TLG 0543 003 :: POLYBIUS :: Testimonium POLYBIUS Hist. Testimonium Citation: Volume-Jacoby#-T — fragment — (line) | ||
2b,173,T1 | POLYB. X 21, 2: τοῦ δὲ καιροῦ τοῦ κατὰ τὴν διήγησιν ἐφεστακότος ἡμᾶς ἐπὶ τὴν ἀρχὴν τῶν Φιλοποίμενος πράξεων, καθήκειν ἡγούμεθα, καθάπερ καὶ περὶ τῶν ἄλλων τῶν ἀξιολόγων ἀνδρῶν τὰς ἑκάστων ἀγωγὰς καὶ φύσεις ἐπειράθημεν ὑποδεικνύναι, καὶ περὶ τούτου | |
5 | ποιῆσαι τὸ παραπλήσιον. .... (5) εἰ μὲν οὖν μὴ κατ’ ἰδίαν ἐπεποιήμεθα τὴν περὶ αὐτοῦ σύνταξιν, ἐν ἧι διεσαφοῦμεν καὶ τίς ἦν καὶ τίνων καὶ τίσιν ἀγωγαῖς ἐχρήσατο νέος ὤν, ἀναγκαῖον ἦν ὑπὲρ ἑκάστου τῶν προειρη‐ μένων φέρειν ἀπολογισμόν. (6) ἐπεὶ δὲ πρότερον ἐν τρισὶν βιβλίοις ἐκτὸς ταύτης τῆς συντάξεως τὸν ὑπὲρ αὐτοῦ πεποιήμεθα λόγον, τήν τε παιδικὴν | |
---|---|---|
10 | ἀγωγὴν διασαφοῦντες καὶ τὰς ἐπιφανεστάτας πράξεις, (7) δῆλον ὡς ἐν τῆι νῦν ἐξηγήσει πρέπον ἂν εἴη τῆς μὲν νεωτερικῆς ἀγωγῆς καὶ τῶν νεω‐ τερικῶν ζήλων κατὰ μέρος ἀφελεῖν, τοῖς δὲ κατὰ τὴν ἀκμὴν αὐτοῦ κεφα‐ λαιωδῶς ἐκεῖ δεδηλωμένοις ἔργοις προσθεῖναι καὶ κατὰ μέρος, ἵνα τὸ πρέπον ἑκατέραι τῶν συντάξεων τηρῶμεν. (8) ὥσπερ γὰρ ἐκεῖνος ὁ τόπος | |
15 | ὑπάρχων ἐγκωμιαστικὸς ἀπήιτει τὸν κεφαλαιώδη καὶ μετ’ αὐξήσεως τῶν πράξεων ἀπολογισμόν, οὕτως ὁ τῆς ἱστορίας, κοινὸς ὢν ἐπαίνου καὶ ψόγου, ζητεῖ τὸν ἀληθῆ καὶ τὸν μετ’ ἀποδείξεως καὶ τῶν ἑκάστοις παρε‐ πομένων συλλογισμῶν. | |
2b,173,T2 | CIC. Epp. ad. fam. V 12, 2: ..... ut multi Graeci fecerunt, Callisthenes (124 T 25) Phocicum bellum, Timaeus (III) Pyrrhi, Polybius Numantinum, qui omnes a perpetuis suis historiis ea quae dixi bella | |
separaverunt. | 2 |