλ’ οὐδὲ ἐν τῷ ἐνεστῶτι. ὁ γὰρ ἐνεστὼς χρόνος ἴσως μὲν καὶ ἀνύπαρκτός ἐστιν, ἵνα δὲ τοῦτο νῦν ὑπερθώμεθα, ἀμερής ἐστιν· ἀδύνατον δέ ἐστιν 〈ἐν〉 ἀμερεῖ χρόνῳ νομίζειν τὸν σίδηρον, εἰ τύχοι, ἀπὸ | |
5 | τῆς σκληρότητος εἰς μαλακότητα μεταβάλλειν ἢ τῶν ἄλλων μεταβολῶν ἑκάστην γίνεσθαι· παρατάσεως γὰρ αὗται φαίνονται χρῄζειν. εἰ οὖν μήτε ἐν τῷ παρεληλυθότι χρόνῳ μεταβάλλει τι μήτε ἐν τῷ μέλλοντι 〈μήτε ἐν τῷ | |
Pyrr.3.108 | ἐνεστῶτι, οὐδὲ〉 μεταβάλλειν τι ῥητέον. πρὸς τούτοις, εἰ ἔστι τις μεταβολή, ἤτοι 〈......〉 αἰσθήσεις ἁπλοπαθεῖς εἰσιν, ἡ δὲ μεταβολὴ συμμνημόνευσιν ἔχειν δοκεῖ τοῦ τε ἐξ οὗ μετα‐ βάλλει καὶ εἰς ὃ μεταβάλλειν λέγεται· εἰ δὲ νοητή ἐστιν, | |
5 | ἐπεὶ περὶ τῆς ὑπάρξεως τῶν νοητῶν ἀνεπίκριτος γέγονε παρὰ τοῖς παλαιοῖς διαφωνία, καθάπερ ἤδη πολλάκις ὑπε‐ μνήσαμεν, οὐδὲν ἕξομεν λέγειν οὐδὲ περὶ τῆς ὑπάρξεως | |
τῆς μεταβολῆς. | 163 | |
Pyrr.3.109(t1) | ιϛʹ περὶ γενέσεως καὶ φθορᾶς. | |
1 | Συμπεριτρέπεται μὲν οὖν καὶ ἡ γένεσις καὶ ἡ φθορὰ τῇ προσθέσει καὶ τῇ ἀφαιρέσει καὶ τῇ φυσικῇ μεταβολῇ· χωρὶς γὰρ τούτων οὔτε γένοιτο ἄν τι οὔτε φθαρείη, οἷον γοῦν ἀπὸ τῆς δεκάδος φθειρομένης, ὡς φασίν, ἐννεάδα | |
5 | γίνεσθαι συμβαίνει κατὰ ἀφαίρεσιν μονάδος, καὶ τὴν δε‐ κάδα ἀπὸ τῆς ἐννεάδος φθειρομένης κατὰ πρόσθεσιν τῆς μονάδος, καὶ τὸν ἰὸν ἀπὸ τοῦ χαλκοῦ φθειρομένου κατὰ μεταβολήν. ὥστε ἀναιρουμένων τῶν προειρημένων κινή‐ σεων ἀναιρεῖσθαι καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἴσως | |
Pyrr.3.110 | ἀνάγκη. οὐδὲν δὲ ἧττόν τινες κἀκεῖνα φασίν. εἰ ἐγεννήθη Σωκράτης, 〈ἤτοι〉 ὅτε οὐκ ἦν Σωκράτης ἐγένετο Σωκράτης, ἢ ὅτε ἦν ἤδη Σωκράτης. ἀλλ’ εἰ μὲν ὅτε ἦν ἤδη γεγε‐ νῆσθαι λέγοιτο, δὶς ἂν εἴη γεγενημένος· εἰ δὲ ὅτε οὐκ | |
5 | ἦν, ἅμα καὶ ἦν Σωκράτης καὶ οὐκ ἦν. ἦν μὲν τῷ γε‐ | |
Pyrr.3.111 | γονέναι, οὐκ ἦν δὲ κατὰ τὴν ὑπόθεσιν. καὶ εἰ ἀπέθανε Σωκράτης, ἤτοι ὅτε ἔζη ἀπέθανεν ἢ ὅτε ἀπέθανεν. καὶ ὅτε μὲν ἔζη, οὐκ ἀπέθανεν, ἐπεὶ ὁ αὐτὸς ἂν καὶ ἔζη καὶ ἐτεθνήκει· ἀλλ’ οὐδὲ ὅτε ἀπέθανεν, ἐπεὶ δὶς ἂν εἴη τεθνη‐ | |
5 | κώς. οὐκ ἄρα ἀπέθανε Σωκράτης. τοῦτον δὲ τὸν λόγον οἷόν τέ ἐστιν ἐφ’ ἑκάστου τῶν γίνεσθαι ἢ φθείρεσθαι λε‐ γομένων ἱστάντα ἀναιρεῖν τὴν γένεσιν καὶ τὴν φθοράν. | |
Pyrr.3.112 | ἔνιοι δὲ καὶ οὕτω συνερωτῶσιν. εἰ γίνεταί τι, ἤτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. οὔτε δὲ τὸ μὴ ὂν γίνεται· τῷ γὰρ μὴ ὄντι οὐδὲν συμβεβηκέναι δύναται, ὥστε οὐδὲ τὸ γί‐ νεσθαι. ἀλλ’ οὐδὲ τὸ ὄν. εἰ γὰρ γίνεται τὸ ὄν, ἤτοι | |
5 | καθὸ ὄν ἐστι γίνεται ἢ καθὸ οὐκ ὄν ἐστιν. καθὸ μὲν οὖν οὐκ ὄν ἐστιν, οὐ γίνεται. εἰ δὲ καθὸ ὄν ἐστι γίνεται, ἐπεὶ τὸ γινόμενον ἕτερον ἐξ ἑτέρου φασὶ γίνεσθαι, ἕτερον ἔσται τοῦ ὄντος τὸ γινόμενον, ὅπερ ἐστὶν οὐκ ὄν. τὸ | |
Pyrr.3.113 | ἄρα γινόμενον οὐκ ὂν ἔσται, ὅπερ ἀπεμφαίνει. εἰ οὖν μήτε τὸ μὴ ὂν γίνεται μήτε τὸ ὄν, οὐδὲ γίνεταί τι. κατὰ τὰ αὐτὰ δὲ οὐδὲ φθείρεται. εἰ γὰρ φθείρεταί τι, ἤτοι τὸ ὂν φθείρεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν οὐκ ὂν οὐ | 164 |
5 | φθείρεται· πάσχειν γάρ τι δεῖ τὸ φθειρόμενον. ἀλλ’ οὐδὲ τὸ ὄν. ἤτοι γὰρ μένον ἐν τῷ ὂν εἶναι φθείρεται ἢ μὴ μένον. καὶ εἰ μὲν μένον ἐν τῷ ὂν εἶναι, ἔσται τὸ αὐτὸ | |
Pyrr.3.114 | ἅμα καὶ ὂν καὶ οὐκ ὄν· ἐπεὶ γὰρ οὐ φθείρεται καθὸ μὴ ὄν ἐστιν, ἀλλὰ καθὸ ὄν ἐστιν, καθὸ μὲν ἐφθάρθαι λέγεται, ἕτερον ἔσται τοῦ ὄντος καὶ διὰ τοῦτο οὐκ ὄν, καθὸ δὲ μέ‐ νον ἐν τῷ εἶναι φθείρεσθαι λέγεται, ὂν ἔσται. ἄτοπον | |
5 | δὲ τὸ λέγειν τὸ αὐτὸ εἶναι καὶ ὂν καὶ οὐκ ὄν· οὐκ ἄρα μένον ἐν τῷ εἶναι φθείρεται τὸ ὄν. εἰ δὲ οὐ μένον ἐν τῷ εἶναι τὸ ὂν φθείρεται, ἀλλ’ εἰς τὸ μὴ εἶναι περιίσταται πρῶτον, εἶθ’ οὕτως φθείρεται, οὐκέτι τὸ ὄν, ἀλλὰ τὸ μὴ ὂν φθείρεται· ὅπερ ἀδύνατον εἶναι ὑπεμνήσαμεν. εἰ | |
10 | οὖν μήτε τὸ ὂν φθείρεται μήτε τὸ μὴ ὄν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲ φθείρεταί τι. Ταῦτα μὲν οὖν ὡς ἐν ὑποτυπώσει καὶ περὶ τῶν κινή‐ σεων ἀρκέσει λελέχθαι, οἷς ἕπεται τὸ ἀνύπαρκτον εἶναι καὶ ἀνεπινόητον τὴν κατὰ τοὺς δογματικοὺς φυσιολογίαν. | |
Pyrr.3.115(t1) | ιζʹ περὶ μονῆς. | |
1 | Ἑπομένως δὲ καὶ περὶ τῆς ὡς πρὸς τὴν φύσιν μονῆς ἠπόρησάν τινες λέγοντες, ὅτι τὸ κινούμενον οὐ μένει, πᾶν δὲ σῶμα διαρκῶς κινεῖται κατὰ τὰς τῶν δογματικῶν ὑπολήψεις, ῥευστὴν εἶναι λεγόντων τὴν οὐσίαν καὶ ἀεὶ | |
5 | διαφορήσεις τε καὶ προσθέσεις ποιουμένην, ὡς τὸν μὲν Πλάτωνα μηδὲ ὄντα λέγειν τὰ σώματα ἀλλὰ γινόμενα μᾶλλον καλεῖν, τὸν δὲ Ἡράκλειτον ὀξείᾳ ποταμοῦ ῥύσει τὴν εὐκινησίαν τῆς ἡμετέρας | |
Pyrr.3.116 | ὕλης ἀπεικάζειν. οὐδὲν ἄρα σῶμα μένει. τό γε μὴν λεγόμενον | |
μένειν συνέχεσθαι δοκεῖ ὑπὸ τῶν περὶ αὐτό, τὸ δὲ συνεχό‐ μενον πάσχει· οὐδὲν δὲ ἔστι πάσχον, ἐπεὶ μηδὲ αἴτιον, ὡς ὑπεμνήσαμεν· οὐδὲ μένει τι ἄρα. ἐρωτῶσι δέ τινες καὶ τοῦ‐ | 165 | |
5 | τον τὸν λόγον. τὸ μένον πάσχει, τὸ δὲ πάσχον κινεῖται· τὸ ἄρα μένειν λεγόμενον κινεῖται· εἰ δὲ κινεῖται, οὐ μένει. | |
Pyrr.3.117 | ἐκ δὲ τούτων φανερόν ἐστιν, ὅτι οὐδὲ τὸ ἀσώματον ἐνδέχε‐ ται μένειν. εἰ γὰρ τὸ μένον πάσχει, τὸ δὲ πάσχειν σω‐ μάτων ἐστὶν ἴδιον, εἴπερ ἄρα, καὶ οὐχὶ ἀσωμάτων, οὐδὲν δὲ ἀσώματον οὔτε πάσχειν δύναται οὔτε μένειν, οὐδὲν | |
5 | ἄρα μένει. | |
Pyrr.3.118 | Τοσαῦτα μὲν καὶ περὶ μονῆς εἰρήσθω. ἐπεὶ δὲ ἕκα‐ στον τῶν προειρημένων οὐκ ἄνευ τόπου ἢ χρόνου ἐπι‐ νοεῖται, μετιτέον ἐπὶ τὴν περὶ τούτων σκέψιν· ἐὰν γὰρ ταῦτα δείξῃ τις ἀνυπόστατα, ἀνυπόστατον ἔσται καὶ διὰ | |
5 | ταῦτα ἐκείνων ἕκαστον. ἀρξώμεθα δὲ ἀπὸ τοῦ τόπου. | |
Pyrr.3.119(t1) | ιηʹ περὶ τόπου. | |
1 | Τόπος τοίνυν λέγεται διχῶς, κυρίως καὶ καταχρηστι‐ κῶς, καταχρηστικῶς μὲν [ὡς] ὁ ἐν πλάτει, ὡς ἐμοῦ ἡ πό‐ λις, κυρίως δὲ ὁ πρὸς ἀκρίβειαν κατέχων, ὑφ’ οὗ περιέχο‐ μαι πρὸς ἀκρίβειαν. ζητοῦμεν οὖν περὶ τοῦ τόπου 〈τοῦ〉 | |
5 | πρὸς ἀκρίβειαν. τοῦτον δὲ οἱ μὲν ἔθεσαν, οἱ δὲ ἀνεῖλον, | |
Pyrr.3.120 | οἱ δὲ ἐπέσχον περὶ αὐτοῦ. ὧν οἱ μὲν ὑπάρχειν αὐτὸν φάσκον‐ τες ἐπὶ τὴν ἐνάργειαν καταφεύγουσιν. τίς γὰρ ἄν, φασί, λέξειε μὴ εἶναι τόπον ὁρῶν τὰ μέρη τοῦ τόπου, οἷον τὰ δεξιὰ τὰ ἀριστερά, τὰ ἄνω τὰ κάτω, ἔμπρο‐ | |
5 | σθεν ὀπίσω, καὶ ἄλλοτε ἀλλαχοῦ γιγνόμενος, βλέ‐ πων τε, ὅτι ἔνθα ὁ ὑφηγητὴς ὁ ἐμὸς διελέγετο, ἐνταῦθα ἐγὼ νῦν διαλέγομαι, τόπον τε διά‐ | |
φορον καταλαμβάνων τῶν κούφων φύσει καὶ | 166 | |
Pyrr.3.121 | τῶν φύσει βαρέων, ἔτι καὶ τῶν ἀρχαίων ἀκούων λεγόντων ‘ἤτοι μὲν γὰρ πρῶτα χάος ἐγένετο‘. εἶναι γάρ φασι χάος τὸν τόπον ἀπὸ τοῦ χωρητικὸν αὐτὸν εἶναι τῶν ἐν αὐτῷ γινομένων. εἴγε μὴν ἔστι τι | |
5 | σῶμα, φασίν, ἔστι καὶ ὁ τόπος· ἄνευ γὰρ τούτου οὐκ ἂν εἴη τὸ σῶμα. καὶ εἰ ἔστι τὸ ὑφ’ οὗ καὶ τὸ ἐξ οὗ, ἔστι καὶ τὸ ἐν ᾧ, ὅπερ ἐστὶν ὁ τόπος· τὸ δὲ πρῶτον ἐν ἑκατέρῳ· τὸ ἄρα δεύτερον ἐν ἀμφο‐ | |
Pyrr.3.122 | τέροις. οἱ δὲ ἀναιροῦντες τὸν τόπον οὔτε τὰ μέρη τοῦ τόπου διδόασιν εἶναι· μηδὲν γὰρ εἶναι τὸν τόπον παρὰ τὰ τούτου μέρη, καὶ τὸν συνάγειν πειρώμενον, ὅτι ἔστιν ὁ τόπος ἐκ τοῦ τὰ μέρη αὐτοῦ ὡς ὄντα λαμβάνειν, | |
5 | τὸ ζητούμενον δι’ ἑαυτοῦ κατασκευάζειν βούλεσθαι. ὁμοίως δὲ ληρεῖν καὶ τοὺς ἔν τινι τόπῳ γίνεσθαί τι ἢ γεγονέναι φάσκοντας, ὅλως μὴ διδομένου τοῦ τόπου. συναρπάζειν δὲ αὐτοὺς καὶ τὴν τοῦ σώματος ὕπαρξιν μὴ διδομένην αὐτόθεν· καὶ τὸ ἐξ οὗ καὶ τὸ ὑφ’ οὗ δείκνυσθαι ἀνύπαρκτα | |
Pyrr.3.123 | παραπλησίως τῷ τόπῳ. τόν τε Ἡσίοδον μὴ ἀξιόχρεων εἶναι κριτὴν τῶν κατὰ φιλοσοφίαν. καὶ οὕτω διακρουόμενοι τὰ εἰς κατασκευὴν φερόμενα τοῦ εἶναι τόπον, ἤδη καὶ ποικιλώτερον κατασκευάζουσιν, ὅτι ἀνύπαρκτός ἐστι, ταῖς | |
5 | ἐμβριθεστέραις εἶναι δοκούσαις τῶν δογματικῶν στάσεσι περὶ τοῦ τόπου προσχρώμενοι, τῇ τε τῶν Στωικῶν καὶ τῇ τῶν Περιπατητικῶν, τὸν τρόπον τοῦτον. | |
Pyrr.3.124 | Οἱ Στωικοί φασι κενὸν μὲν εἶναι τὸ οἷόν τε ὑπὸ ὄντος κατέχεσθαι μὴ κατεχό‐ μενον δέ, ἢ διάστημα ἔρημον σώματος, ἢ διά‐ | |
στημα ἀκαθεκτούμενον ὑπὸ σώματος, τόπον δὲ | 167 | |
5 | διάστημα ὑπὸ ὄντος κατεχόμενον καὶ ἐξισαζόμε‐ νον τῷ κατέχοντι αὐτόν, νῦν ὂν καλοῦντες τὸ σῶμα, χώραν δὲ διάστημα κατὰ μέν τι κατεχό‐ μενον ὑπὸ σώματος κατὰ δέ τι ἀκαθεκτούμενον, ἐνίων χώραν εἰπόντων εἶναι τὸν τόπον τοῦ μεγά‐ | |
10 | λου σώματος, ὡς ἐν μεγέθει τὴν διαφορὰν εἶναι | |
Pyrr.3.125 | τοῦ τε τόπου καὶ τῆς χώρας. λέγεται οὖν, ὅτι ἐπειδὴ διά‐ στημα ὑπὸ σώματος κατεχόμενόν φασιν εἶναι τὸν τόπον, πῶς καὶ λέγουσιν αὐτὸν εἶναι διάστημα; πότερον τὸ μῆκος τοῦ σώματος ἢ τὸ πλάτος ἢ τὸ βάθος μόνον ἢ | |
5 | τὰς τρεῖς διαστάσεις; εἰ μὲν γὰρ μίαν διάστασιν, οὐκ ἐξισάζεται ὁ τόπος τῷ οὗ τόπος ἐστίν, πρὸς τῷ καὶ μέρος τοῦ περιεχομένου τὸ περιέχον εἶναι, ὃ παντάπασιν ἀπεμ‐ | |
Pyrr.3.126 | φαίνει. εἰ δὲ αἱ τρεῖς διαστάσεις, ἐπεὶ οὔτε κενὸν ὑπό‐ κειται ἐν τῷ λεγομένῳ τόπῳ οὔτε ἄλλο σῶμα διάστασιν ἔχον, μόνον δὲ τὸ ἐν τόπῳ λεγόμενον εἶναι σῶμα οὐ συ‐ νέστηκεν ἐκ τῶν διαστάσεων (ἔστι γὰρ τοῦτο μῆκος καὶ | |
5 | πλάτος καὶ βάθος καὶ ἀντιτυπία, ἣ δὴ συμβεβηκέναι λέ‐ γεται ταῖς διαστάσεσι ταῖς προειρημέναις), αὐτὸ τὸ σῶμα ἔσται ἑαυτοῦ τόπος, καὶ τὸ αὐτὸ περιέχον καὶ περιεχόμε‐ νον, ὅπερ ἄτοπον. οὐκ ἄρα ἔστι τις διάστασις τόπου | |
Pyrr.3.127 | ὑποκειμένου. διὰ δὲ τοῦτο οὐδὲ ἔστι τι ὁ τόπος. ἐρω‐ τᾶται δὲ καὶ οὗτος ὁ λόγος. ἐπεὶ διπλαῖ αἱ διαστάσεις οὐ θεωροῦνται καθ’ ἕκαστον τῶν ἐν τόπῳ εἶναι λεγομένων, ἀλλ’ ἓν μῆκος καὶ ἓν πλάτος καὶ ἓν βάθος, πότερον μόνου | |
5 | τοῦ σώματός εἰσιν αἱ διαστάσεις αὗται ἢ μόνου τοῦ τόπου ἢ ἀμφοτέρων; ἀλλ’ εἰ μὲν μόνου τοῦ τόπου, οὐχ ἕξει τὸ σῶμα ἴδιον μῆκος οὐδὲ πλάτος οὐδὲ βάθος οὐθέν, ὥστε | |
Pyrr.3.128 | οὐδὲ σῶμα ἔσται τὸ σῶμα, ὅπερ ἄτοπον. εἰ δὲ ἀμφοτέρων, ἐπεὶ τὸ κενὸν οὐδεμίαν ὑπόστασιν ἔχει παρὰ τὰς διαστά‐ σεις, εἰ αἱ διαστάσεις αἱ τοῦ κενοῦ ὑπόκεινται ἐν τῷ σώ‐ ματι συστατικαὶ οὖσαι αὐτοῦ τοῦ σώματος, τὰ τοῦ κενοῦ | |
5 | συστατικὰ καὶ τοῦ σώματος ἔσται συστατικά. περὶ μὲν | |
γὰρ τῆς ὑπάρξεως τῆς ἀντιτυπίας οὐκ ἔστι διαβεβαιώσα‐ σθαι, καθάπερ ἔμπροσθεν ὑπεμνήσαμεν μόνων δὲ τῶν διαστάσεων φαινομένων κατὰ τὸ λεγόμενον σῶμα, αἵπερ εἰσὶ τοῦ κενοῦ καὶ αἱ αὐταὶ τῷ κενῷ, κενὸν ἔσται | 168 | |
10 | τὸ σῶμα· ὅπερ ἄτοπον. εἰ δὲ μόνου τοῦ σώματός εἰσιν αἱ δια‐ στάσεις, οὐδεμία ἔσται διάστασις τόπου, διόπερ οὐδὲ ὁ τόπος. εἰ τοίνυν κατ’ οὐδένα τῶν προειρημένων τρόπων εὑρίσκε‐ | |
Pyrr.3.129 | ται τόπου διάστασις, οὐδὲ ἔστιν ὁ τόπος. πρὸς τούτοις λέγεται, ὅτι ὅτε ἔπεισι τῷ κενῷ τὸ σῶμα καὶ γίνεται τόπος, ἤτοι ὑπομένει τὸ κενὸν ἢ ὑποχωρεῖ ἢ φθείρεται. ἀλλ’ εἰ μὲν ὑπομένει, τὸ αὐτὸ ἔσται καὶ πλῆρες καὶ κενόν· εἰ δὲ | |
5 | ὑποχωρεῖ κινούμενον μεταβατικῶς ἢ φθείρεται μεταβάλ‐ λον, σῶμα ἔσται τὸ κενόν· σώματος γὰρ ἴδιά ἐστι ταῦτα τὰ πάθη. ἄτοπον δὲ τὸ αὐτὸ λέγειν κενὸν καὶ πλῆρες, ἢ ὅτι σῶμά ἐστι τὸ κενόν. ἄτοπον ἄρα τὸ λέγειν οἷόν τε εἶναι τὸ κενὸν ὑπὸ σώματος κατασχεθῆναι καὶ γενέσθαι | |
Pyrr.3.130 | τόπον. διὰ δὲ ταῦτα καὶ τὸ κενὸν ἀνυπόστατον εὑρίσκε‐ ται, εἴγε μὴ δυνατόν ἐστιν αὐτὸ κατασχεθῆναι ὑπὸ σώμα‐ τος καὶ γενέσθαι τόπον· ἐλέγετο γὰρ κενὸν εἶναι ὃ οἷόν τε ὑπὸ σώματος κατασχεθῆναι. συμπεριτρέπεται δὲ τού‐ | |
5 | τοις καὶ ἡ χώρα· εἴτε γὰρ ὁ μέγας τόπος ἐστὶ χώρα, συμπεριγράφεται τῷ τόπῳ, εἴτε ἡ κατὰ μέν τι ὑπὸ σώ‐ ματος κατεχομένη, κατὰ δέ τι κενὴ διάστασις, ἀμφο‐ τέροις συναναιρεῖται. | |
Pyrr.3.131 | Ταῦτα μὲν οὖν καὶ ἔτι πλείω πρὸς τὴν στάσιν τῶν Στωικῶν περὶ τοῦ τόπου λέγεται· οἱ δὲ Περιπατητικοί φασιν εἶναι τόπον τὸ πέρας τοῦ περι‐ έχοντος, καθὸ περιέχει, ὡς ἐμοῦ τόπον εἶναι τὴν | |
5 | ἐπιφάνειαν τοῦ ἀέρος τὴν περιτετυπωμένην τῷ ἐμῷ σώματι. ἀλλ’ εἴπερ τοῦτό ἐστιν ὁ τόπος, τὸ αὐτὸ καὶ ἔσται καὶ οὐκ ἔσται. ὅτε γὰρ μέλλει ἔν τινι τόπῳ γίνεσθαι | |
τὸ σῶμα, καθὸ μὲν οὐδὲν δύναται γενέσθαι ἐν τῷ μὴ ὑπάρ‐ χοντι, δεῖ προϋπάρχειν τὸν τόπον, ἵνα οὕτως ἐν αὐτῷ γένηται | 169 | |
10 | τὸ σῶμα, καὶ διὰ τοῦτο ἔσται ὁ τόπος πρὶν ἐν αὐτῷ γενέσθαι τὸ ἐν τῷ τόπῳ σῶμα. καθὸ δὲ περιτυπουμένης τῆς τοῦ περι‐ έχοντος ἐπιφανείας τῷ περιεχομένῳ ἀποτελεῖται, οὐ δύναται ὑποστῆναι ὁ τόπος πρὸ τοῦ ἐν αὐτῷ γενέσθαι τὸ σῶμα, καὶ διὰ τοῦτο οὐκ ἔσται τότε. ἄτοπον δὲ τὸ αὐτὸ λέγειν καὶ εἶναί | |
15 | τι καὶ μὴ εἶναι· οὐκ ἄρα ἐστὶ τόπος τὸ πέρας τοῦ περι‐ | |
Pyrr.3.132 | έχοντος, καθὸ περιέχει. πρὸς τούτοις, εἴ ἐστί τι ὁ τόπος, ἤτοι γεννητός ἐστιν ἢ ἀγέννητος. ἀγέννητος μὲν οὖν οὔκ ἐστιν· περιτυπούμενος γάρ, φασίν, τῷ ἐν αὐτῷ σώματι ἀποτελεῖται. ἀλλ’ οὐδὲ γεννητός· εἰ γάρ ἐστι γεννητός, | |
5 | ἤτοι ὅτε ἐν τόπῳ ἐστὶ τὸ σῶμα, τότε γίνεται ὁ τόπος ἐν ᾧ ἤδη λέγεται εἶναι τὸ ἐν τόπῳ, ἢ ὅτε οὔκ ἐστιν ἐν αὐτῷ. | |
Pyrr.3.133 | οὔτε δὲ ὅτε ἐν αὐτῷ ἐστιν (ἔστι γὰρ ἤδη τοῦ ἐν αὐτῷ σώματος ὁ τόπος) οὔτε ὅτε οὔκ ἐστιν ἐν αὐτῷ, εἴγε περι‐ τυποῦται μέν, ὡς φασίν, τῷ περιεχομένῳ τὸ περιέχον καὶ οὕτω γίνεται τόπος, τῷ δὲ μὴ ἐν αὐτῷ ὄντι οὐδὲν δύνα‐ | |
5 | ται περιτυπωθῆναι. εἰ δὲ μήτε ὅτε ἐν τόπῳ ἐστὶ τὸ σῶμα, μήτε ὅτε οὔκ ἐστιν ἐν αὐτῷ, γίνεται ὁ τόπος, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν ἐπινοεῖν, οὐδὲ γεννητός ἐστιν ὁ τόπος. εἰ δὲ μήτε γεννητός ἐστι μήτε ἀγέννητος, οὐδὲ ἔστιν. | |
Pyrr.3.134 | κοινότερον δὲ καὶ ταῦτα δύναται λέγεσθαι. εἴ ἐστί τι ὁ τόπος, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον· ἑκάτερον δὲ τούτων ἀπορεῖται, ὡς ὑπεμνήσαμεν· καὶ ὁ τόπος ἄρα ἐστὶν ἄπο‐ ρος. ὁ τόπος πρὸς τῷ σώματι νοεῖται, οὗ ἐστι τόπος· | |
5 | ἄπορος δέ ἐστιν ὁ περὶ τῆς ὑπάρξεως τοῦ σώματος λόγος· καὶ ὁ περὶ τοῦ τόπου ἄρα. ὁ τόπος ἑκάστου ἀίδιος μὲν οὔκ ἐστιν, γίνεσθαι δὲ λεγόμενος ἀνυπόστατος εὑρίσκεται γενέσεως μὴ ὑπαρχούσης. | |
Pyrr.3.135 | Ἔνεστι δὲ καὶ ἄλλα πλείω λέγειν. ἀλλ’ ἵνα μὴ τὸν λόγον μηκύνωμεν, ἐκεῖνο ἐπακτέον, ὅτι τοὺς σκεπτικοὺς ἐντρέπουσι μὲν οἱ λόγοι, δυσωπεῖ δὲ καὶ ἡ ἐνάργεια. διόπερ οὐθετέρῳ προστιθέμεθα ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ | |
5 | τῶν δογματικῶν, ἀλλ’ ἐπέχομεν περὶ τοῦ τόπου. | 170 |
Pyrr.3.136(t1) | ιθʹ περὶ χρόνου. | |
1 | Τὸ δὲ αὐτὸ πάσχομεν καὶ ἐν τῇ περὶ τοῦ χρόνου ζητήσει· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις δοκεῖ τι εἶναι ὁ χρόνος, ὅσον δὲ ἐπὶ τοῖς περὶ αὐτοῦ λεγο‐ μένοις ἀνυπόστατος φαίνεται. χρόνον γὰρ εἶναί φασιν | |
5 | οἱ μὲν διάστημα τῆς τοῦ ὅλου κινήσεως (ὅλον δὲ λέγω τὸν κόσμον), οἱ δὲ αὐτὴν τὴν κίνησιν τοῦ κόσμου, Ἀριστοτέλης δέ, ἢ ὥς τινες Πλάτων, ἀριθμὸν τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέ‐ | |
Pyrr.3.137 | ρου, Στράτων δέ, ἢ ὥς τινες Ἀριστοτέλης, μέτρον κινήσεως καὶ μονῆς, Ἐπίκουρος δέ, καθὼς Δημήτριος ὁ Λάκων φησί, σύμπτωμα συμπτωμάτων, παρεπόμενον ἡμέραις τε καὶ νυξὶ | |
5 | καὶ ὥραις καὶ πάθεσι καὶ ἀπαθείαις καὶ κινήσε‐ | |
Pyrr.3.138 | σι καὶ μοναῖς. κατ’ οὐσίαν τε οἱ μὲν σῶμα αὐτὸν ἔφασαν εἶναι, ὡς οἱ περὶ τὸν Αἰνησίδημον (μηδὲν γὰρ αὐτὸν διαφέρειν τοῦ ὄντος καὶ τοῦ πρώτου σώματος), οἱ δὲ ἀσώματον. ἤτοι οὖν πᾶσαι αἱ στάσεις αὗταί εἰσιν | |
5 | ἀληθεῖς, ἢ πᾶσαι ψευδεῖς, ἢ τινὲς μὲν ἀληθεῖς, τινὲς δὲ ψευδεῖς· οὔτε δὲ πᾶσαι ἀληθεῖς ὑπάρχειν δύνανται (μάχονται γὰρ αἱ πλεῖσται) οὔτε πᾶσαι ψευδεῖς εἶναι δοθή‐ | |
Pyrr.3.139 | σονται ὑπὸ τῶν δογματικῶν. καὶ ἄλλως· εἰ δοθείη ψεῦ‐ δος μὲν εἶναι τὸ σῶμα εἶναι τὸν χρόνον, ψεῦδος δὲ καὶ τὸ ὅτι ἀσώματός ἐστιν, αὐτόθεν δοθήσεται ἡ τοῦ χρόνου ἀνυπαρξία· παρὰ γὰρ ταῦτα οὐδὲν εἶναι δύναται ἕτε‐ | |
5 | ρον. οὔτε τίνες μέν εἰσιν ἀληθεῖς, τίνες δὲ ψευδεῖς δυνατὸν καταλαβεῖν διά τε τὴν ἰσοσθενῆ διαφωνίαν καὶ τὴν ἀπορίαν τὴν κατὰ 〈τὸ〉 κριτήριόν τε καὶ τὴν ἀπόδειξιν. | |
Pyrr.3.140 | ὥστε διὰ ταῦτα οὐδὲν ἕξομεν περὶ χρόνου διαβεβαιώσα‐ | |
σθαι. εἶτα, ἐπεὶ οὐκ ἄνευ κινήσεως ἢ καὶ μονῆς ὁ χρόνος ὑφεστάναι δοκεῖ, τῆς κινήσεως ἀναιρουμένης, ὁμοίως δὲ καὶ τῆς μονῆς, ἀναιρεῖται ὁ χρόνος. οὐδὲν δὲ | 171 | |
5 | ἧττον καὶ τάδε φασί τινες κατὰ τοῦ χρόνου. εἴ ἐστί 〈τι〉 | |
Pyrr.3.141 | χρόνος, ἤτοι πεπέρασται ἢ ἄπειρός ἐστιν. ἀλλ’ εἰ μὲν πεπέρασται, ἀπό τινος χρόνου ἤρξατο καὶ εἴς τινα χρόνον λήξει· διὰ δὲ τοῦτο ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν χρόνος (πρὸ τοῦ ἄρξασθαι αὐτόν), καὶ ἔσται ποτὲ χρόνος ὅτε οὐκ | |
5 | ἔσται χρόνος (μετὰ τὸ λῆξαι αὐτόν)· ὅπερ ἄτοπον. οὐ | |
Pyrr.3.142 | τοίνυν πεπέρασται ὁ χρόνος. εἰ δὲ ἄπειρός ἐστιν, ἐπεὶ τὸ μέν τι αὐτοῦ λέγεται παρῳχηκός, τὸ δὲ ἐνεστώς, τὸ δὲ μέλλον, ὁ μέλλων καὶ ὁ παρῳχηκὼς ἤτοι εἰσὶν ἢ οὐκ εἰσίν. ἀλλ’ εἰ οὐκ εἰσίν, μόνου τοῦ ἐνεστῶτος ὑπολειπομένου, | |
5 | ὅς ἐστιν ἀκαριαῖος, πεπερασμένος ἔσται ὁ χρόνος καὶ ἀκο‐ λουθήσουσιν αἱ ἀρχῆθεν ἀπορίαι· εἰ δὲ ὁ παρῳχηκὼς ἔστι καὶ ὁ μέλλων ἔστιν, ἐνεστὼς ἔσται ἑκάτερος αὐτῶν. ἄτο‐ πον δὲ τὸ λέγειν ἐνεστῶτα τὸν παρῳχηκότα καὶ τὸν μέλ‐ λοντα χρόνον· οὐκοῦν οὐδὲ ἄπειρός ἐστιν ὁ χρόνος. εἰ | |
10 | δὲ μήτε ἄπειρος μήτε πεπερασμένος, οὐδὲ ἔστιν ὅλως | |
Pyrr.3.143 | χρόνος. πρὸς τούτοις, εἰ ἔστιν ὁ χρόνος, ἤτοι μεριστός ἐστιν ἢ ἀμέριστος· ἀμέριστος μὲν οὖν οὔκ ἐστιν· διαιρεῖ‐ ται γὰρ εἴς τε τὸν ἐνεστῶτα καὶ εἰς τὸν παρῳχηκότα καὶ εἰς τὸν μέλλοντα, ὡς αὐτοί φασιν. ἀλλ’ οὐδὲ μεριστός. | |
5 | ἕκαστον γὰρ τῶν μεριστῶν καταμετρεῖται ὑπό τινος ἑαυτοῦ μέρους, καθ’ ἕκαστον μέρος τοῦ μετρουμένου γινομένου τοῦ μετροῦντος, ὡς ὅταν δακτύλῳ πῆχυν μετρῶμεν. ὁ δὲ χρόνος οὐ δύναται καταμετρεῖσθαι ὑπό τινος ἑαυτοῦ μέ‐ ρους. εἰ γὰρ ὁ ἐνεστὼς λόγου χάριν καταμετρεῖ τὸν παρῳ‐ | |
10 | χημένον, ἔσται κατὰ τὸν παρῳχηκότα καὶ διὰ τοῦτο παρῳχηκώς, καὶ ἐπὶ τοῦ μέλλοντος ὁμοίως μέλλων. καὶ ὁ μέλλων εἰ καταμετροίη τοὺς ἄλλους, ἐνεστὼς ἔσται καὶ παρῳχηκώς, καὶ ὁ παρῳχηκὼς παραπλησίως μέλλων ἔσται | |
καὶ ἐνεστώς· ὅπερ ἀπεμφαίνει. οὐκοῦν οὐδὲ μεριστός | 172 | |
15 | ἐστιν. εἰ δὲ μήτε ἀμέριστος μήτε μεριστός, οὐδὲ ἔστιν. | |
Pyrr.3.144 | ὅ τε χρόνος λέγεται τριμερὴς εἶναι, καὶ τὸ μὲν παρῳχη‐ κώς, τὸ δὲ ἐνεστώς, τὸ δὲ μέλλων. ὧν ὁ μὲν παρῳχηκὼς καὶ ὁ μέλλων οὐκ εἰσίν· εἰ γὰρ εἰσὶ νῦν ὅ τε παρῳχη‐ κὼς καὶ ὁ μέλλων χρόνος, ἔσται ἐνεστὼς ἑκάτερος αὐτῶν. | |
5 | ἀλλ’ οὐδὲ ὁ ἐνεστώς· εἰ γὰρ ἔστιν ὁ ἐνεστὼς χρόνος, ἤτοι ἀμέριστός ἐστιν ἢ μεριστός. ἀμέριστος μὲν οὖν οὔκ ἐστιν· ἐν γὰρ τῷ ἐνεστῶτι χρόνῳ λέγεται τὰ μεταβάλ‐ λοντα μεταβάλλειν, οὐδὲν δὲ ἐν ἀμερεῖ χρόνῳ μεταβάλλει, οἷον ὁ σίδηρος εἰς μαλακότητα ἢ τῶν ἄλλων ἕκαστον. ὥστε | |
Pyrr.3.145 | οὔκ ἐστιν ἀμέριστος ὁ ἐνεστὼς χρόνος. ἀλλ’ οὐδὲ μερι‐ στός· εἰς ἐνεστῶτας μὲν γὰρ οὐκ ἂν μερισθείη, ἐπεὶ διὰ τὴν ὀξεῖαν ῥύσιν τῶν ἐν κόσμῳ ἀνεπινοήτως ὁ ἐνεστὼς εἰς παρῳχηκότα μεταβάλλειν λέγεται· ἀλλ’ οὐδ’ εἰς παρῳ‐ | |
5 | χηκότα καὶ μέλλοντα· ἔσται γὰρ οὕτως ἀνύπαρκτος, τὸ μέν τι μηκέτι ὂν ἔχων μέρος ἑαυτοῦ, τὸ δὲ μηδέπω ὄν. | |
Pyrr.3.146 | ὅθεν οὐδὲ τέλος τοῦ παρῳχημένου καὶ ἀρχὴ τοῦ μέλλον‐ τος εἶναι δύναται ὁ ἐνεστώς, ἐπεὶ καὶ ἔσται καὶ οὐκ ἔσται. ἔσται μὲν [οὖν] ὡς ἐνεστώς, οὐκ ἔσται δὲ ἐπεὶ μὴ ἔστιν αὐτοῦ τὰ μέρη. οὐκοῦν οὐδὲ μεριστός ἐστιν. εἰ δὲ μήτε | |
5 | ἀμέριστός ἐστιν ὁ ἐνεστὼς μήτε μεριστός, οὐδὲ ἔστιν. μὴ ὄντος δὲ τοῦ ἐνεστῶτος μηδὲ τοῦ παρῳχημένου μηδὲ τοῦ μέλλοντος, οὐδέ ἐστί τι χρόνος· τὸ γὰρ ἐξ ἀνυπάρκτων συνεστὼς ἀνύπαρκτόν ἐστιν. | |
Pyrr.3.147 | Λέγεται κατὰ τοῦ χρόνου κἀκεῖνος ὁ λόγος. εἰ ἔστι χρόνος, ἤτοι γενητός ἐστι καὶ φθαρτὸς ἢ ἀγένητος καὶ ἄφθαρτος. ἀγένητος μὲν οὖν καὶ ἄφθαρτος οὔκ ἐστιν, εἴγε αὐτοῦ τὸ μὲν παρῳχηκέναι λέγεται καὶ μηκέτι εἶναι, | |
Pyrr.3.148 | τὸ δὲ μέλλειν καὶ μηδέπω εἶναι. ἀλλ’ οὐδὲ γενητὸς καὶ | |
φθαρτός. τὰ γὰρ γινόμενα ἔκ τινος ὄντος γίγνεσθαι δεῖ καὶ τὰ φθειρόμενα εἴς τι ὂν φθείρεσθαι κατὰ τὰς τῶν δογματικῶν αὐτῶν ὑποθέσεις. εἰ οὖν εἰς τὸν παρῳχημέ‐ | 173 | |
5 | νον φθείρεται, εἰς οὐκ ὂν φθείρεται, καὶ εἰ ἐκ τοῦ μέλ‐ λοντος γίνεται, ἐξ οὐκ ὄντος γίνεται· οὐθέτερος γὰρ αὐ‐ τῶν ἔστιν. ἄτοπον δὲ τὸ λέγειν τι ἐξ οὐκ ὄντος γίνεσθαι ἢ εἰς τὸ μὴ ὂν φθείρεσθαι. οὐκ ἄρα γενητὸς καὶ φθαρ‐ τός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε ἀγένητος καὶ ἄφθαρτός | |
10 | ἐστι μήτε γενητὸς καὶ φθαρτός, οὐδὲ ὅλως ἔστιν. | |
Pyrr.3.149 | Πρὸς τούτοις, ἐπεὶ πᾶν τὸ γινόμενον ἐν χρόνῳ γίγνε‐ σθαι δοκεῖ, εἰ γίνεται ὁ χρόνος, ἐν χρόνῳ γίνεται. ἤτοι οὖν αὐτὸς ἐν ἑαυτῷ γίνεται ἢ ἕτερος ἐν ἑτέρῳ. ἀλλ’ εἰ μὲν αὐτὸς ἐν ἑαυτῷ, τὸ αὐτὸ καὶ ἔσται καὶ οὐκ ἔσται. | |
5 | ἐπεὶ γὰρ τὸ ἐν ᾧ τι γίγνεται τοῦ ἐν αὐτῷ γιγνομένου ὀφείλει προϋπάρχειν, ὁ γιγνόμενος ἐν ἑαυτῷ χρόνος, εἰ μὲν γίνεται, οὐδέπω ἔστιν, εἰ δὲ ἐν ἑαυτῷ γίνεται, ἤδη | |
Pyrr.3.150 | ἔστιν. ὥστε οὐδὲ γίνεται ἐν ἑαυτῷ. ἀλλ’ οὐδ’ ἐν ἑτέρῳ ἕτερος. εἰ γὰρ ὁ ἐνεστὼς ἐν τῷ μέλλοντι γίγνεται, μέλλων ἔσται ὁ ἐνεστώς, καὶ εἰ ἐν τῷ παρῳχηκότι, παρῳχηκώς. τὰ δὲ αὐτὰ λεκτέον καὶ περὶ τῶν ἄλλων χρόνων. ὥστε | |
5 | οὐδὲ ἕτερος χρόνος ἐν ἑτέρῳ γίνεται χρόνῳ. εἰ δὲ μήτε αὐτὸς ἐν ἑαυτῷ γίνεται μήτε ἕτερος ἐν ἑτέρῳ, οὐδὲ γενη‐ τός ἐστιν ὁ χρόνος. ἐδείκνυτο δέ, ὅτι οὐδὲ ἀγένητός ἐστιν. μήτε οὖν γενητὸς ὢν μήτε ἀγένητος οὐδ’ ὅλως ἔστιν· ἕκαστον γὰρ τῶν ὄντων ἤτοι γενητὸν ἢ ἀγένητον εἶναι | |
10 | προσήκει. | |
Pyrr.3.151(t1) | κʹ περὶ ἀριθμοῦ. | |
1 | Ἐπεὶ δὲ ὁ χρόνος δοκεῖ μὴ ἄνευ ἀριθμοῦ θεωρεῖσθαι, οὐκ ἂν εἴη ἄτοπον καὶ περὶ ἀριθμοῦ βραχέα διεξελθεῖν. ὅσον μὲν γὰρ ἐπὶ τῇ συνηθείᾳ καὶ ἀδοξάστως ἀριθμεῖν τι φαμὲν καὶ ἀριθμὸν εἶναί τι ἀκούομεν· ἡ δὲ τῶν | |
5 | δογματικῶν περιεργία καὶ τὸν κατὰ τούτου κεκίνηκε λόγον. | 174 |
Pyrr.3.152 | αὐτίκα γοῦν οἱ ἀπὸ τοῦ Πυθαγόρου καὶ στοιχεῖα τοῦ κόσμου τοὺς ἀριθμοὺς εἶναι λέγουσιν. φασὶ γοῦν, ὅτι τὰ φαινόμενα ἔκ τινος συνέστηκεν, ἁπλᾶ δὲ εἶναι δεῖ τὰ στοιχεῖα· ἄδηλα ἄρα ἐστὶ τὰ στοιχεῖα. τῶν δὲ ἀδήλων τὰ | |
5 | μέν ἐστι σώματα, ὡς οἱ ἀτμοὶ καὶ οἱ ὄγκοι, τὰ δὲ ἀσώ‐ ματα, ὡς σχήματα καὶ ἰδέαι καὶ ἀριθμοί. ὧν τὰ μὲν σώματά ἐστι σύνθετα, συνεστῶτα ἔκ τε μή‐ κους καὶ πλάτους καὶ βάθους καὶ ἀντιτυπίας ἢ καὶ βάρους. οὐ μόνον ἄρα ἄδηλα, | |
Pyrr.3.153 | ἀλλὰ καὶ ἀσώματά ἐστι τὰ στοιχεῖα. ἀλλὰ καὶ τῶν ἀσω‐ μάτων ἕκαστον ἐπιθεωρούμενον ἔχει τὸν ἀριθμόν· ἢ γὰρ ἕν ἐστιν ἢ δύο ἢ πλείω. δι’ ὧν συνάγεται, ὅτι τὰ στοιχεῖα τῶν ὄντων εἰσὶν οἱ ἄδηλοι καὶ ἀσώματοι καὶ πᾶ‐ | |
5 | σιν ἐπιθεωρούμενοι ἀριθμοί. καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἥ τε μονὰς καὶ ἡ κατὰ ἐπισύνθεσιν τῆς μονάδος γινομένη ἀόριστος δυάς, ἧς κατὰ μετουσίαν αἱ κατὰ μέρος γίγνον‐ | |
Pyrr.3.154 | ται δυάδες δυάδες. ἐκ τούτων γὰρ καὶ τοὺς ἄλλους γίνε‐ σθαι ἀριθμούς, τοὺς ἐπιθεωρουμένους τοῖς ἀριθμητοῖς, καὶ τὸν κόσμον κατασκευάζεσθαι λέγουσιν. τὸ μὲν γὰρ σημεῖον τὸν τῆς μονάδος ἐπέχειν λόγον, τὴν δὲ γραμμὴν | |
5 | τὸν τῆς δυάδος (δύο γὰρ σημείων μεταξὺ θεωρεῖσθαι ταύ‐ την), τὴν δὲ ἐπιφάνειαν τὸν τῆς τριάδος (ῥύσιν γὰρ εἶναί φασι τῆς γραμμῆς εἰς πλάτος ἐπ’ ἄλλο σημεῖον ἐκ πλαγίου κείμενον), τὸ δὲ σῶμα τὸν τῆς τετράδος· ἐπανάστασιν γὰρ γίγνεσθαι τῆς ἐπιφανείας ἐπί τι σημεῖον ὑπερκείμενον. | |
Pyrr.3.155 | καὶ οὕτω τά τε σώματα καὶ ὅλον τὸν κόσμον ἀνειδωλο‐ ποιοῦσιν, ὅντινα καὶ διοικεῖσθαί φασι κατὰ ἁρμονικοὺς λόγους, τόν τε διὰ τεσσάρων, ὅς ἐστιν ἐπίτριτος, ὡς ἔχει πρὸς τὰ ἓξ τὰ ὀκτώ, καὶ τὸν διὰ πέντε, ὅς ἐστιν ἡμιόλιος, | |
5 | ὡς ἔχει πρὸς τὰ ἓξ τὰ ἐννέα, καὶ τὸν διὰ πασῶν, ὅς ἐστι | |
Pyrr.3.156 | διπλάσιος, ὡς ἔχει πρὸς τὰ ἓξ τὰ δώδεκα. ταῦτά τε οὖν ὀνειροπολοῦσιν, καὶ ὅτι ἕτερόν τι ἐστὶν ὁ ἀριθμὸς παρὰ τὰ ἀριθμητὰ κατασκευάζουσι, λέγοντες ὅτι εἰ τὸ ζῷον κατὰ τὸν ἑαυτοῦ λόγον ἐστίν, εἰ τύχοι, ἕν, τὸ φυτόν, ἐπεὶ μή ἐστι | 175 |
5 | ζῷον, οὐκ ἔσται ἕν· ἔστι δὲ καὶ 〈τὸ〉 φυτὸν ἕν· οὐκ ἄρα τὸ ζῷον, 〈ὡς ζῷον〉, ἕν ἐστιν, ἀλλὰ κατά τι ἕτερον ἐπιθεωρούμε‐ νον ἔξωθεν αὐτῷ, οὗ μετέχει ἕκαστον καὶ γίνεται δι’ αὐτὸ ἕν. καὶ εἰ τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμός, ἐπειδὴ ἄν‐ θρωποί εἰσιν οἱ ἀριθμητοὶ καὶ βόες, εἰ τύχοι, καὶ ἵπποι, | |
10 | ἄνθρωποι καὶ βόες καὶ ἵπποι ἔσται ὁ ἀριθμός, καὶ λευκὸς ἀριθμὸς καὶ μέλας καὶ γενειήτης, εἰ τύχοιεν τοιοῦτοι | |
Pyrr.3.157 | ὄντες οἱ μετρούμενοι. ταῦτα δέ ἐστιν ἄτοπα· οὐκ ἄρα τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμός, ἀλλ’ ἰδίαν ὑπόστασιν ἔχει παρὰ ταῦτα, καθ’ ἣν καὶ ἐπιθεωρεῖται τοῖς ἀριθμητοῖς καὶ ἔστι στοιχεῖον. | |
5 | Οὕτως οὖν ἐκείνων συναγαγόντων, ὅτι ἀριθμὸς οὔκ ἐστι τὰ ἀριθμητά, παρεισῆλθεν ἡ κατὰ τοῦ ἀριθμοῦ ἀπο‐ ρία. λέγεται γάρ, ὅτι εἰ ἔστιν ἀριθμός, ἤτοι αὐτὰ τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμὸς ἢ ἕτερόν τι παρὰ ταῦτα ἔξω‐ θεν· οὔτε δὲ αὐτὰ τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμός, ὡς | |
10 | ἀπέδειξαν οἱ Πυθαγορικοί, οὔτε ἕτερόν τι παρὰ ταῦτα, | |
Pyrr.3.158 | ὡς ὑπομνήσομεν· οὐδὲν ἄρα ἐστὶν ὁ ἀριθμός. ὅτι δὲ οὐδὲν ἔξωθέν ἐστι παρὰ τὰ ἀριθμητὰ ὁ ἀριθμός, παρα‐ στήσομεν ἐπὶ τῆς μονάδος τὸν λόγον στήσαντες εὐσήμου διδασκαλίας ἕνεκεν. εἰ γὰρ ἔστι τι καθ’ ἑαυτὴν ἡ μονάς, | |
5 | ἧς μετέχον ἕκαστον τῶν μετεχόντων αὐτῆς γίνεται ἕν, ἤτοι μία ἔσται αὐτὴ ἡ μονὰς ἢ τοσαῦται ὅσα τὰ μετέχοντα αὐτῆς ἐστιν. ἀλλ’ εἰ μὲν μία ἐστίν, πότερον ὅλης αὐτῆς μετέχει ἕκαστον τῶν μετέχειν αὐτῆς λεγομένων ἢ μέρους αὐτῆς; εἰ μὲν γὰρ πᾶσαν ἔχει τὴν μονάδα, εἰ τύχοι, ὁ | |
10 | εἷς ἄνθρωπος, οὐκέτι ἔσται μονὰς ἧς μεθέξει ὁ εἷς ἵππος ἢ ὁ εἷς κύων ἢ τῶν ἄλλων ἕκαστον ὃ λέγομεν εἶναι ἕν, | 176 |
Pyrr.3.159 | ὥσπερ καὶ πολλῶν ὑποτεθέντων γυμνῶν ἀνθρώπων, ἑνὸς δὲ ὄντος ἱματίου καὶ τοῦτο ἑνὸς ἀμφιασαμένου, γυμνοὶ μενοῦσιν οἱ λοιποὶ καὶ χωρὶς ἱματίου. εἰ δὲ μέρους αὐτῆς μετέχει ἕκαστον, πρῶτον μὲν ἕξει μέρος τι ἡ μονάς, καὶ | |
5 | ἄπειρά γε ἕξει μέρη, εἰς ἃ διαιρεῖται· ὅπερ ἄτοπον. εἶτα ὡς τὸ μέρος τῆς δεκάδος, οἷον ἡ δυάς, οὔκ ἐστι δεκάς, οὕτως οὐδὲ τὸ μέρος τῆς μονάδος ἔσται μονάς, διὰ δὲ τοῦτο οὐδὲ μεθέξει τι τῆς μονάδος. ὥστε οὔκ ἐστι μία ἡ | |
Pyrr.3.160 | μονὰς ἧς μετέχειν λέγεται τὰ κατὰ μέρος. εἰ δὲ ἰσάριθμοι τοῖς ἀριθμητοῖς, ἐφ’ ὧν λέγεται τὸ ἕν, αἱ μονάδες εἰσίν, ὧν κατὰ μετοχὴν ἕκαστον τῶν κατὰ μέρος λέγεται ἕν, ἄπειροι ἔσονται αἱ μετεχόμεναι μονάδες. καὶ αὗται ἤτοι | |
5 | μετέχουσιν ἐπαναβεβηκυίας μονάδος ἢ μονάδων ἰσαρίθμων αὐταῖς (καὶ διὰ τοῦτό εἰσι μονάδες) ἢ οὐ μετέχουσιν, ἀλλὰ | |
Pyrr.3.161 | χωρίς τινος μετοχῆς μονάδες εἰσίν. 〈...〉 εἰ μὲν γὰρ χωρὶς μετοχῆς μονάδες εἶναι δύνανται αὗται, δυνήσεται καὶ τῶν αἰσθητῶν ἕκαστον χωρὶς μονάδος μετοχῆς ἓν εἶναι, καὶ αὐτόθεν περιτρέπεται ἡ καθ’ ἑαυτὴν θεωρεῖσθαι λεγομένη | |
5 | μονάς. εἰ δὲ ἀπὸ μετοχῆς κἀκεῖναι μονάδες εἰσίν, ἤτοι μιᾶς μετέχουσι πᾶσαι ἢ μία ἑκάστη ἰδίας. καὶ εἰ μὲν πᾶσαι μιᾶς, ἤτοι κατὰ μέρος ἑκάστη ἢ ὅλης λεχθήσεται | |
Pyrr.3.162 | μετέχειν, καὶ μένουσιν αἱ ἀρχῆθεν ἀτοπίαι· εἰ δὲ ἑκάστη ἰδίας, καὶ ἐκείνων τῶν μονάδων ἑκάστῃ μονάδα ἐπιθεω‐ ρεῖσθαι δεῖ, καὶ ταῖς ἐπιθεωρουμέναις ἐκείναις ἄλλας, καὶ μέχρις ἀπείρου. εἰ οὖν ἵνα καταλάβωμεν, ὅτι εἰσί τινες | |
5 | καθ’ ἑαυτὰς μονάδες, ὧν κατὰ μετοχὴν ἕκαστον τῶν ὄντων ἐστὶν ἕν, δεῖ κατειληφέναι ἀπειράκις ἀπείρους νοητὰς μο‐ νάδας, ἀδύνατον δὲ καταλαβεῖν ἀπειράκις ἀπείρους μονά‐ δας νοητάς, ἀδύνατον ἄρα ἐστὶν ἀποφήνασθαι, ὅτι εἰσί τινες νοηταὶ μονάδες καὶ ἕκαστον τῶν ὄντων ἐστὶν ἓν | |
Pyrr.3.163 | κατὰ μετοχὴν ἰδίας μονάδος γινόμενον ἕν. ἄτοπον ἄρα | |
τὸ λέγειν, ὅτι τοσαῦταί εἰσιν αἱ μονάδες ὅσα τὰ μετέχοντα αὐτῶν. εἰ δὲ μήτε μία ἐστὶν ἡ καθ’ ἑαυτὴν λεγομένη μονὰς μήτε τοσαῦται ὅσα τὰ μετέχοντα αὐτῆς ἐστιν, οὐδὲ | 177 | |
5 | ἔστιν ὅλως μονὰς καθ’ ἑαυτήν. ὁμοίως δὲ οὐδὲ τῶν ἄλλων ἀριθμῶν ἕκαστος καθ’ ἑαυτὸν ἔσται· χρῆσθαι γὰρ ἔνεστιν ἐπὶ πάντων τῶν ἀριθμῶν τῷ λόγῳ παραδειγματικῶς νῦν ἐπὶ τῆς μονάδος ἠρωτημένῳ. ἀλλ’ εἰ μήτε καθ’ ἑαυτόν ἐστιν ὁ ἀριθμός, ὡς ὑπεμνήσαμεν, μήτε αὐτὰ τὰ ἀρι‐ | |
10 | θμητὰ ὁ ἀριθμός ἐστιν, ὡς οἱ ἀπὸ Πυθαγόρου παρέ‐ στησαν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, λεκτέον μηδὲ εἶναι ἀριθμόν. | |
Pyrr.3.164 | Πῶς δὲ καὶ γίνεσθαί φασιν ἐκ τῆς μονάδος τὴν δυάδα οἱ ἔξωθέν τι δοκοῦντες εἶναι τὸν ἀριθμὸν παρὰ τὰ ἀρι‐ θμητά; ὅτε γὰρ συντίθεμεν μονάδα ἑτέρᾳ μονάδι, ἤτοι προστίθεταί τι ταῖς μονάσιν ἔξωθεν, ἢ ἀφαιρεῖταί τι | |
5 | ἀπ’ αὐτῶν, ἢ οὔτε προστίθεταί τι οὔτε ἀφαιρεῖται. ἀλλ’ εἰ μὲν οὔτε προστίθεταί 〈τι〉 οὔτε ἀφαιρεῖται, οὐκ ἔσται δυάς. οὔτε γὰρ χωρὶς ἀλλήλων οὖσαι αἱ μονάδες εἶχον τὴν δυάδα ἐπιθεωρουμένην αὐταῖς κατὰ τὸν ἴδιον αὐτῶν | |
Pyrr.3.165 | λόγον, οὔτε νῦν τι αὐταῖς ἔξωθεν προσγέγονεν, ὥσπερ οὐδὲ ἀφῄρηται κατὰ τὴν ὑπόθεσιν. ὥστε οὐκ ἔσται δυὰς ἡ σύνθεσις τῆς μονάδος πρὸς τὴν μονάδα, μήτε ἀφαιρέσεως μήτε προσθέσεως ἔξωθέν τινος γινομένης. εἰ δὲ ἀφαίρε‐ | |
5 | σις γίνεται, οὐ μόνον οὐκ ἔσται δυάς, ἀλλὰ καὶ μειωθή‐ σονται αἱ μονάδες. εἰ δὲ προστίθεται αὐταῖς ἔξωθεν ἡ δυάς, ἵνα ἐκ τῶν μονάδων γένηται δυάς, τὰ δύο δοκοῦντα εἶναι τέσσαρα ἔσται· ὑπόκειται γὰρ μονὰς καὶ ἑτέρα μο‐ νάς, αἷς προστιθεμένης ἔξωθεν δυάδος ὁ τέσσαρα ἀρι‐ | |
Pyrr.3.166 | θμὸς ἀποτελοῖτο ἄν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ἀριθμῶν τῶν κατὰ σύνθεσιν ἀποτελεῖσθαι λεγομένων. εἰ οὖν μήτε κατὰ ἀφαίρεσιν μήτε κατὰ πρόσθεσιν μήτε ἄνευ ἀφαιρέσεως καὶ προσθέσεως γίγνονται οἱ σύνθετοι λεγόμε‐ | |
5 | νοι εἶναι ἀριθμοὶ ἐκ τῶν ἐπαναβεβηκότων, ἀσύστατός | |
ἐστιν ἡ γένεσις τοῦ κατ’ ἰδίαν καὶ παρὰ τὰ ἀριθμητὰ εἶναι λεγομένου ἀριθμοῦ. ὅτι δὲ οὐδὲ ἀγένητοι τυγχάνου‐ σιν ὄντες οἱ κατὰ σύνθεσιν ἀριθμοί, δηλοῦσιν αὐτοὶ συν‐ τίθεσθαί τε αὐτοὺς καὶ γίγνεσθαι φάσκοντες ἐκ τῶν ἐπα‐ | 178 | |
10 | ναβεβηκότων, οἷον τῆς τε μονάδος καὶ δυάδος τῆς ἀορί‐ | |
Pyrr.3.167 | στου. οὐκοῦν οὐχ ὑφέστηκε κατ’ ἰδίαν ὁ ἀριθμός. εἰ δὲ μήτε κατ’ ἰδίαν ὁ ἀριθμὸς θεωρεῖται μήτε ἐν τοῖς ἀριθμητοῖς ἔχει τὴν ὑπόστασιν, οὐδὲ ἔστι τι ὁ ἀριθμὸς ὅσον ἐπὶ ταῖς περιεργίαις ταῖς ὑπὸ τῶν δογματικῶν εἰσε‐ | |
5 | νηνεγμέναις. τοσαῦτα μὲν καὶ περὶ τοῦ φυσικοῦ καλουμένου τῆς φιλοσοφίας μέρους ἀρκούντως ὡς ἐν ὑποτυπώσει λελέχθω. | |
Pyrr.3.168(t1) | καʹ περὶ τοῦ ἠθικοῦ μέρους τῆς φιλοσοφίας. | |
1 | Λείπεται δὲ τὸ ἠθικόν, ὅπερ δοκεῖ περὶ τὴν διάκρισιν τῶν τε καλῶν καὶ κακῶν καὶ ἀδιαφόρων καταγίγνεσθαι. ἵνα οὖν κεφαλαιωδῶς καὶ περὶ τούτου διαλάβωμεν, περὶ τῆς ὑπάρξεως τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων ζητή‐ | |
5 | σωμεν, τὴν ἔννοιαν ἑκάστου προεκθέμενοι. | |
Pyrr.3.169(t1) | κβʹ περὶ ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων. | |
1 | Φασὶν οὖν οἱ Στωικοὶ ἀγαθὸν εἶναι ὠφέλειαν ἢ οὐχ ἕτερον ὠφελείας, ὠφέλειαν μὲν λέγοντες τὴν ἀρετὴν καὶ τὴν σπουδαίαν πρᾶ‐ ξιν, οὐχ ἕτερον δὲ ὠφελείας τὸν σπουδαῖον ἄνθρω‐ | |
5 | πον καὶ τὸν φίλον. ἡ μὲν γὰρ ἀρετή πως ἔχον ἡγεμο‐ νικὸν καθεστηκυῖα καὶ ἡ σπουδαία πρᾶξις ἐνέργειά τις οὖσα κατ’ ἀρετὴν ἄντικρύς ἐστιν ὠφέλεια, ὁ δὲ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος οὐχ ἕτερος ὠφε‐ | |
Pyrr.3.170 | λείας. μέρος μὲν γὰρ τοῦ σπουδαίου ἐστὶν ὠφέ‐ λεια, τὸ ἡγεμονικὸν αὐτοῦ ὑπάρχουσα· τὰ δὲ ὅλα οὔτε τὰ αὐτὰ τοῖς μέρεσιν εἶναι λέγουσιν (οὐ γάρ ἐστιν ὁ ἄνθρωπος χείρ), οὔτε ἕτερα παρὰ τὰ | |
5 | μέρη (οὐκ ἄνευ γὰρ τῶν μερῶν ὑφέστηκεν). διό‐ | |
περ οὐχ ἕτερα τῶν μερῶν τὰ ὅλα λέγουσιν. ὅθεν τὸν σπουδαῖον ὅλον ὄντα ὡς πρὸς τὸ ἡγεμονικὸν ἑαυτοῦ, ὅπερ ἔφασαν ὠφέλειαν, οὐχ ἕτερον ὠφελείας εἶναι λέγουσιν. ἐντεῦθεν καὶ τριχῶς τὸ ἀγαθόν φασι | 179 | |
Pyrr.3.171 | λέγεσθαι. καθ’ ἕνα μὲν γὰρ τρόπον φασὶν εἶναι ἀγαθὸν τὸ ὑφ’ οὗ ἔστιν ὠφελεῖσθαι, ὃ δὴ ἀρχικώ‐ τατόν ἐστι καὶ ἀρετή, καθ’ ἕτερον δὲ καθ’ ὃ συμ‐ βαίνει ὠφελεῖσθαι, ὡς ἡ ἀρετὴ καὶ αἱ κατ’ ἀρετὴν | |
5 | πράξεις, κατὰ τρίτον δὲ τρόπον τὸ οἷόν τε ὠφελεῖν, τοῦτο δὲ καὶ ἀρετὴν εἶναι καὶ 〈τὴν〉 κατὰ ἀρετὴν πρᾶξιν καὶ τὸν σπουδαῖον καὶ τὸν φίλον, θεούς τε καὶ σπουδαίους δαίμονας, ὡς τὸ μὲν δεύτερον ση‐ μαινόμενον τοῦ ἀγαθοῦ ἐμπεριληπτικὸν εἶναι τοῦ | |
10 | πρώτου σημαινομένου, τὸ δὲ τρίτον τοῦ δευτέρου | |
Pyrr.3.172 | καὶ τοῦ πρώτου. τινὲς δέ φασιν ἀγαθὸν εἶναι τὸ δι’ ἑαυτὸ αἱρετόν, ἄλλοι δὲ τὸ συλλαμβάνον πρὸς εὐδαιμονίαν ἢ τὸ συμπλη‐ ρωτικόν· εὐδαιμονία δέ ἐστιν, ὡς οἱ Στωικοί φασιν, | |
5 | εὔροια βίου. Τοιαῦτα μέν τινα εἰς τὴν ἔννοιαν τοῦ ἀγαθοῦ λέγε‐ | |
Pyrr.3.173 | ται. εἴτε δὲ τὸ ὠφελοῦν εἴτε τὸ δι’ ἑαυτὸ αἱρετὸν εἴτε τὸ συνεργοῦν πρὸς εὐδαιμονίαν ἀγαθόν τις εἶναι λέγοι, οὐχὶ τί ἐστι τὸ ἀγαθὸν παρίστησιν, ἀλλά τι τῶν συμβεβηκότων αὐτῷ λέγει. ὅπερ ἐστὶ μάταιον. ἤτοι γὰρ μόνῳ τῷ ἀγα‐ | |
5 | θῷ συμβέβηκε τὰ προειρημένα ἢ καὶ ἑτέροις. ἀλλ’ εἰ μὲν καὶ ἑτέροις, οὔκ ἐστι χαρακτηριστικὰ τοῦ ἀγαθοῦ κοινο‐ ποιούμενα· εἰ δὲ μόνῳ τῷ ἀγαθῷ, οὐκ ἐνδέχεται ἡμᾶς | |
Pyrr.3.174 | ἀπὸ τούτων νοεῖν τὸ ἀγαθόν· ὡς γὰρ ὁ ἀνεννόητος ἵππου οὔτε τὸ χρεμετίζειν τί ἐστιν οἶδεν, οὔτε διὰ τούτου δύνα‐ ται εἰς ἔννοιαν ἐλθεῖν ἵππου, εἰ μὴ πρότερον ἵππῳ χρε‐ | |
μετίζοντι ἐντύχοι, οὕτω 〈καὶ〉 ὁ διὰ τὸ μὴ εἰδέναι τὸ ἀγαθὸν | 180 | |
5 | ζητῶν τί ἐστιν ἀγαθόν, οὐ δύναται γινώσκειν τὸ ἰδίως αὐτῷ καὶ μόνῳ ὑπάρχον, ἵνα δι’ αὐτοῦ τὸ ἀγαθὸν αὐτὸ νοῆσαι δυνηθῇ. πρότερον γὰρ δεῖ μαθεῖν τὴν αὐτοῦ τοῦ ἀγαθοῦ φύσιν, εἶθ’ οὕτω συνεῖναι ὅτι ὠφελεῖ καὶ ὅτι | |
Pyrr.3.175 | δι’ αὑτὸ αἱρετόν ἐστι καὶ ὅτι εὐδαιμονίας ποιητικόν. ὅτι δὲ τὰ προειρημένα συμβεβηκότα οὔκ ἐστιν ἱκανὰ μηνῦσαι τὴν ἐπίνοιαν καὶ τὴν φύσιν τοῦ ἀγαθοῦ, δηλοῦσιν ἔργῳ οἱ δογ‐ ματικοί. ὡς μὲν γὰρ ὠφελεῖ τὸ ἀγαθὸν καὶ ὅτι αἱρετόν ἐστι, | |
5 | παρὸ καὶ ἀγαθὸν εἴρηται τὸ οἱονεὶ ἀγαστόν, , καὶ ὅτι εὐδαιμονίας ἐστὶ ποιητικόν, πάντες ἴσως συγχωροῦσιν· ἐρωτώμενοι δέ, τί ἐστιν ᾧ ταῦτα συμβέβη‐ κεν, εἰς ἄσπειστον ἐμπίπτουσι πόλεμον, οἱ μὲν ἀρετὴν λέγοντες, οἱ δὲ ἡδονήν, οἱ δὲ ἀλυπίαν, οἱ δὲ ἄλλο τι. | |
10 | καίτοι εἰ ἐκ τῶν προειρημένων ὅρων ἐδείκνυτο τί ἐστι τὸ ἀγαθὸν αὐτό, οὐκ ἂν ἐστασίαζον ὡς ἀγνοουμένης τῆς τού‐ του φύσεως. | |
Pyrr.3.176 | Οὕτω μὲν οὖν διαφέρονται περὶ τῆς ἐννοίας τοῦ ἀγα‐ θοῦ οἱ δοκιμώτατοι δοκοῦντες εἶναι τῶν δογματικῶν· ὁμοίως δὲ διηνέχθησαν καὶ περὶ τοῦ κακοῦ, λέγοντες κακὸν εἶναι βλάβην ἢ οὐχ ἕτερον βλά‐ | |
5 | βης, οἱ δὲ τὸ δι’ ἑαυτὸ φευκτόν, οἱ δὲ τὸ κακοδαι‐ μονίας ποιητικόν. δι’ ὧν οὐχὶ τὴν οὐσίαν τοῦ κακοῦ, ἀλλά τινα τῶν συμβεβηκότων ἴσως αὐτῷ φάσκοντες εἰς τὴν προειρημένην ἐμπίπτουσιν ἀπορίαν. | |
Pyrr.3.177 | Τὸ δὲ ἀδιάφορόν φασι λέγε‐ σθαι μὲν τριχῶς, καθ’ ἕνα μὲν τρόπον πρὸς ὃ μήτε ὁρμὴ μήτε ἀφορμὴ γίνεται, οἷόν ἐστι τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ τὰς ἐπὶ τῆς κεφαλῆς τρί‐ | |
5 | χας· καθ’ ἕτερον δὲ πρὸς ὃ ὁρμὴ μὲν ἢ ἀφορμὴ γίνεται, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, οἷον | |
ἐπὶ δυεῖν τετραδράχμων ἀπαραλλάκτων, ὅταν δέῃ τὸ ἕτερον αὐτῶν αἱρεῖσθαι· ὁρμὴ μὲν γὰρ γίνεται πρὸς τὸ αἱρεῖσθαι τὸ ἕτερον αὐτῶν, οὐ | 181 | |
10 | μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε· κατὰ τρίτον δὲ τρό‐ πον φασὶν ἀδιάφορον εἶναι τὸ μήτε πρὸς εὐδαι‐ μονίαν μήτε πρὸς κακοδαιμονίαν συμβαλλόμενον, ὡς ὑγίειαν πλοῦτον· ᾧ γὰρ ἔστιν ὁτὲ μὲν εὖ, ὁτὲ δὲ κακῶς χρήσασθαι, τοῦτο ἀδιάφορον εἶναί φασιν, | |
15 | περὶ οὗ μάλιστα ἐν τοῖς ἠθικοῖς διαλαμβάνειν λέ‐ | |
Pyrr.3.178 | γουσιν. τίνα μέντοι καὶ περὶ ταύτης τῆς ἐννοίας δεῖ φρονεῖν, δῆλον ἐκ τῶν εἰρημένων ἡμῖν περί τε ἀγαθῶν καὶ κακῶν. Οὕτω μὲν οὖν σαφές ἐστιν, ὅτι οὐκ ἐπέστησαν ἡμᾶς τῇ ἐννοίᾳ τῶν προειρημένων ἑκάστου· οὐδὲν δὲ ἀπεικὸς | |
5 | πεπόνθασιν ἐν ἀνυποστάτοις τάχα πράγμασι σφαλλόμενοι. ὅτι γὰρ οὐδὲν τῇ φύσει ἐστὶν ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφο‐ ρον, ἐντεῦθέν τινες ἐπιλογίζονται. | |
Pyrr.3.179(t1) | κγʹ εἰ ἔστι τι φύσει ἀγαθὸν καὶ ἀδιάφορον. | |
1 | Τὸ πῦρ φύσει ἀλεαῖνον πᾶσι φαίνεται ἀλεαντικόν, καὶ ἡ χιὼν φύσει ψύχουσα πᾶσι φαίνεται ψυκτική, καὶ πάντα τὰ φύσει κινοῦντα ὁμοίως πάντας κινεῖ τοὺς κατὰ φύ‐ σιν, ὡς φασίν, ἔχοντας. οὐδὲν δὲ τῶν λεγομένων ἀγαθῶν | |
5 | πάντας κινεῖ ὡς ἀγαθόν, ὡς ὑπομνήσομεν· οὐκ ἄρα ἔστι φύσει ἀγαθόν. ὅτι δὲ οὐδὲν τῶν λεγομένων ἀγαθῶν πάντας | |
Pyrr.3.180 | ὁμοίως κινεῖ, δῆλον, φασίν. ἵνα γὰρ τοὺς ἰδιώτας παρῶ‐ μεν, ὧν οἱ μὲν εὐεξίαν σώματος ἀγαθὸν εἶναι νομίζουσιν, οἱ δὲ τὸ λαγνεύειν, οἱ δὲ τὸ ἀδηφαγεῖν, οἱ δὲ οἰνοφλυγίαν, οἱ δὲ τὸ χρῆσθαι κύβοις, οἱ δὲ πλεονεξίαν, οἱ δὲ καὶ χείρω | |
5 | τινὰ τούτων, αὐτῶν τῶν φιλοσόφων τινὲς μὲν τρία γένη φασὶν εἶναι ἀγαθῶν, ὡς οἱ Περιπατητικοί· τούτων γὰρ τὰ μὲν εἶναι περὶ ψυχὴν ὡς τὰς ἀρετάς, τὰ δὲ περὶ σῶμα ὡς ὑγίειαν | |
Pyrr.3.181 | καὶ τὰ ἐοικότα, τὰ δὲ ἐκτὸς ὡς φίλους, πλοῦτον, τὰ παραπλήσια. οἱ δὲ ἀπὸ τῆς Στοᾶς τριγένειαν μὲν καὶ αὐτοί φασιν εἶναι ἀγαθῶν· τούτων γὰρ τὰ μὲν εἶναι περὶ ψυχὴν ὡς τὰς | 182 |
5 | ἀρετάς, τὰ δὲ ἐκτὸς ὡς τὸν σπουδαῖον καὶ 〈τὸν〉 φίλον, τὰ δὲ οὔτε περὶ ψυχὴν οὔτε ἐκτός, οἷον τὸν σπουδαῖον ὡς πρὸς ἑαυτόν· τὰ μέντοι περὶ σῶμα [ἢ ἐκτός], ἅ φασιν οἱ ἐκ τοῦ Περιπάτου ἀγαθὰ εἶναι, οὔ φασιν ἀγαθά. ἔνιοι δὲ τὴν ἡδο‐ | |
10 | νὴν ἠσπάσαντο ὡς ἀγαθόν, τινὲς δὲ κακὸν αὐτὴν ἄντικρυς εἶναί φασιν, ὥστε καί τινα τῶν ἐκ φιλο‐ σοφίας ἀναφθέγξασθαι ‘μανείην μᾶλλον ἢ ἡσθείην.‘ | |
Pyrr.3.182 | εἰ τοίνυν τὰ μὲν φύσει κινοῦντα πάντας ὁμοίως κινεῖ, ἐπὶ δὲ τοῖς λεγομένοις ἀγαθοῖς οὐ πάντες ὁμοίως κινούμεθα, οὐδέν ἐστι φύσει ἀγαθόν. καὶ γὰρ οὔτε πάσαις ταῖς προεκκειμέναις στάσεσι πιστεύειν ἐνδέχεται διὰ τὴν μάχην | |
5 | οὔτε τινί. ὁ γὰρ λέγων, ὅτι τῇδε μὲν πιστευτέον τῇ στάσει, τῇδε δὲ οὐδαμῶς, ἐναντιουμένους τοὺς παρὰ τῶν ἀντιδο‐ ξούντων λόγους αὐτῷ ἔχων, μέρος γίνεται 〈τῆσ〉 διαφωνίας, καὶ τοῦ κρινοῦντος αὐτὸς δεήσεται διὰ τοῦτο μετὰ τῶν ἄλλων, ἀλλ’ οὐχ ἑτέρους κρινεῖ. μήτε οὖν κριτηρίου ὄντος ὁμο‐ | |
10 | λογουμένου μήτε ἀποδείξεως διὰ τὴν ἀνεπίκριτον καὶ περὶ τούτων διαφωνίαν, εἰς τὴν ἐποχὴν καταντήσει, καὶ διὰ τοῦτο οὐχ ἕξει διαβεβαιοῦσθαι, τί ἐστι τὸ φύσει ἀγαθόν. | |
Pyrr.3.183 | Ἔτι κἀκεῖνο λέγουσί τινες, ὅτι ἀγαθόν ἐστιν ἤτοι τὸ αἱρεῖσθαι αὐτὸ ἢ ἐκεῖνο ὃ αἱρούμεθα. τὸ μὲν οὖν αἱρεῖσθαι οὐκ ἔστιν ἀγαθὸν κατὰ τὸν ἴδιον λόγον· οὐ γὰρ ἂν ἐσπεύδομεν τυχεῖν ἐκείνου ὃ αἱρούμεθα, ἵνα μὴ ἐκπέσω‐ | |
5 | μεν τοῦ ἔτι αὐτὸ αἱρεῖσθαι, οἷον εἰ ἀγαθὸν ἦν τὸ ἀντι‐ ποιεῖσθαι ποτοῦ, οὐκ ἂν ἐσπεύδομεν ποτοῦ τυχεῖν· ἀπο‐ λαύσαντες γὰρ τούτου τῆς ἀντιποιήσεως αὐτοῦ ἀπαλλαττό‐ μεθα. καὶ ἐπὶ τοῦ πεινῆν ὁμοίως καὶ ἐπὶ τοῦ ἐρᾶν καὶ τῶν ἄλλων. οὐκ ἄρα τὸ αἱρεῖσθαι δι’ αὑτὸ αἱρετόν ἐστιν, | |
10 | εἰ μή γε καὶ ὀχληρόν· καὶ γὰρ ὁ πεινῶν σπεύδει μετα‐ σχεῖν τροφῆς, ὅπως ἀπαλλαγῇ τῆς ἐκ τοῦ πεινῆν ὀχλή‐ | 183 |
Pyrr.3.184 | σεως, καὶ ὁ ἐρῶν ὁμοίως καὶ ὁ διψῶν. ἀλλ’ οὐδὲ τὸ αἱρε‐ τόν ἐστι τὸ ἀγαθόν. τοῦτο γὰρ ἤτοι ἔξωθέν ἐστιν ἡμῶν ἢ περὶ ἡμᾶς. ἀλλ’ εἰ μὲν ἔξωθεν ἡμῶν, ἤτοι ποιεῖ περὶ ἡμᾶς ἀστείαν κίνησιν καὶ ἀποδεκτὸν κατάστημα καὶ ἀγα‐ | |
5 | στὸν πάθος, ἢ οὐδαμῶς ἡμᾶς διατίθησιν. καὶ εἰ μὲν οὔκ ἐστιν ἡμῖν ἀγαστόν, οὔτε ἀγαθὸν ἔσται οὔτε ἐπάξεται ἡμᾶς πρὸς τὸ αἱρεῖσθαι αὐτὸ οὔτε ὅλως αἱρετὸν ἔσται. εἰ δὲ γίνεταί τι περὶ ἡμᾶς ἀπὸ τοῦ ἐκτὸς προσηνὲς κατά‐ στημα καὶ ἀσμενιστὸν πάθος, οὐχὶ δι’ ἑαυτὸ αἱρετὸν | |
10 | ἔσται τὸ ἐκτός, ἀλλὰ διὰ τὴν περὶ ἡμᾶς ἐπ’ αὐτῷ γινομέ‐ | |
Pyrr.3.185 | νην διάθεσιν· ὥστε οὐ δύναται τὸ δι’ αὑτὸ αἱρετὸν ἐκτὸς εἶναι. ἀλλ’ οὐδὲ περὶ ἡμᾶς. ἤτοι γὰρ περὶ σῶμα εἶναι λέγεται μόνον ἢ περὶ ψυχὴν μόνην ἢ περὶ ἀμφότερα. ἀλλ’ εἰ μὲν περὶ σῶμα μόνον, ἐκφεύξεται τὴν γνῶσιν ἡμῶν· | |
5 | ψυχῆς γὰρ αἱ γνώσεις εἶναι λέγονται, τὸ δὲ σῶμα ἄλογον εἶναί φασιν ὅσον ἐφ’ ἑαυτῷ. εἰ δὲ καὶ μέχρι τῆς ψυχῆς διατείνειν λέγοιτο, τῇ τῆς ψυχῆς ἀντιλήψει καὶ τῷ ταύτης ἀγαστῷ πάθει δοκοίη ἂν αἱρετὸν εἶναι· τὸ γὰρ κρινόμε‐ νον ὡς αἱρετὸν τῇ διανοίᾳ κρίνεται κατὰ αὐτοὺς καὶ οὐκ | |
Pyrr.3.186 | ἀλόγῳ σώματι. λείπεται λέγειν, ὅτι περὶ ψυχὴν μόνην τὸ ἀγα‐ θόν ἐστιν. καὶ τοῦτο δὲ ἐξ ὧν οἱ δογματικοὶ λέγουσιν ἀδύνατόν ἐστιν. ἡ γὰρ ψυχὴ τάχα μὲν καὶ ἀνύπαρκτός ἐστιν· εἰ δὲ καὶ ὑπάρχει, ὅσον ἐφ’ οἷς λέγουσιν οὐ καταλαμβάνεται, κα‐ | |
5 | θὼς ἐπελογισάμην ἐν τῷ περὶ κριτηρίου λόγῳ. πῶς δ’ ἂν θαρροίη τις ἐν ἐκείνῳ τι γίνεσθαι λέγειν, | |
Pyrr.3.187 | ὃ μὴ καταλαμβάνει; ἵνα δὲ καὶ ταῦτα παραλείπωμεν, πῶς ἄρα καὶ λέγουσιν ἐν τῇ ψυχῇ τὸ ἀγαθὸν γίνεσθαι; εἰ γοῦν ὁ Ἐπίκουρος ἐν ἡδονῇ τίθεται τὸ τέλος καί φησι | |
τὴν ψυχήν, ἐπεὶ καὶ πάντα, ἐξ ἀτόμων συνεστάναι, | 184 | |
5 | πῶς ἐν ἀτόμων σωρῷ δυνατὸν ἡδονὴν γίγνεσθαι καὶ συγ‐ κατάθεσιν ἢ κρίσιν τοῦ τόδε μὲν αἱρετὸν εἶναι καὶ ἀγαθόν, τόδε δὲ φευκτὸν καὶ κακόν, ἀμήχανον εἰπεῖν. | |
Pyrr.3.188(t1) | κδʹ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον. | |
1 | Πάλιν οἱ Στωικοὶ περὶ ψυχὴν ἀγαθά φασιν εἶναι τέχνας τινάς, τὰς ἀρετάς· τέ‐ χνην δὲ εἶναί φασι σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων, τὰς δὲ καταλή‐ | |
5 | ψεις γίγνεσθαι περὶ τὸ ἡγεμονικόν. πῶς οὖν ἐν τῷ ἡγεμονικῷ, πνεύματι κατ’ αὐτοὺς ὑπάρχοντι, ἐναπόθεσις γίνεται καταλήψεων καὶ ἀθροισμὸς τοσούτων ὡς γενέσθαι τέχνην, οὐχ οἷόν τε ἐννοῆσαι, τῆς ἐπιγι‐ νομένης τυπώσεως ἀεὶ τὴν πρὸ αὐτῆς ἀπαλειφούσης, | |
10 | ἐπεὶ χυτόν τέ ἐστι τὸ πνεῦμα καὶ ἐξ ὅλου κινεῖσθαι λέγε‐ | |
Pyrr.3.189 | ται καθ’ ἑκάστην τύπωσιν. τὸ γὰρ τὴν Πλάτωνος ἀνει‐ δωλοποίησιν λέγειν ἐπιδεκτικὴν εἶναι δύνασθαι τοῦ ἀγαθοῦ, φημὶ δὲ τὴν κρᾶσιν τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας καὶ τῆς θατέρου φύσεως καὶ ταὐτοῦ, ἢ τοὺς | |
5 | ἀριθμούς, τέλεον ληρῶδές ἐστιν. ὅθεν οὐδὲ περὶ ψυχὴν εἶναι | |
Pyrr.3.190 | δύναται τὸ ἀγαθόν. εἰ δὲ μήτε τὸ αἱρεῖσθαι αὐτὸ ἀγαθόν ἐστι, μήτε ἐκτὸς ὑπόκειται τὸ δι’ αὑτὸ αἱρετόν, μήτε περὶ σῶμά ἐστι μήτε περὶ ψυχήν, ὡς ἐπελογισάμην, οὐδ’ ὅλως ἔστι τι φύσει ἀγαθόν. | |
5 | Διὰ δὲ τὰ προειρημένα οὐδὲ κακόν τι ἔστι φύσει. τὰ γὰρ ἑτέροις δοκοῦντα εἶναι κακά, ταῦτα ἕτεροι διώκου‐ σιν ὡς ἀγαθά, οἷον ἀσέλγειαν ἀδικίαν φιλαργυρίαν ἀκρα‐ σίαν, τὰ ἐοικότα. ὅθεν εἰ τὰ μὲν φύσει πάντας ὁμοίως πέφυκε κινεῖν, τὰ δὲ λεγόμενα εἶναι κακὰ οὐ πάντας ὁμοίως | |
10 | κινεῖ, οὐδέν ἐστι φύσει κακόν. | |
Pyrr.3.191 | Ὁμοίως δὲ οὐδ’ ἀδιάφορόν ἐστί τι φύσει διὰ τὴν περὶ τῶν ἀδιαφόρων διαφωνίαν. οἷον γοῦν οἱ μὲν Στωικοὶ τῶν ἀδιαφόρων φασὶ τὰ μὲν προηγμένα εἶναι, τὰ δὲ ἀποπροηγμένα, τὰ δὲ οὔτε | 185 |
5 | προηγμένα οὔτε ἀποπροηγμένα, προηγμένα μὲν τὰ ἱκανὴν ἀξίαν ἔχοντα ὡς ὑγίειαν πλοῦτον, ἀπο‐ προηγμένα δὲ τὰ μὴ ἱκανὴν ἔχοντα ἀξίαν ὡς πενίαν νόσον, μήτε δὲ προηγμένα μήτε ἀποπροηγμένα ὡς | |
Pyrr.3.192 | τὸ ἐκτεῖναι ἢ συγκάμψαι τὸν δάκτυλον. τινὲς δὲ οὐδὲν τῶν ἀδιαφόρων φύσει προηγμένον ἢ ἀπο‐ προηγμένον εἶναι λέγουσιν· ἕκαστον γὰρ τῶν ἀδια‐ φόρων παρὰ τὰς διαφόρους περιστάσεις ὁτὲ μὲν | |
5 | προηγμένον φαίνεσθαι, ὁτὲ δὲ ἀποπροηγμένον. εἰ γοῦν, φασίν, οἱ μὲν πλούσιοι ἐπιβουλεύοιντο ὑπὸ τυράννου οἱ δὲ πένητες εἰρηνεύοιντο, πᾶς ἂν ἕλοιτο εἶναι πένης μᾶλλον ἢ πλούσιος, ὡς ἀπο‐ | |
Pyrr.3.193 | προηγμένον γίνεσθαι τὸν πλοῦτον. ὥστε ἐπεὶ ἕκαστον τῶν λεγομένων ἀδιαφόρων οἱ μὲν ἀγαθὸν εἶναί φασιν, οἱ δὲ κακόν, ἅπαντες δ’ ἂν ὁμοίως ἀδιάφορον αὐτὸ ἐνόμιζον εἶναι, εἴγε ἀδιάφορον ἦν φύσει, οὐδέν ἐστι φύσει ἀδιάφορον. | |
5 | Οὕτως καὶ εἴ τις φύσει αἱρετὴν εἶναι λέγοι τὴν ἀν‐ δρείαν διὰ τὸ τοὺς λέοντας φυσικῶς τολμᾶν καὶ ἀνδρί‐ ζεσθαι δοκεῖν καὶ ταύρους, εἰ τύχοι, καὶ ἀνθρώπους τινὰς καὶ ἀλεκτρυόνας, λέγομεν, ὅτι ὅσον ἐπὶ τούτῳ καὶ ἡ δειλία τῶν φύσει αἱρετῶν ἐστιν, ἐπεὶ ἔλαφοι καὶ λαγῲ καὶ ἄλλα | |
10 | πλείονα ζῷα φυσικῶς ἐπ’ αὐτὴν ὁρμᾷ. καὶ οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων δειλοὶ θεωροῦνται· σπανίως μὲν γάρ τις ὑπὲρ πατρίδος ἑαυτὸν ἐπέδωκεν εἰς θάνατον βλακευσάμενος ἢ ἄλλως θερμόν τι τυφωθεὶς ἔδοξέ τις διαπράττεσθαι, ὁ | |
δὲ πλεῖστος ὅμιλος τῶν ἀνθρώπων πάντα τὰ τοιαῦτα ἐκ‐ | 186 | |
Pyrr.3.194 | κλίνει. ὅθεν καὶ οἱ Ἐπικούρειοι δεικνύναι νομίζουσι φύσει αἱρετὴν εἶναι τὴν ἡδονήν· τὰ γὰρ ζῷά φασιν ἅμα τῷ γενέσθαι, ἀδιάστροφα ὄντα, ὁρμᾶν μὲν ἐπὶ τὴν ἡδονήν, ἐκ‐ | |
Pyrr.3.195 | κλίνειν δὲ ἀλγηδόνας. καὶ πρὸς τούτους δὲ ἔστι λέγειν, ὅτι τὸ ποιητικὸν κακοῦ οὐκ ἂν εἴη φύσει ἀγαθόν· ἡ δέ γε ἡδονὴ κακῶν ἐστι ποιητική· πάσῃ γὰρ ἡδονῇ παραπέπηγεν ἀλγηδών, ἥ ἐστι κατ’ αὐτοὺς | |
5 | φύσει κακόν. οἷον γοῦν ἥδεται ὁ μέθυσος ἐμφορούμενος οἴνου καὶ ὁ γαστρίμαργος τροφῆς, καὶ ὁ λάγνος ἀφροδισίοις ἀμέτρως χρώμενος· ἀλλὰ ταῦτα καὶ πενίας καὶ νόσων ἐστὶ ποιητικά, ἅπερ ἀλγεινά ἐστι καὶ κακά, ὡς φασίν. οὐκ | |
Pyrr.3.196 | ἄρα φύσει ἀγαθόν ἐστιν ἡ ἡδονή. παραπλησίως δὲ καὶ τὸ ποιητικὸν ἀγαθοῦ οὔκ ἐστι φύσει κακόν, ἡδονὰς δὲ ἀποτελοῦσιν ἀλγηδόνες· καὶ γὰρ ἐπιστήμας ἀναλαμβάνο‐ μεν πονοῦντες, καὶ πλούτου καὶ ἐρωμένης οὕτως ἐγκρατὴς | |
5 | γίνεταί τις, καὶ ὑγίειαν περιποιοῦσιν αἱ ἀλγηδόνες. οὐκ ἄρα ὁ πόνος φύσει κακόν. καὶ γὰρ εἰ φύσει ἀγαθὸν μὲν ἦν ἡ ἡδονὴ, φαῦλον δὲ ὁ πόνος, πάντες ἂν ὁμοίως δι‐ έκειντο περὶ αὐτῶν, ὡς ἐλέγομεν· ὁρῶμεν δὲ πολλοὺς τῶν φιλοσόφων τὸν μὲν πόνον καὶ τὴν καρτερίαν αἱρουμένους, | |
Pyrr.3.197 | τῆς ἡδονῆς δὲ καταφρονοῦντας. ὁμοίως δ’ ἂν περιτρέ‐ ποιντο καὶ οἱ τὸν ἐνάρετον βίον φύσει ἀγαθὸν εἶναι λέ‐ γοντες, ἐκ τοῦ τινὰς τῶν σοφῶν τὸν μεθ’ ἡδονῆς αἱρεῖσθαι βίον, ὡς ἐκ τῆς παρ’ αὐτοῖς ἐκείνοις διαφωνίας τὸ φύσει | |
5 | τι τοῖον ἢ τοῖον εἶναι διατρέπεσθαι. | |
Pyrr.3.198 | Οὐκ ἄτοπον δ’ ἂν ἴσως εἴη πρὸς τούτοις καὶ εἰδικώ‐ τερον ἐπιστῆσαι διὰ βραχέων ταῖς ὑπολήψεσι ταῖς περὶ αἰσχρῶν καὶ οὐκ αἰσχρῶν, ἀθέσμων τε καὶ οὐ τοιούτων καὶ νόμων καὶ ἐθῶν καὶ τῆς εἰς θεοὺς εὐσεβείας καὶ τῆς περὶ | |
5 | τοὺς κατοιχομένους ὁσιότητος καὶ τῶν ἐοικότων· καὶ γὰρ | |
οὕτω περὶ τῶν πρακτέων ἢ μὴ πολλὴν εὑρήσομεν ἀνωμα‐ | 187 | |
Pyrr.3.199 | λίαν. οἷον γοῦν παρ’ ἡμῖν μὲν αἰσχρόν, μᾶλλον δὲ καὶ παράνομον νενόμισται τὸ τῆς ἀρρενομιξίας, παρὰ Γερμανοῖς δέ, ὡς φασίν, οὐκ αἰσχρόν, ἀλλ’ ὡς ἕν τι τῶν συνήθων. λέγεται δὲ καὶ παρὰ Θηβαίοις τὸ παλαιὸν οὐκ αἰσχρὸν τοῦτο | |
5 | εἶναι δόξαι, καὶ τὸν Μηριόνην τὸν Κρῆτα οὕτω κεκλῆσθαί φασι δι’ ἔμφασιν τοῦ Κρητῶν ἔθους, καὶ τὴν Ἀχιλλέως πρὸς Πάτροκλον διάπυρον φιλίαν εἰς τοῦτο ἀνάγουσί τινες. | |
Pyrr.3.200 | καὶ τί θαυμαστόν, ὅπου γε καὶ οἱ ἀπὸ τῆς κυνικῆς φιλο‐ σοφίας καὶ οἱ περὶ τὸν Κιτιέα Ζήνωνα καὶ Κλεάνθην καὶ Χρύσιππον ἀδιάφορον τοῦτο εἶναί φασιν; καὶ τὸ δημοσίᾳ γυναικὶ μίγνυσθαι, | |
5 | καίτοι παρ’ ἡμῖν αἰσχρὸν εἶναι δοκοῦν, παρά τισι τῶν Ἰν‐ δῶν οὐκ αἰσχρὸν εἶναι νομίζεται· μίγνυνται γοῦν ἀδια‐ φόρως δημοσίᾳ, καθάπερ καὶ περὶ τοῦ φιλοσόφου Κράτητος | |
Pyrr.3.201 | ἀκηκόαμεν. ἀλλὰ καὶ τὸ τὰς γυναῖκας ἑταιρεῖν παρ’ ἡμῖν μὲν αἰσχρόν ἐστι καὶ ἐπονείδιστον, παρὰ δὲ πολλοῖς τῶν Αἰγυπτίων εὐκλεές· φασὶ γοῦν, ὅτι αἱ πλείστοις συνιοῦσαι καὶ κόσμον ἔχουσι περισφύριον, σύνθημα τοῦ παρ’ αὐταῖς | |
5 | σεμνολογήματος. παρ’ ἐνίοις δὲ αὐτῶν αἱ κόραι πρὸ τῶν γάμων τὴν προῖκα ἐξ ἑταιρήσεως συνάγουσαι γαμοῦνται. καὶ τοὺς Στωικοὺς δὲ ὁρῶμεν οὐκ ἄτοπον εἶναι λέγοντας τὸ ἑταίρᾳ συνοικεῖν ἢ | |
Pyrr.3.202 | τὸ ἐξ ἑταίρας ἐργασίας διαζῆν. ἀλλὰ καὶ τὸ ἐστίχθαι παρ’ ἡμῖν μὲν αἰσχρὸν καὶ ἄτιμον εἶναι δοκεῖ, πολλοὶ δὲ | |
Pyrr.3.203 | Αἰγυπτίων καὶ Σαρματῶν στίζουσι τὰ γεννώμενα. τό τε ἐλλόβια ἔχειν τοὺς ἄρρενας παρ’ ἡμῖν μὲν αἰσχρόν ἐστι, παρ’ ἐνίοις δὲ τῶν βαρβάρων, ὥσπερ καὶ Σύροις, εὐγενείας ἐστὶ σύνθημα. τινὲς δὲ ἐπιτείνοντες τὸ σύνθημα τῆς | |
5 | εὐγενείας, καὶ τὰς ῥῖνας τῶν παίδων τιτρώσκοντες κρίκους ἀπ’ αὐτῶν ἀργυρέους ἢ χρυσοῦς ἀπαρτῶσιν, ὃ παρ’ ἡμῖν | |
Pyrr.3.204 | οὐκ ἂν ποιήσειέ τις, ὥσπερ οὐδὲ ἀνθοβαφῆ καὶ ποδήρη τις ἄρρην ἐνταῦθα 〈ἂν〉 ἀμφιέσαιτο ἐσθῆτα, καίτοι παρὰ | |
Πέρσαις εὐπρεπεστάτου τοῦ παρ’ ἡμῖν αἰσχροῦ τούτου δοκοῦντος εἶναι. καὶ παρὰ Διονυσίῳ δὲ τῷ τῆς Σικελίας | 188 | |
5 | τυράννῳ τοιαύτης ἐσθῆτος Πλάτωνι καὶ Ἀριστίππῳ τοῖς φιλοσόφοις προσενεχθείσης ὁ μὲν Πλάτων ἀπεπέμψατο, εἰπὼν οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν ἄρρην πεφυκώς, | |
10 | ὁ δὲ Ἀρίστιππος προσήκατο, φήσας καὶ γὰρ ἐν βακχεύμασιν οὖς’ ἥ γε σώφρων οὐ διαφθαρήσεται. οὕτω καὶ τῶν σοφῶν ᾧ μὲν οὐκ αἰσχρόν, ᾧ δὲ αἰσχρὸν | |
Pyrr.3.205 | ἐδόκει τοῦτο εἶναι. ἄθεσμον τέ ἐστι παρ’ ἡμῖν μητέρα ἢ ἀδελφὴν ἰδίαν γαμεῖν· Πέρσαι δέ, καὶ μάλιστα αὐτῶν οἱ σοφίαν ἀσκεῖν δοκοῦντες, οἱ Μάγοι, γαμοῦσι τὰς μητέρας, καὶ Αἰγύπτιοι τὰς ἀδελφὰς ἄγονται πρὸς γάμον, καὶ ὡς | |
5 | ὁ ποιητής φησιν, Ζεὺς Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε. ἀλλὰ καὶ ὁ Κιτιεὺς Ζήνων φησὶ μὴ ἄτοπον εἶναι τὸ μόριον τῆς μητρὸς τῷ ἑαυ‐ τοῦ μορίῳ τρῖψαι, καθάπερ οὐδὲ ἄλλο τι μέ‐ | |
10 | ρος τοῦ σώματος αὐτῆς τῇ χειρὶ τρῖψαι φαῦλον ἂν εἴποι τις εἶναι. καὶ ὁ Χρύσιππος δὲ ἐν τῇ πολιτείᾳ δογματίζει τόν τε πατέρα ἐκ τῆς θυγατρὸς παιδοποιεῖσθαι καὶ τὴν μητέρα ἐκ τοῦ παιδὸς καὶ τὸν ἀδελφὸν ἐκ τῆς ἀδελφῆς. | |
15 | Πλάτων δὲ καὶ καθολικώτερον | |
Pyrr.3.206 | κοινὰς εἶναι τὰς γυναῖκας δεῖν ἀπεφήνατο. τό τε αἰσχρουργεῖν ἐπάρατον ὂν παρ’ ἡμῖν ὁ Ζήνων οὐκ ἀποδοκιμάζει· καὶ ἄλλους δὲ ὡς | |
Pyrr.3.207 | ἀγαθῷ τινι τούτῳ χρῆσθαι τῷ κακῷ πυνθανόμεθα. ἀλλὰ καὶ τὸ ἀνθρωπείων γεύεσθαι σαρκῶν παρ’ ἡμῖν μὲν ἄθεσμον, παρ’ ὅλοις δὲ βαρβάροις ἔθνεσιν ἀδιάφορόν ἐστιν. καὶ τί δεῖ τοὺς βαρβάρους λέγειν, ὅπου καὶ ὁ | |
5 | Τυδεὺς τὸν ἐγκέφαλον τοῦ πολεμίου λέγεται φαγεῖν, καὶ οἱ ἀπὸ τῆς Στοᾶς οὐκ ἄτο‐ πον εἶναί φασι τὸ σάρκας τινὰ ἐσθίειν ἄλλων τε | 189 |
Pyrr.3.208 | ἀνθρώπων καὶ ἑαυτοῦ; τό τε ἀνθρωπείῳ μιαίνειν αἵματι βωμὸν θεοῦ παρ’ ἡμῖν μὲν τοῖς πολλοῖς ἄθεσμον, Λάκωνες δὲ ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθωσίας Ἀρτέμιδος μαστίζονται πικρῶς ὑπὲρ τοῦ πολλὴν αἵματος ἐπὶ τοῦ βωμοῦ τῆς θεοῦ | |
5 | γενέσθαι ῥύσιν. ἀλλὰ καὶ τῷ Κρόνῳ θύουσιν ἄνθρωπόν τινες, καθάπερ καὶ Σκύθαι τῇ Ἀρτέμιδι τοὺς ξένους· ἡμεῖς δὲ χραίνεσθαι τὰ ἱερὰ δοκοῦμεν ἀνθρώπου φόνῳ. | |
Pyrr.3.209 | τούς γε μὴν μοιχοὺς κολάζει παρ’ ἡμῖν νόμος, παρὰ δέ τισιν ἀδιάφορόν ἐστι ταῖς τῶν ἑτέρων γυναιξὶ μίγνυσθαι· καὶ φιλοσόφων δέ τινές φασιν ἀδιάφορον εἶναι τὸ | |
Pyrr.3.210 | ἀλλοτρίᾳ γυναικὶ μίγνυσθαι. τοὺς πατέρας τε ὑπὸ τῶν παίδων ἐπιμελείας ἀξιοῦσθαι κελεύει παρ’ ἡμῖν νόμος· οἱ Σκύθαι δὲ ὑπὲρ τὰ ἑξήκοντα ἔτη γενομένους αὐτοὺς ἀποσφάττουσιν. καὶ τί θαυμαστόν, εἴγε ὁ μὲν | |
5 | Κρόνος τῇ ἅρπῃ τὰ αἰδοῖα ἐξέτεμε τοῦ πατρός, ὁ δὲ Ζεὺς τὸν Κρόνον κατεταρτάρωσεν, ἡ δὲ Ἀθηνᾶ μετὰ Ἥρας καὶ Ποσειδῶνος τὸν πατέρα δεσμεύειν ἐπεχείρησεν; ἀλλὰ | |
Pyrr.3.211 | καὶ τοὺς ἑαυτοῦ παῖδας ὁ Κρόνος ἀναιρεῖν ἔκρινεν, καὶ ὁ Σόλων Ἀθηναίοις τὸν περὶ τῶν ἀκρίτων νόμον ἔθετο, καθ’ ὃν φονεύειν ἑκάστῳ τὸν ἑαυτοῦ παῖδα ἐπέτρεψεν· παρ’ ἡμῖν δὲ τὸ τοὺς παῖδας φονεύειν ἀπαγορεύουσιν οἱ | |
5 | νόμοι. οἵ τε Ῥωμαίων νομοθέται τοὺς παῖδας ὑποχειρίους καὶ δούλους τῶν πατέρων κελεύουσιν εἶναι, καὶ τῆς οὐσίας τῶν παίδων μὴ κυριεύειν τοὺς παῖδας ἀλλὰ τοὺς πατέρας, ἕως ἂν ἐλευθερίας οἱ παῖδες τύχωσι κατὰ τοὺς ἀργυρω‐ νήτους· παρ’ ἑτέροις δὲ ὡς τυραννικὸν τοῦτο ἐκβέβληται. | |
Pyrr.3.212 | νόμος τέ ἐστι τοὺς ἀνδροφόνους κολάζεσθαι· οἱ μονο‐ μάχαι δὲ φονεύοντες πολλάκις καὶ τιμῆς τυγχάνουσιν. ἀλλὰ καὶ τὸ τύπτειν ἐλευθέρους οἱ νόμοι κωλύουσιν· οἱ ἀθληταὶ δὲ τύπτοντες ἐλευθέρους ἄνδρας, πολλάκις 〈δὲ〉 καὶ | |
Pyrr.3.213 | ἀναιροῦντες, τιμῶν καὶ στεφάνων ἀξιοῦνται. νόμος τε παρ’ ἡμῖν κελεύει μιᾷ συνοικεῖν ἕκαστον, Θρᾳκῶν δὲ καὶ Γαιτούλων (Λιβύων δὲ ἔθνος τοῦτο) πολλαῖς ἕκαστος | 190 |
Pyrr.3.214 | συνοικεῖ. τό τε λῃστεύειν παρ’ ἡμῖν μὲν παράνομον καὶ ἄδικόν ἐστι, παρὰ δὲ πολλοῖς τῶν βαρβάρων οὐκ ἄτοπον. φασὶ δέ, ὅτι καὶ εὐκλεὲς τοῦτο οἱ Κίλικες ἐνόμιζον εἶναι, ὡς καὶ τοὺς ἐν λῃστείᾳ τελευτήσαντας τιμῆς ἀξίους εἶναι | |
5 | δοκεῖν. καὶ ὁ Νέστωρ δὲ παρὰ τῷ ποιητῇ, μετὰ τὸ φιλο‐ φρονήσασθαι τοὺς περὶ τὸν Τηλέμαχον, φησὶ πρὸς αὐτοὺς ἦ μαψιδίως ἀλάλησθε οἷά τε ληιστῆρες; καίτοι εἰ ἄτοπον ἦν τὸ λῃστεύειν, οὐκ ἂν οὕτως αὐτοὺς | |
10 | φιλοφρονησάμενος διὰ τὸ ὑποπτεύειν, μὴ ἄρα τοιοῦτοί τι‐ | |
Pyrr.3.215 | νες εἶεν. ἀλλὰ καὶ 〈τὸ〉 κλέπτειν παρ’ ἡμῖν μὲν ἄδικον καὶ παράνομόν ἐστιν· οἱ δὲ καὶ κλεπτίστατον εἶναι θεὸν λέγοντες τὸν Ἑρμῆν οὐκ ἄδικον τοῦτο νομίζεσθαι ποιοῦσιν (πῶς γὰρ ἂν θεὸς εἴη κακός;). φασὶ δέ τινες, ὅτι καὶ οἱ | |
5 | Λάκωνες τοὺς κλέψαντας ἐκόλαζον οὐ διὰ τὸ κεκλοφέναι, ἀλλὰ | |
Pyrr.3.216 | διὰ τὸ πεφωρᾶσθαι. ἀλλὰ καὶ ὁ δειλὸς καὶ ὁ ῥίψασπις ἀνὴρ κολάζεται παρὰ πολλοῖς νόμῳ διὸ καὶ ἡ τὴν ἀσπί‐ δα τῷ παιδὶ ἐπὶ πόλεμον ἐξιόντι διδοῦσα Λάκαινα ‘σὺ‘ ἔφη, ‘τέκνον, ἢ ταύταν ἢ ἐπὶ ταύταν‘. Ἀρχίλοχος δέ, | |
5 | ὥσπερ σεμνυνόμενος ἡμῖν ἐπὶ τῷ τὴν ἀσπίδα ῥίψας φυ‐ γεῖν, ἐν τοῖς ποιήμασι περὶ ἑαυτοῦ φησὶν ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων, αὐτὸς δ’ ἐξέφυγον θανάτου τέλος. | |
Pyrr.3.217 | αἱ δὲ Ἀμαζόνες καὶ ἐχώλευον τὰ ἄρρενα τῶν ὑπ’ αὐ‐ τῶν γεννωμένων ὑπὲρ τοῦ μηδὲν ἀνδρεῖον αὐτὰ ποιῆσαι | |
δύνασθαι, περὶ πόλεμον δὲ ἔσχον αὐταί, τοῦ ἐναντίου παρ’ ἡμῖν καλῶς ἔχειν νενομισμένου. καὶ ἡ μήτηρ δὲ τῶν | 191 | |
5 | θεῶν προσίεται τοὺς θηλυδρίας, οὐκ ἂν οὕτω κρίνασα ἡ | |
Pyrr.3.218 | θεός, εἴγε φύσει φαῦλον ἦν τὸ μὴ ἀνδρεῖον εἶναι. οὕτω καὶ τὰ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ τοῦ κατὰ τὴν ἀνδρείαν καλοῦ πολλὴν ἀνωμαλίαν ἔχει. Καὶ τὰ περὶ εὐσεβείας δὲ καὶ θεῶν 〈θεραπείασ〉 πεπλή‐ | |
5 | ρωται πολλῆς διαφωνίας. θεοὺς γὰρ οἱ μὲν πολλοί φασιν εἶναι, τινὲς δὲ οὐκ εἶναι, ὥσπερ οἱ περὶ Διαγόραν τὸν Μή‐ λιον καὶ Θεόδωρον καὶ Κριτίαν τὸν Ἀθηναῖον. καὶ τῶν εἶναι θεοὺς ἀποφηναμένων οἱ μὲν τοὺς πατρίους νομί‐ ζουσι θεούς, οἱ δὲ τοὺς ἐν ταῖς δογματικαῖς αἱρέσεσιν ἀνα‐ | |
10 | πλασσομένους, ὡς Ἀριστοτέλης μὲν ἀσώ‐ ματον εἶπεν εἶναι τὸν θεὸν καὶ πέρας τοῦ οὐρανοῦ, Στωικοὶ δὲ πνεῦμα διῆκον καὶ διὰ τῶν εἰδεχθῶν, Ἐπίκουρος δὲ ἀνθρωπόμορφον, Ξενοφάνης | |
Pyrr.3.219 | δὲ σφαῖραν ἀπαθῆ. καὶ οἱ μὲν προνοεῖν τῶν καθ’ ἡμᾶς, οἱ δὲ μὴ προνοεῖν· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ὁ Ἐπίκουρός φησι μήτε αὐτὸ πράγματα ἔχειν μήτε ἑτέροις παρέχειν. ὅθεν καὶ τῶν κατὰ τὸν | |
5 | βίον οἱ μὲν ἕνα φασὶν εἶναι θεόν, οἱ δὲ πολλοὺς καὶ διαφό‐ ρους ταῖς μορφαῖς, ὡς καὶ εἰς τὰς τῶν Αἰγυπτίων ὑπολήψεις ἐμπίπτειν, κυνοπροσώπους καὶ ἱερακομόρφους καὶ βόας καὶ | |
Pyrr.3.220 | κροκοδείλους καὶ τί γὰρ οὐχὶ νομιζόντων τοὺς θεούς. ὅθεν καὶ τὰ περὶ θυσιῶν καὶ τῆς περὶ τοὺς θεοὺς θρῃσκείας ὅλως πολλὴν ἀνωμαλίαν ἔχει· ἃ γὰρ ἔν τισιν ἱεροῖς 〈νομίζεται〉 ὅσια, ταῦτα ἐν ἑτέροις ἀνόσια. καίτοι εἰ φύσει τὸ ὅσιον | |
5 | καὶ τὸ ἀνόσιον ἦν, οὐκ ἂν τοῦτο ἐνομίσθη. οἷον γοῦν Σαράπιδι χοῖρον οὐκ ἂν θύσειέ τις, Ἡρακλεῖ δὲ καὶ Ἀσκληπιῷ θύουσιν. πρόβατον Ἴσιδι θύειν ἄθεσμον, τῇ μητρὶ μέντοι λεγομένῃ τῶν θεῶν καὶ θεοῖς ἄλλοις καλλιερεῖ‐ | |
Pyrr.3.221 | ται. 〈...〉 τῷ Κρόνῳ θύουσιν ἄνθρωπον, ὃ τοῖς πλείστοις ἀσεβὲς εἶναι νομίζεται. αἴλουρον ἐν Ἀλεξανδρείᾳ τῷ Ὥρῳ θύουσι, καὶ Θέτιδι σίλφην· ὃ παρ’ ἡμῖν οὐκ ἂν ποιήσειέ τις. ἵππον τῷ Ποσειδῶνι καλλιεροῦσιν· Ἀπόλλωνι δέ, | 192 |
5 | ἐξαιρέτως τῷ Διδυμαίῳ, τὸ ζῷον ἀπεχθές. αἶγας Ἀρτέ‐ | |
Pyrr.3.222 | μιδι θύειν εὐσεβές, ἀλλ’ οὐκ Ἀσκληπιῷ. καὶ ἄλλα δὲ τούτοις ὅμοια παμπληθῆ λέγειν ἔχων ἐῶ, τῆς συντομίας στοχαζόμενος. εἰ μέντοι τι ἦν ὅσιον φύσει θῦμα καὶ ἀνό‐ σιον, παρὰ πᾶσιν ἂν ὁμοίως ἐνομίζετο. | |
5 | Παραπλήσια δὲ τούτοις ἔστιν εὑρεῖν καὶ τὰ ἐν τῇ κατὰ τὴν δίαιταν τῶν ἀνθρώπων θρῃσκείᾳ περὶ τοὺς θεούς. | |
Pyrr.3.223 | Ἰουδαῖος μὲν γὰρ ἢ ἱερεὺς Αἰγύπτιος θᾶττον ἂν ἀποθά‐ νοι ἢ χοίρειον φάγοι, Λίβυς δὲ προβατείου γεύσασθαι κρέως τῶν ἀθεσμοτάτων εἶναι δοκεῖ, Σύρων δέ τινες περι‐ στερᾶς, ἄλλοι δὲ ἱερείων. ἰχθῦς τε ἐν τισὶ μὲν ἱεροῖς | |
5 | θέμις ἐσθίειν, ἐν ἄλλοις δὲ ἀσεβές. Αἰγυπτίων τε τῶν σοφῶν εἶναι νενομισμένων οἱ μὲν κεφαλὴν ζῴου φαγεῖν ἀνίερον εἶναι νομίζουσιν, οἱ δὲ ὠμοπλάτην, οἱ δὲ πόδα, | |
Pyrr.3.224 | οἱ δὲ ἄλλο τι. κρόμμυον δὲ οὐκ ἄν τις προσενέγκαιτο τῶν καθιερουμένων τῷ κατὰ Πηλούσιον Κασίῳ Διί, ὥσπερ οὐδὲ ἱερεὺς τῆς κατὰ Λιβύην Ἀφροδίτης σκόρδου γεύσαιτο ἄν. ἀπέχονται δὲ ἐν 〈οἷσ〉 μὲν ἱεροῖς μίνθης, ἐν οἷς δὲ | |
5 | ἡδυόσμου, ἐν οἷς δὲ σελίνου. ἔνιοι δὲ θᾶττον ἂν τὰς κεφαλὰς φαγεῖν φασι τῶν πατέρων ἢ κυάμους. ἀλλὰ | |
Pyrr.3.225 | παρ’ ἑτέροις ταῦτα ἀδιάφορα. κυνείων τε γεύσασθαι δο‐ κοῦμεν ἡμεῖς ἀνίερον εἶναι, Θρᾳκῶν δὲ ἔνιοι κυνοφαγεῖν ἱστοροῦνται. ἴσως δὲ καὶ παρ’ Ἕλλησι τοῦτο ἦν σύνηθες· διόπερ καὶ Διοκλῆς ἀπὸ τῶν κατὰ τοὺς Ἀσκληπιάδας ὁρ‐ | |
5 | μώμενος τισὶ τῶν πασχόντων σκυλάκεια δίδοσθαι κελεύει κρέα. τινὲς δὲ καὶ ἀνθρώπων σάρκας, ὡς ἔφην, | |
ἀδιαφόρως ἐσθίουσιν, ὅπερ ἀνίερον παρ’ ἡμῖν εἶναι νενόμι‐ | 193 | |
Pyrr.3.226 | σται. καίτοι εἴγε ἦν φύσει τὰ τῆς θρῃσκείας καὶ τῶν ἀθέσμων, παρὰ πᾶσιν ἂν ὁμοίως ἐνομίζετο. Παραπλήσια δὲ ἔστι λέγειν καὶ περὶ τῆς εἰς τοὺς κα‐ τοιχομένους ὁσιότητος. οἱ μὲν γὰρ ὁλοκλήρως περιστεί‐ | |
5 | λαντες τοὺς ἀποθανόντας γῇ καλύπτουσιν, ἀσεβὲς εἶναι νομίζοντες ἡλίῳ δεικνύειν αὐτούς· Αἰγύπτιοι δὲ τὰ ἔντερα ἐξελόντες ταριχεύουσιν αὐτοὺς καὶ σὺν ἑαυτοῖς ὑπὲρ γῆς | |
Pyrr.3.227 | ἔχουσιν. Αἰθιόπων δὲ οἱ ἰχθυοφάγοι εἰς τὰς λίμνας ἐμ‐ βάλλουσιν αὐτούς, ὑπὸ τῶν ἰχθύων βρωθησομένους· Ὑρκανοὶ δὲ κυσὶν αὐτοὺς ἐκτίθενται βοράν, Ἰνδῶν δὲ ἔνιοι γυψίν. Τρωγλοδύτας δέ φασιν ἐπί τινα γεώλοφον | |
5 | ἄγειν τὸν ἀποθανόντα, εἶτα δεσμεύσαντας αὐτοῦ τὴν κε‐ φαλὴν πρὸς τοὺς πόδας λίθοις βάλλειν μετὰ γέλωτος, εἶθ’ ὅταν χώσωσιν αὐτὸν τοῖς βαλλομένοις ἀπαλλάσσεσθαι. | |
Pyrr.3.228 | τινὲς δὲ βάρβαροι τοὺς μὲν ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας θύσαντες ἐσθίουσιν, τοὺς δὲ ἐν νεότητι ἀποθανόντας γῇ κρύπτουσιν. ἔνιοι δὲ καίουσι τοὺς τετελευτηκότας· ὧν οἱ μὲν ἀναλαβόντες αὐτῶν τὰ ὀστέα κηδεύουσιν, οἱ δὲ | |
5 | ἀφροντίστως καταλείπουσιν ἐρριμμένα. Πέρσας δέ φασιν ἀνασκολοπίζειν τοὺς ἀποθανόντας καὶ νίτρῳ ταριχεύειν, εἶθ’ οὕτω τελαμῶσι συνειλεῖν. ἄλλοι δὲ ὅσον πένθος ἐπὶ | |
Pyrr.3.229 | τοῖς τελευτήσασιν ὑπομένουσιν ὁρῶμεν. καὶ τὸν θάνατον δὲ αὐτὸν οἱ μὲν δεινὸν καὶ φευκτὸν εἶναι νομίζουσιν, οἱ δὲ οὐ τοιοῦτον. ὁ γοῦν Εὐριπίδης φησὶν τίς δ’ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, | |
5 | τὸ κατθανεῖν δὲ ζῆν κάτω νομίζεται; καὶ ὁ Ἐπίκουρος δέ φησιν ‘ὁ θά‐ νατος οὐδὲν πρὸς ἡμᾶς· τὸ γὰρ διαλυθὲν ἀναι‐ σθητεῖ, τὸ δὲ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.‘ φασὶ δὲ καὶ ὡς εἴπερ συνεστήκαμεν ἐκ ψυχῆς καὶ σώμα‐ | |
10 | τος, ὁ δὲ θάνατος διάλυσίς ἐστι ψυχῆς καὶ σώμα‐ τος, ὅτε μὲν ἡμεῖς ἐσμέν, οὐκ ἔστιν ὁ θάνατος (οὐ γὰρ διαλυόμεθα), ὅτε δὲ ὁ θάνατος ἔστιν, οὐκ | |
ἐσμὲν ἡμεῖς· τῷ γὰρ μηκέτι τὴν σύστασιν εἶναι τῆς | 194 | |
Pyrr.3.230 | ψυχῆς καὶ τοῦ σώματος οὐδὲ ἡμεῖς ἐσμεν. ὁ δὲ Ἡράκλειτός φησιν, ὅτι καὶ τὸ ζῆν καὶ τὸ ἀποθανεῖν καὶ ἐν τῷ ζῆν ἡμᾶς ἐστι καὶ ἐν τῷ τεθνάναι· ὅτε μὲν γὰρ ἡμεῖς ζῶμεν, τὰς ψυχὰς | |
5 | ἡμῶν τεθνάναι καὶ ἐν ἡμῖν τεθάφθαι, ὅτε δὲ ἡμεῖς ἀποθνῄσκομεν, τὰς ψυχὰς ἀναβιοῦν καὶ ζῆν. ἔνιοι δὲ καὶ βέλτιον εἶναι τὸ ἀποθανεῖν τοῦ ζῆν ἡμᾶς ὑπολαμ‐ βάνουσιν. ὁ γοῦν Εὐριπίδης φησὶν ἐχρῆν γὰρ ἡμᾶς σύλλογον ποιουμένους | |
10 | τὸν φύντα θρηνεῖν, εἰς ὅς’ ἔρχεται κακά, τὸν δ’ αὖ θανόντα καὶ κακῶν πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων. | |
Pyrr.3.231 | ἀπὸ δὲ τῆς αὐτῆς ὑπολήψεως καὶ ταῦτα εἴρηται· ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον, μηδ’ ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου, φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι | |
5 | καὶ κεῖσθαι πολλὴν γαῖαν ἐφεσσάμενον. καὶ τὰ περὶ Κλέοβιν δὲ καὶ Βίτωνα ἴσμεν, ἅ φησιν ὁ Ἡρό‐ δοτος ἐν τῷ περὶ τῆς Ἀργείας ἱερείας λόγῳ. | |
Pyrr.3.232 | ἱστοροῦνται δὲ καὶ Θρᾳκῶν ἔνιοι περικαθεσθέντες τὸν γεννηθέντα θρηνεῖν. οὐδὲ ὁ θάνατος οὖν τῶν φύσει δεινῶν εἶναι νομίζοιτο ἄν, ὥσπερ οὐδὲ τὸ ζῆν τῶν φύσει καλῶν. οὐδὲ τῶν προειρημένων τι ἐστὶ φύσει τοῖον ἢ τοῖον, νο‐ | |
5 | μιστὰ δὲ πάντα καὶ πρός τι. | |
Pyrr.3.233 | Τὸν αὐτὸν δὲ τρόπον τῆς ἐπιχειρήσεως μεταφέρειν ἔστι καὶ ἐφ’ ἕκαστον τῶν ἄλλων, ἃ μὴ ἐξεθέμεθα νῦν διὰ τὴν συντομίαν τοῦ λόγου. εἰ δὲ καὶ περί τινων μὴ ἔχο‐ μεν εἰπεῖν αὐτόθεν ἀνωμαλίαν, λεκτέον, ὅτι ἔν τισιν | |
5 | ἔθνεσιν ἀγνοουμένοις ἡμῖν ἐνδέχεται καὶ περὶ τούτων εἶναι | |
Pyrr.3.234 | διαφωνίαν. ὡς οὖν εἰ μὴ ἐγιγνώσκομεν, εἰ τύχοι, τὸ περὶ τοῦ τὰς ἀδελφὰς γαμεῖν τῶν Αἰγυπτίων ἔθος, οὐκ ἂν ὀρθῶς διεβεβαιούμεθα ὁμολογούμενον παρὰ πᾶσιν εἶναι τὸ μὴ δεῖν ἀδελφὰς γαμεῖν, οὕτως οὐδὲ περὶ τῶν πραγμά‐ | |
5 | των ἐκείνων, ἐν οἷς οὐχ ὑποπίπτουσιν ἡμῖν ἀνωμαλίαι, δια‐ βεβαιοῦσθαι προσήκει μὴ εἶναι διαφωνίαν ἐν αὐτοῖς, ἐνδε‐ χομένου, καθάπερ ἔφην, τοῦ παρά τισιν ἔθνεσι τῶν ἡμῖν μὴ γινωσκομένων τὴν περὶ αὐτῶν εἶναι διαφωνίαν. | 195 |
Pyrr.3.235 | Ὁ τοίνυν σκεπτικὸς τὴν τοσαύτην ἀνωμαλίαν τῶν πραγμάτων ὁρῶν ἐπέχει μὲν περὶ τοῦ φύσει τι ἀγαθὸν ἢ κακὸν ἢ ὅλως πρακτέον εἶναι, κἀν τούτῳ τῆς δογματικῆς ἀφιστάμενος προπετείας, ἕπεται δὲ ἀδοξάστως τῇ βιω‐ | |
5 | τικῇ τηρήσει, καὶ διὰ τοῦτο ἐν μὲν τοῖς δοξαστοῖς ἀπα‐ θὴς μένει, ἐν δὲ τοῖς κατηναγκασμένοις μετριοπαθεῖ· | |
Pyrr.3.236 | ὡς μὲν γὰρ ἄνθρωπος αἰσθητικὸς πάσχει, μὴ προσ‐ δοξάζων δέ, ὅτι τοῦτο ὃ πάσχει κακόν ἐστι φύσει, με‐ τριοπαθεῖ. τὸ γὰρ προσδοξάζειν τι τοιοῦτο χεῖρόν ἐστι καὶ αὐτοῦ τοῦ πάσχειν, ὡς ἐνίοτε τοὺς μὲν τεμνομένους | |
5 | ἢ ἄλλο τι τοιοῦτο πάσχοντας φέρειν, τοὺς δὲ παρεστῶτας διὰ τὴν περὶ τοῦ γινομένου δόξαν ὡς φαύλου λειποψυχεῖν. | |
Pyrr.3.237 | ὁ μέντοι γε ὑποθέμενος τὸ φύσει τι ἀγαθὸν ἢ κακὸν ἢ ὅλως πρακτέον ἢ μὴ πρακτέον εἶναι ταράσσεται ποικίλως. καὶ γὰρ παρόντων αὐτῷ τούτων ἃ νομίζει φύσει κακὰ εἶναι ποινηλατεῖσθαι δοκεῖ, καὶ τῶν φαινομένων ἀγαθῶν | |
5 | αὐτῷ γινόμενος ἐγκρατὴς ὑπό τε τοῦ τύφου καὶ τοῦ περὶ τὴν ἀποβολὴν αὐτῶν φόβου, [καὶ] εὐλαβούμενος μὴ πάλιν ἐν τοῖς φύσει κακοῖς νομιζομένοις παρ’ αὐτῷ γένηται, | |
Pyrr.3.238 | ταραχαῖς οὐχὶ ταῖς τυχούσαις περιπίπτει· τοὺς γὰρ ἀνα‐ πόβλητα εἶναι τὰ ἀγαθὰ λέγοντας ἐφέξομεν ἐκ τῆς ἀπο‐ ρίας τῆς κατὰ τὴν διαφωνίαν. ὅθεν ἐπιλογιζόμεθα, ὅτι εἰ τὸ κακοῦ ποιητικὸν κακόν ἐστι καὶ φευκτόν, ἡ δὲ πεποίθη‐ | |
5 | σις τοῦ τάδε μὲν εἶναι φύσει ἀγαθά, τάδε δὲ κακὰ ταρα‐ χὰς ποιεῖ, κακόν ἐστι καὶ φευκτὸν τὸ ὑποτίθεσθαι καὶ πεποιθέναι φαῦλόν τι ἢ ἀγαθὸν ὡς πρὸς τὴν φύσιν εἶναι. Ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκεῖ λελέχθαι περὶ | |
ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων· | 196 | |
Pyrr.3.239(t1) | κεʹ εἰ ἔστι τέχνη περὶ βίον. | |
1 | Δῆλον δὲ ἐκ τῶν προειρημένων, ὅτι οὐδὲ τέχνη τις ἂν εἴη περὶ τὸν βίον. εἰ γὰρ ἔστι τοιαύτη τέχνη, περὶ τὴν θεωρίαν τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν καὶ τῶν ἀδιαφόρων ἔχει· διὸ τούτων ἀνυπάρκτων ὄντων ἀνύπαρκτός ἐστι καὶ ἡ | |
5 | περὶ τὸν βίον τέχνη. καὶ ἄλλως, ἐπεὶ μὴ ὁμοφώνως μίαν ἀπολείπουσι πάντες οἱ δογματικοὶ τέχνην περὶ βίον, ἀλλ’ ἄλλοι ἄλλην ὑποτίθενται, ὑποπίπτουσι τῇ διαφωνίᾳ καὶ τῷ ἀπὸ τῆς διαφωνίας λόγῳ, ὃν ἠρώτησα ἐν τοῖς περὶ | |
Pyrr.3.240 | τἀγαθοῦ λελεγμένοις ἡμῖν. εἰ μέντοι καὶ μίαν εἶναι πάντες λέγοιεν καθ’ ὑπόθεσιν τὴν περὶ τὸν βίον τέχνην, οἷον τὴν ἀοίδιμον φρόνησιν, ἥτις ὀνειρο‐ πολεῖται μὲν παρὰ Στωικοῖς, μᾶλλον δὲ πληκτικωτέρα | |
5 | τῶν ἄλλων εἶναι δοκεῖ, καὶ οὕτως οὐδὲν ἧττον ἀτοπίαι παρακολουθήσουσιν. ἐπεὶ γὰρ φρόνησίς ἐστιν ἀρετή, τὴν δὲ ἀρετὴν μόνος εἶχεν ὁ σοφός, οἱ Στωικοὶ μὴ ὄντες σοφοὶ οὐχ | |
Pyrr.3.241 | ἕξουσι τὴν περὶ τὸν βίον τέχνην. ὅλως τε, ἐπεὶ μὴ δύναται κατ’ αὐτοὺς ὑποστῆναι τέχνη, οὐδὲ περὶ τὸν βίον ἔσται τέχνη τις ὅσον ἐφ’ οἷς λέγουσιν. οἷον γοῦν τέχνην εἶναί φασι σύστημα ἐκ καταλήψεων, | |
5 | κατάληψιν δὲ καταληπτικῇ φαντασίᾳ συγκατάθε‐ σιν. ἀνεύρετος δέ ἐστιν ἡ καταληπτικὴ φαντασία· οὔτε γὰρ πᾶσα φαντασία καταληπτική ἐστιν, οὔτε ποία τίς ἐστιν ἀπὸ τῶν φαντασιῶν ἡ καταληπτικὴ φαντασία ἐπιγνωσθῆ‐ ναι δύναται, ἐπεὶ μήτε πάσῃ φαντασίᾳ δυνάμεθα κρίνειν | |
10 | ἁπλῶς, τίς μέν ἐστι καταληπτική, τίς δὲ οὐ τοιαύτη, χρῄ‐ ζοντές τε καταληπτικῆς φαντασίας εἰς τὴν ἐπίγνωσιν τοῦ ποία τίς ἐστιν ἡ καταληπτικὴ φαντασία εἰς ἄπειρον ἐκβαλ‐ λόμεθα, εἰς ἐπίγνωσιν τῆς λαμβανομένης ὡς καταληπτικῆς | |
Pyrr.3.242 | φαντασίας καταληπτικὴν φαντασίαν ἄλλην αἰτούμενοι. ταῦτά τοι καὶ οἱ Στωικοὶ ἐν τῇ τῆς κατα‐ ληπτικῆς φαντασίας ἐννοίας ἀποδόσει οὐχ ὑγιῶς φέρονται· καταληπτικὴν μὲν γὰρ φαντασίαν λέγοντες τὴν ἀπὸ | 197 |
5 | ὑπάρχοντος γινομένην, ὑπάρχον δὲ εἶναι λέγοντες ὃ οἷόν τε κινεῖν καταληπτικὴν φαντασίαν, εἰς τὸν διάλληλον ἐμπίπτουσι τῆς ἀπορίας τρόπον. εἰ τοίνυν, ἵνα μὲν περὶ τὸν βίον ᾖ τις τέχνη, δεῖ πρότερον εἶναι τέχνην, ἵνα δὲ ὑποστῇ τέχνη, κατάληψιν προϋφεστάναι, ἵνα δὲ | |
10 | ὑποστῇ κατάληψις, καταληπτικῇ φαντασίᾳ συγκατάθεσιν κατειλῆφθαι, ἀνεύρετος δέ ἐστιν ἡ καταληπτικὴ φαντασία, ἀνεύρετός ἐστιν ἡ περὶ τὸν βίον τέχνη. | |
Pyrr.3.243 | Ἔτι κἀκεῖνο λέγεται. πᾶσα τέχνη ἐκ τῶν ἰδίως ὑπ’ αὐ‐ τῆς ἀποδιδομένων ἔργων καταλαμβάνεσθαι δοκεῖ, οὐδὲν δέ ἐστιν ἴδιον ἔργον τῆς περὶ τὸν βίον τέχνης· ὃ γὰρ ἂν ἔργον εἶναι ταύτης λέγῃ τις, τοῦτο κοινὸν εὑρίσκεται καὶ | |
5 | τῶν ἰδιωτῶν, οἷον τὸ τιμᾶν γονεῖς, τὸ παραθήκας ἀποδι‐ δόναι, τὰ ἄλλα πάντα. οὐκ ἄρα ἔστι τις περὶ τὸν βίον τέχνη. οὔτε γὰρ ἐκ τοῦ ἀπὸ φρονίμης διαθέσεως φαίνε‐ σθαι γινόμενόν τι ὑπὸ τοῦ φρονίμου ἢ ποιούμε‐ νον (ὡς φασί τινες) ἐπιγνωσόμεθα, ὅτι τῆς φρονήσεως | |
Pyrr.3.244 | ἔργον ἐστίν. αὐτὴ γὰρ ἡ φρονίμη διάθεσις ἀκατάληπτός ἐστι, μήτε ἐξ αὑτῆς ἁπλῶς καὶ αὐτόθεν φαινομένη μήτε ἐκ τῶν ἔργων αὐτῆς· κοινὰ γάρ ἐστι ταῦτα καὶ τῶν ἰδιωτῶν. τό τε λέγειν, ὅτι τῷ διομαλισμῷ τῶν πράξεων κατα‐ | |
5 | λαμβάνομεν τὸν ἔχοντα τὴν περὶ τὸν βίον τέχνην, ὑπερφθεγγομένων ἐστὶ τὴν ἀνθρώπων φύσιν καὶ εὐχομένων μᾶλλον ἢ τἀληθῆ λεγόντων· τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων | |
οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε. | 198 | |
Pyrr.3.245 | Λείπεται λέγειν, ὅτι ἐξ ἐκείνων 〈τῶν〉 ἔργων καταλαμβά‐ νεται ἡ περὶ τὸν βίον τέχνη, ἅπερ ἀναγράφουσιν ἐν ταῖς βίβλοις· ὧν πολλῶν καὶ παραπλησίων ἀλλήλοις ὄντων ὀλίγα ἐκθήσομαι παραδείγματος χάριν. οἷον γοῦν ὁ αἱρεσιάρχης | |
5 | αὐτῶν Ζήνων ἐν ταῖς διατριβαῖς φησι περὶ παίδων ἀγωγῆς ἄλλα τε ὅμοια καὶ τάδε ‘δια‐ μηρίζειν μηδὲν μᾶλλον μηδὲ ἧσσον παιδικὰ ἢ μὴ παιδικά, μηδὲ θήλεα ἢ ἄρρενα· οὐ γὰρ διαφέρει ἐν παιδικοῖς ἢ μὴ παιδικοῖς, οὐδὲ θηλείαις ἢ ἄρρε‐ | |
10 | σιν, ἀλλὰ ταὐτὰ πρέπει τε καὶ πρέποντά ἐστιν‘. | |
Pyrr.3.246 | περὶ δὲ τῆς εἰς τοὺς γονεῖς ὁσιότητος ὁ αὐτὸς ἀνήρ φησιν εἰς τὰ περὶ τὴν Ἰοκάστην καὶ τὸν Οἰδίποδα, ὅτι οὐκ ἦν δεινὸν τρίβειν τὴν μητέρα. ‘καὶ εἰ μὲν ἀσθενοῦσαν ἕτερόν τι μέρος τοῦ σώματος τρίψας | |
5 | ταῖς χερσὶν ὠφέλει, οὐδὲν αἰσχρόν· εἰ δὲ ἕτερα μέρη τρίψας εὔφραινεν, ὀδυνωμένην παύσας, καὶ παῖδας ἐκ τῆς μητρὸς γενναίους ἐποίησεν, αἰσχρόν;‘ τούτοις δὲ ὁμογνωμονεῖ καὶ ὁ Χρύσιππος· ἐν γοῦν τῇ πολιτείᾳ φησὶ ‘δοκεῖ δέ μοι καὶ ταῦτα οὕτω | |
10 | διεξάγειν, καθάπερ καὶ νῦν οὐ κακῶς παρὰ πολλοῖς εἴθισται, ὥστε καὶ τὴν μητέρα ἐκ τοῦ υἱοῦ τεκνο‐ ποιεῖσθαι καὶ τὸν πατέρα ἐκ τῆς θυγατρὸς καὶ τὸν | |
Pyrr.3.247 | ὁμομήτριον ἐκ τῆς ὁμομητρίασ‘. καὶ 〈συνεχῶς καὶ τὸ〉 ἀνθρωποφαγεῖν ἐν τοῖς αὐτοῖς συντάγμασιν ἡμῖν ἐπεισάγει· φησὶ γοῦν ‘καὶ ἐὰν τῶν ζών‐ των ἀποκοπῇ τι μέρος πρὸς τροφὴν χρήσιμον, μήτε | |
5 | κατορύττειν αὐτὸ μήτε ἄλλως ῥίπτειν, ἀναλίσκειν δὲ αὐτό, ὅπως ἐκ τῶν ἡμετέρων ἕτερον μέρος | |
Pyrr.3.248 | γένηται‘. ἐν δὲ τοῖς περὶ τοῦ καθήκοντος περὶ τῆς τῶν γονέων ταφῆς ῥητῶς φησιν ‘ἀπογενομένων δὲ τῶν γονέων ταφαῖς χρηστέον ταῖς ἁπλουστά‐ ταις, ὡς ἂν τοῦ σώματος, καθάπερ ὀνύχων ἢ | 199 |
5 | ὀδόντων ἢ τριχῶν, οὐδὲν ὄντος πρὸς ἡμᾶς, καὶ οὐδὲ ἐπιστροφῆς ἢ πολυωρίας προσδεομένων ἡμῶν τοιαύτης τινός. διὸ καὶ χρησίμων μὲν ὄντων τῶν κρεῶν τροφῇ χρήσονται αὐτοῖς, καθάπερ καὶ τῶν ἰδίων μερῶν, οἷον ποδὸς ἀποκοπέντος, ἐπέβαλλε | |
10 | χρῆσθαι αὐτῷ καὶ τοῖς παραπλησίοις· ἀχρείων δὲ ὄντων ἢ κατορύξαντες ἐάσουσιν, ἢ κατακαύ‐ σαντες τὴν τέφραν ἀφήσουσιν, ἢ μακρότερον ῥί‐ ψαντες οὐδεμίαν αὐτῶν ἐπιστροφὴν ποιήσονται | |
Pyrr.3.249 | καθάπερ ὄνυχος ἢ τριχῶν.‘ τοιαῦτα μὲν πλεῖστα ὅσα λέγουσιν οἱ φιλόσοφοι· ἅπερ οὐκ ἂν τολμήσειαν διαπράττε‐ σθαι, εἴγε μὴ παρὰ Κύκλωψιν ἢ Λαιστρυγόσι πολιτεύοιντο. εἰ δὲ τούτων μὲν ἀνενέργητοι παντάπασίν εἰσιν, ἃ δὲ πράτ‐ | |
5 | τουσι, κοινὰ καὶ τῶν ἰδιωτῶν ἐστιν, οὐδὲν ἴδιον ἔργον ἐστὶ τῶν ἔχειν ὑποπτευομένων τὴν περὶ τὸν βίον τέχνην. εἰ οὖν αἱ μὲν τέχναι πάντως ὀφείλουσιν ἐκ τῶν ἰδίων ἔργων κα‐ ταλαμβάνεσθαι, οὐδὲν δὲ ἴδιον ἔργον ὁρᾶται τῆς περὶ τὸν βίον λεγομένης τέχνης, οὐ καταλαμβάνεται αὕτη. διόπερ | |
10 | οὐδὲ διαβεβαιοῦσθαι περὶ αὐτῆς δύναταί τις, ὅτι ἐστὶν ὑπαρκτή. | |
Pyrr.3.250(t1) | κϛʹ εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον | |
t2 | τέχνη. | |
1 | Καὶ μὴν εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον τέχνη, ἤτοι φύσει ἐγγίνεται αὐτοῖς ἢ διὰ μαθήσεως καὶ διδασκαλίας. ἀλλ’ εἰ μὲν φύσει, ἤτοι καθό εἰσιν ἄνθρω‐ ποι ἐγγίνοιτο ἂν αὐτοῖς ἡ περὶ τὸν βίον τέχνη, ἢ καθὸ | |
5 | οὔκ εἰσιν ἄνθρωποι. καθὸ μὲν οὖν οὔκ εἰσιν ἄνθρωποι, οὐδαμῶς· οὐδὲ γὰρ οὔκ εἰσιν ἄνθρωποι. εἰ δὲ καθό | |
εἰσιν ἄνθρωποι, πᾶσιν ἀνθρώποις ὑπῆρξεν ἂν ἡ φρόνησις, ὡς πάντας εἶναι φρονίμους τε καὶ ἐναρέτους καὶ σοφούς. | 200 | |
Pyrr.3.251 | φαύλους δὲ τοὺς πλείστους λέγουσιν. οὐκοῦν οὐδὲ καθό εἰσιν ἄνθρωποι ὑπάρξειεν ἂν αὐτοῖς ἡ περὶ τὸν βίον τέχνη. οὐδὲ φύσει ἄρα. καὶ ἄλλως, ἐπειδὴ τὴν τέχνην σύστημα ἐκ καταλήψεων εἶναι | |
5 | βούλονται συγγεγυμνασμένων, διὰ πείρας τέ τινος καὶ μαθήσεως ἐμφαίνουσι μᾶλλον ἀναλαμβάνεσθαι τάς τε ἄλλας τέχνας καὶ ταύτην περὶ ἧς ὁ λόγος. | |
Pyrr.3.252(t1) | κζʹ εἰ διδακτή ἐστιν ἡ περὶ τὸν βίον τέχνη.. | |
1 | Ἀλλ’ οὐδὲ διδασκαλίᾳ καὶ μαθήσει ἀναλαμβάνεται. ἵνα γὰρ ὑπόστασιν ἔχῃ ταῦτα, δεῖ τρία προωμολογῆσθαι, τὸ διδασκόμενον πρᾶγμα, τὸν διδάσκοντα καὶ τὸν μανθάνοντα, τὸν τρόπον τῆς μαθήσεως. οὐδὲν δὲ τούτων ὑφέστηκεν· | |
5 | οὐδὲ ἡ διδασκαλία ἄρα. | |
Pyrr.3.253(t1) | κηʹ εἰ ἔστι τι διδασκόμενον. | |
1 | Οἷον γοῦν τὸ διδασκόμενον ἤτοι ἀληθές ἐστιν ἢ ψεῦ‐ δος· καὶ εἰ μὲν ψεῦδος, οὐκ ἂν διδάσκοιτο· ἀνύπαρκτον γάρ φασιν εἶναι τὸ ψεῦδος, ἀνυπάρκτων δὲ οὐκ ἂν εἴη διδασκαλία. ἀλλ’ οὐδ’ εἰ ἀληθὲς εἶναι λέγοιτο· ὅτι γὰρ | |
5 | ἀνύπαρκτόν ἐστι τὸ ἀληθές, ὑπεμνήσαμεν ἐν τοῖς περὶ κριτηρίου. εἰ οὖν μήτε τὸ ψεῦδος μήτε τὸ ἀληθὲς διδάσκεται, παρὰ δὲ ταῦτα διδακτὸν οὐδέν ἐστιν (οὐ γὰρ δὴ τούτων ἀδιδάκτων ὄντων τοὺς ἀπόρους μόνους | |
Pyrr.3.254 | διδάσκειν ἐρεῖ τις), οὐδὲν διδάσκεται. τό τε διδασκόμενον πρᾶγμα ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον. ἀλλ’ εἰ μὲν φαι‐ νόμενόν ἐστιν, οὐκ ἔσται διδασκαλίας δεόμενον· τὰ γὰρ φαι‐ νόμενα πᾶσιν ὁμοίως φαίνεται. εἰ δὲ ἄδηλον, ἐπεὶ τὰ | |
5 | ἄδηλα διὰ τὴν ἀνεπίκριτον περὶ αὐτῶν διαφωνίαν ἀκατά‐ | |
ληπτά ἐστιν, ὡς πολλάκις ὑπεμνήσαμεν, οὐκ ἔσται διδακτόν· ὃ γὰρ μὴ καταλαμβάνει τις, πῶς ἂν τοῦτο δι‐ δάσκειν ἢ μανθάνειν δύναιτο; εἰ δὲ μήτε τὸ φαινόμενον | 201 | |
Pyrr.3.255 | μήτε τὸ ἄδηλον διδάσκεται, οὐδὲν διδάσκεται. ἔτι τὸ δι‐ δασκόμενον ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον, ἑκάτερον δὲ αὐτῶν ἤτοι φαινόμενον ἢ ἀδηλούμενον 〈ὂν〉 οὐ δύναται διδάσκεσθαι κατὰ τὸν μικρῷ πρόσθεν ἡμῖν εἰρημένον λόγον. | |
Pyrr.3.256 | οὐκ ἄρα διδάσκεταί τι. πρὸς τούτοις ἤτοι τὸ ὂν διδάσκεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν μὴ ὂν οὐ διδάσκεται· εἰ γὰρ δι‐ δάσκεται τὸ μὴ ὄν, ἐπεὶ τῶν ἀληθῶν δοκοῦσιν εἶναι αἱ διδασκαλίαι, ἀληθὲς ἔσται τὸ μὴ ὄν. ἀληθὲς δὲ ὂν | |
5 | καὶ ὑπάρξει· ἀληθὲς γὰρ εἶναί φασιν ὃ ὑπάρχει καὶ ἀντίκειταί τινι. ἄτοπον δέ ἐστι λέγειν ὑπάρχειν | |
Pyrr.3.257 | τὸ μὴ ὄν· οὐκ ἄρα διδάσκεται τὸ μὴ ὄν. ἀλλ’ οὐδὲ τὸ ὄν. εἰ γὰρ διδάσκεται τὸ ὄν, ἤτοι καθὸ ὄν ἐστι δι‐ δάσκεται ἢ κατ’ ἄλλο τι. ἀλλ’ εἰ μέν, καθό 〈ἐστι〉 ὄν, ἔστι διδακτόν, τῶν ὄντων ἔσται, διὰ δὲ τοῦτο οὐδὲ δι‐ | |
5 | δακτόν· τὰς γὰρ διδασκαλίας ἐκ τινῶν ὁμολογουμένων καὶ ἀδιδάκτων γίνεσθαι προσήκει. οὐκ ἄρα τὸ ὂν καθὸ | |
Pyrr.3.258 | ὄν ἐστι διδακτόν ἐστιν. καὶ μὴν οὐδὲ κατ’ ἄλλο τι. τὸ γὰρ ὂν οὐκ ἔχει ἄλλο τι συμβεβηκὸς αὐτῷ ὃ μὴ ὄν ἐστιν, ὥστε εἰ τὸ ὂν καθὸ ὄν ἐστιν οὐ διδάσκεται, οὐδὲ κατ’ ἄλλο τι διδαχθήσεται· ἐκεῖνο γὰρ ὅ τι ποτέ ἐστι συμβεβηκὸς | |
5 | αὐτῷ, ὄν ἐστιν. καὶ ἄλλως, εἴτε φαινόμενον εἴη τὸ ὂν ὃ λέξουσι διδάσκεσθαι, εἴτε ἄδηλον, ταῖς εἰρημέναις ἀπορίαις ὑποπίπτον ἀδίδακτον ἔσται. εἰ δὲ μήτε τὸ ὂν διδάσκεται μήτε τὸ μὴ ὄν, οὐδέν ἐστι τὸ διδασκόμενον. | |
Pyrr.3.259(t1) | κθʹ εἰ ἔστιν ὁ διδάσκων καὶ ὁ μανθάνων. | |
1 | Συμπεριτρέπεται μὲν οὖν τούτῳ ὅ τε διδάσκων καὶ | |
ὁ μανθάνων, οὐδὲν δὲ ἧττον καὶ κατὰ ἰδίαν ἀποροῦνται. ἤτοι γὰρ ὁ τεχνίτης τὸν τεχνίτην διδάσκει ἢ ὁ ἄτεχνος τὸν ἄτεχνον ἢ ὁ ἄτεχνος τὸν τεχνίτην ἢ ὁ τεχνίτης τὸν | 202 | |
5 | ἄτεχνον. ὁ μὲν οὖν τεχνίτης τὸν τεχνίτην οὐ διδάσκει· οὐθέτερος γὰρ αὐτῶν, καθό ἐστι τεχνίτης, δεῖται μαθή‐ σεως. ἀλλ’ οὐδὲ ὁ ἄτεχνος τὸν ἄτεχνον, ὥσπερ οὐδὲ τυφλὸν ὁδηγεῖν δύναται τυφλός. οὐδὲ ὁ ἄτεχνος τὸν τεχνίτην· | |
Pyrr.3.260 | γελοῖον γάρ. λείπεται λέγειν ὅτι ὁ τεχνίτης τὸν ἄτεχνον· ὃ καὶ αὐτὸ τῶν ἀδυνάτων ἐστίν. ὅλως γὰρ ὑποστῆναι τεχνίτην ἀδύνατον εἶναι λέγεται, ἐπεὶ μήτε αὐτοφυῶς τις καὶ ἅμα τῷ γενέσθαι τεχνίτης ὑφιστάμενος βλέπεται μήτε | |
5 | ἐξ ἀτέχνου γίνεταί τις τεχνίτης. ἤτοι γὰρ ἓν θεώρημα καὶ μία κατάληψις δύναται ποιῆσαι τὸν ἄτεχνον τεχνίτην | |
Pyrr.3.261 | ἢ οὐδαμῶς. ἀλλ’ εἰ μὲν κατάληψις μία τὸν ἄτεχνον τεχνί‐ την ἀπεργάζεται, πρῶτον μὲν ἐνέσται λέγειν, ὅτι οὔκ ἐστι σύστημα ἐκ καταλήψεων ἡ τέχνη· ὁ γὰρ μηδὲν ὅλως εἰδώς, εἰ ἓν θεώρημα διδαχθείη τέχνης, τεχνίτης ἂν οὕτω | |
5 | λέγοιτο εἶναι. εἶτα καὶ ἐὰν λέγῃ τις, ὡς ὁ τινὰ θεωρή‐ ματα τέχνης ἀνειληφὼς καὶ προσδεόμενος ἑνὸς ἔτι καὶ διὰ τοῦτο ὢν ἄτεχνος, ἂν τὸ ἓν ἐκεῖνο προσλάβῃ, τεχνίτης ἐξ ἀτέχνου ἀποτελεῖται ἐκ καταλήψεως μιᾶς, ἀποκληρω‐ | |
Pyrr.3.262 | τικὸν λέξει. ἐπὶ γὰρ τῶν κατὰ μέρος οὐκ ἂν δύναιτο δεῖξαί τινα ἄτεχνον μὲν ἔτι, τεχνίτην δὲ ἐσόμενον, ἐὰν ἕν τι θεώρημα προσλάβῃ· οὐ γὰρ δήπου τὴν ἐξαρίθμησιν τῶν θεωρημάτων ἑκάστης τέχνης ἐπίσταταί τις, ὥστε ἀπαρι‐ | |
5 | θμησάμενος τὰ ἐγνωσμένα θεωρήματα, πόσα λείπεται πρὸς τὸν πλήρη τῶν θεωρημάτων τῆς τέχνης ἀριθμὸν εἰπεῖν ἔχειν. οὐκοῦν ἑνὸς θεωρήματος γνῶσις οὐ ποιεῖ | |
Pyrr.3.263 | τὸν ἄτεχνον τεχνίτην. εἰ δὲ τοῦτό ἐστιν ἀληθές, ἐπεὶ μὴ πάντα ἀθρόως τὰ θεωρήματα τῶν τεχνῶν ἀναλαμβάνει τις, ἀλλ’ εἴπερ ἄρα, κατὰ ἓν ἕκαστον, ἵνα τις καὶ τοῦτο καθ’ ὑπόθεσιν διδῷ, ὁ κατὰ ἓν θεώρημα τῆς τέχνης ἀνα‐ | |
5 | λαμβάνειν λεγόμενος οὐκ ἂν τεχνίτης γένοιτο· ὑπεμι‐ μνῄσκομεν γάρ, ὅτι οὐ δύναται θεωρήματος ἑνὸς γνῶσις τὸν ἄτεχνον ποιῆσαι τεχνίτην. οὐδὲ ἐξ ἀτέχνου τοίνυν γίνεταί τις τεχνίτης. ὥστε καὶ διὰ ταῦτα φαίνεται ἀνυ‐ πόστατος εἶναι ὁ τεχνίτης. διὰ δὲ τοῦτο καὶ ὁ διδάσκων. | 203 |
Pyrr.3.264 | ἀλλ’ οὐδὲ ὁ μανθάνειν λεγόμενος, ἄτεχνος ὤν, δύναται τὰ τῆς τέχνης θεωρήματα, ἧς ἐστιν ἄτεχνος, μανθάνειν τε καὶ καταλαμβάνειν. ὡς γὰρ ὁ ἐκ γενετῆς πηρός, εἰς ὅσον ἐστὶ πηρός, οὐκ ἂν λάβοι χρωμάτων ἀντίληψιν, οὐδὲ | |
5 | ὁ ἐκ γενετῆς κωφὸς ὁμοίως φωνῆς, οὕτως οὐδὲ ὁ ἄτεχνος καταλάβοι ἂν τὰ τῆς τέχνης θεωρήματα ἧς ἐστιν ἄτεχνος. καὶ γὰρ ἂν οὕτως ὁ αὐτὸς εἴη τεχνίτης τε καὶ ἄτεχνος τῶν αὐτῶν, ἄτεχνος μὲν ἐπεὶ οὕτως ὑπόκειται, τεχνίτης δὲ ἐπεὶ κατάληψιν ἔχει τῶν τῆς τέχνης θεωρημάτων. | |
Pyrr.3.265 | ὥστε οὐδὲ ὁ τεχνίτης τὸν ἄτεχνον διδάσκει. εἰ δὲ μήτε ὁ τεχνίτης τὸν τεχνίτην διδάσκει μήτε ὁ ἄτεχνος τὸν ἄτεχνον μήτε ὁ ἄτεχνος τὸν τεχνίτην μήτε ὁ τεχνίτης τὸν ἄτεχνον, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὔτε ὁ διδάσκων ἔστιν οὔτε | |
5 | ὁ διδασκόμενος. | |
t1 | λʹ εἰ ἔστι τις μαθήσεως τρόπος. | |
6 | Μὴ ὄντος δὲ μήτε τοῦ μανθάνοντος μήτε τοῦ διδά‐ | |
Pyrr.3.266 | σκοντος καὶ ὁ τρόπος τῆς διδασκαλίας παρέλκει. Οὐδὲν δὲ ἧττον καὶ 〈οὗτοσ〉 διὰ τούτων ἀπορεῖται. ὁ γὰρ τρόπος τῆς διδασκαλίας ἤτοι ἐναργείᾳ γίνεται ἢ λόγῳ· οὔτε δὲ ἐναρ‐ γείᾳ γίνεται οὔτε λόγῳ, καθάπερ παραστήσομεν· οὐδὲ ὁ | |
5 | τρόπος ἄρα τῆς μαθήσεώς ἐστιν εὔπορος. ἐναργείᾳ μὲν οὖν οὐ γίνεται διδασκαλία, ἐπεὶ τῶν δεικνυμένων ἐστὶν ἡ ἐνάργεια. τὸ δὲ δεικνύμενον πᾶσίν ἐστι φαινόμενον· τὸ | |
δὲ φαινόμενον, ᾗ φαίνεται, πᾶσίν ἐστι ληπτόν· τὸ δὲ κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον· οὐκ ἄρα τι ἐναργείᾳ δι‐ | 204 | |
Pyrr.3.267 | δακτόν ἐστιν. καὶ μὴν οὐδὲ λόγῳ διδάσκεταί τι. οὗτος γὰρ ἤτοι σημαίνει τι ἢ οὐδὲν σημαίνει. ἀλλὰ μηδὲν μὲν σημαίνων οὐδὲ ἔσται τινὸς διδασκαλικός. εἰ δὲ σημαίνει τι, ἤτοι φύσει σημαίνει τι ἢ θέσει. καὶ φύσει μὲν οὐ | |
5 | σημαίνει διὰ τὸ μὴ πάντας πάντων ἀκούοντας συνιέναι, | |
Pyrr.3.268 | οἷον Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων. θέσει δὲ εἰ σημαίνει, δῆλον ὡς οἱ μὲν προκατειληφότες καθ’ ὧν αἱ λέξεις εἰσὶ τεταγμέναι ἀντιλήψονται τούτων, οὐκ ἐξ αὐτῶν διδασκόμενοι ἅπερ ἠγνόουν, ἀλλὰ ἀναμιμνῃσκόμενοι | |
5 | καὶ ἀνανεούμενοι ταῦτα ἅπερ ᾔδεσαν, οἱ δὲ χρῄζοντες τῆς τῶν ἀγνοουμένων μαθήσεως καὶ μὴ εἰδότες, καθ’ ὧν εἰσιν | |
Pyrr.3.269 | αἱ λέξεις τεταγμέναι, οὐδενὸς ἀντίληψιν ἕξουσιν. διόπερ οὐδὲ ὁ τρόπος τῆς μαθήσεως ὑποστῆναι δύναιτο ἄν. καὶ γὰρ ὁ διδάσκων κατάληψιν τῶν θεωρημάτων τῆς διδασκο‐ μένης τέχνης ἐμποιεῖν ὀφείλει τῷ μανθάνοντι, ἵνα οὕτως | |
5 | ἐκεῖνος τὸ σύστημα τούτων καταλαβὼν τεχνίτης γένηται. οὐδὲν δέ ἐστι κατάληψις, ὡς ἐν τοῖς ἔμπροσθεν ὑπε‐ μνήσαμεν· οὐκοῦν οὐδὲ ὁ τρόπος τῆς διδασκαλίας ὑφεστάναι δύναται. εἰ δὲ μήτε τὸ διδασκόμενον ἔστι μήτε ὁ διδάσκων καὶ ὁ μανθάνων μήτε ὁ τρόπος τῆς μαθήσεως, | |
10 | οὔτε μάθησις ἔστιν οὔτε διδασκαλία. | |
Pyrr.3.270 | Ταῦτα μὲν οὖν κοινότερον ἐπικεχείρηται περὶ μαθήσεως καὶ διδασκαλίας· ἔνεστι δὲ ἀπορεῖν οὕτω καὶ ἐπὶ τῆς λε‐ γομένης περὶ βίον εἶναι τέχνης. οἷον γοῦν τὸ μὲν διδασκό‐ μενον πρᾶγμα, τουτέστι τὴν φρόνησιν, ἀνυπόστατον ἐδεί‐ | |
5 | ξαμεν ἐν τοῖς ἔμπροσθεν· ἀνυπόστατος δέ ἐστι καὶ ὁ διδάσκων καὶ ὁ μανθάνων. ἤτοι γὰρ ὁ φρόνιμος τὸν φρόνιμον διδάξει τὴν περὶ τὸν βίον τέχνην ἢ ὁ ἄφρων τὸν ἄφρονα ἢ ὁ ἄφρων τὸν φρόνιμον ἢ ὁ φρόνιμος τὸν ἄφρονα· οὐδεὶς δὲ τούτων οὐδένα διδάσκει· οὐκ ἄρα διδά‐ | |
Pyrr.3.271 | σκεται ἡ περὶ τὸν βίον εἶναι λεγομένη τέχνη. καὶ περὶ μὲν τῶν ἄλλων ἴσως περιττὸν καὶ λέγειν· εἰ δὲ ὁ φρόνιμος τὸν ἄφρονα διδάσκει τὴν φρόνησιν, ἡ δὲ φρόνησις ἐπιστήμη ἐστὶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων, ὁ ἄφρων | 205 |
5 | μὴ ἔχων τὴν φρόνησιν ἄγνοιαν ἔχει τῶν ἀγαθῶν καὶ κα‐ κῶν καὶ οὐθετέρων, ἄγνοιαν δὲ τούτων ἔχων πάντως δι‐ δάσκοντος αὐτὸν τοῦ φρονίμου τὰ ἀγαθὰ καὶ κακὰ καὶ οὐθέτερα ἀκούσεται μόνον τῶν λεγομένων, οὐ γνώσεται δὲ ταῦτα. εἰ γὰρ ἀντιλαμβάνοιτο αὐτῶν ἐν ἀφροσύνῃ κα‐ | |
10 | θεστώς, ἔσται καὶ ἡ ἀφροσύνη τῶν τε ἀγαθῶν καὶ κακῶν | |
Pyrr.3.272 | καὶ οὐθετέρων θεωρητική. οὐχὶ δέ γε τούτων κατὰ αὐτοὺς ἡ ἀφροσύνη θεωρητικὴ καθέστηκεν, ἐπεὶ ὁ ἄφρων ἔσται φρόνιμος. ὁ ἄρα ἄφρων οὐκ ἀντιλαμβάνεται τῶν ὑπὸ τοῦ φρονίμου λεγομένων ἢ πραττομένων κατὰ τὸν τῆς φρονή‐ | |
5 | σεως λόγον. μὴ ἀντιλαμβανόμενος δὲ οὐκ ἂν διδάσκοιτο ὑπ’ αὐτοῦ, ἄλλως τε καὶ ἐπεὶ μήτε ἐναργείᾳ μήτε διὰ λόγου δύναται διδάσκεσθαι, καθὰ προειρήκαμεν. πλὴν ἀλλ’ εἰ μήτε διὰ μαθήσεως καὶ διδασκαλίας ἐγγίνεταί τινι ἡ περὶ τὸν βίον λεγομένη τέχνη μήτε φύσει, ἀνεύρετός ἐστιν ἡ | |
10 | παρὰ τοῖς φιλοσόφοις θρυλουμένη τέχνη περὶ τὸν βίον. | |
Pyrr.3.273 | Εἰ μέντοι καὶ δοίη τις ἐκ πολλοῦ τοῦ περιόντος ἐγγί‐ νεσθαί τινι τὴν ὀνειροπολουμένην τέχνην περὶ τὸν βίον, βλαβερὰ καὶ ταραχῆς αἰτία φανήσεται μᾶλλον τοῖς ἔχουσιν αὐτὴν ἢ ὠφέλιμος. | |
t1 | λαʹ εἰ ὠφελεῖ ἡ περὶ τὸν βίον τέχνη τὸν ἔχοντα | |
t2 | αὐτήν. | |
5 | Αὐτίκα γοῦν, ἵνα παραδείγματος ἕνεκεν ὀλίγα ἀπὸ πολλῶν εἴπωμεν, ὠφελεῖν ἂν δοκοίη τὸν σοφὸν ἡ περὶ τὸν βίον τέχνη ἐγκράτειαν αὐτῷ παρεχομένη ἐν ταῖς | |
πρὸς τὸ καλὸν ὁρμαῖς καὶ ἐν ταῖς ἀπὸ τοῦ κακοῦ | 206 | |
Pyrr.3.274 | ἀφορμαῖς. ὁ οὖν λεγόμενος κατ’ αὐτοὺς ἐγκρατὴς σοφὸς ἤτοι κατὰ τοῦτο λέγεται ἐγκρατής, καθόσον ἐν οὐδεμιᾷ γί‐ νεται ὁρμῇ τῇ πρὸς τὸ κακὸν καὶ ἀφορμῇ τῇ ἀπὸ τοῦ ἀγαθοῦ, ἢ καθόσον εἶχε μὲν φαύλας ὁρμὰς καὶ ἀφορμάς, | |
Pyrr.3.275 | περιεκράτει δὲ αὐτῶν τῷ λόγῳ. ἀλλὰ κατὰ μὲν τὸ μὴ γίνεσθαι ἐν φαύλαις κρίσεσιν οὐκ ἂν εἴη ἐγκρατής· οὐ γὰρ κρατήσει οὗ οὐκ ἔχει. καὶ ὡς οὐκ ἂν εἴποι τις τὸν εὐνοῦχον ἐγκρατῆ πρὸς ἀφροδίσια καὶ τὸν κακοστομαχοῦντα | |
5 | πρὸς ἐδεσμάτων ἀπόλαυσιν (οὐδ’ ὅλως γὰρ ἐπιζήτησις αὐτοῖς γίνεται τῶν τοιούτων, ἵνα καὶ ἐγκρατῶς κατεξα‐ ναστῶσι τῆς ἐπιζητήσεως), τῷ αὐτῷ τρόπῳ οὐδὲ τὸν σοφὸν ἐγκρατῆ ῥητέον διὰ τὸ μὴ φύεσθαι ἐν αὐτῷ πάθος οὗ | |
Pyrr.3.276 | ἔσται ἐγκρατής. εἰ δὲ κατὰ τοῦτο ἀξιώσουσιν αὐτὸν ὑπάρ‐ χειν ἐγκρατῆ καθόσον γίνεται μὲν ἐν φαύλαις κρίσεσιν, περιγίνεται δὲ αὐτῶν τῷ λόγῳ, πρῶτον μὲν δώσουσιν, ὅτι οὐδὲν ὠφέλησεν αὐτὸν ἡ φρόνησις, ἀκμὴν ἐν ταραχαῖς | |
5 | ὄντα καὶ βοηθείας δεόμενον, εἶτα καὶ κακοδαιμονέστερος τῶν φαύλων λεγομένων εὑρίσκεται. εἰ μὲν γὰρ ὁρμᾷ ἐπί τι, πάντως ταράσσεται, εἰ δὲ περικρατεῖ τῷ λόγῳ, συνέχει ἐν ἑαυτῷ τὸ κακόν, καὶ διὰ τοῦτο μᾶλλον ταράσσεται τοῦ | |
Pyrr.3.277 | φαύλου ἐκείνου μηκέτι τοῦτο πάσχοντος· εἰ μὲν γὰρ ὁρμᾷ, ταράσσεται, εἰ δὲ τυγχάνει τῶν ἐπιθυμιῶν, παύεται τῆς ταραχῆς. οὐ τοίνυν ἐγκρατὴς γίνεται ὅσον ἐπὶ τῇ φρο‐ νήσει ὁ σοφός· ἢ εἴπερ γίνεται, πάντων ἀνθρώπων ἐστὶ | |
5 | κακοδαιμονέστατος, διόπερ οὐκ ὠφέλειαν, ἀλλὰ ταραχὴν αὐτῷ μεγίστην ἡ περὶ τὸν βίον παρέσχε τέχνη. ὅτι δὲ ὁ νομί‐ ζων ἔχειν τὴν περὶ τὸν βίον τέχνην καὶ δι’ αὐτῆς ἐπε‐ γνωκέναι, τίνα τέ ἐστιν ἀγαθὰ ὡς πρὸς τὴν φύσιν καὶ τίνα φαῦλα, ταράσσεται σφόδρα καὶ τῶν ἀγαθῶν αὐτῷ παρόν‐ | |
10 | των καὶ τῶν κακῶν, ἐν τοῖς ἔμπροσθεν ὑπεμνήσαμεν. | |
Pyrr.3.278 | λεκτέον οὖν, ὅτι εἰ μήτε ἡ τῶν ἀγαθῶν τε καὶ κακῶν καὶ | |
ἀδιαφόρων ὑπόστασις ὁμολογεῖται, ἥ τε περὶ τὸν βίον τέχνη τάχα μὲν καὶ ἀνυπόστατός ἐστιν, εἰ δὲ καὶ ὑφεστά‐ ναι δοθείη καθ’ ὑπόθεσιν, οὐδεμίαν ὠφέλειαν τοῖς ἔχου‐ | 207 | |
5 | σιν αὐτὴν παρέχει, τοὐναντίον δὲ ταραχὰς αὐτοῖς ἐμποιεῖ μεγίστας, μάτην ὠφρυῶσθαι δοκοῖεν ἂν οἱ δογματικοὶ κἀν τῷ λεγομένῳ ἠθικῷ μέρει τῆς καλουμένης φιλοσοφίας. | |
Pyrr.3.279 | Τοσαῦτα καὶ περὶ τοῦ ἠθικοῦ τόπου συμμέτρως ὡς ἐν ὑποτυπώσει διεξελθόντες, ἐνταῦθα περιγράφομεν καὶ τὸ τρίτον σύνταγμα καὶ τὸ πᾶν τῶν Πυρρωνείων ὑποτυ‐ πώσεων σπούδασμα, ἐκεῖνο ἐπειπόντες· | |
Pyrr.3.280(t1) | λβʹ διὰ τί ὁ σκεπτικὸς ἐνίοτε ἀμυδροὺς ταῖς | |
t2 | πιθανότησιν ἐρωτᾶν ἐπιτηδεύει λόγους. | |
1 | Ὁ σκεπτικὸς διὰ τὸ φιλάνθρωπος εἶναι τὴν τῶν δογμα‐ τικῶν οἴησίν τε καὶ προπέτειαν κατὰ δύναμιν ἰᾶσθαι λόγῳ βούλεται. καθάπερ οὖν οἱ τῶν σωματικῶν παθῶν ἰατροὶ διά‐ φορα κατὰ μέγεθος ἔχουσι βοηθήματα, καὶ τοῖς μὲν σφοδρῶς | |
5 | πεπονθόσι τὰ σφοδρὰ τούτων προσάγουσι, τοῖς δὲ κούφως τὰ κουφότερα, καὶ ὁ σκεπτικὸς οὕτως διαφόρους ἐρωτᾷ [καὶ] | |
Pyrr.3.281 | κατὰ ἰσχὺν λόγους, καὶ τοῖς μὲν ἐμβριθέσι καὶ εὐτόνως ἀνα‐ σκευάζειν δυναμένοις τὸ τῆς οἰήσεως τῶν δογματικῶν πά‐ θος ἐπὶ τῶν σφοδρᾷ τῇ προπετείᾳ κεκακωμένων χρῆται, τοῖς δὲ κουφοτέροις ἐπὶ τῶν ἐπιπόλαιον καὶ εὐίατον ἐχόν‐ | |
5 | των τὸ τῆς οἰήσεως πάθος καὶ ὑπὸ κουφοτέρων πιθανο‐ τήτων ἀνασκευάζεσθαι δυναμένων. διόπερ ὁτὲ μὲν ἐμ‐ βριθεῖς ταῖς πιθανότησιν, ὁτὲ δὲ καὶ ἀμαυροτέρους φαι‐ νομένους οὐκ ὀκνεῖ λόγους συνερωτᾶν ὁ ἀπὸ τῆς σκέψεως ὁρμώμενος, ἐπίτηδες, ὡς ἀρκοῦντας αὐτῷ πολλάκις πρὸς | |
10 | τὸ ἀνύειν τὸ προκείμενον. Ὦ Πύρρων μέγα θαῦμα πεφάσμενον ὡς πλέον οὐδέν, τῶν ἄλλων ἕτερον χρῆμά τι θαμβαλέον. εἰ μὲν ὑπερφιάλως κατ’ ἐναντίον ἐλθέμεν ἔτλης, συμπάντων γε σοφῶν φεῦ ὅσον ἦσθα τάλας· | 208 |
15 | εἰ δὲ κὲν ἰδμοσύνης τῆς ἀνδρομέης κατεγνωκώς, | |
τὰ πρώτιστα φέρεις ὧν σοφίης κατέγνως. | 209 |