TLG 0543 001 :: POLYBIUS :: Historiae POLYBIUS Hist. Historiae Citation: Book — chapter — section — (line) | ||
Hist.1t1 | ΠΟΛΥΒΙΟΥ ΙΣΤΟΡΙΩΝ ΠΡΩΤΗ. | |
Hist.1.1.1 | Εἰ μὲν τοῖς πρὸ ἡμῶν ἀναγράφουσι τὰς πρά‐ ξεις παραλελεῖφθαι συνέβαινε τὸν ὑπὲρ αὐτῆς τῆς ἱστορίας ἔπαινον, ἴσως ἀναγκαῖον ἦν τὸ προτρέ‐ πεσθαι πάντας πρὸς τὴν αἵρεσιν καὶ παραδοχὴν | |
5 | τῶν τοιούτων ὑπομνημάτων διὰ τὸ μηδεμίαν ἑτοι‐ μοτέραν εἶναι τοῖς ἀνθρώποις διόρθωσιν τῆς τῶν | |
---|---|---|
Hist.1.1.2 | προγεγενημένων πράξεων ἐπιστήμης. ἐπεὶ δ’ οὐ τινὲς οὐδ’ ἐπὶ ποσόν, ἀλλὰ πάντες ὡς ἔπος εἰπεῖν ἀρχῇ καὶ τέλει κέχρηνται τούτῳ, φάσκοντες ἀληθι‐ νωτάτην μὲν εἶναι παιδείαν καὶ γυμνασίαν πρὸς | |
5 | τὰς πολιτικὰς πράξεις τὴν ἐκ τῆς ἱστορίας μάθησιν, ἐναργεστάτην δὲ καὶ μόνην διδάσκαλον τοῦ δύνα‐ σθαι τὰς τῆς τύχης μεταβολὰς γενναίως ὑποφέρειν | |
Hist.1.1.3 | τὴν τῶν ἀλλοτρίων περιπετειῶν ὑπόμνησιν, δῆλον ὡς οὐδενὶ μὲν ἂν δόξαι καθήκειν περὶ τῶν καλῶς καὶ πολλοῖς εἰρημένων ταυτολογεῖν, ἥκιστα δ’ ἡμῖν. | |
Hist.1.1.4 | αὐτὸ γὰρ τὸ παράδοξον τῶν πράξεων, ὑπὲρ ὧν προῃρήμεθα γράφειν, ἱκανόν ἐστι προκαλέσασθαι καὶ παρορμῆσαι πάντα καὶ νέον καὶ πρεσβύτερον | |
Hist.1.1.5 | πρὸς τὴν ἔντευξιν τῆς πραγματείας. τίς γὰρ οὕτως | |
ὑπάρχει φαῦλος ἢ ῥᾴθυμος ἀνθρώπων ὃς οὐκ ἂν βούλοιτο γνῶναι πῶς καὶ τίνι γένει πολιτείας ἐπι‐ κρατηθέντα σχεδὸν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην | ||
5 | οὐχ ὅλοις πεντήκοντα καὶ τρισὶν ἔτεσιν ὑπὸ μίαν ἀρχὴν ἔπεσε τὴν Ῥωμαίων, ὃ πρότερον οὐχ εὑρί‐ | |
Hist.1.1.6 | σκεται γεγονός, τίς δὲ πάλιν οὕτως ἐκπαθὴς πρός τι τῶν ἄλλων θεαμάτων ἢ μαθημάτων ὃς προυρ‐ γιαίτερον ἄν τι ποιήσαιτο τῆσδε τῆς ἐμπειρίας; | |
Hist.1.2.1 | Ὡς δ’ ἔστι παράδοξον καὶ μέγα τὸ περὶ τὴν ἡμε‐ τέραν ὑπόθεσιν θεώρημα γένοιτ’ ἂν οὕτως μάλιστ’ ἐμφανές, εἰ τὰς ἐλλογιμωτάτας τῶν προγεγενημένων δυναστειῶν, περὶ ἃς οἱ συγγραφεῖς τοὺς πλείστους | |
5 | διατέθεινται λόγους, παραβάλοιμεν καὶ συγκρίναι‐ | |
Hist.1.2.2 | μεν πρὸς τὴν Ῥωμαίων ὑπεροχήν. εἰσὶ δ’ αἱ τῆς παραβολῆς ἄξιαι καὶ συγκρίσεως αὗται. Πέρσαι κατά τινας καιροὺς μεγάλην ἀρχὴν κατεκτήσαντο καὶ δυ‐ ναστείαν· ἀλλ’ ὁσάκις ἐτόλμησαν ὑπερβῆναι τοὺς | |
5 | τῆς Ἀσίας ὅρους, οὐ μόνον ὑπὲρ τῆς ἀρχῆς, ἀλλὰ | |
Hist.1.2.3 | καὶ περὶ σφῶν ἐκινδύνευσαν. Λακεδαιμόνιοι πολ‐ λοὺς ἀμφισβητήσαντες χρόνους ὑπὲρ τῆς τῶν Ἑλ‐ λήνων ἡγεμονίας, ἐπειδή ποτ’ ἐκράτησαν, μόλις ἔτη | |
Hist.1.2.4 | δώδεκα κατεῖχον αὐτὴν ἀδήριτον. Μακεδόνες τῆς μὲν Εὐρώπης ἦρξαν ἀπὸ τῶν κατὰ τὸν Ἀδρίαν τό‐ πων ἕως ἐπὶ τὸν Ἴστρον ποταμόν, ὃ βραχὺ παντε‐ | |
Hist.1.2.5 | λῶς ἂν φανείη μέρος τῆς προειρημένης χώρας· μετὰ δὲ ταῦτα προσέλαβον τὴν τῆς Ἀσίας ἀρχήν, κατα‐ λύσαντες τὴν τῶν Περσῶν δυναστείαν. ἀλλ’ ὅμως οὗτοι πλείστων δόξαντες καὶ τόπων καὶ πραγμάτων | |
5 | γενέσθαι κύριοι, τὸ πολὺ μέρος ἀκμὴν ἀπέλιπον | |
Hist.1.2.6 | τῆς οἰκουμένης ἀλλότριον. Σικελίας μὲν γὰρ καὶ Σαρδοῦς καὶ Λιβύης οὐδ’ ἐπεβάλοντο καθάπαξ ἀμ‐ | |
φισβητεῖν, τῆς δ’ Εὐρώπης τὰ μαχιμώτατα γένη τῶν προσεσπερίων ἐθνῶν ἰσχνῶς εἰπεῖν οὐδ’ ἐγί‐ | ||
Hist.1.2.7 | νωσκον. Ῥωμαῖοί γε μὴν οὐ τινὰ μέρη, σχεδὸν δὲ πᾶσαν πεποιημένοι τὴν οἰκουμένην ὑπήκοον αὑτοῖς, (ἀνυπόστα)τον μὲν τοῖς (ὑπάρχουσι πᾶ)σιν, ἀν‐ υπέ(ρβλητον δὲ καὶ) τοῖς ἐπιγι(νομένοις ὑπερ)οχὴν | |
Hist.1.2.8 | κα(τέλιπον τῆς αὑτῶν) δυναστ(είας. περὶ δὲ τοῦ) μεντο|λαδιατ............ (ἐκ τῆς γρα)φῆς ἐξέσται σαφέστερον κατανοεῖν· ὁμοίως δὲ καὶ περὶ τοῦ πόσα καὶ πηλίκα συμβάλλεσθαι πέφυκε τοῖς φιλομαθοῦσιν | |
5 | ὁ τῆς πραγματικῆς ἱστορίας τρόπος. | |
Hist.1.3.1 | Ἄρξει δὲ τῆς πραγματείας ἡμῖν τῶν μὲν χρόνων ὀλυμπιὰς ἑκατοστή τε καὶ τετταρακοστή, τῶν δὲ πρά‐ ξεων παρὰ μὲν τοῖς Ἕλλησιν ὁ προσαγορευθεὶς συμ‐ μαχικὸς πόλεμος, ὃν πρῶτον ἐξήνεγκε μετ’ Ἀχαιῶν | |
5 | πρὸς Αἰτωλοὺς Φίλιππος, Δημητρίου μὲν υἱός, πατὴρ δὲ Περσέως, παρὰ δὲ τοῖς τὴν Ἀσίαν κατοικοῦσιν ὁ περὶ Κοίλης Συρίας, ὃν Ἀντίοχος καὶ Πτολεμαῖος | |
Hist.1.3.2 | ὁ Φιλοπάτωρ ἐπολέμησαν πρὸς ἀλλήλους· ἐν δὲ τοῖς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην τόποις ὁ συστὰς Ῥωμαίοις καὶ Καρχηδονίοις, ὃν οἱ πλεῖστοι προσ‐ αγορεύουσιν Ἀννιβιακόν. ταῦτα δ’ ἔστι συνεχῆ | |
5 | τοῖς τελευταίοις τῆς παρ’ (Ἀρ)άτου Σικυωνίου συν‐ | |
Hist.1.3.3 | τάξεως. ἐν μὲν οὖν τοῖς πρὸ τούτων χρόνοις ὡσανεὶ σποράδας εἶναι συνέβαινε τὰς τῆς οἰκουμέ‐ νης πράξεις (διὰ) τὸ καὶ (κατὰ) τὰς ἐπιβολάς, (ἔτι) δὲ (καὶ τὰς) συντελείας αὐτ(ῶν ὁμοίως δὲ) καὶ κατὰ | |
5 | το(ὺς τόπους διαφέρ)ειν ἕκαστα (τῶν πεπραγμ)ένων. | |
Hist.1.3.4 | ἀπὸ δὲ τούτων τῶν καιρῶν οἱονεὶ σωματοειδῆ συμ‐ βαίνει γίνεσθαι τὴν ἱστορίαν, συμπλέκεσθαί τε τὰς Ἰταλικὰς καὶ Λιβυκὰς πράξεις ταῖς τε κατὰ τὴν Ἀσίαν | |
καὶ ταῖς Ἑλληνικαῖς καὶ πρὸς ἓν γίνεσθαι τέλος | ||
Hist.1.3.5 | τὴν ἀναφορὰν ἁπάντων. διὸ καὶ τὴν ἀρχὴν τῆς αὑτῶν πραγματείας ἀπὸ τούτων πεποιήμεθα τῶν | |
Hist.1.3.6 | καιρῶν. τῷ γὰρ προειρημένῳ πολέμῳ κρατήσαντες Ῥωμαῖοι Καρχηδονίων καὶ νομίσαντες τὸ κυριώ‐ τατον καὶ μέγιστον μέρος αὑτοῖς ἠνύσθαι πρὸς τὴν τῶν ὅλων ἐπιβολήν, οὕτως καὶ τότε πρῶτον ἐθάρ‐ | |
5 | σησαν ἐπὶ τὰ λοιπὰ τὰς χεῖρας ἐκτείνειν καὶ περαι‐ οῦσθαι μετὰ δυνάμεως εἴς τε τὴν Ἑλλάδα καὶ τοὺς | |
Hist.1.3.7 | κατὰ τὴν Ἀσίαν τόπους. εἰ μὲν οὖν ἡμῖν ἦν συν‐ ήθη καὶ γνώριμα τὰ πολιτεύματα τὰ περὶ τῆς τῶν ὅλων ἀρχῆς ἀμφισβητήσαντα, ἴσως οὐδὲν ἂν ἡμᾶς ἔδει περὶ τῶν πρὸ τοῦ γράφειν ἀπὸ ποίας προθέ‐ | |
5 | σεως ἢ δυνάμεως ὁρμηθέντες ἐνεχείρησαν τοῖς τοι‐ | |
Hist.1.3.8 | ούτοις καὶ τηλικούτοις ἔργοις. ἐπεὶ δ’ οὔτε τοῦ Ῥωμαίων οὔτε τοῦ Καρχηδονίων πολιτεύματος πρό‐ χειρός ἐστι τοῖς πολλοῖς τῶν Ἑλλήνων ἡ προγεγε‐ νημένη δύναμις οὐδ’ αἱ πράξεις αὐτῶν, ἀναγκαῖον | |
5 | ὑπελάβομεν εἶναι συντάξασθαι ταύτην καὶ τὴν ἑξῆς | |
Hist.1.3.9 | βύβλον πρὸ τῆς ἱστορίας, ἵνα μηδεὶς ἐπιστὰς ἐπ’ αὐτὴν τὴν τῶν πραγμάτων ἐξήγησιν τότε διαπορῇ καὶ ζητῇ ποίοις διαβουλίοις ἢ ποίαις δυνάμεσι καὶ χορηγίαις χρησάμενοι Ῥωμαῖοι πρὸς ταύτας ὥρμη‐ | |
5 | σαν τὰς ἐπιβολάς, δι’ ὧν καὶ τῆς γῆς καὶ τῆς θα‐ λάττης τῆς καθ’ ἡμᾶς ἐγένοντο πάσης ἐγκρατεῖς, | |
Hist.1.3.10 | ἀλλ’ ἐκ τούτων τῶν βύβλων καὶ τῆς ἐν ταύταις προκατασκευῆς δῆλον ᾖ τοῖς ἐντυγχάνουσιν ὅτι καὶ λίαν εὐλόγοις ἀφορμαῖς χρησάμενοι πρός τε τὴν ἐπίνοιαν ὥρμησαν καὶ πρὸς τὴν συντέλειαν ἐξ‐ | |
Hist.1.4.1 | ίκοντο τῆς τῶν ὅλων ἀρχῆς καὶ δυναστείας. τὸ γὰρ τῆς ἡμετέρας πραγματείας ἴδιον καὶ τὸ θαυ‐ | |
μάσιον τῶν καθ’ ἡμᾶς καιρῶν τοῦτ’ ἔστιν ὅτι, καθ‐ άπερ ἡ τύχη σχεδὸν ἅπαντα τὰ τῆς οἰκουμένης | ||
5 | πράγματα πρὸς ἓν ἔκλινε μέρος καὶ πάντα νεύειν ἠνάγκασε πρὸς ἕνα καὶ τὸν αὐτὸν σκοπόν, οὕτως καὶ (δεῖ) διὰ τῆς ἱστορίας ὑπὸ μίαν σύνοψιν ἀγαγεῖν τοῖς ἐντυγχάνουσι τὸν χειρισμὸν τῆς τύχης, ᾧ κέ‐ χρηται πρὸς τὴν τῶν ὅλων πραγμάτων συντέλειαν. | |
Hist.1.4.2 | καὶ γὰρ τὸ προκαλεσάμενον ἡμᾶς καὶ παρορμῆσαν πρὸς τὴν ἐπιβολὴν τῆς ἱστορίας μάλιστα τοῦτο γέγονεν, σὺν δὲ τούτῳ καὶ τὸ μηδένα τῶν καθ’ ἡμᾶς ἐπιβεβλῆσθαι τῇ τῶν καθόλου πραγμάτων συντά‐ | |
5 | ξει· πολὺ γὰρ ἂν ἧττον ἔγωγε πρὸς τοῦτο τὸ μέρος | |
Hist.1.4.3 | ἐφιλοτιμήθην. νῦν δ’ ὁρῶν τοὺς μὲν κατὰ μέρος πολέμους καί τινας τῶν ἅμα τούτοις πράξεων καὶ πλείους πραγματευομένους, τὴν δὲ καθόλου καὶ συλλήβδην οἰκονομίαν τῶν γεγονότων πότε καὶ | |
5 | πόθεν ὡρμήθη καὶ πῶς ἔσχε τὴν συντέλειαν, ταύ‐ την οὐδ’ ἐπιβαλόμενον οὐδένα βασανίζειν, ὅσον γε | |
Hist.1.4.4 | καὶ ἡμᾶς εἰδέναι, παντελῶς ὑπέλαβον ἀναγκαῖον εἶναι τὸ μὴ παραλιπεῖν μηδ’ ἐᾶσαι παρελθεῖν ἀνεπι‐ στάτως τὸ κάλλιστον ἅμα δ’ ὠφελιμώτατον ἐπιτή‐ | |
Hist.1.4.5 | δευμα τῆς τύχης. πολλὰ γὰρ αὕτη καινοποιοῦσα καὶ συνεχῶς ἐναγωνιζομένη τοῖς τῶν ἀνθρώπων βίοις οὐδέπω τοιόνδ’ ἁπλῶς οὔτ’ εἰργάσατ’ ἔργον οὔτ’ ἠγωνίσατ’ ἀγώνισμα, οἷον τὸ καθ’ ἡμᾶς. | |
Hist.1.4.6 | ὅπερ ἐκ μὲν τῶν κατὰ μέρος γραφόντων τὰς ἱστο‐ ρίας οὐχ οἷόν τε συνιδεῖν, εἰ μὴ καὶ τὰς ἐπιφα‐ νεστάτας πόλεις τις κατὰ μίαν ἑκάστην ἐπελθὼν ἢ καὶ νὴ Δία γεγραμμένας χωρὶς ἀλλήλων θεασάμενος | |
5 | εὐθέως ὑπολαμβάνει κατανενοηκέναι καὶ τὸ τῆς ὅλης οἰκουμένης σχῆμα καὶ τὴν σύμπασαν αὐτῆς | |
Hist.1.4.7 | θέσιν καὶ τάξιν· ὅπερ ἐστὶν οὐδαμῶς εἰκός. καθό‐ λου μὲν γὰρ ἔμοιγε δοκοῦσιν οἱ πεπεισμένοι διὰ τῆς κατὰ μέρος ἱστορίας μετρίως συνόψεσθαι τὰ ὅλα παραπλήσιόν τι πάσχειν, ὡς ἂν εἴ τινες ἐμψύ‐ | |
5 | χου καὶ καλοῦ σώματος γεγονότος διερριμμένα τὰ μέρη θεώμενοι νομίζοιεν ἱκανῶς αὐτόπται γίνεσθαι | |
Hist.1.4.8 | τῆς ἐνεργείας αὐτοῦ τοῦ ζῴου καὶ καλλονῆς. εἰ γάρ τις αὐτίκα μάλα συνθεὶς καὶ τέλειον αὖθις ἀπεργασάμενος τὸ ζῷον τῷ τ’ εἴδει καὶ τῇ τῆς ψυχῆς εὐπρεπείᾳ κἄπειτα πάλιν ἐπιδεικνύοι τοῖς | |
5 | αὐτοῖς ἐκείνοις, ταχέως ἂν οἶμαι πάντας αὐτοὺς ὁμο‐ λογήσειν διότι καὶ λίαν πολύ τι τῆς ἀληθείας ἀπ‐ ελείποντο πρόσθεν καὶ παραπλήσιοι τοῖς ὀνειρώτ‐ | |
Hist.1.4.9 | τουσιν ἦσαν. ἔννοιαν μὲν γὰρ λαβεῖν ἀπὸ μέρους τῶν ὅλων δυνατόν, ἐπιστήμην δὲ καὶ γνώμην ἀτρε‐ | |
Hist.1.4.10 | κῆ σχεῖν ἀδύνατον. διὸ παντελῶς βραχύ τι νομι‐ στέον συμβάλλεσθαι τὴν κατὰ μέρος ἱστορίαν πρὸς | |
Hist.1.4.11 | τὴν τῶν ὅλων ἐμπειρίαν καὶ πίστιν. ἐκ μέντοι γε τῆς ἁπάντων πρὸς ἄλληλα συμπλοκῆς καὶ παραθέ‐ σεως, ἔτι δ’ ὁμοιότητος καὶ διαφορᾶς, μόνως ἄν τις ἐφίκοιτο καὶ δυνηθείη κατοπτεύσας ἅμα καὶ | |
5 | τὸ χρήσιμον καὶ τὸ τερπνὸν ἐκ τῆς ἱστορίας ἀνα‐ λαβεῖν. | |
Hist.1.5.1 | Ὑποθησόμεθα δὲ ταύτης ἀρχὴν τῆς βύβλου τὴν πρώτην διάβασιν ἐξ Ἰταλίας Ῥωμαίων. αὕτη δ’ ἔστιν συνεχὴς μὲν τοῖς ἀφ’ ὧν Τίμαιος ἀπέλιπεν, πίπτει δὲ κατὰ τὴν ἐνάτην καὶ εἰκοστὴν πρὸς ταῖς | |
Hist.1.5.2 | ἑκατὸν ὀλυμπιάδα. διὸ καὶ ῥητέον ἂν εἴη πῶς καὶ πότε συστησάμενοι τὰ κατὰ τὴν Ἰταλίαν καὶ τίσιν ἀφορμαῖς μετὰ ταῦτα χρησάμενοι διαβαίνειν ὥρ‐ μησαν εἰς Σικελίαν· ταύτῃ γὰρ τῇ γῇ πρῶτον ἐπέ‐ | |
Hist.1.5.3 | βησαν τῶν ἐκτὸς τόπων τῆς Ἰταλίας. καὶ ῥητέον αὐτὴν τὴν τῆς διαβάσεως αἰτίαν ψιλῶς, ἵνα μὴ τῆς αἰτίας αἰτίαν ἐπιζητούσης ἀνυπόστατος ἡ τῆς ὅλης | |
Hist.1.5.4 | ὑποθέσεως ἀρχὴ γένηται καὶ θεωρία. ληπτέον δὲ καὶ τοῖς καιροῖς ὁμολογουμένην καὶ γνωριζομένην ἀρχὴν παρ’ ἅπασι καὶ τοῖς πράγμασι δυναμένην αὐτὴν ἐξ αὑτῆς θεωρεῖσθαι, κἂν δέῃ τοῖς χρόνοις | |
5 | βραχὺ προσαναδραμόντας κεφαλαιώδη τῶν μεταξὺ | |
Hist.1.5.5 | πράξεων ποιήσασθαι τὴν ἀνάμνησιν. τῆς γὰρ ἀρ‐ χῆς ἀγνοουμένης ἢ καὶ νὴ Δί’ ἀμφισβητουμένης οὐδὲ τῶν ἑξῆς οὐδὲν οἷόν τε παραδοχῆς ἀξιωθῆναι καὶ πίστεως· ὅταν δ’ ἡ περὶ ταύτης ὁμολογουμένη | |
5 | παρασκευασθῇ δόξα, τότ’ ἤδη καὶ πᾶς ὁ συνεχὴς λόγος ἀποδοχῆς τυγχάνει παρὰ τοῖς ἀκούουσιν. | |
Hist.1.6.1 | Ἔτος μὲν οὖν ἐνειστήκει μετὰ μὲν τὴν ἐν Αἰ‐ γὸς ποταμοῖς ναυμαχίαν ἐννεακαιδέκατον, πρὸ δὲ | |
Hist.1.6.2 | τῆς ἐν Λεύκτροις μάχης ἑκκαιδέκατον, ἐν ᾧ Λα‐ κεδαιμόνιοι μὲν τὴν ἐπ’ Ἀνταλκίδου λεγομένην εἰρήνην πρὸς βασιλέα τῶν Περσῶν ἐκύρωσαν καὶ πρεσβύτερος Διονύσιος τῇ περὶ τὸν Ἐλλέπορον | |
5 | ποταμὸν μάχῃ νενικηκὼς τοὺς κατὰ τὴν Ἰταλίαν Ἕλληνας ἐπολιόρκει Ῥήγιον, Γαλάται δὲ κατὰ κρά‐ τος ἑλόντες αὐτὴν τὴν Ῥώμην κατεῖχον πλὴν τοῦ | |
Hist.1.6.3 | Καπετωλίου. πρὸς οὓς ποιησάμενοι Ῥωμαῖοι σπον‐ δὰς καὶ διαλύσεις εὐδοκουμένας Γαλάταις καὶ γε‐ νόμενοι πάλιν ἀνελπίστως τῆς πατρίδος ἐγκρατεῖς καὶ λαβόντες οἷον ἀρχὴν τῆς συναυξήσεως ἐπολέ‐ | |
5 | μουν ἐν τοῖς ἑξῆς χρόνοις πρὸς τοὺς ἀστυγείτονας. | |
Hist.1.6.4 | γενόμενοι δ’ ἐγκρατεῖς ἁπάντων τῶν Λατίνων διά τε τὴν ἀνδρείαν καὶ τὴν ἐν ταῖς μάχαις ἐπιτυχίαν μετὰ ταῦτ’ ἐπολέμουν Τυρρηνοῖς, ἔπειτα Κελτοῖς, | |
ἑξῆς δὲ Σαυνίταις τοῖς πρός τε τὰς ἀνατολὰς καὶ | ||
5 | τὰς ἄρκτους συντερμονοῦσι τῇ τῶν Λατίνων χώρᾳ. | |
Hist.1.6.5 | μετὰ δέ τινα χρόνον Ταραντίνων διὰ τὴν εἰς τοὺς πρεσβευτὰς Ῥωμαίων ἀσέλγειαν καὶ τὸν διὰ ταῦτα φόβον ἐπισπασαμένων Πύρρον, τῷ πρότερον ἔτει τῆς τῶν Γαλατῶν ἐφόδου τῶν τε περὶ Δελφοὺς φθαρέν‐ | |
Hist.1.6.6 | των καὶ περαιωθέντων εἰς τὴν Ἀσίαν, Ῥωμαῖοι Τυρρηνοὺς μὲν καὶ Σαυνίτας ὑφ’ αὑτοὺς πεποι‐ ημένοι, τοὺς δὲ κατὰ τὴν Ἰταλίαν Κελτοὺς πολλαῖς μάχαις ἤδη νενικηκότες, τότε πρῶτον ἐπὶ τὰ λοιπὰ | |
5 | μέρη τῆς Ἰταλίας ὥρμησαν, οὐχ ὡς ὑπὲρ ὀθνείων, ἐπὶ δὲ τὸ πλεῖον ὡς ὑπὲρ ἰδίων ἤδη καὶ καθηκόν‐ των σφίσι πολεμήσοντες, ἀθληταὶ γεγονότες ἀληθινοὶ τῶν κατὰ τὸν πόλεμον ἔργων ἐκ τῶν πρὸς τοὺς | |
Hist.1.6.7 | Σαυνίτας καὶ Κελτοὺς ἀγώνων. ὑποστάντες δὲ γενναίως τὸν πόλεμον τοῦτον καὶ τὸ τελευταῖον τάς τε δυνάμεις καὶ Πύρρον ἐκβαλόντες ἐκ τῆς Ἰταλίας αὖθις ἐπολέμουν καὶ κατεστρέφοντο τοὺς | |
Hist.1.6.8 | κοινωνήσαντας Πύρρῳ τῶν πραγμάτων. γενόμενοι δὲ παραδόξως ἁπάντων ἐγκρατεῖς καὶ ποιησάμενοι τοὺς τὴν Ἰταλίαν οἰκοῦντας ὑφ’ αὑτοὺς πλὴν Κελτῶν μετὰ ταῦτα πολιορκεῖν ἐνεχείρησαν τοὺς τότε κατ‐ | |
5 | έχοντας τὸ Ῥήγιον Ῥωμαίους. | |
Hist.1.7.1 | Ἴδιον γάρ τι συνέβη καὶ παραπλήσιον ἑκατέραις ταῖς περὶ τὸν πορθμὸν ἐκτισμέναις πόλεσιν· εἰσὶ δ’ | |
Hist.1.7.2 | αὗται Μεσσήνη καὶ Ῥήγιον. Μεσσήνην μὲν γὰρ οὐ πολλοῖς ἀνώτερον χρόνοις τῶν νῦν λεγομένων καιρῶν Καμπανοὶ παρ’ Ἀγαθοκλεῖ μισθοφοροῦντες καὶ πάλαι περὶ τὸ κάλλος καὶ τὴν λοιπὴν εὐδαι‐ | |
5 | μονίαν τῆς πόλεως ὀφθαλμιῶντες ἅμα τῷ λαβεῖν | |
Hist.1.7.3 | καιρὸν εὐθὺς ἐπεχείρησαν παρασπονδεῖν· παρεισ‐ | |
ελθόντες δ’ ὡς φίλιοι καὶ κατασχόντες τὴν πό‐ λιν οὓς μὲν ἐξέβαλον τῶν πολιτῶν, οὓς δ’ ἀπ‐ | ||
Hist.1.7.4 | έσφαξαν. πράξαντες δὲ ταῦτα τὰς μὲν γυναῖκας καὶ τὰ τέκνα τῶν ἠκληρηκότων, ὥς ποθ’ ἡ τύχη διένειμεν παρ’ αὐτὸν τὸν τῆς παρανομίας καιρὸν ἑκάστοις, οὕτως ἔσχον· τοὺς δὲ λοιποὺς βίους καὶ | |
Hist.1.7.5 | τὴν χώραν μετὰ ταῦτα διελόμενοι κατεῖχον. ταχὺ δὲ καὶ ῥᾳδίως καλῆς χώρας καὶ πόλεως ἐγκρατεῖς γενόμενοι παρὰ πόδας εὗρον μιμητὰς τῆς πράξεως. | |
Hist.1.7.6 | Ῥηγῖνοι γάρ, καθ’ ὃν καιρὸν Πύρρος εἰς Ἰταλίαν ἐπεραιοῦτο, καταπλαγεῖς γενόμενοι τὴν ἔφοδον αὐ‐ τοῦ, δεδιότες δὲ καὶ Καρχηδονίους θαλαττοκρα‐ τοῦντας ἐπεσπάσαντο φυλακὴν ἅμα καὶ βοήθειαν | |
Hist.1.7.7 | παρὰ Ῥωμαίων. οἱ δ’ εἰσελθόντες χρόνον μέν τινα διετήρουν τὴν πόλιν καὶ τὴν ἑαυτῶν πίστιν, ὄντες τετρακισχίλιοι τὸν ἀριθμόν, ὧν ἡγεῖτο Δέκιος Καμ‐ | |
Hist.1.7.8 | πανός· τέλος δὲ ζηλώσαντες τοὺς Μαμερτίνους, ἅμα δὲ καὶ συνεργοὺς λαβόντες αὐτοὺς παρεσπόνδησαν τοὺς Ῥηγίνους, ἐκπαθεῖς ὄντες ἐπί τε τῇ τῆς πόλεως εὐκαιρίᾳ καὶ τῇ τῶν Ῥηγίνων περὶ τοὺς ἰδίους | |
5 | βίους εὐδαιμονίᾳ· καὶ τοὺς μὲν ἐκβαλόντες, τοὺς δ’ ἀποσφάξαντες τῶν πολιτῶν τὸν αὐτὸν τρόπον | |
Hist.1.7.9 | τοῖς Καμπανοῖς κατέσχον τὴν πόλιν. οἱ δὲ Ῥωμαῖοι βαρέως μὲν ἔφερον τὸ γεγονός· οὐ μὴν εἶχόν γε ποιεῖν οὐδὲν διὰ τὸ συνέχεσθαι τοῖς προειρημένοις | |
Hist.1.7.10 | πολέμοις. ἐπεὶ δ’ ἀπὸ τούτων ἐγένοντο, συγκλεί‐ σαντες αὐτοὺς ἐπολιόρκουν τὸ Ῥήγιον, καθάπερ | |
Hist.1.7.11 | ἐπάνω προεῖπον. κρατήσαντες δὲ τοὺς μὲν πλείστους ἐν αὐτῇ τῇ καταλήψει διέφθειραν, ἐκθύμως ἀμυνο‐ μένους διὰ τὸ προορᾶσθαι τὸ μέλλον, ζωγρίᾳ δ’ | |
Hist.1.7.12 | ἐκυρίευσαν πλειόνων ἢ τριακοσίων. ὧν ἀναπεμ‐ | |
φθέντων εἰς τὴν Ῥώμην, οἱ στρατηγοὶ προαγαγόντες εἰς τὴν ἀγορὰν καὶ μαστιγώσαντες ἅπαντας κατὰ τὸ παρ’ αὐτοῖς ἔθος ἐπελέκισαν, βουλόμενοι διὰ | ||
5 | τῆς εἰς ἐκείνους τιμωρίας, καθ’ ὅσον οἷοί τ’ ἦσαν, διορθοῦσθαι παρὰ τοῖς συμμάχοις τὴν αὑτῶν πίστιν. | |
Hist.1.7.13 | τὴν δὲ χώραν καὶ τὴν πόλιν παραχρῆμα τοῖς Ῥηγί‐ νοις ἀπέδοσαν. | |
Hist.1.8.1 | Οἱ δὲ Μαμερτῖνοι—τοῦτο γὰρ τοὔνομα κυριεύ‐ σαντες οἱ Καμπανοὶ τῆς Μεσσήνης προσηγόρευσαν σφᾶς αὐτούς—ἕως μὲν συνεχρῶντο τῇ τῶν Ῥω‐ μαίων συμμαχίᾳ τῶν τὸ Ῥήγιον κατασχόντων, οὐ | |
5 | μόνον τῆς ἑαυτῶν πόλεως καὶ χώρας ἀσφαλῶς κατ‐ εκράτουν, ἀλλὰ καὶ περὶ τῆς συνορούσης οὐχ ὡς ἔτυχε παρηνώχλουν τοῖς τε Καρχηδονίοις καὶ τοῖς Συρακοσίοις καὶ πολλὰ μέρη τῆς Σικελίας ἐφο‐ | |
Hist.1.8.2 | ρολόγουν. ἐπεὶ δ’ ἐστερήθησαν τῆς προειρημένης ἐπικουρίας, συγκλεισθέντων τῶν τὸ Ῥήγιον κατ‐ εχόντων εἰς τὴν πολιορκίαν, παρὰ πόδας ὑπὸ τῶν Συρακοσίων αὐτοὶ πάλιν συνεδιώχθησαν εἰς τὴν | |
Hist.1.8.3 | πόλιν διά τινας τοιαύτας αἰτίας. χρόνοις οὐ πολλοῖς πρότερον αἱ δυνάμεις τῶν Συρακοσίων διενεχθεῖσαι πρὸς τοὺς ἐν τῇ πόλει καὶ διατρίβουσαι περὶ τὴν Μεργάνην κατέστησαν ἐξ αὑτῶν ἄρχοντας, Ἀρτε‐ | |
5 | μίδωρόν τε καὶ τὸν μετὰ ταῦτα βασιλεύσαντα τῶν Συρακοσίων Ἱέρωνα, νέον μὲν ὄντα κομιδῇ, πρὸς δέ τι γένος εὐφυῆ βασιλικῆς καὶ πραγματικῆς οἰκο‐ | |
Hist.1.8.4 | νομίας. ὁ δὲ παραλαβὼν τὴν ἀρχὴν καὶ παρεισελθὼν εἰς τὴν πόλιν διά τινων οἰκείων καὶ κύριος γενό‐ μενος τῶν ἀντιπολιτευομένων οὕτως ἐχρήσατο πρᾴως καὶ μεγαλοψύχως τοῖς πράγμασιν, ὥστε τοὺς Συρα‐ | |
5 | κοσίους, καίπερ οὐδαμῶς εὐδοκουμένους ἐπὶ ταῖς | |
τῶν στρατιωτῶν ἀρχαιρεσίαις, τότε πάντας ὁμο‐ θυμαδὸν εὐδοκῆσαι στρατηγὸν αὑτῶν ὑπάρχειν | ||
Hist.1.8.5 | Ἱέρωνα. ὃς ἐκ τῶν πρώτων ἐπινοημάτων εὐθέως δῆλος ἦν τοῖς ὀρθῶς σκοπουμένοις μειζόνων ὀρεγό‐ | |
Hist.1.9.1 | μενος ἐλπίδων ἢ κατὰ τὴν στρατηγίαν. θεωρῶν γὰρ τοὺς Συρακοσίους, ἐπειδὰν ἐκπέμψωσι τὰς δυνά‐ μεις καὶ τοὺς ἄρχοντας μετὰ τῶν δυνάμεων, αὐτοὺς ἐν αὑτοῖς στασιάζοντας καὶ καινοτομοῦντας αἰεί τι, | |
Hist.1.9.2 | τὸν δὲ Λεπτίνην εἰδὼς καὶ τῇ προστασίᾳ καὶ τῇ πίστει πολὺ διαφέροντα τῶν ἄλλων πολιτῶν, εὐδο‐ κιμοῦντα δὲ καὶ παρὰ τῷ πλήθει διαφερόντως, συν‐ άπτεται κηδείαν πρὸς αὐτόν, βουλόμενος οἷον ἐφε‐ | |
5 | δρείαν ἀπολιπεῖν ἐν τῇ πόλει τοῦτον, ὅτ’ αὐτὸν ἐξιέναι | |
Hist.1.9.3 | δέοι μετὰ τῶν δυνάμεων ἐπὶ τὰς πράξεις. γήμας δὲ τὴν θυγατέρα τοῦ προειρημένου καὶ συνθεωρῶν τοὺς ἀρχαίους μισθοφόρους καχέκτας ὄντας καὶ κινητικοὺς ἐξάγει στρατείαν ὡς ἐπὶ τοὺς βαρβάρους | |
Hist.1.9.4 | τοὺς τὴν Μεσσήνην κατασχόντας. ἀντιστρατοπεδεύσας δὲ περὶ Κεντόριπα καὶ παραταξάμενος περὶ τὸν Κυαμόσωρον ποταμὸν τοὺς μὲν πολιτικοὺς ἱππεῖς καὶ πεζοὺς αὐτὸς ἐν ἀποστήματι συνεῖχεν, ὡς κατ’ | |
5 | ἄλλον τόπον τοῖς πολεμίοις συμμίξων, τοὺς δὲ ξένους προβαλόμενος εἴασε πάντας ὑπὸ τῶν βαρβάρων δια‐ | |
Hist.1.9.5 | φθαρῆναι· κατὰ δὲ τὸν τῆς ἐκείνων τροπῆς καιρὸν ἀσφαλῶς αὐτὸς ἀπεχώρησεν μετὰ τῶν πολιτῶν εἰς | |
Hist.1.9.6 | τὰς Συρακούσας. συντελεσάμενος δὲ τὸ προκεί‐ μενον πραγματικῶς καὶ παρῃρηκὼς πᾶν τὸ κινητικὸν καὶ στασιῶδες τῆς δυνάμεως, ξενολογήσας δι’ αὑ‐ τοῦ πλῆθος ἱκανὸν μισθοφόρων, ἀσφαλῶς ἤδη τὰ | |
Hist.1.9.7 | κατὰ τὴν ἀρχὴν διεξῆγεν. θεωρῶν δὲ τοὺς βαρβά‐ ρους ἐκ τοῦ προτερήματος θρασέως καὶ προπετῶς | |
ἀναστρεφομένους, καθοπλίσας καὶ γυμνάσας ἐνερ‐ γῶς τὰς πολιτικὰς δυνάμεις ἐξῆγεν καὶ συμβάλλει | ||
5 | τοῖς πολεμίοις ἐν τῷ Μυλαίῳ πεδίῳ περὶ τὸν Λογ‐ | |
Hist.1.9.8 | γανὸν καλούμενον ποταμόν. τροπὴν δὲ ποιήσας αὐτῶν ἰσχυρὰν καὶ τῶν ἡγεμόνων ἐγκρατὴς γενό‐ μενος ζωγρίᾳ τὴν μὲν τῶν βαρβάρων κατέπαυσε τόλμαν, αὐτὸς δὲ παραγενόμενος εἰς τὰς Συρακούσας | |
5 | βασιλεὺς ὑπὸ πάντων προσηγορεύθη τῶν συμμά‐ χων. | |
Hist.1.10.1 | Οἱ δὲ Μαμερτῖνοι πρότερον μὲν ἐστερημένοι τῆς ἐπικουρίας τῆς ἐκ τοῦ Ῥηγίου, καθάπερ ἀνώ‐ τερον εἶπον, τότε δὲ τοῖς ἰδίοις πράγμασιν ἐπται‐ κότες ὁλοσχερῶς διὰ τὰς νῦν ῥηθείσας αἰτίας, οἱ | |
5 | μὲν ἐπὶ Καρχηδονίους κατέφευγον καὶ τούτοις ἐν‐ | |
Hist.1.10.2 | εχείριζον σφᾶς αὐτοὺς καὶ τὴν ἄκραν, οἱ δὲ πρὸς Ῥωμαίους ἐπρέσβευον, παραδιδόντες τὴν πόλιν καὶ δεόμενοι βοηθήσειν σφίσιν αὐτοῖς ὁμοφύλοις ὑπάρ‐ | |
Hist.1.10.3 | χουσιν. Ῥωμαῖοι δὲ πολὺν μὲν χρόνον ἠπόρησαν διὰ τὸ δοκεῖν ἐξόφθαλμον εἶναι τὴν ἀλογίαν τῆς | |
Hist.1.10.4 | βοηθείας. τὸ γὰρ μικρῷ πρότερον τοὺς ἰδίους πο‐ λίτας μετὰ τῆς μεγίστης ἀνῃρηκότας τιμωρίας, ὅτι Ῥηγίνους παρεσπόνδησαν, παραχρῆμα Μαμερτίνοις βοηθεῖν ζητεῖν τοῖς τὰ παραπλήσια πεποιηκόσιν οὐ | |
5 | μόνον εἰς τὴν Μεσσηνίων, ἀλλὰ καὶ τὴν Ῥηγίνων | |
Hist.1.10.5 | πόλιν, δυσαπολόγητον εἶχε τὴν ἁμαρτίαν. οὐ μὴν ἀγνοοῦντές γε τούτων οὐδέν, θεωροῦντες δὲ τοὺς Καρχηδονίους οὐ μόνον τὰ κατὰ τὴν Λιβύην, ἀλλὰ καὶ τῆς Ἰβηρίας ὑπήκοα πολλὰ μέρη πεποιημένους, | |
5 | ἔτι δὲ τῶν νήσων ἁπασῶν ἐγκρατεῖς ὑπάρχοντας τῶν κατὰ τὸ Σαρδόνιον καὶ Τυρρηνικὸν πέλαγος, | |
Hist.1.10.6 | ἠγωνίων, εἰ Σικελίας ἔτι κυριεύσαιεν, (μὴ) λίαν βα‐ | |
ρεῖς καὶ φοβεροὶ γείτονες αὐτοῖς ὑπάρχοιεν, κύκλῳ σφᾶς περιέχοντες καὶ πᾶσι τοῖς τῆς Ἰταλίας μέρεσιν | ||
Hist.1.10.7 | ἐπικείμενοι. διότι δὲ ταχέως ὑφ’ αὑτοὺς ποιήσον‐ ται τὴν Σικελίαν, μὴ τυχόντων ἐπικουρίας τῶν | |
Hist.1.10.8 | Μαμερτίνων, προφανὲς ἦν. κρατήσαντες γὰρ ἐγχειρι‐ ζομένης αὐτοῖς τῆς Μεσσήνης ἔμελλον ἐν ὀλίγῳ χρόνῳ τὰς Συρακούσας ἐπανελέσθαι διὰ τὸ πάσης | |
Hist.1.10.9 | σχεδὸν δεσπόζειν τῆς ἄλλης Σικελίας. ὃ προορώμενοι Ῥωμαῖοι καὶ νομίζοντες ἀναγκαῖον εἶναι σφίσι τὸ μὴ προέσθαι τὴν Μεσσήνην μηδ’ ἐᾶσαι Καρχηδονίους οἱονεὶ γεφυρῶσαι τὴν εἰς Ἰταλίαν αὑτοῖς διάβασιν, | |
Hist.1.11.1 | πολὺν μὲν χρόνον ἐβουλεύσαντο, καὶ τὸ μὲν συν‐ έδριον οὐδ’ εἰς τέλος ἐκύρωσε τὴν γνώμην διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας. ἐδόκει γὰρ τὰ περὶ τὴν ἀλο‐ γίαν τῆς τοῖς Μαμερτίνοις ἐπικουρίας ἰσορροπεῖν | |
Hist.1.11.2 | τοῖς ἐκ τῆς βοηθείας συμφέρουσιν. οἱ δὲ πολλοὶ τετρυμένοι μὲν ὑπὸ τῶν προγεγονότων πολέμων καὶ προσδεόμενοι παντοδαπῆς ἐπανορθώσεως, ἅμα δὲ τοῖς ἄρτι ῥηθεῖσι περὶ τοῦ κοινῇ συμφέρειν τὸν | |
5 | πόλεμον καὶ κατ’ ἰδίαν ἑκάστοις ὠφελείας προδή‐ λους καὶ μεγάλας ὑποδεικνυόντων τῶν στρατηγῶν, | |
Hist.1.11.3 | ἔκριναν βοηθεῖν. κυρωθέντος δὲ τοῦ δόγματος ὑπὸ τοῦ δήμου, προχειρισάμενοι τὸν ἕτερον τῶν ὑπάτων στρατηγὸν Ἄππιον Κλαύδιον ἐξαπέστειλαν, κελεύ‐ | |
Hist.1.11.4 | σαντες βοηθεῖν καὶ διαβαίνειν εἰς Μεσσήνην. οἱ δὲ Μαμερτῖνοι τὸν μὲν τῶν Καρχηδονίων στρατη‐ γὸν ἤδη κατέχοντα τὴν ἄκραν ἐξέβαλον, τὰ μὲν καταπληξάμενοι, τὰ δὲ παραλογισάμενοι· τὸν δ’ | |
5 | Ἄππιον ἐπεσπῶντο καὶ τούτῳ τὴν πόλιν ἐνεχείρι‐ | |
Hist.1.11.5 | ζον. Καρχηδόνιοι δὲ τὸν μὲν στρατηγὸν αὐτῶν ἀνεσταύρωσαν, νομίσαντες αὐτὸν ἀβούλως, ἅμα δ’ | |
Hist.1.11.6 | ἀνάνδρως προέσθαι τὴν ἀκρόπολιν· αὐτοὶ δὲ τῇ μὲν ναυτικῇ δυνάμει περὶ Πελωριάδα στρατοπεδεύ‐ σαντες, τῷ δὲ πεζῷ στρατεύματι περὶ τὰς Σύνεις | |
Hist.1.11.7 | καλουμένας ἐνεργῶς προσέκειντο τῇ Μεσσήνῃ. κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἱέρων νομίσας εὐφυῶς ἔχειν τὰ παρόντα πρὸς τὸ τοὺς βαρβάρους τοὺς τὴν Μεσ‐ σήνην κατέχοντας ὁλοσχερῶς ἐκβαλεῖν ἐκ τῆς Σικε‐ | |
5 | λίας, τίθεται πρὸς τοὺς Καρχηδονίους συνθήκας. | |
Hist.1.11.8 | καὶ μετὰ ταῦτ’ ἀναζεύξας ἐκ τῶν Συρακουσῶν ἐποιεῖτο τὴν πορείαν ἐπὶ τὴν προειρημένην πόλιν· καταστρατοπεδεύσας δ’ ἐκ θατέρου μέρους περὶ τὸ Χαλκιδικὸν ὄρος καλούμενον ἀπέκλεισε καὶ ταύτης | |
Hist.1.11.9 | τῆς ἐξόδου τοὺς ἐν τῇ πόλει. ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων Ἄππιος νυκτὸς καὶ παραβόλως περαιωθεὶς | |
Hist.1.11.10 | τὸν πορθμὸν ἧκεν εἰς τὴν Μεσσήνην. ὁρῶν δὲ πανταχόθεν ἐνεργῶς προσηρεικότας τοὺς πολεμίους καὶ συλλογισάμενος ἅμα μὲν αἰσχράν, ἅμα δ’ ἐπι‐ σφαλῆ γίνεσθαι τὴν πολιορκίαν αὑτῷ, τῆς τε γῆς | |
Hist.1.11.11 | τῶν πολεμίων ἐπικρατούντων καὶ τῆς θαλάττης, τὸ μὲν πρῶτον διεπρεσβεύετο πρὸς ἀμφοτέρους, βουλό‐ μενος ἐξελέσθαι τοῦ πολέμου τοὺς Μαμερτίνους· | |
Hist.1.11.12 | οὐδενὸς δὲ προσέχοντος αὐτῷ, τέλος ἐπαναγκαζόμε‐ νος ἔκρινε διακινδυνεύειν καὶ πρῶτον ἐγχειρεῖν τοῖς | |
Hist.1.11.13 | Συρακοσίοις. ἐξαγαγὼν δὲ τὴν δύναμιν παρέταξε πρὸς μάχην, ἑτοίμως εἰς τὸν ἀγῶνα συγκαταβάντος | |
Hist.1.11.14 | αὐτῷ καὶ τοῦ τῶν Συρακοσίων βασιλέως· ἐπὶ πολὺν δὲ χρόνον διαγωνισάμενος ἐπεκράτησεν τῶν πολε‐ μίων καὶ κατεδίωξε τοὺς ὑπεναντίους ἕως εἰς τὸν | |
Hist.1.11.15 | χάρακα πάντας. Ἄππιος μὲν οὖν σκυλεύσας τοὺς νεκροὺς ἐπανῆλθεν πάλιν εἰς τὴν Μεσσήνην. ὁ δ’ Ἱέρων ὀττευσάμενός τι περὶ τῶν ὅλων πραγμάτων, | |
ἐπιγενομένης τῆς νυκτὸς ἀνεχώρησε κατὰ σπουδὴν | ||
Hist.1.12.1 | εἰς τὰς Συρακούσας. τῇ δὲ κατὰ πόδας ἡμέρᾳ γνοὺς Ἄππιος τὴν ἀπόλυσιν τῶν προειρημένων καὶ γενόμενος εὐθαρσὴς ἔκρινε μὴ μέλλειν, ἀλλ’ ἐγχει‐ | |
Hist.1.12.2 | ρεῖν τοῖς Καρχηδονίοις. παραγγείλας οὖν τοῖς στρα‐ τιώταις ἐν ὥρᾳ γίνεσθαι τὴν θεραπείαν, ἅμα τῷ | |
Hist.1.12.3 | φωτὶ τὴν ἔξοδον ἐποιεῖτο. συμβαλὼν δὲ τοῖς ὑπ‐ εναντίοις πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοι‐ ποὺς ἠνάγκασε φυγεῖν προτροπάδην εἰς τὰς παρα‐ | |
Hist.1.12.4 | κειμένας πόλεις. χρησάμενος δὲ τοῖς εὐτυχήμασι τούτοις καὶ λύσας τὴν πολιορκίαν, λοιπὸν ἐπιπο‐ ρευόμενος ἀδεῶς ἐπόρθει τήν τε τῶν Συρακοσίων καὶ τὴν τῶν συμμαχούντων αὐτοῖς χώραν, οὐδενὸς | |
5 | ἀντιποιουμένου τῶν ὑπαίθρων· τὸ δὲ τελευταῖον προσκαθίσας αὐτὰς ἐπεβάλετο πολιορκεῖν τὰς Συρα‐ κούσας. | |
Hist.1.12.5 | Ἡ μὲν οὖν πρώτη Ῥωμαίων ἐκ τῆς Ἰταλίας διάβασις μετὰ δυνάμεως ἥδε καὶ διὰ ταῦτα (καὶ) κατὰ | |
Hist.1.12.6 | τούτους ἐγένετο τοὺς καιρούς, ἣν οἰκειοτάτην κρί‐ ναντες ἀρχὴν εἶναι τῆς ὅλης προθέσεως, ἀπὸ ταύτης ἐποιησάμεθα τὴν ἐπίστασιν, ἀναδραμόντες ἔτι τοῖς χρόνοις τοῦ μηδὲν ἀπόρημα καταλιπεῖν ὑπὲρ τῶν | |
Hist.1.12.7 | κατὰ τὰς αἰτίας ἀποδείξεων. τῷ γὰρ πῶς καὶ πότε πταίσαντες αὐτῇ τῇ πατρίδι Ῥωμαῖοι τῆς ἐπὶ τὸ βέλτιον ἤρξαντο προκοπῆς καὶ πότε πάλιν καὶ πῶς κρατήσαντες τῶν κατὰ τὴν Ἰταλίαν τοῖς ἐκτὸς ἐπι‐ | |
5 | χειρεῖν ἐπεβάλοντο πράγμασιν, ἀναγκαῖον ὑπελάβο‐ μεν εἶναι παρακολουθῆσαι τοῖς μέλλουσι καὶ τὸ κεφάλαιον αὐτῶν τῆς νῦν ὑπεροχῆς δεόντως συν‐ | |
Hist.1.12.8 | όψεσθαι. διόπερ οὐ χρὴ θαυμάζειν οὐδ’ ἐν τοῖς ἑξῆς, ἐάν που προσανατρέχωμεν τοῖς χρόνοις περὶ | |
Hist.1.12.9 | τῶν ἐπιφανεστάτων πολιτευμάτων. τοῦτο γὰρ ποιή‐ σομεν χάριν τοῦ λαμβάνειν ἀρχὰς τοιαύτας, ἐξ ὧν ἔσται σαφῶς κατανοεῖν ἐκ τίνων ἕκαστοι καὶ πότε καὶ πῶς ὁρμηθέντες εἰς ταύτας παρεγένοντο τὰς | |
5 | διαθέσεις, ἐν αἷς ὑπάρχουσι νῦν. ὃ δὴ καὶ περὶ Ῥωμαίων ἄρτι πεποιήκαμεν. | |
Hist.1.13.1 | Ἀφεμένους δὲ τούτων λέγειν ὥρα περὶ τῶν προκειμένων, ἐπὶ βραχὺ καὶ κεφαλαιωδῶς προεκθε‐ | |
Hist.1.13.2 | μένους τὰς ἐν τῇ προκατασκευῇ πράξεις. ὧν εἰσι πρῶται κατὰ τὴν τάξιν αἱ γενόμεναι Ῥωμαίοις καὶ | |
Hist.1.13.3 | Καρχηδονίοις ἐν τῷ περὶ Σικελίας πολέμῳ. ταύ‐ ταις συνεχὴς ὁ Λιβυκὸς πόλεμος· ᾧ συνάπτει τὰ κατ’ Ἰβηρίαν Ἀμίλκᾳ, μετὰ δὲ τοῦτον Ἀσδρούβᾳ | |
Hist.1.13.4 | πραχθέντα καὶ Καρχηδονίοις. οἷς ἐγένετο κατὰ τὸν αὐτὸν καιρὸν ἡ πρώτη Ῥωμαίων διάβασις εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης, ἐπὶ δὲ τοῖς προειρημένοις οἱ πρὸς τοὺς ἐν Ἰταλίᾳ Κελτοὺς | |
Hist.1.13.5 | ἀγῶνες. τούτοις δὲ κατὰ τὸν αὐτὸν καιρὸν παρὰ τοῖς Ἕλλησιν ὁ Κλεομενικὸς καλούμενος ἐνηργεῖτο πόλεμος, εἰς ὃν καὶ τὴν καταστροφὴν ἐποιησάμεθα τῆς ὅλης κατασκευῆς καὶ τῆς δευτέρας βύβλου. | |
Hist.1.13.6 | Τὸ μὲν οὖν ἐξαριθμεῖσθαι τὰ κατὰ μέρος ὑπὲρ τῶν προειρημένων πράξεων οὐδὲν οὔθ’ ἡμῖν ἀναγ‐ | |
Hist.1.13.7 | καῖον οὔτε τοῖς ἀκούουσι χρήσιμον. οὐ γὰρ ἱστο‐ ρεῖν ὑπὲρ αὐτῶν προτιθέμεθα, μνησθῆναι δὲ κε‐ φαλαιωδῶς προαιρούμεθα χάριν τῆς προκατασκευῆς τῶν μελλουσῶν ὑφ’ ἡμῶν ἱστορεῖσθαι πράξεων. | |
Hist.1.13.8 | διόπερ ἐπὶ κεφαλαίων ψαύοντες κατὰ τὸ συνεχὲς τῶν προειρημένων πειρασόμεθα συνάψαι τὴν τε‐ λευτὴν τῆς προκατασκευῆς τῇ τῆς ἡμετέρας ἱστορίας | |
Hist.1.13.9 | ἀρχῇ καὶ προθέσει. τοῦτον γὰρ τὸν τρόπον συν‐ | |
εχοῦς γινομένης τῆς διηγήσεως, ἡμεῖς τε δόξομεν εὐλόγως ἐφάπτεσθαι τῶν ἤδη προϊστορημένων ἑτέ‐ ροις, τοῖς τε φιλομαθοῦσιν ἐκ τῆς τοιαύτης οἰκο‐ | ||
5 | νομίας εὐμαθῆ καὶ ῥᾳδίαν ἐπὶ τὰ μέλλοντα ῥηθή‐ | |
Hist.1.13.10 | σεσθαι παρασκευάσομεν τὴν ἔφοδον. βραχὺ δ’ ἐπι‐ μελέστερον πειρασόμεθα διελθεῖν ὑπὲρ τοῦ πρώτου συστάντος πολέμου Ῥωμαίοις καὶ Καρχηδονίοις περὶ | |
Hist.1.13.11 | Σικελίας. οὔτε γὰρ πολυχρονιώτερον τούτου πό‐ λεμον εὑρεῖν ῥᾴδιον οὔτε παρασκευὰς ὁλοσχερεστέ‐ ρας οὔτε συνεχεστέρας πράξεις οὔτε πλείους ἀγῶ‐ νας οὔτε περιπετείας μείζους τῶν ἐν τῷ προειρη‐ | |
Hist.1.13.12 | μένῳ πολέμῳ συμβάντων ἑκατέροις. αὐτά τε τὰ πολιτεύματα κατ’ ἐκείνους τοὺς καιροὺς ἀκμὴν ἀκέ‐ ραια μὲν ἦν τοῖς ἐθισμοῖς, μέτρια δὲ ταῖς τύχαις, | |
Hist.1.13.13 | πάρισα δὲ ταῖς δυνάμεσιν. διὸ καὶ τοῖς βουλομένοις καλῶς συνθεάσασθαι τὴν ἑκατέρου τοῦ πολιτεύμα‐ τος ἰδιότητα καὶ δύναμιν οὐχ οὕτως ἐκ τῶν ἐπι‐ γενομένων πολέμων ὡς ἐκ τούτου ποιητέον τὴν | |
5 | σύγκρισιν. | |
Hist.1.14.1 | Οὐχ ἧττον δὲ τῶν προειρημένων παρωξύνθην ἐπιστῆσαι τούτῳ τῷ πολέμῳ καὶ διὰ τὸ τοὺς ἐμπει‐ ρότατα δοκοῦντας γράφειν ὑπὲρ αὐτοῦ, Φιλῖνον καὶ Φάβιον, μὴ δεόντως ἡμῖν ἀπηγγελκέναι τὴν ἀλή‐ | |
Hist.1.14.2 | θειαν. ἑκόντας μὲν οὖν ἐψεῦσθαι τοὺς ἄνδρας οὐχ ὑπολαμβάνω, στοχαζόμενος ἐκ τοῦ βίου καὶ τῆς αἱ‐ ρέσεως αὐτῶν· δοκοῦσι δέ μοι πεπονθέναι τι παρα‐ | |
Hist.1.14.3 | πλήσιον τοῖς ἐρῶσι. διὰ γὰρ τὴν αἵρεσιν καὶ τὴν ὅλην εὔνοιαν Φιλίνῳ μὲν πάντα δοκοῦσιν οἱ Καρ‐ χηδόνιοι πεπρᾶχθαι φρονίμως, καλῶς, ἀνδρωδῶς, οἱ δὲ Ῥωμαῖοι τἀναντία, Φαβίῳ δὲ τοὔμπαλιν τού‐ | |
Hist.1.14.4 | των. ἐν μὲν οὖν τῷ λοιπῷ βίῳ τὴν τοιαύτην ἐπι‐ | |
είκειαν ἴσως οὐκ ἄν τις ἐκβάλλοι· καὶ γὰρ φιλόφι‐ λον εἶναι δεῖ τὸν ἀγαθὸν ἄνδρα καὶ φιλόπατριν καὶ συμμισεῖν τοῖς φίλοις τοὺς ἐχθροὺς καὶ συναγαπᾶν | ||
Hist.1.14.5 | τοὺς φίλους· ὅταν δὲ τὸ τῆς ἱστορίας ἦθος ἀναλαμ‐ βάνῃ τις, ἐπιλαθέσθαι χρὴ πάντων τῶν τοιούτων καὶ πολλάκις μὲν εὐλογεῖν καὶ κοσμεῖν τοῖς μεγί‐ στοις ἐπαίνοις τοὺς ἐχθρούς, ὅταν αἱ πράξεις ἀπαι‐ | |
5 | τῶσι τοῦτο, πολλάκις δ’ ἐλέγχειν καὶ ψέγειν ἐπονει‐ δίστως τοὺς ἀναγκαιοτάτους, ὅταν αἱ τῶν ἐπιτη‐ | |
Hist.1.14.6 | δευμάτων ἁμαρτίαι τοῦθ’ ὑποδεικνύωσιν. ὥσπερ γὰρ ζῴου τῶν ὄψεων ἀφαιρεθεισῶν ἀχρειοῦται τὸ ὅλον, οὕτως ἐξ ἱστορίας ἀναιρεθείσης τῆς ἀληθείας τὸ καταλειπόμενον αὐτῆς ἀνωφελὲς γίνεται δι‐ | |
Hist.1.14.7 | ήγημα. διόπερ οὔτε τῶν φίλων κατηγορεῖν οὔτε τοὺς ἐχθροὺς ἐπαινεῖν ὀκνητέον, οὔτε δὲ τοὺς αὐτοὺς ψέγειν, ποτὲ δ’ ἐγκωμιάζειν εὐλαβητέον, ἐπειδὴ τοὺς ἐν πράγμασιν ἀναστρεφομένους οὔτ’ εὐστοχεῖν αἰεὶ | |
Hist.1.14.8 | δυνατὸν οὔθ’ ἁμαρτάνειν συνεχῶς εἰκός. ἀποστάντας οὖν τῶν πραττόντων αὐτοῖς τοῖς πραττομένοις ἐφαρ‐ μοστέον τὰς πρεπούσας ἀποφάσεις καὶ διαλήψεις ἐν | |
Hist.1.14.9 | τοῖς ὑπομνήμασιν. ὡς δ’ ἔστιν ἀληθῆ τὰ νῦν ὑφ’ | |
Hist.1.15.1 | ἡμῶν εἰρημένα σκοπεῖν ἐκ τούτων πάρεστιν. ὁ γὰρ Φιλῖνος ἀρχόμενος ἅμα τῶν πραγμάτων καὶ τῆς δευ‐ τέρας βύβλου φησὶ προσκαθῆσθαι τῇ Μεσσήνῃ πο‐ λεμοῦντας τούς τε Καρχηδονίους καὶ τοὺς Συρα‐ | |
Hist.1.15.2 | κοσίους, παραγενομένους δὲ τοὺς Ῥωμαίους κατὰ θάλατταν εἰς τὴν πόλιν εὐθὺς ἐξελθεῖν ἐπὶ τοὺς Συρακοσίους· λαβόντας δὲ πολλὰς πληγὰς ἐπαν‐ ελθεῖν εἰς τὴν Μεσσήνην· αὖθις δ’ ἐπὶ τοὺς Καρχη‐ | |
5 | δονίους ἐκπορευθέντας οὐ μόνον πληγὰς λαβεῖν, ἀλλὰ καὶ ζωγρίᾳ τῶν στρατιωτῶν ἱκανοὺς ἀπο‐ | |
Hist.1.15.3 | βαλεῖν. ταῦτα δ’ εἰπὼν τὸν μὲν Ἱέρωνά φησι μετὰ τὴν γενομένην συμπλοκὴν οὕτως ἔξω γενέσθαι τοῦ φρονεῖν ὥστε μὴ μόνον παραχρῆμα τὸν χάρακα καὶ τὰς σκηνὰς ἐμπρήσαντα φυγεῖν νυκτὸς εἰς τὰς | |
5 | Συρακούσας, ἀλλὰ καὶ τὰ φρούρια πάντα κατα‐ λιπεῖν τὰ κείμενα κατὰ τῆς τῶν Μεσσηνίων χώρας· | |
Hist.1.15.4 | ὁμοίως δὲ καὶ τοὺς Καρχηδονίους μετὰ τὴν μάχην εὐθέως ἐκλιπόντας τὸν χάρακα διελεῖν σφᾶς εἰς τὰς πόλεις, τῶν δ’ ὑπαίθρων οὐδ’ ἀντιποιεῖσθαι τολ‐ μᾶν ἔτι· διὸ καὶ συνθεωρήσαντας τοὺς ἡγουμένους | |
5 | αὐτῶν ἀποδεδειλιακότας τοὺς ὄχλους βουλεύσασθαι | |
Hist.1.15.5 | μὴ κρίνειν διὰ μάχης τὰ πράγματα· τοὺς δὲ Ῥω‐ μαίους ἑπομένους αὐτοῖς οὐ μόνον τὴν χώραν πορ‐ θεῖν τῶν Καρχηδονίων καὶ Συρακοσίων, ἀλλὰ καὶ τὰς Συρακούσας αὐτὰς προσκαθίσαντας ἐπιβαλέσθαι | |
Hist.1.15.6 | πολιορκεῖν. ταῦτα δ’, ὡς ἐμοὶ δοκεῖ, τῆς πάσης ἐστὶν ἀλογίας πλήρη καὶ διαστολῆς οὐ προσδεῖται | |
Hist.1.15.7 | τὸ παράπαν. οὓς μὲν γὰρ πολιορκοῦντας τὴν Μεσ‐ σήνην καὶ νικῶντας ἐν ταῖς συμπλοκαῖς ὑπέθετο, τούτους φεύγοντας καὶ τῶν ὑπαίθρων ἐκχωροῦντας καὶ τέλος πολιορκουμένους καὶ ταῖς ψυχαῖς ἀποδε‐ | |
Hist.1.15.8 | δειλιακότας ἀπέφηνεν· οὓς δ’ ἡττωμένους καὶ πο‐ λιορκουμένους ὑπεστήσατο, τούτους διώκοντας καὶ παραχρῆμα κρατοῦντας τῶν ὑπαίθρων καὶ τέλος | |
Hist.1.15.9 | πολιορκοῦντας τὰς Συρακούσας ἀπέδειξε. ταῦτα δὲ συνᾴδειν ἀλλήλοις οὐδαμῶς δύναται· πῶς γάρ; ἀλλ’ ἀναγκαῖον ἢ τὰς ὑποθέσεις εἶναι τὰς πρώτας ψευ‐ | |
Hist.1.15.10 | δεῖς ἢ τὰς ὑπὲρ τῶν συμβαινόντων ἀποφάσεις. εἰσὶ δ’ αὗται μὲν ἀληθεῖς· καὶ γὰρ ἐξεχώρησαν οἱ Καρ‐ χηδόνιοι καὶ Συρακόσιοι τῶν ὑπαίθρων, καὶ τὰς Συρακούσας ἐπολέμουν οἱ Ῥωμαῖοι κατὰ πόδας, | |
5 | ὡς δ’ οὗτός φησι, καὶ τὴν Ἐχέτλαν, ἐν μέσῃ κει‐ μένην τῇ τῶν Συρακοσίων καὶ Καρχηδονίων ἐπαρ‐ | |
Hist.1.15.11 | χίᾳ. λοιπὸν ἀνάγκη συγχωρεῖν τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις εἶναι ψευδεῖς, καὶ νικώντων εὐθέως τῶν Ῥωμαίων ἐν ταῖς περὶ τὴν Μεσσήνην συμπλοκαῖς ἡττημένους αὐτοὺς ἡμῖν ὑπὸ τοῦ συγγραφέως ἀπηγ‐ | |
5 | γέλθαι. | |
Hist.1.15.12 | Φιλῖνον μὲν οὖν παρ’ ὅλην ἄν τις τὴν πραγ‐ ματείαν εὕροι τοιοῦτον ὄντα, παραπλησίως δὲ καὶ Φάβιον, ὡς ἐπ’ αὐτῶν δειχθήσεται τῶν καιρῶν. | |
Hist.1.15.13 | ἡμεῖς δ’ ἐπειδὴ τοὺς ἁρμόζοντας πεποιήμεθα λόγους ὑπὲρ τῆς παρεκβάσεως, ἐπανελθόντες ἐπὶ τὰς πρά‐ ξεις πειρασόμεθα προστιθέντες ἀεὶ τὸν ἑξῆς λόγον εἰς ἀληθινὰς ἐννοίας ἄγειν διὰ βραχέων τοὺς ἐν‐ | |
5 | τυγχάνοντας ὑπὲρ τοῦ προειρημένου πολέμου. | |
Hist.1.16.1 | Προσπεσόντων γὰρ εἰς τὴν Ῥώμην ἐκ τῆς Σικε‐ λίας τῶν περὶ τὸν Ἄππιον καὶ τὰ στρατόπεδα προτερημάτων, καταστήσαντες ὑπάτους Μάνιον Ὀτα‐ κίλιον καὶ Μάνιον Οὐαλέριον τάς τε δυνάμεις ἁπά‐ | |
5 | σας ἐξαπέστελλον καὶ τοὺς στρατηγοὺς ἀμφοτέρους | |
Hist.1.16.2 | εἰς τὴν Σικελίαν. ἔστι δὲ παρὰ Ῥωμαίοις τὰ πάντα τέτταρα στρατόπεδα Ῥωμαϊκὰ χωρὶς τῶν συμμάχων, ἃ κατ’ ἐνιαυτὸν προχειρίζονται· τούτων ἕκαστον ἀνὰ τετρακισχιλίους πεζούς, ἱππεῖς δὲ τριακοσίους. | |
Hist.1.16.3 | ὧν παραγενομένων ἀπό τε τῶν Καρχηδονίων αἱ πλείους ἀφιστάμεναι πόλεις προσετίθεντο τοῖς Ῥω‐ | |
Hist.1.16.4 | μαίοις ἀπό τε τῶν Συρακοσίων. ὁ δ’ Ἱέρων θεω‐ ρῶν τὴν διατροπὴν καὶ κατάπληξιν τῶν Σικελιωτῶν, ἅμα δὲ τὸ πλῆθος καὶ τὸ βάρος τῶν Ῥωμαϊκῶν στρατοπέδων, ἐκ πάντων συνελογίζετο τούτων ἐπι‐ | |
5 | κυδεστέρας εἶναι τὰς τῶν Ῥωμαίων ἢ τὰς τῶν | |
Hist.1.16.5 | Καρχηδονίων ἐλπίδας. διόπερ ἐπὶ τοῦτο τὸ μέρος ὁρμήσας τοῖς λογισμοῖς διεπέμπετο πρὸς τοὺς στρα‐ τηγούς, ὑπὲρ εἰρήνης καὶ φιλίας ποιούμενος τοὺς | |
Hist.1.16.6 | λόγους. οἱ δὲ Ῥωμαῖοι προσεδέξαντο, καὶ μάλιστα | |
Hist.1.16.7 | διὰ τὰς χορηγίας· θαλαττοκρατούντων γὰρ τῶν Καρ‐ χηδονίων εὐλαβοῦντο μὴ πανταχόθεν ἀποκλεισθῶσι τῶν ἀναγκαίων διὰ τὸ καὶ περὶ τὰ πρὸ τοῦ δια‐ βάντα στρατόπεδα πολλὴν ἔνδειαν γεγονέναι τῶν | |
Hist.1.16.8 | ἐπιτηδείων. διόπερ ὑπολαβόντες τὸν Ἱέρωνα με‐ γάλην εἰς τοῦτο τὸ μέρος αὑτοῖς παρέξεσθαι χρείαν | |
Hist.1.16.9 | ἀσμένως προσεδέξαντο τὴν φιλίαν. ποιησάμενοι δὲ συνθήκας ἐφ’ ᾧ τὰ μὲν αἰχμάλωτα χωρὶς λύτρων ἀποδοῦναι τὸν βασιλέα Ῥωμαίοις, ἀργυρίου δὲ προσ‐ θεῖναι τάλαντα τούτοις ἑκατόν, λοιπὸν ἤδη Ῥωμαῖοι | |
5 | μὲν ὡς φίλοις καὶ συμμάχοις ἐχρῶντο τοῖς Συρα‐ | |
Hist.1.16.10 | κοσίοις. ὁ δὲ βασιλεὺς Ἱέρων ὑποστείλας ἑαυτὸν ὑπὸ τὴν Ῥωμαίων σκέπην καὶ χορηγῶν ἀεὶ τούτοις εἰς τὰ κατεπείγοντα τῶν πραγμάτων ἀδεῶς ἐβασί‐ λευε τῶν Συρακοσίων τὸν μετὰ ταῦτα χρόνον, φι‐ | |
Hist.1.16.11 | λοστεφανῶν καὶ φιλοδοξῶν εἰς τοὺς Ἕλληνας. ἐπι‐ φανέστατος γὰρ δὴ πάντων οὗτος δοκεῖ καὶ πλεῖ‐ στον χρόνον ἀπολελαυκέναι τῆς ἰδίας εὐβουλίας ἔν τε τοῖς κατὰ μέρος καὶ τοῖς καθόλου πράγμασιν. | |
Hist.1.17.1 | Ἐπανενεχθεισῶν δὲ τῶν συνθηκῶν εἰς τὴν Ῥώ‐ μην, καὶ προσδεξαμένου τοῦ δήμου καὶ κυρώσαν‐ τος τὰς πρὸς Ἱέρωνα διαλύσεις, λοιπὸν οὐκέτι πά‐ σας ἔκρινον ἐξαποστέλλειν οἱ Ῥωμαῖοι τὰς δυνάμεις, | |
Hist.1.17.2 | ἀλλὰ δύο μόνον στρατόπεδα, νομίζοντες ἅμα μὲν κεκουφίσθαι τὸν πόλεμον αὐτοῖς προσκεχωρηκότος τοῦ βασιλέως, ἅμα δὲ μᾶλλον ὑπολαμβάνοντες οὕ‐ | |
Hist.1.17.3 | τως εὐπορήσειν τὰς δυνάμεις τοῖς ἀναγκαίοις. οἱ | |
δὲ Καρχηδόνιοι θεωροῦντες τὸν μὲν Ἱέρωνα πολέ‐ μιον αὑτοῖς γεγονότα, τοὺς δὲ Ῥωμαίους ὁλοσχερέ‐ στερον ἐμπλεκομένους εἰς τὰ κατὰ τὴν Σικελίαν | ||
5 | ὑπέλαβον βαρυτέρας προσδεῖσθαι παρασκευῆς, δι’ ἧς ἀντοφθαλμεῖν δυνήσονται τοῖς πολεμίοις καὶ | |
Hist.1.17.4 | συνέχειν τὰ κατὰ τὴν Σικελίαν. διὸ καὶ ξενολογή‐ σαντες ἐκ τῆς ἀντιπέρας χώρας πολλοὺς μὲν Λιγυ‐ στίνους καὶ Κελτούς, ἔτι δὲ πλείους τούτων Ἴβη‐ | |
Hist.1.17.5 | ρας, ἅπαντας εἰς τὴν Σικελίαν ἀπέστειλαν. ὁρῶντες δὲ τὴν τῶν Ἀκραγαντίνων πόλιν εὐφυεστάτην οὖσαν πρὸς τὰς παρασκευὰς καὶ βαρυτάτην ἅμα τῆς αὑτῶν ἐπαρχίας εἰς ταύτην συνήθροισαν τά τε χορήγια | |
5 | καὶ τὰς δυνάμεις, ὁρμητηρίῳ κρίνοντες χρῆσθαι | |
Hist.1.17.6 | ταύτῃ τῇ πόλει πρὸς τὸν πόλεμον. τῶν δὲ Ῥω‐ μαίων οἱ μὲν πρὸς τὸν Ἱέρωνα ποιησάμενοι στρα‐ τηγοὶ τὰς συνθήκας ἀνακεχωρήκεισαν· οἱ δὲ μετὰ τούτους κατασταθέντες Λεύκιος Ποστόμιος καὶ | |
5 | Κόιντος Μαμίλιος ἧκον εἰς τὴν Σικελίαν μετὰ τῶν | |
Hist.1.17.7 | στρατοπέδων. θεωροῦντες δὲ τὴν τῶν Καρχηδο‐ νίων ἐπιβολὴν καὶ τὰς περὶ τὸν Ἀκράγαντα παρα‐ σκευὰς ἔγνωσαν τολμηρότερον ἐγχειρεῖν τοῖς πράγ‐ | |
Hist.1.17.8 | μασιν· διὸ καὶ τὰ μὲν ἄλλα μέρη τοῦ πολέμου παρῆκαν, φέροντες δὲ παντὶ τῷ στρατεύματι πρὸς αὐτὸν Ἀκράγαντα προσήρεισαν· καὶ στρατοπεδεύ‐ σαντες ἐν ὀκτὼ σταδίοις ἀπὸ τῆς πόλεως συνέκλει‐ | |
Hist.1.17.9 | σαν ἐντὸς τειχῶν τοὺς Καρχηδονίους. ἀκμαζούσης δὲ τῆς τοῦ σίτου συναγωγῆς, καὶ προφαινομένης χρονίου πολιορκίας, ὥρμησαν ἐκθυμότερον τοῦ δέ‐ | |
Hist.1.17.10 | οντος οἱ στρατιῶται πρὸς τὸ σιτολογεῖν. οἱ δὲ Καρ‐ χηδόνιοι κατιδόντες τοὺς πολεμίους ἐσκεδασμένους κατὰ τῆς χώρας, ἐξελθόντες ἐπέθεντο τοῖς σιτολο‐ | |
γοῦσιν. τρεψάμενοι δὲ τούτους ῥᾳδίως οἱ μὲν ἐπὶ | ||
5 | τὴν τοῦ χάρακος ἁρπαγὴν ὥρμησαν, οἱ δ’ ἐπὶ τὰς | |
Hist.1.17.11 | ἐφεδρείας. ἀλλ’ ἡ τῶν ἐθισμῶν διαφορὰ καὶ τότε καὶ πολλάκις ἤδη σέσωκε τὰ Ῥωμαίων πράγματα. τὸ γὰρ πρόστιμον παρ’ αὐτοῖς θάνατός ἐστι τῷ προ‐ εμένῳ τὸν τόπον καὶ φυγόντι τὸ παράπαν ἐξ ἐφ‐ | |
Hist.1.17.12 | εδρείας. διὸ καὶ τότε πολλαπλασίους ὄντας τοὺς ὑπεναντίους ὑποστάντες γενναίως πολλοὺς μὲν τῶν ἰδίων ἀπέβαλον, ἔτι δὲ πλείους τῶν ἐχθρῶν ἀπ‐ | |
Hist.1.17.13 | έκτειναν. τέλος δὲ κυκλώσαντες τοὺς πολεμίους ὅσον οὔπω διασπῶντας τὸν χάρακα, τοὺς μὲν αὐτῶν δι‐ έφθειραν, τοὺς δὲ λοιποὺς ἐπικείμενοι καὶ φονεύον‐ τες συνεδίωξαν εἰς τὴν πόλιν. | |
Hist.1.18.1 | Μετὰ δὲ ταῦτα συνέβη τοὺς μὲν Καρχηδονίους εὐλαβέστερον διακεῖσθαι πρὸς τὰς ἐπιθέσεις, τοὺς δὲ Ῥωμαίους φυλακτικώτερον χρῆσθαι ταῖς προνο‐ | |
Hist.1.18.2 | μαῖς. ἐπεὶ δ’ οὐκ ἀντεξῄεσαν οἱ Καρχηδόνιοι πλὴν ἕως ἀκροβολισμοῦ, διελόντες οἱ στρατηγοὶ τῶν Ῥω‐ μαίων εἰς δύο μέρη τὴν δύναμιν τῷ μὲν ἑνὶ περὶ τὸ πρὸ τῆς πόλεως Ἀσκληπιεῖον ἔμενον, θατέρῳ δὲ | |
5 | κατεστρατοπέδευσαν ἐν τοῖς πρὸς Ἡράκλειαν κεκλι‐ | |
Hist.1.18.3 | μένοις μέρεσιν τῆς πόλεως. τὰ δὲ μεταξὺ τῶν στρα‐ τοπέδων ἐξ ἑκατέρου τοῦ μέρους τῆς πόλεως ὠχυ‐ ρώσαντο καὶ τὴν μὲν (ἐντὸς) αὐτῶν τάφρον προε‐ βάλοντο χάριν τῆς πρὸς τοὺς ἐξιόντας ἐκ τῆς | |
5 | πόλεως ἀσφαλείας, τὴν δ’ ἐκτὸς αὐτῶν περιεβά‐ λοντο, φυλακὴν ποιούμενοι τῶν ἔξωθεν ἐπιθέσεων καὶ τῶν παρεισάγεσθαι καὶ παρεισπίπτειν εἰωθότων | |
Hist.1.18.4 | εἰς τὰς πολιορκουμένας πόλεις. τὰ δὲ μεταξὺ τῶν τάφρων καὶ τῶν στρατοπέδων διαστήματα φυλακαῖς διέλαβον, ὀχυροποιησάμενοι τοὺς εὐκαίρους τῶν | |
Hist.1.18.5 | τόπων ἐν διαστάσει. τὰ δὲ χορήγια καὶ τὴν ἄλλην παρασκευὴν οἱ μὲν ἄλλοι σύμμαχοι πάντες ἥθροιζον αὐτοῖς καὶ παρῆγον εἰς Ἑρβησόν, αὐτοὶ δ’ ἐκ ταύ‐ της τῆς πόλεως οὐ μακρὰν ὑπαρχούσης ἄγοντες καὶ | |
5 | φέροντες συνεχῶς τὰς ἀγορὰς δαψιλῆ τἀναγκαῖα | |
Hist.1.18.6 | σφίσι παρεσκεύαζον. πέντε μὲν οὖν ἴσως μῆνας ἐπὶ τῶν αὐτῶν διέμενον, οὐδὲν ὁλοσχερὲς προτέρημα δυνάμενοι λαβεῖν κατ’ ἀλλήλων πλὴν τῶν ἐν αὐ‐ | |
Hist.1.18.7 | τοῖς τοῖς ἀκροβολισμοῖς συμβαινόντων. συναγομέ‐ νων δὲ τῷ λιμῷ τῶν Καρχηδονίων διὰ τὸ πλῆθος τῶν ἐν τῇ πόλει συγκεκλεισμένων ἀνδρῶν—οὐ γὰρ ἐλάττους πέντε μυριάδων ὑπῆρχον—δυσχρηστούμε‐ | |
5 | νος Ἀννίβας ἤδη τοῖς πράγμασιν, ὁ τεταγμένος ἐπὶ τῶν πολιορκουμένων δυνάμεων, διεπέμπετο συν‐ εχῶς εἰς τὴν Καρχηδόνα τήν τε περίστασιν διασα‐ | |
Hist.1.18.8 | φῶν καὶ βοηθεῖν παρακαλῶν. οἱ δ’ ἐν τῇ Καρχη‐ δόνι τῶν ἐπισυνηγμένων στρατιωτῶν καὶ θηρίων γεμίσαντες τὰς ναῦς ἐξέπεμψαν εἰς τὴν Σικελίαν | |
Hist.1.18.9 | πρὸς Ἄννωνα τὸν ἕτερον στρατηγόν. ὃς συναγα‐ γὼν τὰς παρασκευὰς καὶ δυνάμεις εἰς Ἡράκλειαν πρῶτον μὲν πραξικοπήσας κατέσχε τὴν τῶν Ἑρβη‐ σέων πόλιν καὶ παρείλετο τὰς ἀγορὰς καὶ τὴν τῶν | |
5 | ἀναγκαίων χορηγίαν τοῖς τῶν ὑπεναντίων στρατο‐ | |
Hist.1.18.10 | πέδοις. ἐξ οὗ συνέβη τοὺς Ῥωμαίους ἐπ’ ἴσου πο‐ λιορκεῖν καὶ πολιορκεῖσθαι τοῖς πράγμασιν. εἰς γὰρ τοῦτο συνήγοντο τῇ σιτοδείᾳ καὶ σπάνει τῶν ἀναγ‐ καίων ὥστε πολλάκις βουλεύεσθαι περὶ τοῦ λύειν | |
Hist.1.18.11 | τὴν πολιορκίαν. ὃ δὴ καὶ τέλος ἂν ἐποίησαν, εἰ μὴ πᾶσαν σπουδὴν καὶ μηχανὴν προσφερόμενος Ἱέ‐ ρων τὰ μέτρια καὶ τἀναγκαῖα σφίσι παρεσκεύαζε | |
Hist.1.19.1 | τῶν χορηγίων. μετὰ δὲ ταῦτα θεωρῶν ὁ προειρη‐ | |
μένος ἀνὴρ τοὺς μὲν Ῥωμαίους ὑπό τε τῆς νόσου καὶ τῆς ἐνδείας ἀσθενῶς διακειμένους διὰ τὸ λοι‐ μικὴν εἶναι παρ’ αὐτοῖς κατάστασιν, τὰ δὲ σφέτερα | ||
5 | στρατόπεδα νομίζων ἀξιόχρεα πρὸς μάχην ὑπάρχειν, | |
Hist.1.19.2 | ἀναλαβὼν τά τε θηρία περὶ πεντήκοντα τὸν ἀριθ‐ μὸν ὄντα καὶ τὴν λοιπὴν δύναμιν ἅπασαν προῆγε κατὰ σπουδὴν ἐκ τῆς Ἡρακλείας, παραγγείλας τοῖς Νομαδικοῖς ἱππεῦσι προπορεύεσθαι καὶ συνεγγί‐ | |
5 | σασι τῷ χάρακι τῶν ἐναντίων ἐρεθίζειν καὶ πειρᾶ‐ σθαι τοὺς ἱππεῖς αὐτῶν ἐκκαλεῖσθαι, κἄπειτα πά‐ λιν ἐκκλίνασιν ἀποχωρεῖν, ἕως ἂν αὐτῷ συμμίξωσι. | |
Hist.1.19.3 | πραξάντων δὲ τὸ συνταχθὲν τῶν Νομάδων καὶ προσμιξάντων θατέρῳ τῶν στρατοπέδων, εὐθὺς οἱ τῶν Ῥωμαίων ἱππεῖς ἐξεχέοντο καὶ θρασέως ἐπ‐ | |
Hist.1.19.4 | έκειντο τοῖς Νομάσιν. οἱ δὲ Λίβυες ὑπεχώρουν κατὰ τὸ παράγγελμα, μέχρι συνέμιξαν τοῖς περὶ τὸν Ἄν‐ νωνα· λοιπόν τ’ ἐκ μεταβολῆς περιχυθέντες ἐπ‐ έκειντο τοῖς πολεμίοις καὶ πολλοὺς μὲν αὐτῶν ἀπ‐ | |
5 | έκτειναν, τοὺς δὲ λοιποὺς ἕως εἰς τὸν χάρακα | |
Hist.1.19.5 | συνεδίωξαν. γενομένων δὲ τούτων ἐπεστρατοπέδευ‐ σαν οἱ περὶ τὸν Ἄννωνα τοῖς Ῥωμαίοις, καταλαβό‐ μενοι τὸν λόφον τὸν καλούμενον Τόρον, ὡς δέκα | |
Hist.1.19.6 | σταδίους ἀπέχοντες τῶν ὑπεναντίων. καὶ δύο μὲν μῆνας ἔμενον ἐπὶ τῶν ὑποκειμένων, οὐδὲν ὁλοσχε‐ ρὲς πράττοντες πλὴν ἀκροβολιζόμενοι καθ’ ἑκά‐ | |
Hist.1.19.7 | στην ἡμέραν. τοῦ δ’ Ἀννίβου διαπυρσευομένου καὶ διαπεμπομένου συνεχῶς ἐκ τῆς πόλεως πρὸς τὸν Ἄννωνα καὶ δηλοῦντος ὅτι τὰ πλήθη τὸν λιμὸν οὐχ ὑπομένει, πολλοὶ δὲ καὶ πρὸς τοὺς πολεμίους | |
5 | αὐτομολοῦσι διὰ τὴν ἔνδειαν, ἔγνω διακινδυνεύειν ὁ τῶν Καρχηδονίων στρατηγός, οὐχ ἧττον ἐπὶ τοῦτο | |
φερομένων καὶ τῶν Ῥωμαίων διὰ τὰς προειρημένας | ||
Hist.1.19.8 | αἰτίας. διόπερ ἐξαγαγόντες ἀμφότεροι τὰς δυνά‐ μεις εἰς τὸν μεταξὺ τόπον τῶν στρατοπέδων συν‐ | |
Hist.1.19.9 | έβαλλον ἀλλήλοις. ἐπὶ πολὺν δὲ χρόνον γενομένης τῆς μάχης τέλος ἐτρέψαντο τοὺς προκινδυνεύσαντας | |
Hist.1.19.10 | μισθοφόρους τῶν Καρχηδονίων οἱ Ῥωμαῖοι. τού‐ των δὲ πεσόντων εἰς τὰ θηρία καὶ τὰς λοιπὰς τάξεις τὰς ἐφεστηκυίας συνέβη πᾶν συνταραχθῆναι τὸ | |
Hist.1.19.11 | τῶν Φοινίκων στρατόπεδον. γενομένου δ’ ἐγκλί‐ ματος ὁλοσχεροῦς οἱ μὲν πλεῖστοι διεφθάρησαν αὐ‐ τῶν, τινὲς δ’ εἰς Ἡράκλειαν ἀπεχώρησαν· οἱ δὲ Ῥωμαῖοι τῶν τε πλείστων ἐκυρίευσαν θηρίων καὶ | |
Hist.1.19.12 | τῆς ἐπισκευῆς ἁπάσης. ἐπιγενομένης δὲ τῆς νυκτός, καὶ διὰ τὴν ἐκ τῶν κατορθωμάτων χαρὰν καὶ διὰ τὸν κόπον ῥᾳθυμότερον ταῖς φυλακαῖς αὐτῶν χρη‐ σαμένων, ἀπελπίσας Ἀννίβας τὰ πράγματα καὶ νο‐ | |
5 | μίσας ἔχειν εὐφυῆ καιρὸν πρὸς σωτηρίαν διὰ τὰς προειρημένας αἰτίας, ὥρμησε περὶ μέσας νύκτας ἐκ | |
Hist.1.19.13 | τῆς πόλεως, ἔχων τὰς ξενικὰς δυνάμεις. χώσας δὲ φορμοῖς ἀχύρων σεσαγμένοις τὰς τάφρους ἔλαθε τοὺς πολεμίους ἀπαγαγὼν ἀσφαλῶς τὴν δύναμιν. | |
Hist.1.19.14 | οἱ δὲ Ῥωμαῖοι τῆς ἡμέρας ἐπελθούσης συνέντες τὸ γεγονὸς καὶ τῆς οὐραγίας τῆς τῶν περὶ τὸν Ἀν‐ νίβαν ἐπὶ βραχὺ καθαψάμενοι μετὰ ταῦτα πάντες | |
Hist.1.19.15 | ὥρμησαν πρὸς τὰς πύλας. οὐδενὸς δ’ ἐμποδὼν αὐτοῖς ἱσταμένου, παρεισπεσόντες διήρπασαν τὴν πόλιν καὶ πολλῶν μὲν σωμάτων, πολλῆς δὲ καὶ παντοδαπῆς ἐγένοντο κατασκευῆς ἐγκρατεῖς. | |
Hist.1.20.1 | Τῆς δ’ ἀγγελίας ἀφικομένης εἰς τὴν σύγκλητον τῶν Ῥωμαίων ὑπὲρ τῶν κατὰ τὸν Ἀκράγαντα, πε‐ ριχαρεῖς γενόμενοι καὶ ταῖς διανοίαις ἐπαρθέντες | |
οὐκ ἔμενον ἐπὶ τῶν ἐξ ἀρχῆς λογισμῶν οὐδ’ ἠρ‐ | ||
5 | κοῦντο σεσωκέναι τοὺς Μαμερτίνους οὐδὲ ταῖς ἐξ | |
Hist.1.20.2 | αὐτοῦ τοῦ πολέμου γενομέναις ὠφελείαις, ἐλπίσαν‐ τες δὲ καθόλου δυνατὸν εἶναι τοὺς Καρχηδονίους ἐκβαλεῖν ἐκ τῆς νήσου, τούτου δὲ γενομένου μεγάλην ἐπίδοσιν αὑτῶν λήψεσθαι τὰ πράγματα, πρὸς τού‐ | |
5 | τοις ἦσαν τοῖς λογισμοῖς καὶ ταῖς περὶ τοῦτο τὸ | |
Hist.1.20.3 | μέρος ἐπινοίαις. τὰ μὲν οὖν περὶ τὰς πεζικὰς δυ‐ | |
Hist.1.20.4 | νάμεις ἑώρων κατὰ λόγον σφίσι προχωροῦντα· μετὰ γὰρ τοὺς τὸν Ἀκράγαντα πολιορκήσαντας οἱ κατα‐ σταθέντες στρατηγοὶ Λεύκιος Οὐαλέριος καὶ Τίτος Ὀτακίλιος ἐδόκουν ἐνδεχομένως χειρίζειν τὰ κατὰ | |
Hist.1.20.5 | τὴν Σικελίαν. τῆς δὲ θαλάττης ἀκονιτὶ τῶν Καρ‐ χηδονίων ἐπικρατούντων ἐζυγοστατεῖτ’ αὐτοῖς ὁ πό‐ | |
Hist.1.20.6 | λεμος· ἐν γὰρ τοῖς ἑξῆς χρόνοις, κατεχόντων αὐ‐ τῶν ἤδη τὸν Ἀκράγαντα, πολλαὶ μὲν πόλεις προσ‐ ετίθεντο τῶν μεσογαίων τοῖς Ῥωμαίοις, ἀγωνιῶσαι τὰς πεζικὰς δυνάμεις, ἔτι δὲ πλείους ἀφίσταντο τῶν | |
5 | παραθαλαττίων, καταπεπληγμέναι τὸν τῶν Καρχη‐ | |
Hist.1.20.7 | δονίων στόλον. ὅθεν ὁρῶντες αἰεὶ καὶ μᾶλλον εἰς ἑκάτερα τὰ μέρη ῥοπὰς λαμβάνοντα τὸν πόλεμον διὰ τὰς προειρημένας αἰτίας, ἔτι δὲ τὴν μὲν Ἰτα‐ λίαν πορθουμένην πολλάκις ὑπὸ τῆς ναυτικῆς δυ‐ | |
5 | νάμεως, τὴν δὲ Λιβύην εἰς τέλος ἀβλαβῆ διαμένου‐ σαν, ὥρμησαν ἐπὶ τὸ συνεμβαίνειν τοῖς Καρχηδο‐ | |
Hist.1.20.8 | νίοις εἰς τὴν θάλατταν. διὸ καὶ τοῦτο τὸ μέρος οὐχ ἥκιστά με παρώρμησεν ποιήσασθαι μνήμην ἐπὶ πλεῖον τοῦ προειρημένου πολέμου χάριν τοῦ μηδὲ ταύτην ἀγνοεῖσθαι τὴν ἀρχήν, πῶς καὶ πότε καὶ δι’ | |
5 | ἃς αἰτίας πρῶτον ἐνέβησαν εἰς θάλατταν Ῥωμαῖοι. | |
Hist.1.20.9 | θεωροῦντες δὲ τὸν πόλεμον αὑτοῖς τριβὴν λαμβά‐ | |
νοντα, τότε πρῶτον ἐπεβάλοντο ναυπηγεῖσθαι σκάφη, | ||
Hist.1.20.10 | πεντηρικὰ μὲν ἑκατόν, εἴκοσι δὲ τριήρεις. τῶν δὲ ναυπηγῶν εἰς τέλος ἀπείρων ὄντων τῆς περὶ τὰς πεντήρεις ναυπηγίας διὰ τὸ μηδένα τότε τῶν κατὰ τὴν Ἰταλίαν κεχρῆσθαι τοιούτοις σκάφεσιν, πολλὴν | |
Hist.1.20.11 | αὐτοῖς παρεῖχεν τοῦτο τὸ μέρος δυσχέρειαν. ἐξ ὧν καὶ μάλιστα συνίδοι τις ἂν τὸ μεγαλόψυχον καὶ | |
Hist.1.20.12 | παράβολον τῆς Ῥωμαίων αἱρέσεως. οὐ γὰρ οἷον εὐ‐ λόγους ἀφορμὰς ἔχοντες, ἀλλ’ οὐδ’ ἀφορμὰς καθ‐ άπαξ οὐδ’ ἐπίνοιαν οὐδέποτε ποιησάμενοι τῆς θαλάτ‐ της, τότε δὴ πρῶτον ἐν νῷ λαμβάνοντες οὕτως τολ‐ | |
5 | μηρῶς ἐνεχείρησαν ὥστε πρὶν ἢ πειραθῆναι τοῦ πράγματος, εὐθὺς ἐπιβαλέσθαι Καρχηδονίοις ναυ‐ μαχεῖν τοῖς ἐκ προγόνων ἔχουσι τὴν κατὰ θάλατ‐ | |
Hist.1.20.13 | ταν ἡγεμονίαν ἀδήριτον. μαρτυρίῳ δ’ ἄν τις χρή‐ σαιτο πρὸς τὴν ἀλήθειαν τῶν νῦν ὑπ’ ἐμοῦ λεγο‐ μένων καὶ πρὸς τὸ παράδοξον αὐτῶν τῆς τόλμης· ὅτε γὰρ τὸ πρῶτον ἐπεχείρησαν διαβιβάζειν εἰς τὴν | |
5 | Μεσσήνην τὰς δυνάμεις, οὐχ οἷον κατάφρακτος αὐ‐ τοῖς ὑπῆρχεν ναῦς, ἀλλ’ οὐδὲ καθόλου μακρὸν πλοῖον | |
Hist.1.20.14 | οὐδὲ λέμβος οὐδ’ εἷς, ἀλλὰ παρὰ Ταραντίνων καὶ Λοκρῶν ἔτι δ’ Ἐλεατῶν καὶ Νεαπολιτῶν συγχρη‐ σάμενοι πεντηκοντόρους καὶ τριήρεις ἐπὶ τούτων | |
Hist.1.20.15 | παραβόλως διεκόμισαν τοὺς ἄνδρας. ἐν ᾧ δὴ καιρῷ τῶν Καρχηδονίων κατὰ τὸν πορθμὸν ἐπαναχθέντων αὐτοῖς, καὶ μιᾶς νεὼς καταφράκτου διὰ τὴν προ‐ θυμίαν προπεσούσης, ὥστ’ ἐποκείλασαν γενέσθαι | |
5 | τοῖς Ῥωμαίοις ὑποχείριον, ταύτῃ παραδείγματι χρώ‐ μενοι τότε πρὸς ταύτην ἐποιοῦντο τὴν τοῦ παντὸς | |
Hist.1.20.16 | στόλου ναυπηγίαν, ὡς εἰ μὴ τοῦτο συνέβη γενέ‐ σθαι, δῆλον ὡς διὰ τὴν ἀπειρίαν εἰς τέλος ἂν ἐκωλύ‐ | |
Hist.1.21.1 | θησαν τῆς ἐπιβολῆς. οὐ μὲν ἀλλ’ οἷς μὲν ἐπιμελὲς ἦν τῆς ναυπηγίας, ἐγίνοντο περὶ τὴν τῶν πλοίων κατασκευήν, οἱ δὲ τὰ πληρώματα συναθροίσαντες ἐδίδασκον ἐν τῇ γῇ κωπηλατεῖν τὸν τρόπον τοῦτον· | |
Hist.1.21.2 | καθίσαντες ἐπὶ τῶν εἰρεσιῶν ἐν τῇ χέρσῳ τοὺς ἄν‐ δρας τὴν αὐτὴν ἔχοντας τάξιν ταῖς ἐπ’ αὐτῶν τῶν πλοίων καθέδραις, μέσον δ’ ἐν αὐτοῖς στήσαντες τὸν κελευστήν, ἅμα πάντας ἀναπίπτειν ἐφ’ αὑτοὺς | |
5 | ἄγοντας τὰς χεῖρας καὶ πάλιν προνεύειν ἐξωθοῦν‐ τας ταύτας συνείθιζον ἄρχεσθαί τε καὶ λήγειν τῶν κινήσεων πρὸς τὰ τοῦ κελευστοῦ παραγγέλματα. | |
Hist.1.21.3 | προκατασκευασθέντων δὲ τούτων, ἅμα τῷ συντελε‐ σθῆναι τὰς ναῦς καθελκύσαντες καὶ βραχὺν χρό‐ νον ἐπ’ αὐτῆς τῆς ἀληθείας ἐν θαλάττῃ πειραθέν‐ τες ἔπλεον παρὰ τὴν Ἰταλίαν κατὰ τὸ πρόσταγμα | |
Hist.1.21.4 | τοῦ στρατηγοῦ. ὁ γὰρ ἐπὶ τῆς ναυτικῆς δυνάμεως τεταγμένος τοῖς Ῥωμαίοις Γνάιος Κορνήλιος ὀλίγαις ἡμέραις πρότερον, συντάξας τοῖς ναυάρχοις, ἐπειδὰν καταρτίσωσι τὸν στόλον, πλεῖν ὡς ἐπὶ τὸν πορθμόν, | |
5 | αὐτὸς ἀναχθεὶς μετὰ νεῶν ἑπτακαίδεκα προκατ‐ έπλευσεν ἐπὶ τὴν Μεσσήνην, σπουδάζων τὰ κατ‐ επείγοντα πρὸς τὴν χρείαν παρασκευάσαι τῷ στόλῳ. | |
Hist.1.21.5 | προσπεσούσης δ’ αὐτῷ πράξεως ἐκεῖ περὶ τῆς τῶν Λιπαραίων πόλεως, δεξάμενος τὴν ἐλπίδα προχειρό‐ τερον τοῦ δέοντος ἔπλει ταῖς προειρημέναις ναυσὶ | |
Hist.1.21.6 | καὶ καθωρμίσθη πρὸς τὴν πόλιν. ὁ δὲ τῶν Καρ‐ χηδονίων στρατηγὸς Ἀννίβας, ἀκούσας ἐν τῷ Παν‐ όρμῳ τὸ γεγονὸς ἐξαποστέλλει Βοώδη τῆς γερου‐ | |
Hist.1.21.7 | σίας ὑπάρχοντα, ναῦς εἴκοσι δούς. ὃς ἐπιπλεύσας νυ‐ κτὸς ἐν τῷ λιμένι συνέκλεισε τοὺς περὶ τὸν Γνάιον. ἡμέρας δ’ ἐπιγενομένης τὰ μὲν πληρώματα πρὸς | |
φυγὴν ὥρμησεν εἰς τὴν γῆν, ὁ δὲ Γνάιος ἐκπλαγὴς | ||
5 | γενόμενος καὶ ποιεῖν ἔχων οὐδὲν τέλος παρέδωκεν | |
Hist.1.21.8 | αὑτὸν τοῖς πολεμίοις. οἱ δὲ Καρχηδόνιοι τάς τε ναῦς καὶ τὸν στρατηγὸν τῶν ὑπεναντίων ὑποχείριον | |
Hist.1.21.9 | ἔχοντες παραχρῆμα πρὸς τὸν Ἀννίβαν ἀπῆραν. μετ’ οὐ πολλὰς δ’ ἡμέρας, οὕτως ἐναργοῦς ὄντος καὶ προσφάτου τοῦ περὶ τὸν Γνάιον ἀτυχήματος, παρ’ ὀλίγον αὐτὸς Ἀννίβας εἰς τὸ παραπλήσιον ἁμάρ‐ | |
Hist.1.21.10 | τημα προφανῶς ἐνέπεσεν. ἀκούσας γὰρ τὸν τῶν Ῥωμαίων στόλον κομιζόμενον παρὰ τὴν Ἰταλίαν σύν‐ εγγυς εἶναι, κατιδεῖν βουλόμενος τό τε πλῆθος καὶ τὴν ὅλην σύνταξιν τῶν ὑπεναντίων, λαβὼν πεν‐ | |
Hist.1.21.11 | τήκοντα ναῦς ἐπιπλεῖ. κάμπτων δὲ περὶ τὸ τῆς Ἰτα‐ λίας ἀκρωτήριον ἐμπίπτει τοῖς πολεμίοις ἐν κόσμῳ καὶ τάξει ποιουμένοις τὸν πλοῦν καὶ τὰς μὲν πλεί‐ ους ἀπέβαλε τῶν νεῶν, αὐτὸς δὲ μετὰ τῶν ὑπολει‐ | |
5 | φθεισῶν ἀνελπίστως καὶ παραδόξως διέφυγεν. | |
Hist.1.22.1 | Οἱ δὲ Ῥωμαῖοι μετὰ ταῦτα συνεγγίσαντες τοῖς κατὰ τὴν Σικελίαν τόποις καὶ συνέντες τὸ γεγο‐ νὸς σύμπτωμα περὶ τὸν Γνάιον παραυτίκα μὲν δι‐ επέμποντο πρὸς Γάιον Βίλιον τὸν ἡγούμενον τῆς | |
Hist.1.22.2 | πεζῆς δυνάμεως καὶ τοῦτον ἀνέμενον, ἅμα δ’ ἀκούοντες οὐ μακρὰν εἶναι τὸν τῶν πολεμίων στό‐ λον ἐγίνοντο πρὸς παρασκευὴν τοῦ ναυμαχεῖν. | |
Hist.1.22.3 | ὄντων δὲ τῶν πλοίων φαύλων ταῖς κατασκευαῖς καὶ δυσκινήτων, ὑποτίθεταί τις αὐτοῖς βοήθημα πρὸς τὴν μάχην τοὺς ἐπικληθέντας μετὰ ταῦτα κόρακας | |
Hist.1.22.4 | ὧν συνέβαινε τὴν κατασκευὴν εἶναι τοιαύτην. στῦ‐ λος ἐν πρώρρᾳ στρογγύλος εἱστήκει, μῆκος μὲν ὀρ‐ γυιῶν τεττάρων, κατὰ δὲ τὸ πλάτος τριῶν παλαι‐ | |
Hist.1.22.5 | στῶν ἔχων τὴν διάμετρον. οὗτος αὐτὸς μὲν ἐπὶ | |
τῆς κορυφῆς τροχιλίαν εἶχεν, περιετίθετο δ’ αὐτῷ κλῖμαξ ἐπικαρσίαις σανίσι καθηλωμένη, πλάτος μὲν | ||
Hist.1.22.6 | ποδῶν τεττάρων, τὸ δὲ μῆκος ἓξ ὀργυιῶν. τὸ δὲ τρῆμα τοῦ σανιδώματος ἦν παράμηκες καὶ περι‐ έβαινε περὶ τὸν στῦλον μετὰ τὰς πρώτας εὐθέως τῆς κλίμακος δύ’ ὀργυιάς. εἶχεν δὲ καὶ δρύφακτον αὕτη | |
5 | παρ’ ἑκατέραν τὴν ἐπιμήκη πλευρὰν εἰς γόνυ τὸ | |
Hist.1.22.7 | βάθος. ἐπὶ δὲ τοῦ πέρατος αὐτοῦ προσήρμοστο σιδηροῦν οἷον ὕπερον ἀπωξυσμένον, ἔχον δακτύ‐ λιον ἐπὶ τῆς κορυφῆς, ὡς τὸ ὅλον φαίνεσθαι παρα‐ | |
Hist.1.22.8 | πλήσιον ταῖς σιτοποιικαῖς μηχανήσεσιν. εἰς δὲ τοῦτον τὸν δακτύλιον ἐνεδέδετο κάλως, ᾧ κατὰ τὰς ἐμβο‐ λὰς τῶν πλοίων ἐξαίροντες τοὺς κόρακας διὰ τῆς ἐν τῷ στύλῳ τροχιλίας ἀφίεσαν ἐπὶ τὸ κατάστρωμα | |
5 | τῆς ἀλλοτρίας νεὼς ποτὲ μὲν κατὰ πρῶρραν, ποτὲ δ’ ἀντιπεριάγοντες τὰς ἐκ τῶν πλαγίων προσπι‐ | |
Hist.1.22.9 | πτούσας ἐμβολάς. ὅτε δὲ ταῖς σανίσι τῶν καταστρω‐ μάτων ἐμπαγέντες οἱ κόρακες ὁμοῦ συνδήσαιεν τὰς ναῦς, εἰ μὲν πλάγιαι παραβάλοιεν ἀλλήλαις, παν‐ ταχόθεν ἐπεπήδων, εἰ δὲ κατὰ πρῶρραν, δι’ αὐτοῦ | |
5 | τοῦ κόρακος ἐπὶ δύο συνεχεῖς ἐποιοῦντο τὴν ἔφ‐ | |
Hist.1.22.10 | οδον· ὧν οἱ μὲν ἡγούμενοι τὴν κατὰ πρόσωπον ἐπι‐ φάνειαν ἐσκέπαζον ταῖς τῶν θυρεῶν προβολαῖς, οἱ δ’ ἑπόμενοι τὰς ἐκ τῶν πλαγίων ἠσφάλιζον πλευ‐ ρὰς ὑπὲρ τὸν δρύφακτον ὑπερτιθέμενοι τὰς ἴτυς | |
Hist.1.22.11 | τῶν ὅπλων. οὗτοι μὲν οὖν τοιαύτῃ κεχρημένοι πα‐ | |
Hist.1.23.1 | ρασκευῇ καιρὸν ἐπετήρουν πρὸς ναυμαχίαν· ὁ δὲ Γάιος Βίλιος ὡς θᾶττον ἔγνω τὴν περιπέτειαν τοῦ τῆς ναυτικῆς δυνάμεως ἡγουμένου, παραδοὺς τὰ πεζικὰ στρατόπεδα τοῖς χιλιάρχοις αὐτὸς διεκομίσθη | |
Hist.1.23.2 | πρὸς τὸν στόλον. πυθόμενος δὲ τοὺς πολεμίους | |
πορθεῖν τὴν Μυλαῗτιν χώραν ἐπιπλεῖ στόλῳ παντί. | ||
Hist.1.23.3 | συνιδόντες δ’ οἱ Καρχηδόνιοι μετὰ χαρᾶς καὶ σπου‐ δῆς ἀνήγοντο ναυσὶν ἑκατὸν καὶ τριάκοντα, κατα‐ φρονοῦντες τῆς ἀπειρίας τῶν Ῥωμαίων, καὶ πάντες ἔπλεον ἀντίπρωρροι τοῖς πολεμίοις, οὐδὲ τάξεως | |
5 | καταξιώσαντες τὸν κίνδυνον, ἀλλ’ ὡς ἐπὶ λείαν τινὰ | |
Hist.1.23.4 | πρόδηλον. ἡγεῖτο δ’ Ἀννίβας αὐτῶν—οὗτος δ’ ἦν ὁ τὰς δυνάμεις ἐκκλέψας νυκτὸς ἐκ τῆς τῶν Ἀκραγαντίνων πόλεως—ἔχων ἑπτήρη τὴν γενο‐ | |
Hist.1.23.5 | μένην Πύρρου τοῦ βασιλέως. ἅμα δὲ τῷ πλησιά‐ ζειν συνθεωροῦντες ἀνανενευκότας τοὺς κόρακας ἐν ταῖς ἑκάστων πρώρραις, ἐπὶ ποσὸν μὲν ἠπόρουν οἱ Καρχηδόνιοι, ξενιζόμενοι ταῖς τῶν ὀργάνων κατα‐ | |
5 | σκευαῖς· οὐ μὴν ἀλλὰ τελέως κατεγνωκότες τῶν ἐναντίων ἐνέβαλον οἱ πρῶτοι πλέοντες τετολμηκό‐ | |
Hist.1.23.6 | τως. τῶν δὲ συμπλεκομένων σκαφῶν ἀεὶ δεδεμέ‐ νων τοῖς ὀργάνοις, καὶ τῶν ἀνδρῶν εὐθὺς ἐπιπο‐ ρευομένων δι’ αὐτοῦ τοῦ κόρακος καὶ συμπλεκο‐ μένων ἐπὶ τοῖς καταστρώμασιν, οἱ μὲν ἐφονεύοντο | |
5 | τῶν Καρχηδονίων, οἱ δὲ παρεδίδοσαν ἑαυτοὺς ἐκ‐ πληττόμενοι τὸ γινόμενον· παραπλήσιον γὰρ πεζο‐ | |
Hist.1.23.7 | μαχίας συνέβαινε τὸν κίνδυνον ἀποτελεῖσθαι. διὸ καὶ τριάκοντα μὲν τὰς πρώτας συμβαλούσας ναῦς αὐτάνδρους ἀπέβαλον, σὺν αἷς ἐγένετ’ αἰχμάλωτον καὶ τὸ τοῦ στρατηγοῦ πλοῖον· Ἀννίβας δ’ ἀνελ‐ | |
5 | πίστως καὶ παραβόλως αὐτὸς ἐν τῇ σκάφῃ διέφυγεν. | |
Hist.1.23.8 | τὸ δὲ λοιπὸν πλῆθος τῶν Καρχηδονίων ἐποιεῖτο μὲν τὸν ἐπίπλουν ὡς εἰς ἐμβολήν, ἐν δὲ τῷ συνεγ‐ γίζειν θεωροῦντες τὸ συμβεβηκὸς περὶ τὰς προ‐ πλεούσας ναῦς ἐξέκλινον καὶ διένευον τὰς τῶν | |
Hist.1.23.9 | ὀργάνων ἐπιβολάς. πιστεύοντες δὲ τῷ ταχυναυτεῖν, | |
οἱ μὲν ἐκ πλαγίων, οἱ δὲ κατὰ πρύμναν ἐκπερι‐ πλέοντες ἀσφαλῶς ἤλπιζον ποιήσασθαι τὰς ἐμβολάς. | ||
Hist.1.23.10 | πάντη δὲ καὶ πάντως ἀντιπεριισταμένων καὶ συν‐ διανευόντων τῶν ὀργάνων οὕτως ὥστε κατ’ ἀνάγ‐ κην τοὺς ἐγγίσαντας συνδεδέσθαι, τέλος ἐγκλίναν‐ τες ἔφυγον οἱ Καρχηδόνιοι, καταπλαγέντες τὴν | |
5 | καινοτομίαν τοῦ συμβαίνοντος, πεντήκοντα ναῦς ἀποβαλόντες. | |
Hist.1.24.1 | Οἱ δὲ Ῥωμαῖοι παραδόξως ἀντιπεποιημένοι τῆς κατὰ θάλατταν ἐλπίδος, διπλασίως ἐπερρώσθησαν | |
Hist.1.24.2 | ταῖς ὁρμαῖς πρὸς τὸν πόλεμον. τότε μὲν οὖν προσ‐ σχόντες τῇ Σικελίᾳ τήν τ’ Αἰγεσταίων ἔλυσαν πο‐ λιορκίαν ἐσχάτως αὐτῶν ἤδη διακειμένων κατά τε τὴν ἐκ τῆς Αἰγέστης ἀναχώρησιν Μάκελλαν πό‐ | |
Hist.1.24.3 | λιν κατὰ κράτος εἷλον. μετὰ δὲ τὴν ναυμαχίαν Ἀμίλκας, ὁ τῶν Καρχηδονίων στρατηγὸς ὁ τεταγ‐ μένος ἐπὶ τῶν πεζικῶν δυνάμεων, διατρίβων περὶ Πάνορμον, γνοὺς ἐν τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις | |
5 | στασιάζοντας τοὺς συμμάχους πρὸς τοὺς Ῥωμαίους | |
Hist.1.24.4 | περὶ τῶν ἐν ταῖς μάχαις πρωτείων, καὶ πυνθανό‐ μενος στρατοπεδεύειν αὐτοὺς καθ’ ἑαυτοὺς τοὺς συμμάχους μεταξὺ τοῦ Παρώπου καὶ τῶν Θερμῶν τῶν Ἱμεραίων, ἐπιπεσὼν αὐτοῖς αἰφνιδίως ἀνα‐ | |
5 | στρατοπεδεύουσι μετὰ πάσης τῆς δυνάμεως σχεδὸν | |
Hist.1.24.5 | εἰς τετρακισχιλίους ἀπέκτεινεν. μετὰ δὲ ταύτην τὴν πρᾶξιν ὁ μὲν Ἀννίβας ἔχων τὰς διασωθείσας ναῦς ἀπέπλευσεν εἰς τὴν Καρχηδόνα, μετ’ οὐ πολὺ δ’ ἐκεῖθεν εἰς Σαρδόνα διῆρε, προσλαβὼν ναῦς καί | |
Hist.1.24.6 | τινας τῶν ἐνδόξων τριηράρχων. χρόνοις δ’ οὐ πολλοῖς κατόπιν ἐν τῇ Σαρδόνι συγκλεισθεὶς ὑπὸ Ῥωμαίων ἔν τινι λιμένι καὶ πολλὰς ἀποβαλὼν τῶν | |
νεῶν, παραυτίκα συλληφθεὶς ὑπὸ τῶν διασωθέντων | ||
Hist.1.24.7 | Καρχηδονίων ἀνεσταυρώθη. Ῥωμαῖοι γὰρ ἅμα τῆς θαλάττης ἥψαντο καὶ τῶν κατὰ Σαρδόνα πραγμά‐ των εὐθέως ἀντείχοντο. | |
Hist.1.24.8 | Τὰ δ’ ἐν τῇ Σικελίᾳ στρατόπεδα τῶν Ῥωμαίων κατὰ μὲν τὸν ἑξῆς ἐνιαυτὸν οὐδὲν ἄξιον ἔπραξαν | |
Hist.1.24.9 | λόγου, τότε δὲ προσδεξάμενοι τοὺς ἐπικαθεσταμέ‐ νους ἄρχοντας Αὖλον Ἀτίλιον καὶ Γάιον Σολπί‐ κιον ὥρμησαν ἐπὶ τὸν Πάνορμον διὰ τὸ τὰς τῶν | |
Hist.1.24.10 | Καρχηδονίων δυνάμεις ἐκεῖ παραχειμάζειν. οἱ δὲ στρατηγοὶ συνεγγίσαντες τῇ πόλει μετὰ πάσης τῆς δυνάμεως παρετάξαντο. τῶν δὲ πολεμίων οὐκ ἀντ‐ εξιόντων, πάλιν ἐντεῦθεν ἐποιήσαντο τὴν ὁρμὴν ἐπὶ | |
Hist.1.24.11 | πόλιν Ἱππάναν, καὶ ταύτην μὲν ἐξ ἐφόδου κατὰ κράτος ἔλαβον, εἷλον δὲ καὶ τὸ Μυττίστρατον, πολ‐ λοὺς χρόνους ὑπομεμενηκὸς τὴν πολιορκίαν διὰ τὴν | |
Hist.1.24.12 | ὀχυρότητα τοῦ τόπου. τὴν δὲ Καμαριναίων πόλιν μικρῷ πρότερον ἀπ’ αὐτῶν ἀποστᾶσαν, τότε προσ‐ ενέγκαντες ἔργα καὶ καταβαλόντες τὰ τείχη κατ‐ έσχον· ὁμοίως δὲ καὶ τὴν Ἔνναν καὶ ἕτερα πλείω | |
Hist.1.24.13 | πολισμάτια τῶν Καρχηδονίων. ἀπὸ δὲ τούτων γε‐ νόμενοι Λιπαραίους ἐπεχείρησαν πολιορκεῖν. | |
Hist.1.25.1 | Τῷ δ’ ἑξῆς ἐνιαυτῷ Γάιος Ἀτίλιος ὁ στρατηγὸς τῶν Ῥωμαίων πρὸς Τυνδαρίδα καθορμισθεὶς καὶ συνθεασάμενος ἀτάκτως παραπλέοντα τὸν τῶν Καρχη‐ δονίων στόλον, παραγγείλας τοῖς ἰδίοις πληρώμα‐ | |
5 | σιν ἕπεσθαι τοῖς ἡγουμένοις, αὐτὸς ὥρμησε πρὸ τῶν | |
Hist.1.25.2 | ἄλλων, ἔχων δέκα ναῦς ὁμοπλοούσας. οἱ δὲ Καρχη‐ δόνιοι συνιδόντες τῶν ὑπεναντίων τοὺς μὲν ἀκμὴν ἐμβαίνοντας, τοὺς δ’ ἀναγομένους, τοὺς δὲ πρώ‐ τους πολὺ προειληφότας τῶν ἄλλων, ἐπιστρέψαντες | |
Hist.1.25.3 | αὐτοῖς ἀπήντων. καὶ κυκλώσαντες τὰς μὲν ἄλλας διέφθειραν, τὴν δὲ τοῦ στρατηγοῦ ναῦν παρ’ ὀλί‐ γον αὔτανδρον ἔλαβον. οὐ μὴν ἀλλ’ αὕτη μὲν ταῖς ὑπηρεσίαις ἐξηρτυμένη καὶ ταχυναυτοῦσα διέφυγε | |
Hist.1.25.4 | παραδόξως τὸν κίνδυνον, αἱ δὲ λοιπαὶ τῶν Ῥωμαίων ἐπιπλέουσαι κατὰ βραχὺ συνηθροίζοντο. γενόμεναι δ’ ἐν μετώπῳ συνέβαλλον τοῖς πολεμίοις καὶ δέκα μὲν αὐτάνδρους ναῦς ἔλαβον, ὀκτὼ δὲ κατέδυσαν. | |
5 | αἱ δὲ λοιπαὶ τῶν Καρχηδονίων ἀπεχώρησαν εἰς τὰς Λιπαραίας καλουμένας νήσους. | |
Hist.1.25.5 | Ἐκ δὲ ταύτης τῆς ναυμαχίας ἀμφότεροι νομίζοντες ἐφάμιλλον πεποιῆσθαι τὸν κίνδυνον, ὥρμησαν ὁλο‐ σχερέστερον ἐπὶ τὸ συνίστασθαι ναυτικὰς δυνάμεις | |
Hist.1.25.6 | καὶ τῶν κατὰ θάλατταν ἀντέχεσθαι πραγμάτων. αἱ δὲ πεζικαὶ δυνάμεις ἐν τοῖς κατὰ ταῦτα καιροῖς οὐδὲν ἔπραξαν ἄξιον μνήμης, ἀλλὰ περὶ μικρὰς καὶ τὰς τυ‐ | |
Hist.1.25.7 | χούσας πράξεις κατέτριψαν τοὺς χρόνους. διὸ παρα‐ σκευασάμενοι, καθάπερ εἶπον, εἰς τὴν ἐπιφερομένην θερείαν ἀνήχθησαν Ῥωμαῖοι μὲν τριάκοντα καὶ τρια‐ κοσίαις μακραῖς ναυσὶ καταφράκτοις καὶ κατέσχον | |
Hist.1.25.8 | εἰς Μεσσήνην. ὅθεν ἀναχθέντες ἔπλεον δεξιὰν ἔχον‐ τες τὴν Σικελίαν, κάμψαντες δὲ τὸν Πάχυνον ὑπερ‐ ῆραν εἰς Ἔκνομον διὰ τὸ καὶ τὸ πεζὸν στράτευμα | |
Hist.1.25.9 | περὶ τούτους αὐτοὺς εἶναι τοὺς τόπους. Καρχη‐ δόνιοι δὲ πεντήκοντα καὶ τριακοσίαις ναυσὶ κατα‐ φράκτοις ἀναπλεύσαντες Λιλυβαίῳ προσέσχον, ἐν‐ τεῦθεν δὲ πρὸς Ἡράκλειαν τὴν Μινῴαν καθωρμί‐ | |
Hist.1.26.1 | σθησαν. ἦν δὲ τῶν μὲν Ῥωμαίων πρόθεσις εἰς τὴν Λιβύην πλεῖν καὶ τὸν πόλεμον ἐκεῖ περισπᾶν, ἵνα τοῖς Καρχηδονίοις μὴ περὶ Σικελίας, ἀλλὰ περὶ σφῶν αὐτῶν καὶ τῆς ἰδίας χώρας ὁ κίνδυνος γίνη‐ | |
Hist.1.26.2 | ται. τοῖς δὲ Καρχηδονίοις τἀναντία τούτων ἐδόκει· συνιδόντες γὰρ ὡς εὐέφοδός ἐστιν ἡ Λιβύη καὶ πᾶς ὁ κατὰ τὴν χώραν λαὸς εὐχείρωτος τοῖς ἅπαξ εἰς αὐτὴν ἐμβαλοῦσιν, οὐχ οἷοί τ’ ἦσαν ἐπιτρέπειν, | |
Hist.1.26.3 | ἀλλὰ διακινδυνεύειν καὶ ναυμαχεῖν ἔσπευδον. ὄν‐ των δὲ τῶν μὲν πρὸς τὸ κωλύειν, τῶν δὲ πρὸς τὸ βιάζεσθαι, προφανὴς ἦν ὁ μέλλων ἀγὼν ἐκ τῆς ἑκα‐ | |
Hist.1.26.4 | τέρων συνίστασθαι φιλοτιμίας. οἱ μὲν οὖν Ῥωμαῖοι πρὸς ἀμφότερα τὴν παρασκευὴν ἁρμόζουσαν ἐποι‐ οῦντο πρός τε τὴν κατὰ θάλατταν χρείαν καὶ πρὸς | |
Hist.1.26.5 | τὴν ἀπόβασιν τὴν εἰς τὴν πολεμίαν. διόπερ ἐπιλέ‐ ξαντες ἐκ τῶν πεζικῶν στρατοπέδων τὰς ἀρίστας χεῖ‐ ρας διεῖλον τὴν πᾶσαν δύναμιν, ἣν ἤμελλον ἀνα‐ | |
Hist.1.26.6 | λαμβάνειν, εἰς τέτταρα μέρη. τὸ δὲ μέρος ἕκαστον διττὰς εἶχεν προσηγορίας· πρῶτον μὲν γὰρ ἐκαλεῖτο στρατόπεδον καὶ πρῶτος στόλος καὶ τὰ λοιπὰ κατὰ λόγον. τὸ δὲ τέταρτον καὶ τρίτην ἐπωνυμίαν ἔτι | |
5 | προσειλήφει· τριάριοι γὰρ ὠνομάζοντο κατὰ τὴν ἐν | |
Hist.1.26.7 | τοῖς πεζικοῖς στρατοπέδοις συνήθειαν. καὶ τὸ μὲν σύμπαν ἦν στράτευμα τούτων τῆς ναυτικῆς δυνά‐ μεως περὶ τέτταρας καὶ δέκα μυριάδας, ὡς ἂν ἑκά‐ στης νεὼς λαμβανούσης ἐρέτας μὲν τριακοσίους, ἐπι‐ | |
Hist.1.26.8 | βάτας δ’ ἑκατὸν εἴκοσιν. οἱ δὲ Καρχηδόνιοι τὸ μὲν πλεῖον καὶ τὸ πᾶν ἡρμόζοντο πρὸς τὸν κατὰ θάλατ‐ ταν κίνδυνον· τό γε μὴν πλῆθος αὐτῶν ἦν ὑπὲρ πεντεκαίδεκα μυριάδας κατὰ τὸν τῶν νεῶν λόγον. | |
Hist.1.26.9 | ἐφ’ οἷς οὐχ οἷον ἄν τις παρὼν καὶ θεώμενος ὑπὸ τὴν ὄψιν, ἀλλὰ κἂν ἀκούων καταπλαγείη τὸ τοῦ κινδύνου μέγεθος καὶ τὴν τῶν πολιτευμάτων ἀμ‐ φοτέρων μεγαλομερίαν καὶ δύναμιν, στοχαζόμενος | |
5 | ἔκ τε τοῦ τῶν ἀνδρῶν καὶ τοῦ τῶν νεῶν πλήθους. | |
Hist.1.26.10 | οἱ δὲ Ῥωμαῖοι συλλογιζόμενοι διότι τὸν μὲν πλοῦν εἶναι συμβαίνει πελάγιον, τοὺς δὲ πολεμίους τα‐ χυναυτεῖν, πανταχόθεν ἐπειρῶντο ποιεῖσθαι τὴν τάξιν | |
Hist.1.26.11 | ἀσφαλῆ καὶ δυσπρόσοδον. τὰς μὲν οὖν ἑξήρεις δύ’ οὔσας, ἐφ’ ὧν ἔπλεον οἱ στρατηγοὶ Μάρκος Ἀτίλιος καὶ Λεύκιος Μάλιος, πρώτας ἐν μετώπῳ παραλλήλους | |
Hist.1.26.12 | ἔταξαν. τούτων δ’ ἑκατέρᾳ συνεχεῖς κατὰ μίαν ναῦν ἐπιτάττοντες τῇ μὲν τὸν πρῶτον, τῇ δὲ τὸν δεύτε‐ ρον στόλον ἐπέστησαν, ἀεὶ καθ’ ἑκάστην ναῦν ἑκα‐ τέρου τοῦ στόλου μεῖζον τὸ μεταξὺ ποιοῦντες διά‐ | |
5 | στημα. ταῖς δὲ πρώρραις ἔξω νεύοντα τὰ σκάφη | |
Hist.1.26.13 | τὴν ἐπίστασιν ἐπ’ ἀλλήλοις εἶχεν. ἐπειδὴ δὲ τὸν πρῶτον καὶ δεύτερον στόλον ἁπλῶς εἰς ἔμβολον ἔτα‐ ξαν, ἐπέβαλον τούτοις ἐπὶ μίαν ναῦν ἐν μετώπῳ τὸ τρίτον στρατόπεδον· ὧν ἐπιστάντων ἀπετελέσθη | |
Hist.1.26.14 | τρίγωνον τὸ πᾶν εἶδος τῆς τάξεως. ἐπὶ δὲ τούτοις ἐπέστησαν τὰς ἱππηγούς, ῥύματα δόντες ἐξ αὐτῶν | |
Hist.1.26.15 | ταῖς τοῦ τρίτου στόλου ναυσίν. ταύταις δὲ κατόπιν ἐπέβαλον τὸν τέταρτον στόλον, τοὺς τριαρίους κλη‐ θέντας, ἐπὶ μίαν παρεκτείναντες ναῦν, ὡς ὑπερτεί‐ | |
Hist.1.26.16 | νειν ἐξ ἑκατέρου τοῦ μέρους τοὺς πρὸ ἑαυτῶν. καὶ συναρμοσθέντων πάντων κατὰ τὸν εἰρημένον τρό‐ πον, τὸ μὲν ὅλον ἀπετελέσθη σχῆμα τῆς τάξεως ἔμβολον, οὗ τὸ μὲν ἐπὶ τὴν κορυφὴν μέρος ἦν κοῖ‐ | |
5 | λον, τὸ δὲ πρὸς τῇ βάσει στερεόν, τὸ δὲ σύμπαν ἐνεργὸν καὶ πρακτικόν, ἅμα δὲ καὶ δυσδιάλυτον. | |
Hist.1.27.1 | οἱ δὲ τῶν Καρχηδονίων στρατηγοὶ κατὰ τὸν αὐτὸν καιρὸν παρακαλέσαντες τὰ πλήθη διὰ βραχέων καὶ συνυποδείξαντες αὐτοῖς ὅτι νικήσαντες μὲν τῇ ναυ‐ μαχίᾳ περὶ Σικελίας ποιήσονται τὸν πόλεμον, ἡτ‐ | |
5 | τηθέντες δὲ περὶ τῆς σφετέρας πατρίδος κινδυνεύ‐ | |
σουσιν καὶ τῶν ἀναγκαίων, οὕτως αὐτοῖς παρήγγει‐ | ||
Hist.1.27.2 | λαν ἐμβαίνειν εἰς τὰς ναῦς. προθύμως δὲ πάντων ποιούντων τὸ παραγγελλόμενον διὰ τὸ προορᾶσθαι τὸ μέλλον ἐκ τῶν εἰρημένων, εὐθαρσῶς ἀνήγοντο | |
Hist.1.27.3 | καὶ καταπληκτικῶς. θεωροῦντες δὲ τὴν τῶν πολε‐ μίων τάξιν οἱ στρατηγοὶ καὶ πρὸς ταύτην ἁρμοζόμε‐ νοι τὰ μὲν τρία μέρη τῆς αὑτῶν δυνάμεως ἐπὶ μίαν ἔταττον ναῦν, πρὸς τὸ πέλαγος ἀνατείναντες τὸ δε‐ | |
5 | ξιὸν κέρας, ὡς κυκλώσοντες τοὺς ὑπεναντίους, πά‐ σας ἱστάντες ἀντιπρώρρους τὰς ναῦς τοῖς πολεμίοις. | |
Hist.1.27.4 | τὸ δὲ τέταρτον εὐώνυμον τῆς ὅλης τάξεως ἐποίουν, | |
Hist.1.27.5 | ἐν ἐπικαμπίῳ νεῦον πρὸς τὴν γῆν. ἡγοῦντο δὲ τῶν Καρχηδονίων τοῦ μὲν δεξιοῦ κέρως, ἔχων ἐπίπλους καὶ πεντήρεις τὰς μάλιστα ταχυναυτούσας πρὸς τὴν ὑπερκέρασιν, Ἄννων ὁ περὶ τὸν Ἀκράγαντα λειφθεὶς | |
Hist.1.27.6 | τῇ παρατάξει· τῶν δ’ εὐωνύμων εἶχε τὴν ἐπιμέλειαν Ἀμίλκας ὁ περὶ τὴν Τυνδαρίδα ναυμαχήσας· ὃς τότε κατὰ μέσην τὴν τάξιν ποιούμενος τὸν κίνδυνον ἐχρή‐ | |
Hist.1.27.7 | σατό τινι στρατηγήματι κατὰ τὸν ἀγῶνα τοιῴδε. τῶν γὰρ Ῥωμαίων συνθεασαμένων ἐπὶ λεπτὸν ἐκτεταμέ‐ νους τοὺς Καρχηδονίους καὶ ποιησαμένων τὴν ὁρ‐ μὴν ἐπὶ μέσους, τὴν μὲν ἀρχὴν ὁ κίνδυνος ἔλαβε | |
Hist.1.27.8 | τοιαύτην. ταχὺ δὲ τῶν περὶ τὰ μέσα Καρχηδονίων ἐκ παραγγέλματος κλινάντων πρὸς φυγὴν χάριν τοῦ διασπάσαι τὴν τῶν Ῥωμαίων τάξιν, οὗτοι μὲν ὑπ‐ εχώρουν μετὰ σπουδῆς, οἱ δὲ Ῥωμαῖοι κατόπιν ἠκο‐ | |
Hist.1.27.9 | λούθουν ἐκθύμως. ὁ μὲν οὖν πρῶτος καὶ δεύτερος στόλος ἐπέκειτο τοῖς φεύγουσιν, τὸ δὲ τρίτον καὶ τὸ τέταρτον στρατόπεδον ἀπεσπᾶτο, τῶν μὲν ῥυμουλ‐ κούντων τὰς ἱππηγοὺς ναῦς, τῶν δὲ τριαρίων συμ‐ | |
Hist.1.27.10 | μενόντων καὶ συνεφεδρευόντων τούτοις. ἐπεὶ δὲ | |
τὸν πρῶτον καὶ δεύτερον στόλον ἱκανὸν τῶν ἄλλων ἐδόκουν ἀπεσπακέναι τόπον οἱ Καρχηδόνιοι, συνθή‐ ματος ἀρθέντος ἐκ τῆς Ἀμίλκου νεὼς μετεβάλοντο | ||
Hist.1.27.11 | πάντες ἅμα καὶ συνέβαλον τοῖς ἐπικειμένοις. ἀγῶ‐ νος δὲ συστάντος καρτεροῦ, τῷ μὲν ταχυναυτεῖν ἐκ‐ περιπλέοντες καὶ ῥᾳδίως μὲν προσιόντες ὀξέως δ’ | |
Hist.1.27.12 | ἀποχωροῦντες πολὺ περιῆσαν οἱ Καρχηδόνιοι, τῷ δὲ βιαιομαχεῖν κατὰ τὰς συμπλοκὰς καὶ συνδεῖν τοῖς κόραξιν τοὺς ἅπαξ ἐγγίσαντας, ἅμα δὲ καὶ τῷ συν‐ αγωνιζομένων ἀμφοτέρων τῶν στρατηγῶν ἐν ὄψει | |
5 | τῶν ἡγουμένων ποιεῖσθαι τὸν κίνδυνον, οὐχ ἧττον ἐπικυδεστέρας εἶχον οἱ Ῥωμαῖοι τῶν Καρχηδονίων | |
Hist.1.27.13 | τὰς ἐλπίδας. ἡ μὲν οὖν κατὰ τούτους μάχη τοιαύ‐ | |
Hist.1.28.1 | την εἶχε διάθεσιν. κατὰ δὲ τὸν αὐτὸν καιρὸν τὸ μὲν δεξιὸν κέρας ἔχων Ἄννων, τὸ μεῖναν ἐν ἀπο‐ στάσει κατὰ τὴν πρώτην συμβολήν, τό τε πέλαγος ὑπεράρας ἐνέβαλε ταῖς τῶν τριαρίων ναυσὶ καὶ πολ‐ | |
Hist.1.28.2 | λὴν ἀπορίαν παρεῖχε καὶ δυσχρηστίαν αὐτοῖς. οἱ δὲ παρὰ τὴν γῆν τεταγμένοι τῶν Καρχηδονίων παραγεγονότες εἰς μέτωπον ἐκ τῆς προϋπαρχούσης τάξεως καὶ ποιήσαντες ἀντιπρώρρους τὰς ναῦς ἐν‐ | |
5 | έβαλον τοῖς ῥυμουλκοῦσι τὰς ἱππηγούς· οἱ δ’ ἀφ‐ έμενοι τὰ ῥύματα συνεπλέκοντο καὶ διηγωνίζοντο | |
Hist.1.28.3 | τοῖς πολεμίοις. ἦν δὲ τρία μέρη τῆς ὅλης συμπλο‐ κῆς, καὶ τρεῖς ναυμαχίαι συνέστησαν πολὺ κεχωρι‐ | |
Hist.1.28.4 | σμέναι τοῖς τόποις ἀλλήλων· τῷ δ’ ἑκατέρων πάρ‐ ισα τὰ μέρη γενέσθαι κατὰ τὸν ἐξ ἀρχῆς χειρισμὸν | |
Hist.1.28.5 | ἐφάμιλλον εἶναι συνέβαινε καὶ τὸν κίνδυνον. οὐ μὴν ἀλλὰ τὸ κατὰ λόγον ἐν ἑκάστοις ἐπετελεῖτο περὶ τὴν μάχην, ὅπερ εἰκὸς ὅταν ᾖ παραπλήσια | |
Hist.1.28.6 | πάντα τὰ τῶν ἀγωνιζομένων. οἱ γὰρ πρῶτοι (κιν‐ | |
δυνεύσαντες πρῶτοι) καὶ διεκρίθησαν· τέλος γὰρ ἐκ‐ βιασθέντες οἱ περὶ τὸν Ἀμίλκαν εἰς φυγὴν ὥρμη‐ | ||
Hist.1.28.7 | σαν. ὁ μὲν οὖν Λεύκιος ἀνεδεῖτο τὰς αἰχμαλώτους ναῦς· ὁ δὲ Μάρκος συνορῶν τὸν περὶ τοὺς τριαρί‐ ους καὶ τὰς ἱππηγοὺς ἀγῶνα κατὰ σπουδὴν ἐβοήθει τούτοις, ἔχων τοῦ δευτέρου στόλου τὰς ἀκεραίους | |
Hist.1.28.8 | ναῦς. συνάψαντος δὲ καὶ προσμίξαντος αὐτοῦ τοῖς περὶ τὸν Ἄννωνα, ταχέως ἀναθαρρήσαντες οἱ τριά‐ ριοι, καίπερ ἤδη κακῶς ἀπαλλάττοντες, πάλιν ἐπερ‐ | |
Hist.1.28.9 | ρώσθησαν πρὸς τὸν κίνδυνον. οἱ δὲ Καρχηδόνιοι, τῶν μὲν κατὰ πρόσωπον αὐτοῖς προσμαχομένων, τῶν δὲ κατὰ νώτου προσπιπτόντων, δυσχρηστού‐ μενοι καὶ παραδόξως ὑπὸ τῶν βοηθησάντων κυ‐ | |
5 | κλούμενοι, κλίναντες πελαγίαν ἐποιοῦντο τὴν ὑπο‐ | |
Hist.1.28.10 | χώρησιν. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ὅ τε Λεύκιος ἐπαναπλέων ἤδη καὶ θεωρῶν συγκεκλεισμένον πρὸς τῇ γῇ τὸν τρίτον στόλον ὑπὸ τοῦ τῶν Καρχηδονίων εὐωνύμου κέρατος, ὅ τε Μάρκος ἐν ἀσφαλεῖ κα‐ | |
5 | ταλιπὼν τὰς ἱππηγοὺς καὶ τοὺς τριαρίους ὥρμη‐ | |
Hist.1.28.11 | σαν ἀμφότεροι βοηθεῖν τοῖς κινδυνεύουσι. παρα‐ πλήσιον γὰρ ἦν ἤδη τὸ γινόμενον πολιορκίᾳ· καὶ πάντες ἂν ἀπολώλεισαν οὗτοί γε προφανῶς, εἰ μὴ δεδιότες τοὺς κόρακας οἱ Καρχηδόνιοι περιφράξαντες | |
5 | μὲν αὐτοὺς πρὸς τῇ γῇ συνεῖχον, πρὸς δὲ τὰς ἐμ‐ βολὰς διὰ τὴν συμπλοκὴν εὐλαβῶς ἔχοντες οὐ προσ‐ | |
Hist.1.28.12 | ῄεσαν. ταχέως δ’ ἐπιγενόμενοι καὶ κυκλώσαντες οἱ στρατηγοὶ τοὺς Καρχηδονίους αὐτάνδρους μὲν ἔλα‐ βον πεντήκοντα ναῦς τῶν πολεμίων, ὀλίγαι δέ τι‐ | |
Hist.1.28.13 | νες παρὰ τὴν γῆν ἐξελίξασαι διέφυγον. ὁ μὲν οὖν κατὰ μέρος κίνδυνος τοιαύτην ἔσχε τὴν διάθεσιν, τὸ δὲ τέλος τῆς συμπάσης ναυμαχίας ἐγένετο κατὰ | |
Hist.1.28.14 | τοὺς Ῥωμαίους. διεφθάρη δὲ τούτων μὲν εἴκοσι καὶ τέτταρα σκάφη, τῶν δὲ Καρχηδονίων ὑπὲρ τριά‐ κοντα. ναῦς δὲ τῶν μὲν Ῥωμαίων αὔτανδρος οὐ‐ δεμία τοῖς πολεμίοις ἐγένεθ’ ὑποχείριος, τῶν δὲ | |
5 | Καρχηδονίων ἑξήκοντα καὶ τέτταρες. | |
Hist.1.29.1 | Μετὰ δὲ ταῦτα πάλιν οἱ Ῥωμαῖοι προσεπισιτι‐ σάμενοι καὶ τὰς αἰχμαλώτους ναῦς καταρτίσαντες, ἔτι δὲ τὴν ἁρμόζουσαν τοῖς προτερήμασιν ἐπιμέλειαν ποιησάμενοι τῶν πληρωμάτων ἀνήγοντο ποιούμε‐ | |
Hist.1.29.2 | νοι τὸν πλοῦν ὡς ἐπὶ τὴν Λιβύην. προσσχόντες δὲ ταῖς πρώταις πλεούσαις ναυσὶν ὑπὸ τὴν ἄκραν τὴν Ἑρμαίαν ἐπονομαζομένην, ἣ πρὸ παντὸς τοῦ περὶ τὴν Καρχηδόνα κόλπου κειμένη προτείνει πε‐ | |
5 | λάγιος ὡς πρὸς τὴν Σικελίαν, καὶ προσδεξάμενοι τὰς ἐπιπλεούσας ἐνταῦθα ναῦς καὶ πάντα συν‐ αθροίσαντες τὸν στόλον ἔπλεον παρὰ τὴν χώραν, ἕως ἐπὶ τὴν Ἀσπίδα καλουμένην πόλιν ἀφίκοντο. | |
Hist.1.29.3 | ποιησάμενοι δὲ τὴν ἀπόβασιν ἐνταῦθα καὶ νεωλκή‐ σαντες, ἔτι δὲ τάφρῳ καὶ χάρακι περιλαβόντες τὰς ναῦς ἐγίνοντο πρὸς τὸ πολιορκεῖν αὐτήν, οὐ βου‐ λομένων ἑκουσίως σφίσι προσχωρῆσαι τῶν κατ‐ | |
Hist.1.29.4 | εχόντων τὴν πόλιν. οἱ δὲ διαφυγόντες ἐκ τοῦ κατὰ τὴν ναυμαχίαν κινδύνου τῶν Καρχηδονίων κατα‐ πλεύσαντες καὶ πεπεισμένοι τοὺς ὑπεναντίους ἐκ τοῦ γεγονότος προτερήματος ἐπαρθέντας εὐθέως | |
5 | ποιήσεσθαι τὸν ἐπίπλουν ἐπ’ αὐτὴν τὴν Καρχη‐ δόνα, παρετήρουν ταῖς πεζικαῖς καὶ ναυτικαῖς δυνά‐ | |
Hist.1.29.5 | μεσι τοὺς προκειμένους τῆς πόλεως τόπους. ἐπι‐ γνόντες δὲ τοὺς Ῥωμαίους ἀσφαλῶς ἀποβεβηκότας καὶ πολιορκοῦντας τὴν Ἀσπίδα, τοῦ μὲν παραφυ‐ λάττειν τὸν ἐπίπλουν ἀπέγνωσαν, συνήθροιζον δὲ | |
5 | τὰς δυνάμεις καὶ περὶ φυλακὴν ἐγίνοντο τῆς τε | |
Hist.1.29.6 | πόλεως καὶ τῆς χώρας. οἱ δὲ Ῥωμαῖοι κυριεύσαντες τῆς Ἀσπίδος καὶ φυλακὴν ἀπολιπόντες τῆς πόλεως καὶ χώρας, ἔτι δὲ πρεσβευτὰς εἰς τὴν Ῥώμην πέμ‐ ψαντες τοὺς ἀπαγγελοῦντας μὲν περὶ τῶν γεγονό‐ | |
5 | των, ἐρησομένους δὲ περὶ τῶν μελλόντων τί δεῖ ποιεῖν καὶ πῶς χρῆσθαι τοῖς πράγμασιν, μετὰ δὲ ταῦτα πάσῃ τῇ δυνάμει κατὰ σπουδὴν ἀναζεύξαντες | |
Hist.1.29.7 | ὥρμησαν ἐπὶ τὸ πορθεῖν τὴν χώραν. οὐδενὸς δ’ ἐμποδὼν ἱσταμένου, πολλὰς μὲν οἰκήσεις περιττῶς κατεσκευασμένας διέφθειραν, πολὺ δὲ πλῆθος τῆς τετραπόδου λείας περιεβάλοντο· σώματα δὲ πλείω | |
Hist.1.29.8 | τῶν δισμυρίων ἐπὶ τὰς ναῦς ἀνήγαγον. ἐν δὲ τούτῳ τῷ καιρῷ παρῆσαν ἐκ τῆς Ῥώμης οἱ διασα‐ φοῦντες ὅτι δεῖ τὸν μὲν ἕνα τῶν στρατηγῶν μένειν ἔχοντα δυνάμεις τὰς ἀρκούσας, τὸν δ’ ἕτερον ἀπο‐ | |
Hist.1.29.9 | κομίζειν εἰς τὴν Ῥώμην τὸν στόλον. ὁ μὲν οὖν Μάρκος ἔμενεν, ὑπολειπόμενος ναῦς τετταράκοντα καὶ πεζοὺς μυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ | |
Hist.1.29.10 | πεντακοσίους· ὁ δὲ Λεύκιος ἀναλαβὼν τὰ πληρώ‐ ματα καὶ τὸ τῶν αἰχμαλώτων πλῆθος καὶ κομι‐ σθεὶς παρὰ τὴν Σικελίαν ἀσφαλῶς ἧκεν εἰς τὴν Ῥώμην. | |
Hist.1.30.1 | Οἱ δὲ Καρχηδόνιοι θεωροῦντες τὴν τῶν πολε‐ μίων παρασκευὴν χρονιωτέραν οὖσαν, πρῶτον μὲν στρατηγοὺς ἑαυτῶν εἵλοντο δύο, τόν τ’ Ἄννωνος Ἀσδρούβαν καὶ Βώσταρον, μετὰ δὲ ταῦτα πρὸς τὸν | |
5 | Ἀμίλκαν ἔπεμπον εἰς τὴν Ἡράκλειαν, καλοῦντες | |
Hist.1.30.2 | κατὰ τάχος αὐτόν. ὁ δ’ ἀναλαβὼν ἱππεῖς πεντα‐ κοσίους καὶ πεζοὺς πεντακισχιλίους παρῆν εἰς τὴν Καρχηδόνα· καὶ κατασταθεὶς στρατηγὸς τρίτος | |
ἐβουλεύετο μετὰ τῶν περὶ τὸν Ἀσδρούβαν πῶς δεῖ | ||
Hist.1.30.3 | χρῆσθαι τοῖς παροῦσιν. ἔδοξεν οὖν αὐτοῖς βοηθεῖν τῇ χώρᾳ καὶ μὴ περιορᾶν αὐτὴν ἀδεῶς πορθουμέ‐ | |
Hist.1.30.4 | νην. ὁ δὲ Μάρκος μετά τινας ἡμέρας ἐπεπορεύετο, τὰ μὲν ἀτείχιστα τῶν ἐρυμάτων ἐξ ἐφόδου διαρ‐ | |
Hist.1.30.5 | πάζων, τὰ δὲ τετειχισμένα πολιορκῶν. ἀφικόμενος δὲ πρὸς πόλιν Ἀδὺν ἀξιόχρεω, περιστρατοπεδεύσας ταύτην συνίστατο μετὰ σπουδῆς ἔργα καὶ πολιορ‐ | |
Hist.1.30.6 | κίαν. οἱ δὲ Καρχηδόνιοι τῇ τε πόλει σπουδάζον‐ τες βοηθῆσαι καὶ τῶν ὑπαίθρων ἀντιποιεῖσθαι κρί‐ | |
Hist.1.30.7 | νοντες ἐξῆγον τὴν δύναμιν. καὶ καταλαβόμενοι λόφον ὑπερδέξιον μὲν τῶν πολεμίων, ἀφυῆ δὲ ταῖς ἑαυτῶν δυνάμεσιν, ἐν τούτῳ κατεστρατοπέδευσαν. | |
Hist.1.30.8 | λοιπὸν ἔχοντες μὲν τὰς πλείστας ἐλπίδας ἐν τοῖς ἱππεῦσιν καὶ τοῖς θηρίοις, ἀφέμενοι δὲ τῶν ἐπιπέ‐ δων χωρίων καὶ συγκλείσαντες σφᾶς αὐτοὺς εἰς τόπους ἐρυμνοὺς καὶ δυσβάτους, ἔμελλον διδάξειν | |
5 | τοὺς πολεμίους ὃ δέον ἦν πράττειν κατ’ αὐτῶν. ὃ | |
Hist.1.30.9 | δὴ καὶ συνέβη γενέσθαι. συννοήσαντες γὰρ οἱ τῶν Ῥωμαίων ἡγεμόνες ἐμπείρως ὅτι τὸ πρακτικώτατον καὶ φοβερώτατον τῆς τῶν ὑπεναντίων δυνάμεως ἠχρείωται διὰ τοὺς τόπους, οὐκ ἀνέμειναν ἕως ἐκεῖ‐ | |
Hist.1.30.10 | νοι καταβάντες εἰς τὰ πεδία παρετάξαντο, χρώμενοι δὲ τοῖς ἰδίοις καιροῖς ἅμα τῷ φωτὶ προσέβαινον ἐξ | |
Hist.1.30.11 | ἑκατέρου τοῦ μέρους πρὸς τὸν λόφον. οἱ μὲν οὖν ἱππεῖς καὶ τὰ θηρία τοῖς Καρχηδονίοις ἦν ἄχρηστα τελέως· οἱ δὲ μισθοφόροι πάνυ γενναίως καὶ προ‐ θύμως ἐκβοηθήσαντες τὸ μὲν πρῶτον στρατόπεδον | |
Hist.1.30.12 | ἠνάγκασαν ἐκκλῖναι καὶ φυγεῖν· ἐπεὶ δὲ προπεσόν‐ τες καὶ κυκλωθέντες ὑπὸ τῶν ἐκ θατέρου μέρους προσβαινόντων ἐτράπησαν, μετὰ ταῦτα πάντες εὐ‐ | |
Hist.1.30.13 | θὺς ἐκ τῆς στρατοπεδείας ἐξέπεσον. τὰ μὲν οὖν θηρία μετὰ τῶν ἱππέων, ἐπεὶ τάχιστα τῶν ὁμαλῶν ἥψατο, μετ’ ἀσφαλείας ἐποιοῦντο τὴν ἀποχώρησιν· | |
Hist.1.30.14 | οἱ δὲ Ῥωμαῖοι τοὺς πεζοὺς βραχὺν ἐπιδιώξαντες τόπον καὶ τὸν χάρακα διαρπάσαντες, μετὰ δὲ ταῦτα πᾶσαν ἐπιπορευόμενοι τὴν χώραν καὶ τὰς πόλεις | |
Hist.1.30.15 | ἀδεῶς ἐπόρθουν. γενόμενοι δὲ τῆς προσαγορευο‐ μένης πόλεως Τύνητος ἐγκρατεῖς, εὐφυοῦς ὑπαρ‐ χούσης πρὸς τὰς προκειμένας ἐπιβολάς, ἔτι δὲ κει‐ μένης εὐκαίρως κατά τε τῆς πόλεως καὶ τῆς σύνεγ‐ | |
5 | γυς ταύτῃ χώρας, κατεστρατοπέδευσαν εἰς αὐτήν. | |
Hist.1.31.1 | Οἱ δὲ Καρχηδόνιοι μικρῷ μὲν πρότερον κατὰ θάλατταν, τότε δὲ κατὰ γῆν ἐπταικότες, οὐ διὰ τὴν τῶν πολλῶν ἀνανδρίαν, ἀλλὰ διὰ τὴν τῶν ἡγουμέ‐ νων ἀβουλίαν, κατὰ πάντα τρόπον ἐνεπεπτώκεισαν | |
Hist.1.31.2 | εἰς δυσχερῆ διάθεσιν. ἅμα γὰρ τοῖς προειρημένοις καὶ τὸ τῶν Νομάδων ἔθνος συνεπιτιθέμενον αὐτοῖς οὐκ ἐλάττω, πλείω δὲ τῶν Ῥωμαίων εἰργάζετο κακὰ | |
Hist.1.31.3 | τὴν χώραν. ἐξ ὧν διὰ τὸν φόβον συμφευγόντων εἰς τὴν πόλιν τῶν ἀπὸ τῆς χώρας δυσθυμία καὶ λιμὸς ἦν ὁλοσχερής, τὰ μὲν διὰ τὸ πλῆθος, τὰ δὲ | |
Hist.1.31.4 | διὰ τὴν προσδοκίαν τῆς πολιορκίας. ὁ δὲ Μάρκος ὁρῶν τοὺς Καρχηδονίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐσφαλμένους καὶ νομίζων ὅσον οὔπω κρατήσειν τῆς πόλεως, ἀγωνιῶν δὲ μὴ συμβῇ τὸν | |
5 | ἐπιπαραγινόμενον στρατηγὸν ἐκ τῆς Ῥώμης φθά‐ σαντα τὴν ἐπιγραφὴν τῶν πραγμάτων λαβεῖν, πρου‐ | |
Hist.1.31.5 | καλεῖτο τοὺς Καρχηδονίους εἰς διαλύσεις. οἱ δ’ ἀσμένως ἀκούσαντες ἐξέπεμψαν αὑτῶν τοὺς πρώ‐ τους ἄνδρας· οἳ καὶ συμμίξαντες αὐτῷ τοσοῦτον ἀπέσχον τοῦ ῥέπειν ταῖς γνώμαις ἐπὶ τὸ ποιεῖν τι | |
5 | τῶν λεγομένων ὥστ’ οὐδ’ ἀκούοντες ὑπομένειν ἐδύ‐ | |
Hist.1.31.6 | ναντο τὸ βάρος τῶν ἐπιταγμάτων. ὁ μὲν γὰρ Μάρ‐ κος ὡς ἤδη κεκρατηκὼς τῶν ὅλων, ὅ,τι ποτὲ συν‐ εχώρει, πᾶν ᾤετο δεῖν αὐτοὺς ἐν χάριτι καὶ δωρεᾷ | |
Hist.1.31.7 | λαμβάνειν· οἱ δὲ Καρχηδόνιοι θεωροῦντες ὅτι καὶ γενομένοις αὐτοῖς ὑποχειρίοις οὐδὲν ἂν συνεξακο‐ λουθήσαι βαρύτερον τῶν τότε προσταγμάτων, οὐ μόνον δυσαρεστήσαντες τοῖς προτεινομένοις ἐπανῆλ‐ | |
5 | θον, ἀλλὰ καὶ προσκόψαντες τῇ βαρύτητι τοῦ Μάρ‐ | |
Hist.1.31.8 | κου. τὸ δὲ συνέδριον τῶν Καρχηδονίων διακοῦσαν τὰ προτεινόμενα παρὰ τοῦ στρατηγοῦ τῶν Ῥωμαίων, καίπερ σχεδὸν ἀπεγνωκὸς τὰς τῆς σωτηρίας ἐλπί‐ δας, ὅμως οὕτως ἀνδρωδῶς ἔστη καὶ γενναίως ὥστε | |
5 | πᾶν ὑπομένειν εἵλετο καὶ παντὸς ἔργου καὶ καιροῦ πεῖραν λαμβάνειν ἐφ’ ᾧ μηδὲν ἀγεννὲς μηδ’ ἀν‐ άξιον τῶν πρὸ τοῦ πράξεων ὑπομεῖναι. | |
Hist.1.32.1 | Περὶ δὲ τοὺς καιροὺς τούτους καταπλεῖ τις εἰς τὴν Καρχηδόνα ξενολόγος τῶν ἀπεσταλμένων εἰς τὴν Ἑλλάδα πρότερον [εἰς τὴν Καρχηδονίων], ἄγων στρατιώτας πλείστους, ἐν οἷς καὶ Ξάνθιππόν τινα | |
5 | Λακεδαιμόνιον, ἄνδρα τῆς Λακωνικῆς ἀγωγῆς μετ‐ εσχηκότα καὶ τριβὴν ἐν τοῖς πολεμικοῖς ἔχοντα | |
Hist.1.32.2 | σύμμετρον. ὃς διακούσας τὸ γεγονὸς ἐλάττωμα καὶ πῶς καὶ τίνι τρόπῳ γέγονεν, καὶ συνθεωρήσας τάς τε λοιπὰς παρασκευὰς τῶν Καρχηδονίων καὶ τὸ πλῆθος τῶν ἱππέων καὶ τῶν ἐλεφάντων παραυτίκα | |
5 | συνελογίσατο καὶ πρὸς τοὺς φίλους ἐνεφάνισε διότι συμβαίνει τοὺς Καρχηδονίους οὐχ ὑπὸ Ῥωμαίων, αὐτοὺς δ’ ὑφ’ αὑτῶν ἡττᾶσθαι διὰ τὴν ἀπειρίαν | |
Hist.1.32.3 | τῶν ἡγουμένων. ταχὺ δὲ διὰ τὴν περίστασιν τῶν τοῦ Ξανθίππου λόγων διαδοθέντων εἰς τὰ πλήθη | |
καὶ τοὺς στρατηγούς, ἔγνωσαν οἱ προεστῶτες ἀνα‐ | ||
Hist.1.32.4 | καλεῖσθαι καὶ πεῖραν αὐτοῦ λαμβάνειν. ὁ δὲ παρα‐ γενόμενος εἰς τὰς χεῖρας ἔφερε τοῖς ἄρχουσι τοὺς ἀπολογισμοὺς καὶ παρὰ τί νῦν σφαλείησαν, καὶ διότι πεισθέντες αὐτῷ καὶ χρησάμενοι τοῖς ἐπιπέ‐ | |
5 | δοις τῶν τόπων ἔν τε ταῖς πορείαις καὶ στρατοπε‐ δείαις καὶ παρατάξεσιν εὐχερῶς ἑαυτοῖς τε τὴν ἀσφάλειαν δυνήσονται παρασκευάζειν καὶ τοὺς ὑπ‐ | |
Hist.1.32.5 | εναντίους νικᾶν. οἱ δὲ στρατηγοὶ δεξάμενοι τὰ λεγόμενα καὶ πεισθέντες αὐτῷ παραχρῆμα τὰς δυ‐ | |
Hist.1.32.6 | νάμεις ἐνεχείρισαν. ἦν μὲν οὖν καὶ κατὰ ταύτην τὴν παρὰ τοῦ Ξανθίππου διαδιδομένην φωνὴν ὁ θροῦς καὶ λαλιά τις εὔελπις παρὰ τοῖς πολλοῖς· | |
Hist.1.32.7 | ὡς δ’ ἐξαγαγὼν πρὸ τῆς πόλεως τὴν δύναμιν ἐν κόσμῳ παρενέβαλε καί τι καὶ κινεῖν τῶν μερῶν ἐν τάξει καὶ παραγγέλλειν κατὰ νόμους ἤρξατο, τηλι‐ καύτην ἐποίει διαφορὰν παρὰ τὴν τῶν πρότερον | |
5 | στρατηγῶν ἀπειρίαν ὥστε μετὰ κραυγῆς ἐπισημαί‐ νεσθαι τοὺς πολλοὺς καὶ σπεύδειν ὡς τάχιστα συμ‐ βαλεῖν τοῖς πολεμίοις, πεπεισμένους μηδὲν ἂν πα‐ | |
Hist.1.32.8 | θεῖν δεινὸν ἡγουμένου Ξανθίππου. τούτων δὲ γινομένων οἱ στρατηγοὶ συνιδόντες τοὺς ὄχλους ἀνατεθαρρηκότας παραδόξως ταῖς ψυχαῖς, παρακα‐ λέσαντες αὐτοὺς τὰ πρέποντα τῷ καιρῷ μετ’ ὀλίγας | |
Hist.1.32.9 | ἡμέρας ὥρμησαν ἀναλαβόντες τὴν δύναμιν. αὕτη δ’ ἦν πεζοὶ μὲν εἰς μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ τετρακισχίλιοι, τὸ δὲ τῶν ἐλεφάντων πλῆθος ἔγγιστά που τῶν ἑκατόν. | |
Hist.1.33.1 | Οἱ δὲ Ῥωμαῖοι θεωροῦντες τοὺς Καρχηδονίους τάς τε πορείας ποιουμένους διὰ τῶν ὁμαλῶν τόπων καὶ τὰς στρατοπεδείας τιθέντας ἐν τοῖς ἐπιπέδοις | |
τῶν χωρίων, κατ’ αὐτὸ μὲν τοῦτο ξενιζόμενοι δι‐ | ||
5 | ετρέποντο, τοῖς γε μὴν ὅλοις ἔσπευδον ἐγγίσαι τοῖς | |
Hist.1.33.2 | πολεμίοις. συνάψαντες δὲ τὴν μὲν πρώτην ἡμέραν κατεστρατοπέδευσαν ὡς δέκα σταδίους ἀποσχόντες | |
Hist.1.33.3 | τῶν ὑπεναντίων. τῇ δὲ κατὰ πόδας οἱ μὲν προ‐ εστῶτες τῶν Καρχηδονίων ἐβουλεύοντο πῶς καὶ τί | |
Hist.1.33.4 | πρακτέον εἴη κατὰ τὸ παρόν· οἱ δὲ πολλοὶ προ‐ θύμως ἔχοντες πρὸς τὸν κίνδυνον, συστρεφόμενοι κατὰ μέρη καὶ κατ’ ὄνομα τὸν Ξάνθιππον ἀναβοῶν‐ | |
Hist.1.33.5 | τες ἐξάγειν σφᾶς ᾤοντο δεῖν τὴν ταχίστην. οἱ δὲ στρατηγοὶ τήν τε τῶν ὄχλων ὁρμὴν καὶ προθυμίαν θεωροῦντες, ἅμα δὲ καὶ τοῦ Ξανθίππου διαμαρτυ‐ ρομένου μὴ παριέναι τὸν καιρόν, παρήγγειλαν τῷ | |
5 | μὲν πλήθει διασκευάζεσθαι, τῷ δὲ Ξανθίππῳ χρῆ‐ σθαι τοῖς πράγμασιν ἐπέτρεψαν ὥς ποτ’ αὐτῷ δοκεῖ | |
Hist.1.33.6 | συμφέρειν. ὁ δὲ λαβὼν τὴν ἐξουσίαν, τοὺς μὲν ἐλέφαντας ἐξαγαγὼν ἐφ’ ἕνα πρὸ πάσης τῆς δυνά‐ μεως ἐν μετώπῳ κατέστησε, τὴν δὲ φάλαγγα τῶν Καρχηδονίων ἐν ἀποστήματι συμμέτρῳ τούτοις κατ‐ | |
Hist.1.33.7 | όπιν ἐπέστησε. τῶν δὲ μισθοφόρων τοὺς μὲν ἐπὶ τὸ δεξιὸν κέρας παρενέβαλεν, τοὺς δ’ εὐκινητοτάτους ὁμοῦ τοῖς ἱππεῦσιν ἑκατέρου τοῦ κέρατος προέστη‐ | |
Hist.1.33.8 | σεν. οἱ δὲ Ῥωμαῖοι συνιδόντες παραταττομένους | |
Hist.1.33.9 | τοὺς ὑπεναντίους ἀντεξῄεσαν ἑτοίμως. καταπληττό‐ μενοι δὲ καὶ προορώμενοι τὴν τῶν ἐλεφάντων ἔφ‐ οδον, προθέμενοι τοὺς γροσφομάχους πολλὰς ἐπ’ ἀλλήλαις κατόπιν ἵστασαν σημείας, τοὺς δ’ ἱππεῖς | |
Hist.1.33.10 | ἐμέρισαν ἐφ’ ἑκάτερον τὸ κέρας. τὴν δὲ σύμπασαν τάξιν βραχυτέραν μὲν ἢ πρόσθεν, βαθυτέραν δὲ ποιήσαντες τῆς μὲν πρὸς τὰ θηρία μάχης δεόντως ἦσαν ἐστοχασμένοι, τῆς δὲ πρὸς τοὺς ἱππεῖς, πολ‐ | |
5 | λαπλασίους ὄντας τῶν παρ’ αὐτοῖς, ὁλοσχερῶς ἠστό‐ | |
Hist.1.33.11 | χησαν. ἐπεὶ δ’ ἀμφότεροι κατὰ τὰς ἑαυτῶν προ‐ αιρέσεις καὶ καθόλου καὶ κατὰ μέρος ἑκάστους ἔθη‐ καν εἰς τὰς ἁρμοζούσας τάξεις, ἔμενον ἐν κόσμῳ, καραδοκοῦντες τὸν καιρὸν τῆς ἀλλήλων ἐπιθέσεως. | |
Hist.1.34.1 | ἅμα δὲ τῷ τὸν Ξάνθιππον τοῖς μὲν ἐπὶ τῶν θη‐ ρίων παραγγεῖλαι προάγειν καὶ διασπᾶν τὰς τῶν ὑπεναντίων τάξεις, τοῖς δ’ ἱππεῦσιν ἐφ’ ἑκατέρου τοῦ κέρατος κυκλοῦν καὶ προσβάλλειν τοῖς πολεμί‐ | |
Hist.1.34.2 | οις, τότε δὴ καὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον κατὰ τὰ παρ’ αὐτοῖς ἔθη συνεψόφησαν τοῖς ὅπλοις καὶ | |
Hist.1.34.3 | συναλαλάξαντες ὥρμησαν ἐπὶ τοὺς πολεμίους. οἱ μὲν οὖν ἱππεῖς τῶν Ῥωμαίων ταχέως ἀφ’ ἑκατέρων τῶν κεράτων ἔφυγον διὰ τὸ πολλαπλασίους εἶναι τοὺς | |
Hist.1.34.4 | Καρχηδονίους. τῶν δὲ πεζῶν οἱ ταχθέντες ἐπὶ τοῦ λαιοῦ κέρως, ἅμα μὲν ἐκκλίνοντες τὴν τῶν θηρίων ἔφοδον, ἅμα δὲ καταφρονοῦντες τῶν μισθοφόρων ὥρμησαν ἐπὶ τὸ δεξιὸν κέρας τῶν Καρχηδονίων· | |
5 | τρεψάμενοι δὲ τούτους ἐπέκειντο καὶ κατεδίωκον | |
Hist.1.34.5 | αὐτοὺς ἕως εἰς τὸν χάρακα. τῶν δὲ κατὰ τοὺς ἐλέφαντας ταχθέντων οἱ μὲν πρῶτοι συμπεσόντες ὑπὸ τῆς βίας τῶν ζῴων ἐξωθούμενοι καὶ καταπα‐ τούμενοι σωρηδὸν ἐν χειρῶν νόμῳ διεφθείροντο, | |
5 | τῆς γε μὴν ὅλης τάξεως τὸ σύστημα διὰ τὸ βάθος τῶν ἐφεστώτων ἕως τινὸς ἀδιάσπαστον ἔμεινεν. | |
Hist.1.34.6 | ἐπεὶ δ’ οἱ μὲν τὰς ἐσχάτας ἔχοντες τάξεις κυκλού‐ μενοι πανταχόθεν ὑπὸ τῶν ἱππέων ἠναγκάζοντο πρὸς τούτους στρεφόμενοι κινδυνεύειν, οἱ δὲ διὰ μέσων τῶν ἐλεφάντων εἰς τὸ πρόσθεν ἐκβιαζόμενοι | |
5 | καὶ κατὰ νώτου παριστάμενοι τῶν θηρίων εἰς ἀκέ‐ ραιον καὶ συντεταγμένην ἐμπίπτοντες τὴν τῶν Καρ‐ | |
Hist.1.34.7 | χηδονίων φάλαγγα διεφθείροντο, τότε δὴ πανταχό‐ θεν πονοῦντες οἱ μὲν πλεῖστοι τῶν Ῥωμαίων συν‐ επατήθησαν ὑπὸ τῆς ὑπερφυοῦς βίας τῶν ζῴων, οἱ δὲ λοιποὶ συνηκοντίσθησαν ὑπὸ τοῦ πλήθους τῶν | |
5 | ἱππέων ἐν αὐτῷ τῷ τῆς παρατάξεως τόπῳ, τελέως | |
Hist.1.34.8 | δέ τινες ὀλίγοι πρὸς φυγὴν ὥρμησαν. οὐσῶν δὲ πεδινῶν τῶν ὑποχωρήσεων, καὶ τούτων οἱ μὲν ὑπὸ τῶν θηρίων καὶ τῶν ἱππέων ἀπώλλυντο, πεντακό‐ σιοι δ’ ἴσως οἱ μετὰ Μάρκου τοῦ στρατηγοῦ φυ‐ | |
5 | γόντες μετ’ ὀλίγον ὑποχείριοι γενόμενοι σὺν αὐτῷ | |
Hist.1.34.9 | ’κείνῳ πάντες ἐζωγρήθησαν. τῶν μὲν οὖν παρὰ τοῖς Καρχηδονίοις μισθοφόρων ἔπεσον εἰς ὀκτακο‐ σίους οἱ κατὰ τὸ λαιὸν τῶν Ῥωμαίων ταχθέντες, τῶν δὲ Ῥωμαίων ἐσώθησαν μὲν εἰς δισχιλίους οἱ | |
5 | κατὰ τὸ δίωγμα τῶν προειρημένων ἐκτὸς γενόμενοι | |
Hist.1.34.10 | τοῦ κινδύνου, τὸ δὲ λοιπὸν πλῆθος διεφθάρη πλὴν Μάρκου τοῦ στρατηγοῦ καὶ τῶν ἅμα τούτῳ φυγόν‐ | |
Hist.1.34.11 | των. αἱ μὲν οὖν σημεῖαι τῶν Ῥωμαίων αἱ σωθεῖ‐ | |
Hist.1.34.12 | σαι διέπεσον εἰς τὴν Ἀσπίδα παραδόξως· οἱ δὲ Καρχηδόνιοι τοὺς νεκροὺς σκυλεύσαντες καὶ τὸν στρατηγὸν ἅμα μετὰ τῶν αἰχμαλώτων ἄγοντες ἐπαν‐ ῆλθον περιχαρεῖς τοῖς παροῦσιν εἰς τὴν πόλιν. | |
Hist.1.35.1 | Ἐν ᾧ καιρῷ πολλά τις ἂν ὀρθῶς ἐπισημαινό‐ μενος εὕροι πρὸς ἐπανόρθωσιν τοῦ τῶν ἀνθρώπων | |
Hist.1.35.2 | βίου συντελεσθέντα. καὶ γὰρ τὸ διαπιστεῖν τῇ τύχῃ, καὶ μάλιστα κατὰ τὰς εὐπραγίας, ἐναργέστατον ἐφάνη πᾶσιν τότε διὰ τῶν Μάρκου συμπτωμάτων· | |
Hist.1.35.3 | ὁ γὰρ μικρῷ πρότερον οὐ διδοὺς ἔλεον οὐδὲ συγ‐ γνώμην τοῖς πταίουσιν παρὰ πόδας αὐτὸς ἤγετο δεη‐ | |
Hist.1.35.4 | σόμενος τούτων περὶ τῆς ἑαυτοῦ σωτηρίας. καὶ μὴν τὸ παρ’ Εὐριπίδῃ πάλαι καλῶς εἰρῆσθαι δο‐ | |
κοῦν ὡς ἓν σοφὸν βούλευμα τὰς πολλὰς χεῖρας νικᾷ τότε δι’ αὐτῶν τῶν ἔργων ἔλαβε τὴν πίστιν. | ||
Hist.1.35.5 | εἷς γὰρ ἄνθρωπος καὶ μία γνώμη τὰ μὲν ἀήττητα πλήθη καὶ πραγματικὰ δοκοῦντ’ εἶναι καθεῖλεν, τὸ δὲ προφανῶς πεπτωκὸς ἄρδην πολίτευμα καὶ τὰς ἀπηλγηκυίας ψυχὰς τῶν δυνάμεων ἐπὶ τὸ κρεῖττον | |
Hist.1.35.6 | ἤγαγεν. ἐγὼ δὲ τούτων ἐπεμνήσθην χάριν τῆς τῶν | |
Hist.1.35.7 | ἐντυγχανόντων τοῖς ὑπομνήμασι διορθώσεως. δυεῖν γὰρ ὄντων τρόπων πᾶσιν ἀνθρώποις τῆς ἐπὶ τὸ βέλτιον μεταθέσεως, τοῦ τε διὰ τῶν ἰδίων συμπτω‐ μάτων καὶ τοῦ διὰ τῶν ἀλλοτρίων, ἐναργέστερον | |
5 | μὲν εἶναι συμβαίνει τὸν διὰ τῶν οἰκείων περιπε‐ τειῶν, ἀβλαβέστερον δὲ τὸν διὰ τῶν ἀλλοτρίων. | |
Hist.1.35.8 | διὸ τὸν μὲν οὐδέποθ’ ἑκουσίως αἱρετέον, ἐπεὶ μετὰ μεγάλων πόνων καὶ κινδύνων ποιεῖ τὴν διόρθωσιν, τὸν δ’ ἀεὶ θηρευτέον, ἐπεὶ χωρὶς βλάβης ἔστιν συν‐ | |
Hist.1.35.9 | ιδεῖν ἐν αὐτῷ τὸ βέλτιον. ἐξ ὧν συνιδόντι καλλί‐ στην παιδείαν ἡγητέον πρὸς ἀληθινὸν βίον τὴν ἐκ τῆς πραγματικῆς ἱστορίας περιγινομένην ἐμπειρίαν· | |
Hist.1.35.10 | μόνη γὰρ αὕτη χωρὶς βλάβης (ἐπὶ) παντὸς καιροῦ καὶ περιστάσεως κριτὰς ἀληθινοὺς ἀποτελεῖ τοῦ βελ‐ τίονος. ταῦτα μὲν οὖν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω. | |
Hist.1.36.1 | Καρχηδόνιοι δέ, κατὰ νοῦν ἁπάντων σφίσι κε‐ χωρηκότων, ὑπερβολὴν χαρᾶς οὐκ ἀπέλιπον διά τε τῆς πρὸς τὸν θεὸν εὐχαριστίας καὶ διὰ τῆς μετ’ | |
Hist.1.36.2 | ἀλλήλων φιλοφροσύνης. Ξάνθιππος δὲ τηλικαύτην ἐπίδοσιν καὶ ῥοπὴν ποιήσας τοῖς Καρχηδονίων πράγ‐ μασιν μετ’ οὐ πολὺν χρόνον ἀπέπλευσεν πάλιν, φρο‐ | |
Hist.1.36.3 | νίμως καὶ συνετῶς βουλευσάμενος. αἱ γὰρ ἐπιφα‐ νεῖς καὶ παράδοξοι πράξεις βαρεῖς μὲν τοὺς φθό‐ νους, ὀξείας δὲ τὰς διαβολὰς γεννῶσιν· ἃς οἱ μὲν | |
ἐγχώριοι διά τε τὰς συγγενείας καὶ τὸ τῶν φίλων | ||
5 | πλῆθος οἷοί τ’ ἂν (εἶεν ἐπὶ πολὺν χρόνον) ἀναφέ‐ ρειν, οἱ δὲ ξένοι ταχέως ἐφ’ ἑκατέρων τούτων ἡτ‐ | |
Hist.1.36.4 | τῶνται καὶ κινδυνεύουσι. λέγεται δὲ καὶ ἕτερος ὑπὲρ τῆς ἀπαλλαγῆς τῆς Ξανθίππου λόγος, ὃν πει‐ ρασόμεθα διασαφεῖν οἰκειότερον λαβόντες τοῦ παρ‐ όντος καιρόν. | |
Hist.1.36.5 | Ῥωμαῖοι δέ, προσπεσόντων σφίσι παρ’ ἐλπίδα τῶν ἐν Λιβύῃ συμβεβηκότων, εὐθέως ἐγίνοντο πρὸς τὸ καταρτίζειν τὸν στόλον καὶ τοὺς ἄνδρας ἐξαι‐ | |
Hist.1.36.6 | ρεῖσθαι τοὺς ἐν τῇ Λιβύῃ διασεσωσμένους. οἱ δὲ Καρχηδόνιοι μετὰ ταῦτα στρατοπεδεύσαντες ἐπο‐ λιόρκουν τὴν Ἀσπίδα, σπουδάζοντες ἐγκρατεῖς γε‐ | |
Hist.1.36.7 | νέσθαι τῶν ἐκ τῆς μάχης διαφυγόντων. διὰ δὲ τὴν γενναιότητα καὶ τόλμαν τῶν ἀνδρῶν οὐδαμῶς ἑλεῖν δυνάμενοι τέλος ἀπέστησαν τῆς πολιορκίας. | |
Hist.1.36.8 | προσπεσόντος δ’ αὐτοῖς ἐξαρτύειν τὸν στόλον τοὺς Ῥωμαίους καὶ μέλλειν αὖθις ἐπὶ τὴν Λιβύην ποι‐ εῖσθαι τὸν πλοῦν, τὰ μὲν ἐπεσκεύαζον σκάφη, τὰ | |
Hist.1.36.9 | δ’ ἐκ καταβολῆς ἐναυπηγοῦντο. ταχὺ δὲ συμπλη‐ ρώσαντες ναῦς διακοσίας ἀνήχθησαν καὶ παρεφύ‐ | |
Hist.1.36.10 | λαττον τὸν ἐπίπλουν τῶν ὑπεναντίων. οἱ δὲ Ῥω‐ μαῖοι τῆς θερείας ἀρχομένης καθελκύσαντες τρια‐ κόσια καὶ πεντήκοντα σκάφη καὶ στρατηγοὺς ἐπι‐ στήσαντες Μάρκον Αἰμίλιον καὶ Σερούιον Φόλουιον | |
5 | ἐξαπέστελλον. οἱ δ’ ἀναχθέντες ἔπλεον παρὰ τὴν | |
Hist.1.36.11 | Σικελίαν ὡς ἐπὶ τῆς Λιβύης. συμμίξαντες δὲ περὶ τὴν Ἑρμαίαν τῷ τῶν Καρχηδονίων στόλῳ, τούτους μὲν ἐξ ἐφόδου καὶ ῥᾳδίως τρεψάμενοι ναῦς ἔλαβον | |
Hist.1.36.12 | αὐτάνδρους ἑκατὸν δεκατέτταρας· τοὺς δ’ ἐν Λιβύῃ διαμείναντας νεανίσκους ἀναλαβόντες ἐκ τῆς Ἀσπί‐ | |
Hist.1.37.1 | δος ἔπλεον αὖθις ἐπὶ τῆς Σικελίας. διάραντες δὲ τὸν πόρον ἀσφαλῶς καὶ προσμίξαντες τῇ τῶν Καμα‐ ριναίων χώρᾳ τηλικούτῳ περιέπεσον χειμῶνι καὶ τηλικαύταις συμφοραῖς ὥστε μηδ’ ἂν εἰπεῖν ἀξίως | |
Hist.1.37.2 | δύνασθαι διὰ τὴν ὑπερβολὴν τοῦ συμβάντος. τῶν γὰρ ἑξήκοντα καὶ τεττάρων πρὸς ταῖς τριακοσίαις ναυσὶν ὀγδοήκοντα μόνον συνέβη περιλειφθῆναι σκάφη, τῶν δὲ λοιπῶν τὰ μὲν ὑποβρύχια γενέσθαι, | |
5 | τὰ δ’ ὑπὸ τῆς ῥαχίας πρὸς ταῖς σπιλάσι καὶ τοῖς ἀκρωτηρίοις καταγνύμενα πλήρη ποιῆσαι σωμάτων | |
Hist.1.37.3 | τὴν παραλίαν καὶ ναυαγίων. ταύτης δὲ μείζω περι‐ πέτειαν ἐν ἑνὶ καιρῷ κατὰ θάλατταν οὐδ’ ἱστορῆ‐ σθαι συμβέβηκεν. ἧς τὴν αἰτίαν οὐχ οὕτως εἰς τὴν | |
Hist.1.37.4 | τύχην ὡς εἰς τοὺς ἡγεμόνας ἐπανοιστέον· πολλὰ γὰρ τῶν κυβερνητῶν διαμαρτυραμένων μὴ πλεῖν παρὰ τὴν ἔξω πλευρὰν τῆς Σικελίας τὴν πρὸς τὸ Λιβυκὸν πέλαγος ἐστραμμένην διὰ τὸ τραχεῖαν | |
5 | εἶναι καὶ δυσπροσόρμιστον, ἅμα δὲ καὶ τὴν μὲν οὐδέπω καταλήγειν ἐπισημασίαν, τὴν δ’ ἐπιφέρε‐ σθαι· μεταξὺ γὰρ ἐποιοῦντο τὸν πλοῦν τῆς Ὠρίωνος | |
Hist.1.37.5 | καὶ κυνὸς ἐπιτολῆς οὐθενὶ προσσχόντες τῶν λεγο‐ μένων ἔπλεον ἔξω πελάγιοι, σπουδάζοντές τινας τῶν ἐν τῷ παράπλῳ πόλεις τῇ τοῦ γεγονότος εὐτυχήμα‐ | |
Hist.1.37.6 | τος φαντασίᾳ καταπληξάμενοι προσλαβέσθαι. πλὴν οὗτοι μὲν μικρῶν ἐλπίδων ἕνεκα μεγάλοις περιτυ‐ χόντες ἀτυχήμασι τότε τὴν αὑτῶν ἀβουλίαν ἔγνω‐ | |
Hist.1.37.7 | σαν. καθόλου δὲ Ῥωμαῖοι πρὸς πάντα χρώμενοι τῇ βίᾳ καὶ τὸ προτεθὲν οἰόμενοι δεῖν κατ’ ἀνάγκην ἐπιτελεῖν καὶ μηδὲν ἀδύνατον εἶναι σφίσι τῶν ἅπαξ δοξάντων, ἐν πολλοῖς μὲν κατορθοῦσι διὰ τὴν τοι‐ | |
5 | αύτην ὁρμήν, ἐν τισὶ δὲ προφανῶς σφάλλονται, καὶ | |
Hist.1.37.8 | μάλιστ’ ἐν τοῖς κατὰ θάλατταν. ἐπὶ μὲν γὰρ τῆς γῆς πρὸς ἀνθρώπους καὶ τὰ τούτων ἔργα ποιούμε‐ νοι τὰς ἐπιβολὰς τὰ μὲν πολλὰ κατορθοῦσι διὰ τὸ πρὸς παραπλησίους δυνάμεις χρῆσθαι τῇ βίᾳ, ποτὲ | |
Hist.1.37.9 | δὲ καὶ σπανίως ἀποτυγχάνουσι· πρὸς δὲ τὴν θά‐ λατταν καὶ πρὸς τὸ περιέχον ὅταν παραβάλλωνται καὶ βιαιομαχῶσι, μεγάλοις ἐλαττώμασι περιπίπτου‐ | |
Hist.1.37.10 | σιν. ὃ καὶ τότε καὶ πλεονάκις αὐτοῖς ἤδη συνέβη καὶ συμβήσεται πάσχειν, ἕως ἄν ποτε διορθώσωνται τὴν τοιαύτην τόλμαν καὶ βίαν, καθ’ ἣν οἴονται δεῖν αὑτοῖς πάντα καιρὸν εἶναι πλωτὸν καὶ πορευτόν. | |
Hist.1.38.1 | Οἱ δὲ Καρχηδόνιοι, συνέντες τὸν γεγονότα φθό‐ ρον τοῦ τῶν Ῥωμαίων στόλου καὶ νομίσαντες κατὰ μὲν γῆν ἀξιόχρεως (σφᾶς) εἶναι διὰ τὸ προγεγονὸς εὐτύχημα, κατὰ δὲ θάλατταν διὰ τὴν εἰρημένην τῶν | |
5 | Ῥωμαίων περιπέτειαν, ὥρμησαν προθυμότερον ἐπί | |
Hist.1.38.2 | τε τὰς ναυτικὰς καὶ πεζικὰς παρασκευάς. καὶ τὸν μὲν Ἀσδρούβαν εὐθὺς ἐξαπέστελλον εἰς τὴν Σικελίαν, δόντες αὐτῷ τούς τε προϋπάρχοντας καὶ τοὺς ἐκ τῆς Ἡρακλείας παραγεγονότας στρατιώτας, ἅμα δὲ | |
Hist.1.38.3 | τούτοις ἐλέφαντας ἑκατὸν καὶ τετταράκοντα. τοῦτον δ’ ἐκπέμψαντες διακοσίας κατεσκευάζοντο ναῦς καὶ | |
Hist.1.38.4 | τἄλλα τὰ πρὸς τὸν πλοῦν ἡτοίμαζον. ὁ δ’ Ἀσδρούβας διακομισθεὶς εἰς τὸ Λιλύβαιον ἀσφαλῶς τά τε θηρία καὶ τὰς δυνάμεις ἐγύμναζεν καὶ δῆλος ἦν ἀντιποιη‐ | |
Hist.1.38.5 | σόμενος τῶν ὑπαίθρων. Ῥωμαῖοι δὲ τῶν ἐκ τῆς ναυαγίας ἀνακομισθέντων διακούσαντες τὸ κατὰ μέ‐ ρος βαρέως μὲν ἤνεγκαν τὸ γεγονός· οὐ βουλόμε‐ νοι δὲ καθάπαξ εἴκειν, αὖθις ἔγνωσαν ἐκ δρυόχων | |
Hist.1.38.6 | εἴκοσι καὶ διακόσια ναυπηγεῖσθαι σκάφη. τούτων δὲ τὴν συντέλειαν ἐν τριμήνῳ λαβόντων, ὅπερ οὐδὲ | |
πιστεῦσαι ῥᾴδιον, εὐθέως οἱ κατασταθέντες ἄρχον‐ τες Αὖλος Ἀτίλιος καὶ Γνάιος Κορνήλιος καταρτί‐ | ||
Hist.1.38.7 | σαντες τὸν στόλον ἀνήχθησαν, καὶ πλεύσαντες διὰ πορθμοῦ προσέλαβον ἐκ τῆς Μεσσήνης τὰ διασω‐ θέντα τῶν πλοίων ἐκ τῆς ναυαγίας καὶ κατάραν‐ τες εἰς Πάνορμον τῆς Σικελίας τριακοσίαις ναυσίν, | |
5 | ἥπερ ἦν βαρυτάτη πόλις τῆς Καρχηδονίων ἐπαρχίας, | |
Hist.1.38.8 | ἐνεχείρησαν αὐτὴν πολιορκεῖν. συστησάμενοι δὲ κατὰ διττοὺς τόπους ἔργα καὶ τἄλλα παρασκευασά‐ | |
Hist.1.38.9 | μενοι προσήγαγον τὰς μηχανάς. ῥᾳδίως δὲ τοῦ παρὰ θάλατταν πύργου πεσόντος, καὶ βιασαμένων ταύτῃ τῶν στρατιωτῶν, ἡ μὲν καλουμένη Νέα πό‐ λις ἑαλώκει κατὰ κράτος· ἡ δὲ Παλαιὰ προσαγορευ‐ | |
5 | ομένη τούτου συμβάντος ἐκινδύνευσεν. διὸ καὶ τα‐ | |
Hist.1.38.10 | χέως ἐνέδωκαν αὐτὴν οἱ κατοικοῦντες. γενόμενοι δ’ ἐγκρατεῖς οὗτοι μὲν ἀπέπλευσαν εἰς τὴν Ῥώμην, | |
Hist.1.39.1 | ἀπολιπόντες φυλακὴν τῆς πόλεως. μετὰ δὲ ταῦτα τῆς θερείας ἐπιγενομένης οἱ κατασταθέντες ἄρχοντες Γνάιος Σερουίλιος καὶ Γάιος Σεμπρώνιος ἀνέπλευ‐ σαν παντὶ τῷ στόλῳ καὶ διάραντες εἰς τὴν Σικε‐ | |
Hist.1.39.2 | λίαν ἀφώρμησαν ἐντεῦθεν εἰς τὴν Λιβύην. κομι‐ ζόμενοι δὲ παρὰ τὴν χώραν ἐποιοῦντο καὶ πλείστας ἀποβάσεις. ἐν αἷς οὐδὲν ἀξιόλογον πράττοντες παρ‐ εγίνοντο πρὸς τὴν τῶν Λωτοφάγων νῆσον, ἣ κα‐ | |
5 | λεῖται μὲν Μῆνιγξ, οὐ μακρὰν δ’ ἀπέχει τῆς μικρᾶς | |
Hist.1.39.3 | Σύρτεως. ἐν ᾗ προσπεσόντες εἴς τινα βράχεα διὰ τὴν ἀπειρίαν, γενομένης ἀμπώτεως καὶ καθισάντων | |
Hist.1.39.4 | τῶν πλοίων εἰς πᾶσαν ἦλθον ἀπορίαν. οὐ μὴν ἀλλὰ πάλιν ἀνελπίστως μετά τινα χρόνον ἐπενε‐ χθείσης τῆς θαλάττης, ἐκρίψαντες ἐκ τῶν πλοίων | |
Hist.1.39.5 | πάντα τὰ βάρη μόλις ἐκούφισαν τὰς ναῦς. οὗ γε‐ | |
νομένου φυγῇ παραπλήσιον ἐποιήσαντο τὸν ἀπό‐ πλουν. ἁψάμενοι δὲ τῆς Σικελίας καὶ κάμψαντες | ||
Hist.1.39.6 | τὸ Λιλύβαιον καθωρμίσθησαν εἰς Πάνορμον. ἐν‐ τεῦθεν δὲ ποιούμενοι παραβόλως καὶ διὰ πόρου τὸν πλοῦν εἰς τὴν Ῥώμην πάλιν περιέπεσον χειμῶνι τη‐ λικούτῳ τὸ μέγεθος ὥστε πλείω τῶν ἑκατὸν καὶ | |
5 | πεντήκοντα πλοίων ἀποβαλεῖν. | |
Hist.1.39.7 | Οἱ δ’ ἐν τῇ Ῥώμῃ τούτων συμβάντων, καίπερ ὄν‐ τες ἐν παντὶ φιλότιμοι διαφερόντως, ὅμως τότε διὰ τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν συμπτωμάτων τοῦ μὲν ἔτι στόλον ἁθροίζειν ἀναγκασθέντες ὑπὸ τῶν | |
Hist.1.39.8 | πραγμάτων ἀπέστησαν, ἐν δὲ ταῖς πεζικαῖς δυνάμεσι τὰς ὑπολοίπους ἔχοντες ἐλπίδας, τοὺς μὲν στρατη‐ γοὺς ἀπέστελλον Λεύκιον Καικίλιον καὶ Γάιον Φού‐ ριον καὶ στρατόπεδα μετὰ τούτων εἰς τὴν Σικελίαν, | |
5 | ἑξήκοντα δὲ μόνον ἐπλήρωσαν ναῦς χάριν τοῦ τὰς | |
Hist.1.39.9 | ἀγορὰς κομίζειν τοῖς στρατοπέδοις. ἐκ δὲ τῶν εἰρη‐ μένων περιπετειῶν συνέβη πάλιν ἐπικυδέστερα γενέ‐ | |
Hist.1.39.10 | σθαι τὰ τῶν Καρχηδονίων πράγματα. τῆς μὲν γὰρ θαλάττης ἀδεῶς ἐπεκράτουν ἐκκεχωρηκότων τῶν Ῥωμαίων, ἐν δὲ ταῖς πεζικαῖς δυνάμεσι μεγάλας | |
Hist.1.39.11 | εἶχον ἐλπίδας. καὶ τοῦτ’ ἔπασχον οὐκ ἀλόγως· οἱ γὰρ Ῥωμαῖοι, διαδοθείσης φήμης περὶ τῆς ἐν τῇ Λιβύῃ μάχης ὅτι τὰ θηρία τάς τε τάξεις αὐτῶν διασπάσαι καὶ τοὺς πλείστους διαφθείραι τῶν ἀν‐ | |
Hist.1.39.12 | δρῶν, οὕτως ἦσαν κατάφοβοι τοὺς ἐλέφαντας ὡς ἐπὶ δύ’ ἐνιαυτοὺς τοὺς ἑξῆς τῶν προειρημένων και‐ ρῶν πολλάκις μὲν ἐν τῇ Λιλυβαιίτιδι χώρᾳ, πολλάκις δ’ ἐν τῇ Σελινουντίᾳ παραταττόμενοι τοῖς πολεμίοις | |
5 | (ἐν) ἓξ καὶ πέντε σταδίοις οὐκ ἐθάρρησαν οὐδέποτε κατάρξαι τῆς μάχης οὐδ’ εἰς τοὺς ὁμαλοὺς καθόλου | |
συγκαταβῆναι τόπους, δεδιότες τὴν τῶν ἐλεφάντων | ||
Hist.1.39.13 | ἔφοδον. Θέρμαν δὲ μόνον καὶ Λιπάραν ἐξεπολιόρ‐ κησαν ἐν τούτοις τοῖς καιροῖς, ἀντεχόμενοι τῶν | |
Hist.1.39.14 | ὀρεινῶν καὶ δυσδιαβάτων τόπων. διὸ καὶ θεωροῦν‐ τες οἱ Ῥωμαῖοι τὴν ἐν τοῖς πεζικοῖς στρατοπέδοις πτοίαν καὶ δυσελπιστίαν αὖθις ἔγνωσαν ἐκ μετα‐ | |
Hist.1.39.15 | μελείας ἀντιλαμβάνεσθαι τῆς θαλάττης. καὶ κατα‐ στήσαντες στρατηγοὺς Γάιον Ἀτίλιον καὶ Λεύκιον Μάλιον ναυπηγοῦνται πεντήκοντα σκάφη καὶ κατ‐ έγραφον καὶ συνήθροιζον στόλον ἐνεργῶς. | |
Hist.1.40.1 | Ὁ δὲ προεστὼς τῶν Καρχηδονίων Ἀσδρούβας, ὁρῶν ἀποδειλιῶντας τοὺς Ῥωμαίους ἐν ταῖς προγε‐ γενημέναις παρατάξεσιν, πυθόμενος τὸν μὲν ἕνα τῶν στρατηγῶν μετὰ τῆς ἡμισείας δυνάμεως εἰς τὴν Ἰτα‐ | |
5 | λίαν ἀπηλλάχθαι, τὸν δὲ Καικίλιον ἐν τῷ Πανόρμῳ διατρίβειν τὸ λοιπὸν μέρος ἔχοντα τῆς στρατιᾶς, βουλόμενον ἐφεδρεῦσαι τοῖς τῶν συμμάχων καρ‐ | |
Hist.1.40.2 | ποῖς ἀκμαζούσης τῆς συγκομιδῆς, ἀναλαβὼν ἐκ τοῦ Λιλυβαίου τὴν δύναμιν ὥρμησεν καὶ κατεστρατοπέ‐ δευσεν πρὸς τοῖς ὅροις τῆς χώρας τῆς Πανορμίτιδος. | |
Hist.1.40.3 | ὁ δὲ Καικίλιος, θεωρῶν αὐτὸν κατατεθαρρηκότα, καὶ σπουδάζων ἐκκαλεῖσθαι τὴν ὁρμὴν αὐτοῦ, συν‐ | |
Hist.1.40.4 | εῖχε τοὺς στρατιώτας ἐντὸς τῶν πυλῶν. οἷς ἐπαι‐ ρόμενος Ἀσδρούβας, ὡς οὐ τολμῶντος ἀντεξιέναι τοῦ Καικιλίου, θρασέως ὁρμήσας παντὶ τῷ στρα‐ τεύματι κατῆρε διὰ τῶν στενῶν εἰς τὴν Πανορ‐ | |
Hist.1.40.5 | μῖτιν. φθείροντος δὲ τοὺς καρποὺς αὐτοῦ μέχρι τῆς πόλεως, ἔμενεν ἐπὶ τῆς ὑποκειμένης γνώμης ὁ Καικίλιος, ἕως αὐτὸν ἐξεκαλέσατο διαβῆναι τὸν πρὸ | |
Hist.1.40.6 | τῆς πόλεως ποταμόν. ἐπεὶ δὲ τὰ θηρία διεβίβασαν οἱ Καρχηδόνιοι καὶ τὴν δύναμιν, τὸ τηνικαῦτα δὲ | |
τοὺς εὐζώνους ἐξαποστέλλων ἠρέθιζε, μέχρι πᾶν | ||
Hist.1.40.7 | αὐτοὺς ἐκτάξαι τὸ στρατόπεδον ἠνάγκασε. συνθεα‐ σάμενος δὲ γινόμενον ὃ προέθετο, τινὰς μὲν τῶν εὐκινήτων πρὸ τοῦ τείχους καὶ τάφρου παρεν‐ έβαλε, προστάξας, ἂν ἐγγίζῃ τὰ θηρία πρὸς αὐτούς, | |
Hist.1.40.8 | χρῆσθαι τοῖς βέλεσιν ἀφθόνως, ὅταν δ’ ἐκπιέζων‐ ται, καταφεύγειν εἰς τὴν τάφρον καὶ πάλιν ἐκ ταύ‐ της ὁρμωμένους εἰσακοντίζειν εἰς τὰ προσπίπτοντα | |
Hist.1.40.9 | τῶν ζῴων· τοῖς δ’ ἐκ τῆς ἀγορᾶς βαναύσοις φέ‐ ρειν προσέταξε τὰ βέλη καὶ παραβάλλειν ἔξω παρὰ | |
Hist.1.40.10 | τὸν θεμέλιον τοῦ τείχους. αὐτὸς δὲ τὰς σημείας ἔχων ἐπὶ τῆς κατὰ τὸ λαιὸν κέρας τῶν ὑπεναντίων κειμένης πύλης ἐφεστήκει, πλείους ἀεὶ καὶ πλείους | |
Hist.1.40.11 | ἐπαποστέλλων τοῖς ἀκροβολιζομένοις. ἅμα δὲ τῷ τούτων ὁλοσχερεστέραν γενέσθαι τὴν συμπλοκὴν ἀντιφιλοδοξοῦντες οἱ τῶν ἐλεφάντων ἐπιστάται πρὸς τὸν Ἀσδρούβαν καὶ βουλόμενοι δι’ αὑτῶν ποιῆσαι | |
5 | τὸ προτέρημα πάντες ὥρμησαν ἐπὶ τοὺς προκινδυ‐ νεύοντας· τρεψάμενοι δὲ τούτους ῥᾳδίως συνεδίω‐ | |
Hist.1.40.12 | ξαν εἰς τὴν τάφρον. προσπεσόντων δὲ τῶν θη‐ ρίων καὶ τιτρωσκομένων μὲν ὑπὸ τῶν ἐκ τοῦ τεί‐ χους τοξευόντων, συνακοντιζομένων δ’ ἐνεργοῖς καὶ πυκνοῖς τοῖς ὑσσοῖς καὶ τοῖς γρόσφοις ὑπ’ ἀκεραίων | |
Hist.1.40.13 | τῶν πρὸ τῆς τάφρου διατεταγμένων, συμβελῆ γινό‐ μενα καὶ κατατραυματιζόμενα ταχέως διεταράχθη καὶ στραφέντα κατὰ τῶν ἰδίων ἐφέρετο, τοὺς μὲν ἄνδρας καταπατοῦντα καὶ διαφθείροντα, τὰς δὲ τά‐ | |
Hist.1.40.14 | ξεις συγχέοντα καὶ κατασπῶντα τὰς αὑτῶν. ἃ καὶ κατιδὼν ὁ Καικίλιος ἐξῆγε τὴν δύναμιν ἐνεργῶς· καὶ συμπεσὼν ἐκ πλαγίου κατὰ κέρας τεταραγμέ‐ νοις τοῖς πολεμίοις ἀκεραίους ἔχων καὶ συντεταγ‐ | |
5 | μένους τροπὴν ἐποίει τῶν ὑπεναντίων ἰσχυρὰν καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς | |
Hist.1.40.15 | ἠνάγκασε φεύγειν προτροπάδην. θηρία δὲ σὺν αὐ‐ τοῖς μὲν Ἰνδοῖς ἔλαβε δέκα, τῶν δὲ λοιπῶν τοὺς Ἰνδοὺς ἀπερριφότων μετὰ τὴν μάχην περιελασάμε‐ | |
Hist.1.40.16 | νος ἐκυρίευσε πάντων. ταῦτα δ’ ἐπιτελεσάμενος ὁμολογουμένως αἴτιος ἐδόκει γεγονέναι τοῖς Ῥω‐ μαίων πράγμασι τοῦ πάλιν ἀναθαρρῆσαι τὰς πεζικὰς δυνάμεις καὶ κρατῆσαι τῶν ὑπαίθρων. | |
Hist.1.41.1 | Τοῦ δὲ προτερήματος τούτου προσπεσόντος εἰς τὴν Ῥώμην, περιχαρεῖς ἦσαν οὐχ οὕτως ἐπὶ τῷ τοὺς πολεμίους ἠλαττῶσθαι τῶν θηρίων ἐστερημένους, ὡς ἐπὶ τῷ τοὺς ἰδίους τεθαρρηκέναι τῶν ἐλεφάν‐ | |
Hist.1.41.2 | των κεκρατηκότας. διὸ καὶ πάλιν ἐπερρώσθησαν διὰ ταῦτα κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν εἰς τὸ μετὰ στόλου καὶ ναυτικῆς δυνάμεως τοὺς στρατηγοὺς ἐπὶ τὰς πράξεις ἐκπέμπειν, σπουδάζοντες εἰς δύναμιν | |
Hist.1.41.3 | πέρας ἐπιθεῖναι τῷ πολέμῳ. παρασκευασθέντων δὲ τῶν ἐπιτηδείων πρὸς τὴν ἐξαποστολὴν ἔπλεον οἱ στρατηγοὶ διακοσίαις ναυσὶν ὡς ἐπὶ τῆς Σικελίας. | |
Hist.1.41.4 | ἔτος δ’ ἦν τῷ πολέμῳ τετταρεσκαιδέκατον. καθορ‐ μισθέντες δὲ πρὸς τὸ Λιλύβαιον, ἅμα καὶ τῶν πε‐ ζικῶν ἐκεῖ στρατοπέδων αὐτοῖς ἀπηντηκότων, ἐνεχεί‐ ρουν πολιορκεῖν, ὅτι κρατήσαντες ταύτης ῥᾳδίως | |
Hist.1.41.5 | μεταβιβάσουσι τὸν πόλεμον εἰς τὴν Λιβύην. σχε‐ δὸν δὲ περί γε τούτου τοῦ μέρους καὶ τῶν Καρ‐ χηδονίων οἱ προεστῶτες ὡμοδόξουν καὶ τοὺς αὐ‐ | |
Hist.1.41.6 | τοὺς εἶχον λογισμοὺς τοῖς Ῥωμαίοις. διὸ καὶ τἄλλα πάρεργα ποιησάμενοι περὶ τὸ βοηθεῖν ἐγίνοντο καὶ παραβάλλεσθαι καὶ πᾶν ὑπομένειν ὑπὲρ τῆς προ‐ ειρημένης πόλεως διὰ τὸ μηδεμίαν ἀφορμὴν κατα‐ | |
5 | λείπεσθαι σφίσιν, πάσης δὲ τῆς ἄλλης Σικελίας ἐπι‐ | |
Hist.1.41.7 | κρατεῖν Ῥωμαίους πλὴν Δρεπάνων. ἵνα δὲ μὴ τοῖς ἀγνοοῦσι τοὺς τόπους ἀσαφῆ τὰ λεγόμενα γίνηται, πειρασόμεθα διὰ βραχέων ἀγαγεῖν εἰς ἔννοιαν τῆς εὐκαιρίας καὶ θέσεως αὐτῶν τοὺς ἐντυγχάνοντας. | |
Hist.1.42.1 | τὴν μὲν οὖν σύμπασαν Σικελίαν τῇ θέσει τετάχθαι συμβαίνει πρὸς τὴν Ἰταλίαν καὶ τἀκείνης πέρατα παραπλησίως τῇ τῆς Πελοποννήσου θέσει πρὸς τὴν | |
Hist.1.42.2 | λοιπὴν Ἑλλάδα καὶ τὰ ταύτης ἄκρα, τούτῳ δ’ αὐτῷ διαφέρειν ἀλλήλων, ᾗ ’κείνη μὲν χερρόνησός (ἐστιν, αὕτη δὲ νῆσος)· ἧς μὲν γὰρ ὁ μεταξὺ τόπος ἐστὶ | |
Hist.1.42.3 | πορευτός, ἧς δὲ πλωτός. τὸ δὲ σχῆμα τῆς Σικελίας ἐστὶ μὲν τρίγωνον, αἱ δὲ κορυφαὶ τῶν γωνιῶν | |
Hist.1.42.4 | ἑκάστης ἀκρωτηρίων λαμβάνουσι τάξεις, ὧν τὸ μὲν πρὸς μεσημβρίαν νεῦον, εἰς δὲ τὸ Σικελικὸν πέλαγος | |
Hist.1.42.5 | ἀνατεῖνον Πάχυνος καλεῖται, τὸ δ’ εἰς τὰς ἄρκτους κεκλιμένον ὁρίζει μὲν τοῦ πορθμοῦ τὸ πρὸς δύσεις μέρος, ἀπέχει δὲ τῆς Ἰταλίας ὡς δεκαδύο στάδια, | |
Hist.1.42.6 | προσαγορεύεται δὲ Πελωριάς. τὸ δὲ τρίτον τέτρα‐ πται μὲν εἰς αὐτὴν τὴν Λιβύην, ἐπίκειται δὲ τοῖς προκειμένοις τῆς Καρχηδόνος ἀκρωτηρίοις εὐκαί‐ ρως, διέχον ὡς χιλίους σταδίους, νεύει δ’ εἰς χει‐ | |
5 | μερινὰς δύσεις, διαιρεῖ δὲ τὸ Λιβυκὸν καὶ τὸ Σαρ‐ | |
Hist.1.42.7 | δῷον πέλαγος, προσαγορεύεται δὲ Λιλύβαιον. ἐπὶ δὲ τούτῳ πόλις ὁμώνυμος κεῖται τῷ τόπῳ, περὶ ἣν τότε συνέβαινε τοὺς Ῥωμαίους συνίστασθαι τὴν πο‐ λιορκίαν, τείχεσί τε διαφερόντως ἠσφαλισμένην καὶ | |
5 | πέριξ τάφρῳ βαθείᾳ καὶ τενάγεσιν ἐκ θαλάττης, δι’ ὧν ἐστιν εἰς τοὺς λιμένας εἴσπλους πολλῆς δεό‐ | |
Hist.1.42.8 | μενος ἐμπειρίας καὶ συνηθείας. ταύτῃ δὲ προσ‐ στρατοπεδεύσαντες ἐξ ἑκατέρου μέρους οἱ Ῥωμαῖοι | |
καὶ τὰ μεταξὺ τῶν στρατοπέδων τάφρῳ καὶ χάρακι καὶ τείχει διαλαβόντες ἤρξαντο προσάγειν ἔργα | ||
5 | κατὰ τὸν ἔγγιστα κείμενον τῆς θαλάττης πύργον | |
Hist.1.42.9 | ὡς πρὸς τὸ Λιβυκὸν πέλαγος. προσκατασκευάζον‐ τες δ’ ἀεὶ τοῖς ὑποκειμένοις καὶ παρεκτείνοντες τῶν ἔργων τὰς κατασκευὰς τέλος ἓξ πύργους τοὺς συν‐ εχεῖς τῷ προειρημένῳ κατέβαλον, τοὺς δὲ λοιποὺς | |
Hist.1.42.10 | πάντας ἅμα κριοκοπεῖν ἐνεχείρησαν. γινομένης δ’ ἐνεργοῦ καὶ καταπληκτικῆς τῆς πολιορκίας, καὶ τῶν πύργων τῶν μὲν πονούντων ἀν’ ἑκάστην ἡμέραν, τῶν δ’ ἐρειπομένων, ἅμα δὲ καὶ τῶν ἔργων ἐπι‐ | |
Hist.1.42.11 | βαινόντων ἀεὶ καὶ μᾶλλον ἐντὸς τῆς πόλεως, ἦν ἰσχυρὰ διατροπὴ καὶ κατάπληξις παρὰ τοῖς πολιορ‐ κουμένοις, καίπερ ὄντων ἐν τῇ πόλει χωρὶς τοῦ πο‐ λιτικοῦ πλήθους αὐτῶν τῶν μισθοφόρων εἰς μυ‐ | |
Hist.1.42.12 | ρίους. οὐ μὴν ἀλλ’ ὅ γε στρατηγὸς αὐτῶν Ἰμίλ‐ κων οὐδὲν παρέλειπε τῶν δυνατῶν, ἀλλὰ τὰ μὲν ἀντοικοδομῶν, τὰ δ’ ἀντιμεταλλεύων οὐ τὴν τυχοῦ‐ | |
Hist.1.42.13 | σαν ἀπορίαν παρεῖχε τοῖς ὑπεναντίοις. ἔτι δὲ καθ’ ἑκάστην ἡμέραν ἐπιπορευόμενος καὶ τοῖς ἔργοις ἐγ‐ χειρῶν, εἴ πως δύναιτο πῦρ ἐμβαλεῖν, πολλοὺς ὑπὲρ τούτου τοῦ μέρους καὶ παραβόλους ἀγῶνας | |
5 | δὴ συνίστατο καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ, ὥστε πλείους ἐνίοτε γίνεσθαι νεκροὺς ἐν ταῖς τοιαύταις συμπλοκαῖς τῶν εἰωθότων πίπτειν ἐν ταῖς παρα‐ τάξεσι. | |
Hist.1.43.1 | Κατὰ δὲ τοὺς καιροὺς τούτους τῶν ἡγεμόνων τινὲς τῶν τὰς μεγίστας χώρας ἐχόντων ἐν τοῖς μι‐ σθοφόροις συλλαλήσαντες ἑαυτοῖς ὑπὲρ τοῦ τὴν πόλιν ἐνδοῦναι τοῖς Ῥωμαίοις καὶ πεπεισμένοι πειθ‐ | |
5 | αρχήσειν σφίσι τοὺς ὑποτεταγμένους, ἐξεπήδησαν | |
νυκτὸς ἐκ τῆς πόλεως ἐπὶ τὸ στρατόπεδον καὶ διελέγοντο τῷ τῶν Ῥωμαίων στρατηγῷ περὶ τού‐ | ||
Hist.1.43.2 | των. ὁ δ’ Ἀχαιὸς Ἀλέξων ὁ καὶ τοῖς Ἀκραγαντί‐ νοις κατὰ τοὺς ἐπάνω χρόνους αἴτιος γενόμενος τῆς σωτηρίας, καθ’ ὃν καιρὸν ἐπεβάλοντο παρασπον‐ δεῖν αὐτοὺς οἱ τῶν Συρακοσίων μισθοφόροι, καὶ | |
5 | τότε πρῶτος συνεὶς τὴν πρᾶξιν ἀνήγγειλε τῷ στρα‐ | |
Hist.1.43.3 | τηγῷ τῶν Καρχηδονίων. ὁ δὲ διακούσας παρα‐ χρῆμα συνῆγε τοὺς καταλειπομένους τῶν ἡγεμόνων καὶ παρεκάλει μετὰ δεήσεως, μεγάλας δωρεὰς καὶ χάριτας ὑπισχνούμενος, ἐὰν ἐμμείνωσι τῇ πρὸς αὐ‐ | |
5 | τὸν πίστει καὶ μὴ κοινωνήσωσι τοῖς ἐξεληλυθόσι | |
Hist.1.43.4 | τῆς ἐπιβολῆς. δεχομένων δὲ προθύμως τοὺς λό‐ γους, εὐθέως μετ’ αὐτῶν ἀπέστειλε πρὸς μὲν τοὺς Κελτοὺς Ἀννίβαν τὸν υἱὸν τὸν Ἀννίβου τοῦ μεταλ‐ λάξαντος ἐν Σαρδόνι διὰ τὴν προγεγενημένην ἐν | |
5 | τῇ στρατείᾳ πρὸς αὐτοὺς συνήθειαν, ἐπὶ δὲ τοὺς ἄλλους μισθοφόρους Ἀλέξωνα διὰ τὴν παρ’ ἐκεί‐ | |
Hist.1.43.5 | νοις ἀποδοχὴν αὐτοῦ καὶ πίστιν· οἳ καὶ συναγα‐ γόντες τὰ πλήθη καὶ παρακαλέσαντες, ἔτι δὲ πι‐ στωσάμενοι τὰς προτεινομένας ἑκάστοις δωρεὰς ὑπὸ τοῦ στρατηγοῦ, ῥᾳδίως ἔπεισαν αὐτοὺς μένειν ἐπὶ | |
Hist.1.43.6 | τῶν ὑποκειμένων. διὸ καὶ μετὰ ταῦτα, τῶν ἐκπη‐ δησάντων (ἐκ τοῦ προφανοῦς ἐρχομένων) πρὸς τὰ τείχη καὶ βουλομένων παρακαλεῖν καὶ λέγειν τι περὶ τῆς τῶν Ῥωμαίων ἐπαγγελίας, οὐχ οἷον προσεῖχον | |
5 | αὐτοῖς, ἀλλ’ ἁπλῶς οὐδ’ ἀκούειν ἠξίουν, βάλλοντες δὲ τοῖς λίθοις καὶ συνακοντίζοντες ἀπεδίωξαν ἀπὸ | |
Hist.1.43.7 | τοῦ τείχους. Καρχηδόνιοι μὲν οὖν διὰ τὰς προειρη‐ μένας αἰτίας παρὰ μικρὸν ἦλθον ἀπολέσαι τὰ πράγ‐ | |
Hist.1.43.8 | ματα, παρασπονδηθέντες ὑπὸ τῶν μισθοφόρων· Ἀλέ‐ | |
ξων δὲ πρότερον Ἀκραγαντίνοις ἔσωσε διὰ τὴν πίστιν οὐ μόνον τὴν πόλιν καὶ τὴν χώραν, ἀλλὰ καὶ τοὺς νόμους καὶ τὴν ἐλευθερίαν, τότε δὲ | ||
5 | Καρχηδονίοις αἴτιος ἐγένετο τοῦ μὴ σφαλῆναι τοῖς ὅλοις. | |
Hist.1.44.1 | Οἱ δ’ ἐν τῇ Καρχηδόνι τούτων μὲν οὐδὲν εἰ‐ δότες, συλλογιζόμενοι δὲ τὰς ἐν ταῖς πολιορκίαις χρείας, πληρώσαντες στρατιωτῶν πεντήκοντα ναῦς καὶ παρακαλέσαντες τοῖς ἁρμόζουσι λόγοις τῆς πρά‐ | |
5 | ξεως τὸν ἐπὶ τούτοις τεταγμένον Ἀννίβαν, ὃς ἦν Ἀμίλκου μὲν υἱὸς τριήραρχος δὲ καὶ φίλος Ἀτάρ‐ βου πρῶτος, ἐξαπέστειλαν κατὰ σπουδήν, ἐντειλά‐ μενοι μὴ καταμελλῆσαι, χρησάμενον δὲ σὺν καιρῷ | |
Hist.1.44.2 | τῇ τόλμῃ βοηθῆσαι τοῖς πολιορκουμένοις. ὁ δ’ ἀνα‐ χθεὶς μετὰ μυρίων στρατιωτῶν καὶ καθορμισθεὶς ἐν ταῖς καλουμέναις Αἰγούσσαις, μεταξὺ δὲ κειμέ‐ ναις Λιλυβαίου καὶ Καρχηδόνος, ἐπετήρει τὸν πλοῦν. | |
Hist.1.44.3 | λαβὼν δ’ οὔριον καὶ λαμπρὸν ἄνεμον, ἐκπετάσας πᾶσι τοῖς ἀρμένοις καὶ κατουρώσας ἐπ’ αὐτὸ τὸ στόμα τοῦ λιμένος ἐποιεῖτο τὸν πλοῦν, ἔχων καθ‐ ωπλισμένους καὶ πρὸς μάχην ἑτοίμους τοὺς ἄνδρας | |
Hist.1.44.4 | ἐπὶ τῶν καταστρωμάτων. οἱ δὲ Ῥωμαῖοι τὰ μὲν αἰφνιδίου γενομένης τῆς ἐπιφανείας, τὰ δὲ φοβού‐ μενοι μὴ σὺν τοῖς πολεμίοις ὑπὸ τῆς βίας τοῦ πνεύ‐ ματος συγκατενεχθῶσιν εἰς τὸν λιμένα τῶν ὑπ‐ | |
5 | εναντίων, τὸ μὲν διακωλύειν τὸν ἐπίπλουν τῆς βοη‐ θείας ἀπέγνωσαν, ἐπὶ δὲ τῆς θαλάττης ἔστησαν | |
Hist.1.44.5 | καταπεπληγμένοι τὴν τῶν πολεμίων τόλμαν. τὸ δ’ ἐκ τῆς πόλεως πλῆθος ἡθροισμένον ἐπὶ τὰ τείχη πᾶν ἅμα μὲν ἠγωνία τὸ συμβησόμενον, ἅμα δ’ ἐπὶ τῷ παραδόξῳ τῆς ἐλπίδος ὑπερχαρὲς ὑπάρχον μετὰ | |
5 | κρότου καὶ κραυγῆς παρεκάλει τοὺς εἰσπλέοντας. | |
Hist.1.44.6 | Ἀννίβας δὲ παραβόλως καὶ τεθαρρηκότως εἰσδρα‐ μὼν καὶ καθορμισθεὶς εἰς τὸν λιμένα μετ’ ἀσφα‐ | |
Hist.1.44.7 | λείας ἀπεβίβασε τοὺς στρατιώτας. οἱ δ’ ἐν τῇ πό‐ λει πάντες οὐχ οὕτως ἦσαν ἐπὶ τῇ τῆς βοηθείας παρουσίᾳ περιχαρεῖς, καίπερ μεγάλην ἐλπίδα καὶ χεῖρα προσειληφότες, ὡς ἐπὶ τῷ μὴ τετολμηκέναι | |
5 | τοὺς Ῥωμαίους κωλῦσαι τὸν ἐπίπλουν τῶν Καρχηδο‐ | |
Hist.1.45.1 | νίων. Ἰμίλκων δ’ ὁ τεταγμένος ἐπὶ τῆς πόλεως στρα‐ τηγός, θεωρῶν τὴν ὁρμὴν καὶ προθυμίαν τῶν μὲν ἐν τῇ πόλει διὰ τὴν παρουσίαν τῆς βοηθείας τῶν δὲ παραγεγονότων διὰ τὴν ἀπειρίαν τῶν περιεστώ‐ | |
Hist.1.45.2 | των κακῶν, βουλόμενος ἀκεραίοις ἀποχρήσασθαι ταῖς ἑκατέρων ὁρμαῖς πρὸς τὴν διὰ τοῦ πυρὸς ἐπί‐ θεσιν τοῖς ἔργοις, συνῆγε πάντας εἰς ἐκκλησίαν· | |
Hist.1.45.3 | παρακαλέσας δὲ τῷ καιρῷ τὰ πρέποντα διὰ πλειό‐ νων καὶ παραστήσας ὁρμὴν ὑπερβάλλουσαν διά τε τὸ μέγεθος τῶν ἐπαγγελιῶν τοῖς κατ’ ἰδίαν ἀνδρ‐ αγαθήσασι καὶ τὰς κατὰ κοινὸν ἐσομένας χάριτας | |
Hist.1.45.4 | αὐτοῖς καὶ δωρεὰς παρὰ Καρχηδονίων, ὁμοθυμα‐ δὸν ἐπισημαινομένων καὶ βοώντων μὴ μέλλειν, ἀλλ’ ἄγειν αὐτούς, τότε μὲν ἐπαινέσας καὶ δεξάμενος τὴν προθυμίαν ἀφῆκε, παραγγείλας ἀναπαύεσθαι | |
Hist.1.45.5 | καθ’ ὥραν καὶ πειθαρχεῖν τοῖς ἡγουμένοις· μετ’ οὐ πολὺ δὲ συγκαλέσας τοὺς προεστῶτας αὐτῶν διένειμε τοὺς ἁρμόζοντας πρὸς τὴν ἐπίθεσιν ἑκά‐ στοις τόπους καὶ τὸ σύνθημα καὶ τὸν καιρὸν τῆς | |
5 | ἐπιθέσεως ἐδήλωσε καὶ παρήγγειλε τοῖς ἡγεμόσι μετὰ πάντων τῶν ὑποτεταγμένων ἐπὶ τοῖς τόποις | |
Hist.1.45.6 | ἑωθινῆς εἶναι φυλακῆς. τῶν δὲ πειθαρχησάντων, ἐξαγαγὼν τὴν δύναμιν ἅμα τῷ φωτὶ κατὰ πλείους | |
Hist.1.45.7 | τόπους ἐνεχείρει τοῖς ἔργοις. οἱ δὲ Ῥωμαῖοι διὰ τὸ προορᾶσθαι τὸ μέλλον οὐκ ἀργῶς οὐδ’ ἀπαρα‐ σκεύως εἶχον, ἀλλ’ ἑτοίμως ἐβοήθουν πρὸς τὸ δε‐ όμενον καὶ διεμάχοντο τοῖς πολεμίοις ἐρρωμένως. | |
Hist.1.45.8 | πάντων δ’ ἐν βραχεῖ χρόνῳ συμπεσόντων ἀλλήλοις ἦν ἀγὼν παράβολος πέριξ τοῦ τείχους· οἱ μὲν γὰρ ἐκ τῆς πόλεως ἦσαν οὐκ ἐλάττους δισμυρίων, οἱ | |
Hist.1.45.9 | δ’ ἔξωθεν ἔτι πλείους τούτων. ὅσῳ δὲ συνέβαινε τοὺς ἄνδρας ἐκτὸς τάξεως ποιεῖσθαι τὴν μάχην ἀνα‐ μὶξ κατὰ τὰς αὑτῶν προαιρέσεις, τοσούτῳ λαμπρό‐ τερος ἦν ὁ κίνδυνος, ὡς ἂν ἐκ τοσούτου πλήθους | |
5 | κατ’ ἄνδρα καὶ κατὰ ζυγὸν οἱονεὶ μονομαχικῆς συν‐ εστώσης περὶ τοὺς ἀγωνιζομένους τῆς φιλοτιμίας. | |
Hist.1.45.10 | οὐ μὴν ἀλλ’ ἥ τε κραυγὴ καὶ τὸ σύστρεμμα διαφέ‐ | |
Hist.1.45.11 | ρον ἦν πρὸς αὐτοῖς τοῖς ἔργοις. οἱ γὰρ ἀρχῆθεν ἐπ’ αὐτῷ τούτῳ παρ’ ἀμφοῖν ταχθέντες, οἱ μὲν ἐπὶ τῷ τρέψασθαι τοὺς ἐπὶ τῶν ἔργων οἱ δ’ ἐπὶ τῷ μὴ προέσθαι ταῦτα, τηλικαύτην ἐποιοῦντο φιλοτιμίαν | |
5 | καὶ σπουδήν, οἱ μὲν ἐξῶσαι σπεύδοντες, οἱ δ’ οὐδαμῶς εἶξαι τούτοις τολμῶντες, (ὥστε) διὰ τὴν προθυμίαν τέλος ἐν αὐταῖς μένοντες ταῖς ἐξ ἀρχῆς χώραις ἀπ‐ | |
Hist.1.45.12 | έθνησκον. οἵ γε μὴν ἅμα τούτοις ἀναμεμιγμένοι, δᾷδα καὶ στυππίον καὶ πῦρ ἔχοντες, οὕτω τολμηρῶς καὶ πανταχόθεν ἅμα προσπίπτοντες ἐνέβαλλον ταῖς μηχαναῖς ὥστε τοὺς Ῥωμαίους εἰς τὸν ἔσχατον παρα‐ | |
5 | γενέσθαι κίνδυνον, μὴ δυναμένους κατακρατῆσαι | |
Hist.1.45.13 | τῆς τῶν ἐναντίων ἐπιβολῆς. ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς θεωρῶν ἐν μὲν τῷ κινδύνῳ πολλοὺς ἀποθνήσκοντας, οὗ δ’ ἕνεκα ταῦτ’ ἔπραττεν, οὐ δυναμένους κρατῆσαι τῶν ἔργων, ἀνακαλεῖσθαι τοὺς | |
Hist.1.45.14 | ἑαυτοῦ παρήγγειλε τοῖς σαλπισταῖς. οἱ δὲ Ῥωμαῖοι | |
παρ’ οὐδὲν ἐλθόντες τοῦ πάσας ἀποβαλεῖν τὰς παρα‐ σκευάς, τέλος ἐκράτησαν τῶν ἔργων καὶ πάντα δι‐ ετήρησαν ἀσφαλῶς. | ||
Hist.1.46.1 | Ὁ μὲν οὖν Ἀννίβας μετὰ τὴν χρείαν ταύτην ἐξ‐ έπλευσε νύκτωρ ἔτι μετὰ τῶν νεῶν λαθὼν τοὺς πο‐ λεμίους εἰς τὰ Δρέπανα πρὸς Ἀτάρβαν τὸν τῶν | |
Hist.1.46.2 | Καρχηδονίων στρατηγόν. διὰ γὰρ τὴν εὐκαιρίαν τοῦ τόπου καὶ τὸ κάλλος τοῦ περὶ τὰ Δρέπανα λι‐ μένος ἀεὶ μεγάλην ἐποιοῦντο σπουδὴν οἱ Καρχηδό‐ | |
Hist.1.46.3 | νιοι περὶ τὴν φυλακὴν αὐτοῦ. συμβαίνει δὲ τοῦ Λιλυβαίου τοῦτον ἀπέχειν τὸν τόπον ὡς ἂν ἑκατὸν | |
Hist.1.46.4 | καὶ εἴκοσι στάδια. τοῖς δ’ ἐν τῇ Καρχηδόνι βου‐ λομένοις μὲν εἰδέναι τὰ περὶ τὸ Λιλύβαιον, οὐ δυ‐ ναμένοις δὲ διὰ τὸ τοὺς μὲν συγκεκλεῖσθαι τοὺς δὲ παραφυλάττεσθαι φιλοτίμως, ἐπηγγείλατό τις ἀνὴρ | |
5 | τῶν ἐνδόξων, Ἀννίβας ἐπικαλούμενος Ῥόδιος, εἰσ‐ πλεύσας εἰς τὸ Λιλύβαιον καὶ γενόμενος αὐτόπτης | |
Hist.1.46.5 | ἅπαντα διασαφήσειν. οἱ δὲ τῆς ἐπαγγελίας μὲν ἀσμέ‐ νως ἤκουσαν, οὐ μὴν ἐπίστευόν γε διὰ τὸ τῷ στόλῳ τοὺς Ῥωμαίους ἐπὶ τοῦ κατὰ τὸν εἴσπλουν στόμα‐ | |
Hist.1.46.6 | τος ἐφορμεῖν. ὁ δὲ καταρτίσας τὴν ἰδίαν ναῦν ἀν‐ ήχθη· καὶ διάρας εἴς τινα τῶν πρὸ τοῦ Λιλυβαίου κειμένων νήσων, τῇ κατὰ πόδας ἡμέρᾳ λαβὼν εὐ‐ καίρως ἄνεμον οὔριον περὶ τετάρτην ὥραν ἁπάν‐ | |
5 | των τῶν πολεμίων ὁρώντων καὶ καταπεπληγμένων | |
Hist.1.46.7 | τὴν τόλμαν εἰσέπλευσεν. καὶ τὴν κατόπιν εὐθέως | |
Hist.1.46.8 | ἐγίνετο περὶ ἀναγωγήν. ὁ δὲ τῶν Ῥωμαίων στρα‐ τηγὸς βουλόμενος ἐπιμελέστερον τὸν κατὰ τὸν εἴσ‐ πλουν τόπον τηρεῖν, ἐξηρτυκὼς ἐν τῇ νυκτὶ δέκα ναῦς τὰς ἄριστα πλεούσας, αὐτὸς μὲν ἐπὶ τοῦ λι‐ | |
5 | μένος ἑστὼς ἐθεώρει τὸ συμβαῖνον, ὁμοίως δὲ καὶ | |
Hist.1.46.9 | πᾶν τὸ στρατόπεδον· αἱ δὲ νῆες τοῦ στόματος ἐξ ἀμφοῖν τοῖν μεροῖν, ἐφ’ ὅσον ἦν δυνατὸν ἔγγιστα τοῖς τενάγεσι προσάγειν, ἐπεῖχον ἐπτερωκυῖαι πρὸς τὴν ἐμβολὴν καὶ σύλληψιν τῆς ἐκπλεῖν μελλούσης | |
Hist.1.46.10 | νεώς. ὁ δὲ Ῥόδιος ἐκ τοῦ προφανοῦς τὴν ἀναγω‐ γὴν ποιησάμενος οὕτως κατανέστη τῶν πολεμίων τῇ τε τόλμῃ καὶ τῷ ταχυναυτεῖν ὥστ’ οὐ μόνον ἄτρωτον ἐξέπλευσε τὴν ναῦν ἔχων καὶ τοὺς ἄνδρας, | |
5 | οἷον ἑστῶτα παραδραμὼν τὰ σκάφη τῶν ὑπεναν‐ | |
Hist.1.46.11 | τίων, ἀλλὰ καὶ βραχὺ προπλεύσας ἐπέστη πτερώ‐ σας τὴν ναῦν, ὡσανεὶ προκαλούμενος τοὺς πο‐ | |
Hist.1.46.12 | λεμίους. οὐδενὸς δὲ τολμῶντος ἐπ’ αὐτὸν ἀντανάγε‐ σθαι διὰ τὸ τάχος τῆς εἰρεσίας, ἀπέπλευσε κατ‐ αναστὰς μιᾷ νηὶ παντὸς τοῦ τῶν ἐναντίων στόλου. | |
Hist.1.46.13 | καὶ τὸ λοιπὸν ἤδη πλεονάκις ποιῶν ταὐτὸ τοῦτο μεγάλην χρείαν παρείχετο, τοῖς μὲν Καρχηδονίοις ἀεὶ τὰ κατεπείγοντα διασαφῶν, τοὺς δὲ πολιορκου‐ μένους εὐθαρσεῖς παρασκευάζων, τοὺς δὲ Ῥωμαίους | |
Hist.1.47.1 | καταπληττόμενος τῷ παραβόλῳ. μέγιστα δὲ συν‐ εβάλλετο πρὸς τὴν τόλμαν αὐτοῦ τὸ διὰ τῶν προβρα‐ χέων ἐκ τῆς ἐμπειρίας ἀκριβῶς σεσημειῶσθαι τὸν | |
Hist.1.47.2 | εἴσπλουν· ὑπεράρας γὰρ καὶ φαινόμενος ἔπειτ’ ἂν ἀπὸ τῶν κατὰ τὴν Ἰταλίαν μερῶν ἐλάμβανε τὸν ἐπὶ τῆς θαλάττης πύργον κατὰ πρῶρραν οὕτως ὥστε τοῖς πρὸς τὴν Λιβύην τετραμμένοις πύργοις τῆς πό‐ | |
5 | λεως ἐπιπροσθεῖν ἅπασι· δι’ οὗ τρόπου μόνως ἐστὶ δυνατὸν ἐξ οὐρίας τοῦ κατὰ τὸν εἴσπλουν στόματος | |
Hist.1.47.3 | εὐστοχεῖν. τῇ δὲ τοῦ Ῥοδίου τόλμῃ πιστεύσαντες καὶ πλείους ἀπεθάρρησαν τῶν εἰδότων τοὺς τόπους τὸ παραπλήσιον ποιεῖν· ἐξ ὧν οἱ Ῥωμαῖοι δυσχρη‐ στούμενοι τῷ συμβαίνοντι χωννύειν τὸ στόμα τοῦ | |
Hist.1.47.4 | λιμένος ἐπεχείρησαν. κατὰ μὲν οὖν τὸ πλεῖστον μέρος τῆς ἐπιβολῆς οὐδὲν ἤνυον διὰ τὸ βάθος τῆς θαλάττης καὶ διὰ τὸ μηθὲν δύνασθαι τῶν ἐμβαλλο‐ μένων στῆναι μηδὲ συμμεῖναι τὸ παράπαν, ἀλλ’ | |
5 | ὑπό τε τοῦ κλύδωνος καὶ τῆς τοῦ ῥοῦ βίας τὸ ῥιπτούμενον εὐθέως ἐν τῇ καταφορᾷ παρωθεῖσθαι | |
Hist.1.47.5 | καὶ διασκορπίζεσθαι, κατὰ δέ τινα τόπον ἔχοντα βράχεα συνέστη χῶμα μετὰ πολλῆς ταλαιπωρίας, ἐφ’ ᾧ τετρήρης ἐκτρέχουσα νυκτὸς ἐκάθισε καὶ τοῖς πολεμίοις ὑποχείριος ἐγένετο, διαφέρουσα τῇ κατα‐ | |
Hist.1.47.6 | σκευῇ τῆς ναυπηγίας. ἧς οἱ Ῥωμαῖοι κρατήσαντες καὶ πληρώματι καταρτίσαντες ἐπιλέκτῳ πάντας τοὺς | |
Hist.1.47.7 | εἰσπλέοντας, μάλιστα δὲ τὸν Ῥόδιον, ἐπετήρουν. ὁ δὲ κατὰ τύχην εἰσπλεύσας νυκτὸς μετὰ ταῦτα πάλιν ἀνήγετο φανερῶς. θεωρῶν δ’ ἐκ καταβολῆς αὑτῷ τὴν τετρήρη συνεξορμήσασαν, γνοὺς τὴν ναῦν δι‐ | |
Hist.1.47.8 | ετράπη. τὸ μὲν οὖν πρῶτον ὥρμησεν ὡς καταταχή‐ σων· τῇ δὲ τοῦ πληρώματος παρασκευῇ καταλαμβα‐ νόμενος, τέλος ἐπιστρέψας ἠναγκάσθη συμβαλεῖν | |
Hist.1.47.9 | τοῖς πολεμίοις. καταπροτερούμενος δὲ τοῖς ἐπιβατι‐ κοῖς διά τε τὸ πλῆθος καὶ διὰ τὴν ἐκλογὴν τῶν | |
Hist.1.47.10 | ἀνδρῶν ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος. οἱ δὲ Ῥωμαῖοι, κυριεύσαντες καὶ ταύτης τῆς νεὼς εὖ κατ‐ εσκευασμένης καὶ καταρτίσαντες αὐτὴν τοῖς πρὸς τὴν χρείαν, οὕτως ἐκώλυσαν τοὺς κατατολμῶντας | |
5 | καὶ πλέοντας εἰς τὸ Λιλύβαιον. | |
Hist.1.48.1 | Τῶν δὲ πολιορκουμένων ταῖς μὲν ἀντοικοδομί‐ αις ἐνεργῶς χρωμένων, τοῦ δὲ λυμαίνεσθαι καὶ δια‐ φθείρειν τὰς τῶν ὑπεναντίων παρασκευὰς ἀπεγνω‐ | |
Hist.1.48.2 | κότων, γίνεταί τις ἀνέμου στάσις ἔχουσα τηλικαύτην βίαν καὶ φορὰν εἰς αὐτὰς τὰς τῶν μηχανημάτων | |
προσαγωγὰς ὥστε καὶ τὰς στοὰς διασαλεύειν καὶ τοὺς προκειμένους τούτων πύργους τῇ βίᾳ βαστά‐ | ||
Hist.1.48.3 | ζειν. ἐν ᾧ καιρῷ συννοήσαντές τινες τῶν Ἑλλη‐ νικῶν μισθοφόρων τὴν ἐπιτηδειότητα τῆς περιστά‐ σεως πρὸς τὴν τῶν ἔργων διαφθορὰν προσφέρουσι | |
Hist.1.48.4 | τῷ στρατηγῷ τὴν ἐπίνοιαν. τοῦ δὲ δεξαμένου καὶ ταχέως ἑτοιμάσαντος πᾶν τὸ πρὸς τὴν χρείαν ἁρμό‐ ζον, συστραφέντες οἱ νεανίσκοι κατὰ τριττοὺς τό‐ | |
Hist.1.48.5 | πους ἐνέβαλον πῦρ τοῖς ἔργοις. ὡς δ’ ἂν τῶν μὲν κατασκευασμάτων διὰ τὸν χρόνον εὖ παρεσκευα‐ σμένων πρὸς τὸ ῥᾳδίως ἐμπρησθῆναι, τῆς δὲ τοῦ πνεύματος βίας φυσώσης κατ’ αὐτῶν τῶν πύργων | |
5 | καὶ μηχανημάτων, τὴν μὲν νομὴν τοῦ πυρὸς ἐνερ‐ γὸν συνέβαινε γίνεσθαι καὶ πρακτικήν, τὴν δ’ ἐπάρ‐ κειαν καὶ βοήθειαν τοῖς Ῥωμαίοις εἰς τέλος ἄπρα‐ | |
Hist.1.48.6 | κτον καὶ δυσχερῆ. τοιαύτην γὰρ ἔκπληξιν παρίστα τὸ συμβαῖνον τοῖς βοηθοῦσιν ὥστε μήτε συννοῆσαι μήτε συνιδεῖν δύνασθαι τὸ γινόμενον, ἀλλ’ ἀπο‐ σκοτουμένους ὑπὸ τῆς εἰς αὐτοὺς φερομένης λιγνύος | |
5 | καὶ τῶν φεψαλύγων, ἔτι δὲ τῆς τοῦ καπνοῦ πολυ‐ πληθίας, οὐκ ὀλίγους ἀπόλλυσθαι καὶ πίπτειν, μὴ δυναμένους ἐγγίσαι πρὸς αὐτὴν τὴν τοῦ πυρὸς βοή‐ | |
Hist.1.48.7 | θειαν. ὅσῳ δὲ μείζω συνέβαινε γίνεσθαι τὴν δυσ‐ χρηστίαν περὶ τοὺς ὑπεναντίους διὰ τὰς προειρη‐ μένας αἰτίας, τοσούτῳ πλείων εὐχρηστία περὶ τοὺς | |
Hist.1.48.8 | ἐνιέντας ἦν τὸ πῦρ. τὸ μὲν γὰρ ἐπισκοτοῦν καὶ βλάπτειν δυνάμενον πᾶν ἐξεφυσᾶτο καὶ προωθεῖτο κατὰ τῶν ὑπεναντίων, τὸ δὲ βαλλόμενον ἢ ῥιπτού‐ μενον ἐπί τε τοὺς βοηθοῦντας καὶ τὴν τῶν ἔργων | |
5 | διαφθορὰν εὔστοχον μὲν ἐπεγίνετο διὰ τὸ συνορᾶν τοὺς ἀφιέντας τὸν πρὸ αὑτῶν τόπον, πρακτικὸν δὲ | |
διὰ τὸ γίνεσθαι σφοδρὰν τὴν πληγήν, συνεργούσης | ||
Hist.1.48.9 | τοῖς βάλλουσι τῆς τοῦ πνεύματος βίας. τὸ δὲ πέρας τοιαύτην συνέβη γενέσθαι τὴν παντέλειαν τῆς κα‐ ταφθορᾶς ὥστε καὶ τὰς βάσεις τῶν πύργων καὶ τὰ | |
Hist.1.48.10 | στύπη τῶν κριῶν ὑπὸ τοῦ πυρὸς ἀχρειωθῆναι. τού‐ των δὲ συμβάντων τὸ μὲν ἔτι διὰ τῶν ἔργων πο‐ λιορκεῖν ἀπέγνωσαν οἱ Ῥωμαῖοι· περιταφρεύσαντες δὲ καὶ χάρακι περιλαβόντες κύκλῳ τὴν πόλιν, ἔτι | |
5 | δὲ τῆς ἰδίας στρατοπεδείας τεῖχος προβαλόμενοι τῷ | |
Hist.1.48.11 | χρόνῳ παρέδοσαν τὴν πρᾶξιν. οἱ δ’ ἐν τῷ Λιλυ‐ βαίῳ τὸ πεπτωκὸς ἐξοικοδομησάμενοι τεῖχος εὐθαρ‐ σῶς ὑπέμενον ἤδη τὴν πολιορκίαν. | |
Hist.1.49.1 | Εἰς δὲ τὴν Ῥώμην προσπεσόντων τούτων, καὶ μετὰ ταῦτα πλειόνων ἀναγγελλόντων διότι συμβαί‐ νει τῶν ἀπὸ τοῦ στόλου πληρωμάτων τὸ πλεῖστον μέρος ἔν τε τοῖς ἔργοις καὶ τῇ καθόλου πολιορκίᾳ | |
Hist.1.49.2 | διεφθάρθαι, σπουδῇ κατέγραφον ναύτας καὶ συνα‐ θροίσαντες εἰς μυρίους ἐξέπεμψαν εἰς τὴν Σικελίαν. | |
Hist.1.49.3 | ὧν διὰ τοῦ πορθμοῦ περαιωθέντων καὶ πεζῇ πα‐ ραγενομένων εἰς τὸ στρατόπεδον, συναγαγὼν τοὺς χιλιάρχους ὁ στρατηγὸς τῶν Ῥωμαίων Πόπλιος Κλαύδιος ἔφη καιρὸν εἶναι πλεῖν ἐπὶ τὰ Δρέπανα | |
Hist.1.49.4 | παντὶ τῷ στόλῳ. τὸν γὰρ στρατηγὸν τῶν Καρχη‐ δονίων Ἀτάρβαν τὸν τεταγμένον ἐπ’ αὐτῶν ἀπα‐ ράσκευον εἶναι πρὸς τὸ μέλλον, ἀγνοοῦντα μὲν τὴν παρουσίαν τῶν πληρωμάτων, πεπεισμένον δὲ μὴ | |
5 | δύνασθαι πλεῖν τὸν αὑτῶν στόλον διὰ τὴν γεγενη‐ μένην ἐν τῇ πολιορκίᾳ καταφθορὰν τῶν ἀνδρῶν. | |
Hist.1.49.5 | προχείρως δ’ αὐτῶν συγκατατιθεμένων, εὐθέως ἐν‐ εβίβαζε τά τε προϋπάρχοντα καὶ τὰ προσφάτως πα‐ ραγεγονότα πληρώματα, τοὺς δ’ ἐπιβάτας ἐκ παντὸς | |
ἐπέλεξε τοῦ στρατεύματος ἐθελοντὴν τοὺς ἀρίστους, | ||
5 | ἅτε δὴ τοῦ μὲν πλοῦ σύνεγγυς ὄντος, τῆς δ’ ὠφε‐ | |
Hist.1.49.6 | λείας ἑτοίμου προφαινομένης. ταῦτα δὲ παρασκευ‐ ασάμενος ἀνήχθη περὶ μέσας νύκτας, λαθὼν τοὺς πολεμίους. καὶ τὰς μὲν ἀρχὰς ἅθρους ἔπλει, δεξιὰν | |
Hist.1.49.7 | ἔχων τὴν γῆν. ἅμα δὲ τῷ φωτὶ τῶν πρώτων ἐπὶ τὰ Δρέπανα νεῶν ἐπιφαινομένων, κατιδὼν Ἀτάρ‐ βας τὸ μὲν πρῶτον ἐξενίσθη διὰ τὸ παράδοξον· | |
Hist.1.49.8 | ταχὺ δ’ ἐν αὑτῷ γενόμενος καὶ νοήσας τὸν ἐπί‐ πλουν τῶν ὑπεναντίων ἔκρινε παντὸς ἔργου πεῖ‐ ραν λαμβάνειν καὶ πᾶν ὑπομένειν χάριν τοῦ μὴ περιιδεῖν σφᾶς εἰς πρόδηλον συγκλεισθέντας πο‐ | |
Hist.1.49.9 | λιορκίαν. διόπερ εὐθέως τὰ μὲν πληρώματα συν‐ ῆγε πρὸς τὸν αἰγιαλόν, τοὺς δ’ ἐκ τῆς πόλεως | |
Hist.1.49.10 | μισθοφόρους ἥθροιζε μετὰ κηρύγματος. τῶν δὲ συλλεχθέντων, ἐπεβάλετο διὰ βραχέων εἰς ἔννοιαν αὐτοὺς ἄγειν τῆς τε τοῦ νικᾶν ἐλπίδος, ἐὰν τολμή‐ σωσι ναυμαχεῖν, καὶ τῆς ἐν τῇ πολιορκίᾳ δυσχρη‐ | |
5 | στίας, ἐὰν καταμελλήσωσι προϊδόμενοι τὸν κίνδυ‐ | |
Hist.1.49.11 | νον. ἑτοίμως δ’ αὐτῶν παρορμηθέντων πρὸς τὴν ναυμαχίαν καὶ βοώντων ἄγειν καὶ μὴ μέλλειν, ἐπαινέσας καὶ δεξάμενος τὴν ὁρμὴν παρήγγειλε κατὰ τάχος ἐμβαίνειν καὶ βλέποντας πρὸς τὴν αὑτοῦ | |
Hist.1.49.12 | ναῦν ἕπεσθαι ταύτῃ κατὰ πρύμναν. διασαφήσας δὲ τὰ προειρημένα κατὰ σπουδὴν πρῶτος ἐποιεῖτο τὸν ἀνάπλουν, ὑπ’ αὐτὰς τὰς πέτρας ἐπὶ θάτερα μέρη τοῦ λιμένος ἐξάγων τοῦ τῶν πολεμίων εἴσ‐ | |
Hist.1.50.1 | πλου. Πόπλιος δ’ ὁ τῶν Ῥωμαίων στρατηγὸς θεω‐ ρῶν τοὺς μὲν πολεμίους παρὰ τὴν αὑτοῦ δόξαν οὔτ’ εἴκοντας οὔτε καταπεπληγμένους τὸν ἐπίπλουν ἀλλὰ | |
Hist.1.50.2 | πρὸς τῷ ναυμαχεῖν ὄντας, τῶν δὲ σφετέρων νεῶν | |
τὰς μὲν ἐντὸς ἤδη τοῦ λιμένος οὔσας τὰς δ’ ἐν αὐτῷ τῷ στόματι, τὰς δὲ φερομένας ἐπὶ τὸν εἴσ‐ πλουν, πάσαις ἀναστρέφειν παρήγγειλε καὶ ποιεῖ‐ | ||
Hist.1.50.3 | σθαι τὸν πλοῦν ἔξω πάλιν. ἔνθα δὴ τῶν μὲν ἐν τῷ λιμένι τῶν δὲ κατὰ τὸν εἴσπλουν ἐκ τῆς με‐ ταβολῆς συμπιπτουσῶν, οὐ μόνον θόρυβος ἦν ἐκ τῶν ἀνδρῶν ἄπλετος, ἀλλὰ καὶ τοὺς ταρσοὺς ἐθραύ‐ | |
Hist.1.50.4 | ονθ’ αἱ νῆες ἀλλήλαις συγκρούουσαι. ὅμως δ’ οὖν ἀεὶ τοὺς ἀνατρέχοντας ἐκτάττοντες οἱ τριήραρχοι παρ’ αὐτὴν τὴν γῆν ταχέως ἐποίουν ἀντιπρώρρους | |
Hist.1.50.5 | τοῖς πολεμίοις. ὁ δὲ Πόπλιος αὐτὸς ἐπέπλει μὲν ἀρχῆθεν κατόπιν ἐπὶ παντὶ τῷ στόλῳ, τότε δ’ ἐπι‐ στρέψας κατ’ αὐτὸν τὸν πλοῦν πρὸς τὸ πέλαγος ἔλαβε τὴν εὐώνυμον τῆς ὅλης δυνάμεως τάξιν. | |
Hist.1.50.6 | Ἀτάρβας δὲ κατὰ τὸν αὐτὸν καιρὸν ὑπεράρας τὸ λαιὸν τῶν πολεμίων [Ῥωμαίων], ἔχων πέντε ναῦς ἐπίπλους, ὑπέστησε τὴν ἑαυτοῦ ναῦν ἀντίπρωρρον τοῖς πολεμίοις ἀπὸ τοῦ κατὰ τὸ πέλαγος μέρους· | |
Hist.1.50.7 | ἅμα δὲ καὶ τῶν ἐπιπλεόντων ἀεὶ τοῖς συνάπτουσι προσεπιταττομένοις ταὐτὸ ποιεῖν παραγγείλας διὰ | |
Hist.1.50.8 | τῶν ὑπηρετῶν, καταστάντων δὲ πάντων εἰς μέτω‐ πον σημήνας διὰ τῶν συνθημάτων τὰς μὲν ἀρχὰς ἐποιεῖτο τὸν ἐπίπλουν ἐν τάξει, μενόντων πρὸς τῇ γῇ τῶν Ῥωμαίων διὰ τὸ προσδέχεσθαι τὰς ἐκ τοῦ | |
Hist.1.50.9 | λιμένος ἀνατρεχούσας ναῦς. ἐξ οὗ συνέβαινε με‐ γάλα τοὺς Ῥωμαίους ἐλαττωθῆναι πρὸς αὐτῇ τῇ γῇ | |
Hist.1.51.1 | ποιησαμένους τὴν συμπλοκήν. ἐπειδὴ δὲ σύνεγγυς αὑτῶν ἦσαν, ἀρθέντων τῶν συνθημάτων ἐφ’ ἑκα‐ | |
Hist.1.51.2 | τέρας τῆς ναυαρχίδος συνέβαλλον ἀλλήλοις. τὸ μὲν οὖν πρῶτον ἰσόρροπος ἦν ὁ κίνδυνος, ὡς ἂν ἀμφοτέρων τοῖς ἀρίστοις ἐκ τῆς πεζικῆς δυνάμεως | |
Hist.1.51.3 | ἐπιβάταις χρωμένων· ἀεὶ δὲ μᾶλλον ὑπερεῖχον οἱ Καρχηδόνιοι διὰ τὸ πολλὰ προτερήματα παρ’ ὅλον | |
Hist.1.51.4 | ἔχειν τὸν ἀγῶνα. τῷ τε γὰρ ταχυναυτεῖν πολὺ περιῆσαν διὰ τὴν διαφορὰν τῆς ναυπηγίας καὶ τὴν τῶν πληρωμάτων ἕξιν, ἥ τε χώρα μεγάλα συνεβάλ‐ λετ’ αὐτοῖς, ἅτε πεποιημένων τὴν ἔκταξιν ἀπὸ τῶν | |
Hist.1.51.5 | κατὰ τὸ πέλαγος τόπων. εἴτε γὰρ πιέζοιντό τινες ὑπὸ τῶν πολεμίων, κατόπιν ἀνεχώρουν ἀσφαλῶς διὰ τὸ ταχυναυτεῖν εἰς τὸν ἀναπεπταμένον τόπον· | |
Hist.1.51.6 | κἄπειτ’ ἐκ μεταβολῆς τοῖς προπίπτουσι τῶν διω‐ κόντων, τοτὲ μὲν περιπλέοντες τοτὲ δὲ πλάγιοι προσπίπτοντες στρεφομένοις καὶ δυσχρηστοῦσι διὰ τὸ βάρος τῶν πλοίων καὶ διὰ τὴν ἀπειρίαν τῶν | |
5 | πληρωμάτων, ἐμβολάς τε συνεχεῖς ἐδίδοσαν καὶ | |
Hist.1.51.7 | πολλὰ τῶν σκαφῶν ἐβάπτιζον· εἴτε κινδυνεύοι τις τῶν συμμάχων, ἑτοίμως παρεβοήθουν ἔξω τοῦ δει‐ νοῦ καὶ μετ’ ἀσφαλείας, παρὰ τὰς πρύμνας κατὰ | |
Hist.1.51.8 | τὸ πέλαγος ποιούμενοι τὸν πλοῦν. τοῖς γε μὴν Ῥωμαίοις τἀναντία τούτων συνέβαινε· τοῖς τε γὰρ πιεζομένοις οὐκ ἦν εἰς τοὔπισθεν δυνατὸν ἀποχω‐ ρεῖν, πρὸς τῇ γῇ ποιουμένοις τὸν κίνδυνον, ἀεὶ δὲ | |
5 | τὸ θλιβόμενον ὑπὸ τῶν κατὰ πρόσωπον σκάφος ἢ τοῖς βραχέσι περιπῖπτον ἐκάθιζε κατὰ πρύμναν ἢ | |
Hist.1.51.9 | πρὸς τὴν γῆν φερόμενον ἐπώκελλε. διεκπλεῖν μὲν οὖν διὰ τῶν πολεμίων νεῶν καὶ κατόπιν ἐπιφαί‐ νεσθαι τοῖς ἤδη πρὸς ἑτέρους διαμαχομένοις, ὅπερ ἐν τῷ ναυμαχεῖν ἐστι πρακτικώτατον, ἀδυνάτως | |
5 | εἶχον διά τε τὴν βαρύτητα τῶν πλοίων, προσέτι | |
Hist.1.51.10 | δὲ καὶ τὴν ἀπειρίαν τῶν πληρωμάτων. οὐδὲ μὴν ἐπιβοηθεῖν τοῖς δεομένοις κατὰ πρύμναν ἐδύναντο διὰ τὸ συγκεκλεῖσθαι πρὸς τῇ γῇ καὶ μηδὲ μικρὸν | |
ἀπολείπεσθαι τόπον τοῖς βουλομένοις ἐπαρκεῖν τῷ | ||
Hist.1.51.11 | δεομένῳ. τοιαύτης δὲ δυσχρηστίας ὑπαρχούσης περὶ τὸν ὅλον ἀγῶνα, καὶ τῶν μὲν καθιζόντων ἐν τοῖς βράχεσι, τῶν δ’ ἐκπιπτόντων σκαφῶν, κατιδὼν ὁ στρατηγὸς τῶν Ῥωμαίων τὸ συμβαῖνον ὥρμησε | |
5 | πρὸς φυγήν, ἀπὸ τῶν εὐωνύμων παρὰ τὴν γῆν ἐξ‐ ελίξας, καὶ σὺν αὐτῷ περὶ τριάκοντα νῆας, αἵπερ | |
Hist.1.51.12 | ἔτυχον ἐγγὺς οὖσαι. τῶν δὲ λοιπῶν σκαφῶν, ὄν‐ των ἐνενήκοντα καὶ τριῶν, ἐκυρίευσαν οἱ Καρχη‐ δόνιοι καὶ τῶν πληρωμάτων, ὅσοι μὴ τῶν ἀνδρῶν τὰς ναῦς εἰς τὴν γῆν ἐκβαλόντες ἀπεχώρησαν. | |
Hist.1.52.1 | Γενομένης δὲ τῆς ναυμαχίας τοιαύτης Ἀτάρβας μὲν εὐδοκίμει παρὰ τοῖς Καρχηδονίοις, ὡς δι’ αὑτὸν καὶ διὰ τὴν ἰδίαν πρόνοιαν καὶ τόλμαν κατωρθω‐ | |
Hist.1.52.2 | κώς, Πόπλιος δὲ παρὰ τοῖς Ῥωμαίοις ἠδόξει καὶ διεβέβλητο μεγάλως, ὡς εἰκῇ καὶ ἀλογίστως τοῖς πράγ‐ μασι κεχρημένος καὶ τὸ καθ’ αὑτὸν οὐ μικροῖς | |
Hist.1.52.3 | ἐλαττώμασι περιβεβληκὼς τὴν Ῥώμην· διὸ καὶ μετὰ ταῦτα μεγάλαις ζημίαις καὶ κινδύνοις κριθεὶς πε‐ | |
Hist.1.52.4 | ριέπεσεν. οὐ μὴν οἵ γε Ῥωμαῖοι, καίπερ τοιούτων συμβεβηκότων, διὰ τὴν ὑπὲρ τῶν ὅλων φιλοτιμίαν οὐδὲν ἀπέλειπον τῶν ἐνδεχομένων, ἀλλ’ εἴχοντο | |
Hist.1.52.5 | τῶν ἑξῆς πραγμάτων. διὸ καὶ συνάψαντος τοῦ κατὰ τὰς ἀρχαιρεσίας χρόνου, στρατηγοὺς ὑπάτους κα‐ ταστήσαντες παραυτίκα τὸν ἕτερον αὐτῶν ἐξέπεμ‐ πον Λεύκιον Ἰούνιον, τάς τε σιταρχίας παρακομί‐ | |
5 | ζοντα τοῖς τὸ Λιλύβαιον πολιορκοῦσι καὶ τὰς ἄλλας ἀγορὰς καὶ χορηγίας τῷ στρατοπέδῳ· πρὸς δὲ καὶ παραπομποὺς τούτοις ἐπλήρωσαν ἑξήκοντα ναῦς. | |
Hist.1.52.6 | ὁ δ’ Ἰούνιος ἀφικόμενος εἰς τὴν Μεσσήνην καὶ προσλαβὼν τὰ συνηντηκότα τῶν πλοίων ἀπό τε τοῦ | |
στρατοπέδου καὶ τῆς ἄλλης Σικελίας παρεκομίσθη κατὰ σπουδὴν εἰς τὰς Συρακούσας, ἔχων ἑκατὸν | ||
5 | εἴκοσι σκάφη καὶ τὴν ἀγορὰν σχεδὸν ἐν ὀκτακοσί‐ | |
Hist.1.52.7 | αις ναυσὶ φορτηγοῖς. ἐντεῦθεν δὲ παραδοὺς τοῖς ταμίαις τὰς ἡμισείας φορτηγοὺς καί τινα τῶν μα‐ κρῶν πλοίων ἐξαπέστειλε, διακομισθῆναι σπουδά‐ | |
Hist.1.52.8 | ζων τῷ στρατοπέδῳ τὰ πρὸς τὴν χρείαν. αὐτὸς δ’ ἐν ταῖς Συρακούσαις ὑπέμενε, τούς τε κατὰ πλοῦν ἀφυστεροῦντας ἐκ τῆς Μεσσήνης ἀναδεχό‐ μενος καὶ παρὰ τῶν ἐκ τῆς μεσογαίου συμμάχων | |
5 | σῖτον προσαναλαμβάνων. | |
Hist.1.53.1 | Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀτάρβας μὲν ἄν‐ δρας τοὺς ἐν τῇ ναυμαχίᾳ ληφθέντας καὶ τὰς αἰχ‐ μαλώτους νῆας ἐξαπέστειλεν εἰς τὴν Καρχηδόνα, | |
Hist.1.53.2 | Καρθάλωνα δὲ τὸν συνάρχοντα δοὺς τριάκοντα ναῦς ἐξέπεμψε πρὸς αἷς ἔχων αὐτὸς ἑβδομήκοντα κατ‐ | |
Hist.1.53.3 | έπλευσεν, προστάξας ἄφνω προσπεσόντα ταῖς ὁρμού‐ σαις παρὰ τὸ Λιλύβαιον τῶν πολεμίων ναυσίν, ὧν μὲν ἂν δυνατὸς ᾖ κυριεῦσαι, ταῖς δὲ λοιπαῖς πῦρ | |
Hist.1.53.4 | ἐμβαλεῖν. πεισθέντος δὲ τοῦ Καρθάλωνος καὶ ποι‐ ησαμένου τὸν ἐπίπλουν ὑπὸ τὴν ἑωθινὴν καὶ τὰ μὲν ἐμπιπρῶντος τὰ δ’ ἀποσπῶντος τῶν πλοίων, μεγάλην συνέπεσε γενέσθαι ταραχὴν περὶ τὸ τῶν | |
Hist.1.53.5 | Ῥωμαίων στρατόπεδον. προσβοηθούντων γὰρ αὐ‐ τῶν ἐπὶ τὰς ναῦς καὶ γινομένης κραυγῆς, συννο‐ ήσας Ἰμίλκων ὁ τὸ Λιλύβαιον τηρῶν καὶ θεωρῶν ἤδη τῆς ἡμέρας ὑποφαινούσης τὸ συμβαῖνον, ἐπ‐ | |
Hist.1.53.6 | αποστέλλει τοὺς ἐκ τῆς πόλεως μισθοφόρους. οἱ δὲ Ῥωμαῖοι, τοῦ δεινοῦ πανταχόθεν αὐτοὺς περιστάν‐ τος, οὐκ εἰς μικρὰν οὐδ’ εἰς τὴν τυχοῦσαν ἦλθον | |
Hist.1.53.7 | διατροπήν. ὁ δὲ τῶν Καρχηδονίων ναύαρχος ὀλίγα | |
τῶν σκαφῶν τὰ μὲν ἀποσπάσας τὰ δὲ συντρίψας, μετὰ ταῦτα μικρὸν ἀπὸ τοῦ Λιλυβαίου παρακομι‐ σθεὶς ὡς ἐφ’ Ἡρακλείας ἐτήρει, βουλόμενος διακω‐ | ||
Hist.1.53.8 | λύειν τοὺς ἐπὶ τὸ στρατόπεδον πλέοντας. προσαγ‐ γειλάντων δὲ τῶν σκοπῶν πλῆθος ἱκανὸν πλοίων προσφέρεσθαι παντοδαπῶν καὶ συνεγγίζειν, ἀν‐ αχθεὶς ἔπλει, συμμῖξαι σπεύδων διὰ τὸ καταφρονεῖν | |
5 | τῶν Ῥωμαίων ἐκ τοῦ προγεγενημένου προτερήμα‐ | |
Hist.1.53.9 | τος. ὁμοίως δὲ καὶ τοῖς ἐκ τῶν Συρακουσῶν προ‐ απεσταλμένοις ταμίαις ἀνήγγειλαν οἱ προπλεῖν εἰ‐ | |
Hist.1.53.10 | θισμένοι λέμβοι τὸν ἐπίπλουν τῶν ὑπεναντίων. οἱ δὲ νομίσαντες οὐκ ἀξιόχρεως σφᾶς αὐτοὺς εἶναι πρὸς ναυμαχίαν, καθωρμίσθησαν πρός τι πολισμάτιον τῶν ὑπ’ αὐτοὺς ταττομένων, ἀλίμενον μέν, σάλους | |
5 | δ’ ἔχον καὶ προβολὰς περικλειούσας ἐκ τῆς γῆς | |
Hist.1.53.11 | εὐφυεῖς. οὗ ποιησάμενοι τὴν ἀπόβασιν καὶ τούς τε καταπέλτας καὶ τοὺς πετροβόλους τοὺς ἐκ τῆς πόλεως ἐπιστήσαντες προσεδόκων τὸν ἐπίπλουν | |
Hist.1.53.12 | τῶν ὑπεναντίων. οἱ δὲ Καρχηδόνιοι συνεγγίσαν‐ τες τὸ μὲν πρῶτον ἐπεβάλοντο πολιορκεῖν τούτους, ὑπολαβόντες τοὺς μὲν ἄνδρας καταπλαγέντας εἰς τὸ πολισμάτιον ἀποχωρήσειν, τῶν δὲ πλοίων ἀσφαλῶς | |
Hist.1.53.13 | κυριεύσειν· οὐ προχωρούσης δὲ τῆς ἐλπίδος, ἀλλὰ τοὐναντίον ἀμυνομένων γενναίως, καὶ τοῦ τόπου πολλὰς ἔχοντος καὶ παντοδαπὰς δυσχρηστίας, ὀλίγα τῶν τὰς ἀγορὰς ἐχόντων πλοίων ἀποσπάσαντες ἀπ‐ | |
5 | έπλευσαν πρός τινα ποταμόν, ἐν ᾧ καθορμισθέντες ἐπετήρουν τὸν ἀνάπλουν αὐτῶν. | |
Hist.1.54.1 | Ὁ δ’ ἐν ταῖς Συρακούσαις ὑπολειφθεὶς στρατη‐ γός, ἐπεὶ τὰ κατὰ τὴν πρόθεσιν ἐπετέλεσεν, κάμψας τὸν Πάχυνον ἐποιεῖτο τὸν πλοῦν ὡς ἐπὶ τὸ Λιλύ‐ | |
βαιον, οὐδὲν εἰδὼς τῶν περὶ τοὺς προπλέοντας συμ‐ | ||
Hist.1.54.2 | βεβηκότων. ὁ δὲ τῶν Καρχηδονίων ναύαρχος, ση‐ μηνάντων τῶν σκοπῶν αὐτῷ πάλιν τὴν ἐπιφάνειαν τῶν ὑπεναντίων, ἀναχθεὶς ἔπλει μετὰ σπουδῆς, βουλόμενος αὐτοῖς ὡς πλεῖστον ἀπέχουσι τῶν οἰ‐ | |
Hist.1.54.3 | κείων νεῶν συμβαλεῖν. ὁ δ’ Ἰούνιος κατιδὼν ἐκ πολλοῦ τὸν στόλον τὸν τῶν Καρχηδονίων καὶ τὸ πλῆθος τῶν σκαφῶν, οὔτε συμβαλεῖν τολμῶν οὔτ’ ἐκφυγεῖν ἔτι δυνατὸς ὢν διὰ τὸ σύνεγγυς εἶναι τοὺς | |
5 | πολεμίους, ἐγκλίνας εἰς τόπους τραχεῖς καὶ κατὰ | |
Hist.1.54.4 | πάντα τρόπον ἐπισφαλεῖς καθωρμίσθη, κρίνων αἱ‐ ρετώτερον ὑπάρχειν ὅ,τι δέοι παθεῖν μᾶλλον ἢ τοῖς πολεμίοις αὔτανδρον τὸ σφέτερον στρατόπεδον ὑπο‐ | |
Hist.1.54.5 | χείριον ποιῆσαι. συνιδὼν δὲ καὶ τὸ περὶ τούτου γεγονὸς ὁ τῶν Καρχηδονίων ναύαρχος τὸ μὲν παρα‐ βάλλεσθαι καὶ προσάγειν τοιούτοις τόποις ἀπεδο‐ κίμασε, λαβὼν δ’ ἄκραν τινὰ καὶ προσορμισθεὶς | |
5 | ταύτῃ μεταξὺ τῶν στόλων ἐτήρει καὶ προσεῖχε τὸν | |
Hist.1.54.6 | νοῦν ἀμφοτέροις. ἐπιγενομένου δὲ χειμῶνος καὶ περιστάσεως προφαινομένης ἐκ τοῦ πελάγους ὁλο‐ σχερεστέρας, οἱ μὲν τῶν Καρχηδονίων κυβερνῆται διά τε τὴν τῶν τόπων καὶ τὴν τοῦ πράγματος ἐμ‐ | |
5 | πειρίαν προορώμενοι τὸ μέλλον καὶ προλέγοντες τὸ συμβησόμενον ἔπεισαν τὸν Καρθάλωνα φυ‐ γεῖν τὸν χειμῶνα καὶ κάμψαι τὴν ἄκραν τοῦ Πα‐ | |
Hist.1.54.7 | χύνου. πεισθέντος δὲ νουνεχῶς, οὗτοι μὲν πολλὰ μοχθήσαντες καὶ μόλις ὑπεράραντες τὴν ἄκραν ἐν | |
Hist.1.54.8 | ἀσφαλεῖ καθωρμίσθησαν, οἱ δὲ τῶν Ῥωμαίων στό‐ λοι, τοῦ χειμῶνος ἐπιγενομένου καὶ τῶν τόπων εἰς τέλος ὑπαρχόντων ἀλιμένων, οὕτως διεφθάρησαν ὥστε μηδὲ τῶν ναυαγίων μηδὲν γενέσθαι χρήσιμον, ἀλλ’ ἀμ‐ | |
5 | φοτέρους αὐτοὺς ἄρδην καὶ παραλόγως ἀχρειωθῆναι. | |
Hist.1.55.1 | Τούτου δὲ συμβάντος τὰ μὲν τῶν Καρχηδο‐ νίων αὖθις ἀνέκυψε καὶ πάλιν ἐπιρρεπεστέρας εἶχε | |
Hist.1.55.2 | τὰς ἐλπίδας, οἱ δὲ Ῥωμαῖοι πρότερον μὲν ἐπὶ πο‐ σὸν ἠτυχηκότες τότε δ’ ὁλοσχερῶς ἐκ μὲν τῆς θα‐ λάττης ἐξέβησαν, τῶν δ’ ὑπαίθρων ἐπεκράτουν· Καρχηδόνιοι δὲ τῆς μὲν θαλάττης ἐκυρίευον, τῆς δὲ | |
Hist.1.55.3 | γῆς οὐχ ὅλως ἀπήλπιζον. μετὰ δὲ ταῦτα πάντες ἐπὶ μὲν τοῖς ὅλοις ἐσχετλίαζον, οἵ τ’ ἐν τῇ Ῥώμῃ καὶ τὰ περὶ τὸ Λιλύβαιον στρατόπεδα, διὰ τὰ προ‐ | |
Hist.1.55.4 | ειρημένα συμπτώματα· τῆς γε μὴν προθέσεως οὐκ ἀφίσταντο τῆς κατὰ τὴν πολιορκίαν, ἀλλ’ οἱ μὲν ἐχορήγουν κατὰ γῆν ἀπροφασίστως, οἱ δὲ προσ‐ | |
Hist.1.55.5 | εκαρτέρουν ταύτῃ κατὰ τὸ δυνατόν. ὁ δ’ Ἰούνιος ἀνακομισθεὶς ἐπὶ τὸ στρατόπεδον ἐκ τῆς ναυαγίας καὶ περιπαθὴς ὤν, ἐγένετο πρὸς τὸ καινοτομῆσαί τι καὶ πρᾶξαι τῶν δεόντων, σπουδάζων ἀναμαχέ‐ | |
Hist.1.55.6 | σασθαι τὴν γεγενημένην περιπέτειαν. διὸ καὶ βρα‐ χείας αὐτῷ παραπεσούσης ἀφορμῆς, καταλαμβάνει πραξικοπήσας τὸν Ἔρυκα καὶ γίνεται τοῦ τε τῆς | |
Hist.1.55.7 | Ἀφροδίτης ἱεροῦ καὶ τῆς πόλεως ἐγκρατής. ὁ δ’ Ἔρυξ ἔστι μὲν ὄρος παρὰ θάλατταν τῆς Σικελίας ἐν τῇ παρὰ τὴν Ἰταλίαν κειμένῃ πλευρᾷ μεταξὺ Δρεπάνων καὶ Πανόρμου, μᾶλλον δ’ ὅμορον καὶ | |
5 | συνάπτον πρὸς τὰ Δρέπανα, μεγέθει δὲ παρὰ πολὺ διαφέρον τῶν κατὰ τὴν Σικελίαν ὀρῶν πλὴν τῆς | |
Hist.1.55.8 | Αἴτνης. τούτου δ’ ἐπ’ αὐτῆς μὲν τῆς κορυφῆς, οὔ‐ σης ἐπιπέδου, κεῖται τὸ τῆς Ἀφροδίτης τῆς Ἐρυ‐ κίνης ἱερόν, ὅπερ ὁμολογουμένως ἐπιφανέστατόν ἐστι τῷ τε πλούτῳ καὶ τῇ λοιπῇ προστασίᾳ τῶν κατὰ | |
Hist.1.55.9 | τὴν Σικελίαν ἱερῶν· ἡ δὲ πόλις ὑπ’ αὐτὴν τὴν κο‐ | |
ρυφὴν τέτακται, πάνυ μακρὰν ἔχουσα καὶ προσάντη | ||
Hist.1.55.10 | πανταχόθεν τὴν ἀνάβασιν. ἐπί τε δὴ τὴν κορυφὴν ἐπιστήσας φυλακήν, ὁμοίως δὲ καὶ τὴν ἀπὸ Δρεπά‐ νων πρόσβασιν ἐτήρει φιλοτίμως ἀμφοτέρους τοὺς τόπους καὶ μᾶλλον ἔτι τὸν τῆς ἀναβολῆς, πεπει‐ | |
5 | σμένος οὕτως καὶ τὴν πόλιν ἀσφαλῶς καὶ τὸ σύμ‐ παν ὄρος ὑφ’ αὑτὸν ἕξειν. | |
Hist.1.56.1 | Οἱ δὲ Καρχηδόνιοι μετὰ ταῦτα στρατηγὸν κατα‐ στήσαντες αὑτῶν Ἀμίλκαν τὸν Βάρκαν ἐπικαλού‐ | |
Hist.1.56.2 | μενον, τούτῳ τὰ κατὰ τὸν στόλον ἐνεχείρισαν· ὃς παραλαβὼν τὰς ναυτικὰς δυνάμεις ὥρμησεν πορθή‐ σων τὴν Ἰταλίαν. ἔτος δ’ ἦν ὀκτωκαιδέκατον τῷ | |
Hist.1.56.3 | πολέμῳ. κατασύρας δὲ τὴν Λοκρίδα καὶ τὴν Βρετ‐ τιανὴν χώραν, ἀποπλέων ἐντεῦθεν κατῆρε παντὶ τῷ στόλῳ πρὸς τὴν Πανορμῖτιν καὶ καταλαμβάνει τὸν ἐπὶ τῆς Εἱρκτῆς λεγόμενον τόπον, ὃς κεῖται μὲν | |
5 | Ἔρυκος καὶ Πανόρμου μεταξὺ πρὸς θαλάττῃ, πολὺ δέ τι τῶν ἄλλων δοκεῖ διαφέρειν τόπων ἐπιτηδειό‐ τητι πρὸς ἀσφάλειαν στρατοπέδων καὶ χρονισμόν. | |
Hist.1.56.4 | ἔστι γὰρ ὄρος περίτομον ἐξανεστηκὸς ἐκ τῆς περι‐ κειμένης χώρας εἰς ὕψος ἱκανόν. τούτου δ’ ἡ περί‐ μετρος τῆς ἄνω στεφάνης οὐ λείπει τῶν ἑκατὸν σταδίων, ὑφ’ ἧς ὁ περιεχόμενος τόπος εὔβοτος | |
5 | ὑπάρχει καὶ γεωργήσιμος, πρὸς μὲν τὰς πελαγίους πνοιὰς εὐφυῶς κείμενος, θανασίμων δὲ θηρίων | |
Hist.1.56.5 | εἰς τέλος ἄμοιρος. περιέχεται δὲ κρημνοῖς ἀπροσ‐ ίτοις ἔκ τε τοῦ κατὰ θάλατταν μέρους καὶ τοῦ παρὰ τὴν μεσόγαιαν παρήκοντος, τὰ δὲ μεταξὺ τούτων | |
Hist.1.56.6 | ἐστὶν ὀλίγης καὶ βραχείας δεόμενα κατασκευῆς. ἔχει δ’ ἐν αὑτῷ καὶ μαστόν, ὃς ἅμα μὲν ἀκροπόλεως, ἅμα δὲ σκοπῆς εὐφυοῦς λαμβάνει τάξιν κατὰ τῆς | |
Hist.1.56.7 | ὑποκειμένης χώρας. κρατεῖ δὲ καὶ λιμένος εὐκαί‐ ρου πρὸς τὸν ἀπὸ Δρεπάνων καὶ Λιλυβαίου δρόμον ἐπὶ τὴν Ἰταλίαν, ἐν ᾧ πλῆθος ὕδατος ἄφθονον ὑπ‐ | |
Hist.1.56.8 | άρχει. προσόδους δὲ τὰς πάσας ἔχει τριττὰς δυσχερεῖς, δύο μὲν ἀπὸ τῆς χώρας, μίαν δ’ ἀπὸ τῆς θαλάττης. | |
Hist.1.56.9 | ἐν ᾧ καταστρατοπεδεύσας παραβόλως Ἀμίλκας, ὡς ἂν μήτε πόλεως οἰκείας μήτ’ ἄλλης ἐλπίδος μηδε‐ μιᾶς ἀντεχόμενος, εἰς μέσους δὲ τοὺς πολεμίους ἑαυτὸν δεδωκώς, ὅμως οὐ μικροὺς οὐδὲ τοὺς τυχόν‐ | |
5 | τας Ῥωμαίοις ἀγῶνας καὶ κινδύνους παρεσκεύασεν. | |
Hist.1.56.10 | πρῶτον μὲν γὰρ ἐντεῦθεν ὁρμώμενος κατὰ θάλατ‐ ταν τὴν παραλίαν τῆς Ἰταλίας ἐπόρθει μέχρι τῆς | |
Hist.1.56.11 | Κυμαίων χώρας, δεύτερον δὲ κατὰ γῆν παραστρα‐ τοπεδευσάντων αὐτῷ Ῥωμαίων πρὸ τῆς Πανορμι‐ τῶν πόλεως ἐν ἴσως πέντε σταδίοις πολλοὺς καὶ ποικίλους ἀγῶνας συνεστήσατο κατὰ γῆν σχεδὸν ἐπὶ | |
5 | τρεῖς ἐνιαυτούς. περὶ ὧν οὐχ οἷόν τε διὰ τῆς γρα‐ | |
Hist.1.57.1 | φῆς τὸν κατὰ μέρος ἀποδοῦναι λόγον· καθάπερ γὰρ ἐπὶ τῶν διαφερόντων πυκτῶν καὶ ταῖς γενναι‐ ότησι καὶ ταῖς εὐεξίαις, ὅταν εἰς τὸν ὑπὲρ αὐτοῦ τοῦ στεφάνου συγκαταστάντες καιρὸν διαμάχωνται | |
5 | πληγὴν ἐπὶ πληγῇ τιθέντες ἀδιαπαύστως, λόγον μὲν ἢ πρόνοιαν ἔχειν ὑπὲρ ἑκάστης ἐπιβολῆς καὶ πλη‐ γῆς οὔτε τοῖς ἀγωνιζομένοις οὔτε τοῖς θεωμένοις | |
Hist.1.57.2 | ἐστὶ δυνατόν, ἐκ δὲ τῆς καθόλου τῶν ἀνδρῶν ἐνερ‐ γείας καὶ τῆς ἑκατέρου φιλοτιμίας ἔστι καὶ τῆς ἐμ‐ πειρίας αὐτῶν καὶ τῆς δυνάμεως, πρὸς δὲ καὶ τῆς εὐψυχίας, ἱκανὴν ἔννοιαν λαβεῖν, οὕτως δὲ καὶ περὶ | |
Hist.1.57.3 | τῶν νῦν λεγομένων στρατηγῶν. τὰς μὲν γὰρ αἰ‐ τίας ἢ τοὺς τρόπους, δι’ ὧν ἀν’ ἑκάστην ἡμέραν ἐποιοῦντο κατ’ ἀλλήλων ἐνέδρας, ἀντενέδρας, ἐπι‐ | |
θέσεις, προσβολάς, οὔτ’ ἂν ὁ γράφων ἐξαριθμού‐ | ||
5 | μενος ἐφίκοιτο, τοῖς τ’ ἀκούουσιν ἀπέραντος ἅμα δ’ ἀνωφελὴς ἂν ἐκ τῆς ἀναγνώσεως γίνοιτο χρεία· | |
Hist.1.57.4 | ἐκ δὲ τῆς καθολικῆς ἀποφάσεως περὶ αὐτῶν καὶ τοῦ τέλους τῆς φιλοτιμίας μᾶλλον ἄν τις εἰς ἔννοιαν ἔλ‐ | |
Hist.1.57.5 | θοι τῶν προειρημένων. οὔτε γὰρ τῶν ἐξ ἱστορίας στρατηγημάτων οὔτε τῶν ἐκ τοῦ καιροῦ καὶ τῆς ὑπο‐ κειμένης περιστάσεως ἐπινοημάτων οὔτε τῶν εἰς παράβολον καὶ βίαιον ἀνηκόντων τόλμαν οὐδὲν παρ‐ | |
Hist.1.57.6 | ελείφθη. κρίσιν γε μὴν ὁλοσχερῆ γενέσθαι διὰ πλεί‐ ους αἰτίας οὐχ οἷόν τ’ ἦν· αἵ τε γὰρ δυνάμεις ἀμ‐ φοτέρων ἦσαν ἐφάμιλλοι, τά τε κατὰ τοὺς χάρακας ὁμοίως ἀπρόσιτα διὰ τὴν ὀχυρότητα, τό τε διάστημα | |
Hist.1.57.7 | τῶν στρατοπέδων βραχὺ παντελῶς. ὅπερ αἴτιον ἦν μάλιστα τοῦ τὰς μὲν κατὰ μέρος συμπτώσεις ἀπαύ‐ στους γίνεσθαι καθ’ ἡμέραν, ὁλοσχερὲς δὲ συντε‐ | |
Hist.1.57.8 | λεῖσθαι μηδέν. τούτους γὰρ αὐτοὺς ἀεὶ συνέβαινε διαφθείρεσθαι κατὰ τὰς συμπλοκάς, τοὺς ἐν χειρῶν νόμῳ περιπεσόντας· οἱ δ’ ἅπαξ ἐγκλίναντες εὐθέως ἐκτὸς τοῦ δεινοῦ πάντες ἦσαν ὑπὸ ταῖς αὑτῶν | |
5 | ἀσφαλείαις καὶ πάλιν ἐκ μεταβολῆς ἐκινδύνευον. | |
Hist.1.58.1 | Οὐ μὴν ἀλλ’ ὥσπερ ἀγαθὸς βραβευτὴς ἡ τύχη μεταβιβάσασα παραβόλως αὐτοὺς ἐκ τοῦ προειρη‐ μένου τόπου καὶ τοῦ προϋπάρχοντος ἀθλήματος εἰς παραβολώτερον ἀγώνισμα καὶ τόπον ἐλάττω συν‐ | |
Hist.1.58.2 | έκλεισεν. ὁ γὰρ Ἀμίλκας, τῶν Ῥωμαίων τὸν Ἔρυκα τηρούντων ἐπί τε τῆς κορυφῆς καὶ παρὰ τὴν ῥίζαν, καθάπερ εἴπομεν, κατελάβετο τὴν πόλιν τῶν Ἐρυ‐ κίνων, ἥτις ἦν μεταξὺ τῆς τε κορυφῆς καὶ τῶν πρὸς | |
Hist.1.58.3 | τῇ ῥίζῃ στρατοπεδευσάντων. ἐξ οὗ συνέβαινε παρα‐ βόλως μὲν ὑπομένειν καὶ διακινδυνεύειν πολιορ‐ | |
κουμένους τοὺς τὴν κορυφὴν κατέχοντας τῶν Ῥω‐ μαίων, ἀπίστως δὲ τοὺς Καρχηδονίους ἀντέχειν, τῶν | ||
5 | τε πολεμίων πανταχόθεν προσκειμένων καὶ τῶν χο‐ ρηγιῶν οὐ ῥᾳδίως αὐτοῖς παρακομιζομένων, ὡς ἂν τῆς θαλάττης καθ’ ἕνα τόπον καὶ μίαν πρόσοδον | |
Hist.1.58.4 | ἀντεχομένοις. οὐ μὴν ἀλλὰ πάλιν ἐνταῦθα πάσαις μὲν ἀμφότεροι ταῖς πολιορκητικαῖς ἐπινοίαις καὶ βί‐ αις χρησάμενοι κατ’ ἀλλήλων, πᾶν δὲ γένος ἐνδείας ἀνασχόμενοι, πάσης δ’ ἐπιθέσεως καὶ μάχης πεῖραν | |
Hist.1.58.5 | λαβόντες, τέλος οὐχ, ὡς Φάβιός φησιν, ἐξαδυνα‐ τοῦντες καὶ περικακοῦντες, ἀλλ’ ὡς ἂν ἀπαθεῖς καὶ ἀήττητοί τινες ἄνδρες ἱερὸν ἐποίησαν τὸν στέφα‐ | |
Hist.1.58.6 | νον. πρότερον γὰρ ἢ ’κείνους ἀλλήλων ἐπικρατῆ‐ σαι, καίπερ δύ’ ἔτη πάλιν ἐν τούτῳ τῷ τόπῳ δι‐ αγωνισαμένους, δι’ ἄλλου τρόπου συνέβη λαβεῖν τὸν πόλεμον τὴν κρίσιν. | |
Hist.1.58.7 | Τὰ μὲν οὖν περὶ τὸν Ἔρυκα καὶ τὰς πεζικὰς δυνάμεις τοιαύτην ἔσχε διάθεσιν. τὰ δὲ πολιτεύ‐ ματ’ ἦν ἀμφοτέρων παραπλήσια τοῖς ψυχομαχοῦσι | |
Hist.1.58.8 | τῶν εὐγενῶν ὀρνίθων. ἐκεῖνοί τε γὰρ πολλάκις ἀπολωλεκότες τὰς πτέρυγας διὰ τὴν ἀδυναμίαν, αὐτῇ δὲ τῇ ψυχῇ μένοντες ἐκβάλλουσι τὰς πληγάς, ἕως ἂν αὐτομάτως ποτὲ περιπεσόντες αὑτοῖς και‐ | |
5 | ρίως ἀλλήλων διαδράξωνται, κἄπειτα τούτου γενο‐ | |
Hist.1.58.9 | μένου συμβῇ τὸν ἕτερον αὐτῶν προπεσεῖν· οἵ τε Ῥωμαῖοι καὶ Καρχηδόνιοι κάμνοντες ἤδη τοῖς πό‐ νοις διὰ τὴν συνέχειαν τῶν κινδύνων εἰς τέλος ἀπήλγουν τήν τε δύναμιν παρελέλυντο καὶ παρεῖντο | |
Hist.1.59.1 | διὰ τὰς πολυχρονίους εἰσφορὰς καὶ δαπάνας. ὁμοίως δὲ Ῥωμαῖοι ψυχομαχοῦντες, καίπερ ἔτη σχεδὸν ἤδη πέντε τῶν κατὰ θάλατταν πραγμάτων ὁλοσχερῶς | |
ἀφεστηκότες διά τε τὰς περιπετείας καὶ διὰ τὸ πε‐ | ||
5 | πεῖσθαι δι’ αὐτῶν τῶν πεζικῶν δυνάμεων κρινεῖν | |
Hist.1.59.2 | τὸν πόλεμον, τότε συνορῶντες οὐ προχωροῦν αὑτοῖς τοὔργον κατὰ τοὺς ἐκλογισμοὺς καὶ μάλιστα διὰ τὴν τόλμαν τοῦ τῶν Καρχηδονίων ἡγεμόνος, ἔκριναν τὸ τρίτον ἀντιποιήσασθαι τῶν ἐν ταῖς ναυτικαῖς δυνά‐ | |
Hist.1.59.3 | μεσιν ἐλπίδων, ὑπολαμβάνοντες διὰ τῆς ἐπινοίας ταύτης, εἰ καιρίως ἅψαιντο τῆς ἐπιβολῆς, μόνως ἂν οὕτως πέρας ἐπιθεῖναι τῷ πολέμῳ συμφέρον. ὃ | |
Hist.1.59.4 | καὶ τέλος ἐποίησαν. τὸ μὲν γὰρ πρῶτον ἐξεχώρη‐ σαν τῆς θαλάττης εἴξαντες τοῖς ἐκ τῆς τύχης συμ‐ πτώμασιν, τὸ δὲ δεύτερον ἐλαττωθέντες τῇ περὶ τὰ | |
Hist.1.59.5 | Δρέπανα ναυμαχίᾳ· τότε δὲ τρίτην ἐποιοῦντο ταύ‐ την τὴν ἐπιβολήν, δι’ ἧς νικήσαντες καὶ τὰ περὶ τὸν Ἔρυκα στρατόπεδα τῶν Καρχηδονίων ἀποκλεί‐ σαντες τῆς κατὰ θάλατταν χορηγίας τέλος ἐπέθηκαν | |
Hist.1.59.6 | τοῖς ὅλοις. ἦν δὲ τῆς ἐπιβολῆς τὸ πλεῖον ψυχο‐ μαχία. χορηγία μὲν γὰρ οὐχ ὑπῆρχε πρὸς τὴν πρό‐ θεσιν ἐν τοῖς κοινοῖς, οὐ μὴν ἀλλὰ διὰ τὴν τῶν προεστώτων ἀνδρῶν εἰς τὰ κοινὰ φιλοτιμίαν καὶ | |
Hist.1.59.7 | γενναιότητα προσευρέθη πρὸς τὴν συντέλειαν. κατὰ γὰρ τὰς τῶν βίων εὐκαιρίας καθ’ ἕνα καὶ δύο καὶ τρεῖς ὑφίσταντο παρέξειν πεντήρη κατηρτισμένην, ἐφ’ ᾧ τὴν δαπάνην κομιοῦνται, κατὰ λόγον τῶν | |
Hist.1.59.8 | πραγμάτων προχωρησάντων. τῷ δὲ τοιούτῳ τρόπῳ ταχέως ἑτοιμασθέντων διακοσίων πλοίων πεντηρι‐ κῶν, ὧν ἐποιήσαντο τὴν ναυπηγίαν πρὸς [παρά‐ δειγμα] τὴν τοῦ Ῥοδίου ναῦν, μετὰ ταῦτα στρατη‐ | |
5 | γὸν καταστήσαντες Γάϊον Λυτάτιον ἐξέπεμψαν ἀρ‐ | |
Hist.1.59.9 | χομένης τῆς θερείας. ὃς καὶ παραδόξως ἐπιφανεὶς τοῖς κατὰ τὴν Σικελίαν τόποις τόν τε περὶ τὰ Δρέ‐ | |
πανα λιμένα κατέσχε καὶ τοὺς περὶ τὸ Λιλύβαιον ὅρμους, παντὸς ἀνακεχωρηκότος εἰς τὴν οἰκείαν τοῦ | ||
Hist.1.59.10 | τῶν Καρχηδονίων ναυτικοῦ. συστησάμενος δὲ περὶ τὴν ἐν τοῖς Δρεπάνοις πόλιν ἔργα καὶ τἄλλα πρὸς τὴν πολιορκίαν παρασκευασάμενος, ἅμα μὲν ταύτῃ | |
Hist.1.59.11 | προσεκαρτέρει τὰ δυνατὰ ποιῶν, ἅμα δὲ προορώ‐ μενος τὴν παρουσίαν τοῦ Καρχηδονίων στόλου καὶ μνημονεύων τῆς ἐξ ἀρχῆς προθέσεως ὅτι μόνως δύναται διὰ τοῦ κατὰ θάλατταν κινδύνου κρίσεως | |
5 | τὰ ὅλα τυχεῖν, οὐκ ἀχρεῖον οὐδ’ ἀργὸν εἴα γίνε‐ | |
Hist.1.59.12 | σθαι τὸν χρόνον, ἀλλ’ ἀν’ ἑκάστην ἡμέραν ἀναπείρας καὶ μελέτας ποιῶν τοῖς πληρώμασιν οἰκείως τῆς ἐπιβολῆς τῇ τε λοιπῇ τῇ κατὰ τὴν δίαιταν ἐπιμε‐ λείᾳ προσκαρτερῶν ἀθλητὰς ἀπετέλεσεν πρὸς τὸ | |
5 | προκείμενον ἐν πάνυ βραχεῖ χρόνῳ τοὺς ναύτας. | |
Hist.1.60.1 | Οἱ δὲ Καρχηδόνιοι, παρὰ τὴν ὑπόνοιαν προσ‐ πεσόντος αὐτοῖς τοῦ πεπλευκέναι στόλῳ τοὺς Ῥω‐ μαίους καὶ πάλιν ἀντιποιεῖσθαι τῆς θαλάττης, παρ‐ | |
Hist.1.60.2 | αυτίκα κατήρτιζον τὰς ναῦς, καὶ πληρώσαντες σί‐ του καὶ τῶν ἄλλων ἐπιτηδείων ἐξέπεμπον τὸν στό‐ λον, βουλόμενοι μηδὲν ἐλλείπειν τὰ περὶ τὸν Ἔρυκα | |
Hist.1.60.3 | στρατόπεδα τῶν ἀναγκαίων. κατέστησαν δὲ καὶ στρατηγὸν ἐπὶ τῆς ναυτικῆς δυνάμεως Ἄννωνα· ὃς ἀναχθεὶς καὶ κατάρας ἐπὶ τὴν Ἱερὰν καλουμένην νῆσον ἔσπευδε τοὺς πολεμίους λαθὼν διακομισθῆ‐ | |
5 | ναι πρὸς τὸν Ἔρυκα καὶ τὰς μὲν ἀγορὰς ἀποθέ‐ σθαι καὶ κουφίσαι τὰς ναῦς, προσλαβὼν δ’ ἐπιβά‐ τας ἐκ τῶν μισθοφόρων τοὺς ἐπιτηδείους καὶ Βάρ‐ καν μετ’ αὐτῶν, οὕτως συμμίσγειν τοῖς ὑπεναντίοις. | |
Hist.1.60.4 | ὁ δὲ Λυτάτιος συνεὶς τὴν παρουσίαν τῶν περὶ τὸν Ἄννωνα καὶ συλλογισάμενος τὴν ἐπίνοιαν αὐτῶν, | |
ἀναλαβὼν ἀπὸ τοῦ πεζοῦ στρατεύματος τοὺς ἀρί‐ στους ἄνδρας ἔπλευσε πρὸς τὴν Αἰγοῦσσαν νῆσον | ||
Hist.1.60.5 | τὴν πρὸ τοῦ Λιλυβαίου κειμένην. κἀνταῦθα παρα‐ καλέσας τὰ πρέποντα τῷ καιρῷ τὰς δυνάμεις δι‐ εσάφει τοῖς κυβερνήταις ὡς ἐσομένης εἰς τὴν αὔριον | |
Hist.1.60.6 | ναυμαχίας. ὑπὸ δὲ τὴν ἑωθινήν, ἤδη τῆς ἡμέρας ὑποφαινούσης, ὁρῶν τοῖς μὲν ἐναντίοις φορὸν ἄνε‐ μον καταρρέοντα καὶ λαμπρόν, σφίσι δὲ δυσχερῆ γινόμενον τὸν ἀνάπλουν πρὸς ἀντίον τὸ πνεῦμα, | |
5 | κοίλης καὶ τραχείας οὔσης τῆς θαλάττης, τὸ μὲν | |
Hist.1.60.7 | πρῶτον διηπόρει τί δεῖ χρῆσθαι τοῖς παροῦσι. συλ‐ λογιζόμενος δ’ ὡς ἐὰν μὲν παραβάλληται χειμῶνος ὄντος, πρὸς Ἄννωνα ποιήσεται τὸν ἀγῶνα καὶ πρὸς αὐτὰς τὰς ναυτικὰς δυνάμεις καὶ πρὸς ἔτι γέμοντα | |
Hist.1.60.8 | τὰ σκάφη, ἐὰν δὲ τηρῶν εὐδίαν καὶ καταμέλλων ἐάσῃ διᾶραι καὶ συμμῖξαι τοῖς στρατοπέδοις τοὺς πολεμίους, πρός τε τὰς ναῦς εὐκινήτους καὶ κεκου‐ φισμένας ἀγωνιεῖται πρός τε τοὺς ἀρίστους ἄνδρας | |
5 | τῶν ἐκ τοῦ πεζοῦ στρατευμάτων, τὸ δὲ μέγιστον, πρὸς τὴν Ἀμίλκου τόλμαν, ἧς οὐδὲν ἦν τότε φο‐ | |
Hist.1.60.9 | βερώτερον· διόπερ ἔκρινε μὴ παρεῖναι τὸν ἐνεστῶτα καιρόν· συνιδὼν δὲ τὰς τῶν πολεμίων ναῦς ἱστιο‐ | |
Hist.1.60.10 | δρομούσας ἀνήγετο μετὰ σπουδῆς. τῶν δὲ πληρω‐ μάτων εὐχερῶς ἀναφερόντων τὸν κλύδωνα ταῖς εὐεξίαις, ταχέως ἐπὶ μίαν ἐκτείνας ναῦν ἀντίπρωρ‐ | |
Hist.1.61.1 | ρον κατέστησε τοῖς πολεμίοις τὸν στόλον. οἱ δὲ Καρχηδόνιοι κατιδόντες τὸν διάπλουν αὐτῶν προ‐ κατέχοντας τοὺς Ῥωμαίους, καθελόμενοι τοὺς ἱστοὺς καὶ παρακαλέσαντες κατὰ ναῦν σφᾶς αὐτοὺς συν‐ | |
Hist.1.61.2 | έβαλλον τοῖς ὑπεναντίοις. τῆς δ’ ἑκατέρων παρα‐ σκευῆς τὴν ἐναντίαν ἐχούσης διάθεσιν τῇ περὶ τὰ | |
Δρέπανα γενομένῃ ναυμαχίᾳ, καὶ τὸ τέλος ἑκατέροις | ||
Hist.1.61.3 | τῆς μάχης εἰκότως ἐναντίον ἀπέβη. Ῥωμαῖοι μὲν γὰρ τήν τε ναυπηγίαν μετειλήφεσαν καὶ τὰ βάρη πάντα χωρὶς τῶν πρὸς τὴν ναυμαχίαν ἐπιτηδείων ἐξετέθειντο· τά τε πληρώματα συγκεκροτημένα δια‐ | |
5 | φέρουσαν αὐτοῖς τὴν χρείαν παρείχετο, τούς τ’ ἐπιβάτας κατ’ ἐκλογὴν ἄνδρας ἀπαραχωρήτους ἐκ | |
Hist.1.61.4 | τῶν πεζικῶν στρατοπέδων εἶχον. περὶ δὲ τοὺς Καρχηδονίους τἀναντία τούτοις ὑπῆρχεν. αἱ μὲν γὰρ νῆες γέμουσαι δυσχρήστως διέκειντο πρὸς τὸν κίνδυνον, τὰ δὲ πληρώματα τελέως ἦν ἀνάσκητα | |
5 | καὶ πρὸς καιρὸν ἐμβεβλημένα, τὰ δ’ ἐπιβατικὰ νεο‐ σύλλογα καὶ πρωτόπειρα πάσης κακοπαθείας καὶ | |
Hist.1.61.5 | παντὸς δεινοῦ. διὰ γὰρ τὸ μηδέποτ’ ἂν ἔτι τοὺς Ῥωμαίους ἐλπίσαι τῆς θαλάττης ἀντιποιήσασθαι καταφρονήσαντες ὠλιγώρουν τῶν ναυτικῶν δυνά‐ | |
Hist.1.61.6 | μεων. τοιγαροῦν ἅμα τῷ συμβαλεῖν κατὰ πολλὰ μέρη τῆς μάχης ἐλαττούμενοι ταχέως ἐλείφθησαν, καὶ πεντήκοντα μὲν αὐτῶν ναῦς κατέδυσαν, ἑβδο‐ | |
Hist.1.61.7 | μήκοντα δ’ ἑάλωσαν αὔτανδροι· τὸ δὲ λοιπὸν πλῆ‐ θος ἐπαράμενον τοὺς ἱστοὺς καὶ κατουρῶσαν αὖθις ἀπεχώρει πρὸς τὴν Ἱερὰν νῆσον, εὐτυχῶς καὶ πα‐ ραδόξως (ἐκ) μεταβολῆς αὐτοῖς πρὸς τὸν δέοντα και‐ | |
5 | ρὸν τοῦ πνεύματος συνεργήσαντος. | |
Hist.1.61.8 | Ὁ μὲν οὖν τῶν Ῥωμαίων στρατηγὸς ἀποπλεύ‐ σας πρὸς τὸ Λιλύβαιον καὶ τὰ στρατόπεδα περὶ τὴν τῶν αἰχμαλώτων πλοίων καὶ τῶν σωμάτων οἰκονο‐ μίαν ἐγίνετο, μεγάλην οὖσαν· οὐ γὰρ πολὺ τῶν | |
5 | μυρίων ἔλειπε σωμάτων τὰ ληφθέντα ζωγρίᾳ κατὰ τὸν κίνδυνον. | |
Hist.1.62.1 | Οἱ δὲ Καρχηδόνιοι, προσπεσούσης αὐτοῖς ἀπροσ‐ | |
δοκήτως τῆς ἥττης, ταῖς μὲν ὁρμαῖς καὶ ταῖς φιλο‐ τιμίαις ἀκμὴν ἕτοιμοι πολεμεῖν ἦσαν, τοῖς δὲ λογι‐ | ||
Hist.1.62.2 | σμοῖς ἐξηπόρουν. οὔτε γὰρ χορηγεῖν ἔτι ταῖς ἐν τῇ Σικελίᾳ δυνάμεσιν οἷοί τ’ ἦσαν, κρατούντων τῆς θαλάττης τῶν ὑπεναντίων· ἀπογνόντες δὲ ταύτας καὶ προδόται τρόπον τινὰ γενόμενοι, ποίαις χερσὶν | |
Hist.1.62.3 | ἢ ποίοις ἡγεμόσιν πολεμήσειαν οὐκ εἶχον. διόπερ ὀξέως διαπεμψάμενοι πρὸς τὸν Βάρκαν ἐπέτρεψαν ἐκείνῳ περὶ τῶν ὅλων. ὁ δὲ καὶ λίαν ἐποίησεν | |
Hist.1.62.4 | ἔργον ἡγεμόνος ἀγαθοῦ καὶ φρονίμου. μέχρι μὲν γὰρ ἐκ τῶν κατὰ λόγον ἦν τις ἐλπὶς ἐν τοῖς ὑποκει‐ μένοις, οὐδὲν τῶν παραβόλων ἢ δεινῶν δοκούντων εἶναι παρέλιπεν, ἀλλὰ πάσας τὰς τοῦ νικᾶν ἐν τῷ | |
5 | πολεμεῖν ἐλπίδας, εἰ καί τις ἄλλος ἡγεμόνων, ἐξ‐ | |
Hist.1.62.5 | ήλεγξεν. ἐπειδὴ δὲ περιέστη τὰ πράγματα, καὶ τῶν κατὰ λόγον οὐδὲν ἔτι κατελείπετο πρὸς τὸ σῴζειν τοὺς ὑποταττομένους, πάνυ νουνεχῶς καὶ πραγματι‐ κῶς εἴξας τοῖς παροῦσιν ὑπὲρ σπονδῶν καὶ διαλύσεων | |
Hist.1.62.6 | ἐξαπέστελλε πρεσβευτάς. τοῦ γὰρ αὐτοῦ νομιστέον ἡγεμόνος εἶναι τὸ δύνασθαι βλέπειν τόν τε τοῦ νι‐ | |
Hist.1.62.7 | κᾶν, ὁμοίως δὲ καὶ τὸν τοῦ λείπεσθαι καιρόν. τοῦ δὲ Λυτατίου προθύμως δεξαμένου τὰ παρακαλού‐ μενα διὰ τὸ συνειδέναι τοῖς σφετέροις πράγμασι τε‐ τρυμένοις καὶ κάμνουσιν ἤδη τῷ πολέμῳ, συνέβη | |
5 | τέλος ἐπιθεῖναι τῇ διαφορᾷ τοιούτων τινῶν συνθη‐ | |
Hist.1.62.8 | κῶν διαγραφεισῶν· „ἐπὶ τοῖσδε φιλίαν εἶναι Καρ‐ „χηδονίοις καὶ Ῥωμαίοις, ἐὰν καὶ τῷ δήμῳ τῶν „Ῥωμαίων συνδοκῇ. ἐκχωρεῖν Σικελίας ἁπάσης „Καρχηδονίους καὶ μὴ πολεμεῖν Ἱέρωνι μηδ’ ἐπι‐ | |
5 | „φέρειν ὅπλα Συρακοσίοις μηδὲ τῶν Συρακοσίων | |
Hist.1.62.9 | „συμμάχοις. ἀποδοῦναι Καρχηδονίους Ῥωμαίοις | |
„χωρὶς λύτρων ἅπαντας τοὺς αἰχμαλώτους. ἀργυ‐ „ρίου κατενεγκεῖν Καρχηδονίους Ῥωμαίοις ἐν ἔτεσιν „εἴκοσι δισχίλια καὶ διακόσια τάλαντα Εὐβοϊκά.“ | ||
Hist.1.63.1 | τούτων δ’ ἐπανενεχθέντων εἰς τὴν Ῥώμην, οὐ προσεδέξατο τὰς συνθήκας ὁ δῆμος. ἀλλ’ ἐξαπ‐ έστειλεν ἄνδρας δέκα τοὺς ἐπισκεψομένους ὑπὲρ | |
Hist.1.63.2 | τῶν πραγμάτων. οἳ καὶ παραγενόμενοι τῶν μὲν ὅλων οὐδὲν ἔτι μετέθηκαν, βραχέα δὲ προσεπέτειναν | |
Hist.1.63.3 | τοὺς Καρχηδονίους. τόν τε γὰρ χρόνον τῶν φόρων ἐποίησαν ἥμισυν, χίλια τάλαντα προσθέντες, τῶν τε νήσων ἐκχωρεῖν Καρχηδονίους προσεπέταξαν, ὅσαι μεταξὺ τῆς Ἰταλίας κεῖνται καὶ τῆς Σικελίας. | |
Hist.1.63.4 | Ὁ μὲν οὖν Ῥωμαίοις καὶ Καρχηδονίοις συστὰς περὶ Σικελίας πόλεμος ἐπὶ τοιούτοις καὶ τοιοῦτον ἔσχε τὸ τέλος, ἔτη πολεμηθεὶς εἴκοσι καὶ τέτταρα συνεχῶς, πόλεμος ὧν ἡμεῖς ἴσμεν ἀκοῇ μαθόντες | |
Hist.1.63.5 | πολυχρονιώτατος καὶ συνεχέστατος καὶ μέγιστος. ἐν ᾧ χωρὶς τῶν λοιπῶν ἀγώνων καὶ παρασκευῶν, καθ‐ άπερ εἴπομεν ἀνώτερον, ἅπαξ μὲν οἱ συνάμφω πλείοσιν ἢ πεντακοσίοις, πάλιν δὲ μικρῷ λείπουσιν | |
5 | ἑπτακοσίοις σκάφεσι πεντηρικοῖς ἐναυμάχησαν πρὸς | |
Hist.1.63.6 | ἀλλήλους. ἀπέβαλόν γε μὴν Ῥωμαῖοι μὲν ἐν τῷ πολέμῳ τούτῳ πεντήρεις μετὰ τῶν ἐν ταῖς ναυα‐ γίαις διαφθαρεισῶν εἰς ἑπτακοσίας, Καρχηδόνιοι δ’ | |
Hist.1.63.7 | εἰς πεντακοσίας. ὥστε τοὺς θαυμάζοντας τὰς Ἀν‐ τιγόνου καὶ Πτολεμαίου καὶ Δημητρίου ναυμαχίας καὶ τοὺς στόλους εἰκότως ἂν περὶ τούτων ἱστορή‐ σαντας ἐκπεπλῆχθαι τὴν ὑπερβολὴν τῶν πράξεων. | |
Hist.1.63.8 | εἰ δέ τις βουληθείη συλλογίσασθαι τὴν διαφορὰν τῶν πεντηρικῶν πλοίων πρὸς τὰς τριήρεις, αἷς οἵ τε Πέρσαι πρὸς τοὺς Ἕλληνας καὶ πάλιν Ἀθηναῖοι | |
καὶ Λακεδαιμόνιοι πρὸς ἀλλήλους ἐναυμάχουν, οὐδ’ | ||
5 | ἂν καθόλου δυνηθείη τηλικαύτας δυνάμεις εὑρεῖν | |
Hist.1.63.9 | ἐν θαλάττῃ διηγωνισμένας. ἐξ ὧν δῆλον τὸ προ‐ τεθὲν ἡμῖν ἐξ ἀρχῆς ὡς οὐ τύχῃ Ῥωμαῖοι, καθάπερ ἔνιοι δοκοῦσι τῶν Ἑλλήνων, οὐδ’ αὐτομάτως, ἀλλὰ καὶ λίαν εἰκότως ἐν τοιούτοις καὶ τηλικούτοις πράγ‐ | |
5 | μασιν ἐνασκήσαντες οὐ μόνον ἐπεβάλοντο τῇ τῶν ὅλων ἡγεμονίᾳ καὶ δυναστείᾳ τολμηρῶς, ἀλλὰ καὶ | |
Hist.1.64.1 | καθίκοντο τῆς προθέσεως. καὶ τί δήποτ’ ἔστι τὸ αἴτιον, ἀπορήσαι τις ἄν, ὅτι κεκρατηκότες τῶν ὅλων καὶ πολλαπλασίαν ἔχοντες ὑπεροχὴν νῦν ἢ πρόσθεν οὔτ’ ἂν πληρῶσαι τοσαύτας ναῦς οὔτ’ ἀναπλεῦσαι | |
Hist.1.64.2 | τηλικούτοις στόλοις δυνηθεῖεν; οὐ μὴν ἀλλὰ περὶ μὲν ταύτης τῆς ἀπορίας σαφῶς ἐξέσται τὰς αἰτίας κατανοεῖν, ὅταν ἐπὶ τὴν ἐξήγησιν αὐτῶν τῆς πολι‐ τείας ἔλθωμεν· ὑπὲρ ἧς οὔθ’ ἡμῖν ἐν παρέργῳ ῥη‐ | |
Hist.1.64.3 | τέον οὔτε τοῖς ἀκούουσιν ἀργῶς προσεκτέον. τὸ μὲν γὰρ θέαμα καλόν, σχεδὸν δ’ ὡς ἔπος εἰπεῖν ἄγνωστον ἕως τοῦ νῦν χάριν τῶν περὶ αὐτῆς συγ‐ | |
Hist.1.64.4 | γεγραφότων. οἱ μὲν γὰρ ἠγνοήκασιν, οἱ δ’ ἀσαφῆ | |
Hist.1.64.5 | καὶ τελέως ἀνωφελῆ πεποίηνται τὴν ἐξήγησιν. πλὴν ἔν γε τῷ προειρημένῳ πολέμῳ τὰς μὲν τῶν πολι‐ τευμάτων ἀμφοτέρων προαιρέσεις ἐφαμίλλους εὕροι τις ἂν γεγενημένας οὐ μόνον ταῖς ἐπιβολαῖς ἀλλὰ | |
5 | καὶ ταῖς μεγαλοψυχίαις, μάλιστα δὲ τῇ περὶ τῶν | |
Hist.1.64.6 | πρωτείων φιλοτιμίᾳ, τούς γε μὴν ἄνδρας οὐ μικρῷ πολλῷ δὲ γενναιοτέρους ἐν παντὶ Ῥωμαίους· ἡγεμόνα δὲ καὶ γνώμῃ καὶ τόλμῃ θετέον ἄριστον Ἀμίλκαν τῶν τότε γεγονέναι τὸν Βάρκαν ἐπικαλούμενον, πα‐ | |
5 | τέρα δὲ κατὰ φύσιν Ἀννίβου τοῦ μετὰ ταῦτα πο‐ λεμήσαντος Ῥωμαίοις. | |
Hist.1.65.1 | Μετὰ δὲ τὰς διαλύσεις ταύτας ἴδιόν τι καὶ πα‐ | |
Hist.1.65.2 | ραπλήσιον ἀμφοτέροις συνέβη παθεῖν. ἐξεδέξατο γὰρ πόλεμος ἐμφύλιος Ῥωμαίους μὲν ὁ πρὸς τοὺς Φαλίσκους καλουμένους, ὃν ταχέως καὶ συμφερόντως ἐπετέλεσαν, ἐν ὀλίγαις ἡμέραις ἐγκρατεῖς γενόμενοι | |
Hist.1.65.3 | τῆς πόλεως αὐτῶν, Καρχηδονίους δὲ κατὰ τὸν αὐ‐ τὸν καιρὸν οὐ μικρὸς οὐδ’ εὐκαταφρόνητος ὁ πρὸς τοὺς ξένους καὶ τοὺς Νομάδας καὶ τοὺς ἅμα τού‐ | |
Hist.1.65.4 | τοις ἀποστάντας Λίβυας, ἐν ᾧ πολλοὺς καὶ μεγά‐ λους ὑπομείναντες φόβους τέλος οὐ μόνον ὑπὲρ τῆς χώρας ἐκινδύνευσαν, ἀλλὰ καὶ περὶ σφῶν αὐτῶν | |
Hist.1.65.5 | καὶ τοῦ τῆς πατρίδος ἐδάφους. ἐπὶ δὲ τὸν πόλεμον τοῦτον ἐπιστῆσαι μὲν ἄξιον διὰ πλείους αἰτίας, ἐπὶ κεφαλαίου δὲ καὶ διὰ βραχέων αὐτοῦ ποιήσασθαι | |
Hist.1.65.6 | τὴν ἐξήγησιν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. τόν τε γὰρ παρὰ τοῖς πολλοῖς λεγόμενον ἄσπονδον πόλε‐ μον, τίνα φύσιν ἔχει καὶ διάθεσιν, μάλιστ’ ἄν τις | |
Hist.1.65.7 | ἐκ τῶν τότε γεγονότων ἐπιγνοίη, τούς τε χρωμέ‐ νους μισθοφορικαῖς δυνάμεσι τίνα δεῖ προορᾶσθαι καὶ φυλάττεσθαι μακρόθεν, ἐναργέστατ’ ἂν ἐκ τῆς τότε περιστάσεως συνθεωρήσειεν, πρὸς δὲ τούτοις | |
5 | τί διαφέρει καὶ κατὰ πόσον ἤθη σύμμικτα καὶ βάρ‐ βαρα τῶν ἐν παιδείαις καὶ νόμοις καὶ πολιτικοῖς | |
Hist.1.65.8 | ἔθεσιν ἐκτεθραμμένων· τὸ δὲ μέγιστον, τὰς αἰτίας ἐκ τῶν ἐν ἐκείνοις τοῖς καιροῖς πεπραγμένων κατα‐ νοήσειεν, δι’ ἃς ὁ κατ’ Ἀννίβαν συνέστη Ῥωμαίοις | |
Hist.1.65.9 | καὶ Καρχηδονίοις πόλεμος. ὑπὲρ οὗ διὰ τὸ μὴ μό‐ νον παρὰ τοῖς συγγραφεῦσιν, ἀλλὰ καὶ παρὰ τοῖς πεπολεμηκόσιν ἔτι νῦν ἀμφισβητεῖσθαι τὰς αἰτίας, χρήσιμόν ἐστι τὴν ἀληθινωτάτην παραστῆσαι διά‐ | |
5 | ληψιν τοῖς φιλομαθοῦσιν. | |
Hist.1.66.1 | Ὡς γὰρ θᾶττον ἐπιτελεσθεισῶν τῶν προειρημέ‐ νων διαλύσεων ἀποκατέστησε τὰς περὶ τὸν Ἔρυκα δυνάμεις εἰς τὸ Λιλύβαιον ὁ Βάρκας, εὐθέως αὐ‐ τὸς μὲν ἀπέθετο τὴν ἀρχήν, ὁ δ’ ἐπὶ τῆς πόλεως | |
5 | στρατηγὸς Γέσκων ἐγίνετο περὶ τὸ περαιοῦν τοὺς | |
Hist.1.66.2 | στρατιώτας εἰς τὴν Λιβύην. προϊδόμενος δὲ τὸ μέλλον ἐμφρόνως ἐνεβίβαζε κατὰ μέρη διαιρῶν αὐ‐ | |
Hist.1.66.3 | τοὺς καὶ διαλείμματα ποιῶν τῆς ἐξαποστολῆς, βου‐ λόμενος ἀναστροφὴν διδόναι τοῖς Καρχηδονίοις εἰς τὸ τοὺς καταπλεύσαντας καὶ μισθοδοτηθέντας τὰ προσοφειλόμενα τῶν ὀψωνίων φθάνειν ἀπαλλαττο‐ | |
5 | μένους ἐκ τῆς Καρχηδόνος εἰς τὴν οἰκείαν πρὶν ἢ | |
Hist.1.66.4 | τοὺς ἑξῆς περαιουμένους ἐπικαταλαβεῖν. ὁ μὲν οὖν Γέσκων ἐχόμενος ταύτης τῆς ἐννοίας οὕτως ἐχείριζε | |
Hist.1.66.5 | τὰ κατὰ τὴν ἐξαποστολήν. οἱ δὲ Καρχηδόνιοι τὰ μὲν οὐκ εὐπορούμενοι χρημάτων διὰ τὰς προγεγε‐ νημένας δαπάνας, τὰ δὲ καὶ πεπεισμένοι παραιτή‐ σεσθαι τοὺς μισθοφόρους μέρος τι τῶν προσοφειλο‐ | |
5 | μένων ὀψωνίων, ἐὰν καὶ συναθροίσωσι καὶ δέξων‐ ται πάντας εἰς τὴν Καρχηδόνα, παρακατεῖχον ἐκεῖ τοὺς καταπλέοντας διὰ ταύτην τὴν ἐλπίδα καὶ συν‐ | |
Hist.1.66.6 | εῖχον ἐν τῇ πόλει. γινομένων δὲ πλειόνων ἀδικη‐ μάτων καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν, τὸ μὲν πρῶτον ὑπιδόμενοι τὸν ὄχλον καὶ τὴν συμβαίνουσαν ἀκρα‐ σίαν ἠξίωσαν τοὺς ἡγεμόνας, ἕως ἂν ἑτοιμασθῇ | |
5 | μὲν τὰ κατὰ τὰς σιταρχίας αὐτοῖς, προσδέξωνται δὲ τοὺς ἀπολειπομένους, ἀναχωρῆσαι πάντας εἴς τινα πόλιν τὴν προσαγορευομένην Σίκκαν, λαβόν‐ | |
Hist.1.66.7 | τας εἰς τὰ κατεπείγοντα χρυσοῦν ἕκαστον. προθύ‐ μως δὲ συνυπακουσάντων πρὸς τὴν ἔξοδον καὶ βουλομένων αὐτοῦ καταλιπεῖν τὰς ἀποσκευάς, καθ‐ | |
άπερ καὶ τὸν πρῶτον χρόνον ὑπῆρχον, ὡς θᾶττον | ||
5 | ἐσομένης τῆς ἐπανόδου πρὸς τοὺς ὀψωνιασμούς, | |
Hist.1.66.8 | ἀγωνιῶντες οἱ Καρχηδόνιοι μή ποτε διὰ χρόνου πα‐ ραγεγονότες, καὶ τινὲς μὲν τέκνων ἔνιοι δὲ καὶ γυναικῶν ἱμείροντες, οἱ μὲν οὐκ ἐκπορευθῶσι τὸ παράπαν, οἱ δ’ ἐκπορευθέντες αὖθις ἀνακάμπτωσι | |
5 | πρὸς ταῦτα, καὶ τῷ τοιούτῳ τρόπῳ μηδὲν ἧττον | |
Hist.1.66.9 | ἀδίκημα γίνηται κατὰ τὴν πόλιν, ταῦτα προορώμε‐ νοι μετὰ πολλῆς ἀπεχθείας οὐδαμῶς βουλομένους τοὺς ἀνθρώπους ἠνάγκασαν τὰς ἀποσκευὰς μεθ’ | |
Hist.1.66.10 | αὑτῶν ἀπαγαγεῖν. οἱ δὲ μισθοφόροι συναναχθέν‐ τες εἰς τὴν Σίκκαν καὶ διὰ πολλοῦ χρόνου τετευ‐ χότες ἀνέσεως καὶ σχολῆς, ὅπερ ἀφυέστατον ὑπάρ‐ χει ξενικαῖς δυνάμεσι καὶ σχεδὸν ὡς εἰπεῖν ἀρχη‐ | |
5 | γὸν καὶ μόνον αἴτιον γίνεται στάσεως, διῆγον | |
Hist.1.66.11 | ἀδεῶς. ἅμα δὲ ῥᾳθυμοῦντες, τινὲς μὲν αὐτῶν ἐξε‐ λογίζοντο τὰ προσοφειλόμενα σφίσι τῶν ὀψωνίων ἐπὶ τὸ πλεῖον καὶ συγκεφαλαιούμενοι πολλαπλάσια τῶν καθηκόντων ταῦτ’ ἔφασαν δεῖν ἀπαιτεῖν τοὺς | |
Hist.1.66.12 | Καρχηδονίους· πάντες δ’ ἀναμιμνησκόμενοι τῶν ἐπαγγελιῶν, ὧν οἱ στρατηγοὶ κατὰ τοὺς ἐπισφαλεῖς τῶν καιρῶν παρακαλοῦντες σφᾶς ἐπεποίηντο, μεγά‐ λας εἶχον ἐλπίδας καὶ μεγάλην προσδοκίαν τῆς ἐσο‐ | |
Hist.1.67.1 | μένης περὶ αὐτοὺς ἐπανορθώσεως. διόπερ ἅμα τῷ συλλεχθῆναι πάντας εἰς τὴν Σίκκαν, καὶ παραγενό‐ μενον Ἄννωνα τὸν ὑπάρχοντα στρατηγὸν ἐν τῇ Λιβύῃ τότε τῶν Καρχηδονίων μὴ οἷον τὰς ἐλπίδας | |
5 | καὶ τὰς ἐπαγγελίας ἐκπληροῦν, ἀλλὰ τοὐναντίον λέγοντα τὸ βάρος τῶν φόρων καὶ τὴν καθόλου στενοχωρίαν τῆς πόλεως ἐγχειρεῖν παραιτεῖσθαι μέρος τι τῶν ἐξ ὁμολόγου προσοφειλομένων ὀψω‐ | |
Hist.1.67.2 | νίων, εὐθέως διαφορὰ καὶ στάσις ἐγεννᾶτο καὶ συν‐ δρομαὶ συνεχεῖς ἐγίνοντο, ποτὲ μὲν κατὰ γένη, ποτὲ | |
Hist.1.67.3 | δ’ ὁμοῦ πάντων. ὡς δ’ ἂν μήθ’ ὁμοεθνῶν μήθ’ ὁμογλώττων ὑπαρχόντων, ἦν ἀμιξίας καὶ θορύβου καὶ τῆς λεγομένης τύρβης πλῆρες τὸ στρατόπεδον. | |
Hist.1.67.4 | Καρχηδόνιοι γὰρ ἀεὶ χρώμενοι ποικίλαις καὶ μι‐ σθοφορικαῖς δυνάμεσιν, πρὸς μὲν τὸ μὴ ταχέως συμ‐ φρονήσαντας ἀπειθεῖν μηδὲ δυσκαταπλήκτους εἶναι τοῖς ἡγουμένοις ὀρθῶς στοχάζονται, ποιοῦντες ἐκ | |
Hist.1.67.5 | πολλῶν γενῶν τὴν δύναμιν, πρὸς δὲ τὸ γενομένης ὀργῆς ἢ διαβολῆς ἢ στάσεως διδάξαι καὶ πραῧναι καὶ μεταθεῖναι τοὺς ἠγνοηκότας ὁλοσχερῶς ἀστο‐ | |
Hist.1.67.6 | χοῦσιν. οὐ γὰρ οἷον ἀνθρωπίνῃ χρῆσθαι κακίᾳ συμβαίνει τὰς τοιαύτας δυνάμεις, ὅταν ἅπαξ εἰς ὀργὴν καὶ διαβολὴν ἐμπέσωσι πρός τινας, ἀλλ’ ἀπο‐ θηριοῦσθαι τὸ τελευταῖον καὶ παραστατικὴν λαμ‐ | |
Hist.1.67.7 | βάνειν διάθεσιν. ὃ καὶ τότε συνέβη γενέσθαι περὶ αὐτούς· ἦσαν γὰρ οἱ μὲν Ἴβηρες, οἱ δὲ Κελτοί, τινὲς δὲ Λιγυστῖνοι καὶ Βαλιαρεῖς, οὐκ ὀλίγοι δὲ μιξέλληνες, ὧν οἱ πλείους αὐτόμολοι καὶ δοῦλοι· | |
Hist.1.67.8 | τὸ δὲ μέγιστον μέρος αὐτῶν ἦν Λίβυες. διόπερ οὔτ’ ἐκκλησιάσαι συναθροίσαντα πάντας ὁμοῦ δυ‐ νατὸν ἦν οὔτ’ ἄλλην οὐδεμίαν εὑρέσθαι πρὸς τοῦτο | |
Hist.1.67.9 | μηχανήν. πῶς γὰρ οἷόν τε; τὸν μὲν γὰρ στρατηγὸν εἰδέναι τὰς ἑκάστων διαλέκτους ἀδύνατον· διὰ πλειόνων δ’ ἑρμηνέων ἐκκλησιάζειν, ἅμα τετράκις καὶ πεντάκις περὶ ταὐτοῦ λέγοντα πράγματος, σχε‐ | |
Hist.1.67.10 | δὸν ὡς εἰπεῖν ἔτι τοῦ πρόσθεν ἀδυνατώτερον. λοι‐ πὸν ἦν διὰ τῶν ἡγεμόνων ποιεῖσθαι τὰς ἀξιώσεις καὶ παρακλήσεις· ὅπερ ἐπειρᾶτο τότε συνεχῶς ποιεῖν | |
Hist.1.67.11 | [ὁ] Ἄννων. ἀκμὴν δὲ καὶ τούτους συνέβαινεν ἃ μὲν | |
οὐκ αἰσθάνεσθαι τῶν λεγομένων, ἃ δὲ καὶ συναι‐ νέσαντας ἐνίοτε τῷ στρατηγῷ τἀναντία πρὸς τοὺς πολλοὺς ἀναγγέλλειν, τοὺς μὲν δι’ ἄγνοιαν, τοὺς | ||
5 | δὲ διὰ κακίαν· ἐξ ὧν ἦν ἀσαφείας, ἀπιστίας, ἀμι‐ | |
Hist.1.67.12 | ξίας ἅπαντα πλήρη. πρὸς γὰρ τοῖς ἄλλοις ᾤοντο καὶ τοὺς Καρχηδονίους ἐπίτηδες τοὺς μὲν εἰδότας στρατηγοὺς τὰς γεγενημένας χρείας κατὰ Σικελίαν ἐξ αὐτῶν καὶ πεποιημένους σφίσι τὰς ἐπαγγελίας | |
5 | οὐκ ἐξαποστέλλειν ὡς αὐτούς, τὸν δὲ μηδενὶ τού‐ | |
Hist.1.67.13 | των παρηκολουθηκότα τοῦτον ἐκπεπομφέναι. τέλος δ’ οὖν ἀπαξιώσαντες μὲν τὸν Ἄννωνα, διαπιστή‐ σαντες δὲ τοῖς κατὰ μέρος ἡγεμόσιν, ἐξοργισθέντες δὲ πρὸς τοὺς Καρχηδονίους ὥρμησαν πρὸς τὴν | |
5 | πόλιν· καὶ κατεστρατοπέδευσαν ἀπέχοντες ὡς ἂν ἑκατὸν καὶ εἴκοσι στάδια τῆς Καρχηδόνος ἐπὶ τῷ καλουμένῳ Τύνητι, πλείους ὄντες τῶν δισμυρίων. | |
Hist.1.68.1 | Οἱ δὲ Καρχηδόνιοι τότε πρὸ ὀφθαλμῶν ἐλάμβα‐ | |
Hist.1.68.2 | νον τὴν αὑτῶν ἄγνοιαν, ὅτ’ ἦν οὐδὲν ὄφελος. με‐ γάλα μὲν γὰρ ἥμαρτον, εἰς ἕνα τόπον ἁθροίσαντες τοσοῦτο πλῆθος μισθοφόρων, ἔχοντες οὐδεμίαν ἐλπίδα πολεμικῆς χρείας ἐν ταῖς πολιτικαῖς δυνά‐ | |
Hist.1.68.3 | μεσι· τούτου δὲ μεῖζον ἔτι, προέμενοι τὰ τέκνα καὶ τὰς γυναῖκας καὶ σὺν τούτοις τὰς ἀποσκευάς· οἷς ἐξῆν ὁμήροις χρησαμένους ἀσφαλέστερον μὲν αὐ‐ τοὺς βουλεύσασθαι περὶ τῶν ὑποπιπτόντων, εὐπει‐ | |
5 | θεστέροις δ’ ἐκείνοις χρῆσθαι πρὸς τὸ παρακαλού‐ | |
Hist.1.68.4 | μενον, οὐ μὴν ἀλλὰ καὶ καταπλαγέντες τὴν στρα‐ τοπεδείαν πᾶν ὑπέμενον, σπουδάζοντες ἐξιλάσασθαι | |
Hist.1.68.5 | τὴν ὀργὴν αὐτῶν, καὶ τάς τε τῶν ἐπιτηδείων ἀγο‐ ρὰς ἐκπέμποντες δαψιλεῖς ἐπώλουν, καθὼς ἐκεῖνοι βούλοιντο καὶ τάττοιεν τὰς τιμάς, τῶν τε τῆς γε‐ | |
ρουσίας ἀεί τινας ἐξαπέστελλον πρέσβεις, ὑπισχνού‐ | ||
5 | μενοι ποιήσειν πᾶν ὅ,τι ποτ’ ἂν αὐτοὺς ἀξιώσαιεν | |
Hist.1.68.6 | εἰ κατὰ δύναμιν. ἦν δὲ πολὺ τὸ καθ’ ἑκάστην ἡμέραν παρὰ τοῖς μισθοφόροις ἐπινοούμενον, ἅτε δὴ κατατεθαρρηκότων μὲν καὶ συντεθεωρηκότων | |
Hist.1.68.7 | τὴν κατάπληξιν καὶ πτοίαν τῶν Καρχηδονίων, πε‐ φρονηματισμένων δὲ καὶ πεπεισμένων διὰ τοὺς προγεγονότας αὐτοῖς ἐν Σικελίᾳ πρὸς τὰ Ῥωμαϊκὰ στρατόπεδα κινδύνους μὴ οἷον Καρχηδονίους ἀντο‐ | |
5 | φθαλμῆσαί ποτ’ ἂν πρὸς αὐτοὺς ἐν τοῖς ὅπλοις, ἀλλὰ | |
Hist.1.68.8 | μηδὲ τῶν λοιπῶν ἀνθρώπων μηδένα ῥᾳδίως. διό‐ περ ἅμα τῷ συγχωρῆσαι τὰ περὶ τῶν ὀψωνίων αὐ‐ τοῖς τοὺς Καρχηδονίους εὐθέως ἐπέβαινον καὶ τῶν | |
Hist.1.68.9 | τεθνεώτων ἵππων ἀπῄτουν τὰς ἀξίας. προσδεξα‐ μένων δὲ καὶ τοῦτο, πάλιν τῆς προσοφειλομένης σιτομετρίας ἐκ πλείονος χρόνου τὴν μεγίστην γε‐ γονυῖαν ἐν τῷ πολέμῳ τιμὴν ἔφασκον αὑτοὺς δεῖν | |
Hist.1.68.10 | κομίζεσθαι. καθόλου δ’ (ἀ)εί τι νέον (καὶ) καινὸν προσεξεύρισκον, εἰς ἀδύνατον ἐκβάλλοντες τὴν διά‐ λυσιν διὰ τὸ πολλοὺς καχέκτας καὶ στασιώδεις ἐν | |
Hist.1.68.11 | αὐτοῖς ὑπάρχειν. οὐ μὴν ἀλλὰ πᾶν τὸ δυνατὸν ὑπισχνουμένων τῶν Καρχηδονίων, κατένευσαν ἐπι‐ τρέψειν περὶ τῶν ἀμφισβητουμένων ἑνὶ τῶν ἐν | |
Hist.1.68.12 | Σικελίᾳ γεγονότων στρατηγῶν. πρὸς μὲν οὖν Ἀμίλκαν τὸν Βάρκαν, μεθ’ οὗ συγκεκινδυνεύκεσαν ἐν τῇ Σικελίᾳ, δυσχερῶς εἶχον, δοκοῦντες οὐχ ἥκιστα δι’ ἐκεῖνον ὀλιγωρεῖσθαι τῷ μήτε πρε‐ | |
5 | σβεύειν πρὸς αὐτοὺς τήν τε στρατηγίαν ἑκουσίως | |
Hist.1.68.13 | δοκεῖν ἀποτεθεῖσθαι· πρὸς δὲ Γέσκωνα πάνυ δι‐ έκειντο φιλανθρώπως, ὃς ἐγεγόνει μὲν ἐν Σικελίᾳ στρατηγός, ἐπεποίητο δ’ αὐτῶν πρόνοιαν τὴν ἐνδε‐ | |
χομένην ἔν τε τοῖς ἄλλοις καὶ μάλιστα περὶ τὴν | ||
5 | ἀνακομιδήν. διόπερ ἐπέτρεψαν τούτῳ περὶ τῶν | |
Hist.1.69.1 | ἀμφισβητουμένων. ὃς παραγενόμενος κατὰ θάλατ‐ ταν μετὰ τῶν χρημάτων καὶ προσπλεύσας πρὸς τὸν Τύνητα, τὸ μὲν πρῶτον λαμβάνων τοὺς ἡγε‐ μόνας, μετὰ δὲ ταῦτα συναθροίζων κατὰ γένη τοὺς | |
Hist.1.69.2 | πολλούς, ἃ μὲν ἐπετίμα περὶ τῶν γεγονότων, ἃ δὲ διδάσκειν ἐπειρᾶτο περὶ τῶν παρόντων· τὸ δὲ πλεῖον παρεκάλει πρὸς τὸ μέλλον, ἀξιῶν αὐτοὺς εὔνους | |
Hist.1.69.3 | ὑπάρχειν τοῖς ἐξ ἀρχῆς μισθοδόταις. τέλος δ’ ὥρ‐ μησε πρὸς τὸ διαλύειν τὰ προσοφειλόμενα τῶν ὀψωνίων, κατὰ γένη ποιούμενος τὴν μισθοδοσίαν. | |
Hist.1.69.4 | ἦν δέ τις Καμπανὸς ηὐτομοληκὼς παρὰ τῶν Ῥω‐ μαίων δοῦλος, ἔχων σωματικὴν δύναμιν καὶ τόλμαν ἐν τοῖς πολεμικοῖς παράβολον, ὄνομα Σπένδιος. | |
Hist.1.69.5 | οὗτος εὐλαβούμενος μὴ παραγενόμενος αὐτὸν ὁ δεσπότης κομίσηται, καὶ κατὰ τοὺς Ῥωμαίων νόμους αἰκισθεὶς διαφθαρῇ, πᾶν ἐτόλμα καὶ λέγειν καὶ πράττειν, σπουδάζων διακόψαι τὰς διαλύσεις τὰς | |
Hist.1.69.6 | πρὸς Καρχηδονίους. ἅμα δὲ τούτῳ καὶ Λίβυς τις Μάθως, ὃς ἦν μὲν ἐλεύθερος καὶ τῶν συνεστρατευ‐ μένων, πλεῖστα δὲ κεκινηκὼς κατὰ τὰς προειρημένας ταραχάς. ἀγωνιῶν οὖν μὴ τίσῃ καὶ τὴν ὑπὲρ τῶν | |
5 | λοιπῶν δίκην, ἐπὶ τῆς αὐτῆς ἐγένετο γνώμης τοῖς | |
Hist.1.69.7 | περὶ τὸν Σπένδιον. καὶ λαμβάνων τοὺς Λίβυας ὑπεδείκνυε διότι μετὰ τὸν ὀψωνιασμὸν χωρισθέντων τῶν ἄλλων γενῶν εἰς τὰς πατρίδας ἀπερείσονται καὶ τὴν ὑπὲρ ἐκείνων ὀργὴν εἰς αὐτοὺς οἱ Καρχη‐ | |
5 | δόνιοι καὶ βουλήσονται διὰ τῆς εἰς σφᾶς τιμωρίας | |
Hist.1.69.8 | ἅπαντας καταπλήξασθαι τοὺς ἐν τῇ Λιβύῃ. ταχὺ δὲ προσανασεισθέντες οἱ πολλοὶ τοῖς τοιούτοις λό‐ | |
γοις καὶ λαμβανόμενοι βραχείας ἀφορμῆς ἐκ τοῦ τὸν Γέσκωνα τὰ μὲν ὀψώνια διαλύειν τὰς δὲ τιμὰς | ||
5 | τοῦ τε σίτου καὶ τῶν ἵππων ὑπερτίθεσθαι, συν‐ | |
Hist.1.69.9 | έτρεχον εὐθέως εἰς ἐκκλησίαν. καὶ τοῦ μὲν Σπεν‐ δίου καὶ τοῦ Μάθω διαβαλλόντων καὶ κατηγορούν‐ των τοῦ τε Γέσκωνος καὶ τῶν Καρχηδονίων ἤκουον καὶ προσεῖχον ἐπιμελῶς τὸν νοῦν τοῖς λεγομένοις. | |
Hist.1.69.10 | εἰ δέ τις ἕτερος προπορευθείη συμβουλεύσων, οὐδ’ αὐτὸ τοῦτο περιμείναντες ἕως τοῦ γνῶναι πότερον ἀντερῶν ἢ συνηγορήσων πάρεστι τοῖς περὶ τὸν Σπένδιον, παραχρῆμα βάλλοντες τοῖς λίθοις ἀπ‐ | |
Hist.1.69.11 | έκτεινον. καὶ πολλοὺς δὴ τῷ τοιούτῳ τρόπῳ κατὰ τὰς συνδρομὰς καὶ τῶν ἡγεμόνων καὶ τῶν ἰδιωτῶν | |
Hist.1.69.12 | διέφθειρον. καὶ μόνον τὸ ῥῆμα τοῦτο κοινῇ συν‐ ίεσαν τὸ βάλλε διὰ τὸ συνεχῶς αὐτὸ πράττειν. μά‐ λιστα δὲ τοῦτ’ ἐποίουν, ὁπότε μεθυσθέντες ἀπὸ | |
Hist.1.69.13 | τῶν ἀρίστων συνδράμοιεν. διόπερ ὅτε τις ἄρξαιτο βάλλε λέγειν, οὕτως ἐγίνετο πανταχόθεν ἅμα καὶ ταχέως ὥστε μη(δένα) δύνασθαι διαφυγεῖν τῶν ἅπαξ | |
Hist.1.69.14 | προελθόντων. πλὴν οὐδενὸς ἔτι τολμῶντος συμ‐ βουλεύειν διὰ ταύτην τὴν αἰτίαν, κατέστησαν αὑτῶν | |
Hist.1.70.1 | στρατηγοὺς Μάθω καὶ Σπένδιον. ὁ δὲ Γέσκων ἑώρα μὲν τὴν ὅλην ἀκαταστασίαν καὶ ταραχήν, περὶ πλείστου δὲ ποιούμενος τὸ τῇ πατρίδι συμφέρον καὶ θεωρῶν ὅτι τούτων ἀποθηριωθέντων κινδυ‐ | |
5 | νεύουσι προφανῶς οἱ Καρχηδόνιοι τοῖς ὅλοις πράγ‐ | |
Hist.1.70.2 | μασι, παρεβάλλετο καὶ προσεκαρτέρει, ποτὲ μὲν τοὺς προεστῶτας αὐτῶν εἰς τὰς χεῖρας λαμβάνων, ποτὲ | |
Hist.1.70.3 | δὲ κατὰ γένη συναθροίζων καὶ παρακαλῶν. οὐ μὴν ἀλλὰ τῶν Λιβύων οὐδέπω κεκομισμένων τὰς σιταρχίας, οἰομένων δὲ δεῖν ἀποδεδόσθαι σφίσι | |
καὶ προσιόντων θρασέως, βουλόμενος ὁ Γέσκων | ||
5 | ἐπιπλῆξαι τὴν προπέτειαν αὐτῶν, Μάθω τὸν στρα‐ | |
Hist.1.70.4 | τηγὸν ἀπαιτεῖν ἐκέλευεν. οἱ δ’ ἐπὶ τοσοῦτον διωρ‐ γίσθησαν ὥστ’ οὐδὲ τὸν τυχόντα χρόνον ἀναστρο‐ φὴν δόντες ὥρμησαν τὸ μὲν πρῶτον ἐπὶ τὸ διαρ‐ πάζειν τὰ πρόχειρα τῶν χρημάτων, μετὰ δὲ ταῦτα | |
5 | συλλαμβάνειν τόν τε Γέσκωνα καὶ τοὺς μετ’ αὐτοῦ | |
Hist.1.70.5 | Καρχηδονίους. οἱ δὲ περὶ τὸν Μάθω καὶ τὸν Σπένδιον ὑπολαμβάνοντες τάχιστ’ ἂν οὕτως ἐκκαυ‐ θῆναι τὸν πόλεμον, εἰ παράνομόν τι πράξειαν καὶ παράσπονδον, συνήργουν ταῖς τῶν ὄχλων ἀπονοίαις | |
5 | καὶ τὴν μὲν ἀποσκευὴν τῶν Καρχηδονίων ἅμα τοῖς χρήμασι διήρπαζον, τὸν δὲ Γέσκωνα καὶ τοὺς σὺν αὐτῷ δήσαντες ὑβριστικῶς εἰς φυλακὴν παρεδίδο‐ | |
Hist.1.70.6 | σαν. καὶ τὸ λοιπὸν ἐπολέμουν ἤδη φανερῶς πρὸς τοὺς Καρχηδονίους, συνωμοσίας ἀσεβεῖς καὶ παρὰ τὰ κοινὰ τῶν ἀνθρώπων ἔθη ποιησάμενοι. | |
Hist.1.70.7 | Ὁ μὲν οὖν πρὸς τοὺς ξένους καὶ Λιβυκὸς ἐπι‐ κληθεὶς πόλεμος διὰ ταῦτα καὶ τοιαύτην ἔλαβε τὴν | |
Hist.1.70.8 | ἀρχήν. οἱ δὲ περὶ τὸν Μάθω συντελεσάμενοι τὰ προειρημένα παραυτίκα μὲν ἐξαπέστελλον πρέσβεις ἐπὶ τὰς κατὰ τὴν Λιβύην πόλεις, παρακαλοῦντες ἐπὶ τὴν ἐλευθερίαν καὶ δεόμενοι σφίσι βοηθεῖν καὶ | |
Hist.1.70.9 | συνεπιλαμβάνεσθαι τῶν πραγμάτων. μετὰ δὲ ταῦτα πάντων σχεδὸν τῶν κατὰ τὴν Λιβύην ἑτοίμως συν‐ υπακουσάντων αὐτοῖς πρὸς τὴν ἀπὸ τῶν Καρχη‐ δονίων ἀπόστασιν καὶ τάς τε χορηγίας καὶ τὰς βοη‐ | |
5 | θείας προθύμως ἐξαποστελλόντων, διελόντες σφᾶς πολιορκεῖν ἐνεχείρησαν οἱ μὲν τὴν Ἰτύκην, οἱ δὲ τοὺς Ἱππακρίτας, διὰ τὸ ταύτας τὰς πόλεις μὴ βού‐ | |
Hist.1.71.1 | λεσθαι μετασχεῖν αὐτοῖς τῆς ἀποστάσεως. Καρχη‐ | |
δόνιοι δὲ τοὺς μὲν κατ’ ἰδίαν βίους ἀεὶ διεξαγα‐ γόντες ἀπὸ τῶν ἐκ τῆς χώρας γεννημάτων, τὰς δὲ κοινὰς παρασκευὰς καὶ χορηγίας ἁθροίζοντες ἐκ τῶν | ||
5 | κατὰ τὴν Λιβύην προσόδων, ἔτι δὲ πολεμεῖν εἰθι‐ | |
Hist.1.71.2 | σμένοι ξενικαῖς δυνάμεσι, τότε πάντων ἅμα τούτων οὐ μόνον ἐστερημένοι παραλόγως, ἀλλὰ καὶ καθ’ αὑτῶν ὁρῶντες ἕκαστα τῶν προειρημένων ἐπιστρέ‐ φοντα, τελέως ἐν μεγάλῃ δυσθυμίᾳ καὶ δυσελπιστίᾳ | |
5 | καθέστασαν, ἅτε παρὰ τὴν προσδοκίαν αὐτοῖς τῶν | |
Hist.1.71.3 | πραγμάτων ἀποβεβηκότων. τετρυμένοι γὰρ ἐν τῷ περὶ Σικελίας πολέμῳ συνεχῶς ἤλπιζον ἐπιτελεσθει‐ σῶν τῶν διαλύσεων ἀναπνοῆς τινος τεύξεσθαι καὶ | |
Hist.1.71.4 | καταστάσεως εὐδοκουμένης. συνέβαινε δ’ αὐτοῖς τἀναντία· μείζονος γὰρ ἐνίστατο πολέμου καταρχὴ | |
Hist.1.71.5 | καὶ φοβερωτέρου. πρόσθεν μὲν γὰρ ὑπὲρ Σικελίας ἠμφισβήτουν Ῥωμαίοις, τότε δὲ περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ἔμελλον κινδυνεύσειν, πόλεμον | |
Hist.1.71.6 | ἀναλαμβάνοντες ἐμφύλιον. πρὸς δὲ τούτοις οὐχ ὅπλων πλῆθος, οὐ ναυτικὴ δύναμις, οὐ πλοίων κα‐ τασκευὴ παρ’ αὐτοῖς ἦν, ὡς ἂν τοσαύταις ναυμα‐ χίαις περιπεπτωκότων· καὶ μὴν οὐδὲ χορηγιῶν διά‐ | |
5 | θεσις οὐδὲ φίλων οὐδὲ συμμάχων τῶν βοηθησόντων | |
Hist.1.71.7 | ἔξωθεν ἐλπὶς οὐδ’ ἡτισοῦν ὑπῆρχεν. διὸ καὶ τότε σαφῶς ἔγνωσαν ἡλίκην ἔχει διαφορὰν ξενικὸς καὶ διαπόντιος πόλεμος ἐμφυλίου στάσεως καὶ ταραχῆς. | |
Hist.1.71.8 | οὐχ ἥκιστα δ’ αὐτοὶ σφίσι τῶν τοιούτων καὶ τηλι‐ | |
Hist.1.72.1 | κούτων κακῶν ἐγεγόνεισαν αἴτιοι. κατὰ γὰρ τὸν προγεγονότα πόλεμον εὐλόγους ἀφορμὰς ἔχειν ὑπο‐ λαμβάνοντες πικρῶς ἐπεστάτησαν τῶν κατὰ τὴν | |
Hist.1.72.2 | Λιβύην ἀνθρώπων, παραιρούμενοι μὲν τῶν ἄλλων πάντων τῶν καρπῶν τοὺς ἡμίσεις, διπλασίους δὲ | |
ταῖς πόλεσι τοὺς φόρους ἢ πρὶν ἐπιτάττοντες, συγ‐ γνώμην δὲ τοῖς ἀπόροις ἢ συμπεριφορὰν οὐδ’ ἡν‐ | ||
Hist.1.72.3 | τινοῦν ἐπ’ οὐδενὶ τῶν πραττομένων διδόντες, θαυ‐ μάζοντες δὲ καὶ τιμῶντες τῶν ἀεὶ στρατηγῶν οὐ τοὺς πρᾴως καὶ φιλανθρώπως τῷ πλήθει χρωμένους, ἀλλὰ τοὺς αὐτοῖς μὲν ἑτοιμάζοντας πλείστας χορη‐ | |
5 | γίας καὶ ἐπισκευάς, τοῖς δὲ κατὰ τὴν χώραν πικρό‐ | |
Hist.1.72.4 | τατα χρωμένους, ὧν εἷς ἦν Ἄννων. τοιγαροῦν οἱ μὲν ἄνδρες οὐχ οἷον παρακλήσεως πρὸς τὴν ἀπό‐ | |
Hist.1.72.5 | στασιν, ἀλλ’ ἀγγέλου μόνον ἐδεήθησαν· αἱ δὲ γυ‐ ναῖκες αἱ τὸν πρὸ τοῦ χρόνον ἀπαγομένους περι‐ ορῶσαι τοὺς σφετέρους ἄνδρας καὶ γονεῖς πρὸς τὰς εἰσφοράς, τότε συνομνύουσαι κατὰ πόλεις ἐφ’ ᾧ | |
5 | μηδὲν κρύψειν τῶν ὑπαρχόντων αὐταῖς, ἀφαιρού‐ μεναι τὸν κόσμον εἰσέφερον ἀπροφασίστως εἰς τοὺς | |
Hist.1.72.6 | ὀψωνιασμούς. καὶ τοιαύτην παρεσκεύασαν εὐπορίαν τοῖς περὶ τὸν Μάθω καὶ Σπένδιον ὥστε μὴ μόνον διαλῦσαι τὰ προσοφειλόμενα τῶν ὀψωνίων τοῖς μι‐ σθοφόροις κατὰ τὰς ἐπαγγελίας, ἃς ἐποιήσαντο πρὸς | |
5 | τὴν ἀπόστασιν, ἀλλὰ καὶ πρὸς τὸ συνεχὲς εὐπορῆ‐ | |
Hist.1.72.7 | σαι χορηγίας. οὕτως οὐδέποτε δεῖ πρὸς τὸ παρὸν μόνον, ἔτι δὲ μᾶλλον πρὸς τὸ μέλλον ἀποβλέπειν ἀεὶ τοὺς ὀρθῶς βουλευομένους. | |
Hist.1.73.1 | Οὐ μὴν ἀλλὰ καίπερ ἐν τοιούτοις κακοῖς ὄντες οἱ Καρχηδόνιοι, προστησάμενοι τὸν Ἄννωνα στρατη‐ γὸν διὰ τὸ δοκεῖν τοῦτον καὶ πρότερον αὐτοῖς τὰ κατὰ τὴν Ἑκατοντάπυλον τῆς Λιβύης καταστρέψα‐ | |
5 | σθαι, συνήθροιζον μὲν μισθοφόρους, καθώπλιζον δὲ | |
Hist.1.73.2 | τοὺς ἐν ταῖς ἡλικίαις τῶν πολιτῶν· ἐγύμναζον δὲ καὶ συνέταττον τοὺς πολιτικοὺς ἱππεῖς· παρεσκεύαζον δὲ καὶ τὰ περιλιπῆ τῶν πλοίων, τριήρεις καὶ πεντη‐ | |
Hist.1.73.3 | κοντόρους καὶ τὰ μέγιστα τῶν ἀκατίων. οἱ δὲ περὶ τὸν Μάθω, παραγενομένων αὐτοῖς εἰς ἑπτὰ μυριάδας Λιβύων, ἐπιδιελόντες τούτους, ἀσφαλῶς ἐπολιόρ‐ κουν τοὺς Ἰτυκαίους καὶ τοὺς Ἱππακρίτας, βεβαίως | |
5 | δὲ τὴν ἐν τῷ Τύνητι στρατοπεδείαν κατεῖχον, ἀπο‐ κεκλείκεσαν δὲ τοὺς Καρχηδονίους ἁπάσης τῆς | |
Hist.1.73.4 | ἐκτὸς Λιβύης. ἡ γὰρ Καρχηδὼν αὐτὴ μὲν ἐν κόλπῳ κεῖται, προτείνουσα καὶ χερρονησίζουσα τῇ θέσει, τὸ μὲν τῇ θαλάττῃ τὸ δέ τι καὶ λίμνῃ περιεχομένη | |
Hist.1.73.5 | κατὰ τὸ πλεῖστον· ὁ δὲ συνάπτων ἰσθμὸς αὐτὴν τῇ Λιβύῃ τὸ πλάτος ὡς εἴκοσι καὶ πέντε σταδίων ἐστιν. τούτου δ’ ἐπὶ μὲν τοῦ πρὸς τὸ πέλαγος νεύοντος μέρους οὐ μακρὰν ἡ τῶν Ἰτυκαίων κεῖται πόλις, | |
Hist.1.73.6 | ἐπὶ δὲ θατέρου παρὰ τὴν λίμνην ὁ Τύνης. ἐφ’ ὧν ἑκατέρων τότε στρατοπεδεύσαντες οἱ μισθοφόροι καὶ διακλείσαντες ἀπὸ τῆς χώρας τοὺς Καρχηδο‐ | |
Hist.1.73.7 | νίους λοιπὸν ἐπεβούλευον αὐτῇ τῇ πόλει, καὶ ποτὲ μὲν ἡμέρας, ποτὲ δὲ καὶ νύκτωρ παραγινόμενοι πρὸς τὸ τεῖχος εἰς φόβους καὶ θορύβους ὁλοσχε‐ | |
Hist.1.74.1 | ρεῖς ἐνέβαλλον τοὺς ἔνδον. Ἄννων δὲ περὶ μὲν τὰς παρασκευὰς ἐνδεχομένως ἐγίνετο· καὶ γὰρ ἦν πρὸς | |
Hist.1.74.2 | τοῦτο τὸ μέρος εὐφυής· ἐξορμήσας δὲ μετὰ τῆς δυ‐ νάμεως ἕτερος ἦν· καὶ γὰρ τοῖς καιροῖς ἀστόχως ἐχρῆτο καὶ τοῖς ὅλοις πράγμασιν ἀπείρως καὶ νω‐ | |
Hist.1.74.3 | θρῶς. διὸ καὶ τὸ μὲν πρῶτον εἰς Ἰτύκην παρα‐ βοηθήσας τοῖς πολιορκουμένοις καὶ καταπληξάμενος τοὺς ὑπεναντίους τῷ πλήθει τῶν θηρίων· εἶχεν γὰρ οὐκ ἐλάττους ἑκατὸν ἐλεφάντων· καὶ μετὰ ταῦτα | |
5 | λαβὼν προτερήματος ἀρχὴν ὁλοσχεροῦς οὕτως ἐχρή‐ σατο κακῶς ὥστε κινδυνεῦσαι προσαπολέσαι καὶ | |
Hist.1.74.4 | τοὺς πολιορκουμένους. κομίσας γὰρ ἐκ τῆς πόλεως | |
τοὺς καταπέλτας καὶ τὰ βέλη καὶ συλλήβδην ἁπά‐ σας τὰς πρὸς τὴν πολιορκίαν παρασκευὰς καὶ στρα‐ τοπεδεύσας πρὸ τῆς πόλεως ἐνεχείρησε προσβάλ‐ | ||
Hist.1.74.5 | λειν πρὸς τὸν τῶν ὑπεναντίων χάρακα. τῶν δὲ θηρίων βιασαμένων εἰς τὴν παρεμβολήν, οὐ δυνά‐ μενοι τὸ βάρος οὐδὲ τὴν ἔφοδον οἱ πολέμιοι μεῖναι | |
Hist.1.74.6 | πάντες ἐξέπεσον ἐκ τῆς στρατοπεδείας. καὶ πολλοὶ μὲν αὐτῶν ἀπέθανον τρωθέντες ὑπὸ τῶν θηρίων, τὸ δὲ διασῳζόμενον μέρος πρός τινα λόφον ἐρυ‐ μνὸν καὶ σύμφυτον ἔμενεν, πιστεῦον ταῖς ἐξ αὐτῶν | |
Hist.1.74.7 | τῶν τόπων ἀσφαλείαις. ὁ δ’ Ἄννων εἰθισμένος Νομάσι καὶ Λίβυσι πολεμεῖν, οἵτινες ὅταν ἅπαξ ἐγ‐ κλίνωσι ποιοῦνται τὴν φυγὴν ἐπὶ δύ’ ἡμέρας καὶ τρεῖς ἐκτοπίζοντες αὑτούς, ὑπολαβὼν καὶ τότε πέ‐ | |
5 | ρας ἔχειν τοῦ πολέμου καὶ νενικηκέναι τοῖς ὅλοις, | |
Hist.1.74.8 | τῶν μὲν στρατιωτῶν ὠλιγώρησε καὶ καθόλου τῆς παρεμβολῆς, αὐτὸς δ’ εἰσελθὼν εἰς τὴν πόλιν ἐγί‐ | |
Hist.1.74.9 | νετο περὶ τὴν τοῦ σώματος θεραπείαν. οἱ δὲ συμ‐ πεφευγότες τῶν μισθοφόρων εἰς τὸν λόφον, σύν‐ τροφοι μὲν γεγονότες τῆς Βάρκα τόλμης, συνήθεις δ’ ἐκ τῶν κατὰ Σικελίαν ἀγώνων πολλάκις τῆς αὐ‐ | |
5 | τῆς ἡμέρας ποτὲ μὲν ὑποχωρεῖν, ποτὲ δὲ πάλιν ἐκ | |
Hist.1.74.10 | μεταβολῆς ἐγχειρεῖν τοῖς πολεμίοις, καὶ τότε συν‐ ιδόντες τὸν μὲν στρατηγὸν ἀπηλλαγμένον εἰς τὴν πόλιν, τοὺς δὲ πολλοὺς διὰ τὸ προτέρημα ῥᾳθυ‐ | |
Hist.1.74.11 | μοῦντας καὶ διαρρέοντας ἐκ τῆς στρατοπεδείας, συ‐ στραφέντες ἐπιτίθενται τῷ χάρακι καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἠνάγκασαν φυ‐ | |
Hist.1.74.12 | γεῖν αἰσχρῶς ὑπὸ τὰ τείχη καὶ τὰς πύλας· ἐκυρί‐ ευσαν δὲ τῆς ἀποσκευῆς ἁπάσης καὶ τῆς τῶν πο‐ λιορκουμένων παρασκευῆς, ἣν Ἄννων πρὸς τοῖς ἄλ‐ | |
λοις ἐκκομίσας ἐκ τῆς πόλεως ἐποίησε τοῖς ἐχθροῖς | ||
Hist.1.74.13 | ὑποχείριον. οὐ μόνον δὲ περὶ τοῦτον τὸν καιρὸν οὕτως ἀνεστράφη νωθρῶς, ἀλλὰ καὶ μετ’ ὀλίγας ἡμέρας περὶ τὴν καλουμένην Γόρζαν ἀντιστρατοπε‐ δευσάντων αὐτῷ τῶν πολεμίων, λαβὼν καιροὺς | |
5 | δὶς μὲν ἐκ παρατάξεως εἰς τὸ νικᾶν δὶς δ’ ἐξ ἐπι‐ | |
Hist.1.74.14 | θέσεως, ἅτε καὶ στρατοπεδευόντων σύνεγγυς αὐτῷ τῶν ὑπεναντίων, ἀμφοτέρους δοκεῖ τούτους εἰκῇ καὶ παραλόγως προέσθαι. | |
Hist.1.75.1 | Διόπερ οἱ Καρχηδόνιοι θεωροῦντες αὐτὸν κα‐ κῶς χειρίζοντα τὰς πράξεις, Ἀμίλκαν τὸν ἐπικαλού‐ | |
Hist.1.75.2 | μενον Βάρκαν αὖθις προεστήσαντο, καὶ τοῦτον ἐξ‐ έπεμπον εἰς τὸν ἐνεστῶτα πόλεμον στρατηγόν, δόν‐ τες ἑβδομήκοντα μὲν ἐλέφαντας καὶ τοὺς ἐπισυν‐ ηγμένους τῶν μισθοφόρων καὶ τοὺς ηὐτομοληκότας | |
5 | ἀπὸ τῶν πολεμίων, ἅμα δὲ τούτοις πολιτικοὺς ἱπ‐ πεῖς καὶ πεζούς, ὥστε τοὺς σύμπαντας εἰς μυρίους | |
Hist.1.75.3 | ὑπάρχειν. ὃς κατὰ τὴν πρώτην εὐθέως ἔξοδον κα‐ ταπληξάμενος τῷ παραδόξῳ τῆς ἐπιβολῆς ἥττησε μὲν τὰς ψυχὰς τῶν ὑπεναντίων, ἔλυσε δὲ τὴν τῆς Ἰτύκης πολιορκίαν, ἐφάνη δ’ ἄξιος τῶν προγεγονό‐ | |
5 | των ἔργων καὶ τῆς παρὰ τῷ πλήθει προσδοκίας. | |
Hist.1.75.4 | τὸ δὲ πραχθὲν ἦν ὑπ’ αὐτοῦ περὶ τὴν χρείαν ταύ‐ την τοιοῦτον. τῶν γεωλόφων τῶν ἐπιζευγνύντων τὸν αὐχένα τὸν συνάπτοντα τὴν Καρχηδόνα πρὸς τὴν Λιβύην ὄντων δυσβάτων καὶ χειροποιήτους | |
5 | ἐχόντων διεκβολὰς ἐπὶ τὴν χώραν, συνέβαινε τοὺς περὶ τὸν Μάθω πάντας τοὺς διὰ τῶν προειρημέ‐ νων λόφων εὐκαίρως κειμένους τόπους φυλακαῖς δι‐ | |
Hist.1.75.5 | ειληφέναι, πρὸς δὲ τούτοις τοῦ προσαγορευομένου Μακάρα ποταμοῦ διείργοντος κατά τινας τόπους πα‐ | |
ραπλησίως τὴν ἐπὶ τὴν χώραν τοῖς ἐκ τῆς πόλεως ἔξοδον καὶ διὰ τὸ πλῆθος τοῦ ῥεύματος ἀβάτου | ||
5 | κατὰ τὸ πλεῖστον ὑπάρχοντος, μιᾶς δ’ οὔσης ἐπ’ αὐτῷ γεφύρας, καὶ ταύτην τηρεῖν τὴν δίοδον ἀσφα‐ | |
Hist.1.75.6 | λῶς, πόλιν ἐπ’ αὐτῆς ᾠκοδομηκότας. ἐξ ὧν συν‐ έβαινε τοὺς Καρχηδονίους μὴ οἷον στρατοπέδῳ τῆς χώρας ἐπιβαίνειν, ἀλλὰ μηδὲ τοὺς κατ’ ἰδίαν θέ‐ λοντας διαπεσεῖν ῥᾳδίως ἂν δύνασθαι λαθεῖν τοὺς | |
Hist.1.75.7 | ὑπεναντίους. εἰς ἃ βλέπων Ἀμίλκας καὶ παντὸς πράγματος καὶ καιροῦ πεῖραν λαμβάνων διὰ τὸ δυσ‐ χρηστεῖν περὶ τὴν ἔξοδον διενοήθη τι τοιοῦτον. | |
Hist.1.75.8 | τοῦ προειρημένου ποταμοῦ κατὰ τὴν εἰς θάλατταν ἐκβολὴν συνθεωρήσας κατά τινας ἀνέμων στάσεις ἀποθινούμενον τὸ στόμα καὶ τεναγώδη γινομένην τὴν παρ’ αὐτὸ τὸ στόμα πάροδον, ποιήσας εὐ‐ | |
5 | τρεπῆ τῷ στρατοπέδῳ τὰ πρὸς τὴν ἔξοδον καὶ κρύ‐ πτων ἐν αὑτῷ τὴν ἐπιβολὴν ἐτήρει τὸ προειρημέ‐ | |
Hist.1.75.9 | νον σύμπτωμα. παραπεσόντος δὲ τοῦ καιροῦ, νυ‐ κτὸς ἐξορμήσας ἔλαθε πάντας ἅμα τῷ φωτὶ τὸν | |
Hist.1.75.10 | προειρημένον τόπον διαβιβάσας τὴν δύναμιν. πα‐ ραδόξου δὲ τοῦ πράγματος φανέντος καὶ τοῖς ἐν τῇ πόλει καὶ τοῖς ὑπεναντίοις, ὁ μὲν Ἀμίλκας προῆγεν διὰ τοῦ πεδίου, ποιούμενος τὴν πορείαν ἐπὶ τοὺς | |
Hist.1.76.1 | τὴν γέφυραν φυλάττοντας. οἱ δὲ περὶ τὸν Σπέν‐ διον συνέντες τὸ γεγονὸς ἀπήντων εἰς τὸ πεδίον καὶ παρεβοήθουν ἀλλήλοις, οἱ μὲν ἐκ τῆς περὶ τὴν γέφυραν πόλεως ὄντες οὐκ ἐλάττους μυρίων, οἱ δ’ | |
5 | ἀπὸ τῆς Ἰτύκης ὑπὲρ τοὺς μυρίους καὶ πεντακισχι‐ | |
Hist.1.76.2 | λίους. ἐπεὶ δ’ εἰς σύνοπτον ἧκον ἀλλήλοις, νομί‐ σαντες ἐν μέσῳ τοὺς Καρχηδονίους ἀπειληφέναι, σπουδῇ παρηγγύων ἅμα παρακαλοῦντες σφᾶς αὐτοὺς | |
Hist.1.76.3 | καὶ συνῆπτον τοῖς πολεμίοις. ὁ δ’ Ἀμίλκας ἦγε μὲν τὴν πορείαν πρώτους ἔχων τοὺς ἐλέφαντας, ἐπὶ δὲ τούτοις τοὺς ἱππεῖς καὶ τοὺς εὐζώνους, τελευ‐ | |
Hist.1.76.4 | ταῖα δὲ τὰ βαρέα τῶν ὅπλων. κατιδὼν δὲ προχει‐ ρότερον ἐπιφερομένους τοὺς ὑπεναντίους, ἀναστρέ‐ | |
Hist.1.76.5 | φειν παρήγγειλε πᾶσι τοῖς ἑαυτοῦ. καὶ τοὺς μὲν ἀπὸ τῆς πρωτοπορείας ἀναστρέψαντας σπουδῇ ποι‐ εῖσθαι τὴν ἀποχώρησιν ἐκέλευσε· τοὺς δ’ ἐπὶ τῆς οὐραγίας ἐξ ἀρχῆς ὑπάρχοντας ἐξ ἐπιστροφῆς περι‐ | |
5 | σπῶν ἐξέταττε πρὸς τὴν τῶν πολεμίων ἐπιφάνειαν. | |
Hist.1.76.6 | οἱ δὲ Λίβυες καὶ μισθοφόροι νομίσαντες αὐτοὺς καταπεπληγμένους φυγεῖν, λύσαντες τὴν τάξιν ἐπ‐ έκειντο καὶ συνῆπτον εἰς τὰς χεῖρας ἐρρωμένως. | |
Hist.1.76.7 | ἅμα δὲ τῷ τοὺς ἱππεῖς συνεγγίσαντας τοῖς παρατε‐ ταγμένοις ἐκ μεταβολῆς ὑποστῆναι, τὴν δὲ λοιπὴν δύναμιν ἐπάγειν, ἐκπλαγεῖς γινόμενοι διὰ τὸ παρά‐ δοξον οἱ Λίβυες ἐγκλίναντες εὐθέως ἔφευγον, ὡς | |
Hist.1.76.8 | ἂν εἰκῇ καὶ σποράδην ἐπικείμενοι. λοιπὸν οἱ μὲν τοῖς κατόπιν ἐπιφερομένοις περιπίπτοντες ἐσφάλ‐ λοντο καὶ διέφθειρον αὑτούς τε καὶ τοὺς οἰκείους· οἱ δὲ πλείους συνεπατήθησαν, ἐκ χειρὸς τῶν ἱπ‐ | |
Hist.1.76.9 | πέων ἐπικειμένων αὐτοῖς καὶ τῶν θηρίων. ἀπώ‐ λοντο μὲν οὖν εἰς ἑξακισχιλίους τῶν Λιβύων καὶ τῶν ξένων, ἑάλωσαν δὲ περὶ δισχιλίους· οἱ δὲ λοι‐ ποὶ διέφυγον, οἱ μὲν εἰς τὴν πρὸς τῇ γεφύρᾳ πό‐ | |
Hist.1.76.10 | λιν, οἱ δ’ ἐπὶ τὴν πρὸς Ἰτύκῃ παρεμβολήν. Ἀμίλκας δὲ ποιήσας τὸ προτέρημα τὸν προειρημένον τρόπον, εἵπετο κατὰ πόδας τοῖς πολεμίοις καὶ τὴν μὲν ἐπὶ τῆς γεφύρας πόλιν ἐξ ἐφόδου κατέσχεν, προεμένων | |
5 | καὶ φευγόντων εἰς τὸν Τύνητα τῶν ἐν αὐτῇ πολε‐ μίων, τὴν δὲ λοιπὴν χώραν ἐπιπορευόμενος τὰς μὲν | |
Hist.1.76.11 | προσήγετο, πλείστας δὲ κατὰ κράτος ἐξῄρει. τοῖς δὲ Καρχηδονίοις βραχύ τι θάρσους ἐνειργάσατο καὶ τόλμης, ἐπὶ ποσὸν αὐτοὺς ἀπαλλάξας τῆς προγεγενη‐ μένης δυσελπιστίας. | |
Hist.1.77.1 | Ὁ δὲ Μάθως αὐτὸς μὲν ἐπὶ τῆς τῶν Ἱππακρι‐ τῶν πολιορκίας ἐπέμενεν, τοῖς δὲ περὶ τὸν Αὐτάρι‐ τον τὸν τῶν Γαλατῶν ἡγεμόνα καὶ Σπένδιον ἔχε‐ | |
Hist.1.77.2 | σθαι τῶν ὑπεναντίων συνεβούλευε, τὰ μὲν πεδία φεύγοντας διὰ τὸ πλῆθος τῶν παρὰ τοῖς ὑπεναν‐ τίοις ἱππέων καὶ θηρίων, ταῖς δ’ ὑπωρείαις ἀντι‐ παράγοντας καὶ συνεπιτιθεμένους κατὰ τὰς ὑποπι‐ | |
Hist.1.77.3 | πτούσας ἀεὶ δυσχερείας. ἅμα δὲ ταῖς ἐπινοίαις ταύταις καὶ πρὸς τοὺς Νομάδας καὶ τοὺς Λίβυας ἐξέπεμπε, δεόμενος βοηθεῖν σφίσι καὶ μὴ κατα‐ | |
Hist.1.77.4 | προΐεσθαι τοὺς ὑπὲρ τῆς ἐλευθερίας καιρούς. ὁ δὲ Σπένδιος προσλαβὼν ἐκ τοῦ Τύνητος ἀφ’ ἑκάστου τῶν γενῶν τοὺς πάντας εἰς ἑξακισχιλίους προῆγε, ταῖς ὑπωρείαις ἀντιπαράγων τοῖς Καρχηδονίοις, | |
5 | ἔχων ἅμα τοῖς προειρημένοις καὶ τοὺς μετ’ Αὐτα‐ | |
Hist.1.77.5 | ρίτου Γαλάτας, ὄντας εἰς δισχιλίους. τὸ γὰρ λοιπὸν μέρος αὐτῶν τοῦ κατ’ ἀρχὰς συστήματος ηὐτομο‐ λήκει πρὸς τοὺς Ῥωμαίους ἐν ταῖς περὶ τὸν Ἔρυκα | |
Hist.1.77.6 | στρατοπεδείαις. τοῦ δ’ Ἀμίλκου παρεμβεβληκότος ἔν τινι πεδίῳ πανταχόθεν ὄρεσι περιεχομένῳ, συν‐ έβη τὰς παρὰ τῶν Νομάδων καὶ Λιβύων βοηθείας εἰς τὸν καιρὸν τοῦτον συνάψαι τοῖς περὶ τὸν Σπέν‐ | |
Hist.1.77.7 | διον. γενομένης δὲ τοῖς Καρχηδονίοις τῆς μὲν τῶν Λιβύων ἐπιστρατοπεδείας αἰφνιδίου καὶ κατὰ πρόσ‐ ωπον, τῆς δὲ τῶν Νομάδων ἀπ’ οὐρᾶς, τῆς δὲ περὶ τὸν Σπένδιον ἐκ πλαγίου, μεγάλην αὐτοῖς ἀπορίαν | |
Hist.1.78.1 | συνέβη περιστῆναι καὶ δυσέκφευκτον. κατὰ δὲ τὸν | |
καιρὸν τοῦτον Ναραύας, ὃς ἦν μὲν Νομὰς τῶν ἐν‐ δοξοτάτων εἷς, (ἦν) δὲ καὶ πλήρης ὁρμῆς πολεμικῆς, οὗτος ἀεὶ μὲν οἰκείως διέκειτο πρὸς τοὺς Καρχη‐ | ||
5 | δονίους πατρικὴν ἔχων σύστασιν, τότε δὲ μᾶλλον παρωρμήθη διὰ τὴν Ἀμίλκου τοῦ στρατηγοῦ κατ‐ | |
Hist.1.78.2 | αξίωσιν. διὸ καὶ νομίσας ἔχειν εὐφυῆ καιρὸν πρὸς ἔντευξιν αὐτῷ καὶ σύστασιν, ἧκεν εἰς τὴν στρατο‐ | |
Hist.1.78.3 | πεδείαν ἔχων περὶ αὑτὸν Νομάδας εἰς ἑκατόν. καὶ συνεγγίσας τῷ χάρακι τολμηρῶς ἔμενε, κατασείων | |
Hist.1.78.4 | τῇ χειρί. τοῦ δ’ Ἀμίλκου θαυμάσαντος τὴν ἐπι‐ βολὴν καὶ προπέμψαντός τινα τῶν ἱππέων, εἰς λόγους ἔφη βούλεσθαι συνελθεῖν τῷ στρατηγῷ. | |
Hist.1.78.5 | διαποροῦντος δ’ ἀκμὴν καὶ διαπιστοῦντος τοῦ τῶν Καρχηδονίων ἡγεμόνος, παραδοὺς ὁ Ναραύας τὸν ἵππον καὶ τὰς λόγχας τοῖς μεθ’ αὑτοῦ παρῆν ἄν‐ | |
Hist.1.78.6 | οπλος εὐθαρσῶς εἰς τὴν παρεμβολήν. οἱ δὲ τὰ μὲν ἐθαύμαζον, τὰ δὲ κατεπλήττοντο τὴν τόλμαν· ὅμως | |
Hist.1.78.7 | δὲ προσεδέξαντο καὶ συνῆλθον εἰς τὰς χεῖρας. ὁ δὲ παραγενόμενος εἰς λόγους ἔφη πᾶσι μὲν Καρ‐ χηδονίοις εὐνοεῖν, μάλιστα δ’ ἐπιθυμεῖν Βάρκᾳ γε‐ νέσθαι φίλος· διὸ καὶ νῦν παρεῖναι συσταθησόμε‐ | |
5 | νος αὐτῷ καὶ κοινωνήσων ἀδόλως παντὸς ἔργου | |
Hist.1.78.8 | καὶ πάσης ἐπιβολῆς. Ἀμίλκας δὲ ταῦτ’ ἀκούσας οὕτως ἥσθη μεγάλως ἐπί τε τῷ κατὰ τὴν παρου‐ σίαν θάρσει καὶ τῇ κατὰ τὴν ἔντευξιν ἁπλότητι τοῦ νεανίσκου, ὡς οὐ μόνον εὐδόκησε κοινωνὸν αὐτὸν | |
5 | προσλαβέσθαι τῶν πράξεων, ἀλλὰ καὶ τὴν θυγα‐ τέρα δώσειν ἐπηγγείλατο μεθ’ ὅρκου, διαφυλάξαν‐ | |
Hist.1.78.9 | τος αὐτοῦ τὴν πρὸς Καρχηδονίους πίστιν. γενομέ‐ νων δὲ τῶν ὁμολογιῶν, ὁ μὲν Ναραύας ἧκε τοὺς ὑφ’ αὑτὸν τεταγμένους ἔχων Νομάδας, ὄντας εἰς | |
Hist.1.78.10 | δισχιλίους, ὁ δ’ Ἀμίλκας προσγενομένης αὐτῷ τῆς χειρὸς ταύτης παρετάξατο τοῖς πολεμίοις. οἱ δὲ περὶ τὸν Σπένδιον συνάψαντες ἐπὶ ταὐτὸ τοῖς Λί‐ βυσι καὶ καταβάντες εἰς τὸ πεδίον συνέβαλλον τοῖς | |
Hist.1.78.11 | Καρχηδονίοις. γενομένης δὲ μάχης ἰσχυρᾶς ἐνίκων οἱ περὶ τὸν Ἀμίλκαν, καλῶς μὲν τῶν θηρίων ἀγω‐ νισαμένων, ἐπιφανεστάτην δὲ τοῦ Ναραύα παρα‐ | |
Hist.1.78.12 | σχομένου χρείαν. ὁ μὲν οὖν Αὐτάριτος καὶ Σπέν‐ διος διέφυγον, τῶν δὲ λοιπῶν ἔπεσον μὲν εἰς μυ‐ | |
Hist.1.78.13 | ρίους, ἑάλωσαν δ’ εἰς τετρακισχιλίους. ἐπιτελε‐ σθέντος δὲ τοῦ κατορθώματος, Ἀμίλκας τοῖς μὲν βουλομένοις τῶν αἰχμαλώτων μεθ’ ἑαυτοῦ συστρα‐ τεύειν ἐξουσίαν ἔδωκε καὶ καθώπλιζε τοῖς ἀπὸ τῶν | |
Hist.1.78.14 | πολεμίων σκύλοις, τοὺς δὲ μὴ βουλομένους ἁθροί‐ σας παρεκάλει φάσκων, ἕως μὲν τοῦ νῦν συγγνώ‐ μην αὐτοῖς ἔχειν τῶν ἡμαρτημένων· διὸ καὶ συγ‐ χωρεῖν τρέπεσθαι κατὰ τὰς ἰδίας ὁρμὰς οὗ ποτ’ | |
Hist.1.78.15 | ἂν ἕκαστος αὐτῶν προαιρῆται. μετὰ δὲ ταῦτα δι‐ ηπειλήσατο μηθένα φέρειν ὅπλον πολέμιον κατ’ αὐτῶν, ὡς, ἐὰν ἁλῷ τις, ἀπαραιτήτου τευξόμενον τιμωρίας. | |
Hist.1.79.1 | Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς οἱ τὴν Σαρδόνα [τὴν νῆσον] παραφυλάττοντες τῶν μισθοφόρων, ζηλώ‐ σαντες τοὺς περὶ τὸν Μάθω καὶ Σπένδιον, ἐπιτί‐ | |
Hist.1.79.2 | θενται τοῖς ἐν τῇ νήσῳ Καρχηδονίοις. καὶ τὸν μὲν τότε παρ’ αὐτοῖς ὄντα βοήθαρχον Βώσταρον συγκλείσαντες εἰς τὴν ἀκρόπολιν μετὰ τῶν ἑαυτοῦ | |
Hist.1.79.3 | πολιτῶν ἀπέκτειναν. αὖθις δὲ τῶν Καρχηδονίων στρατηγὸν ἐξαποστειλάντων μετὰ δυνάμεως Ἄννωνα, κἄπειτα καὶ τούτων τῶν δυνάμεων ἐγκαταλιπουσῶν | |
Hist.1.79.4 | τὸν Ἄννωνα καὶ μεταθεμένων πρὸς σφᾶς, γενό‐ | |
μενοι ζωγρίᾳ κύριοι τοῦ προειρημένου, παραυτίκα τοῦτον μὲν ἀνεσταύρωσαν, μετὰ δὲ ταῦτα παρηλ‐ λαγμένας ἐπινοοῦντες τιμωρίας πάντας τοὺς ἐν τῇ | ||
Hist.1.79.5 | νήσῳ Καρχηδονίους στρεβλοῦντες ἀπέκτειναν· καὶ τὸ λοιπὸν ἤδη ποιησάμενοι τὰς πόλεις ὑφ’ ἑαυτοὺς εἶχον ἐγκρατῶς τὴν νῆσον, ἕως οὗ στασιάσαντες πρὸς τοὺς Σαρδονίους ἐξέπεσον ὑπ’ ἐκείνων εἰς | |
5 | τὴν Ἰταλίαν. | |
Hist.1.79.6 | Ἡ μὲν οὖν Σαρδὼ τοῦτον τὸν τρόπον ἀπηλ‐ λοτριώθη Καρχηδονίων, νῆσος καὶ τῷ μεγέθει καὶ τῇ πολυανθρωπίᾳ καὶ τοῖς γεννήμασι διαφέρουσα. | |
Hist.1.79.7 | τῷ δὲ πολλοὺς καὶ πολὺν ὑπὲρ αὐτῆς πεποιῆσθαι λόγον οὐκ ἀναγκαῖον ἡγούμεθ’ εἶναι ταυτολογεῖν | |
Hist.1.79.8 | ὑπὲρ τῶν ὁμολογουμένων. Μάθως δὲ καὶ Σπέν‐ διος, ἅμα δὲ τούτοις Αὐτάριτος ὁ Γαλάτης ὑπιδό‐ μενοι τὴν Ἀμίλκου φιλανθρωπίαν εἰς τοὺς αἰχμα‐ λώτους καὶ φοβηθέντες μὴ τῷ τοιούτῳ τρόπῳ | |
5 | ψυχαγωγηθέντες ὁρμήσωσι πρὸς τὴν ὑποδεικνυμέ‐ νην ἀσφάλειαν οἵ τε Λίβυες καὶ τὸ τῶν μισθοφό‐ ρων πλῆθος, ἐβουλεύοντο πῶς ἂν καινοτομήσαντές τι τῶν πρὸς ἀσέβειαν εἰς τέλος ἀποθηριώσειαν τὰ | |
Hist.1.79.9 | πλήθη πρὸς τοὺς Καρχηδονίους. ἔδοξεν οὖν αὐτοῖς συναθροῖσαι τοὺς πολλούς. γενομένου δὲ τούτου γραμματοφόρον εἰσήγαγον, ὡς ἀπεσταλμένον ὑπὸ | |
Hist.1.79.10 | τῶν ἐκ τῆς Σαρδόνος αἱρετιστῶν. ἡ δ’ ἐπιστολὴ διεσάφει τόν τε Γέσκωνα καὶ τοὺς μετ’ αὐτοῦ πάν‐ τας, οὓς παρεσπόνδησαν ἐν τῷ Τύνητι, καθάπερ ἐπάνω προεῖπον, φυλάττειν ἐπιμελῶς, ὡς πραττόν‐ | |
5 | των τινῶν ἐκ τοῦ στρατοπέδου τοῖς Καρχηδονίοις | |
Hist.1.79.11 | ὑπὲρ τῆς τούτων σωτηρίας. λαβόμενος δὲ τῆς ἀφορ‐ μῆς ταύτης ὁ Σπένδιος πρῶτον μὲν παρεκάλει μὴ | |
πιστεύειν τὴν ὑπὸ τοῦ στρατηγοῦ τοῦ τῶν Καρχη‐ δονίων γεγενημένην φιλανθρωπίαν πρὸς τοὺς αἰχ‐ | ||
Hist.1.79.12 | μαλώτους· οὐ γὰρ σῶσαι προαιρούμενον αὐτὸν ταῦτα βεβουλεῦσθαι περὶ τῶν ἁλόντων, ἀλλὰ διὰ τῆς ἐκείνων ἀφέσεως ἡμῶν ἐγκρατῆ γενέσθαι σπου‐ δάζοντα, πρὸς τὸ μὴ τινὰς ἀλλὰ πάντας ἡμᾶς ἅμα | |
Hist.1.79.13 | τιμωρήσασθαι πιστεύσαντας αὐτῷ. πρὸς δὲ τούτοις φυλάττεσθαι παρῄνει μὴ προέμενοι τοὺς περὶ τὸν Γέσκωνα καταφρονηθῶσι μὲν ὑπὸ τῶν ἐχθρῶν, με‐ γάλα δὲ βλάψωσι τὰς ἰδίας πράξεις, ἄνδρα τοιοῦ‐ | |
5 | τον καὶ στρατηγὸν ἀγαθὸν ἐάσαντες διαφυγεῖν, ὃν | |
Hist.1.79.14 | εἰκὸς ἐχθρὸν αὐτοῖς ἔσεσθαι φοβερώτατον. ἔτι δὲ ταῦτα λέγοντος αὐτοῦ παρῆν ἄλλος γραμματοφόρος, ὡς ἀπὸ τῶν ἐκ τοῦ Τύνητος ἀπεσταλμένος, παρα‐ | |
Hist.1.80.1 | πλήσια τοῖς ἐκ τῆς Σαρδόνος διασαφῶν. ἐφ’ ὃν Αὐτάριτος ὁ Γαλάτης ἐπιβαλὼν μίαν ἔφη σωτηρίαν εἶναι τοῖς ἑαυτῶν πράγμασι τὸ πάσας ἀπογνῶναι | |
Hist.1.80.2 | τὰς ἐν Καρχηδονίοις ἐλπίδας· ἕως δ’ ἂν ἀντέχηταί τις τῆς ἐκείνων φιλανθρωπίας, οὐ δυνατὸν αὐτοῖς | |
Hist.1.80.3 | ἀληθινὸν γενέσθαι τὸν τοιοῦτον σύμμαχον. διόπερ ἠξίου τούτοις πιστεύειν, τούτοις ἀκούειν, τοῖς τοι‐ ούτοις προσέχειν τὸν νοῦν, οἵτινες (ἂν) ἀεί τι τῶν ἀπεχθεστάτων καὶ πικροτάτων εἰσαγγέλλωσι κατὰ | |
5 | Καρχηδονίων· τοὺς δ’ ἐναντία τούτοις λέγοντας | |
Hist.1.80.4 | προδότας καὶ πολεμίους ἡγεῖσθαι παρῄνει. ταῦτα δ’ εἰπὼν συνεβούλευε τόν τε Γέσκωνα καὶ τοὺς μετ’ αὐτοῦ συλληφθέντας καὶ τοὺς ὕστερον γενο‐ μένους αἰχμαλώτους τῶν Καρχηδονίων αἰκισαμέ‐ | |
Hist.1.80.5 | νους ἀποκτεῖναι. πρακτικώτατος δ’ ἦν οὗτος ἐν ταῖς συμβουλίαις διὰ τὸ πολλοὺς τὴν φωνὴν αὐτοῦ | |
Hist.1.80.6 | συνιέναι. πάλαι γὰρ στρατευόμενος ᾔδει διαλέγε‐ | |
σθαι Φοινικιστί· ταύτῃ δέ πως οἱ πλεῖστοι συν‐ εσαίνοντο τῇ διαλέκτῳ διὰ τὸ μῆκος τῆς προγεγενη‐ | ||
Hist.1.80.7 | μένης στρατείας. διόπερ ἐπαινέσαντος αὐτὸν ὁμο‐ θυμαδὸν τοῦ πλήθους, οὗτος μὲν εὐδοκιμῶν ἀν‐ | |
Hist.1.80.8 | εχώρησεν. πολλῶν δὲ προπορευομένων ἀφ’ ἑκάστου γένους ἅμα καὶ βουλομένων αὐτὴν παραιτεῖσθαι τὴν αἰκίαν διὰ τὰς γεγενημένας ἐκ τοῦ Γέσκωνος εἰς αὐτοὺς εὐεργεσίας, οὔτε μὴν τῶν λεγομένων | |
5 | οὐθὲν ἦν συνετόν, ὡς ἂν ἅμα πολλῶν, ἑκάστου | |
Hist.1.80.9 | δὲ κατὰ τὴν ἰδίαν διάλεκτον συμβουλεύοντος· ἐπεὶ δὲ καὶ παρεγυμνώθη διότι τὴν τιμωρίαν παραι‐ τοῦνται, καί τις ἐκ τῶν καθημένων εἶπεν βάλλε, | |
Hist.1.80.10 | πάντας ἅμα κατέλευσαν τοὺς προπορευθέντας. καὶ τούτους μὲν ὥσπερ ὑπὸ θηρίων διεφθαρμένους | |
Hist.1.80.11 | ἐξέφερον οἱ προσήκοντες. τοὺς δὲ περὶ τὸν Γέ‐ σκωνα λαβόντες, ὄντας εἰς ἑπτακοσίους, ἦγον ἐκ τοῦ χάρακος οἱ περὶ τὸν Σπένδιον· καὶ προαγα‐ γόντες βραχὺ πρὸ τῆς στρατοπεδείας πρῶτον μὲν | |
Hist.1.80.12 | ἀπέκοπτον τὰς χεῖρας, ποιούμενοι τὴν ἀρχὴν ἀπὸ τοῦ Γέσκωνος, (ὃν) βραχεῖ χρόνῳ πρότερον ἐκ πάν‐ των Καρχηδονίων προκρίναντες ἀνέδειξαν μὲν εὐεργέτην αὑτῶν, ἐπέτρεψαν δὲ περὶ τῶν ἀμφισβη‐ | |
Hist.1.80.13 | τουμένων. ἐπειδὴ δὲ τὰς χεῖρας ἀπέκοψαν, ἠκρω‐ τηρίαζον τοὺς ταλαιπώρους· κολοβώσαντες δὲ καὶ τὰ σκέλη συντρίψαντες ἔτι ζῶντας ἔρριψαν εἴς τινα τάφρον. | |
Hist.1.81.1 | Οἱ δὲ Καρχηδόνιοι τοῦ δυστυχήματος αὐτοῖς ἀναγγελθέντος ποιεῖν μὲν οὐδὲν εἶχον, ἐσχετλία‐ ζον δὲ καὶ περιπαθεῖς γινόμενοι τῇ συμφορᾷ πρὸς μὲν Ἀμίλκαν καὶ τὸν ἕτερον τῶν στρατηγῶν Ἄν‐ | |
5 | νωνα πρεσβευτὰς ἐξέπεμπον, δεόμενοι βοηθεῖν καὶ | |
Hist.1.81.2 | τιμωρεῖν τοῖς ἠτυχηκόσι. πρὸς δὲ τοὺς ἠσεβηκότας κήρυκας ἐξαπέστελλον περὶ τῆς τῶν νεκρῶν ἀναι‐ | |
Hist.1.81.3 | ρέσεως. οἱ δ’ οὔτ’ ἔδοσαν, προεῖπόν τε τοῖς παρ‐ οῦσιν μήτε κήρυκα πέμπειν πρὸς σφᾶς μήτε πρε‐ σβευτήν, ὡς τῆς αὐτῆς κολάσεως ὑπομενούσης τοὺς | |
Hist.1.81.4 | παραγενομένους ἧς νῦν Γέσκων τέτευχε. πρὸς δὲ τὸ λοιπὸν ἐδογματοποίησαν καὶ παρῄνεσαν αὑτοῖς, ὃν μὲν ἂν λάβωσιν Καρχηδονίων, τιμωρησαμένους ἀποκτείνειν· ὃν δ’ ἂν τῶν συμμαχούντων αὐτοῖς, | |
5 | ἀποκόψαντας τὰς χεῖρας αὖθις εἰς Καρχηδόν’ ἀπο‐ πέμπειν. ὃ δὴ καὶ διετέλεσαν ἐπιμελῶς ποιοῦντες. | |
Hist.1.81.5 | διόπερ εἰς ταῦτα βλέπων οὐκ ἄν τις εἰπεῖν ὀκνή‐ σειεν ὡς οὐ μόνον τὰ σώματα τῶν ἀνθρώπων καί τινα τῶν ἐν αὐτοῖς γεννωμένων ἑλκῶν καὶ φυμά‐ των ἀποθηριοῦσθαι συμβαίνει καὶ τελέως ἀβοήθητα | |
Hist.1.81.6 | γίνεσθαι, πολὺ δὲ μάλιστα τὰς ψυχάς. ἐπί τε γὰρ τῶν ἑλκῶν, ἐὰν μὲν θεραπείαν τοῖς τοιούτοις προσ‐ άγῃ τις, ὑπ’ αὐτῆς ἐνίοτε ταύτης ἐρεθιζόμενα θᾶτ‐ τον ποιεῖται τὴν νομήν· ἐὰν δὲ πάλιν ἀφῇ, κατὰ | |
5 | τὴν ἐξ αὑτῶν φύσιν φθείροντα τὸ συνεχὲς οὐκ ἴσχει | |
Hist.1.81.7 | παῦλαν, ἕως ἂν ἀφανίσῃ τὸ ὑποκείμενον· ταῖς τε ψυχαῖς παραπλησίως τοιαῦται πολλάκις ἐπιφύονται μελανίαι καὶ σηπεδόνες ὥστε μηδὲν ἀσεβέστερον ἀνθρώπου μηδ’ ὠμότερον ἀποτελεῖσθαι τῶν ζῴων. | |
Hist.1.81.8 | οἷς ἐὰν μὲν συγγνώμην τινὰ προσάγῃς καὶ φιλαν‐ θρωπίαν, ἐπιβουλὴν καὶ παραλογισμὸν ἡγούμενοι τὸ συμβαῖνον ἀπιστότεροι καὶ δυσμενέστεροι γίνον‐ | |
Hist.1.81.9 | ται πρὸς τοὺς φιλανθρωποῦντας· ἐὰν δ’ ἀντιτι‐ μωρῇ, διαμιλλώμενοι τοῖς θυμοῖς οὐκ ἔστι τι τῶν ἀπειρημένων ἢ δεινῶν ὁποῖον οὐκ ἀναδέχονται, σὺν καλῷ τιθέμενοι τὴν τοιαύτην τόλμαν· τέλος δ’ ἀπο‐ | |
5 | θηριωθέντες ἐξέστησαν τῆς ἀνθρωπίνης φύσεως. | |
Hist.1.81.10 | τῆς δὲ διαθέσεως ἀρχηγὸν μὲν καὶ μεγίστην μερίδα νομιστέον ἔθη μοχθηρὰ καὶ τροφὴν ἐκ παίδων κα‐ κήν, συνεργὰ δὲ καὶ πλείω, μέγιστα δὲ τῶν συν‐ εργῶν τὰς ἀεὶ τῶν προεστώτων ὕβρεις καὶ πλεο‐ | |
Hist.1.81.11 | νεξίας. ἃ δὴ τότε συνέβαινε καὶ περὶ μὲν τὸ σύ‐ στημα τῶν μισθοφόρων, ἔτι δὲ μᾶλλον περὶ τοὺς ἡγεμόνας αὐτῶν ὑπάρχειν. | |
Hist.1.82.1 | Ἀμίλκας δὲ δυσχρηστούμενος τῇ τῶν πολεμίων ἀπονοίᾳ τὸν μὲν Ἄννωνα πρὸς ἑαυτὸν ἐκάλει, πε‐ πεισμένος ἁθροισθέντων ὁμοῦ τῶν στρατοπέδων | |
Hist.1.82.2 | θᾶττον ἐπιθήσειν τέλος τοῖς ὅλοις. τῶν δὲ πολε‐ μίων οὕς ποτε κρατήσειε, τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειρεν, τοὺς δὲ ζωγρίᾳ πρὸς αὐτὸν εἰσαναχθέν‐ τας ὑπέβαλλε τοῖς θηρίοις, μίαν ὁρῶν λύσιν ταύ‐ | |
5 | την, εἰ δυνηθείη τοὺς ἐχθροὺς ἄρδην ἀφανίσαι. | |
Hist.1.82.3 | δοκούντων δὲ τῶν Καρχηδονίων ἐπικυδεστέρας ἐλ‐ πίδας ἔχειν ἤδη κατὰ τὸν πόλεμον, γίνεταί τις ὁλοσχερὴς καὶ παράδοξος περὶ αὐτοὺς παλίρροια τῶν | |
Hist.1.82.4 | πραγμάτων. οἵ τε γὰρ στρατηγοὶ συνελθόντες ἐπὶ ταὐτὸ διεστασίασαν πρὸς σφᾶς ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον τοὺς κατὰ τῶν ἐχθρῶν παραλείπειν και‐ ρούς, ἀλλὰ καὶ κατὰ σφῶν αὐτῶν πολλὰς ἀφορμὰς | |
5 | διδόναι τοῖς ὑπεναντίοις διὰ τὴν πρὸς ἀλλήλους φι‐ | |
Hist.1.82.5 | λονικίαν. ἃ δὴ καὶ συνέντες οἱ Καρχηδόνιοι τῷ μὲν ἑνὶ τῶν στρατηγῶν ἀπαλλάττεσθαι προσέταξαν, τῷ δ’ ἑτέρῳ μένειν, ὃν ἂν αἱ δυνάμεις προκρίνω‐ | |
Hist.1.82.6 | σιν. ἅμα δὲ τούτοις καὶ τὰς παρακομιζομένας ἀγο‐ ρὰς ἐκ τῶν παρ’ αὐτοῖς καλουμένων Ἐμπορίων, ἐφ’ αἷς εἶχον τὰς μεγίστας ἐλπίδας περί τε τῆς τροφῆς καὶ τῶν ἄλλων ἐπιτηδείων, διαφθαρῆναι συνέβη | |
Hist.1.82.7 | κατὰ θάλατταν ὁλοσχερῶς ὑπὸ χειμῶνος. τὰ δὲ κατὰ τὴν Σαρδόνα, καθάπερ ἐπάνω προεῖπον, ἐτύγ‐ χανεν ἀπηλλοτριωμένα, μεγάλας αὐτοῖς αἰεί ποτε χρείας παρεχομένης τῆς νήσου ταύτης κατὰ τὰς πε‐ | |
Hist.1.82.8 | ριστάσεις. τὸ δὲ μέγιστον, ἡ τῶν Ἱππακριτῶν καὶ τῶν Ἰτυκαίων ἀπέστη πόλις, αἵτινες ἐτύγχανον μό‐ ναι τῶν κατὰ τὴν Λιβύην οὐ μόνον τὸν ἐνεστῶτα πόλεμον ἀναδεδεγμέναι γενναίως, ἀλλὰ καὶ τοὺς | |
5 | κατ’ Ἀγαθοκλέα καιροὺς καὶ τὴν Ῥωμαίων ἔφοδον εὐγενῶς ὑπομεμενηκυῖαι καὶ συλλήβδην οὐδέποτε | |
Hist.1.82.9 | βεβουλευμέναι Καρχηδονίοις οὐδὲν ὑπεναντίον. τότε δὲ χωρὶς τῆς ἀλόγου πρὸς τοὺς Λίβυας ἀποστάσεως καὶ διὰ τῆς μεταθέσεως εὐθέως τούτοις μὲν τὴν μεγίστην οἰκειότητα καὶ πίστιν ἐναπεδείξαντο, πρὸς | |
5 | δὲ τοὺς Καρχηδονίους ἀπαραίτητον ὀργὴν ἐνεστή‐ | |
Hist.1.82.10 | σαντο καὶ μῖσος. τοὺς μὲν γὰρ παραβεβοηθηκότας αὐτοῖς παρ’ ἐκείνων, ὄντας εἰς πεντακοσίους, καὶ τὸν ἡγεμόνα τούτων ἀποκτείναντες ἅπαντας ἔρρι‐ ψαν κατὰ τοῦ τείχους, τὴν δὲ πόλιν ἐνεχείρισαν τοῖς | |
5 | Λίβυσι· τοῖς γε μὴν Καρχηδονίοις οὐδὲ θάψαι συν‐ | |
Hist.1.82.11 | εχώρησαν τοὺς ἠτυχηκότας αἰτουμένοις. τούτων δὲ συμβαινόντων οἱ μὲν περὶ τὸν Μάθω καὶ Σπέν‐ διον ἐπαρθέντες τοῖς συμβεβηκόσιν πολιορκεῖν ἐν‐ | |
Hist.1.82.12 | εχείρησαν αὐτὴν τὴν Καρχηδόνα. Βάρκας δὲ παρα‐ λαβὼν Ἀννίβαν τὸν στρατηγόν· τοῦτον γὰρ ἐξαπ‐ έστειλαν οἱ πολῖται πρὸς τὰς δυνάμεις, ἐπεὶ τὸν Ἄν‐ νωνα τὸ στρατόπεδον ἔκρινε δεῖν ἀπαλλάττεσθαι | |
5 | κατὰ τὴν ὑπὸ τῶν Καρχηδονίων αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν περὶ τὰς γενομένας τῶν στρατηγῶν στά‐ | |
Hist.1.82.13 | σεις πρὸς ἀλλήλους· διόπερ Ἀμίλκας ἔχων τοῦτόν τε καὶ Ναραύαν ἐπῄει τὴν χώραν, διακλείων τὰς | |
χορηγίας τοῖς περὶ τὸν Μάθω καὶ Σπένδιον, μεγί‐ στην αὐτῷ παρεχομένου χρείαν περί τε ταῦτα καὶ | ||
5 | τἄλλα Ναραύα τοῦ Νομάδος. | |
Hist.1.82.14 | Τὰ μὲν οὖν περὶ τὰς ὑπαίθρους δυνάμεις ἐν | |
Hist.1.83.1 | τούτοις ἦν. οἱ δὲ Καρχηδόνιοι περικλειόμενοι παν‐ ταχόθεν ἠναγκάζοντο καταφεύγειν ἐπὶ τὰς (συμμα‐ | |
Hist.1.83.2 | χίδων πόλεων) ἐλπίδας. Ἱέρων (δ’) ἀεὶ μέν ποτε κατὰ τὸν ἐνεστῶτα πόλεμον μεγάλην ἐποιεῖτο σπουδὴν | |
Hist.1.83.3 | εἰς πᾶν τὸ παρακαλούμενον ὑπ’ αὐτῶν, τότε δὲ καὶ μᾶλλον ἐφιλοτιμεῖτο, πεπεισμένος συμφέρειν ἑαυτῷ καὶ πρὸς τὴν ἐν Σικελίᾳ δυναστείαν καὶ πρὸς τὴν Ῥωμαίων φιλίαν τὸ σῴζεσθαι Καρχηδονίους, ἵνα μὴ | |
5 | παντάπασιν ἐξῇ τὸ προτεθὲν ἀκονιτὶ συντελεῖσθαι τοῖς ἰσχύουσι, πάνυ φρονίμως καὶ νουνεχῶς λογι‐ | |
Hist.1.83.4 | ζόμενος. οὐδέποτε γὰρ χρὴ τὰ τοιαῦτα παρορᾶν οὐδὲ τηλικαύτην οὐδενὶ συγκατασκευάζειν δυνα‐ στείαν, πρὸς ἣν οὐδὲ περὶ τῶν ὁμολογουμένων ἐξ‐ | |
Hist.1.83.5 | έσται δικαίων ἀμφισβητεῖν. οὐ μὴν ἀλλὰ καὶ Ῥω‐ μαῖοι τηροῦντες τὰ κατὰ τὰς συνθήκας δίκαια προ‐ | |
Hist.1.83.6 | θυμίας οὐδὲν ἀπέλειπον. ἐν ἀρχαῖς μὲν γὰρ ἐγέ‐ νετό τις ἀμφισβήτησις ἐξ ἀμφοῖν διά τινας τοιαύ‐ | |
Hist.1.83.7 | τας αἰτίας. τῶν Καρχηδονίων τοὺς πλέοντας ἐξ Ἰταλίας εἰς Λιβύην καὶ χορηγοῦντας τοῖς πολεμίοις καταγόντων ὡς αὑτούς, καὶ σχεδὸν ἁθροισθέντων τούτων εἰς τὴν φυλακὴν εἰς τοὺς πεντακοσίους, | |
Hist.1.83.8 | ἠγανάκτησαν οἱ Ῥωμαῖοι. μετὰ δὲ ταῦτα διαπρε‐ σβευσάμενοι καὶ κομισάμενοι διὰ λόγου πάντας ἐπὶ τοσοῦτον εὐδόκησαν ὥστε παραχρῆμα τοῖς Καρχηδο‐ νίοις ἀντιδωρήσασθαι τοὺς ὑπολειπομένους παρ’ | |
5 | αὐτοῖς αἰχμαλώτους ἐκ τοῦ περὶ Σικελίαν πολέμου. | |
Hist.1.83.9 | ἀπὸ δὲ τούτου τοῦ καιροῦ πρὸς ἕκαστα τῶν παρα‐ | |
καλουμένων ἑτοίμως καὶ φιλανθρώπως ὑπήκουον. | ||
Hist.1.83.10 | διὸ καὶ πρὸς μὲν τοὺς Καρχηδονίους ἐπέτρεψαν τοῖς ἐμπόροις ἐξαγαγεῖν αἰεὶ τὸ κατεπεῖγον, πρὸς δὲ τοὺς | |
Hist.1.83.11 | πολεμίους ἐκώλυσαν. μετὰ δὲ ταῦτα τῶν μὲν ἐν τῇ Σαρδόνι μισθοφόρων, καθ’ ὃν καιρὸν ἀπὸ τῶν Καρ‐ χηδονίων ἀπέστησαν, ἐπισπωμένων αὐτοὺς ἐπὶ τὴν νῆσον οὐχ ὑπήκουσαν· τῶν δ’ Ἰτυκαίων ἐγχειρι‐ | |
5 | ζόντων σφᾶς, οὐ προσεδέξαντο, τηροῦντες τὰ κατὰ τὰς συνθήκας δίκαια. | |
Hist.1.83.12 | Καρχηδόνιοι μὲν οὖν τῆς παρὰ τῶν προειρημέ‐ νων φίλων τυγχάνοντες ἐπικουρίας ὑπέμενον τὴν | |
Hist.1.84.1 | πολιορκίαν. τοῖς δὲ περὶ τὸν Μάθω καὶ Σπένδιον οὐχ ἧττον πολιορκεῖσθαι συνέβαινεν ἢ πολιορκεῖν. | |
Hist.1.84.2 | εἰς τοιαύτην γὰρ αὐτοὺς οἱ περὶ τὸν Ἀμίλκαν ἔν‐ δειαν καθίστασαν τῶν ἐπιτηδείων ὥστ’ ἀναγκα‐ | |
Hist.1.84.3 | σθῆναι τέλος αὐτοὺς διαλῦσαι τὴν πολιορκίαν. μετὰ δέ τινα χρόνον ἁθροίσαντες τῶν τε μισθοφόρων τοὺς ἀρίστους καὶ Λιβύων, τοὺς ἅπαντας εἰς πεν‐ τακισμυρίους, μεθ’ ὧν ἦν καὶ Ζάρζας ὁ Λίβυς ἔχων | |
5 | τοὺς ὑφ’ αὑτὸν ταττομένους, ὥρμησαν αὖθις ἀντι‐ παράγειν ἐν τοῖς ὑπαίθροις καὶ τηρεῖν τοὺς περὶ | |
Hist.1.84.4 | τὸν Ἀμίλκαν. τῶν μὲν οὖν πεδινῶν τόπων ἀπεί‐ χοντο, καταπεπληγμένοι τὰ θηρία καὶ τοὺς περὶ τὸν Ναραύαν ἱππεῖς, τοὺς δ’ ὀρεινοὺς καὶ στενοὺς | |
Hist.1.84.5 | ἐπειρῶντο προκαταλαμβάνειν. ἐν οἷς καιροῖς συνέβη ταῖς μὲν ἐπιβολαῖς καὶ τόλμαις μηδὲν αὐτοὺς λεί‐ πεσθαι τῶν ὑπεναντίων, διὰ δὲ τὴν ἀπειρίαν πολ‐ | |
Hist.1.84.6 | λάκις ἐλαττοῦσθαι. τότε γὰρ ἦν, ὡς ἔοικε, συν‐ ιδεῖν ἐπ’ αὐτῆς τῆς ἀληθείας πηλίκην ἔχει διαφορὰν ἐμπειρία μεθοδικὴ καὶ στρατηγικὴ δύναμις ἀπειρίας | |
Hist.1.84.7 | καὶ τριβῆς ἀλόγου (καὶ) στρατιωτικῆς. πολλοὺς μὲν | |
γὰρ αὐτῶν ἐν ταῖς κατὰ μέρος χρείαις ἀποτεμνόμενος καὶ συγκλείων ὥσπερ ἀγαθὸς πεττευτὴς ἀμαχεὶ δι‐ | ||
Hist.1.84.8 | έφθειρε, πολλοὺς δ’ ἐν τοῖς ὁλοσχερέσι κινδύνοις τοὺς μὲν εἰς ἐνέδρας ἀνυπονοήτους ἐπαγόμενος ἀνῄρει, τοῖς δ’ ἀνελπίστως καὶ παραδόξως ποτὲ μὲν μεθ’ ἡμέραν ποτὲ δὲ νύκτωρ ἐπιφαινόμενος ἐξ‐ | |
5 | έπληττεν· ὧν ὅσους λάβοι ζωγρίᾳ, πάντας παρέβαλλε | |
Hist.1.84.9 | τοῖς θηρίοις. τέλος δ’ ἐπιστρατοπεδεύσας αὐτοῖς ἀνυπονοήτως ἐν τόποις ἀφυέσι μὲν πρὸς τὴν ἐκεί‐ νων χρείαν εὐφυέσι δὲ πρὸς τὴν ἑαυτοῦ δύναμιν εἰς τοῦτ’ ἤγαγε περιστάσεως ὥστε μήτε διακινδυ‐ | |
5 | νεύειν τολμῶντας μήτ’ ἀποδρᾶναι δυναμένους διὰ τὸ τάφρῳ καὶ χάρακι περιειλῆφθαι πανταχόθεν τέ‐ λος ὑπὸ τῆς λιμοῦ συναγομένους ἐσθίειν ἀλλήλων | |
Hist.1.84.10 | ἀναγκασθῆναι, τοῦ δαιμονίου τὴν οἰκείαν ἀμοιβὴν αὐτοῖς ἐπιφέροντος τῇ πρὸς τοὺς πέλας ἀσεβείᾳ καὶ | |
Hist.1.84.11 | παρανομίᾳ. πρὸς μὲν γὰρ τὸν κίνδυνον οὐκ ἐτόλ‐ μων ἐξιέναι, προδήλου τῆς ἥττης καὶ τῆς τιμωρίας τοῖς ἁλισκομένοις ὑπαρχούσης, περὶ δὲ διαλύσεως οὐδ’ ὑπενόουν ποιεῖσθαι μνήμην, συνειδότες σφίσι | |
Hist.1.84.12 | τὰ πεπραγμένα. προσανέχοντες δ’ ἀεὶ ταῖς ἐκ τοῦ Τύνητος βοηθείαις διὰ τὰς τῶν ἡγουμένων ἐπαγ‐ γελίας πᾶν ὑπέμενον ποιεῖν κατὰ σφῶν αὐτῶν. | |
Hist.1.85.1 | ἐπεὶ δὲ κατεχρήσαντο μὲν ἀσεβῶς τοὺς αἰχμαλώτους, τροφῇ ταύτῃ χρώμενοι, κατεχρήσαντο δὲ τὰ δου‐ λικὰ τῶν σωμάτων, ἐβοήθει δ’ ἐκ τοῦ Τύνητος οὐ‐ | |
Hist.1.85.2 | δείς, τότε προδήλου τῆς αἰκίας διὰ τὴν περικάκη‐ σιν ἐκ τῶν πολλῶν τοῖς ἡγεμόσιν ὑπαρχούσης, ἔκρι‐ ναν οἱ περὶ τὸν Αὐτάριτον καὶ Ζάρζαν καὶ Σπέν‐ διον ἐγχειρίζειν ἑαυτοὺς τοῖς πολεμίοις καὶ δια‐ | |
Hist.1.85.3 | λαλεῖν περὶ διαλύσεως Ἀμίλκᾳ. πέμψαντες οὖν | |
κήρυκα καὶ λαβόντες συγχώρημα περὶ πρεσβείας | ||
Hist.1.85.4 | ἧκον, ὄντες δέκα, πρὸς τοὺς Καρχηδονίους. πρὸς οὓς Ἀμίλκας ὁμολογίας ἐποιήσατο τοιαύτας· ἐξεῖ‐ ναι Καρχηδονίοις ἐκλέξασθαι τῶν πολεμίων οὓς ἂν αὐτοὶ βούλωνται δέκα· τοὺς δὲ λοιποὺς ἀφιέ‐ | |
Hist.1.85.5 | ναι μετὰ χιτῶνος. γενομένων δὲ τούτων εὐθέως Ἀμίλκας ἔφη τοὺς παρόντας ἐκλέγεσθαι κατὰ τὰς ὁμολογίας. τῶν μὲν οὖν περὶ τὸν Αὐτάριτον καὶ Σπένδιον καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἡγε‐ | |
5 | μόνων τοῦτον τὸν τρόπον ἐκυρίευσαν οἱ Καρχηδό‐ | |
Hist.1.85.6 | νιοι. τῶν δὲ Λιβύων, ἐπεὶ τὴν σύλληψιν ᾔσθοντο τῶν ἡγεμόνων, νομισάντων αὑτοὺς παρεσπονδῆσθαι διὰ τὸ τὰς συνθήκας ἀγνοεῖν, καὶ διὰ ταύτην τὴν | |
Hist.1.85.7 | αἰτίαν ὁρμησάντων ἐπὶ τὰ ὅπλα, περιστήσας αὐτοῖς Ἀμίλκας τά τε θηρία καὶ τὴν λοιπὴν δύναμιν ἅπαν‐ τας διέφθειρε, πλείους ὄντας τῶν τετρακισμυρίων, περὶ τὸν τόπον τὸν Πρίονα καλούμενον· ὃν συμ‐ | |
5 | βαίνει διὰ τὴν ὁμοιότητα τοῦ σχήματος πρὸς τὸ νῦν εἰρημένον ὄργανον ταύτης τετευχέναι τῆς προση‐ γορίας. | |
Hist.1.86.1 | Πράξας δὲ τὰ προδεδηλωμένα τοῖς μὲν Καρχη‐ δονίοις αὖθις ἐλπίδα παρέστησε μεγάλην πρὸς τὸ βέλτιον, καίπερ ἀπεγνωκόσιν ἤδη τὴν σωτηρίαν· αὐτὸς δὲ μετὰ Ναραύα καὶ μετ’ Ἀννίβου τὴν χώ‐ | |
Hist.1.86.2 | ραν ἐπῄει καὶ τὰς πόλεις. προσχωρούντων δὲ καὶ μετατιθεμένων πρὸς αὐτοὺς τῶν Λιβύων διὰ τὸ γεγονὸς εὐτύχημα, ποιησάμενοι τὰς πλείστας πόλεις ὑφ’ ἑαυτοὺς ἧκον ἐπὶ τὸν Τύνητα καὶ πολιορκεῖν | |
Hist.1.86.3 | ἐνεχείρησαν τοὺς περὶ τὸν Μάθω. κατὰ μὲν οὖν τὴν ἀπὸ Καρχηδόνος πλευρὰν προσεστρατοπέδευσεν Ἀννίβας, κατὰ δὲ τὴν ἀπέναντι ταύτης Ἀμίλκας. | |
Hist.1.86.4 | μετὰ δὲ ταῦτα προσαγαγόντες πρὸς τὰ τείχη τοὺς περὶ τὸν Σπένδιον αἰχμαλώτους ἐσταύρωσαν ἐπι‐ | |
Hist.1.86.5 | φανῶς. οἱ δὲ περὶ τὸν Μάθω κατανοήσαντες τὸν Ἀννίβαν ῥᾳθύμως καὶ κατατεθαρρηκότως ἀναστρε‐ φόμενον, ἐπιθέμενοι τῷ χάρακι πολλοὺς μὲν τῶν Καρχηδονίων ἀπέκτειναν, πάντας δ’ ἐξέβαλον ἐκ | |
5 | τῆς στρατοπεδείας, ἐκυρίευσαν δὲ καὶ τῆς ἀποσκευῆς ἁπάσης, ἔλαβον δὲ καὶ τὸν στρατηγὸν Ἀννίβαν ζω‐ | |
Hist.1.86.6 | γρίᾳ. τοῦτον μὲν οὖν παραχρῆμα πρὸς τὸν τοῦ Σπενδίου σταυρὸν ἀγαγόντες καὶ τιμωρησάμενοι πικρῶς ἐκεῖνον μὲν καθεῖλον, τοῦτον δ’ ἀνέθεσαν ζῶντα καὶ περικατέσφαξαν τριάκοντα τῶν Καρχηδο‐ | |
5 | νίων τοὺς ἐπιφανεστάτους περὶ τὸ τοῦ Σπενδίου | |
Hist.1.86.7 | σῶμα, τῆς τύχης ὥσπερ ἐπίτηδες ἐκ παραθέσεως ἀμφοτέροις ἐναλλὰξ διδούσης ἀφορμὰς εἰς ὑπερβο‐ | |
Hist.1.86.8 | λὴν τῆς κατ’ ἀλλήλων τιμωρίας. ὁ δὲ Βάρκας ὀψὲ μὲν συνῆκε τὴν ἐπίθεσιν τῶν ἐκ τῆς πόλεως διὰ τὴν ἀπόστασιν τῶν στρατοπέδων· οὐδὲ μὴν συνεὶς οὐδ’ οὕτως κατετάχει πρὸς τὴν βοήθειαν διὰ τὰς | |
Hist.1.86.9 | μεταξὺ δυσχωρίας. διόπερ ἀναζεύξας ἀπὸ τοῦ Τύ‐ νητος καὶ παρελθὼν ἐπὶ τὸν Μακάραν ποταμὸν κατεστρατοπέδευσε πρὸς τῷ στόματι τοῦ ποταμοῦ καὶ τῇ θαλάττῃ. | |
Hist.1.87.1 | Οἱ δὲ Καρχηδόνιοι παραδόξου τῆς περιπετείας αὐτοῖς φανείσης δυσθύμως καὶ δυσελπίστως εἶχον πάλιν· ἄρτι γὰρ ἀναθαρροῦντες ταῖς ψυχαῖς παρὰ | |
Hist.1.87.2 | πόδας ἔπιπτον αὖθις ταῖς ἐλπίσιν. οὐ μὴν ἀφ‐ | |
Hist.1.87.3 | ίσταντο τοῦ ποιεῖν τὰ πρὸς τὴν σωτηρίαν. διὸ καὶ τριάκοντα μὲν τῆς γερουσίας προχειρισάμενοι καὶ μετὰ τούτων τὸν πρότερον μὲν ἀπελθόντα στρατη‐ γὸν Ἄννωνα, (τότε δ’ ἐπαναγαγόντα), σὺν δὲ τού‐ | |
5 | τοις τοὺς ὑπολοίπους τῶν ἐν ταῖς ἡλικίαις καθ‐ οπλίσαντες, οἷον ἐσχάτην τρέχοντες ταύτην, ἐξαπ‐ | |
Hist.1.87.4 | έστελλον πρὸς τὸν Βάρκαν, ἐντειλάμενοι πολλὰ τοῖς τῆς γερουσίας κατὰ πάντα τρόπον διαλῦσαι τοὺς στρατηγοὺς ἐκ τῆς προγεγενημένης διαφορᾶς καὶ συμφρονεῖν σφᾶς ἀναγκάσαι, βλέψαντας εἰς τὰ παρ‐ | |
Hist.1.87.5 | όντα τῶν πραγμάτων. ὧν πολλοὺς καὶ ποικίλους διαθεμένων λόγους, ἐπειδὴ συνήγαγον ὁμόσε τοὺς στρατηγούς, ἠναγκάσθησαν συγχωρεῖν καὶ πείθε‐ σθαι τοῖς λεγομένοις (οἱ) περὶ τὸν Ἄννωνα καὶ τὸν | |
Hist.1.87.6 | Βάρκαν, καὶ τὸ λοιπὸν ἤδη συμφρονήσαντες μιᾷ γνώμῃ πάντα κατὰ νοῦν ἔπραττον τοῖς Καρχηδο‐ | |
Hist.1.87.7 | νίοις, ὥστε τοὺς περὶ τὸν Μάθω δυσχρηστουμένους ἐν τοῖς κατὰ μέρος κινδύνοις—πολλοὺς γὰρ ἐποιή‐ σαντο περί τε τὴν Λέπτιν προσαγορευομένην καί τινας τῶν ἄλλων πόλεων—τέλος ἐπὶ τὸ διὰ μάχης | |
5 | κρίνειν ὁρμῆσαι τὰ πράγματα, προθύμως ἐχόντων | |
Hist.1.87.8 | πρὸς τοῦτο τὸ μέρος καὶ τῶν Καρχηδονίων. διόπερ ἀμφότεροι τοῦτο προθέμενοι παρεκάλουν μὲν πάν‐ τας τοὺς συμμάχους πρὸς τὸν κίνδυνον, συνῆγον δὲ τὰς φρουρὰς ἐκ τῶν πόλεων, ὡς ἂν μέλλοντες | |
Hist.1.87.9 | ἐκκυβεύειν ὑπὲρ τῶν ὅλων. ἐπειδὴ δ’ ἑκατέροις ἦν τὰ πρὸς τὴν ἐπιβολὴν ἕτοιμα, παραταξάμενοι συνέ‐ | |
Hist.1.87.10 | βαλλον ἀλλήλοις ἐξ ὁμολόγου. γενομένου δὲ τοῦ νικήματος κατὰ τοὺς Καρχηδονίους, οἱ μὲν πλεῖστοι τῶν Λιβύων ἐν αὐτῷ τῷ κινδύνῳ διεφθάρησαν, οἱ δὲ πρός τινα πόλιν συμφυγόντες μετ’ οὐ πολὺ παρ‐ | |
5 | έδοσαν ἑαυτούς, ὁ δὲ Μάθως ὑποχείριος ἐγένετο τοῖς ἐχθροῖς ζωγρίᾳ. | |
Hist.1.88.1 | Τὰ μὲν οὖν ἄλλα μέρη τῆς Λιβύης μετὰ τὴν | |
Hist.1.88.2 | μάχην εὐθέως ὑπήκουσε τοῖς Καρχηδονίοις· ἡ δὲ | |
τῶν Ἱππακριτῶν καὶ τῶν Ἰτυκαίων πόλις ἔμενον, οὐδεμίαν ἀφορμὴν ἔχουσαι πρὸς διάλυσιν διὰ τὸ μὴ καταλείπεσθαι σφίσι τόπον ἐλέους μηδὲ συγγνώ‐ | ||
Hist.1.88.3 | μης κατὰ τὰς πρώτας ἐπιβολάς. οὕτως καὶ κατὰ ταύτας τὰς ἁμαρτίας μεγάλην ἔχει διαφορὰν ἡ με‐ τριότης καὶ τὸ μηδὲν ἀνήκεστον ἐπιτηδεύειν ἑκου‐ | |
Hist.1.88.4 | σίως. οὐ μὴν ἀλλὰ παραστρατοπεδεύσαντες ᾗ μὲν Ἄννων ᾗ δὲ Βάρκας ταχέως ἠνάγκασαν αὐτοὺς ὁμολογίας ποιήσασθαι καὶ διαλύσεις εὐδοκουμένας Καρχηδονίοις. | |
Hist.1.88.5 | Ὁ μὲν οὖν Λιβυκὸς πόλεμος εἰς τοιαύτην ἀγα‐ γὼν περίστασιν Καρχηδονίους τοιοῦτον ἔσχε τὸ τέλος ὥστε μὴ μόνον κυριεῦσαι πάλιν τῆς Λιβύης τοὺς Καρχηδονίους, ἀλλὰ καὶ τοὺς αἰτίους τῆς ἀπο‐ | |
Hist.1.88.6 | στάσεως τιμωρήσασθαι καταξίως· τὸ γὰρ πέρας, ἀγα‐ γόντες οἱ νέοι τὸν θρίαμβον διὰ τῆς πόλεως πᾶσαν | |
Hist.1.88.7 | αἰκίαν ἐ(να)πεδείξαντο τοῖς περὶ τὸν Μάθω. τρία μὲν οὖν ἔτη καὶ τέτταράς που μῆνας ἐπολέμησαν οἱ μισθοφόροι πρὸς τοὺς Καρχηδονίους πόλεμον, ὧν ἡμεῖς ἴσμεν ἀκοῇ μαθόντες, πολύ τι τοὺς ἄλλους | |
Hist.1.88.8 | ὠμότητι καὶ παρανομίᾳ (δι)ενηνοχότα. Ῥωμαῖοι δὲ κατὰ τὸν καιρὸν τοῦτον ὑπὸ τῶν ἐκ τῆς Σαρδόνος αὐτομολησάντων μισθοφόρων πρὸς σφᾶς ἐκκληθέν‐ τες ἐπεβάλοντο πλεῖν ἐπὶ τὴν προειρημένην νῆσον. | |
Hist.1.88.9 | τῶν δὲ Καρχηδονίων ἀγανακτούντων, ὡς αὐτοῖς καθηκούσης μᾶλλον τῆς τῶν Σαρδῴων δυναστείας, καὶ παρασκευαζομένων μεταπορεύεσθαι τοὺς ἀπο‐ | |
Hist.1.88.10 | στήσαντας αὐτῶν τὴν νῆσον, λαβόμενοι τῆς ἀφορ‐ μῆς ταύτης οἱ Ῥωμαῖοι πόλεμον ἐψηφίσαντο πρὸς τοὺς Καρχηδονίους, φάσκοντες αὐτοὺς οὐκ ἐπὶ Σαρδονίους, ἀλλ’ ἐπὶ σφᾶς ποιεῖσθαι τὴν παρα‐ | |
Hist.1.88.11 | σκευήν. οἱ δὲ παραδόξως διαπεφευγότες τὸν προ‐ ειρημένον πόλεμον, κατὰ πάντα τρόπον ἀφυῶς δια‐ κείμενοι κατὰ τὸ παρὸν πρὸς τὸ πάλιν ἀναλαμβά‐ | |
Hist.1.88.12 | νειν τὴν πρὸς Ῥωμαίους ἀπέχθειαν, εἴξαντες τοῖς καιροῖς οὐ μόνον ἀπέστησαν τῆς Σαρδόνος, ἀλλὰ καὶ χίλια τάλαντα καὶ διακόσια προσέθηκαν τοῖς Ῥωμαίοις ἐφ’ ᾧ μὴ κατὰ τὸ παρὸν ἀναδέξασθαι | |
5 | τὸν πόλεμον. ταῦτα μὲν οὕτως ἐπράχθη. | |
Hist.2t1 | ΠΟΛΥΒΙΟΥ ΙΣΤΟΡΙΩΝ ΔΕΥΤΕΡΑ. | |
Hist.2.1.1 | Ἐν μὲν τῇ πρὸ ταύτης βύβλῳ διεσαφήσαμεν πότε Ῥωμαῖοι συστησάμενοι τὰ κατὰ τὴν Ἰταλίαν τοῖς ἐκτὸς ἐγχειρεῖν ἤρξαντο πράγμασιν, ἐπὶ δὲ τού‐ τοις πῶς εἰς Σικελίαν διέβησαν καὶ δι’ ἃς αἰτίας | |
5 | τὸν περὶ τῆς προειρημένης νήσου συνεστήσαντο | |
Hist.2.1.2 | πόλεμον πρὸς Καρχηδονίους, μετὰ δὲ ταῦτα πότε πρῶτον συνίστασθαι ναυτικὰς ἤρξαντο δυνάμεις, καὶ τὰ συμβάντα κατὰ τὸν πόλεμον ἑκατέροις ἕως τοῦ τέλους, ἐν ᾧ Καρχηδόνιοι μὲν ἐξεχώρησαν πά‐ | |
5 | σης Σικελίας, Ῥωμαῖοι δ’ ἐπεκράτησαν τῆς ὅλης νήσου πλὴν τῶν ὑφ’ Ἱέρωνι ταττομένων μερῶν. | |
Hist.2.1.3 | ἑξῆς δὲ τούτοις ἐπεβαλόμεθα λέγειν πῶς στασιά‐ σαντες οἱ μισθοφόροι πρὸς τοὺς Καρχηδονίους τὸν προσαγορευθέντα Λιβυκὸν πόλεμον ἐξέκαυσαν, καὶ τὰ συμβάντα κατὰ τοῦτον ἀσεβήματα μέχρι τίνος | |
5 | προύβη, καὶ τίνα διέξοδον ἔλαβεν τὰ παράλογα τῶν ἔργων ἕως τοῦ τέλους καὶ τῆς Καρχηδονίων ἐπι‐ | |
Hist.2.1.4 | κρατείας. νυνὶ δὲ τὰ συνεχῆ τούτοις πειρασόμεθα δηλοῦν, κεφαλαιωδῶς ἑκάστων ἐπιψαύοντες κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. | |
Hist.2.1.5 | Καρχηδόνιοι γὰρ ὡς θᾶττον κατεστήσαντο τὰ κατὰ τὴν Λιβύην, εὐθέως Ἀμίλκαν ἐξαπέστελλον, δυνάμεις συστήσαντες, εἰς τοὺς κατὰ τὴν Ἰβηρίαν | |
Hist.2.1.6 | τόπους. ὁ δ’ ἀναλαβὼν τὰ στρατόπεδα καὶ τὸν υἱὸν Ἀννίβαν, ὄντα τότε κατὰ τὴν ἡλικίαν ἐτῶν ἐννέα, καὶ διαβὰς κατὰ τὰς Ἡρακλέους στήλας ἀνεκτᾶτο τὰ κατὰ τὴν Ἰβηρίαν πράγματα τοῖς Καρχηδονίοις. | |
Hist.2.1.7 | διατρίψας δ’ ἐν τοῖς τόποις τούτοις ἔτη σχεδὸν ἐν‐ νέα καὶ πολλοὺς μὲν πολέμῳ, πολλοὺς δὲ πειθοῖ ποιήσας Ἰβήρων ὑπηκόους Καρχηδόνι κατέστρεψε | |
Hist.2.1.8 | τὸν βίον ἀξίως τῶν προγεγενημένων πράξεων. πρὸς γὰρ τοὺς ἀνδρωδεστάτους καὶ μεγίστην δύναμιν ἔχοντας παραταττόμενος καὶ χρώμενος τολμηρῶς καὶ παραβόλως ἑαυτῷ κατὰ τὸν τοῦ κινδύνου και‐ | |
Hist.2.1.9 | ρὸν ἐρρωμένως τὸν βίον μετήλλαξεν. τὴν δὲ στρα‐ τηγίαν οἱ Καρχηδόνιοι παρέδοσαν Ἀσδρούβᾳ, τῷ ’κείνου κηδεστῇ καὶ τριηράρχῳ. | |
Hist.2.2.1 | Κατὰ δὲ τοὺς καιροὺς τούτους Ῥωμαῖοι τὴν πρώ‐ την διάβασιν εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης ἐπεβάλοντο ποιεῖσθαι μετὰ δυνάμεως. | |
Hist.2.2.2 | ἅπερ οὐ παρέργως, ἀλλὰ μετ’ ἐπιστάσεως θεωρη‐ τέον τοῖς βουλομένοις ἀληθινῶς τήν τε πρόθεσιν τὴν ἡμετέραν συνθεάσασθαι καὶ τὴν αὔξησιν καὶ | |
Hist.2.2.3 | κατασκευὴν τῆς Ῥωμαίων δυναστείας. ἔγνωσαν δὲ | |
Hist.2.2.4 | διαβαίνειν διά τινας τοιαύτας αἰτίας. Ἄγρων ὁ τῶν Ἰλλυριῶν βασιλεὺς ἦν μὲν υἱὸς Πλευράτου, δύνα‐ μιν δὲ πεζὴν καὶ ναυτικὴν μεγίστην ἔσχε τῶν πρὸ | |
Hist.2.2.5 | αὐτοῦ βεβασιλευκότων ἐν Ἰλλυριοῖς. οὗτος ὑπὸ Δη‐ μητρίου τοῦ Φιλίππου πατρὸς πεισθεὶς χρήμασιν ὑπέσχετο βοηθήσειν Μεδιωνίοις ὑπ’ Αἰτωλῶν πο‐ | |
Hist.2.2.6 | λιορκουμένοις. Αἰτωλοὶ γὰρ οὐδαμῶς δυνάμενοι | |
πεῖσαι Μεδιωνίους μετέχειν σφίσι τῆς αὐτῆς πολι‐ | ||
Hist.2.2.7 | τείας, ἐπεβάλοντο κατὰ κράτος ἑλεῖν αὐτούς. στρα‐ τεύσαντες οὖν πανδημεὶ καὶ περιστρατοπεδεύσαν‐ τες αὐτῶν τὴν πόλιν κατὰ τὸ συνεχὲς ἐπολιόρκουν, | |
Hist.2.2.8 | πᾶσαν βίαν προσφέροντες καὶ μηχανήν. συνάψαν‐ τος δὲ τοῦ χρόνου τῶν ἀρχαιρεσίων, καὶ δέον στρα‐ τηγὸν ἕτερον αἱρεῖσθαι, καὶ τῶν πολιορκουμένων ἤδη κακῶς διακειμένων καὶ δοκούντων ἀν’ ἑκάστην | |
5 | ἡμέραν ἐνδώσειν ἑαυτούς, ὁ προϋπάρχων στρατη‐ | |
Hist.2.2.9 | γὸς προσφέρει λόγον τοῖς Αἰτωλοῖς φάσκων, ἐπειδὴ τὰς κακοπαθείας καὶ τοὺς κινδύνους αὐτὸς ἀναδέ‐ δεκται τοὺς κατὰ τὴν πολιορκίαν, δίκαιον εἶναι καὶ τὴν οἰκονομίαν τῶν λαφύρων, ἐπὰν κρατήσωσι, καὶ | |
5 | τὴν ἐπιγραφὴν τῶν ὅπλων ἑαυτῷ συγχωρεῖσθαι. | |
Hist.2.2.10 | τινῶν δέ, καὶ μάλιστα τῶν προϊόντων πρὸς τὴν ἀρ‐ χήν, ἀμφισβητούντων πρὸς τὰ λεγόμενα καὶ παρα‐ καλούντων τὰ πλήθη μὴ προδιαλαμβάνειν, ἀλλ’ ἀκέραιον ἐᾶν, ᾧ ποτ’ ἂν ἡ τύχη βουληθῇ περιθεῖ‐ | |
Hist.2.2.11 | ναι τοῦτον τὸν στέφανον, ἔδοξε τοῖς Αἰτωλοῖς, ὃς ἂν ἐπικατασταθεὶς στρατηγὸς κρατήσῃ τῆς πόλεως, κοινὴν ποιεῖν τῷ προϋπάρχοντι καὶ τὴν οἰκονομίαν | |
Hist.2.3.1 | τῶν λαφύρων καὶ τὴν ἐπιγραφὴν τῶν ὅπλων. δε‐ δογμένων δὲ τούτων, καὶ δέον τῇ κατὰ πόδας ἡμέρᾳ γενέσθαι τὴν αἵρεσιν καὶ τὴν παράληψιν τῆς ἀρ‐ χῆς, καθάπερ ἔθος ἐστὶν Αἰτωλοῖς, προσπλέουσιν | |
5 | τῆς νυκτὸς ἑκατὸν λέμβοι πρὸς τὴν Μεδιωνίαν κατὰ τοὺς ἔγγιστα τόπους τῆς πόλεως, ἐφ’ ὧν ἦσαν Ἰλ‐ | |
Hist.2.3.2 | λυριοὶ πεντακισχίλιοι. καθορμισθέντες δὲ καὶ τῆς ἡμέρας ἐπιγενομένης ἐνεργὸν καὶ λαθραίαν ποιησά‐ μενοι τὴν ἀπόβασιν καὶ χρησάμενοι τῇ παρ’ αὐ‐ τοῖς εἰθισμένῃ τάξει προῆγον κατὰ σπείρας ἐπὶ τὴν | |
Hist.2.3.3 | τῶν Αἰτωλῶν στρατοπεδείαν. οἱ δ’ Αἰτωλοὶ συν‐ έντες τὸ γινόμενον ἐπὶ μὲν τῷ παραδόξῳ καὶ τῇ τόλμῃ τῶν Ἰλλυριῶν ἦσαν ἐκπλαγεῖς· πεφρονημα‐ τισμένοι δ’ ἐκ πολλοῦ χρόνου καὶ καταπιστεύσαν‐ | |
5 | τες ταῖς ἰδίαις δυνάμεσιν κατὰ ποσὸν εὐθαρσῶς εἶ‐ | |
Hist.2.3.4 | χον. (τὸ) μὲν οὖν πολὺ μέρος τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων αὐτοῦ πρὸ τῆς στρατοπεδείας ἐν τοῖς ἐπι‐ πέδοις παρενέβαλλον, μέρει δέ τινι τῆς ἵππου καὶ τοῖς εὐζώνοις τοὺς ὑπερδεξίους καὶ πρὸ τοῦ χάρα‐ | |
5 | κος εὐφυῶς κειμένους τόπους προκατελάμβανον. | |
Hist.2.3.5 | οἱ δ’ Ἰλλυριοὶ τοὺς μὲν ἐλαφροὺς ἐξ ἐφόδου προσ‐ πεσόντες τῷ τε πλήθει καὶ τῷ βάρει τῆς συντάξεως ἐξέωσαν, τοὺς δὲ μετὰ τούτων ἱππεῖς συγκινδυνεύ‐ οντας ἠνάγκασαν ἀποχωρῆσαι πρὸς τὰ βαρέα τῶν | |
Hist.2.3.6 | ὅπλων. λοιπὸν ἐξ ὑπερδεξίου ποιούμενοι τὴν ἔφ‐ οδον ἐπὶ τοὺς ἐν τῷ πεδίῳ τεταγμένους ταχέως ἐτρέ‐ ψαντο, συνεπιθεμένων τοῖς Αἰτωλοῖς ἅμα καὶ τῶν | |
Hist.2.3.7 | Μεδιωνίων ἐκ τῆς πόλεως. καὶ πολλοὺς μὲν αὐ‐ τῶν ἀπέκτειναν, ἔτι δὲ πλείους αἰχμαλώτους ἔλα‐ βον· τῶν δ’ ὅπλων καὶ τῆς ἀποσκευῆς ἐγένοντο | |
Hist.2.3.8 | πάσης ἐγκρατεῖς. οἱ μὲν οὖν Ἰλλυριοὶ πράξαντες τὸ συνταχθὲν ὑπὸ τοῦ βασιλέως καὶ διακομίσαν‐ τες τὴν ἀποσκευὴν καὶ τὴν ἄλλην ὠφέλειαν ἐπὶ τοὺς λέμβους εὐθέως ἀνήγοντο, ποιούμενοι τὸν | |
Hist.2.4.1 | πλοῦν εἰς τὴν οἰκείαν. οἱ δὲ Μεδιώνιοι τετευχότες ἀνελπίστου σωτηρίας, ἁθροισθέντες εἰς τὴν ἐκκλη‐ σίαν ἐβουλεύοντο περί τε τῶν ἄλλων καὶ περὶ τῆς | |
Hist.2.4.2 | τῶν ὅπλων ἐπιγραφῆς. ἔδοξεν οὖν αὐτοῖς κοινὴν ποιήσειν τὴν ἐπιγραφὴν ἀπό τε τοῦ τὴν ἀρχὴν τῶν Αἰτωλῶν ἔχοντος καὶ τῶν εἰς τὸ μέλλον προπορευ‐ | |
Hist.2.4.3 | ομένων κατὰ τὸ τῶν Αἰτωλῶν δόγμα, τῆς τύχης | |
ὥσπερ ἐπίτηδες καὶ τοῖς ἄλλοις ἀνθρώποις ἐπὶ τῶν ἐκείνοις συμβαινόντων ἐνδεικνυμένης τὴν αὑτῆς δύ‐ | ||
Hist.2.4.4 | ναμιν. ἃ γὰρ ὑπὸ τῶν ἐχθρῶν αὐτοὶ προσεδόκων ὅσον ἤδη πείσεσθαι, ταῦτα πράττειν αὐτοῖς ἐκεί‐ νοις παρέδωκεν ἐν πάνυ βραχεῖ χρόνῳ κατὰ τῶν | |
Hist.2.4.5 | πολεμίων. Αἰτωλοὶ δὲ τῇ παραδόξῳ χρησάμενοι συμφορᾷ πάντας ἐδίδαξαν μηδέποτε βουλεύεσθαι περὶ τοῦ μέλλοντος ὡς ἤδη γεγονότος, μηδὲ προ‐ κατελπίζειν βεβαιουμένους ὑπὲρ ὧν ἀκμὴν ἐνδεχό‐ | |
5 | μενόν ἐστιν ἄλλως γενέσθαι, νέμειν δὲ μερίδα τῷ παραδόξῳ πανταχῇ μὲν ἀνθρώπους ὄντας, μάλιστα δ’ ἐν τοῖς πολεμικοῖς. | |
Hist.2.4.6 | Ὁ δὲ βασιλεὺς Ἄγρων, ἐπεὶ κατέπλευσαν οἱ λέμ‐ βοι, διακούσας τῶν ἡγεμόνων τὰ κατὰ τὸν κίνδυ‐ νον καὶ περιχαρὴς γενόμενος ἐπὶ τῷ δοκεῖν Αἰτω‐ λοὺς τοὺς μέγιστον ἔχοντας τὸ φρόνημα νενικηκέ‐ | |
5 | ναι, πρὸς μέθας καί τινας τοιαύτας ἄλλας εὐωχίας τραπεὶς ἐνέπεσεν εἰς πλευρῖτιν· ἐκ δὲ ταύτης ἐν | |
Hist.2.4.7 | ὀλίγαις ἡμέραις μετήλλαξε τὸν βίον. τὴν δὲ βασι‐ λείαν ἡ γυνὴ Τεύτα διαδεξαμένη τὸν κατὰ μέρος χειρισμὸν τῶν πραγμάτων ἐποιεῖτο διὰ τῆς τῶν φί‐ | |
Hist.2.4.8 | λων πίστεως. χρωμένη δὲ λογισμοῖς γυναικείοις καὶ πρὸς αὐτὸ τὸ γεγονὸς εὐτύχημα μόνον ἀποβλέ‐ πουσα, τῶν δ’ ἐκτὸς οὐδὲν περισκεπτομένη πρῶ‐ τον μὲν συνεχώρησε τοῖς κατ’ ἰδίαν πλέουσι λῄζε‐ | |
Hist.2.4.9 | σθαι τοὺς ἐντυγχάνοντας, δεύτερον δ’ ἁθροίσασα στόλον καὶ δύναμιν οὐκ ἐλάττω τῆς πρότερον ἐξ‐ έπεμψε, πᾶσαν (παραλίαν) ἀποδείξασα πολεμίαν τοῖς | |
Hist.2.5.1 | ἡγουμένοις. οἱ δ’ ἐξαποσταλέντες τὴν μὲν πρώτην ἐπιβολὴν ἔσχον ἐπὶ τὴν Ἠλείαν καὶ τὴν Μεσσηνίαν· ταύτας γὰρ ἀεὶ τὰς χώρας Ἰλλυριοὶ πορθοῦντες δι‐ | |
Hist.2.5.2 | ετέλουν. διὰ γὰρ τὸ μῆκος τῆς παραλίας καὶ διὰ τὸ μεσογαίους εἶναι τὰς δυναστευούσας ἐν αὐταῖς πό‐ λεις μακραὶ καὶ βραδεῖαι λίαν ἐγίνοντο τοῖς προ‐ ειρημένοις αἱ παραβοήθειαι πρὸς τὰς ἀποβάσεις τῶν | |
5 | Ἰλλυριῶν· ὅθεν ἀδεῶς ἐπέτρεχον καὶ κατέσυρον ἀεὶ | |
Hist.2.5.3 | ταύτας τὰς χώρας. οὐ μὴν ἀλλὰ τότε γενόμενοι τῆς Ἠπείρου κατὰ Φοινίκην προσέσχον ἐπισιτισμοῦ | |
Hist.2.5.4 | χάριν. συμμίξαντες δὲ τῶν Γαλατῶν τισιν, οἳ μι‐ σθοφοροῦντες παρὰ τοῖς Ἠπειρώταις διέτριβον ἐν τῇ Φοινίκῃ, τὸ πλῆθος ὄντες εἰς ὀκτακοσίους, καὶ κοινολογηθέντες τούτοις περὶ προδοσίας τῆς πόλεως | |
5 | ἐξέβησαν, συγκαταθεμένων σφίσι τῶν προειρημέ‐ νων, καὶ τῆς πόλεως ἐξ ἐφόδου καὶ τῶν ἐν αὐτῇ κύριοι κατέστησαν, συνεργησάντων ἔσωθεν αὐτοῖς | |
Hist.2.5.5 | τῶν Γαλατῶν. οἱ δ’ Ἠπειρῶται πυθόμενοι τὸ γε‐ γονὸς ἐβοήθουν πανδημεὶ μετὰ σπουδῆς. παραγε‐ νόμενοι δὲ πρὸς τὴν Φοινίκην καὶ προβαλόμενοι τὸν παρὰ τῇ πόλει ῥέοντα ποταμὸν ἐστρατοπέδευ‐ | |
5 | σαν, τῆς ἐπ’ αὐτῷ γεφύρας ἀνασπάσαντες τὰς σα‐ | |
Hist.2.5.6 | νίδας ἀσφαλείας χάριν. προσαγγελθέντος δ’ αὐτοῖς Σκερδιλαΐδαν ἔχοντα πεντακισχιλίους Ἰλλυριοὺς πα‐ ραγίνεσθαι κατὰ γῆν διὰ τῶν παρ’ Ἀντιγόνειαν στενῶν, μερίσαντες αὑτῶν τινας ἐξαπέστειλαν πα‐ | |
5 | ραφυλάξοντας τὴν Ἀντιγόνειαν· αὐτοὶ δὲ τά τε λοιπὰ ῥᾳθύμως διῆγον, ἀπολαύοντες τῶν ἐκ τῆς χώρας ἀνέδην, τῶν τε κατὰ τὰς φυλακὰς καὶ προκοιτίας | |
Hist.2.5.7 | ὠλιγώρουν. οἱ δ’ Ἰλλυριοὶ συνέντες τὸν μερισμὸν αὐτῶν καὶ τὴν λοιπὴν ῥᾳθυμίαν ἐκπορεύονται νυ‐ κτός· καὶ τῇ γεφύρᾳ σανίδας ἐπιβαλόντες τόν τε ποταμὸν ἀσφαλῶς διέβησαν καὶ λαβόντες ὀχυρὸν | |
Hist.2.5.8 | τόπον ἔμειναν τὸ λοιπὸν μέρος τῆς νυκτός. ἐπι‐ | |
γενομένης δὲ τῆς ἡμέρας, καὶ παραταξαμένων ἀμφο‐ τέρων πρὸ τῆς πόλεως, συνέβη λειφθῆναι τοὺς Ἠπει‐ ρώτας, καὶ πολλοὺς μὲν αὐτῶν πεσεῖν, ἔτι δὲ πλείους | ||
5 | ἁλῶναι, τοὺς δὲ λοιποὺς διαφυγεῖν ὡς ἐπ’ Ἀτιντάνων. | |
Hist.2.6.1 | Οὗτοι μὲν οὖν τοιούτοις περιπεσόντες ἀτυχή‐ μασι καὶ πάσας ἀπολέσαντες τὰς ἐν αὑτοῖς ἐλπί‐ δας ἐπρέσβευον πρὸς τοὺς Αἰτωλοὺς καὶ τὸ τῶν Ἀχαιῶν ἔθνος, δεόμενοι μεθ’ ἱκετηρίας σφίσι βοη‐ | |
Hist.2.6.2 | θεῖν. οἱ δὲ κατελεήσαντες τὰς συμφορὰς αὐτῶν ὑπήκουσαν καὶ μετὰ ταῦτα παραβοηθοῦντες ἧκον | |
Hist.2.6.3 | εἰς Ἑλίκρανον. οἱ δὲ τὴν Φοινίκην κατασχόντες τὸ μὲν πρῶτον, παραγενόμενοι μετὰ Σκερδιλαΐδου πρὸς τὸ χωρίον, παρεστρατοπέδευσαν τοῖς βεβοηθη‐ | |
Hist.2.6.4 | κόσι, βουλόμενοι συμβαλεῖν. δυσχρηστούμενοι δὲ διὰ τὰς δυσχωρίας τῶν τόπων, ἅμα δὲ καὶ προσπε‐ σόντων παρὰ τῆς Τεύτας γραμμάτων, δι’ ὧν ᾤετο δεῖν αὐτοὺς τὴν ταχίστην εἰς οἶκον ἀναχωρεῖν διὰ | |
5 | τὸ τινὰς τῶν Ἰλλυριῶν ἀφεστηκέναι πρὸς τοὺς Δαρ‐ | |
Hist.2.6.5 | δανεῖς, οὕτω λεηλατήσαντες τὴν Ἤπειρον ἀνοχὰς | |
Hist.2.6.6 | ἐποιήσαντο πρὸς τοὺς Ἠπειρώτας. ἐν αἷς τὰ μὲν ἐλεύθερα σώματα καὶ τὴν πόλιν ἀπολυτρώσαντες αὐτοῖς, τὰ δὲ δουλικὰ καὶ τὴν λοιπὴν σκευὴν ἀνα‐ λαβόντες εἰς τοὺς λέμβους, οἱ μὲν ἀπέπλευσαν, οἱ | |
5 | δὲ περὶ τὸν Σκερδιλαΐδαν πεζῇ πάλιν ἀνεχώρησαν | |
Hist.2.6.7 | διὰ τῶν παρὰ τὴν Ἀντιγόνειαν στενῶν, οὐ μικρὰν οὐδὲ τὴν τυχοῦσαν κατάπληξιν καὶ φόβον ἐνεργασά‐ μενοι τοῖς τὰς παραλίας οἰκοῦσι τῶν Ἑλλήνων. | |
Hist.2.6.8 | ἕκαστοι γὰρ θεωροῦντες τὴν ὀχυρωτάτην ἅμα καὶ δυνατωτάτην πόλιν τῶν ἐν Ἠπείρῳ παραλόγως οὕτως ἐξηνδραποδισμένην οὐκέτι περὶ τῶν ἀπὸ τῆς χώρας ἠγωνίων, καθάπερ ἐν τοῖς ἔμπροσθεν χρό‐ | |
5 | νοις, ἀλλὰ περὶ σφῶν αὐτῶν καὶ τῶν πόλεων. | |
Hist.2.6.9 | Οἱ δ’ Ἠπειρῶται παραδόξως διασεσωσμένοι το‐ σοῦτον ἀπεῖχον τοῦ πειράζειν ἀμύνεσθαι τοὺς ἠδι‐ κηκότας ἢ χάριν ἀποδιδόναι τοῖς βοηθήσασιν ὥστε τοὐναντίον διαπρεσβευσάμενοι πρὸς τὴν Τεύταν | |
5 | συμμαχίαν ἔθεντο μετ’ Ἀκαρνάνων πρὸς τοὺς Ἰλ‐ | |
Hist.2.6.10 | λυριούς, καθ’ ἣν ἐκείνοις μὲν κατὰ τοὺς ἑξῆς και‐ ροὺς συνήργουν, τοῖς δ’ Ἀχαιοῖς καὶ τοῖς Αἰτωλοῖς | |
Hist.2.6.11 | ἀντέπραττον. ἐξ ὧν ἐγένοντο καταφανεῖς ἀκρίτως μὲν κεχρημένοι τότε τοῖς εὐεργέταις, ἀφρόνως δ’ ἐξ ἀρχῆς βεβουλευμένοι περὶ τῶν καθ’ αὑτοὺς πραγ‐ | |
Hist.2.7.1 | μάτων. τὸ μὲν γὰρ ἀνθρώπους ὄντας παραλόγως περιπεσεῖν τινι τῶν δεινῶν οὐ τῶν παθόντων, τῆς | |
Hist.2.7.2 | τύχης δὲ καὶ τῶν πραξάντων ἐστὶν ἔγκλημα, τὸ δ’ ἀκρίτως καὶ προφανῶς περιβαλεῖν αὑτοὺς ταῖς με‐ γίσταις συμφοραῖς ὁμολογούμενόν ἐστι τῶν πασχόν‐ | |
Hist.2.7.3 | των ἁμάρτημα. διὸ καὶ τοῖς μὲν ἐκ τύχης πταίου‐ σιν ἔλεος ἕπεται μετὰ συγγνώμης καὶ ἐπικουρία, τοῖς δὲ διὰ τὴν αὑτῶν ἀβουλίαν ὄνειδος καὶ ἐπιτίμησις | |
Hist.2.7.4 | συνεξακολουθεῖ παρὰ τοῖς εὖ φρονοῦσιν. ἃ δὴ καὶ τότε παρὰ τῶν Ἑλλήνων εἰκότως ἂν τοῖς | |
Hist.2.7.5 | Ἠπειρώταις ἀπηντήθη. πρῶτον γὰρ τίς οὐκ ἂν τὴν κοινὴν περὶ Γαλατῶν φήμην ὑπιδόμενος εὐλα‐ βηθείη τούτοις ἐγχειρίσαι πόλιν εὐδαίμονα καὶ πολ‐ | |
Hist.2.7.6 | λὰς ἀφορμὰς ἔχουσαν εἰς παρασπόνδησιν; δεύτερον τίς οὐκ ἂν ἐφυλάξατο τὴν αὐτοῦ τοῦ συστήματος ἐκείνου προαίρεσιν; οἵ γε τὴν μὲν ἀρχὴν ἐξέπεσον ἐκ τῆς ἰδίας, συνδραμόντων ἐπ’ αὐτοὺς τῶν ὁμο‐ | |
5 | εθνῶν διὰ τὸ παρασπονδῆσαι τοὺς αὑτῶν οἰκείους | |
Hist.2.7.7 | καὶ συγγενεῖς· ὑποδεξαμένων γε μὴν αὐτοὺς Καρχη‐ δονίων διὰ τὸ κατεπείγεσθαι πολέμῳ, τὸ μὲν πρῶτον | |
γενομένης τινὸς ἀντιρρήσεως τοῖς στρατιώταις πρὸς τοὺς στρατηγοὺς ὑπὲρ ὀψωνίων ἐξ αὐτῆς ἐπεβά‐ | ||
5 | λοντο διαρπάζειν τὴν τῶν Ἀκραγαντίνων πόλιν, φυλακῆς χάριν εἰσαχθέντες εἰς αὐτήν, ὄντες τότε | |
Hist.2.7.8 | πλείους τῶν τρισχιλίων· μετὰ δὲ ταῦτα παρεισ‐ αγαγόντων αὐτοὺς πάλιν εἰς Ἔρυκα τῆς αὐτῆς χρείας ἕνεκεν, πολιορκούντων τὴν πόλιν Ῥωμαίων, ἐπ‐ εχείρησαν μὲν καὶ τὴν πόλιν καὶ τοὺς συμπολιορ‐ | |
Hist.2.7.9 | κουμένους προδοῦναι· τῆς δὲ πράξεως ταύτης ἀπο‐ τυχόντες ηὐτομόλησαν πρὸς τοὺς πολεμίους· παρ’ οἷς πιστευθέντες πάλιν ἐσύλησαν τὸ τῆς Ἀφροδί‐ | |
Hist.2.7.10 | της τῆς Ἐρυκίνης ἱερόν. διὸ σαφῶς ἐπεγνωκότες Ῥωμαῖοι τὴν ἀσέβειαν αὐτῶν ἅμα τῷ διαλύσασθαι τὸν πρὸς Καρχηδονίους πόλεμον οὐδὲν ἐποιήσαντο προυργιαίτερον τοῦ παροπλίσαντας αὐτοὺς ἐμβαλεῖν | |
5 | εἰς πλοῖα καὶ τῆς Ἰταλίας πάσης ἐξορίστους κατα‐ | |
Hist.2.7.11 | στῆσαι. οὓς Ἠπειρῶται τῆς δημοκρατίας καὶ τῶν νόμων φύλακας ποιησάμενοι καὶ τὴν εὐδαιμονε‐ στάτην πόλιν ἐγχειρίσαντες, πῶς οὐκ ἂν εἰκότως φανείησαν αὐτοὶ τῶν συμπτωμάτων αὑτοῖς αἴτιοι | |
5 | γεγονότες; | |
Hist.2.7.12 | Περὶ μὲν οὖν τῆς Ἠπειρωτῶν ἀγνοίας καὶ περὶ τοῦ μηδέποτε δεῖν τοὺς εὖ φρονοῦντας ἰσχυροτέραν εἰσάγεσθαι φυλακὴν ἄλλως τε καὶ βαρβάρων, ἐπὶ | |
Hist.2.8.1 | τοσοῦτον ἔκρινον ποιήσασθαι μνήμην. οἱ δ’ Ἰλλυ‐ ριοὶ καὶ κατὰ τοὺς ἀνωτέρω μὲν χρόνους συνεχῶς | |
Hist.2.8.2 | ἠδίκουν τοὺς πλοϊζομένους ἀπ’ Ἰταλίας· καθ’ οὓς δὲ καιροὺς περὶ τὴν Φοινίκην διέτριβον, καὶ πλεί‐ ους ἀπὸ τοῦ στόλου χωριζόμενοι πολλοὺς τῶν Ἰτα‐ λικῶν ἐμπόρων ἔσθ’ οὓς μὲν ἐσύλησαν, οὓς δ’ | |
5 | ἀπέσφαξαν, οὐκ ὀλίγους δὲ καὶ ζωγρίᾳ τῶν ἁλισκο‐ | |
Hist.2.8.3 | μένων ἀνῆγον. οἱ δὲ Ῥωμαῖοι παρακούοντες τὸν πρὸ τοῦ χρόνον τῶν ἐγκαλούντων τοῖς Ἰλλυριοῖς, τότε καὶ πλειόνων ἐπελθόντων ἐπὶ τὴν σύγκλητον, κατέστησαν πρεσβευτὰς εἰς τὴν Ἰλλυρίδα τοὺς ἐπί‐ | |
5 | σκεψιν ποιησομένους περὶ τῶν προειρημένων Γάϊον | |
Hist.2.8.4 | καὶ Λεύκιον Κορογκανίους. ἡ δὲ Τεύτα, καταπλευ‐ σάντων πρὸς αὐτὴν τῶν ἐκ τῆς Ἠπείρου λέμβων, καταπλαγεῖσα τὸ πλῆθος καὶ τὸ κάλλος τῆς ἀγομέ‐ νης κατασκευῆς—πολὺ γὰρ ἡ Φοινίκη διέφερε τότε | |
5 | τῶν κατὰ τὴν Ἤπειρον πόλεων εὐδαιμονίᾳ—διπλα‐ σίως ἐπερρώσθη πρὸς τὴν κατὰ τῶν Ἑλλήνων ἀδι‐ | |
Hist.2.8.5 | κίαν. οὐ μὴν ἀλλὰ τότε μὲν ἐπέσχεν διὰ τὰς ἐγχω‐ ρίους ταραχάς, καταστησαμένη δὲ ταχέως τὰ κατὰ τοὺς ἀποστάντας Ἰλλυριοὺς ἐπολιόρκει τὴν Ἴσσαν | |
Hist.2.8.6 | διὰ τὸ ταύτην ἔτι μόνην ἀπειθεῖν αὐτῇ. κατὰ δὲ τὸν καιρὸν τοῦτον κατέπλευσαν οἱ τῶν Ῥωμαίων πρέσβεις· καὶ δοθέντος αὐτοῖς καιροῦ πρὸς ἔντευ‐ ξιν διελέγοντο περὶ τῶν εἰς αὐτοὺς γεγονότων ἀδι‐ | |
Hist.2.8.7 | κημάτων. ἡ δὲ Τεύτα καθόλου μὲν παρ’ ὅλην τὴν κοινολογίαν ἀγερώχως καὶ λίαν ὑπερηφάνως αὐτῶν | |
Hist.2.8.8 | διήκουεν. καταπαυσάντων δὲ τὸν λόγον, κοινῇ μὲν ἔφη πειρᾶσθαι φροντίζειν ἵνα μηδὲν ἀδίκημα γίνη‐ ται Ῥωμαίοις ἐξ Ἰλλυριῶν· ἰδίᾳ γε μὴν οὐ νόμιμον εἶναι τοῖς βασιλεῦσι κωλύειν Ἰλλυριοῖς τὰς κατὰ | |
Hist.2.8.9 | θάλατταν ὠφελείας. ὁ δὲ νεώτερος τῶν πρεσβευ‐ τῶν δυσχεράνας ἐπὶ τοῖς εἰρημένοις ἐχρήσατο παρ‐ ρησίᾳ καθηκούσῃ μέν, οὐδαμῶς δὲ πρὸς καιρόν. | |
Hist.2.8.10 | εἶπεν γὰρ ὅτι Ῥωμαίοις μέν, ὦ Τεύτα, κάλλιστον ἔθος ἐστὶ τὰ κατ’ ἰδίαν ἀδικήματα κοινῇ μεταπο‐ | |
Hist.2.8.11 | ρεύεσθαι καὶ βοηθεῖν τοῖς ἀδικουμένοις· πειρασό‐ μεθα δὴ θεοῦ βουλομένου σφόδρα καὶ ταχέως ἀναγ‐ | |
κάσαι σε τὰ βασιλικὰ νόμιμα διορθώσασθαι πρὸς | ||
Hist.2.8.12 | Ἰλλυριούς. ἡ δὲ γυναικοθύμως καὶ ἀλογίστως δεξα‐ μένη τὴν παρρησίαν ἐπὶ τοσοῦτον ἐξωργίσθη πρὸς τὸ ῥηθὲν ὡς ὀλιγωρήσασα τῶν παρ’ ἀνθρώποις ὡρισμένων δικαίων ἀποπλέουσιν αὐτοῖς ἐπαποστεῖ‐ | |
5 | λαί τινας τὸν παρρησιασάμενον τῶν πρέσβεων ἀπο‐ | |
Hist.2.8.13 | κτεῖναι. προσπεσόντος δὲ τοῦ γεγονότος εἰς τὴν Ῥώμην, διοργισθέντες ἐπὶ τῇ παρανομίᾳ τῆς γυναι‐ κὸς εὐθέως περὶ παρασκευὴν ἐγίνοντο καὶ στρατό‐ πεδα κατέγραφον καὶ στόλον συνήθροιζον. | |
Hist.2.9.1 | Ἡ δὲ Τεύτα, τῆς ὥρας ἐπιγενομένης, ἐπισκευά‐ σασα λέμβους πλείους τῶν πρότερον ἐξαπέστειλε | |
Hist.2.9.2 | πάλιν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους. ὧν οἱ μὲν διὰ πόρου τὸν πλοῦν ἐπὶ τὴν Κέρκυραν ἐποι‐ οῦντο, μέρος δέ τι προσέσχε τὸν τῶν Ἐπιδαμνίων λιμένα, λόγῳ μὲν ὑδρείας καὶ ἐπισιτισμοῦ χάριν, ἔργῳ | |
Hist.2.9.3 | δ’ ἐπιβουλῆς καὶ πράξεως ἐπὶ τὴν πόλιν. τῶν δ’ Ἐπιδαμνίων (ἀ)κάκως ἅμα καὶ ῥᾳθύμως αὐτοὺς πα‐ ραδεξαμένων, εἰσελθόντες ἐν αὐτοῖς τοῖς περιζώ‐ μασιν ὡς ὑδρευσόμενοι, μαχαίρας ἔχοντες ἐν τοῖς | |
5 | κεραμίοις, οὕτως κατασφάξαντες τοὺς φυλάττοντας τὴν πύλην ταχέως ἐγκρατεῖς ἐγένοντο τοῦ πυλῶνος. | |
Hist.2.9.4 | ἐπιγενομένης δὲ κατὰ τὸ συντεταγμένον ἐνεργῶς τῆς ἀπὸ τῶν πλοίων βοηθείας, παραδεξάμενοι τού‐ | |
Hist.2.9.5 | τους ῥᾳδίως κατεῖχον τὰ πλεῖστα τῶν τειχῶν. τῶν δ’ ἐκ τῆς πόλεως ἀπαρασκεύως μὲν διὰ τὸ παρά‐ δοξον, ἐκθύμως δὲ βοηθούντων καὶ διαγωνιζομένων, συνέβη τοὺς Ἰλλυριοὺς ἐπὶ πολὺν χρόνον ἀντιποιη‐ | |
Hist.2.9.6 | σαμένους τέλος ἐκπεσεῖν ἐκ τῆς πόλεως. Ἐπιδά‐ μνιοι μὲν οὖν ἐν ταύτῃ τῇ πράξει διὰ μὲν τὴν ὀλι‐ γωρίαν ἐκινδύνευσαν ἀποβαλεῖν τὴν πατρίδα, διὰ | |
δὲ τὴν εὐψυχίαν ἀβλαβῶς ἐπαιδεύθησαν πρὸς τὸ | ||
Hist.2.9.7 | μέλλον. τῶν δ’ Ἰλλυριῶν οἱ προεστῶτες κατὰ σπου‐ δὴν ἀναχθέντες καὶ συνάψαντες τοῖς προπλέουσι κατῆραν εἰς τὴν Κέρκυραν· καὶ ποιησάμενοι κατα‐ πληκτικὴν τὴν ἀπόβασιν ἐνεχείρησαν πολιορκεῖν τὴν | |
Hist.2.9.8 | πόλιν. ὧν συμβαινόντων οἱ Κερκυραῖοι δυσχρη‐ στούμενοι καὶ δυσελπίστως διακείμενοι τοῖς ὅλοις ἐπρεσβεύοντο πρός τε τοὺς Ἀχαιοὺς καὶ τοὺς Αἰτω‐ λούς, ἅμα δὲ τούτοις Ἀπολλωνιᾶται καὶ Ἐπιδά‐ | |
5 | μνιοι, δεόμενοι σφίσι βοηθεῖν κατὰ σπουδὴν καὶ μὴ περιιδεῖν σφᾶς αὐτοὺς ἀναστάτους γενομένους ὑπὸ | |
Hist.2.9.9 | τῶν Ἰλλυριῶν. οἱ δὲ διακούσαντες τῶν πρέσβεων καὶ προσδεξάμενοι τοὺς λόγους ἐπλήρωσαν κοινῇ τὰς τῶν Ἀχαιῶν δέκα ναῦς καταφράκτους, καταρτί‐ σαντες δ’ ἐν ὀλίγαις ἡμέραις ἔπλεον ἐπὶ τῆς Κερ‐ | |
Hist.2.10.1 | κύρας, ἐλπίζοντες λύσειν τὴν πολιορκίαν. οἱ δ’ Ἰλλυριοὶ συμπαραλαβόντες Ἀκαρνάνων ναῦς κατὰ τὴν συμμαχίαν, οὔσας ἑπτὰ καταφράκτους, ἀνταν‐ αχθέντες συνέβαλλον τοῖς τῶν Ἀχαιῶν σκάφεσιν περὶ | |
Hist.2.10.2 | τοὺς καλουμένους Παξούς. οἱ μὲν οὖν Ἀκαρνᾶνες καὶ τῶν Ἀχαϊκῶν νεῶν αἱ κατὰ τούτους ταχθεῖσαι πάρισον ἐποίουν τὸν ἀγῶνα καὶ διέμενον ἀκέραιοι κατὰ τὰς συμπλοκὰς πλὴν τῶν εἰς αὐτοὺς τοὺς ἄν‐ | |
Hist.2.10.3 | δρας γινομένων τραυμάτων. οἱ δ’ Ἰλλυριοὶ ζεύ‐ ξαντες τοὺς παρ’ αὑτῶν λέμβους ἀνὰ τέτταρας συν‐ επλέκοντο τοῖς πολεμίοις. καὶ τῶν μὲν ἰδίων ὠλι‐ γώρουν καὶ παραβάλλοντες πλαγίους συνήργουν | |
Hist.2.10.4 | ταῖς ἐμβολαῖς τῶν ὑπεναντίων. ὅτε δὲ τρώσαντα καὶ δεθέντα κατὰ τὰς ἐμβολὰς δυσχρήστως (διέκειτο πρὸς τὸ παρὸν) τὰ τῶν ἀντιπάλων σκάφη, προσκρε‐ μαμένων αὐτοῖς περὶ τοὺς ἐμβόλους τῶν ἐζευγμέ‐ | |
5 | νων λέμβων, τότ’ ἐπιπηδῶντες ἐπὶ τὰ καταστρώ‐ ματα τῶν Ἀχαϊκῶν νεῶν κατεκράτουν διὰ τὸ πλῆ‐ | |
Hist.2.10.5 | θος τῶν ἐπιβατῶν. καὶ τούτῳ τῷ τρόπῳ τεττάρων μὲν πλοίων ἐκυρίευσαν τετρηρικῶν, μίαν δὲ πεν‐ τήρη σὺν αὐτοῖς τοῖς ἀνδράσιν ἐβύθισαν, ἐφ’ ἧς ἔπλει Μάργος ὁ Καρυνεύς, ἀνὴρ πάντα τὰ δίκαια | |
5 | τῷ κοινῷ τῶν Ἀχαιῶν πολιτεύματι πεποιηκὼς μέχρι | |
Hist.2.10.6 | τῆς καταστροφῆς. οἱ δὲ πρὸς τοὺς Ἀκαρνᾶνας δια‐ γωνιζόμενοι, συνιδόντες τὸ κατὰ τοὺς Ἰλλυριοὺς προτέρημα καὶ πιστεύοντες τῷ ταχυναυτεῖν, ἐπου‐ ρώσαντες ἀσφαλῶς τὴν ἀποχώρησιν εἰς τὴν οἰκείαν | |
Hist.2.10.7 | ἐποιήσαντο. τὸ δὲ τῶν Ἰλλυριῶν πλῆθος φρονη‐ ματισθὲν ἐπὶ τῷ προτερήματι λοιπὸν ἤδη ῥᾳδίως | |
Hist.2.10.8 | ἐχρήσατο τῇ πολιορκίᾳ καὶ τεθαρρηκότως. οἱ δὲ Κερκυραῖοι δυσελπιστήσαντες τοῖς ὅλοις ἐκ τῶν συμβεβηκότων, βραχὺν ἔτι χρόνον ὑπομείναντες τὴν πολιορκίαν συνέθεντο τοῖς Ἰλλυριοῖς καὶ παρεδέ‐ | |
5 | ξαντο φρουρὰν καὶ μετὰ τῆς φρουρᾶς Δημήτριον | |
Hist.2.10.9 | τὸν Φάριον. τούτων δὲ πραχθέντων εὐθέως οἱ τῶν Ἰλλυριῶν προεστῶτες ἀνήγοντο· καὶ κατάραν‐ τες εἰς τὴν Ἐπίδαμνον ταύτην πάλιν ἐπεβάλοντο πολιορκεῖν τὴν πόλιν. | |
Hist.2.11.1 | Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς τῶν τὰς ὑπάτους ἀρχὰς ἐχόντων Γνάιος μὲν Φόλουιος ἐξέπλει ναυσὶ διακοσίαις ἐκ τῆς Ῥώμης, Αὖλος δὲ Ποστόμιος τὰς | |
Hist.2.11.2 | πεζικὰς ἔχων δυνάμεις ἐξώρμα. τὴν μὲν οὖν πρώ‐ την ἐπιβολὴν ἔσχε πλεῖν ὁ Γνάιος ἐπὶ τῆς Κερκύ‐ ρας, ὑπολαμβάνων ἔτι καταλήψεσθαι τὴν πολιορ‐ | |
Hist.2.11.3 | κίαν ἄκριτον· ὑστερήσας δὲ τῶν καιρῶν ὅμως ἐπὶ τὴν νῆσον ἔπλει, βουλόμενος ἅμα μὲν ἐπιγνῶναι σαφῶς τὰ γεγονότα περὶ τὴν πόλιν, ἅμα δὲ πεῖραν | |
λαβεῖν τῶν παρὰ τοῦ Δημητρίου προσαγγελλομέ‐ | ||
Hist.2.11.4 | νων. ὁ γὰρ Δημήτριος ἐν διαβολαῖς ὢν καὶ φο‐ βούμενος τὴν Τεύταν (δι)επέμπετο πρὸς τοὺς Ῥω‐ μαίους, ἐπαγγελλόμενος τήν τε πόλιν ἐγχειριεῖν καὶ τὰ λοιπὰ πράγματα παραδώσειν, ὧν ἦν αὐτὸς κύ‐ | |
Hist.2.11.5 | ριος. οἱ δὲ Κερκυραῖοι τὴν παρουσίαν τῶν Ῥω‐ μαίων ἀσμένως ἰδόντες, τήν τε φρουρὰν παρέδοσαν τῶν Ἰλλυριῶν μετὰ τῆς τοῦ Δημητρίου γνώμης, αὐτοί τε σφᾶς ὁμοθυμαδὸν ἔδωκαν παρακληθέντες | |
5 | εἰς τὴν τῶν Ῥωμαίων πίστιν, μίαν ταύτην ὑπολα‐ βόντες ἀσφάλειαν αὑτοῖς ὑπάρχειν εἰς τὸν μέλλοντα | |
Hist.2.11.6 | χρόνον πρὸς τὴν Ἰλλυριῶν παρανομίαν. Ῥωμαῖοι δὲ προσδεξάμενοι τοὺς Κερκυραίους εἰς τὴν φιλίαν ἔπλεον ἐπὶ τῆς Ἀπολλωνίας, ἔχοντες εἰς τὰ κατά‐ λοιπα τῶν πραγμάτων ἡγεμόνα τὸν Δημήτριον. | |
Hist.2.11.7 | κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Ποστόμιος τὰς πε‐ ζικὰς διεβίβαζε δυνάμεις ἐκ τοῦ Βρεντεσίου, πεζοὺς | |
Hist.2.11.8 | μὲν εἰς δισμυρίους, ἱππεῖς δὲ περὶ δισχιλίους. ἅμα δὲ τῷ προσέχειν ἑκατέρας ὁμοῦ τὰς δυνάμεις πρὸς τὴν Ἀπολλωνίαν ὁμοίως καὶ τούτων ἀποδεξαμένων καὶ δόντων ἑαυτοὺς εἰς τὴν ἐπιτροπὴν παραχρῆμα | |
5 | πάλιν ἀνήχθησαν, ἀκούοντες πολιορκεῖσθαι τὴν | |
Hist.2.11.9 | Ἐπίδαμνον. οἱ δ’ Ἰλλυριοὶ συνέντες τὴν ἔφοδον τῶν Ῥωμαίων, οὐδενὶ κόσμῳ λύσαντες τὴν πολιορ‐ | |
Hist.2.11.10 | κίαν ἔφυγον. Ῥωμαῖοι δὲ καὶ τοὺς Ἐπιδαμνίους παραλαβόντες εἰς τὴν πίστιν προῆγον εἰς τοὺς εἴσω τόπους τῆς Ἰλλυρίδος, ἅμα καταστρεφόμενοι τοὺς | |
Hist.2.11.11 | Ἀρδιαίους. συμμιξάντων δὲ πρεσβευτῶν αὐτοῖς καὶ πλειόνων, (ὧν) οἱ παρὰ τῶν Παρθίνων ἧκον ἐπιτρέ‐ ποντες τὰ καθ’ αὑτούς, δεξάμενοι τούτους εἰς τὴν φιλίαν, παραπλησίως δὲ καὶ τοὺς παρὰ τῶν Ἀτιν‐ | |
5 | τάνων προσεληλυθότας προῆγον ὡς ἐπὶ τὴν Ἴσσαν διὰ τὸ καὶ ταύτην ὑπὸ τῶν Ἰλλυριῶν πολιορκεῖ‐ | |
Hist.2.11.12 | σθαι τὴν πόλιν. ἀφικόμενοι δὲ καὶ λύσαντες τὴν πολιορκίαν προσεδέξαντο καὶ τοὺς Ἰσσαίους εἰς τὴν | |
Hist.2.11.13 | ἑαυτῶν πίστιν. εἷλον δὲ καὶ πόλεις τινὰς Ἰλλυρί‐ δας ἐν τῷ παράπλῳ κατὰ κράτος· ἐν αἷς περὶ Νου‐ τρίαν οὐ μόνον τῶν στρατιωτῶν ἀπέβαλον πολλούς, | |
Hist.2.11.14 | ἀλλὰ καὶ τῶν χιλιάρχων τινὰς καὶ τὸν ταμίαν. ἐκυ‐ ρίευσαν δὲ καὶ λέμβων εἴκοσι τῶν ἀποκομιζόντων | |
Hist.2.11.15 | τὴν ἐκ τῆς χώρας ὠφέλειαν. τῶν δὲ πολιορκούν‐ των τὴν Ἴσσαν οἱ μὲν ἐν τῇ Φάρῳ διὰ τὸν Δημή‐ τριον ἀβλαβεῖς ἔμειναν, οἱ δ’ ἄλλοι πάντες ἔφυγον | |
Hist.2.11.16 | εἰς τὸν Ἄρβωνα σκεδασθέντες. ἡ δὲ Τεύτα πάνυ μετ’ ὀλίγων εἰς τὸν Ῥίζονα διεσώθη, πολισμάτιον εὖ πρὸς ὀχυρότητα κατεσκευασμένον, ἀνακεχωρηκὸς μὲν ἀπὸ τῆς θαλάττης, ἐπ’ αὐτῷ δὲ κείμενον τῷ | |
Hist.2.11.17 | Ῥίζονι ποταμῷ. ταῦτα δὲ πράξαντες καὶ τῷ Δη‐ μητρίῳ τοὺς πλείστους ὑποτάξαντες τῶν Ἰλλυριῶν καὶ μεγάλην αὐτῷ περιθέντες δυναστείαν ἀνεχώρη‐ σαν εἰς τὴν Ἐπίδαμνον ἅμα τῷ στόλῳ καὶ τῇ πε‐ | |
5 | ζικῇ δυνάμει. | |
Hist.2.12.1 | Γνάιος μὲν οὖν Φόλουιος εἰς τὴν Ῥώμην ἀπέ‐ πλευσε, τὸ πλεῖον ἔχων μέρος τῆς τε ναυτικῆς καὶ | |
Hist.2.12.2 | πεζικῆς στρατιᾶς. ὁ δὲ Ποστόμιος ὑπολειπόμενος τετταράκοντα σκάφη καὶ στρατόπεδον ἐκ τῶν περι‐ κειμένων πόλεων ἁθροίσας παρεχείμαζε, συνεφε‐ δρεύων τῷ τε τῶν Ἀρδιαίων ἔθνει καὶ τοῖς ἄλλοις | |
Hist.2.12.3 | τοῖς δεδωκόσιν ἑαυτοὺς εἰς τὴν πίστιν. ὑπὸ δὲ τὴν ἐαρινὴν ὥραν ἡ Τεύτα διαπρεσβευσαμένη πρὸς τοὺς Ῥωμαίους ποιεῖται συνθήκας, ἐν αἷς εὐδόκησε φόρους τε τοὺς διαταχθέντας οἴσειν πάσης τ’ ἀνα‐ | |
5 | χωρήσειν τῆς Ἰλλυρίδος πλὴν ὀλίγων τόπων, καὶ τὸ συνέχον, ὃ μάλιστα πρὸς τοὺς Ἕλληνας διέτεινε, μὴ πλεύσειν πλέον ἢ δυσὶ λέμβοις ἔξω τοῦ Λίσσου, | |
Hist.2.12.4 | καὶ τούτοις ἀνόπλοις. ὧν συντελεσθέντων ὁ Πο‐ στόμιος μετὰ ταῦτα πρεσβευτὰς ἐξαπέστειλε πρός τε τοὺς Αἰτωλοὺς καὶ τὸ τῶν Ἀχαιῶν ἔθνος· οἳ καὶ παραγενόμενοι πρῶτον μὲν ἀπελογίσαντο τὰς | |
5 | αἰτίας τοῦ πολέμου καὶ τῆς διαβάσεως, ἑξῆς δὲ τού‐ τοις τὰ πεπραγμένα διεξῆλθον καὶ τὰς συνθήκας παρανέγνωσαν, ἃς ἐπεποίηντο πρὸς τοὺς Ἰλλυριούς. | |
Hist.2.12.5 | τυχόντες δὲ παρ’ ἑκατέρου τῶν ἐθνῶν τῆς καθ‐ ηκούσης φιλανθρωπίας αὖθις ἀπέπλευσαν εἰς τὴν Κέρκυραν, ἱκανοῦ τινος ἀπολελυκότες φόβου τοὺς | |
Hist.2.12.6 | Ἕλληνας διὰ τὰς προειρημένας συνθήκας. οὐ γὰρ τισὶν, ἀλλὰ πᾶσι τότε κοινοὺς ἐχθροὺς εἶναι συν‐ έβαινε τοὺς Ἰλλυριούς. | |
Hist.2.12.7 | Ἡ μὲν οὖν πρώτη διάβασις Ῥωμαίων μετὰ δυ‐ νάμεως εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης, ἔτι δ’ ἐπιπλοκὴ μετὰ πρεσβείας εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους τοιάδε καὶ διὰ ταύτας | |
Hist.2.12.8 | ἐγένετο τὰς αἰτίας. ἀπὸ δὲ ταύτης τῆς καταρχῆς Ῥωμαῖοι μὲν εὐθέως ἄλλους πρεσβευτὰς ἐξαπέστει‐ λαν πρὸς Κορινθίους καὶ πρὸς Ἀθηναίους, ὅτε δὴ καὶ Κορίνθιοι πρῶτον ἀπεδέξαντο μετέχειν Ῥωμαί‐ | |
5 | ους τοῦ τῶν Ἰσθμίων ἀγῶνος. | |
Hist.2.13.1 | Ἀσδρούβας δὲ κατὰ τοὺς αὐτοὺς χρόνους—ἐν γὰρ τούτοις ἀπελίπομεν τὰ κατὰ τὴν Ἰβηρίαν—νουν‐ εχῶς καὶ πραγματικῶς χειρίζων τὰ κατὰ τὴν ἀρχὴν ἔν τε τοῖς ὅλοις μεγάλην ἐποιεῖτο προκοπήν, τήν τε | |
5 | παρὰ μὲν τισὶ Καρχηδόνα, παρὰ δὲ τισὶ Καινὴν πόλιν προσαγορευομένην κατασκευάσας οὐ μικρά, | |
μεγάλα δὲ συνεβάλλετο Καρχηδονίοις εἰς πραγμά‐ | ||
Hist.2.13.2 | των λόγον, καὶ μάλιστα διὰ τὴν εὐκαιρίαν τοῦ τό‐ που πρός τε τὰ κατὰ τὴν Ἰβηρίαν πράγματα καὶ πρὸς τὰ κατὰ τὴν Λιβύην, περὶ ἧς ἡμεῖς εὐφυέ‐ στερον καιρὸν λαβόντες ὑποδείξομεν τὴν θέσιν αὐ‐ | |
5 | τῆς καὶ τὴν χρείαν, ἣν ἀμφοτέραις δύναται παρ‐ | |
Hist.2.13.3 | έχεσθαι ταῖς εἰρημέναις χώραις. ὃν καὶ θεωροῦντες Ῥωμαῖοι μείζω καὶ φοβερωτέραν ἤδη συνιστάμενον δυναστείαν, ὥρμησαν ἐπὶ τὸ πολυπραγμονεῖν τὰ | |
Hist.2.13.4 | κατὰ τὴν Ἰβηρίαν. εὑρόντες δὲ σφᾶς ἐπικεκοιμη‐ μένους ἐν τοῖς ἔμπροσθεν χρόνοις καὶ προειμένους εἰς τὸ μεγάλην χεῖρα κατασκευάσασθαι Καρχηδονί‐ | |
Hist.2.13.5 | ους, ἀνατρέχειν ἐπειρῶντο κατὰ δύναμιν. αὐτόθεν μὲν οὖν ἐπιτάττειν ἢ πολεμεῖν οὐ κατετόλμων τοῖς Καρχηδονίοις διὰ τὸ τὸν ἀπὸ τῶν Κελτῶν φόβον ἐπικρέμασθαι τοῖς σφετέροις πράγμασιν καὶ μόνον | |
5 | οὐ καθ’ ἑκάστην ἡμέραν προσδοκᾶν τὴν ἔφοδον | |
Hist.2.13.6 | αὐτῶν. καταψήσαντες δὲ καὶ πραΰναντες τὸν Ἀσ‐ δρούβαν, οὕτως ἔκριναν ἐγχειρεῖν τοῖς Κελτοῖς καὶ διακινδυνεύειν πρὸς αὐτούς, οὐδέποτ’ ἂν ὑπολαμ‐ βάνοντες οὐχ οἷον δυναστεῦσαι τῶν κατὰ τὴν Ἰτα‐ | |
5 | λίαν, ἀλλ’ οὐδ’ ἀσφαλῶς οἰκῆσαι τὴν ἑαυτῶν πα‐ | |
Hist.2.13.7 | τρίδα, τούτους ἔχοντες ἐφέδρους τοὺς ἄνδρας. διό‐ περ ἅμα τῷ διαπρεσβευσάμενοι πρὸς τὸν Ἀσδρού‐ βαν ποιήσασθαι συνθήκας, ἐν αἷς τὴν μὲν ἄλλην Ἰβηρίαν παρεσιώπων, τὸν δὲ καλούμενον Ἴβηρα | |
5 | ποταμὸν οὐκ ἔδει Καρχηδονίους ἐπὶ πολέμῳ δια‐ βαίνειν, εὐθέως ἐξήνεγκαν τὸν πρὸς τοὺς κατὰ τὴν | |
Hist.2.14.1 | Ἰταλίαν Κελτοὺς πόλεμον. ὑπὲρ ὧν δοκεῖ μοι χρή‐ σιμον εἶναι κεφαλαιώδη μὲν ποιήσασθαι τὴν ἐξή‐ γησιν, ἵνα τὸ τῆς προκατασκευῆς οἰκεῖον συσσώ‐ | |
σωμεν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἀναδραμεῖν δὲ | ||
5 | τοῖς χρόνοις ἐπὶ τὴν ἀρχήν, ἐξ ὅτου κατέσχον οἱ | |
Hist.2.14.2 | προειρημένοι τὴν χώραν· ἡγοῦμαι γὰρ τὴν περὶ αὐτῶν ἱστορίαν οὐ μόνον ἀξίαν εἶναι γνώσεως καὶ μνήμης, ἀλλὰ καὶ τελέως ἀναγκαίαν χάριν τοῦ μα‐ θεῖν τίσι μετὰ ταῦτα πιστεύσας ἀνδράσι καὶ τόποις | |
5 | Ἀννίβας ἐπεβάλετο καταλύειν τὴν Ῥωμαίων δυνα‐ | |
Hist.2.14.3 | στείαν. πρῶτον δὲ περὶ τῆς χώρας ῥητέον ποία τίς ἐστιν καὶ πῶς κεῖται πρὸς τὴν ἄλλην Ἰταλίαν. οὕτως γὰρ ἔσται καὶ τὰ περὶ τὰς πράξεις διαφέ‐ ροντα κατανοεῖν βέλτιον, ὑπογραφέντων τῶν περί | |
5 | τε τοὺς τόπους καὶ τὴν χώραν ἰδιωμάτων. | |
Hist.2.14.4 | Τῆς δὴ συμπάσης Ἰταλίας τῷ σχήματι τριγωνο‐ ειδοῦς ὑπαρχούσης, τὴν μὲν μίαν ὁρίζει πλευρὰν αὐτῆς τὴν πρὸς τὰς ἀνατολὰς κεκλιμένην ὅ τ’ Ἰόνιος πόρος καὶ κατὰ τὸ συνεχὲς ὁ κατὰ τὸν Ἀδρίαν κόλ‐ | |
5 | πος, τὴν δὲ πρὸς μεσημβρίαν καὶ δυσμὰς τετραμ‐ | |
Hist.2.14.5 | μένην τὸ Σικελικὸν καὶ Τυρρηνικὸν πέλαγος. αὗται δ’ αἱ πλευραὶ συμπίπτουσαι πρὸς ἀλλήλας κορυφὴν ποιοῦσι τοῦ τριγώνου τὸ προκείμενον ἀκρωτήριον τῆς Ἰταλίας εἰς τὴν μεσημβρίαν, ὃ προσαγορεύεται | |
5 | μὲν Κόκυνθος, διαιρεῖ δὲ τὸν Ἰόνιον πόρον καὶ τὸ | |
Hist.2.14.6 | Σικελικὸν πέλαγος. τὴν δὲ λοιπὴν τὴν παρά τε τὰς ἄρκτους καὶ τὴν μεσόγαιαν παρατείνουσαν ὁρί‐ ζει κατὰ τὸ συνεχὲς ἡ τῶν Ἄλπεων παρώρεια, λαμ‐ βάνουσα τὴν μὲν ἀρχὴν ἀπὸ Μασσαλίας καὶ τῶν | |
5 | ὑπὲρ τὸ Σαρδῷον πέλαγος τόπων, παρήκουσα δὲ συνεχῶς μέχρι πρὸς τὸν τοῦ παντὸς Ἀδρίου μυχόν, πλὴν βραχέος, ὃ προκαταλήγουσα λείπει τοῦ μὴ | |
Hist.2.14.7 | συνάπτειν αὐτῷ. παρὰ δὲ τὴν προειρημένην παρ‐ ώρειαν, ἣν δεῖ νοεῖν ὡσανεὶ βάσιν τοῦ τριγώ‐ | |
νου, παρὰ ταύτην ἀπὸ μεσημβρίας ὑπόκειται πεδία τῆς συμπάσης Ἰταλίας τελευταῖα πρὸς τὰς ἄρκτους, | ||
5 | ὑπὲρ ὧν ὁ νῦν δὴ λόγος, ἀρετῇ καὶ μεγέθει δια‐ φέροντα τῶν κατὰ τὴν Εὐρώπην, ὅσα πέπτωκεν | |
Hist.2.14.8 | ὑπὸ τὴν ἡμετέραν ἱστορίαν. ἔστι δὲ τὸ μὲν ὅλον εἶδος καὶ τῆς ταῦτα τὰ πεδία περιγραφούσης γραμ‐ μῆς τριγωνοειδές. τούτου δὲ τοῦ σχήματος τὴν μὲν κορυφὴν ἥ τε τῶν Ἀπεννίνων καλουμένων ὀρῶν | |
5 | καὶ τῶν Ἀλπεινῶν σύμπτωσις οὐ μακρὰν ἀπὸ τοῦ | |
Hist.2.14.9 | Σαρδῴου πελάγους ὑπὲρ Μασσαλίας ἀποτελεῖ. τῶν δὲ πλευρῶν παρὰ μὲν τὴν ἀπὸ τῶν ἄρκτων, ὡς ἐπάνω προεῖπον, τὰς Ἄλπεις αὐτὰς ἐπὶ δισχιλίους | |
Hist.2.14.10 | καὶ διακοσίους σταδίους παρήκειν συμβαίνει, παρὰ δὲ τὴν ἀπὸ μεσημβρίας τὸν Ἀπεννῖνον ἐπὶ τρισχι‐ | |
Hist.2.14.11 | λίους ἑξακοσίους. βάσεώς γε μὴν τάξιν λαμβάνει τοῦ παντὸς σχήματος ἡ παραλία τοῦ κατὰ τὸν Ἀδρίαν κόλπου· τὸ δὲ μέγεθος τῆς βάσεώς ἐστιν ἀπὸ πόλεως Σήνης ἕως ἐπὶ τὸν μυχὸν ὑπὲρ τοὺς δισχιλίους | |
Hist.2.14.12 | σταδίους καὶ πεντακοσίους, ὥστε τὴν πᾶσαν περί‐ μετρον τῶν προειρημένων πεδίων μὴ πολὺ λείπειν | |
Hist.2.15.1 | τῶν μυρίων σταδίων. περί γε μὴν τῆς ἀρετῆς οὐδ’ εἰπεῖν ῥᾴδιον. σίτου τε γὰρ τοσαύτην ἀφθονίαν ὑπάρχειν συμβαίνει κατὰ τοὺς τόπους ὥστ’ ἐν τοῖς καθ’ ἡμᾶς καιροῖς πολλάκις τεττάρων ὀβολῶν εἶναι | |
5 | τῶν πυρῶν τὸν Σικελικὸν μέδιμνον, τῶν δὲ κρι‐ θῶν δυεῖν, τοῦ δ’ οἴνου τὸν μετρητὴν ἰσόκριθον. | |
Hist.2.15.2 | ἐλύμου γε μὴν καὶ κέγχρου τελέως ὑπερβάλλουσα δαψίλεια γίνεται παρ’ αὐτοῖς. τὸ δὲ τῶν βαλά‐ νων πλῆθος τὸ γινόμενον ἐκ τῶν κατὰ διάστημα δρυμῶν ἐν τοῖς πεδίοις ἐκ τούτων ἄν τις μάλιστα | |
Hist.2.15.3 | τεκμήραιτο· πλείστων γὰρ ὑϊκῶν ἱερείων κοπτομέ‐ | |
νων ἐν Ἰταλίᾳ διά τε τὰς εἰς τοὺς ἰδίους βίους καὶ τὰς εἰς τὰ στρατόπεδα παραθέσεις, τὴν ὁλοσχερε‐ στάτην χορηγίαν ἐκ τούτων συμβαίνει τῶν πεδίων | ||
Hist.2.15.4 | αὐτοῖς ὑπάρχειν. περὶ δὲ τῆς κατὰ μέρος εὐωνίας καὶ δαψιλείας τῶν πρὸς τὴν τροφὴν ἀνηκόντων οὕ‐ | |
Hist.2.15.5 | τως ἄν τις ἀκριβέστατα κατανοήσειεν· ποιοῦνται γὰρ τὰς καταλύσεις οἱ διοδεύοντες τὴν χώραν ἐν τοῖς πανδοκείοις, οὐ συμφωνοῦντες περὶ τῶν κατὰ μέ‐ ρος ἐπιτηδείων, ἀλλ’ ἐρωτῶντες πόσου τὸν ἄνδρα | |
Hist.2.15.6 | δέχεται. ὡς μὲν οὖν ἐπὶ τὸ πολὺ παρίενται τοὺς καταλύτας οἱ πανδοκεῖς, ὡς ἱκανὰ πάντ’ ἔχειν τὰ πρὸς τὴν χρείαν, ἡμιασσαρίου· τοῦτο δ’ ἔστι τέταρ‐ τον μέρος ὀβολοῦ· σπανίως δὲ τοῦθ’ ὑπερβαίνουσι. | |
Hist.2.15.7 | τό γε μὴν πλῆθος τῶν ἀνδρῶν καὶ τὸ μέγεθος καὶ κάλλος τῶν σωμάτων, ἔτι δὲ τὴν ἐν τοῖς πολέμοις τόλμαν ἐξ αὐτῶν τῶν πράξεων σαφῶς ἔσται κα‐ ταμαθεῖν. | |
Hist.2.15.8 | Τῶν δ’ Ἄλπεων ἑκατέρας τῆς πλευρᾶς, τῆς ἐπὶ τὸν Ῥοδανὸν ποταμὸν καὶ τῆς ἐπὶ τὰ προειρημένα πεδία νευούσης, τοὺς βουνώδεις καὶ γεώδεις τόπους κατοικοῦσι τοὺς μὲν ἐπὶ τὸν Ῥοδανὸν καὶ τὰς ἄρ‐ | |
5 | κτους ἐστραμμένους Γαλάται Τρανσαλπῖνοι προσ‐ αγορευόμενοι, τοὺς δ’ ἐπὶ τὰ πεδία Ταυρίσκοι καὶ | |
Hist.2.15.9 | Ἄγωνες καὶ πλείω γένη βαρβάρων ἕτερα. Τρανσ‐ αλπῖνοί γε μὴν οὐ διὰ τὴν τοῦ γένους, ἀλλὰ διὰ τὴν τοῦ τόπου διαφορὰν προσαγορεύονται· τὸ γὰρ τρὰνς ἐξερμηνευόμενόν ἐστι πέραν, διὸ τοὺς ἐπέ‐ | |
Hist.2.15.10 | κεινα τῶν Ἄλπεων Τρανσαλπίνους καλοῦσι. τὰ δ’ ἄκρα διά τε τὴν τραχύτητα καὶ τὸ πλῆθος τῆς ἐπι‐ | |
Hist.2.16.1 | μενούσης ἀεὶ χιόνος ἀοίκητα τελέως ἐστίν. τὸν δ’ Ἀπεννῖνον ἀπὸ μὲν τῆς ἀρχῆς τῆς ὑπὲρ Μασσα‐ | |
λίαν καὶ τῆς πρὸς τὰς Ἄλπεις συμπτώσεως Λιγυ‐ στῖνοι κατοικοῦσιν, καὶ τὴν ἐπὶ τὸ Τυρρηνικὸν πέ‐ | ||
5 | λαγος αὐτοῦ πλευρὰν κεκλιμένην καὶ τὴν ἐπὶ τὰ | |
Hist.2.16.2 | πεδία, παρὰ θάλατταν μὲν μέχρι πόλεως Πίσης, ἣ πρώτη κεῖται τῆς Τυρρηνίας ὡς πρὸς τὰς δυ‐ σμάς, κατὰ δὲ τὴν μεσόγαιον ἕως τῆς Ἀρρητίνων | |
Hist.2.16.3 | χώρας. ἑξῆς δὲ Τυρρηνοί· τούτοις δὲ συνεχεῖς ἑκά‐ τερον τὸ κλίμα νέμονται τῶν προειρημένων ὀρῶν | |
Hist.2.16.4 | Ὄμβροι. λοιπὸν ὁ μὲν Ἀπεννῖνος ἀπέχων τῆς κατὰ τὸν Ἀδρίαν θαλάττης σταδίους ὡσανεὶ πεντακοσί‐ ους ἀπολείπει τὰ πεδία δεξιὸς ἀπονεύων, καὶ διὰ μέσης τῆς λοιπῆς Ἰταλίας διήκων εἰς τὸ Σικελικὸν | |
Hist.2.16.5 | κατατείνει πέλαγος. τὸ δ’ ἀπολειπόμενον μέρος πε‐ δινὸν τῆς πλευρᾶς ἐπὶ θάλατταν καὶ πόλιν καθήκει | |
Hist.2.16.6 | Σήνην. ὁ δὲ Πάδος ποταμός, ὑπὸ δὲ τῶν ποιητῶν Ἠριδανὸς θρυλούμενος, ἔχει μὲν τὰς πηγὰς ἀπὸ τῶν Ἄλπεων ὡς πρὸς τὴν κορυφὴν μᾶλλον τοῦ προειρημένου σχήματος, καταφέρεται δ’ εἰς τὰ πεδία, | |
Hist.2.16.7 | ποιούμενος τὴν ῥύσιν ὡς ἐπὶ μεσημβρίαν. ἀφικό‐ μενος δ’ εἰς τοὺς ἐπιπέδους τόπους, ἐκκλίνας τῷ ῥεύματι πρὸς ἕω φέρεται δι’ αὐτῶν· ποιεῖ δὲ τὴν ἐκβολὴν δυσὶ στόμασιν εἰς τοὺς κατὰ τὸν Ἀδρίαν | |
5 | τόπους· τὸ δὲ πλεῖον ἀποτέμνεται μέρος τῆς πε‐ διάδος χώρας εἰς τὰς Ἄλπεις καὶ τὸν Ἀδριατικὸν | |
Hist.2.16.8 | μυχόν. ἄγει δὲ πλῆθος ὕδατος οὐδενὸς ἔλαττον τῶν κατὰ τὴν Ἰταλίαν ποταμῶν διὰ τὸ τὰς ῥύσεις τὰς ἐπὶ τὰ πεδία νευούσας ἀπό τε τῶν Ἄλπεων καὶ τῶν Ἀπεννίνων ὀρῶν εἰς τοῦτον ἐμπίπτειν ἁπάσας | |
Hist.2.16.9 | καὶ πανταχόθεν. μεγίστῳ δὲ καὶ καλλίστῳ ῥεύ‐ ματι φέρεται περὶ κυνὸς ἐπιτολήν, αὐξόμενος ὑπὸ τοῦ πλήθους τῶν ἀνατηκομένων χιόνων ἐν τοῖς | |
Hist.2.16.10 | προειρημένοις ὄρεσιν. ἀναπλεῖται δ’ ἐκ θαλάττης κατὰ τὸ στόμα τὸ καλούμενον Ὄλανα σχεδὸν ἐπὶ | |
Hist.2.16.11 | δισχιλίους σταδίους. τὴν μὲν γὰρ πρώτην ἐκ τῶν πηγῶν ἔχει ῥύσιν ἁπλῆν, σχίζεται δ’ εἰς δύο μέρη κατὰ τοὺς προσαγορευομένους Τριγαβόλους· τού‐ των δὲ τὸ μὲν ἕτερον στόμα προσονομάζεται Πα‐ | |
Hist.2.16.12 | δόα, τὸ δ’ ἕτερον Ὄλανα. κεῖται δ’ ἐπὶ τούτῳ λι‐ μήν, οὐδενὸς τῶν κατὰ τὸν Ἀδρίαν ἥττω παρεχό‐ μενος ἀσφάλειαν τοῖς ἐν αὐτῷ καθορμιζομένοις. παρά γε μὴν τοῖς ἐγχωρίοις ὁ ποταμὸς προσαγορεύ‐ | |
Hist.2.16.13 | εται Βόδεγκος. τἄλλα δὲ τὰ περὶ τὸν ποταμὸν τοῦ‐ τον ἱστορούμενα παρὰ τοῖς Ἕλλησι, λέγω δὴ τὰ περὶ Φαέθοντα καὶ τὴν ἐκείνου πτῶσιν, ἔτι δὲ τὰ δάκρυα τῶν αἰγείρων καὶ τοὺς μελανείμονας τοὺς | |
5 | περὶ τὸν ποταμὸν οἰκοῦντας, οὕς φασι τὰς ἐσθῆ‐ τας εἰσέτι νῦν φορεῖν τοιαύτας ἀπὸ τοῦ κατὰ Φαέ‐ | |
Hist.2.16.14 | θοντα πένθους, καὶ πᾶσαν δὴ τὴν τραγικὴν καὶ ταύτῃ προσεοικυῖαν ὕλην ἐπὶ μὲν τοῦ παρόντος ὑπερθησόμεθα διὰ τὸ μὴ λίαν καθήκειν τῷ τῆς προκατασκευῆς γένει τὴν περὶ τῶν τοιούτων ἀκρι‐ | |
Hist.2.16.15 | βολογίαν. μεταλαβόντες δὲ καιρὸν ἁρμόττοντα ποι‐ ησόμεθα τὴν καθήκουσαν μνήμην, καὶ μάλιστα διὰ τὴν Τιμαίου περὶ τοὺς προειρημένους τόπους ἄγνοιαν. | |
Hist.2.17.1 | Πλὴν ταῦτά γε τὰ πεδία τὸ παλαιὸν ἐνέμοντο Τυρρηνοί, καθ’ οὓς χρόνους καὶ τὰ Φλέγραιά ποτε καλούμενα τὰ περὶ Καπύην καὶ Νώλην· ἃ δὴ καὶ διὰ τὸ πολλοῖς ἐμποδὼν εἶναι καὶ γνωρίζεσθαι με‐ | |
Hist.2.17.2 | γάλην ἐπ’ ἀρετῇ δόξαν εἴληφεν. διὸ καὶ τοὺς ἱστο‐ ροῦντας τὰς Τυρρηνῶν δυναστείας οὐ χρὴ ποιεῖ‐ σθαι τὴν ἀναφορὰν ἐπὶ τὴν νῦν κατεχομένην ὑπ’ | |
αὐτῶν χώραν, ἀλλ’ ἐπὶ τὰ προειρημένα πεδία καὶ | ||
Hist.2.17.3 | τὰς ἐκ τούτων τῶν τόπων ἀφορμάς. οἷς ἐπιμιγνύ‐ μενοι κατὰ τὴν παράθεσιν Κελτοὶ καὶ περὶ τὸ κάλ‐ λος τῆς χώρας ὀφθαλμιάσαντες, ἐκ μικρᾶς προφά‐ σεως μεγάλῃ στρατιᾷ παραδόξως ἐπελθόντες ἐξέβα‐ | |
5 | λον ἐκ τῆς περὶ τὸν Πάδον χώρας Τυρρηνοὺς καὶ | |
Hist.2.17.4 | κατέσχον αὐτοὶ τὰ πεδία. τὰ μὲν οὖν πρῶτα καὶ περὶ τὰς ἀνατολὰς τοῦ Πάδου κείμενα Λάοι καὶ Λεβέκιοι, μετὰ δὲ τούτους Ἴνσοβρες κατῴκησαν, ὃ μέγιστον ἔθνος ἦν αὐτῶν· ἑξῆς δὲ τούτοις παρὰ | |
Hist.2.17.5 | τὸν ποταμὸν Γονομάνοι. τὰ δὲ πρὸς τὸν Ἀδρίαν ἤδη προσήκοντα γένος ἄλλο πάνυ παλαιὸν διακατ‐ έσχεν· προσαγορεύονται δ’ Οὐένετοι, τοῖς μὲν ἔθεσι καὶ τῷ κόσμῳ βραχεῖ διαφέροντες Κελτῶν, γλώττῃ | |
Hist.2.17.6 | δ’ ἀλλοίᾳ χρώμενοι. περὶ ὧν οἱ τραγῳδιογράφοι πολύν τινα πεποίηνται λόγον καὶ πολλὴν διατέθειν‐ | |
Hist.2.17.7 | ται τερατείαν. τὰ δὲ πέραν τοῦ Πάδου τὰ περὶ τὸν Ἀπεννῖνον πρῶτοι μὲν Ἄναρες, μετὰ δὲ τού‐ τους Βοῖοι κατῴκησαν· ἑξῆς δὲ τούτων ὡς πρὸς τὸν Ἀδρίαν Λίγγονες, τὰ δὲ τελευταῖα πρὸς θα‐ | |
Hist.2.17.8 | λάττῃ Σήνωνες. τὰ μὲν οὖν ἐπιφανέστατα τῶν κα‐ τασχόντων τοὺς προειρημένους τόπους ἐθνῶν ταῦθ’ | |
Hist.2.17.9 | ὑπῆρχεν. ᾤκουν δὲ κατὰ κώμας ἀτειχίστους, τῆς | |
Hist.2.17.10 | λοιπῆς κατασκευῆς ἄμοιροι καθεστῶτες. διὰ γὰρ τὸ στιβαδοκοιτεῖν καὶ κρεαφαγεῖν, ἔτι δὲ μηδὲν ἄλλο πλὴν τὰ πολεμικὰ καὶ τὰ κατὰ γεωργίαν· ἀσκεῖν ἁπλοῦς εἶχον τοὺς βίους, οὔτ’ ἐπιστήμης ἄλλης | |
5 | οὔτε τέχνης παρ’ αὐτοῖς τὸ παράπαν γινωσκομέ‐ | |
Hist.2.17.11 | νης. ὕπαρξίς γε μὴν ἑκάστοις ἦν θρέμματα καὶ χρυ‐ σὸς διὰ τὸ μόνα ταῦτα κατὰ τὰς περιστάσεις ῥᾳ‐ δίως δύνασθαι πανταχῇ περιαγαγεῖν καὶ μεθιστάναι | |
Hist.2.17.12 | κατὰ τὰς αὑτῶν προαιρέσεις. περὶ δὲ τὰς ἑταιρείας μεγίστην σπουδὴν ἐποιοῦντο διὰ τὸ καὶ φοβερώτα‐ τον καὶ δυνατώτατον εἶναι παρ’ αὐτοῖς τοῦτον ὃς ἂν πλείστους ἔχειν δοκῇ τοὺς θεραπεύοντας καὶ | |
5 | συμπεριφερομένους αὐτῷ. | |
Hist.2.18.1 | Τὰς μὲν οὖν ἀρχὰς οὐ μόνον τῆς χώρας ἐπεκρά‐ τουν, ἀλλὰ καὶ τῶν σύνεγγυς πολλοὺς ὑπηκόους | |
Hist.2.18.2 | ἐπεποίηντο, τῇ τόλμῃ καταπεπληγμένοι. μετὰ δέ τινα χρόνον μάχῃ νικήσαντες Ῥωμαίους καὶ τοὺς μετὰ τούτων παραταξαμένους, ἑπόμενοι τοῖς φεύγου‐ σι τρισὶ τῆς μάχης ἡμέραις ὕστερον κατέσχον αὐτὴν | |
Hist.2.18.3 | τὴν Ῥώμην πλὴν τοῦ Καπετωλίου. γενομένου δ’ ἀντισπάσματος, καὶ τῶν Οὐενέτων ἐμβαλόντων εἰς τὴν χώραν αὐτῶν, τότε μὲν ποιησάμενοι συνθήκας πρὸς Ῥωμαίους καὶ τὴν πόλιν ἀποδόντες ἐπανῆλ‐ | |
Hist.2.18.4 | θον εἰς τὴν οἰκείαν. μετὰ δὲ ταῦτα τοῖς ἐμφυλίοις συνείχοντο πολέμοις· ἔνιοι δὲ καὶ τῶν τὰς Ἄλπεις κατοικούντων ὁρμὰς ἐποιοῦντο καὶ συνηθροίζοντο πολλάκις ἐπ’ αὐτούς, θεωροῦντες ἐκ παραθέσεως | |
Hist.2.18.5 | τὴν παραγεγενημένην αὐτοῖς εὐδαιμονίαν. ἐν ᾧ καιρῷ Ῥωμαῖοι τήν τε σφετέραν δύναμιν ἀνέλαβον καὶ τὰ κατὰ τοὺς Λατίνους αὖθις πράγματα συν‐ | |
Hist.2.18.6 | εστήσαντο. παραγενομένων δὲ πάλιν τῶν Κελτῶν εἰς Ἄλβαν στρατεύματι μεγάλῳ μετὰ τὴν τῆς πό‐ λεως κατάληψιν ἔτει τριακοστῷ, τότε μὲν οὐκ ἐτόλ‐ μησαν ἀντεξαγαγεῖν Ῥωμαῖοι τὰ στρατόπεδα διὰ τὸ | |
5 | παραδόξου γενομένης τῆς ἐφόδου προκαταληφθῆναι καὶ μὴ καταταχῆσαι τὰς τῶν συμμάχων ἁθροίσαν‐ | |
Hist.2.18.7 | τας δυνάμεις. αὖθις δ’ ἐξ ἐπιβολῆς ἑτέρας ἔτει δω‐ δεκάτῳ μετὰ μεγάλης στρατιᾶς ἐπιπορευομένων προ‐ αισθόμενοι καὶ συναγείραντες τοὺς συμμάχους μετὰ | |
πολλῆς προθυμίας ἀπήντων, σπεύδοντες συμβαλεῖν | ||
Hist.2.18.8 | καὶ διακινδυνεῦσαι περὶ τῶν ὅλων. οἱ δὲ Γαλάται καταπλαγέντες τὴν ἔφοδον αὐτῶν καὶ διαστασιά‐ σαντες πρὸς σφᾶς νυκτὸς ἐπιγενομένης φυγῇ πα‐ ραπλησίαν ἐποιήσαντο τὴν ἀποχώρησιν εἰς τὴν οἰ‐ | |
Hist.2.18.9 | κείαν. ἀπὸ δὲ τούτου τοῦ φόβου τριακαίδεκα μὲν ἔτη τὴν ἡσυχίαν ἔσχον, μετὰ δὲ ταῦτα συνορῶντες αὐξανομένην τὴν Ῥωμαίων δύναμιν εἰρήνην ἐποι‐ | |
Hist.2.19.1 | ήσαντο καὶ συνθήκας. ἐν αἷς ἔτη τριάκοντα μεί‐ ναντες ἐμπεδῶς, αὖθις γενομένου κινήματος ἐκ τῶν Τρανσαλπίνων, δείσαντες μὴ πόλεμος αὐτοῖς ἐγερθῇ βαρύς, ἀπὸ μὲν αὑτῶν ἔτρεψαν τὰς ὁρμὰς τῶν ἐξ‐ | |
5 | ανισταμένων, δωροφοροῦντες καὶ προτιθέμενοι τὴν συγγένειαν, ἐπὶ δὲ Ῥωμαίους παρώξυναν καὶ μετ‐ | |
Hist.2.19.2 | έσχον αὐτοῖς τῆς στρατείας. ἐν ᾗ τὴν ἔφοδον ποι‐ ησάμενοι διὰ Τυρρηνίας, ὁμοῦ συστρατευσαμένων σφίσι Τυρρηνῶν, καὶ περιβαλόμενοι λείας πλῆθος ἐκ μὲν τῆς Ῥωμαίων ἐπαρχίας ἀσφαλῶς ἐπανῆλθον. | |
Hist.2.19.3 | εἰς δὲ τὴν οἰκείαν ἀφικόμενοι καὶ στασιάσαντες περὶ τὴν τῶν εἰλημμένων πλεονεξίαν τῆς τε λείας καὶ τῆς αὑτῶν δυνάμεως τὸ πλεῖστον μέρος δι‐ | |
Hist.2.19.4 | έφθειραν. τοῦτο δὲ σύνηθές ἐστι Γαλάταις πράτ‐ τειν, ἐπειδὰν σφετερίσωνταί τι τῶν πέλας, καὶ μά‐ λιστα διὰ τὰς ἀλόγους οἰνοφλυγίας καὶ πλησμονάς. | |
Hist.2.19.5 | μετὰ δὲ ταῦτα πάλιν ἔτει τετάρτῳ συμφρονήσαν‐ τες ἅμα Σαυνῖται καὶ Γαλάται παρετάξαντο Ῥω‐ μαίοις ἐν τῇ Καμερτίων χώρᾳ καὶ πολλοὺς αὐτῶν | |
Hist.2.19.6 | ἐν τῷ κινδύνῳ διέφθειραν. ἐν ᾧ καιρῷ προσφι‐ λονικήσαντες πρὸς τὸ γεγονὸς ἐλάττωμ’ αὐτοῖς Ῥω‐ μαῖοι μετ’ ὀλίγας ἡμέρας ἐξῆλθον καὶ συμβαλόν‐ τες πᾶσι τοῖς στρατοπέδοις ἐν τῇ τῶν Σεντινατῶν | |
5 | χώρᾳ πρὸς τοὺς προειρημένους τοὺς μὲν πλείστους ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἠνάγκασαν προτροπά‐ | |
Hist.2.19.7 | δην ἑκάστους εἰς τὴν οἰκείαν φυγεῖν. διαγενο‐ μένων δὲ πάλιν ἐτῶν δέκα παρεγένοντο Γαλάται μετὰ μεγάλης στρατιᾶς, πολιορκήσοντες τὴν Ἀρρη‐ | |
Hist.2.19.8 | τίνων πόλιν. Ῥωμαῖοι δὲ παραβοηθήσαντες καὶ συμβαλόντες πρὸ τῆς πόλεως ἡττήθησαν. ἐν δὲ τῇ μάχῃ ταύτῃ Λευκίου τοῦ στρατηγοῦ τελευτήσαν‐ | |
Hist.2.19.9 | τος Μάνιον ἐπικατέστησαν τὸν Κόριον. οὗ πρε‐ σβευτὰς ἐκπέμψαντος εἰς Γαλατίαν ὑπὲρ τῶν αἰχμα‐ λώτων, παρασπονδήσαντες ἐπανείλοντο τοὺς πρέ‐ | |
Hist.2.19.10 | σβεις. τῶν δὲ Ῥωμαίων ὑπὸ τὸν θυμὸν ἐκ χειρὸς ἐπιστρατευσαμένων, ἀπαντήσαντες συνέβαλλον οἱ Σή‐ | |
Hist.2.19.11 | νωνες καλούμενοι Γαλάται. Ῥωμαῖοι δ’ ἐκ παρα‐ τάξεως κρατήσαντες αὐτῶν τοὺς μὲν πλείστους ἀπ‐ έκτειναν, τοὺς δὲ λοιποὺς ἐξέβαλον, τῆς δὲ χώρας | |
Hist.2.19.12 | ἐγένοντο πάσης ἐγκρατεῖς. εἰς ἣν καὶ πρώτην τῆς Γαλατίας ἀποικίαν ἔστειλαν τὴν Σήνην προσαγο‐ ρευομένην πόλιν, ὁμώνυμον οὖσαν τοῖς πρότερον | |
Hist.2.19.13 | αὐτὴν κατοικοῦσι Γαλάταις, ὑπὲρ ἧς ἀρτίως διεσα‐ φήσαμεν, φάσκοντες αὐτὴν παρὰ τὸν Ἀδρίαν ἐπὶ τῷ πέρατι κεῖσθαι τῶν περὶ τὸν Πάδον πεδίων. | |
Hist.2.20.1 | οἱ δὲ Βοῖοι θεωροῦντες ἐκπεπτωκότας τοὺς Σή‐ νωνας, καὶ δείσαντες περὶ σφῶν καὶ τῆς χώρας μὴ πάθωσι τὸ παραπλήσιον ἐξεστράτευσαν πανδη‐ | |
Hist.2.20.2 | μεὶ παρακαλέσαντες Τυρρηνούς. ἁθροισθέντες δὲ περὶ τὴν Ὀάδμονα προσαγορευομένην λίμνην παρ‐ | |
Hist.2.20.3 | ετάξαντο Ῥωμαίοις. ἐν δὲ τῇ μάχῃ ταύτῃ Τυρρη‐ νῶν μὲν οἱ πλεῖστοι κατεκόπησαν, τῶν δὲ Βοίων | |
Hist.2.20.4 | τελέως ὀλίγοι διέφυγον. οὐ μὴν ἀλλὰ τῷ κατὰ πό‐ δας ἐνιαυτῷ συμφρονήσαντες αὖθις οἱ προειρημέ‐ | |
νοι καὶ τοὺς ἄρτι τῶν νέων ἡβῶντας καθοπλίσαν‐ | ||
Hist.2.20.5 | τες παρετάξαντο πρὸς Ῥωμαίους. ἡττηθέντες δ’ ὁλοσχερῶς τῇ μάχῃ μόλις εἶξαν ταῖς ψυχαῖς καὶ δια‐ πρεσβευσάμενοι περὶ σπονδῶν καὶ διαλύσεων συν‐ | |
Hist.2.20.6 | θήκας ἔθεντο πρὸς Ῥωμαίους. ταῦτα δὲ συνέβαινεν γίνεσθαι τῷ τρίτῳ πρότερον ἔτει τῆς Πύρρου δια‐ βάσεως εἰς τὴν Ἰταλίαν, πέμπτῳ δὲ τῆς Γαλατῶν περὶ | |
Hist.2.20.7 | Δελφοὺς διαφθορᾶς. ἐν γὰρ τούτοις ἡ τύχη τοῖς καιροῖς ὡσανεὶ λοιμικήν τινα πολέμου διάθεσιν ἐπ‐ | |
Hist.2.20.8 | έστησε πᾶσι Γαλάταις. ἐκ δὲ τῶν προειρημένων ἀγώνων δύο τὰ κάλλιστα συνεκύρησε Ῥωμαίοις· τοῦ γὰρ κατακόπτεσθαι συνήθειαν ἐσχηκότες ὑπὸ Γα‐ λατῶν οὐδὲν ἠδύναντο δεινότερον ἰδεῖν οὐδὲ προσ‐ | |
Hist.2.20.9 | δοκῆσαι τῶν αὐτοῖς ἤδη πεπραγμένων· ἐξ ὧν πρός τε Πύρρον ἀθληταὶ τέλειοι γεγονότες τῶν κατὰ πό‐ | |
Hist.2.20.10 | λεμον ἔργων συγκατέστησαν, τήν τε Γαλατῶν τόλ‐ μαν ἐν καιρῷ καταπληξάμενοι λοιπὸν ἀπερισπάστως τὸ μὲν πρῶτον πρὸς Πύρρον περὶ τῆς Ἰταλίας ἐπο‐ λέμουν, μετὰ δὲ ταῦτα πρὸς Καρχηδονίους ὑπὲρ τῆς | |
5 | Σικελιωτῶν ἀρχῆς διηγωνίζοντο. | |
Hist.2.21.1 | Γαλάται δ’ ἐκ τῶν προειρημένων ἐλαττωμάτων ἔτη μὲν πέντε καὶ τετταράκοντα τὴν ἡσυχίαν ἔσχον, | |
Hist.2.21.2 | εἰρήνην ἄγοντες πρὸς Ῥωμαίους. ἐπεὶ δ’ οἱ μὲν αὐτόπται γεγονότες τῶν δεινῶν ἐκ τοῦ ζῆν ἐξεχώ‐ ρησαν διὰ τὸν χρόνον, ἐπεγένοντο δὲ νέοι, θυμοῦ μὲν ἀλογίστου πλήρεις, ἄπειροι δὲ καὶ ἀόρατοι παν‐ | |
Hist.2.21.3 | τὸς κακοῦ καὶ πάσης περιστάσεως, αὖθις ἤρξαντο τὰ καθεστῶτα κινεῖν, ὃ φύσιν ἔχει γίνεσθαι καὶ τραχύνεσθαι μὲν ἐκ τῶν τυχόντων πρὸς Ῥωμαίους, | |
Hist.2.21.4 | ἐπισπᾶσθαι δὲ τοὺς ἐκ τῶν Ἄλπεων Γαλάτας. τὸ μὲν οὖν πρῶτον χωρὶς τοῦ πλήθους δι’ αὐτῶν τῶν | |
ἡγουμένων ἐν ἀπορρήτοις ἐπράττετο τὰ προειρη‐ | ||
Hist.2.21.5 | μένα. διὸ καὶ παραγενομένων τῶν Τρανσαλπίνων ἕως Ἀριμίνου μετὰ δυνάμεως, διαπιστήσαντα τὰ πλήθη τῶν Βοίων καὶ στασιάσαντα πρός τε τοὺς ἑαυτῶν προεστῶτας καὶ πρὸς τοὺς παραγεγονότας | |
5 | ἀνεῖλον μὲν τοὺς ἰδίους βασιλεῖς Ἄτιν καὶ Γάλα‐ τον, κατέκοψαν δ’ ἀλλήλους, συμβαλόντες ἐκ πα‐ | |
Hist.2.21.6 | ρατάξεων. ὅτε δὴ καὶ Ῥωμαῖοι κατάφοβοι γενόμε‐ νοι τὴν ἔφοδον ἐξῆλθον μετὰ στρατοπέδου· συνέν‐ τες δὲ τὴν αὐθαίρετον καταφθορὰν τῶν Γαλατῶν | |
Hist.2.21.7 | αὖθις ἀνεχώρησαν εἰς τὴν οἰκείαν. μετὰ δὲ τοῦ‐ τον τὸν φόβον ἔτει πέμπτῳ, Μάρκου Λεπέδου στρα‐ τηγοῦντος, κατεκληρούχησαν ἐν Γαλατίᾳ Ῥωμαῖοι τὴν Πικεντίνην προσαγορευομένην χώραν, ἐξ ἧς | |
5 | νικήσαντες ἐξέβαλον τοὺς Σήνωνας προσαγορευομέ‐ | |
Hist.2.21.8 | νους Γαλάτας, Γαΐου Φλαμινίου ταύτην τὴν δημα‐ γωγίαν εἰσηγησαμένου καὶ πολιτείαν, ἣν δὴ καὶ Ῥωμαίοις ὡς ἔπος εἰπεῖν φατέον ἀρχηγὸν μὲν γε‐ νέσθαι τῆς ἐπὶ τὸ χεῖρον τοῦ δήμου διαστροφῆς, | |
5 | αἰτίαν δὲ καὶ τοῦ μετὰ ταῦτα πολέμου συστάντος | |
Hist.2.21.9 | αὐτοῖς πρὸς τοὺς προειρημένους. πολλοὶ μὲν γὰρ τῶν Γαλατῶν ὑπεδύοντο τὴν πρᾶξιν, μάλιστα δ’ οἱ Βοῖοι διὰ τὸ συντερμονεῖν τῇ τῶν Ῥωμαίων χώρᾳ, νομίσαντες οὐχ ὑπὲρ ἡγεμονίας ἔτι καὶ δυ‐ | |
5 | ναστείας Ῥωμαίους τὸν πρὸς αὐτοὺς ποιήσασθαι πόλεμον, ἀλλ’ ὑπὲρ ὁλοσχεροῦς ἐξαναστάσεως καὶ καταφθορᾶς. | |
Hist.2.22.1 | Διόπερ εὐθέως τὰ μέγιστα τῶν ἐθνῶν, τό τε τῶν Ἰνσόμβρων καὶ Βοίων, συμφρονήσαντα διεπέμ‐ ποντο πρὸς τοὺς κατὰ τὰς Ἄλπεις καὶ περὶ τὸν Ῥοδανὸν ποταμὸν κατοικοῦντας Γαλάτας, προσαγο‐ | |
5 | ρευομένους δὲ διὰ τὸ μισθοῦ στρατεύειν Γαισάτους· | |
Hist.2.22.2 | ἡ γὰρ λέξις αὕτη τοῦτο σημαίνει κυρίως. ὧν τοῖς βασιλεῦσι Κογκολιτάνῳ καὶ Ἀνηροέστῳ παραυτίκα μὲν χρυσίου προτείναντες πλῆθος, εἰς τὸ μέλλον (δ’) ὑποδεικνύντες τὸ μέγεθος τῆς Ῥωμαίων εὐδαι‐ | |
5 | μονίας καὶ τὸ πλῆθος τῶν ὑπαρξόντων αὐτοῖς ἀγα‐ θῶν, ἐὰν κρατήσωσι, προετρέποντο καὶ παρώξυνον | |
Hist.2.22.3 | πρὸς τὴν ἐπὶ Ῥωμαίους στρατείαν. ῥᾳδίως δ’ ἔπει‐ σαν, ἅμα τοῖς προειρημένοις διδόντες μὲν τὰ πιστὰ περὶ τῆς αὑτῶν συμμαχίας, ἀναμιμνήσκοντες δὲ τῆς | |
Hist.2.22.4 | τῶν ἰδίων προγόνων πράξεως αὐτούς· ἐν ᾗ ’κεῖνοι στρατεύσαντες οὐ μόνον ἐνίκησαν μαχόμενοι Ῥω‐ μαίους, ἀλλὰ καὶ μετὰ τὴν μάχην ἐξ ἐφόδου κατ‐ | |
Hist.2.22.5 | έσχον αὐτὴν τὴν Ῥώμην· γενόμενοι δὲ καὶ τῶν ὑπαρχόντων ἁπάντων ἐγκρατεῖς καὶ τῆς πόλεως αὐτῆς ἑπτὰ μῆνας κυριεύσαντες, τέλος ἐθελοντὶ καὶ μετὰ χάριτος παραδόντες τὴν πόλιν, ἄθραυστοι καὶ | |
5 | ἀσινεῖς ἔχοντες τὴν ὠφέλειαν εἰς τὴν οἰκείαν ἐπ‐ | |
Hist.2.22.6 | ανῆλθον. ὧν ἀκούοντες οἱ περὶ αὐτοὺς ἡγεμόνες οὕτω παρωρμήθησαν ἐπὶ τὴν στρατείαν ὥστε μηδέ‐ ποτε μήτε πλείους μήτ’ ἐνδοξοτέρους μήτε μαχιμω‐ τέρους ἄνδρας ἐξελθεῖν ἐκ τούτων τῶν τόπων τῆς | |
Hist.2.22.7 | Γαλατίας. κατὰ δὲ τοὺς καιροὺς τούτους Ῥωμαῖοι τὰ μὲν ἀκούοντες τὰ δὲ καταμαντευόμενοι τὸ μέλ‐ λον εἰς φόβους ἐνέπιπτον συνεχεῖς καὶ ταραχὰς | |
Hist.2.22.8 | ἐπὶ τοσοῦτον, ὥστε ποτὲ μὲν στρατόπεδα καταγρά‐ φειν καὶ σίτου καὶ τῶν ἐπιτηδείων ποιεῖσθαι παρα‐ σκευάς, ποτὲ δὲ καὶ τὰς δυνάμεις ἐξάγειν ἐπὶ τοὺς ὅρους, ὡς ἤδη παρόντων εἰς τὴν χώραν τῶν πολε‐ | |
5 | μίων, οὐδέπω κεκινηκότων ἐκ τῆς οἰκείας τῶν Κελ‐ | |
Hist.2.22.9 | τῶν. οὐκ ἐλάχιστα δὲ συνήργησεν καὶ Καρχηδο‐ | |
νίοις τοῦτο τὸ κίνημα πρὸς τὸ κατασκευάσασθαι τὰ | ||
Hist.2.22.10 | κατὰ τὴν Ἰβηρίαν ἀσφαλῶς. Ῥωμαῖοι γάρ, ὡς καὶ πρόσθεν ἡμῖν εἴρηται, κρίνοντες ἀναγκαιότερα ταῦτα διὰ τὸ πρὸς ταῖς πλευραῖς αὐτῶν ὑπάρχειν παρορᾶν ἠναγκάζοντο τὰ κατὰ τὴν Ἰβηρίαν, σπουδάζοντες | |
5 | πρότερον ἐν καλῷ θέσθαι τὰ κατὰ τοὺς Κελτούς. | |
Hist.2.22.11 | διόπερ ἀσφαλισάμενοι τὰ πρὸς τοὺς Καρχηδονίους διὰ τῶν πρὸς τὸν Ἀσδρούβαν ὁμολογιῶν, ὑπὲρ ὧν ἄρτι δεδηλώκαμεν, ἐνεχείρησαν ὁμοθυμαδὸν ἐν τού‐ τοις τοῖς καιροῖς πρὸς τοὺς κατὰ (τὴν Ἰταλίαν) πολε‐ | |
5 | μίους, νομίζοντες συμφέρειν σφίσι τὸ διακριθῆναι πρὸς τούτους. | |
Hist.2.23.1 | Οἱ δὲ Γαισάται Γαλάται συστησάμενοι δύναμιν πολυτελῆ καὶ βαρεῖαν ἧκον ὑπεράραντες τὰς Ἄλ‐ πεις εἰς τὸν Πάδον ποταμὸν ἔτει μετὰ τὴν τῆς χώ‐ | |
Hist.2.23.2 | ρας διάδοσιν ὀγδόῳ. τὸ μὲν οὖν τῶν Ἰνσόμβρων καὶ Βοίων γένος ἔμεινε γενναίως ἐν ταῖς ἐξ ἀρχῆς ἐπιβολαῖς, οἱ δ’ Οὐένετοι καὶ Γονομάνοι, διαπρε‐ σβευσαμένων Ῥωμαίων, τούτοις εἵλοντο συμμαχεῖν. | |
Hist.2.23.3 | διὸ καὶ μέρος τι τῆς δυνάμεως καταλιπεῖν ἠναγκά‐ σθησαν οἱ βασιλεῖς τῶν Κελτῶν φυλακῆς χάριν τῆς | |
Hist.2.23.4 | χώρας πρὸς τὸν ἀπὸ τούτων φόβον. αὐτοὶ δ’ ἐξά‐ ραντες παντὶ τῷ στρατεύματι κατατεθαρρηκότως ὥρμησαν, ποιούμενοι τὴν πορείαν ὡς ἐπὶ Τυρρη‐ νίας, ἔχοντες πεζοὺς μὲν εἰς πεντακισμυρίους, ἱπ‐ | |
Hist.2.23.5 | πεῖς δὲ καὶ συνωρίδας εἰς δισμυρίους. Ῥωμαῖοι δ’ ὡς θᾶττον ἤκουσαν τοὺς Κελτοὺς ὑπερβεβληκέναι τὰς Ἄλπεις, Λεύκιον μὲν Αἰμίλιον ὕπατον μετὰ δυνάμεως ἐξαπέστειλαν ὡς ἐπ’ Ἀριμίνου, τηρήσοντα | |
5 | ταύτῃ τῶν ἐναντίων τὴν ἔφοδον, ἕνα δὲ τῶν ἑξα‐ | |
Hist.2.23.6 | πελέκεων εἰς Τυρρηνίαν. ὁ μὲν γὰρ ἕτερος τῶν | |
ὑπάτων Γάιος Ἀτίλιος προεξεληλυθὼς ἔτυχεν εἰς | ||
Hist.2.23.7 | Σαρδόνα μετὰ τῶν στρατοπέδων, οἱ δ’ ἐν τῇ Ῥώμῃ πάντες περιδεεῖς ἦσαν, μέγαν καὶ φοβερὸν αὑτοῖς ὑπολαμβάνοντες ἐπιφέρεσθαι κίνδυνον. ἔπασχον δὲ τοῦτ’ εἰκότως, ἔτι περὶ Γαλατῶν ἐγκαθημένου ταῖς | |
Hist.2.23.8 | ψυχαῖς αὐτῶν τοῦ παλαιοῦ φόβου. διὸ καὶ πρὸς ταύτην ἀναφέροντες τὴν ἔννοιαν τὰ μὲν συνήθροι‐ ζον, τὰ δὲ κατέγραφον στρατόπεδα, τοῖς δ’ ἑτοίμοις | |
Hist.2.23.9 | εἶναι παρήγγελλον τῶν συμμάχων. καθόλου δὲ τοῖς ὑποτεταγμένοις ἀναφέρειν ἐπέταξαν ἀπογραφὰς τῶν ἐν ταῖς ἡλικίαις, σπουδάζοντες εἰδέναι τὸ σύμπαν | |
Hist.2.23.11 | πλῆθος τῆς ὑπαρχούσης αὐτοῖς δυνάμεως. σίτου δὲ καὶ βελῶν καὶ τῆς ἄλλης ἐπιτηδειότητος πρὸς πόλεμον τηλικαύτην ἐποιήσαντο κατασκευὴν ἡλίκην | |
Hist.2.23.12 | οὐδείς πω μνημονεύει πρότερον. συνηργεῖτο δ’ | |
Hist.2.23.13 | αὐτοῖς πάντα καὶ πανταχόθεν ἑτοίμως. καταπε‐ πληγμένοι γὰρ οἱ τὴν Ἰταλίαν οἰκοῦντες τὴν τῶν Γαλατῶν ἔφοδον οὐκέτι Ῥωμαίοις ἡγοῦντο συμμα‐ χεῖν οὐδὲ περὶ τῆς τούτων ἡγεμονίας γίνεσθαι τὸν | |
5 | πόλεμον, ἀλλὰ περὶ σφῶν ἐνόμιζον ἕκαστοι καὶ τῆς ἰδίας πόλεως καὶ χώρας ἐπιφέρεσθαι τὸν κίνδυνον. | |
Hist.2.23.14 | διόπερ ἑτοίμως τοῖς παραγγελλομένοις ὑπήκουον. | |
Hist.2.24.1 | Ἵνα δὲ συμφανὲς ἐπ’ αὐτῶν γένηται τῶν ἔργων ἡλίκοις Ἀννίβας ἐτόλμησε πράγμασιν ἐπιθέσθαι [μετὰ δὲ ταῦτα] καὶ πρὸς ἡλίκην δυναστείαν παρα‐ βόλως ἀντοφθαλμήσας ἐπὶ τοσοῦτο καθίκετο τῆς | |
5 | προθέσεως ὥστε τοῖς μεγίστοις συμπτώμασι περι‐ | |
Hist.2.24.2 | βάλλειν Ῥωμαίους, ῥητέον ἂν εἴη τὴν παρασκευὴν καὶ τὸ πλῆθος τῆς ὑπαρχούσης αὐτοῖς τότε δυνά‐ | |
Hist.2.24.3 | μεως. μετὰ μὲν δὴ τῶν ὑπάτων ἐξεληλύθει τέτταρα στρατόπεδα Ῥωμαϊκά, πεντάκις μὲν χιλίους καὶ | |
διακοσίους πεζούς, ἱππεῖς δὲ τριακοσίους ἔχον | ||
Hist.2.24.4 | ἕκαστον. σύμμαχοι δὲ μεθ’ ἑκατέρων ἦσαν οἱ συν‐ άμφω πεζοὶ μὲν τρισμύριοι, δισχίλιοι δ’ ἱππεῖς. | |
Hist.2.24.5 | τῶν δ’ ἐκ τοῦ καιροῦ προσβοηθησάντων εἰς τὴν Ῥώμην Σαβίνων καὶ Τυρρηνῶν ἱππεῖς μὲν ἦσαν εἰς τετρακισχιλίους, πεζοὶ δὲ πλείους τῶν πεντακισ‐ | |
Hist.2.24.6 | μυρίων. τούτους μὲν ἁθροίσαντες ὡς ἐπὶ Τυρρη‐ νίας προεκάθισαν, ἑξαπέλεκυν αὐτοῖς ἡγεμόνα συ‐ | |
Hist.2.24.7 | στήσαντες. οἱ δὲ τὸν Ἀπεννῖνον κατοικοῦντες Ὄμ‐ βροι καὶ Σαρσινάτοι συνήχθησαν εἰς δισμυρίους, μετὰ δὲ τούτων Οὐένετοι καὶ Γονομάνοι δισμύριοι. | |
Hist.2.24.8 | τούτους δ’ ἔταξαν ἐπὶ τῶν ὅρων τῆς Γαλατίας, ἵν’ ἐμβαλόντες εἰς τὴν τῶν Βοίων χώραν ἀντιπερι‐ σπῶσι τοὺς ἐξεληλυθότας. τὰ μὲν οὖν προκαθ‐ | |
Hist.2.24.9 | ήμενα στρατόπεδα τῆς χώρας ταῦτ’ ἦν. ἐν δὲ τῇ Ῥώμῃ διέτριβον ἡτοιμασμένοι χάριν τῶν συμβαι‐ νόντων ἐν τοῖς πολέμοις, ἐφεδρείας ἔχοντες τάξιν, Ῥωμαίων μὲν αὐτῶν πεζοὶ δισμύριοι, μετὰ δὲ τού‐ | |
5 | των ἱππεῖς χίλιοι καὶ πεντακόσιοι, τῶν δὲ συμμά‐ | |
Hist.2.24.10 | χων πεζοὶ μὲν τρισμύριοι, δισχίλιοι δ’ ἱππεῖς. κα‐ ταγραφαὶ δ’ ἀνηνέχθησαν Λατίνων μὲν ὀκτακισ‐ μύριοι πεζοί, πεντακισχίλιοι δ’ ἱππεῖς, Σαυνιτῶν δὲ πεζοὶ μὲν ἑπτακισμύριοι, μετὰ δὲ τούτων ἱππεῖς | |
Hist.2.24.11 | ἑπτακισχίλιοι, καὶ μὴν Ἰαπύγων καὶ Μεσσαπίων συνάμφω πεζῶν μὲν πέντε μυριάδες, ἱππεῖς δὲ μύ‐ | |
Hist.2.24.12 | ριοι σὺν ἑξακισχιλίοις, Λευκανῶν δὲ πεζοὶ μὲν τρισ‐ μύριοι, τρισχίλιοι δ’ ἱππεῖς, Μαρσῶν δὲ καὶ Μαρ‐ ρουκίνων καὶ Φερεντάνων, ἔτι δ’ Οὐεστίνων πεζοὶ | |
Hist.2.24.13 | μὲν δισμύριοι, τετρακισχίλιοι δ’ ἱππεῖς. ἔτι γε μὴν καὶ ἐν Σικελίᾳ καὶ Τάραντι στρατόπεδα δύο παρ‐ εφήδρευεν, ὧν ἑκάτερον ἦν ἀνὰ τετρακισχιλίους | |
Hist.2.24.14 | καὶ διακοσίους πεζούς, ἱππεῖς δὲ διακοσίους. Ῥω‐ μαίων δὲ καὶ Καμπανῶν ἡ πληθὺς πεζῶν μὲν εἰς εἴκοσι καὶ πέντε κατελέχθησαν μυριάδες, ἱππέων δ’ ἐπὶ ταῖς δύο μυριάσιν ἐπῆσαν ἔτι τρεῖς χιλιάδες. | |
Hist.2.24.15 | ὥστ’ εἶναι τὸ [κεφάλαιον τῶν μὲν προκαθημένων τῆς Ῥώμης δυνάμεων πεζοὶ μὲν ὑπὲρ πεντεκαίδεκα | |
Hist.2.24.16 | μυριάδες, ἱππεῖς δὲ πρὸς ἑξακισχιλίους, τὸ δὲ] σύμ‐ παν πλῆθος τῶν δυναμένων ὅπλα βαστάζειν, αὐτῶν τε Ῥωμαίων καὶ τῶν συμμάχων, πεζῶν ὑπὲρ τὰς ἑβδομήκοντα μυριάδας, ἱππέων δ’ εἰς ἑπτὰ μυριά‐ | |
Hist.2.24.17 | δας. ἐφ’ οὓς Ἀννίβας ἐλάττους ἔχων δισμυρίων ἐπέβαλεν εἰς τὴν Ἰταλίαν. περὶ μὲν οὖν τούτων ἐν τοῖς ἑξῆς σαφέστερον ἐκποιήσει κατανοεῖν. | |
Hist.2.25.1 | Οἱ δὲ Κελτοὶ κατάραντες εἰς τὴν Τυρρηνίαν ἐπ‐ επορεύοντο τὴν χώραν, πορθοῦντες ἀδεῶς· οὐδενὸς δ’ αὐτοῖς ἀντιταττομένου, τέλος ἐπ’ αὐτὴν ὥρμησαν | |
Hist.2.25.2 | τὴν Ῥώμην. ἤδη δ’ αὐτῶν περὶ πόλιν ὄντων ἣ καλεῖται μὲν Κλούσιον, ἀπέχει δ’ ἡμερῶν τριῶν ὁδὸν ἀπὸ τῆς Ῥώμης, προσαγγέλλεται διότι κατόπιν αὐτοῖς ἕπονται καὶ συνάπτουσιν αἱ προκαθήμεναι | |
Hist.2.25.3 | τῶν Ῥωμαίων ἐν τῇ Τυρρηνίᾳ δυνάμεις. οἱ δ’ ἀκού‐ σαντες ἐξ ὑποστροφῆς ἀπήντων, σπεύδοντες τούτοις | |
Hist.2.25.4 | συμβαλεῖν. ἐγγίσαντες δ’ ἀλλήλοις ἤδη περὶ δυ‐ σμὰς ἡλίου, τότε μὲν ἐν συμμέτρῳ διαστήματι κατα‐ | |
Hist.2.25.5 | στρατοπεδεύσαντες ηὐλίσθησαν ἀμφότεροι. τῆς δὲ νυκτὸς ἐπιγενομένης πῦρ ἀνακαύσαντες οἱ Κελτοὶ τοὺς μὲν ἱππεῖς ἀπέλιπον, συντάξαντες ἅμα τῷ φωτὶ συμφανεῖς γενομένους τοῖς πολεμίοις ὑποχωρεῖν κατὰ | |
Hist.2.25.6 | τὸν αὐτὸν στίβον. αὐτοὶ δὲ λαθραίαν ποιησάμενοι τὴν ἀποχώρησιν ὡς ἐπὶ πόλιν Φαισόλαν αὐτοῦ παρ‐ ενέβαλον, πρόθεσιν ἔχοντες ἅμα μὲν ἐκδέχεσθαι | |
τοὺς ἑαυτῶν ἱππεῖς, ἅμα δὲ παραδόξως ἐνοχλῆσαι | ||
Hist.2.25.7 | τὴν τῶν ὑπεναντίων ἔφοδον. οἱ δὲ Ῥωμαῖοι τῆς ἡμέρας ἐπιγενομένης συνιδόντες τοὺς ἱππεῖς αὐτοὺς καὶ νομίσαντες τοὺς Κελτοὺς ἀποδεδρακέναι, κατὰ σπουδὴν ἠκολούθουν τοῖς ἱππεῦσιν κατὰ τὴν ἐκείνων | |
Hist.2.25.8 | ἀποχώρησιν. ἅμα δὲ τῷ συνεγγίζειν τοῖς πολεμίοις διαναστάντων τῶν Κελτῶν καὶ συμπεσόντων αὐτοῖς | |
Hist.2.25.9 | ἦν ἀγὼν τὰς ἀρχὰς ἐξ ἀμφοῖν βίαιος. τέλος δὲ καθ‐ υπερεχόντων τῶν Κελτῶν τῇ τόλμῃ καὶ τῷ πλήθει, συνέβη διαφθαρῆναι μὲν τῶν Ῥωμαίων οὐκ ἐλάτ‐ τους ἑξακισχιλίων, τοὺς δὲ λοιποὺς φεύγειν· ὧν οἱ | |
5 | πλείους πρός τινα τόπον ἐρυμνὸν ἀποχωρήσαντες | |
Hist.2.25.10 | ἔμενον. οὓς τὸ μὲν πρῶτον οἱ Κελτοὶ πολιορκεῖν ἐπεβάλοντο· κακῶς δ’ ἀπαλλάττοντες ἐκ τῆς προγε‐ γενημένης ἐν τῇ νυκτὶ πορείας καὶ κακοπαθείας καὶ ταλαιπωρίας ὥρμησαν πρὸς ἀνάπαυσιν καὶ θερα‐ | |
5 | πείαν, φυλακὴν ἀπολιπόντες τῶν ἰδίων ἱππέων περὶ | |
Hist.2.25.11 | τὸν λόφον, πρόθεσιν ἔχοντες κατὰ τὴν ἐπιοῦσαν πολιορκεῖν τοὺς συμπεφευγότας, ἐὰν μὴ παραδῶσιν ἑαυτοὺς ἑκουσίως. | |
Hist.2.26.1 | Κατὰ δὲ τὸν καιρὸν τοῦτον Λεύκιος Αἰμίλιος ὁ προκαθήμενος ἐπὶ τῶν κατὰ τὸν Ἀδρίαν τόπων ἀκούσας τοὺς Κελτοὺς διὰ Τυρρηνίας ἐμβεβληκότας συνεγγίζειν τῇ Ῥώμῃ, παρῆν βοηθῶν κατὰ σπου‐ | |
Hist.2.26.2 | δὴν εὐτυχῶς εἰς δέοντα καιρόν. καταστρατοπεδεύ‐ σαντος δ’ αὐτοῦ σύνεγγυς τῶν πολεμίων, κατιδόν‐ τες τὰ πυρὰ καὶ νοήσαντες τὸ γεγονὸς οἱ συμπεφευ‐ γότες ἐπὶ τὸν λόφον ταχέως ἀναθαρρήσαντες ἐξ‐ | |
5 | απέστειλαν αὑτῶν τινας τῆς νυκτὸς ἀνόπλους διὰ τῆς ὕλης ἀναγγελοῦντας τῷ στρατηγῷ τὸ συμβεβη‐ | |
Hist.2.26.3 | κός. ὁ δὲ διακούσας καὶ θεωρῶν οὐδὲ διαβούλιον | |
αὑτῷ καταλειπόμενον ὑπὲρ τῶν ἐνεστώτων, τοῖς μὲν χιλιάρχοις ἅμα τῷ φωτὶ παρήγγειλε τοὺς πεζοὺς ἐξάγειν, αὐτὸς δὲ τοὺς ἱππεῖς ἀναλαβὼν καθηγεῖτο | ||
5 | τῆς δυνάμεως, ποιούμενος τὴν πορείαν ἐπὶ τὸν | |
Hist.2.26.4 | προειρημένον βουνόν. οἱ δὲ τῶν Γαλατῶν ἡγε‐ μόνες ἀφορῶντες τὰ πυρὰ τῆς νυκτὸς καὶ συλλογι‐ ζόμενοι τὴν παρουσίαν τῶν πολεμίων συνήδρευον. | |
Hist.2.26.5 | οἷς Ἀνηροέστης ὁ βασιλεὺς γνώμην εἰσέφερε λέγων ὅτι δεῖ τοσαύτης λείας ἐγκρατεῖς γεγονότας—ἦν γάρ, ὡς ἔοικε, καὶ τὸ τῶν σωμάτων καὶ θρεμμάτων πλῆθος, ἔτι δὲ τῆς ἀποσκευῆς ἧς εἶχον, ἀμύθητον— | |
Hist.2.26.6 | διόπερ ἔφη δεῖν μὴ κινδυνεύειν ἔτι μηδὲ παραβάλλε‐ σθαι τοῖς ὅλοις, ἀλλ’ εἰς τὴν οἰκείαν ἀδεῶς ἐπανάγειν· ταῦτα δ’ ἀποσκευασαμένους καὶ γενομένους εὐζώνους αὖθις ἐγχειρεῖν ὁλοσχερῶς, ἐὰν δοκῇ, τοῖς Ῥωμαίων | |
Hist.2.26.7 | πράγμασιν. δόξαντος δὲ σφίσι κατὰ τὴν Ἀνηροέστου γνώμην χρήσασθαι τοῖς παροῦσιν, οὗτοι μὲν τῆς νυκτὸς ταῦτα βουλευσάμενοι, πρὸ φωτὸς ἀναζεύ‐ ξαντες προῆγον παρὰ θάλατταν διὰ τῆς Τυρρηνῶν | |
Hist.2.26.8 | χώρας. ὁ δὲ Λεύκιος ἀναλαβὼν ἐκ τοῦ βουνοῦ τὸ διασῳζόμενον τοῦ στρατοπέδου μέρος ἅμα ταῖς ἰδίαις δυνάμεσι τὸ μὲν διακινδυνεύειν ἐκ παρα‐ τάξεως οὐδαμῶς ἔκρινε συμφέρειν, ἐπιτηρεῖν δὲ | |
5 | μᾶλλον καιροὺς καὶ τόπους εὐφυεῖς ἑπόμενος, ἐάν πού τι βλάψαι τοὺς πολεμίους ἢ τῆς λείας ἀποσπά‐ σαι δυνηθῇ. | |
Hist.2.27.1 | Κατὰ δὲ τοὺς καιροὺς τούτους ἐκ Σαρδόνος μετὰ τῶν στρατοπέδων Γάιος Ἀτίλιος ὕπατος εἰς Πίσας καταπεπλευκὼς προῆγε μετὰ τῆς δυνάμεως εἰς Ῥώμην, ἐναντίαν ποιούμενος τοῖς πολεμίοις τὴν | |
Hist.2.27.2 | πορείαν. ἤδη δὲ περὶ Τελαμῶνα τῆς Τυρρηνίας | |
τῶν Κελτῶν ὑπαρχόντων, οἱ προνομεύοντες ἐξ αὐτῶν ἐμπεσόντες εἰς τοὺς παρὰ τοῦ Γαΐου προπορευο‐ | ||
Hist.2.27.3 | μένους ἑάλωσαν· καὶ τά τε προγεγονότα διεσάφουν ἀνακρινόμενοι τῷ στρατηγῷ καὶ τὴν παρουσίαν ἀμφοτέρων τῶν στρατοπέδων ἀνήγγελλον, σημαί‐ νοντες διότι τελείως σύνεγγύς εἰσιν οἱ Κελτοὶ καὶ | |
Hist.2.27.4 | τούτων κατόπιν οἱ περὶ τὸν Λεύκιον. ὁ δὲ τὰ μὲν ξενισθεὶς ἐπὶ τοῖς προσπίπτουσι, τὰ δ’ εὔελπις γενό‐ μενος ἐπὶ τῷ δοκεῖν μέσους κατὰ πορείαν ἀπειλη‐ φέναι τοὺς Κελτούς, τοῖς μὲν χιλιάρχοις παρήγγειλε | |
5 | τάττειν τὰ στρατόπεδα καὶ βάδην εἰς τοὔμπροσθεν προάγειν, καθ’ ὅσον ἂν οἱ τόποι προσδέχωνται τὴν | |
Hist.2.27.5 | μετωπηδὸν ἔφοδον. αὐτὸς δὲ συνθεωρήσας εὐκαίρως λόφον κείμενον ὑπὲρ τὴν ὁδόν, ὑφ’ ὃν ἔδει παρα‐ πορευθῆναι τοὺς Κελτούς, ἀναλαβὼν τοὺς ἱππεῖς ὥρμησε σπεύδων προκαταλαβέσθαι τὴν ἀκρολοφίαν | |
5 | καὶ πρῶτος κατάρξαι τοῦ κινδύνου, πεπεισμένος τῆς ἐπιγραφῆς τῶν ἐκβαινόντων πλεῖστον οὕτω κληρονο‐ | |
Hist.2.27.6 | μήσειν. οἱ δὲ Κελτοὶ τὸ μὲν πρῶτον τὴν παρουσίαν τῶν περὶ τὸν Ἀτίλιον ἀγνοοῦντες, ἐκ δὲ τοῦ συμ‐ βαίνοντος ὑπολαμβάνοντες τοὺς περὶ τὸν Αἰμίλιον περιπεπορεῦσθαι τὴν νύκτα τοῖς ἱππεῦσι καὶ προ‐ | |
5 | καταλαμβάνεσθαι τοὺς τόπους, εὐθέως ἐξαπέστελλον τοὺς παρ’ αὑτῶν ἱππεῖς καί τινας τῶν εὐζώνων, | |
Hist.2.27.7 | ἀντιποιησομένους τῶν κατὰ τὸν βουνὸν τόπων. ταχὺ δὲ συνέντες τὴν τοῦ Γαΐου παρουσίαν ἔκ τινος τῶν ἀχθέντων αἰχμαλώτων σπουδῇ παρενέβαλον τοὺς πεζούς, ποιούμενοι τὴν ἔκταξιν ἅμα πρὸς ἑκατέραν | |
5 | τὴν ἐπιφάνειαν, καὶ τὴν ἀπ’ οὐρᾶς καὶ τὴν κατὰ | |
Hist.2.27.8 | πρόσωπον· οὓς μὲν γὰρ ᾔδεσαν ἑπομένους αὑτοῖς, οὓς δὲ κατὰ τὸ στόμα προσεδόκων ἀπαντήσειν, ἔκ | |
τε τῶν προσαγγελλομένων τεκμαιρόμενοι καὶ τῶν | ||
Hist.2.28.1 | κατ’ αὐτὸν τὸν καιρὸν συμβαινόντων. οἱ δὲ περὶ τὸν Αἰμίλιον ἀκηκοότες μὲν τὸν εἰς τὰς Πίσας κατάπλουν τῶν στρατοπέδων, οὔπω δὲ προσδοκῶν‐ τες αὐτὰ συνεγγίζειν, τότε σαφῶς ἐκ τοῦ περὶ τὸν | |
5 | λόφον ἀγῶνος ἔγνωσαν διότι τελέως ἐγγὺς εἶναι | |
Hist.2.28.2 | συμβαίνει τὰς οἰκείας αὐτῶν δυνάμεις. διὸ καὶ τοὺς μὲν ἱππεῖς παραυτίκα βοηθήσοντας ἐξαπ‐ έστελλον τοῖς ἐν τῷ λόφῳ διαγωνιζομένοις, αὐτοὶ δὲ κατὰ τὰς εἰθισμένας τάξεις διακοσμήσαντες τοὺς | |
Hist.2.28.3 | πεζοὺς προῆγον ἐπὶ τοὺς ὑπεναντίους. οἱ δὲ Κελ‐ τοὶ τοὺς μὲν ἐκ τῶν Ἄλπεων Γαισάτους προσ‐ αγορευομένους ἔταξαν πρὸς τὴν ἀπ’ οὐρᾶς ἐπιφάνειαν, ᾗ προσεδόκων τοὺς περὶ τὸν Αἰμίλιον, ἐπὶ δὲ τού‐ | |
Hist.2.28.4 | τοις τοὺς Ἴνσομβρας· πρὸς δὲ τὴν κατὰ πρόσωπον τοὺς Ταυρίσκους καὶ τοὺς ἐπὶ τάδε τοῦ Πάδου κατοικοῦντας Βοίους παρενέβαλον, τὴν ἐναντίαν μὲν στάσιν ἔχοντας τοῖς προειρημένοις, βλέποντας | |
5 | δὲ πρὸς τὴν τῶν τοῦ Γαΐου στρατοπέδων ἔφοδον. | |
Hist.2.28.5 | τὰς δ’ ἁμάξας καὶ συνωρίδας ἐκτὸς ἑκατέρου τοῦ κέρατος παρέστησαν, τὴν δὲ λείαν εἴς τι τῶν παρα‐ κειμένων ὀρῶν φυλακὴν περιστήσαντες ἥθροιζον. | |
Hist.2.28.6 | γενομένης δ’ ἀμφιστόμου τῆς τῶν Κελτῶν δυνά‐ μεως, οὐ μόνον καταπληκτικὴν ἀλλὰ καὶ πρακτικὴν | |
Hist.2.28.7 | εἶναι συνέβαινε τὴν τάξιν. οἱ μὲν οὖν Ἴνσομβρες καὶ Βοῖοι τὰς ἀναξυρίδας ἔχοντες καὶ τοὺς εὐπετεῖς | |
Hist.2.28.8 | τῶν σάγων περὶ αὑτοὺς ἐξέταξαν. οἱ δὲ Γαισάται διά τε τὴν φιλοδοξίαν καὶ τὸ θάρσος ταῦτ’ ἀπορρί‐ ψαντες γυμνοὶ μετ’ αὐτῶν τῶν ὅπλων πρῶτοι τῆς δυνάμεως κατέστησαν, ὑπολαβόντες οὕτως ἔσεσθαι | |
5 | πρακτικώτατοι διὰ τό τινας τῶν τόπων βατώδεις | |
ὄντας ἐμπλέκεσθαι τοῖς ἐφάμμασι καὶ παραποδίζειν | ||
Hist.2.28.9 | τὴν τῶν ὅπλων χρείαν. τὸ μὲν οὖν πρῶτον αὐτὸς ὁ κατὰ τὸν λόφον ἐνειστήκει κίνδυνος, ἅπασιν ὢν σύνοπτος, ὡς ἂν ἅμα τοσούτου πλήθους ἱππέων ἀφ’ ἑκάστου τῶν στρατοπέδων ἀναμὶξ ἀλλήλοις | |
Hist.2.28.10 | συμπεπτωκότος. ἐν δὲ τούτῳ τῷ καιρῷ συνέβη Γάιον μὲν τὸν ὕπατον παραβόλως ἀγωνιζόμενον ἐν χειρῶν νόμῳ τελευτῆσαι τὸν βίον, τὴν δὲ κεφαλὴν αὐτοῦ πρὸς τοὺς βασιλέας ἐπανενεχθῆναι τῶν Κελ‐ | |
5 | τῶν· τοὺς δὲ τῶν Ῥωμαίων ἱππεῖς κινδυνεύσαντας ἐρρωμένως τέλος ἐπικρατῆσαι τοῦ τόπου καὶ τῶν | |
Hist.2.28.11 | ὑπεναντίων. μετὰ δὲ ταῦτα τῶν πεζικῶν στρατοπέ‐ δων ἤδη σύνεγγυς ὄντων ἀλλήλοις ἴδιον ἦν καὶ θαυμαστὸν τὸ συμβαῖνον οὐ μόνον τοῖς ἐν αὐτῷ τῷ καιρῷ τότε παροῦσιν, ἀλλὰ καὶ τοῖς ποτε μετὰ | |
5 | ταῦτα δυναμένοις ὑπὸ τὴν ὄψιν λαμβάνειν ἐκ τῶν | |
Hist.2.29.1 | λεγομένων τὸ γεγονός. πρῶτον μὲν γὰρ ἐκ τριῶν στρατοπέδων τῆς μάχης συνισταμένης, δῆλον ὡς ξένην καὶ παρηλλαγμένην εἰκὸς καὶ τὴν ἐπιφάνειαν | |
Hist.2.29.2 | καὶ τὴν χρείαν φαίνεσθαι τοῦ συντεταγμένου. δεύ‐ τερον δὲ πῶς οὐκ ἂν ἀπορήσαι τις καὶ νῦν καὶ τότε παρ’ αὐτὸν ὢν τὸν καιρὸν πότερον οἱ Κελτοὶ τὴν ἐπισφαλεστάτην εἶχον χώραν, ἐξ ἀμφοῖν τοῖν | |
Hist.2.29.3 | μεροῖν ἅμα τῶν πολεμίων ἐπαγόντων αὐτοῖς, ἢ τοὐναντίον τὴν ἐπιτευκτικωτάτην, ἅμα μὲν ἀγωνι‐ ζόμενοι πρὸς ἀμφοτέρους, ἅμα δὲ τὴν ἀφ’ ἑκατέρων ἀσφάλειαν ἐκ τῶν ὄπισθεν αὑτοῖς παρασκευάζοντες, | |
5 | τὸ δὲ μέγιστον, ἀποκεκλειμένης πάσης τῆς εἰς τοὔ‐ πισθεν ἀναχωρήσεως καὶ τῆς ἐν τῷ λείπεσθαι | |
Hist.2.29.4 | σωτηρίας; ἡ γὰρ τῆς ἀμφιστόμου τάξεως ἰδιότης | |
Hist.2.29.5 | τοιαύτην ἔχει τὴν χρείαν. τούς γε μὴν Ῥωμαίους | |
τὰ μὲν εὐθαρσεῖς ἐποίει τὸ μέσους καὶ πάντοθεν περιειληφέναι τοὺς πολεμίους, τὰ δὲ πάλιν ὁ κόσμος αὐτοὺς καὶ θόρυβος ἐξέπληττε τῆς τῶν Κελτῶν | ||
Hist.2.29.6 | δυνάμεως. ἀναρίθμητον μὲν γὰρ ἦν τὸ τῶν βυ‐ κανητῶν καὶ σαλπιγκτῶν πλῆθος. οἷς ἅμα τοῦ παντὸς στρατοπέδου συμπαιανίζοντος τηλικαύτην καὶ τοιαύτην συνέβαινε γίνεσθαι κραυγὴν ὥστε μὴ | |
5 | μόνον τὰς σάλπιγγας καὶ τὰς δυνάμεις, ἀλλὰ καὶ τοὺς παρακειμένους τόπους συνηχοῦντας ἐξ αὑτῶν | |
Hist.2.29.7 | δοκεῖν προΐεσθαι φωνήν. ἐκπληκτικὴ δ’ ἦν καὶ τῶν γυμνῶν προεστώτων ἀνδρῶν ἥ τ’ ἐπιφάνεια καὶ κίνησις, ὡς ἂν διαφερόντων ταῖς ἀκμαῖς καὶ | |
Hist.2.29.8 | τοῖς εἴδεσι. πάντες δ’ οἱ τὰς πρώτας κατέχοντες σπείρας χρυσοῖς μανιάκαις καὶ περιχείροις ἦσαν | |
Hist.2.29.9 | κατακεκοσμημένοι. πρὸς ἃ βλέποντες οἱ Ῥωμαῖοι τὰ μὲν ἐξεπλήττοντο, τὰ δ’ ὑπὸ τῆς τοῦ λυσιτελοῦς ἐλπίδος ἀγόμενοι διπλασίως παρωξύνοντο πρὸς τὸν | |
Hist.2.30.1 | κίνδυνον. πλὴν ἅμα τῷ τοὺς ἀκοντιστὰς προελ‐ θόντας ἐκ τῶν Ῥωμαϊκῶν στρατοπέδων κατὰ τὸν ἐθισμὸν εἰσακοντίζειν ἐνεργοῖς καὶ πυκνοῖς τοῖς βέλεσιν, τοῖς μὲν ὀπίσω τῶν Κελτῶν πολλὴν εὐχρη‐ | |
Hist.2.30.2 | στίαν οἱ σάγοι μετὰ τῶν ἀναξυρίδων παρεῖχον· τοῖς δὲ γυμνοῖς προεστῶσι παρὰ τὴν προσδοκίαν τοῦ πράγματος συμβαίνοντος τἀναντία πολλὴν ἀπορίαν | |
Hist.2.30.3 | καὶ δυσχρηστίαν παρεῖχε τὸ γινόμενον. οὐ γὰρ δυναμένου τοῦ Γαλατικοῦ θυρεοῦ τὸν ἄνδρα περι‐ σκέπειν, ὅσῳ γυμνὰ καὶ μείζω τὰ σώματ’ ἦν, τοσούτῳ | |
Hist.2.30.4 | συνέβαινε μᾶλλον τὰ βέλη πίπτειν ἔνδον. τέλος δ’ οὐ δυνάμενοι μὲν ἀμύνασθαι τοὺς εἰσακοντίζοντας διὰ τὴν ἀπόστασιν καὶ τὸ πλῆθος τῶν πιπτόντων βελῶν, περικακοῦντες δὲ καὶ δυσχρηστούμενοι τοῖς | |
5 | παροῦσιν, οἱ μὲν εἰς τοὺς πολεμίους ὑπὸ τοῦ θυμοῦ καὶ τῆς ἀλογιστίας εἰκῇ προπίπτοντες καὶ διδόντες σφᾶς αὐτοὺς ἑκουσίως ἀπέθνησκον, οἱ δ’ εἰς τοὺς φίλους ἀναχωροῦντες ἐπὶ πόδα καὶ προδήλως ἀπο‐ | |
Hist.2.30.5 | δειλιῶντες διέστρεφον τοὺς κατόπιν. τὸ μὲν οὖν τῶν Γαισάτων φρόνημα παρὰ τοῖς ἀκοντισταῖς τούτῳ | |
Hist.2.30.6 | τῷ τρόπῳ κατελύθη, τὸ δὲ τῶν Ἰνσόμβρων καὶ Βοίων ἔτι δὲ Ταυρίσκων πλῆθος, ἅμα τῷ τοὺς Ῥωμαίους δεξαμένους τοὺς ἑαυτῶν ἀκοντιστὰς προσβάλλειν σφίσι τὰς σπείρας, συμπεσὸν τοῖς πολεμίοις ἐκ χειρὸς | |
Hist.2.30.7 | ἐποίει μάχην ἐχυράν. διακοπτόμενοι γὰρ ἔμενον ἐπ’ ἴσον ταῖς ψυχαῖς, αὐτῷ τούτῳ καὶ καθόλου καὶ κατ’ ἄνδρα λειπόμενοι, ταῖς τῶν ὅπλων κατα‐ | |
Hist.2.30.8 | σκευαῖς. οἱ μὲν οὖν θυρεοὶ πρὸς ἀσφάλειαν, αἱ δὲ μάχαιραι πρὸς πρᾶξιν μεγάλην διαφορὰν **** ἔχειν, | |
Hist.2.30.9 | τὴν δὲ Γαλατικὴν καταφορὰν ἔχειν μόνον. ἐπεὶ δ’ ἐξ ὑπερδεξίων καὶ κατὰ κέρας οἱ τῶν Ῥωμαίων ἱπ‐ πεῖς ἐμβαλόντες ἀπὸ τοῦ λόφου προσέφερον τὰς χεῖρας ἐρρωμένως, τόθ’ οἱ μὲν πεζοὶ τῶν Κελτῶν | |
5 | ἐν αὐτῷ τῷ τῆς παρατάξεως τόπῳ κατεκόπησαν, οἱ δ’ ἱππεῖς πρὸς φυγὴν ὥρμησαν. | |
Hist.2.31.1 | Ἀπέθανον μὲν οὖν τῶν Κελτῶν εἰς τετρακισμυ‐ ρίους, ἑάλωσαν δ’ οὐκ ἐλάττους μυρίων, ἐν οἷς καὶ | |
Hist.2.31.2 | τῶν βασιλέων Κογκολιτάνος. ὁ δ’ ἕτερος αὐτῶν Ἀνηρόεστος εἴς τινα τόπον συμφυγὼν μετ’ ὀλίγων προσήνεγκε τὰς χεῖρας αὑτῷ καὶ τοῖς ἀναγκαίοις. | |
Hist.2.31.3 | ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων τὰ μὲν σκῦλα συν‐ αθροίσας εἰς τὴν Ῥώμην ἀπέστειλε, τὴν δὲ λείαν | |
Hist.2.31.4 | ἀπέδωκε τοῖς προσήκουσιν. αὐτὸς δ’ ἀναλαβὼν τὰ στρατόπεδα καὶ διελθὼν παρ’ αὐτὴν τὴν Λιγυστι‐ κὴν εἰς τὴν τῶν Βοίων ἐνέβαλε χώραν. πληρώσας | |
δὲ τὰς ὁρμὰς τῶν στρατοπέδων τῆς ὠφελείας, ἐν | ||
5 | ὀλίγαις ἡμέραις ἧκεν μετὰ τῶν δυνάμεων εἰς τὴν | |
Hist.2.31.5 | Ῥώμην. καὶ τὸ μὲν Καπετώλιον ἐκόσμησε ταῖς τε σημείαις καὶ τοῖς μανιάκαις—τοῦτο δ’ ἔστι χρυσοῦν ψέλιον, ὃ φοροῦσι περὶ τὸν τράχηλον οἱ Γαλάται— | |
Hist.2.31.6 | τοῖς δὲ λοιποῖς σκύλοις καὶ τοῖς αἰχμαλώτοις πρὸς τὴν εἴσοδον ἐχρήσατο τὴν ἑαυτοῦ καὶ πρὸς τὴν τοῦ θριάμβου διακόσμησιν. | |
Hist.2.31.7 | Ἡ μὲν οὖν βαρυτάτη τῶν Κελτῶν ἔφοδος οὕτω καὶ τούτῳ τῷ τρόπῳ διεφθάρη, πᾶσι μὲν Ἰταλι‐ ώταις, μάλιστα δὲ Ῥωμαίοις μέγαν καὶ φοβερὸν | |
Hist.2.31.8 | ἐπικρεμάσασα κίνδυνον. ἀπὸ δὲ τοῦ κατορθώματος τούτου κατελπίσαντες Ῥωμαῖοι δυνήσεσθαι τοὺς Κελτοὺς ἐκ τῶν τόπων τῶν περὶ τὸν Πάδον ὁλο‐ σχερῶς ἐκβαλεῖν, τούς τε μετὰ ταῦτα κατασταθέντας | |
5 | ὑπάτους Κόϊντον Φόλουιον καὶ Τίτον Μάλιον ἀμφοτέρους καὶ τὰς δυνάμεις μετὰ παρασκευῆς με‐ | |
Hist.2.31.9 | γάλης ἐξαπέστειλαν ἐπὶ τοὺς Κελτούς. οὗτοι δὲ τοὺς μὲν Βοίους ἐξ ἐφόδου καταπληξάμενοι συν‐ ηνάγκασαν εἰς τὴν Ῥωμαίων ἑαυτοὺς δοῦναι πίστιν, | |
Hist.2.31.10 | τὸν δὲ λοιπὸν χρόνον τῆς στρατείας, ἐπιγενομένων ὄμβρων ἐξαισίων, ἔτι δὲ λοιμικῆς διαθέσεως ἐμπε‐ | |
Hist.2.32.1 | σούσης αὐτοῖς, εἰς τέλος ἄπρακτον εἶχον. μετὰ δὲ τούτους κατασταθέντες Πόπλιος Φούριος καὶ Γάιος Φλαμίνιος αὖθις ἐνέβαλον εἰς τὴν Κελτικὴν διὰ τῆς τῶν Ἀνάρων χώρας, οἷς συμβαίνει μὴ μακρὰν | |
Hist.2.32.2 | ἀπὸ Μασσαλίας* ἔχειν τὴν οἴκησιν. οὓς εἰς τὴν φιλίαν προσαγαγόμενοι διέβησαν εἰς τὴν τῶν Ἰν‐ σόμβρων γῆν κατὰ τὰς συρροίας τοῦ τ’ Ἀδόα καὶ | |
Hist.2.32.3 | Πάδου ποταμοῦ. λαβόντες δὲ πληγὰς περί τε τὴν διάβασιν καὶ περὶ τὴν στρατοπεδείαν παραυτίκα | |
μὲν ἔμειναν, μετὰ δὲ ταῦτα σπεισάμενοι καθ’ ὁμο‐ | ||
Hist.2.32.4 | λογίαν ἀνέλυσαν ἐκ τῶν τόπων. περιελθόντες δὲ πλείους ἡμέρας καὶ διελθόντες τὸν Κλούσιον πο‐ ταμὸν ἦλθον εἰς τὴν τῶν Γονομάνων χώραν καὶ προσλαβόντες τούτους, ὄντας συμμάχους, ἐνέβαλον | |
5 | πάλιν ἀπὸ τῶν κατὰ τὰς Ἄλπεις τόπων εἰς τὰ τῶν Ἰνσόμβρων πεδία καὶ τήν τε γῆν ἐδῄουν καὶ τὰς | |
Hist.2.32.5 | κατοικίας αὐτῶν ἐξεπόρθουν. οἱ δὲ τῶν Ἰνσόμβρων προεστῶτες θεωροῦντες ἀμετάθετον οὖσαν τὴν ἐπι‐ βολὴν τῶν Ῥωμαίων, ἔκριναν τῆς τύχης λαβεῖν πεῖραν καὶ διακινδυνεῦσαι πρὸς αὐτοὺς ὁλοσχερῶς. | |
Hist.2.32.6 | συναθροίσαντες οὖν ἁπάσας (τὰς ὑπαρχούσας δυνά‐ μεις) ἐπὶ ταὐτὸν καὶ τὰς χρυσᾶς σημείας τὰς ἀκι‐ νήτους λεγομένας καθελόντες ἐκ τοῦ τῆς Ἀθηνᾶς ἱεροῦ καὶ τἄλλα παρασκευασάμενοι δεόντως μετὰ | |
5 | ταῦτα τεθαρρηκότως καὶ καταπληκτικῶς ἀντεστρα‐ τοπέδευσαν τοῖς πολεμίοις, ὄντες τὸ πλῆθος εἰς | |
Hist.2.32.7 | πέντε μυριάδας. οἱ δὲ Ῥωμαῖοι τὰ μὲν ὁρῶντες σφᾶς ἐλάττους ὄντας παρὰ πολὺ τῶν ἐναντίων, ἐβούλοντο συγχρῆσθαι ταῖς τῶν συμμαχούντων αὐ‐ | |
Hist.2.32.8 | τοῖς Κελτῶν δυνάμεσι· τὰ δὲ συλλογισάμενοι τήν τε Γαλατικὴν ἀθεσίαν καὶ διότι πρὸς ὁμοφύλους τῶν προσλαμβανομένων μέλλουσι ποιεῖσθαι τὸν κίνδυνον, εὐλαβοῦντο τοιούτοις ἀνδράσιν τοιούτου | |
Hist.2.32.9 | καιροῦ καὶ πράγματος κοινωνεῖν. τέλος δ’ οὖν αὐτοὶ μὲν ὑπέμειναν ἐντὸς τοῦ ποταμοῦ, τοὺς δὲ τῶν Κελτῶν σφίσι συνόντας διαβιβάσαντες εἰς τὸ πέραν ἀνέσπασαν τὰς ἐπὶ τοῦ ῥείθρου γε‐ | |
Hist.2.32.10 | φύρας, ἅμα μὲν ἀσφαλιζόμενοι τὰ πρὸς ἐκείνους, ἅμα δὲ μίαν ἑαυτοῖς ἀπολείποντες ἐλπίδα τῆς σω‐ τηρίας τὴν ἐν τῷ νικᾶν διὰ τὸ κατόπιν αὐτοῖς | |
ἄβατον ὄντα παρακεῖσθαι τὸν προειρημένον ποτα‐ | ||
Hist.2.32.11 | μόν. πράξαντες δὲ ταῦτα πρὸς τῷ διακινδυνεύειν ἦσαν. | |
Hist.2.33.1 | Δοκοῦσι δ’ ἐμφρόνως κεχρῆσθαι τῇ μάχῃ ταύτῃ Ῥωμαῖοι, τῶν χιλιάρχων ὑποδειξάντων ὡς δεῖ ποι‐ εῖσθαι τὸν ἀγῶνα κοινῇ καὶ κατ’ ἰδίαν ἑκάστους. | |
Hist.2.33.2 | συνεωρακότες γὰρ ἐκ τῶν προγεγονότων κινδύνων ὅτι τοῖς τε θυμοῖς κατὰ τὴν πρώτην ἔφοδον, ἕως ἂν ἀκέραιον ᾖ, φοβερώτατόν ἐστι πᾶν τὸ Γαλατικὸν | |
Hist.2.33.3 | φῦλον, αἵ τε μάχαιραι ταῖς κατασκευαῖς, καθάπερ εἴρηται πρότερον, μίαν ἔχουσι τὴν πρώτην κατα‐ φορὰν καιρίαν, ἀπὸ δὲ ταύτης εὐθέως ἀποξυστροῦν‐ ται, καμπτόμεναι κατὰ μῆκος καὶ κατὰ πλάτος ἐπὶ | |
5 | τοσοῦτον ὥστ’ ἐὰν μὴ δῷ τις ἀναστροφὴν τοῖς χρω‐ μένοις ἐρείσαντας πρὸς τὴν γῆν ἀπευθῦναι τῷ ποδί, τελέως ἄπρακτον εἶναι τὴν δευτέραν πληγὴν | |
Hist.2.33.4 | αὐτῶν· ἀναδόντες οὖν οἱ χιλίαρχοι τὰ τῶν τριαρίων δόρατα τῶν κατόπιν ἐφεστώτων ταῖς πρώταις σπεί‐ ραις καὶ παραγγείλαντες ἐκ μεταλήψεως τοῖς ξί‐ φεσι χρῆσθαι συνέβαλον ἐκ παρατάξεως κατὰ πρόσ‐ | |
Hist.2.33.5 | ωπον τοῖς Κελτοῖς. ἅμα δὲ τῷ πρὸς τὰ δόρατα ταῖς πρώταις καταφοραῖς χρωμένων τῶν Γαλατῶν ἀχρειωθῆναι τὰς μαχαίρας συνδραμόντες εἰς τὰς χεῖρας τοὺς μὲν Κελτοὺς ἀπράκτους ἐποίησαν, ἀφ‐ | |
5 | ελόμενοι τὴν ἐκ διάρσεως αὐτῶν μάχην, ὅπερ ἴδιόν ἐστι Γαλατικῆς χρείας, διὰ τὸ μηδαμῶς κέντημα τὸ | |
Hist.2.33.6 | ξίφος ἔχειν· αὐτοὶ δ’ οὐκ ἐκ καταφορᾶς ἀλλ’ ἐκ διαλήψεως ὀρθαῖς χρώμενοι ταῖς μαχαίραις, πρα‐ κτικοῦ τοῦ κεντήματος περὶ αὐτὰς ὑπάρχοντος, τύ‐ πτοντες εἰς τὰ στέρνα καὶ τὰ πρόσωπα καὶ πληγὴν | |
5 | ἐπὶ πληγῇ φέροντες διέφθειραν τοὺς πλείστους τῶν | |
παραταξαμένων διὰ τὴν τῶν χιλιάρχων πρόνοιαν. | ||
Hist.2.33.7 | ὁ μὲν γὰρ στρατηγὸς Φλαμίνιος οὐκ ὀρθῶς δοκεῖ κεχρῆσθαι τῷ προειρημένῳ κινδύνῳ. παρ’ αὐτὴν γὰρ τὴν ὀφρὺν τοῦ ποταμοῦ ποιησάμενος τὴν ἔκτα‐ ξιν διέφθειρε τὸ τῆς Ῥωμαϊκῆς μάχης ἴδιον, οὐχ | |
5 | ὑπολειπόμενος τόπον πρὸς τὴν ἐπὶ πόδα ταῖς σπεί‐ | |
Hist.2.33.8 | ραις ἀναχώρησιν. εἰ γὰρ συνέβη βραχὺ μόνον πιε‐ σθῆναι τῇ χώρᾳ τοὺς ἄνδρας κατὰ τὴν μάχην, ῥί‐ πτειν ἂν εἰς τὸν ποταμὸν αὑτοὺς ἔδει διὰ τὴν ἀστο‐ | |
Hist.2.33.9 | χίαν τοῦ προεστῶτος. οὐ μὴν ἀλλά γε πολλῷ νική‐ σαντες ταῖς σφετέραις ἀρεταῖς, καθάπερ εἶπον, καὶ παμπληθοῦς μὲν λείας, οὐκ ὀλίγων δὲ σκύλων κρα‐ τήσαντες ἐπανῆλθον εἰς τὴν Ῥώμην. | |
Hist.2.34.1 | Τῷ δ’ ἑξῆς ἔτει, διαπρεσβευσαμένων τῶν Κελ‐ τῶν ὑπὲρ εἰρήνης καὶ πᾶν ποιήσειν ὑπισχνουμέ‐ νων, ἔσπευσαν οἱ κατασταθέντες ὕπατοι Μάρκος Κλαύδιος καὶ Γνάιος Κορνήλιος τοῦ μὴ συγχωρη‐ | |
Hist.2.34.2 | θῆναι τὴν εἰρήνην αὐτοῖς. οἱ δ’ ἀποτυχόντες καὶ κρίναντες ἐξελέγξαι τὰς τελευταίας ἐλπίδας, αὖθις ὥρμησαν ἐπὶ τὸ μισθοῦσθαι τῶν περὶ τὸν Ῥοδανὸν Γαισάτων Γαλατῶν εἰς τρισμυρίους· οὓς παραλα‐ | |
5 | βόντες εἶχον ἐν ἑτοίμῳ καὶ προσεδόκων τὴν τῶν | |
Hist.2.34.3 | πολεμίων ἔφοδον. οἱ δὲ τῶν Ῥωμαίων στρατηγοὶ τῆς ὥρας ἐπιγενομένης ἀναλαβόντες τὰς δυνάμεις | |
Hist.2.34.4 | ἦγον εἰς τὴν τῶν Ἰνσόμβρων χώραν. παραγενόμε‐ νοι δὲ καὶ (περι)στρατοπεδεύσαντες πόλιν Ἀχέρρας, ἣ μεταξὺ κεῖται τοῦ Πάδου καὶ τῶν Ἀλπεινῶν | |
Hist.2.34.5 | ὀρῶν, ἐπολιόρκουν ταύτην. οἱ δ’ Ἴνσομβρες βοη‐ θεῖν μὲν οὐ δυνάμενοι διὰ τὸ προκαταληφθῆναι τοὺς εὐφυεῖς τόπους, σπεύδοντες δὲ λῦσαι τὴν πολιορκίαν τῶν Ἀχερρῶν, μέρος τι τῆς δυνάμεως | |
5 | διαβιβάσαντες τὸν Πάδον εἰς τὴν τῶν Ἀνάρων χώ‐ ραν ἐπολιόρκουν τὸ προσαγορευόμενον Κλαστίδιον. | |
Hist.2.34.6 | προσπεσόντος δὲ τοῦ συμβαίνοντος τοῖς στρατηγοῖς, ἀναλαβὼν τοὺς ἱππεῖς Μάρκος Κλαύδιος καί (τινας) τῶν πεζικῶν ἠπείγετο, σπεύδων βοηθῆσαι τοῖς πο‐ | |
Hist.2.34.7 | λιορκουμένοις. οἱ δὲ Κελτοὶ πυθόμενοι τὴν παρ‐ ουσίαν τῶν ὑπεναντίων, λύσαντες τὴν πολιορκίαν | |
Hist.2.34.8 | ὑπήντων καὶ παρετάξαντο. τῶν δὲ Ῥωμαίων αὐ‐ τοῖς τοῖς ἱππεῦσιν ἐξ ἐφόδου τολμηρῶς σφίσι προσ‐ πεσόντων, τὰς μὲν ἀρχὰς ἀντεῖχον· μετὰ δὲ ταῦτα περιισταμένων καὶ κατὰ νώτου καὶ κατὰ κέρας, | |
5 | δυσχρηστούμενοι τῇ μάχῃ τέλος ἐτράπησαν ὑπ’ | |
Hist.2.34.9 | αὐτῶν τῶν ἱππέων. καὶ πολλοὶ μὲν εἰς τὸν ποτα‐ μὸν ἐμπεσόντες ὑπὸ τοῦ ῥεύματος διεφθάρησαν, οἱ | |
Hist.2.34.10 | δὲ πλείους ὑπὸ τῶν πολεμίων κατεκόπησαν. ἔλα‐ βον δὲ καὶ τὰς Ἀχέρρας οἱ Ῥωμαῖοι σίτου γεμού‐ σας, ἐκχωρησάντων εἰς τὸ Μεδιόλανον τῶν Γαλα‐ τῶν, ὅσπερ ἐστὶ κυριώτατος τόπος τῆς τῶν Ἰνσόμ‐ | |
Hist.2.34.11 | βρων χώρας. οἷς ἐκ ποδὸς ἐπακολουθήσαντος τοῦ Γναΐου καὶ προσβαλόντος ἄφνω πρὸς τὸ Μεδιό‐ | |
Hist.2.34.12 | λανον, τὸ μὲν πρῶτον ἡσυχίαν ἔσχον· ἀπολυομένου δ’ αὐτοῦ πάλιν εἰς τὰς Ἀχέρρας, ἐπεξελθόντες καὶ τῆς οὐραγίας ἁψάμενοι θρασέως πολλοὺς μὲν νε‐ κροὺς ἐποίησαν, μέρος δέ τι καὶ φυγεῖν αὐτῶν | |
Hist.2.34.13 | ἠνάγκασαν, ἕως ὁ Γνάιος ἀνακαλεσάμενος τοὺς ἐκ τῆς πρωτοπορείας παρώρμησε στῆναι καὶ συμβαλεῖν τοῖς | |
Hist.2.34.14 | πολεμίοις. οἱ μὲν οὖν Ῥωμαῖοι πειθαρχήσαντες τῷ στρατηγῷ διεμάχοντο πρὸς τοὺς ἐπικειμένους εὐ‐ | |
Hist.2.34.15 | ρώστως. οἱ δὲ Κελτοὶ διὰ τὸ παρὸν εὐτύχημα μείναντες ἐπὶ ποσὸν εὐθαρσῶς, μετ’ οὐ πολὺ τρα‐ πέντες ἔφευγον εἰς τὰς παρωρείας. ὁ δὲ Γνάιος | |
ἐπακολουθήσας τήν τε χώραν ἐπόρθει καὶ τὸ Με‐ | ||
Hist.2.35.1 | διόλανον εἷλε κατὰ κράτος. οὗ συμβαίνοντος οἱ προεστῶτες τῶν Ἰνσόμβρων ἀπογνόντες τὰς τῆς σωτηρίας ἐλπίδας πάντα τὰ καθ’ αὑτοὺς ἐπέτρεψαν τοῖς Ῥωμαίοις. | |
Hist.2.35.2 | Ὁ μὲν οὖν πρὸς τοὺς Κελτοὺς πόλεμος τοιοῦτον ἔσχε τὸ τέλος, κατὰ μὲν τὴν ἀπόνοιαν καὶ τόλμαν τῶν ἀγωνιζομένων ἀνδρῶν, ἔτι δὲ κατὰ τὰς μάχας καὶ τὸ πλῆθος τῶν ἐν αὐταῖς ἀπολλυμένων καὶ | |
5 | παραταττομένων οὐδενὸς καταδεέστερος τῶν ἱστο‐ | |
Hist.2.35.3 | ρημένων, κατὰ δὲ τὰς ἐπιβολὰς καὶ τὴν ἀκρισίαν τοῦ κατὰ μέρος χειρισμοῦ τελέως εὐκαταφρόνητος διὰ τὸ μὴ τὸ πλεῖον ἀλλὰ συλλήβδην ἅπαν τὸ γινό‐ μενον ὑπὸ τῶν Γαλατῶν θυμῷ μᾶλλον ἢ λογισμῷ | |
Hist.2.35.4 | βραβεύεσθαι. περὶ ὧν ἡμεῖς συνθεωρήσαντες μετ’ ὀλίγον χρόνον αὐτοὺς ἐκ τῶν περὶ τὸν Πάδον πε‐ δίων ἐξωσθέντας, πλὴν ὀλίγων τόπων τῶν ὑπ’ αὐ‐ τὰς τὰς Ἄλπεις κειμένων, οὐκ ᾠήθημεν δεῖν οὔτε | |
5 | τὴν ἐξ ἀρχῆς ἔφοδον αὐτῶν ἀμνημόνευτον παραλι‐ πεῖν οὔτε τὰς μετὰ ταῦτα πράξεις οὔτε τὴν τελευ‐ | |
Hist.2.35.5 | ταίαν ἐξανάστασιν, ὑπολαμβάνοντες οἰκεῖον ἱστορίας ὑπάρχειν τὰ τοιαῦτ’ ἐπεισόδια τῆς τύχης εἰς μνή‐ | |
Hist.2.35.6 | μην ἄγειν καὶ παράδοσιν τοῖς ἐπιγινομένοις, ἵνα μὴ τελέως οἱ μεθ’ ἡμᾶς ἀνεννόητοι τούτων ὑπάρχοντες ἐκπλήττωνται τὰς αἰφνιδίους καὶ παραλόγους τῶν βαρβάρων ἐφόδους, ἀλλ’ ἐπὶ ποσὸν ἐν νῷ λαμβά‐ | |
5 | νοντες ὡς ὀλιγοχρόνιόν ἐστι καὶ λίαν εὔφθαρτον (τὸ τῶν βαρβάρων πλῆθος τοῖς σὺν νῷ κινδυνεύουσι) τὴν ἔφοδον αὐτῶν ὑπομένωσι καὶ πάσας ἐξελέγχωσι τὰς σφετέρας ἐλπίδας πρότερον ἢ παραχωρῆσαί τι‐ | |
Hist.2.35.7 | νος τῶν ἀναγκαίων. καὶ γὰρ τοὺς τὴν Περσῶν | |
ἔφοδον ἐπὶ τὴν Ἑλλάδα καὶ Γαλατῶν ἐπὶ Δελφοὺς εἰς μνήμην καὶ παράδοσιν ἡμῖν ἀγαγόντας οὐ μικρὰ μεγάλα δ’ οἴομαι συμβεβλῆσθαι πρὸς τοὺς ὑπὲρ | ||
Hist.2.35.8 | τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνας. οὔτε γὰρ χορηγιῶν οὔθ’ ὅπλων οὔτ’ ἀνδρῶν πλῆθος καταπλαγεὶς ἄν τις ἀποσταίη τῆς τελευταίας ἐλπί‐ δος, τοῦ διαγωνίζεσθαι περὶ τῆς σφετέρας χώρας | |
5 | καὶ πατρίδος, λαμβάνων πρὸ ὀφθαλμῶν τὸ παρά‐ δοξον τῶν τότε γενομένων καὶ μνημονεύσας ὅσας μυριάδας καὶ τίνας τόλμας καὶ πηλίκας παρασκευὰς ἡ τῶν σὺν νῷ καὶ μετὰ λογισμοῦ κινδυνευόντων | |
Hist.2.35.9 | αἵρεσις καὶ δύναμις καθεῖλεν. ὁ δ’ ἀπὸ Γαλατῶν φόβος οὐ μόνον τὸ παλαιὸν ἀλλὰ καὶ καθ’ ἡμᾶς | |
Hist.2.35.10 | ἤδη πλεονάκις ἐξέπληξε τοὺς Ἕλληνας. διὸ καὶ μᾶλλον ἔγωγε παρωρμήθην ἐπὶ τὸ κεφαλαιώδη μὲν ἀνέκαθεν δὲ ποιήσασθαι τὴν ὑπὲρ τούτων ἐξήγησιν. | |
Hist.2.36.1 | Ἀσδρούβας δ’ ὁ τῶν Καρχηδονίων στρατηγός— ἀπὸ γὰρ τούτων παρεξέβημεν τῆς ἐξηγήσεως—ἔτη χειρίσας ὀκτὼ τὰ κατὰ τὴν Ἰβηρίαν ἐτελεύτησε, δο‐ λοφονηθεὶς ἐν τοῖς ἑαυτοῦ καταλύμασι νυκτὸς ὑπό | |
5 | τινος Κελτοῦ τὸ γένος ἰδίων ἕνεκεν ἀδικημάτων, | |
Hist.2.36.2 | οὐ μικρὰν ἀλλὰ μεγάλην ποιήσας ἐπίδοσιν τοῖς Καρχηδονίοις πράγμασιν, οὐχ οὕτω διὰ τῶν πολεμίων | |
Hist.2.36.3 | ἔργων ὡς διὰ τῆς πρὸς τοὺς δυνάστας ὁμιλίας. τὴν δὲ στρατηγίαν οἱ Καρχηδόνιοι τῶν κατὰ τὴν Ἰβη‐ ρίαν Ἀννίβᾳ περιέθεσαν, ὄντι νέῳ, διὰ τὴν ὑπο‐ φαινομένην ἐκ τῶν πράξεων ἀγχίνοιαν αὐτοῦ καὶ | |
Hist.2.36.4 | τόλμαν. ὃς παραλαβὼν τὴν ἀρχὴν εὐθέως δῆλος ἦν ἐκ τῶν ἐπινοημάτων πόλεμον ἐξοίσων Ῥωμαίοις. ὃ δὴ καὶ τέλος ἐποίησε, πάνυ βραχὺν ἐπισχὼν χρό‐ | |
Hist.2.36.5 | νον. τὰ μὲν οὖν κατὰ Καρχηδονίους καὶ Ῥωμαίους | |
ἀπὸ τούτων ἤδη τῶν καιρῶν ἐν ὑποψίαις ἦν πρὸς | ||
Hist.2.36.6 | ἀλλήλους καὶ παρατριβαῖς. οἱ μὲν γὰρ ἐπεβούλευον, ἀμύνασθαι σπεύδοντες διὰ τὰς περὶ Σικελίαν ἐλατ‐ τώσεις, οἱ δὲ Ῥωμαῖοι διηπίστουν, θεωροῦντες αὐ‐ | |
Hist.2.36.7 | τῶν τὰς ἐπιβολάς. ἐξ ὧν δῆλον ἦν τοῖς ὀρθῶς σκοπουμένοις ὅτι μέλλουσι πολεμεῖν ἀλλήλοις οὐ μετὰ πολὺν χρόνον. | |
Hist.2.37.1 | Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀχαιοὶ καὶ Φί‐ λιππος ὁ βασιλεὺς ἅμα τοῖς ἄλλοις συμμάχοις συν‐ ίσταντο τὸν πρὸς Αἰτωλοὺς πόλεμον τὸν προσαγο‐ | |
Hist.2.37.2 | ρευθέντα συμμαχικόν. ἡμεῖς δ’ ἐπειδὴ τάς τε περὶ Σικελίαν καὶ Λιβύην καὶ τὰς ἑξῆς πράξεις διεξιόν‐ τες κατὰ τὸ συνεχὲς τῆς προκατασκευῆς ἥκομεν ἐπὶ τὴν ἀρχὴν τοῦ τε συμμαχικοῦ καὶ τοῦ δευτέρου | |
5 | συστάντος μὲν Ῥωμαίοις καὶ Καρχηδονίοις πολέμου, προσαγορευθέντος δὲ παρὰ τοῖς πλείστοις Ἀννιβια‐ κοῦ, κατὰ δὲ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀπὸ τούτων τῶν καιρῶν ἐπηγγειλάμεθα ποιήσασθαι τὴν ἀρχὴν | |
Hist.2.37.3 | τῆς ἑαυτῶν συντάξεως, πρέπον ἂν εἴη τούτων ἀφ‐ εμένους ἐπὶ τὰς κατὰ τὴν Ἑλλάδα μεταβαίνειν πρά‐ ξεις, ἵνα πανταχόθεν ὁμοίαν ποιησάμενοι τὴν προ‐ κατασκευὴν καὶ τὴν ἔφοδον ἐπὶ τοὺς αὐτοὺς και‐ | |
5 | ροὺς οὕτως ἤδη [τῆς Ἰταλίας καὶ] τῆς ἀποδεικτικῆς | |
Hist.2.37.4 | ἱστορίας ἀρχώμεθα. ἐπεὶ γὰρ οὐ τινὰς πράξεις, καθάπερ οἱ πρὸ ἡμῶν, οἷον τὰς Ἑλληνικὰς ἢ Περ‐ σικάς, ὁμοῦ δὲ τὰς ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης ἀναγράφειν ἐπικεχειρήκαμεν διὰ τὸ | |
5 | πρὸς τοῦτο τὸ μέρος τῆς ὑποθέσεως ἴδιόν τι συμ‐ βεβλῆσθαι τοὺς καθ’ ἡμᾶς καιρούς, ὑπὲρ ὧν σα‐ | |
Hist.2.37.5 | φέστερον ἐν ἑτέροις δηλώσομεν, δέον ἂν εἴη καὶ πρὸ τῆς κατασκευῆς ἐπὶ βραχὺ τῶν ἐπιφανεστάτων | |
καὶ γνωριζομένων ἐθνῶν καὶ τόπων ἐφάψασθαι τῆς | ||
Hist.2.37.6 | οἰκουμένης. περὶ μὲν οὖν τῶν κατὰ τὴν Ἀσίαν καὶ τῶν κατὰ τὴν Αἴγυπτον ἀρκούντως (ἂν) ἔχοι ποιεῖ‐ σθαι τὴν ἀνάμνησιν ἀπὸ τῶν νῦν ῥηθέντων και‐ ρῶν διὰ τὸ τὴν μὲν ὑπὲρ τῶν προγεγονότων παρ’ | |
5 | αὐτοῖς ἱστορίαν ὑπὸ πλειόνων ἐκδεδόσθαι καὶ γνώ‐ ριμον ὑπάρχειν ἅπασιν, ἐν δὲ τοῖς καθ’ ἡμᾶς και‐ ροῖς μηδὲν αὐτοῖς ἐξηλλαγμένον ἀπηντῆσθαι μηδὲ παράλογον ὑπὸ τῆς τύχης ὥστε προσδεῖσθαι τῆς | |
Hist.2.37.7 | τῶν προγεγονότων ὑπομνήσεως. περὶ δὲ τοῦ τῶν Ἀχαιῶν ἔθνους καὶ περὶ τῆς Μακεδόνων οἰκίας ἁρμόσει διὰ βραχέων ἀναδραμεῖν τοῖς χρόνοις, | |
Hist.2.37.8 | ἐπειδὴ περὶ μὲν ταύτην ὁλοσχερὴς ἐπαναίρεσις, περὶ δὲ τοὺς Ἀχαιούς, καθάπερ ἐπάνω προεῖπον, παρά‐ δοξος αὔξησις καὶ συμφρόνησις ἐν τοῖς καθ’ ἡμᾶς | |
Hist.2.37.9 | καιροῖς γέγονε. πολλῶν γὰρ ἐπιβαλομένων ἐν τοῖς παρεληλυθόσι χρόνοις ἐπὶ ταὐτὸ συμφέρον ἀγαγεῖν Πελοποννησίους, οὐδενὸς δὲ καθικέσθαι δυνηθέν‐ τος διὰ τὸ μὴ τῆς κοινῆς ἐλευθερίας ἕνεκεν ἀλλὰ | |
5 | τῆς σφετέρας δυναστείας χάριν ἑκάστους ποιεῖσθαι | |
Hist.2.37.10 | τὴν σπουδήν, τοιαύτην καὶ τηλικαύτην ἐν τοῖς καθ’ ἡμᾶς καιροῖς ἔσχε προκοπὴν καὶ συντέλειαν τοῦτο τὸ μέρος ὥστε μὴ μόνον συμμαχικὴν καὶ φιλικὴν κοινωνίαν γεγονέναι πραγμάτων περὶ αὐτούς, ἀλλὰ | |
5 | καὶ νόμοις χρῆσθαι τοῖς αὐτοῖς καὶ σταθμοῖς καὶ μέτροις καὶ νομίσμασι, πρὸς δὲ τούτοις ἄρχουσι, | |
Hist.2.37.11 | βουλευταῖς, δικασταῖς, τοῖς αὐτοῖς, καθόλου δὲ τούτῳ μόνῳ διαλλάττειν τοῦ μὴ μιᾶς πόλεως διάθεσιν ἔχειν σχεδὸν τὴν σύμπασαν Πελοπόννησον, τῷ μὴ τὸν αὐτὸν περίβολον ὑπάρχειν τοῖς κατοικοῦσιν | |
5 | αὐτήν, τἄλλα δ’ εἶναι καὶ κοινῇ καὶ κατὰ πόλεις | |
ἑκάστοις ταὐτὰ καὶ παραπλήσια. | ||
Hist.2.38.1 | Πρῶτον δέ, πῶς ἐπεκράτησε καὶ τίνι τρόπῳ τὸ τῶν Ἀχαιῶν ὄνομα κατὰ πάντων Πελοποννησίων, | |
Hist.2.38.2 | οὐκ ἄχρηστον μαθεῖν. οὔτε γὰρ χώρας καὶ πόλεων πλήθει διαφέρουσιν οἱ πάτριον ἐξ ἀρχῆς ἔχοντες τὴν προσηγορίαν ταύτην οὔτε πλούτοις οὔτε ταῖς τῶν | |
Hist.2.38.3 | ἀνδρῶν ἀρεταῖς. τό τε γὰρ τῶν Ἀρκάδων ἔθνος, ὁμοίως δὲ καὶ τὸ τῶν Λακώνων πλήθει μὲν ἀνδρῶν καὶ χώρας οὐδὲ παρὰ μικρὸν ὑπερέχει· καὶ μὴν οὐδὲ τῶν τῆς ἀνδραγαθίας πρωτείων οὐδενὶ τῶν | |
5 | Ἑλλήνων οἷοί τ’ εἰσὶν οὐδέποτε παραχωρεῖν οἱ | |
Hist.2.38.4 | προειρημένοι. πῶς οὖν καὶ διὰ τί νῦν εὐδοκοῦσιν οὗτοί τε καὶ τὸ λοιπὸν πλῆθος τῶν Πελοποννησίων, ἅμα τὴν πολιτείαν τῶν Ἀχαιῶν καὶ τὴν προσηγορίαν | |
Hist.2.38.5 | μετειληφότες; δῆλον ὡς τύχην μὲν λέγειν οὐδαμῶς ἂν εἴη πρέπον· φαῦλον γάρ· αἰτίαν δὲ μᾶλλον ζητεῖν. χωρὶς γὰρ ταύτης οὔτε τῶν κατὰ λόγον οὔτε τῶν παρὰ λόγον εἶναι δοκούντων οὐδὲν οἷόν | |
5 | τε συντελεσθῆναι. ἔστι δ’ οὖν, ὡς ἐμὴ δόξα, τοι‐ | |
Hist.2.38.6 | αύτη τις. ἰσηγορίας καὶ παρρησίας καὶ καθόλου δημοκρατίας ἀληθινῆς σύστημα καὶ προαίρεσιν εἰλι‐ κρινεστέραν οὐκ ἂν εὕροι τις τῆς παρὰ τοῖς Ἀχαιοῖς | |
Hist.2.38.7 | ὑπαρχούσης. αὕτη τινὰς μὲν ἐθελοντὴν αἱρετιστὰς εὗρε Πελοποννησίων, πολλοὺς δὲ πειθοῖ καὶ λόγῳ προσηγάγετο· τινὰς δὲ βιασαμένη σὺν καιρῷ παρα‐ χρῆμα πάλιν εὐδοκεῖν ἐποίησεν αὑτῇ τοὺς ἀναγκα‐ | |
Hist.2.38.8 | σθέντας. οὐδενὶ γὰρ οὐδὲν ὑπολειπομένη πλεονέ‐ κτημα τῶν ἐξ ἀρχῆς, ἴσα δὲ πάντα ποιοῦσα τοῖς ἀεὶ προσλαμβανομένοις ταχέως καθικνεῖτο τῆς προκει‐ μένης ἐπιβολῆς, δύο συνεργοῖς χρωμένη τοῖς ἰσχυ‐ | |
Hist.2.38.9 | ροτάτοις, ἰσότητι καὶ φιλανθρωπίᾳ. διὸ ταύτην | |
ἀρχηγὸν καὶ (παρ)αίτιον ἡγητέον τοῦ συμφρονήσαντας Πελοποννησίους τὴν ὑπάρχουσαν αὐτοῖς εὐδαιμονίαν καταστήσασθαι. | ||
Hist.2.38.10 | Τὰ μὲν οὖν τῆς προαιρέσεως καὶ τὸ τῆς πο‐ λιτείας ἰδίωμα τὸ νῦν εἰρημένον καὶ πρότερον | |
Hist.2.38.11 | ὑπῆρχε παρὰ τοῖς Ἀχαιοῖς. δῆλον δὲ τοῦτο καὶ δι’ ἑτέρων μὲν πλειόνων, πρὸς δὲ τὸ παρὸν ἀρκέσει πίστεως χάριν ἓν ἢ καὶ δεύτερον ληφθὲν μαρτύριον. | |
Hist.2.39.1 | καθ’ οὓς γὰρ καιροὺς ἐν τοῖς κατὰ τὴν Ἰταλίαν τόποις κατὰ τὴν Μεγάλην Ἑλλάδα τότε προσαγο‐ ρευομένην ἐνεπρήσθη τὰ συνέδρια τῶν Πυθαγορείων, | |
Hist.2.39.2 | μετὰ ταῦτα γενομένου κινήματος ὁλοσχεροῦς περὶ τὰς πολιτείας, ὅπερ εἰκός, ὡς ἂν τῶν πρώτων ἀν‐ δρῶν ἐξ ἑκάστης πόλεως οὕτω παραλόγως διαφθα‐ | |
Hist.2.39.3 | ρέντων, συνέβη τὰς κατ’ ἐκείνους τοὺς τόπους Ἑλληνικὰς πόλεις ἀναπλησθῆναι φόνου καὶ στάσεως | |
Hist.2.39.4 | καὶ παντοδαπῆς ταραχῆς. ἐν οἷς καιροῖς ἀπὸ τῶν πλείστων μερῶν τῆς Ἑλλάδος πρεσβευόντων ἐπὶ τὰς διαλύσεις, Ἀχαιοῖς καὶ τῇ τούτων πίστει συν‐ εχρήσαντο πρὸς τὴν τῶν παρόντων κακῶν ἐξ‐ | |
Hist.2.39.5 | αγωγήν. οὐ μόνον δὲ κατὰ τούτους τοὺς καιροὺς ἀπεδέξαντο τὴν αἵρεσιν τῶν Ἀχαιῶν, ἀλλὰ καὶ μετά τινας χρόνους ὁλοσχερῶς ὥρμησαν ἐπὶ τὸ μιμηταὶ | |
Hist.2.39.6 | γενέσθαι τῆς πολιτείας αὐτῶν. παρακαλέσαντες γὰρ σφᾶς καὶ συμφρονήσαντες Κροτωνιᾶται, Συβαρῖται, Καυλωνιᾶται, πρῶτον μὲν ἀπέδειξαν Διὸς Ὁμαρίου κοινὸν ἱερὸν καὶ τόπον, ἐν ᾧ τάς τε συνόδους καὶ | |
5 | τὰ διαβούλια συνετέλουν, δεύτερον τοὺς ἐθισμοὺς καὶ νόμους ἐκλαβόντες τοὺς τῶν Ἀχαιῶν ἐπεβάλοντο χρῆσθαι καὶ διοικεῖν κατὰ τούτους τὴν πολιτείαν. | |
Hist.2.39.7 | ὑπὸ δὲ τῆς Διονυσίου Συρακοσίου δυναστείας, ἔτι | |
δὲ τῆς τῶν περιοικούντων βαρβάρων ἐπικρατείας ἐμποδισθέντες οὐχ ἑκουσίως ἀλλὰ κατ’ ἀνάγκην | ||
Hist.2.39.8 | αὐτῶν ἀπέστησαν. μετὰ δὲ ταῦτα Λακεδαιμονίων μὲν παραδόξως πταισάντων περὶ τὴν ἐν Λεύκτροις μάχην, Θηβαίων δ’ ἀνελπίστως ἀντιποιησαμένων τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἦν ἀκρισία περὶ πάν‐ | |
5 | τας μὲν τοὺς Ἕλληνας, μάλιστα δὲ περὶ τοὺς προ‐ ειρημένους, ὡς ἂν τῶν μὲν μὴ συγχωρούντων ἡττῆσθαι, τῶν δὲ μὴ πιστευόντων ὅτι νενικήκασιν. | |
Hist.2.39.9 | οὐ μὴν ἀλλά γε περὶ τῶν ἀμφισβητουμένων ἐπέτρε‐ ψαν Θηβαῖοι καὶ Λακεδαιμόνιοι μόνοις τῶν Ἑλλή‐ | |
Hist.2.39.10 | νων Ἀχαιοῖς, οὐ πρὸς τὴν δύναμιν ἀποβλέψαντες— σχεδὸν γὰρ ἐλαχίστην τότε δὴ τῶν Ἑλλήνων εἶχον— τὸ δὲ πλεῖον εἰς τὴν πίστιν καὶ τὴν ὅλην καλοκἀ‐ γαθίαν. ὁμολογουμένως γὰρ δὴ τότε ταύτην περὶ | |
5 | αὐτῶν πάντες εἶχον τὴν δόξαν. | |
Hist.2.39.11 | Τότε μὲν οὖν ψιλῶς αὐτὰ τὰ κατὰ τὴν προαί‐ ρεσιν ὑπῆρχε παρ’ αὐτοῖς· ἀποτέλεσμα δ’ ἢ πρᾶ‐ ξις ἀξιόλογος πρὸς αὔξησιν τῶν ἰδίων ἀνήκουσα | |
Hist.2.39.12 | πραγμάτων οὐκ ἐγίνετο, τῷ μὴ δύνασθαι φῦναι προστάτην ἄξιον τῆς προαιρέσεως, ἀεὶ δὲ τὸν ὑπο‐ δείξαντα ποτὲ μὲν ὑπὸ τῆς Λακεδαιμονίων ἀρχῆς ἐπισκοτεῖσθαι καὶ κωλύεσθαι, ποτὲ δὲ μᾶλλον ὑπὸ | |
Hist.2.40.1 | τῆς Μακεδόνων. ἐπεὶ δέ ποτε σὺν καιρῷ προστά‐ τας ἀξιόχρεως εὗρεν, ταχέως τὴν αὑτῆς δύναμιν ἐποίησε φανεράν, ἐπιτελεσαμένη τὸ κάλλιστον ἔρ‐ | |
Hist.2.40.2 | γον, τὴν Πελοποννησίων ὁμόνοιαν. ἧς ἀρχηγὸν μὲν καὶ καθηγεμόνα τῆς ὅλης ἐπιβολῆς Ἄρατον νο‐ μιστέον τὸν Σικυώνιον, ἀγωνιστὴν δὲ καὶ τελεσι‐ ουργὸν τῆς πράξεως Φιλοποίμενα τὸν Μεγαλοπολί‐ | |
5 | την, βεβαιωτὴν δὲ τοῦ μόνιμον αὐτὴν ἐπὶ ποσὸν | |
γενέσθαι Λυκόρταν καὶ τοὺς ταὐτὰ τούτῳ προελομέ‐ | ||
Hist.2.40.3 | νους ἄνδρας. τίνα δ’ ἦν ἑκάστοις τὰ πραχθέντα καὶ πῶς καὶ κατὰ ποίους καιροὺς πειρασόμεθα δηλοῦν, ἀεὶ κατὰ τὸ πρέπον τῇ γραφῇ ποιούμενοι τὴν | |
Hist.2.40.4 | ἐπίστασιν. τῶν μέντοι γ’ Ἀράτῳ διῳκημένων καὶ νῦν καὶ μετὰ ταῦτα πάλιν ἐπικεφαλαιούμενοι μνη‐ σθησόμεθα διὰ τὸ καὶ λίαν ἀληθινοὺς καὶ σαφεῖς ἐκεῖνον περὶ τῶν ἰδίων συντεταχέναι πράξεων ὑπο‐ | |
Hist.2.40.5 | μνηματισμούς, τῶν δὲ τοῖς ἄλλοις ἀκριβεστέραν καὶ μετὰ διαστολῆς ποιησόμεθα τὴν ἐξήγησιν. ὑπολαμ‐ βάνω δὲ ῥᾴστην ἐμοί τ’ ἂν γενέσθαι τὴν διήγησιν καὶ τοῖς ἐντυγχάνουσιν εὐπαρακολούθητον τὴν μά‐ | |
5 | θησιν, εἰ ποιησαίμεθα τὴν ἐπίστασιν ἀπὸ τούτων τῶν καιρῶν, ἐν οἷς κατὰ πόλιν διαλυθέντος τοῦ τῶν Ἀχαιῶν ἔθνους ὑπὸ τῶν ἐκ Μακεδονίας βασι‐ λέων ἀρχὴ πάλιν ἐγένετο καὶ σύννευσις τῶν πόλεων | |
Hist.2.40.6 | πρὸς ἀλλήλας. ἀφ’ ἧς αὐξανόμενον κατὰ τὸ συν‐ εχὲς τὸ ἔθνος εἰς ταύτην ἦλθε τὴν συντέλειαν, ἐν ᾗ καθ’ ἡμᾶς ἦν, ὑπὲρ ἧς κατὰ μέρος ἀρτίως εἶπον. | |
Hist.2.41.1 | Ὀλυμπιὰς μὲν ἦν εἰκοστὴ καὶ τετάρτη πρὸς ταῖς ἑκατόν, ὅτε Πατρεῖς ἤρξαντο συμφρονεῖν καὶ Δυ‐ | |
Hist.2.41.2 | μαῖοι, καιροὶ δὲ καθ’ οὓς Πτολεμαῖος ὁ Λάγου καὶ Λυσίμαχος, ἔτι δὲ Σέλευκος καὶ Πτολεμαῖος ὁ Κε‐ ραυνὸς μετήλλαξαν τὸν βίον. πάντες γὰρ οὗτοι περὶ τὴν προειρημένην ὀλυμπιάδα τὸ ζῆν ἐξέλιπον. | |
Hist.2.41.3 | τοὺς μὲν οὖν ἀνώτερον τούτων χρόνους τοιαύτη | |
Hist.2.41.4 | τις ἦν ἡ περὶ τὸ προειρημένον ἔθνος διάθεσις. ἀπὸ γὰρ Τισαμενοῦ βασιλευθέντες, ὃς ἦν Ὀρέστου μὲν υἱός, κατὰ δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον ἐκπε‐ σὼν τῆς Σπάρτης κατέσχε τοὺς περὶ Ἀχαΐαν τόπους, | |
Hist.2.41.5 | ἀπὸ τούτου κατὰ τὸ συνεχὲς καὶ κατὰ τὸ γένος ἕως Ὠγύγου βασιλευθέντες, μετὰ ταῦτα δυσαρεστήσαν‐ τες τοῖς τοῦ προειρημένου παισὶν ἐπὶ τῷ μὴ νομί‐ μως ἀλλὰ δεσποτικῶς αὐτῶν ἄρχειν, μετέστησαν εἰς | |
Hist.2.41.6 | δημοκρατίαν τὴν πολιτείαν. λοιπὸν ἤδη τοὺς ἑξῆς χρόνους μέχρι τῆς Ἀλεξάνδρου καὶ Φιλίππου δυνα‐ στείας ἄλλοτε μὲν ἄλλως ἐχώρει τὰ πράγματ’ αὐτοῖς κατὰ τὰς περιστάσεις, τό γε μὴν κοινὸν πολίτευμα, | |
5 | καθάπερ εἰρήκαμεν, ἐν δημοκρατίᾳ συνέχειν ἐπει‐ | |
Hist.2.41.7 | ρῶντο. τοῦτο δ’ ἦν ἐκ δώδεκα πόλεων, ἃς ἔτι καὶ νῦν συμβαίνει διαμένειν, πλὴν Ὠλένου καὶ Ἑλίκης τῆς πρὸ τῶν Λευκτρικῶν ὑπὸ τῆς θαλάττης κατα‐ | |
Hist.2.41.8 | ποθείσης· αὗται δ’ εἰσὶν Πάτραι, Δύμη, Φαραί, Τρι‐ ταία, Λεόντιον, (Αἴγιον), Αἴγειρα, Πελλήνη, Βοῦρα, | |
Hist.2.41.9 | Καρύνεια. κατὰ δὲ τοὺς ὑστέρους μὲν τῶν κατ’ Ἀλέξανδρον καιρῶν, προτέρους δὲ τῆς ἄρτι ῥη‐ θείσης ὀλυμπιάδος, εἰς τοιαύτην διαφορὰν καὶ καχεξίαν ἐνέπεσον, καὶ μάλιστα διὰ τῶν ἐκ Μακε‐ | |
5 | δονίας βασιλέων, ἐν ᾗ συνέβη πάσας τὰς πόλεις χωρισθείσας ἀφ’ αὑτῶν ἐναντίως τὸ συμφέρον | |
Hist.2.41.10 | ἄγειν ἀλλήλαις. ἐξ οὗ συνέπεσε τὰς μὲν ἐμφρού‐ ρους αὐτῶν γενέσθαι διά τε Δημητρίου καὶ Κασσάν‐ δρου καὶ μετὰ ταῦτα δι’ Ἀντιγόνου τοῦ Γονατᾶ, τὰς δὲ καὶ τυραννεῖσθαι· πλείστους γὰρ δὴ μονάρ‐ | |
Hist.2.41.11 | χους οὗτος ἐμφυτεῦσαι δοκεῖ τοῖς Ἕλλησι. περὶ δὲ τὴν εἰκοστὴν καὶ τετάρτην ὀλυμπιάδα πρὸς ταῖς ἑκατόν, καθάπερ ἐπάνω προεῖπον, αὖθις ἤρξαντο μετανοήσαντες συμφρονεῖν. ταῦτα δ’ ἦν κατὰ τὴν | |
Hist.2.41.12 | Πύρρου διάβασιν εἰς Ἰταλίαν. καὶ πρῶτοι μὲν συνέστησαν Δυμαῖοι, Πατρεῖς, Τριταιεῖς, Φαραιεῖς· διόπερ οὐδὲ στήλην ὑπάρχειν συμβαίνει τῶν πόλεων | |
Hist.2.41.13 | τούτων περὶ τῆς συμπολιτείας. μετὰ δὲ ταῦτα μά‐ λιστά πως ἔτει πέμπτῳ τὴν φρουρὰν ἐκβαλόντες Αἰγιεῖς μετέσχον τῆς συμπολιτείας· ἑξῆς δὲ τούτοις | |
Hist.2.41.14 | Βούριοι, τὸν τύραννον ἀποκτείναντες. ἅμα δὲ τού‐ τοις Καρυνεῖς ἀποκατέστησαν. συνιδὼν γὰρ Ἰσέας ὁ τῆς Καρυνείας τότε τυραννεύων ἐκπεπτωκυῖαν μὲν ἐξ Αἰγίου τὴν φρουράν, ἀπολωλότα δὲ τὸν | |
5 | ἐν τῇ Βούρᾳ μόναρχον διὰ Μάργου καὶ τῶν Ἀχαιῶν, ἑαυτὸν δὲ πανταχόθεν ὁρῶν ὅσον οὐκ | |
Hist.2.41.15 | ἤδη πολεμηθησόμενον, ἀποθέμενος τὴν ἀρχὴν καὶ λαβὼν τὰ πιστὰ παρὰ τῶν Ἀχαιῶν ὑπὲρ τῆς ἀσφα‐ λείας προσέθηκε τὴν πόλιν πρὸς τὸ τῶν Ἀχαιῶν σύστημα. | |
Hist.2.42.1 | Τίνος οὖν χάριν ἐπὶ τοὺς χρόνους τούτους ἀν‐ έδραμον; ἵνα πρῶτον μὲν γένηται συμφανὲς πῶς καὶ κατὰ ποίους καιροὺς καὶ τίνες πρῶτοι τῶν ἐξ ἀρχῆς Ἀχαιῶν αὖθις ἐποιήσαντο τὴν ἐπιβολὴν τῆς | |
Hist.2.42.2 | νῦν συστάσεως, δεύτερον δ’ ἵνα καὶ τὰ τῆς προαι‐ ρέσεως μὴ μόνον διὰ τῆς ἡμετέρας ἀποφάσεως, ἀλλὰ καὶ δι’ αὐτῶν τῶν πραγμάτων πίστεως τυγχάνῃ, | |
Hist.2.42.3 | διότι μία τις ἀεὶ τῶν Ἀχαιῶν αἵρεσις ὑπῆρχε, καθ’ ἣν προτείνοντες μὲν τὴν παρ’ αὑτοῖς ἰσηγορίαν καὶ παρρησίαν, πολεμοῦντες δὲ καὶ καταγωνιζόμενοι συνεχῶς τοὺς ἢ δι’ αὑτῶν ἢ διὰ τῶν βασιλέων τὰς | |
5 | σφετέρας πατρίδας καταδουλουμένους, τούτῳ τῷ τρόπῳ καὶ ταύτῃ τῇ προθέσει τοῦτο τοὔργον ἐπ‐ ετέλεσαν, τὰ μὲν δι’ αὑτῶν, τὰ δὲ καὶ διὰ τῶν συμ‐ | |
Hist.2.42.4 | μάχων. καὶ γὰρ τὰ δι’ ἐκείνων συνεργήματα γεγο‐ νότα πρὸς τοῦτο τὸ μέρος ἐν τοῖς ἑξῆς χρόνοις ἐπὶ | |
Hist.2.42.5 | τὴν τῶν Ἀχαιῶν προαίρεσιν ἀνοιστέον. πολλοῖς γὰρ κοινωνήσαντες πραγμάτων, πλείστων δὲ καὶ | |
καλλίστων Ῥωμαίοις οὐδέποτε τὸ παράπαν ἐπεθύ‐ μησαν ἐκ τῶν κατορθωμάτων οὐδενὸς ἰδίᾳ λυσιτε‐ | ||
Hist.2.42.6 | λοῦς, ἀλλ’ ἀντὶ πάσης τῆς ἑαυτῶν φιλοτιμίας, ἣν παρείχοντο τοῖς συμμάχοις, ἀντικατηλλάττοντο τὴν ἑκάστων ἐλευθερίαν καὶ τὴν κοινὴν ὁμόνοιαν Πελο‐ | |
Hist.2.42.7 | ποννησίων. σαφέστερον δ’ ὑπὲρ τούτων ἔσται δια‐ λαμβάνειν ἐξ αὐτῶν τῶν περὶ τὰς πράξεις ἐνεργη‐ μάτων. | |
Hist.2.43.1 | Εἴκοσι μὲν οὖν ἔτη τὰ πρῶτα καὶ πέντε συν‐ επολιτεύσαντο μεθ’ ἑαυτῶν αἱ προειρημέναι πόλεις, γραμματέα κοινὸν ἐκ περιόδου προχειριζόμεναι καὶ | |
Hist.2.43.2 | δύο στρατηγούς. μετὰ δὲ ταῦτα πάλιν ἔδοξεν αὐ‐ τοῖς ἕνα καθιστάνειν καὶ τούτῳ πιστεύειν ὑπὲρ τῶν ὅλων. καὶ πρῶτος ἔτυχε τῆς τιμῆς ταύτης Μάργος | |
Hist.2.43.3 | ὁ Καρυνεύς. τετάρτῳ δ’ ὕστερον ἔτει τοῦ προει‐ ρημένου στρατηγοῦντος Ἄρατος ὁ Σικυώνιος, ἔτη μὲν ἔχων εἴκοσι, τυραννουμένην δ’ ἐλευθερώσας τὴν πατρίδα διὰ τῆς ἀρετῆς τῆς ἑαυτοῦ καὶ τόλμης | |
5 | προσένειμε πρὸς τὴν τῶν Ἀχαιῶν πολιτείαν, ἀρχῆ‐ θεν εὐθὺς ἐραστὴς γενόμενος τῆς προαιρέσεως αὐ‐ | |
Hist.2.43.4 | τῶν. ὀγδόῳ δὲ πάλιν ἔτει στρατηγὸς αἱρεθεὶς τὸ δεύτερον καὶ πραξικοπήσας τὸν Ἀκροκόρινθον, Ἀντιγόνου κυριεύοντος, καὶ γενόμενος ἐγκρατὴς μεγάλου μὲν ἀπέλυσε φόβου τοὺς τὴν Πελοπόννη‐ | |
5 | σον κατοικοῦντας, ἐλευθερώσας δὲ Κορινθίους προσ‐ | |
Hist.2.43.5 | ηγάγετο πρὸς τὴν τῶν Ἀχαιῶν πολιτείαν. ἐπὶ δὲ τῆς αὐτῆς ἀρχῆς καὶ τὴν τῶν Μεγαρέων πόλιν δια‐ | |
Hist.2.43.6 | πραξάμενος προσένειμε τοῖς Ἀχαιοῖς. ταῦτά τ’ ἐγί‐ νετο τῷ πρότερον ἔτει τῆς Καρχηδονίων ἥττης, ἐν ᾗ καθόλου Σικελίας ἐκχωρήσαντες πρῶτον ὑπέμειναν | |
Hist.2.43.7 | τότε φόρους ἐνεγκεῖν Ῥωμαίοις. μεγάλην δὲ προ‐ | |
κοπὴν ποιήσας τῆς ἐπιβολῆς ἐν ὀλίγῳ χρόνῳ λοι‐ πὸν ἤδη διετέλει προστατῶν μὲν τοῦ τῶν Ἀχαιῶν ἔθνους, πάσας δὲ τὰς ἐπιβολὰς καὶ πράξεις πρὸς | ||
Hist.2.43.8 | ἓν τέλος ἀναφέρων· τοῦτο δ’ ἦν τὸ Μακεδόνας μὲν ἐκβαλεῖν ἐκ Πελοποννήσου, τὰς δὲ μοναρχίας κατα‐ λῦσαι, βεβαιῶσαι δ’ ἑκάστοις τὴν κοινὴν καὶ πά‐ | |
Hist.2.43.9 | τριον ἐλευθερίαν. μέχρι μὲν οὖν (ἦν) Ἀντίγονος ὁ Γο‐ νατᾶς, πρός τε τὴν ἐκείνου πολυπραγμοσύνην καὶ πρὸς τὴν Αἰτωλῶν πλεονεξίαν ἀντιταττόμενος δι‐ | |
Hist.2.43.10 | ετέλει, πραγματικῶς ἕκαστα χειρίζων, καίπερ εἰς τοῦτο προβάντων ἀμφοτέρων ἀδικίας καὶ τόλμης ὥστε ποιήσασθαι συνθήκας πρὸς ἀλλήλους ὑπὲρ | |
Hist.2.44.1 | διαιρέσεως τοῦ τῶν Ἀχαιῶν ἔθνους. Ἀντιγόνου δὲ μεταλλάξαντος, καὶ συνθεμένων τῶν Ἀχαιῶν καὶ συμμαχίαν πρὸς Αἰτωλοὺς καὶ μετασχόντων εὐγε‐ νῶς σφίσι τοῦ πρὸς Δημήτριον πολέμου, τὰ μὲν | |
5 | τῆς ἀλλοτριότητος καὶ δυσμενείας ἤρθη κατὰ τὸ παρόν, ὑπεγένετο δὲ κοινωνικὴ καὶ φιλική τις αὐ‐ | |
Hist.2.44.2 | τοῖς διάθεσις. Δημητρίου δὲ βασιλεύσαντος δέκα μόνον ἔτη καὶ μεταλλάξαντος τὸν βίον περὶ τὴν πρώτην διάβασιν εἰς τὴν Ἰλλυρίδα Ῥωμαίων, ἐγέ‐ νετό τις εὔροια πραγμάτων πρὸς τὴν ἐξ ἀρχῆς ἐπι‐ | |
Hist.2.44.3 | βολὴν τῶν Ἀχαιῶν. οἱ γὰρ ἐν τῇ Πελοποννήσῳ μόναρχοι δυσελπιστήσαντες ἐπὶ τῷ μετηλλαχέναι μὲν τὸν Δημήτριον, ὃς ἦν αὐτοῖς οἱονεὶ χορηγὸς καὶ μισθοδότης, ἐπικεῖσθαι δὲ τὸν Ἄρατον, οἰόμε‐ | |
5 | νον δεῖν σφᾶς ἀποτίθεσθαι τὰς τυραννίδας καὶ τοῖς μὲν πεισθεῖσι μεγάλας δωρεὰς καὶ τιμὰς προ‐ τείνοντα, τοῖς δὲ μὴ προσέχουσιν ἔτι μείζους ἐπ‐ ανατεινόμενον φόβους καὶ κινδύνους διὰ τῶν Ἀχαιῶν, | |
Hist.2.44.4 | ὥρμησαν ἐπὶ τὸ πεισθέντες ἀποθέσθαι μὲν τὰς τυ‐ | |
ραννίδας, ἐλευθερῶσαι δὲ τὰς ἑαυτῶν πατρίδας, | ||
Hist.2.44.5 | μετασχεῖν δὲ τῆς τῶν Ἀχαιῶν πολιτείας. Λυδιάδας μὲν οὖν ὁ Μεγαλοπολίτης ἔτι ζῶντος Δημητρίου, κατὰ τὴν αὑτοῦ προαίρεσιν, πάνυ πραγματικῶς καὶ φρονίμως προϊδόμενος τὸ μέλλον ἀπετέθειτο τὴν | |
5 | τυραννίδα καὶ μετεσχήκει τῆς ἐθνικῆς συμπολιτείας. | |
Hist.2.44.6 | Ἀριστόμαχος δ’ ὁ τῶν Ἀργείων τύραννος καὶ Ξέ‐ νων ὁ τῶν Ἑρμιονέων καὶ Κλεώνυμος ὁ τῶν Φλια‐ σίων τότ’ ἀποθέμενοι τὰς μοναρχίας ἐκοινώνησαν τῆς τῶν Ἀχαιῶν δημοκρατίας. | |
Hist.2.45.1 | Ὁλοσχερεστέρας δὲ γενομένης αὐξήσεως διὰ ταῦτα καὶ προκοπῆς περὶ τὸ ἔθνος, Αἰτωλοὶ διὰ τὴν ἔμφυτον ἀδικίαν καὶ πλεονεξίαν φθονήσαντες, τὸ δὲ πλεῖον ἐλπίσαντες καταδιελέσθαι τὰς πόλεις, καθ‐ | |
5 | άπερ καὶ πρότερον τὰς μὲν Ἀκαρνάνων διενεί‐ μαντο πρὸς Ἀλέξανδρον, τὰς δὲ τῶν Ἀχαιῶν ἐπ‐ | |
Hist.2.45.2 | εβάλοντο πρὸς Ἀντίγονον τὸν Γονατᾶν, καὶ τότε παραπλησίαις ἐλπίσιν ἐπαρθέντες ἀπετόλμησαν Ἀντιγόνῳ τε τῷ κατ’ ἐκείνους τοὺς καιροὺς προ‐ εστῶτι Μακεδόνων, ἐπιτροπεύοντι δὲ Φιλίππου παι‐ | |
5 | δὸς ὄντος, καὶ Κλεομένει τῷ βασιλεῖ Λακεδαιμονίων κοινωνεῖν καὶ συμπλέκειν ἀμφοτέροις ἅμα τὰς χεῖ‐ | |
Hist.2.45.3 | ρας. ὁρῶντες γὰρ τὸν Ἀντίγονον κυριεύοντα μὲν τῶν κατὰ Μακεδονίαν ἀσφαλῶς, ὁμολογούμενον δὲ καὶ πρόδηλον ἐχθρὸν ὄντα τῶν Ἀχαιῶν διὰ τὸ τὸν | |
Hist.2.45.4 | Ἀκροκόρινθον πραξ(ικοπήσαντας καταλαβ)εῖν, ὑπ‐ έλαβον, εἰ τοὺς Λακεδαιμονίους προσλαβόντες ἔτι κοινωνοὺς σφίσι τῆς ἐπιβολῆς προεμβιβάσαιεν εἰς τὴν πρὸς τὸ ἔθνος ἀπέχθειαν, ῥᾳδίως (ἂν) καταγω‐ | |
5 | νίσασθαι τοὺς Ἀχαιοὺς ἐν καιρῷ συνεπιθέμενοι καὶ | |
Hist.2.45.5 | πανταχόθεν περιστήσαντες αὐτοῖς τὸν πόλεμον. ὃ | |
δὴ καὶ ταχέως ἂν ἐκ τῶν κατὰ λόγον ἐπετέλεσαν, εἰ μὴ τὸ κυριώτατον παρεῖδον τῆς προθέσεως, οὐ συλλογισάμενοι διότι ταῖς ἐπιβολαῖς Ἄρατον ἕξου‐ | ||
5 | σιν ἀνταγωνιστήν, ἄνδρα δυνάμενον πάσης εὐστο‐ | |
Hist.2.45.6 | χεῖν περιστάσεως. τοιγαροῦν ὁρμήσαντες ἐπὶ τὸ πολυ‐ πραγμονεῖν καὶ χειρῶν ἄρχειν ἀδίκων οὐχ οἷον ἤνυ‐ σάν τι τῶν ἐπινοηθέντων, ἀλλὰ τοὐναντίον καὶ τὸν Ἄρατον τότε προεστῶτα καὶ τὸ ἔθνος ἐσωματοποίη‐ | |
5 | σαν, πραγματικῶς ἀντιπερισπάσαντος ἐκείνου καὶ | |
Hist.2.45.7 | λυμηναμένου τὰς ἐπιβολὰς αὐτῶν. ὡς δ’ ἐχειρίσθη τὰ ὅλα, δῆλον ἔσται διὰ τῶν λέγεσθαι μελλόντων. | |
Hist.2.46.1 | Θεωρῶν γὰρ τοὺς Αἰτωλοὺς ὁ προειρημένος ἀνὴρ τὸν μὲν πόλεμον τὸν πρὸς αὐτοὺς αἰσχυνομέ‐ νους ἀναλαβεῖν ἐκ τοῦ φανεροῦ διὰ τὸ καὶ λίαν εἶναι προσφάτους τὰς ἐκ τῶν Ἀχαιῶν εὐεργεσίας | |
Hist.2.46.2 | περὶ τὸν Δημητριακὸν πόλεμον εἰς αὐτούς, συμβου‐ λευομένους δὲ τοῖς Λακεδαιμονίοις καὶ φθονοῦν‐ τας τοῖς Ἀχαιοῖς ἐπὶ τοσοῦτον ὥστε Κλεομένους πεπραξικοπηκότος αὐτοὺς καὶ παρῃρημένου Τεγέαν, | |
5 | Μαντίνειαν, Ὀρχομενόν, τὰς Αἰτωλοῖς οὐ μόνον συμμαχίδας ὑπαρχούσας, ἀλλὰ καὶ συμπολιτευομένας τότε πόλεις, οὐχ οἷον ἀγανακτοῦντας ἐπὶ τούτοις, | |
Hist.2.46.3 | ἀλλὰ καὶ βεβαιοῦντας αὐτῷ τὴν παράληψιν, καὶ τοὺς πρότερον κατὰ τῶν μηδὲν ἀδικούντων πᾶσαν ἱκανὴν ποιουμένους πρόφασιν εἰς τὸ πολεμεῖν διὰ τὴν πλεονεξίαν τότε συνορῶν ἑκουσίως παρασπον‐ | |
5 | δουμένους καὶ τὰς μεγίστας ἀπολλύντας πόλεις ἐθε‐ λοντὴν ἐφ’ ᾧ μόνον ἰδεῖν ἀξιόχρεων γενόμενον | |
Hist.2.46.4 | ἀνταγωνιστὴν Κλεομένη τοῖς Ἀχαιοῖς, ἔγνω δεῖν εἰς ταῦτα βλέπων οὗτός τε καὶ πάντες ὁμοίως οἱ προεστῶτες τοῦ τῶν Ἀχαιῶν πολιτεύματος πολέμου | |
μὲν πρὸς μηδένα κατάρχειν, ἐνίστασθαι δὲ ταῖς τῶν | ||
Hist.2.46.5 | Λακεδαιμονίων ἐπιβολαῖς. τὸ μὲν οὖν πρῶτον ἐπὶ τούτων ἦσαν τῶν διαλήψεων· θεωροῦντες δὲ κατὰ τοὺς ἑξῆς χρόνους τὸν Κλεομένη θρασέως ἐποικο‐ δομοῦντα μὲν τὸ καλούμενον Ἀθήναιον ἐν τῇ τῶν | |
5 | Μεγαλοπολιτῶν χώρᾳ, πρόδηλον δὲ καὶ πικρὸν ἀνα‐ | |
Hist.2.46.6 | δεικνύντα σφίσι πολέμιον ἑαυτόν, τότε δὴ συνα‐ θροίσαντες τοὺς Ἀχαιοὺς ἔκριναν μετὰ τῆς βουλῆς ἀναλαμβάνειν φανερῶς τὴν πρὸς τοὺς Λακεδαιμο‐ νίους ἀπέχθειαν. | |
Hist.2.46.7 | Ὁ μὲν οὖν Κλεομενικὸς προσαγορευθεὶς πόλε‐ μος τοιαύτην ἔλαβε τὴν ἀρχὴν καὶ κατὰ τούτους | |
Hist.2.47.1 | τοὺς καιρούς. οἱ δ’ Ἀχαιοὶ τὸ μὲν πρῶτον διὰ τῆς ἰδίας δυνάμεως ὥρμησαν ἀντοφθαλμεῖν τοῖς Λακε‐ δαιμονίοις, ἅμα μὲν ὑπολαμβάνοντες κάλλιστον εἶ‐ ναι τὸ μὴ δι’ ἑτέρων σφίσι πορίζεσθαι τὴν σωτη‐ | |
5 | ρίαν, ἀλλ’ αὐτοὺς δι’ αὑτῶν σῴζειν τὰς πόλεις καὶ | |
Hist.2.47.2 | τὴν χώραν, ἅμα δὲ βουλόμενοι καὶ τὴν πρὸς Πτο‐ λεμαῖον τηρεῖν φιλίαν διὰ τὰς προγεγενημένας εὐ‐ εργεσίας καὶ μὴ φαίνεσθαι πρὸς ἑτέρους ἐκτείνον‐ | |
Hist.2.47.3 | τες τὰς χεῖρας, ἤδη δ’ ἐπὶ ποσὸν τοῦ πολέμου προβαίνοντος, καὶ τοῦ Κλεομένους τό τε πάτριον πολίτευμα καταλύσαντος καὶ τὴν ἔννομον βασιλείαν εἰς τυραννίδα μεταστήσαντος, χρωμένου δὲ καὶ τῷ | |
Hist.2.47.4 | πολέμῳ πρακτικῶς καὶ παραβόλως, προορώμενος Ἄρατος τὸ μέλλον καὶ δεδιὼς τήν τε τῶν Αἰτω‐ λῶν ἀπόνοιαν καὶ τόλμαν ἔκρινε πρὸ πολλοῦ λυ‐ | |
Hist.2.47.5 | μαίνεσθαι τὴν ἐπιβολὴν αὐτῶν. κατανοῶν δὲ τὸν Ἀντίγονον καὶ πρᾶξιν ἔχοντα καὶ σύνεσιν καὶ πίστεως ἀντιποιούμενον, τοὺς δὲ βασιλεῖς σαφῶς εἰδὼς φύσει μὲν οὐδένα νομίζοντας οὔτε | |
5 | (συνε)ργὸν οὔτε πολέμιον, ταῖς δὲ τοῦ συμφέροντος ψήφοις αἰεὶ μετροῦντας τὰς ἔχθρας καὶ τὰς φιλίας, | |
Hist.2.47.6 | ἐπεβάλετο λαλεῖν πρὸς τὸν εἰρημένον βασιλέα καὶ συμπλέκειν τὰς χεῖρας, ὑποδεικνύων αὐτῷ τὸ συμ‐ | |
Hist.2.47.7 | βησόμενον ἐκ τῶν πραγμάτων. προδήλως μὲν οὖν αὐτὸ πράττειν ἀσύμφορον ἡγεῖτο διὰ πλείους αἰτίας. τόν τε γὰρ Κλεομένη καὶ τοὺς Αἰτωλοὺς ἀνταγωνι‐ | |
Hist.2.47.8 | στὰς παρασκευάζειν ἤμελλε πρὸς τὴν ἐπιβολήν, τούς τε πολλοὺς τῶν Ἀχαιῶν διατρέψειν, καταφεύγων ἐπὶ τοὺς ἐχθροὺς καὶ δοκῶν ὁλοσχερῶς ἀπεγνωκέναι τὰς ἐν αὐτοῖς ἐλπίδας· ὅπερ ἥκιστα φαίνεσθαι πράτ‐ | |
Hist.2.47.9 | των ἐβούλετο. διόπερ ἔχων τοιαύτην πρόθεσιν ἀδή‐ | |
Hist.2.47.10 | λως αὐτὰ διενοεῖτο χειρίζειν. ἐξ οὗ πολλὰ παρὰ τὴν ἑαυτοῦ γνώμην ἠναγκάζετο καὶ λέγειν καὶ ποιεῖν πρὸς τοὺς ἐκτός, δι’ ὧν ἤμελλε τὴν ἐναντίαν ἔμ‐ φασιν ὑποδεικνύων ταύτην ἐπικρύψεσθαι τὴν οἰ‐ | |
Hist.2.47.11 | κονομίαν. ὧν χάριν ἔνια τούτων οὐδ’ ἐν τοῖς ὑπο‐ μνήμασι κατέταξεν. | |
Hist.2.48.1 | Εἰδὼς δὲ τοὺς Μεγαλοπολίτας κακοπαθοῦντας μὲν τῷ πολέμῳ διὰ τὸ παρακειμένους τῇ Λακεδαί‐ μονι προπολεμεῖν τῶν ἄλλων, οὐ τυγχάνοντας δὲ τῆς καθηκούσης ἐπικουρίας ὑπὸ τῶν Ἀχαιῶν διὰ τὸ | |
5 | κἀκείνους δυσχρηστεῖσθαι θλιβομένους ὑπὸ τῆς | |
Hist.2.48.2 | περιστάσεως, σαφῶς δὲ γινώσκων οἰκείως διακει‐ μένους αὐτοὺς πρὸς τὴν Μακεδόνων οἰκίαν ἐκ τῶν | |
Hist.2.48.3 | κατὰ τὸν Ἀμύντου Φίλιππον εὐεργεσιῶν, δι(ειλήφει) διότι ταχέως ἂν ὑπὸ τοῦ Κλεομένους πιεζόμενοι καταφύγοιεν ἐπὶ τὸν Ἀντίγονον καὶ τὰς Μακεδόνων | |
Hist.2.48.4 | ἐλπίδας· κοινολογηθεὶς οὖν δι’ ἀπορρήτων περὶ τῆς ὅλης ἐπιβολῆς Νικοφάνει καὶ Κερκιδᾷ τοῖς Μεγα‐ λοπολίταις, οἵτινες ἦσαν αὐτοῦ πατρικοὶ ξένοι καὶ | |
Hist.2.48.5 | πρὸς τὴν ἐπιβολὴν εὐφυεῖς, ῥᾳδίως διὰ τούτων ὁρμὴν παρέστησε τοῖς Μεγαλοπολίταις εἰς τὸ πρε‐ σβεύειν πρὸς τοὺς Ἀχαιοὺς καὶ παρακαλεῖν πέμπειν | |
Hist.2.48.6 | πρὸς τὸν Ἀντίγονον ὑπὲρ βοηθείας. οἱ μὲν οὖν Μεγα‐ λοπολῖται κατέστησαν αὐτοὺς τοὺς περὶ τὸν Νικο‐ φάνη καὶ τὸν Κερκιδᾶν πρεσβευτὰς πρός τε τοὺς Ἀχαιοὺς κἀκεῖθεν εὐθέως πρὸς τὸν Ἀντίγονον, ἂν | |
Hist.2.48.7 | αὐτοῖς συγκατάθηται τὸ ἔθνος. οἱ δ’ Ἀχαιοὶ συν‐ | |
Hist.2.48.8 | εχώρησαν πρεσβεύειν τοῖς Μεγαλοπολίταις. σπουδῇ δὲ συμμίξαντες οἱ περὶ τὸν Νικοφάνη τῷ βασιλεῖ διελέγοντο περὶ μὲν τῆς ἑαυτῶν πατρίδος αὐτὰ τἀναγκαῖα διὰ βραχέων καὶ κεφαλαιωδῶς, τὰ δὲ | |
5 | πολλὰ περὶ τῶν ὅλων κατὰ τὰς ἐντολὰς τὰς Ἀράτου | |
Hist.2.49.1 | καὶ τὰς ὑποθέσεις. αὗται δ’ ἦσαν ὑποδεικνύναι τὴν Αἰτωλῶν καὶ Κλεομένους κοινοπραγίαν τί δύνα‐ ται καὶ ποῖ τείνει, καὶ δηλοῦν ὅτι πρώτοις μὲν αὐτοῖς Ἀχαιοῖς εὐλαβητέον, ἑξῆς δὲ καὶ μᾶλλον | |
Hist.2.49.2 | Ἀντιγόνῳ. τοῦτο μὲν γάρ, ὡς Ἀχαιοὶ τὸν ἐξ ἀμφοῖν πόλεμον οὐκ ἂν ὑπενέγκαιεν, εὐθεώρητον εἶναι πᾶσι, τοῦτο δ’, ὡς Αἰτωλοὶ καὶ Κλεομένης κρατήσαντες τούτων οὐκ εὐδοκήσουσιν οὐδὲ μὴ μείνωσιν ἐπὶ | |
5 | τῶν ὑποκειμένων, ἔτι τοῦ πρόσθεν ῥᾷον εἶναι τῷ | |
Hist.2.49.3 | νοῦν ἔχοντι συνιδεῖν. τήν τε γὰρ Αἰτωλῶν πλεο‐ νεξίαν οὐχ οἷον τοῖς Πελοποννησίων ὅροις εὐδοκῆ‐ σαί ποτ’ ἂν περιληφθεῖσαν, ἀλλ’ οὐδὲ τοῖς τῆς | |
Hist.2.49.4 | Ἑλλάδος, τήν τε Κλεομένους φιλοδοξίαν καὶ τὴν ὅλην ἐπιβολὴν κατὰ μὲν τὸ παρὸν αὐτῆς ἐφίεσθαι τῆς Πελοποννησίων ἀρχῆς, τυχόντα δὲ ταύτης τὸν προειρημένον κατὰ πόδας ἀνθέξεσθαι τῆς τῶν Ἑλλή‐ | |
Hist.2.49.5 | νων ἡγεμονίας. ἧς οὐχ οἷόν τε καθικέσθαι μὴ οὐ | |
Hist.2.49.6 | πρόσθεν καταλύσαντα τὴν Μακεδόνων ἀρχήν. σκο‐ | |
πεῖν οὖν αὐτὸν ἠξίουν, προορώμενον τὸ μέλλον, πότερον συμφέρει τοῖς σφετέροις πράγμασι μετ’ Ἀχαιῶν καὶ Βοιωτῶν ἐν Πελοποννήσῳ πρὸς Κλεο‐ | ||
5 | μένη πολεμεῖν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἡγεμονίας ἢ προέμενον τὸ μέγιστον ἔθνος διακινδυνεύειν ἐν Θετ‐ ταλίᾳ πρὸς Αἰτωλοὺς καὶ Βοιωτούς, ἔτι δ’ Ἀχαιοὺς καὶ Λακεδαιμονίους, ὑπὲρ τῆς Μακεδόνων ἀρχῆς. | |
Hist.2.49.7 | ἐὰν μὲν οὖν Αἰτωλοὶ τὴν ἐκ τῶν Ἀχαιῶν εἰς αὐτοὺς γεγενημένην εὔνοιαν ἐν τοῖς κατὰ Δημήτριον καιροῖς ἐντρεπόμενοι τὴν ἡσυχίαν ἄγειν ὑποκρίνωνται, καθά‐ περ καὶ νῦν, πολεμήσειν αὐτοὺς ἔφασαν τοὺς Ἀχαι‐ | |
5 | οὺς πρὸς τὸν Κλεομένη· κἂν μὲν ἡ τύχη συνεπι‐ λαμβάνηται, μὴ δεῖσθαι χρείας τῶν βοηθησόντων· | |
Hist.2.49.8 | ἂν δ’ ἀντιπίπτῃ τὰ τῆς τύχης, Αἰτωλοὶ δὲ συνεπι‐ τίθωνται, προσέχειν αὐτὸν παρεκάλουν τοῖς πράγ‐ μασιν, ἵνα μὴ πρόηται τοὺς καιρούς, ἔτι δὲ δυνα‐ | |
Hist.2.49.9 | μένοις σῴζεσθαι Πελοποννησίοις ἐπαρκέσῃ· περὶ δὲ πίστεως καὶ χάριτος ἀποδόσεως ῥᾳθυμεῖν αὐτὸν ᾤοντο δεῖν· τῆς γὰρ χρείας ἐπιτελουμένης αὐτὸν εὑρήσειν τὸν Ἄρατον εὐδοκουμένας ἀμφοτέροις | |
Hist.2.49.10 | ὑπισχνοῦντο πίστεις. ὁμοίως δ’ ἔφασαν καὶ τὸν καιρὸν τῆς βοηθείας αὐτὸν ὑποδείξειν. | |
Hist.2.50.1 | Ὁ μὲν οὖν Ἀντίγονος ἀκούσας ταῦτα καὶ δό‐ ξας ἀληθινῶς καὶ πραγματικῶς ὑποδεικνύναι τὸν Ἄρατον, προσεῖχε τοῖς ἑξῆς πραττομένοις ἐπιμελῶς. | |
Hist.2.50.2 | ἔγραψε δὲ καὶ τοῖς Μεγαλοπολίταις, ἐπαγγελλόμε‐ νος βοηθήσειν, ἐὰν καὶ τοῖς Ἀχαιοῖς τοῦτο βουλο‐ | |
Hist.2.50.3 | μένοις ᾖ. τῶν δὲ περὶ τὸν Νικοφάνη καὶ Κερκι‐ δᾶν ἐπανελθόντων εἰς οἶκον καὶ τάς τε παρὰ τοῦ βασιλέως ἐπιστολὰς ἀποδόντων καὶ τὴν λοιπὴν εὔ‐ | |
Hist.2.50.4 | νοιαν αὐτοῦ καὶ προθυμίαν διασαφούντων, μετεω‐ | |
ρισθέντες οἱ Μεγαλοπολῖται προθύμως ἔσχον ἰέναι πρὸς τὴν σύνοδον τῶν Ἀχαιῶν καὶ παρακαλεῖν ἐπι‐ σπάσασθαι τὸν Ἀντίγονον καὶ τὰ πράγματα κατὰ | ||
Hist.2.50.5 | σπουδὴν ἐγχειρίζειν αὐτῷ. ὁ δ’ Ἄρατος διακούσας κατ’ ἰδίαν τῶν περὶ τὸν Νικοφάνη τὴν τοῦ βασι‐ λέως αἵρεσιν, ἣν ἔχοι πρός τε τοὺς Ἀχαιοὺς καὶ πρὸς αὐτόν, περιχαρὴς ἦν τῷ μὴ διὰ κενῆς πεποιῆ‐ | |
5 | σθαι τὴν ἐπίνοιαν μηδ’ εὑρῆσθαι κατὰ τὴν τῶν Αἰτω‐ λῶν ἐλπίδα τὸν Ἀντίγονον εἰς τέλος ἀπηλλοτριωμέ‐ | |
Hist.2.50.6 | νον ἑαυτοῦ. πάνυ δὲ πρὸς λόγον ἡγεῖτο γίνεσθαι καὶ τὸ τοὺς Μεγαλοπολίτας προθύμους εἶναι διὰ τῶν Ἀχαιῶν φέρειν ἐπὶ τὸν Ἀντίγονον τὰ πράγματα. | |
Hist.2.50.7 | μάλιστα μὲν γάρ, ὡς ἐπάνω προεῖπον, ἔσπευδεν μὴ προσδεηθῆναι τῆς βοηθείας· εἰ δ’ ἐξ ἀνάγκης ἐπὶ τοῦτο δέοι καταφεύγειν, οὐ μόνον ἠβούλετο δι’ αὑ‐ τοῦ γενέσθαι τὴν κλῆσιν, ἔτι δὲ μᾶλλον ἐξ ἁπάν‐ | |
Hist.2.50.8 | των τῶν Ἀχαιῶν. ἠγωνία γάρ, εἰ παραγενόμενος ὁ βασιλεὺς καὶ κρατήσας τῷ πολέμῳ τοῦ Κλεομέ‐ νους καὶ τῶν Λακεδαιμονίων ἀλλοιότερόν τι βου‐ λεύσοιτο περὶ τῆς κοινῆς πολιτείας, μή ποθ’ ὁμο‐ | |
5 | λογουμένως τῶν συμβαινόντων αὐτὸς ἀναλάβῃ τὴν | |
Hist.2.50.9 | αἰτίαν, δόξαντος δικαίως τοῦτο πράττειν διὰ τὴν ἐξ αὐτοῦ προγεγενημένην ἀδικίαν περὶ τὸν Ἀκροκό‐ | |
Hist.2.50.10 | ρινθον εἰς τὴν Μακεδόνων οἰκίαν. διόπερ ἅμα τῷ παρελθόντας τοὺς Μεγαλοπολίτας εἰς τὸ κοινὸν βου‐ λευτήριον τά τε γράμματα τοῖς Ἀχαιοῖς ἐπιδεικνύ‐ ναι καὶ διασαφεῖν τὴν ὅλην εὔνοιαν τοῦ βασιλέως, | |
5 | πρὸς δὲ τούτοις ἀξιοῦν ἐπισπάσασθαι τὸν Ἀντίγο‐ νον τὴν ταχίστην, εἶναι δὲ καὶ τὸ πλῆθος ἐπὶ τῆς | |
Hist.2.50.11 | αὐτῆς ὁρμῆς, προελθὼν Ἄρατος καὶ τήν τε τοῦ βασιλέως προθυμίαν ἀποδεξάμενος καὶ τὴν τῶν πολ‐ | |
λῶν διάληψιν ἐπαινέσας παρεκάλει διὰ πλειόνων μάλιστα μὲν πειρᾶσθαι δι’ αὑτῶν σῴζειν καὶ τὰς | ||
5 | πόλεις καὶ τὴν χώραν· οὐδὲν γὰρ εἶναι τούτου κάλ‐ | |
Hist.2.50.12 | λιον οὐδὲ συμφορώτερον· ἐὰν δ’ ἄρα πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνῃ τὰ τῆς τύχης, πρότερον ἔφη δεῖν ἐξελέγξαντας πάσας τὰς ἐν αὑτοῖς ἐλπίδας τότε | |
Hist.2.51.1 | καταφεύγειν ἐπὶ τὰς τῶν φίλων βοηθείας. ἐπισημη‐ ναμένου δὲ τοῦ πλήθους, ἔδοξε μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ δι’ αὑτῶν ἐπιτελεῖν τὸν ἐνεστῶτα | |
Hist.2.51.2 | πόλεμον. ἐπεὶ δὲ Πτολεμαῖος ἀπογνοὺς μὲν τὸ ἔθνος Κλεομένει χορηγεῖν ἐπεβάλετο, βουλόμενος αὐτὸν ἐπαλείφειν ἐπὶ τὸν Ἀντίγονον διὰ τὸ πλείους ἐλπίδας ἔχειν ἐν τοῖς Λακεδαιμονίοις ἤπερ ἐν τοῖς | |
5 | Ἀχαιοῖς τοῦ δύνασθαι διακατέχειν τὰς τῶν ἐν Μακε‐ | |
Hist.2.51.3 | δονίᾳ βασιλέων ἐπιβολάς, οἱ δ’ Ἀχαιοὶ τὸ μὲν πρῶτον ἠλαττώθησαν περὶ τὸ Λύκαιον, συμπλα‐ κέντες κατὰ πορείαν τῷ Κλεομένει, τὸ δὲ δεύτερον ἐκ παρατάξεως ἡττήθησαν ἐν τοῖς Λαδοκείοις καλου‐ | |
5 | μένοις τῆς Μεγαλοπολίτιδος, ὅτε καὶ Λυδιάδας ἔπεσε, τὸ δὲ τρίτον ὁλοσχερῶς ἔπταισαν ἐν τῇ Δυμαίᾳ περὶ τὸ καλούμενον Ἑκατόμβαιον, παν‐ | |
Hist.2.51.4 | δημεὶ διακινδυνεύοντες, τότ’ ἤδη τῶν πραγμάτων οὐκέτι διδόντων ἀναστροφὴν ἠνάγκαζε τὰ περι‐ εστῶτα καταφεύγειν ὁμοθυμαδὸν ἐπὶ τὸν Ἀντίγονον. | |
Hist.2.51.5 | ἐν ᾧ καιρῷ πρεσβευτὴν τὸν υἱὸν ἐξαποστείλας Ἄρατος πρὸς Ἀντίγονον ἐβεβαιώσατο τὰ περὶ τῆς | |
Hist.2.51.6 | βοηθείας. παρεῖχε δ’ αὐτοῖς ἀπορίαν καὶ δυσχρη‐ στίαν μεγίστην τὸ μήτε τὸν βασιλέα δοκεῖν ἂν βοηθῆσαι χωρὶς τοῦ κομίσασθαι τὸν Ἀκροκόρινθον καὶ λαβεῖν ὁρμητήριον πρὸς τὸν ἐνεστῶτα πόλεμον | |
5 | τὴν τῶν Κορινθίων πόλιν, μήτε τοὺς Ἀχαιοὺς ἂν | |
τολμῆσαι Κορινθίους ἄκοντας ἐγχειρίσαι Μακεδόσι. | ||
Hist.2.51.7 | διὸ καὶ τὸ πρῶτον ὑπέρθεσιν ἔσχε τὸ διαβούλιον | |
Hist.2.52.1 | χάριν τῆς περὶ τῶν πίστεων ἐπισκέψεως. ὁ δὲ Κλεομένης καταπληξάμενος τοῖς προειρημένοις εὐ‐ τυχήμασι λοιπὸν ἀδεῶς ἐπεπορεύετο τὰς πόλεις, ἃς μὲν πείθων αἷς δὲ τὸν φόβον ἀνατεινόμενος. | |
Hist.2.52.2 | προσλαβὼν δὲ τῷ τρόπῳ τούτῳ Καφύας, Πελλήνην, Φενεόν, Ἄργος, Φλιοῦντα, Κλεωνάς, Ἐπίδαυρον, Ἑρμιόνα, Τροίζηνα, τελευταῖον Κόρινθον, αὐτὸς μὲν προσεστρατοπέδευσε τῇ τῶν Σικυωνίων πόλει, | |
5 | τοὺς δ’ Ἀχαιοὺς ἀπέλυσε τοῦ μεγίστου προβλήματος. | |
Hist.2.52.3 | τῶν γὰρ Κορινθίων τῷ μὲν Ἀράτῳ στρατηγοῦντι καὶ τοῖς Ἀχαιοῖς παραγγειλάντων ἐκ τῆς πόλεως ἀπαλλάττεσθαι, πρὸς δὲ τὸν Κλεομένη διαπεμπομέ‐ νων καὶ καλούντων, παρεδόθη τοῖς Ἀχαιοῖς ἀφορμὴ | |
Hist.2.52.4 | καὶ πρόφασις εὔλογος. ἧς ἐπιλαβόμενος Ἄρατος καὶ προτείνας Ἀντιγόνῳ τὸν Ἀκροκόρινθον, κατ‐ εχόντων Ἀχαιῶν τότε τὸν τόπον τοῦτον, ἔλυσε μὲν τὸ γεγονὸς ἔγκλημα πρὸς τὴν οἰκίαν, ἱκανὴν δὲ | |
5 | πίστιν παρέσχετο τῆς πρὸς τὰ μέλλοντα κοινωνίας, τὸ δὲ συνέχον, ὁρμητήριον παρεσκεύασεν Ἀντιγόνῳ πρὸς τὸν κατὰ Λακεδαιμονίων πόλεμον. | |
Hist.2.52.5 | Ὁ δὲ Κλεομένης ἐπιγνοὺς τοὺς Ἀχαιοὺς συντι‐ θεμένους τὰ πρὸς τὸν Ἀντίγονον, ἀναζεύξας ἀπὸ τοῦ Σικυῶνος κατεστρατοπέδευσε περὶ τὸν Ἰσθμόν, διαλαβὼν χάρακι καὶ τάφρῳ τὸν μεταξὺ τόπον τοῦ | |
5 | τ’ Ἀκροκορίνθου καὶ τῶν Ὀνείων καλουμένων ὀρῶν, πᾶσαν ἤδη βεβαίως περιειληφὼς ταῖς ἐλπίσι τὴν | |
Hist.2.52.6 | Πελοποννησίων ἀρχήν. Ἀντίγονος δὲ πάλαι μὲν ἦν ἐν παρασκευῇ, καραδοκῶν τὸ μέλλον κατὰ τὰς | |
Hist.2.52.7 | ὑποθέσεις τὰς Ἀράτου· τότε (δὲ) συλλογιζόμενος ἐκ | |
τῶν προσπιπτόντων ὅσον οὔπω παρεῖναι τὸν Κλεο‐ μένη μετὰ τῆς δυνάμεως εἰς Θετταλίαν, διαπεμψά‐ μενος πρός τε τὸν Ἄρατον καὶ τοὺς Ἀχαιοὺς ὑπὲρ | ||
5 | τῶν ὡμολογημένων ἧκεν ἔχων τὰς δυνάμεις διὰ | |
Hist.2.52.8 | τῆς Εὐβοίας ἐπὶ τὸν Ἰσθμόν. οἱ γὰρ Αἰτωλοὶ πρὸς τοῖς ἄλλοις καὶ τότε βουλόμενοι κωλῦσαι τὸν Ἀντί‐ γονον τῆς βοηθείας, ἀπεῖπον αὐτῷ πορεύεσθαι μετὰ δυνάμεως ἐντὸς Πυλῶν· εἰ δὲ μή, διότι κωλύσουσι | |
5 | μεθ’ ὅπλων αὐτοῦ τὴν δίοδον. | |
Hist.2.52.9 | Ὁ μὲν οὖν Ἀντίγονος καὶ Κλεομένης ἀντεστρα‐ τοπέδευον ἀλλήλοις, ὁ μὲν εἰσελθεῖν σπουδάζων εἰς Πελοπόννησον, ὁ δὲ Κλεομένης κωλῦσαι τῆς εἰσ‐ | |
Hist.2.53.1 | όδου τὸν Ἀντίγονον. οἱ δ’ Ἀχαιοί, καίπερ οὐ με‐ τρίως ἠλαττωμένοι τοῖς ὅλοις, ὅμως οὐκ ἀφίσταντο τῆς προθέσεως οὐδ’ ἐγκατέλειπον τὰς ἐν αὑτοῖς ἐλ‐ | |
Hist.2.53.2 | πίδας, ἀλλ’ ἅμα τῷ τὸν Ἀριστοτέλη τὸν Ἀργεῖον ἐπαναστῆναι τοῖς Κλεομενισταῖς βοηθήσαντες καὶ παρεισπεσόντες μετὰ Τιμοξένου τοῦ στρατηγοῦ κατ‐ | |
Hist.2.53.3 | έλαβον τὴν τῶν Ἀργείων πόλιν. ὃ δὴ καὶ νομι‐ στέον αἰτιώτατον γεγονέναι πραγμάτων κατορθώ‐ σεως. τὸ γὰρ ἐπιλαβόμενον τῆς ὁρμῆς τοῦ Κλεο‐ μένους καὶ προηττῆσαν τὰς ψυχὰς τῶν δυνάμεων | |
5 | τοῦτ’ ἦν, ὡς ἐξ αὐτῶν φανερὸν ἐγένετο τῶν πραγ‐ | |
Hist.2.53.4 | μάτων. καὶ γὰρ τόπους εὐφυεστέρους προκατέχων καὶ χορηγίαις δαψιλεστέραις Ἀντιγόνου χρώμενος καὶ τόλμῃ καὶ φιλοτιμίᾳ μείζονι παρωρμημένος, | |
Hist.2.53.5 | ὅμως ἅμα τῷ προσπεσεῖν αὐτῷ διότι κατειλῆφθαι συμβαίνει τὴν τῶν Ἀργείων πόλιν ὑπὸ τῶν Ἀχαιῶν, εὐθὺς ἀνάσπαστος, ἀπολιπὼν τὰ προδεδηλωμένα προτερήματα, φυγῇ παραπλησίαν ἐποιεῖτο τὴν ἀπο‐ | |
5 | χώρησιν, δείσας μὴ πανταχόθεν αὐτὸν περιστῶσιν | |
Hist.2.53.6 | οἱ πολέμιοι. παραπεσὼν δ’ εἰς Ἄργος καὶ κατὰ ποσὸν ἀντιποιησάμενος τῆς πόλεως, μετὰ ταῦτα γενναίως μὲν τῶν Ἀχαιῶν, φιλοτίμως δὲ τῶν Ἀρ‐ γείων ἐκ μεταμελείας αὐτὸν ἀμυναμένων, ἀποπε‐ | |
5 | σὼν καὶ ταύτης τῆς ἐπιβολῆς καὶ ποιησάμενος τὴν πορείαν διὰ Μαντινείας οὕτως ἐπανῆλθεν εἰς τὴν | |
Hist.2.54.1 | Σπάρτην. ὁ δ’ Ἀντίγονος ἀσφαλῶς εἰς τὴν Πελο‐ πόννησον εἰσελθὼν παρέλαβε τὸν Ἀκροκόρινθον, οὐδένα δὲ χρόνον μείνας εἴχετο τῶν προκειμένων | |
Hist.2.54.2 | καὶ παρῆν εἰς Ἄργος. ἐπαινέσας δὲ τοὺς Ἀργείους καὶ καταστησάμενος τὰ κατὰ τὴν πόλιν αὖθις ἐκ ποδὸς ἐκίνει, ποιούμενος τὴν πορείαν ὡς ἐπ’ Ἀρ‐ | |
Hist.2.54.3 | καδίας. ἐκβαλὼν δὲ τὰς φρουρὰς ἐκ τῶν ἐποικο‐ δομηθέντων χωρίων ὑπὸ Κλεομένους κατά τε τὴν Αἰγῦτιν καὶ Βελμινᾶτιν χώραν καὶ παραδοὺς τὰ φρούρια Μεγαλοπολίταις ἧκε πρὸς τὴν τῶν Ἀχαιῶν | |
Hist.2.54.4 | σύνοδον εἰς Αἴγιον. ἀπολογισάμενος δὲ περὶ τῶν καθ’ αὑτὸν καὶ χρηματίσας περὶ τῶν μελλόντων, ἔτι δὲ κατασταθεὶς ἡγεμὼν ἁπάντων τῶν συμμά‐ | |
Hist.2.54.5 | χων, μετὰ ταῦτα χρόνον μέν τινα παραχειμάζων διέτριβε περὶ Σικυῶνα καὶ Κόρινθον. τῆς δ’ ἐαρι‐ νῆς ὥρας ἐνισταμένης ἀναλαβὼν τὰς δυνάμεις | |
Hist.2.54.6 | προῆγε. καὶ διανύσας τριταῖος πρὸς τὴν τῶν Τε‐ γεατῶν πόλιν, ἀπηντηκότων καὶ τῶν Ἀχαιῶν ἐν‐ ταῦθα, περιστρατοπεδεύσας ἤρξατο πολιορκεῖν αὐ‐ | |
Hist.2.54.7 | τήν. τῶν δὲ Μακεδόνων ἐνεργῶς χρωμένων τῇ τε λοιπῇ πολιορκίᾳ καὶ τοῖς ὀρύγμασι, ταχέως ἀπελ‐ πίσαντες οἱ Τεγεᾶται τὴν σωτηρίαν παρέδοσαν αὑ‐ | |
Hist.2.54.8 | τούς. ὁ δ’ Ἀντίγονος ἀσφαλισάμενος τὰ κατὰ τὴν πόλιν εἴχετο κατὰ τὸ συνεχὲς τῶν ἑξῆς καὶ προῆγε | |
Hist.2.54.9 | κατὰ σπουδὴν εἰς τὴν Λακωνικήν. ἐγγίσας δὲ τῷ | |
Κλεομένει προκαθημένῳ τῆς ἑαυτοῦ χώρας κατεπεί‐ | ||
Hist.2.54.10 | ραζε καὶ συνίστατό τινας ἀκροβολισμούς. προσπε‐ σόντος δὲ διὰ τῶν κατασκόπων αὐτῷ τοὺς ἐξ Ὀρ‐ χομενοῦ στρατιώτας παραβεβοηθηκέναι πρὸς τὸν Κλεομένη, παραυτίκα ποιησάμενος ἀναζυγὴν ἠπεί‐ | |
Hist.2.54.11 | γετο. καὶ τὸν μὲν Ὀρχομενὸν ἐξ ἐφόδου κατὰ κρά‐ τος εἷλε· μετὰ δὲ ταῦτα περιστρατοπεδεύσας τὴν | |
Hist.2.54.12 | τῶν Μαντινέων ἐπολιόρκει πόλιν. ταχὺ δὲ καὶ ταύτην καταπληξαμένων τῶν Μακεδόνων καὶ λα‐ βόντων ὑποχείριον, ἀναζεύξας προῆγε τὴν ἐφ’ | |
Hist.2.54.13 | Ἡραίας καὶ Τελφούσης. παραλαβὼν δὲ καὶ ταύτας τὰς πόλεις, ἐθελοντὴν προσχωρησάντων αὐτῷ τῶν κατοικούντων, οὕτως ἤδη συνάπτοντος τοῦ χειμῶνος παρῆν εἰς Αἴγιον πρὸς τὴν τῶν Ἀχαιῶν σύνοδον. | |
Hist.2.54.14 | καὶ τοὺς μὲν Μακεδόνας ἐπ’ οἴκου διαφῆκε πάντας εἰς τὴν χειμασίαν, αὐτὸς δὲ τοῖς Ἀχαιοῖς διελέγετο καὶ συνδιενοεῖτο περὶ τῶν ἐνεστώτων. | |
Hist.2.55.1 | Κατὰ δὲ τοὺς καιροὺς τούτους συνθεωρῶν ὁ Κλεομένης τὰς μὲν δυνάμεις διαφειμένας, τὸν δ’ Ἀντίγονον μετὰ τῶν μισθοφόρων ἐν Αἰγίῳ διατρί‐ βοντα καὶ τριῶν ἡμερῶν ὁδὸν ἀφεστῶτα τῆς Μεγά‐ | |
Hist.2.55.2 | λης πόλεως, τὴν δὲ πόλιν ταύτην εἰδὼς δυσφύλα‐ κτον οὖσαν διὰ τὸ μέγεθος καὶ τὴν ἐρημίαν, τότε δὲ καὶ ῥᾳθύμως τηρουμένην διὰ τὴν Ἀντιγόνου παρουσίαν, τὸ δὲ μέγιστον, ἀπολωλότας τοὺς πλεί‐ | |
5 | στους τῶν ἐν ταῖς ἡλικίαις ἔν τε τῇ περὶ τὸ Λύ‐ | |
Hist.2.55.3 | καιον καὶ μετὰ ταῦτα τῇ περὶ Λαδόκεια μάχῃ, λα‐ βὼν συνεργούς τινας τῶν ἐκ Μεσσήνης φυγάδων, οἳ διατρίβοντες ἐτύγχανον ἐν τῇ Μεγάλῃ πόλει, παρεισῆλθε διὰ τούτων λάθρᾳ νυκτὸς ἐντὸς τῶν | |
Hist.2.55.4 | τειχῶν. τῆς δ’ ἡμέρας ἐπιγενομένης παρ’ ὀλίγον | |
ἦλθε τοῦ μὴ μόνον ἐκπεσεῖν, ἀλλὰ καὶ τοῖς ὅλοις κινδυνεῦσαι διὰ τὴν εὐψυχίαν τῶν Μεγαλοπολιτῶν. | ||
Hist.2.55.5 | ὃ δὴ καὶ τρισὶ μησὶ πρότερον αὐτῷ συνέβη παθεῖν παρεισπεσόντι κατὰ τὸν Κωλαιὸν προσαγορευόμενον | |
Hist.2.55.6 | τόπον τῆς πόλεως. τότε δὲ τῷ πλήθει τῆς δυνά‐ μεως καὶ τῷ προκαταλαμβάνεσθαι τοὺς εὐκαίρους τόπους καθίκετο τῆς ἐπιβολῆς καὶ πέρας ἐκβαλὼν | |
Hist.2.55.7 | τοὺς Μεγαλοπολίτας κατέσχε τὴν πόλιν. γενόμενος δ’ ἐγκρατὴς οὕτως αὐτὴν πικρῶς διέφθειρεν καὶ δυσμενῶς ὥστε μηδ’ ἐλπίσαι μηδένα διότι δύναιτ’ | |
Hist.2.55.8 | ἂν συνοικισθῆναι πάλιν. τοῦτο δὲ ποιῆσαί μοι δοκεῖ διὰ τὸ κατὰ τὰς τῶν καιρῶν περιστάσεις παρὰ μόνοις Μεγαλοπολίταις καὶ Στυμφαλίοις μηδέποτε δυνηθῆναι μήθ’ αἱρετιστὴν καὶ κοινωνὸν τῶν ἰδίων | |
Hist.2.55.9 | ἐλπίδων μήτε προδότην κατασκευάσασθαι. τὸ μὲν γὰρ Κλειτορίων φιλελεύθερον καὶ γενναῖον εἷς ἀνὴρ κατῄσχυνε διὰ τὴν ἑαυτοῦ κακίαν, Θεάρκης· ὃν εἰκότως ἐξαρνοῦνται Κλειτόριοι μὴ φῦναι παρὰ | |
5 | σφίσι, γενέσθαι δ’ ὑποβολιμαῖον ἐξ Ὀρχομενοῦ τῶν ἐπηλύδων τινὸς στρατιωτῶν. | |
Hist.2.56.1 | Ἐπεὶ δὲ τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς Ἀράτῳ γεγραφότων παρ’ ἐνίοις ἀποδοχῆς ἀξιοῦται Φύλαρ‐ χος, ἐν πολλοῖς ἀντιδοξῶν καὶ τἀναντία γράφων | |
Hist.2.56.2 | αὐτῷ, χρήσιμον ἂν εἴη, μᾶλλον δ’ ἀναγκαῖον ἡμῖν, Ἀράτῳ προῃρημένοις κατακολουθεῖν περὶ τῶν Κλεο‐ μενικῶν, μὴ παραλιπεῖν ἄσκεπτον τοῦτο τὸ μέρος, ἵνα μὴ τὸ ψεῦδος ἐν τοῖς συγγράμμασιν ἰσοδυνα‐ | |
Hist.2.56.3 | μοῦν ἀπολείπωμεν πρὸς τὴν ἀλήθειαν. καθόλου μὲν οὖν ὁ συγγραφεὺς οὗτος πολλὰ παρ’ ὅλην τὴν | |
Hist.2.56.4 | πραγματείαν εἰκῇ καὶ ὡς ἔτυχεν εἴρηκεν. πλὴν περὶ μὲν τῶν ἄλλων ἴσως οὐκ ἀναγκαῖον ἐπιτιμᾶν κατὰ | |
τὸ παρὸν οὐδ’ ἐξακριβοῦν· ὅσα δὲ συνεπιβάλλει τοῖς ὑφ’ ἡμῶν γραφομένοις καιροῖς—ταῦτα δ’ ἔστιν | ||
5 | τὰ περὶ τὸν Κλεομενικὸν πόλεμον—ὑπὲρ τούτων | |
Hist.2.56.5 | ἀναγκαῖόν ἐστιν ἡμῖν διευκρινεῖν. ἔσται δὲ πάν‐ τως ἀρκοῦντα ταῦτα πρὸς τὸ καὶ τὴν ὅλην αὐτοῦ προαίρεσιν καὶ δύναμιν ἐν τῇ πραγματείᾳ καταμα‐ | |
Hist.2.56.6 | θεῖν. βουλόμενος δὴ διασαφεῖν τὴν ὠμότητα τὴν Ἀντιγόνου καὶ Μακεδόνων, ἅμα δὲ τούτοις τὴν Ἀράτου καὶ τῶν Ἀχαιῶν, φησὶ τοὺς Μαντινέας γενομένους ὑποχειρίους μεγάλοις περιπεσεῖν ἀτυχή‐ | |
5 | μασι, καὶ τὴν ἀρχαιοτάτην καὶ μεγίστην πόλιν τῶν κατὰ τὴν Ἀρκαδίαν τηλικαύταις παλαῖσαι συμφο‐ ραῖς ὥστε πάντας εἰς ἐπίστασιν καὶ δάκρυα τοὺς | |
Hist.2.56.7 | Ἕλληνας ἀγαγεῖν. σπουδάζων δ’ εἰς ἔλεον ἐκκα‐ λεῖσθαι τοὺς ἀναγινώσκοντας καὶ συμπαθεῖς ποιεῖν τοῖς λεγομένοις, εἰσάγει περιπλοκὰς γυναικῶν καὶ κόμας διερριμμένας καὶ μαστῶν ἐκβολάς, πρὸς δὲ | |
5 | τούτοις δάκρυα καὶ θρήνους ἀνδρῶν καὶ γυναικῶν ἀναμὶξ τέκνοις καὶ γονεῦσι γηραιοῖς ἀπαγομένων. | |
Hist.2.56.8 | ποιεῖ δὲ τοῦτο παρ’ ὅλην τὴν ἱστορίαν, πειρώμενος (ἐν) ἑκάστοις ἀεὶ πρὸ ὀφθαλμῶν τιθέναι τὰ δεινά. | |
Hist.2.56.9 | τὸ μὲν οὖν ἀγεννὲς καὶ γυναικῶδες τῆς αἱρέσεως αὐτοῦ παρείσθω, τὸ δὲ τῆς ἱστορίας οἰκεῖον ἅμα | |
Hist.2.56.10 | καὶ χρήσιμον ἐξεταζέσθω. δεῖ τοιγαροῦν οὐκ ἐπι‐ πλήττειν τὸν συγγραφέα τερατευόμενον διὰ τῆς ἱστορίας τοὺς ἐντυγχάνοντας οὐδὲ τοὺς ἐνδεχομέ‐ νους λόγους ζητεῖν καὶ τὰ παρεπόμενα τοῖς ὑπο‐ | |
5 | κειμένοις ἐξαριθμεῖσθαι, καθάπερ οἱ τραγῳδιογρά‐ φοι, τῶν δὲ πραχθέντων καὶ ῥηθέντων κατ’ ἀλή‐ θειαν αὐτῶν μνημονεύειν πάμπαν, (κ)ἂν πάνυ μέτρια | |
Hist.2.56.11 | τυγχάνωσιν ὄντα. τὸ γὰρ τέλος ἱστορίας καὶ τρα‐ | |
γῳδίας οὐ ταὐτόν, ἀλλὰ τοὐναντίον. ἐκεῖ μὲν γὰρ δεῖ διὰ τῶν πιθανωτάτων λόγων ἐκπλῆξαι καὶ ψυ‐ χαγωγῆσαι κατὰ τὸ παρὸν τοὺς ἀκούοντας, ἐνθάδε | ||
5 | δὲ διὰ τῶν ἀληθινῶν ἔργων καὶ λόγων εἰς τὸν πάντα χρόνον διδάξαι καὶ πεῖσαι τοὺς φιλομαθοῦν‐ | |
Hist.2.56.12 | τας, ἐπειδήπερ ἐν ἐκείνοις μὲν ἡγεῖται τὸ πιθανόν, κἂν ᾖ ψεῦδος, διὰ τὴν ἀπάτην τῶν θεωμένων, ἐν δὲ τούτοις τἀληθὲς διὰ τὴν ὠφέλειαν τῶν φιλομα‐ | |
Hist.2.56.13 | θούντων. χωρίς τε τούτων τὰς πλείστας ἡμῖν ἐξη‐ γεῖται τῶν περιπετειῶν, οὐχ ὑποτιθεὶς αἰτίαν καὶ τρόπον τοῖς γινομένοις, ὧν χωρὶς οὔτ’ ἐλεεῖν εὐ‐ λόγως οὔτ’ ὀργίζεσθαι καθηκόντως δυνατὸν ἐπ’ | |
Hist.2.56.14 | οὐδενὶ τῶν συμβαινόντων. ἐπεὶ τίς ἀνθρώπων οὐ δεινὸν ἡγεῖται τύπτεσθαι τοὺς ἐλευθέρους; ἀλλ’ ὅμως, ἐὰν μὲν ἄρχων ἀδίκων χειρῶν πάθῃ τις τοῦτο, δικαίως κρίνεται πεπονθέναι· ἐὰν δ’ ἐπὶ | |
5 | διορθώσει καὶ μαθήσει ταὐτὸ τοῦτο γίνηται, προσ‐ έτι καὶ τιμῆς καὶ χάριτος οἱ τύπτοντες τοὺς ἐλευ‐ | |
Hist.2.56.15 | θέρους ἀξιοῦνται. καὶ μὴν τό γε τοὺς πολίτας ἀπο‐ κτεινύναι μέγιστον ἀσέβημα τίθεται καὶ μεγίστων ἄξιον προστίμων· καίτοι γε προφανῶς ὁ μὲν τὸν κλέπτην ἢ μοιχὸν ἀποκτείνας ἀθῷός ἐστιν, ὁ δὲ τὸν | |
5 | προδότην ἢ τύραννον τιμῶν καὶ προεδρείας τυγ‐ | |
Hist.2.56.16 | χάνει παρὰ πᾶσιν. οὕτως ἐν παντὶ τὸ τέλος κεῖται τῆς διαλήψεως ὑπὲρ τούτων οὐκ ἐν τοῖς τελουμέ‐ νοις, ἀλλ’ ἐν ταῖς αἰτίαις καὶ προαιρέσεσι τῶν πρατ‐ τόντων καὶ ταῖς τούτων διαφοραῖς. | |
Hist.2.57.1 | Μαντινεῖς τοίνυν τὸ μὲν πρῶτον ἐγκαταλιπόν‐ τες τὴν μετὰ τῶν Ἀχαιῶν πολιτείαν ἐθελοντὴν Αἰ‐ τωλοῖς ἐνεχείρισαν αὑτοὺς καὶ τὴν πατρίδα, μετὰ | |
Hist.2.57.2 | δὲ ταῦτα Κλεομένει. γεγονότες δ’ ἐπὶ τοιαύτης | |
προαιρέσεως καὶ μετέχοντες τῆς Λακεδαιμονίων πο‐ λιτείας ἔτει τετάρτῳ πρότερον τῆς Ἀντιγόνου πα‐ ρουσίας ἑάλωσαν κατὰ κράτος ὑπὸ τῶν Ἀχαιῶν, | ||
Hist.2.57.3 | Ἀράτου πραξικοπήσαντος αὐτῶν τὴν πόλιν. ἐν ᾧ καιρῷ τοσοῦτον ἀπέσχον τοῦ παθεῖν τι δεινὸν διὰ τὴν προειρημένην ἁμαρτίαν ὡς καὶ περιβόητον συν‐ έβη γενέσθαι τὸ πραχθὲν διὰ τὴν ὀξύτητα τῆς κατὰ | |
Hist.2.57.4 | τὴν προαίρεσιν ἀμφοτέρων μεταβολῆς. ἅμα γὰρ τῷ κατασχεῖν τὴν πόλιν Ἄρατος παραυτίκα μὲν τοῖς ὑφ’ αὑτὸν ταττομένοις παρήγγελλε μηδένα μηδενὸς | |
Hist.2.57.5 | ἅπτεσθαι τῶν ἀλλοτρίων, ἑξῆς δὲ τούτοις τοὺς Μαν‐ τινέας συναθροίσας παρεκάλεσε θαρρεῖν καὶ μένειν ἐπὶ τῶν ἰδίων· ὑπάρξειν γὰρ αὐτοῖς τὴν ἀσφάλειαν | |
Hist.2.57.6 | πολιτευομένοις μετὰ τῶν Ἀχαιῶν. τοῖς δὲ Μαντι‐ νεῦσιν ἀνυπονοήτου καὶ παραδόξου φανείσης τῆς ἐλπίδος, παραυτίκα πάντες ἐπὶ τῆς ἐναντίας ἐγέ‐ | |
Hist.2.57.7 | νοντο γνώμης. καὶ πρὸς οὓς μικρῷ πρότερον μα‐ χόμενοι πολλοὺς μὲν τῶν ἀναγκαίων ἐπεῖδον ἀπολ‐ λυμένους, οὐκ ὀλίγους δ’ αὐτῶν βιαίοις τραύμασι περιπεσόντας, τούτους εἰς τὰς ἰδίας οἰκίας εἰσαγό‐ | |
5 | μενοι καὶ ποιησάμενοι σφίσι καὶ τοῖς ἄλλοις ἀναγ‐ καίοις ὁμεστίους, οὐδὲν ἀπέλειπον τῆς μετ’ ἀλλήλων | |
Hist.2.57.8 | φιλοφροσύνης. καὶ τοῦτ’ εἰκότως ἐποίουν· οὐ γὰρ οἶδ’ εἴ τινες ἀνθρώπων εὐγνωμονεστέροις ἐνέτυχον πολεμίοις οὐδ’ εἴ τινες ἀβλαβέστερον ἐπάλαισαν τοῖς μεγίστοις δοκοῦσιν εἶναι συμπτώμασι Μαντινέων | |
5 | διὰ τὴν Ἀράτου καὶ τῶν Ἀχαιῶν εἰς αὐτοὺς φιλαν‐ | |
Hist.2.58.1 | θρωπίαν. μετὰ δὲ ταῦτα προορώμενοι τὰς ἐν αὑ‐ τοῖς στάσεις καὶ τὰς ὑπ’ Αἰτωλῶν καὶ Λακεδαιμο‐ νίων ἐπιβουλάς, πρεσβεύσαντες πρὸς τοὺς Ἀχαιοὺς | |
Hist.2.58.2 | ἠξίωσαν δοῦναι παραφυλακὴν αὑτοῖς. οἱ δὲ πει‐ | |
σθέντες ἀπεκλήρωσαν ἐξ αὑτῶν τριακοσίους ἄνδρας· ὧν οἱ λαχόντες ὥρμησαν, ἀπολιπόντες τὰς ἰδίας πα‐ τρίδας καὶ τοὺς βίους, καὶ διέτριβον ἐν Μαντινείᾳ, | ||
5 | παραφυλάττοντες τὴν ἐκείνων ἐλευθερίαν ἅμα καὶ | |
Hist.2.58.3 | σωτηρίαν. σὺν δὲ τούτοις καὶ μισθοφόρους διακο‐ σίους ἐξέπεμψαν, οἳ μετὰ τῶν Ἀχαιῶν συνδιετήρουν | |
Hist.2.58.4 | τὴν ὑποκειμένην αὐτοῖς κατάστασιν. μετ’ οὐ πολὺ δὲ στασιάσαντες πρὸς σφᾶς οἱ Μαντινεῖς καὶ Λα‐ κεδαιμονίους ἐπισπασάμενοι τήν τε πόλιν ἐνεχείρι‐ σαν καὶ τοὺς παρὰ τῶν Ἀχαιῶν διατρίβοντας παρ’ | |
5 | αὑτοῖς κατέσφαξαν· οὗ μεῖζον παρασπόνδημα καὶ | |
Hist.2.58.5 | δεινότερον οὐδ’ εἰπεῖν εὐμαρές. ἐπειδὴ γὰρ ἔδοξε σφίσι καθόλου τὴν πρὸς τὸ ἔθνος χάριν καὶ φιλίαν ἀθετεῖν, τῶν γε προειρημένων ἀνδρῶν ἐχρῆν δήπου φεισαμένους ἐᾶσαι πάντας ὑποσπόνδους ἀπελθεῖν· | |
Hist.2.58.6 | τοῦτο γὰρ καὶ τοῖς πολεμίοις ἔθος ἐστὶ συγχωρεῖ‐ σθαι κατὰ τοὺς κοινοὺς τῶν ἀνθρώπων νόμους. | |
Hist.2.58.7 | οἱ δ’ ἵνα Κλεομένει καὶ Λακεδαιμονίοις ἱκανὴν πα‐ ράσχωνται πίστιν πρὸς τὴν ἐνεστῶσαν ἐπιβολήν, τὰ κοινὰ τῶν ἀνθρώπων δίκαια παραβάντες τὸ μέγι‐ | |
Hist.2.58.8 | στον ἀσέβημα κατὰ προαίρεσιν ἐπετέλεσαν. τὸ γὰρ τούτων αὐτόχειρας γενέσθαι καὶ τιμωροὺς οἵτινες πρότερον μὲν κατὰ κράτος λαβόντες αὐτοὺς ἀθῴους ἀφῆκαν, τότε δὲ τὴν ἐκείνων ἐλευθερίαν καὶ σωτη‐ | |
Hist.2.58.9 | ρίαν ἐφύλαττον, πηλίκης ὀργῆς ἐστιν ἄξιον; τί δ’ ἂν παθόντες οὗτοι δίκην δόξαιεν ἁρμόζουσαν δε‐ δωκέναι; τυχὸν ἴσως εἴποι τις ἄν, πραθέντες μετὰ | |
Hist.2.58.10 | τέκνων καὶ γυναικῶν, ἐπεὶ κατεπολεμήθησαν. ἀλλὰ τοῦτό γε καὶ τοῖς μηθὲν ἀσεβὲς ἐπιτελεσαμένοις κατὰ τοὺς τοῦ πολέμου νόμους ὑπόκειται παθεῖν. οὐκοῦν ὁλοσχερεστέρας τινὸς καὶ μείζονος τυχεῖν | |
Hist.2.58.11 | ἦσαν ἄξιοι τιμωρίας, ὥστ’ εἴπερ ἔπαθον ἃ Φύλαρ‐ χός φησιν, οὐκ ἔλεον εἰκὸς ἦν συνεξακολουθεῖν αὐτοῖς παρὰ τῶν Ἑλλήνων, ἔπαινον δὲ καὶ συγκα‐ τάθεσιν μᾶλλον τοῖς πράττουσι καὶ μεταπορευομέ‐ | |
Hist.2.58.12 | νοις τὴν ἀσέβειαν αὐτῶν. ἀλλ’ ὅμως οὐδενὸς πε‐ ραιτέρω συνεξακολουθήσαντος Μαντινεῦσι κατὰ τὴν περιπέτειαν πλὴν τοῦ διαρπαγῆναι τοὺς βίους καὶ πραθῆναι τοὺς ἐλευθέρους, ὁ συγγραφεὺς αὐτῆς | |
5 | τῆς τερατείας χάριν οὐ μόνον ψεῦδος εἰσήνεγκε τὸ | |
Hist.2.58.13 | ὅλον, ἀλλὰ καὶ τὸ ψεῦδος ἀπίθανον, καὶ διὰ τὴν ὑπερ‐ βολὴν τῆς ἀγνοίας οὐδὲ τὸ παρακείμενον ἠδυνήθη συνεπιστῆσαι, πῶς οἱ αὐτοὶ κατὰ τοὺς αὐτοὺς και‐ ροὺς κυριεύσαντες Τεγεατῶν κατὰ κράτος οὐδὲν | |
Hist.2.58.14 | τῶν ὁμοίων ἔπραξαν. καίτοι γ’ εἰ μὲν ἡ τῶν πρατ‐ τόντων ὠμότης ἦν αἰτία, καὶ τούτους εἰκὸς ἦν πε‐ πονθέναι ταὐτὰ τοῖς ὑπὸ τὸν αὐτὸν ὑποπεπτωκόσι | |
Hist.2.58.15 | καιρόν. εἰ δὲ περὶ μόνους γέγονε Μαντινεῖς ἡ διαφορά, φανερὸν ὅτι καὶ τὴν αἰτίαν τῆς ὀργῆς ἀνάγκη διαφέρουσαν γεγονέναι περὶ τούτους. | |
Hist.2.59.1 | Πάλιν Ἀριστόμαχον τὸν Ἀργεῖόν φησιν, ἄνδρα τῆς ἐπιφανεστάτης οἰκίας ὑπάρχοντα καὶ τετυραν‐ νηκότα μὲν Ἀργείων, πεφυκότα δ’ ἐκ τυράννων, ὑποχείριον Ἀντιγόνῳ καὶ τοῖς Ἀχαιοῖς γενόμενον | |
5 | εἰς Κεγχρεὰς ἀπαχθῆναι καὶ στρεβλούμενον ἀπο‐ θανεῖν, ἀδικώτατα καὶ δεινότατα παθόντα πάντων | |
Hist.2.59.2 | ἀνθρώπων. τηρῶν δὲ καὶ περὶ ταύτην τὴν πρᾶξιν ὁ συγγραφεὺς τὸ καθ’ αὑτὸν ἰδίωμα φωνάς τινας πλάττει διὰ τῆς νυκτὸς αὐτοῦ στρεβλουμένου προσ‐ πιπτούσας τοῖς σύνεγγυς κατοικοῦσιν, ὧν τοὺς μὲν | |
5 | ἐκπληττομένους τὴν ἀσέβειαν, τοὺς δ’ ἀπιστοῦντας, τοὺς δ’ ἀγανακτοῦντας ἐπὶ τοῖς γινομένοις προσ‐ | |
Hist.2.59.3 | τρέχειν πρὸς τὴν οἰκίαν φησίν. περὶ μὲν οὖν τῆς τοιαύτης τερατείας παρείσθω· δεδήλωται γὰρ ἀρ‐ | |
Hist.2.59.4 | κούντως. ἐγὼ δ’ Ἀριστόμαχον, εἰ καὶ μηδὲν εἰς τοὺς Ἀχαιοὺς ἕτερον ἥμαρτεν, κατά γε τὴν τοῦ βίου προαίρεσιν καὶ τὴν εἰς πατρίδα παρανομίαν τῆς | |
Hist.2.59.5 | μεγίστης ἄξιον κρίνω τιμωρίας. καίπερ ὁ συγγρα‐ φεὺς βουλόμενος αὔξειν αὐτοῦ τὴν δόξαν καὶ πα‐ ραστήσασθαι τοὺς ἀκούοντας εἰς τὸ μᾶλλον αὐτῷ συναγανακτεῖν ἐφ’ οἷς ἔπαθεν οὐ μόνον αὐτόν φησι | |
5 | γεγονέναι τύραννον, ἀλλὰ καὶ ἐκ τυράννων πεφυκέ‐ | |
Hist.2.59.6 | ναι. ταύτης δὲ μείζω κατηγορίαν ἢ πικροτέραν οὐδ’ ἂν εἰπεῖν ῥᾳδίως δύναιτ’ οὐδείς. αὐτὸ γὰρ τοὔνομα περιέχει τὴν ἀσεβεστάτην ἔμφασιν καὶ πά‐ σας περιείληφε τὰς ἐν ἀνθρώποις ἀδικίας καὶ πα‐ | |
Hist.2.59.7 | ρανομίας. Ἀριστόμαχος δ’ εἰ τὰς δεινοτάτας ὑπέ‐ μεινε τιμωρίας, ὡς οὗτός φησιν, ὅμως οὐχ ἱκανὴν | |
Hist.2.59.8 | ἔδωκεν δίκην μιᾶς ἡμέρας, ἐν ᾗ παρεισπεσόντος εἰς τὴν πόλιν Ἀράτου μετὰ τῶν Ἀχαιῶν καὶ με‐ γάλους ἀγῶνας καὶ κινδύνους ὑπομείναντος ὑπὲρ τῆς Ἀργείων ἐλευθερίας, τέλος δ’ ἐκπεσόντος διὰ | |
5 | τὸ μηδένα συγκινηθῆναι τῶν ἔσωθεν αὐτῷ ταξαμέ‐ | |
Hist.2.59.9 | νων διὰ τὸν ἀπὸ τοῦ τυράννου φόβον, Ἀριστόμα‐ χος ἀφορμῇ ταύτῃ καὶ προφάσει χρησάμενος, ὥς τινων συνειδότων τὰ περὶ τὴν εἴσοδον τῶν Ἀχαιῶν, ὀγδοήκοντα τοὺς πρώτους τῶν πολιτῶν οὐδὲν ἀδι‐ | |
5 | κήσαντας στρεβλώσας ἐναντίον τῶν ἀναγκαίων κατέ‐ | |
Hist.2.59.10 | σφαξεν. παρίημι τὰ παρ’ ὅλον τὸν βίον αὐτοῦ καὶ | |
Hist.2.60.1 | τῶν προγόνων ἀσεβήματα· μακρὸν γάρ. διόπερ οὐκ εἴ τινι τῶν ὁμοίων περιέπεσε δεινὸν ἡγητέον, πολὺ δὲ δεινότερον, εἰ μηδενὸς τούτων πεῖραν λαβὼν | |
Hist.2.60.2 | ἀθῷος ἀπέθανεν. οὐδ’ Ἀντιγόνῳ προσαπτέον οὐδ’ | |
Ἀράτῳ παρανομίαν, ὅτι λαβόντες κατὰ πόλεμον ὑποχείριον τύραννον στρεβλώσαντες ἀπέκτειναν, ὅν γε καὶ κατ’ αὐτὴν τὴν εἰρήνην τοῖς ἀνελοῦσι καὶ | ||
5 | τιμωρησαμένοις ἔπαινος καὶ τιμὴ συνεξηκολούθει | |
Hist.2.60.3 | παρὰ τοῖς ὀρθῶς λογιζομένοις. ὅτε δὲ χωρὶς τῶν προειρημένων καὶ τοὺς Ἀχαιοὺς παρεσπόνδησεν, τί | |
Hist.2.60.4 | παθεῖν ἦν ἄξιος; ἐκεῖνος γὰρ ἀπέθετο μὲν τὴν τυ‐ ραννίδα χρόνοις οὐ πολλοῖς πρότερον, ὑπὸ τῶν και‐ ρῶν συγκλειόμενος διὰ τὸν Δημητρίου θάνατον, ἀνελπίστως δὲ τῆς ἀσφαλείας ἔτυχε περισταλεὶς ὑπὸ | |
Hist.2.60.5 | τῆς τῶν Ἀχαιῶν πρᾳότητος καὶ καλοκἀγαθίας· οἵ‐ τινες οὐ μόνον αὐτὸν τῶν ἐκ τῆς τυραννίδος ἀσε‐ βημάτων ἀζήμιον ἐποίησαν, ἀλλὰ καὶ προσλαβόντες εἰς τὴν πολιτείαν τὴν μεγίστην τιμὴν περιέθεσαν, | |
5 | ἡγεμόνα καὶ στρατηγὸν καταστήσαντες σφῶν αὐτῶν. | |
Hist.2.60.6 | ὁ δ’ ἐπιλαθόμενος τῶν προειρημένων φιλανθρώπων παρὰ πόδας, ἐπεὶ μικρὸν ἐπικυδεστέρας ἔσχε τὰς ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος ἐν Κλεομένει, τήν τε πατρίδα καὶ τὴν ἑαυτοῦ προαίρεσιν ἀποσπάσας ἀπὸ | |
5 | τῶν Ἀχαιῶν ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς προσέ‐ | |
Hist.2.60.7 | νειμε τοῖς ἐχθροῖς. ὃν ὑποχείριον γενόμενον οὐκ ἐν Κεγχρεαῖς ἔδει τὴν νύκτα στρεβλούμενον ἀπο‐ θανεῖν, ὡς Φύλαρχός φησιν, περιαγόμενον δ’ εἰς τὴν Πελοπόννησον καὶ μετὰ τιμωρίας παραδειγμα‐ | |
Hist.2.60.8 | τιζόμενον οὕτως ἐκλιπεῖν τὸ ζῆν. ἀλλ’ ὅμως τοι‐ οῦτος ὢν οὐδενὸς ἔτυχε δεινοῦ πλὴν τοῦ καταπον‐ τισθῆναι διὰ τῶν ἐπὶ ταῖς Κεγχρεαῖς τεταγμένων. | |
Hist.2.61.1 | Χωρίς τε τούτων τὰς μὲν Μαντινέων ἡμῖν συμ‐ φορὰς μετ’ αὐξήσεως καὶ διαθέσεως ἐξηγήσατο, δῆ‐ λον ὅτι καθήκειν ὑπολαμβάνων τοῖς συγγραφεῦσι | |
Hist.2.61.2 | τὰς παρανόμους τῶν πράξεων ἐπισημαίνεσθαι, τῆς | |
δὲ Μεγαλοπολιτῶν γενναιότητος, ᾗ περὶ τοὺς αὐ‐ τοὺς ἐχρήσαντο καιρούς, οὐδὲ κατὰ ποσὸν ἐποιή‐ | ||
Hist.2.61.3 | σατο μνήμην, ὥσπερ τὸ τὰς ἁμαρτίας ἐξαριθμεῖσθαι τῶν πραξάντων οἰκειότερον ὑπάρχον τῆς ἱστορίας τοῦ τὰ καλὰ καὶ δίκαια τῶν ἔργων ἐπισημαίνεσθαι, ἢ τοὺς ἐντυγχάνοντας τοῖς ὑπομνήμασιν ἧττόν τι | |
5 | διορθουμένους ὑπὸ τῶν σπουδαίων καὶ ζηλωτῶν ἔργων ἤπερ ὑπὸ τῶν παρανόμων καὶ φευκτῶν πρά‐ | |
Hist.2.61.4 | ξεων. ὁ δὲ πῶς μὲν ἔλαβε Κλεομένης τὴν πόλιν καὶ πῶς ἀκέραιον διαφυλάξας ἐξαπέστειλε παρα‐ χρῆμα πρὸς τοὺς Μεγαλοπολίτας εἰς τὴν Μεσσήνην γραμματοφόρους, ἀξιῶν αὐτοὺς ἀβλαβῆ κομισαμέ‐ | |
5 | νους τὴν ἑαυτῶν πατρίδα κοινωνῆσαι τῶν ἰδίων πραγμάτων, ταῦτα μὲν ἡμῖν ἐδήλωσε, βουλόμενος ὑποδεῖξαι τὴν Κλεομένους μεγαλοψυχίαν καὶ μετρι‐ | |
Hist.2.61.5 | ότητα πρὸς τοὺς πολεμίους. ἔτι δὲ πῶς οἱ Μεγα‐ λοπολῖται τῆς ἐπιστολῆς ἀναγινωσκομένης οὐκ ἐά‐ σαιεν εἰς τέλος ἀναγνωσθῆναι, μικροῦ δὲ καταλεύ‐ σαιεν τοὺς γραμματοφόρους, ἕως τούτου διεσάφησε. | |
Hist.2.61.6 | τὸ δ’ ἀκόλουθον καὶ τὸ τῆς ἱστορίας ἴδιον ἀφεῖλεν, τὸν ἔπαινον καὶ τὴν ἐπ’ ἀγαθῷ μνήμην τῶν ἀξιο‐ | |
Hist.2.61.7 | λόγων προαιρέσεων. καίτοι γ’ ἐμποδὼν ἦν. εἰ γὰρ τοὺς λόγῳ καὶ δόγματι μόνον ὑπομείναντας πόλεμον ὑπὲρ φίλων καὶ συμμάχων ἄνδρας ἀγαθοὺς νομί‐ ζομεν, τοῖς δὲ καὶ χώρας καταφθορὰν καὶ πολιορ‐ | |
5 | κίαν ἀναδεξαμένοις οὐ μόνον ἔπαινον, ἀλλὰ καὶ | |
Hist.2.61.8 | χάριτας καὶ δωρεὰς τὰς μεγίστας ἀπονέμομεν, τίνα γε χρὴ περὶ Μεγαλοπολιτῶν ἔχειν διάληψιν; ἆρ’ | |
Hist.2.61.9 | οὐχὶ τὴν σεμνοτάτην καὶ βελτίστην; οἳ πρῶτον μὲν τὴν χώραν Κλεομένει προεῖντο, μετὰ δὲ ταῦτα πά‐ λιν ὁλοσχερῶς ἔπταισαν τῇ πατρίδι διὰ τὴν πρὸς | |
Hist.2.61.10 | τοὺς Ἀχαιοὺς αἵρεσιν, τὸ δὲ τελευταῖον, δοθείσης ἀνελπίστως καὶ παραδόξως αὐτοῖς ἐξουσίας ἀβλαβῆ ταύτην ἀπολαβεῖν, προείλαντο στέρεσθαι χώρας, τάφων, ἱερῶν, πατρίδος, τῶν ὑπαρχόντων, ἁπάν‐ | |
5 | των συλλήβδην τῶν ἐν ἀνθρώποις ἀναγκαιοτάτων χάριν τοῦ μὴ προδοῦναι τὴν πρὸς τοὺς συμμάχους | |
Hist.2.61.11 | πίστιν. οὗ τί κάλλιον ἔργον ἢ γέγονεν ἢ γένοιτ’ ἄν; ἐπὶ τί δ’ ἂν μᾶλλον συγγραφεὺς ἐπιστήσαι τοὺς ἀκούοντας; διὰ τίνος δ’ ἔργου μᾶλλον ἂν παρορ‐ μήσαι πρὸς φυλακὴν πίστεως καὶ πρὸς ἀληθινῶν | |
5 | πραγμάτων καὶ βεβαίων κοινωνίαν; ὧν οὐδεμίαν | |
Hist.2.61.12 | ἐποιήσατο μνήμην Φύλαρχος, τυφλώττων, ὥς γ’ ἐμοὶ δοκεῖ, περὶ τὰ κάλλιστα καὶ μάλιστα συγγρα‐ φεῖ καθήκοντα τῶν ἔργων. | |
Hist.2.62.1 | Οὐ μὴν ἀλλὰ τούτοις ἑξῆς φησιν ἀπὸ τῶν ἐκ τῆς Μεγάλης πόλεως λαφύρων ἑξακισχίλια τάλαντα τοῖς Λακεδαιμονίοις πεσεῖν, ὧν τὰ δισχίλια Κλεο‐ | |
Hist.2.62.2 | μένει δοθῆναι κατὰ τοὺς ἐθισμούς. ἐν δὲ τούτοις πρῶτον μὲν τίς οὐκ ἂν θαυμάσειεν τὴν ἀπειρίαν καὶ τὴν ἄγνοιαν τῆς κοινῆς ἐννοίας ὑπὲρ τῆς τῶν Ἑλ‐ ληνικῶν πραγμάτων χορηγίας καὶ δυνάμεως; ἣν μά‐ | |
Hist.2.62.3 | λιστα δεῖ παρὰ τοῖς ἱστοριογράφοις ὑπάρχειν. ἐγὼ γὰρ οὐ λέγω κατ’ ἐκείνους τοὺς χρόνους, ἐν οἷς ὑπό τε τῶν ἐν Μακεδονίᾳ βασιλέων, ἔτι δὲ μᾶλλον ὑπὸ τῆς συνεχείας τῶν πρὸς ἀλλήλους πολέμων ἄρ‐ | |
Hist.2.62.4 | δην κατέφθαρτο τὰ Πελοποννησίων, ἀλλ’ ἐν τοῖς καθ’ ἡμᾶς καιροῖς, ἐν οἷς πάντες ἓν καὶ ταὐτὸ λέ‐ γοντες μεγίστην καρποῦσθαι δοκοῦσιν εὐδαιμονίαν, ὅμως ἐκ Πελοποννήσου πάσης ἐξ αὐτῶν τῶν ἐπί‐ | |
5 | πλων χωρὶς σωμάτων οὐχ οἷόν τε συναχθῆναι το‐ | |
Hist.2.62.5 | σοῦτο πλῆθος χρημάτων. καὶ διότι τοῦτο νῦν οὐκ | |
εἰκῇ, λόγῳ δέ τινι μᾶλλον ἀποφαινόμεθα, δῆλον ἐκ | ||
Hist.2.62.6 | τούτων. τίς γὰρ ὑπὲρ Ἀθηναίων οὐχ ἱστόρηκε δι‐ ότι καθ’ οὓς καιροὺς μετὰ Θηβαίων εἰς τὸν πρὸς Λακεδαιμονίους ἐνέβαινον πόλεμον καὶ μυρίους μὲν ἐξέπεμπον στρατιώτας, ἑκατὸν δ’ ἐπλήρουν τριή‐ | |
Hist.2.62.7 | ρεις, ὅτι τότε κρίναντες ἀπὸ τῆς ἀξίας ποιεῖσθαι τὰς εἰς τὸν πόλεμον εἰσφορὰς ἐτιμήσαντο τήν τε χώραν τὴν Ἀττικὴν ἅπασαν καὶ τὰς οἰκίας, ὁμοίως δὲ καὶ τὴν λοιπὴν οὐσίαν· ἀλλ’ ὅμως τὸ σύμπαν | |
5 | τίμημα τῆς ἀξίας ἐνέλιπε τῶν ἑξακισχιλίων διακο‐ | |
Hist.2.62.8 | σίοις καὶ πεντήκοντα ταλάντοις. ἐξ ὧν οὐκ ἀπεοι‐ κὸς ἂν φανείη τὸ περὶ Πελοποννησίων ἄρτι ῥηθὲν | |
Hist.2.62.9 | ὑπ’ ἐμοῦ. κατὰ δ’ ἐκείνους τοὺς καιροὺς ἐξ αὐτῆς τῆς Μεγάλης πόλεως ὑπερβολικῶς ἀποφαινόμενος οὐκ ἄν τις εἰπεῖν τολμήσειεν πλείω γενέσθαι τρια‐ | |
Hist.2.62.10 | κοσίων, ἐπειδήπερ ὁμολογούμενόν ἐστι διότι καὶ τῶν ἐλευθέρων καὶ τῶν δουλικῶν σωμάτων τὰ πλεῖ‐ στα συνέβη διαφυγεῖν εἰς τὴν Μεσσήνην. μέγιστον | |
Hist.2.62.11 | δὲ τῶν προειρημένων τεκμήριον· οὐδενὸς γὰρ ὄν‐ τες δεύτεροι τῶν Ἀρκάδων Μαντινεῖς οὔτε κατὰ τὴν δύναμιν οὔτε κατὰ τὴν περιουσίαν, ὡς αὐτὸς οὗτός φησιν, ἐκ πολιορκίας δὲ καὶ παραδόσεως ἁλόν‐ | |
5 | τες, ὥστε μήτε διαφυγεῖν μηδένα μήτε διακλαπῆ‐ | |
Hist.2.62.12 | ναι ῥᾳδίως μηδέν, ὅμως τὸ πᾶν λάφυρον ἐποίησαν μετὰ τῶν σωμάτων κατὰ τοὺς αὐτοὺς καιροὺς τά‐ λαντα τριακόσια. | |
Hist.2.63.1 | Τὸ δὲ συνεχὲς τούτῳ τίς οὐκ ἂν ἔτι μᾶλλον θαυμάσειε; ταῦτα γὰρ ἀποφαινόμενος λέγει πρὸ τῆς παρατάξεως δέχ’ ἡμέραις μάλιστα τὸν παρὰ Πτο‐ λεμαίου πρεσβευτὴν ἐλθεῖν ἀγγέλλοντα πρὸς τὸν | |
5 | Κλεομένη διότι Πτολεμαῖος τὸ μὲν χορηγεῖν ἀπο‐ | |
λέγει, διαλύεσθαι δὲ παρακαλεῖ πρὸς τὸν Ἀντίγο‐ | ||
Hist.2.63.2 | νον. τὸν δ’ ἀκούσαντά φησι κρῖναι διότι δεῖ τὴν ταχίστην ἐκκυβεύειν τοῖς ὅλοις πρὸ τοῦ συνεῖναι τὰ προσπεπτωκότα τὰς δυνάμεις, διὰ τὸ μηδεμίαν ὑπάρχειν ἐν τοῖς ἰδίοις πράγμασιν ἐλπίδα τοῦ δύνα‐ | |
Hist.2.63.3 | σθαι μισθοδοτεῖν. ἀλλ’ εἴπερ ἑξακισχιλίων ἐγκρα‐ τὴς ἐγεγόνει ταλάντων κατὰ τοὺς αὐτοὺς καιρούς, τὸν Πτολεμαῖον αὐτὸν ἠδύνατο ταῖς χορηγίαις ὑπερ‐ | |
Hist.2.63.4 | θέσθαι. πρὸς δὲ τὸν Ἀντίγονον, εἰ μόνον τριακο‐ σίων ὑπῆρχε κύριος, καὶ λίαν ἱκανὸς ἦν ἀσφαλῶς | |
Hist.2.63.5 | ὑπομένων τρίβειν τὸν πόλεμον. τὸ δ’ ἅμα μὲν πάσας ἀποφαίνειν τῷ Κλεομένει τὰς ἐλπίδας ἐν Πτολεμαίῳ διὰ τὰς χορηγίας, ἅμα δὲ τοσούτων χρημάτων αὐτὸν φάναι κύριον γεγονέναι κατὰ τοὺς | |
5 | αὐτοὺς καιρούς, πῶς οὐ τῆς μεγίστης ἀλογίας, ἔτι | |
Hist.2.63.6 | δ’ ἀσκεψίας ἐστὶ σημεῖον; πολλὰ δὲ καὶ ἕτερα τῷ συγγραφεῖ τοιαῦτα καὶ κατὰ τοὺς ὑποκειμένους καιροὺς καὶ παρ’ ὅλην τὴν πραγματείαν κατατέτα‐ κται, περὶ ὧν ἀρκεῖν ὑπολαμβάνω κατὰ τὴν ἐξ ἀρχῆς | |
5 | πρόθεσιν καὶ τὰ νῦν εἰρημένα. | |
Hist.2.64.1 | Μετὰ δὲ τὴν τῆς Μεγάλης πόλεως ἅλωσιν Ἀν‐ τιγόνου παραχειμάζοντος ἐν τῇ τῶν Ἀργείων πόλει, συναγαγὼν Κλεομένης ἅμα τῷ τὴν ἐαρινὴν ὥραν ἐνίστασθαι καὶ παρακαλέσας τὰ πρέποντα τοῖς και‐ | |
5 | ροῖς, ἐξαγαγὼν τὴν στρατιὰν ἐνέβαλεν εἰς τὴν τῶν | |
Hist.2.64.2 | Ἀργείων χώραν, ὡς μὲν τοῖς πολλοῖς ἐδόκει, παρα‐ βόλως καὶ τολμηρῶς διὰ τὴν ὀχυρότητα τῶν κατὰ τὰς εἰσόδους τόπων, ὡς δὲ τοῖς ὀρθῶς λογιζομένοις, | |
Hist.2.64.3 | ἀσφαλῶς καὶ νουνεχῶς. ὁρῶν γὰρ τὸν Ἀντίγονον διαφεικότα τὰς δυνάμεις, ᾔδει σαφῶς (ὡς) πρῶτον μὲν τὴν εἰσβολὴν ἀκινδύνως ποιήσεται, δεύτερον ἔτι | |
τῆς χώρας καταφθειρομένης ἕως τῶν τειχῶν ἀνάγκη | ||
5 | τοὺς Ἀργείους θεωροῦντας τὸ γινόμενον ἀσχάλλειν | |
Hist.2.64.4 | καὶ καταμέμφεσθαι τὸν Ἀντίγονον. εἰ μὲν οὖν συμβαίη μὴ δυνάμενον αὐτὸν ὑποφέρειν τὸν ἐπιρρα‐ πισμὸν τῶν ὄχλων ἐξελθεῖν καὶ διακινδυνεῦσαι τοῖς παροῦσιν, πρόδηλον ἐκ τῶν κατὰ λόγον ἦν αὐτῷ | |
Hist.2.64.5 | διότι νικήσει ῥᾳδίως. εἰ δ’ ἐμμείνας τοῖς λογισμοῖς ἀφησυχάζοι, καταπληξάμενος τοὺς ὑπεναντίους καὶ ταῖς ἰδίαις δυνάμεσι θάρσος ἐνεργασάμενος ἀσφαλῶς ὑπέλαβε ποιήσασθαι τὴν ἀναχώρησιν εἰς τὴν οἰκείαν. | |
Hist.2.64.6 | ὃ καὶ συνέβη γενέσθαι. τῆς γὰρ χώρας δῃουμένης οἱ μὲν ὄχλοι συστρεφόμενοι τὸν Ἀντίγονον ἐλοιδό‐ ρουν. ὁ δὲ καὶ λίαν ἡγεμονικῶς καὶ βασιλικῶς οὐ‐ δὲν περὶ πλείονος ποιούμενος τοῦ κατὰ λόγον (χρήσα‐ | |
Hist.2.64.7 | σθαι τοῖς) πράγμασιν ἦγε τὴν ἡσυχίαν. ὁ δὲ Κλεο‐ μένης κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν καταφθείρας μὲν τὴν χώραν, καταπληξάμενος δὲ τοὺς ὑπεναν‐ τίους, εὐθαρσεῖς δὲ πεποιηκὼς τὰς ἑαυτοῦ δυνάμεις | |
5 | πρὸς τὸν ἐπιφερόμενον κίνδυνον ἀσφαλῶς εἰς τὴν οἰκείαν ἐπανῆλθεν. | |
Hist.2.65.1 | Τοῦ δὲ θέρους ἐνισταμένου, καὶ συνελθόντων τῶν Μακεδόνων καὶ τῶν Ἀχαιῶν ἐκ τῆς χειμασίας, ἀναλαβὼν τὴν στρατιὰν Ἀντίγονος προῆγε μετὰ τῶν | |
Hist.2.65.2 | συμμάχων εἰς τὴν Λακωνικήν, ἔχων Μακεδόνας μὲν τοὺς εἰς τὴν φάλαγγα μυρίους, πελταστὰς δὲ τρισ‐ χιλίους, ἱππεῖς δὲ τριακοσίους, Ἀγριᾶνας δὲ σὺν τούτοις χιλίους καὶ Γαλάτας ἄλλους τοσούτους, μι‐ | |
5 | σθοφόρους δὲ τοὺς πάντας πεζοὺς μὲν τρισχιλίους, | |
Hist.2.65.3 | ἱππεῖς δὲ τριακοσίους, Ἀχαιῶν δ’ ἐπιλέκτους πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, καὶ Μεγα‐ λοπολίτας χιλίους εἰς τὸν Μακεδονικὸν τρόπον καθ‐ | |
ωπλισμένους, ὧν ἡγεῖτο Κερκιδᾶς Μεγαλοπολίτης, | ||
Hist.2.65.4 | τῶν δὲ συμμάχων Βοιωτῶν μὲν πεζοὺς δισχιλίους, ἱππεῖς δὲ διακοσίους, Ἠπειρωτῶν πεζοὺς χιλίους, ἱππεῖς πεντήκοντα, Ἀκαρνάνων ἄλλους τοσούτους, Ἰλλυριῶν χιλίους ἑξακοσίους, ἐφ’ (ὧν) ἦν Δημήτριος | |
Hist.2.65.5 | ὁ Φάριος, ὥστ’ εἶναι πᾶσαν τὴν δύναμιν πεζοὺς μὲν εἰς δισμυρίους ὀκτακισχιλίους, ἱππεῖς δὲ χιλίους | |
Hist.2.65.6 | καὶ διακοσίους. ὁ δὲ Κλεομένης προσδοκῶν τὴν ἔφοδον τὰς μὲν ἄλλας τὰς εἰς τὴν χώραν εἰσβολὰς ἠσφαλίσατο φυλακαῖς καὶ τάφροις καὶ δένδρων ἐκ‐ | |
Hist.2.65.7 | κοπαῖς, αὐτὸς δὲ κατὰ τὴν Σελλασίαν καλουμένην μετὰ τῆς δυνάμεως ἐστρατοπέδευε, τῆς πάσης ὑπαρ‐ χούσης αὐτῷ στρατιᾶς εἰς δύο μυριάδας, στοχαζό‐ μενος ἐκ τῶν κατὰ λόγον ταύτῃ ποιήσασθαι τοὺς | |
Hist.2.65.8 | ὑπεναντίους τὴν εἰσβολήν· ὃ καὶ συνεκύρησε. δύο δὲ λόφων ἐπ’ αὐτῆς τῆς εἰσόδου κειμένων, (ὧν) τὸν μὲν Εὔαν, τὸν δ’ ἕτερον Ὄλυμπον καλεῖσθαι συμ‐ | |
Hist.2.65.9 | βαίνει, τῆς δ’ ὁδοῦ μεταξὺ τούτων παρὰ τὸν Οἰνοῦντα ποταμὸν φερούσης εἰς τὴν Σπάρτην, ὁ μὲν Κλεομένης τῶν προειρημένων λόφων συνάμφω τάφρον καὶ χάρακα προβαλόμενος ἐπὶ μὲν τὸν Εὔαν | |
5 | ἔταξε τοὺς περιοίκους καὶ συμμάχους, ἐφ’ ὧν ἐπέ‐ στησε τὸν ἀδελφὸν Εὐκλείδαν, αὐτὸς δὲ τὸν Ὄλυμ‐ πον κατεῖχε μετὰ Λακεδαιμονίων καὶ τῶν μισθο‐ | |
Hist.2.65.10 | φόρων. ἐν δὲ τοῖς ἐπιπέδοις παρὰ τὸν ποταμὸν ἐφ’ ἑκάτερα τῆς ὁδοῦ τοὺς ἱππεῖς μετὰ μέρους | |
Hist.2.65.11 | τινὸς τῶν μισθοφόρων παρενέβαλεν. Ἀντίγονος δὲ παραγενόμενος καὶ συνθεωρήσας τήν τε τῶν τόπων ὀχυρότητα καὶ τὸν Κλεομένη πᾶσι τοῖς οἰκείοις μέ‐ ρεσι τῆς δυνάμεως οὕτως εὐστόχως προκατειληφότα | |
5 | τὰς εὐκαιρίας ὥστε παραπλήσιον εἶναι τὸ σύμπαν | |
σχῆμα τῆς στρατοπεδείας τῆς τῶν ἀγαθῶν ὁπλομά‐ | ||
Hist.2.65.12 | χων προβολῆς· οὐδὲν γὰρ ἀπέλειπε τῶν πρὸς ἐπί‐ θεσιν ἅμα καὶ φυλακήν, ἀλλ’ ἦν ὁμοῦ παράταξις | |
Hist.2.65.13 | ἐνεργὸς καὶ παρεμβολὴ δυσπρόσοδος· διὸ καὶ τὸ μὲν ἐξ ἐφόδου καταπειράζειν καὶ συμπλέκεσθαι | |
Hist.2.66.1 | προχείρως ἀπέγνω, στρατοπεδεύσας δ’ ἐν βραχεῖ διαστήματι καὶ λαβὼν πρόβλημα τὸν Γοργύλον καλούμενον ποταμόν, τινὰς μὲν ἡμέρας ἐπιμένων συνεθεώρει τάς τε τῶν τόπων ἰδιότητας καὶ τὰς | |
Hist.2.66.2 | τῶν δυνάμεων διαφοράς, ἅμα δὲ καὶ προδεικνύων τινὰς ἐπιβολὰς πρὸς τὸ μέλλον ἐξεκαλεῖτο τὰς τῶν | |
Hist.2.66.3 | ὑπεναντίων ἐπινοίας. οὐ δυνάμενος δὲ λαβεῖν οὐ‐ δὲν ἀργὸν οὐδ’ ἔξοπλον διὰ τὸ πρὸς πᾶν ἑτοίμως | |
Hist.2.66.4 | ἀντικινεῖσθαι τὸν Κλεομένη, τῆς μὲν τοιαύτης ἐπι‐ νοίας ἀπέστη, τέλος δ’ ἐξ ὁμολόγου διὰ μάχης ἀμ‐ φότεροι προέθεντο κρίνειν τὰς πράξεις· πάνυ γὰρ εὐφυεῖς καὶ παραπλησίους ἡγεμόνας ἡ τύχη συνέ‐ | |
Hist.2.66.5 | βαλε τούτους τοὺς ἄνδρας. πρὸς μὲν οὖν τοὺς κατὰ τὸν Εὔαν ὁ βασιλεὺς ἀντέταξε τῶν τε Μακε‐ δόνων τοὺς χαλκάσπιδας καὶ τοὺς Ἰλλυριούς, κατὰ σπείρας ἐναλλὰξ τεταγμένους, Ἀλέξανδρον τὸν | |
Hist.2.66.6 | Ἀκμήτου καὶ Δημήτριον τὸν Φάριον ἐπιστήσας. ἐπὶ δὲ τούτοις τοὺς Ἀκαρνᾶνας καὶ Ἠπειρώτας ἐπέβαλε· τούτων δὲ κατόπιν ἦσαν δισχίλιοι τῶν Ἀχαιῶν, | |
Hist.2.66.7 | ἐφεδρείας λαμβάνοντες τάξιν. τοὺς δ’ ἱππεῖς περὶ τὸν Οἰνοῦντα ποταμὸν ἀντέθηκε τῷ τῶν πολεμίων ἱππικῷ, συστήσας αὐτοῖς Ἀλέξανδρον ἡγεμόνα καὶ συμπαραθεὶς πεζοὺς τῶν Ἀχαϊκῶν χιλίους καὶ Μεγα‐ | |
Hist.2.66.8 | λοπολίτας τοὺς ἴσους. αὐτὸς δὲ τοὺς μισθοφόρους ἔχων καὶ τοὺς Μακεδόνας κατὰ τὸν Ὄλυμπον πρὸς τοὺς περὶ τὸν Κλεομένη διέγνω ποιεῖσθαι τὴν | |
Hist.2.66.9 | μάχην. προτάξας οὖν τοὺς μισθοφόρους ἐπέστησε διφαλαγγίαν ἐπάλληλον τῶν Μακεδόνων· ἐποίει δὲ | |
Hist.2.66.10 | τοῦτο διὰ τὴν στενότητα τῶν τόπων. σύνθημα δ’ ἦν τοῖς μὲν Ἰλλυριοῖς τότε ποιεῖσθαι τὴν ἀρχὴν τῆς πρὸς τὸν λόφον προσβολῆς, ὅταν ἴδωσιν ἀρθεῖσαν ἀπὸ τῶν κατὰ τὸν Ὄλυμπον τόπων σινδόνα—προσ‐ | |
5 | ηρτημένοι γὰρ ἦσαν οὗτοι νυκτὸς ἐν τῷ Γοργύλῳ | |
Hist.2.66.11 | ποταμῷ πρὸς αὐτῇ τῇ τοῦ λόφου ῥίζῃ—τοῖς δὲ Μεγα‐ λοπολίταις καὶ τοῖς ἱππεῦσι παραπλησίως, ἐπειδὰν φοινικὶς ἐξαρθῇ παρὰ τοῦ βασιλέως. | |
Hist.2.67.1 | Ἐπειδὴ δ’ ὁ μὲν καιρὸς ἧκε τῆς χρείας, τὸ δὲ σύνθημα τοῖς Ἰλλυριοῖς ἀπεδόθη, παρήγγειλαν δὲ ποιεῖν τὸ δέον οἷς ἦν ἐπιμελές, πάντες εὐθέως ἀνα‐ δείξαντες αὑτοὺς κατήρχοντο τῆς πρὸς τὸν βουνὸν | |
Hist.2.67.2 | προσβολῆς. οἱ δὲ μετὰ τῶν Κλεομένους ἱππέων ἐξ ἀρχῆς ταχθέντες εὔζωνοι, θεωροῦντες τὰς σπείρας τῶν Ἀχαιῶν ἐρήμους ἐκ τῶν κατόπιν οὔσας, κατ’ οὐρὰν προσπίπτοντες εἰς ὁλοσχερῆ κίνδυνον ἦγον | |
Hist.2.67.3 | τοὺς πρὸς τὸν λόφον βιαζομένους, ὡς ἂν τῶν μὲν περὶ τὸν Εὐκλείδαν ἐξ ὑπερδεξίου κατὰ πρόσωπον αὐτοῖς ἐφεστώτων, τῶν δὲ μισθοφόρων κατόπιν ἐπι‐ κειμένων καὶ προσφερόντων τὰς χεῖρας ἐρρωμένως. | |
Hist.2.67.4 | ἐν ᾧ καιρῷ συννοήσας τὸ γινόμενον, ἅμα δὲ προ‐ ορώμενος τὸ μέλλον Φιλοποίμην ὁ Μεγαλοπολίτης τὸ μὲν πρῶτον ὑποδεικνύειν ἐπεβάλλετο τοῖς προ‐ | |
Hist.2.67.5 | εστῶσι τὸ συμβησόμενον· οὐδενὸς δὲ προσέχοντος αὐτῷ διὰ τὸ μήτ’ ἐφ’ ἡγεμονίας τετάχθαι μηδεπώποτε κομιδῇ τε νέον ὑπάρχειν αὐτόν, παρακαλέσας τοὺς ἑαυτοῦ πολίτας ἐνέβαλε τοῖς πολεμίοις τολμηρῶς. | |
Hist.2.67.6 | οὗ γενομένου ταχέως οἱ προσκείμενοι μισθοφόροι κατ’ οὐρὰν τοῖς προσβαίνουσιν, ἀκούσαντες τῆς | |
κραυγῆς καὶ συνιδόντες τὴν τῶν ἱππέων συμπλοκήν, ἀφέμενοι τῶν προκειμένων ἀνέτρεχον εἰς τὰς ἐξ ἀρ‐ | ||
5 | χῆς τάξεις καὶ προσεβοήθουν τοῖς παρ’ αὑτῶν ἱπ‐ | |
Hist.2.67.7 | πεῦσι. τούτου δὲ συμβάντος ἀπερίσπαστον γενό‐ μενον τό τε τῶν Ἰλλυριῶν καὶ Μακεδόνων καὶ τῶν ἅμα τούτοις προσβαινόντων πλῆθος ἐκθύμως ὥρ‐ | |
Hist.2.67.8 | μησε καὶ τεθαρρηκότως ἐπὶ τοὺς ὑπεναντίους. ἐξ οὗ καὶ μετὰ ταῦτα φανερὸν ἐγενήθη διότι τοῦ κατὰ τὸν Εὐκλείδαν προτερήματος αἴτιος ἐγίνετο Φιλοποίμην. | |
Hist.2.68.1 | Ὅθεν καὶ τὸν Ἀντίγονόν φασι μετὰ ταῦτα κατα‐ πειράζοντα πυνθάνεσθαι τοῦ ταχθέντος ἐπὶ τῶν ἱπ‐ πέων Ἀλεξάνδρου διὰ τί πρὸ τοῦ παραδοθῆναι τὸ | |
Hist.2.68.2 | σύνθημα τοῦ κινδύνου κατάρξαιτο. τοῦ δ’ ἀρνου‐ μένου, φάσκοντος δὲ μειράκιόν τι Μεγαλοπολιτικὸν προεγχειρῆσαι παρὰ τὴν ἑαυτοῦ γνώμην, εἰπεῖν διότι τὸ μὲν μειράκιον ἡγεμόνος ἔργον ἀγαθοῦ ποιήσαι, | |
5 | συνθεασάμενον τὸν καιρόν, ἐκεῖνος δ’ ἡγεμὼν ὑπ‐ | |
Hist.2.68.3 | άρχων μειρακίου τοῦ τυχόντος. οὐ μὴν ἀλλ’ οἵ γε περὶ τὸν Εὐκλείδαν ὁρῶντες προσβαινούσας τὰς σπείρας, ἀφέμενοι τοῦ χρῆσθαι ταῖς τῶν τόπων εὐ‐ | |
Hist.2.68.4 | καιρίαις—τοῦτο δ’ ἦν ἐκ πολλοῦ συναντῶντας καὶ προσπίπτοντας τοῖς πολεμίοις τὰ μὲν ἐκείνων στίφη συνταράττειν καὶ διαλύειν, αὐτοὺς δ’ ὑποχωρεῖν ἐπὶ πόδα καὶ μεθίστασθαι πρὸς τοὺς ὑπερδεξίους | |
Hist.2.68.5 | ἀεὶ τόπους ἀσφαλῶς· οὕτω γὰρ ἂν προλυμηνάμενοι καὶ συγχέαντες τὸ τοῦ καθοπλισμοῦ καὶ τῆς συν‐ τάξεως ἰδίωμα τῶν ὑπεναντίων ῥᾳδίως αὐτοὺς ἐτρέ‐ | |
Hist.2.68.6 | ψαντο διὰ τὴν τῶν τόπων εὐφυΐαν—τούτων μὲν οὐδὲν ἐποίησαν, καθάπερ δ’ ἐξ ἑτοίμου σφίσι τῆς | |
Hist.2.68.7 | νίκης ὑπαρχούσης τοὐναντίον ἔπραξαν. κατὰ γὰρ τὴν ἐξ ἀρχῆς στάσιν ἔμενον ἐπὶ τῶν ἄκρων, ὡς | |
ἀνωτάτω σπεύδοντες λαβεῖν τοὺς ὑπεναντίους εἰς τὸ τὴν φυγὴν ἐπὶ πολὺ καταφερῆ καὶ κρημνώδη | ||
Hist.2.68.8 | γενέσθαι τοῖς πολεμίοις. συνέβη δ’, ὅπερ εἰκὸς ἦν, τοὐναντίον· οὐ γὰρ ἀπολιπόντες αὑτοῖς ἀναχώρησιν, προσδεξάμενοι δ’ ἀκεραίους ἅμα καὶ συνεστώσας τὰς σπείρας, εἰς τοῦτο δυσχρηστίας ἦλθον ὥστε | |
5 | δι’ αὐτῆς τῆς τοῦ λόφου κορυφῆς διαμάχεσθαι πρὸς | |
Hist.2.68.9 | τοὺς βιαζομένους. λοιπὸν ὅσον ἐκ ποδὸς ἐπιέσθη‐ σαν τῷ βάρει τοῦ καθοπλισμοῦ καὶ τῆς συντάξεως, εὐθέως οἱ μὲν Ἰλλυριοὶ τὴν κατάστασιν ἐλάμβανον, οἱ δὲ περὶ τὸν Εὐκλείδαν τὴν ὑπὸ πόδα διὰ τὸ | |
5 | μὴ καταλείπεσθαι τόπον εἰς ἀναχώρησιν καὶ μετά‐ | |
Hist.2.68.10 | στασιν ἑαυτοῖς. ἐξ οὗ ταχέως συνέβη τραπέντας αὐτοὺς ὀλεθρίῳ χρήσασθαι φυγῇ, κρημνώδη καὶ δύσβατον ἐχόντων ἐπὶ πολὺ τὴν ἀναχώρησιν τῶν τόπων. | |
Hist.2.69.1 | Ἅμα δὲ τούτοις ὁ περὶ τοὺς ἱππεῖς συνετελεῖτο κίνδυνος, ἐκπρεπῆ ποιουμένων τὴν χρείαν τῶν Ἀχαϊ‐ κῶν ἱππέων ἁπάντων, μάλιστα δὲ Φιλοποίμενος, διὰ τὸ περὶ τῆς αὐτῶν ἐλευθερίας συνεστάναι τὸν | |
Hist.2.69.2 | ὅλον ἀγῶνα. καθ’ ὃν καιρὸν τῷ προειρημένῳ συν‐ έβη τὸν μὲν ἵππον πεσεῖν πληγέντα καιρίως, αὐτὸν δὲ πεζομαχοῦντα περιπεσεῖν τραύματι βιαίῳ δι’ ἀμ‐ | |
Hist.2.69.3 | φοῖν τοῖν μηροῖν. οἱ δὲ βασιλεῖς κατὰ τὸν Ὄλυμ‐ πον τὸ μὲν πρῶτον ἐποιοῦντο διὰ τῶν εὐζώνων καὶ μισθοφόρων τὴν συμπλοκήν, παρ’ ἑκατέροις σχεδὸν | |
Hist.2.69.4 | ὑπαρχόντων τούτων εἰς πεντακισχιλίους. ὧν ποτὲ μὲν κατὰ μέρη, ποτὲ δ’ ὁλοσχερῶς συμπιπτόντων, διαφέρουσαν συνέβαινε γίνεσθαι τὴν ἐξ ἀμφοῖν χρείαν, ὁμοῦ τῶν τε βασιλέων καὶ τῶν στρατοπέ‐ | |
Hist.2.69.5 | δων ἐν συνόψει ποιουμένων τὴν μάχην. ἡμιλλῶντο | |
δὲ πρὸς ἑαυτοὺς καὶ κατ’ ἄνδρα καὶ κατὰ τάγμα | ||
Hist.2.69.6 | ταῖς εὐψυχίαις. ὁ δὲ Κλεομένης ὁρῶν τοὺς μὲν περὶ τὸν ἀδελφὸν πεφευγότας, τοὺς δ’ ἐν τοῖς ἐπι‐ πέδοις ἱππεῖς ὅσον οὔπω κλίνοντας, καταπλαγὴς ὢν μὴ πανταχόθεν προσδέξηται τοὺς πολεμίους, ἠναγ‐ | |
5 | κάζετο διασπᾶν τὰ προτειχίσματα καὶ πᾶσαν τὴν δύναμιν ἐξάγειν μετωπηδὸν κατὰ μίαν πλευρὰν τῆς | |
Hist.2.69.7 | στρατοπεδείας. ἀνακληθέντων δὲ τῶν παρ’ ἑκατέ‐ ροις εὐζώνων ἐκ τοῦ μεταξὺ τόπου διὰ τῆς σάλ‐ πιγγος, συναλαλάξασαι καὶ καταβαλοῦσαι τὰς σα‐ | |
Hist.2.69.8 | ρίσας συνέβαλλον αἱ φάλαγγες ἀλλήλαις. ἀγῶνος δὲ γενομένου κραταιοῦ, καὶ ποτὲ μὲν ἐπὶ πόδα ποιου‐ μένων τὴν ἀναχώρησιν καὶ πιεζομένων ἐπὶ πολὺ τῶν Μακεδόνων ὑπὸ τῆς τῶν Λακώνων εὐψυχίας, ποτὲ | |
5 | δὲ τῶν Λακεδαιμονίων ἐξωθουμένων ὑπὸ τοῦ βά‐ | |
Hist.2.69.9 | ρους τῆς τῶν Μακεδόνων τάξεως, τέλος οἱ περὶ τὸν Ἀντίγονον συμφράξαντες τὰς σαρίσας καὶ χρησά‐ μενοι τῷ τῆς ἐπαλλήλου φάλαγγος ἰδιώματι, βίᾳ προσπεσόντες ἐξέωσαν ἐκ τῶν ὀχυρωμάτων τοὺς Λα‐ | |
Hist.2.69.10 | κεδαιμονίους. τὸ μὲν οὖν ἄλλο πλῆθος ἔφευγε προ‐ τροπάδην φονευόμενον· ὁ δὲ Κλεομένης ἱππεῖς τι‐ νας ἔχων περὶ ἑαυτὸν ἀπεχώρησε μετὰ τούτων | |
Hist.2.69.11 | ἀσφαλῶς εἰς τὴν Σπάρτην. ἐπιγενομένης δὲ τῆς νυ‐ κτὸς καταβὰς εἰς Γύθιον, ἡτοιμασμένων αὐτῷ τῶν πρὸς τὸν πλοῦν ἐκ πλείονος χρόνου πρὸς τὸ συμ‐ βαῖνον, ἀπῆρε μετὰ τῶν φίλων εἰς Ἀλεξάνδρειαν. | |
Hist.2.70.1 | Ἀντίγονος δ’ ἐγκρατὴς γενόμενος ἐξ ἐφόδου τῆς Σπάρτης τά τε λοιπὰ μεγαλοψύχως καὶ φιλανθρώ‐ πως ἐχρήσατο τοῖς Λακεδαιμονίοις, τό τε πολίτευμα τὸ πάτριον αὐτοῖς (ἀπο)καταστήσας ἐν ὀλίγαις ἡμέραις | |
5 | ἀνέζευξε μετὰ τῶν δυνάμεων ἐκ τῆς πόλεως, προσ‐ | |
αγγελθέντος αὐτῷ τοὺς Ἰλλυριοὺς εἰσβεβληκότας | ||
Hist.2.70.2 | εἰς Μακεδονίαν πορθεῖν τὴν χώραν. οὕτως ἀεί ποθ’ ἡ τύχη τὰ μέγιστα τῶν πραγμάτων παρὰ λό‐ | |
Hist.2.70.3 | γον εἴωθε κρίνειν. καὶ γὰρ τότε Κλεομένης, εἴτε τὰ κατὰ τὸν κίνδυνον παρείλκυσε τελέως ὀλίγας ἡμέρας, εἴτ’ ἀναχωρήσας ἀπὸ τῆς μάχης εἰς τὴν πό‐ λιν ἐπὶ βραχὺ τῶν καιρῶν ἀντεποιήσατο, διακατέ‐ | |
Hist.2.70.4 | σχεν ἂν τὴν ἀρχήν. οὐ μὴν ἀλλ’ ὅ γ’ Ἀντίγονος παραγενόμενος εἰς Τεγέαν καὶ τούτοις ἀποδοὺς τὴν πάτριον πολιτείαν δευτεραῖος ἐντεῦθεν εἰς Ἄργος | |
Hist.2.70.5 | ἐπ’ αὐτὴν ἦλθε τὴν τῶν Νεμέων πανήγυριν. ἐν ᾗ τυχὼν πάντων τῶν πρὸς ἀθάνατον δόξαν καὶ τι‐ μὴν ἀνηκόντων ὑπό τε τοῦ κοινοῦ τῶν Ἀχαιῶν καὶ κατ’ ἰδίαν ἑκάστης τῶν πόλεων ὥρμησε κατὰ | |
Hist.2.70.6 | σπουδὴν εἰς Μακεδονίαν. καταλαβὼν δὲ τοὺς Ἰλ‐ λυριοὺς ἐν τῇ χώρᾳ καὶ συμβαλὼν ἐκ παρατάξεως τῇ μὲν μάχῃ κατώρθωσε, τῇ δὲ παρακλήσει καὶ κραυγῇ τῇ κατ’ αὐτὸν τὸν κίνδυνον ἐκθύμως χρη‐ | |
5 | σάμενος εἰς αἵματος ἀναγωγὴν καί τινα τοιαύτην διάθεσιν ἐμπεσὼν μετ’ οὐ πολὺ νόσῳ τὸν βίον μετ‐ | |
Hist.2.70.7 | ήλλαξε, καλὰς ἐλπίδας ὑποδείξας ἐν αὑτῷ πᾶσι τοῖς Ἕλλησιν, οὐ μόνον κατὰ τὴν ἐν τοῖς ὑπαίθροις χρείαν, ἔτι δὲ μᾶλλον κατὰ τὴν ὅλην αἵρεσιν καὶ | |
Hist.2.70.8 | καλοκἀγαθίαν. τὴν δὲ Μακεδόνων βασιλείαν ἀπ‐ έλιπε Φιλίππῳ τῷ Δημητρίου. | |
Hist.2.71.1 | Τίνος δὲ χάριν ἐποιησάμεθα τὴν ἐπὶ πλεῖον | |
Hist.2.71.2 | ὑπὲρ τοῦ προειρημένου πολέμου μνήμην; διότι τῶν καιρῶν τούτων συναπτόντων τοῖς ὑφ’ ὑμῶν ἱστορεῖ‐ σθαι μέλλουσι χρήσιμον ἐδόκει, μᾶλλον δ’ ἀναγ‐ καῖον εἶναι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τὸ ποιῆσαι | |
5 | πᾶσιν ἐναργῆ καὶ γνώριμον τὴν ὑπάρχουσαν περὶ | |
Hist.2.71.3 | Μακεδόνας καὶ τοὺς Ἕλληνας τότε κατάστασιν. περὶ δὲ τοὺς αὐτοὺς καιροὺς καὶ Πτολεμαίου νόσῳ τὸν βίον μεταλλάξαντος Πτολεμαῖος ὁ κληθεὶς Φιλοπά‐ | |
Hist.2.71.4 | τωρ διεδέξατο τὴν βασιλείαν. μετήλλαξε δὲ καὶ Σέλευκος ὁ Σελεύκου τοῦ Καλλινίκου καὶ Πώγω‐ νος ἐπικληθέντος· Ἀντίοχος δὲ διεδέξατο τὴν ἐν | |
Hist.2.71.5 | Συρίᾳ βασιλείαν, ἀδελφὸς ὢν αὐτοῦ. παραπλήσιον γὰρ δή τι συνέβη τούτοις (καὶ τοῖς) πρώτοις μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν κατασχοῦσι τὰς ἀρχὰς ταύτας, λέγω δὲ Σελεύκῳ, Πτολεμαίῳ, Λυσιμάχῳ. | |
Hist.2.71.6 | ἐκεῖνοί τε γὰρ πάντες περὶ τὴν εἰκοστὴν καὶ τετάρ‐ την πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδα μετήλλαξαν, καθά‐ περ ἐπάνω προεῖπον, οὗτοί τε περὶ τὴν ἐνάτην καὶ | |
Hist.2.71.7 | τριακοστήν. ἡμεῖς δ’ ἐπειδὴ τὴν ἐπίστασιν καὶ προκατασκευὴν τῆς ὅλης ἱστορίας διεληλύθαμεν, δι’ ἧς ὑποδέδεικται πότε καὶ πῶς καὶ δι’ ἃς αἰτίας τῶν κατὰ τὴν Ἰταλίαν κρατήσαντες Ῥωμαῖοι πρῶτον | |
5 | ἐγχειρεῖν ἤρξαντο τοῖς ἔξω πράγμασι καὶ πρῶτον ἐτόλμησαν ἀμφισβητεῖν Καρχηδονίοις τῆς θαλάττης, | |
Hist.2.71.8 | ἅμα δὲ τούτοις καὶ τὴν περὶ τοὺς Ἕλληνας καὶ Μακεδόνας, ὁμοίως δὲ καὶ περὶ Καρχηδονίους | |
Hist.2.71.9 | ὑπάρχουσαν τότε κατάστασιν δεδηλώκαμεν, καθῆκον ἂν εἴη παραγεγονότας ἐπὶ τοὺς καιροὺς τούτους κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἐν οἷς ἔμελλον οἱ μὲν Ἕλληνες τὸν συμμαχικόν, Ῥωμαῖοι δὲ τὸν Ἀννιβια‐ | |
5 | κόν, οἱ δὲ κατὰ τὴν Ἀσίαν βασιλεῖς τὸν περὶ Κοίλης | |
Hist.2.71.10 | Συρίας ἐνίστασθαι πόλεμον, καὶ τὴν βύβλον ταύτην ἀφορίζειν ἀκολούθως τῇ τε τῶν προγεγονότων πραγ‐ μάτων περιγραφῇ καὶ τῇ τῶν κεχειρικότων τὰ πρὸ | |
τοῦ δυναστῶν καταστροφῇ. | ||
Hist.3t1 | ΠΟΛΥΒΙΟΥ ΙΣΤΟΡΙΩΝ ΤΡΙΤΗ. | |
Hist.3.1.1 | Ὅτι μὲν ἀρχὰς ὑποτιθέμεθα τῆς αὑτῶν πραγμα‐ τείας τόν τε συμμαχικὸν καὶ τὸν Ἀννιβιακόν, πρὸς δὲ τούτοις τὸν περὶ Κοίλης Συρίας πόλεμον, ἐν τῇ πρώτῃ μὲν τῆς ὅλης συντάξεως, τρίτῃ δὲ ταύτης | |
Hist.3.1.2 | ἀνώτερον βύβλῳ δεδηλώκαμεν· ὁμοίως δὲ καὶ τὰς αἰτίας, δι’ ἃς ἀναδραμόντες τοῖς χρόνοις πρὸ τού‐ των τῶν καιρῶν συνεταξάμεθα τὰς πρὸ ταύτης βύ‐ | |
Hist.3.1.3 | βλους, ἐν αὐτῇ ’κείνῃ διεσαφήσαμεν. νῦν δὲ πει‐ ρασόμεθα τοὺς προειρημένους πολέμους καὶ τὰς αἰ‐ τίας, ἐξ ὧν ἐγένοντο καὶ δι’ ἃς ἐπὶ τοσοῦτον ηὐ‐ ξήθησαν, μετ’ ἀποδείξεως ἐξαγγέλλειν, βραχέα προ‐ | |
Hist.3.1.4 | ειπόντες ὑπὲρ τῆς αὑτῶν πραγματείας. ὄντος γὰρ ἑνὸς ἔργου καὶ θεάματος ἑνὸς τοῦ σύμπαντος, ὑπὲρ οὗ γράφειν ἐπικεχειρήκαμεν, τοῦ πῶς καὶ πότε καὶ διὰ τί πάντα τὰ γνωριζόμενα μέρη τῆς οἰκουμένης | |
Hist.3.1.5 | ὑπὸ τὴν Ῥωμαίων δυναστείαν ἐγένετο, τούτου δ’ ἔχοντος καὶ τὴν ἀρχὴν γνωριζομένην καὶ τὸν χρό‐ νον ὡρισμένον καὶ τὴν συντέλειαν ὁμολογουμένην, χρήσιμον ἡγούμεθ’ εἶναι καὶ τὸ περὶ τῶν μεγίστων | |
5 | ἐν αὐτῷ μερῶν, ὅσα μεταξὺ κεῖται τῆς ἀρχῆς καὶ | |
τοῦ τέλους, κεφαλαιωδῶς ἐπιμνησθῆναι καὶ προ‐ | ||
Hist.3.1.6 | εκθέσθαι. μάλιστα γὰρ οὕτως ὑπολαμβάνομεν τοῖς φιλομαθοῦσι παρασκευάσειν ἱκανὴν ἔννοιαν τῆς | |
Hist.3.1.7 | ὅλης ἐπιβολῆς. πολλὰ μὲν γὰρ προλαμβανούσης τῆς ψυχῆς ἐκ τῶν ὅλων πρὸς τὴν κατὰ μέρος τῶν πραγμάτων γνῶσιν, πολλὰ δ’ ἐκ τῶν κατὰ μέρος πρὸς τὴν τῶν ὅλων ἐπιστήμην, ἀρίστην ἡγούμενοι | |
5 | τὴν ἐξ ἀμφοῖν ἐπίστασιν καὶ θέαν ἀκόλουθον τοῖς εἰρημένοις ποιησόμεθα τὴν προέκθεσιν τῆς αὑτῶν | |
Hist.3.1.8 | πραγματείας. τὴν μὲν οὖν καθόλου τῆς ὑποθέσεως ἔμφασιν καὶ τὴν περιγραφὴν ἤδη δεδηλώκαμεν. | |
Hist.3.1.9 | τῶν δὲ κατὰ μέρος ἐν αὐτῇ γεγονότων ἀρχὰς μὲν εἶναι συμβαίνει τοὺς προειρημένους πολέμους, κατα‐ στροφὴν δὲ καὶ συντέλειαν τὴν κατάλυσιν τῆς ἐν Μακεδονίᾳ βασιλείας, χρόνον δὲ τὸν μεταξὺ τῆς | |
Hist.3.1.10 | ἀρχῆς καὶ τοῦ τέλους ἔτη πεντήκοντα τρία, περι‐ έχεσθαι δ’ ἐν τούτῳ τηλικαύτας καὶ τοιαύτας πρά‐ ξεις, ὅσας οὐδεὶς τῶν προγεγονότων καιρῶν ἐν ἴσῳ | |
Hist.3.1.11 | περιέλαβε διαστήματι. περὶ ὧν ἀπὸ τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος ἀρξάμενοι τοιάνδε | |
Hist.3.2.1 | τινὰ ποιησόμεθα τὴν ἔφοδον τῆς ἐξηγήσεως. ὑπο‐ δείξαντες γὰρ τὰς αἰτίας, δι’ ἃς ὁ προδεδηλωμένος συνέστη Καρχηδονίοις καὶ Ῥωμαίοις πόλεμος, ὁ | |
Hist.3.2.2 | προσαγορευθεὶς Ἀννιβιακός, ἐροῦμεν ὡς εἰς Ἰταλίαν ἐμβαλόντες Καρχηδόνιοι καὶ καταλύσαντες τὴν Ῥω‐ μαίων δυναστείαν εἰς μέγαν μὲν φόβον ἐκείνους ἤγαγον περὶ σφῶν καὶ τοῦ τῆς πατρίδος ἐδάφους, | |
5 | μεγάλας δ’ ἔσχον αὐτοὶ καὶ παραδόξους ἐλπίδας, ὡς καὶ τῆς Ῥώμης αὐτῆς ἐξ ἐφόδου κρατήσοντες. | |
Hist.3.2.3 | ἑξῆς δὲ τούτοις πειρασόμεθα διασαφεῖν ὡς κατὰ τοὺς αὐτοὺς καιροὺς Φίλιππος μὲν ὁ Μακεδὼν | |
διαπολεμήσας Αἰτωλοῖς καὶ μετὰ ταῦτα συστησά‐ μενος τὰ κατὰ τοὺς Ἕλληνας ἐπεβάλετο κοινωνεῖν | ||
Hist.3.2.4 | Καρχηδονίοις τῶν αὐτῶν ἐλπίδων, Ἀντίοχος δὲ καὶ Πτολεμαῖος ὁ Φιλοπάτωρ ἠμφισβήτουν, τέλος δ’ ἐπολέμησαν ὑπὲρ Κοίλης Συρίας πρὸς ἀλλήλους, | |
Hist.3.2.5 | Ῥόδιοι δὲ καὶ Προυσίας ἀναλαβόντες πρὸς Βυζαν‐ τίους πόλεμον ἠνάγκασαν αὐτοὺς ἀποστῆναι τοῦ | |
Hist.3.2.6 | παραγωγιάζειν τοὺς πλέοντας εἰς τὸν Πόντον. στή‐ σαντες δ’ ἐπὶ τούτων τὴν διήγησιν τὸν ὑπὲρ τῆς Ῥωμαίων πολιτείας συστησόμεθα λόγον, ᾧ κατὰ τὸ συνεχὲς ὑποδείξομεν ὅτι μέγιστα συνεβάλετ’ αὐτοῖς | |
5 | ἡ τοῦ πολιτεύματος ἰδιότης πρὸς τὸ μὴ μόνον ἀνακτήσασθαι τὴν Ἰταλιωτῶν καὶ Σικελιωτῶν δυ‐ ναστείαν, ἔτι δὲ τὴν Ἰβήρων προσλαβεῖν καὶ Κελ‐ τῶν ἀρχήν, ἀλλὰ τὸ τελευταῖον καὶ πρὸς τὸ κρα‐ τήσαντας τῷ πολέμῳ Καρχηδονίων ἔννοιαν σχεῖν | |
Hist.3.2.7 | τῆς τῶν ὅλων ἐπιβολῆς. ἅμα δὲ τούτοις κατὰ παρ‐ έκβασιν δηλώσομεν τὴν κατάλυσιν τῆς Ἱέρωνος | |
Hist.3.2.8 | τοῦ Συρακοσίου δυναστείας. οἷς ἐπισυνάψομεν τὰς περὶ τὴν Αἴγυπτον ταραχὰς καὶ τίνα τρόπον Πτο‐ λεμαίου τοῦ βασιλέως μεταλλάξαντος τὸν βίον συμ‐ φρονήσαντες Ἀντίοχος καὶ Φίλιππος ἐπὶ διαιρέσει | |
5 | τῆς τοῦ καταλελειμμένου παιδὸς ἀρχῆς ἤρξαντο κα‐ κοπραγμονεῖν καὶ τὰς χεῖρας ἐπιβάλλειν Φίλιππος μὲν τοῖς κατ’ Αἴγαιον καὶ Καρίαν καὶ Σάμον, Ἀν‐ τίοχος δὲ τοῖς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην. | |
Hist.3.3.1 | μετὰ δὲ ταῦτα συγκεφαλαιωσάμενοι τὰς ἐν Ἰβηρίᾳ καὶ Λιβύῃ καὶ Σικελίᾳ πράξεις Ῥωμαίων καὶ Καρ‐ χηδονίων μεταβιβάσομεν τὴν διήγησιν ὁλοσχερῶς εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους ἅμα ταῖς τῶν | |
Hist.3.3.2 | πραγμάτων μεταβολαῖς. ἐξηγησάμενοι δὲ τὰς Ἀτ‐ | |
τάλου καὶ Ῥοδίων ναυμαχίας πρὸς Φίλιππον, ἔτι δὲ τὸν Ῥωμαίων καὶ Φιλίππου πόλεμον, ὡς ἐπράχθη | ||
Hist.3.3.3 | καὶ διὰ τίνων καὶ τί τὸ τέλος ἔσχεν, τούτῳ συνά‐ πτοντες τὸ συνεχὲς μνησθησόμεθα τῆς Αἰτωλῶν ὀρ‐ γῆς, καθ’ ἣν Ἀντίοχον ἐπισπασάμενοι τὸν ἀπὸ τῆς Ἀσίας Ἀχαιοῖς καὶ Ῥωμαίοις ἐξέκαυσαν πόλεμον. | |
Hist.3.3.4 | οὗ δηλώσαντες τὰς αἰτίας καὶ τὴν Ἀντιόχου διάβασιν εἰς τὴν Εὐρώπην διασαφήσομεν πρῶτον μὲν τίνα τρόπον ἐκ τῆς Ἑλλάδος ἔφυγεν, δεύτερον δὲ πῶς ἡτ‐ τηθεὶς τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης ἐξεχώρησε, | |
Hist.3.3.5 | τὸ δὲ τρίτον τίνα τρόπον Ῥωμαῖοι καταλύσαντες τὴν Γαλατῶν ὕβριν ἀδήριτον μὲν σφίσι παρεσκεύασαν τὴν τῆς Ἀσίας ἀρχήν, ἀπέλυσαν δὲ τοὺς ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦντας βαρβαρικῶν φόβων καὶ | |
Hist.3.3.6 | τῆς Γαλατῶν παρανομίας. μετὰ δὲ ταῦτα θέντες ὑπὸ τὴν ὄψιν τὰς Αἰτωλῶν καὶ Κεφαλλήνων ἀτυ‐ χίας ἐπιβαλοῦμεν τοὺς Εὐμένει συστάντας πρός τε Προυσίαν καὶ Γαλάτας πολέμους, ὁμοίως δὲ καὶ τὸν | |
Hist.3.3.7 | μετ’ Ἀριαράθου πρὸς Φαρνάκην. οἷς ἑξῆς ἐπιμνη‐ σθέντες τῆς παρὰ Πελοποννησίων ὁμονοίας καὶ καταστάσεως, ἔτι δὲ τῆς αὐξήσεως τοῦ Ῥοδίων πολιτεύματος, συγκεφαλαιωσόμεθα τὴν ὅλην διή‐ | |
Hist.3.3.8 | γησιν ἅμα καὶ τὰς πράξεις, ἐπὶ πᾶσιν ἐξηγη‐ σάμενοι τὴν Ἀντιόχου στρατείαν εἰς Αἴγυπτον τοῦ κληθέντος Ἐπιφανοῦς καὶ τὸν Περσικὸν πόλεμον καὶ τὴν κατάλυσιν τῆς ἐν Μακεδονίᾳ βασιλείας. | |
Hist.3.3.9 | δι’ ὧν ἅμα θεωρηθήσεται πῶς ἕκαστα χειρίσαντες Ῥωμαῖοι πᾶσαν ἐποιήσαντο τὴν οἰκουμένην ὑπήκοον αὑτοῖς. | |
Hist.3.4.1 | Εἰ μὲν οὖν ἐξ αὐτῶν τῶν κατορθωμάτων ἢ καὶ τῶν ἐλαττωμάτων ἱκανὴν ἐνεδέχετο ποιήσασθαι τὴν | |
διάληψιν ὑπὲρ τῶν ψεκτῶν ἢ τοὐναντίον ἐπαινετῶν ἀνδρῶν καὶ πολιτευμάτων, ἐνθάδε που λήγειν ἂν | ||
5 | ἡμᾶς ἔδει καὶ καταστρέφειν ἅμα τὴν διήγησιν καὶ τὴν πραγματείαν ἐπὶ τὰς τελευταίας ῥηθείσας πράξεις | |
Hist.3.4.2 | κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. ὅ τε γὰρ χρόνος ὁ πεντηκοντακαιτριετὴς εἰς ταῦτ’ ἔληγεν, ἥ τ’ αὔξη‐ σις καὶ προκοπὴ τῆς Ῥωμαίων δυναστείας ἐτετελεί‐ | |
Hist.3.4.3 | ωτο· πρὸς δὲ τούτοις ὁμολογούμενον ἐδόκει τοῦτ’ εἶναι καὶ κατηναγκασμένον ἅπασιν ὅτι λοιπόν ἐστι Ῥωμαίων ἀκούειν καὶ τούτοις πειθαρχεῖν ὑπὲρ τῶν | |
Hist.3.4.4 | παραγγελλομένων. ἐπεὶ δ’ οὐκ αὐτοτελεῖς εἰσιν οὔτε περὶ τῶν κρατησάντων (οὔτε περὶ τῶν) ἐλαττω‐ θέντων αἱ ψιλῶς ἐξ αὐτῶν τῶν ἀγωνισμάτων δια‐ | |
Hist.3.4.5 | λήψεις, διὰ τὸ πολλοῖς μὲν τὰ μέγιστα δοκοῦντ’ εἶναι τῶν κατορθωμάτων, ὅταν μὴ δεόντως αὐτοῖς χρήσωνται, τὰς μεγίστας ἐπενηνοχέναι συμφοράς, οὐκ ὀλίγοις δὲ τὰς ἐκπληκτικωτάτας περιπετείας, | |
5 | ὅταν εὐγενῶς αὐτὰς ἀναδέξωνται, πολλάκις εἰς τὴν | |
Hist.3.4.6 | τοῦ συμφέροντος περιπεπτωκέναι μερίδα, προσθετέον ἂν εἴη ταῖς προειρημέναις πράξεσι τήν τε τῶν κρα‐ τούντων αἵρεσιν, ποία τις ἦν μετὰ ταῦτα καὶ πῶς προεστάτει τῶν ὅλων, τάς τε τῶν ἄλλων ἀποδοχὰς | |
5 | καὶ διαλήψεις, πόσαι καὶ τίνες ὑπῆρχον περὶ τῶν ἡγουμένων, πρὸς δὲ τούτοις τὰς ὁρμὰς καὶ τοὺς ζήλους ἐξηγητέον, τίνες παρ’ ἑκάστοις ἐπεκράτουν καὶ κατίσχυον περί τε τοὺς κατ’ ἰδίαν βίους καὶ | |
Hist.3.4.7 | τὰς κοινὰς πολιτείας. δῆλον γὰρ ὡς ἐκ τούτων φανερὸν ἔσται τοῖς μὲν νῦν οὖσιν πότερα φευκτὴν ἢ τοὐναντίον αἱρετὴν εἶναι συμβαίνει τὴν Ῥωμαίων δυναστείαν, τοῖς δ’ ἐπιγενομένοις πότερον ἐπαινετὴν | |
5 | καὶ ζηλωτὴν ἢ ψεκτὴν γεγονέναι νομιστέον τὴν | |
Hist.3.4.8 | ἀρχὴν αὐτῶν. τὸ γὰρ ὠφέλιμον τῆς ἡμετέρας ἱστο‐ ρίας πρός τε τὸ παρὸν καὶ πρὸς τὸ μέλλον ἐν τούτῳ | |
Hist.3.4.9 | πλεῖστον κείσεται τῷ μέρει. οὐ γὰρ δὴ τοῦτ’ εἶναι τέλος ὑποληπτέον ἐν πράγμασιν οὔτε τοῖς ἡγουμέ‐ νοις οὔτε τοῖς ἀποφαινομένοις ὑπὲρ τούτων, τὸ νι‐ | |
Hist.3.4.10 | κῆσαι καὶ ποιήσασθαι πάντας ὑφ’ ἑαυτούς. οὔτε γὰρ πολεμεῖ τοῖς πέλας οὐδεὶς νοῦν ἔχων ἕνεκεν αὐτοῦ τοῦ καταγωνίσασθαι τοὺς ἀντιταττομένους, οὔτε πλεῖ τὰ πελάγη χάριν τοῦ περαιωθῆναι μό‐ | |
5 | νον, καὶ μὴν οὐδὲ τὰς ἐμπειρίας καὶ τέχνας αὐτῆς | |
Hist.3.4.11 | ἕνεκα τῆς ἐπιστήμης ἀναλαμβάνει· πάντες δὲ πράτ‐ τουσι πάντα χάριν τῶν ἐπιγινομένων τοῖς ἔργοις | |
Hist.3.4.12 | ἡδέων ἢ καλῶν ἢ συμφερόντων. διὸ καὶ τῆς πραγ‐ ματείας ταύτης τοῦτ’ ἔσται τελεσιούργημα, τὸ γνῶ‐ ναι τὴν κατάστασιν παρ’ ἑκάστοις, ποία τις ἦν μετὰ τὸ καταγωνισθῆναι τὰ ὅλα καὶ πεσεῖν εἰς τὴν τῶν | |
5 | Ῥωμαίων ἐξουσίαν ἕως τῆς μετὰ ταῦτα πάλιν ἐπι‐ | |
Hist.3.4.13 | γενομένης ταραχῆς καὶ κινήσεως. ὑπὲρ ἧς διὰ τὸ μέγεθος τῶν ἐν αὐτῇ πράξεων καὶ τὸ παράδοξον τῶν συμβαινόντων, τὸ δὲ μέγιστον, διὰ τὸ τῶν πλεί‐ στων μὴ μόνον αὐτόπτης, ἀλλ’ ὧν μὲν συνεργὸς | |
5 | ὧν δὲ καὶ χειριστὴς γεγονέναι, προήχθην οἷον ἀρ‐ | |
Hist.3.5.1 | χὴν ποιησάμενος ἄλλην γράφειν. ἦν δ’ ἡ προει‐ ρημένη κίνησις, ἐν ᾗ Ῥωμαῖοι μὲν πρὸς Κελτίβη‐ ρας καὶ Οὐακκαίους ἐξήνεγκαν πόλεμον, Καρχη‐ δόνιοι δὲ τὸν πρὸς Μασαννάσαν βασιλέα τῶν Λι‐ | |
Hist.3.5.2 | βύων· περὶ δὲ τὴν Ἀσίαν Ἄτταλος μὲν καὶ Πρου‐ σίας πρὸς ἀλλήλους ἐπολέμησαν, ὁ δὲ τῶν Καππα‐ δοκῶν βασιλεὺς Ἀριαράθης ἐκπεσὼν ἐκ τῆς ἀρχῆς ὑπ’ Ὀροφέρνους διὰ Δημητρίου τοῦ βασιλέως αὖθις | |
Hist.3.5.3 | ἀνεκτήσατο δι’ Ἀττάλου τὴν πατρῴαν ἀρχήν. ὁ δὲ | |
Σελεύκου Δημήτριος κύριος γενόμενος ἔτη δώδεκα τῆς ἐν Συρίᾳ βασιλείας ἅμα τοῦ βίου καὶ τῆς ἀρχῆς ἐστερήθη, συστραφέντων ἐπ’ αὐτὸν τῶν ἄλλων βα‐ | ||
Hist.3.5.4 | σιλέων. ἀποκατέστησαν δὲ καὶ Ῥωμαῖοι τοὺς Ἕλ‐ ληνας εἰς τὴν οἰκείαν τοὺς ἐκ τοῦ Περσικοῦ πολέ‐ μου καταιτιαθέντας, ἀπολύσαντες τῆς ἐπενεχθείσης | |
Hist.3.5.5 | αὐτοῖς διαβολῆς. οἱ δ’ αὐτοὶ μετ’ οὐ πολὺ Καρ‐ χηδονίοις ἐπέβαλον τὰς χεῖρας, τὸ μὲν πρῶτον μετ‐ αναστῆσαι, μετὰ δὲ ταῦτα πάλιν ἄρδην αὐτοὺς ἐξαναστῆσαι προθέμενοι διὰ τὰς ἐν τοῖς ἑξῆς ῥηθη‐ | |
Hist.3.5.6 | σομένας αἰτίας. οἷς κατάλληλα Μακεδόνων μὲν ἀπὸ τῆς Ῥωμαίων φιλίας, Λακεδαιμονίων δὲ τῆς τῶν Ἀχαιῶν συμπολιτείας ἀποστάντων, ἅμα τὴν ἀρχὴν καὶ τὸ τέλος ἔσχε τὸ κοινὸν ἀτύχημα πάσης | |
5 | τῆς Ἑλλάδος. | |
Hist.3.5.7 | Τὰ μὲν οὖν τῆς ἐπιβολῆς ἡμῶν τοιαῦτα· προσδεῖ δ’ ἔτι τῆς τύχης, ἵνα συνδράμῃ τὰ τοῦ βίου πρὸς | |
Hist.3.5.8 | τὸ τὴν πρόθεσιν ἐπὶ τέλος ἀγαγεῖν. πέπεισμαι μὲν γάρ, κἄν τι συμβῇ περὶ ἡμᾶς ἀνθρώπινον, οὐκ ἀργήσειν τὴν ὑπόθεσιν οὐδ’ ἀπορήσειν ἀνδρῶν ἀξιόχρεων, διὰ (δὲ) τὸ κάλλος πολλοὺς κατεγγυηθήσε‐ | |
5 | σθαι καὶ σπουδάσειν ἐπὶ τέλος ἀγαγεῖν αὐτήν. | |
Hist.3.5.9 | ἐπεὶ δὲ τὰς ἐπιφανεστάτας τῶν πράξεων ἐπὶ κεφα‐ λαίου διεληλύθαμεν, βουλόμενοι καὶ καθόλου καὶ κατὰ μέρος εἰς ἔννοιαν ἀγαγεῖν τῆς ὅλης ἱστορίας τοὺς ἐντυγχάνοντας, ὥρα μνημονεύοντας τῆς προ‐ | |
5 | θέσεως ἐπαναγαγεῖν ἐπὶ τὴν ἀρχὴν τῆς αὑτῶν ὑπο‐ θέσεως. | |
Hist.3.6.1 | Ἔνιοι δὲ τῶν συγγεγραφότων τὰς κατ’ Ἀννίβαν πράξεις βουλόμενοι τὰς αἰτίας ἡμῖν ὑποδεικνύναι, δι’ ἃς Ῥωμαίοις καὶ Καρχηδονίοις ὁ προειρημένος | |
ἐνέστη πόλεμος, πρώτην μὲν ἀποφαίνουσι τὴν Ζα‐ | ||
Hist.3.6.2 | κάνθης πολιορκίαν ὑπὸ Καρχηδονίων, δευτέραν δὲ τὴν διάβασιν αὐτῶν παρὰ τὰς συνθήκας τοῦ προσ‐ αγορευομένου παρὰ τοῖς ἐγχωρίοις Ἴβηρος ποταμοῦ· | |
Hist.3.6.3 | ἐγὼ δὲ ταύτας ἀρχὰς μὲν εἶναι τοῦ πολέμου φή‐ σαιμ’ ἄν, αἰτίας γε μὴν οὐδαμῶς ἂν συγχωρήσαιμι. | |
Hist.3.6.4 | πολλοῦ γε δεῖν, εἰ μὴ καὶ τὴν Ἀλεξάνδρου διά‐ βασιν εἰς τὴν Ἀσίαν αἰτίαν εἶναί τις φήσει τοῦ πρὸς τοὺς Πέρσας πολέμου καὶ τὸν Ἀντιόχου κα‐ τάπλουν εἰς Δημητριάδα τοῦ πρὸς Ῥωμαίους· ὧν | |
Hist.3.6.5 | οὔτ’ εἰκὸς οὔτ’ ἀληθές ἐστιν οὐδέτερον. τίς γὰρ ἂν νομίσειε ταύτας αἰτίας ὑπάρχειν, ὧν πολλὰ μὲν Ἀλέξανδρος πρότερον, οὐκ ὀλίγα δὲ Φίλιππος ἔτι ζῶν ἐνήργησε καὶ παρεσκευάσατο πρὸς τὸν κατὰ | |
5 | τῶν Περσῶν πόλεμον, ὁμοίως δὲ πάλιν Αἰτωλοὶ πρὸ τῆς Ἀντιόχου παρουσίας πρὸς τὸν κατὰ Ῥω‐ | |
Hist.3.6.6 | μαίων; ἀλλ’ ἔστιν ἀνθρώπων τὰ τοιαῦτα μὴ δι‐ ειληφότων ἀρχὴ τί διαφέρει καὶ πόσον διέστηκεν αἰτίας καὶ προφάσεως, καὶ διότι τὰ μέν ἐστι πρῶτα τῶν ἁπάντων, ἡ δ’ ἀρχὴ τελευταῖον τῶν εἰρημένων. | |
Hist.3.6.7 | ἐγὼ δὲ παντὸς ἀρχὰς μὲν εἶναί φημι τὰς πρώτας ἐπιβολὰς καὶ πράξεις τῶν ἤδη κεκριμένων, αἰτίας δὲ τὰς προκαθηγουμένας τῶν κρίσεων καὶ διαλή‐ ψεων· λέγω δ’ ἐπινοίας καὶ διαθέσεις καὶ τοὺς περὶ | |
5 | ταῦτα συλλογισμοὺς καὶ δι’ ὧν· ἐπὶ τὸ κρῖναί τι | |
Hist.3.6.8 | καὶ προθέσθαι παραγινόμεθα. δῆλον δ’ οἷον τὸ | |
Hist.3.6.9 | προειρημένον ἐκ τῶν ἐπιφερομένων. τίνες γὰρ ἀλη‐ θῶς ἦσαν αἰτίαι, καὶ πόθεν φῦναι συνέβη τὸν πρὸς τοὺς Πέρσας πόλεμον, εὐμαρὲς καὶ τῷ τυχόντι συν‐ | |
Hist.3.6.10 | ιδεῖν. ἦν δὲ πρώτη μὲν ἡ τῶν μετὰ Ξενοφῶντος Ἑλλήνων ἐκ τῶν ἄνω σατραπειῶν ἐπάνοδος, ἐν ᾗ | |
πᾶσαν τὴν Ἀσίαν διαπορευομένων αὐτῶν πολεμίαν ὑπάρχουσαν οὐδεὶς ἐτόλμα μένειν κατὰ πρόσωπον | ||
Hist.3.6.11 | τῶν βαρβάρων· δευτέρα δ’ ἡ τοῦ Λακεδαιμονίων βασιλέως Ἀγησιλάου διάβασις εἰς τὴν Ἀσίαν, ἐν ᾗ ’κεῖνος οὐδὲν ἀξιόχρεων οὐδ’ ἀντίπαλον εὑρὼν ταῖς σφετέραις ἐπιβολαῖς ἄπρακτος ἠναγκάσθη μεταξὺ | |
Hist.3.6.12 | διὰ τὰς περὶ τὴν Ἑλλάδα ταραχὰς ἐπανελθεῖν. ἐξ ὧν Φίλιππος κατανοήσας καὶ συλλογισάμενος τὴν Περσῶν ἀνανδρίαν καὶ ῥᾳθυμίαν καὶ τὴν αὑτοῦ καὶ Μακεδόνων εὐεξίαν ἐν τοῖς πολεμικοῖς, ἔτι δὲ | |
5 | καὶ τὸ μέγεθος καὶ τὸ κάλλος τῶν ἐσομένων ἄθλων | |
Hist.3.6.13 | ἐκ τοῦ πολέμου πρὸ ὀφθαλμῶν θέμενος, ἅμα τῷ περιποιήσασθαι τὴν ἐκ τῶν Ἑλλήνων εὔνοιαν ὁμο‐ λογουμένην, εὐθέως προφάσει χρώμενος ὅτι σπεύ‐ δει μετελθεῖν τὴν Περσῶν παρανομίαν εἰς τοὺς Ἕλ‐ | |
5 | ληνας, ὁρμὴν ἔσχε καὶ προέθετο πολεμεῖν καὶ πάντα | |
Hist.3.6.14 | πρὸς τοῦτο τὸ μέρος ἡτοίμαζε. διόπερ αἰτίας μὲν τὰς πρώτας ῥηθείσας ἡγητέον τοῦ πρὸς τοὺς Πέρσας πολέμου, πρόφασιν δὲ τὴν δευτέραν, ἀρχὴν δὲ τὴν | |
Hist.3.7.1 | Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν. καὶ μὴν τοῦ κατ’ Ἀντίοχον καὶ Ῥωμαίους δῆλον ὡς αἰτίαν μὲν | |
Hist.3.7.2 | τὴν Αἰτωλῶν ὀργὴν θετέον. ἐκεῖνοι γὰρ δόξαντες ὑπὸ Ῥωμαίων ὠλιγωρῆσθαι κατὰ πολλὰ περὶ τὴν ἔκβασιν τὴν ἐκ τοῦ Φιλίππου πολέμου, καθάπερ ἐπάνω προεῖπον, οὐ μόνον Ἀντίοχον ἐπεσπάσαντο, | |
5 | πᾶν δὲ καὶ πρᾶξαι καὶ παθεῖν ὑπέστησαν διὰ τὴν ἐπιγενομένην ὀργὴν ἐκ τῶν προειρημένων καιρῶν. | |
Hist.3.7.3 | πρόφασιν δ’ ἡγητέον τὴν τῶν Ἑλλήνων ἐλευ‐ θέρωσιν, ἣν ἐκεῖνοι περιπορευόμενοι μετ’ Ἀντι‐ όχου τὰς πόλεις ἀλόγως καὶ ψευδῶς κατήγγελλον, ἀρχὴν δὲ τοῦ πολέμου τὸν Ἀντιόχου κατάπλουν | |
5 | εἰς Δημητριάδα. | |
Hist.3.7.4 | Ἐγὼ δὲ τὴν ἐπὶ πλεῖον διαστολὴν πεποίημαι περὶ τούτων οὐχ ἕνεκα τῆς τῶν συγγραφέων ἐπιτιμή‐ σεως, χάριν δὲ τῆς τῶν φιλομαθούντων ἐπανορ‐ | |
Hist.3.7.5 | θώσεως. τί γὰρ ὄφελος ἰατροῦ κάμνουσιν ἀγνοοῦν‐ τος τὰς αἰτίας τῶν περὶ τὰ σώματα διαθέσεων; τί δ’ ἀνδρὸς πραγματικοῦ μὴ δυναμένου συλλογίζεσθαι πῶς καὶ διὰ τί καὶ πόθεν ἕκαστα τῶν πραγμάτων | |
Hist.3.7.6 | τὰς ἀφορμὰς εἴληφεν; οὔτε γὰρ ἐκεῖνον εἰκὸς οὐδέ‐ ποτε δεόντως συστήσασθαι τὰς τῶν σωμάτων θερα‐ πείας, οὔτε τὸν πραγματικὸν οὐδὲν οἷόν τε κατὰ τρόπον χειρίσαι τῶν προσπιπτόντων ἄνευ τῆς τῶν | |
Hist.3.7.7 | προειρημένων ἐπιγνώσεως. διόπερ οὐδὲν οὕτω φυ‐ λακτέον καὶ ζητητέον ὡς τὰς αἰτίας ἑκάστου τῶν συμβαινόντων, ἐπειδὴ φύεται μὲν ἐκ τῶν τυχόν‐ των πολλάκις τὰ μέγιστα τῶν πραγμάτων, ἰᾶσθαι | |
5 | δὲ ῥᾷστόν ἐστιν παντὸς τὰς πρώτας ἐπιβολὰς καὶ διαλήψεις. | |
Hist.3.8.1 | Φάβιος δέ φησιν ὁ Ῥωμαϊκὸς συγγραφεὺς ἅμα τῷ κατὰ Ζακανθαίους ἀδικήματι καὶ τὴν Ἀσδρού‐ βου πλεονεξίαν καὶ φιλαρχίαν αἰτίαν γίνεσθαι τοῦ | |
Hist.3.8.2 | κατ’ Ἀννίβαν πολέμου. ἐκεῖνον γὰρ μεγάλην ἀνει‐ ληφότα τὴν δυναστείαν ἐν τοῖς κατ’ Ἰβηρίαν τό‐ ποις, μετὰ ταῦτα παραγενόμενον ἐπὶ Λιβύην ἐπι‐ βαλέσθαι καταλύσαντα τοὺς νόμους εἰς μοναρχίαν | |
Hist.3.8.3 | περιστῆσαι τὸ πολίτευμα τῶν Καρχηδονίων· τοὺς δὲ πρώτους ἄνδρας ἐπὶ τοῦ πολιτεύματος προϊδο‐ μένους αὐτοῦ τὴν ἐπιβολὴν συμφρονῆσαι καὶ δια‐ | |
Hist.3.8.4 | στῆναι πρὸς αὐτόν· τὸν δ’ Ἀσδρούβαν ὑπιδόμενον, ἀναχωρήσαντ’ ἐκ τῆς Λιβύης τὸ λοιπὸν ἤδη τὰ κατὰ τὴν Ἰβηρίαν χειρίζειν κατὰ τὴν αὑτοῦ προαίρεσιν, | |
Hist.3.8.5 | οὐ προσέχοντα τῷ συνεδρίῳ τῶν Καρχηδονίων. Ἀν‐ νίβαν δὲ κοινωνὸν καὶ ζηλωτὴν ἐκ μειρακίου γεγο‐ νότα τῆς ἐκείνου προαιρέσεως καὶ τότε διαδεξάμε‐ νον τὰ κατὰ τὴν Ἰβηρίαν τὴν αὐτὴν ἀγωγὴν Ἀσ‐ | |
Hist.3.8.6 | δρούβᾳ ποιεῖσθαι τῶν πραγμάτων. διὸ καὶ νῦν τὸν πόλεμον τοῦτον ἐξενηνοχέναι κατὰ τὴν αὑτοῦ προ‐ αίρεσιν Ῥωμαίοις παρὰ τὴν Καρχηδονίων γνώμην. | |
Hist.3.8.7 | οὐδένα γὰρ εὐδοκεῖν τῶν ἀξιολόγων ἀνδρῶν ἐν Καρ‐ χηδόνι τοῖς ὑπ’ Ἀννίβου περὶ τὴν Ζακανθαίων πό‐ | |
Hist.3.8.8 | λιν πραχθεῖσιν. ταῦτα δ’ εἰπών φησιν μετὰ τὴν τῆς προειρημένης πόλεως ἅλωσιν παραγενέσθαι τοὺς Ῥωμαίους, οἰομένους δεῖν ἢ τὸν Ἀννίβαν ἐκδιδόναι σφίσι τοὺς Καρχηδονίους ἢ τὸν πόλεμον ἀναλαμ‐ | |
Hist.3.8.9 | βάνειν. εἰ δέ τις ἔροιτο τὸν συγγραφέα ποῖος ἦν καιρὸς οἰκειότερος τοῖς Καρχηδονίοις ἢ ποῖον πρᾶγμα τούτου δικαιότερον ἢ συμφορώτερον, ἐπείπερ ἐξ ἀρ‐ χῆς δυσηρεστοῦντο, καθάπερ οὗτός φησιν, τοῖς ὑπ’ | |
Hist.3.8.10 | Ἀννίβου πραττομένοις, τοῦ πεισθέντας τότε τοῖς ὑπὸ Ῥωμαίων παρακαλουμένοις ἐκδοῦναι μὲν τὸν αἴτιον τῶν ἀδικημάτων, ἐπανελέσθαι δ’ εὐλόγως δι’ ἑτέρων τὸν κοινὸν ἐχθρὸν τῆς πόλεως, περιποιήσα‐ | |
5 | σθαι δὲ τῇ χώρᾳ τὴν ἀσφάλειαν, ἀποτριψαμένους τὸν ἐπιφερόμενον πόλεμον, δόγματι μόνον τὴν ἐκ‐ δίκησιν ποιησαμένους, τί ἂν εἰπεῖν ἔχοι πρὸς αὐτά; | |
Hist.3.8.11 | δῆλον γὰρ ὡς οὐδέν. οἵ γε τοσοῦτον ἀπέσχον τοῦ πρᾶξαί τι τῶν προειρημένων ὡς ἑπτακαίδεκ’ ἔτη συνεχῶς πολεμήσαντες κατὰ τὴν Ἀννίβου προαίρε‐ σιν οὐ πρότερον κατελύσαντο τὸν πόλεμον, ἕως οὗ | |
5 | πάσας ἐξελέγξαντες τὰς ἐλπίδας τελευταῖον εἰς τὸν περὶ τῆς πατρίδος καὶ τῶν ἐν αὐτῇ σωμάτων παρ‐ εγένοντο κίνδυνον. | |
Hist.3.9.1 | Τίνος δὴ χάριν ἐμνήσθην Φαβίου καὶ τῶν ὑπ’ | |
Hist.3.9.2 | ἐκείνου γεγραμμένων; οὐχ ἕνεκα τῆς πιθανότητος τῶν εἰρημένων, ἀγωνιῶν μὴ πιστευθῇ παρά τισιν— ἡ μὲν γὰρ [παρὰ] τούτων ἀλογία καὶ χωρὶς τῆς ἐμῆς ἐξηγήσεως αὐτὴ δι’ αὑτῆς δύναται θεωρεῖσθαι παρὰ | |
Hist.3.9.3 | τοῖς ἐντυγχάνουσιν—ἀλλὰ τῆς τῶν ἀναλαμβανόντων τὰς ἐκείνου βύβλους ὑπομνήσεως, ἵνα μὴ πρὸς τὴν | |
Hist.3.9.4 | ἐπιγραφὴν ἀλλὰ πρὸς τὰ πράγματα βλέπωσιν. ἔνιοι γὰρ οὐκ ἐπὶ τὰ λεγόμενα συνεπιστήσαντες ἀλλ’ ἐπ’ αὐτὸν τὸν λέγοντα καὶ λαβόντες ἐν νῷ διότι κατὰ τοὺς καιροὺς ὁ γράφων γέγονε καὶ τοῦ συνεδρίου | |
5 | μετεῖχε τῶν Ῥωμαίων, πᾶν εὐθέως ἡγοῦνται τὸ λε‐ | |
Hist.3.9.5 | γόμενον ὑπὸ τούτου πιστόν. ἐγὼ δὲ φημὶ μὲν δεῖν οὐκ ἐν μικρῷ προσλαμβάνεσθαι τὴν τοῦ συγγρα‐ φέως πίστιν, οὐκ αὐτοτελῆ δὲ κρίνειν, τὸ δὲ πλεῖον ἐξ αὐτῶν τῶν πραγμάτων ποιεῖσθαι τοὺς ἀναγι‐ | |
5 | νώσκοντας τὰς δοκιμασίας. | |
Hist.3.9.6 | Οὐ μὴν ἀλλὰ καὶ τοῦ γε Ῥωμαίων καὶ Καρχηδο‐ νίων πολέμου—τὴν γὰρ παρέκβασιν ἐντεῦθεν ἐποιη‐ σάμεθα—νομιστέον πρῶτον μὲν αἴτιον γεγονέναι τὸν Ἀμίλκου θυμὸν τοῦ Βάρκα μὲν ἐπικαλουμένου, πατρὸς | |
Hist.3.9.7 | δὲ κατὰ φύσιν Ἀννίβου γεγονότος. ἐκεῖνος γὰρ οὐχ ἡττηθεὶς τῷ περὶ Σικελίας πολέμῳ τῇ ψυχῇ τῷ δοκεῖν αὐτὸς μὲν ἀκέραια διατετηρηκέναι τὰ περὶ τὸν Ἔρυκα στρατόπεδα ταῖς ὁρμαῖς ἐφ’ ὧν αὐτὸς | |
5 | ἦν, διὰ δὲ τὴν ἐν τῇ ναυμαχίᾳ τῶν Καρχηδονίων ἧτταν τοῖς καιροῖς εἴκων πεποιῆσθαι τὰς συνθήκας, ἔμενεν ἐπὶ τῆς ὀργῆς, τηρῶν ἀεὶ πρὸς ἐπίθεσιν. | |
Hist.3.9.8 | εἰ μὲν οὖν μὴ τὸ περὶ τοὺς ξένους ἐγένετο κίνημα τοῖς Καρχηδονίοις, εὐθέως ἂν ἄλλην ἀρχὴν ἐποιεῖτο | |
Hist.3.9.9 | καὶ παρασκευὴν πραγμάτων, ὅσον ἐπ’ ἐκείνῳ. προ‐ | |
καταληφθεὶς δὲ ταῖς ἐμφυλίοις ταραχαῖς ἐν τούτοις | ||
Hist.3.10.1 | καὶ περὶ ταύτας διέτριβε τὰς πράξεις. Ῥωμαίων δὲ μετὰ τὸ καταλύσασθαι Καρχηδονίους τὴν προειρη‐ μένην ταραχὴν ἀπαγγειλάντων αὐτοῖς πόλεμον, τὸ μὲν πρῶτον εἰς πᾶν συγκατέβαινον, ὑπολαμβάνοντες | |
5 | αὑτοὺς νικήσειν τοῖς δικαίοις, καθάπερ ἐν ταῖς πρὸ | |
Hist.3.10.2 | ταύτης βύβλοις περὶ τούτων δεδηλώκαμεν, ὧν χωρὶς οὐχ οἷόν τ’ ἦν συμπεριενεχθῆναι δεόντως οὔτε τοῖς νῦν λεγομένοις οὔτε τοῖς μετὰ ταῦτα ῥηθησομένοις | |
Hist.3.10.3 | ὑφ’ ἡμῶν. πλὴν οὐκ ἐντρεπομένων τῶν Ῥωμαίων, εἴξαντες τῇ περιστάσει καὶ βαρυνόμενοι μέν, οὐκ ἔχοντες δὲ ποιεῖν οὐδὲν ἐξεχώρησαν Σαρδόνος, συν‐ εχώρησαν δ’ εἰσοίσειν ἄλλα χίλια καὶ διακόσια τά‐ | |
5 | λαντα πρὸς τοῖς πρότερον ἐφ’ ᾧ μὴ τὸν πόλεμον | |
Hist.3.10.4 | ἐκείνοις ἀναδέξασθαι τοῖς καιροῖς. διὸ καὶ δευτέ‐ ραν, μεγίστην δὲ ταύτην θετέον αἰτίαν τοῦ μετὰ | |
Hist.3.10.5 | ταῦτα συστάντος πολέμου. Ἀμίλκας γὰρ προσ‐ λαβὼν τοῖς ἰδίοις θυμοῖς τὴν ἐπὶ τούτοις ὀργὴν τῶν πολιτῶν, ὡς θᾶττον τοὺς ἀποστάντας τῶν μισθο‐ φόρων καταπολεμήσας ἐβεβαίωσε τῇ πατρίδι τὴν | |
5 | ἀσφάλειαν, εὐθέως ἐποιεῖτο τὴν ὁρμὴν ἐπὶ τὰ κατὰ τὴν Ἰβηρίαν πράγματα, σπουδάζων ταύτῃ χρήσα‐ σθαι παρασκευῇ πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον. | |
Hist.3.10.6 | ἣν δὴ καὶ τρίτην αἰτίαν νομιστέον, λέγω δὲ τὴν εὔροιαν τῶν κατ’ Ἰβηρίαν πραγμάτων Καρχηδονί‐ οις. ταύταις γὰρ ταῖς χερσὶ πιστεύσαντες εὐθαρ‐ σῶς ἐνέβησαν εἰς τὸν προειρημένον πόλεμον. | |
Hist.3.10.7 | Ὅτι δ’ Ἀμίλκας πλεῖστα μὲν συνεβάλετο πρὸς τὴν σύστασιν τοῦ δευτέρου πολέμου, καίπερ τετε‐ λευτηκὼς ἔτεσι δέκα πρότερον τῆς καταρχῆς αὐτοῦ, πολλὰ μὲν ἂν εὕροι τις εἰς τοῦτο· σχεδὸν δὲ πρὸς | |
Hist.3.11.1 | πίστιν ἀρκοῦν ἔσται τὸ λέγεσθαι μέλλον. καθ’ οὓς γὰρ καιροὺς καταπολεμηθεὶς Ἀννίβας ὑπὸ Ῥωμαίων τέλος ἐκ τῆς πατρίδος ἐξεχώρησε καὶ παρ’ Ἀντιόχῳ διέτριβε, τότε Ῥωμαῖοι συνθεωροῦντες ἤδη τὴν | |
5 | Αἰτωλῶν ἐπιβολὴν ἐξαπέστειλαν πρεσβευτὰς πρὸς Ἀντίοχον, βουλόμενοι μὴ λανθάνειν σφᾶς τὴν τοῦ | |
Hist.3.11.2 | βασιλέως προαίρεσιν. οἱ δὲ πρέσβεις ὁρῶντες τὸν Ἀντίοχον προσέχοντα τοῖς Αἰτωλοῖς καὶ πρόθυμον ὄντα πολεμεῖν Ῥωμαίοις, ἐθεράπευον τὸν Ἀννίβαν, σπουδάζοντες εἰς ὑποψίαν ἐμβαλεῖν πρὸς τὸν Ἀν‐ | |
Hist.3.11.3 | τίοχον. ὃ καὶ συνέβη γενέσθαι. προβαίνοντος γὰρ τοῦ χρόνου, καὶ τοῦ βασιλέως ὑπόπτως ἔχοντος ἀεὶ καὶ μᾶλλον πρὸς τὸν Ἀννίβαν, ἐγένετό τις καιρὸς ὡς ἐπὶ λόγον ἀχθῆναι τὴν ὑποικουρουμένην ἀτο‐ | |
Hist.3.11.4 | πίαν ἐν αὐτοῖς. ἐν ᾧ καὶ πλείους ἀπολογισμοὺς ποιησάμενος Ἀννίβας τέλος ἐπὶ τὸ τοιοῦτο κατήν‐ | |
Hist.3.11.5 | τησε, δυσχρηστούμενος τοῖς λόγοις. ἔφη γάρ, καθ’ ὃν καιρὸν ὁ πατὴρ αὐτοῦ τὴν εἰς Ἰβηρίαν ἔξοδον μέλλοι στρατεύεσθαι μετὰ τῶν δυνάμεων, ἔτη μὲν ἔχειν ἐννέα, θύοντος δ’ αὐτοῦ τῷ Διὶ παρεστάναι | |
Hist.3.11.6 | παρὰ τὸν βωμόν. ἐπεὶ δὲ καλλιερήσας κατασπείσαι τοῖς θεοῖς καὶ ποιήσαι τὰ νομιζόμενα, τοὺς μὲν ἄλλους τοὺς περὶ τὴν θυσίαν ἀποστῆναι κελεῦσαι μικρόν, αὐτὸν δὲ προσκαλεσάμενον ἐρέσθαι φιλο‐ | |
5 | φρόνως εἰ βούλεται συνεξορμᾶν ἐπὶ τὴν στρατείαν. | |
Hist.3.11.7 | ἀσμένως δὲ κατανεύσαντος αὐτοῦ καί τι καὶ προσ‐ αξιώσαντος παιδικῶς, λαβόμενον τῆς δεξιᾶς προσ‐ αγαγεῖν αὐτὸν πρὸς τὸν βωμὸν καὶ κελεύειν ἁψά‐ μενον τῶν ἱερῶν ὀμνύναι μηδέποτε Ῥωμαίοις εὐ‐ | |
Hist.3.11.8 | νοήσειν. ταῦτ’ οὖν εἰδότα σαφῶς ἠξίου τὸν Ἀν‐ τίοχον, ἕως μὲν ἄν τι δυσχερὲς βουλεύηται κατὰ | |
Ῥωμαίων, θαρρεῖν καὶ πιστεύειν, αὐτὸν συνεργὸν | ||
Hist.3.11.9 | ἕξειν νομίζοντ’ ἀληθινώτατον. ἐπὰν δὲ διαλύσεις ἢ φιλίαν συντίθηται πρὸς αὐτούς, τότε μὴ προσ‐ δεῖσθαι διαβολῆς, ἀλλ’ ἀπιστεῖν καὶ φυλάττεσθαι· | |
Hist.3.12.1 | πᾶν γάρ τι πρᾶξαι κατ’ αὐτῶν ὃ δυνατὸς εἴη. ὁ μὲν οὖν Ἀντίοχος ἀκούσας καὶ δόξας αὐτοπαθῶς ἅμα δ’ ἀληθινῶς εἰρῆσθαι, πάσης τῆς προϋπαρχού‐ | |
Hist.3.12.2 | σης ὑποψίας ἀπέστη. τῆς μέντοι γε δυσμενείας τῆς Ἀμίλκου καὶ τῆς ὅλης προθέσεως ὁμολογούμενον θετέον εἶναι τοῦτο μαρτύριον, ὡς καὶ δι’ αὐτῶν | |
Hist.3.12.3 | φανερὸν ἐγένετο τῶν πραγμάτων. τοιούτους γὰρ ἐχθροὺς παρεσκεύασε Ῥωμαίοις Ἀσδρούβαν τε τὸν τῆς θυγατρὸς ἄνδρα καὶ τὸν αὑτοῦ κατὰ φύσιν υἱὸν Ἀννίβαν ὥστε μὴ καταλιπεῖν ὑπερβολὴν δυσμενείας. | |
Hist.3.12.4 | Ἀσδρούβας μὲν οὖν προαποθανὼν οὐ πᾶσιν ἔκδη‐ λον ἐποίησε τὴν αὑτοῦ πρόθεσιν· Ἀννίβᾳ δὲ παρέ‐ δωκαν οἱ καιροὶ καὶ λίαν ἐναποδείξασθαι τὴν πα‐ | |
Hist.3.12.5 | τρῴαν ἔχθραν εἰς Ῥωμαίους. διὸ καὶ τοὺς ἐπὶ πραγμάτων ταττομένους χρὴ τῶν τοιούτων οὐδενὸς μᾶλλον φροντίζειν ὡς τοῦ μὴ λανθάνειν τὰς προ‐ αιρέσεις τῶν διαλυομένων τὰς ἔχθρας ἢ συντιθε‐ | |
5 | μένων τὰς φιλίας, πότε τοῖς καιροῖς εἴκοντες καὶ πότε ταῖς ψυχαῖς ἡττώμενοι ποιοῦνται τὰς συνθή‐ | |
Hist.3.12.6 | κας, ἵνα τοὺς μὲν ἐφέδρους νομίζοντες εἶναι τῶν καιρῶν ἀεὶ φυλάττωνται, τοῖς δὲ πιστεύοντες ὡς ὑπηκόοις ἢ φίλοις ἀληθινοῖς πᾶν τὸ παραπῖπτον ἐξ ἑτοίμου παραγγέλλωσιν. | |
Hist.3.12.7 | Αἰτίας μὲν (οὖν) τοῦ κατ’ Ἀννίβαν πολέμου τὰς προειρημένας ἡγητέον, ἀρχὰς δὲ τὰς μελλούσας λέ‐ | |
Hist.3.13.1 | γεσθαι. Καρχηδόνιοι γὰρ βαρέως μὲν ἔφερον καὶ τὴν ὑπὲρ Σικελίας ἧτταν, συνεπέτεινε δ’ αὐτῶν | |
τὴν ὀργήν, καθάπερ ἐπάνω προεῖπον, τὰ κατὰ Σαρ‐ δόνα καὶ τὸ τῶν τελευταῖον συντεθέντων χρημάτων | ||
Hist.3.13.2 | πλῆθος. διόπερ ἅμα τῷ τὰ πλεῖστα κατ’ Ἰβηρίαν ὑφ’ αὑτοὺς ποιήσασθαι πρὸς πᾶν ἑτοίμως διέκειντο | |
Hist.3.13.3 | τὸ κατὰ Ῥωμαίων ὑποδεικνύμενον. προσπεσούσης οὖν τῆς Ἀσδρούβου τελευτῆς, ᾧ μετὰ τὸν Ἀμίλκου θάνατον ἐνεχείρισαν τὰ κατὰ τὴν Ἰβηρίαν, τὸ μὲν | |
Hist.3.13.4 | πρῶτον ἐκαραδόκουν τὰς τῶν δυνάμεων ὁρμάς· ἀφ‐ ικομένης δὲ τῆς ἀγγελίας ἐκ τῶν στρατοπέδων ὅτι συμβαίνει τὰς δυνάμεις ὁμοθυμαδὸν ᾑρῆσθαι στρα‐ τηγὸν Ἀννίβαν, παραυτίκα συναθροίσαντες τὸν δῆ‐ | |
5 | μον μιᾷ γνώμῃ κυρίαν ἐποίησαν τὴν τῶν στρατο‐ | |
Hist.3.13.5 | πέδων αἵρεσιν. Ἀννίβας δὲ παραλαβὼν τὴν ἀρχὴν εὐθέως ὥρμησεν ὡς καταστρεψόμενος τὸ τῶν Ὀλκά‐ δων ἔθνος· ἀφικόμενος δὲ πρὸς Ἀλθαίαν τὴν βα‐ | |
Hist.3.13.6 | ρυτάτην αὐτῶν πόλιν κατεστρατοπέδευσεν. μετὰ δὲ ταῦτα χρησάμενος ἐνεργοῖς ἅμα καὶ καταπληκτικαῖς προσβολαῖς ταχέως ἐκράτησε τῆς πόλεως. οὗ συμ‐ βάντος οἱ λοιποὶ γενόμενοι καταπλαγεῖς ἐνέδωκαν | |
Hist.3.13.7 | αὑτοὺς τοῖς Καρχηδονίοις. ἀργυρολογήσας δὲ τὰς πόλεις καὶ κυριεύσας πολλῶν χρημάτων ἧκε παρα‐ | |
Hist.3.13.8 | χειμάσων εἰς Καινὴν πόλιν. μεγαλοψύχως δὲ χρη‐ σάμενος τοῖς ὑποταττομένοις καὶ τὰ μὲν δοὺς τῶν ὀψωνίων τοῖς συστρατευομένοις τὰ δ’ ὑπισχνού‐ μενος πολλὴν εὔνοιαν καὶ μεγάλας ἐλπίδας ἐνειρ‐ | |
Hist.3.14.1 | γάσατο ταῖς δυνάμεσι. τῷ δ’ ἐπιγινομένῳ θέρει πάλιν ὁρμήσας ἐπὶ τοὺς Οὐακκαίους Ἑλμαντικὴν μὲν ἐξ ἐφόδου ποιησάμενος προσβολὰς κατέσχεν, Ἀρβουκάλην δὲ διὰ τὸ μέγεθος τῆς πόλεως καὶ τὸ | |
5 | πλῆθος, ἔτι δὲ τὴν γενναιότητα τῶν οἰκητόρων μετὰ πολλῆς ταλαιπωρίας πολιορκήσας κατὰ κράτος | |
Hist.3.14.2 | εἷλε. μετὰ δὲ ταῦτα παραδόξως εἰς τοὺς μεγίστους ἦλθε κινδύνους ἐπανάγων, συνδραμόντων ἐπ’ αὐτὸν τῶν Καρπησίων, ὃ σχεδὸν ἰσχυρότατόν ἐστιν ἔθνος | |
Hist.3.14.3 | τῶν κατ’ ἐκείνους τοὺς τόπους, ὁμοίως δὲ καὶ τῶν ἀστυγειτόνων ἁθροισθέντων ἅμα τούτοις, οὓς ἠρέ‐ θισαν μάλιστα μὲν οἱ τῶν Ὀλκάδων φυγάδες, συν‐ εξέκαυσαν δὲ καὶ τῶν ἐκ τῆς Ἑλμαντικῆς οἱ διασω‐ | |
Hist.3.14.4 | θέντες. πρὸς οὓς εἰ μὲν ἐκ παρατάξεως ἠναγκά‐ σθησαν οἱ Καρχηδόνιοι διακινδυνεύειν, ὁμολογου‐ | |
Hist.3.14.5 | μένως ἂν ἡττήθησαν. νῦν δὲ πραγματικῶς καὶ νουνεχῶς ἐξ ὑποστροφῆς ἀναχωρήσαντος Ἀννίβου καὶ πρόβλημα ποιησαμένου τὸν Τάγον καλούμενον ποταμὸν καὶ περὶ τὴν τοῦ ποταμοῦ διάβασιν συ‐ | |
5 | στησαμένου τὸν κίνδυνον, ἅμα δὲ συγχρησαμένου συναγωνιστῇ τῷ ποταμῷ καὶ τοῖς θηρίοις οἷς εἶχε περὶ τετταράκοντα τὸν ἀριθμόν, συνέβη τὰ ὅλα | |
Hist.3.14.6 | παραδόξως καὶ κατὰ λόγον αὐτῷ χωρῆσαι. τῶν γὰρ βαρβάρων ἐπιβαλομένων κατὰ πλείους τόπους βιά‐ ζεσθαι καὶ περαιοῦσθαι τὸν ποταμόν, τὸ μὲν πλεῖ‐ στον αὐτῶν μέρος διεφθάρη περὶ τὰς ἐκβάσεις, πα‐ | |
5 | ραπορευομένων τῶν θηρίων παρὰ τὸ χεῖλος καὶ | |
Hist.3.14.7 | τοὺς ἐκβαίνοντας ἀεὶ προκαταλαμβανόντων· πολλοὶ δὲ κατ’ αὐτὸν τὸν ποταμὸν ὑπὸ τῶν ἱππέων ἀπώ‐ λοντο διὰ τὸ κρατεῖν μὲν μᾶλλον τοῦ ῥεύματος τοὺς ἵππους, ἐξ ὑπερδεξίου δὲ ποιεῖσθαι τὴν μάχην | |
Hist.3.14.8 | τοὺς ἱππέας πρὸς τοὺς πεζούς. τέλος δὲ τοὔμπαλιν ἐπιδιαβάντες οἱ περὶ τὸν Ἀννίβαν ἐπὶ τοὺς βαρβά‐ ρους ἐτρέψαντο πλείους ἢ δέκα μυριάδας ἀνθρώ‐ | |
Hist.3.14.9 | πων. ὧν ἡττηθέντων οὐδεὶς ἔτι τῶν ἐντὸς Ἴβηρος ποταμοῦ ῥᾳδίως πρὸς αὐτοὺς ἀντοφθαλμεῖν ἐτόλμα | |
Hist.3.14.10 | πλὴν Ζακανθαίων. ταύτης δὲ τῆς πόλεως ἐπειρᾶτο | |
κατὰ δύναμιν ἀπέχεσθαι, βουλόμενος μηδεμίαν ἀφορμὴν ὁμολογουμένην δοῦναι τοῦ πολέμου Ῥω‐ μαίοις, ἕως τἄλλα πάντα βεβαίως ὑφ’ αὑτὸν ποιή‐ | ||
5 | σαιτο κατὰ τὰς Ἀμίλκου τοῦ πατρὸς ὑποθήκας καὶ παραινέσεις. | |
Hist.3.15.1 | Οἱ δὲ Ζακανθαῖοι συνεχῶς ἔπεμπον εἰς τὴν Ῥώμην, ἅμα μὲν ἀγωνιῶντες περὶ σφῶν καὶ προ‐ ορώμενοι τὸ μέλλον, ἅμα δὲ βουλόμενοι μὴ λαν‐ θάνειν Ῥωμαίους τὴν γινομένην εὔροιαν Καρχηδο‐ | |
Hist.3.15.2 | νίοις τῶν κατ’ Ἰβηρίαν πραγμάτων. Ῥωμαῖοι δὲ πλεονάκις αὐτῶν παρακηκοότες τότε πρεσβευτὰς ἐξαπέστειλαν τοὺς ἐπισκεψομένους ὑπὲρ τῶν προσ‐ | |
Hist.3.15.3 | πιπτόντων. Ἀννίβας δὲ κατὰ τοὺς αὐτοὺς και‐ ροὺς πεποιημένος ὑφ’ αὑτὸν οὓς προέθετο παρῆν αὖθις μετὰ τῶν δυνάμεων παραχειμάσων εἰς Και‐ νὴν πόλιν, ἥτις ὡσανεὶ πρόσχημα καὶ βασίλειον | |
5 | ἦν Καρχηδονίων ἐν τοῖς κατὰ τὴν Ἰβηρίαν τόποις. | |
Hist.3.15.4 | καταλαβὼν δὲ τὴν παρὰ τῶν Ῥωμαίων πρεσβείαν καὶ δοὺς αὑτὸν εἰς ἔντευξιν διήκουε περὶ τῶν ἐν‐ | |
Hist.3.15.5 | εστώτων. Ῥωμαῖοι μὲν οὖν διεμαρτύροντο Ζακαν‐ θαίων ἀπέχεσθαι—κεῖσθαι γὰρ αὐτοὺς ἐν τῇ σφε‐ τέρᾳ πίστει—καὶ τὸν Ἴβηρα ποταμὸν μὴ διαβαίνειν | |
Hist.3.15.6 | κατὰ τὰς ἐπ’ Ἀσδρούβου γενομένας ὁμολογίας. ὁ δ’ Ἀννίβας, ἅτε νέος μὲν ὤν, πλήρης δὲ πολεμικῆς ὁρμῆς, ἐπιτυχὴς δ’ ἐν ταῖς ἐπιβολαῖς, πάλαι δὲ παρ‐ | |
Hist.3.15.7 | ωρμημένος πρὸς τὴν κατὰ Ῥωμαίων ἔχθραν, πρὸς μὲν ἐκείνους, ὡς κηδόμενος Ζακανθαίων, ἐνεκάλει Ῥωμαίοις διότι μικροῖς ἔμπροσθεν χρόνοις, στασια‐ ζόντων αὐτῶν, λαβόντες τὴν ἐπιτροπὴν [εἰς τὸ δια‐ | |
5 | λῦσαι] ἀδίκως ἐπανέλοιντό τινας τῶν προεστώτων· οὓς οὐ περιόψεσθαι παρεσπονδημένους· πάτριον γὰρ | |
εἶναι Καρχηδονίοις τὸ μηδένα τῶν ἀδικουμένων | ||
Hist.3.15.8 | περιορᾶν· πρὸς δὲ Καρχηδονίους διεπέμπετο, πυν‐ θανόμενος τί δεῖ ποιεῖν, ὅτι Ζακανθαῖοι πιστεύον‐ τες τῇ Ῥωμαίων συμμαχίᾳ τινὰς τῶν ὑφ’ αὑτοὺς | |
Hist.3.15.9 | ταττομένων ἀδικοῦσι. καθόλου δ’ ἦν πλήρης ἀλο‐ γίας καὶ θυμοῦ βιαίου· διὸ καὶ ταῖς μὲν ἀληθιναῖς αἰτίαις οὐκ ἐχρῆτο, κατέφευγε δ’ εἰς προφάσεις ἀλό‐ γους· ἅπερ εἰώθασι ποιεῖν οἱ διὰ τὰς προεγκαθη‐ | |
5 | μένας αὐτοῖς ὁρμὰς ὀλιγωροῦντες τοῦ καθήκοντος. | |
Hist.3.15.10 | πόσῳ γὰρ ἦν ἄμεινον οἴεσθαι δεῖν Ῥωμαίους ἀπο‐ δοῦναι σφίσι Σαρδόνα καὶ τοὺς ἐπιταχθέντας ἅμα ταύτῃ φόρους, οὓς τοῖς καιροῖς συνεπιθέμενοι πρό‐ τερον ἀδίκως παρ’ αὐτῶν ἔλαβον· εἰ δὲ μή, φάναι | |
Hist.3.15.11 | πολεμήσειν; νῦν δὲ τὴν μὲν οὖσαν αἰτίαν ἀληθινὴν παρασιωπῶν, τὴν δ’ οὐχ ὑπάρχουσαν περὶ Ζακαν‐ θαίων πλάττων, οὐ μόνον ἀλόγως, ἔτι δὲ μᾶλλον | |
Hist.3.15.12 | ἀδίκως κατάρχειν ἐδόκει τοῦ πολέμου. οἱ δὲ τῶν Ῥωμαίων πρέσβεις, ὅτι μὲν εἴη πολεμητέον σαφῶς εἰδότες, ἀπέπλευσαν εἰς Καρχηδόνα, τὰ παραπλήσια | |
Hist.3.15.13 | θέλοντες ἐπιμαρτύρασθαι κἀκείνους· οὐ μὴν ἐν Ἰτα‐ λίᾳ γε πολεμήσειν ἤλπισαν, ἀλλ’ ἐν Ἰβηρίᾳ, χρή‐ σεσθαι δὲ πρὸς τὸν πόλεμον ὁρμητηρίῳ τῇ Ζακαν‐ θαίων πόλει. | |
Hist.3.16.1 | Διὸ καὶ πρὸς ταύτην ἁρμοζόμενοι τὴν ὑπόθεσιν ἡ σύγκλητος ἔκρινεν ἀσφαλίσασθαι τὰ κατὰ τὴν Ἰλλυρίδα πράγματα, προορωμένη διότι μέγας ἔσται καὶ πολυχρόνιος καὶ μακρὰν ἀπὸ τῆς οἰκείας ὁ πό‐ | |
Hist.3.16.2 | λεμος. συνέβαινε γὰρ κατ’ ἐκείνους τοὺς καιροὺς Δημήτριον τὸν Φάριον, ἐπιλελησμένον μὲν τῶν προγεγονότων εἰς αὐτὸν εὐεργετημάτων ὑπὸ Ῥω‐ μαίων, καταπεφρονηκότα δὲ πρότερον μὲν διὰ τὸν | |
5 | ἀπὸ Γαλατῶν τότε δὲ διὰ τὸν ἀπὸ Καρχηδονίων | |
Hist.3.16.3 | φόβον περιεστῶτα Ῥωμαίους, πάσας δ’ ἔχοντα τὰς ἐλπίδας ἐν τῇ Μακεδόνων οἰκίᾳ διὰ τὸ συμπεπο‐ λεμηκέναι καὶ μετεσχηκέναι τῶν πρὸς Κλεομένη κιν‐ δύνων Ἀντιγόνῳ, πορθεῖν μὲν καὶ καταστρέφεσθαι | |
5 | τὰς κατὰ τὴν Ἰλλυρίδα πόλεις τὰς ὑπὸ Ῥωμαίους ταττομένας, πεπλευκέναι δ’ ἔξω τοῦ Λίσσου παρὰ τὰς συνθήκας πεντήκοντα λέμβοις καὶ πεπορθηκέ‐ | |
Hist.3.16.4 | ναι πολλὰς τῶν Κυκλάδων νήσων. εἰς ἃ βλέπον‐ τες Ῥωμαῖοι καὶ θεωροῦντες ἀνθοῦσαν τὴν Μακε‐ δόνων οἰκίαν ἔσπευδον ἀσφαλίσασθαι τὰ πρὸς ἕω τῆς Ἰταλίας πεπεισμένοι καταταχήσειν διορθωσά‐ | |
5 | μενοι μὲν τὴν Ἰλλυριῶν ἄγνοιαν, ἐπιτιμήσαντες δὲ καὶ κολάσαντες τὴν ἀχαριστίαν καὶ προπέτειαν τὴν | |
Hist.3.16.5 | Δημητρίου. διεψεύσθησαν δὲ τοῖς λογισμοῖς· κατετάχησε γὰρ αὐτοὺς Ἀννίβας, ἐξελὼν τὴν Ζακαν‐ | |
Hist.3.16.6 | θαίων πόλιν. καὶ παρὰ τοῦτο συνέβη τὸν πόλεμον οὐκ ἐν Ἰβηρίᾳ, πρὸς αὐτῇ δὲ τῇ Ῥώμῃ καὶ κατὰ πᾶσαν γενέσθαι τὴν Ἰταλίαν. | |
Hist.3.16.7 | Οὐ μὴν ἀλλὰ τούτοις χρησάμενοι τοῖς διαλογι‐ σμοῖς Ῥωμαῖοι μὲν ὑπὸ τὴν ὡραίαν Λεύκιον τὸν Αἰμίλιον ἐξαπέστειλαν μετὰ δυνάμεως ἐπὶ τὰς κατὰ τὴν Ἰλλυρίδα πράξεις κατὰ τὸ πρῶτον ἔτος τῆς ἑκα‐ | |
Hist.3.17.1 | τοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος. Ἀννίβας δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἐκ τῆς Καινῆς πό‐ λεως προῆγε, ποιούμενος τὴν πορείαν ἐπὶ τὴν Ζά‐ | |
Hist.3.17.2 | κανθαν. ἡ δὲ πόλις αὕτη κεῖται μὲν ἐπὶ τῷ πρὸς θάλατταν καθήκοντι πρόποδι τῆς ὀρεινῆς τῆς συν‐ απτούσης τὰ πέρατα τῆς Ἰβηρίας καὶ Κελτιβηρίας, | |
Hist.3.17.3 | ἀπέχει δὲ τῆς θαλάττης ὡς ἑπτὰ στάδια. νέμονται δὲ χώραν οἱ κατοικοῦντες αὐτὴν πάμφορον καὶ δια‐ | |
Hist.3.17.4 | φέρουσαν ἀρετῇ πάσης τῆς Ἰβηρίας. ᾗ τότε παρα‐ στρατοπεδεύσας Ἀννίβας ἐνεργὸς ἐγίνετο περὶ τὴν πολιορκίαν, πολλὰ προορώμενος εὔχρηστα πρὸς τὸ | |
Hist.3.17.5 | μέλλον ἐκ τοῦ κατὰ κράτος ἑλεῖν αὐτήν. πρῶτον μὲν γὰρ ὑπέλαβε παρελέσθαι Ῥωμαίων τὴν ἐλπίδα τοῦ συστήσασθαι τὸν πόλεμον ἐν Ἰβηρίᾳ· δεύτερον δὲ καταπληξάμενος ἅπαντας εὐτακτοτέρους μὲν ἐπέ‐ | |
5 | πειστο παρασκευάσειν τοὺς ὑφ’ αὐτὸν ἤδη ταττο‐ μένους, εὐλαβεστέρους δὲ τοὺς ἀκμὴν αὐτοκράτο‐ | |
Hist.3.17.6 | ρας ὄντας τῶν Ἰβήρων, τὸ δὲ μέγιστον, οὐδὲν ἀπο‐ λιπὼν ὄπισθεν πολέμιον ἀσφαλῶς ποιήσεσθαι τὴν | |
Hist.3.17.7 | εἰς τοὔμπροσθεν πορείαν. χωρίς τε τούτων εὐπο‐ ρήσειν μὲν χορηγιῶν αὐτὸς ὑπελάμβανεν πρὸς τὰς ἐπιβολάς, προθυμίαν δ’ ἐνεργάσεσθαι ταῖς δυνάμε‐ σιν ἐκ τῆς ἐσομένης ἑκάστοις ὠφελείας, προκαλέσε‐ | |
5 | σθαι δὲ τὴν εὔνοιαν τῶν ἐν οἴκῳ Καρχηδονίων διὰ | |
Hist.3.17.8 | τῶν ἀποσταλησομένων αὐτοῖς λαφύρων. τοιούτοις δὲ χρώμενος διαλογισμοῖς ἐνεργῶς προσέκειτο τῇ πολιορκίᾳ, τοτὲ μὲν ὑπόδειγμα τῷ πλήθει ποιῶν αὑτὸν καὶ γινόμενος αὐτουργὸς τῆς ἐν τοῖς ἔργοις | |
5 | ταλαιπωρίας, ἔστι δ’ ὅτε παρακαλῶν τὰ πλήθη καὶ | |
Hist.3.17.9 | παραβόλως διδοὺς αὑτὸν εἰς τοὺς κινδύνους. πᾶσαν δὲ κακοπάθειαν καὶ μέριμναν ὑπομείνας τέλος ἐν | |
Hist.3.17.10 | ὀκτὼ μησὶ κατὰ κράτος εἷλε τὴν πόλιν. κύριος δὲ γενόμενος χρημάτων πολλῶν καὶ σωμάτων καὶ κα‐ τασκευῆς τὰ μὲν χρήματ’ εἰς τὰς ἰδίας ἐπιβολὰς παρέθετο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, τὰ δὲ σώ‐ | |
5 | ματα διένειμε κατὰ τὴν ἀξίαν ἑκάστοις τῶν συστρα‐ τευομένων, τὴν δὲ κατασκευὴν παραχρῆμα πᾶσαν | |
Hist.3.17.11 | ἐξέπεμψε τοῖς Καρχηδονίοις. ταῦτα δὲ πράξας οὐ διεψεύσθη τοῖς λογισμοῖς οὐδ’ ἀπέτυχε τῆς ἐξ ἀρχῆς | |
προθέσεως, ἀλλὰ τούς τε στρατιώτας προθυμοτέρους ἐποίησε πρὸς τὸ κινδυνεύειν, τούς τε Καρχηδονίους | ||
5 | ἑτοίμους παρεσκεύασε πρὸς τὸ παραγγελλόμενον, αὐτός τε πολλὰ τῶν χρησίμων μετὰ ταῦτα κατειρ‐ γάσατο διὰ τῆς τῶν χορηγιῶν παραθέσεως. | |
Hist.3.18.1 | Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δημήτριος ἅμα τῷ συνεῖναι τὴν ἐπιβολὴν τῶν Ῥωμαίων παραυτίκα μὲν εἰς τὴν Διμάλην ἀξιόχρεων φρουρὰν εἰσέπεμψε καὶ τὰς ἁρμοζούσας ταύτης χορηγίας, ἐκ δὲ τῶν | |
5 | λοιπῶν πόλεων τοὺς μὲν ἀντιπολιτευομένους ἐπαν‐ είλετο, τοῖς δ’ αὑτοῦ φίλοις ἐνεχείρισε τὰς δυνα‐ | |
Hist.3.18.2 | στείας, αὐτὸς δ’ ἐκ τῶν ὑποτεταγμένων ἐπιλέξας τοὺς ἀνδρωδεστάτους ἑξακισχιλίους συνέστησε τού‐ | |
Hist.3.18.3 | τους εἰς τὴν Φάρον. ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων ἀφικόμενος εἰς τὴν Ἰλλυρίδα μετὰ τῶν δυνάμεων καὶ θεωρῶν τοὺς ὑπεναντίους θαρροῦντας ἐπὶ τῇ τῆς Διμάλης ὀχυρότητι καὶ ταῖς παρασκευαῖς, ἔτι | |
5 | δὲ τῷ δοκεῖν αὐτὴν ἀνάλωτον ὑπάρχειν, ταύτῃ πρῶτον ἐγχειρεῖν ἔκρινε, βουλόμενος καταπλήξασθαι | |
Hist.3.18.4 | τοὺς πολεμίους. παρακαλέσας δὲ τοὺς κατὰ μέρος ἡγεμόνας καὶ προσαγαγὼν ἔργα κατὰ πλείους τό‐ | |
Hist.3.18.5 | πους ἤρξατο πολιορκεῖν. λαβὼν δὲ κατὰ κράτος ἐν ἡμέραις ἑπτὰ παραχρῆμα πάντας ἥττησε ταῖς | |
Hist.3.18.6 | ψυχαῖς τοὺς ὑπεναντίους. διόπερ εὐθέως παρῆσαν ἐκ πασῶν τῶν πόλεων ἐπιτρέποντες καὶ διδόντες | |
Hist.3.18.7 | αὑτοὺς εἰς τὴν τῶν Ῥωμαίων πίστιν. ὁ δὲ προσ‐ δεξάμενος ἑκάστους ἐπὶ ταῖς ἁρμοζούσαις ὁμολο‐ γίαις ἐποιεῖτο τὸν πλοῦν εἰς τὴν Φάρον ἐπ’ αὐτὸν | |
Hist.3.18.8 | τὸν Δημήτριον. πυνθανόμενος δὲ τήν τε πόλιν ὀχυρὰν εἶναι καὶ πλῆθος ἀνθρώπων διαφερόντων εἰς αὐτὴν ἡθροῖσθαι, πρὸς δὲ καὶ ταῖς χορηγίαις | |
ἐξηρτῦσθαι καὶ ταῖς ἄλλαις παρασκευαῖς, ὑφεωρᾶτο | ||
5 | μὴ δυσχερῆ καὶ πολυχρόνιον συμβῇ γενέσθαι τὴν | |
Hist.3.18.9 | πολιορκίαν. διὸ προορώμενος ἕκαστα τούτων ἐχρή‐ σατο παρ’ αὐτὸν τὸν καιρὸν τοιῷδέ τινι γένει στρα‐ | |
Hist.3.18.10 | τηγήματος. ποιησάμενος γὰρ τὸν ἐπίπλουν νυκτὸς ἐπὶ τὴν νῆσον παντὶ τῷ στρατεύματι τὸ μὲν πλεῖον μέρος τῆς δυνάμεως ἀπεβίβασεν εἴς τινας ὑλώδεις | |
Hist.3.18.11 | καὶ κοίλους τόπους, εἴκοσι δὲ ναυσὶν ἐπιγενομένης ἡμέρας ἔπλει προδήλως ἐπὶ τὸν ἔγγιστα τῆς πόλεως | |
Hist.3.18.12 | λιμένα. συνορῶντες δὲ τὰς ναῦς οἱ περὶ τὸν Δημή‐ τριον καὶ καταφρονοῦντες τοῦ πλήθους ὥρμησαν ἐκ τῆς πόλεως ἐπὶ τὸν λιμένα, κωλύσοντες τὴν ἀπό‐ | |
Hist.3.19.1 | βασιν τῶν ὑπεναντίων. ἅμα δὲ τῷ συμμῖξαι γινο‐ μένης ἰσχυρᾶς τῆς συμπλοκῆς προσεβοήθουν ἀεὶ πλείους τῶν ἐκ τῆς πόλεως· τέλος δὲ πάντες ἐξ‐ | |
Hist.3.19.2 | εχύθησαν εἰς τὸν κίνδυνον. τῶν δὲ Ῥωμαίων οἱ τῆς νυκτὸς ἀποβάντες εἰς τὸν καιρὸν τοῦτον συν‐ ῆψαν, διὰ τόπων ἀδήλων ποιούμενοι τὴν πορείαν. | |
Hist.3.19.3 | καὶ καταλαβόμενοι μεταξὺ τῆς πόλεως καὶ τοῦ λιμέ‐ νος λόφον ἐρυμνὸν διέκλεισαν ἀπὸ τῆς πόλεως τοὺς | |
Hist.3.19.4 | ἐκβεβοηθηκότας. οἱ δὲ περὶ τὸν Δημήτριον συν‐ νοήσαντες τὸ γεγονὸς τοῦ μὲν διακωλύειν τοὺς ἀποβαίνοντας ἀπέστησαν, συναθροίσαντες δὲ σφᾶς αὐτοὺς καὶ παρακαλέσαντες ὥρμησαν, κρίναντες ἐκ | |
5 | παρατάξεως διακινδυνεύειν πρὸς τοὺς ἐπὶ τὸν λόφον. | |
Hist.3.19.5 | οἱ δὲ Ῥωμαῖοι θεωροῦντες τὴν ἔφοδον τῶν Ἰλλυ‐ ριῶν ἐνεργὸν καὶ συντεταγμένην ἀντέπεσαν ταῖς σπεί‐ | |
Hist.3.19.6 | ραις καταπληκτικῶς. ἅμα δὲ τοῖς προειρημένοις οἱ πεποιημένοι τὴν ἀπόβασιν ἀπὸ τῶν πλοίων, συν‐ ορῶντες τὸ γινόμενον, προσέκειντο κατόπιν· καὶ πανταχόθεν προσπίπτοντες θόρυβον καὶ ταραχὴν οὐ | |
Hist.3.19.7 | μικρὰν ἐν τοῖς Ἰλλυριοῖς κατεσκεύαζον. ἐξ οὗ τῶν μὲν κατὰ πρόσωπον τῶν δὲ κατὰ νώτου πονούν‐ των, τέλος οἱ περὶ τὸν Δημήτριον ἐτράπησαν· καὶ τινὲς μὲν αὐτῶν ἔφυγον ὡς πρὸς τὴν πόλιν, οἱ δὲ | |
Hist.3.19.8 | πλείους ἀνοδίᾳ κατὰ τῆς νήσου διεσπάρησαν. ὁ δὲ Δημήτριος ἔχων ἑτοίμους λέμβους πρὸς τὸ συμ‐ βαῖνον ἔν τισι τόποις ἐρήμοις ὑφορμοῦντας ἐπὶ τούτους ἐποιήσατο τὴν ἀποχώρησιν. εἰς οὓς ἐμβὰς | |
5 | ἐπιγενομένης τῆς νυκτὸς ἀπέπλευσε καὶ διεκομίσθη παραδόξως πρὸς τὸν βασιλέα Φίλιππον, παρ’ ᾧ τὸ | |
Hist.3.19.9 | λοιπὸν διέτριβε τοῦ βίου μέρος, ἀνὴρ θράσος μὲν καὶ τόλμαν κεκτημένος, ἀλόγιστον δὲ ταύτην καὶ | |
Hist.3.19.10 | τελέως ἄκριτον. διὸ καὶ τὴν καταστροφὴν παρα‐ πλησίαν αὐτῷ συνέβη γενέσθαι τῇ κατὰ τὸν ὅλον | |
Hist.3.19.11 | βίον προαιρέσει. καταλαβέσθαι γὰρ ἐγχειρήσας μετὰ τῆς Φιλίππου γνώμης τὴν τῶν Μεσσηνίων πόλιν εἰκῇ καὶ παραβόλως ἐν αὐτῷ τῷ τῆς πράξεως καιρῷ διεφθάρη· περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος, | |
Hist.3.19.12 | ὅταν ἐπὶ τοὺς καιροὺς ἔλθωμεν, διασαφήσομεν. ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων Αἰμίλιος τὴν μὲν Φά‐ ρον εὐθέως ἐξ ἐφόδου παραλαβὼν κατέσκαψε, τῆς δὲ λοιπῆς Ἰλλυρίδος ἐγκρατὴς γενόμενος καὶ πάντα | |
5 | διατάξας κατὰ τὴν αὑτοῦ προαίρεσιν μετὰ ταῦτα ληγούσης ἤδη τῆς θερείας εἰς τὴν Ῥώμην ἐπανῆλθεν καὶ τὴν εἴσοδον ἐποιήσατο μετὰ θριάμβου καὶ τῆς | |
Hist.3.19.13 | ἁπάσης εὐδοξίας. ἐδόκει γὰρ οὐ μόνον ἐπιδεξίως, ἔτι δὲ μᾶλλον ἀνδρωδῶς κεχρῆσθαι τοῖς πράγμασιν. | |
Hist.3.20.1 | Οἱ δὲ Ῥωμαῖοι, προσπεπτωκυίας αὐτοῖς ἤδη τῆς τῶν Ζακανθαίων ἁλώσεως, οὐ μὰ Δία περὶ τοῦ πο‐ λέμου τότε διαβούλιον ἦγον, καθάπερ ἔνιοι τῶν συγγραφέων φασί, προσκατατάττοντες ἔτι καὶ τοὺς | |
5 | εἰς ἑκάτερα ῥηθέντας λόγους, πάντων ἀτοπώτατον | |
Hist.3.20.2 | πρᾶγμα ποιοῦντες. πῶς γὰρ οἷόν τ’ ἦν Ῥωμαίους τοὺς ἐνιαυτῷ πρότερον ἐπηγγελκότας πόλεμον Καρ‐ χηδονίοις, ἐὰν ἐπιβαίνωσι τῆς Ζακανθαίων χώρας, τούτους κατὰ κράτος ἑαλωκυίας αὐτῆς τῆς πόλεως | |
5 | τότε βουλεύεσθαι συνελθόντας πότερα πολεμητέον | |
Hist.3.20.3 | ἢ τοὐναντίον; πῶς δὲ καὶ τίνα τρόπον ἅμα μὲν τὴν στυγνότητα τοῦ συνεδρίου παρεισάγουσι θαυμάσιον, ἅμα δὲ τοὺς υἱοὺς ἀπὸ δώδεκ’ ἐτῶν ἄγειν φασὶ τοὺς πατέρας εἰς τὸ συνέδριον, οὓς μετέχοντας τῶν | |
5 | διαβουλίων οὐδὲ τῶν ἀναγκαίων οὐδενὶ προΐεσθαι | |
Hist.3.20.4 | τῶν ἀπορρήτων οὐδέν; ὧν οὔτ’ εἰκὸς οὔτ’ ἀληθές ἐστι τὸ παράπαν οὐδέν, εἰ μὴ νὴ Δία πρὸς τοῖς ἄλλοις ἡ τύχη καὶ τοῦτο προσένειμε Ῥωμαίοις, τὸ | |
Hist.3.20.5 | φρονεῖν αὐτοὺς εὐθέως ἐκ γενετῆς. πρὸς μὲν οὖν τὰ τοιαῦτα τῶν συγγραμμάτων οἷα γράφει Χαιρέας καὶ Σωσύλος οὐδὲν ἂν δέοι πλέον λέγειν· οὐ γὰρ ἱστορίας, ἀλλὰ κουρεακῆς καὶ πανδήμου λαλιᾶς | |
Hist.3.20.6 | ἔμοιγε δοκοῦσι τάξιν ἔχειν καὶ δύναμιν. Ῥωμαῖοι δέ, προσπεσόντος σφίσι τοῦ γεγονότος κατὰ τοὺς Ζακανθαίους ἀτυχήματος, παραχρῆμα πρεσβευτὰς ἑλόμενοι κατὰ σπουδὴν ἐξαπέστειλαν εἰς τὴν Καρ‐ | |
Hist.3.20.7 | χηδόνα, δύο προτείνοντες αὐτοῖς, ὧν τὸ μὲν αἰσχύ‐ νην ἅμα καὶ βλάβην ἐδόκει φέρειν δεξαμένοις τοῖς Καρχηδονίοις, τὸ δ’ ἕτερον πραγμάτων καὶ κιν‐ | |
Hist.3.20.8 | δύνων ἀρχὴν μεγάλων. ἢ γὰρ τὸν στρατηγὸν Ἀν‐ νίβαν καὶ τοὺς μετ’ αὐτοῦ συνέδρους ἐκδότους διδόναι Ῥωμαίοις ἐπέταττον, ἢ προήγγελλον τὸν | |
Hist.3.20.9 | πόλεμον. παραγενομένων δὲ τῶν Ῥωμαίων καὶ παρελθόντων εἰς τὸ συνέδριον καὶ διασαφούντων ταῦτα, δυσχερῶς ἤκουον οἱ Καρχηδόνιοι τὴν αἵρε‐ | |
Hist.3.20.10 | σιν τῶν προτεινομένων. ὅμως δὲ προστησάμενοι τὸν ἐπιτηδειότατον ἐξ αὑτῶν ἤρξαντο περὶ σφῶν | |
Hist.3.21.1 | δικαιολογεῖσθαι. τὰς μὲν οὖν πρὸς Ἀσδρούβαν ὁμολογίας παρεσιώπων, ὡς οὔτε γεγενημένας, εἴ τε γεγόνασιν, οὐδὲν οὔσας πρὸς αὑτοὺς διὰ τὸ χωρὶς | |
Hist.3.21.2 | τῆς σφετέρας πεπρᾶχθαι γνώμης. ἐχρῶντο δ’ ἐξ αὐτῶν Ῥωμαίων εἰς τοῦτο παραδείγματι. τὰς γὰρ ἐπὶ Λυτατίου γενομένας συνθήκας ἐν τῷ πολέμῳ τῷ περὶ Σικελίας, ταύτας ἔφασαν ἤδη συνωμολογη‐ | |
5 | μένας ὑπὸ Λυτατίου μετὰ ταῦτα τὸν δῆμον τῶν Ῥωμαίων ἀκύρους ποιῆσαι διὰ τὸ χωρὶς τῆς αὑτοῦ | |
Hist.3.21.3 | γενέσθαι γνώμης. ἐπίεζον δὲ καὶ προσαπηρείδοντο παρ’ ὅλην τὴν δικαιολογίαν ἐπὶ τὰς τελευταίας συν‐ θήκας τὰς γενομένας ἐν τῷ περὶ Σικελίας πολέμῳ. | |
Hist.3.21.4 | ἐν αἷς περὶ μὲν Ἰβηρίας οὐκ ἔφασαν ὑπάρχειν ἔγ‐ γραφον οὐδέν, περὶ δὲ τοῦ τοῖς ἑκατέρων συμμάχοις τὴν παρ’ ἀμφοῖν ἀσφάλειαν εἶναι ῥητῶς κατα‐ | |
Hist.3.21.5 | τετάχθαι. Ζακανθαίους δὲ παρεδείκνυον οὐκ ὄντας τότε Ῥωμαίων συμμάχους καὶ παρανεγίνωσκον πρὸς | |
Hist.3.21.6 | τοῦτο πλεονάκις τὰς συνθήκας. Ῥωμαῖοι δὲ τοῦ μὲν δικαιολογεῖσθαι καθάπαξ ἀπεγίνωσκον, φάσκον‐ τες ἀκεραίου μὲν ἔτι διαμενούσης τῆς τῶν Ζακαν‐ θαίων πόλεως ἐπιδέχεσθαι τὰ πράγματα δικαιολογίαν | |
5 | καὶ δυνατὸν εἶναι λόγῳ περὶ τῶν ἀμφισβητουμένων | |
Hist.3.21.7 | διεξάγειν· ταύτης δὲ παρεσπονδημένης ἢ τοὺς αἰτί‐ ους ἐκδοτέον εἶναι σφίσι, δι’ οὗ φανερὸν ἔσται πᾶ‐ σιν ὡς οὐ μετεσχήκασι τῆς ἀδικίας, ἀλλ’ ἄνευ τῆς | |
Hist.3.21.8 | αὑτῶν γνώμης πεπρᾶχθαι τοῦτο τοὔργον, ἢ μὴ βου‐ λομένους τοῦτο ποιεῖν, ὁμολογοῦντας δὲ κοινωνεῖν (τῆς ἀδικίας καὶ συναναδέχεσθαι τὸν πόλεμον. οἱ μὲν) οὖν καθολικώτερόν πως ἐχρήσαντο τοῖς λόγοις. | |
Hist.3.21.9 | ἡμῖν δ’ ἀναγκαῖον εἶναι δοκεῖ τὸ μὴ παραλιπεῖν ἄσκεπτον τοῦτο τὸ μέρος, ἵνα μήθ’ οἷς καθήκει καὶ διαφέρει τὸ σαφῶς εἰδέναι τὴν ἐν τούτοις ἀκρί‐ βειαν, παραπαίωσι τῆς ἀληθείας ἐν τοῖς ἀναγκαιο‐ | |
Hist.3.21.10 | τάτοις διαβουλίοις, μήθ’ οἱ φιλομαθοῦντες περὶ τούτων ἀστοχῶσι, συμπλανώμενοι ταῖς ἀγνοίαις καὶ φιλοτιμίαις τῶν συγγραφέων, ἀλλ’ ᾖ τις ὁμολογου‐ μένη θεωρία τῶν ἀπὸ τῆς ἀρχῆς ὑπαρξάντων δι‐ | |
5 | καίων Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους ἕως εἰς τοὺς καθ’ ἡμᾶς καιρούς. | |
Hist.3.22.1 | Γίνονται τοιγαροῦν συνθῆκαι Ῥωμαίοις καὶ Καρ‐ χηδονίοις πρῶται κατὰ Λεύκιον Ἰούνιον Βροῦτον καὶ Μάρκον Ὡράτιον, τοὺς πρώτους κατασταθέντας ὑπάτους μετὰ τὴν τῶν βασιλέων κατάλυσιν, ὑφ’ | |
5 | ὧν συνέβη καθιερωθῆναι καὶ τὸ τοῦ Διὸς ἱερὸν | |
Hist.3.22.2 | τοῦ Καπετωλίου. ταῦτα δ’ ἔστι πρότερα τῆς Ξέρ‐ ξου διαβάσεως εἰς τὴν Ἑλλάδα τριάκοντ’ ἔτεσι λεί‐ | |
Hist.3.22.3 | πουσι δυεῖν. ἃς καθ’ ὅσον ἦν δυνατὸν ἀκριβέστατα διερμηνεύσαντες ἡμεῖς ὑπογεγράφαμεν. τηλικαύτη γὰρ ἡ διαφορὰ γέγονε τῆς διαλέκτου καὶ παρὰ Ῥω‐ μαίοις τῆς νῦν πρὸς τὴν ἀρχαίαν ὥστε τοὺς συνετω‐ | |
Hist.3.22.4 | τάτους ἔνια μόλις ἐξ ἐπιστάσεως διευκρινεῖν. εἰσὶ δ’ αἱ συνθῆκαι τοιαίδε τινές· „ἐπὶ τοῖσδε φιλίαν „εἶναι Ῥωμαίοις καὶ τοῖς Ῥωμαίων συμμάχοις καὶ „Καρχηδονίοις καὶ τοῖς Καρχηδονίων συμμάχοις· | |
Hist.3.22.5 | „μὴ πλεῖν Ῥωμαίους μηδὲ τοὺς Ῥωμαίων συμμάχους „ἐπέκεινα τοῦ Καλοῦ ἀκρωτηρίου, ἐὰν μὴ ὑπὸ χει‐ | |
Hist.3.22.6 | „μῶνος ἢ πολεμίων ἀναγκασθῶσιν· ἐὰν δέ τις βίᾳ „κατενεχθῇ, μὴ ἐξέστω αὐτῷ μηδὲν ἀγοράζειν μηδὲ „λαμβάνειν πλὴν ὅσα πρὸς πλοίου ἐπισκευὴν ἢ πρὸς | |
Hist.3.227,8 | „ἱερά, (ἐν πέντε δ’ ἡμέραις ἀποτρεχέτω.) τοῖς δὲ | |
„κατ’ ἐμπορίαν παραγινομένοις μηδὲν ἔστω τέλος | ||
Hist.3.22.9 | „πλὴν ἐπὶ κήρυκι ἢ γραμματεῖ. ὅσα δ’ ἂν τούτων „παρόντων πραθῇ, δημοσίᾳ πίστει ὀφειλέσθω τῷ „ἀποδομένῳ, ὅσα ἂν ἢ ἐν Λιβύῃ ἢ ἐν Σαρδόνι | |
Hist.3.22.10 | „πραθῇ. ἐὰν Ῥωμαίων τις εἰς Σικελίαν παρα‐ „γίνηται, ἧς Καρχηδόνιοι ἐπάρχουσιν, ἴσα ἔστω τὰ | |
Hist.3.22.11 | „Ῥωμαίων πάντα. Καρχηδόνιοι δὲ μὴ ἀδικείτωσαν „δῆμον Ἀρδεατῶν, Ἀντιατῶν, Λαρεντίνων, Κιρκαιι‐ „τῶν, Ταρρακινιτῶν, μηδ’ ἄλλον μηδένα Λατίνων, | |
Hist.3.22.12 | „ὅσοι ἂν ὑπήκοοι· ἐὰν δέ τινες μὴ ὦσιν ὑπήκοοι, „τῶν πόλεων ἀπεχέσθωσαν· ἂν δὲ λάβωσι, Ῥω‐ | |
Hist.3.22.13 | „μαίοις ἀποδιδότωσαν ἀκέραιον. φρούριον μὴ ἐνοι‐ „κοδομείτωσαν ἐν τῇ Λατίνῃ. ἐὰν ὡς πολέμιοι εἰς „τὴν χώραν εἰσέλθωσιν, ἐν τῇ χώρᾳ μὴ ἐννυκτερευ‐ έτωσαν.“ | |
Hist.3.23.1 | Τὸ μὲν οὖν Καλὸν ἀκρωτήριόν ἐστι τὸ προκεί‐ μενον αὐτῆς τῆς Καρχηδόνος ὡς πρὸς τὰς ἄρκτους· | |
Hist.3.23.2 | οὗ καθάπαξ ἐπέκεινα πλεῖν ὡς πρὸς μεσημβρίαν οὐκ οἴονται δεῖν οἱ Καρχηδόνιοι τοὺς Ῥωμαίους μακραῖς ναυσὶ διὰ τὸ μὴ βούλεσθαι γινώσκειν αὐ‐ τούς, ὡς ἐμοὶ δοκεῖ, μήτε τοὺς κατὰ τὴν Βυσσάτιν | |
5 | μήτε τοὺς κατὰ τὴν μικρὰν Σύρτιν τόπους, ἃ δὴ | |
Hist.3.23.3 | καλοῦσιν Ἐμπόρια, διὰ τὴν ἀρετὴν τῆς χώρας. ἐὰν δέ τις ὑπὸ χειμῶνος ἢ πολεμίων βίᾳ κατενεχθεὶς δέηταί του τῶν ἀναγκαίων πρὸς ἱερὰ καὶ πρὸς ἐπισκευὴν πλοίου, ταῦτα, πάρεξ δὲ μηδὲν οἴονται | |
5 | δεῖν λαμβάνειν, (καὶ) κατ’ ἀνάγκην ἐν πένθ’ ἡμέραις | |
Hist.3.23.4 | ἀπαλλάττεσθαι τοὺς καθορμισθέντας. εἰς δὲ Καρ‐ χηδόνα καὶ πᾶσαν τὴν ἐπὶ τάδε τοῦ Καλοῦ ἀκρω‐ τηρίου τῆς Λιβύης καὶ Σαρδόνα καὶ Σικελίαν, ἧς ἐπάρχουσι Καρχηδόνιοι, κατ’ ἐμπορίαν πλεῖν Ῥω‐ | |
5 | μαίοις ἔξεστι, καὶ τὸ δίκαιον ὑπισχνοῦνται βεβαι‐ | |
Hist.3.23.5 | ώσειν οἱ Καρχηδόνιοι (δημοσίᾳ) πίστει. ἐκ δὲ τού‐ των τῶν συνθηκῶν περὶ μὲν Σαρδόνος καὶ Λιβύης ἐμφαίνουσιν ὡς περὶ ἰδίας ποιούμενοι τὸν λόγον· ὑπὲρ δὲ Σικελίας τἀναντία διαστέλλονται ῥητῶς, | |
5 | ὑπὲρ αὐτῶν τούτων ποιούμενοι τὰς συνθήκας, ὅσα τῆς Σικελίας ὑπὸ τὴν Καρχηδονίων πίπτει δυνα‐ | |
Hist.3.23.6 | στείαν. ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης αὐτῆς χώρας ποιοῦνται τὰς συνθήκας, τῆς δὲ λοιπῆς Ἰταλίας οὐ μνημονεύουσι διὰ τὸ μὴ πίπτειν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν. | |
Hist.3.24.1 | Μετὰ δὲ ταύτας ἑτέρας ποιοῦνται συνθήκας, ἐν αἷς προσπεριειλήφασι Καρχηδόνιοι Τυρίους καὶ τὸν | |
Hist.3.24.2 | Ἰτυκαίων δῆμον. πρόσκειται δὲ καὶ τῷ Καλῷ ἀκρω‐ τηρίῳ Μαστία Ταρσήιον· ὧν ἐκτὸς οἴονται δεῖν | |
Hist.3.24.3 | Ῥωμαίους μήτε λῄζεσθαι μήτε πόλιν κτίζειν. εἰσὶ δὲ τοιαίδε τινές· „ἐπὶ τοῖσδε φιλίαν εἶναι Ῥωμαίοις „καὶ τοῖς Ῥωμαίων συμμάχοις καὶ Καρχηδονίων „καὶ Τυρίων καὶ Ἰτυκαίων δήμῳ καὶ τοῖς τούτων | |
Hist.3.24.4 | „συμμάχοις. τοῦ Καλοῦ ἀκρωτηρίου, Μαστίας Ταρ‐ „σηίου, μὴ λῄζεσθαι ἐπέκεινα Ῥωμαίους μηδ’ ἐμ‐ | |
Hist.3.24.5 | „πορεύεσθαι μηδὲ πόλιν κτίζειν. ἐὰν δὲ Καρχη‐ „δόνιοι λάβωσιν ἐν τῇ Λατίνῃ πόλιν τινὰ μὴ οὖσαν „ὑπήκοον Ῥωμαίοις, τὰ χρήματα καὶ τοὺς ἄνδρας | |
Hist.3.24.6 | „ἐχέτωσαν, τὴν δὲ πόλιν ἀποδιδότωσαν. ἐὰν δέ „τινες Καρχηδονίων λάβωσί τινας, πρὸς οὓς εἰρήνη „μέν ἐστιν ἔγγραπτος Ῥωμαίοις, μὴ ὑποτάττονται „δέ τι αὐτοῖς, μὴ καταγέτωσαν εἰς τοὺς Ῥωμαίων | |
5 | „λιμένας· ἐὰν δὲ καταχθέντος ἐπιλάβηται ὁ Ῥω‐ | |
Hist.3.24.7 | „μαῖος, ἀφιέσθω. ὡσαύτως δὲ μηδ’ οἱ Ῥωμαῖοι | |
Hist.3.24.8 | „ποιείτωσαν. ἂν ἔκ τινος χώρας, ἧς Καρχηδόνιοι | |
„ἐπάρχουσιν, ὕδωρ ἢ ἐφόδια λάβῃ ὁ Ῥωμαῖος, μετὰ „τούτων τῶν ἐφοδίων μὴ ἀδικείτω μηδένα πρὸς | ||
Hist.3.24.9 | „οὓς εἰρήνη καὶ φιλία ἐστὶ (Καρχηδονίοις. ὡσαύ‐ | |
Hist.3.24.10 | „τως δὲ μηδ’ ὁ) Καρχηδόνιος ποιείτω. εἰ δέ, μὴ „ἰδίᾳ μεταπορευέσθω· ἐὰν δέ τις τοῦτο ποιήσῃ, | |
Hist.3.24.11 | „δημόσιον γινέσθω τὸ ἀδίκημα. ἐν Σαρδόνι καὶ „Λιβύῃ μηδεὶς Ῥωμαίων μήτ’ ἐμπορευέσθω μήτε „πόλιν κτιζέτω, *** εἰ μὴ ἕως τοῦ ἐφόδια λαβεῖν „ἢ πλοῖον ἐπισκευάσαι. ἐὰν δὲ χειμὼν κατενέγκῃ, | |
Hist.3.24.12 | „ἐν πένθ’ ἡμέραις ἀποτρεχέτω. ἐν Σικελίᾳ ἧς „Καρχηδόνιοι ἐπάρχουσι καὶ ἐν Καρχηδόνι πάντα „καὶ ποιείτω καὶ πωλείτω ὅσα καὶ τῷ πολίτῃ ἔξ‐ | |
Hist.3.24.13 | „εστιν. ὡσαύτως δὲ καὶ ὁ Καρχηδόνιος ποιείτω ἐν „Ῥώμῃ.“ | |
Hist.3.24.14 | Πάλιν ἐν ταύταις ταῖς συνθήκαις τὰ μὲν κατὰ Λιβύην καὶ Σαρδόνα προσεπιτείνουσιν ἐξιδιαζόμε‐ νοι καὶ πάσας ἀφαιρούμενοι τὰς ἐπιβάθρας Ῥω‐ | |
Hist.3.24.15 | μαίων, περὶ δὲ Σικελίας τἀναντία προσδιασαφοῦσι, | |
Hist.3.24.16 | περὶ τῆς ὑπ’ αὐτοὺς ταττομένης. ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης· οὐκ οἴονται δεῖν τοὺς Καρχηδονίους ἀδικεῖν Ἀρδεάτας, Ἀντιάτας, Κιρκαι‐ ίτας, Ταρρακινίτας. αὗται δ’ εἰσὶν αἱ πόλεις αἱ | |
5 | περιέχουσαι παρὰ θάλατταν τὴν Λατίνην χώραν, ὑπὲρ ἧς ποιοῦνται τὰς συνθήκας. | |
Hist.3.25.1 | Ἔτι τοιγαροῦν τελευταίας συνθήκας ποιοῦνται Ῥωμαῖοι κατὰ τὴν Πύρρου διάβασιν πρὸ τοῦ συστή‐ σασθαι τοὺς Καρχηδονίους τὸν περὶ Σικελίας πό‐ | |
Hist.3.25.2 | λεμον· ἐν αἷς τὰ μὲν ἄλλα τηροῦσι πάντα κατὰ τὰς ὑπαρχούσας ὁμολογίας, πρόσκειται δὲ τούτοις τὰ | |
Hist.3.25.3 | ὑπογεγραμμένα. „ἐὰν συμμαχίαν ποιῶνται πρὸς „Πύρρον ἔγγραπτον, ποιείσθωσαν ἀμφότεροι, ἵνα | |
„ἐξῇ βοηθεῖν ἀλλήλοις ἐν τῇ τῶν πολεμουμένων | ||
Hist.3.25.4 | „χώρᾳ· ὁπότεροι δ’ ἂν χρείαν ἔχωσι τῆς βοηθείας, „τὰ πλοῖα παρεχέτωσαν Καρχηδόνιοι καὶ εἰς τὴν „ὁδὸν καὶ εἰς τὴν ἄφοδον, τὰ δὲ ὀψώνια τοῖς αὑ‐ | |
Hist.3.25.5 | „τῶν ἑκάτεροι. Καρχηδόνιοι δὲ καὶ κατὰ θάλατταν „Ῥωμαίοις βοηθείτωσαν, ἂν χρεία ᾖ. τὰ δὲ πληρώ‐ „ματα μηδεὶς ἀναγκαζέτω ἐκβαίνειν ἀκουσίως.“ | |
Hist.3.25.6 | Τὸν δ’ ὅρκον ὀμνύειν ἔδει τοιοῦτον, ἐπὶ μὲν τῶν πρώτων συνθηκῶν Καρχηδονίους μὲν τοὺς θεοὺς τοὺς πατρῴους, Ῥωμαίους δὲ Δία λίθον κατά τι παλαιὸν ἔθος, ἐπὶ δὲ τούτων τὸν Ἄρην | |
Hist.3.25.7 | καὶ τὸν Ἐνυάλιον. ἔστι δὲ τὸ Δία λίθον τοιοῦτον· λαβὼν εἰς τὴν χεῖρα λίθον ὁ ποιούμενος τὰ ὅρκια περὶ τῶν συνθηκῶν, ἐπειδὰν ὀμόσῃ δημοσίᾳ πίστει, | |
Hist.3.25.8 | λέγει τάδε· „εὐορκοῦντι μέν μοι εἴη τἀγαθά· εἰ δ’ ἄλλως διανοηθείην τι ἢ πράξαιμι, πάντων τῶν ἄλ‐ λων σῳζομένων ἐν ταῖς ἰδίαις πατρίσιν, ἐν τοῖς ἰδίοις νόμοις, ἐπὶ τῶν ἰδίων βίων, ἱερῶν, τάφων, | |
Hist.3.25.9 | ἐγὼ μόνος ἐκπέσοιμι οὕτως ὡς ὅδε λίθος νῦν.“ καὶ ταῦτ’ εἰπὼν ῥίπτει τὸν λίθον ἐκ τῆς χειρός. | |
Hist.3.26.1 | Τούτων δὴ τοιούτων ὑπαρχόντων, καὶ τηρου‐ μένων (τῶν) συνθηκῶν ἔτι νῦν ἐν χαλκώμασι παρὰ τὸν Δία τὸν Καπετώλιον ἐν τῷ τῶν ἀγορανόμων | |
Hist.3.26.2 | ταμιείῳ, τίς οὐκ ἂν εἰκότως θαυμάσειεν Φιλίνου τοῦ συγγραφέως, οὐ διότι ταῦτ’ ἠγνόει—τοῦτο μὲν γὰρ οὐ θαυμαστόν, ἐπεὶ καθ’ ἡμᾶς ἔτι καὶ Ῥωμαίων καὶ Καρχηδονίων οἱ πρεσβύτατοι καὶ μάλιστα δο‐ | |
Hist.3.26.3 | κοῦντες περὶ τὰ κοινὰ σπουδάζειν ἠγνόουν—ἀλλὰ πόθεν ἢ πῶς ἐθάρρησε γράψαι τἀναντία τούτοις, διότι Ῥωμαίοις καὶ Καρχηδονίοις ὑπάρχοιεν συν‐ θῆκαι, καθ’ ἃς ἔδει Ῥωμαίους μὲν ἀπέχεσθαι Σι‐ | |
Hist.3.26.4 | κελίας ἁπάσης, Καρχηδονίους δ’ Ἰταλίας, καὶ διότι ὑπερέβαινον Ῥωμαῖοι τὰς συνθήκας καὶ τοὺς ὅρκους, ἐπεὶ ἐποιήσαντο τὴν πρώτην εἰς Σικελίαν διάβασιν, μήτε γεγονότος μήθ’ ὑπάρχοντος παράπαν ἐγγράφου | |
Hist.3.26.5 | τοιούτου μηδενός. ταῦτα γὰρ ἐν τῇ δευτέρᾳ λέγει βύβλῳ διαρρήδην. περὶ ὧν ἡμεῖς ἐν τῇ παρασκευῇ τῆς ἰδίας πραγματείας μνησθέντες εἰς τοῦτον ὑπερ‐ εθέμεθα τὸν καιρὸν κατὰ μέρος περὶ αὐτῶν ἐξερ‐ | |
5 | γάσασθαι διὰ τὸ καὶ πλείους διεψεῦσθαι τῆς ἀλη‐ θείας ἐν τούτοις, πιστεύσαντας τῇ Φιλίνου γραφῇ. | |
Hist.3.26.6 | οὐ μὴν ἀλλ’ εἰ κατὰ τοῦτό τις ἐπιλαμβάνεται Ῥω‐ μαίων περὶ τῆς εἰς Σικελίαν διαβάσεως, ὅτι καθό‐ λου Μαμερτίνους προσέλαβον εἰς τὴν φιλίαν καὶ μετὰ ταῦτα δεομένοις ἐβοήθησαν, οἵτινες οὐ μόνον | |
5 | τὴν Μεσσηνίων πόλιν ἀλλὰ καὶ τὴν Ῥηγίνων παρεσπόνδησαν, εἰκότως ἂν δόξειεν δυσαρεστεῖν. | |
Hist.3.26.7 | εἰ δὲ παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ὑπολαμ‐ βάνει τις αὐτοὺς πεποιῆσθαι τὴν διάβασιν, ἀγνοεῖ προφανῶς. | |
Hist.3.27.1 | Συντελεσθέντος τοίνυν τοῦ περὶ Σικελίας πολέ‐ μου ποιοῦνται συνθήκας ἄλλας, ἐν αἷς τὰ συνέχοντα | |
Hist.3.27.2 | τῶν ἐγγράπτων ἦν ταῦτα· „ἐκχωρεῖν Καρχηδονίους „(καὶ Σικελίας ἁπάσης καὶ) τῶν νήσων ἁπασῶν τῶν | |
Hist.3.27.3 | „κειμένων Ἰταλίας μεταξὺ καὶ Σικελίας. τὴν ἀσφάλειαν „ὑπάρχειν παρ’ ἑκατέρων τοῖς ἑκατέρων συμμάχοις. | |
Hist.3.27.4 | „μηδετέρους ἐν ταῖς ἀλλήλων ἐπαρχίαις μηδὲν ἐπι‐ „τάττειν μηδ’ οἰκοδομεῖν δημοσίᾳ μηδὲ ξενολογεῖν „μηδὲ προσλαμβάνειν εἰς φιλίαν τοὺς ἀλλήλων συμ‐ | |
Hist.3.27.5 | „μάχους. ἐξενεγκεῖν Καρχηδονίους ἐν ἔτεσιν δέκα „δισχίλια καὶ διακόσια τάλαντα, παραυτίκα δὲ δοῦ‐ | |
Hist.3.27.6 | „ναι χίλια. τοὺς αἰχμαλώτους χωρὶς λύτρων ἀπο‐ | |
„δοῦναι πάντας Καρχηδονίους τοῖς Ῥωμαίοις.“ | ||
Hist.3.27.7 | μετὰ δὲ ταῦτα πάλιν, λήξαντος τοῦ Λιβυκοῦ πολέμου, Ῥωμαῖοι Καρχηδονίοις πόλεμον ἐξενέγκαντες ἕως | |
Hist.3.27.8 | δόγματος ἐπισυνθήκας ἐποιήσαντο τοιαύτας· „ἐκ‐ „χωρεῖν Καρχηδονίους Σαρδόνος καὶ προσεξενεγκεῖν „ἄλλα χίλια καὶ διακόσια τάλαντα,“ καθάπερ ἐπάνω | |
Hist.3.27.9 | προείπαμεν. ἐπὶ δὲ τοῖς προειρημένοις τελευταῖαι πρὸς Ἀσδρούβαν ἐν Ἰβηρίᾳ γίνονται διομολογήσεις, „ἐφ’ ᾧ μὴ διαβαίνειν Καρχηδονίους ἐπὶ πολέμῳ | |
Hist.3.27.10 | „τὸν Ἴβηρα ποταμόν.“ ταῦθ’ ὑπῆρχε τὰ δίκαια Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπὸ τῆς ἀρχῆς ἕως εἰς τοὺς κατ’ Ἀννίβαν καιρούς. | |
Hist.3.28.1 | Ὥσπερ οὖν τὴν εἰς Σικελίαν διάβασιν Ῥωμαίων οὐ παρὰ τοὺς ὅρκους εὑρίσκομεν γεγενημένην, οὕ‐ τως ὑπὲρ τοῦ δευτέρου πολέμου, καθ’ ὃν ἐποιή‐ σαντο τὰς περὶ Σαρδόνος συνθήκας, οὔτε πρόφασιν | |
Hist.3.28.2 | οὔτ’ αἰτίαν εὕροι τις ἂν εὔλογον, ἀλλ’ ὁμολογου‐ μένως τοὺς Καρχηδονίους ἠναγκασμένους παρὰ πάντα τὰ δίκαια διὰ τὸν καιρὸν ἐκχωρῆσαι μὲν Σαρ‐ δόνος, ἐξενεγκεῖν δὲ τὸ προειρημένον πλῆθος τῶν | |
Hist.3.28.3 | χρημάτων. τὸ μὲν γὰρ ὑπὸ Ῥωμαίων περὶ τούτων λεγόμενον ἔγκλημα, διότι τοὺς παρὰ σφῶν πλοϊζο‐ μένους ἠδίκουν κατὰ τὸν Λιβυκὸν πόλεμον, ἐλύθη καθ’ οὓς καιροὺς κομισάμενοι παρὰ Καρχηδονίων | |
5 | ἅπαντας τοὺς κατηγμένους ἀντεδωρήσαντο χωρὶς λύτρων ἐν χάριτι τοὺς παρὰ σφίσιν ὑπάρχοντας | |
Hist.3.28.4 | αἰχμαλώτους. ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τῇ | |
Hist.3.28.5 | πρὸ ταύτης βύβλῳ δεδηλώκαμεν. τούτων δὴ τοιού‐ των ὑπαρχόντων, λοιπὸν διευκρινῆσαι καὶ σκέψα‐ σθαι περὶ τοῦ κατ’ Ἀννίβαν πολέμου ποτέροις αὐτῶν τὴν αἰτίαν ἀναθετέον. | |
Hist.3.29.1 | Τὰ μὲν οὖν ὑπὸ Καρχηδονίων τότε ῥηθέντα δε‐ δηλώκαμεν, τὰ δ’ ὑπὸ Ῥωμαίων λεγόμενα νῦν ἐροῦ‐ μεν· οἷς τότε μὲν οὐκ ἐχρήσαντο διὰ τὸν ἐπὶ τῇ Ζακανθαίων ἀπωλείᾳ θυμόν· λέγεται δὲ πολλάκις | |
Hist.3.29.2 | καὶ ὑπὸ πολλῶν παρ’ αὐτοῖς. πρῶτον μὲν ὅτι τὰς πρὸς Ἀσδρούβαν γενομένας ὁμολογίας οὐκ ἀθετη‐ τέον, καθάπερ οἱ Καρχηδόνιοι λέγειν ἐθάρρουν· | |
Hist.3.29.3 | οὐ γὰρ προσέκειτο, καθάπερ ἐπὶ τοῦ Λυτατίου, „κυρίας εἶναι ταύτας, ἐὰν καὶ τῷ δήμῳ δόξῃ τῶν „Ῥωμαίων·“ ἀλλ’ αὐτοτελῶς ἐποιήσατο τὰς ὁμολογίας Ἀσδρούβας, ἐν αἷς ἦν, „τὸν Ἴβηρα ποταμὸν μὴ δια‐ | |
Hist.3.29.4 | „βαίνειν ἐπὶ πολέμῳ Καρχηδονίους.“ καὶ μὴν ἐν ταῖς περὶ Σικελίαν συνθήκαις ἦν ἔγγραπτον, καθά‐ περ κἀκεῖνοί φασιν, „ὑπάρχειν τοῖς ἀμφοτέρων συμ‐ „μάχοις τὴν παρ’ ἑκατέρων ἀσφάλειαν,“ οὐκ αὐτοῖς | |
5 | μόνον τοῖς τότε συμμαχοῦσι, καθάπερ ἐποιοῦντο τὴν | |
Hist.3.29.5 | ἐκδοχὴν οἱ Καρχηδόνιοι· προσέκειτο γὰρ ἂν ἤτοι τὸ μὴ προσλαμβάνειν ἑτέρους συμμάχους παρὰ τοὺς ὑπάρχοντας ἢ τὸ μὴ παραλαμβάνεσθαι τοὺς ὕστε‐ | |
Hist.3.29.6 | ρον προσληφθέντας τούτων τῶν συνθηκῶν. ὅτε δὲ τούτων οὐδέτερον ἐγράφη, προφανὲς ἦν ὅτι πᾶσι τοῖς ἑκατέρων συμμάχοις, καὶ τοῖς οὖσι τότε καὶ τοῖς μετὰ ταῦτα προσληφθησομένοις, τὴν παρ’ ἀμφοῖν | |
Hist.3.29.7 | ἀσφάλειαν ἀεὶ δέον ἦν ὑπάρχειν. ὃ δὴ καὶ πάντως ἂν εἰκὸς εἶναι δόξειεν. οὐ γὰρ δήπου τοιαύτας ἔμελ‐ λον ποιήσεσθαι συνθήκας δι’ ὧν ἀφελοῦνται τὴν ἐξουσίαν σφῶν αὐτῶν τοῦ προσλαμβάνειν κατὰ και‐ | |
5 | ρούς, ἄν τινες ἐπιτήδειοι φανῶσιν αὐτοῖς φίλοι καὶ | |
Hist.3.29.8 | σύμμαχοι, οὐδὲ μὴν προσλαβόντες εἰς τὴν σφετέραν πίστιν περιόψεσθαι τούτους ὑπό τινων ἀδικουμέ‐ | |
Hist.3.29.9 | νους· ἀλλ’ ἦν ἀμφοτέρων τὸ συνέχον τῆς ἐννοίας | |
τῆς ἐν ταῖς συνθήκαις τῶν μὲν ὑπαρχόντων ἀμφο‐ τέροις τότε συμμάχων ἀφέξεσθαι καὶ κατὰ μηδένα τρόπον τοὺς ἑτέρους παρὰ τῶν ἑτέρων ἐπιδέξεσθαί | ||
Hist.3.29.10 | τινας τούτων εἰς συμμαχίαν, περὶ δὲ τῶν μετὰ ταῦτα προσληφθησομένων αὐτὸ τοῦτο, μήτε ξενολογεῖν μήτ’ ἐπιτάττειν μηδετέρους μηδὲν ἐν ταῖς ἀλλήλων ἐπαρχίαις καὶ συμμαχίαις, ὑπάρχειν τε τὴν ἀσφά‐ | |
5 | λειαν πᾶσι τὴν παρ’ ἀμφοῖν. | |
Hist.3.30.1 | Τούτων δὴ τοιούτων ὑπαρχόντων, ὁμολογούμε‐ νον ἦν κἀκεῖνο διότι Ζακανθαῖοι πλείοσιν ἔτεσιν ἤδη πρότερον τῶν κατ’ Ἀννίβαν καιρῶν ἐδεδώκει‐ | |
Hist.3.30.2 | σαν αὑτοὺς εἰς τὴν τῶν Ῥωμαίων πίστιν. σημεῖον δὲ τοῦτο μέγιστον καὶ παρ’ αὐτοῖς τοῖς Καρχηδονίοις ὁμολογούμενον ὅτι στασιάσαντες Ζακανθαῖοι πρὸς σφᾶς οὐ Καρχηδονίοις ἐπέτρεψαν, καίπερ ἐγγὺς ὄν‐ | |
5 | των αὐτῶν καὶ τὰ κατὰ τὴν Ἰβηρίαν ἤδη πραττόν‐ των, ἀλλὰ Ῥωμαίοις καὶ διὰ τούτων ἐποιήσαντο τὴν | |
Hist.3.30.3 | κατόρθωσιν τῆς πολιτείας. διόπερ εἰ μέν τις τὴν Ζακάνθης ἀπώλειαν αἰτίαν τίθησι τοῦ πολέμου, συγχωρητέον ἀδίκως ἐξενηνοχέναι τὸν πόλεμον Καρ‐ χηδονίους κατά τε τὰς ἐπὶ τοῦ Λυτατίου συνθήκας, | |
5 | καθ’ ἃς ἔδει τοῖς ἑκατέρων συμμάχοις τὴν ὑφ’ ἑκα‐ τέρων ὑπάρχειν ἀσφάλειαν, κατά τε τὰς ἐπ’ Ἀσ‐ δρούβου, καθ’ ἃς οὐκ ἔδει διαβαίνειν τὸν Ἴβηρα | |
Hist.3.30.4 | ποταμὸν ἐπὶ πολέμῳ Καρχηδονίους· εἰ δὲ τὴν Σαρ‐ δόνος ἀφαίρεσιν καὶ τὰ σὺν ταύτῃ χρήματα, πάν‐ τως ὁμολογητέον εὐλόγως πεπολεμηκέναι τὸν κατ’ Ἀννίβαν πόλεμον τοὺς Καρχηδονίους· καιρῷ γὰρ | |
5 | πεισθέντες ἠμύνοντο σὺν καιρῷ τοὺς βλάψαντας. | |
Hist.3.31.1 | Ἔνιοι δὲ τῶν ἀκρίτως τὰ τοιαῦτα θεωμένων τάχ’ ἂν φήσαιεν ἡμᾶς οὐκ ἀναγκαίως ἐπὶ πλεῖον ἐξακρι‐ | |
Hist.3.31.2 | βοῦν τοὺς ὑπὲρ τῶν τοιούτων λόγους. ἐγὼ δ’, εἰ μέν τις ὑπείληφεν πρὸς πᾶσαν περίστασιν αὐτάρκης ὑπάρχειν, καλὴν μέν, οὐκ ἀναγκαίαν δ’ ἴσως φή‐ σαιμ’ ἂν εἶναι τὴν τῶν προγεγονότων ἐπιστήμην· | |
Hist.3.31.3 | εἰ δὲ μηδεὶς ἂν μήτε περὶ τῶν κατ’ ἰδίαν μήτε περὶ τῶν κοινῶν τολμήσαι τοῦτ’ εἰπεῖν ἄνθρωπος ὢν διὰ τό, κἂν κατὰ τὸ παρὸν εὐτυχῇ, τήν γε περὶ τοῦ μέλλοντος ἐλπίδα μηδὲν ἂν ἐκ τῶν νῦν παρόντων | |
5 | εὐλόγως βεβαιώσασθαι μηδένα τῶν νοῦν ἐχόντων, | |
Hist.3.31.4 | οὐ μόνον καλήν, ἔτι δὲ μᾶλλον ἀναγκαίαν εἶναί φημι διὰ ταῦτα τὴν τῶν παρεληλυθότων ἐπίγνωσιν. | |
Hist.3.31.5 | πῶς γὰρ ἂν εἴτ’ αὐτὸς ἀδικούμενός τις ἢ τῆς πατρί‐ δος ἀδικουμένης βοηθοὺς εὕροι καὶ συμμάχους, εἴτε κτήσασθαί τι καὶ προκατάρξασθαι σπουδάζων τοὺς συνεργήσοντας αὐτῷ παρορμήσαι πρὸς τὰς ἐπιβολάς; | |
Hist.3.31.6 | πῶς δ’ ἂν εὐδοκούμενος τοῖς ὑποκειμένοις τοὺς βεβαιώσοντας τὴν αὐτοῦ προαίρεσιν καὶ διαφυλά‐ ξοντας τὴν κατάστασιν παροξύναι δικαίως, εἰ μηδὲν εἰδείη τῆς τῶν προγεγονότων περὶ ἑκάστους ὑπομνή‐ | |
Hist.3.31.7 | σεως; πρὸς μὲν γὰρ τὸ παρὸν ἀεί πως ἁρμοζόμενοι καὶ συνυποκρινόμενοι τοιαῦτα καὶ λέγουσι καὶ πράτ‐ τουσι πάντες ὥστε δυσθεώρητον εἶναι τὴν ἑκάστου προαίρεσιν καὶ λίαν ἐν πολλοῖς ἐπισκοτεῖσθαι τὴν | |
Hist.3.31.8 | ἀλήθειαν. τὰ δὲ παρεληλυθότα τῶν ἔργων, ἐξ αὐ‐ τῶν τῶν πραγμάτων λαμβάνοντα τὴν δοκιμασίαν, ἀληθινῶς ἐμφαίνει τὰς ἑκάστων αἱρέσεις καὶ δια‐ λήψεις καὶ δηλοῖ παρ’ οἷς μὲν χάριν, εὐεργεσίαν, | |
5 | βοήθειαν ἡμῖν ὑπάρχουσαν, παρ’ οἷς δὲ τἀναντία | |
Hist.3.31.9 | τούτων. ἐξ ὧν καὶ τὸν ἐλεήσοντα καὶ τὸν συν‐ οργιούμενον, ἔτι δὲ τὸν δικαιώσοντα, πολλάκις καὶ ἐπὶ | |
Hist.3.31.10 | πολλῶν εὑρεῖν ἔστιν. ἅπερ ἔχει μεγίστας ἐπικουρίας | |
καὶ κοινῇ καὶ κατ’ ἰδίαν πρὸς τὸν ἀνθρώπινον βίον. | ||
Hist.3.31.11 | διόπερ οὐχ οὕτως ἐστὶ φροντιστέον τῆς αὐτῶν τῶν πράξεων ἐξηγήσεως οὔτε τοῖς γράφουσιν οὔτε τοῖς ἀναγινώσκουσιν τὰς ἱστορίας, ὡς τῶν πρότερον καὶ | |
Hist.3.31.12 | τῶν ἅμα καὶ τῶν ἐπιγινομένων τοῖς ἔργοις. ἱστο‐ ρίας γὰρ ἐὰν ἀφέλῃ τις τὸ διὰ τί καὶ πῶς καὶ τίνος χάριν ἐπράχθη τὸ πραχθὲν καὶ πότερον εὔ‐ λογον ἔσχε τὸ τέλος, τὸ καταλειπόμενον αὐτῆς ἀγώ‐ | |
Hist.3.31.13 | νισμα μὲν μάθημα δ’ οὐ γίνεται, καὶ παραυτίκα μὲν τέρπει, πρὸς δὲ τὸ μέλλον οὐδὲν ὠφελεῖ τὸ παράπαν. | |
Hist.3.32.1 | Ἧι καὶ τοὺς ὑπολαμβάνοντας δύσκτητον εἶναι καὶ δυσ(ανά)γνωστον τὴν ἡμετέραν πραγματείαν διὰ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν βύβλων ἀγνοεῖν νο‐ | |
Hist.3.32.2 | μιστέον. πόσῳ γὰρ ῥᾷόν ἐστι καὶ κτήσασθαι καὶ δια(να)γνῶναι βύβλους τετταράκοντα καθαπερανεὶ κατὰ μίτον ἐξυφασμένας καὶ παρακολουθῆσαι σαφῶς ταῖς μὲν κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν καὶ Λιβύην | |
5 | πράξεσιν ἀπὸ τῶν κατὰ Πύρρον [καὶ Τίμαιον συγ‐ γραφέων καὶ καιρῶν ἐξηγήσεως] εἰς τὴν Καρχη‐ | |
Hist.3.32.3 | δόνος ἅλωσιν, ταῖς δὲ κατὰ τὴν ἄλλην οἰκουμένην ἀπὸ τῆς Κλεομένους τοῦ Σπαρτιάτου φυγῆς κατὰ τὸ συνεχὲς μέχρι τῆς Ἀχαιῶν καὶ Ῥωμαίων περὶ τὸν Ἰσθμὸν παρατάξεως, ἢ τὰς τῶν κατὰ μέρος | |
Hist.3.32.4 | γραφόντων συντάξεις ἀναγινώσκειν ἢ κτᾶσθαι; χωρὶς γὰρ τοῦ πολλαπλασίους αὐτὰς ὑπάρχειν τῶν ἡμε‐ τέρων ὑπομνημάτων, οὐδὲ καταλαβεῖν ἐξ αὐτῶν βε‐ βαίως οὐδὲν οἷόν τε τοὺς ἀναγινώσκοντας, πρῶ‐ | |
5 | τον μὲν διὰ τὸ τοὺς πλείστους μὴ ταὐτὰ περὶ τῶν | |
Hist.3.32.5 | αὐτῶν γράφειν, εἶτα διὰ τὸ τὰς καταλλήλους τῶν πράξεων παραλείπειν, ὧν ἐκ παραθέσεως συνθεω‐ | |
ρουμένων καὶ συγκρινομένων ἀλλοιοτέρας ἕκαστα τυγχάνει δοκιμασίας τῆς κατὰ μέρος διαλήψεως, τῶν | ||
5 | δὲ κυριωτάτων μηδὲ ψαύειν αὐτοὺς δύνασθαι τὸ | |
Hist.3.32.6 | παράπαν. ἀκμὴν γάρ φαμεν ἀναγκαιότατα μέρη τῆς ἱστορίας εἶναι τά τ’ ἐπιγινόμενα τοῖς ἔργοις καὶ | |
Hist.3.32.7 | τὰ παρεπόμενα καὶ μάλιστα (τὰ) περὶ τὰς αἰτίας. θε‐ ωροῦμεν δὲ τὸν μὲν Ἀντιοχικὸν πόλεμον ἐκ τοῦ Φιλιππικοῦ τὰς ἀφορμὰς εἰληφότα, τὸν δὲ Φιλιππι‐ κὸν ἐκ τοῦ κατ’ Ἀννίβαν, τὸν δ’ Ἀννιβιακὸν ἐκ | |
5 | τοῦ περὶ Σικελίαν, τὰ δὲ μεταξὺ τούτων πολλὰς καὶ ποικίλας ἐσχηκότα διαθέσεις, πάσας δὲ συν‐ | |
Hist.3.32.8 | νευούσας πρὸς τὴν αὐτὴν ὑπόθεσιν. ταῦτα δὴ πάντα διὰ μὲν τῶν γραφόντων καθόλου δυνατὸν ἐπιγνῶναι καὶ μαθεῖν, διὰ δὲ τῶν τοὺς πολέμους αὐτούς, οἷον (τὸν) Περσικὸν ἢ τὸν Φιλιππικόν, ἀδύ‐ | |
Hist.3.32.9 | νατον, εἰ μὴ καὶ τὰς παρατάξεις τις ἀναγινώσκων αὐτὰς ἐξ ὧν ἐκεῖνοι γράφουσιν ὑπολαμβάνει σαφῶς ἐπεγνωκέναι καὶ τὴν τοῦ πολέμου τοῦ σύμπαντος | |
Hist.3.32.10 | οἰκονομίαν καὶ διάθεσιν. ἀλλ’ οὐκ ἔστι τούτων οὐδέν, ἀλλ’ ὅσῳ διαφέρει τὸ μαθεῖν τοῦ μόνον ἀκοῦσαι, τοσούτῳ καὶ τὴν ἡμετέραν ἱστορίαν ὑπο‐ λαμβάνω διαφέρειν τῶν ἐπὶ μέρους συντάξεων. | |
Hist.3.33.1 | Οἱ δὲ παρὰ τῶν Ῥωμαίων πρέσβεις—τὴν γὰρ παρέκβασιν ἐντεῦθεν ἐποιησάμεθα—διακούσαντες τὰ | |
Hist.3.33.2 | παρὰ τῶν Καρχηδονίων ἄλλο μὲν οὐδὲν εἶπαν, ὁ δὲ πρεσβύτατος αὐτῶν δείξας τοῖς ἐν τῷ συνεδρίῳ τὸν κόλπον ἐνταῦθα καὶ τὸν πόλεμον αὐτοῖς ἔφη καὶ τὴν εἰρήνην φέρειν· ἐκβαλὼν οὖν, ὁπότερον ἂν | |
Hist.3.33.3 | κελεύσωσιν, ἀπολείψειν. ὁ δὲ βασιλεὺς τῶν Καρ‐ χηδονίων, ὁπότερον αὐτοῖς φαίνεται, τοῦτ’ ἐκβα‐ | |
Hist.3.33.4 | λεῖν ἐκέλευσε. τοῦ δὲ Ῥωμαίου φήσαντος τὸν πό‐ | |
λεμον ἐκβαλεῖν, ἀνεφώνησαν ἅμα καὶ πλείους τῶν ἐκ τοῦ συνεδρίου, δέχεσθαι φάσκοντες. οἱ μὲν οὖν πρέσβεις καὶ τὸ συνέδριον ἐπὶ τούτοις ἐχωρίσθησαν. | ||
Hist.3.33.5 | Ἀννίβας δὲ παραχειμάζων ἐν Καινῇ πόλει πρῶτον μὲν διαφῆκε τοὺς Ἴβηρας ἐπὶ τὰς ἑαυτῶν πόλεις, βουλόμενος ἑτοίμους καὶ προθύμους παρασκευάζειν | |
Hist.3.33.6 | πρὸς τὸ μέλλον. δεύτερον δ’ Ἀσδρούβᾳ τἀδελφῷ διέταξε πῶς δεήσει τῇ τε τῶν Ἰβήρων ἀρχῇ καὶ δυ‐ ναστείᾳ χρῆσθαι ταῖς τε πρὸς Ῥωμαίους παρασκευ‐ | |
Hist.3.33.7 | αῖς, ἐὰν αὐτὸς χωρίζηταί που. τρίτον ὑπὲρ τῆς ἀσφαλείας τῶν ἐν Λιβύῃ προυνοεῖτο πραγμάτων. | |
Hist.3.33.8 | πάνυ δ’ ἐμπείρως καὶ φρονίμως ἐκλογιζόμενος ἐκ μὲν Λιβύης εἰς Ἰβηρίαν, ἐκ δ’ Ἰβηρίας εἰς Λιβύην διεβίβαζε στρατιώτας, ἐκδεσμεύων τὴν ἑκατέρων πί‐ | |
Hist.3.33.9 | στιν εἰς ἀλλήλους διὰ τῆς τοιαύτης οἰκονομίας. ἦσαν δ’ οἱ διαβάντες εἰς τὴν Λιβύην Θερσῖται, Μαστια‐ | |
Hist.3.33.10 | νοί, πρὸς δὲ τούτοις Ὀρῆτες Ἴβηρες, Ὀλκάδες, οἱ δὲ σύμπαντες ἀπὸ τούτων τῶν ἐθνῶν ἱππεῖς μὲν χίλιοι διακόσιοι, πεζοὶ δὲ μύριοι τρισχίλιοι ὀκτακό‐ | |
Hist.3.33.11 | σιοι πεντήκοντα, πρὸς δὲ τούτοις Βαλιαρεῖς (ὀκτα‐ κόσιοι ἑβδομήκοντα), οὓς κυρίως μὲν καλοῦσι σφεν‐ δονήτας, ἀπὸ δὲ τῆς χρείας ταύτης συνωνύμως καὶ τὸ ἔθνος αὐτῶν προσαγορεύουσι καὶ τὴν νῆσον. | |
Hist.3.33.12 | τῶν δὲ προειρημένων τοὺς μὲν πλείους εἰς τὰ Μετα‐ γώνια τῆς Λιβύης, τινὰς δ’ εἰς αὐτὴν Καρχηδόνα | |
Hist.3.33.13 | κατέταξεν. ἀπὸ δὲ τῶν πόλεων τῶν Μεταγωνιτῶν καλουμένων ἀπέστειλεν ἄλλους εἰς Καρχηδόνα πε‐ ζοὺς τετρακισχιλίους, ὁμηρείας ἔχοντας καὶ βοη‐ | |
Hist.3.33.14 | θείας ἅμα τάξιν. ἐπὶ δὲ τῆς Ἰβηρίας ἀπέλιπεν Ἀσδρούβᾳ τἀδελφῷ πεντήρεις μὲν πεντήκοντα, τε‐ τρήρεις δὲ δύο καὶ τριήρεις πέντε· τούτων ἐχούσας | |
πληρώματα πεντήρεις μὲν τριάκοντα δύο, τριήρεις | ||
Hist.3.33.15 | δὲ πέντε. καὶ μὴν ἱππεῖς Λιβυφοινίκων μὲν καὶ Λιβύων τετρακοσίους πεντήκοντα, Λεργητῶν δὲ τρια‐ κοσίους, Νομάδων δὲ Μασυλίων καὶ Μασαισυλίων καὶ Μακκοίων καὶ Μαυρουσίων τῶν παρὰ τὸν Ὠκεα‐ | |
Hist.3.33.16 | νὸν χιλίους ὀκτακοσίους, πεζοὺς δὲ Λιβύων μυρίους χιλίους ὀκτακοσίους πεντήκοντα, Λιγυστίνους τρια‐ κοσίους, Βαλιαρεῖς πεντακοσίους, ἐλέφαντας εἴκοσι καὶ ἕνα. | |
Hist.3.33.17 | Οὐ χρὴ δὲ θαυμάζειν τὴν ἀκρίβειαν τῆς ἀνα‐ γραφῆς, εἰ τοιαύτῃ κεχρήμεθα περὶ τῶν ὑπ’ Ἀννί‐ βου κατ’ Ἰβηρίαν πεπραγμένων οἵᾳ μόλις ἂν χρήσαιτό τις αὐτὸς κεχειρικὼς τὰς κατὰ μέρος πρά‐ | |
5 | ξεις, οὐδὲ προκαταγινώσκειν, εἰ πεποιήκαμεν παρα‐ πλήσιον τοῖς ἀξιοπίστως ψευδομένοις τῶν συγ‐ | |
Hist.3.33.18 | γραφέων. ἡμεῖς γὰρ εὑρόντες ἐπὶ Λακινίῳ τὴν γραφὴν ταύτην ἐν χαλκώματι κατατεταγμένην ὑπ’ Ἀννίβου, καθ’ οὓς καιροὺς ἐν τοῖς κατὰ τὴν Ἰτα‐ λίαν τόποις ἀνεστρέφετο, πάντως ἐνομίσαμεν αὐτὴν | |
5 | περί γε τῶν τοιούτων ἀξιόπιστον εἶναι· διὸ καὶ κατ‐ ακολουθεῖν εἱλόμεθα τῇ γραφῇ ταύτῃ. | |
Hist.3.34.1 | Ἀννίβας δὲ πάντα προνοηθεὶς περὶ τῆς ἀσφα‐ λείας τῶν τε κατὰ Λιβύην πραγμάτων καὶ τῶν ἐν Ἰβηρίᾳ λοιπὸν ἐκαραδόκει καὶ προσεδέχετο τοὺς παρὰ | |
Hist.3.34.2 | τῶν Κελτῶν πρὸς αὐτὸν ἀποστελλομένους· σαφῶς γὰρ ἐξητάκει καὶ τὴν ἀρετὴν τῆς ὑπὸ τὰς Ἄλπεις καὶ περὶ τὸν Πάδον ποταμὸν χώρας καὶ τὸ πλῆθος τῶν κατοικούντων αὐτήν, ἔτι δὲ τὴν πρὸς τοὺς πολέμους | |
Hist.3.34.3 | τῶν ἀνδρῶν τόλμαν, καὶ τὸ μέγιστον, τὴν ὑπάρχου‐ σαν δυσμένειαν αὐτοῖς ἐκ τοῦ προγεγονότος πολέ‐ μου πρὸς Ῥωμαίους, ὑπὲρ οὗ διήλθομεν ἡμεῖς ἐν | |
τῇ πρὸ ταύτης βύβλῳ χάριν τοῦ συμπεριφέρεσθαι | ||
5 | τοὺς ἐντυγχάνοντας τοῖς νῦν μέλλουσι λέγεσθαι. | |
Hist.3.34.4 | διόπερ εἴχετο ταύτης τῆς ἐλπίδος καὶ πᾶν ὑπ‐ ισχνεῖτο, διαπεμπόμενος ἐπιμελῶς πρὸς τοὺς δυνά‐ στας τῶν Κελτῶν καὶ τοὺς ἐπὶ τάδε καὶ τοὺς ἐν | |
Hist.3.34.5 | αὐταῖς ταῖς Ἄλπεσιν ἐνοικοῦντας, μόνως ἂν ὑπο‐ λαμβάνων ἐν Ἰταλίᾳ συστήσασθαι τὸν πρὸς Ῥωμαί‐ ους πόλεμον, εἰ δυνηθείη διαπεράσας τὰς πρὸ τοῦ δυσχωρίας εἰς τοὺς προειρημένους ἀφικέσθαι τό‐ | |
5 | πους καὶ συνεργοῖς καὶ συμμάχοις χρήσασθαι Κελ‐ | |
Hist.3.34.6 | τοῖς εἰς τὴν προκειμένην ἐπιβολήν. ἀφικομένων δὲ τῶν ἀγγέλων καὶ τήν τε τῶν Κελτῶν βούλησιν καὶ προσδοκίαν ἀπαγγειλάντων τήν τε τῶν Ἀλπεινῶν ὀρῶν ὑπερβολὴν ἐπίπονον μὲν καὶ δυσχερῆ λίαν, | |
5 | οὐ μὴν ἀδύνατον εἶναι φασκόντων, συνῆγε τὰς δυ‐ νάμεις ἐκ τῆς παραχειμασίας ὑπὸ τὴν ἐαρινὴν ὥραν. | |
Hist.3.34.7 | προσπεπτωκότων δὲ προσφάτως αὐτῷ καὶ τῶν ἐκ τῆς Καρχηδόνος, ἐπαρθεὶς τῷ θυμῷ καὶ πιστεύων τῇ τῶν πολιτῶν εὐνοίᾳ παρεκάλει τὰς δυνάμεις φανερῶς ἤδη πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον, | |
Hist.3.34.8 | ἐμφανίζων μὲν ὃν τρόπον ἔκδοτον αὐτὸν ἐγχειρή‐ σαιεν αἰτεῖσθαι Ῥωμαῖοι καὶ πάντας τοὺς τοῦ στρα‐ τοπέδου προεστῶτας, ὑποδεικνύων δὲ τὴν τῆς χώ‐ ρας ἀρετήν, εἰς ἣν ἀφίξονται, καὶ τὴν τῶν Κελτῶν | |
Hist.3.34.9 | εὔνοιαν καὶ συμμαχίαν. εὐθύμως δὲ τῶν ὄχλων αὐτῷ συνεξισταμένων, ἐπαινέσας καὶ παραγγείλας τακτὴν ἡμέραν, ἐν ᾗ ποιήσεται τὴν ἔξοδον, τότε μὲν διέλυσε τὴν ἐκκλησίαν. | |
Hist.3.35.1 | Ἐπιτελέσας δὲ τὰ προειρημένα κατὰ τὴν παρα‐ χειμασίαν καὶ παρασκευάσας ἱκανὴν ἀσφάλειαν τοῖς τε κατὰ τὴν Λιβύην καὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι, | |
παραγενομένης τῆς ταχθείσης ἡμέρας, προῆγε, πε‐ | ||
5 | ζῶν μὲν ἔχων εἰς ἐννέα μυριάδας, ἱππεῖς δὲ περὶ | |
Hist.3.35.2 | μυρίους καὶ δισχιλίους. καὶ διαβὰς τὸν Ἴβηρα πο‐ ταμὸν κατεστρέφετο τό τε τῶν Ἰλουργητῶν ἔθνος καὶ Βαργουσίων ἔτι δὲ τοὺς Αἰρηνοσίους καὶ τοὺς Ἀνδοσίνους μέχρι τῆς προσαγορευομένης Πυρήνης. | |
Hist.3.35.3 | ποιησάμενος δὲ πάντας ὑφ’ ἑαυτὸν καί τινας πό‐ λεις κατὰ κράτος ἑλών, ταχέως μὲν καὶ παρ’ ἐλ‐ πίδα, μετὰ πολλῶν δὲ καὶ μεγάλων ἀγώνων ἔτι δὲ | |
Hist.3.35.4 | πολλῆς καταφθορᾶς ἀνδρῶν, ἡγεμόνα μὲν ἐπὶ πά‐ σης κατέλιπε τῆς ἐπὶ τάδε τοῦ ποταμοῦ χώρας Ἄν‐ νωνα, τῶν δὲ Βαργουσίων καὶ δεσπότην· μάλιστα γὰρ τούτοις ἠπίστει διὰ τὴν πρὸς Ῥωμαίους εὔ‐ | |
Hist.3.35.5 | νοιαν. ἀπεμέρισε δὲ καὶ τῆς δυνάμεως ἧς εἶχε τῷ μὲν Ἄννωνι πεζοὺς μυρίους ἱππεῖς δὲ χιλίους καὶ τὰς ἀποσκευὰς ἀπέλιπε τούτῳ τῶν αὐτῷ συνεξορ‐ | |
Hist.3.35.6 | μώντων. εἰς δὲ τὴν οἰκείαν ἀπέλυσε τοὺς ἴσους τοῖς προειρημένοις, βουλόμενος αὐτούς τε τούτους εὔνους ἀπολιπεῖν, τοῖς τε λοιποῖς ὑποδεικνύων ἐλ‐ πίδα τῆς εἰς οἶκον ἐπανόδου καὶ τοῖς μεθ’ ἑαυτοῦ | |
5 | μὲν στρατευομένοις, οὐχ ἧττον δὲ καὶ τοῖς ἐν οἴκῳ μένουσι τῶν Ἰβήρων, ἵνα προθύμως ἐξορμῶσι πάν‐ τες, ἄν ποτέ τις ἐπικουρίας χρεία γένηται παρ’ αὐ‐ | |
Hist.3.35.7 | τῶν. τὴν δὲ λοιπὴν στρατιὰν ἀναλαβὼν εὔζωνον πεζοὺς μὲν πεντακισμυρίους ἱππεῖς δὲ πρὸς ἐννα‐ κισχιλίους ἦγεν διὰ τῶν Πυρηναίων λεγομένων ὀρῶν ἐπὶ τὴν τοῦ Ῥοδανοῦ καλουμένου ποταμοῦ διάβα‐ | |
Hist.3.35.8 | σιν, ἔχων οὐχ οὕτως πολλὴν δύναμιν ὡς χρησίμην καὶ γεγυμνασμένην διαφερόντως ἐκ τῆς συνεχείας τῶν κατὰ τὴν Ἰβηρίαν ἀγώνων. | |
Hist.3.36.1 | Ἵνα δὲ μὴ τῶν τόπων ἀγνοουμένων παντάπασιν | |
ἀσαφῆ γίνεσθαι συμβαίνῃ τὴν διήγησιν, ῥητέον ἂν εἴη πόθεν ὁρμήσας Ἀννίβας καὶ τίνας καὶ πόσους διελθὼν τόπους εἰς ποῖα μέρη κατῆρε τῆς Ἰταλίας. | ||
Hist.3.36.2 | ῥητέον (δ’) οὐκ αὐτὰς τὰς ὀνομασίας τῶν τόπων καὶ ποταμῶν καὶ πόλεων, ὅπερ ἔνιοι ποιοῦσι τῶν συγ‐ γραφέων, ὑπολαμβάνοντες ἐν παντὶ πρὸς γνῶσιν | |
Hist.3.36.3 | καὶ σαφήνειαν αὐτοτελὲς εἶναι τοῦτο τὸ μέρος. οἶ‐ μαι δ’, ἐπὶ μὲν τῶν γνωριζομένων τόπων οὐ μικρὰ μεγάλα δὲ συμβάλλεσθαι πεποίηκε πρὸς ἀνάμνησιν ἡ τῶν ὀνομάτων παράθεσις· ἐπὶ δὲ τῶν ἀγνοουμέ‐ | |
5 | νων εἰς τέλος ὁμοίαν ἔχει τὴν δύναμιν ἡ τῶν ὀνο‐ μάτων ἐξήγησις ταῖς ἀδιανοήτοις καὶ κρουσματικαῖς | |
Hist.3.36.4 | λέξεσι. τῆς γὰρ διανοίας ἐπ’ οὐδὲν ἀπερειδομένης οὐδὲ δυναμένης ἐφαρμόττειν τὸ λεγόμενον ἐπ’ οὐ‐ δὲν γνώριμον, ἀνυπότακτος καὶ κωφὴ γίνεθ’ ἡ δι‐ | |
Hist.3.36.5 | ήγησις. διόπερ ὑποδεικτέος ἂν εἴη τρόπος, δι’ οὗ δυνατὸν ἔσται περὶ τῶν ἀγνοουμένων λέγοντας κατὰ ποσὸν εἰς ἀληθινὰς καὶ γνωρίμους ἐννοίας ἄγειν τοὺς ἀκούοντας. | |
Hist.3.36.6 | Πρώτη μὲν οὖν καὶ μεγίστη γνῶσις, ἔτι δὲ κοινὴ πᾶσιν ἀνθρώποις ἐστὶν ἡ τοῦ περιέχοντος ἡμᾶς διαίρεσις καὶ τάξις, καθ’ ἣν πάντες, ὧν καὶ μικρὸν ὄφελος, ἀνατολάς, δύσεις, μεσημβρίαν, ἄρκτον | |
Hist.3.36.7 | γνωρίζομεν· δευτέρα δέ, καθ’ ἣν ἑκάστῃ διαφορᾷ τῶν προειρημένων τοὺς ἐπὶ τῆς γῆς τόπους ὑποτάτ‐ τοντες καὶ φέροντες ἀεὶ τῇ διανοίᾳ τὸ λεγόμενον ἐπί (τι) τῶν προειρημένων εἰς γνωρίμους καὶ συν‐ | |
5 | ήθεις ἐπινοίας ἐμπίπτομεν ὑπὲρ τῶν ἀγνώστων καὶ | |
Hist.3.37.1 | ἀοράτων τόπων. τούτων δὲ περὶ τῆς ὅλης γῆς ὑπο‐ κειμένων, ἀκόλουθον ἂν εἴη τὸ καὶ περὶ τῆς καθ’ ἡμᾶς οἰκουμένης ἀνὰ τὸν αὐτὸν λόγον διελομένους | |
Hist.3.37.2 | εἰς ἐπίστασιν ἀγαγεῖν τοὺς ἀκούοντας. ταύτης δι‐ ῃρημένης εἰς τρία μέρη καὶ τρεῖς ὀνομασίας, τὸ μὲν ἓν μέρος αὐτῆς Ἀσίαν, τὸ δ’ ἕτερον Λιβύην, τὸ δὲ | |
Hist.3.37.3 | τρίτον Εὐρώπην προσαγορεύουσι. τὰς δὲ διαφορὰς ταύτας ὁρίζουσιν ὅ τε Τάναϊς ποταμὸς καὶ Νεῖλος | |
Hist.3.37.4 | καὶ τὸ καθ’ Ἡρακλέους στήλας στόμα. Νείλου μὲν οὖν καὶ Τανάιδος μεταξὺ τὴν Ἀσίαν κεῖσθαι συμ‐ βέβηκε, πίπτειν δὲ τοῦ περιέχοντος ὑπὸ τὸ μεταξὺ | |
Hist.3.37.5 | διάστημα θερινῶν ἀνατολῶν καὶ μεσημβρίας. ἡ δὲ Λιβύη κεῖται μὲν μεταξὺ Νείλου καὶ στηλῶν Ἡρα‐ κλείων, τοῦ δὲ περιέχοντος πέπτωκεν ὑπό τε τὴν μεσημβρίαν καὶ κατὰ τὸ συνεχὲς ὑπὸ τὰς χειμερι‐ | |
5 | νὰς δύσεις ἕως τῆς ἰσημερινῆς καταφορᾶς, ἣ πίπτει | |
Hist.3.37.6 | καθ’ Ἡρακλείους στήλας. αὗται μὲν οὖν αἱ χῶραι καθολικώτερον θεωρούμεναι τὸν πρὸς τὴν μεσημ‐ βρίαν τόπον ἐπέχουσι τῆς καθ’ ἡμᾶς θαλάττης ἀπὸ | |
Hist.3.37.7 | τῶν ἀνατολῶν ὡς πρὸς τὰς δύσεις. ἡ δ’ Εὐρώπη ταύταις ἀμφοτέραις ὡς πρὸς τὰς ἄρκτους ἀντιπαρά‐ κειται, κατὰ τὸ συνεχὲς ἀπὸ τῶν ἀνατολῶν παρ‐ | |
Hist.3.37.8 | ήκουσα μὲν ἄχρι πρὸς τὰς δύσεις, κεῖται δ’ αὐτῆς τὸ μὲν ὁλοσχερέστερον καὶ βαθύτερον μέρος ὑπ’ αὐτὰς τὰς ἄρκτους μεταξὺ τοῦ τε Τανάιδος ποτα‐ μοῦ καὶ τοῦ Νάρβωνος, ὃς οὐ πολὺν ἀπέχει τόπον | |
5 | ὡς πρὸς δύσεις ἀπὸ Μασσαλίας καὶ τῶν τοῦ Ῥο‐ δανοῦ στομάτων, δι’ ὧν εἰς τὸ Σαρδόνιον πέλαγος | |
Hist.3.37.9 | ἐξίησιν ὁ προειρημένος ποταμός. ἀπὸ δὲ τοῦ Νάρ‐ βωνος καὶ τὰ περὶ τοῦτον Κελτοὶ νέμονται μέχρι τῶν προσαγορευομένων Πυρηναίων ὀρῶν, ἃ δια‐ τείνει κατὰ τὸ συνεχὲς ἀπὸ τῆς καθ’ ἡμᾶς θαλάτ‐ | |
Hist.3.37.10 | της ἕως εἰς τὴν ἐκτός. τὸ δὲ λοιπὸν μέρος τῆς Εὐρώπης ἀπὸ τῶν προειρημένων ὀρῶν τὸ συνάπτον | |
πρός τε τὰς δύσεις καὶ πρὸς Ἡρακλείους στήλας περιέχεται μὲν ὑπό τε τῆς καθ’ ἡμᾶς καὶ τῆς ἔξω | ||
5 | θαλάττης, καλεῖται δὲ τὸ μὲν παρὰ τὴν καθ’ ἡμᾶς | |
Hist.3.37.11 | παρῆκον ἕως Ἡρακλείων στηλῶν Ἰβηρία, τὸ δὲ παρὰ τὴν ἔξω καὶ μεγάλην προσαγορευομένην κοινὴν μὲν ὀνομασίαν οὐκ ἔχει διὰ τὸ προσφάτως κατωπτεῦ‐ σθαι, κατοικεῖται δὲ πᾶν ὑπὸ βαρβάρων ἐθνῶν καὶ | |
5 | πολυανθρώπων, ὑπὲρ ὧν ἡμεῖς μετὰ ταῦτα τὸν | |
Hist.3.38.1 | κατὰ μέρος λόγον ἀποδώσομεν. καθάπερ δὲ καὶ τῆς Ἀσίας καὶ τῆς Λιβύης, καθὸ συνάπτουσιν ἀλλήλαις περὶ τὴν Αἰθιοπίαν, οὐδεὶς ἔχει λέγειν ἀτρεκῶς ἕως τῶν καθ’ ἡμᾶς καιρῶν πότερον ἤπειρός ἐστι κατὰ | |
5 | τὸ συνεχὲς τὰ πρὸς τὴν μεσημβρίαν ἢ θαλάττῃ περι‐ | |
Hist.3.38.2 | έχεται, τὸν αὐτὸν τρόπον τὸ μεταξὺ Τανάιδος καὶ Νάρβωνος εἰς τὰς ἄρκτους ἀνῆκον ἄγνωστον ἡμῖν ἕως τοῦ νῦν ἐστιν, ἐὰν μή τι μετὰ ταῦτα πολυ‐ | |
Hist.3.38.3 | πραγμονοῦντες ἱστορήσωμεν. τοὺς δὲ λέγοντάς τι περὶ τούτων ἄλλως ἢ γράφοντας ἀγνοεῖν καὶ μύ‐ θους διατιθέναι νομιστέον. | |
Hist.3.38.4 | Ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν τοῦ μὴ τε‐ λέως ἀνυπότακτον εἶναι τοῖς ἀπείροις τῶν τόπων τὴν διήγησιν, ἀλλὰ κατά γε τὰς ὁλοσχερεῖς διαφο‐ ρὰς συνεπιβάλλειν καὶ φέρειν ἐπί (τι) τῇ διανοίᾳ | |
5 | τὸ λεγόμενον, τεκμαιρομένους ἐκ τοῦ περιέχοντος. | |
Hist.3.38.5 | καθάπερ γὰρ ἐπὶ τῆς ὁράσεως εἰθίσμεθα συνεπι‐ στρέφειν ἀεὶ τὰ πρόσωπα πρὸς τὸ κατὰ τὴν ἔνδει‐ ξιν ὑποδεικνύμενον, οὕτως καὶ τῇ διανοίᾳ χρὴ συν‐ διανεύειν καὶ συρρέπειν ἐπὶ τοὺς τόπους ἀεὶ τοὺς | |
Hist.3.39.1 | διὰ τοῦ λόγου συνεπιδεικνυμένους. ἀφέμενοι δὲ τούτων τρεψόμεθα πρὸς τὸ συνεχὲς τῆς προκειμέ‐ νης ἡμῖν διηγήσεως. | |
Hist.3.39.2 | Καρχηδόνιοι γὰρ ἐν τούτοις τοῖς καιροῖς τῆς μὲν Λιβύης ἐκυρίευον πάντων τῶν ἐπὶ τὴν ἔσω θάλατταν νευόντων μερῶν ἀπὸ τῶν Φιλαίνου βω‐ μῶν, οἳ κεῖνται κατὰ τὴν μεγάλην Σύρτιν, ἕως ἐφ’ | |
Hist.3.39.3 | Ἡρακλέους στήλας. τοῦτο δὲ τὸ μῆκός ἐστι τῆς παραλίας ὑπὲρ τοὺς ἑξακισχιλίους καὶ μυρίους στα‐ | |
Hist.3.39.4 | δίους. διαβάντες δὲ τὸν καθ’ Ἡρακλείους στήλας πόρον ὁμοίως ἐκεκρατήκεισαν καὶ τῆς Ἰβηρίας ἁπά‐ σης ἕως τῆς ῥαχίας, ὃ πέρας ἐστὶ πρὸς τῇ καθ’ ἡμᾶς θαλάττῃ τῶν Πυρηναίων ὀρῶν, ἃ διορίζει | |
Hist.3.39.5 | τοὺς Ἴβηρας καὶ Κελτούς. ἀπέχει δὲ τοῦ καθ’ Ἡρακλείους στήλας στόματος οὗτος ὁ τόπος περὶ | |
Hist.3.39.6 | ὀκτακισχιλίους σταδίους. ἐπὶ μὲν γὰρ Καινὴν πό‐ λιν ἀπὸ στηλῶν εἶναι συμβαίνει τρισχιλίους, ὅθεν ἐποιεῖτο τὴν ὁρμὴν Ἀννίβας τὴν εἰς Ἰταλίαν· [τὴν δὲ Καινὴν πόλιν ἔνιοι Νέαν Καρχηδόνα καλοῦσιν]· | |
5 | ἀπὸ δὲ ταύτης εἰσὶν ἐπὶ μὲν τὸν Ἴβηρα ποταμὸν | |
Hist.3.39.7 | ἑξακόσιοι στάδιοι πρὸς δισχιλίοις, ἀπὸ δὲ τούτου πάλιν εἰς Ἐμπόριον χίλιοι σὺν ἑξακοσίοις, (ἀπὸ δ’ Ἐμπορίου πόλεως εἰς *** περὶ ἑξακοσίους), | |
Hist.3.39.8 | καὶ μὴν ἐντεῦθεν ἐπὶ τὴν τοῦ Ῥοδανοῦ διά‐ βασιν περὶ χιλίους ἑξακοσίους· [ταῦτα γὰρ νῦν βεβημάτισται καὶ σεσημείωται κατὰ σταδίους ὀκτὼ | |
Hist.3.39.9 | διὰ Ῥωμαίων ἐπιμελῶς·] ἀπὸ δὲ τῆς διαβάσεως τοῦ Ῥοδανοῦ πορευομένοις παρ’ αὐτὸν τὸν ποταμὸν ὡς ἐπὶ τὰς πηγὰς ἕως πρὸς τὴν ἀναβολὴν τῶν Ἄλπεων | |
Hist.3.39.10 | τὴν εἰς Ἰταλίαν χίλιοι τετρακόσιοι. λοιπαὶ δ’ αἱ τῶν Ἄλπεων ὑπερβολαί, περὶ χιλίους διακοσίους· ἃς ὑπερβαλὼν ἔμελλεν ἥξειν εἰς τὰ περὶ τὸν Πάδον | |
Hist.3.39.11 | πεδία τῆς Ἰταλίας. ὥστ’ εἶναι τοὺς πάντας ἐκ Και‐ νῆς πόλεως σταδίους περὶ ἐννακισχιλίους, οὓς ἔδει | |
Hist.3.39.12 | διελθεῖν αὐτόν. τούτων δὴ τῶν τόπων κατὰ μὲν τὸ μῆκος ἤδη σχεδὸν τοὺς ἡμίσεις διεληλύθει, κατὰ δὲ τὴν δυσχέρειαν τὸ πλέον αὐτῷ μέρος ἀπελείπετο τῆς πορείας. | |
Hist.3.40.1 | Ἀννίβας μὲν οὖν ἐνεχείρει ταῖς διεκβολαῖς τῶν Πυρηναίων ὀρῶν, κατάφοβος ὢν τοὺς Κελτοὺς διὰ | |
Hist.3.40.2 | τὰς ὀχυρότητας τῶν τόπων. Ῥωμαῖοι δὲ κατὰ τοὺς αὐτοὺς καιροὺς διακούσαντες μὲν τῶν ἐξαποσταλέν‐ των εἰς Καρχηδόνα πρεσβευτῶν τὰ δεδογμένα καὶ τοὺς ῥηθέντας λόγους, προσπεσόντος δὲ θᾶττον ἢ | |
5 | προσεδόκων Ἀννίβαν διαβεβηκέναι τὸν Ἴβηρα πο‐ ταμὸν μετὰ τῆς δυνάμεως, προεχειρίσαντο πέμπειν μετὰ στρατοπέδων Πόπλιον μὲν Κορνήλιον εἰς Ἰβη‐ | |
Hist.3.40.3 | ρίαν, Τεβέριον δὲ Σεμπρώνιον εἰς Λιβύην. ἐν ὅσῳ δ’ οὗτοι περὶ τὰς καταγραφὰς ἐγίνοντο τῶν στρα‐ τοπέδων καὶ τὴν ἄλλην παρασκευήν, ἔσπευσαν ἐπὶ τέλος ἀγαγεῖν τὰ κατὰ τὰς ἀποικίας, οἳ δὴ πρό‐ | |
5 | τερον ἦσαν εἰς Γαλατίαν ἀποστέλλειν προκεχειρι‐ | |
Hist.3.40.4 | σμένοι. τὰς μὲν οὖν πόλεις ἐνεργῶς ἐτείχιζον, τοὺς δ’ οἰκήτορας ἐν ἡμέραις τριάκοντα παρήγγειλαν ἐπι‐ τόπους γίνεσθαι, τὸν ἀριθμὸν ὄντας εἰς ἑκατέραν | |
Hist.3.40.5 | τὴν πόλιν εἰς ἑξακισχιλίους· ὧν τὴν μὲν μίαν ἔκτι‐ ζον ἐπὶ τάδε τοῦ Πάδου ποταμοῦ, προσαγορεύσαν‐ τες Πλακεντίαν, τὴν δ’ ἄλλην ἐπὶ θάτερα, κατονο‐ | |
Hist.3.40.6 | μάσαντες Κρεμώνην. ἤδη δὲ τούτων συνῳκισμένων, οἱ Βοῖοι καλούμενοι Γαλάται, πάλαι μὲν οἷον λο‐ χῶντες τὴν πρὸς Ῥωμαίους φιλίαν, οὐκ ἔχοντες δὲ | |
Hist.3.40.7 | τότε καιρόν, μετεωριζόμενοι καὶ πιστεύοντες ἐκ τῶν διαπεμπομένων τῇ παρουσίᾳ τῶν Καρχηδονίων ἀπέστησαν ἀπὸ Ῥωμαίων, ἐγκαταλιπόντες τοὺς ὁμή‐ ρους, οὓς ἔδοσαν ἐκβαίνοντες ἐκ τοῦ πολέμου τοῦ | |
5 | προγεγονότος, ὑπὲρ οὗ τὴν ἐξήγησιν ἡμεῖς ἐν τῇ | |
Hist.3.40.8 | προτέρᾳ βύβλῳ ταύτης ἐποιησάμεθα. παρακαλέσαν‐ τες δὲ τοὺς Ἴνσομβρας καὶ συμφρονήσαντες κατὰ τὴν προγεγενημένην ὀργὴν κατέσυραν τὴν κατα‐ κεκληρουχημένην χώραν ὑπὸ Ῥωμαίων καὶ τοὺς | |
5 | φεύγοντας συνδιώξαντες εἰς Μοτίνην, ἀποικίαν | |
Hist.3.40.9 | ὑπάρχουσαν Ῥωμαίων, ἐπολιόρκουν. ἐν οἷς καὶ τρεῖς ἄνδρας τῶν ἐπιφανῶν συνέκλεισαν τοὺς ἐπὶ τὴν διαίρεσιν τῆς χώρας ἀπεσταλμένους· ὧν εἷς μὲν ἦν Γάιος Λυτάτιος ὁ τὴν ὕπατον ἀρχὴν εἰληφώς, | |
Hist.3.40.10 | οἱ δὲ δύο τὴν ἑξαπέλεκυν. οἰομένων δὲ δεῖν τού‐ των εἰς λόγους σφίσι συνελθεῖν, ὑπήκουσαν οἱ Βοῖοι. τῶν δ’ ἀνδρῶν ἐξελθόντων, παρασπονδή‐ σαντες συνέλαβον αὐτούς, ἐλπίσαντες διὰ τούτων | |
Hist.3.40.11 | κομιεῖσθαι τοὺς αὑτῶν ὁμήρους. Λεύκιος δὲ Μά‐ λιος ἑξαπέλεκυς ὑπάρχων καὶ προκαθήμενος ἐπὶ τῶν τόπων μετὰ δυνάμεως, ἀκούσας τὸ γεγονός, | |
Hist.3.40.12 | ἐβοήθει κατὰ σπουδήν. οἱ δὲ Βοῖοι συνέντες αὐτοῦ τὴν παρουσίαν, ἔν τισι δρυμοῖς ἑτοιμάσαντες ἐνέ‐ δρας ἅμα τῷ παρελθεῖν εἰς τοὺς ὑλώδεις τόπους πανταχόθεν ἅμα προσπεσόντες πολλοὺς ἀπέκτειναν | |
Hist.3.40.13 | τῶν Ῥωμαίων. οἱ δὲ λοιποὶ τὰς μὲν ἀρχὰς ὥρμη‐ σαν πρὸς φυγήν· ἐπεὶ δὲ τῶν ψιλῶν ἥψαντο χω‐ ρίων, ἐπὶ ποσὸν συνέστησαν οὕτως ὥστε μόλις εὐσχή‐ μονα ποιήσασθαι τὴν ἀποχώρησιν. οἱ δὲ Βοῖοι κατ‐ | |
5 | ακολουθήσαντες συνέκλεισαν καὶ τούτους εἰς τὴν | |
Hist.3.40.14 | Τάννητος καλουμένην κώμην. τοῖς δ’ ἐν τῇ Ῥώμῃ προσπεσόντος ὅτι τὸ τέταρτον στρατόπεδον περιει‐ λημμένον ὑπὸ τῶν Βοίων πολιορκεῖται κατὰ κράτος, τὰ μὲν τῷ Ποπλίῳ προκεχειρισμένα στρατόπεδα | |
5 | κατὰ σπουδὴν ἐξαπέστελλον ἐπὶ τὴν τούτων βοή‐ | |
θειαν, ἡγεμόνα συστήσαντες ἑξαπέλεκυν, ἄλλα δὲ συνάγειν καὶ καταγράφειν ἐκ τῶν συμμάχων αὐτῷ παρήγγειλαν. | ||
Hist.3.41.1 | Τὰ μὲν οὖν κατὰ Κελτοὺς ἀπὸ τῆς ἀρχῆς ἕως εἰς τὴν Ἀννίβου παρουσίαν ἐν τούτοις ἦν καὶ τοι‐ αύτην εἰλήφει διέξοδον, οἵαν ἔν τε τοῖς πρὸ τοῦ | |
Hist.3.41.2 | καὶ νῦν διεληλύθαμεν. οἱ δὲ στρατηγοὶ τῶν Ῥω‐ μαίων ἑτοιμασάμενοι τὰ πρὸς τὰς ἰδίας ἐπιβολάς, ἐξέπλεον ἐπὶ τὴν ὡραίαν ἐπὶ τὰς προκειμένας πρά‐ ξεις, Πόπλιος μὲν οὖν εἰς Ἰβηρίαν ἑξήκοντα ναυσί, | |
5 | Τεβέριος δὲ Σεμπρώνιος εἰς Λιβύην ἑκατὸν ἑξή‐ | |
Hist.3.41.3 | κοντα σκάφεσι πεντηρικοῖς. (οἷς) οὕτως καταπληκτι‐ κῶς ἐπεβάλετο πολεμεῖν καὶ τοιαύτας ἐποιεῖτο πα‐ ρασκευὰς ἐν τῷ Λιλυβαίῳ, πάντας καὶ πανταχόθεν ἁθροίζων, ὡς εὐθέως ἐκ κατάπλου πολιορκήσων | |
Hist.3.41.4 | αὐτὴν τὴν Καρχηδόνα. Πόπλιος δὲ κομισθεὶς παρὰ τὴν Λιγυστίνην ἧκε πεμπταῖος ἀπὸ Πισῶν εἰς τοὺς | |
Hist.3.41.5 | κατὰ Μασσαλίαν τόπους, καὶ καθορμισθεὶς πρὸς τὸ πρῶτον στόμα τοῦ Ῥοδανοῦ, τὸ Μασσαλιωτικὸν | |
Hist.3.41.6 | προσαγορευόμενον, ἀπεβίβαζε τὰς δυνάμεις, ἀκούων μὲν ὑπερβάλλειν ἤδη τὰ Πυρηναῖα τὸν Ἀννίβαν ὄρη, πεπεισμένος δ’ ἔτι μακρὰν ἀπέχειν αὐτὸν διά τε τὰς δυσχωρίας τῶν τόπων καὶ διὰ τὸ πλῆθος | |
Hist.3.41.7 | τῶν μεταξὺ κειμένων Κελτῶν. Ἀννίβας δὲ παρα‐ δόξως τοὺς μὲν χρήμασι πείσας τῶν Κελτῶν τοὺς δὲ βιασάμενος ἧκε μετὰ τῶν δυνάμεων, δεξιὸν ἔχων τὸ Σαρδόνιον πέλαγος, ἐπὶ τὴν τοῦ Ῥοδανοῦ | |
Hist.3.41.8 | διάβασιν. ὁ δὲ Πόπλιος, διασαφηθέντος αὐτῷ παρ‐ εῖναι τοὺς ὑπεναντίους, τὰ μὲν ἀπιστῶν διὰ τὸ τάχος τῆς παρουσίας, τὰ δὲ βουλόμενος εἰδέναι τὴν ἀκρίβειαν, αὐτὸς μὲν ἀνελάμβανε τὰς δυνάμεις ἐκ | |
5 | τοῦ πλοῦ καὶ διενοεῖτο μετὰ τῶν χιλιάρχων ποίοις χρηστέον τῶν τόπων καὶ συμμικτέον τοῖς ὑπεναν‐ | |
Hist.3.41.9 | τίοις· τριακοσίους δὲ τῶν ἱππέων ἐξαπέστειλε τοὺς ἀνδρωδεστάτους, συστήσας μετ’ αὐτῶν καθηγεμόνας ἅμα καὶ συναγωνιστὰς Κελτούς, οἳ παρὰ τοῖς Μασ‐ σαλιώταις ἐτύγχανον μισθοφοροῦντες. | |
Hist.3.42.1 | Ἀννίβας δὲ προσμίξας τοῖς περὶ τὸν ποταμὸν τόποις εὐθέως ἐνεχείρει ποιεῖσθαι τὴν διάβασιν κατὰ τὴν ἁπλῆν ῥύσιν, σχεδὸν ἡμερῶν τεττάρων | |
Hist.3.42.2 | ὁδὸν ἀπέχων στρατοπέδῳ τῆς θαλάττης. καὶ φιλο‐ ποιησάμενος παντὶ τρόπῳ τοὺς παροικοῦντας τὸν ποταμὸν ἐξηγόρασε παρ’ αὐτῶν τά τε μονόξυλα πλοῖα πάντα καὶ τοὺς λέμβους, ὄντας ἱκανοὺς τῷ | |
5 | πλήθει διὰ τὸ ταῖς ἐκ τῆς θαλάττης ἐμπορίαις πολ‐ | |
Hist.3.42.3 | λοὺς χρῆσθαι τῶν παροικούντων τὸν Ῥοδανόν. ἔτι δὲ τὴν ἁρμόζουσαν ξυλείαν ἐξέλαβε πρὸς τὴν κατα‐ σκευὴν τῶν μονοξύλων· ἐξ ὧν ἐν δυσὶν ἡμέραις πλῆθος ἀναρίθμητον ἐγένετο πορθμείων, ἑκάστου | |
5 | σπεύδοντος μὴ προσδεῖσθαι τοῦ πέλας, ἐν αὑτῷ δ’ | |
Hist.3.42.4 | ἔχειν τὰς τῆς διαβάσεως ἐλπίδας. κατὰ δὲ τὸν και‐ ρὸν τοῦτον ἐν τῷ πέραν πλῆθος ἡθροίσθη βαρβά‐ ρων χάριν τοῦ κωλύειν τὴν τῶν Καρχηδονίων διά‐ | |
Hist.3.42.5 | βασιν. εἰς οὓς ἀποβλέπων Ἀννίβας καὶ συλλογιζό‐ μενος ἐκ τῶν παρόντων ὡς οὔτε διαβαίνειν μετὰ βίας δυνατὸν εἴη τοσούτων πολεμίων ἐφεστώτων, οὔτ’ ἐπιμένειν, μὴ πανταχόθεν προσδέξηται τοὺς | |
Hist.3.42.6 | ὑπεναντίους, ἐπιγενομένης τῆς τρίτης νυκτὸς ἐξ‐ αποστέλλει μέρος τι τῆς δυνάμεως, συστήσας καθ‐ ηγεμόνας ἐγχωρίους, ἐπὶ δὲ πάντων Ἄννωνα τὸν | |
Hist.3.42.7 | Βοαμίλκου τοῦ βασιλέως. οἳ ποιησάμενοι τὴν πο‐ ρείαν ἀντίοι τῷ ῥεύματι παρὰ τὸν ποταμὸν ἐπὶ | |
διακόσια στάδια, παραγενόμενοι πρός τινα τόπον, ἐν ᾧ συνέβαινε περί τι χωρίον νησίζον περισχίζε‐ | ||
Hist.3.42.8 | σθαι τὸν ποταμόν, ἐνταῦθα κατέμειναν. ἐκ δὲ τῆς παρακειμένης ὕλης τὰ μὲν συμπηγνύντες τῶν ξύλων τὰ δὲ συνδεσμεύοντες ἐν ὀλίγῳ χρόνῳ πολλὰς ἥρ‐ μοσαν σχεδίας, ἀρκούσας τῇ χρείᾳ πρὸς τὸ παρόν· | |
5 | ἐφ’ αἷς διεκομίσθησαν ἀσφαλῶς οὐδενὸς κωλύοντος. | |
Hist.3.42.9 | καταλαβόμενοι δὲ τόπον ἐχυρὸν ἐκείνην μὲν τὴν ἡμέραν ἔμειναν ἀναπαύοντες σφᾶς ἐκ τῆς προγε‐ γενημένης κακοπαθείας, ἅμα δὲ παρασκευαζόμενοι πρὸς τὴν ἐπιοῦσαν χρείαν κατὰ τὸ συντεταγμένον. | |
Hist.3.42.10 | καὶ μὴν Ἀννίβας τὸ παραπλήσιον ἐποίει περὶ τὰς | |
Hist.3.42.11 | μεθ’ ἑαυτοῦ καταλειφθείσας δυνάμεις. μάλιστα δ’ αὐτῷ παρεῖχε δυσχρηστίαν ἡ τῶν ἐλεφάντων διά‐ βασις· οὗτοι δ’ ἦσαν ἑπτὰ καὶ τριάκοντα τὸν ἀρι‐ θμόν. | |
Hist.3.43.1 | Οὐ μὴν ἀλλ’ ἐπιγενομένης τῆς πέμπτης νυκτὸς οἱ μὲν προδιαβάντες ἐκ τοῦ πέραν ὑπὸ τὴν ἑωθι‐ νὴν προῆγον παρ’ αὐτὸν τὸν ποταμὸν ἐπὶ τοὺς | |
Hist.3.43.2 | ἀντίπερα βαρβάρους, ὁ δ’ Ἀννίβας ἑτοίμους ἔχων τοὺς στρατιώτας ἐπεῖχε τῇ διαβάσει, τοὺς μὲν λέμ‐ βους πεπληρωκὼς τῶν πελτοφόρων ἱππέων, τὰ δὲ | |
Hist.3.43.3 | μονόξυλα τῶν εὐκινητοτάτων πεζῶν. εἶχον δὲ τὴν μὲν ἐξ ὑπερδεξίου καὶ παρὰ τὸ ῥεῦμα τάξιν οἱ λέμ‐ βοι, τὴν δ’ ὑπὸ τούτους τὰ λεπτὰ τῶν πορθμείων, ἵνα τὸ πολὺ τῆς τοῦ ῥεύματος βίας ἀποδεχομένων | |
5 | τῶν λέμβων ἀσφαλεστέρα γίνοιτο τοῖς μονοξύλοις | |
Hist.3.43.4 | ἡ παρακομιδὴ διὰ τοῦ πόρου. κατὰ δὲ τὰς πρύμνας τῶν λέμβων ἐφέλκειν διενοοῦντο τοὺς ἵππους νέον‐ τας, τρεῖς ἅμα καὶ τέτταρας τοῖς ἀγωγεῦσιν ἑνὸς ἀνδρὸς ἐξ ἑκατέρου τοῦ μέρους τῆς πρύμνης οἰακί‐ | |
5 | ζοντος, ὥστε πλῆθος ἱκανὸν ἵππων συνδιακομίζε‐ | |
Hist.3.43.5 | σθαι κατὰ τὴν πρώτην εὐθέως διάβασιν. οἱ δὲ βάρβαροι θεωροῦντες τὴν ἐπιβολὴν τῶν ὑπεναν‐ τίων ἀτάκτως ἐκ τοῦ χάρακος ἐξεχέοντο καὶ σπο‐ ράδην, πεπεισμένοι κωλύειν εὐχερῶς τὴν ἀπόβασιν | |
Hist.3.43.6 | τῶν Καρχηδονίων. Ἀννίβας δ’ ἅμα τῷ συνιδεῖν ἐν τῷ πέραν ἐγγίζοντας ἤδη τοὺς παρ’ αὑτοῦ στρα‐ τιώτας, σημηνάντων ἐκείνων τὴν παρουσίαν τῷ καπνῷ κατὰ τὸ συντεταγμένον, ἐμβαίνειν ἅπασιν | |
5 | ἅμα παρήγγελλε καὶ βιάζεσθαι πρὸς τὸ ῥεῦμα τοῖς | |
Hist.3.43.7 | ἐπὶ τῶν πορθμείων τεταγμένοις. ταχὺ δὲ τούτου γενομένου, καὶ τῶν ἐν τοῖς πλοίοις ἁμιλλωμένων μὲν πρὸς ἀλλήλους μετὰ κραυγῆς, διαγωνιζομένων | |
Hist.3.43.8 | δὲ πρὸς τὴν τοῦ ποταμοῦ βίαν, τῶν δὲ στρατοπέ‐ δων ἀμφοτέρων ἐξ ἑκατέρου τοῦ μέρους παρὰ τὰ χείλη τοῦ ποταμοῦ παρεστώτων, καὶ τῶν μὲν ἰδίων συναγωνιώντων καὶ παρακολουθούντων μετὰ κραυ‐ | |
5 | γῆς, τῶν δὲ κατὰ πρόσωπον βαρβάρων παιανιζόν‐ των καὶ προκαλουμένων τὸν κίνδυνον, ἦν τὸ γινό‐ | |
Hist.3.43.9 | μενον ἐκπληκτικὸν καὶ παραστατικὸν ἀγωνίας. ἐν ᾧ καιρῷ τῶν βαρβάρων ἀπολελοιπότων τὰς σκηνὰς ἐπιπεσόντες ἄφνω καὶ παραδόξως οἱ πέραν Καρχη‐ δόνιοι, τινὲς μὲν αὐτῶν ἐνεπίμπρασαν τὴν στρατο‐ | |
5 | πεδείαν, οἱ δὲ πλείους ὥρμησαν ἐπὶ τοὺς τὴν διά‐ | |
Hist.3.43.10 | βασιν τηροῦντας. οἱ δὲ βάρβαροι, παραλόγου τοῦ πράγματος φανέντος αὐτοῖς, οἱ μὲν ἐπὶ τὰς σκηνὰς ἐφέροντο βοηθήσοντες, οἱ δ’ ἠμύνοντο καὶ διεμά‐ | |
Hist.3.43.11 | χοντο πρὸς τοὺς ἐπιτιθεμένους. Ἀννίβας δέ, κατὰ τὴν πρόθεσιν αὐτῷ συντρεχόντων τῶν πραγμάτων, εὐθέως τοὺς πρώτους ἀποβαίνοντας συνίστα καὶ | |
Hist.3.43.12 | παρεκάλει καὶ συνεπλέκετο τοῖς βαρβάροις. οἱ δὲ | |
Κελτοὶ καὶ διὰ τὴν ἀταξίαν καὶ διὰ τὸ παράδοξον τοῦ συμβαίνοντος ταχέως τραπέντες ὥρμησαν πρὸς φυγήν. | ||
Hist.3.44.1 | Ὁ δὲ στρατηγὸς τῶν Καρχηδονίων ἅμα τῆς τε διαβάσεως καὶ τῶν ὑπεναντίων κεκρατηκὼς παραυ‐ τίκα μὲν ἐγίνετο πρὸς τῇ παρακομιδῇ τῶν πέραν | |
Hist.3.44.2 | ἀπολειπομένων ἀνδρῶν, πάσας δ’ ἐν βραχεῖ χρόνῳ διαπεραιώσας τὰς δυνάμεις ἐκείνην μὲν τὴν νύκτα | |
Hist.3.44.3 | παρ’ αὐτὸν τὸν ποταμὸν κατεστρατοπέδευσεν, τῇ δ’ ἐπαύριον ἀκούων τὸν τῶν Ῥωμαίων στόλον περὶ τὰ στόματα τοῦ ποταμοῦ καθωρμίσθαι, προχειρισά‐ μενος πεντακοσίους τῶν Νομαδικῶν ἱππέων ἐξαπ‐ | |
5 | έστειλε κατασκεψομένους ποῦ καὶ πόσοι τυγχάνου‐ | |
Hist.3.44.4 | σιν ὄντες καὶ τί πράττουσιν οἱ πολέμιοι. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ πρὸς τὴν τῶν ἐλεφάντων διά‐ | |
Hist.3.44.5 | βασιν προεχειρίσατο τοὺς ἐπιτηδείους. αὐτὸς δὲ συναγαγὼν τὰς δυνάμεις εἰσήγαγε τοὺς βασιλίσκους τοὺς περὶ Μάγιλον—οὗτοι γὰρ ἧκον πρὸς αὐτὸν ἐκ τῶν περὶ τὸν Πάδον πεδίων—καὶ δι’ ἑρμηνέως τὰ | |
Hist.3.44.6 | δεδογμένα παρ’ αὐτῶν διεσάφει τοῖς ὄχλοις. ἦν δὲ τῶν λεγομένων ἰσχυρότατα πρὸς θάρσος τῶν πολ‐ λῶν πρῶτον μὲν ἡ τῆς παρουσίας ἐνάργεια τῶν ἐπισπωμένων καὶ κοινωνήσειν ἐπαγγελλομένων τοῦ | |
Hist.3.44.7 | πρὸς Ῥωμαίους πολέμου, δεύτερον δὲ τὸ τῆς ἐπαγ‐ γελίας αὐτῶν ἀξιόπιστον, ὅτι καθηγήσονται διὰ τόπων τοιούτων δι’ ὧν οὐδενὸς ἐπιδεόμενοι τῶν ἀναγκαίων συντόμως ἅμα καὶ μετ’ ἀσφαλείας ποι‐ | |
Hist.3.44.8 | ήσονται τὴν εἰς Ἰταλίαν πορείαν, πρὸς δὲ τούτοις ἡ τῆς χώρας γενναιότης, εἰς ἣν ἀφίξονται, καὶ τὸ μέγεθος, ἔτι δὲ τῶν ἀνδρῶν ἡ προθυμία, μεθ’ ὧν μέλλουσι ποιεῖσθαι τοὺς ἀγῶνας πρὸς τὰς τῶν Ῥω‐ | |
Hist.3.44.9 | μαίων δυνάμεις. οἱ μὲν οὖν Κελτοὶ τοιαῦτα δια‐ | |
Hist.3.44.10 | λεχθέντες ἀνεχώρησαν. μετὰ δὲ τούτους εἰσελθὼν αὐτὸς πρῶτον μὲν τῶν προγεγενημένων πράξεων ἀνέμνησε τοὺς ὄχλους· ἐν αἷς ἔφη πολλοῖς αὐτοὺς καὶ παραβόλοις ἔργοις καὶ κινδύνοις ἐπικεχειρηκό‐ | |
5 | τας ἐν οὐδενὶ διεσφάλθαι, κατακολουθήσαντας τῇ | |
Hist.3.44.11 | ’κείνου γνώμῃ καὶ συμβουλίᾳ. τούτοις δ’ ἑξῆς εὐ‐ θαρσεῖς εἶναι παρεκάλει, θεωροῦντας διότι τὸ μέ‐ γιστον ἤνυσται τῶν ἔργων, ἐπειδὴ τῆς τε τοῦ πο‐ ταμοῦ διαβάσεως κεκρατήκασι τῆς τε τῶν συμμάχων | |
Hist.3.44.12 | εὐνοίας καὶ προθυμίας αὐτόπται γεγόνασι. διόπερ ᾤετο δεῖν περὶ μὲν τῶν κατὰ μέρος ῥᾳθυμεῖν, ὡς αὐτῷ μελόντων, πειθαρχοῦντας δὲ τοῖς παραγγέλ‐ μασιν ἄνδρας ἀγαθοὺς γίνεσθαι καὶ τῶν προγεγο‐ | |
Hist.3.44.13 | νότων ἔργων ἀξίους. τοῦ δὲ πλήθους ἐπισημαινο‐ μένου καὶ μεγάλην ὁρμὴν καὶ προθυμίαν ἐμφαίνον‐ τος, ἐπαινέσας αὐτοὺς καὶ τοῖς θεοῖς ὑπὲρ ἁπάντων εὐξάμενος διαφῆκε, παραγγείλας θεραπεύειν σφᾶς | |
5 | καὶ παρασκευάζεσθαι μετὰ σπουδῆς, ὡς εἰς τὴν αὔ‐ ριον ἀναζυγῆς ἐσομένης. | |
Hist.3.45.1 | Λυθείσης δὲ τῆς ἐκκλησίας ἧκον τῶν Νομάδων οἱ προαποσταλέντες ἐπὶ τὴν κατασκοπήν, τοὺς μὲν πλείστους αὑτῶν ἀπολωλεκότες, οἱ δὲ λοιποὶ προ‐ | |
Hist.3.45.2 | τροπάδην πεφευγότες. συμπεσόντες γὰρ οὐ μακρὰν ἀπὸ τῆς ἰδίας στρατοπεδείας τοῖς τῶν Ῥωμαίων ἱππεῦσι τοῖς ἐπὶ τὴν αὐτὴν χρείαν ἐξαπεσταλμένοις ὑπὸ τοῦ Ποπλίου τοιαύτην ἐποιήσαντο φιλοτιμίαν | |
5 | ἀμφότεροι κατὰ τὴν συμπλοκὴν ὥστε τῶν Ῥωμαίων καὶ Κελτῶν εἰς ἑκατὸν ἱππεῖς καὶ τετταράκοντα δια‐ φθαρῆναι, τῶν δὲ Νομάδων ὑπὲρ τοὺς διακοσίους. | |
Hist.3.45.3 | γενομένων δὲ τούτων οἱ Ῥωμαῖοι συνεγγίσαντες | |
κατὰ τὸ δίωγμα τῷ τῶν Καρχηδονίων χάρακι καὶ κατοπτεύσαντες αὖθις ἐξ ὑποστροφῆς ἠπείγοντο, διασαφήσοντες τῷ στρατηγῷ τὴν παρουσίαν τῶν | ||
5 | πολεμίων· ἀφικόμενοι δ’ εἰς τὴν παρεμβολὴν ἀνήγ‐ | |
Hist.3.45.4 | γειλαν. Πόπλιος δὲ παραυτίκα τὴν ἀποσκευὴν ἀνα‐ θέμενος ἐπὶ τὰς ναῦς ἀνέζευξε παντὶ τῷ στρατεύ‐ ματι καὶ προῆγε παρὰ τὸν ποταμόν, σπεύδων συμ‐ μῖξαι τοῖς ὑπεναντίοις. | |
Hist.3.45.5 | Ἀννίβας δὲ τῇ κατὰ πόδας ἡμέρᾳ τῆς ἐκκλησίας ἅμα τῷ φωτὶ τοὺς μὲν ἱππεῖς προέθετο πάντας ὡς πρὸς θάλατταν, ἐφεδρείας ἔχοντας τάξιν, τὴν δὲ τῶν πεζῶν ἐκίνει δύναμιν ἐκ τοῦ χάρακος εἰς πο‐ | |
Hist.3.45.6 | ρείαν. αὐτὸς δὲ τοὺς ἐλέφαντας ἐξεδέχετο καὶ τοὺς ἅμα τούτοις ἀπολελειμμένους ἄνδρας. ἐγένετο δ’ | |
Hist.3.46.1 | ἡ διακομιδὴ τῶν θηρίων τοιαύτη τις. πήξαντες σχεδίας καὶ πλείους ἀραρότως, τούτων δύο πρὸς ἀλλήλας ζεύξαντες βιαίως ἤρεισαν ἀμφοτέρας εἰς τὴν γῆν κατὰ τὴν ἔμβασιν τοῦ ποταμοῦ, πλάτος | |
5 | ἐχούσας τὸ συναμφότερον ὡς πεντήκοντα πόδας. | |
Hist.3.46.2 | ταύταις δὲ συζευγνύντες ἄλλας ἐκ τῶν ἐκτὸς προσ‐ ήρμοζον, προτείνοντες τὴν κατασκευὴν τοῦ ζεύγ‐ | |
Hist.3.46.3 | ματος εἰς τὸν πόρον. τὴν δ’ ἀπὸ τοῦ ῥεύματος πλευρὰν ἠσφαλίζοντο τοῖς ἐκ τῆς γῆς ἐπιγύοις, εἰς τὰ περὶ τὸ χεῖλος πεφυκότα τῶν δένδρων ἐνάπτον‐ τες, πρὸς τὸ συμμένειν καὶ μὴ παρωθεῖσθαι τὸ | |
Hist.3.46.4 | ὅλον ἔργον κατὰ τοῦ ποταμοῦ. ποιήσαντες δὲ πρὸς δύο πλέθρα τῷ μήκει τὸ πᾶν ζεῦγμα τῆς προβολῆς, μετὰ ταῦτα δύο πεπηγυίας σχεδίας διαφερόντως [τὰς μεγίστας] προσέβαλον ταῖς ἐσχάταις, πρὸς | |
5 | αὑτὰς μὲν βιαίως δεδεμένας, πρὸς δὲ τὰς ἄλλας οὕτως ὥστ’ εὐδιακόπους αὐτῶν εἶναι τοὺς δεσμούς. | |
Hist.3.46.5 | ῥύματα δὲ καὶ πλείω ταύταις ἐνῆψαν, οἷς ἔμελλον οἱ λέμβοι ῥυμουλκοῦντες οὐκ ἐάσειν φέρεσθαι κατὰ ποταμοῦ, βίᾳ δὲ πρὸς τὸν ῥοῦν κατέχοντες παρα‐ | |
Hist.3.46.6 | κομιεῖν καὶ περαιώσειν ἐπὶ τούτων τὰ θηρία. μετὰ δὲ ταῦτα χοῦν ἔφερον ἐπὶ πάσας πολύν, ἕως ἐπι‐ βάλλοντες ἐξωμοίωσαν, ὁμαλὴν καὶ σύγχρουν ποι‐ οῦντες τῇ διὰ τῆς χέρσου φερούσῃ πρὸς τὴν διά‐ | |
Hist.3.46.7 | βασιν ὁδῷ. τῶν δὲ θηρίων εἰθισμένων τοῖς Ἰνδοῖς μέχρι μὲν πρὸς τὸ ὑγρὸν ἀεὶ πειθαρχεῖν, εἰς δὲ τὸ ὕδωρ ἐμβαίνειν οὐδαμῶς ἔτι τολμώντων, ἦγον διὰ τοῦ χώματος δύο προθέμενοι θηλείας, πειθαρχούν‐ | |
Hist.3.46.8 | των αὐταῖς τῶν θηρίων. ἐπεὶ δ’ ἐπὶ τὰς τελευ‐ ταίας ἐπέστησαν σχεδίας, διακόψαντες τοὺς δεσμούς, οἷς προσήρτηντο πρὸς τὰς ἄλλας, καὶ τοῖς λέμβοις ἐπισπασάμενοι τὰ ῥύματα ταχέως ἀπέσπασαν ἀπὸ | |
5 | τοῦ χώματος τά τε θηρία καὶ τὰς ὑπ’ αὐτοῖς σχε‐ | |
Hist.3.46.9 | δίας. οὗ γενομένου διαταραχθέντα τὰ ζῷα κατὰ μὲν τὰς ἀρχὰς ἐστρέφετο καὶ κατὰ πάντα τόπον ὥρμα· περιεχόμενα δὲ πανταχόθεν ὑπὸ τοῦ ῥεύμα‐ τος ἀπεδειλία καὶ μένειν ἠναγκάζετο κατὰ χώραν. | |
Hist.3.46.10 | καὶ τοιούτῳ δὴ τρόπῳ προσαρμοζομένων ἀεὶ σχε‐ διῶν δυεῖν, τὰ πλεῖστα τῶν θηρίων ἐπὶ τούτων | |
Hist.3.46.11 | διεκομίσθη, τινὰ δὲ κατὰ μέσον τὸν πόρον ἀπέρ‐ ριψεν εἰς τὸν ποταμὸν αὑτὰ διὰ τὸν φόβον· ὧν τοὺς μὲν Ἰνδοὺς ἀπολέσθαι συνέβη πάντας, τοὺς | |
Hist.3.46.12 | δ’ ἐλέφαντας διασωθῆναι. διὰ γὰρ τὴν δύναμιν καὶ τὸ μέγεθος τῶν προβοσκίδων ἐξαίροντες ταύτας ὑπὲρ τὸ ὑγρὸν καὶ διαπνέοντες, ἅμα δ’ ἐκφυσῶντες πᾶν τὸ παρεμπῖπτον ἀντέσχον, τὸ πολὺ καθ’ ὕδα‐ | |
5 | τος ὀρθοὶ ποιούμενοι τὴν πορείαν. | |
Hist.3.47.1 | Περαιωθέντων δὲ τῶν θηρίων, ἀναλαβὼν Ἀν‐ | |
νίβας τοὺς ἐλέφαντας καὶ τοὺς ἱππεῖς προῆγε τού‐ τοις ἀπουραγῶν παρὰ τὸν ποταμὸν ἀπὸ θαλάττης ὡς ἐπὶ τὴν ἕω, ποιούμενος τὴν πορείαν ὡς εἰς τὴν | ||
Hist.3.47.2 | μεσόγαιον τῆς Εὐρώπης. ὁ δὲ Ῥοδανὸς ἔχει τὰς μὲν πηγὰς ὑπὲρ τὸν Ἀδριατικὸν μυχὸν πρὸς τὴν ἑσπέραν νευούσας, ἐν τοῖς ἀποκλίνουσι μέρεσι τῶν Ἄλπεων ὡς πρὸς τὰς ἄρκτους, ῥεῖ δὲ πρὸς [τὰς] | |
5 | δύσεις χειμερινάς, ἐκβάλλει δ’ εἰς τὸ Σαρδῷον πέ‐ | |
Hist.3.47.3 | λαγος. φέρεται δ’ ἐπὶ πολὺ δι’ αὐλῶνος, οὗ πρὸς μὲν τὰς ἄρκτους Ἄρδυες Κελτοὶ κατοικοῦσι, τὴν δ’ ἀπὸ μεσημβρίας αὐτοῦ πλευρὰν ὁρίζουσι πᾶσαν (αἱ) πρὸς ἄρκτον κεκλιμέναι τῶν Ἄλπεων παρώρειαι. | |
Hist.3.47.4 | τὰ δὲ πεδία τὰ περὶ τὸν Πάδον, ὑπὲρ ὧν ἡμῖν εἴρηται διὰ πλειόνων, ἀπὸ τοῦ κατὰ τὸν Ῥοδανὸν αὐλῶνος διαζευγνύουσιν αἱ τῶν προειρημένων ὀρῶν ἀκρώρειαι, λαμβάνουσαι τὴν ἀρχὴν ἀπὸ Μασσαλίας | |
Hist.3.47.5 | ἕως ἐπὶ τὸν τοῦ παντὸς Ἀδρίου μυχόν· ἃς τόθ’ ὑπεράρας Ἀννίβας ἀπὸ τῶν κατὰ τὸν Ῥοδανὸν τό‐ πων ἐνέβαλεν εἰς Ἰταλίαν. | |
Hist.3.47.6 | Ἔνιοι δὲ τῶν γεγραφότων περὶ τῆς ὑπερβολῆς ταύτης, βουλόμενοι τοὺς ἀναγινώσκοντας ἐκπλήτ‐ τειν τῇ περὶ τῶν προειρημένων τόπων παραδοξο‐ λογίᾳ, λανθάνουσιν ἐμπίπτοντες εἰς δύο τὰ πάσης | |
5 | ἱστορίας ἀλλοτριώτατα· καὶ γὰρ ψευδολογεῖν καὶ | |
Hist.3.47.7 | μαχόμενα γράφειν αὑτοῖς ἀναγκάζονται. ἅμα μὲν γὰρ τὸν Ἀννίβαν ἀμίμητόν τινα παρεισάγοντες στρατηγὸν καὶ τόλμῃ καὶ προνοίᾳ τοῦτον ὁμολο‐ | |
Hist.3.47.8 | γουμένως ἀποδεικνύουσιν ἡμῖν ἀλογιστότατον, ἅμα δὲ καταστροφὴν οὐ δυνάμενοι λαμβάνειν οὐδ’ ἔξ‐ οδον τοῦ ψεύδους θεοὺς καὶ θεῶν παῖδας εἰς πραγ‐ | |
Hist.3.47.9 | ματικὴν ἱστορίαν παρεισάγουσιν. ὑποθέμενοι γὰρ | |
τὰς ἐρυμνότητας καὶ τραχύτητας τῶν Ἀλπεινῶν ὀρῶν τοιαύτας ὥστε μὴ οἷον ἵππους καὶ στρατό‐ πεδα, σὺν δὲ τούτοις ἐλέφαντας, ἀλλὰ μηδὲ πεζοὺς | ||
5 | εὐζώνους εὐχερῶς ἂν διελθεῖν, ὁμοίως δὲ καὶ τὴν ἔρημον τοιαύτην τινὰ περὶ τοὺς τόπους ὑπογρά‐ ψαντες ἡμῖν ὥστ’, εἰ μὴ θεὸς ἤ τις ἥρως ἀπαντή‐ σας τοῖς περὶ τὸν Ἀννίβαν ὑπέδειξε τὰς ὁδούς, ἐξαπορήσαντας ἂν καταφθαρῆναι πάντας, ὁμολογου‐ | |
10 | μένως ἐκ τούτων εἰς ἑκάτερον τῶν προειρημένων | |
Hist.3.48.1 | ἁμαρτημάτων ἐμπίπτουσι. πρῶτον μὲν γὰρ ἂν τίς φανείη στρατηγὸς ἀλογιστότερος Ἀννίβου, τίς καὶ | |
Hist.3.48.2 | σκαιότερος ἡγεμών, ὃς τοσούτων ἡγούμενος δυνά‐ μεων καὶ τὰς μεγίστας ἐλπίδας ἔχων ἐν τούτοις τοῦ κατορθώσειν τοῖς ὅλοις, οὔτε τὰς ὁδοὺς οὔτε τόπους, ὡς οὗτοί φασιν, οὔτε ποῦ πορεύεται τὸ | |
Hist.3.48.3 | παράπαν οὔτε πρὸς τίνας ἐγίνωσκε, τὸ δὲ πέρας, οὐδ’ εἰ καθόλου [τοὐναντίον] δυνατοῖς ἐπιβάλλεται | |
Hist.3.48.4 | πράγμασιν; ἀλλ’ ὅπερ οἱ τοῖς ὅλοις ἐπταικότες καὶ κατὰ πάντα τρόπον ἐξαποροῦντες οὐχ ὑπομένουσιν, ὥστ’ εἰς ἀπρονοήτους καθιέναι τόπους μετὰ δυνά‐ μεως, τοῦτο περιτιθέασιν οἱ συγγραφεῖς Ἀννίβᾳ τῷ | |
5 | τὰς μεγίστας ἐλπίδας ἀκεραίους ἔχοντι περὶ τῶν | |
Hist.3.48.5 | καθ’ αὑτὸν πραγμάτων. ὁμοίως δὲ καὶ τὰ περὶ τῆς ἐρημίας, ἔτι δ’ ἐρυμνότητος καὶ δυσχωρίας τῶν | |
Hist.3.48.6 | τόπων ἔκδηλον ποιεῖ τὸ ψεῦδος αὐτῶν. οὐχ ἱστο‐ ρήσαντες γὰρ ὅτι συμβαίνει τοὺς Κελτοὺς τοὺς παρὰ τὸν Ῥοδανὸν ποταμὸν οἰκοῦντας οὐχ ἅπαξ οὐδὲ δὶς πρὸ τῆς Ἀννίβου παρουσίας, οὐδὲ μὴν πάλαι προσ‐ | |
5 | φάτως δέ, μεγάλοις στρατοπέδοις ὑπερβάντας τὰς Ἄλπεις παρατετάχθαι μὲν Ῥωμαίοις, συνηγωνίσθαι δὲ Κελτοῖς τοῖς τὰ περὶ τὸν Πάδον πεδία κατοι‐ | |
κοῦσι, καθάπερ ἡμεῖς ἐν τοῖς πρὸ τούτων ἐδηλώ‐ | ||
Hist.3.48.7 | σαμεν, πρὸς δὲ τούτοις οὐκ εἰδότες ὅτι πλεῖστον ἀνθρώπων φῦλον κατ’ αὐτὰς οἰκεῖν συμβαίνει τὰς Ἄλπεις, ἀλλ’ ἀγνοοῦντες ἕκαστα τῶν εἰρημένων ἥρω τινά φασιν ἐπιφανέντα συνυποδεῖξαι τὰς ὁδοὺς | |
Hist.3.48.8 | αὐτοῖς. ἐξ ὧν εἰκότως ἐμπίπτουσιν εἰς τὸ παρα‐ πλήσιον τοῖς τραγῳδιογράφοις. καὶ γὰρ ἐκείνοις πᾶσιν αἱ καταστροφαὶ τῶν δραμάτων προσδέονται θεοῦ καὶ μηχανῆς διὰ τὸ τὰς πρώτας ὑποθέσεις | |
Hist.3.48.9 | ψευδεῖς καὶ παραλόγους λαμβάνειν, τούς τε συγγρα‐ φέας ἀνάγκη τὸ παραπλήσιον πάσχειν καὶ ποιεῖν ἥρωάς τε καὶ θεοὺς ἐπιφαινομένους, ἐπειδὰν τὰς ἀρχὰς ἀπιθάνους καὶ ψευδεῖς ὑποστήσωνται. πῶς | |
5 | γὰρ οἷόν τε παραλόγοις ἀρχαῖς εὔλογον ἐπιθεῖναι | |
Hist.3.48.10 | τέλος; Ἀννίβας γε μὴν οὐχ ὡς οὗτοι γράφουσιν, λίαν δὲ περὶ ταῦτα πραγματικῶς ἐχρῆτο ταῖς ἐπι‐ | |
Hist.3.48.11 | βολαῖς. καὶ γὰρ τὴν τῆς χώρας ἀρετήν, εἰς ἣν ἐπεβάλετο καθιέναι, καὶ τὴν τῶν ὄχλων ἀλλοτριό‐ τητα πρὸς Ῥωμαίους ἐξητάκει σαφῶς, εἴς τε τὰς μεταξὺ δυσχωρίας ὁδηγοῖς καὶ καθηγεμόσιν ἐγχω‐ | |
5 | ρίοις ἐχρῆτο τοῖς τῶν αὐτῶν ἐλπίδων μέλλουσι | |
Hist.3.48.12 | κοινωνεῖν. ἡμεῖς δὲ περὶ τούτων εὐθαρσῶς ἀπο‐ φαινόμεθα διὰ τὸ περὶ τῶν πράξεων παρ’ αὐτῶν ἱστορηκέναι τῶν παρατετευχότων τοῖς καιροῖς, τοὺς δὲ τόπους κατωπτευκέναι καὶ τῇ διὰ τῶν Ἄλπεων | |
5 | αὐτοὶ κεχρῆσθαι πορείᾳ γνώσεως ἕνεκα καὶ θέας. | |
Hist.3.49.1 | Οὐ μὴν ἀλλὰ Πόπλιος μὲν ὁ τῶν Ῥωμαίων στρατηγὸς ἡμέραις ὕστερον τρισὶ τῆς ἀναζυγῆς τῆς τῶν Καρχηδονίων παραγενόμενος ἐπὶ τὴν τοῦ πο‐ ταμοῦ διάβασιν καὶ καταλαβὼν ὡρμηκότας τοὺς | |
5 | ὑπεναντίους ἐξενίσθη μὲν ὡς ἐνδέχεται μάλιστα, | |
Hist.3.49.2 | πεπεισμένος οὐδέποτ’ ἂν αὐτοὺς τολμῆσαι τῇδε ποιήσασθαι τὴν εἰς Ἰταλίαν πορείαν διὰ τὸ πλῆ‐ θος καὶ τὴν ἀθεσίαν τῶν κατοικούντων τοὺς τό‐ | |
Hist.3.49.3 | πους βαρβάρων. θεωρῶν δὲ τετολμηκότας αὖθις ἐπὶ τὰς ναῦς ἠπείγετο καὶ παραγενόμενος ἐνεβίβαζε | |
Hist.3.49.4 | τὰς δυνάμεις. καὶ τὸν μὲν ἀδελφὸν ἐξέπεμπεν ἐπὶ τὰς ἐν Ἰβηρίᾳ πράξεις, αὐτὸς δὲ πάλιν ὑποστρέψας εἰς Ἰταλίαν ἐποιεῖτο τὸν πλοῦν, σπεύδων κατατα‐ χῆσαι τοὺς ὑπεναντίους διὰ Τυρρηνίας πρὸς τὴν | |
Hist.3.49.5 | τῶν Ἄλπεων ὑπερβολήν. Ἀννίβας δὲ ποιησάμενος ἑξῆς ἐπὶ τέτταρας ἡμέρας τὴν πορείαν ἀπὸ τῆς δια‐ βάσεως ἧκε πρὸς τὴν καλουμένην Νῆσον, χώραν πολύοχλον καὶ σιτοφόρον, ἔχουσαν δὲ τὴν προσ‐ | |
Hist.3.49.6 | ηγορίαν ἀπ’ αὐτοῦ τοῦ συμπτώματος. ᾗ μὲν γὰρ ὁ Ῥοδανός, ᾗ δ’ Ἰσάρας προσαγορευόμενος, ῥέοντες παρ’ ἑκατέραν τὴν πλευράν, ἀποκορυφοῦσιν αὐτῆς | |
Hist.3.49.7 | τὸ σχῆμα κατὰ τὴν πρὸς ἀλλήλους σύμπτωσιν. ἔστι δὲ παραπλησία τῷ μεγέθει καὶ τῷ σχήματι τῷ κατ’ Αἴγυπτον καλουμένῳ Δέλτα, πλὴν ἐκείνου μὲν θά‐ λαττα τὴν μίαν πλευρὰν καὶ τὰς τῶν ποταμῶν ῥύ‐ | |
5 | σεις ἐπιζεύγνυσι, ταύτης δ’ ὄρη δυσπρόσοδα καὶ | |
Hist.3.49.8 | δυσέμβολα καὶ σχεδὸν ὡς εἰπεῖν ἀπρόσιτα. πρὸς ἣν ἀφικόμενος καὶ καταλαβὼν ἐν αὐτῇ δύ’ ἀδελ‐ φοὺς ὑπὲρ τῆς βασιλείας στασιάζοντας καὶ μετὰ | |
Hist.3.49.9 | στρατοπέδων ἀντικαθημένους ἀλλήλοις, ἐπισπωμέ‐ νου τοῦ πρεσβυτέρου καὶ παρακαλοῦντος εἰς τὸ συμπρᾶξαι καὶ συμπεριποιῆσαι τὴν ἀρχὴν αὐτῷ, *** ὑπήκουσε, προδήλου σχεδὸν ὑπαρχούσης τῆς πρὸς | |
Hist.3.49.10 | τὸ παρὸν ἐσομένης αὐτῷ χρείας. διὸ καὶ συνεπι‐ θέμενος καὶ συνεκβαλὼν τὸν ἕτερον πολλῆς ἐπικου‐ | |
Hist.3.49.11 | ρίας ἔτυχε παρὰ τοῦ κρατήσαντος· οὐ γὰρ μόνον | |
σίτῳ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἀφθόνως ἐχορή‐ γησε τὸ στρατόπεδον, ἀλλὰ καὶ τῶν ὅπλων τὰ πα‐ λαιὰ καὶ τὰ πεπονηκότα πάντα διαλλάξας ἐκαινο‐ | ||
Hist.3.49.12 | ποίησε πᾶσαν τὴν δύναμιν εὐκαίρως, ἔτι δὲ τοὺς πλείστους ἐσθῆτι καὶ πρὸς τούτοις ὑποδέσει κοσμή‐ σας μεγάλην εὐχρηστίαν παρέσχετο πρὸς τὰς τῶν | |
Hist.3.49.13 | ὀρῶν ὑπερβολάς. τὸ δὲ μέγιστον, εὐλαβῶς διακει‐ μένοις πρὸς τὴν διὰ τῶν Ἀλλοβρίγων καλουμένων Γαλατῶν πορείαν ἀπουραγήσας μετὰ τῆς σφετέρας δυνάμεως ἀσφαλῆ παρεσκεύασε τὴν δίοδον αὐτοῖς, | |
5 | ἕως ἤγγισαν τῇ τῶν Ἄλπεων ὑπερβολῇ. | |
Hist.3.50.1 | Ἀννίβας δ’ ἐν ἡμέραις δέκα πορευθεὶς παρὰ τὸν ποταμὸν εἰς ὀκτακοσίους σταδίους ἤρξατο τῆς πρὸς τὰς Ἄλπεις ἀναβολῆς, καὶ συνέβη μεγίστοις αὐτὸν | |
Hist.3.50.2 | περιπεσεῖν κινδύνοις. ἕως μὲν γὰρ ἐν τοῖς ἐπιπέ‐ δοις ἦσαν, ἀπείχοντο πάντες αὐτῶν οἱ κατὰ μέρος ἡγεμόνες τῶν Ἀλλοβρίγων, τὰ μὲν τοὺς ἱππεῖς δεδιότες, τὰ δὲ τοὺς παραπέμποντας βαρβάρους· | |
Hist.3.50.3 | ἐπειδὴ δ’ ἐκεῖνοι μὲν εἰς τὴν οἰκείαν ἀπηλλάγησαν, οἱ δὲ περὶ τὸν Ἀννίβαν ἤρξαντο προάγειν εἰς τὰς δυσχωρίας, τότε συναθροίσαντες οἱ τῶν Ἀλλοβρί‐ γων ἡγεμόνες ἱκανόν τι πλῆθος προκατελάβοντο | |
5 | τοὺς εὐκαίρους τόπους, δι’ ὧν ἔδει τοὺς περὶ τὸν | |
Hist.3.50.4 | Ἀννίβαν κατ’ ἀνάγκην ποιεῖσθαι τὴν ἀναβολήν. εἰ μὲν οὖν ἔκρυψαν τὴν ἐπίνοιαν, ὁλοσχερῶς ἂν δι‐ έφθειραν τὸ στράτευμα τῶν Καρχηδονίων· νῦν δὲ καταφανεῖς γενόμενοι μεγάλα μὲν καὶ τοὺς περὶ | |
Hist.3.50.5 | Ἀννίβαν ἔβλαψαν, οὐκ ἐλάττω δ’ ἑαυτούς. γνοὺς γὰρ ὁ στρατηγὸς τῶν Καρχηδονίων ὅτι προκατέχου‐ σιν οἱ βάρβαροι τοὺς εὐκαίρους τόπους, αὐτὸς μὲν καταστρατοπεδεύσας πρὸς ταῖς ὑπερβολαῖς ἐπέμενε, | |
Hist.3.50.6 | προέπεμψε δέ τινας τῶν καθηγουμένων αὐτοῖς Γα‐ λατῶν χάριν τοῦ κατασκέψασθαι τὴν τῶν ὑπεναν‐ | |
Hist.3.50.7 | τίων ἐπίνοιαν καὶ τὴν ὅλην ὑπόθεσιν. ὧν πραξάν‐ των τὸ συνταχθέν, ἐπιγνοὺς ὁ στρατηγὸς ὅτι τὰς μὲν ἡμέρας ἐπιμελῶς παρευτακτοῦσι καὶ τηροῦσι τοὺς τόπους οἱ πολέμιοι, τὰς δὲ νύκτας εἴς τινα | |
5 | παρακειμένην πόλιν ἀπαλλάττονται, πρὸς ταύτην τὴν ὑπόθεσιν ἁρμοζόμενος συνεστήσατο πρᾶξιν | |
Hist.3.50.8 | τοιαύτην. ἀναλαβὼν τὴν δύναμιν προῆγεν ἐμφα‐ νῶς καὶ συνεγγίσας ταῖς δυσχωρίαις οὐ μακρὰν τῶν πολεμίων κατεστρατοπέδευσε. τῆς δὲ νυκτὸς ἐπιγενομένης, συντάξας τὰ πυρὰ καίειν, τὸ μὲν | |
5 | πλεῖον μέρος τῆς δυνάμεως αὐτοῦ κατέλιπε, τοὺς δ’ ἐπιτηδειοτάτους εὐζώνους ποιήσας διῆλθε τὰ στενὰ τὴν νύκτα καὶ κατέσχε τοὺς ὑπὸ τῶν πολε‐ μίων προκαταληφθέντας τόπους, ἀποκεχωρηκότων τῶν βαρβάρων κατὰ τὴν συνήθειαν εἰς τὴν πόλιν. | |
Hist.3.51.1 | οὗ συμβάντος καὶ τῆς ἡμέρας ἐπιγενομένης, οἱ βάρ‐ βαροι συνθεασάμενοι τὸ γεγονὸς τὰς μὲν ἀρχὰς | |
Hist.3.51.2 | ἀπέστησαν τῆς ἐπιβολῆς· μετὰ δὲ ταῦτα θεωροῦντες τὸ τῶν ὑποζυγίων πλῆθος καὶ τοὺς ἱππεῖς δυσχε‐ ρῶς ἐκμηρυομένους καὶ μακρῶς τὰς δυσχωρίας, ἐξ‐ εκλήθησαν ὑπὸ τοῦ συμβαίνοντος ἐξάπτεσθαι τῆς | |
Hist.3.51.3 | πορείας. τούτου δὲ γενομένου, καὶ κατὰ πλείω μέρη προσπεσόντων τῶν βαρβάρων, οὐχ οὕτως ὑπὸ τῶν ἀνδρῶν ὡς ὑπὸ τῶν τόπων πολὺς ἐγίνετο φθό‐ ρος τῶν Καρχηδονίων, καὶ μάλιστα τῶν ἵππων καὶ | |
Hist.3.51.4 | τῶν ὑποζυγίων. οὔσης γὰρ οὐ μόνον στενῆς καὶ τραχείας τῆς προσβολῆς ἀλλὰ καὶ κρημνώδους, ἀπὸ παντὸς κινήματος καὶ πάσης ταραχῆς ἐφέρετο κατὰ τῶν κρημνῶν ὁμόσε τοῖς φορτίοις πολλὰ τῶν ὑπο‐ | |
Hist.3.51.5 | ζυγίων. καὶ μάλιστα τὴν τοιαύτην ταραχὴν ἐποίουν οἱ τραυματιζόμενοι τῶν ἵππων· τούτων γὰρ οἱ μὲν ἀντίοι συμπίπτοντες τοῖς ὑποζυγίοις, ὁπότε διαπτοη‐ θεῖεν ἐκ τῆς πληγῆς, οἱ δὲ κατὰ τὴν εἰς τοὔμπρο‐ | |
5 | σθεν ὁρμὴν ἐξωθοῦντες πᾶν τὸ παραπῖπτον ἐν ταῖς | |
Hist.3.51.6 | δυσχωρίαις, μεγάλην ἀπειργάζοντο ταραχήν. εἰς ἃ βλέπων Ἀννίβας καὶ συλλογιζόμενος ὡς οὐδὲ τοῖς διαφυγοῦσι τὸν κίνδυνον ἔστι σωτηρία τοῦ σκευο‐ φόρου διαφθαρέντος, ἀναλαβὼν τοὺς προκατασχόν‐ | |
5 | τας τὴν νύκτα τὰς ὑπερβολὰς ὥρμησε παραβοηθή‐ | |
Hist.3.51.7 | σων τοῖς τῇ πορείᾳ προλαβοῦσιν. οὗ γενομένου πολλοὶ μὲν τῶν πολεμίων ἀπώλλυντο διὰ τὸ ποιεῖ‐ σθαι τὴν ἔφοδον ἐξ ὑπερδεξίων τὸν Ἀννίβαν, οὐκ | |
Hist.3.51.8 | ἐλάττους δὲ καὶ τῶν ἰδίων· ὁ γὰρ κατὰ τὴν πορείαν θόρυβος ἐξ ἀμφοῖν ηὔξετο διὰ τὴν τῶν προειρη‐ | |
Hist.3.51.9 | μένων κραυγὴν καὶ συμπλοκήν. ἐπεὶ δὲ τοὺς μὲν πλείστους τῶν Ἀλλοβρίγων ἀπέκτεινε, τοὺς δὲ λοι‐ ποὺς τρεψάμενος ἠνάγκασε φυγεῖν εἰς τὴν οἰκείαν, τότε δὴ τὸ μὲν ἔτι περιλειπόμενον πλῆθος τῶν ὑπο‐ | |
5 | ζυγίων καὶ τῶν ἵππων μόλις καὶ ταλαιπώρως διήνυε | |
Hist.3.51.10 | τὰς δυσχωρίας, αὐτὸς δὲ συναθροίσας ὅσους ἠδύ‐ νατο πλείστους ἐκ τοῦ κινδύνου προσέβαλε πρὸς τὴν πόλιν, ἐξ ἧς ἐποιήσαντο τὴν ὁρμὴν οἱ πολέμιοι. | |
Hist.3.51.11 | καταλαβὼν δὲ σχεδὸν ἔρημον διὰ τὸ πάντας ἐκκλη‐ θῆναι πρὸς τὰς ὠφελείας ἐγκρατὴς ἐγένετο τῆς πό‐ λεως. ἐκ δὲ τούτου πολλὰ συνέβη τῶν χρησίμων | |
Hist.3.51.12 | αὐτῷ πρός τε τὸ παρὸν καὶ πρὸς τὸ μέλλον. παρ‐ αυτίκα μὲν γὰρ ἐκομίσατο πλῆθος ἵππων καὶ ὑπο‐ ζυγίων καὶ τῶν ἅμα τούτοις ἑαλωκότων ἀνδρῶν, εἰς δὲ τὸ μέλλον ἔσχε μὲν καὶ σίτου καὶ θρεμμά‐ | |
Hist.3.51.13 | των ἐπὶ δυεῖν καὶ τρισὶν ἡμέραις εὐπορίαν, τὸ δὲ | |
συνέχον, φόβον ἐνειργάσατο τοῖς ἑξῆς πρὸς τὸ μὴ τολμᾶν αὐτῷ ῥᾳδίως ἐγχειρεῖν μηδένα τῶν παρα‐ κειμένων ταῖς ἀναβολαῖς. | ||
Hist.3.52.1 | Τότε μὲν οὖν αὐτοῦ ποιησάμενος τὴν παρεμβο‐ | |
Hist.3.52.2 | λὴν καὶ μίαν ἐπιμείνας ἡμέραν αὖθις ὥρμα. ταῖς δ’ ἑξῆς μέχρι μέν τινος ἀσφαλῶς διῆγε τὴν στρα‐ τιάν· ἤδη δὲ τεταρταῖος ὢν αὖθις εἰς κινδύνους | |
Hist.3.52.3 | παρεγένετο μεγάλους. οἱ γὰρ περὶ τὴν δίοδον οἰ‐ κοῦντες συμφρονήσαντες ἐπὶ δόλῳ συνήντων αὐτῷ, θαλλοὺς ἔχοντες καὶ στεφάνους· τοῦτο γὰρ σχεδὸν πᾶσι τοῖς βαρβάροις ἐστὶ σύνθημα φιλίας, καθάπερ | |
Hist.3.52.4 | τὸ κηρύκειον τοῖς Ἕλλησιν. εὐλαβῶς δὲ διακείμε‐ νος πρὸς τὴν τοιαύτην πίστιν Ἀννίβας ἐξήτασε φι‐ λοτίμως τὴν ἐπίνοιαν αὐτῶν καὶ τὴν ὅλην ἐπιβο‐ | |
Hist.3.52.5 | λήν. τῶν δὲ φασκόντων καλῶς εἰδέναι καὶ τὴν τῆς πόλεως ἅλωσιν καὶ τὴν τῶν ἐγχειρησάντων αὐτὸν ἀδικεῖν ἀπώλειαν, καὶ διασαφούντων ὅτι πάρεισι διὰ ταῦτα, βουλόμενοι μήτε ποιῆσαι μήτε παθεῖν | |
5 | μηδὲν δυσχερές, ὑπισχνουμένων δὲ καὶ δώσειν ἐξ | |
Hist.3.52.6 | αὑτῶν ὅμηρα, πολὺν μὲν χρόνον ηὐλαβεῖτο καὶ δι‐ ηπίστει τοῖς λεγομένοις, συλλογιζόμενος (δ’ Ἀννίβας ὡς δεξάμενος) μὲν τὰ προτεινόμενα, τάχ’ ἂν ἴσως εὐλαβεστέρους καὶ πρᾳοτέρους ποιήσαι τοὺς παρα‐ | |
5 | γεγονότας, μὴ προσδεξάμενος δὲ προδήλους ἕξει πο‐ λεμίους αὐτούς, συγκατένευσε τοῖς λεγομένοις καὶ | |
Hist.3.52.7 | συνυπεκρίθη τίθεσθαι φιλίαν πρὸς αὐτούς. τῶν δὲ βαρβάρων τὰ ὅμηρα παραδόντων καὶ θρέμμασι χο‐ ρηγούντων ἀφθόνως καὶ καθόλου διδόντων σφᾶς αὐτοὺς εἰς τὰς χεῖρας ἀπαρατηρήτως, ἐπὶ ποσὸν ἐπί‐ | |
5 | στευσαν οἱ περὶ τὸν Ἀννίβαν, ὥστε καὶ καθηγε‐ μόσιν αὐτοῖς χρῆσθαι πρὸς τὰς ἑξῆς δυσχωρίας. | |
Hist.3.52.8 | προπορευομένων δ’ αὐτῶν ἐπὶ δύ’ ἡμέραις, συναθροι‐ σθέντες οἱ προειρημένοι καὶ συνακολουθήσαντες ἐπιτίθενται, φάραγγά τινα δύσβατον καὶ κρημνώδη | |
Hist.3.53.1 | περαιουμένων αὐτῶν. ἐν ᾧ καιρῷ πάντας ἄρ‐ δην ἀπολέσθαι συνέβη τοὺς περὶ τὸν Ἀννίβαν, εἰ μὴ δεδιότες ἀκμὴν ἐπὶ ποσὸν καὶ προορώμενοι τὸ μέλλον τὰ μὲν σκευοφόρα καὶ τοὺς ἱππεῖς εἶχον ἐν | |
5 | τῇ πρωτοπορείᾳ, τοὺς δ’ ὁπλίτας ἐπὶ τῆς οὐραγίας. | |
Hist.3.53.2 | τούτων δ’ ἐφεδρευόντων ἔλαττον συνέβη γενέσθαι τὸ πάθος· οὗτοι γὰρ ἔστεξαν τὴν ἐπιφορὰν τῶν βαρ‐ | |
Hist.3.53.3 | βάρων. οὐ μὴν ἀλλὰ καὶ τούτου συγκυρήσαντος πολύ τι πλῆθος καὶ τῶν ἀνδρῶν καὶ τῶν ὑποζυγίων | |
Hist.3.53.4 | καὶ τῶν ἵππων διεφθάρη. τῶν γὰρ τόπων ὑπερ‐ δεξίων ὄντων τοῖς πολεμίοις, ἀντιπαράγοντες οἱ βάρβαροι ταῖς παρωρείαις καὶ τοῖς μὲν τὰς πέτρας ἐπικυλίοντες τοὺς δ’ ἐκ χειρὸς τοῖς λίθοις τύπτοντες | |
Hist.3.53.5 | εἰς ὁλοσχερῆ διατροπὴν καὶ κίνδυνον ἦγον, οὕτως ὥστ’ ἀναγκασθῆναι τὸν Ἀννίβαν μετὰ τῆς ἡμισείας δυνάμεως νυκτερεῦσαι περί τι λευκόπετρον ὀχυρὸν χωρὶς τῶν ἵππων καὶ τῶν ὑποζυγίων, ἐφεδρεύοντα | |
5 | τούτοις, ἕως ἐν ὅλῃ τῇ νυκτὶ ταῦτα μόλις ἐξεμηρύ‐ | |
Hist.3.53.6 | σατο τῆς χαράδρας. τῇ δ’ ἐπαύριον τῶν πολεμίων χωρισθέντων, συνάψας τοῖς ἱππεῦσι καὶ τοῖς ὑποζυ‐ γίοις προῆγε πρὸς τὰς ὑπερβολὰς τὰς ἀνωτάτω τῶν Ἄλπεων, ὁλοσχερεῖ μὲν οὐδενὶ περιπίπτων ἔτι συ‐ | |
5 | στήματι τῶν βαρβάρων, κατὰ μέρη δὲ καὶ κατὰ τό‐ | |
Hist.3.53.7 | πους παρενοχλούμενος ὑπ’ αὐτῶν· ὧν οἱ μὲν ἀπὸ τῆς οὐραγίας, οἱ δ’ ἀπὸ τῆς πρωτοπορείας ἀπέσπων τῶν σκευοφόρων ἔνια, προσπίπτοντες εὐκαίρως. | |
Hist.3.53.8 | μεγίστην δ’ αὐτῷ παρείχετο χρείαν τὰ θηρία· καθ’ ὃν γὰρ ἂν τόπον ὑπάρχοι τῆς πορείας ταῦτα, πρὸς | |
τοῦτο τὸ μέρος οὐκ ἐτόλμων οἱ πολέμιοι προσιέναι, τὸ παράδοξον ἐκπληττόμενοι τῆς τῶν ζῴων φαντα‐ | ||
Hist.3.53.9 | σίας. ἐναταῖος δὲ διανύσας εἰς τὰς ὑπερβολὰς αὐτοῦ κατεστρατοπέδευσε καὶ δύ’ ἡμέρας προσέμεινε, βου‐ λόμενος ἅμα μὲν ἀναπαῦσαι τοὺς διασῳζομένους, | |
Hist.3.53.10 | ἅμα δὲ προσδέξασθαι τοὺς ἀπολειπομένους. ἐν ᾧ καιρῷ συνέβη πολλοὺς μὲν ἵππους τῶν ἀπεπτοημέ‐ νων, πολλὰ δ’ ὑποζύγια τῶν ἀπερριφότων τὰ φορ‐ τία παραδόξως ἀναδραμεῖν τοῖς στίβοις ἑπόμενα | |
Hist.3.54.1 | καὶ συνάψαι πρὸς τὴν παρεμβολήν. τῆς δὲ χιόνος ἤδη περὶ τοὺς ἄκρους ἁθροιζομένης διὰ τὸ συνάπτειν (τὴν) τῆς Πλειάδος δύσιν, θεωρῶν τὰ πλήθη δυσθύ‐ μως διακείμενα καὶ διὰ τὴν προγεγενημένην τα‐ | |
Hist.3.54.2 | λαιπωρίαν καὶ διὰ τὴν ἔτι προσδοκωμένην, ἐπει‐ ρᾶτο συναθροίσας παρακαλεῖν, μίαν ἔχων ἀφορμὴν εἰς τοῦτο τὴν τῆς Ἰταλίας ἐνάργειαν· οὕτως γὰρ ὑποπεπτώκει τοῖς προειρημένοις ὄρεσιν ὥστε συν‐ | |
5 | θεωρουμένων ἀμφοῖν ἀκροπόλεως φαίνεσθαι διάθε‐ | |
Hist.3.54.3 | σιν ἔχειν τὰς Ἄλπεις τῆς ὅλης Ἰταλίας. διόπερ ἐν‐ δεικνύμενος αὐτοῖς τὰ περὶ τὸν Πάδον πεδία καὶ καθόλου τῆς εὐνοίας ὑπομιμνήσκων τῆς τῶν κατ‐ οικούντων αὐτὰ Γαλατῶν, ἅμα δὲ καὶ τὸν τῆς | |
5 | Ῥώμης αὐτῆς τόπον ὑποδεικνύων ἐπὶ ποσὸν εὐθαρ‐ | |
Hist.3.54.4 | σεῖς ἐποίησε τοὺς ἀνθρώπους. τῇ δ’ ἐπαύριον ἀνα‐ ζεύξας ἐνήρχετο τῆς καταβάσεως. ἐν ᾗ πολεμίοις μὲν οὐκέτι περιέτυχε πλὴν τῶν λάθρᾳ κακοποιούν‐ των, ὑπὸ δὲ τῶν τόπων καὶ τῆς χιόνος οὐ πολλῷ | |
5 | λείποντας ἀπέβαλε τῶν κατὰ τὴν ἀνάβασιν φθαρέν‐ | |
Hist.3.54.5 | των. οὔσης γὰρ στενῆς καὶ κατωφεροῦς τῆς κατα‐ βάσεως, τῆς δὲ χιόνος ἄδηλον ποιούσης ἑκάστοις τὴν ἐπίβασιν, πᾶν τὸ παραπεσὸν τῆς ὁδοῦ καὶ σφα‐ | |
Hist.3.54.6 | λὲν ἐφέρετο κατὰ τῶν κρημνῶν. οὐ μὴν ἀλλὰ ταύ‐ την μὲν ὑπέφερον τὴν ταλαιπωρίαν, ἅτε συνήθεις | |
Hist.3.54.7 | ὄντες ἤδη τοῖς τοιούτοις κακοῖς· ἅμα δὲ τῷ παρα‐ γενέσθαι πρὸς τοιοῦτον τόπον, ὃν οὔτε τοῖς θηρί‐ οις οὔτε τοῖς ὑποζυγίοις δυνατὸν ἦν παρελθεῖν διὰ τὴν στενότητα, σχεδὸν ἐπὶ τρί’ ἡμιστάδια τῆς | |
5 | ἀπορρῶγος καὶ πρὸ τοῦ μὲν οὔσης, τότε δὲ καὶ μᾶλ‐ λον ἔτι προσφάτως ἀπερρωγυίας, ἐνταῦθα πάλιν ἀθυ‐ | |
Hist.3.54.8 | μῆσαι καὶ διατραπῆναι συνέβη τὸ πλῆθος. τὸ μὲν οὖν πρῶτον ἐπεβάλετο περιελθεῖν τὰς δυσχωρίας ὁ τῶν Καρχηδονίων στρατηγός· ἐπιγενομένης δὲ χιό‐ νος καὶ ταύτην ἀδύνατον ποιούσης τὴν πορείαν, | |
Hist.3.55.1 | ἀπέστη τῆς ἐπιβολῆς. τὸ γὰρ συμβαῖνον ἴδιον ἦν καὶ παρηλλαγμένον. ἐπὶ γὰρ τὴν προϋπάρχουσαν χιόνα καὶ διαμεμενηκυῖαν ἐκ τοῦ πρότερον χειμῶ‐ νος ἄρτι τῆς ἐπ’ ἔτους πεπτωκυίας, ταύτην μὲν εὐ‐ | |
5 | διάκοπτον εἶναι συνέβαινε καὶ διὰ τὸ πρόσφατον οὖσαν ἁπαλὴν ὑπάρχειν καὶ διὰ τὸ μηδέπω βάθος | |
Hist.3.55.2 | ἔχειν. ὁπότε δὲ ταύτην διαπατήσαντες ἐπὶ τὴν ὑπο‐ κάτω καὶ συνεστηκυῖαν ἐπιβαῖεν, οὐκέτι διέκοπτον, ἀλλ’ ἐπέπλεον ὀλισθάνοντες ἀμφοτέροις ἅμα τοῖς ποσί, καθάπερ ἐπὶ τῇ γῇ συμβαίνει τοῖς διὰ τῶν | |
Hist.3.55.3 | ἀκροπήλων πορευομένοις. τὸ δὲ συνεξακολουθοῦν | |
Hist.3.55.4 | τούτοις ἔτι δυσχερέστερον ὑπῆρχεν. οἱ μὲν γὰρ ἄν‐ δρες οὐ δυνάμενοι τὴν κάτω χιόνα διακόπτειν, ὁπότε πεσόντες βουληθεῖεν ἢ τοῖς γόνασιν ἢ ταῖς χερσὶ προσεξερείσασθαι πρὸς τὴν ἐξανάστασιν, τότε καὶ | |
5 | μᾶλλον ἐπέπλεον ἅμα πᾶσι τοῖς ἐρείσμασιν, ἐπὶ | |
Hist.3.55.5 | πολὺ καταφερῶν ὄντων τῶν χωρίων· τὰ δ’ ὑπο‐ ζύγια διέκοπτεν, ὅτε πέσοι, τὴν κάτω χιόνα κατὰ τὴν διανάστασιν, διακόψαντα δ’ ἔμενε μετὰ τῶν φορ‐ | |
τίων οἷον καταπεπηγότα διά τε τὸ βάρος καὶ διὰ | ||
Hist.3.55.6 | τὸ πῆγμα τῆς προϋπαρχούσης χιόνος. ὅθεν ἀπο‐ στὰς τῆς τοιαύτης ἐλπίδος ἐστρατοπέδευσε περὶ τὴν ῥάχιν, διαμησάμενος τὴν ἐπ’ αὐτῇ χιόνα, καὶ μετὰ ταῦτα παραστήσας τὰ πλήθη τὸν κρημνὸν ἐξῳκο‐ | |
Hist.3.55.7 | δόμει μετὰ πολλῆς ταλαιπωρίας. τοῖς μὲν οὖν ὑπο‐ ζυγίοις καὶ τοῖς ἵπποις ἱκανὴν ἐποίησε πάροδον ἐν ἡμέρᾳ μιᾷ. διὸ καὶ ταῦτα μὲν εὐθέως διαγαγὼν καὶ καταστρατοπεδεύσας περὶ τοὺς ἐκφεύγοντας ἤδη | |
Hist.3.55.8 | τὴν χιόνα τόπους διαφῆκε πρὸς τὰς νομάς, τοὺς δὲ Νομάδας ἀνὰ μέρος προῆγε πρὸς τὴν οἰκοδομίαν καὶ μόλις ἐν ἡμέραις τρισὶ κακοπαθήσας διήγαγε τὰ θηρία. καὶ τάδε συνέβαινε κακῶς ὑπὸ τοῦ λιμοῦ δια‐ | |
Hist.3.55.9 | τεθεῖσθαι· τῶν γὰρ Ἄλπεων τὰ μὲν ἄκρα καὶ τὰ πρὸς τὰς ὑπερβολὰς ἀνήκοντα τελέως ἄδενδρα καὶ ψιλὰ πάντ’ ἔστι διὰ τὸ συνεχῶς ἐπιμένειν τὴν χιόνα καὶ θέρους καὶ χειμῶνος, τὰ δ’ ὑπὸ μέσην τὴν παρ‐ | |
5 | ώρειαν ἐξ ἀμφοῖν τοῖν μεροῖν ὑλοφόρα καὶ δεν‐ δροφόρα καὶ τὸ ὅλον οἰκήσιμ’ ἔστιν. | |
Hist.3.56.1 | Ἀννίβας δὲ συναθροίσας ὁμοῦ πᾶσαν τὴν δύνα‐ μιν κατέβαινε καὶ τριταῖος ἀπὸ τῶν προειρημένων | |
Hist.3.56.2 | κρημνῶν διανύσας ἥψατο τῶν ἐπιπέδων, πολλοὺς μὲν ἀπολωλεκὼς τῶν στρατιωτῶν ὑπό τε τῶν πολε‐ μίων καὶ τῶν ποταμῶν ἐν τῇ καθόλου πορείᾳ, πολ‐ λοὺς δ’ ὑπὸ τῶν κρημνῶν καὶ τῶν δυσχωριῶν κατὰ | |
5 | τὰς Ἄλπεις, οὐ μόνον ἄνδρας, ἔτι δὲ πλείους ἵππους | |
Hist.3.56.3 | καὶ ὑποζύγια. τέλος δὲ τὴν μὲν πᾶσαν πορείαν ἐκ Καινῆς πόλεως ἐν πέντε μησὶ ποιησάμενος τὴν δὲ τῶν Ἄλπεων ὑπερβολὴν ἡμέραις δεκαπέντε κατῆρε τολμηρῶς εἰς τὰ περὶ τὸν Πάδον πεδία καὶ τὸ τῶν | |
Hist.3.56.4 | Ἰνσόμβρων ἔθνος, ἔχων τὸ διασῳζόμενον μέρος τῆς | |
μὲν τῶν Λιβύων δυνάμεως πεζοὺς μυρίους καὶ δισ‐ χιλίους, τῆς δὲ τῶν Ἰβήρων εἰς ὀκτακισχιλίους, ἱπ‐ πεῖς δὲ τοὺς πάντας οὐ πλείους ἑξακισχιλίων, ὡς | ||
5 | αὐτὸς ἐν τῇ στήλῃ τῇ περὶ τοῦ πλήθους ἐχούσῃ | |
Hist.3.56.5 | τὴν ἐπιγραφὴν ἐπὶ Λακινίῳ διασαφεῖ. κατὰ δὲ τοὺς αὐτοὺς καιρούς, ὡς ἐπάνω προεῖπα, Πόπλιος ἀπο‐ λελοιπὼς τὰς δυνάμεις Γναΐῳ τἀδελφῷ καὶ παρα‐ κεκληκὼς αὐτὸν ἔχεσθαι τῶν ἐν Ἰβηρίᾳ πραγμάτων | |
5 | καὶ πολεμεῖν ἐρρωμένως Ἀσδρούβᾳ, κατέπλευσε μετ’ | |
Hist.3.56.6 | ὀλίγων αὐτὸς εἰς Πίσας. ποιησάμενος δὲ τὴν πο‐ ρείαν διὰ Τυρρηνίας καὶ παραλαβὼν τὰ παρὰ τῶν ἑξαπελέκεων στρατόπεδα τὰ προκαθήμενα καὶ προσ‐ πολεμοῦντα τοῖς Βοίοις ἧκε πρὸς τὰ περὶ τὸν Πά‐ | |
5 | δον πεδία καὶ καταστρατοπεδεύσας ἐπεῖχε τοῖς πολε‐ μίοις, σπεύδων συμβαλεῖν εἰς μάχην. | |
Hist.3.57.1 | Ἡμεῖς δ’ ἐπειδὴ καὶ τὴν διήγησιν καὶ τοὺς ἡγε‐ μόνας ἀμφοτέρων καὶ τὸν πόλεμον εἰς Ἰταλίαν ἠγά‐ γομεν, πρὸ τοῦ τῶν ἀγώνων ἄρξασθαι βραχέα βουλόμεθα περὶ τῶν ἁρμοζόντων τῇ πραγματείᾳ | |
Hist.3.57.2 | διελθεῖν. ἴσως γὰρ δή τινες ἐπιζητήσουσι πῶς πε‐ ποιημένοι τὸν πλεῖστον λόγον ὑπὲρ τῶν κατὰ Λιβύην καὶ κατ’ Ἰβηρίαν τόπων οὔτε περὶ τοῦ καθ’ Ἡρα‐ κλέους στήλας στόματος οὐδὲν ἐπὶ πλεῖον εἰρήκα‐ | |
5 | μεν οὔτε περὶ τῆς ἔξω θαλάττης καὶ τῶν ἐν ταύτῃ | |
Hist.3.57.3 | συμβαινόντων ἰδιωμάτων, οὐδὲ μὴν περὶ τῶν Βρετ‐ τανικῶν νήσων καὶ τῆς τοῦ καττιτέρου κατασκευῆς, ἔτι δὲ τῶν ἀργυρείων καὶ χρυσείων τῶν κατ’ αὐτὴν Ἰβηρίαν, ὑπὲρ ὧν οἱ συγγραφεῖς ἀμφισβητοῦντες | |
5 | πρὸς ἀλλήλους τὸν πλεῖστον διατίθενται λόγον. | |
Hist.3.57.4 | ἡμεῖς δ’ οὐχὶ νομίζοντες ἀλλότριον εἶναι τοῦτο τὸ μέρος τῆς ἱστορίας, διὰ τοῦτο παρελείπομεν, ἀλλὰ | |
πρῶτον μὲν οὐ βουλόμενοι παρ’ ἕκαστα διασπᾶν τὴν διήγησιν οὐδ’ ἀποπλανᾶν ἀπὸ τῆς πραγματικῆς ὑπο‐ | ||
Hist.3.57.5 | θέσεως τοὺς φιληκοοῦντας, δεύτερον δὲ κρίνοντες οὐ διερριμμένην οὐδ’ ἐν παρέργῳ ποιήσασθαι τὴν περὶ αὐτῶν μνήμην, ἀλλὰ κατ’ ἰδίαν καὶ τόπον καὶ καιρὸν ἀπονείμαντες τῷ μέρει τούτῳ, καθ’ ὅσον | |
5 | οἷοί τ’ ἐσμέν, τὴν ἀλήθειαν περὶ αὐτῶν ἐξηγήσα‐ | |
Hist.3.57.6 | σθαι. διόπερ οὐ χρὴ θαυμάζειν οὐδ’ ἐν τοῖς ἑξῆς, ἐὰν ἐπί τινας τόπους ἐρχόμενοι τοιούτους παραλεί‐ πωμεν τοῦτο τὸ μέρος διὰ τὰς προειρημένας αἰτίας. | |
Hist.3.57.7 | εἰ δέ τινες πάντως ἐπιζητοῦσι κατὰ τόπον καὶ κατὰ μέρος τῶν τοιούτων ἀκούειν, ἴσως ἀγνοοῦσι παρα‐ πλήσιόν τι πάσχοντες τοῖς λίχνοις τῶν δειπνητῶν. | |
Hist.3.57.8 | καὶ γὰρ ἐκεῖνοι πάντων ἀπογευόμενοι τῶν παρα‐ κειμένων οὔτε κατὰ τὸ παρὸν οὐδενὸς ἀληθινῶς ἀπολαύουσι τῶν βρωμάτων οὔτ’ εἰς τὸ μέλλον ὠφέ‐ λιμον ἐξ αὐτῶν τὴν ἀνάδοσιν καὶ τροφὴν κομίζον‐ | |
Hist.3.57.9 | ται, πᾶν δὲ τοὐναντίον· οἵ τε περὶ τὴν ἀνάγνωσιν τὸ παραπλήσιον ποιοῦντες οὔτε τῆς παραυτίκα δι‐ αγωγῆς ἀληθινῶς οὔτε τῆς εἰς τὸ μέλλον ὠφελείας στοχάζονται δεόντως. | |
Hist.3.58.1 | Διότι μὲν οὖν, εἰ καί τι τῶν τῆς ἱστορίας μερῶν ἄλλο, καὶ τοῦτο προσδεῖ λόγου καὶ διορθώσεως ἀλη‐ θινωτέρας, προφανὲς ἐκ πολλῶν μάλιστα δ’ ἐκ | |
Hist.3.58.2 | τούτων. σχεδὸν γὰρ πάντων, εἰ δὲ μή γε, τῶν πλείστων συγγραφέων πεπειραμένων μὲν ἐξηγεῖ‐ σθαι τὰς ἰδιότητας καὶ θέσεις τῶν περὶ τὰς ἐσχα‐ τιὰς τόπων τῆς καθ’ ἡμᾶς οἰκουμένης, ἐν πολλοῖς | |
Hist.3.58.3 | δὲ τῶν πλείστων διημαρτηκότων, παραλείπειν μὲν οὐδαμῶς καθήκει, ῥητέον δέ τι πρὸς αὐτοὺς οὐκ ἐκ παρέργου καὶ διερριμμένως ἀλλ’ ἐξ ἐπιστάσεως, | |
Hist.3.58.4 | καὶ ῥητέον οὐκ ἐπιτιμῶντας οὐδ’ ἐπιπλήττοντας, ἐπαινοῦντας δὲ μᾶλλον καὶ διορθουμένους τὴν ἄγνοιαν αὐτῶν, γινώσκοντας ὅτι κἀκεῖνοι τῶν νῦν καιρῶν ἐπιλαβόμενοι πολλὰ τῶν αὐτοῖς εἰρημένων | |
Hist.3.58.5 | εἰς διόρθωσιν ἂν καὶ μετάθεσιν ἤγαγον. ἐν μὲν γὰρ τῷ προγεγονότι χρόνῳ σπανίους ἂν εὕροι τις τῶν Ἑλλήνων τοὺς ἐπιβεβλημένους πολυπραγμονεῖν τὰ κατὰ τὰς ἐσχατιὰς διὰ τὸ τῆς ἐπιβολῆς ἀδύνα‐ | |
Hist.3.58.6 | τον. πολλοὶ μὲν γὰρ ἦσαν οἱ κατὰ θάλατταν τότε κίνδυνοι καὶ δυσεξαρίθμητοι, πολλαπλάσιοι δὲ τού‐ | |
Hist.3.58.7 | των οἱ κατὰ γῆν. ἀλλ’ εἰ καί τις ἢ κατ’ ἀνάγκην ἢ κατὰ προαίρεσιν ἐξίκοιτο πρὸς τὰ πέρατα τῆς | |
Hist.3.58.8 | οἰκουμένης, οὐδ’ οὕτως ἤνυεν τὸ προκείμενον. δυσ‐ χερὲς μὲν γὰρ ἐπὶ πλέον τινῶν αὐτόπτην γενέσθαι διὰ τὸ τοὺς μὲν ἐκβεβαρβαρῶσθαι τοὺς δ’ ἐρήμους εἶναι τόπους, ἔτι δὲ χαλεπώτερον τὸ περὶ τῶν ὁρα‐ | |
5 | θέντων διὰ λόγου τι γνῶναι καὶ μαθεῖν διὰ τὸ τῆς | |
Hist.3.58.9 | φωνῆς ἐξηλλαγμένον. ἐὰν δὲ καὶ γνῷ τις, ἔτι τῶν πρὸ τοῦ δυσχερέστερον τὸ τῶν ἑωρακότων τινὰ με‐ τρίῳ χρῆσθαι τρόπῳ καὶ καταφρονήσαντα τῆς πα‐ ραδοξολογίας καὶ τερατείας ἑαυτοῦ χάριν προτιμῆ‐ | |
5 | σαι τὴν ἀλήθειαν καὶ μηδὲν τῶν πάρεξ ὄντων ἡμῖν | |
Hist.3.59.1 | ἀναγγεῖλαι. διόπερ οὐ δυσχεροῦς ἀλλ’ ἀδυνάτου σχεδὸν ὑπαρχούσης κατά γε τοὺς προγεγονότας και‐ ροὺς τῆς ἀληθοῦς ἱστορίας ὑπὲρ τῶν προειρημένων, οὐκ εἴ τι παρέλιπον οἱ συγγραφεῖς ἢ διήμαρτον, | |
Hist.3.59.2 | ἐπιτιμᾶν αὐτοῖς ἄξιον, ἀλλ’ ἐφ’ ὅσον ἔγνωσάν τι καὶ προεβίβασαν τὴν ἐμπειρίαν τὴν περὶ τούτων ἐν τοιούτοις καιροῖς, ἐπαινεῖν καὶ θαυμάζειν αὐτοὺς | |
Hist.3.59.3 | δίκαιον. ἐν δὲ τοῖς καθ’ ἡμᾶς τῶν μὲν κατὰ τὴν Ἀσίαν διὰ τὴν Ἀλεξάνδρου δυναστείαν τῶν δὲ λοι‐ | |
πῶν τόπων διὰ τὴν Ῥωμαίων ὑπεροχὴν σχεδὸν | ||
Hist.3.59.4 | ἁπάντων πλωτῶν καὶ πορευτῶν γεγονότων, ἀπο‐ λελυμένων δὲ καὶ τῶν πρακτικῶν ἀνδρῶν τῆς περὶ τὰς πολεμικὰς καὶ πολιτικὰς πράξεις φιλοτιμίας, ἐκ δὲ τούτων πολλὰς καὶ μεγάλας ἀφορμὰς εἰληφότων | |
5 | εἰς τὸ πολυπραγμονεῖν καὶ φιλομαθεῖν περὶ τῶν | |
Hist.3.59.5 | προειρημένων, δέον ἂν εἴη καὶ βέλτιον γινώσκειν καὶ ἀληθινώτερον ὑπὲρ τῶν πρότερον ἀγνοουμένων. | |
Hist.3.59.6 | ὅπερ ἡμεῖς αὐτοί τε πειρασόμεθα ποιεῖν, λαβόντες ἁρμόζοντα τόπον ἐν τῇ πραγματείᾳ τῷ μέρει τούτῳ, τούς τε φιλοπευστοῦντας ὁλοσχερέστερον βουλησό‐ | |
Hist.3.59.7 | μεθα συνεπιστῆσαι περὶ τῶν προειρημένων, ἐπειδὴ καὶ τὸ πλεῖον τούτου χάριν ὑπεδεξάμεθα τοὺς κιν‐ δύνους [καὶ τὰς κακοπαθείας] τοὺς συμβάντας ἡμῖν ἐν πλάνῃ τῇ κατὰ Λιβύην καὶ κατ’ Ἰβηρίαν, ἔτι δὲ | |
5 | Γαλατίαν καὶ τὴν ἔξωθεν ταύταις ταῖς χώραις συγ‐ | |
Hist.3.59.8 | κυροῦσαν θάλατταν, ἵνα διορθωσάμενοι τὴν τῶν προγεγονότων ἄγνοιαν ἐν τούτοις γνώριμα ποιή‐ σωμεν τοῖς Ἕλλησι καὶ ταῦτα τὰ μέρη τῆς οἰκου‐ | |
Hist.3.59.9 | μένης. νῦν δ’ ἀναδραμόντες ἐπὶ τὴν παρέκβασιν τῆς διηγήσεως πειρασόμεθα δηλοῦν τοὺς γενομέ‐ νους ἐκ παρατάξεως ἐν Ἰταλίᾳ Ῥωμαίοις καὶ Καρ‐ χηδονίοις ἀγῶνας. | |
Hist.3.60.1 | Τὸ μὲν οὖν πλῆθος τῆς δυνάμεως, ὅπερ ἔχων Ἀννίβας ἐνέβαλεν εἰς Ἰταλίαν, ἤδη δεδηλώκαμεν. | |
Hist.3.60.2 | μετὰ δὲ τὴν εἰσβολὴν καταστρατοπεδεύσας ὑπ’ αὐ‐ τὴν τὴν παρώρειαν τῶν Ἄλπεων τὰς μὲν ἀρχὰς | |
Hist.3.60.3 | ἀνελάμβανε τὰς δυνάμεις. οὐ γὰρ μόνον ὑπὸ τῶν ἀναβάσεων καὶ καταβάσεων, ἔτι δὲ τραχυτήτων τῶν κατὰ τὰς ὑπερβολάς, δεινῶς τεταλαιπωρήκει τὸ σύμ‐ παν αὐτῷ στρατόπεδον, ἀλλὰ καὶ τῇ τῶν ἐπιτηδείων | |
5 | σπάνει καὶ ταῖς τῶν σωμάτων ἀθεραπευσίαις κα‐ | |
Hist.3.60.4 | κῶς ἀπήλλαττε. πολλοὶ δὲ καὶ καθυφεῖνθ’ ἑαυτοὺς ὁλοσχερῶς διὰ τὴν ἔνδειαν καὶ συνέχειαν τῶν πό‐ νων. οὔτε (γὰρ) διακομίζειν εἰς τοσαύτας μυριάδας διὰ τοιούτων τόπων δαψιλῆ τὰ πρὸς τὴν τροφὴν | |
5 | οἷοί τ’ ἦσαν, ἅ τε καὶ παρεκόμιζον, ἅμα τῇ τῶν ὑποζυγίων καταφθορᾷ καὶ τούτων τὰ πλεῖστα συν‐ | |
Hist.3.60.5 | απώλλυτο. διόπερ ὁρμήσας ἀπὸ τῆς τοῦ Ῥοδανοῦ διαβάσεως, πεζοὺς μὲν εἰς ὀκτακισχιλίους καὶ τρισ‐ μυρίους ἔχων ἱππεῖς δὲ πλείους ὀκτακισχιλίων, σχεδόν που τὴν ἡμίσειαν τῆς δυνάμεως, καθάπερ | |
Hist.3.60.6 | ἐπάνω προεῖπον, ἐν ταῖς ὑπερβολαῖς διέφθειρεν. οἵ γε μὴν σωθέντες καὶ ταῖς ἐπιφανείαις καὶ τῇ λοιπῇ διαθέσει διὰ τὴν συνέχειαν τῶν προειρημένων πό‐ | |
Hist.3.60.7 | νων οἷον ἀποτεθηριωμένοι πάντες ἦσαν. πολλὴν οὖν ποιούμενος πρόνοιαν Ἀννίβας τῆς ἐπιμελείας αὐτῶν ἀνεκτᾶτο καὶ τὰς ψυχὰς ἅμα καὶ τὰ σώματα | |
Hist.3.60.8 | τῶν ἀνδρῶν, ὁμοίως δὲ καὶ τῶν ἵππων. μετὰ δὲ ταῦτα, προσανειληφυίας ἤδη τῆς δυνάμεως, τῶν Ταυρίνων, οἳ τυγχάνουσι πρὸς τῇ παρωρείᾳ κατοι‐ κοῦντες, στασιαζόντων μὲν πρὸς τοὺς Ἴνσομβρας | |
Hist.3.60.9 | ἀπιστούντων δὲ τοῖς Καρχηδονίοις, τὸ μὲν πρῶ‐ τον αὐτοὺς εἰς φιλίαν προυκαλεῖτο καὶ συμμαχίαν· οὐχ ὑπακουόντων δὲ περιστρατοπεδεύσας τὴν βα‐ ρυτάτην πόλιν ἐν τρισὶν ἡμέραις ἐξεπολιόρκησεν. | |
Hist.3.60.10 | κατασφάξας δὲ τοὺς ἐναντιωθέντας αὐτῷ τοιοῦτον ἐνειργάσατο φόβον τοῖς σύνεγγυς κατοικοῦσιν τῶν βαρβάρων ὥστε πάντας ἐκ χειρὸς παραγίνεσθαι, | |
Hist.3.60.11 | διδόντας αὑτοὺς εἰς τὴν πίστιν. τὸ δὲ λοιπὸν πλῆ‐ θος τῶν τὰ πεδία κατοικούντων Κελτῶν ἐσπού‐ δαζε μὲν κοινωνεῖν τοῖς Καρχηδονίοις τῶν πραγμά‐ | |
Hist.3.60.12 | των κατὰ τὴν ἐξ ἀρχῆς ἐπιβολήν· παρηλλαχότων δὲ τῶν Ῥωμαϊκῶν στρατοπέδων ἤδη τοὺς πλείστους αὐτῶν καὶ διακεκλεικότων, ἡσυχίαν ἦγον· τινὲς δὲ | |
Hist.3.60.13 | καὶ συστρατεύειν ἠναγκάζοντο τοῖς Ῥωμαίοις. εἰς ἃ βλέπων Ἀννίβας ἔκρινε μὴ μέλλειν ἀλλὰ προ‐ άγειν εἰς τοὔμπροσθεν καὶ πράττειν τι πρὸς τὸ θαρ‐ ρῆσαι τοὺς βουλομένους μετέχειν σφίσι τῶν αὐτῶν | |
5 | ἐλπίδων. | |
Hist.3.61.1 | Προθέμενος δὲ ταῦτα καὶ τὸν Πόπλιον ἀκούων ἤδη διαβεβηκέναι τὸν Πάδον μετὰ τῶν δυνάμεων καὶ σύνεγγυς εἶναι, τὸ μὲν πρῶτον ἠπίστει τοῖς | |
Hist.3.61.2 | προσαγγελλομένοις, ἐνθυμούμενος μὲν ὅτι πρότερον ἡμέραις ὀλίγαις αὐτὸν ἀπέλιπε περὶ τὴν τοῦ Ῥοδα‐ νοῦ διάβασιν, καὶ συλλογιζόμενος τόν τε πλοῦν τὸν ἀπὸ Μασσαλίας εἰς Τυρρηνίαν ὡς μακρὸς καὶ δυσ‐ | |
Hist.3.61.3 | παρακόμιστος εἴη, πρὸς δὲ τούτοις τὴν πορείαν ἱστορῶν τὴν ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους διὰ τῆς Ἰταλίας μέχρι πρὸς τὰς Ἄλπεις ὡς πολλὴ καὶ δυσ‐ | |
Hist.3.61.4 | δίοδος ὑπάρχει στρατοπέδοις. πλειόνων δὲ καὶ σαφεστέρως ἀεὶ προσαγγελλόντων, ἐθαύμαζε καὶ κατεπέπληκτο τὴν ὅλην ἐπιβολὴν καὶ τὴν πρᾶξιν | |
Hist.3.61.5 | τοῦ στρατηγοῦ. τὸ δὲ παραπλήσιον συνέβαινε πά‐ σχειν καὶ τὸν Πόπλιον· τὰς μὲν γὰρ ἀρχὰς οὐδ’ ἐπιβάλλεσθαι τῇ διὰ τῶν Ἄλπεων ἤλπισε πορείᾳ τὸν Ἀννίβαν δυνάμεσιν ἀλλοφύλοις· εἰ δὲ καὶ τολμή‐ | |
5 | σαι, καταφθαρήσεσθαι προδήλως αὐτὸν ὑπελάμβανεν. | |
Hist.3.61.6 | διόπερ ἐν τοιούτοις ὢν διαλογισμοῖς, ὡς ἐπυνθά‐ νετο καὶ σεσῶσθαι καὶ πολιορκεῖν αὐτὸν ἤδη τινὰς πόλεις ἐν Ἰταλίᾳ, κατεπέπληκτο τὴν τόλμαν καὶ τὸ | |
Hist.3.61.7 | παράβολον τἀνδρός. τὸ δ’ αὐτὸ συνέβαινεν καὶ τοῖς ἐν τῇ Ῥώμῃ πεπονθέναι περὶ τῶν προσπιπτόντων. | |
Hist.3.61.8 | ἄρτι γὰρ τῆς τελευταίας φήμης καταληγούσης ὑπὲρ τῶν Καρχηδονίων ὅτι Ζάκανθαν εἰλήφασιν, καὶ πρὸς ταύτην βεβουλευμένων τὴν ἔννοιαν, καὶ τὸν μὲν ἕνα τῶν στρατηγῶν ἐξαπεσταλκότων εἰς τὴν Λι‐ | |
5 | βύην, ὡς αὐτὴν τὴν Καρχηδόνα πολιορκήσοντα, τὸν ἕτερον δ’ εἰς Ἰβηρίαν, ὡς πρὸς Ἀννίβαν ἐκεῖ διαπολεμήσοντα, παρῆν ἀγγελία διότι πάρεστιν Ἀν‐ νίβας μετὰ δυνάμεως καὶ πολιορκεῖ τινας ἤδη πό‐ | |
Hist.3.61.9 | λεις ἐν Ἰταλίᾳ. διότι παραδόξου φανέντος αὐτοῖς τοῦ γινομένου, διαταραχθέντες παραχρῆμα πρὸς τὸν Τεβέριον εἰς τὸ Λιλύβαιον ἐξαπέστελλον, δηλοῦντες μὲν τὴν παρουσίαν τῶν πολεμίων, οἰόμενοι δὲ δεῖν | |
5 | ἀφέμενον τῶν προκειμένων κατὰ σπουδὴν βοηθεῖν | |
Hist.3.61.10 | τοῖς ἰδίοις πράγμασιν. ὁ δὲ Τεβέριος τοὺς μὲν ἀπὸ τοῦ στόλου παραυτίκα συναθροίσας ἐξέπεμψε, παραγγείλας ποιεῖσθαι τὸν πλοῦν ὡς ἐπ’ οἴκου· τὰς δὲ πεζικὰς δυνάμεις ἐξώρκισε διὰ τῶν χιλιάρ‐ | |
5 | χων, τάξας ἡμέραν ἐν ᾗ δεήσει πάντας ἐν Ἀριμίνῳ | |
Hist.3.61.11 | γενέσθαι κοιταίους. αὕτη δ’ ἔστι πόλις παρὰ τὸν Ἀδρίαν ἐπὶ τῷ πέρατι κειμένη τῶν περὶ τὸν Πάδον | |
Hist.3.61.12 | πεδίων ὡς ἀπὸ μεσημβρίας. πανταχόθεν δὲ τοῦ κινήματος ἅμα γινομένου, καὶ τῶν συμβαινόντων πᾶσι παρὰ δόξαν προσπιπτόντων, ἦν παρ’ ἑκάστοις ἐπίστασις ὑπὲρ τοῦ μέλλοντος οὐκ εὐκαταφρόνητος. | |
Hist.3.62.1 | Κατὰ δὲ τὸν καιρὸν τοῦτον ἤδη συνεγγίζοντες ἀλλήλοις Ἀννίβας καὶ Πόπλιος ἐπεβάλοντο παρα‐ καλεῖν τὰς ἑαυτῶν δυνάμεις, ἑκάτερος προθέμενος | |
Hist.3.62.2 | τὰ πρέποντα τοῖς παροῦσι καιροῖς. Ἀννίβας μὲν οὖν διὰ τοιοῦδέ τινος ἐνεχείρει τρόπου ποιεῖσθαι | |
Hist.3.62.3 | τὴν παραίνεσιν. συναγαγὼν γὰρ τὰ πλήθη παρ‐ ήγαγεν νεανίσκους τῶν αἰχμαλώτων, οὓς εἰλήφει κα‐ | |
κοποιοῦντας τὴν πορείαν ἐν ταῖς περὶ τὰς Ἄλπεις | ||
Hist.3.62.4 | δυσχωρίαις. τούτους δὲ κακῶς διετίθετο, παρα‐ σκευαζόμενος πρὸς τὸ μέλλον· καὶ γὰρ δεσμοὺς εἶ‐ χον βαρεῖς καὶ τῷ λιμῷ συνέσχηντο, καὶ ταῖς πλη‐ | |
Hist.3.62.5 | γαῖς αὐτῶν τὰ σώματα διέφθαρτο. καθίσας οὖν τούτους εἰς τὸ μέσον προέθηκε πανοπλίας Γαλατι‐ κάς, οἵαις εἰώθασιν οἱ βασιλεῖς αὐτῶν, ὅταν μονο‐ μαχεῖν μέλλωσιν, κατακοσμεῖσθαι· πρὸς δὲ τούτοις | |
5 | ἵππους παρέστησε καὶ σάγους εἰσήνεγκε πολυτελεῖς. | |
Hist.3.62.6 | κἄπειτα τῶν νεανίσκων ἤρετο τίνες αὐτῶν βούλον‐ ται διαγωνίσασθαι πρὸς ἀλλήλους ἐφ’ ᾧ τὸν μὲν νικήσαντα τὰ προκείμενα λαμβάνειν ἆθλα, τὸν δ’ ἡττηθέντα τῶν παρόντων ἀπηλλάχθαι κακῶν, τε‐ | |
Hist.3.62.7 | λευτήσαντα τὸν βίον. πάντων δ’ ἀναβοησάντων ἅμα καὶ δηλούντων ὅτι βούλονται μονομαχεῖν, κλη‐ ρώσασθαι προσέταξε καὶ δύο τοὺς λαχόντας καθ‐ οπλισαμένους ἐκέλευσε μάχεσθαι πρὸς ἀλλήλους. | |
Hist.3.62.8 | παραυτίκα μὲν οὖν ἀκούσαντες οἱ νεανίσκοι ταῦτα καὶ τὰς χεῖρας ἐξαίροντες εὔχοντο τοῖς θεοῖς, σπεύ‐ | |
Hist.3.62.9 | δων ἕκαστος αὐτὸς γενέσθαι τῶν λαχόντων. ἐπεὶ δ’ ἐδηλώθη τὰ κατὰ τὸν κλῆρον, ἦσαν οἱ μὲν εἰ‐ | |
Hist.3.62.10 | ληχότες περιχαρεῖς, οἱ δ’ ἄλλοι τοὐναντίον. γενο‐ μένης δὲ τῆς μάχης οὐχ ἧττον ἐμακάριζον οἱ περι‐ λειπόμενοι τῶν αἰχμαλώτων τὸν τεθνεῶτα τοῦ νε‐ νικηκότος, ὡς πολλῶν καὶ μεγάλων κακῶν ἐκείνου | |
5 | μὲν ἀπολελυμένου, σφᾶς δ’ αὐτοὺς ἀκμὴν ὑπομέ‐ | |
Hist.3.62.11 | νοντας. ἦν δὲ παραπλησία καὶ περὶ τοὺς πολλοὺς τῶν Καρχηδονίων ἡ διάληψις· ἐκ παραθέσεως γὰρ θεωρουμένης τῆς τῶν ἀγομένων καὶ ζώντων ταλαι‐ πωρίας, τούτους μὲν ἠλέουν, τὸν δὲ τεθνεῶτα πάν‐ | |
Hist.3.63.1 | τες ἐμακάριζον. Ἀννίβας δὲ διὰ τῶν προειρημένων | |
τὴν προκειμένην διάθεσιν ἐνεργασάμενος ταῖς τῶν | ||
Hist.3.63.2 | δυνάμεων ψυχαῖς, μετὰ ταῦτα προελθὼν αὐτὸς τού‐ του χάριν ἔφη παρεισάγειν τοὺς αἰχμαλώτους, ἵν’ ἐπὶ τῶν ἀλλοτρίων συμπτωμάτων ἐναργῶς θεασά‐ μενοι τὸ συμβαῖνον βέλτιον ὑπὲρ τῶν σφίσι παρ‐ | |
Hist.3.63.3 | όντων βουλεύωνται πραγμάτων. εἰς παραπλήσιον γὰρ αὐτοὺς ἀγῶνα καὶ καιρὸν τὴν τύχην συγκε‐ κλεικέναι καὶ παραπλήσια τοῖς νῦν ἆθλα προτε‐ | |
Hist.3.63.4 | θεικέναι. δεῖν γὰρ ἢ νικᾶν ἢ θνήσκειν ἢ τοῖς ἐχθροῖς ὑποχειρίους γενέσθαι ζῶντας. εἶναι δ’ ἐκ μὲν τοῦ νικᾶν ἆθλον οὐχ ἵππους καὶ σάγους, ἀλλὰ τὸ πάντων ἀνθρώπων γενέσθαι μακαριωτάτους, | |
Hist.3.63.5 | κρατήσαντας τῆς Ῥωμαίων εὐδαιμονίας, ἐκ δὲ τοῦ μαχομένους τι παθεῖν, διαγωνιζομένους ἕως τῆς ἐσχάτης ἀναπνοῆς ὑπὲρ τῆς καλλίστης ἐλπίδος μετ‐ αλλάξαι τὸν βίον ἐν χειρῶν νόμῳ, μηδενὸς κακοῦ | |
Hist.3.63.6 | λαβόντας πεῖραν, τοῖς δ’ ἡττωμένοις καὶ διὰ τὴν πρὸς τὸ ζῆν ἐπιθυμίαν ὑπομένουσι φεύγειν ἢ κατ’ ἄλλον τινὰ τρόπον ἑλομένοις τὸ ζῆν παντὸς κακοῦ | |
Hist.3.63.7 | καὶ πάσης ἀτυχίας μετασχεῖν. οὐδένα γὰρ οὕτως ἀλόγιστον οὐδὲ νωθρὸν αὐτῶν ὑπάρχειν, ὃς μνημο‐ νεύων μὲν τοῦ μήκους τῆς ὁδοῦ τῆς διηνυσμένης ἐκ τῶν πατρίδων, μνημονεύων δὲ τοῦ πλήθους | |
5 | τῶν μεταξὺ πολεμίων, εἰδὼς δὲ τὰ μεγέθη τῶν ποταμῶν ὧν διεπέρασεν, ἐλπίσαι ποτ’ ἂν ὅτι φεύ‐ | |
Hist.3.63.8 | γων εἰς τὴν οἰκείαν ἀφίξεται. διόπερ ᾤετο δεῖν αὐτούς, ἀποκεκομμένης καθόλου τῆς τοιαύτης ἐλπί‐ δος, τὴν αὐτὴν διάληψιν ποιεῖσθαι περὶ τῶν καθ’ αὑτοὺς πραγμάτων ἥνπερ ἀρτίως ἐποιοῦντο περὶ | |
Hist.3.63.9 | τῶν ἀλλοτρίων συμπτωμάτων. καθάπερ γὰρ ἐπ’ ἐκείνων τὸν μὲν νικήσαντα καὶ τεθνεῶτα πάντες | |
ἐμακάριζον τοὺς δὲ ζῶντας ἠλέουν, οὕτως ᾤετο δεῖν καὶ περὶ τῶν καθ’ αὑτοὺς διαλαμβάνειν καὶ | ||
5 | πάντας ἰέναι πρὸς τοὺς ἀγῶνας, μάλιστα μὲν νική‐ σοντας, ἂν δὲ μὴ τοῦτ’ ᾖ δυνατόν, ἀποθανουμέ‐ | |
Hist.3.63.10 | νους. τὴν δὲ τοῦ ζῆν ἡττημένους ἐλπίδα κατὰ | |
Hist.3.63.11 | μηδένα τρόπον ἠξίου λαμβάνειν ἐν νῷ. τούτῳ γὰρ χρησαμένων αὐτῶν τῷ λογισμῷ καὶ τῇ προθέσει ταύτῃ, καὶ τὸ νικᾶν ἅμα καὶ τὸ σῴζεσθαι προδήλως | |
Hist.3.63.12 | σφίσι συνεξακολουθήσειν. πάντας γὰρ τοὺς ἢ κατὰ προαίρεσιν ἢ κατ’ ἀνάγκην τοιαύτῃ προθέσει κεχρη‐ μένους οὐδέποτε διεψεῦσθαι τοῦ κρατεῖν τῶν ἀντι‐ | |
Hist.3.63.13 | ταξαμένων. ὅταν δὲ δὴ καὶ τοῖς πολεμίοις συμ‐ βαίνῃ τὴν ἐναντίαν ἐλπίδα ταύτης ὑπάρχειν, ὃ νῦν ἐστι περὶ Ῥωμαίους, ὥστε φεύγουσι πρόδηλον εἶναι τοῖς πλείστοις τὴν σωτηρίαν, παρακειμένης αὐτοῖς | |
5 | τῆς οἰκείας, δῆλον ὡς ἀνυπόστατος γίνοιτ’ ἂν ἡ | |
Hist.3.63.14 | τῶν ἀπηλπικότων τόλμα. τῶν δὲ πολλῶν ἀποδεχο‐ μένων τό τε παράδειγμα καὶ τοὺς λόγους καὶ λαμ‐ βανόντων ὁρμὴν καὶ παράστασιν οἵαν ὁ παρακαλῶν ἐσπούδασε, τότε μὲν ἐπαινέσας αὐτοὺς διαφῆκε, τῇ | |
5 | δ’ ἐπαύριον ἀναζυγὴν ἅμα τῷ φωτὶ παρήγγειλε. | |
Hist.3.64.1 | Πόπλιος δὲ περὶ τὰς αὐτὰς ἡμέρας τὸν Πάδον ποταμὸν ἤδη πεπεραιωμένος, τὸν δὲ Τίκινον κρί‐ νων εἰς τοὔμπροσθεν διαβαίνειν, τοῖς μὲν ἐπιτη‐ δείοις γεφυροποιεῖν παρήγγειλε, τὰς δὲ λοιπὰς δυ‐ | |
Hist.3.64.2 | νάμεις συναγαγὼν παρεκάλει. τὰ μὲν οὖν πολλὰ τῶν λεγομένων ἦν περί τε τοῦ τῆς πατρίδος ἀξιώ‐ ματος καὶ τῶν προγονικῶν πράξεων, τὰ δὲ τοῦ | |
Hist.3.64.3 | παρεστῶτος καιροῦ τοιάδε. ἔφη γὰρ δεῖν καὶ μηδε‐ μίαν μὲν εἰληφότας πεῖραν ἐπὶ τοῦ παρόντος τῶν ὑπεναντίων, αὐτὸ δὲ τοῦτο γινώσκοντας ὅτι μέλ‐ | |
λουσι πρὸς Καρχηδονίους κινδυνεύειν, ἀναμφισβή‐ | ||
Hist.3.64.4 | τητον ἔχειν τὴν τοῦ νικᾶν ἐλπίδα, καὶ καθόλου δεινὸν ἡγεῖσθαι καὶ παράλογον, εἰ τολμῶσι Καρχη‐ δόνιοι Ῥωμαίοις ἀντοφθαλμεῖν, πολλάκις μὲν ὑπ’ αὐτῶν ἡττημένοι, πολλοὺς δ’ ἐξενηνοχότες φόρους, | |
5 | μόνον δ’ οὐχὶ δουλεύοντες αὐτοῖς ἤδη τοσούτους | |
Hist.3.64.5 | χρόνους. ὅταν δέ, χωρὶς τῶν προειρημένων, καὶ τῶν νῦν παρόντων ἀνδρῶν ἔχωμεν ἐπὶ ποσὸν πεῖραν ὅτι μόνον οὐ τολμῶσι κατὰ πρόσωπον ἰδεῖν ἡμᾶς, τίνα χρὴ διάληψιν ποιεῖσθαι περὶ τοῦ μέλλοντος | |
Hist.3.64.6 | τοὺς ὀρθῶς λογιζομένους; καὶ μὴν οὔτε τοὺς ἱππεῖς συμπεσόντας τοῖς παρ’ αὑτῶν ἱππεῦσι περὶ τὸν Ῥοδανὸν ποταμὸν ἀπαλλάξαι καλῶς, ἀλλὰ πολλοὺς ἀποβαλόντας αὑτῶν φυγεῖν αἰσχρῶς μέχρι τῆς ἰδίας | |
Hist.3.64.7 | παρεμβολῆς, τόν τε στρατηγὸν αὐτῶν καὶ τὴν σύμ‐ πασαν δύναμιν ἐπιγνόντας τὴν παρουσίαν τῶν ἡμετέρων στρατιωτῶν φυγῇ παραπλησίαν ποιήσα‐ σθαι τὴν ἀποχώρησιν καὶ παρὰ τὴν αὑτῶν προ‐ | |
5 | αίρεσιν διὰ τὸν φόβον κεχρῆσθαι τῇ διὰ τῶν Ἄλπεων | |
Hist.3.64.8 | πορείᾳ. παρεῖναι δὲ καὶ νῦν ἔφη τὸν Ἀννίβαν, κατεφθαρκότα μὲν τὸ πλεῖστον μέρος τῆς δυνάμεως, τὸ δὲ περιλειπόμενον ἀδύνατον καὶ δύσχρηστον ἔχοντα διὰ τὴν κακουχίαν, ὁμοίως δὲ καὶ τῶν ἵπ‐ | |
5 | πων τοὺς μὲν πλείστους ἀπολωλεκότα, τοὺς δὲ λοι‐ ποὺς ἠχρειωκότα διὰ τὸ μῆκος καὶ τὴν δυσχέρειαν | |
Hist.3.64.9 | τῆς ὁδοῦ. δι’ ὧν ἐπιδεικνύειν ἐπειρᾶτο διότι μόνον | |
Hist.3.64.10 | ἐπιφανῆναι δεῖ τοῖς πολεμίοις. μάλιστα δ’ ἠξίου θαρρεῖν αὐτοὺς βλέποντας εἰς τὴν αὑτοῦ παρου‐ σίαν· οὐδέποτε γὰρ ἂν ἀπολιπὼν τὸν στόλον καὶ τὰς ἐν Ἰβηρίᾳ πράξεις, ἐφ’ ἃς ἀπεστάλη, δεῦρο | |
5 | μετὰ τοιαύτης ἐλθεῖν σπουδῆς, εἰ μὴ καὶ λίαν ἐκ | |
τῶν κατὰ λόγον ἑώρα τὴν πρᾶξιν ταύτην ἀναγκαίαν μὲν οὖσαν τῇ πατρίδι, πρόδηλον δ’ ἐν αὐτῇ τὴν | ||
Hist.3.64.11 | νίκην ὑπάρχουσαν. πάντων δὲ καὶ διὰ τὴν τοῦ λέγοντος πίστιν καὶ διὰ τὴν τῶν λεγομένων ἀλή‐ θειαν ἐκθύμως ἐχόντων πρὸς τὸ κινδυνεύειν, ἀπο‐ δεξάμενος αὐτῶν τὴν ὁρμὴν διαφῆκε, προσπαρα‐ | |
5 | καλέσας ἑτοίμους εἶναι πρὸς τὸ παραγγελλόμενον. | |
Hist.3.65.1 | Τῇ δὲ κατὰ πόδας ἡμέρᾳ προῆγον ἀμφότεροι παρὰ τὸν ποταμὸν ἐκ τοῦ πρὸς τὰς Ἄλπεις μέρους, ἔχοντες εὐώνυμον μὲν οἱ Ῥωμαῖοι, δεξιὸν δὲ τὸν | |
Hist.3.65.2 | ῥοῦν οἱ Καρχηδόνιοι. γνόντες δὲ τῇ δευτέρᾳ διὰ τῶν προνομευόντων ὅτι σύνεγγύς εἰσιν ἀλλήλων, | |
Hist.3.65.3 | τότε μὲν αὐτοῦ καταστρατοπεδεύσαντες ἔμειναν. τῇ δ’ ἐπαύριον πᾶσαν τὴν ἵππον ἀναλαβόντες ἀμφό‐ τεροι, Πόπλιος δὲ καὶ τῶν πεζῶν τοὺς ἀκοντιστάς, προῆγον διὰ τοῦ πεδίου, σπεύδοντες κατοπτεῦσαι | |
Hist.3.65.4 | τὰς ἀλλήλων δυνάμεις. ἅμα δὲ τῷ πλησιάζειν αὑ‐ τοῖς καὶ συνιδεῖν τὸν κονιορτὸν ἐξαιρόμενον εὐ‐ | |
Hist.3.65.5 | θέως συνετάττοντο πρὸς μάχην. ὁ μὲν οὖν Πό‐ πλιος προθέμενος τοὺς ἀκοντιστὰς καὶ τοὺς ἅμα τούτοις Γαλατικοὺς ἱππεῖς, τοὺς δὲ λοιποὺς ἐν μετ‐ | |
Hist.3.65.6 | ώπῳ καταστήσας προῄει βάδην. ὁ δ’ Ἀννίβας τὴν μὲν κεχαλινωμένην ἵππον καὶ πᾶν τὸ στάσιμον αὐτῆς κατὰ πρόσωπον τάξας ἀπήντα τοῖς πολεμίοις, τοὺς δὲ Νομαδικοὺς ἱππεῖς ἀφ’ ἑκατέρου τοῦ κέρα‐ | |
Hist.3.65.7 | τος ἡτοιμάκει πρὸς κύκλωσιν. ἀμφοτέρων δὲ καὶ τῶν ἡγεμόνων καὶ τῶν ἱππέων φιλοτίμως διακει‐ μένων πρὸς τὸν κίνδυνον, τοιαύτην συνέβη γενέ‐ σθαι τὴν πρώτην σύμπτωσιν ὥστε τοὺς ἀκοντιστὰς | |
5 | μὴ φθάσαι τὸ πρῶτον ἐκβαλόντας βέλος, φεύγειν δ’ ἐγκλίναντας εὐθέως διὰ τῶν διαστημάτων ὑπὸ | |
τὰς παρ’ αὑτῶν ἴλας, καταπλαγέντας τὴν ἐπιφορὰν καὶ περιδεεῖς γενομένους μὴ συμπατηθῶσιν ὑπὸ | ||
Hist.3.65.8 | τῶν ἐπιφερομένων ἱππέων. οἱ μὲν οὖν κατὰ πρόσ‐ ωπον ἀλλήλοις συμπεσόντες ἐπὶ πολὺν χρόνον ἐποί‐ | |
Hist.3.65.9 | ουν ἰσόρροπον τὸν κίνδυνον· ὁμοῦ γὰρ ἦν ἱππο‐ μαχία καὶ πεζομαχία διὰ τὸ πλῆθος τῶν παρα‐ | |
Hist.3.65.10 | καταβαινόντων ἀνδρῶν ἐν αὐτῇ τῇ μάχῃ. τῶν δὲ Νομάδων κυκλωσάντων καὶ κατόπιν ἐπιπεσόντων, οἱ μὲν πεζακοντισταὶ τὸ πρῶτον διαφυγόντες τὴν σύμπτωσιν τῶν ἱππέων τότε συνεπατήθησαν ὑπὸ | |
Hist.3.65.11 | τοῦ πλήθους καὶ τῆς ἐπιφορᾶς τῶν Νομάδων· οἱ δὲ κατὰ πρόσωπον ἐξ ἀρχῆς διαμαχόμενοι πρὸς τοὺς Καρχηδονίους, πολλοὺς μὲν αὑτῶν ἀπολωλε‐ κότες, ἔτι δὲ πλείους τῶν Καρχηδονίων διεφθαρ‐ | |
5 | κότες, συνεπιθεμένων ἀπ’ οὐρᾶς τῶν Νομάδων, ἐτράπησαν, οἱ μὲν πολλοὶ σποράδες, τινὲς δὲ περὶ τὸν ἡγεμόνα συστραφέντες. | |
Hist.3.66.1 | Πόπλιος μὲν οὖν ἀναζεύξας προσῆγε διὰ τῶν πε‐ δίων ἐπὶ τὴν τοῦ Πάδου γέφυραν, σπεύδων φθά‐ | |
Hist.3.66.2 | σαι διαβιβάσας τὰ στρατόπεδα. θεωρῶν γὰρ τοὺς μὲν τόπους ἐπιπέδους ὄντας, τοὺς δ’ ὑπεναντίους ἱπποκρατοῦντας, αὑτὸν δὲ βαρυνόμενον ὑπὸ τοῦ τραύματος, εἰς ἀσφαλὲς ἔκρινε δεῖν ἀποκαταστῆσαι | |
Hist.3.66.3 | τὰς δυνάμεις. Ἀννίβας δὲ μέχρι μέν τινος ὑπέλαβε τοῖς πεζικοῖς στρατοπέδοις αὐτοὺς διακινδυνεύειν· συνιδὼν δὲ κεκινηκότας ἐκ τῆς παρεμβολῆς, ἕως μὲν τοῦ πρώτου ποταμοῦ καὶ τῆς ἐπὶ τούτῳ γεφύ‐ | |
Hist.3.66.4 | ρας ἠκολούθει, καταλαβὼν δὲ τὰς μὲν πλείστας τῶν σανίδων ἀνεσπασμένας, τοὺς δὲ φυλάττοντας τὴν γέφυραν ἔτι περὶ τὸν ποταμὸν ὑπολειπομένους, τούτων μὲν ἐγκρατὴς ἐγένετο, σχεδὸν ἑξακοσίων | |
Hist.3.66.5 | ὄντων τὸν ἀριθμόν· τοὺς δὲ λοιποὺς ἀκούων ἤδη πολὺ προειληφέναι, μεταβαλόμενος αὖθις εἰς τἀναν‐ τία παρὰ τὸν ποταμὸν ἐποιεῖτο τὴν πορείαν, σπεύ‐ δων ἐπὶ τόπον εὐγεφύρωτον ἀφικέσθαι τοῦ Πάδου. | |
Hist.3.66.6 | καταλύσας δὲ δευτεραῖος καὶ γεφυρώσας τοῖς πο‐ ταμίοις πλοίοις τὴν διάβασιν Ἀσδρούβᾳ μὲν ἐπ‐ έταξεν διακομίζειν τὸ πλῆθος, αὐτὸς δὲ διαβὰς εὐ‐ θέως ἐχρημάτιζε τοῖς παραγεγονόσι πρεσβευταῖς ἀπὸ | |
Hist.3.66.7 | τῶν σύνεγγυς τόπων. ἅμα (γὰρ) τῷ γενέσθαι τὸ προ‐ τέρημα πάντες ἔσπευδον οἱ παρακείμενοι Κελτοὶ κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν καὶ φίλοι γίνεσθαι καὶ χορηγεῖν καὶ συστρατεύειν τοῖς Καρχηδονίοις. | |
Hist.3.66.8 | ἀποδεξάμενος δὲ τοὺς παρόντας φιλανθρώπως καὶ κομισάμενος τὰς δυνάμεις ἐκ τοῦ πέραν προῆγεν παρὰ τὸν ποταμόν, τὴν ἐναντίαν ποιούμενος τῇ πρόσθεν παρόδῳ· κατὰ ῥοῦν γὰρ ἐποιεῖτο τὴν πο‐ | |
Hist.3.66.9 | ρείαν, σπεύδων συνάψαι τοῖς ὑπεναντίοις. ὁ δὲ Πόπλιος περαιωθεὶς τὸν Πάδον καὶ στρατοπεδεύ‐ σας περὶ πόλιν Πλακεντίαν, ἥτις ἦν ἀποικία Ῥω‐ μαίων, ἅμα μὲν αὑτὸν ἐθεράπευε καὶ τοὺς ἄλλους | |
5 | τραυματίας, ἅμα δὲ τὰς δυνάμεις εἰς ἀσφαλὲς ἀπη‐ | |
Hist.3.66.10 | ρεῖσθαι νομίζων ἦγε τὴν ἡσυχίαν. Ἀννίβας δὲ παραγενόμενος δευτεραῖος ἀπὸ τῆς διαβάσεως ἐγγὺς τῶν πολεμίων τῇ τρίτῃ παρέταξε τὴν δύναμιν ἐν | |
Hist.3.66.11 | συνόψει τοῖς ὑπεναντίοις. οὐδενὸς δὲ σφίσιν ἀντ‐ εξάγοντος, κατεστρατοπέδευσε, λαβὼν περὶ πεν‐ τήκοντα στάδια τὸ μεταξὺ διάστημα τῶν στρατο‐ πέδων. | |
Hist.3.67.1 | Οἱ δὲ συστρατευόμενοι Κελτοὶ τοῖς Ῥωμαίοις θεωροῦντες ἐπικυδεστέρας τὰς τῶν Καρχηδονίων ἐλπίδας, συνταξάμενοι πρὸς ἀλλήλους καιρὸν ἐπ‐ | |
ετήρουν πρὸς ἐπίθεσιν, μένοντες ἐν ταῖς ἑαυτῶν | ||
Hist.3.67.2 | ἕκαστοι σκηναῖς. δειπνοποιησαμένων δὲ καὶ κατα‐ κοιμισθέντων τῶν ἐν τῷ χάρακι, παρελθεῖν ἐάσαν‐ τες τὸ πλεῖον μέρος τῆς νυκτὸς καθωπλισμένοι περὶ τὴν ἑωθινὴν φυλακὴν ἐπιτίθενται τοῖς σύν‐ | |
Hist.3.67.3 | εγγυς τῶν Ῥωμαίων παραστρατοπεδεύουσι. καὶ πολ‐ λοὺς μὲν αὐτῶν ἀπέκτειναν, οὐκ ὀλίγους δὲ κατ‐ ετραυμάτισαν· τέλος δὲ τὰς κεφαλὰς ἀποτεμόντες τῶν τεθνεώτων ἀπεχώρουν πρὸς τοὺς Καρχηδο‐ | |
5 | νίους, ὄντες πεζοὶ μὲν εἰς δισχιλίους, ἱππεῖς δὲ | |
Hist.3.67.4 | μικρῷ λείποντες διακοσίων. Ἀννίβας δὲ φιλοφρό‐ νως ἀποδεξάμενος αὐτῶν τὴν παρουσίαν, τούτους μὲν εὐθέως παρακαλέσας καὶ δωρεὰς ἑκάστοις τὰς ἁρμοζούσας ἐπαγγειλάμενος ἐξέπεμψεν εἰς τὰς αὑ‐ | |
5 | τῶν πόλεις, δηλώσοντας μὲν τὰ πεπραγμένα τοῖς πολίταις, παρακαλέσοντας δὲ πρὸς τὴν αὑτοῦ συμ‐ | |
Hist.3.67.5 | μαχίαν. ᾔδει γὰρ ὅτι πάντες κατ’ ἀνάγκην αὐτῷ κοινωνήσουσι τῶν πραγμάτων, ἐπιγνόντες τὸ γεγο‐ νὸς ἐκ τῶν σφετέρων πολιτῶν παρασπόνδημα κατὰ | |
Hist.3.67.6 | τῶν Ῥωμαίων. ἅμα δὲ τούτοις καὶ τῶν Βοίων παρα‐ γεγονότων καὶ τοὺς τρεῖς ἄνδρας ἐγχειριζόντων αὐτῷ τοὺς ἐπὶ τὴν διάδοσιν τῆς χώρας ὑπὸ Ῥω‐ μαίων ἐξαπεσταλμένους, ὧν κατ’ ἀρχὰς ἐκυρίευσαν | |
5 | τοῦ πολέμου παρασπονδήσαντες, καθάπερ ἐπάνω | |
Hist.3.67.7 | προεῖπον, ἀποδεξάμενος Ἀννίβας τὴν εὔνοιαν αὐ‐ τῶν ὑπὲρ μὲν τῆς φιλίας καὶ συμμαχίας ἔθετο πρὸς τοὺς παρόντας πίστεις· τούς γε μὴν ἄνδρας αὐτοῖς ἀπέδωκε, παραγγείλας τηρεῖν, ἵνα παρὰ τούτων | |
5 | κομίσωνται τοὺς αὑτῶν ὁμήρους κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. | |
Hist.3.67.8 | Πόπλιος δὲ σχετλιάζων ἐπὶ τῷ γεγονότι παρα‐ | |
σπονδήματι καὶ συλλογισάμενος ὅτι πάλαι τῶν Κελ‐ τῶν πρὸς αὐτοὺς ἀλλοτρίως διακειμένων, τούτων ἐπιγεγονότων πάντας τοὺς πέριξ Γαλάτας συμβήσε‐ | ||
5 | ται πρὸς τοὺς Καρχηδονίους ἀπονεύειν, ἔγνω δεῖν | |
Hist.3.67.9 | εὐλαβηθῆναι τὸ μέλλον. διόπερ ἐπιγενομένης τῆς νυκτὸς ὑπὸ τὴν ἑωθινὴν ἀναζεύξας ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τὸν Τρεβίαν ποταμὸν καὶ τοὺς τούτῳ συνάπτοντας γεωλόφους, πιστεύων τῇ τε τῶν τόπων | |
Hist.3.68.1 | ὀχυρότητι καὶ τοῖς παροικοῦσι τῶν συμμάχων. Ἀννί‐ βας δὲ τὴν ἀναζυγὴν αὐτῶν ἐπιγνοὺς παραυτίκα μὲν τοὺς Νομαδικοὺς ἱππεῖς ἐξαπέστελλε, μετ’ οὐ πολὺ δὲ τοὺς ἄλλους· τούτοις δ’ ἐκ ποδὸς τὴν δύνα‐ | |
Hist.3.68.2 | μιν ἔχων αὐτὸς εἵπετο κατόπιν. οἱ μὲν οὖν Νομά‐ δες εἰς ἔρημον τὴν στρατοπεδείαν ἐμπεσόντες ταύ‐ | |
Hist.3.68.3 | την ἐνεπίμπρασαν. ὃ δὴ καὶ σφόδρα συνήνεγκε τοῖς Ῥωμαίοις, ὡς εἴπερ οὗτοι κατὰ πόδας ἀκολου‐ θήσαντες συνῆψαν ταῖς ἀποσκευαῖς, πολλοὺς ἂν αὐτῶν ὑπὸ τῶν ἱππέων ἐν τοῖς ἐπιπέδοις συνέβη | |
Hist.3.68.4 | διαφθαρῆναι. νῦν δ’ οἱ πλείους ἔφθασαν διαβάντες τὸν Τρεβίαν ποταμόν· τῶν δὲ καταλειφθέντων ἐπὶ τῆς οὐραγίας οἱ μὲν διεφθάρησαν, οἱ δὲ ζῶντες ἑάλωσαν ὑπὸ τῶν Καρχηδονίων. | |
Hist.3.68.5 | Πόπλιος μὲν οὖν διαβὰς τὸν προειρημένον πο‐ ταμὸν ἐστρατοπέδευσε περὶ τοὺς πρώτους λόφους | |
Hist.3.68.6 | καὶ περιλαβὼν τάφρῳ καὶ χάρακι τὴν παρεμβολὴν ἀνεδέχετο μὲν τὸν Τεβέριον καὶ τὰς μετ’ ἐκείνου δυνάμεις, ἐθεράπευε δ’ αὑτὸν ἐπιμελῶς, σπουδάζων εἰ δύναιτο κοινωνῆσαι τοῦ μέλλοντος κινδύνου. | |
Hist.3.68.7 | Ἀννίβας δὲ περὶ τετταράκοντα σταδίους ἀποσχὼν | |
Hist.3.68.8 | τῶν πολεμίων αὐτοῦ κατεστρατοπέδευσε. τὸ δὲ τῶν Κελτῶν πλῆθος τὸ τὰ πεδία κατοικοῦν, συν‐ | |
εξεστηκὸς ταῖς τῶν Καρχηδονίων ἐλπίσι, δαψιλῶς μὲν ἐχορήγει τὸ στρατόπεδον τοῖς ἐπιτηδείοις, ἕτοι‐ | ||
5 | μον δ’ ἦν παντὸς κοινωνεῖν ἔργου καὶ κινδύνου | |
Hist.3.68.9 | τοῖς περὶ τὸν Ἀννίβαν. οἱ δ’ ἐν τῇ Ῥώμῃ, προσ‐ πεπτωκότων τῶν κατὰ τὴν ἱππομαχίαν, ἐξενίζοντο μὲν τῷ τὸ συμβεβηκὸς εἶναι παρὰ τὴν προσδοκίαν, οὐ μὴν ἠπόρουν γε σκήψεων πρὸς τὸ μὴ δοκεῖν αὐ‐ | |
Hist.3.68.10 | τοῖς ἧτταν εἶναι τὸ γεγονός, ἀλλ’ οἱ μὲν ᾐτιῶντο τὴν τοῦ στρατηγοῦ προπέτειαν, οἱ δὲ τὴν τῶν Κελ‐ τῶν ἐθελοκάκησιν, στοχαζόμενοι διὰ τῆς τελευταίας | |
Hist.3.68.11 | ἀποστάσεως. καθόλου δὲ τῶν πεζικῶν στρατοπέδων ἀκεραίων ὄντων ἀκεραίους εἶναι διελάμβανον τὰς | |
Hist.3.68.12 | ὑπὲρ τῶν ὅλων ἐλπίδας. ὅθεν καὶ συνάψαντος τοῦ Τεβερίου καὶ τῶν μετ’ ἐκείνου στρατοπέδων καὶ διαπορευομένων διὰ τῆς Ῥώμης, ἐξ ἐπιφανείας ἐδόξα‐ | |
Hist.3.68.13 | ζον κριθήσεσθαι τὴν μάχην. ἁθροισθέντων δὲ τῶν στρατιωτῶν κατὰ τὸν ὅρκον εἰς Ἀρίμινον, ἀναλαβὼν αὐτοὺς ὁ στρατηγὸς προῆγε, σπεύδων συνάψαι τοῖς | |
Hist.3.68.14 | περὶ τὸν Πόπλιον. συμμίξας δὲ καὶ καταστρατοπε‐ δεύσας παρ’ α(ὐτοῖς) ταῖς οἰκείαις δυνάμεσι τὸ μὲν πλῆθος ἀνελάμβανε τῶν ἀνδρῶν, ὡς ἂν ἐκ Λιλυ‐ βαίου τετταράκοντα συνεχῶς ἡμέρας πεπεζοπορηκό‐ | |
5 | των εἰς Ἀρίμινον, τὰς δὲ παρασκευὰς ἐποιεῖτο πά‐ | |
Hist.3.68.15 | σας ὡς πρὸς μάχην, αὐτὸς δ’ ἐπιμελῶς συνήδρευε τῷ Ποπλίῳ, τὰ μὲν ἤδη γεγονότα πυνθανόμενος, περὶ δὲ τῶν παρόντων συνδιανοούμενος. | |
Hist.3.69.1 | Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀννίβας πραξι‐ κοπήσας πόλιν Κλαστίδιον, ἐνδόντος αὐτῷ τοῦ πε‐ πιστευμένου παρὰ Ῥωμαίων, ἀνδρὸς Βρεντεσίνου, | |
Hist.3.69.2 | κατέσχε. γενόμενος δὲ κύριος τῆς φρουρᾶς καὶ τῆς τοῦ σίτου παραθέσεως τούτῳ μὲν πρὸς τὸ παρὸν | |
ἐχρήσατο, τοὺς δὲ παραληφθέντας ἄνδρας ἀβλαβεῖς | ||
Hist.3.69.3 | μεθ’ ἑαυτοῦ προῆγε, δεῖγμα βουλόμενος ἐκφέρειν τῆς σφετέρας προαιρέσεως πρὸς τὸ μὴ δεδιότας ἀπελπίζειν τὴν παρ’ αὐτοῦ σωτηρίαν τοὺς ὑπὸ | |
Hist.3.69.4 | τῶν καιρῶν καταλαμβανομένους. τὸν δὲ προδότην ἐτίμησε μεγαλείως, ἐκκαλέσασθαι σπουδάζων τοὺς ἐπὶ πραγμάτων ταττομένους πρὸς τὰς Καρχηδονίων ἐλπίδας. | |
Hist.3.69.5 | Μετὰ δὲ ταῦτα συνθεωρήσας τινὰς τῶν Κελ‐ τῶν, οἳ κατῴκουν μεταξὺ τοῦ Πάδου καὶ τοῦ Τρεβία ποταμοῦ, πεποιημένους μὲν καὶ πρὸς αὑτὸν φιλίαν, διαπεμπομένους δὲ καὶ πρὸς Ῥωμαίους καὶ πεπει‐ | |
5 | σμένους τῷ τοιούτῳ τρόπῳ τὴν παρ’ ἀμφοῖν ἀσφά‐ | |
Hist.3.69.6 | λειαν αὑτοῖς ὑπάρξειν, ἐξαποστέλλει πεζοὺς μὲν δισ‐ χιλίους, ἱππεῖς δὲ Κελτοὺς καὶ Νομάδας εἰς χιλίους, | |
Hist.3.69.7 | προστάξας ἐπιδραμεῖν αὐτῶν τὴν χώραν. τῶν δὲ πραξάντων τὸ προσταχθὲν καὶ πολλὴν περιβαλομέ‐ νων λείαν, εὐθέως οἱ Κελτοὶ παρῆσαν ἐπὶ τὸν χά‐ | |
Hist.3.69.8 | ρακα τῶν Ῥωμαίων, δεόμενοι σφίσι βοηθεῖν. Τε‐ βέριος δὲ καὶ πάλαι ζητῶν ἀφορμὴν τοῦ πράττειν τότε λαβὼν πρόφασιν ἐξαπέστειλε τῶν μὲν ἱπ‐ πέων τὸ πλεῖστον μέρος, πεζοὺς δὲ σὺν τούτοις | |
Hist.3.69.9 | ἀκοντιστὰς εἰς χιλίους. σπουδῇ δὲ τούτων προσ‐ μιξάντων πέραν τοῦ Τρεβία καὶ διαμαχομένων τοῖς πολεμίοις ὑπὲρ τῆς λείας, ἐτράπησαν οἱ Κελτοὶ σὺν τοῖς Νομάσι καὶ τὴν ἀποχώρησιν ἐπὶ τὸν ἑαυτῶν | |
Hist.3.69.10 | ἐποιοῦντο χάρακα. ταχὺ δὲ συννοήσαντες τὸ γινό‐ μενον οἱ προκαθήμενοι τῆς τῶν Καρχηδονίων παρ‐ εμβολῆς ἐντεῦθεν ταῖς ἐφεδρείαις ἐβοήθουν τοῖς πιεζομένοις· οὗ γενομένου τραπέντες οἱ Ῥωμαῖοι | |
5 | πάλιν ἐποιοῦντο τὴν ἀπόλυσιν εἰς τὴν ἑαυτῶν παρ‐ | |
Hist.3.69.11 | εμβολήν. Τεβέριος δὲ συνορῶν τὸ γινόμενον πάντας ἐπαφῆκε τοὺς ἵππους καὶ τοὺς ἀκοντιστάς. τούτου δὲ συμπεσόντος αὖθις ἐγκλίναντες οἱ Κελτοὶ πρὸς | |
Hist.3.69.12 | τὴν ἑαυτῶν ἀσφάλειαν ἀπεχώρουν. ὁ δὲ στρατηγὸς τῶν Καρχηδονίων ἀπαράσκευος ὢν πρὸς τὸ κρίνειν τὰ ὅλα καὶ νομίζων δεῖν μηδέποτε χωρὶς προθέσεως μηδ’ ἐκ πάσης ἀφορμῆς ποιεῖσθαι τοὺς ὁλοσχερεῖς | |
5 | κινδύνους, ὅπερ εἶναι φατέον ἡγεμόνος ἔργον ἀγα‐ | |
Hist.3.69.13 | θοῦ, τότε μὲν ἐπέσχε τοὺς παρ’ αὑτοῦ συνεγγίσαντας τῷ χάρακι καὶ στῆναι μὲν ἐκ μεταβολῆς ἠνάγκασε, διώκειν δὲ καὶ συμπλέκεσθαι τοῖς πολεμίοις ἐκώλυσε, διὰ τῶν ὑπηρετῶν καὶ σαλπιγκτῶν ἀνακαλούμενος. | |
Hist.3.69.14 | οἱ δὲ Ῥωμαῖοι βραχὺν ἐπισχόντες χρόνον ἀνέλυσαν, ὀλίγους μὲν αὑτῶν ἀποβαλόντες, πλείους δὲ τῶν Καρχηδονίων διεφθαρκότες. | |
Hist.3.70.1 | Ὁ δὲ Τεβέριος μετεωρισθεὶς καὶ περιχαρὴς γενό‐ μενος ἐπὶ τῷ προτερήματι φιλοτίμως εἶχε πρὸς τὸ | |
Hist.3.70.2 | τὴν ταχίστην κρῖναι τὰ ὅλα. προέκειτο μὲν οὖν αὐτῷ κατὰ τὴν ἰδίαν γνώμην χρῆσθαι τοῖς παροῦσι διὰ τὸ τὸν Πόπλιον ἀρρωστεῖν· ὅμως δὲ βουλόμενος προσλαβέσθαι καὶ τὴν τοῦ συνάρχοντος γνώμην | |
Hist.3.70.3 | ἐποιεῖτο λόγους περὶ τούτων πρὸς αὐτόν. ὁ δὲ Πόπλιος τὴν ἐναντίαν εἶχε διάληψιν περὶ τῶν ἐν‐ | |
Hist.3.70.4 | εστώτων· τὰ γὰρ στρατόπεδα χειμασκήσαντα βελτίω τὰ παρ’ αὑτῶν ὑπελάμβανε γενήσεσθαι, τήν τε τῶν Κελτῶν ἀθεσίαν οὐκ ἐμμενεῖν ἐν τῇ πίστει, τῶν Καρχηδονίων ἀπραγούντων καὶ τὴν ἡσυχίαν ἀναγ‐ | |
5 | καζομένων ἄγειν, ἀλλὰ καινοτομήσειν τι πάλιν κατ’ | |
Hist.3.70.5 | ἐκείνων. πρὸς δὲ τούτοις αὐτὸς ὑγιασθεὶς ἐκ τοῦ τραύματος ἀληθινὴν παρέξεσθαι χρείαν ἤλπιζε τοῖς | |
Hist.3.70.6 | κοινοῖς πράγμασιν. διὸ καὶ τοιούτοις χρώμενος λο‐ | |
γισμοῖς μένειν ἠξίου τὸν Τεβέριον ἐπὶ τῶν ὑπο‐ | ||
Hist.3.70.7 | κειμένων. ὁ δὲ προειρημένος ᾔδει μὲν ἕκαστα τού‐ των ἀληθινῶς λεγόμενα καὶ δεόντως, ὑπὸ δὲ τῆς φιλοδοξίας ἐλαυνόμενος καὶ καταπιστεύων τοῖς πράγ‐ μασι παραλόγως ἔσπευδεν κρῖναι δι’ αὑτοῦ τὰ ὅλα | |
5 | καὶ μήτε τὸν Πόπλιον δύνασθαι παρατυχεῖν τῇ μάχῃ μήτε τοὺς ἐπικαθισταμένους στρατηγοὺς φθάσαι παραλαβόντας τὴν ἀρχήν· οὗτος γὰρ ἦν ὁ χρόνος. | |
Hist.3.70.8 | διόπερ οὐ τὸν τῶν πραγμάτων καιρὸν ἐκλεγόμενος ἀλλὰ τὸν ἴδιον ἔμελλε τοῦ δέοντος σφαλήσεσθαι | |
Hist.3.70.9 | προφανῶς. ὁ δ’ Ἀννίβας παραπλησίους ἔχων ἐπι‐ νοίας Ποπλίῳ περὶ τῶν ἐνεστώτων κατὰ τοὐναντίον ἔσπευδε συμβαλεῖν τοῖς πολεμίοις, θέλων μὲν πρῶτον ἀκεραίοις ἀποχρήσασθαι ταῖς τῶν Κελτῶν ὁρμαῖς, | |
Hist.3.70.10 | δεύτερον ἀνασκήτοις καὶ νεοσυλλόγοις συμβαλεῖν τοῖς τῶν Ῥωμαίων στρατοπέδοις, τρίτον ἀδυνατοῦν‐ τος ἔτι τοῦ Ποπλίου ποιήσασθαι τὸν κίνδυνον, τὸ δὲ μέγιστον, πράττειν τι καὶ μὴ προΐεσθαι διὰ κενῆς | |
Hist.3.70.11 | τὸν χρόνον. τῷ γὰρ εἰς ἀλλοτρίαν καθέντι χώραν στρατόπεδα καὶ παραδόξοις ἐγχειροῦντι πράγμασιν εἷς τρόπος ἐστὶν οὗτος σωτηρίας, τὸ συνεχῶς καινο‐ ποιεῖν ἀεὶ τὰς τῶν συμμάχων ἐλπίδας. | |
Hist.3.70.12 | Ἀννίβας μὲν οὖν εἰδὼς τὴν ἐσομένην ὁρμὴν | |
Hist.3.71.1 | τοῦ Τεβερίου πρὸς τούτοις ἦν. πάλαι δὲ συνεω‐ ρακὼς μεταξὺ τῶν στρατοπέδων τόπον ἐπίπεδον μὲν καὶ ψιλόν, εὐφυῆ δὲ πρὸς ἐνέδραν διά τι ῥεῖ‐ θρον ἔχον ὀφρῦν, ἐπὶ δὲ ταύτης ἀκάνθας καὶ βά‐ | |
5 | τους συνεχεῖς ἐπιπεφυκότας, ἐγίνετο πρὸς τῷ στρα‐ | |
Hist.3.71.2 | τηγεῖν τοὺς ὑπεναντίους. ἔμελλεν δ’ εὐχερῶς λήσειν· οἱ γὰρ Ῥωμαῖοι πρὸς μὲν τοὺς ὑλώδεις τόπους ὑπόπτως εἶχον διὰ τὸ τοὺς Κελτοὺς ἀεὶ τιθέναι | |
τὰς ἐνέδρας ἐν τοῖς τοιούτοις χωρίοις, τοῖς δ’ ἐπι‐ | ||
Hist.3.71.3 | πέδοις καὶ ψιλοῖς ἀπεπίστευον, οὐκ εἰδότες ὅτι καὶ πρὸς τὸ λαθεῖν καὶ πρὸς τὸ μηδὲν παθεῖν τοὺς ἐνεδρεύσαντας εὐφυέστεροι τυγχάνουσιν ὄντες τῶν ὑλωδῶν διὰ τὸ δύνασθαι μὲν ἐκ πολλοῦ προορᾶν | |
5 | πάντα τοὺς ἐνεδρεύοντας, εἶναι δ’ ἐπιπροσθήσεις | |
Hist.3.71.4 | ἱκανὰς ἐν τοῖς πλείστοις τόποις. τὸ γὰρ τυχὸν ῥεῖθρον μετὰ βραχείας ὀφρύος, ποτὲ δὲ κάλαμοι καὶ πτέρεις καί τι γένος ἀκανθῶν, οὐ μόνον πεζοὺς ἀλλὰ καὶ τοὺς ἱππεῖς ἐνίοτε δύναται κρύπτειν, ἐὰν | |
5 | βραχέα τις προνοηθῇ τοῦ τὰ μὲν ἐπίσημα τῶν ὅπλων ὕπτια τιθέναι πρὸς τὴν γῆν, τὰς δὲ περι‐ | |
Hist.3.71.5 | κεφαλαίας ὑποτιθέναι τοῖς ὅπλοις. πλὴν ὅ γε τῶν Καρχηδονίων στρατηγὸς κοινολογηθεὶς Μάγωνι τἀ‐ δελφῷ καὶ τοῖς συνέδροις περὶ τοῦ μέλλοντος ἀγῶ‐ νος, συγκατατιθεμένων αὐτῷ πάντων ταῖς ἐπιβο‐ | |
Hist.3.71.6 | λαῖς, ἅμα τῷ δειπνοποιήσασθαι τὸ στρατόπεδον ἀνακαλεσάμενος Μάγωνα τὸν ἀδελφόν, ὄντα νέον μὲν ὁρμῆς δὲ πλήρη καὶ παιδομαθῆ περὶ τὰ πολε‐ μικά, συνέστησε τῶν ἱππέων ἄνδρας ἑκατὸν καὶ | |
Hist.3.71.7 | πεζοὺς τοὺς ἴσους. ἔτι δὲ τῆς ἡμέρας οὔσης ἐξ ὅλου τοῦ στρατοπέδου σημηνάμενος τοὺς εὐρωστο‐ τάτους παρηγγέλκει δειπνοποιησαμένους ἥκειν ἐπὶ | |
Hist.3.71.8 | τὴν αὑτοῦ σκηνήν. παρακαλέσας δὲ καὶ παραστήσας τούτοις τὴν πρέπουσαν ὁρμὴν τῷ καιρῷ παρήγ‐ γελλε δέκα τοὺς ἀνδρωδεστάτους ἕκαστον ἐπιλεξά‐ μενον ἐκ τῶν ἰδίων τάξεων ἥκειν εἴς τινα τόπον | |
Hist.3.71.9 | (τακτὸν) ἤδη τῆς στρατοπεδείας. τῶν δὲ πραξάντων τὸ συνταχθέν, τούτους μὲν ὄντας ἱππεῖς χιλίους καὶ πεζοὺς ἄλλους τοσούτους ἐξαπέστειλε νυκτὸς εἰς τὴν ἐνέδραν, συστήσας ὁδηγοὺς καὶ τἀδελφῷ | |
Hist.3.71.10 | διαταξάμενος περὶ τοῦ καιροῦ τῆς ἐπιθέσεως· αὐτὸς δ’ ἅμα τῷ φωτὶ τοὺς Νομαδικοὺς ἱππεῖς συναγα‐ γών, ὄντας φερεκάκους διαφερόντως, παρεκάλεσε καί τινας δωρεὰς ἐπαγγειλάμενος τοῖς ἀνδραγαθή‐ | |
5 | σασι προσέταξε πελάσαντας τῷ τῶν ἐναντίων χάρακι κατὰ σπουδὴν ἐπιδιαβαίνειν τὸν ποταμὸν καὶ προσ‐ ακροβολιζομένους κινεῖν τοὺς πολεμίους, βουλό‐ μενος ἀναρίστους καὶ πρὸς τὸ μέλλον ἀπαρασκεύους | |
Hist.3.71.11 | λαβεῖν τοὺς ὑπεναντίους. τοὺς δὲ λοιποὺς ἡγε‐ μόνας ἁθροίσας ὁμοίως παρεκάλεσε πρὸς τὸν κίν‐ δυνον καὶ πᾶσιν ἀριστοποιεῖσθαι παρήγγειλε καὶ περὶ τὴν τῶν ὅπλων καὶ τῶν ἵππων γίνεσθαι θε‐ | |
5 | ραπείαν. | |
Hist.3.72.1 | Ὁ δὲ Τεβέριος ἅμα τῷ συνιδεῖν ἐγγίζοντας τοὺς Νομαδικοὺς ἱππεῖς παραυτίκα μὲν αὐτὴν τὴν ἵπ‐ πον ἐξαπέστελλε, προστάξας ἔχεσθαι καὶ συμπλέ‐ | |
Hist.3.72.2 | κεσθαι τοῖς πολεμίοις. ἑξῆς δὲ τούτοις ἐξέπεμπε τοὺς πεζακοντιστὰς εἰς ἑξακισχιλίους· ἐκίνει δὲ καὶ τὴν λοιπὴν δύναμιν ἐκ τοῦ χάρακος, ὡς ἐξ ἐπιφα‐ νείας κριθησομένων τῶν ὅλων, ἐπαιρόμενος τῷ τε | |
5 | πλήθει τῶν ἀνδρῶν καὶ τῷ γεγονότι τῇ προτεραίᾳ | |
Hist.3.72.3 | περὶ τοὺς ἱππεῖς εὐημερήματι. οὔσης δὲ τῆς ὥρας περὶ χειμερινὰς τροπὰς καὶ τῆς ἡμέρας νιφετώδους καὶ ψυχρᾶς διαφερόντως, τῶν δ’ ἀνδρῶν καὶ τῶν ἵππων σχεδὸν ὡς εἰπεῖν ἁπάντων ἀναρίστων ἐκ‐ | |
5 | πεπορευμένων, τὸ μὲν πρῶτον ὁρμῇ καὶ προθυμίᾳ | |
Hist.3.72.4 | περι(ῆν) τὸ πλῆθος· ἐπιγενομένης δὲ τῆς τοῦ Τρεβία ποταμοῦ διαβάσεως, καὶ προσαναβεβηκότος τῷ ῥεύ‐ ματι διὰ τὸν ἐν τῇ νυκτὶ γενόμενον ἐν τοῖς ὑπὲρ τὰ στρατόπεδα τόποις ὄμβρον, μόλις ἕως τῶν μα‐ | |
Hist.3.72.5 | σθῶν οἱ πεζοὶ βαπτιζόμενοι διέβαινον· ἐξ ὧν ἐκακο‐ | |
πάθει τὸ στρατόπεδον ὑπό τε τοῦ ψύχους καὶ τῆς ἐνδείας, ὡς ἂν ἤδη καὶ τῆς ἡμέρας προβαινούσης. | ||
Hist.3.72.6 | οἱ δὲ Καρχηδόνιοι κατὰ σκηνὰς βεβρωκότες καὶ πεπωκότες καὶ τοὺς ἵππους ἡτοιμακότες ἠλείφοντο | |
Hist.3.72.7 | καὶ καθωπλίζοντο περὶ τὰ πυρὰ πάντες. Ἀννίβας δὲ τὸν καιρὸν ἐπιτηρῶν ἅμα τῷ συνιδεῖν διαβεβη‐ κότας τοὺς Ῥωμαίους τὸν ποταμὸν προβαλόμενος ἐφεδρείαν τοὺς λογχοφόρους καὶ Βαλιαρεῖς, ὄντας | |
Hist.3.72.8 | εἰς ὀκτακισχιλίους, ἐξῆγε τὴν δύναμιν. καὶ προ‐ αγαγὼν ὡς ὀκτὼ στάδια πρὸ τῆς στρατοπεδείας τοὺς μὲν πεζοὺς ἐπὶ μίαν εὐθεῖαν παρενέβαλε, περὶ δισ‐ μυρίους ὄντας τὸν ἀριθμόν, Ἴβηρας καὶ Κελτοὺς | |
Hist.3.72.9 | καὶ Λίβυας, τοὺς δ’ ἱππεῖς διελὼν ἐφ’ ἑκάτερον παρέστησε τὸ κέρας, πλείους ὄντας μυρίων σὺν τοῖς παρὰ τῶν Κελτῶν συμμάχοις, τὰ δὲ θηρία μερίσας | |
Hist.3.72.10 | πρὸ τῶν κεράτων δι’ ἀμφοτέρων προεβάλετο. Τε‐ βέριος δὲ κατὰ τὸν αὐτὸν καιρὸν τοὺς μὲν ἱππεῖς ἀνεκαλεῖτο, θεωρῶν οὐκ ἔχοντας ὅ,τι χρήσονται τοῖς ὑπεναντίοις διὰ τὸ τοὺς Νομάδας ἀποχωρεῖν μὲν | |
5 | εὐχερῶς καὶ σποράδην, ἐπικεῖσθαι δὲ πάλιν ἐκ μετα‐ βολῆς τολμηρῶς καὶ θρασέως· τὸ γὰρ τῆς Νομαδι‐ | |
Hist.3.72.11 | κῆς μάχης ἴδιόν ἐστι τοῦτο· τοὺς δὲ πεζοὺς παρεν‐ έβαλε κατὰ τὰς εἰθισμένας παρ’ αὐτοῖς τάξεις, ὄντας τοὺς μὲν Ῥωμαίους εἰς μυρίους ἑξακισχιλίους, τοὺς | |
Hist.3.72.12 | δὲ συμμάχους εἰς δισμυρίους. τὸ γὰρ τέλειον στρα‐ τόπεδον παρ’ αὐτοῖς πρὸς τὰς ὁλοσχερεῖς ἐπιβολὰς ἐκ τοσούτων ἀνδρῶν ἐστιν, ὅταν ὁμοῦ τοὺς ὑπάτους | |
Hist.3.72.13 | ἑκατέρους οἱ καιροὶ συνάγωσιν. μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς ἐφ’ ἑκάτερον θεὶς τὸ κέρας, ὄντας εἰς τετρα‐ κισχιλίους, ἐπῄει τοῖς ὑπεναντίοις σοβαρῶς, ἐν τάξει | |
Hist.3.73.1 | καὶ βάδην ποιούμενος τὴν ἔφοδον. ἤδη δὲ σύνεγ‐ | |
γυς ὄντων ἀλλήλοις, συνεπλέκησαν οἱ προκείμενοι | ||
Hist.3.73.2 | τῶν δυνάμεων εὔζωνοι. τούτου δὲ συμβάντος οἱ μὲν Ῥωμαῖοι κατὰ πολλοὺς τρόπους ἠλαττοῦντο, τοῖς δὲ Καρχηδονίοις ὑπερδέξιον γίνεσθαι συνέβαινε τὴν | |
Hist.3.73.3 | χρείαν, ἅτε δὴ τῶν μὲν Ῥωμαίων πεζακοντιστῶν κακοπαθούντων ἐξ ὄρθρου καὶ προεμένων τὰ πλεῖστα βέλη κατὰ τὴν πρὸς τοὺς Νομάδας συμπλοκήν, τῶν δὲ καταλειπομένων βελῶν ἠχρειωμένων αὐτοῖς διὰ | |
Hist.3.73.4 | τὴν συνέχειαν τῆς νοτίδος. παραπλήσια δὲ τούτοις συνέβαινε καὶ περὶ τοὺς ἱππεῖς γίνεσθαι καὶ περὶ | |
Hist.3.73.5 | τὸ σύμπαν αὐτοῖς στρατόπεδον. περί γε μὴν τοὺς Καρχηδονίους ὑπῆρχε τἀναντία τούτων· ἀκμαῖοι γὰρ παρατεταγμένοι καὶ νεαλεῖς ἀεὶ πρὸς τὸ δέον εὐχρή‐ | |
Hist.3.73.6 | στως καὶ προθύμως εἶχον. διόπερ ἅμα τῷ δέξα‐ σθαι διὰ τῶν διαστημάτων τοὺς προκινδυνεύοντας καὶ συμπεσεῖν τὰ βαρέα τῶν ὅπλων ἀλλήλοις, οἱ μὲν ἱππεῖς οἱ τῶν Καρχηδονίων εὐθέως ἀπ’ ἀμφοῖν | |
5 | τοῖν κεράτοιν ἐπίεζον τοὺς ὑπεναντίους, ὡς ἂν τῷ πλήθει πολὺ διαφέροντες καὶ ταῖς ἀκμαῖς αὐτῶν τε καὶ τῶν ἵππων διὰ τὴν προειρημένην ἀκεραιότητα | |
Hist.3.73.7 | περὶ τὴν ἔξοδον· τοῖς δὲ Ῥωμαίοις τῶν ἱππέων ὑπο‐ χωρησάντων καὶ ψιλωθέντων τῶν τῆς φάλαγγος κε‐ ράτων, οἵ τε λογχοφόροι τῶν Καρχηδονίων καὶ τὸ τῶν Νομάδων πλῆθος ὑπεραίροντες τοὺς προτεταγ‐ | |
5 | μένους τῶν ἰδίων καὶ πρὸς τὰ κέρατα προσπίπτοντες τοῖς Ῥωμαίοις πολλὰ καὶ κακὰ διειργάζοντο καὶ | |
Hist.3.73.8 | μάχεσθαι τοῖς κατὰ πρόσωπον οὐκ εἴων. οἱ δ’ ἐν τοῖς βαρέσιν ὅπλοις παρ’ ἀμφοῖν τὰς πρώτας ἔχον‐ τες καὶ μέσας τῆς ὅλης παρεμβολῆς τάξεις ἐπὶ πολὺν χρόνον ἐμάχοντο συστάδην, ἐφάμιλλον ποιούμενοι | |
Hist.3.74.1 | τὸν κίνδυνον. ἐν ᾧ καιρῷ διαναστάντων τῶν ἐκ | |
τῆς ἐνέδρας Νομάδων καὶ προσπεσόντων ἄφνω κατὰ νώτου τοῖς ἀγωνιζομένοις περὶ τὰ μέσα, μεγά‐ λην ταραχὴν καὶ δυσχρηστίαν συνέβαινε γίνεσθαι | ||
Hist.3.74.2 | περὶ τὰς τῶν Ῥωμαίων δυνάμεις. τέλος δ’ ἀμφό‐ τερα (τὰ) κέρατα τῶν περὶ τὸν Τεβέριον πιεζούμενα κατὰ πρόσωπον μὲν ὑπὸ τῶν θηρίων, πέριξ δὲ καὶ κατὰ τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας ὑπὸ τῶν εὐζώ‐ | |
5 | νων, ἐτράπησαν καὶ συνωθοῦντο κατὰ τὸν διωγμὸν | |
Hist.3.74.3 | πρὸς τὸν ὑποκείμενον ποταμόν. τούτου δὲ συμ‐ βάντος οἱ κατὰ μέσον τὸν κίνδυνον ταχθέντες τῶν Ῥωμαίων οἱ μὲν κατόπιν ἐφεστῶτες ὑπὸ τῶν ἐκ τῆς ἐνέδρας προσπεσόντων ἀπώλλυντο καὶ κακῶς | |
Hist.3.74.4 | ἔπασχον, οἱ δὲ περὶ τὰς πρώτας χώρας ἐπαναγκα‐ σθέντες ἐκράτησαν τῶν Κελτῶν καὶ μέρους τινὸς τῶν Λιβύων καὶ πολλοὺς αὐτῶν ἀποκτείναντες | |
Hist.3.74.5 | διέκοψαν τὴν τῶν Καρχηδονίων τάξιν. θεωροῦντες δὲ τοὺς ἀπὸ τῶν ἰδίων κεράτων ἐκπεπιεσμένους, τὸ μὲν ἐπιβοηθεῖν τούτοις ἢ πάλιν εἰς τὴν ἑαυτῶν ἀπιέναι παρεμβολὴν ἀπέγνωσαν, ὑφορώμενοι μὲν τὸ | |
5 | πλῆθος τῶν ἱππέων, κωλυόμενοι δὲ διὰ τὸν ποταμὸν καὶ τὴν ἐπιφορὰν καὶ συστροφὴν τοῦ κατὰ κεφαλὴν | |
Hist.3.74.6 | ὄμβρου. τηροῦντες δὲ τὰς τάξεις ἁθρόοι μετ’ ἀσφα‐ λείας ἀπεχώρησαν εἰς Πλακεντίαν, ὄντες οὐκ ἐλάτ‐ | |
Hist.3.74.7 | τους μυρίων. τῶν δὲ λοιπῶν οἱ μὲν πλεῖστοι περὶ τὸν ποταμὸν ἐφθάρησαν ὑπό τε τῶν θηρίων καὶ | |
Hist.3.74.8 | τῶν ἱππέων, οἱ δὲ διαφυγόντες τῶν πεζῶν καὶ τὸ πλεῖστον μέρος τῶν ἱππέων πρὸς τὸ προειρημένον σύστημα ποιούμενοι τὴν ἀποχώρησιν ἀνεκομίσθησαν | |
Hist.3.74.9 | ἅμα τούτοις εἰς Πλακεντίαν. τὸ δὲ τῶν Καρχηδο‐ νίων στρατόπεδον ἕως τοῦ ποταμοῦ καταδιῶξαν τοὺς πολεμίους, ὑπὸ δὲ τοῦ χειμῶνος οὐκέτι δυνά‐ | |
μενον πορρωτέρω προβαίνειν ἐπανῆλθε πάλιν εἰς | ||
Hist.3.74.10 | τὴν παρεμβολήν. καὶ πάντες ἐπὶ μὲν τῇ μάχῃ περι‐ χαρεῖς ἦσαν, ὡς κατωρθωκότες· συνέβαινε γὰρ ὀλί‐ γους μὲν τῶν Ἰβήρων καὶ Λιβύων, τοὺς δὲ πλεί‐ | |
Hist.3.74.11 | ους ἀπολωλέναι τῶν Κελτῶν· ὑπὸ δὲ τῶν ὄμβρων καὶ τῆς ἐπιγινομένης χιόνος οὕτως διετίθεντο δει‐ νῶς ὥστε τὰ μὲν θηρία διαφθαρῆναι πλὴν ἑνός, πολλοὺς δὲ καὶ τῶν ἀνδρῶν ἀπόλλυσθαι καὶ τῶν | |
5 | ἵππων διὰ τὸ ψῦχος. | |
Hist.3.75.1 | Ὁ δὲ Τεβέριος εἰδὼς μὲν τὰ συμβεβηκότα, βου‐ λόμενος δὲ κατὰ δύναμιν ἐπικρύπτεσθαι τοὺς ἐν τῇ Ῥώμῃ τὸ γεγονὸς ἔπεμψε τοὺς ἀπαγγελοῦντας ὅτι μάχης γενομένης τὴν νίκην αὐτῶν ὁ χειμὼν ἀφεί‐ | |
Hist.3.75.2 | λετο. οἱ δὲ Ῥωμαῖοι παραυτίκα μὲν ἐπίστευον τοῖς προσπίπτουσιν· μετ’ οὐ πολὺ δὲ πυνθανόμενοι τοὺς μὲν Καρχηδονίους καὶ τὴν παρεμβολὴν τὴν αὑτῶν τηρεῖν καὶ τοὺς Κελτοὺς πάντας ἀπονενευκέναι πρὸς | |
Hist.3.75.3 | τὴν ἐκείνων φιλίαν, τοὺς δὲ παρ’ αὑτῶν ἀπολελοι‐ πότας τὴν παρεμβολὴν ἐκ τῆς μάχης ἀνακεχωρηκέναι καὶ συνηθροῖσθαι πάντας εἰς τὰς πόλεις καὶ χορη‐ γεῖσθαι δὲ τοῖς ἀναγκαίοις ἐκ θαλάττης ἀνὰ τὸν | |
5 | Πάδον ποταμόν, καὶ λίαν σαφῶς ἔγνωσαν τὰ γεγο‐ | |
Hist.3.75.4 | νότα περὶ τὸν κίνδυνον. διὸ καὶ παραδόξου φα‐ νέντος αὐτοῖς τοῦ πράγματος, περὶ τὰς λοιπὰς παρα‐ σκευὰς διαφερόντως ἐγίνοντο καὶ περὶ φυλακὴν τῶν προκειμένων τόπων, πέμποντες εἰς Σαρδόνα καὶ | |
5 | Σικελίαν στρατόπεδα, πρὸς δὲ τούτοις εἰς Τάραντα προφυλακὰς καὶ τῶν ἄλλων τόπων εἰς τοὺς εὐκαί‐ ρους· παρεσκεύασαν δὲ καὶ ναῦς ἑξήκοντα πεντήρεις. | |
Hist.3.75.5 | Γνάιος δὲ Σερουίλιος καὶ Γάιος Φλαμίνιος, οἵπερ ἔτυχον ὕπατοι τότε καθεσταμένοι, συνῆγον τοὺς | |
συμμάχους καὶ κατέγραφον τὰ παρ’ αὑτοῖς στρατό‐ | ||
Hist.3.75.6 | πεδα. παρῆγον δὲ καὶ τὰς ἀγορὰς τὰς μὲν εἰς Ἀρί‐ μινον τὰς δ’ εἰς Τυρρηνίαν, ὡς ἐπὶ τούτοις ποιη‐ | |
Hist.3.75.7 | σόμενοι τοῖς τόποις τὴν ἔξοδον. ἔπεμψαν δὲ καὶ πρὸς Ἱέρωνα περὶ βοηθείας, ὃς καὶ πεντακοσίους αὐτοῖς ἐξαπέστειλε Κρῆτας καὶ χιλίους πελτοφόρους· | |
Hist.3.75.8 | πάντα δὲ καὶ πανταχόθεν ἐνεργῶς ἡτοίμαζον. τότε γάρ εἰσι φοβερώτατοι Ῥωμαῖοι καὶ κοινῇ καὶ κατ’ ἰδίαν, ὅταν αὐτοὺς περιστῇ φόβος ἀληθινός. | |
Hist.3.76.1 | Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Γνάιος Κορνήλιος ὁ καταλειφθεὶς ὑπὸ τἀδελφοῦ Ποπλίου στρατηγὸς ἐπὶ τῆς ναυτικῆς δυνάμεως, καθάπερ ἐπάνω προ‐ εῖπον, ἀναχθεὶς ἀπὸ τῶν τοῦ Ῥοδανοῦ στομάτων | |
5 | παντὶ τῷ στόλῳ προσέσχε τῆς Ἰβηρίας πρὸς τοὺς | |
Hist.3.76.2 | κατὰ τὸ καλούμενον Ἐμπόριον τόπους. ἀρξάμενος δ’ ἐντεῦθεν ἀποβάσεις ἐποιεῖτο καὶ τοὺς μὲν ἀπει‐ θοῦντας ἐπολιόρκει τῶν τὴν παραλίαν κατοικούν‐ των ἕως Ἴβηρος ποταμοῦ, τοὺς δὲ προσδεχομένους | |
5 | ἐφιλανθρώπει, τὴν ἐνδεχομένην ποιούμενος περὶ | |
Hist.3.76.3 | αὐτῶν προμήθειαν. ἀσφαλισάμενος δὲ τοὺς προσ‐ κεχωρηκότας τῶν παραθαλαττίων προῆγε παντὶ τῷ στρατεύματι, ποιούμενος τὴν πορείαν εἰς τὴν μεσό‐ | |
Hist.3.76.4 | γαιον· πολὺ γὰρ ἤδη καὶ τὸ συμμαχικὸν ἡθροίκει τῶν Ἰβήρων. ἅμα δὲ προϊὼν ἃς μὲν προσήγετο | |
Hist.3.76.5 | τὰς δὲ κατεστρέφετο τῶν πόλεων. τῶν δὲ Καρχη‐ δονίων, οὓς ἔχων ἐπὶ τούτων ἀπελείφθη τῶν τόπων Ἄννων, ἀντιστρατοπεδευσάντων αὐτοῖς περὶ πόλιν προσαγορευομένην Κίσσαν, συμβαλὼν ὁ Γνάιος ἐκ | |
5 | παρατάξεως καὶ νικήσας τῇ μάχῃ πολλῶν μὲν χρη‐ μάτων ἐγένετ’ ἐγκρατής, ὡς ἂν ἁπάσης τῆς ἀπο‐ σκευῆς τῶν εἰς Ἰταλίαν ὁρμησάντων παρὰ τούτοις | |
Hist.3.76.6 | ἀπολελειμμένης, πάντας δὲ τοὺς ἐντὸς Ἴβηρος ποτα‐ μοῦ συμμάχους ἐποιήσατο καὶ φίλους, ζωγρίᾳ δὲ τόν τε τῶν Καρχηδονίων στρατηγὸν Ἄννωνα καὶ | |
Hist.3.76.7 | τὸν τῶν Ἰβήρων Ἀνδοβάλην ἔλαβε. τοῦτον δὲ συν‐ έβαινε τύραννον μὲν εἶναι τῶν κατὰ τὴν μεσόγαιον τόπων, εὔνουν δὲ διαφερόντως ἀεί ποτε Καρχηδο‐ | |
Hist.3.76.8 | νίοις. ταχὺ δὲ συνεὶς τὸ γεγονὸς Ἀσδρούβας ἧκε | |
Hist.3.76.9 | παραβοηθῶν διαβὰς τὸν Ἴβηρα ποταμόν. καὶ κατα‐ μαθὼν ἀπολελειμμένους τοὺς ἀπὸ τοῦ στόλου τῶν Ῥωμαίων, ῥᾳθύμως καὶ κατατεθαρρηκότως ἀναστρε‐ φομένους διὰ τὸ προτέρημα τῶν πεζικῶν στρατο‐ | |
Hist.3.76.10 | πέδων, παραλαβὼν ἀπὸ τῆς ἑαυτοῦ δυνάμεως πεζοὺς μὲν εἰς ὀκτακισχιλίους (ἱππεῖς δὲ περὶ χιλίους), καὶ καταλαβὼν ἐσκεδασμένους κατὰ τῆς χώρας τοὺς ἀπὸ τῶν πλοίων, πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ | |
Hist.3.76.11 | λοιποὺς ἠνάγκασε φυγεῖν ἐπὶ τὰς ναῦς. οὗτος μὲν οὖν ἀναχωρήσας καὶ διαβὰς αὖθις τὸν Ἴβηρα ποτα‐ μὸν ἐγίνετο περὶ παρασκευὴν καὶ φυλακὴν τῶν ἐντὸς τοῦ ποταμοῦ τόπων, ποιούμενος τὴν παρα‐ | |
Hist.3.76.12 | χειμασίαν ἐν Καινῇ πόλει. ὁ δὲ Γνάιος συνάψας τῷ στόλῳ καὶ τοὺς αἰτίους τῶν συμβεβηκότων κατὰ τοὺς παρ’ αὐτοῖς ἐθισμοὺς κολάσας, τὸ λοιπὸν ἤδη συναγαγὼν ἐπὶ ταὐτὸ τήν τε πεζὴν καὶ τὴν ναυτι‐ | |
5 | κὴν στρατιὰν ἐν Ταρράκωνι τὴν παραχειμασίαν | |
Hist.3.76.13 | ἐποιεῖτο. διαδοὺς δὲ τὴν λείαν ἴσως τοῖς στρατιώ‐ ταις μεγάλην εὔνοιαν καὶ προθυμίαν ἐνειργάσατο πρὸς τὸ μέλλον. | |
Hist.3.77.1 | Καὶ τὰ μὲν κατὰ τὴν Ἰβηρίαν ἐν τούτοις ἦν. ἐνισταμένης δὲ τῆς ἐαρινῆς ὥρας, Γάιος μὲν Φλα‐ μίνιος ἀναλαβὼν τὰς αὑτοῦ δυνάμεις προῆγε διὰ Τυρρηνίας καὶ κατεστρατοπέδευσε πρὸ τῆς τῶν | |
Hist.3.77.2 | Ἀρρητίνων πόλεως, Γνάιος δὲ Σερουίλιος τοὔμπαλιν ὡς ἐπ’ Ἀριμίνου, ταύτῃ παρατηρήσων τὴν εἰσβολὴν | |
Hist.3.77.3 | τῶν ὑπεναντίων. Ἀννίβας δὲ παραχειμάζων ἐν τῇ Κελτικῇ τοὺς μὲν Ῥωμαίους τῶν ἐκ τῆς μάχης αἰχ‐ μαλώτων ἐν φυλακῇ συνεῖχεν, τὰ μέτρια τῶν ἐπιτη‐ | |
Hist.3.77.4 | δείων διδούς, τοὺς δὲ συμμάχους αὐτῶν τὸ μὲν πρῶτον ἐν τῇ πάσῃ φιλανθρωπίᾳ διεξῆγεν, μετὰ δὲ ταῦτα συναγαγὼν παρεκάλει, φάσκων οὐκ ἐκείνοις ἥκειν πολεμήσων, ἀλλὰ Ῥωμαίοις ὑπὲρ ἐκείνων. | |
Hist.3.77.5 | διόπερ ἔφη δεῖν αὐτούς, ἐὰν ὀρθῶς φρονῶσιν, | |
Hist.3.77.6 | ἀντέχεσθαι τῆς πρὸς αὑτὸν φιλίας. παρεῖναι γὰρ πρῶτον μὲν τὴν ἐλευθερίαν ἀνακτησόμενος Ἰταλιώ‐ ταις, ὁμοίως δὲ τὰς πόλεις καὶ τὴν χώραν, ἣν ὑπὸ Ῥωμαίων ἀπολωλεκότες ἕκαστοι τυγχάνουσι, συνανα‐ | |
Hist.3.77.7 | σώσων. ταῦτα δ’ εἰπὼν ἀφῆκε πάντας χωρὶς λύτρων εἰς τὴν οἰκείαν, βουλόμενος ἅμα μὲν προκαλεῖσθαι διὰ τοιούτου τρόπου πρὸς αὑτὸν τοὺς κατοικοῦντας τὴν Ἰταλίαν, ἅμα δ’ ἀπαλλοτριοῦν τῆς πρὸς Ῥωμαίους | |
5 | εὐνοίας, ἐρεθίζειν δὲ τοὺς δοκοῦντας πόλεσιν ἢ λι‐ μέσιν ἠλαττῶσθαί τι διὰ τῆς Ῥωμαίων ἀρχῆς. | |
Hist.3.78.1 | Ἐχρήσατο δέ τινι καὶ Φοινικικῷ στρατηγήματι | |
Hist.3.78.2 | τοιούτῳ κατὰ τὴν παραχειμασίαν. ἀγωνιῶν γὰρ τὴν ἀθεσίαν τῶν Κελτῶν καὶ τὰς ἐπιβουλὰς τὰς περὶ τὸ σῶμα διὰ τὸ πρόσφατον τῆς πρὸς αὐτοὺς συστάσεως κατεσκευάσατο περιθετὰς τρίχας, ἁρμο‐ | |
5 | ζούσας ταῖς κατὰ τὰς ὁλοσχερεῖς διαφορὰς τῶν ἡλι‐ | |
Hist.3.78.3 | κιῶν ἐπιπρεπείαις, καὶ ταύταις ἐχρῆτο συνεχῶς μετα‐ τιθέμενος· ὁμοίως δὲ καὶ τὰς ἐσθῆτας μετελάμβανε | |
Hist.3.78.4 | τὰς καθηκούσας ἀεὶ ταῖς περιθεταῖς. δι’ ὧν οὐ μόνον τοῖς αἰφνιδίως ἰδοῦσι δύσγνωστος ἦν, ἀλλὰ καὶ τοῖς ἐν συνηθείᾳ γεγονόσιν. | |
Hist.3.78.5 | Θεωρῶν δὲ τοὺς Κελτοὺς δυσχεραίνοντας ἐπὶ τῷ τὸν πόλεμον ἐν τῇ παρ’ αὑτῶν χώρᾳ λαμβάνειν τὴν τριβήν, σπεύδοντας δὲ καὶ μετεώρους ὄντας εἰς τὴν πολεμίαν, προφάσει μὲν διὰ τὴν πρὸς Ῥω‐ | |
5 | μαίους ὀργήν, τὸ δὲ πλεῖον διὰ τὰς ὠφελείας, ἔκρινε τὴν ταχίστην ἀναζευγνύειν καὶ συνεκπληροῦν τὰς | |
Hist.3.78.6 | τῶν δυνάμεων ὁρμάς. διόπερ ἅμα τῷ τὴν ὥραν μεταβάλλειν πυνθανόμενος τῶν μάλιστα τῆς χώρας δοκούντων ἐμπειρεῖν τὰς μὲν ἄλλας ἐμβολὰς τὰς εἰς τὴν πολεμίαν μακρὰς εὕρισκε καὶ προδήλους τοῖς | |
5 | ὑπεναντίοις, τὴν δὲ διὰ τῶν ἑλῶν εἰς Τυρρηνίαν φέρουσαν δυσχερῆ μὲν σύντομον δὲ καὶ παράδοξον | |
Hist.3.78.7 | φανησομένην τοῖς περὶ τὸν Φλαμίνιον. ἀεὶ δέ πως οἰκεῖος (ὢν) τῇ φύσει τούτου τοῦ μέρους ταύτῃ | |
Hist.3.78.8 | προέθετο ποιεῖσθαι τὴν πορείαν. διαδοθείσης δὲ τῆς φήμης ἐν τῷ στρατοπέδῳ διότι μέλλει διά τινων ἑλῶν ἄγειν αὐτοὺς ὁ στρατηγός, πᾶς τις εὐλαβῶς εἶχε πρὸς τὴν πορείαν, ὑφορώμενος βάραθρα καὶ | |
Hist.3.79.1 | τοὺς λιμνώδεις τῶν τόπων. Ἀννίβας δ’ ἐπιμελῶς ἐξητακὼς τεναγώδεις καὶ στερεοὺς ὑπάρχοντας τοὺς κατὰ τὴν δίοδον τόπους, ἀναζεύξας εἰς μὲν τὴν πρωτοπορείαν ἔθηκε τοὺς Λίβυας καὶ Ἴβηρας | |
5 | καὶ πᾶν τὸ χρησιμώτερον μέρος τῆς σφετέρας δυνά‐ μεως, συγκαταμίξας αὐτοῖς τὴν ἀποσκευήν, ἵνα πρὸς | |
Hist.3.79.2 | τὸ παρὸν εὐπορῶσι τῶν ἐπιτηδείων· πρὸς γὰρ τὸ μέλλον εἰς τέλος ἀφροντίστως εἶχε περὶ παντὸς τοῦ σκευοφόρου, λογιζόμενος ὡς ἐὰν ἅψηται τῆς πολε‐ μίας, ἡττηθεὶς μὲν οὐ προσδεήσεται τῶν ἀναγκαίων, | |
5 | κρατῶν δὲ τῶν ὑπαίθρων οὐκ ἀπορήσει τῶν ἐπι‐ | |
Hist.3.79.3 | τηδείων. ἐπὶ δὲ τοῖς προειρημένοις ἐπέβαλε τοὺς | |
Hist.3.79.4 | Κελτούς, ἐπὶ δὲ πᾶσι τοὺς ἱππεῖς. ἐπιμελητὴν δὲ | |
τῆς οὐραγίας τὸν ἀδελφὸν ἀπέλιπε Μάγωνα τῶν τε λοιπῶν χάριν καὶ μάλιστα τῆς τῶν Κελτῶν μαλα‐ κίας καὶ φυγοπονίας, ἵν’ ἐὰν κακοπαθοῦντες τρέ‐ | ||
5 | πωνται πάλιν εἰς τοὐπίσω, κωλύῃ διὰ τῶν ἱππέων | |
Hist.3.79.5 | καὶ προσφέρῃ τὰς χεῖρας αὐτοῖς. οἱ μὲν οὖν Ἴβη‐ ρες καὶ Λίβυες δι’ ἀκεραίων τῶν ἑλῶν ποιούμενοι τὴν πορείαν μετρίως κακοπαθοῦντες ἤνυον, ἅτε καὶ φερέκακοι πάντες ὄντες καὶ συνήθεις ταῖς τοιαύταις | |
Hist.3.79.6 | ταλαιπωρίαις. οἱ δὲ Κελτοὶ δυσχερῶς μὲν εἰς τοὔμ‐ προσθεν προύβαινον, τεταραγμένων καὶ διαπεπατη‐ μένων εἰς βάθος τῶν ἑλῶν, ἐπιπόνως δὲ καὶ ταλαι‐ πώρως ὑπέμενον τὴν κακοπάθειαν, ἄπειροι πάσης | |
Hist.3.79.7 | τῆς τοιαύτης ὄντες κακουχίας. ἐκωλύοντο δὲ πάλιν ἀπονεύειν εἰς τοὐπίσω διὰ τοὺς ἐφεστῶτας αὐτοῖς | |
Hist.3.79.8 | ἱππεῖς. πάντες μὲν οὖν ἐκακοπάθουν καὶ μάλιστα διὰ τὴν ἀγρυπνίαν, ὡς ἂν ἑξῆς ἡμέρας τέτταρας καὶ τρεῖς νύκτας συνεχῶς δι’ ὕδατος ποιούμενοι τὴν πορείαν· διαφερόντως γε μὴν ἐπόνουν καὶ | |
Hist.3.79.9 | κατεφθείρονθ’ ὑπὲρ τοὺς ἄλλους οἱ Κελτοί. τῶν δ’ ὑποζυγίων αὐτοῦ τὰ πλεῖστα πίπτοντα διὰ τοὺς πηλοὺς ἀπώλλυντο, μίαν παρεχόμενα χρείαν ἐν τῷ | |
Hist.3.79.10 | πεσεῖν τοῖς ἀνθρώποις· καθεζόμενοι γὰρ ἐπ’ αὐτῶν καὶ τῶν σκευῶν σωρηδὸν ὑπὲρ τὸ ὑγρὸν ὑπερεῖχον καὶ τῷ τοιούτῳ τρόπῳ βραχὺ μέρος τῆς νυκτὸς | |
Hist.3.79.11 | ἀπεκοιμῶντο. οὐκ ὀλίγοι δὲ καὶ τῶν ἵππων τὰς ὁπλὰς ἀπέβαλον διὰ τὴν συνέχειαν τῆς διὰ τῶν | |
Hist.3.79.12 | πηλῶν πορείας. Ἀννίβας δὲ μόλις ἐπὶ τοῦ περι‐ λειφθέντος θηρίου διεσώθη μετὰ πολλῆς ταλαιπω‐ ρίας, ὑπεραλγὴς ὢν διὰ τὴν βαρύτητα τῆς ἐπενεχθεί‐ σης ὀφθαλμίας αὐτῷ, δι’ ἣν καὶ τέλος ἐστερήθη τῆς | |
5 | μιᾶς ὄψεως, οὐκ ἐπιδεχομένου τοῦ καιροῦ καταμονὴν | |
οὐδὲ θεραπείαν διὰ τὸ τῆς περιστάσεως ἀδύνατον. | ||
Hist.3.80.1 | Διαπεράσας δὲ παραδόξως τοὺς ἑλώδεις τόπους καὶ καταλαβὼν ἐν Τυρρηνίᾳ τὸν Φλαμίνιον στρα‐ τοπεδεύοντα πρὸ τῆς τῶν Ἀρρητίνων πόλεως, τότε | |
Hist.3.80.2 | μὲν αὐτοῦ πρὸς τοῖς ἕλεσι κατεστρατοπέδευσε, βου‐ λόμενος τήν τε δύναμιν ἀναλαβεῖν καὶ πολυπραγ‐ μονῆσαι τὰ περὶ τοὺς ὑπεναντίους καὶ τοὺς προ‐ | |
Hist.3.80.3 | κειμένους τῶν τόπων. πυνθανόμενος δὲ τὴν μὲν χώραν τὴν πρόσθεν πολλῆς γέμειν ὠφελείας, τὸν δὲ Φλαμίνιον ὀχλοκόπον μὲν καὶ δημαγωγὸν εἶναι τέλειον, πρὸς ἀληθινῶν δὲ καὶ πολεμικῶν πραγμά‐ | |
5 | των χειρισμὸν οὐκ εὐφυῆ, πρὸς δὲ τούτοις καταπεπι‐ | |
Hist.3.80.4 | στευκέναι τοῖς σφετέροις πράγμασιν, συνελογίζετο διότι παραλλάξαντος αὐτοῦ τὴν ἐκείνων στρατοπε‐ δείαν καὶ καθέντος εἰς τοὺς ἔμπροσθεν τόπους τὰ μὲν ἀγωνιῶν τὸν ἐπιτωθασμὸν τῶν ὄχλων οὐ δυνή‐ | |
5 | σεται περιορᾶν δῃουμένην τὴν χώραν, τὰ δὲ κατηλ‐ γηκὼς παρέσται προχείρως εἰς πάντα τόπον ἑπό‐ μενος, σπουδάζων δι’ αὑτοῦ ποιήσασθαι τὸ προτέ‐ ρημα καὶ μὴ προσδέξασθαι τὴν παρουσίαν τοῦ τὴν | |
Hist.3.80.5 | ἴσην ἀρχὴν ἔχοντος. ἐξ ὧν πολλοὺς αὐτὸν ὑπελάμ‐ βανε παραδώσειν καιροὺς πρὸς ἐπίθεσιν. πάντα δ’ | |
Hist.3.81.1 | ἐμφρόνως ἐλογίζετο ταῦτα καὶ πραγματικῶς· οὐ γὰρ εἰκὸς ἄλλως εἰπεῖν, ὡς εἴ τις οἴεται κυριώτερόν τι μέρος εἶναι στρατηγίας τοῦ γνῶναι τὴν προαίρεσιν καὶ φύσιν τοῦ τῶν ἐναντίων ἡγεμόνος, ἀγνοεῖ καὶ | |
Hist.3.81.2 | τετύφωται. καθάπερ γὰρ ἐπὶ τῶν κατ’ ἄνδρα καὶ ζυγὸν ἀγωνισμάτων δεῖ τὸν μέλλοντα νικᾶν συν‐ θεωρεῖν πῶς δυνατὸν ἐφικέσθαι τοῦ σκοποῦ καὶ τί γυμνὸν ἢ ποῖον ἔξοπλον μέρος φαίνεται τῶν | |
Hist.3.81.3 | ἀνταγωνιστῶν, οὕτως χρὴ καὶ τοὺς ὑπὲρ τῶν ὅλων | |
προεστῶτας σκοπεῖν οὐχ ὅπου τι τοῦ σώματος γυ‐ μνόν, ἀλλὰ ποῦ τῆς ψυχῆς εὐχείρωτόν τι παραφαίνεται | ||
Hist.3.81.4 | τοῦ τῶν ἐναντίων ἡγεμόνος, ἐπειδὴ πολλοὶ μὲν διὰ ῥᾳθυμίαν καὶ τὴν σύμπασαν ἀργίαν οὐ μόνον τὰς κοινὰς πράξεις, ἀλλὰ καὶ τοὺς ἰδίους καταπρο‐ | |
Hist.3.81.5 | ΐενται βίους ἄρδην, πολλοὶ δὲ διὰ τὴν πρὸς τὸν οἶνον ἐπιθυμίαν οὐδ’ ὑπνῶσαι δύνανται χωρὶς | |
Hist.3.81.6 | ἀλλοιώσεως καὶ μέθης, ἔνιοι δὲ διὰ τὰς τῶν ἀφρο‐ δισίων ὁρμὰς καὶ τὴν ἐν τούτοις ἔκπληξιν οὐ μόνον πόλεις καὶ βίους ἀναστάτους πεποιήκασιν, ἀλλὰ καὶ | |
Hist.3.81.7 | τὸ ζῆν αὑτῶν ἀφῄρηνται μετ’ αἰσχύνης. καὶ μὴν δειλία καὶ βλακεία κατ’ ἰδίαν μὲν αὐτοῖς ὄνειδος ἐπιφέρει τοῖς ἔχουσι, περὶ δὲ τὸν τῶν ὅλων ἡγε‐ μόνα γενομένη κοινόν ἐστι καὶ μέγιστον συμπτω‐ | |
Hist.3.81.8 | μάτων. οὐ γὰρ μόνον ἀπράκτους ποιεῖ τοὺς ὑπο‐ ταττομένους, πολλάκις δὲ καὶ κινδύνους ἐπιφέρει | |
Hist.3.81.9 | τοὺς μεγίστους τοῖς πεπιστευκόσι. προπέτειά γε μὴν καὶ θρασύτης καὶ θυμὸς ἄλογος, ἔτι δὲ κενοδοξία καὶ τῦφος εὐχείρωτα μὲν τοῖς ἐχθροῖς, ἐπισφαλέ‐ στατα δὲ τοῖς φίλοις. πρὸς γὰρ πᾶσαν ἐπιβουλήν, | |
Hist.3.81.10 | ἐνέδραν, ἀπάτην ἕτοιμος ὅ γε τοιοῦτος. διόπερ εἴ τις δύναιτο συννοεῖν τὰ περὶ τοὺς πέλας ἁμαρτή‐ ματα καὶ τῇδέ που προσιέναι τοῖς ὑπεναντίοις, ᾗ μάλιστα καὶ δι’ ὧν εὐχείρωτος ἔσθ’ ὁ προεστὼς | |
5 | τῶν πολεμίων, τάχιστ’ ἂν τῶν ὅλων κατακρατοίη. | |
Hist.3.81.11 | καθάπερ γὰρ νεὼς ἐὰν ἀφέλῃ τις τὸν κυβερνήτην, τὸ ὅλον αὐτανδρὶ σκάφος ὑποχείριον γίνεται τοῖς ἐχθροῖς, τὸν αὐτὸν τρόπον ἐὰν τὸν προεστῶτα [πόλεμον] δυνάμεως χειρώσηταί τις κατὰ τὰς ἐπι‐ | |
5 | βολὰς καὶ συλλογισμούς, αὐτανδρὶ γίνεται πολ‐ | |
Hist.3.81.12 | λάκις κρατεῖν τῶν ἀντιταττομένων. ἃ δὴ καὶ τότε | |
προϊδόμενος καὶ συλλογισάμενος Ἀννίβας περὶ τοῦ τῶν ἐναντίων ἡγεμόνος οὐ διεσφάλη τῆς ἐπι‐ βολῆς. | ||
Hist.3.82.1 | Ὡς γὰρ θᾶττον ποιησάμενος ἀναζυγὴν ἀπὸ τῶν κατὰ τὴν Φαισόλαν τόπων καὶ μικρὸν ὑπεράρας τὴν τῶν Ῥωμαίων στρατοπεδείαν ἐνέβαλεν εἰς τὴν προ‐ | |
Hist.3.82.2 | κειμένην χώραν, εὐθέως μετέωρος ἦν ὁ Φλαμίνιος καὶ θυμοῦ πλήρης, δοξάζων ἑαυτὸν ὑπὸ τῶν ἐναν‐ | |
Hist.3.82.3 | τίων καταφρονεῖσθαι. μετὰ δὲ ταῦτα πορθουμένης τῆς χώρας, καὶ πανταχόθεν τοῦ καπνοῦ σημαίνοντος τὴν καταφθορὰν αὐτῆς, ἐσχετλίαζε, δεινὸν ἡγούμενος | |
Hist.3.82.4 | τὸ γινόμενον. διὸ καὶ τινῶν οἰομένων δεῖν μὴ προ‐ χείρως ἐπακολουθεῖν μηδὲ συμπλέκεσθαι τοῖς πολε‐ μίοις, φυλάττεσθαι δὲ καὶ προσέχειν τὸ πλῆθος τῶν ἱππέων, μάλιστα δὲ καὶ τὸν ἕτερον ὕπατον προσ‐ | |
5 | λαβεῖν καὶ πᾶσιν ἐπὶ ταὐτὸ τοῖς στρατοπέδοις ὁμοῦ | |
Hist.3.82.5 | ποιήσασθαι τὸν κίνδυνον, οὐχ οἷον προσεῖχε τοῖς λεγομένοις, ἀλλ’ οὐδ’ ἀνείχετο τῶν ἀποφαινομένων | |
Hist.3.82.6 | ταῦτα, παρεκάλει δ’ αὐτοὺς ἐν νῷ λαμβάνειν τί λέγειν εἰκὸς τοὺς ἐν τῇ πατρίδι τῆς μὲν χώρας κατα‐ φθειρομένης σχεδὸν ἕως πρὸς αὐτὴν τὴν Ῥώμην, αὐτῶν δὲ κατόπιν τῶν πολεμίων ἐν Τυρρηνίᾳ στρα‐ | |
Hist.3.82.7 | τοπεδευόντων. τέλος δέ, ταῦτ’ εἰπών, ἀναζεύξας προῆγε μετὰ τῆς δυνάμεως, οὐ καιρόν, οὐ τόπον προορώμενος, μόνον δὲ σπεύδων συμπεσεῖν τοῖς πολεμίοις, ὡς προδήλου τῆς νίκης αὐτοῖς ὑπαρχού‐ | |
Hist.3.82.8 | σης· τηλικοῦτον γὰρ προενεβεβλήκει κατελπισμὸν τοῖς ὄχλοις ὥστε πλείους εἶναι τῶν τὰ ὅπλα φερόν‐ των τοὺς ἐκτὸς παρεπομένους τῆς ὠφελείας χάριν, κομίζοντας ἁλύσεις καὶ πέδας καὶ πᾶσαν τὴν τοιαύ‐ | |
Hist.3.82.9 | την παρασκευήν. ὅ γε μὴν Ἀννίβας ἅμα μὲν εἰς | |
τοὔμπροσθεν ὡς πρὸς τὴν Ῥώμην προῄει διὰ τῆς Τυρρηνίας, εὐώνυμον μὲν πόλιν ἔχων τὴν προσαγο‐ ρευομένην Κυρτώνιον καὶ τὰ ταύτης ὄρη, δεξιὰν δὲ | ||
Hist.3.82.10 | τὴν Ταρσιμέννην καλουμένην λίμνην· ἅμα δὲ προ‐ άγων ἐπυρπόλει καὶ κατέφθειρε τὴν χώραν, βουλό‐ μενος ἐκκαλέσασθαι τὸν θυμὸν τῶν ὑπεναντίων. | |
Hist.3.82.11 | ἐπεὶ δὲ τὸν Φλαμίνιον ἤδη συνάπτοντα καθεώρα, τόπους δ’ εὐφυεῖς συνεθεώρησε πρὸς τὴν χρείαν, | |
Hist.3.83.1 | ἐγίνετο πρὸς τὸ διακινδυνεύειν. ὄντος δὲ κατὰ τὴν δίοδον αὐλῶνος ἐπιπέδου, τούτου δὲ παρὰ μὲν τὰς εἰς μῆκος πλευρὰς ἑκατέρας βουνοὺς ἔχοντος ὑψη‐ λοὺς καὶ συνεχεῖς, παρὰ δὲ τὰς εἰς πλάτος κατὰ | |
5 | μὲν τὴν ἀντικρὺ λόφον ἐπικείμενον ἐρυμνὸν καὶ δύσβατον, κατὰ δὲ τὴν ἀπ’ οὐρᾶς λίμνην τελείως στενὴν ἀπολείπουσαν πάροδον ὡς εἰς τὸν αὐλῶνα | |
Hist.3.83.2 | παρὰ τὴν παρώρειαν, διελθὼν τὸν αὐλῶνα παρὰ τὴν λίμνην τὸν μὲν κατὰ πρόσωπον τῆς πορείας λόφον αὐτὸς κατελάβετο καὶ τοὺς Ἴβηρας καὶ τοὺς | |
Hist.3.83.3 | Λίβυας ἔχων ἐπ’ αὐτοῦ κατεστρατοπέδευσε, τοὺς δὲ Βαλιαρεῖς καὶ λογχοφόρους κατὰ τὴν πρωτοπορείαν ἐκπεριάγων ὑπὸ τοὺς ἐν δεξιᾷ βουνοὺς τῶν παρὰ τὸν αὐλῶνα κειμένων, ἐπὶ πολὺ παρατείνας, ὑπ‐ | |
Hist.3.83.4 | έστειλε, τοὺς δ’ ἱππεῖς καὶ τοὺς Κελτοὺς ὁμοίως τῶν εὐωνύμων βουνῶν κύκλῳ περιαγαγὼν παρεξ‐ έτεινε συνεχεῖς, ὥστε τοὺς ἐσχάτους εἶναι κατ’ αὐτὴν τὴν εἴσοδον τὴν παρά τε τὴν λίμνην καὶ τὰς | |
5 | παρωρείας φέρουσαν εἰς τὸν προειρημένον τόπον. | |
Hist.3.83.5 | Ὁ μὲν οὖν Ἀννίβας ταῦτα προκατασκευασάμενος τῆς νυκτὸς καὶ περιειληφὼς τὸν αὐλῶνα ταῖς ἐν‐ | |
Hist.3.83.6 | έδραις τὴν ἡσυχίαν εἶχεν. ὁ δὲ Φλαμίνιος εἵπετο | |
Hist.3.83.7 | κατόπιν, σπεύδων συνάψαι [τῶν πολεμίων]· κατ‐ | |
εστρατοπεδευκὼς δὲ τῇ προτεραίᾳ πρὸς αὐτῇ τῇ λίμνῃ τελέως ὀψὲ τῆς ὥρας, μετὰ ταῦτα τῆς ἡμέρας ἐπιγενομένης εὐθέως ἐπὶ τὴν ἑωθινὴν ἦγε τὴν | ||
5 | πρωτοπορείαν παρὰ τὴν λίμνην εἰς τὸν ὑποκείμε‐ νον αὐλῶνα, βουλόμενος ἐξάπτεσθαι τῶν πολεμίων. | |
Hist.3.84.1 | οὔσης δὲ τῆς ἡμέρας ὀμιχλώδους διαφερόντως, Ἀν‐ νίβας ἅμα τῷ τὸ πλεῖστον μέρος τῆς πορείας εἰς τὸν αὐλῶνα προσδέξασθαι καὶ συνάπτειν πρὸς αὐτὸν ἤδη τὴν τῶν ἐναντίων πρωτοπορείαν ἀποδοὺς τὰ | |
5 | συνθήματα καὶ διαπεμψάμενος πρὸς τοὺς ἐν ταῖς ἐνέδραις συνεπεχείρει πανταχόθεν ἅμα τοῖς πολε‐ | |
Hist.3.84.2 | μίοις. οἱ δὲ περὶ τὸν Φλαμίνιον, παραδόξου γενο‐ μένης αὐτοῖς τῆς ἐπιφανείας, ἔτι δὲ δυσσυνόπτου τῆς κατὰ τὸν ἀέρα περιστάσεως ὑπαρχούσης, καὶ τῶν πολεμίων κατὰ πολλοὺς τόπους ἐξ ὑπερδεξίου | |
5 | καταφερομένων καὶ προσπιπτόντων, οὐχ οἷον παρα‐ βοηθεῖν ἐδύναντο πρός τι τῶν δεομένων οἱ ταξίαρ‐ χοι καὶ χιλίαρχοι τῶν Ῥωμαίων, ἀλλ’ οὐδὲ συννοῆ‐ | |
Hist.3.84.3 | σαι τὸ γινόμενον. ἅμα γὰρ οἱ μὲν κατὰ πρόσωπον, οἱ δ’ ἀπ’ οὐρᾶς, οἱ δ’ ἐκ τῶν πλαγίων αὐτοῖς προσ‐ | |
Hist.3.84.4 | έπιπτον. διὸ καὶ συνέβη τοὺς πλείστους ἐν αὐτῷ τῷ τῆς πορείας σχήματι κατακοπῆναι, μὴ δυναμένους αὑτοῖς βοηθεῖν, ἀλλ’ ὡσανεὶ προδεδομένους ὑπὸ | |
Hist.3.84.5 | τῆς τοῦ προεστῶτος ἀκρισίας. ἔτι γὰρ διαβουλευό‐ | |
Hist.3.84.6 | μενοι τί δεῖ πράττειν ἀπώλλυντο παραδόξως. ἐν ᾧ καιρῷ καὶ τὸν Φλαμίνιον αὐτὸν δυσχρηστούμενον καὶ περικακοῦντα τοῖς ὅλοις προσπεσόντες τινὲς τῶν | |
Hist.3.84.7 | Κελτῶν ἀπέκτειναν. ἔπεσον οὖν τῶν Ῥωμαίων κατὰ τὸν αὐλῶνα σχεδὸν εἰς μυρίους καὶ πεντακισχιλίους, οὔτ’ εἴκειν τοῖς παροῦσιν οὔτε πράττειν οὐδὲν δυνά‐ μενοι, τοῦτο δ’ ἐκ τῶν ἐθισμῶν αὐτὸ περὶ πλείστου | |
5 | ποιούμενοι, τὸ μὴ φεύγειν μηδὲ λείπειν τὰς τάξεις. | |
Hist.3.84.8 | οἱ δὲ κατὰ πορείαν μεταξὺ τῆς λίμνης καὶ τῆς παρωρείας ἐν τοῖς στενοῖς συγκλεισθέντες αἰσχρῶς, | |
Hist.3.84.9 | ἔτι δὲ μᾶλλον ταλαιπώρως διεφθείροντο. συνωθού‐ μενοι [μὲν] γὰρ εἰς τὴν λίμνην οἱ μὲν διὰ τὴν παρά‐ στασιν τῆς διανοίας ὁρμῶντες ἐπὶ τὸ νήχεσθαι σὺν τοῖς ὅπλοις ἀπεπνίγοντο, τὸ δὲ πολὺ πλῆθος μέχρι | |
5 | μὲν τοῦ δυνατοῦ προβαῖνον εἰς τὴν λίμνην ἔμενε | |
Hist.3.84.10 | τὰς κεφαλὰς αὐτὰς ὑπὲρ τὸ ὑγρὸν ὑπερίσχον· ἐπι‐ γενομένων δὲ τῶν ἱππέων, καὶ προδήλου γενομένης ἀπωλείας ἐξαίροντες τὰς χεῖρας καὶ δεόμενοι ζω‐ γρεῖν καὶ πᾶσαν προϊέμενοι φωνὴν τὸ τελευταῖον | |
5 | οἱ μὲν ὑπὸ τῶν πολεμίων, τινὲς δὲ παρακαλέσαντες | |
Hist.3.84.11 | αὑτοὺς διεφθάρησαν. ἑξακισχίλιοι δ’ ἴσως τῶν κατὰ τὸν αὐλῶνα τοὺς κατὰ πρόσωπον νικήσαντες παρα‐ βοηθεῖν μὲν τοῖς ἰδίοις καὶ περιίστασθαι τοὺς ὑπεναντίους ἠδυνάτουν διὰ τὸ μηδὲν συνορᾶν τῶν | |
5 | γινομένων, καίπερ μεγάλην δυνάμενοι πρὸς τὰ ὅλα | |
Hist.3.84.12 | παρέχεσθαι χρείαν· ἀεὶ δὲ τοῦ πρόσθεν ὀρεγόμενοι προῆγον, πεπεισμένοι συμπεσεῖσθαί τισιν, ἕως ἔλα‐ θον ἐκπεσόντες πρὸς τοὺς ὑπερδεξίους τόπους. | |
Hist.3.84.13 | γενόμενοι δ’ ἐπὶ τῶν ἄκρων, καὶ τῆς ὀμίχλης ἤδη πεπτωκυίας συνέντες τὸ γεγονὸς ἀτύχημα καὶ ποιεῖν οὐδὲν ὄντες ἔτι δυνατοὶ διὰ τὸ τοῖς ὅλοις ἐπι‐ κρατεῖν καὶ πάντα προκατέχειν ἤδη τοὺς πολεμίους, | |
5 | συστραφέντες ἀπεχώρησαν εἴς τινα κώμην Τυρρη‐ | |
Hist.3.84.14 | νίδα. μετὰ δὲ τὴν μάχην ἀποσταλέντος ὑπὸ τοῦ στρατηγοῦ μετὰ τῶν Ἰβήρων καὶ λογχοφόρων Μαάρ‐ βα καὶ περιστρατοπεδεύσαντος τὴν κώμην, ποικίλης αὐτοῖς ἀπορίας περιεστώσης, ἀποθέμενοι τὰ ὅπλα | |
5 | παρέδοσαν αὑτοὺς ὑποσπόνδους, ὡς τευξόμενοι τῆς | |
σωτηρίας. | ||
Hist.3.84.15 | Τὰ μὲν οὖν περὶ τὸν ὅλον κίνδυνον τὸν γενό‐ μενον ἐν Τυρρηνίᾳ Ῥωμαίοις καὶ Καρχηδονίοις | |
Hist.3.85.1 | τοῦτον ἐπετελέσθη τὸν τρόπον. Ἀννίβας δέ, πρὸς αὐτὸν ἐπαναχθέντων τῶν ὑποσπόνδων, ὁμοίως δὲ καὶ τῶν ἄλλων αἰχμαλώτων, συναγαγὼν πάντας, | |
Hist.3.85.2 | ὄντας πλείους τῶν μυρίων καὶ πεντακισχιλίων, πρῶ‐ τον μὲν διεσάφησεν ὅτι Μαάρβας οὐκ εἴη κύριος ἄνευ τῆς αὑτοῦ γνώμης διδοὺς τὴν ἀσφάλειαν τοῖς ὑποσπόνδοις, μετὰ δὲ ταῦτα κατηγορίαν ἐποιήσατο | |
Hist.3.85.3 | Ῥωμαίων. λήξας δὲ τούτων, ὅσοι μὲν ἦσαν Ῥω‐ μαῖοι τῶν ἑαλωκότων, διέδωκεν εἰς φυλακὴν ἐπὶ τὰ τάγματα, τοὺς δὲ συμμάχους ἀπέλυσε χωρὶς λύτρων | |
Hist.3.85.4 | ἅπαντας εἰς τὴν οἰκείαν, ἐπιφθεγξάμενος τὸν αὐτὸν ὃν καὶ πρόσθεν λόγον ὅτι πάρεστι πολεμήσων οὐκ Ἰταλιώταις, ἀλλὰ Ῥωμαίοις ὑπὲρ τῆς Ἰταλιωτῶν | |
Hist.3.85.5 | ἐλευθερίας. τὴν δ’ ἑαυτοῦ δύναμιν ἀνελάμβανε καὶ τῶν νεκρῶν τῶν ἐκ τῆς σφετέρας δυνάμεως τοὺς ἐπιφανεστάτους ἔθαψεν, ὄντας εἰς τριάκοντα τὸν ἀριθμόν· οἱ μὲν γὰρ πάντες εἰς χιλίους καὶ | |
5 | πεντακοσίους ἔπεσον, ὧν ἦσαν οἱ πλείους Κελτοί. | |
Hist.3.85.6 | ταῦτα δὲ πράξας διενοεῖτο μετὰ τἀδελφοῦ καὶ τῶν φίλων ποῦ καὶ πῶς δεῖ ποιεῖσθαι τὴν ὁρμήν, εὐθαρ‐ σὴς ὢν ἤδη περὶ τῶν ὅλων. | |
Hist.3.85.7 | Εἰς δὲ τὴν Ῥώμην προσπεσόντος ἤδη τοῦ γεγο‐ νότος ἀτυχήματος, στέλλεσθαι μὲν ἢ ταπεινοῦν τὸ συμβεβηκὸς οἱ προεστῶτες τοῦ πολιτεύματος ἠδυ‐ νάτουν διὰ τὸ μέγεθος τῆς συμφορᾶς, λέγειν δὲ | |
5 | τοῖς πολλοῖς ἠναγκάζοντο τὰ γεγονότα, συναθροί‐ | |
Hist.3.85.8 | σαντες τὸν δῆμον εἰς ἐκκλησίαν. διόπερ ἅμα τῷ τὸν στρατηγὸν εἰπεῖν τοῖς ὄχλοις ἀπὸ τῶν ἐμβόλων | |
ὅτι „Λειπόμεθα μάχῃ μεγάλῃ“, τηλικαύτην συνέβη γε‐ νέσθαι διατροπὴν ὥστε τοῖς παραγενομένοις ἐφ’ ἑκα‐ | ||
5 | τέρων τῶν καιρῶν πολλῷ μεῖζον τότε φανῆναι τὸ | |
Hist.3.85.9 | γεγονὸς ἢ παρ’ αὐτὸν τὸν τῆς μάχης καιρόν. καὶ τοῦτ’ εἰκότως συνέβη. πολλῶν γὰρ χρόνων ἄπειροι καὶ τοῦ ῥήματος καὶ τοῦ πράγματος ὑπάρχοντες τῆς ὁμολογουμένης ἥττης οὐ μετρίως οὐδὲ κατὰ σχῆμα | |
Hist.3.85.10 | τὴν περιπέτειαν ἔφερον. οὐ μὴν ἥ γε σύγκλητος, ἀλλ’ ἐπὶ τοῦ καθήκοντος ἔμενε λογισμοῦ καὶ δι‐ ενοεῖτο περὶ τοῦ μέλλοντος πῶς καὶ τί πρακτέον ἑκάστοις εἴη. | |
Hist.3.86.1 | Κατὰ δὲ τοὺς τῆς μάχης καιροὺς Γνάιος Σερουί‐ λιος ὁ προκαθήμενος ὕπατος ἐπὶ τῶν κατ’ Ἀρίμινον | |
Hist.3.86.2 | τόπων—οὗτοι δ’ εἰσὶν ἐπὶ τῆς παρὰ τὸν Ἀδρίαν πλευρᾶς, οὗ συνάπτει τὰ Γαλατικὰ πεδία πρὸς τὴν ἄλλην Ἰταλίαν, οὐ μακρὰν τῆς εἰς θάλατταν ἐκβο‐ | |
Hist.3.86.3 | λῆς τῶν τοῦ Πάδου στομάτων—ἀκούσας εἰσβεβλη‐ κότα τὸν Ἀννίβαν εἰς Τυρρηνίαν ἀντιστρατοπεδεύειν τῷ Φλαμινίῳ, πᾶσι μὲν ἐπεβάλετο τοῖς στρατοπέδοις αὐτὸς συνάπτειν, ἀδυνατῶν δὲ διὰ τὸ τῆς στρατιᾶς | |
5 | βάρος Γάιον Κεντήνιον κατὰ σπουδὴν δοὺς τετρα‐ κισχιλίους ἱππεῖς προεξαπέστειλε, βουλόμενος, εἰ δέοινθ’ οἱ καιροί, πρὸ τῆς αὑτοῦ παρουσίας τούτους | |
Hist.3.86.4 | καταταχεῖν. Ἀννίβας δέ, μετὰ τὴν μάχην προσαγγελ‐ θείσης αὐτῷ τῆς τῶν ὑπεναντίων βοηθείας, ἐξαπο‐ στέλλει Μαάρβαν ἔχοντα τοὺς λογχοφόρους καί τι | |
Hist.3.86.5 | μέρος τῶν ἱππέων. οἳ καὶ συμπεσόντες τοῖς περὶ τὸν Γάιον ἐν αὐτῇ μὲν τῇ πρώτῃ συμπλοκῇ σχεδὸν τοὺς ἡμίσεις αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς εἴς τινα λόφον συνδιώξαντες τῇ κατὰ πόδας ἡμέρᾳ | |
Hist.3.86.6 | πάντας ἔλαβον ὑποχειρίους. ἐν δὲ τῇ Ῥώμῃ, τρι‐ | |
ταίας οὔσης τῆς κατὰ τὴν μάχην προσαγγελίας, καὶ μάλιστα τότε τοῦ πάθους κατὰ τὴν πόλιν ὡσ‐ ανεὶ φλεγμαίνοντος, ἐπιγενομένης καὶ ταύτης τῆς | ||
5 | περιπετείας οὐ μόνον τὸ πλῆθος, ἀλλὰ καὶ τὴν σύγ‐ | |
Hist.3.86.7 | κλητον αὐτὴν συνέβη διατραπῆναι. διὸ καὶ παρέντες τὴν κατ’ ἐνιαυτὸν ἀγωγὴν τῶν πραγμάτων καὶ τὴν αἵρεσιν τῶν ἀρχόντων μειζόνως ἐπεβάλοντο βου‐ λεύεσθαι περὶ τῶν ἐνεστώτων, νομίζοντες αὐτοκρά‐ | |
5 | τορος δεῖσθαι στρατηγοῦ τὰ πράγματα καὶ τοὺς περιεστῶτας καιρούς. | |
Hist.3.86.8 | Ἀννίβας δὲ κατατεθαρρηκὼς τοῖς ὅλοις ἤδη τὸ μὲν συνεγγίζειν τῇ Ῥώμῃ κατὰ τὸ παρὸν ἀπεδοκί‐ μασεν, τὴν δὲ χώραν ἐπιπορευόμενος ἀδεῶς ἐπόρθει, | |
Hist.3.86.9 | ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὸν Ἀδρίαν. δια‐ νύσας τε τήν τε τῶν Ὄμβρων καλουμένην χώραν καὶ τὴν τῶν Πικέντων ἧκεν δεκαταῖος πρὸς τοὺς | |
Hist.3.86.10 | κατὰ τὸν Ἀδρίαν τόπους, πολλῆς μὲν λείας γεγονὼς ἐγκρατής, ὥστε μήτ’ ἄγειν μήτε φέρειν δύνασθαι τὸ στρατόπεδον τὰς ὠφελείας, πολὺ δὲ πλῆθος ἀν‐ | |
Hist.3.86.11 | θρώπων ἀπεκταγκὼς κατὰ τὴν δίοδον· καθάπερ γὰρ ἐν ταῖς τῶν πόλεων καταλήψεσι, καὶ τότε παράγ‐ γελμά τι δεδομένον ἦν φονεύειν τοὺς ὑποπίπτοντας τῶν ἐν ταῖς ἡλικίαις. ταῦτα δ’ ἐποίει διὰ τὸ προ‐ | |
Hist.3.87.1 | ϋπάρχον αὐτῷ μῖσος ἔμφυτον πρὸς Ῥωμαίους. ἐν ᾧ καιρῷ καταστρατοπεδεύσας παρὰ τὸν Ἀδρίαν ἐν χώρᾳ πρὸς πάντα τὰ γεννήματα διαφερούσῃ μεγά‐ λην ἐποιεῖτο σπουδὴν ὑπὲρ τῆς ἀναλήψεως καὶ | |
5 | θεραπείας τῶν ἀνδρῶν, οὐχ ἧττον δὲ καὶ τῶν ἵπ‐ | |
Hist.3.87.2 | πων. ὡς ἂν γὰρ ὑπαίθρου τῆς παραχειμασίας γε‐ γενημένης ἐν τοῖς κατὰ Γαλατίαν τόποις, ὑπό τε τοῦ ψύχους καὶ τῆς ἀνηλειψίας, ἔτι δὲ τῆς μετὰ ταῦτα | |
διὰ τῶν ἑλῶν πορείας καὶ ταλαιπωρίας ἐπεγεγόνει | ||
5 | σχεδὸν ἅπασι τοῖς ἵπποις, ὁμοίως δὲ καὶ τοῖς ἀνδρά‐ σιν ὁ λεγόμενος λιμόψωρος καὶ τοιαύτη καχεξία. | |
Hist.3.87.3 | διὸ γενόμενος ἐγκρατὴς χώρας εὐδαίμονος ἐσωματο‐ ποίησε μὲν τοὺς ἵππους, ἀνεκτήσατο δὲ τά τε σώ‐ ματα καὶ τὰς ψυχὰς τῶν στρατιωτῶν· μετακαθ‐ ώπλισε δὲ τοὺς Λίβυας εἰς τὸν Ῥωμαϊκὸν τρόπον | |
5 | ἐκλεκτοῖς ὅπλοις, ὡς ἂν γεγονὼς κύριος τοσούτων | |
Hist.3.87.4 | σκύλων. ἐξαπέστειλε δὲ κατὰ θάλατταν ἐν τῷ και‐ ρῷ τούτῳ καὶ τοὺς διασαφήσοντας εἰς τὴν Καρχη‐ δόνα περὶ τῶν γεγονότων· τότε γὰρ πρῶτον ἥψατο θαλάττης, ἀφ’ οὗ τὴν εἰσβολὴν ἐποιήσατο τὴν εἰς | |
Hist.3.87.5 | Ἰταλίαν. ἐφ’ οἷς ἀκούσαντες μεγαλείως ἐχάρησαν οἱ Καρχηδόνιοι καὶ πολλὴν ἐποιοῦντο σπουδὴν καὶ πρόνοιαν ὑπὲρ τοῦ κατὰ πάντα τρόπον ἐπικουρεῖν καὶ τοῖς ἐν Ἰταλίᾳ καὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι. | |
Hist.3.87.6 | Ῥωμαῖοι δὲ δικτάτορα μὲν κατέστησαν Κόιντον Φάβιον, ἄνδρα καὶ φρονήσει διαφέροντα καὶ πεφυ‐ κότα καλῶς. ἔτι γοῦν ἐπεκαλοῦντο καὶ καθ’ ἡμᾶς οἱ ταύτης τῆς οἰκίας Μάξιμοι, τοῦτο δ’ ἔστι μέγι‐ | |
5 | στοι, διὰ τὰς ἐκείνου τἀνδρὸς ἐπιτυχίας καὶ πράξεις. | |
Hist.3.87.7 | ὁ δὲ δικτάτωρ ταύτην ἔχει τὴν διαφορὰν τῶν ὑπά‐ των· τῶν μὲν γὰρ ὑπάτων ἑκατέρῳ δώδεκα πελέκεις | |
Hist.3.87.8 | ἀκολουθοῦσι, τούτῳ δ’ εἴκοσι καὶ τέτταρες, κἀκεῖ‐ νοι μὲν ἐν πολλοῖς προσδέονται τῆς συγκλήτου πρὸς τὸ συντελεῖν τὰς ἐπιβολάς, οὗτος δ’ ἔστιν αὐτο‐ κράτωρ στρατηγός, οὗ κατασταθέντος παραχρῆμα | |
5 | διαλύεσθαι συμβαίνει πάσας τὰς ἀρχὰς ἐν τῇ Ῥώμῃ | |
Hist.3.87.9 | πλὴν τῶν δημάρχων. οὐ μὴν ἀλλὰ περὶ μὲν τού‐ των ἐν ἄλλοις ἀκριβεστέραν ποιησόμεθα τὴν δια‐ στολήν. ἅμα δὲ τῷ δικτάτορι κατέστησαν ἱππάρ‐ | |
χην Μάρκον Μινύκιον. οὗτος δὲ τέτακται μὲν ὑπὸ | ||
5 | τὸν αὐτοκράτορα, γίνεται δ’ οἱονεὶ διάδοχος τῆς ἀρχῆς ἐν τοῖς ἐκείνου περισπασμοῖς. | |
Hist.3.88.1 | Ἀννίβας δὲ κατὰ βραχὺ μεταθεὶς τὴν παρεμβο‐ λὴν ἐνδιέτριβε τῇ παρὰ τὸν Ἀδρίαν χώρᾳ καὶ τοὺς μὲν ἵππους ἐκλούων τοῖς παλαιοῖς οἴνοις διὰ τὸ πλῆθος ἐξεθεράπευσε τὴν καχεξίαν αὐτῶν καὶ τὴν | |
Hist.3.88.2 | ψώραν, παραπλησίως δὲ καὶ τῶν ἀνδρῶν τοὺς μὲν τραυματίας ἐξυγίασε, τοὺς δὲ λοιποὺς εὐέκτας παρ‐ εσκεύασε καὶ προθύμους εἰς τὰς ἐπιφερομένας χρείας. | |
Hist.3.88.3 | διελθὼν δὲ καὶ καταφθείρας τήν τε Πραιτεττιανὴν καὶ τὴν Ἀδριανὴν ἔτι δὲ τὴν Μαρρουκίνην καὶ Φρεντανὴν χώραν ὥρμησε ποιούμενος τὴν πορείαν | |
Hist.3.88.4 | εἰς τὴν Ἰαπυγίαν. ἧς διῃρημένης εἰς τρεῖς ὀνομα‐ σίας, καὶ τῶν μὲν προσαγορευομένων Δαυνίων, (τῶν δὲ Πευκετίων), τῶν δὲ Μεσσαπίων, εἰς πρώτην | |
Hist.3.88.5 | ἐνέβαλε τὴν Δαυνίαν. ἀρξάμενος δὲ ταύτης ἀπὸ Λουκαρίας, οὔσης ἀποικίας Ῥωμαίων, ἐπόρθει τὴν | |
Hist.3.88.6 | χώραν. μετὰ δὲ ταῦτα καταστρατοπεδεύσας περὶ τὸ καλούμενον Οἰβώνιον ἐπέτρεχε τὴν Ἀργυριππανὴν | |
Hist.3.88.7 | καὶ πᾶσαν ἀδεῶς ἐλεηλάτει τὴν Δαυνίαν. ἐν ᾧ καιρῷ καὶ Φάβιος μετὰ τὴν κατάστασιν θύσας τοῖς θεοῖς ἐξώρμησε μετὰ τοῦ συνάρχοντος καὶ τῶν ἐκ τοῦ καιροῦ καταγραφέντων τεττάρων στρατοπέδων. | |
Hist.3.88.8 | συμμίξας δὲ ταῖς ἀπ’ Ἀριμίνου βοηθούσαις δυνά‐ μεσι περὶ τὴν Ναρνίαν, Γνάιον μὲν τὸν ὑπάρχοντα στρατηγὸν ἀπολύσας τῆς κατὰ γῆν στρατείας ἐξαπ‐ έστειλε μετὰ παραπομπῆς εἰς τὴν Ῥώμην, ἐντειλά‐ | |
5 | μενος, ἐάν τι κατὰ θάλατταν κινῶνται Καρχηδόνιοι, | |
Hist.3.88.9 | βοηθεῖν ἀεὶ τοῖς ὑποπίπτουσι καιροῖς, αὐτὸς δὲ μετὰ τοῦ συνάρχοντος παραλαβὼν τὰς δυνάμεις ἀντεστρα‐ | |
τοπέδευσε τοῖς Καρχηδονίοις περὶ τὰς Αἴκας καλου‐ μένας, ἀπέχων τῶν πολεμίων περὶ πεντήκοντα στα‐ | ||
Hist.3.89.1 | δίους. Ἀννίβας δὲ συνεὶς τὴν παρουσίαν τοῦ Φα‐ βίου καὶ βουλόμενος ἐξ ἐφόδου καταπλήξασθαι τοὺς ὑπεναντίους, ἐξαγαγὼν τὴν δύναμιν καὶ συν‐ εγγίσας τῷ τῶν Ῥωμαίων χάρακι παρετάξατο. χρό‐ | |
5 | νον δέ τινα μείνας, οὐδενὸς ἐπεξιόντος αὖθις ἀν‐ | |
Hist.3.89.2 | εχώρησεν εἰς τὴν ἑαυτοῦ παρεμβολήν. ὁ γὰρ Φάβιος διεγνωκὼς μήτε παραβάλλεσθαι μήτε διακινδυνεύειν, στοχάζεσθαι δὲ πρῶτον καὶ μάλιστα τῆς ἀσφαλείας τῶν ὑποταττομένων, ἔμενε βεβαίως ἐπὶ τῆς διαλή‐ | |
Hist.3.89.3 | ψεως ταύτης. τὰς μὲν οὖν ἀρχὰς κατεφρονεῖτο καὶ παρεῖχε λόγον ὡς ἀποδεδειλιακὼς καὶ καταπεπληγ‐ μένος τὸν κίνδυνον, τῷ δὲ χρόνῳ πάντας ἠνάγκασε παρομολογῆσαι καὶ συγχωρεῖν ὡς οὔτε νουνεχέστερον | |
5 | οὔτε φρονιμώτερον οὐδένα δυνατὸν ἦν χρῆσθαι | |
Hist.3.89.4 | τοῖς τότε περιεστῶσι καιροῖς. ταχὺ δὲ καὶ τὰ πράγ‐ ματα προσεμαρτύρησε τοῖς λογισμοῖς αὐτοῦ. καὶ τοῦτ’ | |
Hist.3.89.5 | εἰκότως ἐγένετο. τὰς μὲν γὰρ τῶν ὑπεναντίων δυνά‐ μεις συνέβαινε γεγυμνάσθαι μὲν ἐκ τῆς πρώτης ἡλι‐ κίας συνεχῶς ἐν τοῖς πολεμικοῖς, ἡγεμόνι δὲ χρῆσθαι συντεθραμμένῳ σφίσι καὶ παιδομαθεῖ περὶ τὰς ἐν | |
Hist.3.89.6 | τοῖς ὑπαίθροις χρείας, νενικηκέναι δὲ πολλὰς μὲν ἐν Ἰβηρίᾳ μάχας, δὶς δὲ Ῥωμαίους ἑξῆς καὶ τοὺς συμμάχους αὐτῶν, τὸ δὲ μέγιστον, ἀπεγνωκότας πάν‐ τα μίαν ἔχειν ἐλπίδα τῆς σωτηρίας τὴν ἐν τῷ νικᾶν· | |
Hist.3.89.7 | περὶ δὲ τὴν τῶν Ῥωμαίων στρατιὰν τἀναντία τού‐ | |
Hist.3.89.8 | τοις ὑπῆρχε. διόπερ εἰς μὲν τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον οὐχ οἷός τ’ ἦν συγκαταβαίνειν, προδήλου τῆς ἐλαττώσεως ὑπαρχούσης· εἰς δὲ τὰ σφέτερα προ‐ τερήματα τοῖς λογισμοῖς ἀναχωρήσας ἐν τούτοις | |
Hist.3.89.9 | διέτριβε καὶ διὰ τούτων ἐχείριζε τὸν πόλεμον. ἦν δὲ τὰ προτερήματα Ῥωμαίων ἀκατάτριπτα χορήγια | |
Hist.3.90.1 | καὶ χειρῶν πλῆθος. διόπερ κατὰ τοὺς ἑξῆς χρό‐ νους ἀντιπαρῆγεν τοῖς πολεμίοις ἀεὶ καὶ τοὺς εὐκαί‐ ρους προκατελάμβανε τόπους κατὰ τὴν ἐμπειρίαν. | |
Hist.3.90.2 | ἔχων δὲ κατὰ νώτου τὰς χορηγίας ἀφθόνους οὐδέ‐ ποτε τοὺς στρατιώτας ἠφίει προνομεύειν οὐδὲ χωρί‐ ζεσθαι καθάπαξ ἐκ τοῦ χάρακος, ἅθρους δ’ ἀεὶ καὶ συνεστραμμένους τηρῶν ἐφήδρευε τοῖς τόποις καὶ | |
Hist.3.90.3 | καιροῖς. καὶ πολλοὺς τῶν πολεμίων ἀποσπωμένους ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἐπὶ τὰς προνομὰς διὰ τὸ καταφρονεῖν ὑποχειρίους ἐλάμβανε καὶ κατέφθειρε | |
Hist.3.90.4 | τῷ τοιούτῳ τρόπῳ. ταῦτα δ’ ἐποίει, βουλόμενος ἅμα μὲν ἀφ’ ὡρισμένου πλήθους ἐλαττοῦν ἀεὶ τοὺς ὑπεναντίους, ἅμα δὲ τὰς τῶν ἰδίων δυνάμεων ψυχὰς προηττημένας τοῖς ὅλοις διὰ τῶν κατὰ μέρος προ‐ | |
5 | τερημάτων κατὰ βραχὺ σωματοποιεῖν καὶ προσανα‐ | |
Hist.3.90.5 | λαμβάνειν. εἰς ὁλοσχερῆ δὲ κρίσιν ἐξ ὁμολόγου | |
Hist.3.90.6 | συγκαταβαίνειν οὐδαμῶς οἷός τ’ ἦν. οὐ μὴν Μάρκῳ γε τῷ συνάρχοντι τούτων οὐδὲν ἤρεσκεν. σύμψηφον δὲ τοῖς ὄχλοις ποιῶν αὑτὸν τὸν μὲν Φάβιον κατελά‐ λει πρὸς πάντας, ὡς ἀγεννῶς χρώμενον τοῖς πράγ‐ | |
5 | μασιν καὶ νωθρῶς, αὐτὸς δὲ πρόθυμος ἦν παραβάλ‐ λεσθαι καὶ διακινδυνεύειν. | |
Hist.3.90.7 | Οἱ δὲ Καρχηδόνιοι καταφθείραντες τοὺς προει‐ ρημένους τόπους ὑπερέβαλον τὸν Ἀπεννῖνον καὶ κατάραντες εἰς τὴν Σαυνῖτιν χώραν, οὖσαν εὐδαί‐ μονα καὶ πολλῶν χρόνων ἀπολέμητον, ἐν τοιαύτῃ | |
5 | περιουσίᾳ τῶν ἐπιτηδείων ἦσαν ὥστε μήτε χρωμέ‐ νους μήτε καταφθείροντας ἀνύειν δύνασθαι τὰς λείας. | |
Hist.3.90.8 | κατέδραμον δὲ καὶ τὴν Οὐενοαντανήν, Ῥωμαίων | |
ἀποικίαν ὑπάρχουσαν· εἷλον δὲ καὶ πόλιν Οὐενου‐ σίαν, ἀτείχιστον οὖσαν καὶ πολλῆς καὶ παντοδα‐ | ||
Hist.3.90.9 | πῆς ἀποσκευῆς γέμουσαν. οἱ δὲ Ῥωμαῖοι κατόπιν μὲν εἵποντο συνεχῶς, μιᾶς καὶ δυεῖν ἡμερῶν ὁδὸν ἀπέχοντες, ἐγγίζειν γε μὴν καὶ συμπλέκεσθαι τοῖς | |
Hist.3.90.10 | πολεμίοις οὐχ οἷοί τ’ ἦσαν. διόπερ Ἀννίβας ὁρῶν τὸν Φάβιον φυγομαχοῦντα μὲν προδήλως τοῖς δ’ ὅλοις οὐκ ἐκχωροῦντα τῶν ὑπαίθρων, ὥρμησε τολ‐ μηρῶς εἰς τὰ περὶ Καπύην πεδία, καὶ τούτων εἰς | |
Hist.3.90.11 | τὸν προσαγορευόμενον Φάλερνον τόπον, πεπει‐ σμένος δυεῖν θάτερον, ἢ μάχεσθαι τοὺς πολεμίους ἀναγκάσειν ἢ πᾶσι δῆλον ποιήσειν ὅτι κρατεῖ τῶν ὅλων καὶ παραχωροῦσι Ῥωμαῖοι τῶν ὑπαίθρων αὐ‐ | |
Hist.3.90.12 | τοῖς. οὗ γενομένου καταπλαγείσας ἤλπιζε τὰς πό‐ λεις ὁρμήσειν πρὸς τὴν ἀπὸ Ῥωμαίων ἀπόστασιν. | |
Hist.3.90.13 | ἕως γὰρ τότε δυσὶ μάχαις ἤδη λελειμμένων αὐτῶν οὐδεμία πόλις ἀπέστη τῶν κατὰ τὴν Ἰταλίαν πρὸς Καρχηδονίους, ἀλλὰ διετήρουν τὴν πίστιν, καίπερ | |
Hist.3.90.14 | ἔνιαι πάσχουσαι κακῶς. ἐξ ὧν καὶ παρασημήναιτ’ ἄν τις τὴν κατάπληξιν καὶ καταξίωσιν παρὰ τοῖς συμμάχοις τοῦ Ῥωμαίων πολιτεύματος. | |
Hist.3.91.1 | Οὐ μὴν ἀλλ’ ὅ γ’ Ἀννίβας εἰκότως ἐπὶ τούτους | |
Hist.3.91.2 | κατήντα τοὺς λογισμούς. τὰ γὰρ πεδία τὰ κατὰ Καπύην ἐπιφανέστατα μέν ἐστι τῶν κατὰ τὴν Ἰτα‐ λίαν καὶ διὰ τὴν ἀρετὴν καὶ διὰ τὸ κάλλος καὶ διὰ τὸ πρὸς αὐτῇ κεῖσθαι τῇ θαλάττῃ καὶ τούτοις χρῆσθαι | |
5 | τοῖς ἐμπορίοις, εἰς ἃ σχεδὸν ἐκ πάσης τῆς οἰκου‐ | |
Hist.3.91.3 | μένης κατατρέχουσιν οἱ πλέοντες εἰς Ἰταλίαν. πε‐ ριέχουσι δὲ καὶ τὰς ἐπιφανεστάτας καὶ καλλίστας | |
Hist.3.91.4 | πόλεις τῆς Ἰταλίας ἐν αὑτοῖς. τὴν μὲν γὰρ παρα‐ λίαν αὐτῶν Σενοεσανοὶ καὶ Κυμαῖοι καὶ Δικαι‐ | |
αρχῖται νέμονται, πρὸς δὲ τούτοις Νεαπολῖται, τε‐ | ||
Hist.3.91.5 | λευταῖον δὲ τὸ τῶν Νουκερίνων ἔθνος. τῆς δὲ μεσογαίου τὰ μὲν πρὸς τὰς ἄρκτους Καληνοὶ καὶ Τιανῖται κατοικοῦσι, τὰ δὲ πρὸς ἕω καὶ μεσημβρίαν | |
Hist.3.91.6 | Δαύνιοι* καὶ Νωλανοί. κατὰ μέσα δὲ τὰ πεδία κεῖ‐ σθαι συμβαίνει τὴν πασῶν ποτε μακαριωτάτην γε‐ | |
Hist.3.91.7 | γονυῖαν πόλιν Καπύην. ἐπιεικέστατος δὲ καὶ παρὰ τοῖς μυθογράφοις ὁ περὶ τούτων τῶν πεδίων λέγε‐ ται λόγος· προσαγορεύεται δὲ καὶ ταῦτα Φλεγραῖα, καθάπερ καὶ ἕτερα τῶν ἐπιφανῶν πεδίων· θεούς | |
5 | γε μὴν μάλιστα περὶ τούτων εἰκὸς ἠρικέναι διὰ τὸ | |
Hist.3.91.8 | κάλλος καὶ τὴν ἀρετὴν αὐτῶν. ἅμα δὲ τοῖς προει‐ ρημένοις ὀχυρὰ δοκεῖ καὶ δυσέμβολα τελέως εἶναι τὰ πεδία· τὰ μὲν γὰρ θαλάττῃ τὸ δὲ πλεῖον ὄρεσι μεγάλοις πάντῃ καὶ συνεχέσι περιέχεται, δι’ ὧν εἰσ‐ | |
5 | βολαὶ τρεῖς ὑπάρχουσι μόνον ἐκ τῆς μεσογαίου | |
Hist.3.91.9 | στεναὶ καὶ δύσβατοι, μία μὲν ἀπὸ τῆς Σαυνίτιδος, (δευτέρα δ’ ἀπὸ τῆς Λατίνης), ἡ δὲ κατάλοιπος | |
Hist.3.91.10 | ἀπὸ τῶν κατὰ τοὺς Ἱρπίνους τόπων. διόπερ ἔμελ‐ λον εἰς ταῦτα καταστρατοπεδεύσαντες ὥσπερ εἰς θέατρον οἱ Καρχηδόνιοι καταπλήξεσθαι μὲν τῷ πα‐ ραλόγῳ πάντας, ἐκθεατριεῖν δὲ τοὺς πολεμίους | |
5 | φυγομαχοῦντας, αὐτοὶ δ’ ἐξ ὁμολόγου φανήσεσθαι τῶν ὑπαίθρων κρατοῦντες. | |
Hist.3.92.1 | Ἀννίβας μὲν οὖν τοιούτοις χρησάμενος λογι‐ σμοῖς καὶ διελθὼν ἐκ τῆς Σαυνίτιδος τὰ στενὰ κατὰ τὸν Ἐριβιανὸν καλούμενον λόφον κατεστρα‐ τοπέδευσε παρὰ τὸν Ἄθυρνον ποταμόν, ὃς σχε‐ | |
Hist.3.92.2 | δὸν δίχα διαιρεῖ τὰ προειρημένα πεδία. καὶ τὴν μὲν παρεμβολὴν ἐκ τοῦ πρὸς Ῥώμην μέρους εἶχε, ταῖς δὲ προνομαῖς πᾶν ἐπιτρέχων ἐπόρθει τὸ πε‐ | |
Hist.3.92.3 | δίον ἀδεῶς. Φάβιος δὲ κατεπέπληκτο μὲν τὴν ἐπι‐ βολὴν καὶ τόλμαν τῶν ὑπεναντίων, τοσούτῳ δὲ | |
Hist.3.92.4 | μᾶλλον ἐπὶ τῶν κεκριμένων ἔμενεν. ὁ δὲ συνάρ‐ χων αὐτοῦ Μάρκος καὶ πάντες οἱ κατὰ τὸ στρατό‐ πεδον χιλίαρχοι καὶ ταξίαρχοι νομίζοντες ἐν καλῷ τοὺς πολεμίους ἀπειληφέναι, σπεύδειν ᾤοντο δεῖν | |
5 | καὶ συνάπτειν εἰς τὰ πεδία καὶ μὴ περιορᾶν τὴν | |
Hist.3.92.5 | ἐπιφανεστάτην χώραν δῃουμένην. Φάβιος δὲ μέχρι μὲν τοῦ συνάψαι τοῖς τόποις ἔσπευδε καὶ συνυπ‐ εκρίνετο τοῖς προθύμως καὶ φιλοκινδύνως διακειμέ‐ | |
Hist.3.92.6 | νοις, ἐγγίσας δὲ τῷ Φαλέρνῳ ταῖς μὲν παρωρεί‐ αις ἐπιφαινόμενος ἀντιπαρῆγε τοῖς πολεμίοις, ὥστε μὴ δοκεῖν τοῖς αὑτῶν συμμάχοις ἐκχωρεῖν τῶν ὑπαί‐ | |
Hist.3.92.7 | θρων, εἰς δὲ τὸ πεδίον οὐ καθίει τὴν δύναμιν, εὐ‐ λαβούμενος τοὺς ὁλοσχερεῖς κινδύνους διά τε τὰς προειρημένας αἰτίας καὶ διὰ τὸ προφανῶς ἱπποκρα‐ τεῖν παρὰ πολὺ τοὺς ὑπεναντίους. | |
Hist.3.92.8 | Ἀννίβας δ’ ἐπειδὴ καταπειράσας τῶν πολεμίων καὶ καταφθείρας πᾶν τὸ πεδίον ἥθροισε λείας | |
Hist.3.92.9 | ἄπλετον πλῆθος, ἐγίνετο πρὸς ἀναζυγήν, βουλό‐ μενος μὴ καταφθεῖραι τὴν λείαν, ἀλλ’ εἰς τοιοῦτον ἀπερείσασθαι τόπον, ἐν ᾧ δυνήσεται ποιήσασθαι καὶ τὴν παραχειμασίαν, ἵνα μὴ μόνον κατὰ τὸ παρὸν | |
5 | εὐωχίαν ἀλλὰ συνεχῶς δαψίλειαν ἔχῃ τῶν ἐπιτη‐ | |
Hist.3.92.10 | δείων τὸ στρατόπεδον. Φάβιος δὲ καὶ κατανοῶν αὐτοῦ τὴν ἐπιβολήν, ὅτι προχειρίζεται ποιεῖσθαι τὴν ἐπάνοδον ᾗπερ ἐποιήσατο καὶ τὴν εἴσοδον, καὶ θεω‐ ρῶν τοὺς τόπους στενοὺς ὄντας καὶ καθ’ ὑπερβο‐ | |
Hist.3.92.11 | λὴν εὐφυεῖς πρὸς ἐπίθεσιν, ἐπ’ αὐτῆς μὲν τῆς διεκ‐ βολῆς περὶ τετρακισχιλίους ἐπέστησε, παρακαλέσας χρήσασθαι τῇ προθυμίᾳ σὺν καιρῷ μετὰ τῆς τῶν | |
τόπων εὐφυΐας, αὐτὸς δὲ τὸ πολὺ μέρος ἔχων τῆς | ||
5 | δυνάμεως ἐπί τινα λόφον ὑπερδέξιον πρὸ τῶν στε‐ | |
Hist.3.93.1 | νῶν κατεστρατοπέδευσε. παραγενομένων δὲ τῶν Καρχηδονίων καὶ ποιησαμένων τὴν παρεμβολὴν ἐν τοῖς ἐπιπέδοις ὑπ’ αὐτὴν τὴν παρώρειαν, τὴν μὲν λείαν αὐτῶν ἤλπισεν ἀδηρίτως περισυρεῖν, ὡς δὲ | |
5 | τὸ πολὺ καὶ τοῖς ὅλοις πέρας ἐπιθήσειν διὰ τὴν τῶν | |
Hist.3.93.2 | τόπων εὐκαιρίαν. καὶ δὴ περὶ ταῦτα καὶ πρὸς τού‐ τοις ἐγίνετο τοῖς διαβουλίοις, διανοούμενος πῇ καὶ πῶς χρήσεται τοῖς τόποις καὶ τίνες καὶ πόθεν πρῶ‐ | |
Hist.3.93.3 | τον ἐγχειρήσουσι τοῖς ὑπεναντίοις. Ἀννίβας δέ, ταῦτα πρὸς τὴν ἐπιοῦσαν ἡμέραν παρασκευαζομέ‐ νων τῶν πολεμίων, συλλογιζόμενος ἐκ τῶν εἰκό‐ των οὐκ ἔδωκε χρόνον οὐδ’ ἀναστροφὴν ταῖς ἐπι‐ | |
Hist.3.93.4 | βολαῖς αὐτῶν, ἀνακαλεσάμενος δὲ τὸν ἐπὶ τῶν λει‐ τουργιῶν τεταγμένον Ἀσδρούβαν παρήγγειλε λαμ‐ πάδας δεσμεύειν ἐκ τῆς ξηρᾶς καὶ παντοδαπῆς ὕλης κατὰ τάχος ὡς πλείστας καὶ τῶν ἐργατῶν βοῶν | |
5 | ἐκλέξαντ’ ἐκ πάσης τῆς λείας τοὺς εὐρωστοτάτους | |
Hist.3.93.5 | εἰς δισχιλίους ἁθροῖσαι πρὸ τῆς παρεμβολῆς. γενο‐ μένου δὲ τούτου συναγαγὼν ὑπέδειξε τοῖς λειτουρ‐ γοῖς ὑπερβολήν τινα μεταξὺ κειμένην τῆς αὑτοῦ στρατοπεδείας καὶ τῶν στενῶν, δι’ ὧν ἔμελλε ποι‐ | |
5 | εῖσθαι τὴν πορείαν, πρὸς ἣν ἐκέλευε προσελαύνειν τοὺς βοῦς ἐνεργῶς καὶ μετὰ βίας, ὅταν δοθῇ τὸ | |
Hist.3.93.6 | παράγγελμα, μέχρι συνάψωσι τοῖς ἄκροις. μετὰ δὲ τοῦτο δειπνοποιησαμένοις ἀναπαύεσθαι καθ’ ὥραν | |
Hist.3.93.7 | παρήγγειλε πᾶσιν. ἅμα δὲ τῷ κλῖναι τὸ τρίτον μέ‐ ρος τῆς νυκτὸς εὐθέως ἐξῆγε τοὺς λειτουργοὺς καὶ προσδεῖν ἐκέλευσε πρὸς τὰ κέρατα τοῖς βουσὶ τὰς | |
Hist.3.93.8 | λαμπάδας. ταχὺ δὲ τούτου γενομένου διὰ τὸ πλῆ‐ | |
θος, ἀνάψαι παρήγγειλε πάσας καὶ τοὺς μὲν βοῦς ἐλαύνειν καὶ προσβάλλειν πρὸς τὰς ἀκρωρείας ἐπ‐ | ||
Hist.3.93.9 | έταξε, τοὺς δὲ λογχοφόρους κατόπιν ἐπιστήσας τού‐ τοις ἕως μέν τινος συνεργεῖν παρεκελεύετο τοῖς ἐλαύνουσιν, ὅταν δὲ τὴν πρώτην ἅπαξ ὁρμὴν λάβῃ τὰ ζῷα, παρατρέχοντας παρὰ τὰ πλάγια καὶ συγ‐ | |
5 | κρούοντας ἅμα τῶν ὑπερδεξίων ἀντέχεσθαι τόπων καὶ προκαταλαμβάνειν τὰς ἀκρωρείας, ἵνα παρα‐ βοηθῶσι καὶ συμπλέκωνται τοῖς πολεμίοις, ἐάν που | |
Hist.3.93.10 | συναντῶσι πρὸς τὰς ὑπερβολάς. κατὰ δὲ τὸν και‐ ρὸν τοῦτον αὐτὸς ἀναλαβὼν πρῶτα μὲν τὰ βαρέα τῶν ὅπλων, ἐπὶ δὲ τούτοις (τοὺς) ἱππεῖς, ἑξῆς δὲ τὴν λείαν, ἐπὶ δὲ πᾶσι τοὺς Ἴβηρας καὶ Κελτοὺς | |
Hist.3.94.1 | ἧκε πρὸς τὰ στενὰ καὶ τὰς διεκβολάς. τῶν δὲ Ῥω‐ μαίων οἱ μὲν ἐπὶ τοῖς στενοῖς φυλάττοντες ἅμα τῷ συνιδεῖν τὰ φῶτα προσβάλλοντα πρὸς τὰς ὑπερ‐ βολάς, νομίσαντες ταύτῃ ποιεῖσθαι τὴν ὁρμὴν τὸν | |
5 | Ἀννίβαν, ἀπολιπόντες τὰς δυσχωρίας παρεβοή‐ | |
Hist.3.94.2 | θουν τοῖς ἄκροις. ἐγγίζοντες δὲ τοῖς βουσὶν ἠπο‐ ροῦντο διὰ τὰ φῶτα, μεῖζόν τι τοῦ συμβαίνοντος καὶ δεινότερον ἀναπλάττοντες καὶ προσδοκῶντες. | |
Hist.3.94.3 | ἐπιγενομένων δὲ τῶν λογχοφόρων, οὗτοι μὲν βρα‐ χέα πρὸς ἀλλήλους ἀκροβολισάμενοι, τῶν βοῶν αὐτοῖς ἐμπιπτόντων ἔμειναν διαστάντες ἐπὶ τῶν ἄκρων ἀμφότεροι καὶ προσανεῖχον καραδοκοῦντες | |
5 | τὴν ἐπιφάνειαν τῆς ἡμέρας διὰ τὸ μὴ δύνασθαι | |
Hist.3.94.4 | γνῶναι τὸ γινόμενον. Φάβιος δὲ τὰ μὲν ἀπο‐ ρούμενος ἐπὶ τῷ συμβαίνοντι καὶ κατὰ τὸν ποιη‐ τὴν ὀισσάμενος δόλον εἶναι, τὰ δὲ κατὰ τὴν ἐξ ἀρ‐ χῆς ὑπόθεσιν οὐδαμῶς κρίνων ἐκκυβεύειν οὐδὲ πα‐ | |
5 | ραβάλλεσθαι τοῖς ὅλοις, ἦγε τὴν ἡσυχίαν ἐπὶ τῷ | |
Hist.3.94.5 | χάρακι καὶ προσεδέχετο τὴν ἡμέραν. κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀννίβας, προχωρούντων αὐτῷ τῶν πραγμάτων κατὰ τὴν ἐπιβολήν, τήν τε δύναμιν διεκόμισε διὰ τῶν στενῶν μετ’ ἀσφαλείας καὶ τὴν | |
5 | λείαν, λελοιπότων τοὺς τόπους τῶν παραφυλαττόν‐ | |
Hist.3.94.6 | των τὰς δυσχωρίας. ἅμα δὲ τῷ φωτὶ συνιδὼν τοὺς ἐν τοῖς ἄκροις ἀντικαθημένους τοῖς λογχοφόροις ἐπαπέστειλέ τινας τῶν Ἰβήρων, οἳ καὶ συμμίξαντες κατέβαλον μὲν τῶν Ῥωμαίων εἰς χιλίους, ῥᾳδίως | |
5 | δὲ τοὺς παρὰ σφῶν εὐζώνους ἐκδεξάμενοι κατεβί‐ βασαν. | |
Hist.3.94.7 | Ἀννίβας μὲν οὖν τοιαύτην ἐκ τοῦ Φαλέρνου ποιησάμενος τὴν ἔξοδον, λοιπὸν ἤδη στρατοπεδεύων ἀσφαλῶς κατεσκέπτετο καὶ προυνοεῖτο περὶ τῆς χει‐ μασίας ποῦ καὶ πῶς ποιήσεται, μέγαν φόβον καὶ | |
5 | πολλὴν ἀπορίαν παρεστακὼς ταῖς πόλεσι καὶ τοῖς | |
Hist.3.94.8 | κατὰ τὴν Ἰταλίαν ἀνθρώποις. Φάβιος δὲ κακῶς μὲν ἤκουε παρὰ τοῖς πολλοῖς, ὡς ἀνάνδρως ἐκ τοι‐ ούτων τόπων προέμενος τοὺς ὑπεναντίους, οὐ μὴν | |
Hist.3.94.9 | ἀφίστατό γε τῆς προθέσεως. καὶ ἀναγκασθεὶς δὲ μετ’ ὀλίγας ἡμέρας ἐπί τινας ἀπελθεῖν θυσίας εἰς τὴν Ῥώμην παρέδωκεν τῷ συνάρχοντι τὰ στρατό‐ πεδα καὶ πολλὰ χωριζόμενος ἐνετείλατο μὴ τοσαύ‐ | |
5 | την ποιεῖσθαι σπουδὴν ὑπὲρ τοῦ βλάψαι τοὺς πο‐ λεμίους ἡλίκην ὑπὲρ τοῦ μηδὲν αὐτοὺς παθεῖν δει‐ | |
Hist.3.94.10 | νόν. ὧν οὐδὲ μικρὸν ἐν νῷ τιθέμενος Μάρκος ἔτι λέγοντος αὐτοῦ ταῦτα πρὸς τῷ παραβάλλεσθαι καὶ τῷ διακινδυνεύειν ὅλος καὶ πᾶς ἦν. | |
Hist.3.95.1 | Τὰ μὲν οὖν κατὰ τὴν Ἰταλίαν τοιαύτην εἶχε τὴν | |
Hist.3.95.2 | διάθεσιν. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ταῖς προ‐ ειρημέναις πράξεσιν Ἀσδρούβας ὁ τεταγμένος ἐπὶ | |
τῆς Ἰβηρίας στρατηγὸς κατηρτικὼς ἐν τῇ παραχει‐ μασίᾳ τὰς ὑπὸ τἀδελφοῦ καταλειφθείσας τριάκοντα | ||
5 | ναῦς καὶ δέκα προσπεπληρωκὼς ἄλλας, ἀρχομένης τῆς θερείας ἀνήχθη τετταράκοντα ναυσὶ καταφρά‐ κτοις ἐκ Καινῆς πόλεως, προχειρισάμενος Ἀμίλκαν | |
Hist.3.95.3 | τοῦ στόλου ναύαρχον. ἅμα δὲ καὶ τὴν πεζὴν ἐκ τῆς παραχειμασίας ἡθροικὼς δύναμιν ἀνέζευξε· καὶ ταῖς μὲν ναυσὶ παρὰ τὴν χέρσον ἐποιεῖτο τὸν πλοῦν, τοῖς δὲ πεζοῖς τὴν πορείαν παρὰ τὸν αἰγιαλόν, | |
5 | σπεύδων ἀμφοτέραις ἅμα ταῖς δυνάμεσι καταζεῦξαι | |
Hist.3.95.4 | πρὸς τὸν Ἴβηρα ποταμόν. Γνάιος δὲ τὰς ἐπιβολὰς συλλογιζόμενος τῶν Καρχηδονίων τὸ μὲν πρῶτον ἐπεβάλετο (κατὰ γῆν καὶ) κατὰ θάλατταν ἐκ τῆς | |
Hist.3.95.5 | παραχειμασίας ποιεῖσθαι τὴν ἀπάντησιν. ἀκούων δὲ τὸ πλῆθος τῶν δυνάμεων καὶ τὸ μέγεθος τῆς παρασκευῆς τὸ μὲν κατὰ γῆν ἀπαντᾶν ἀπεδοκί‐ μασε, συμπληρώσας δὲ πέντε καὶ τριάκοντα ναῦς | |
5 | καὶ λαβὼν ἐκ τοῦ πεζικοῦ στρατεύματος τοὺς ἐπιτη‐ δειοτάτους ἄνδρας πρὸς τὴν ἐπιβατικὴν χρείαν ἀν‐ ήχθη καὶ κατῆρε δευτεραῖος ἐκ Ταρράκωνος εἰς τοὺς | |
Hist.3.95.6 | περὶ τὸν Ἴβηρα ποταμὸν τόπους. καθορμισθεὶς δὲ τῶν πολεμίων ἐν ἀποστήματι περὶ τοὺς ὀγδοήκοντα σταδίους προαπέστειλε κατασκεψομένας δύο ναῦς ταχυπλοούσας Μασσαλιητικάς· καὶ γὰρ προκαθ‐ | |
5 | ηγοῦντο καὶ προεκινδύνευον οὗτοι καὶ πᾶσαν ἀπο‐ | |
Hist.3.95.7 | τόμως σφίσι παρείχοντο τὴν χρείαν. εὐγενῶς γάρ, εἰ καί τινες ἕτεροι, κεκοινωνήκασι Ῥωμαίοις πραγ‐ μάτων καὶ Μασσαλιῶται, πολλάκις μὲν καὶ μετὰ ταῦτα, μάλιστα δὲ κατὰ τὸν Ἀννιβιακὸν πόλεμον. | |
Hist.3.95.8 | διασαφούντων δὲ τῶν ἐπὶ τὴν κατασκοπὴν ἐκπεμ‐ φθέντων ὅτι περὶ τὸ στόμα τοῦ ποταμοῦ συμβαί‐ | |
νει τὸν τῶν ὑπεναντίων ὁρμεῖν στόλον, ἀνήγετο κατὰ σπουδήν, βουλόμενος ἄφνω προσπεσεῖν τοῖς | ||
Hist.3.96.1 | πολεμίοις. οἱ δὲ περὶ τὸν Ἀσδρούβαν, σημηνάν‐ των αὐτοῖς τῶν σκοπῶν ἐκ πολλοῦ τὸν ἐπίπλουν τῶν ὑπεναντίων, ἅμα τὰς πεζικὰς ἐξέταττον δυνά‐ μεις παρὰ τὸν αἰγιαλὸν καὶ τοῖς πληρώμασι παρ‐ | |
Hist.3.96.2 | ήγγελλον ἐμβαίνειν εἰς τὰς ναῦς. ἤδη δὲ καὶ τῶν Ῥωμαίων σύνεγγυς ὄντων, σημήναντες πολεμικὸν ἀνήγοντο, κρίναντες ναυμαχεῖν. συμβαλόντες δὲ τοῖς πολεμίοις βραχὺν μέν τινα χρόνον ἀντεποιή‐ | |
5 | σαντο τῆς νίκης, μετ’ οὐ πολὺ δὲ πρὸς τὸ κλίνειν | |
Hist.3.96.3 | ὥρμησαν. ἡ γὰρ ἐφεδρεία τῶν πεζῶν ἡ περὶ τὸν αἰγιαλὸν οὐχ οὕτως αὐτοὺς ὤνησε, θάρσος παριστά‐ νουσα πρὸς τὸν κίνδυνον, ὡς ἔβλαψε τὴν ἐλπίδα | |
Hist.3.96.4 | τῆς σωτηρίας ἑτοίμην παρασκευάζουσα. πλὴν δύο μὲν αὐτάνδρους νῆας ἀποβαλόντες, τεττάρων δὲ τοὺς ταρσοὺς καὶ τοὺς ἐπιβάτας ἔφευγον ἐκκλί‐ | |
Hist.3.96.5 | ναντες εἰς γῆν. ἐπικειμένων δὲ τῶν Ῥωμαίων αὐ‐ τοῖς ἐκθύμως, τὰς μὲν ναῦς ἐξέβαλον εἰς τὸν αἰ‐ γιαλόν, αὐτοὶ δ’ ἀποπηδήσαντες ἐκ τῶν πλοίων | |
Hist.3.96.6 | ἐσῴζοντο πρὸς τοὺς παρατεταγμένους. οἱ δὲ Ῥω‐ μαῖοι τολμηρῶς συνεγγίσαντες τῇ γῇ καὶ τὰ δυνά‐ μενα κινεῖσθαι τῶν πλοίων ἀναδησάμενοι μετὰ χα‐ ρᾶς ὑπερβαλλούσης ἀπέπλεον, νενικηκότες μὲν ἐξ | |
5 | ἐφόδου τοὺς ὑπεναντίους, κρατοῦντες δὲ τῆς θα‐ λάττης, εἴκοσι δὲ καὶ πέντε ναῦς ἔχοντες τῶν πο‐ λεμίων. | |
Hist.3.96.7 | Τὰ μὲν οὖν κατὰ τὴν Ἰβηρίαν ἀπὸ τούτων (ἐπι)κυδεστέρας εἰλήφει τοῖς Ῥωμαίοις τὰς ἐλπίδας διὰ | |
Hist.3.96.8 | τὸ προειρημένον κατόρθωμα. οἱ δὲ Καρχηδόνιοι, προσπεσόντος αὐτοῖς τοῦ γεγονότος ἐλαττώματος, | |
παραχρῆμα πληρώσαντες ἑβδομήκοντα νῆας ἐξαπ‐ έστειλαν, κρίναντες ἀναγκαῖον εἶναι πρὸς πάσας τὰς | ||
Hist.3.96.9 | ἐπιβολὰς ἀντέχεσθαι τῆς θαλάττης. αἳ τὸ μὲν πρῶτον εἰς Σαρδόν’, ἐκεῖθεν δὲ πρὸς τοὺς περὶ Πίσας τόπους τῆς Ἰταλίας προσέβαλον, πεπεισμέ‐ νων τῶν ἐπιπλεόντων συμμίξειν ἐνθάδε τοῖς περὶ | |
Hist.3.96.10 | τὸν Ἀννίβαν. ταχὺ δὲ τῶν Ῥωμαίων ἀναχθέντων ἐπ’ αὐτοὺς ἐξ αὐτῆς τῆς Ῥώμης ἑκατὸν εἴκοσι σκά‐ φεσι πεντηρικοῖς, πυθόμενοι τὸν ἀνάπλουν οὗτοι μὲν αὖθις ἀπέπλευσαν εἰς τὴν Σαρδόνα, μετὰ δὲ | |
Hist.3.96.11 | ταῦτα πάλιν εἰς Καρχηδόνα. Γνάιος δὲ Σερουίλιος ἔχων τὸν προειρημένον στόλον ἕως μέν τινος ἐπ‐ ηκολούθει τοῖς Καρχηδονίοις, συνάψειν πεπεισμένος, | |
Hist.3.96.12 | πολὺ δὲ καθυστερῶν ἀπέγνω. καὶ τὸ μὲν πρῶτον τῆς Σικελίας Λιλυβαίῳ προσέσχε· μετὰ δὲ ταῦτα κα‐ ταπλεύσας τῆς Λιβύης ὡς ἐπὶ τὴν τῶν Κερκινητῶν νῆσον καὶ λαβὼν παρ’ αὐτῶν χρήματα τοῦ μὴ πορ‐ | |
Hist.3.96.13 | θῆσαι τὴν χώραν ἀπηλλάγη. κατὰ δὲ τὸν ἀνά‐ πλουν γενόμενος κύριος νήσου Κοσσύρου καὶ φρου‐ ρὰν εἰς τὸ πολισμάτιον εἰσαγαγὼν αὖθις εἰς τὸ | |
Hist.3.96.14 | Λιλύβαιον κατῆρε. καὶ τὸ λοιπὸν οὗτος μὲν αὐ‐ τοῦ συνορμίσας τὸν στόλον μετ’ οὐ πολὺν χρόνον | |
Hist.3.97.1 | αὐτὸς ἀνεκομίσθη πρὸς τὰς πεζικὰς δυνάμεις· οἱ δ’ ἐκ τῆς συγκλήτου πυθόμενοι τὸ γεγονὸς προτέ‐ ρημα διὰ τοῦ Γναΐου περὶ τὴν ναυμαχίαν καὶ νο‐ μίσαντες χρήσιμον εἶναι, μᾶλλον δ’ ἀναγκαῖον τὸ | |
5 | μὴ προΐεσθαι τὰ κατὰ τὴν Ἰβηρίαν, ἀλλ’ ἐνίστα‐ σθαι τοῖς Καρχηδονίοις καὶ τὸν πόλεμον αὔξειν, | |
Hist.3.97.2 | προχειρισάμενοι ναῦς εἴκοσι καὶ στρατηγὸν ἐπι‐ στήσαντες Πόπλιον Σκιπίωνα κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἐξαπέστελλον μετὰ σπουδῆς πρὸς τὸν | |
ἀδελφὸν Γνάιον, κοινῇ πράξοντα μετ’ ἐκείνου τὰ | ||
Hist.3.97.3 | κατὰ τὴν Ἰβηρίαν. πάνυ γὰρ ἠγωνίων μὴ κρατή‐ σαντες Καρχηδόνιοι τῶν τόπων ἐκείνων καὶ περι‐ ποιησάμενοι χορηγίας ἀφθόνους καὶ χεῖρας ἀντι‐ ποιήσωνται μὲν τῆς θαλάττης ὁλοσχερέστερον, συν‐ | |
5 | επιθῶνται δὲ τοῖς κατὰ τὴν Ἰταλίαν, στρατόπεδα πέμποντες καὶ χρήματα τοῖς περὶ τὸν Ἀννίβαν. | |
Hist.3.97.4 | διόπερ ἐν μεγάλῳ τιθέμενοι καὶ τοῦτον τὸν πόλε‐ μον ἐξαπέστειλαν τάς τε ναῦς καὶ τὸν Πόπλιον. ὃς καὶ παραγενόμενος εἰς Ἰβηρίαν καὶ συμμίξας τἀ‐ δελφῷ μεγάλην παρεῖχε χρείαν τοῖς κοινοῖς πράγ‐ | |
Hist.3.97.5 | μασιν. οὐδέποτε γὰρ πρότερον θαρρήσαντες δια‐ βῆναι τὸν Ἴβηρα ποταμόν, ἀλλ’ ἀσμενίζοντες τῇ τῶν ἐπὶ τάδε φιλίᾳ καὶ συμμαχίᾳ τότε διέβησαν καὶ τότε πρῶτον ἐθάρρησαν ἀντιποιεῖσθαι τῶν πέ‐ | |
5 | ραν πραγμάτων, μεγάλα καὶ ταὐτομάτου συνεργή‐ σαντος σφίσι πρὸς τοὺς περιεστῶτας καιρούς. | |
Hist.3.97.6 | Ἐπειδὴ γὰρ καταπληξάμενοι τοὺς περὶ τὴν διά‐ βασιν οἰκοῦντας τῶν Ἰβήρων ἧκον πρὸς τὴν τῶν Ζα‐ κανθαίων πόλιν, ἀποσχόντες σταδίους ὡς τετταρά‐ κοντα περὶ τὸ τῆς Ἀφροδίτης ἱερὸν κατεστρατοπέ‐ | |
Hist.3.97.7 | δευσαν, λαβόντες τόπον εὐφυῶς κείμενον πρός τε τὴν ἀπὸ τῶν πολεμίων ἀσφάλειαν καὶ πρὸς τὴν ἐκ | |
Hist.3.97.8 | θαλάττης χορηγίαν· ὁμοῦ γὰρ αὐτοῖς συνέβαινε καὶ τὸν στόλον ποιεῖσθαι τὸν παράπλουν. ἔνθα δὴ | |
Hist.3.98.1 | γίνεταί τις πραγμάτων περιπέτεια τοιάδε. καθ’ οὓς καιροὺς Ἀννίβας ἐποιεῖτο τὴν πορείαν εἰς Ἰτα‐ λίαν, ὅσαις πόλεσιν ἠπίστησε τῶν κατὰ τὴν Ἰβη‐ ρίαν, ἔλαβε παρὰ τούτων ὅμηρα τοὺς υἱεῖς τῶν | |
5 | ἐπιφανεστάτων ἀνδρῶν· οὓς πάντας εἰς τὴν Ζακαν‐ θαίων ἀπέθετο πόλιν διά τε τὴν ὀχυρότητα καὶ διὰ | |
τὴν τῶν ἀπολειπομένων ἐπ’ αὐτῆς ἀνδρῶν πίστιν. | ||
Hist.3.98.2 | ἦν δέ τις ἀνὴρ Ἴβηρ, Ἀβίλυξ ὄνομα, κατὰ μὲν τὴν δόξαν καὶ τὴν τοῦ βίου περίστασιν οὐδενὸς δεύτε‐ ρος Ἰβήρων, κατὰ δὲ τὴν πρὸς Καρχηδονίους εὔ‐ νοιαν καὶ πίστιν πολύ τι διαφέρειν δοκῶν τῶν ἄλ‐ | |
Hist.3.98.3 | λων. οὗτος θεωρῶν τὰ πράγματα καὶ νομίσας ἐπικυδεστέρας εἶναι τὰς τῶν Ῥωμαίων ἐλπίδας, συν‐ ελογίσατο παρ’ ἑαυτῷ περὶ τῆς τῶν ὁμήρων προ‐ | |
Hist.3.98.4 | δοσίας συλλογισμὸν Ἰβηρικὸν καὶ βαρβαρικόν. πει‐ σθεὶς γὰρ διότι δύναται μέγας γενέσθαι παρὰ Ῥω‐ μαίοις προσενεγκάμενος ἐν καιρῷ πίστιν ἅμα καὶ χρείαν, ἐγίνετο πρὸς τῷ παρασπονδήσας τοὺς Καρ‐ | |
5 | χηδονίους ἐγχειρίσαι τοὺς ὁμήρους τοῖς Ῥωμαίοις. | |
Hist.3.98.5 | θεωρῶν δὲ τὸν Βώστορα τὸν τῶν Καρχηδονίων στρατηγόν, ὃς ἀπεστάλη μὲν ὑπ’ Ἀσδρούβου κω‐ λύσων τοὺς Ῥωμαίους διαβαίνειν τὸν ποταμόν, οὐ θαρρήσας δὲ τοῦτο ποιεῖν ἀνακεχωρηκὼς ἐστρατο‐ | |
5 | πέδευε τῆς Ζακάνθης ἐν τοῖς πρὸς θάλατταν μέρεσιν, τοῦτον μὲν ἄκακον ὄντα τὸν ἄνδρα καὶ πρᾷον τῇ | |
Hist.3.98.6 | φύσει, πιστῶς δὲ τὰ πρὸς αὐτὸν διακείμενον, ποι‐ εῖται λόγους ὑπὲρ τῶν ὁμήρων πρὸς τὸν Βώστορα φάσκων, ἐπειδὴ διαβεβήκασι Ῥωμαῖοι τὸν ποταμόν, οὐκέτι δύνασθαι Καρχηδονίους φόβῳ συνέχειν τὰ | |
5 | κατὰ τὴν Ἰβηρίαν, προσδεῖσθαι δὲ τοὺς καιροὺς τῆς | |
Hist.3.98.7 | τῶν ὑποταττομένων εὐνοίας· νῦν οὖν ἠγγικότων Ῥωμαίων καὶ προσκαθεζομένων τῇ Ζακάνθῃ, καὶ κινδυνευούσης τῆς πόλεως, ἐὰν ἐξαγαγὼν τοὺς ὁμή‐ ρους ἀποκαταστήσῃ τοῖς γονεῦσι καὶ ταῖς πόλεσιν, | |
5 | ἐκλύσειν μὲν αὐτὸν τῶν Ῥωμαίων τὴν φιλοτιμίαν· τοῦτο γὰρ αὐτὸ καὶ μάλιστα σπουδάζειν ἐκείνους | |
Hist.3.98.8 | πρᾶξαι, κυριεύοντας τῶν ὁμήρων· ἐκκαλέσεσθαι δὲ | |
τὴν τῶν Ἰβήρων πάντων πρὸς Καρχηδονίους εὔ‐ νοιαν, προϊδόμενον τὸ μέλλον καὶ προνοηθέντα τῆς τῶν ὁμήρων ἀσφαλείας. τὴν δὲ χάριν αὐξήσειν ἔφη | ||
5 | πολλαπλασίαν, αὐτὸς γενόμενος χειριστὴς τοῦ πράγ‐ | |
Hist.3.98.9 | ματος. ἀποκαθιστάνων γὰρ εἰς τὰς πόλεις τοὺς παῖδας οὐ μόνον τὴν παρ’ αὐτῶν εὔνοιαν ἐπισπά‐ σεσθαι τῶν γεννησάντων ἀλλὰ καὶ παρὰ τῶν πολ‐ λῶν, ὑπὸ τὴν ὄψιν τιθεὶς διὰ τοῦ συμβαίνοντος τὴν | |
5 | Καρχηδονίων πρὸς τοὺς συμμάχους αἵρεσιν καὶ με‐ | |
Hist.3.98.10 | γαλοψυχίαν. προσδοκᾶν δ’ αὐτὸν ἐκέλευσε καὶ δώ‐ ρων πλῆθος ἰδίᾳ παρὰ τῶν τὰ τέκνα κομιζομένων· παραδόξως γὰρ ἑκάστους ἐγκρατεῖς γινομένους τῶν ἀναγκαιοτάτων ἅμιλλαν ποιήσεσθαι τῆς εἰς τὸν κύ‐ | |
Hist.3.98.11 | ριον τῶν πραγμάτων εὐεργεσίας. παραπλήσια δὲ τούτοις ἕτερα καὶ πλείω πρὸς τὸν αὐτὸν τρόπον διαλεχθεὶς ἔπεισε τὸν Βώστορα συγκαταθέσθαι τοῖς | |
Hist.3.99.1 | λεγομένοις. καὶ τότε μὲν ἐπανῆλθε, ταξάμενος ἡμέ‐ ραν, ᾗ παρέσται μετὰ τῶν ἐπιτηδείων πρὸς τὴν ἀνακο‐ | |
Hist.3.99.2 | μιδὴν τῶν παίδων. παραγενηθεὶς δὲ νυκτὸς ἐπὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον καὶ συμμίξας τισὶ τῶν συστρατευομένων ἐκείνοις Ἰβήρων διὰ τούτων | |
Hist.3.99.3 | εἰσῆλθε πρὸς τοὺς στρατηγούς. ἐκλογιζόμενος δὲ διὰ πλειόνων τὴν ἐσομένην ὁρμὴν καὶ μετάπτωσιν πρὸς αὐτοὺς τῶν Ἰβήρων, ἐὰν ἐγκρατεῖς γένωνται τῶν ὁμήρων, ἐπηγγείλατο παραδώσειν αὐτοῖς τοὺς | |
Hist.3.99.4 | παῖδας. τῶν δὲ περὶ τὸν Πόπλιον ὑπερβολῇ προ‐ θύμως δεξαμένων τὴν ἐλπίδα καὶ μεγάλας ὑπ‐ ισχνουμένων δωρεάς, τότε μὲν εἰς τὴν ἰδίαν ἀπ‐ ηλλάγη, συνθέμενος ἡμέραν καὶ καιρὸν καὶ τόπον, ἐν | |
Hist.3.99.5 | ᾧ δεήσει τοὺς ἐκδεξομένους αὐτὸν ὑπομένειν. μετὰ δὲ ταῦτα παραλαβὼν τοὺς ἐπιτηδείους τῶν φίλων | |
ἧκε πρὸς τὸν Βώστορα καί, παραδοθέντων αὐτῷ τῶν παίδων ἐκ τῆς Ζακάνθης, νυκτὸς ποιησάμενος | ||
5 | τὴν ἔξοδον, ὡς θέλων λαθεῖν, παραπορευθεὶς τὸν χάρακα τῶν πολεμίων ἧκε πρὸς τὸν τεταγμένον καιρὸν καὶ τόπον καὶ πάντας ἐνεχείρισε τοὺς ὁμή‐ | |
Hist.3.99.6 | ρους τοῖς ἡγεμόσι τῶν Ῥωμαίων. οἱ δὲ περὶ τὸν Πόπλιον ἐτίμησάν τε διαφερόντως τὸν Ἀβίλυγα καὶ πρὸς τὴν ἀποκατάστασιν τῶν ὁμήρων εἰς τὰς πα‐ τρίδας ἐχρήσαντο τούτῳ, συμπέμψαντες τοὺς ἐπιτη‐ | |
Hist.3.99.7 | δείους. ὃς ἐπιπορευόμενος τὰς πόλεις καὶ διὰ τῆς τῶν παίδων ἀποκαταστάσεως τιθεὶς ὑπὸ τὴν ὄψιν τὴν τῶν Ῥωμαίων πρᾳότητα καὶ μεγαλοψυχίαν παρὰ τὴν Καρχηδονίων ἀπιστίαν καὶ βαρύτητα καὶ προσ‐ | |
5 | παρατιθεὶς τὴν αὑτοῦ μετάθεσιν πολλοὺς Ἰβήρων | |
Hist.3.99.8 | παρώρμησε πρὸς τὴν τῶν Ῥωμαίων φιλίαν. Βώ‐ στωρ δὲ παιδικώτερον (ἢ) κατὰ τὴν ἡλικίαν δόξας ἐγκεχειρικέναι τοὺς ὁμήρους τοῖς πολεμίοις οὐκ εἰς | |
Hist.3.99.9 | τοὺς τυχόντας ἐπεπτώκει κινδύνους. καὶ τότε μέν, ἤδη τῆς ὥρας κατεπειγούσης, διέλυον εἰς παραχει‐ μασίαν ἀμφότεροι τὰς δυνάμεις, ἱκανοῦ τινος ἐκ τῆς τύχης γεγονότος συνεργήματος τοῖς Ῥωμαίοις | |
5 | τοῦ περὶ τοὺς παῖδας πρὸς τὰς ἐπικειμένας ἐπιβο‐ λάς. καὶ τὰ μὲν κατὰ τὴν Ἰβηρίαν ἐν τούτοις ἦν. | |
Hist.3.100.1 | Ὁ δὲ στρατηγὸς Ἀννίβας, ὅθεν ἀπελίπομεν, πυν‐ θανόμενος παρὰ τῶν κατασκόπων πλεῖστον ὑπάρχειν σῖτον ἐν τῇ περὶ τὴν Λουκαρίαν καὶ τὸ καλούμενον Γερούνιον χώρᾳ, πρὸς δὲ τὴν συναγωγὴν εὐφυῶς | |
Hist.3.100.2 | ἔχειν τὸ Γερούνιον, κρίνας ἐκεῖ ποιεῖσθαι τὴν παρα‐ χειμασίαν, προῆγε ποιούμενος τὴν πορείαν παρὰ τὸ *Λίβυρνον ὄρος ἐπὶ τοὺς προειρημένους τόπους. | |
Hist.3.100.3 | ἀφικόμενος δὲ πρὸς τὸ Γερούνιον, ὃ τῆς Λουκαρίας | |
ἀπέχει διακόσια στάδια, τὰς μὲν ἀρχὰς διὰ λόγων τοὺς ἐνοικοῦντας εἰς φιλίαν προυκαλεῖτο καὶ πίστεις ἐδίδου τῶν ἐπαγγελιῶν, οὐδενὸς δὲ προσέχοντος, | ||
Hist.3.100.4 | πολιορκεῖν ἐπεβάλετο. ταχὺ δὲ γενόμενος κύριος τοὺς μὲν οἰκήτορας κατέφθειρε, τὰς δὲ πλείστας οἰκίας ἀκεραίους διεφύλαξε καὶ τὰ τείχη, βουλόμε‐ νος σιτοβολίοις χρήσασθαι πρὸς τὴν παραχειμασίαν. | |
Hist.3.100.5 | τὴν δὲ δύναμιν πρὸ τῆς πόλεως παρεμβαλὼν ὠχυ‐ | |
Hist.3.100.6 | ρώσατο τάφρῳ καὶ χάρακι τὴν στρατοπεδείαν. γενό‐ μενος δ’ ἀπὸ τούτων τὰ μὲν δύο μέρη τῆς δυνά‐ μεως ἐπὶ τὴν σιτολογίαν ἐξέπεμπε, προστάξας καθ’ ἑκάστην ἡμέραν τακτὸν ἀναφέρειν μέτρον ἕκαστον | |
5 | τοῖς ἰδίοις, ἐπιβολὴν τοῦ τάγματος τοῖς προκεχειρι‐ | |
Hist.3.100.7 | σμένοις ἐπὶ τὴν οἰκονομίαν ταύτην, τῷ δὲ τρίτῳ μέρει τήν τε στρατοπεδείαν ἐτήρει καὶ τοῖς σιτολο‐ | |
Hist.3.100.8 | γοῦσι παρεφήδρευε κατὰ τόπους. οὔσης δὲ τῆς μὲν χώρας τῆς πλείστης εὐεφόδου καὶ πεδιάδος, τῶν δὲ συναγόντων ὡς ἔπος εἰπεῖν ἀναριθμήτων, ἔτι δὲ τῆς ὥρας ἀκμαζούσης πρὸς τὴν συγκομιδήν, ἄπλετον | |
5 | συνέβαινε καθ’ ἑκάστην ἡμέραν ἁθροίζεσθαι τοῦ σίτου τὸ πλῆθος. | |
Hist.3.101.1 | Μάρκος δὲ παρειληφὼς τὰς δυνάμεις παρὰ Φα‐ βίου τὸ μὲν πρῶτον ἀντιπαρῆγε ταῖς ἀκρωρείαις, πεπεισμένος ἀεὶ περὶ τὰς ὑπερβολὰς συμπεσεῖσθαί | |
Hist.3.101.2 | ποτε τοῖς Καρχηδονίοις. ἀκούσας δὲ τὸ μὲν Γερού‐ νιον τοὺς (περὶ τὸν Ἀννίβαν) ἤδη κατέχειν, τὴν δὲ χώραν σιτολογεῖν, πρὸ δὲ τῆς πόλεως χάρακα βε‐ βλημένους στρατοπεδεύειν, ἐπιστρέψας ἐκ τῶν (ἀκρω‐ | |
5 | ρειῶν) κατέβαινε κατὰ τὴν ἐπὶ τὰ πεδία κατατείνου‐ | |
Hist.3.101.3 | σαν ῥάχιν. ἀφικόμενος δ’ ἐπὶ τὴν ἄκραν, ἣ κεῖται μὲν ἐπὶ τῆς Λαρινάτιδος χώρας προσαγορεύεται δὲ | |
Καλήνη, κατεστρατοπέδευσε περὶ ταύτην, πρόχειρος ὢν ἐκ παντὸς τρόπου συμπλέκεσθαι τοῖς πολεμίοις. | ||
Hist.3.101.4 | Ἀννίβας δὲ θεωρῶν ἐγγίζοντας τοὺς πολεμίους τὸ μὲν τρίτον μέρος τῆς δυνάμεως εἴασε σιτολογεῖν, τὰ δὲ δύο μέρη λαβὼν καὶ προελθὼν ἀπὸ τῆς πό‐ λεως ἑκκαίδεκα σταδίους πρὸς τοὺς πολεμίους ἐπί | |
5 | τινος βουνοῦ κατεστρατοπέδευσε, βουλόμενος ἅμα μὲν καταπλήξασθαι τοὺς ὑπεναντίους, ἅμα δὲ τοῖς | |
Hist.3.101.5 | σιτολογοῦσι τὴν ἀσφάλειαν παρασκευάζειν. μετὰ δὲ ταῦτα, γεωλόφου τινὸς ὑπάρχοντος μεταξὺ τῶν στρα‐ τοπέδων, ὃς εὐκαίρως καὶ σύνεγγυς ἐπέκειτο τῇ τῶν πολεμίων παρεμβολῇ, τοῦτον ἔτι νυκτὸς ἐξαποστείλας | |
Hist.3.101.6 | περὶ δισχιλίους τῶν λογχοφόρων κατελάβετο. οὓς ἐπιγενομένης τῆς ἡμέρας συνιδὼν Μάρκος ἐξῆγε | |
Hist.3.101.7 | τοὺς εὐζώνους καὶ προσέβαλε τῷ λόφῳ. γενομένου δ’ ἀκροβολισμοῦ νεανικοῦ, τέλος ἐπεκράτησαν οἱ Ῥωμαῖοι καὶ μετὰ ταῦτα τὴν ὅλην στρατοπεδείαν | |
Hist.3.101.8 | μετεβίβασαν εἰς τοῦτον τὸν τόπον. ὁ δ’ Ἀννίβας ἕως μέν τινος διὰ τὴν ἀντιστρατοπεδείαν συνεῖχεν | |
Hist.3.101.9 | τὸ πλεῖστον μέρος τῆς δυνάμεως ἐφ’ αὑτόν. πλειό‐ νων δὲ γενομένων ἡμερῶν, ἠναγκάζετο τοὺς μὲν ἐπὶ τὴν νομὴν τῶν θρεμμάτων ἀπομερίζειν τοὺς | |
Hist.3.101.10 | δ’ ἐπὶ τὴν σιτολογίαν, σπουδάζων κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν μήτε τὴν λείαν καταφθεῖραι τόν τε σῖτον ὡς πλεῖστον συναγαγεῖν, ἵνα πάντων ᾖ κατὰ τὴν παραχειμασίαν δαψίλεια τοῖς ἀνδράσιν, μὴ χεῖρον | |
Hist.3.101.11 | δὲ τοῖς ὑποζυγίοις καὶ τοῖς ἵπποις· εἶχε γὰρ τὰς πλείστας ἐλπίδας τῆς αὑτοῦ δυνάμεως ἐν τῷ τῶν ἱππέων τάγματι. | |
Hist.3.102.1 | Καθ’ ὃν δὴ καιρὸν Μάρκος συνθεωρήσας τὸ πολὺ μέρος τῶν ὑπεναντίων ἐπὶ τὰς προειρημένας | |
χρείας κατὰ τῆς χώρας σκεδαννύμενον, λαβὼν τὸν ἀκμαιότατον καιρὸν τῆς ἡμέρας ἐξῆγε τὴν δύναμιν | ||
Hist.3.102.2 | καὶ συνεγγίσας τῇ παρεμβολῇ τῶν Καρχηδονίων τὰ μὲν βαρέα τῶν ὅπλων ἐξέταξε, τοὺς δ’ ἱππεῖς καὶ τοὺς εὐζώνους κατὰ μέρη διελὼν ἐπαφῆκε τοῖς προ‐ | |
Hist.3.102.3 | νομεύουσι, παραγγείλας μηδένα ζωγρεῖν. Ἀννίβας δὲ τούτου συμβάντος εἰς ἀπορίαν ἐνεπεπτώκει με‐ γάλην· οὔτε γὰρ ἀντεξάγειν τοῖς παρατεταγμένοις ἀξιόχρεως ἦν οὔτε παραβοηθεῖν τοῖς ἐπὶ τῆς χώρας | |
Hist.3.102.4 | διεσπαρμένοις. τῶν δὲ Ῥωμαίων οἱ μὲν ἐπὶ τοὺς προνομεύοντας ἐξαποσταλέντες πολλοὺς τῶν ἐσκε‐ δασμένων ἀπέκτειναν· οἱ δὲ παρατεταγμένοι τέλος εἰς τοῦτ’ ἦλθον καταφρονήσεως ὥστε καὶ διασπᾶν | |
5 | τὸν χάρακα καὶ μόνον οὐ πολιορκεῖν τοὺς Καρχη‐ | |
Hist.3.102.5 | δονίους. ὁ δ’ Ἀννίβας ἦν μὲν ἐν κακοῖς, ὅμως δὲ χειμαζόμενος ἔμενε, τοὺς πελάζοντας ἀποτριβόμενος | |
Hist.3.102.6 | καὶ μόλις διαφυλάττων τὴν παρεμβολήν, ἕως Ἀσ‐ δρούβας ἀναλαβὼν τοὺς ἀπὸ τῆς χώρας συμπεφευ‐ γότας εἰς τὸν χάρακα τὸν περὶ τὸ Γερούνιον, ὄντας | |
Hist.3.102.7 | εἰς τετρακισχιλίους, ἧκε παραβοηθῶν. τότε δὲ μι‐ κρὸν ἀναθαρρήσας ἐπεξῆλθε καὶ βραχὺ πρὸ τῆς στρατοπεδείας παρεμβαλὼν μόλις ἀπεστρέψατο τὸν | |
Hist.3.102.8 | ἐνεστῶτα κίνδυνον. Μάρκος δὲ πολλοὺς μὲν ἐν τῇ περὶ τὸν χάρακα συμπλοκῇ τῶν πολεμίων ἀποκτεί‐ νας, ἔτι δὲ πλείους ἐπὶ τῆς χώρας διεφθαρκώς, τότε μὲν ἐπανῆλθεν, μεγάλας ἐλπίδας ἔχων ὑπὲρ τοῦ μέλ‐ | |
Hist.3.102.9 | λοντος. τῇ δ’ ἐπαύριον ἐκλιπόντων τὸν χάρακα τῶν Καρχηδονίων, ἐπέβη καὶ κατελάβετο τὴν ἐκεί‐ | |
Hist.3.102.10 | νων παρεμβολήν. ὁ γὰρ Ἀννίβας διαγωνιάσας τοὺς Ῥωμαίους μὴ καταλαβόμενοι νυκτὸς ἔρημον ὄντα τὸν ἐπὶ τῷ Γερουνίῳ χάρακα κύριοι γένωνται τῆς | |
ἀποσκευῆς καὶ τῶν παραθέσεων, ἔκρινεν αὐτὸς ἀνα‐ | ||
5 | χωρεῖν καὶ πάλιν ἐκεῖ ποιεῖσθαι τὴν στρατοπεδείαν. | |
Hist.3.102.11 | ἀπὸ δὲ τούτων τῶν καιρῶν οἱ μὲν Καρχηδόνιοι ταῖς προνομαῖς εὐλαβέστερον ἐχρῶντο καὶ φυλακτι‐ κώτερον, οἱ δὲ Ῥωμαῖοι τἀναντία θαρραλεώτερον καὶ προπετέστερον. | |
Hist.3.103.1 | Οἱ δ’ ἐν τῇ Ῥώμῃ, προσπεσόντος σφίσι τοῦ γε‐ γονότος μειζόνως ἢ κατὰ τὴν ἀλήθειαν, περιχαρεῖς ἦσαν διὰ τὸ πρῶτον μὲν ἐκ τῆς προϋπαρχούσης ὑπὲρ τῶν ὅλων δυσελπιστίας οἱονεὶ μεταβολήν τινα | |
Hist.3.103.2 | πρὸς τὸ βέλτιον αὐτοῖς προφαίνεσθαι, δεύτερον δὲ καὶ διὰ τὸ δοκεῖν τὸν πρὸ τούτου χρόνον τὴν ἀπρα‐ γίαν καὶ κατάπληξιν τῶν στρατοπέδων μὴ παρὰ τὴν τῶν δυνάμεων ἀποδειλίασιν, ἀλλὰ παρὰ τὴν τοῦ | |
Hist.3.103.3 | προεστῶτος εὐλάβειαν γεγονέναι. διὸ καὶ τὸν μὲν Φάβιον ᾐτιῶντο καὶ κατεμέμφοντο πάντες ὡς ἀτόλ‐ μως χρώμενον τοῖς καιροῖς, τὸν δὲ Μάρκον ἐπὶ το‐ σοῦτον ηὖξον διὰ τὸ συμβεβηκὸς ὥστε τότε γενέσθαι | |
Hist.3.103.4 | τὸ μηδέποτε γεγονός· αὐτοκράτορα γὰρ κἀκεῖνον κατέστησαν, πεπεισμένοι ταχέως αὐτὸν τέλος ἐπι‐ θήσειν τοῖς πράγμασι· καὶ δὴ δύο δικτάτορες ἐγε‐ γόνεισαν ἐπὶ τὰς αὐτὰς πράξεις, ὃ πρότερον οὐδέ‐ | |
Hist.3.103.5 | ποτε συνεβεβήκει παρὰ Ῥωμαίοις. τῷ δὲ Μάρκῳ διασαφηθείσης τῆς τε τοῦ πλήθους εὐνοίας καὶ τῆς παρὰ τοῦ δήμου δεδομένης ἀρχῆς αὐτῷ, διπλασίως παρωρμήθη πρὸς τὸ παραβάλλεσθαι (καὶ) κατατολμᾶν | |
Hist.3.103.6 | τῶν πολεμίων. ἧκε δὲ καὶ Φάβιος ἐπὶ τὰς δυνάμεις οὐδὲν ἠλλοιωμένος ὑπὸ τῶν συμβεβηκότων, ἔτι δὲ βεβαιότερον μένων ἐπὶ τῆς ἐξ ἀρχῆς διαλήψεως. | |
Hist.3.103.7 | θεωρῶν δὲ τὸν Μάρκον ἐκπεφυσημένον καὶ πρὸς πάντ’ ἀντιφιλονικοῦντα καὶ καθόλου πολὺν ὄντα | |
πρὸς τῷ διακινδυνεύειν, αἵρεσιν αὐτῷ προύτεινε τοιαύτην, ἢ κατὰ μέρος ἄρχειν ἢ διελόμενον τὰς | ||
5 | δυνάμεις χρῆσθαι τοῖς σφετέροις στρατοπέδοις κατὰ | |
Hist.3.103.8 | τὴν αὑτοῦ προαίρεσιν. τοῦ δὲ καὶ λίαν ἀσμένως δεξαμένου τὸν μερισμόν, διελόμενοι τὸ πλῆθος χω‐ ρὶς ἐστρατοπέδευσαν ἀλλήλων, ἀπέχοντες ὡς δώδεκα | |
Hist.3.104.1 | σταδίους. Ἀννίβας δὲ τὰ μὲν ἀκούων τῶν ἁλισκο‐ μένων αἰχμαλώτων, τὰ δὲ θεωρῶν ἐκ τῶν πραττο‐ μένων ᾔδει τήν τε τῶν ἡγεμόνων πρὸς ἀλλήλους φιλοτιμίαν καὶ τὴν ὁρμὴν καὶ τὴν φιλοδοξίαν τοῦ | |
Hist.3.104.2 | Μάρκου. διόπερ οὐ καθ’ αὑτοῦ, πρὸς αὑτοῦ δὲ νομίσας εἶναι τὰ συμβαίνοντα περὶ τοὺς ἐναντίους, ἐγίνετο περὶ τὸν Μάρκον, σπουδάζων τὴν τόλμαν ἀφελέσθαι καὶ προκαταλαβεῖν αὐτοῦ τὴν ὁρμήν. | |
Hist.3.104.3 | οὔσης δέ τινος ὑπεροχῆς μεταξὺ τῆς αὐτοῦ καὶ τῆς τοῦ Μάρκου στρατοπεδείας δυναμένης ἑκατέρους βλάπτειν, ἐπεβάλετο καταλαβεῖν ταύτην. σαφῶς δὲ γινώσκων ἐκ τοῦ προγεγονότος κατορθώματος ὅτι | |
5 | παρέσται βοηθῶν ἐκ χειρὸς πρὸς ταύτην τὴν ἐπι‐ | |
Hist.3.104.4 | βολήν, ἐπινοεῖ τι τοιοῦτον. τῶν γὰρ τόπων τῶν περὶ τὸν λόφον ὑπαρχόντων ψιλῶν μέν, πολλὰς δὲ καὶ παντοδαπὰς ἐχόντων περικλάσεις κοιλότητας, ἐξέπεμψε τῆς νυκτὸς εἰς τὰς ἐπιτηδειοτάτας ὑπο‐ | |
5 | βολὰς ἀνὰ διακοσίους καὶ τριακοσίους, πεντακοσίους μὲν ἱππεῖς, ψιλοὺς δὲ καὶ πεζοὺς τοὺς πάντας εἰς | |
Hist.3.104.5 | πεντακισχιλίους. ἵνα δὲ μὴ πρῲ κατοπτευθῶσιν ὑπὸ τῶν εἰς τὰς προνομὰς ἐκπορευομένων, ἅμα τῷ διαυγάζειν κατελάμβανε τοῖς εὐζώνοις τὸν λόφον. | |
Hist.3.104.6 | ὁ δὲ Μάρκος θεωρῶν τὸ γινόμενον καὶ νομίσας ἑρμαῖον εἶναι παραυτίκα μὲν ἐξαπέστειλε τοὺς ψι‐ λούς, κελεύσας ἀγωνίζεσθαι καὶ διαμάχεσθαι περὶ | |
Hist.3.104.7 | τοῦ τόπου, μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς· ἑξῆς δὲ τούτοις κατόπιν αὐτὸς ἦγε συνεχῆ τὰ βαρέα τῶν ὅπλων, καθάπερ καὶ πρότερον, ἑκάστων ποιούμενος | |
Hist.3.105.1 | παραπλήσιον τὸν χειρισμόν. ἄρτι δὲ τῆς ἡμέρας δια‐ φαινούσης, καὶ πάντων ταῖς τε διανοίαις καὶ τοῖς ὄμμασι περιεσπασμένων περὶ τοὺς ἐν τῷ γεωλόφῳ κινδυνεύοντας, ἀνύποπτος ἦν ἡ τῶν ἐνεδρευόντων | |
Hist.3.105.2 | ὑποβολή. τοῦ δ’ Ἀννίβου συνεχῶς μὲν ἐπαποστέλ‐ λοντος τοῖς ἐν τῷ λόφῳ τοὺς βοηθήσοντας, ἑπομέ‐ νου δὲ κατὰ πόδας αὐτοῦ μετὰ τῶν ἱππέων καὶ τῆς δυνάμεως, ταχέως συνέβη καὶ τοὺς ἱππεῖς συμπεσεῖν | |
Hist.3.105.3 | ἀλλήλοις. οὗ γενομένου, καὶ πιεζομένων τῶν Ῥω‐ μαίων εὐζώνων ὑπὸ τοῦ πλήθους τῶν ἱππέων, ἅμα μὲν οὗτοι καταφεύγοντες εἰς τὰ βαρέα τῶν ὅπλων | |
Hist.3.105.4 | θόρυβον ἐποίουν, ἅμα δὲ τοῦ συνθήματος ἀποδο‐ θέντος τοῖς ἐν ταῖς ἐνέδραις, πανταχόθεν ἐπιφαι‐ νομένων καὶ προσπιπτόντων τούτων, οὐκέτι περὶ τοὺς εὐζώνους μόνον, ἀλλὰ περὶ πᾶν τὸ στράτευμα | |
Hist.3.105.5 | μέγας κίνδυνος συνειστήκει τοῖς Ῥωμαίοις. κατὰ δὲ τὸν καιρὸν τοῦτον Φάβιος θεωρῶν τὸ γινόμενον καὶ διαγωνιάσας μὴ σφαλῶσι τοῖς ὅλοις, ἐξῆγε τὰς δυνάμεις καὶ κατὰ σπουδὴν ἐβοήθει τοῖς κινδυ‐ | |
Hist.3.105.6 | νεύουσι. ταχὺ δὲ συνεγγίσαντος αὐτοῦ, πάλιν ἀνα‐ θαρρήσαντες οἱ Ῥωμαῖοι, καίπερ λελυκότες ἤδη τὴν ὅλην τάξιν, αὖθις ἁθροιζόμενοι περὶ τὰς σημείας ἀνεχώρουν καὶ κατέφευγον ὑπὸ τὴν τούτων ἀσφά‐ | |
5 | λειαν, πολλοὺς μὲν ἀπολελωκότες τῶν εὐζώνων, ἔτι δὲ πλείους ἐκ τῶν ταγμάτων καὶ τοὺς ἀρίστους | |
Hist.3.105.7 | ἄνδρας. οἱ δὲ περὶ τὸν Ἀννίβαν καταπλαγέντες τὴν ἀκεραιότητα καὶ σύνταξιν τῶν παραβεβοηθηκό‐ των στρατοπέδων ἀπέστησαν τοῦ διωγμοῦ καὶ τῆς | |
Hist.3.105.8 | μάχης. τοῖς μὲν οὖν παρ’ αὐτὸν γενομένοις τὸν κίνδυνον ἦν ἐναργὲς ὅτι διὰ μὲν τὴν Μάρκου τόλ‐ μαν ἀπόλωλε τὰ ὅλα, διὰ δὲ τὴν εὐλάβειαν τοῦ | |
Hist.3.105.9 | Φαβίου σέσωσται καὶ πρὸ τοῦ καὶ νῦν· τοῖς δ’ ἐν τῇ Ῥώμῃ τότ’ ἐγένετο φανερὸν ὁμολογουμένως τί διαφέρει στρατιωτικῆς προπετείας καὶ κενοδοξίας στρατηγικὴ πρόνοια καὶ λογισμὸς ἑστὼς καὶ νουνε‐ | |
Hist.3.105.10 | χής. οὐ μὴν ἀλλ’ οἱ μὲν Ῥωμαῖοι διδαχθέντες ὑπὸ τῶν πραγμάτων καὶ βαλόμενοι χάρακα πάλιν ἕνα πάντες ἐστρατοπέδευσαν ὁμόσε καὶ λοιπὸν ἤδη Φαβίῳ προσεῖχον τὸν νοῦν καὶ τοῖς ὑπὸ τούτου | |
Hist.3.105.11 | παραγγελλομένοις. οἱ δὲ Καρχηδόνιοι τὸν μὲν με‐ ταξὺ τόπον τοῦ βουνοῦ καὶ τῆς σφετέρας παρεμβο‐ λῆς διετάφρευσαν, περὶ δὲ τὴν κορυφὴν τοῦ κατα‐ ληφθέντος λόφου χάρακα περιβαλόντες καὶ φυλακὴν | |
5 | ἐπιστήσαντες λοιπὸν ἤδη πρὸς τὴν χειμασίαν ἀσφα‐ λῶς ἡτοιμάζοντο. | |
Hist.3.106.1 | Τῆς δὲ τῶν ἀρχαιρεσίων ὥρας συνεγγιζούσης, εἵλοντο στρατηγοὺς οἱ Ῥωμαῖοι Λεύκιον Αἰμίλιον καὶ Γάιον Τερέντιον. ὧν κατασταθέντων οἱ μὲν | |
Hist.3.106.2 | δικτάτορες ἀπέθεντο τὴν ἀρχήν, οἱ δὲ προϋπάρχον‐ τες ὕπατοι, Γνάιος Σερουίλιος καὶ Μάρκος Ῥήγου‐ λος ὁ μετὰ τὴν Φλαμινίου τελευτὴν ἐπικατασταθείς, τότε προχειρισθέντες ὑπὸ τῶν περὶ τὸν Αἰμίλιον | |
5 | ἀντιστράτηγοι καὶ παραλαβόντες τὴν ἐν τοῖς ὑπαί‐ θροις ἐξουσίαν ἐχείριζον κατὰ τὴν ἑαυτῶν γνώμην | |
Hist.3.106.3 | τὰ κατὰ τὰς δυνάμεις. οἱ δὲ περὶ τὸν Αἰμίλιον βουλευσάμενοι μετὰ τῆς συγκλήτου τὸ μὲν ἐλλεῖπον πλῆθος ἔτι τῶν στρατιωτῶν πρὸς τὴν ὅλην ἐπιβο‐ | |
Hist.3.106.4 | λὴν παραχρῆμα καταγράψαντες ἐξαπέστειλαν, τοῖς δὲ περὶ τὸν Γνάιον διεσάφησαν ὁλοσχερῆ μὲν κίν‐ | |
δυνον κατὰ μηδένα τρόπον συνίστασθαι, τοὺς δὲ κατὰ μέρος ἀκροβολισμοὺς ὡς ἐνεργοτάτους ποιεῖ‐ | ||
5 | σθαι καὶ συνεχεστάτους χάριν τοῦ γυμνάζειν καὶ παρασκευάζειν εὐθαρσεῖς τοὺς νέους πρὸς τοὺς ὁλο‐ | |
Hist.3.106.5 | σχερεῖς ἀγῶνας, τῷ καὶ τὰ πρότερον αὐτοῖς συμ‐ πτώματα δοκεῖν οὐχ ἥκιστα γεγονέναι διὰ τὸ νεο‐ συλλόγοις καὶ τελέως ἀνασκήτοις κεχρῆσθαι τοῖς | |
Hist.3.106.6 | στρατοπέδοις. αὐτοὶ δὲ Λεύκιον μὲν Ποστόμιον, ἑξαπέλεκυν ὄντα στρατηγόν, στρατόπεδον δόντες εἰς Γαλατίαν ἐξαπέστειλαν, βουλόμενοι ποιεῖν ἀν‐ τιπερίσπασμα τοῖς Κελτοῖς τοῖς μετ’ Ἀννίβου στρα‐ | |
Hist.3.106.7 | τευομένοις. πρόνοιαν δ’ ἐποιήσαντο καὶ τῆς ἀνα‐ κομιδῆς τοῦ παραχειμάζοντος ἐν τῷ Λιλυβαίῳ στό‐ λου, διεπέμψαντο δὲ καὶ τοῖς ἐν Ἰβηρίᾳ στρατηγοῖς | |
Hist.3.106.8 | πάντα τὰ κατεπείγοντα πρὸς τὴν χρείαν. οὗτοι μὲν οὖν περὶ ταῦτα καὶ περὶ τὰς λοιπὰς ἐγίνοντο πα‐ | |
Hist.3.106.9 | ρασκευὰς ἐπιμελῶς. οἱ δὲ περὶ τὸν Γνάιον κομι‐ σάμενοι (τὰς) παρὰ τῶν ὑπάτων ἐντολὰς πάντα τὰ | |
Hist.3.106.10 | κατὰ μέρος ἐχείριζον κατὰ τὴν ἐκείνων γνώμην· διὸ καὶ τὸ πλείω γράφειν ὑπὲρ αὐτῶν παρήσομεν. ὁλο‐ σχερὲς μὲν γὰρ ἢ μνήμης ἄξιον ἁπλῶς οὐδὲν ἐπρά‐ χθη διὰ τὴν ἐντολὴν καὶ διὰ τὴν τοῦ καιροῦ περί‐ | |
Hist.3.106.11 | στασιν, ἀκροβολισμοὶ δὲ μόνον καὶ συμπλοκαὶ κατὰ μέρος ἐγίνοντο πλείους, ἐν αἷς εὐδοκίμουν οἱ προ‐ εστῶτες τῶν Ῥωμαίων· καὶ γὰρ ἀνδρωδῶς καὶ νουν‐ εχῶς ἐδόκουν ἕκαστα χειρίζειν. | |
Hist.3.107.1 | Τὸν μὲν οὖν χειμῶνα καὶ τὴν ἐαρινὴν ὥραν δι‐ έμειναν ἀντιστρατοπεδεύοντες ἀλλήλοις· ἤδη δὲ πα‐ ραδιδόντος τοῦ καιροῦ τὴν ἐκ τῶν ἐπετείων καρ‐ πῶν χορηγίαν, ἐκίνει τὴν δύναμιν ἐκ τοῦ περὶ τὸ | |
Hist.3.107.2 | Γερούνιον χάρακος Ἀννίβας. κρίνων δὲ συμφέρειν | |
τὸ κατὰ πάντα τρόπον ἀναγκάσαι μάχεσθαι τοὺς πολεμίους, καταλαμβάνει τὴν τῆς Κάννης προσαγο‐ | ||
Hist.3.107.3 | ρευομένης πόλεως ἄκραν. εἰς γὰρ ταύτην συν‐ έβαινε τόν τε σῖτον καὶ τὰς λοιπὰς χορηγίας ἁθροί‐ ζεσθαι τοῖς Ῥωμαίοις ἐκ τῶν περὶ Κανύσιον τόπων· ἐκ δὲ ταύτης ἀεὶ πρὸς τὴν χρείαν ἐπὶ τὸ στρατό‐ | |
Hist.3.107.4 | πεδον παρακομίζεσθαι. τὴν μὲν οὖν πόλιν ἔτι πρό‐ τερον συνέβαινε κατεσκάφθαι, τῆς παρασκευῆς δὲ καὶ τῆς ἄκρας τότε καταληφθείσης, οὐ μικρὰν συν‐ έπεσε ταραχὴν γενέσθαι περὶ τὰς τῶν Ῥωμαίων δυ‐ | |
Hist.3.107.5 | νάμεις· οὐ γὰρ μόνον διὰ τὰς χορηγίας ἐδυσχρη‐ στοῦντ’ ἐπὶ τῷ κατειλῆφθαι τὸν προειρημένον τό‐ πον, ἀλλὰ καὶ διὰ τὸ κατὰ τὴν πέριξ εὐφυῶς κεῖ‐ | |
Hist.3.107.6 | σθαι χώραν. πέμποντες οὖν εἰς τὴν Ῥώμην συν‐ εχῶς ἐπυνθάνοντο τί δεῖ ποιεῖν, ὡς ἐὰν ἐγγίσωσι τοῖς πολεμίοις, οὐ δυνησόμενοι φυγομαχεῖν, τῆς μὲν χώρας καταφθειρομένης, τῶν δὲ συμμάχων | |
Hist.3.107.7 | πάντων μετεώρων ὄντων ταῖς διανοίαις, (οἱ δ’) ἐβου‐ λεύσαντο μάχεσθαι καὶ συμβάλλειν τοῖς πολεμίοις. τοῖς μὲν οὖν περὶ τὸν Γνάιον ἐπισχεῖν ἔτι διεσά‐ | |
Hist.3.107.8 | φησαν, αὐτοὶ δὲ τοὺς ὑπάτους ἐξαπέστελλον. συν‐ έβαινε δὲ πάντας εἰς τὸν Αἰμίλιον ἀποβλέπειν καὶ πρὸς τοῦτον ἀπερείδεσθαι τὰς πλείστας ἐλπίδας διά τε τὴν ἐκ τοῦ λοιποῦ βίου καλοκἀγαθίαν καὶ | |
5 | διὰ τὸ μικροῖς πρότερον χρόνοις ἀνδρωδῶς ἅμα καὶ συμφερόντως δοκεῖν κεχειρικέναι τὸν πρὸς Ἰλλυρι‐ | |
Hist.3.107.9 | οὺς πόλεμον. προέθεντο δὲ στρατοπέδοις ὀκτὼ δια‐ κινδυνεύειν, ὃ πρότερον οὐδέποτ’ ἐγεγόνει παρὰ Ῥωμαίοις, ἑκάστου τῶν στρατοπέδων ἔχοντος ἄν‐ | |
Hist.3.107.10 | δρας εἰς πεντακισχιλίους χωρὶς τῶν συμμάχων. Ῥω‐ μαῖοι γάρ, καθά που καὶ πρότερον εἰρήκαμεν, ἀεί | |
ποτε τέτταρα στρατόπεδα προχειρ(ίζονται. τὸ δὲ στρα‐ τόπεδον) πεζοὺς μὲν λαμβάνει περὶ τετρακισχιλίους, | ||
Hist.3.107.11 | ἱππεῖς δὲ διακοσίους. ἐπὰν δέ τις ὁλοσχερεστέρα προφαίνηται χρεία, τοὺς μὲν πεζοὺς ἐν ἑκάστῳ στρα‐ τοπέδῳ ποιοῦσι περὶ πεντακισχιλίους, τοὺς δ’ ἱπ‐ | |
Hist.3.107.12 | πεῖς τριακοσίους. τῶν δὲ συμμάχων τὸ μὲν τῶν πεζῶν πλῆθος πάρισον ποιοῦσι τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις, τὸ δὲ τῶν ἱππέων ὡς ἐπίπαν τριπλά‐ | |
Hist.3.107.13 | σιον. τούτων δὲ τοὺς ἡμίσεις τῶν συμμάχων καὶ τὰ δύο στρατόπεδα δόντες ἑκατέρῳ τῶν ὑπάτων | |
Hist.3.107.14 | ἐξαποστέλλουσιν ἐπὶ τὰς πράξεις. καὶ τοὺς μὲν πλείστους ἀγῶνας δι’ ἑνὸς ὑπάτου καὶ δύο στρα‐ τοπέδων καὶ τοῦ προειρημένου πλήθους τῶν συμ‐ μάχων κρίνουσι, σπανίως δὲ πᾶσι πρὸς ἕνα καιρὸν | |
Hist.3.107.15 | καὶ πρὸς ἕνα χρῶνται κίνδυνον. τότε (γε) μὴν οὕτως ἐκπλαγεῖς ἦσαν καὶ κατάφοβοι τὸ μέλλον ὡς οὐ μό‐ νον τέτταρσιν, ἀλλ’ ὀκτὼ στρατοπέδοις Ῥωμαϊκοῖς ὁμοῦ προῄρηντο διακινδυνεύειν. | |
Hist.3.108.1 | Διὸ καὶ παρακαλέσαντες τοὺς περὶ τὸν Αἰμί‐ λιον καὶ πρὸ ὀφθαλμῶν θέντες τὸ μέγεθος τῶν εἰς ἑκάτερον τὸ μέρος ἀποβησομένων ἐκ τῆς μάχης ἐξαπέστειλαν, ἐντειλάμενοι σὺν καιρῷ κρίνειν τὰ | |
Hist.3.108.2 | ὅλα γενναίως καὶ τῆς πατρίδος ἀξίως. οἳ καὶ πα‐ ραγενόμενοι πρὸς τὰς δυνάμεις καὶ συναθροίσαντες τὰ πλήθη τήν τε τῆς συγκλήτου γνώμην διεσάφη‐ σαν τοῖς πολλοῖς καὶ παρεκάλουν τὰ πρέποντα | |
5 | τοῖς παρεστῶσι καιροῖς, ἐξ αὐτοπαθείας τοῦ Λευ‐ | |
Hist.3.108.3 | κίου διατιθεμένου τοὺς λόγους. ἦν δὲ τὰ πλεῖστα τῶν λεγομένων πρὸς τοῦτον τείνοντα τὸν νοῦν, τὸν ὑπὲρ τῶν νεωστὶ γεγονότων συμπτωμάτων· ὧδε γὰρ καὶ τῇδέ που συνέβαινε διατετράφθαι καὶ | |
Hist.3.108.4 | προσδεῖσθαι παραινέσεως τοὺς πολλούς. διόπερ ἐπειρᾶτο συνιστάνειν ὅτι τῶν μὲν ἐν ταῖς προγεγε‐ νημέναις μάχαις ἐλαττωμάτων οὐχ ἓν οὐδὲ δεύτε‐ ρον, καὶ πλείω δ’ ἂν εὕροι τις αἴτια, δι’ ἃ τοιοῦ‐ | |
Hist.3.108.5 | τον αὐτῶν ἐξέβη τὸ τέλος, ἐπὶ δὲ τῶν νῦν καιρῶν οὐδεμία λείπεται πρόφασις, ἐὰν ἄνδρες ὦσι, τοῦ | |
Hist.3.108.6 | μὴ νικᾶν τοὺς ἐχθρούς. τότε μὲν γὰρ οὔτε τοὺς ἡγεμόνας ἀμφοτέρους οὐδέποτε συνηγωνίσθαι τοῖς στρατοπέδοις οὔτε ταῖς δυνάμεσι κεχρῆσθαι γεγυ‐ μνασμέναις, ἀλλὰ νεοσυλλόγοις καὶ ἀοράτοις παντὸς | |
Hist.3.108.7 | δεινοῦ· τό τε μέγιστον, ἐπὶ τοσοῦτον ἀγνοεῖσθαι παρ’ αὐτοῖς πρότερον τὰ κατὰ τοὺς ὑπεναντίους ὥστε σχεδὸν μηδ’ ἑωρακότας τοὺς ἀνταγωνιστὰς πα‐ ρατάττεσθαι καὶ συγκαταβαίνειν εἰς τοὺς ὁλοσχε‐ | |
Hist.3.108.8 | ρεῖς κινδύνους. „οἱ μὲν γὰρ περὶ τὸν Τρεβίαν πο‐ ταμὸν σφαλέντες, ἐκ Σικελίας τῇ προτεραίᾳ πα‐ ραγενηθέντες, ἅμα τῷ φωτὶ τῇ κατὰ πόδας ἡμέρᾳ | |
Hist.3.108.9 | παρετάξαντο· τοῖς δὲ κατὰ Τυρρηνίαν ἀγωνισα‐ μένοις οὐχ οἷον πρότερον, ἀλλ’ οὐδ’ ἐν αὐτῇ τῇ μάχῃ συνιδεῖν ἐξεγένετο τοὺς πολεμίους διὰ | |
Hist.3.108.10 | τὸ περὶ τὸν ἀέρα γενόμενον σύμπτωμα. νῦν γε μὴν πάντα τἀναντία τοῖς προειρημένοις ὑπάρχει. | |
Hist.3.109.1 | πρῶτον γὰρ ἡμεῖς ἀμφότεροι πάρεσμεν, οὐ μόνον αὐτοὶ κοινωνήσοντες ὑμῖν τῶν κινδύνων, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ πρότερον ἔτους ἄρχοντας ἑτοί‐ μους παρεσκευάκαμεν πρὸς τὸ μένειν καὶ μετέχειν | |
Hist.3.109.2 | τῶν αὐτῶν ἀγώνων. ὑμεῖς γε μὴν οὐ μόνον ἑω‐ ράκατε τοὺς καθοπλισμούς, τὰς τάξεις, τὰ πλήθη τῶν πολεμίων, ἀλλὰ καὶ διαμαχόμενοι μόνον οὐ καθ’ ἑκάστην ἡμέραν δεύτερον ἐνιαυτὸν ἤδη διατε‐ | |
Hist.3.109.3 | λεῖτε. πάντων οὖν τῶν κατὰ μέρος ἐναντίως ἐχόν‐ | |
των ταῖς προγεγενημέναις μάχαις, εἰκὸς καὶ τὸ τέλος | ||
Hist.3.109.4 | ἐναντίον ἐκβήσεσθαι τοῦ νῦν ἀγῶνος. καὶ γὰρ ἄτο‐ πον, μᾶλλον δ’ ὡς εἰπεῖν ἀδύνατον, ἐν μὲν τοῖς κατὰ μέρος ἀκροβολισμοῖς ἴσους πρὸς ἴσους συμ‐ πίπτοντας τὸ πλεῖον ἐπικρατεῖν, ὁμοῦ δὲ πάντας | |
5 | παραταξαμένους πλείους ὄντας ἢ διπλασίους τῶν | |
Hist.3.109.5 | ὑπεναντίων ἐλαττωθῆναι. διόπερ, ὦ ἄνδρες, πάν‐ των ὑμῖν παρεσκευασμένων πρὸς τὸ νικᾶν, ἑνὸς προσδεῖται τὰ πράγματα, τῆς ὑμετέρας βουλήσεως καὶ προθυμίας, ὑπὲρ ἧς οὐδὲ παρακαλεῖσθαι πλείω | |
Hist.3.109.6 | πρέπειν ὑμῖν ὑπολαμβάνω. τοῖς μέν γε μισθοῦ παρά τισι στρατευομένοις ἢ τοῖς κατὰ συμμαχίαν ὑπὲρ τῶν πέλας μέλλουσι κινδυνεύειν, οἷς κατ’ αὐ‐ τὸν τὸν ἀγῶνα καιρός ἐστι δεινότατος, τὰ δ’ ἐκ τῶν | |
5 | ἀποβαινόντων βραχεῖαν ἔχει διαφοράν, ἀναγκαῖος | |
Hist.3.109.7 | ὁ τῆς παρακλήσεως γίνεται τρόπος· οἷς δέ, καθ‐ άπερ ὑμῖν νῦν, οὐχ ὑπὲρ ἑτέρων ἀλλ’ ὑπὲρ σφῶν αὐτῶν καὶ πατρίδος καὶ γυναικῶν καὶ τέκνων ὁ κίν‐ δυνος συνέστηκεν, καὶ πολλαπλασίαν τὰ μετὰ ταῦτα | |
5 | συμβαίνοντα τὴν διαφορὰν ἔχει τῶν ἐνεστώτων ἀεὶ κινδύνων, ὑπομνήσεως μόνον, παρακλήσεως δ’ οὐ | |
Hist.3.109.8 | προσδεῖ. τίς γὰρ οὐκ ἂν βούλοιτο μάλιστα μὲν νι‐ κᾶν ἀγωνιζόμενος, εἰ δὲ μὴ τοῦτ’ εἴη δυνατόν, τε‐ θνάναι πρόσθεν μαχόμενος ἢ ζῶν ἐπιδεῖν τὴν τῶν | |
Hist.3.109.9 | προειρημένων ὕβριν καὶ καταφθοράν; διόπερ, ὦ ἄνδρες, χωρὶς τῶν ὑπ’ ἐμοῦ λεγομένων, αὐτοὶ λαμ‐ βάνοντες πρὸ ὀφθαλμῶν τὴν ἐκ τοῦ λείπεσθαι καὶ τοῦ νικᾶν διαφορὰν καὶ τὰ συνεξακολουθοῦντα τού‐ | |
5 | τοις, οὕτως ἑαυτοὺς παραστήσεσθε πρὸς τὴν μάχην ὡς τῆς πατρίδος οὐ κινδυνευούσης νῦν αὐτοῖς τοῖς | |
Hist.3.109.10 | στρατοπέδοις, ἀλλὰ τοῖς ὅλοις. τί γὰρ ἔτι προσθεῖσα | |
τοῖς ὑποκειμένοις, ἐὰν ἄλλως πως τὰ παρόντα κριθῇ, | ||
Hist.3.109.11 | περιγενήσεται τῶν ἐχθρῶν, οὐκ ἔχει. πᾶσαν γὰρ τὴν αὑτῆς προθυμίαν καὶ δύναμιν εἰς ὑμᾶς ἀπήρεισται, καὶ πάσας τὰς ἐλπίδας ἔχει τῆς σωτηρίας ἐν ὑμῖν. | |
Hist.3.109.12 | ὧν ὑμεῖς αὐτὴν μὴ διαψεύσητε νῦν, ἀλλ’ ἀπόδοτε μὲν τῇ πατρίδι τὰς ἁρμοζούσας χάριτας, φανερὸν δὲ πᾶσιν ἀνθρώποις ποιήσατε διότι καὶ τὰ πρότερον ἐλαττώματα γέγονεν οὐ διὰ τὸ Ῥωμαίους χείρους | |
5 | ἄνδρας εἶναι Καρχηδονίων, ἀλλὰ δι’ ἀπειρίαν τῶν τότε μαχομένων καὶ διὰ τὰς ἐκ τῶν καιρῶν περιστά‐ | |
Hist.3.109.13 | σεις.“ τότε μὲν οὖν ταῦτα καὶ τοιαῦτα παρακαλέσας ὁ Λεύκιος διαφῆκε τοὺς πολλούς. | |
Hist.3.110.1 | Τῇ δ’ ἐπαύριον ἀναζεύξαντες ἦγον τὴν δύναμιν οὗ τοὺς πολεμίους ἤκουον στρατοπεδεύειν. δευτε‐ ραῖοι δ’ ἐπιβαλόντες παρενέβαλον, περὶ πεντήκοντα | |
Hist.3.110.2 | σταδίους ἀποσχόντες τῶν πολεμίων. ὁ μὲν οὖν Λεύ‐ κιος συνθεασάμενος ἐπιπέδους καὶ ψιλοὺς ὄντας τοὺς πέριξ τόπους οὐκ ἔφη δεῖν συμβάλλειν ἱππο‐ κρατούντων τῶν πολεμίων, ἀλλ’ ἐπισπᾶσθαι καὶ | |
5 | προάγειν μᾶλλον εἰς τόπους τοιούτους ἐν οἷς τὸ πλέον ἔσται διὰ τῶν πεζικῶν στρατοπέδων ἡ μάχη. | |
Hist.3.110.3 | τοῦ δὲ Γαΐου διὰ τὴν ἀπειρίαν ὑπὲρ τῆς ἐναντίας ὑπάρχοντος γνώμης, ἦν ἀμφισβήτησις καὶ δυσχρη‐ στία περὶ τοὺς ἡγεμόνας, ὃ πάντων ἐστὶ σφαλερώ‐ | |
Hist.3.110.4 | τατον. τῆς δ’ ἡγεμονίας τῷ Γαΐῳ καθηκούσης εἰς τὴν ἐπιοῦσαν ἡμέραν διὰ τὸ παρὰ μίαν ἐκ τῶν ἐθι‐ σμῶν μεταλαμβάνειν τὴν ἀρχὴν τοὺς ὑπάτους, ἀνα‐ στρατοπεδεύσας προῆγε, βουλόμενος ἐγγίσαι τοῖς πο‐ | |
5 | λεμίοις, πολλὰ διαμαρτυρομένου καὶ κωλύοντος τοῦ | |
Hist.3.110.5 | Λευκίου. ὁ δ’ Ἀννίβας ἀναλαβὼν τοὺς εὐζώνους καὶ τοὺς ἱππεῖς ἀπήντα καὶ προσπεσὼν ἔτι κατὰ | |
πορείαν οὖσι παραδόξως συνεπλέκετο καὶ πολὺν | ||
Hist.3.110.6 | ἐν αὐτοῖς ἐποιεῖτο θόρυβον. οἱ δὲ Ῥωμαῖοι τὴν μὲν πρώτην ἐπιφορὰν ἐδέξαντο, προθέμενοί τινας τῶν ἐν τοῖς βαρέσι καθοπλισμοῖς· μετὰ δὲ ταῦτα τοὺς ἀκοντιστὰς καὶ τοὺς ἱππεῖς ἐπαφέντες ἐπροτέρουν | |
5 | κατὰ τὴν ὅλην συμπλοκὴν διὰ τὸ τοῖς μὲν Καρχηδο‐ νίοις μηδὲν ἐφεδρεύειν ἀξιόλογον, τοῖς δὲ Ῥωμαίοις ἀναμεμιγμένας τοῖς εὐζώνοις ὁμόσε κινδυνεύειν τι‐ | |
Hist.3.110.7 | νὰς σπείρας. τότε μὲν οὖν ἐπιγενομένης νυκτὸς ἐχωρίσθησαν ἀπ’ ἀλλήλων, οὐ κατὰ τὴν ἐλπίδα τοῖς | |
Hist.3.110.8 | Καρχηδονίοις ἐκβάσης τῆς ἐπιθέσεως· εἰς δὲ τὴν ἐπαύριον ὁ Λεύκιος οὔτε μάχεσθαι κρίνων οὔτε μὴν ἀπάγειν ἀσφαλῶς τὴν στρατιὰν ἔτι δυνάμενος τοῖς μὲν δυσὶ μέρεσι κατεστρατοπέδευσε παρὰ τὸν Αὔφι‐ | |
5 | δον καλούμενον ποταμόν, ὃς μόνος διαρρεῖ τὸν | |
Hist.3.110.9 | Ἀπεννῖνον—τοῦτο δ’ ἔστιν ὄρος συνεχές, ὃ διείργει πάσας τὰς κατὰ τὴν Ἰταλίαν ῥύσεις, τὰς μὲν εἰς τὸ Τυρρηνικὸν πέλαγος, τὰς δ’ εἰς τὸν Ἀδρίαν· δι’ οὗ ῥέοντα συμβαίνει τὸν Αὔφιδον τὰς μὲν πηγὰς | |
5 | ἔχειν ἐν τοῖς πρὸς τὸ Τυρρηνικὸν κλίμασι τῆς Ἰτα‐ λίας, ποιεῖσθαι δὲ τὴν ἐκβολὴν εἰς τὸν Ἀδρίαν— | |
Hist.3.110.10 | τῷ δὲ τρίτῳ πέραν, ἀπὸ διαβάσεως πρὸς τὰς ἀνα‐ τολάς, ἐβάλετο χάρακα, τῆς μὲν ἰδίας παρεμβολῆς περὶ δέκα σταδίους ἀποσχών, τῆς δὲ τῶν ὑπεναν‐ | |
Hist.3.110.11 | τίων μικρῷ πλεῖον, βουλόμενος διὰ τούτων προκαθ‐ ῆσθαι μὲν τῶν ἐκ τῆς πέραν παρεμβολῆς προνο‐ μευόντων, ἐπικεῖσθαι δὲ τοῖς παρὰ τῶν Καρχη‐ δονίων. | |
Hist.3.111.1 | Ἀννίβας δὲ κατὰ τὸν αὐτὸν καιρὸν θεωρῶν ὅτι καλεῖ τὰ πράγματα μάχεσθαι καὶ συμβάλλειν τοῖς πολεμίοις, εὐλαβούμενος δὲ μὴ διατέτραπται τὸ | |
πλῆθος ἐκ τοῦ προγεγονότος ἐλαττώματος, κρίνας | ||
5 | προσδεῖσθαι παρακλήσεως τὸν καιρὸν συνῆγε τοὺς | |
Hist.3.111.2 | πολλούς. ἁθροισθέντων δέ, περιβλέψαι κελεύσας πάντας εἰς τοὺς πέριξ τόπους, ἤρετο τί μεῖζον εὔ‐ ξασθαι τοῖς θεοῖς κατὰ τοὺς παρόντας ἐδύναντο καιρούς, δοθείσης αὐτοῖς ἐξουσίας, τοῦ παρὰ πολὺ | |
5 | τῶν πολεμίων ἱπποκρατοῦντας ἐν τοιούτοις τόποις | |
Hist.3.111.3 | διακριθῆναι περὶ τῶν ὅλων. πάντων δὲ τὸ ῥηθὲν ἐπισημηναμένων διὰ τὴν ἐνάργειαν „τούτου τοι‐ γαροῦν“ ἔφη „πρῶτον μὲν τοῖς θεοῖς ἔχετε χάριν· ἐκεῖνοι γὰρ ἡμῖν συγκατασκευάζοντες τὴν νίκην εἰς | |
Hist.3.111.4 | τοιούτους τόπους ἤχασι τοὺς ἐχθρούς· δεύτερον δ’ ἡμῖν, ὅτι καὶ μάχεσθαι τοὺς πολεμίους συνηναγκά‐ σαμεν· οὐ γὰρ ἔτι δύνανται τοῦτο διαφυγεῖν· καὶ μάχεσθαι προφανῶς ἐν τοῖς ἡμετέροις προτερήμασι. | |
Hist.3.111.5 | τὸ δὲ παρακαλεῖν ὑμᾶς νῦν διὰ πλειόνων εὐθαρ‐ σεῖς καὶ προθύμους εἶναι πρὸς τὸν κίνδυνον οὐδα‐ | |
Hist.3.111.6 | μῶς μοι δοκεῖ καθήκειν. ὅτε μὲν γὰρ ἀπείρως διέκεισθε τῆς πρὸς Ῥωμαίους μάχης, ἔδει τοῦτο ποιεῖν, καὶ μεθ’ ὑποδειγμάτων ἐγὼ πρὸς ὑμᾶς πολ‐ | |
Hist.3.111.7 | λοὺς διεθέμην λόγους· ὅτε δὲ κατὰ τὸ συνεχὲς τρισὶ μάχαις τηλικαύταις ἐξ ὁμολογουμένου νενικήκατε Ῥωμαίους, ποῖος ἂν ἔτι λόγος ὑμῖν ἰσχυρότερον | |
Hist.3.111.8 | παραστήσαι θάρσος αὐτῶν τῶν ἔργων; διὰ μὲν οὖν τῶν πρὸ τοῦ κινδύνων κεκρατήκατε τῆς χώρας καὶ τῶν ἐκ ταύτης ἀγαθῶν κατὰ τὰς ἡμετέρας ἐπαγγε‐ λίας, ἀψευστούντων ἡμῶν ἐν πᾶσι τοῖς πρὸς ὑμᾶς | |
5 | εἰρημένοις· ὁ δὲ νῦν ἀγὼν ἐνέστηκεν περὶ τῶν πό‐ | |
Hist.3.111.9 | λεων καὶ τῶν ἐν αὐταῖς ἀγαθῶν. οὗ κρατήσαντες κύριοι μὲν ἔσεσθε παραχρῆμα πάσης Ἰταλίας, ἀπαλ‐ λαγέντες δὲ τῶν νῦν πόνων, γενόμενοι συμπάσης | |
ἐγκρατεῖς τῆς Ῥωμαίων εὐδαιμονίας, ἡγεμόνες ἅμα | ||
5 | καὶ δεσπόται πάντων γενήσεσθε διὰ ταύτης τῆς | |
Hist.3.111.10 | μάχης. διόπερ οὐκέτι λόγων ἀλλ’ ἔργων ἐστὶν ἡ χρεία· θεῶν γὰρ βουλομένων ὅσον οὔπω βεβαιώ‐ | |
Hist.3.111.11 | σειν ὑμῖν πέπεισμαι τὰς ἐπαγγελίας.“ ταῦτα δὲ καὶ τούτοις παραπλήσια διαλεχθείς, προθύμως αὐτὸν ἐπισημαινομένου τοῦ πλήθους, ἐπαινέσας καὶ δεξά‐ μενος αὐτῶν τὴν ὁρμὴν ἀφῆκε καὶ παραχρῆμα κατ‐ | |
5 | εστρατοπέδευσε, ποιούμενος τὸν χάρακα παρὰ τὴν αὐτὴν πλευρὰν τοῦ ποταμοῦ τῇ μείζονι στρατοπε‐ δείᾳ τῶν ὑπεναντίων. | |
Hist.3.112.1 | Τῇ δ’ ἐχομένῃ περὶ παρασκευὴν καὶ θεραπείαν παρήγγειλε γίνεσθαι πᾶσι. τῇ δ’ ἑξῆς παρὰ τὸν ποταμὸν ἐξέταττε τὰ στρατόπεδα καὶ δῆλος ἦν μά‐ | |
Hist.3.112.2 | χεσθαι σπεύδων τοῖς ὑπεναντίοις. ὁ δὲ Λεύκιος δυσαρεστούμενος μὲν τοῖς τόποις, ὁρῶν δ’ ὅτι τα‐ χέως ἀναγκασθήσονται μεταστρατοπεδεύειν οἱ Καρ‐ χηδόνιοι διὰ τὸν πορισμὸν τῶν ἐπιτηδείων, εἶχε | |
5 | τὴν ἡσυχίαν, ἀσφαλισάμενος ταῖς ἐφεδρείαις τὰς | |
Hist.3.112.3 | παρεμβολάς. Ἀννίβας δὲ χρόνον ἱκανὸν μείνας, οὐδενὸς ἀντεξιόντος, τὴν μὲν λοιπὴν δύναμιν αὖθις εἰς χάρακα κατέστησεν, τοὺς δὲ Νομάδας ἐπαφῆκε τοῖς ὑδρευομένοις ἀπὸ τῆς ἐλάττονος παρεμβολῆς. | |
Hist.3.112.4 | τῶν δὲ Νομάδων ἕως πρὸς αὐτὸν τὸν χάρακα προσ‐ πιπτόντων καὶ διακωλυόντων τὴν ὑδρείαν, ὅ τε Γάιος ἔτι μᾶλλον ἐπὶ τούτοις παρωξύνετο, τά τε πλήθη πρὸς τὸν κίνδυνον ὁρμὴν εἶχεν καὶ δυσχερῶς | |
Hist.3.112.5 | ἔφερε τὰς ὑπερθέσεις. βαρύτατος γὰρ δὴ πᾶσιν ἀνθρώποις ὁ τοῦ μέλλειν γίνεται χρόνος· ὅταν δ’ ἅπαξ κριθῇ, ὅ,τι ἂν ᾖ πάσχειν πάντων τῶν δο‐ | |
Hist.3.112.6 | κούντων εἶναι δεινῶν ὑπομενετέον. εἰς δὲ τὴν | |
Ῥώμην προσπεπτωκότος ὅτι παραστρατοπεδεύουσιν ἀλλήλοις καὶ συμπλοκαὶ γίνονται τῶν προκινδυ‐ νευόντων ἀν’ ἑκάστην ἡμέραν, ὀρθὴ καὶ περίφοβος | ||
Hist.3.112.7 | ἦν ἡ πόλις, δεδιότων μὲν τῶν πολλῶν τὸ μέλλον διὰ τὸ πολλάκις ἤδη προηττῆσθαι, προορωμένων δὲ καὶ προλαμβανόντων τὰ συμβησόμενα ταῖς ἐν‐ | |
Hist.3.112.8 | νοίαις, ἐὰν σφάλλωνται τοῖς ὅλοις. πάντα δ’ ἦν τὰ παρ’ αὐτοῖς λόγια πᾶσι τότε διὰ στόματος, ση‐ μείων δὲ καὶ τεράτων πᾶν μὲν ἱερόν, πᾶσα δ’ ἦν οἰκία πλήρης, ἐξ ὧν εὐχαὶ καὶ θυσίαι καὶ θεῶν | |
Hist.3.112.9 | ἱκετηρίαι καὶ δεήσεις ἐπεῖχον τὴν πόλιν. δεινοὶ γὰρ ἐν ταῖς περιστάσεσι Ῥωμαῖοι καὶ θεοὺς ἐξιλά‐ σασθαι καὶ ἀνθρώπους καὶ μηδὲν ἀπρεπὲς μηδ’ ἀγεν‐ νὲς ἐν τοῖς τοιούτοις καιροῖς ἡγεῖσθαι τῶν περὶ | |
5 | ταῦτα συντελουμένων. | |
Hist.3.113.1 | Ὁ δὲ Γάιος ἅμα τῷ παραλαβεῖν τῇ κατὰ πόδας ἡμέρᾳ τὴν ἀρχήν, ἄρτι τῆς κατὰ τὸν ἥλιον ἀνατολῆς ἐπιφαινομένης, ἐκίνει τὴν δύναμιν ἐξ ἑκατέρας ἅμα | |
Hist.3.113.2 | τῆς παρεμβολῆς καὶ τοὺς μὲν ἐκ τοῦ μείζονος χά‐ ρακος διαβιβάζων τὸν ποταμὸν εὐθέως παρενέβαλε, τοὺς (δ’) ἐκ θατέρου συνάπτων τούτοις ἐπὶ τὴν αὐτὴν εὐθεῖαν ἐξέταττε, λαμβάνων πᾶσι τὴν ἐπιφάνειαν | |
Hist.3.113.3 | τὴν πρὸς μεσημβρίαν. τοὺς μὲν οὖν τῶν Ῥωμαίων ἱππεῖς παρ’ αὐτὸν τὸν ποταμὸν ἐπὶ τοῦ δεξιοῦ κέρα‐ τος κατέστησε, τοὺς δὲ πεζοὺς συνεχεῖς τούτοις ἐπὶ τῆς αὐτῆς εὐθείας ἐξέτεινε, πυκνοτέρας ἢ πρόσθεν | |
5 | τὰς σημείας καθιστάνων, καὶ ποιῶν πολλαπλάσιον | |
Hist.3.113.4 | τὸ βάθος ἐν ταῖς σπείραις τοῦ μετώπου· τοὺς δὲ τῶν συμμάχων ἱππεῖς εἰς τὸ λαιὸν κέρας παρεν‐ έβαλε· πάσης δὲ τῆς δυνάμεως προέστησε τοὺς εὐ‐ | |
Hist.3.113.5 | ζώνους ἐν ἀποστάσει. ἦσαν δὲ σὺν τοῖς συμμάχοις | |
πεζῶν μὲν εἰς ὀκτὼ μυριάδας, ἱππεῖς δὲ μικρῷ | ||
Hist.3.113.6 | πλείους τῶν ἑξακισχιλίων. Ἀννίβας δὲ κατὰ τὸν αὐτὸν καιρὸν τοὺς μὲν Βαλιαρεῖς καὶ λογχοφόρους διαβιβάσας τὸν ποταμὸν προεβάλετο τῆς δυνάμεως, τοὺς δὲ λοιποὺς ἐξαγαγὼν ἐκ τοῦ χάρακος καὶ πε‐ | |
5 | ραιώσας κατὰ διττοὺς τόπους τὸ ῥεῖθρον ἀντετάτ‐ | |
Hist.3.113.7 | τετο τοῖς πολεμίοις. ἐτίθει δ’ ἐπ’ αὐτὸν μὲν τὸν ποταμόν, ἐπὶ τῶν εὐωνύμων, τοὺς Ἴβηρας καὶ Κελ‐ τοὺς ἱππεῖς ἀντίους τοῖς τῶν Ῥωμαίων ἱππεῦσι, συνεχεῖς δὲ τούτοις πεζοὺς τοὺς ἡμίσεις τῶν ἐν | |
5 | τοῖς βαρέσι καθοπλισμοῖς Λιβύων, ἑξῆς δὲ τοῖς εἰρημένοις Ἴβηρας καὶ Κελτούς. παρὰ δὲ τούτοις τὸ λοιπὸν μέρος ἔθηκε τῶν Λιβύων, ἐπὶ δὲ τοῦ | |
Hist.3.113.8 | δεξιοῦ κέρως ἐπέταξε τοὺς Νομαδικοὺς ἱππεῖς. ἐπεὶ δὲ πάντ’ ἐπὶ μίαν εὐθεῖαν ἐξέτεινε, μετὰ ταῦτα λαβὼν τὰ μέσα τῶν Ἰβήρων καὶ Κελτῶν τάγματα προῆγε καὶ τἄλλα τούτοις ἐκ τοῦ κατὰ λόγον παρ‐ | |
5 | ίστανε ζυγοῦντα, μηνοειδὲς ποιῶν τὸ κύρτωμα καὶ | |
Hist.3.113.9 | λεπτύνων τὸ τούτων αὐτῶν σχῆμα, βουλόμενος ἐφ‐ εδρείας μὲν τάξιν ἐν τῇ μάχῃ τοὺς Λίβυας αὐτῶν ἔχειν, προκινδυνεῦσαι δὲ τοῖς Ἴβηρσι καὶ Κελτοῖς. | |
Hist.3.114.1 | Ἦν δ’ ὁ καθοπλισμὸς τῶν μὲν Λιβύων Ῥωμαϊ‐ κός, οὓς πάντας Ἀννίβας τοῖς ἐκ τῆς προγεγενη‐ | |
Hist.3.114.2 | μένης μάχης σκύλοις ἐκλέξας κατακεκοσμήκει· τῶν δ’ Ἰβήρων καὶ Κελτῶν ὁ μὲν θυρεὸς ἦν παραπλή‐ | |
Hist.3.114.3 | σιος, τὰ δὲ ξίφη τὴν ἐναντίαν εἶχε διάθεσιν· τῆς μὲν γὰρ οὐκ ἔλαττον τὸ κέντημα τῆς καταφορᾶς ἴσχυε πρὸς τὸ βλάπτειν, ἡ δὲ Γαλατικὴ μάχαιρα μίαν εἶχε χρείαν τὴν ἐκ καταφορᾶς, καὶ ταύτην ἐξ | |
Hist.3.114.4 | ἀποστάσεως. ἐναλλὰξ (δὲ) ταῖς σπείραις αὐτῶν πα‐ ρατεταγμένων, καὶ τῶν μὲν Κελτῶν γυμνῶν, τῶν | |
δ’ Ἰβήρων λινοῖς περιπορφύροις χιτωνίσκοις κεκο‐ σμημένων κατὰ τὰ πάτρια, ξενίζουσαν ἅμα καὶ κα‐ | ||
Hist.3.114.5 | ταπληκτικὴν συνέβαινε γίνεσθαι τὴν πρόσοψιν. ἦν δὲ τὸ μὲν τῶν ἱππικῶν πλῆθος τὸ σύμπαν τοῖς Καρχηδονίοις εἰς μυρίους, τὸ δὲ τῶν πεζῶν οὐ πολὺ πλείους τετρακισμυρίων σὺν τοῖς Κελτοῖς. | |
Hist.3.114.6 | εἶχε δὲ τὸ μὲν δεξιὸν τῶν Ῥωμαίων Αἰμίλιος, τὸ δ’ εὐώνυμον Γάιος, τὰ δὲ μέσα Μάρκος καὶ Γνάιος | |
Hist.3.114.7 | οἱ τῷ πρότερον ἔτει στρατηγοῦντες. τῶν δὲ Καρ‐ χηδονίων τὸ μὲν εὐώνυμον Ἀσδρούβας εἶχε, τὸ δὲ δεξιὸν Ἄννων· ἐπὶ δὲ τοῖς μέσοις αὐτὸς ἦν Ἀννί‐ | |
Hist.3.114.8 | βας, ἔχων μεθ’ ἑαυτοῦ Μάγωνα τὸν ἀδελφόν. βλε‐ πούσης δὲ τῆς μὲν τῶν Ῥωμαίων τάξεως πρὸς με‐ σημβρίαν, ὡς ἐπάνω προεῖπα, τῆς δὲ τῶν Καρχη‐ δονίων πρὸς τὰς ἄρκτους, ἑκατέροις ἀβλαβῆ συν‐ | |
5 | έβαινε γίνεσθαι τὴν κατὰ τὸν ἥλιον ἀνατολήν. | |
Hist.3.115.1 | Γενομένης δὲ τῆς συμπλοκῆς τῆς πρώτης ἐκ τῶν προτεταγμένων, τὰς μὲν ἀρχὰς αὐτῶν τῶν εὐζώνων | |
Hist.3.115.2 | ἔπισος ἦν ὁ κίνδυνος, ἅμα δὲ τῷ τοὺς Ἴβηρας καὶ Κελτοὺς ἱππεῖς ἀπὸ τῶν εὐωνύμων πελάσαι τοῖς Ῥωμαίοις ἐποίουν οὗτοι μάχην ἀληθινὴν καὶ | |
Hist.3.115.3 | βαρβαρικήν· οὐ γὰρ ἦν κατὰ νόμους ἐξ ἀναστροφῆς καὶ μεταβολῆς ὁ κίνδυνος, ἀλλ’ εἰσάπαξ συμπεσόν‐ τες ἐμάχοντο συμπλεκόμενοι κατ’ ἄνδρα, παρακατα‐ | |
Hist.3.115.4 | βαίνοντες ἀπὸ τῶν ἵππων. ἐπειδὴ δ’ ἐκράτησαν οἱ παρὰ τῶν Καρχηδονίων καὶ τοὺς μὲν πλείστους ἀπέκτειναν ἐν τῇ συμπλοκῇ, πάντων ἐκθύμως καὶ γενναίως διαγωνιζομένων τῶν Ῥωμαίων, τοὺς δὲ | |
5 | λοιποὺς ἤλαυνον παρὰ τὸν ποταμὸν φονεύοντες καὶ προσφέροντες τὰς χεῖρας ἀπαραιτήτως, τότε δὴ τὰ πεζικὰ στρατόπεδα διαδεξάμενα τοὺς εὐζώνους συν‐ | |
Hist.3.115.5 | έπεσεν ἀλλήλοις. ἐπὶ βραχὺ μὲν οὖν τῶν Ἰβήρων καὶ τῶν Κελτῶν ἔμενον αἱ τάξεις καὶ διεμάχοντο τοῖς Ῥωμαίοις γενναίως· μετὰ δὲ ταῦτα τῷ βάρει θλιβόμενοι κλίνοντες ὑπεχώρουν εἰς τοὐπίσω, λύ‐ | |
Hist.3.115.6 | σαντες τὸν μηνίσκον. αἱ δὲ τῶν Ῥωμαίων σπεῖραι κατὰ τὴν ἐκθυμίαν ἑπόμεναι τούτοις διέκοψαν ῥᾳ‐ δίως τὴν τῶν ὑπεναντίων τάξιν, ἅτε δὴ τῶν μὲν Κελτῶν ἐπὶ λεπτὸν ἐκτεταγμένων, αὐτοὶ δὲ πεπυ‐ | |
5 | κνωκότες ἀπὸ τῶν κεράτων ἐπὶ τὰ μέσα καὶ τὸν | |
Hist.3.115.7 | κινδυνεύοντα τόπον· οὐ γὰρ ἅμα συνέβαινε τὰ κέ‐ ρατα καὶ τὰ μέσα συμπίπτειν, ἀλλὰ πρῶτα τὰ μέσα διὰ (τὸ) τοὺς Κελτοὺς ἐν μηνοειδεῖ σχήματι τεταγ‐ μένους πολὺ προπεπτωκέναι τῶν κεράτων, ἅτε τοῦ | |
5 | μηνίσκου τὸ κύρτωμα πρὸς τοὺς πολεμίους ἔχοντος. | |
Hist.3.115.8 | πλὴν ἑπόμενοί γε τούτοις οἱ Ῥωμαῖοι καὶ συντρέ‐ χοντες ἐπὶ τὰ μέσα καὶ τὸν εἴκοντα τόπον τῶν πο‐ λεμίων οὕτως ἐπὶ πολὺ προέπεσον ὥστ’ ἐξ ἑκατέρου τοῦ μέρους κατὰ τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας | |
5 | τοὺς Λίβυας αὐτῶν γενέσθαι τοὺς ἐν τοῖς βαρέσι | |
Hist.3.115.9 | καθοπλισμοῖς· ὧν οἱ μὲν ἀπὸ τοῦ δεξιοῦ κέρατος κλίναντες ἐπ’ ἀσπίδα καὶ τὴν ἐμβολὴν ἐκ δόρατος ποιούμενοι παρίσταντο παρὰ πλευρὰν τοῖς πολε‐ | |
Hist.3.115.10 | μίοις, οἱ δ’ ἀπὸ τῶν εὐωνύμων ἐπὶ δόρυ ποιού‐ μενοι τὴν κλίσιν ἐξ ἀσπίδος ἐπιπαρενέβαλλον, αὐ‐ τοῦ τοῦ πράγματος ὃ δέον ἦν ποιεῖν ὑποδεικνύντος. | |
Hist.3.115.11 | ἐξ οὗ συνέβη κατὰ τὴν Ἀννίβου πρόνοιαν μέσους ἀποληφθῆναι τοὺς Ῥωμαίους ὑπὸ τῶν Λιβύων κατὰ | |
Hist.3.115.12 | τὴν ἐπὶ τοὺς Κελτοὺς παράπτωσιν. οὗτοι μὲν οὖν οὐκέτι φαλαγγηδόν, ἀλλὰ κατ’ ἄνδρα καὶ κατὰ σπεί‐ ρας στρεφόμενοι πρὸς τοὺς ἐκ τῶν πλαγίων προσ‐ | |
Hist.3.116.1 | πεπτωκότας ἐποιοῦντο τὴν μάχην· Λεύκιος δὲ καί‐ | |
περ ὢν ἐξ ἀρχῆς ἐπὶ τοῦ δεξιοῦ κέρατος καὶ με‐ τασχὼν ἐπί (τι) τοῦ τῶν ἱππέων ἀγῶνος ὅμως ἔτι | ||
Hist.3.116.2 | τότε διεσῴζετο. βουλόμενος δὲ τοῖς κατὰ τὴν πα‐ ράκλησιν λόγοις ἀκολούθως ἐπ’ αὐτῶν γίνεσθαι τῶν ἔργων καὶ θεωρῶν τὸ συνέχον τῆς κατὰ τὸν ἀγῶνα κρίσεως ἐν τοῖς πεζικοῖς στρατοπέδοις κεί‐ | |
Hist.3.116.3 | μενον, παριππεύων ἐπὶ τὰ μέσα τῆς ὅλης παρατά‐ ξεως ἅμα μὲν αὐτὸς συνεπλέκετο καὶ προσέφερε τὰς χεῖρας τοῖς ὑπεναντίοις, ἅμα δὲ παρεκάλει καὶ παρ‐ | |
Hist.3.116.4 | ώξυνε τοὺς παρ’ αὑτοῦ στρατιώτας. τὸ δὲ παρα‐ πλήσιον Ἀννίβας ἐποίει· καὶ γὰρ οὗτος ἐξ ἀρχῆς | |
Hist.3.116.5 | ἐπὶ τούτοις τοῖς μέρεσιν ἐπέστη τῆς δυνάμεως. οἱ δὲ Νομάδες ἀπὸ τοῦ δεξιοῦ κέρατος προσπίπτοντες τοῖς ὑπεναντίοις ἱππεῦσι τοῖς ἐπὶ τῶν εὐωνύμων τεταγμένοις μέγα μὲν οὔτ’ ἐποίουν οὐδὲν οὔτ’ | |
5 | ἔπασχον διὰ τὴν ἰδιότητα τῆς μάχης, ἀπράκτους γε μὴν τοὺς πολεμίους παρεσκεύαζον, περισπῶντες | |
Hist.3.116.6 | καὶ πανταχόθεν προσπίπτοντες. ἐπεὶ δ’ οἱ περὶ τὸν Ἀσδρούβαν ἀποκτείναντες τοὺς περὶ τὸν ποταμὸν ἱππεῖς πλὴν παντελῶς ὀλίγων παρεβοήθησαν ἀπὸ τῶν εὐωνύμων τοῖς Νομάσιν, τότε προϊδόμενοι τὴν | |
5 | ἔφοδον αὐτῶν οἱ σύμμαχοι τῶν Ῥωμαίων ἱππεῖς | |
Hist.3.116.7 | ἐκκλίναντες ἀπεχώρουν. ἐν ᾧ καιρῷ πραγματικὸν δοκεῖ ποιῆσαι καὶ φρόνιμον ἔργον Ἀσδρούβας· θεω‐ ρῶν γὰρ τοὺς Νομάδας τῷ τε πλήθει πολλοὺς ὄντας καὶ πρακτικωτάτους καὶ φοβερωτάτους τοῖς ἅπαξ | |
5 | ἐγκλίνασιν, τοὺς μὲν φεύγοντας παρέδωκε τοῖς Νο‐ μάσιν, πρὸς δὲ τὴν τῶν πεζῶν μάχην ἡγεῖτο, σπεύ‐ | |
Hist.3.116.8 | δων παραβοηθῆσαι τοῖς Λίβυσι. προσπεσὼν δὲ τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις κατὰ νώτου καὶ ποιούμε‐ νος ἐκ διαδοχῆς ταῖς ἴλαις ἐμβολὰς ἅμα κατὰ πολ‐ | |
λοὺς τόπους ἐπέρρωσε μὲν τοὺς Λίβυας, ἐταπεί‐ | ||
5 | νωσε δὲ καὶ κατέπληξε ταῖς ψυχαῖς τοὺς Ῥωμαίους. | |
Hist.3.116.9 | ἐν ᾧ καιρῷ καὶ Λεύκιος Αἰμίλιος περιπεσὼν βιαίοις πληγαῖς ἐν χειρῶν νόμῳ μετήλλαξε τὸν βίον, ἀνὴρ πάντα τὰ δίκαια τῇ πατρίδι κατὰ τὸν λοιπὸν βίον καὶ κατὰ τὸν ἔσχατον καιρόν, εἰ καί τις ἕτερος, | |
Hist.3.116.10 | ποιήσας. οἱ δὲ Ῥωμαῖοι μέχρι μὲν ἐμάχοντο κατὰ τὰς ἐπιφανείας στρεφόμενοι πρὸς τοὺς κεκυκλωκό‐ | |
Hist.3.116.11 | τας, ἀντεῖχον· ἀεὶ δὲ τῶν πέριξ ἀπολλυμένων, καὶ κατὰ βραχὺ συγκλειόμενοι, τέλος αὐτοῦ πάντες, ἐν οἷς καὶ Μάρκος καὶ Γνάιος, ἔπεσον, οἱ τὸ πρότερον ἔτος ὕπατοι γεγονότες, ἄνδρες ἀγαθοὶ καὶ τῆς Ῥώ‐ | |
Hist.3.116.12 | μης ἄξιοι γενόμενοι κατὰ τὸν κίνδυνον. κατὰ δὲ τὸν τούτων φόνον καὶ τὴν συμπλοκὴν οἱ Νομάδες ἑπόμενοι τοῖς φεύγουσι τῶν ἱππέων τοὺς μὲν πλεί‐ στους ἀπέκτειναν, τοὺς δὲ κατεκρήμνισαν ἀπὸ τῶν | |
Hist.3.116.13 | ἵππων. ὀλίγοι δέ τινες εἰς Οὐενουσίαν διέφυγον, ἐν οἷς ἦν καὶ Γάιος Τερέντιος ὁ τῶν Ῥωμαίων στρατηγός, ἀνὴρ αἰσχρὰν μὲν τὴν ψυχὴν ἀλυσιτελῆ δὲ τὴν ἀρχὴν τὴν αὑτοῦ τῇ πατρίδι πεποιημένος. | |
Hist.3.117.1 | Ἡ μὲν οὖν περὶ Κάνναν γενομένη μάχη Ῥω‐ μαίων καὶ Καρχηδονίων ἐπετελέσθη τὸν τρόπον τοῦτον, μάχη γενναιοτάτους ἄνδρας ἔχουσα καὶ τοὺς | |
Hist.3.117.2 | νικήσαντας καὶ τοὺς ἡττηθέντας. δῆλον δὲ τοῦτ’ ἐγένετ’ ἐξ αὐτῶν τῶν πραγμάτων. τῶν μὲν γὰρ ἑξακισχιλίων ἱππέων ἑβδομήκοντα μὲν εἰς Οὐενου‐ σίαν μετὰ Γαΐου διέφυγον, περὶ τριακοσίους δὲ τῶν | |
Hist.3.117.3 | συμμάχων σποράδες εἰς τὰς πόλεις ἐσώθησαν· ἐκ δὲ τῶν πεζῶν μαχόμενοι μὲν ἑάλωσαν εἰς μυρίους— οἱ δ’ ἐκτὸς ὄντες τῆς μάχης—ἐξ αὐτοῦ δὲ τοῦ κιν‐ δύνου τρισχίλιοι μόνον ἴσως εἰς τὰς παρακειμένας | |
Hist.3.117.4 | πόλεις διέφυγον. οἱ δὲ λοιποὶ πάντες, ὄντες εἰς ἑπτὰ μυριάδας, ἀπέθανον εὐγενῶς, τὴν μεγίστην χρείαν παρεσχημένου τοῖς Καρχηδονίοις εἰς τὸ νικᾶν | |
Hist.3.117.5 | καὶ τότε καὶ πρὸ τοῦ (τοῦ) τῶν ἱππέων ὄχλου. καὶ δῆλον ἐγένετο τοῖς ἐπιγενομένοις ὅτι κρεῖττόν ἐστι πρὸς τοὺς τῶν πολέμων καιροὺς ἡμίσεις ἔχειν πε‐ ζούς, ἱπποκρατεῖν δὲ τοῖς ὅλοις, μᾶλλον ἢ πάντα | |
Hist.3.117.6 | πάρισα τοῖς πολεμίοις ἔχοντα διακινδυνεύειν. τῶν δὲ μετ’ Ἀννίβου Κελτοὶ μὲν ἔπεσον εἰς τετρακισχι‐ λίους, Ἴβηρες δὲ καὶ Λίβυες εἰς χιλίους καὶ πεντα‐ | |
Hist.3.117.7 | κοσίους, ἱππεῖς δὲ περὶ διακοσίους. οἱ δὲ ζωγρη‐ θέντες τῶν Ῥωμαίων ἐκτὸς ἐγένοντο τοῦ κινδύνου, | |
Hist.3.117.8 | καὶ διὰ τοιαύτην αἰτίαν. Λεύκιος ἀπέλιπε μυρίους πεζοὺς ἐπὶ τῆς ἑαυτοῦ παρεμβολῆς, ἵν’ ἐὰν μὲν Ἀννίβας ὀλιγωρήσας τοῦ χάρακος ἐκτάξῃ πᾶσι, πα‐ ραπεσόντες οὗτοι κατὰ τὸν τῆς μάχης καιρὸν ἐγκρα‐ | |
Hist.3.117.9 | τεῖς γένωνται τῆς τῶν πολεμίων ἀποσκευῆς, ἐὰν δὲ προϊδόμενος τὸ μέλλον ἀπολίπῃ φυλακὴν ἀξιόχρεων, πρὸς ἐλάττους αὐτοῖς ὁ περὶ τῶν ὅλων γένηται κίν‐ | |
Hist.3.117.10 | δυνος. ἑάλωσαν δὲ τοιούτῳ τινὶ τρόπῳ. καταλι‐ πόντος Ἀννίβου φυλακὴν ἀρκοῦσαν ἐπὶ τοῦ χάρα‐ κος, ἅμα τῷ κατάρξασθαι τὴν μάχην κατὰ τὸ συν‐ ταχθὲν ἐπολιόρκουν οἱ Ῥωμαῖοι, προσβάλλοντες τοὺς | |
5 | ἀπολελειμμένους ἐν τῷ τῶν Καρχηδονίων χάρακι. | |
Hist.3.117.11 | τὸ μὲν οὖν πρῶτον ἀντεῖχον· ἤδη δ’ αὐτῶν πιεζο‐ μένων, ἐπειδὴ κατὰ πάντα τὰ μέρη τὴν μάχην Ἀν‐ νίβας ἔκρινε, καὶ τότε παραβοηθήσας καὶ τρεψάμε‐ νος συνέκλεισε τοὺς Ῥωμαίους εἰς τὴν ἰδίαν παρεμ‐ | |
5 | βολὴν καὶ δισχιλίους μὲν αὐτῶν ἀπέκτεινε, τῶν δὲ | |
Hist.3.117.12 | λοιπῶν ἐγκρατὴς ἐγένετο ζωγρίᾳ πάντων. ὁμοίως δὲ καὶ τοὺς ἐπὶ τὰ κατὰ τὴν χώραν ἐρύματα συμ‐ | |
πεφευγότας ἐκπολιορκήσαντες οἱ Νομάδες ἐπαν‐ ῆγον, ὄντας εἰς δισχιλίους τῶν εἰς φυγὴν τραπέν‐ | ||
5 | των ἱππέων. | |
Hist.3.118.1 | Βραβευθείσης δὲ τῆς μάχης τὸν προειρημένον τρόπον, ἀκόλουθον εἰλήφει τὰ ὅλα κρίσιν τοῖς ὑπ’ | |
Hist.3.118.2 | ἀμφοτέρων προσδοκωμένοις. Καρχηδόνιοι μὲν γὰρ διὰ τῆς πράξεως ταύτης παραχρῆμα τῆς μὲν λοιπῆς | |
Hist.3.118.3 | παραλίας σχεδὸν πάσης ἦσαν ἐγκρατεῖς· Ταραντῖνοί τε γὰρ εὐθέως ἐνεχείριζον αὑτούς, Ἀργυριππανοὶ δὲ καὶ Καπυανῶν τινες ἐκάλουν τὸν Ἀννίβαν, οἱ δὲ λοιποὶ πάντες ἀπέβλεπον ἤδη τότε πρὸς Καρχηδο‐ | |
Hist.3.118.4 | νίους· μεγάλας δ’ εἶχον ἐλπίδας ἐξ ἐφόδου καὶ τῆς | |
Hist.3.118.5 | Ῥώμης αὐτῆς ἔσεσθαι κύριοι· Ῥωμαῖοί γε μὴν τὴν Ἰταλιωτῶν δυναστείαν παραχρῆμα διὰ τὴν ἧτταν ἀπεγνώκεισαν, ἐν μεγάλοις δὲ φόβοις καὶ κινδύνοις ἦσαν περί τε σφῶν αὐτῶν καὶ περὶ τοῦ τῆς πατρί‐ | |
5 | δος ἐδάφους, ὅσον οὔπω προσδοκῶντες ἥξειν αὐτὸν | |
Hist.3.118.6 | τὸν Ἀννίβαν. καὶ γὰρ ὥσπερ ἐπιμετρούσης καὶ συνεπαγωνιζομένης τοῖς γεγονόσι τῆς τύχης, συνέβη μετ’ ὀλίγας ἡμέρας, τοῦ φόβου κατέχοντος τὴν πόλιν, καὶ τὸν εἰς τὴν Γαλατίαν στρατηγὸν ἀπο‐ | |
5 | σταλέντ’ εἰς ἐνέδραν ἐμπεσόντα παραδόξως ἄρδην ὑπὸ τῶν Κελτῶν διαφθαρῆναι μετὰ τῆς δυνάμεως. | |
Hist.3.118.7 | οὐ μὴν ἥ γε σύγκλητος οὐδὲν ἀπέλειπε τῶν ἐνδε‐ χομένων, ἀλλὰ παρεκάλει μὲν τοὺς πολλούς, ἠσφα‐ λίζετο δὲ τὰ κατὰ τὴν πόλιν, ἐβουλεύετο δὲ περὶ τῶν ἐνεστώτων ἀνδρωδῶς. τοῦτο δ’ ἐγένετο φανε‐ | |
Hist.3.118.8 | ρὸν ἐκ τῶν μετὰ ταῦτα συμβάντων· ὁμολογουμένως γὰρ Ῥωμαίων ἡττηθέντων τότε καὶ παραχωρη‐ | |
Hist.3.118.9 | σάντων τῆς ἐν τοῖς ὅπλοις ἀρετῆς, τῇ τοῦ πολιτεύ‐ ματος ἰδιότητι καὶ τῷ βουλεύεσθαι καλῶς οὐ μόνον | |
ἀνεκτήσαντο τὴν τῆς Ἰταλίας δυναστείαν, νικήσαν‐ τες μετὰ ταῦτα Καρχηδονίους, ἀλλὰ καὶ τῆς οἰκου‐ | ||
5 | μένης ἁπάσης ἐγκρατεῖς ἐγένοντο μετ’ ὀλίγους χρό‐ | |
Hist.3.118.10 | νους. διόπερ ἡμεῖς ταύτην μὲν τὴν βύβλον ἐπὶ τούτων τῶν ἔργων καταστρέψομεν, ἃ περιέλαβεν Ἰβηρικῶν καὶ τῶν Ἰταλικῶν ἡ τετταρακοστὴ πρὸς | |
Hist.3.118.11 | ταῖς ἑκατὸν ὀλυμπιάσι δηλώσαντες· ὅταν δὲ τὰς Ἑλληνικὰς πράξεις τὰς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα γενομένας διεξιόντες ἐπιστῶμεν τοῖς καιροῖς τούτοις, τότ’ ἤδη προθέμενοι ψιλῶς τὸν ὑπὲρ αὐτῆς τῆς | |
Hist.3.118.12 | Ῥωμαίων πολιτείας ποιησόμεθα λόγον, νομίζοντες οὐ μόνον πρὸς τὴν τῆς ἱστορίας σύνταξιν οἰκείαν εἶναι τὴν περὶ αὐτῆς ἐξήγησιν. ἀλλὰ καὶ πρὸς τὰς τῶν πολιτευμάτων διορθώσεις καὶ κατασκευὰς με‐ | |
5 | γάλα συμβάλλεσθαι τοῖς φιλομαθοῦσι καὶ πραγμα‐ | |
τικοῖς τῶν ἀνδρῶν. | ||
Hist.4t1 | ΠΟΛΥΒΙΟΥ ΙΣΤΟΡΙΩΝ ΤΕΤΑΡΤΗ. | |
Hist.4.1.1 | Ἐν μὲν τῇ πρὸ ταύτης βύβλῳ τὰς αἰτίας ἐδηλώ‐ σαμεν τοῦ δευτέρου συστάντος Ῥωμαίοις καὶ Καρ‐ χηδονίοις πολέμου καὶ τὰ περὶ τῆς εἰσβολῆς τῆς εἰς | |
Hist.4.1.2 | Ἰταλίαν Ἀννίβου διήλθομεν, πρὸς δὲ τούτοις ἐξη‐ γησάμεθα τοὺς γενομένους αὐτοῖς ἀγῶνας πρὸς ἀλλήλους μέχρι τῆς μάχης τῆς περὶ τὸν Αὔφιδον | |
Hist.4.1.3 | ποταμὸν καὶ πόλιν Κάνναν γενομένης. νῦν δὲ τὰς Ἑλληνικὰς διέξιμεν πράξεις τὰς κατὰ τοὺς αὐτοὺς και‐ ροὺς ἐπιτελεσθείσας τοῖς προειρημένοις καὶ ἀπὸ τῆς | |
Hist.4.1.4 | ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος, πρότερον ἀναμνήσαντες διὰ βραχέων τοὺς ἐντυγχάνοντας τῇ πραγματείᾳ τῆς κατασκευῆς, ἣν ἐν τῇ δευτέρᾳ βύ‐ βλῳ περὶ τῶν Ἑλληνικῶν ἐποιησάμεθα, καὶ μάλιστα | |
5 | περὶ τοῦ τῶν Ἀχαιῶν ἔθνους, διὰ τὸ καὶ τοῦτο τὸ πολίτευμα παράδοξον ἐπίδοσιν λαβεῖν εἴς τε τοὺς | |
Hist.4.1.5 | πρὸ ἡμῶν καὶ καθ’ ἡμᾶς καιρούς. ἀρξάμενοι γὰρ ἀπὸ Τισαμενοῦ τῶν Ὀρέστου παίδων ἑνός, καὶ φή‐ σαντες αὐτοὺς ἀπὸ μὲν τούτου βασιλευθῆναι κατὰ γένος ἕως εἰς Ὤγυγον, μετὰ δὲ ταῦτα καλλίστῃ προ‐ | |
5 | αιρέσει χρησαμένους δημοκρατικῆς πολιτείας τὸ μὲν | |
πρῶτον ὑπὸ τῶν ἐκ Μακεδονίας βασιλέων διασπα‐ | ||
Hist.4.1.6 | σθῆναι κατὰ πόλεις καὶ κώμας, ἑξῆς δὲ τούτοις ἐπεβαλόμεθα λέγειν πῶς αὖθις ἤρξαντο συμφρονεῖν | |
Hist.4.1.7 | καὶ πότε καὶ τίνες αὐτοῖς πρῶτοι συνέστησαν. τού‐ τοις δ’ ἑπομένως ἐδηλώσαμεν τίνι τρόπῳ καὶ ποίᾳ προαιρέσει προσαγόμενοι τὰς πόλεις ἐπεβάλοντο Πε‐ λοποννησίους πάντας ὑπὸ τὴν αὐτὴν ἄγειν ὀνομα‐ | |
Hist.4.1.8 | σίαν καὶ πολιτείαν. καθολικῶς δὲ περὶ τῆς προει‐ ρημένης ἐπιβολῆς ἀποφηνάμενοι, μετὰ ταῦτα τῶν κατὰ μέρος ἔργων κατὰ τὸ συνεχὲς ἐπιψαύοντες εἰς τὴν Κλεομένους τοῦ Λακεδαιμονίων βασιλέως ἔκ‐ | |
Hist.4.1.9 | πτωσιν κατηντήσαμεν. συγκεφαλαιωσάμενοι δὲ τὰς ἐκ τῆς προκατασκευῆς πράξεις ἕως τῆς Ἀντιγόνου καὶ Σελεύκου καὶ Πτολεμαίου τελευτῆς, ἐπειδὴ περὶ τοὺς αὐτοὺς καιροὺς πάντες οὗτοι μετήλλαξαν, λοι‐ | |
5 | πὸν ἐπηγγειλάμεθα τῆς αὑτῶν πραγματείας ἀρχὴν ποιήσασθαι τὰς ἑξῆς τοῖς προειρημένοις πράξεις, | |
Hist.4.2.1 | καλλίστην ὑπόστασιν ὑπολαμβάνοντες εἶναι ταύτην διὰ τὸ πρῶτον μὲν τὴν Ἀράτου σύνταξιν ἐπὶ τού‐ τους καταστρέφειν τοὺς καιρούς, οἷς συνάπτοντες τὴν διήγησιν τὸν ἀκόλουθον ὑπὲρ τῶν Ἑλλήνων | |
Hist.4.2.2 | ἀποδιδόναι προῃρήμεθα λόγον, δεύτερον δὲ διὰ τὸ καὶ τοὺς χρόνους οὕτως συντρέχειν τοὺς ἑξῆς καὶ τοὺς πίπτοντας ὑπὸ τὴν ἡμετέραν ἱστορίαν ὥστε τοὺς μὲν καθ’ ἡμᾶς εἶναι, τοὺς δὲ κατὰ τοὺς πατέρας | |
5 | ἡμῶν· ἐξ οὗ συμβαίνει τοῖς μὲν αὐτοὺς ἡμᾶς πα‐ ραγεγονέναι, τὰ δὲ παρὰ τῶν ἑωρακότων ἀκηκοέ‐ | |
Hist.4.2.3 | ναι. τὸ γὰρ ἀνωτέρω προσλαμβάνειν τοῖς χρόνοις, ὡς ἀκοὴν ἐξ ἀκοῆς γράφειν, οὐκ ἐφαίνεθ’ ἡμῖν ἀσφαλεῖς ἔχειν οὔτε τὰς διαλήψεις οὔτε τὰς ἀπο‐ | |
Hist.4.2.4 | φάσεις. μάλιστα δ’ ἀπὸ τούτων ἠρξάμεθα τῶν και‐ | |
ρῶν διὰ τὸ καὶ τὴν τύχην ὡς ἂν εἰ κεκαινοποιη‐ κέναι πάντα τὰ κατὰ τὴν οἰκουμένην ἐν τοῖς προ‐ | ||
Hist.4.2.5 | ειρημένοις καιροῖς. Φίλιππος μὲν γὰρ ὁ Δημητρίου κατὰ φύσιν υἱὸς ἔτι παῖς ὢν ἄρτι παρελάμβανε τὴν | |
Hist.4.2.6 | Μακεδόνων ἀρχήν· Ἀχαιὸς δὲ τῆς ἐπὶ τάδε τοῦ Ταύρου δυναστεύων οὐ μόνον προστασίαν εἶχε | |
Hist.4.2.7 | βασιλικήν, ἀλλὰ καὶ δύναμιν· ὁ δὲ Μέγας ἐπικλη‐ θεὶς Ἀντίοχος μικροῖς ἀνώτερον χρόνοις, τἀδελφοῦ Σελεύκου μετηλλαχότος, ἔτι κομιδῇ νέος ὢν τὴν | |
Hist.4.2.8 | ἐν Συρίᾳ διεδέδεκτο βασιλείαν. ἅμα δὲ τούτοις Ἀριαράθης παρέλαβε τὴν Καππαδοκῶν ἀρχήν. ὁ δὲ Φιλοπάτωρ Πτολεμαῖος ἐν τοῖς αὐτοῖς καιροῖς | |
Hist.4.2.9 | τῶν κατ’ Αἴγυπτον ἐγεγόνει κύριος. Λυκοῦργος δὲ Λακεδαιμονίων μετ’ οὐ πολὺ κατεστάθη βασιλεύς. ᾕρηντο δὲ Καρχηδόνιοι προσφάτως ἐπὶ τὰς προει‐ | |
Hist.4.2.10 | ρημένας πράξεις στρατηγὸν αὑτῶν Ἀννίβαν. οὕτως δὲ τοιαύτης περὶ πάσας τὰς δυναστείας καινοποιίας οὔσης, ἔμελλε πραγμάτων ἔσεσθαι καινῶν ἀρχή. τοῦτο γὰρ δὴ πέφυκε καὶ φιλεῖ συμβαίνειν κατὰ | |
Hist.4.2.11 | φύσιν· ὃ καὶ τότε συνέβη γενέσθαι. Ῥωμαῖοι μὲν γὰρ καὶ Καρχηδόνιοι τὸν προειρημένον ἐνεστήσαντο πόλεμον, Ἀντίοχος δὲ καὶ Πτολεμαῖος ἅμα τούτοις τὸν ὑπὲρ τῆς Κοίλης Συρίας, Ἀχαιοὶ δὲ καὶ Φί‐ | |
5 | λιππος τὸν πρὸς Αἰτωλοὺς καὶ Λακεδαιμονίους· οὗ τὰς αἰτίας συνέβη γενέσθαι τοιαύτας. | |
Hist.4.3.1 | Αἰτωλοὶ πάλαι μὲν δυσχερῶς ἔφερον τὴν εἰρή‐ νην καὶ τὰς ἀπὸ τῶν ἰδίων ὑπαρχόντων δαπάνας, ὡς ἂν εἰθισμένοι μὲν ζῆν ἀπὸ τῶν πέλας, δεόμενοι δὲ πολλῆς χορηγίας διὰ τὴν ἔμφυτον ἀλαζονείαν, ᾗ | |
5 | δουλεύοντες ἀεὶ πλεονεκτικὸν καὶ θηριώδη ζῶσι βίον, | |
Hist.4.3.2 | οὐδὲν οἰκεῖον, πάντα δ’ ἡγούμενοι πολέμια. οὐ μὴν | |
ἀλλὰ τὸν πρὸ τοῦ χρόνον, ἕως Ἀντίγονος ἔζη, δε‐ | ||
Hist.4.3.3 | διότες Μακεδόνας ἦγον ἡσυχίαν. ἐπειδὴ δ’ ἐκεῖνος μετήλλαξε τὸν βίον, παῖδα καταλιπὼν Φίλιππον, καταφρονήσαντες ἐζήτουν ἀφορμὰς καὶ προφάσεις τῆς εἰς Πελοπόννησον ἐπιπλοκῆς, ἀγόμενοι κατὰ | |
5 | τὸ παλαιὸν ἔθος ἐπὶ τὰς ἐκ ταύτης ἁρπαγάς, ἅμα δὲ καὶ νομίζοντες ἀξιόχρεως εἶναι σφᾶς πρὸς τὸ | |
Hist.4.3.4 | πολεμεῖν αὐτοῖς Ἀχαιοῖς. ὄντες δ’ ἐπὶ ταύτης τῆς προθέσεως, βραχέα ταὐτομάτου σφίσι συνεργήσαν‐ τος ἔλαβον ἀφορμὰς πρὸς τὴν ἐπιβολὴν τοιαύτας. | |
Hist.4.3.5 | Δωρίμαχος ὁ Τριχωνεὺς ἦν μὲν υἱὸς Νικοστράτου τοῦ παρασπονδήσαντος τὴν τῶν Παμβοιωτίων πα‐ νήγυριν, νέος δ’ ὢν καὶ πλήρης Αἰτωλικῆς ὁρμῆς καὶ πλεονεξίας ἐξαπεστάλη κατὰ κοινὸν εἰς τὴν | |
Hist.4.3.6 | τῶν Φιγαλέων πόλιν, ἥτις ἐστὶ μὲν ἐν Πελοπον‐ νήσῳ, κεῖται δὲ πρὸς τοῖς τῶν Μεσσηνίων ὅροις, ἐτύγχανε δὲ τότε συμπολιτευομένη τοῖς Αἰτωλοῖς, | |
Hist.4.3.7 | λόγῳ μὲν παραφυλάξων τήν τε χώραν καὶ τὴν πό‐ λιν τῶν Φιγαλέων, ἔργῳ δὲ κατασκόπου τάξιν ἔχων | |
Hist.4.3.8 | τῶν ἐν Πελοποννήσῳ πραγμάτων. συνδραμόντων δὲ πειρατῶν, καὶ παραγενομένων πρὸς αὐτὸν εἰς τὴν Φιγάλειαν, οὐκ ἔχων τούτοις ἀπὸ τοῦ δικαίου συμπαρασκευάζειν ὠφελείας, διὰ τὸ μένειν ἔτι τότε | |
5 | τὴν κοινὴν εἰρήνην τοῖς Ἕλλησι τὴν ὑπ’ Ἀντιγόνου | |
Hist.4.3.9 | συντελεσθεῖσαν, τέλος ἀπορούμενος ἐπέτρεψε τοῖς πειραταῖς λῄζεσθαι τὰ τῶν Μεσσηνίων θρέμματα, | |
Hist.4.3.10 | φίλων ὄντων καὶ συμμάχων. τὸ μὲν οὖν πρῶτον ἠδίκουν τὰ περὶ τὰς ἐσχατιὰς ποίμνια, μετὰ δὲ ταῦτα, προβαινούσης τῆς ἀπονοίας, ἐνεχείρησαν καὶ τὰς ἐπὶ τῶν ἀγρῶν οἰκίας ἐκκόπτειν, ἀνυπονοήτως | |
Hist.4.3.11 | τὰς νύκτας ἐπιφαινόμενοι. τῶν δὲ Μεσσηνίων ἐπὶ | |
τούτοις ἀγανακτούντων καὶ διαπρεσβευομένων πρὸς τὸν Δωρίμαχον, τὰς μὲν ἀρχὰς παρήκουε, βουλό‐ μενος τὰ μὲν ὠφελεῖν τοὺς ὑπ’ αὐτὸν ταττομένους, | ||
5 | τὰ δ’ αὐτὸς ὠφελεῖσθαι, μερίτης γινόμενος τῶν | |
Hist.4.3.12 | λαμβανομένων. πλεοναζούσης δὲ τῆς παρουσίας τῶν πρεσβειῶν διὰ τὴν συνέχειαν τῶν ἀδικημάτων, αὐ‐ τὸς ἥξειν ἐπὶ τὴν Μεσσήνην ἔφη, δικαιολογησό‐ | |
Hist.4.3.13 | μενος πρὸς τοὺς ἐγκαλοῦντας τοῖς Αἰτωλοῖς. ἐπειδὴ δὲ παρεγένετο, προσπορευομένων αὐτῷ τῶν ἠδικη‐ μένων, τοὺς μὲν διέσυρε χλευάζων, τῶν δὲ κατα‐ νίστατο, τοὺς δ’ ἐξέπληττε λοιδορῶν. | |
Hist.4.4.1 | Ἔτι δ’ αὐτοῦ παρεπιδημοῦντος ἐν τῇ Μεσσήνῃ, συνεγγίσαντες τῇ πόλει νυκτὸς οἱ πειραταὶ καὶ προσ‐ βαλόντες κλίμακας ἐξέκοψαν τὸ Χυρῶνος καλούμε‐ νον ἐπαύλιον, καὶ τοὺς μὲν ἀμυνομένους ἀπέσφα‐ | |
5 | ξαν, τοὺς δὲ λοιποὺς τῶν οἰκετῶν δήσαντες καὶ τὰ | |
Hist.4.4.2 | κτήνη μετ’ αὐτῶν ἀπήγαγον. οἱ δὲ τῶν Μεσσηνίων ἔφοροι, πάλαι μὲν ἐπί τε τοῖς γινομένοις καὶ τῇ παρεπιδημίᾳ τοῦ Δωριμάχου διαλγοῦντες, τότε δὲ καὶ προσενυβρίζεσθαι δόξαντες, ἀνεκαλοῦντ’ αὐτὸν | |
Hist.4.4.3 | εἰς τὰς συναρχίας. ἐν ᾧ καιρῷ Σκύρων, ὃς ἦν μὲν ἔφορος τότε τῶν Μεσσηνίων, εὐδοκίμει δὲ καὶ κατὰ τὸν ἄλλον βίον παρὰ τοῖς πολίταις, συνεβούλευε μὴ προίεσθαι τὸν Δωρίμαχον ἐκ τῆς πόλεως, ἐὰν | |
5 | μὴ τὰ μὲν ἀπολωλότα πάντα τοῖς Μεσσηνίοις ἀπο‐ καταστήσῃ, περὶ δὲ τῶν τεθνεώτων δωσιδίκους | |
Hist.4.4.4 | παράσχῃ τοὺς ἠδικηκότας. πάντων δ’ ἐπισημηναμέ‐ νων ὡς δίκαια λέγοντος τοῦ Σκύρωνος, διοργι‐ σθεὶς ὁ Δωρίμαχος εὐήθεις αὐτοὺς ἔφη τελέως ὑπάρχειν, εἰ Δωρίμαχον οἴονται νῦν προπηλακί‐ | |
5 | ζειν, ἀλλ’ οὐ τὸ κοινὸν τῶν Αἰτωλῶν· καὶ καθόλου | |
δεινὸν ἡγεῖτο τὸ γινόμενον, καὶ κοινῆς αὐτοὺς ἐπιστροφῆς ἔφη τεύξεσθαι, καὶ τοῦτο πείσεσθαι | ||
Hist.4.4.5 | δικαίως. ἦν δέ τις κατ’ ἐκείνους τοὺς καιροὺς ἄνθρωπος ἀσυρὴς ἐν τῇ Μεσσήνῃ, τῶν ἐξηρμένων τὸν ἄνδρα κατὰ πάντα τρόπον, ὄνομα Βαβύρτας, ᾧ τις εἰ περιέθηκε τὴν καυσίαν καὶ χλαμύδα τοῦ | |
Hist.4.4.6 | Δωριμάχου, μὴ οἷόν τ’ εἶναι διαγινώσκειν· ἐπὶ τοσοῦτον ἐξωμοίωτο κατά τε τὴν φωνὴν καὶ τἄλλα μέρη τοῦ σώματος τῷ προειρημένῳ. καὶ τοῦτ’ οὐκ | |
Hist.4.4.7 | ἐλάνθανε τὸν Δωρίμαχον. ὁμιλοῦντος οὖν [αὐτοῦ] ἀνατατικῶς τότε καὶ μάλ’ ὑπερηφάνως τοῖς Μεσση‐ νίοις, περιοργισθεὶς ὁ Σκύρων “Νομίζεις γὰρ ἡμῖν” ἔφη “σοῦ μέλειν ἢ τῆς σῆς ἀνατάσεως, Βαβύρτα;” | |
Hist.4.4.8 | ῥηθέντος δὲ τούτου, παραυτίκα μὲν εἴξας ὁ Δωρί‐ μαχος τῇ περιστάσει συνεχώρησε πάντων ἐπιστρο‐ φὴν ποιήσεσθαι τῶν γεγονότων ἀδικημάτων τοῖς | |
Hist.4.4.9 | Μεσσηνίοις· ἐπανελθὼν δ’ εἰς τὴν Αἰτωλίαν οὕτω πικρῶς ἤνεγκε καὶ βαρέως τὸ ῥηθὲν ὡς οὐδεμίαν ἄλλην ἔχων εὔλογον πρόφασιν δι’ αὐτὸ τοῦτο τοῖς Μεσσηνίοις ἐξέκαυσε τὸν πόλεμον. | |
Hist.4.5.1 | Στρατηγὸς μὲν οὖν ὑπῆρχε τῶν Αἰτωλῶν Ἀρί‐ στων· οὗτος δὲ διά τινας σωματικὰς ἀσθενείας ἀδύνατος ὢν πρὸς πολεμικὴν χρείαν, ἅμα δὲ καὶ συγγενὴς ὑπάρχων Δωριμάχου καὶ Σκόπα, τρόπον | |
Hist.4.5.2 | τινὰ παρακεχωρήκει τούτῳ τῆς ὅλης ἀρχῆς. ὁ δὲ Δωρίμαχος κατὰ κοινὸν μὲν οὐκ ἐτόλμα παρακα‐ λεῖν τοὺς Αἰτωλοὺς εἰς τὸν κατὰ τῶν Μεσσηνίων πόλεμον διὰ τὸ μηδεμίαν ἔχειν ἀξίαν λόγου πρό‐ | |
5 | φασιν, ἀλλ’ ὁμολογουμένως ἐκ παρανομίας καὶ | |
Hist.4.5.3 | σκώμματος γεγονέναι τὴν ὁρμήν· ἀφέμενος δὲ τῆς ἐπινοίας ταύτης ἰδίᾳ προετρέπετο τὸν Σκόπαν κοι‐ | |
νωνῆσαι τῆς ἐπιβολῆς αὐτῷ τῆς κατὰ τῶν Μεσση‐ νίων, ὑποδεικνύων μὲν τὴν ἀπὸ Μακεδόνων ἀσφά‐ | ||
5 | λειαν διὰ τὴν ἡλικίαν τοῦ προεστῶτος—οὐ γὰρ εἶχε | |
Hist.4.5.4 | πλεῖον ἐτῶν τότε Φίλιππος ἑπτακαίδεκα—παρατι‐ θεὶς δὲ τὴν Λακεδαιμονίων ἀλλοτριότητα πρὸς τοὺς Μεσσηνίους, ἀναμιμνήσκων δὲ τῆς Ἠλείων πρὸς σφᾶς εὐνοίας καὶ συμμαχίας· ἐξ ὧν ἀσφαλῆ τὴν | |
5 | εἰσβολὴν τὴν εἰς τὴν Μεσσηνίαν ἐσομένην αὐτοῖς | |
Hist.4.5.5 | ἀπέφαινεν. τὸ δὲ συνέχον τῆς Αἰτωλικῆς προτρο‐ πῆς, ὑπὸ τὴν ὄψιν ἐτίθει τὰς ἐσομένας ὠφελείας ἐκ τῆς τῶν Μεσσηνίων χώρας, οὔσης ἀπρονοήτου καὶ διαμεμενηκυίας ἀκεραίου μόνης τῶν ἐν Πελοπον‐ | |
Hist.4.5.6 | νήσῳ κατὰ τὸν Κλεομενικὸν πόλεμον. ἐπὶ δὲ πᾶσι τούτοις συνίστανε τὴν ἐξακολουθήσουσαν εὔνοιαν | |
Hist.4.5.7 | σφίσι παρὰ τοῦ τῶν Αἰτωλῶν πλήθους. Ἀχαιοὺς δ’, ἂν μὲν κωλύσωσι τὴν δίοδον, οὐκ ἐρεῖν ἐγκλήματα τοῖς ἀμυνομένοις· ἐὰν δ’ ἀγάγωσι τὴν ἡσυχίαν, οὐκ | |
Hist.4.5.8 | ἐμποδιεῖν αὐτοῖς πρὸς τὴν ἐπιβολήν. πρὸς δὲ Μεσ‐ σηνίους προφάσεως οὐκ ἀπορήσειν ἔφη· πάλαι γὰρ αὐτοὺς ἀδικεῖν Ἀχαιοῖς καὶ Μακεδόσιν ἐπηγγελμέ‐ | |
Hist.4.5.9 | νους κοινωνήσειν τῆς συμμαχίας. ταῦτα δ’ εἰπὼν καὶ παραπλήσια τούτοις ἕτερα πρὸς τὴν αὐτὴν ὑπό‐ θεσιν, τοιαύτην ὁρμὴν παρέστησε τῷ Σκόπᾳ καὶ τοῖς τούτου φίλοις ὥστ’ οὔτε κοινὴν τῶν Αἰτωλῶν | |
5 | προσδεξάμενοι σύνοδον οὔτε τοῖς ἀποκλήτοις συμ‐ μεταδόντες, οὐδὲ μὴν ἄλλο τῶν καθηκόντων οὐδὲν | |
Hist.4.5.10 | πράξαντες, κατὰ δὲ τὰς αὑτῶν ὁρμὰς καὶ κρίσεις διαλαβόντες ἅμα Μεσσηνίοις, Ἠπειρώταις, Ἀχαιοῖς, Ἀκαρνᾶσι, Μακεδόσι πόλεμον ἐξήνεγκαν. | |
Hist.4.6.1 | Καὶ κατὰ μὲν θάλατταν παραχρῆμα πειρατὰς ἐξέπεμψαν, οἳ περιτυχόντες πλοίῳ βασιλικῷ τῶν | |
ἐκ Μακεδονίας περὶ Κύθηρα, τοῦτό τ’ εἰς Αἰτωλίαν καταγαγόντες αὔτανδρον, τούς τε ναυκλήρους καὶ | ||
5 | τοὺς ἐπιβάτας, σὺν δὲ τούτοις τὴν ναῦν ἀπέδοντο. | |
Hist.4.6.2 | τῆς δ’ Ἠπείρου τὴν παραλίαν ἐπόρθουν, συγχρώ‐ μενοι πρὸς τὴν ἀδικίαν ταῖς τῶν Κεφαλλήνων ναυσίν· ἐπεβάλοντο δὲ καὶ τῆς Ἀκαρνανίας Θύριον | |
Hist.4.6.3 | καταλαβέσθαι. ἅμα δὲ τούτοις λάθρᾳ διὰ Πελοπον‐ νήσου τινὰς πέμψαντες ἐν μέσῃ τῇ τῶν Μεγαλο‐ πολιτῶν χώρᾳ κατέσχον τὸ καλούμενον ὀχύρωμα Κλάριον· ᾧ λαφυροπωλείῳ χρησάμενοι διῆγον ἐν | |
Hist.4.6.4 | τούτῳ πρὸς τὰς ἁρπαγάς. οὐ μὴν ἀλλὰ τοῦτο μὲν Τιμόξενος ὁ τῶν Ἀχαιῶν στρατηγός, παραλαβὼν Ταυρίωνα τὸν ἐπὶ τῶν ἐν Πελοποννήσῳ βασιλι‐ κῶν πραγμάτων ὑπ’ Ἀντιγόνου καταλελειμμένον, | |
Hist.4.6.5 | ἐξεπολιόρκησε τελέως ἐν ὀλίγαις ἡμέραις. ὁ γὰρ βασιλεὺς Ἀντίγονος Κόρινθον μὲν εἶχε κατὰ τὸ τῶν Ἀχαιῶν συγχώρημα διὰ τοὺς Κλεομενικοὺς και‐ ρούς, Ὀρχομενὸν δὲ κατὰ κράτος ἑλὼν οὐκ ἀποκα‐ | |
5 | τέστησε τοῖς Ἀχαιοῖς, ἀλλὰ σφετερισάμενος κατεῖχε, | |
Hist.4.6.6 | βουλόμενος, ὥς γ’ ἐμοὶ δοκεῖ, μὴ μόνον τῆς εἰσό‐ δου κυριεύειν τῆς εἰς Πελοπόννησον, ἀλλὰ καὶ τὴν μεσόγαιαν αὐτῆς παραφυλάττειν διὰ τῆς ἐν Ὀρχο‐ | |
Hist.4.6.7 | μενῷ φρουρᾶς καὶ παρασκευῆς. οἱ δὲ περὶ τὸν Δωρίμαχον καὶ Σκόπαν παρατηρήσαντες τὸν καιρόν, ἐν ᾧ λοιπὸς ἦν Τιμοξένῳ μὲν ὀλίγος ἔτι χρόνος τῆς ἀρχῆς, Ἄρατος δὲ καθίστατο μὲν εἰς τὸν ἐνιαυτὸν | |
5 | τὸν ἐπιόντα στρατηγὸς ὑπὸ τῶν Ἀχαιῶν, οὔπω δ’ | |
Hist.4.6.8 | ἔμελλε τὴν ἀρχὴν ἕξειν, συναθροίσαντες πανδημεὶ τοὺς Αἰτωλοὺς ἐπὶ τὸ Ῥίον, καὶ παρασκευασά‐ μενοι πορθμεῖα καὶ τὰς Κεφαλλήνων ἑτοιμάσαντες ναῦς, διεβίβασαν τοὺς ἄνδρας εἰς Πελοπόννησον | |
Hist.4.6.9 | καὶ προῆγον ἐπὶ τὴν Μεσσηνίαν. ποιούμενοι δὲ τὴν πορείαν διὰ τῆς Πατρέων καὶ Φαραιέων καὶ Τριταιέων χώρας ὑπεκρίνοντο μὲν βούλεσθαι μηδὲν | |
Hist.4.6.10 | ἀδίκημα ποιεῖν εἰς τοὺς Ἀχαιούς, οὐ δυναμένου δὲ τοῦ πλήθους ἀπέχεσθαι τῆς χώρας διὰ τὴν πρὸς τὰς ὠφελείας ἀκρασίαν, κακοποιοῦντες αὐτὴν καὶ λυμαινόμενοι διῄεσαν, μέχρι παρεγενήθησαν εἰς τὴν | |
Hist.4.6.11 | Φιγάλειαν. ποιησάμενοι δὲ τὴν ὁρμὴν ἐντεῦθεν αἰφνιδίως καὶ θρασέως, ἐνέβαλον εἰς τὴν τῶν Μεσ‐ σηνίων χώραν, οὔτε τῆς ὑπαρχούσης αὐτοῖς ἐκ παλαιῶν χρόνων πρὸς τοὺς Μεσσηνίους φιλίας καὶ | |
5 | συμμαχίας οὐδ’ ἡντινοῦν ποιησάμενοι πρόνοιαν οὔτε τῶν κατὰ κοινὸν ὡρισμένων δικαίων παρ’ | |
Hist.4.6.12 | ἀνθρώποις. ἅπαντα δ’ ἐν ἐλάττονι θέμενοι τῆς σφετέρας πλεονεξίας ἀδεῶς ἐπόρθουν, οὐ τολμώντων ἐπεξιέναι καθόλου τῶν Μεσσηνίων. | |
Hist.4.7.1 | Οἱ δ’ Ἀχαιοί, καθηκούσης αὐτοῖς ἐκ τῶν νόμων συνόδου κατὰ τὸν καιρὸν τοῦτον, ἧκον εἰς Αἴγιον. | |
Hist.4.7.2 | συνελθόντες δ’ εἰς τὴν ἐκκλησίαν, καὶ τῶν τε Πα‐ τρέων καὶ Φαραιέων ἀπολογιζομένων τὰ γεγονότα περὶ τὴν χώραν αὐτῶν ἀδικήματα κατὰ τὴν τῶν Αἰτωλῶν δίοδον, τῶν τε Μεσσηνίων παρόντων κατὰ | |
5 | πρεσβείαν καὶ δεομένων σφίσι βοηθεῖν ἀδικουμέ‐ | |
Hist.4.7.3 | νοις καὶ παρασπονδουμένοις, διακούσαντες τῶν λε‐ γομένων, καὶ συναγανακτοῦντες μὲν τοῖς Πατρεῦσι καὶ Φαραιεῦσι, συμπάσχοντες δὲ ταῖς τῶν Μεσση‐ | |
Hist.4.7.4 | νίων ἀτυχίαις, μάλιστα δὲ νομίζοντες εἶναι δεινὸν εἰ μήτε συγχωρήσαντος τοῖς Αἰτωλοῖς μηδενὸς τὴν δίοδον μήτε καθάπαξ ἐπιβαλόμενοι παραιτεῖσθαι κατ‐ ετόλμησαν ἐπιβῆναι στρατοπέδῳ τῆς Ἀχαΐας παρὰ | |
Hist.4.7.5 | τὰς συνθήκας, ἐπὶ πᾶσι τούτοις παροξυνθέντες | |
ἐψηφίσαντο βοηθεῖν τοῖς Μεσσηνίοις καὶ συνάγειν τὸν στρατηγὸν τοὺς Ἀχαιοὺς ἐν τοῖς ὅπλοις· ὃ δ’ ἂν τοῖς συνελθοῦσι βουλευομένοις δόξῃ, τοῦτ’ εἶναι | ||
Hist.4.7.6 | κύριον. ὁ μὲν οὖν Τιμόξενος ὁ τότ’ ἔθ’ ὑπάρχων στρατηγός, (ὅσον) οὔπω ληγούσης τῆς ἀρχῆς, ἅμα δὲ τοῖς Ἀχαιοῖς ἀπιστῶν διὰ τὸ ῥᾳθύμως αὐτοὺς ἐσχηκέναι κατὰ τὸ παρὸν περὶ τὴν ἐν τοῖς ὅπλοις | |
5 | γυμνασίαν, ἀνεδύετο τὴν ἔξοδον καὶ καθόλου τὴν | |
Hist.4.7.7 | συναγωγὴν τῶν ὄχλων. μετὰ γὰρ τὴν Κλεομένους τοῦ Σπαρτιατῶν βασιλέως ἔκπτωσιν, κάμνοντες μὲν τοῖς προγεγονόσι πολέμοις, πιστεύοντες δὲ τῇ πα‐ ρούσῃ καταστάσει, πάντες ὠλιγώρησαν Πελοπον‐ | |
Hist.4.7.8 | νήσιοι τῆς περὶ τὰ πολεμικὰ παρασκευῆς. ὁ δ’ Ἄρατος, σχετλιάζων καὶ παροξυνόμενος ἐπὶ τῇ τόλμῃ τῶν Αἰτωλῶν, θυμικώτερον ἐχρῆτο τοῖς πράγμασιν, ἅτε καὶ προϋπαρχούσης αὐτοῖς ἀλλοτριότητος ἐκ | |
Hist.4.7.9 | τῶν ἐπάνω χρόνων. διὸ καὶ συνάγειν ἔσπευδε τοὺς Ἀχαιοὺς ἐν τοῖς ὅπλοις καὶ συμβαλεῖν πρόθυμος | |
Hist.4.7.10 | ἦν τοῖς Αἰτωλοῖς. τέλος δὲ πένθ’ ἡμέραις πρό‐ τερον τοῦ καθήκοντος αὐτῷ χρόνου παραλαβὼν παρὰ τοῦ Τιμοξένου τὴν δημοσίαν σφραγῖδα, πρός τε τὰς πόλεις ἔγραφε καὶ συνῆγε τοὺς ἐν ταῖς ἡλι‐ | |
5 | κίαις μετὰ τῶν ὅπλων εἰς τὴν Μεγάλην πόλιν. | |
Hist.4.7.11 | ὑπὲρ οὗ δοκεῖ μοι πρέπον εἶναι βραχέα προειπεῖν διὰ τὴν ἰδιότητα τῆς φύσεως. | |
Hist.4.8.1 | Ἄρατος γὰρ ἦν τὰ μὲν ἄλλα τέλειος ἀνὴρ εἰς | |
Hist.4.8.2 | τὸν πραγματικὸν τρόπον· καὶ γὰρ εἰπεῖν καὶ δια‐ νοηθῆναι καὶ στέξαι τὸ κριθὲν δυνατός, καὶ μὴν ἐνεγκεῖν τὰς πολιτικὰς διαφορὰς πρᾴως καὶ φίλους ἐνδήσασθαι καὶ συμμάχους προσλαβεῖν οὐδενὸς δεύ‐ | |
Hist.4.8.3 | τερος, ἔτι δὲ πράξεις, ἀπάτας, ἐπιβουλὰς συστή‐ | |
σασθαι κατὰ τῶν πολεμίων, καὶ ταύτας ἐπὶ τέλος ἀγαγεῖν διὰ τῆς αὑτοῦ κακοπαθείας καὶ τόλμης, δει‐ | ||
Hist.4.8.4 | νότατος. ἐναργῆ δὲ τῶν τοιούτων μαρτύρια καὶ πλείω μέν, ἐκφανέστατα δὲ τοῖς ἱστορηκόσι κατὰ μέρος περί τε τῆς Σικυῶνος καὶ Μαντινείας κατα‐ λήψεως καὶ περὶ τῆς Αἰτωλῶν ἐκ τῆς Πελληνέων | |
5 | πόλεως ἐκβολῆς, τὸ δὲ μέγιστον, περὶ τῆς (κατὰ τὸν) | |
Hist.4.8.5 | Ἀκροκόρινθον πράξεως. ὁ δ’ αὐτὸς οὗτος, ὅτε τῶν ὑπαίθρων ἀντιποιήσασθαι βουληθείη, νωθρὸς μὲν ἐν ταῖς ἐπινοίαις, ἄτολμος δ’ ἐν ταῖς ἐπιβολαῖς, ἐν | |
Hist.4.8.6 | ὄψει δ’ οὐ μένων τὸ δεινόν. διὸ καὶ τροπαίων ἐπ’ αὐτὸν βλεπόντων ἐπλήρωσε τὴν Πελοπόννησον, καὶ τῇδέ πῃ τοῖς πολεμίοις ἀεί ποτ’ ἦν εὐχείρωτος. | |
Hist.4.8.7 | οὕτως αἱ τῶν ἀνθρώπων φύσεις οὐ μόνον τοῖς σώμασιν ἔχουσί τι πολυειδές, ἔτι δὲ μᾶλλον ταῖς ψυχαῖς, ὥστε τὸν αὐτὸν ἄνδρα μὴ μόνον ἐν τοῖς διαφέρουσι τῶν ἐνεργημάτων πρὸς ἃ μὲν εὐφυῶς | |
5 | ἔχειν, πρὸς ἃ δ’ ἐναντίως, ἀλλὰ καὶ περί τινα τῶν ὁμοειδῶν πολλάκις τὸν αὐτὸν καὶ συνετώτατον εἶναι καὶ βραδύτατον, ὁμοίως δὲ καὶ τολμηρότατον καὶ | |
Hist.4.8.8 | δειλότατον. οὐ παράδοξα ταῦτά γε, συνήθη δὲ καὶ | |
Hist.4.8.9 | γνώριμα τοῖς βουλομένοις συνεφιστάνειν. τινὲς μὲν γὰρ ἐν ταῖς κυνηγίαις εἰσὶ τολμηροὶ πρὸς τὰς τῶν θηρίων συγκαταστάσεις, οἱ δ’ αὐτοὶ πρὸς ὅπλα καὶ πολεμίους ἀγεννεῖς, καὶ τῆς γε πολεμικῆς χρείας τῆς | |
5 | κατ’ ἄνδρα μὲν καὶ κατ’ ἰδίαν εὐχερεῖς καὶ πρακτι‐ κοί, κοινῇ δὲ καὶ μετὰ πολεμικῆς ἐπ’ ἴσον συντάξεως | |
Hist.4.8.10 | ἄπρακτοι. Θετταλῶν γοῦν ἱππεῖς κατ’ ἴλην μὲν καὶ φαλαγγηδὸν ἀνυπόστατοι, χωρὶς δὲ παρατάξεως πρὸς καιρὸν καὶ τόπον κατ’ ἄνδρα κινδυνεῦσαι δύσχρηστοι καὶ βραδεῖς· Αἰτωλοὶ δὲ τούτων τἀναν‐ | |
Hist.4.8.11 | τία. Κρῆτες δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν πρὸς μὲν ἐνέδρας καὶ λῃστείας καὶ κλοπὰς πολε‐ μίων καὶ νυκτερινὰς ἐπιθέσεις καὶ πάσας τὰς μετὰ δόλου καὶ κατὰ μέρος χρείας ἀνυπόστατοι, πρὸς δὲ | |
5 | τὴν ἐξ ὁμολόγου καὶ κατὰ πρόσωπον φαλαγγηδὸν ἔφοδον ἀγεννεῖς καὶ πλάγιοι ταῖς ψυχαῖς· Ἀχαιοὶ | |
Hist.4.8.12 | δὲ καὶ Μακεδόνες τἀναντία τούτων. ταῦτα μὲν εἰρήσθω μοι χάριν τοῦ μὴ διαπιστεῖν τοὺς ἀναγινώ‐ σκοντας τοῖς λεγομένοις, ἐάν που περὶ τῶν αὐτῶν ἀνδρῶν ἐναντίας ἀποφάσεις ποιώμεθα περὶ τὰ πα‐ | |
5 | ραπλήσια τῶν ἐπιτηδευμάτων. | |
Hist.4.9.1 | Ἁθροισθέντων δὲ τῶν ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων εἰς τὴν Μεγάλην πόλιν κατὰ δόγμα τῶν | |
Hist.4.9.2 | Ἀχαιῶν—ἀπὸ γὰρ τούτων παρεξέβημεν—καὶ τῶν Μεσσηνίων αὖθις ἐπιπορευθέντων ἐπὶ τὸ πλῆθος καὶ δεομένων μὴ περιιδεῖν σφᾶς οὕτω προφανῶς παρασπονδουμένους, βουλομένων δὲ καὶ τῆς κοι‐ | |
5 | νῆς συμμαχίας μετασχεῖν καὶ σπευδόντων ὁμοῦ τοῖς | |
Hist.4.9.3 | ἄλλοις ἐπιγραφῆναι, περὶ μὲν τῆς συμμαχίας οἱ προεστῶτες τῶν Ἀχαιῶν ἀπέλεγον, οὐ φάσκοντες δυνατὸν εἶναι χωρὶς Φιλίππου καὶ τῶν συμμάχων | |
Hist.4.9.4 | οὐδένα προσλαβεῖν· ἔτι γὰρ ἔνορκος ἔμενε πᾶσιν ἡ γεγενημένη συμμαχία δι’ Ἀντιγόνου κατὰ τοὺς Κλε‐ ομενικοὺς καιροὺς Ἀχαιοῖς, Ἠπειρώταις, Φωκεῦσι, | |
Hist.4.9.5 | Μακεδόσι, Βοιωτοῖς, Ἀκαρνᾶσι, Θετταλοῖς. ἐξε‐ λεύσεσθαι δὲ καὶ βοηθήσειν αὐτοῖς ἔφασαν, ἐὰν ὅμηρα δῶσιν οἱ παραγεγονότες τοὺς ἑαυτῶν υἱεῖς εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν χάριν τοῦ μὴ | |
5 | διαλυθήσεσθαι πρὸς Αἰτωλοὺς χωρὶς τῆς τῶν Ἀχαιῶν | |
Hist.4.9.6 | βουλήσεως. ἐστρατοπέδευον δὲ καὶ Λακεδαιμόνιοι, κατὰ τὴν συμμαχίαν ἐξεληλυθότες, ἐπὶ τοῖς τῶν | |
Μεγαλοπολιτῶν ὅροις, ἐφέδρων καὶ θεωρῶν μᾶλλον | ||
Hist.4.9.7 | ἢ συμμάχων ἔχοντες τάξιν. Ἄρατος δὲ τὸν τρό‐ πον τοῦτον τὰ πρὸς Μεσσηνίους διαπράξας, ἔπεμπε πρὸς τοὺς Αἰτωλούς, διασαφῶν τὰ δεδογμένα καὶ παρακελευόμενος ἐπανάγειν ἐκ τῆς τῶν Μεσσηνίων | |
5 | χώρας καὶ τῆς Ἀχαΐας μὴ ψαύειν· εἰ δὲ μή, διότι | |
Hist.4.9.8 | χρήσεται τοῖς ἐπιβαίνουσιν ὡς πολεμίοις. Σκόπας δὲ καὶ Δωρίμαχος ἀκούσαντες τὰ λεγόμενα καὶ γνόντες ἡθροισμένους τοὺς Ἀχαιούς, ἡγοῦντο συμ‐ φέρειν σφίσι τότε τίθεσθαι τοῖς παραγγελλομένοις. | |
Hist.4.9.9 | παραυτίκα μὲν οὖν ἐξαπέστελλον γραμματοφόρους εἴς τε Κυλλήνην καὶ πρὸς Ἀρίστωνα τὸν τῶν Αἰ‐ τωλῶν στρατηγόν, ἀξιοῦντες κατὰ σπουδὴν αὑτοῖς ἀποστέλλειν τὰ πορθμεῖα τῆς Ἠλείας εἰς τὴν Φει‐ | |
Hist.4.9.10 | άδα καλουμένην νῆσον. αὐτοὶ δὲ μετὰ δύ’ ἡμέρας ἀνέζευξαν γέμοντες τῆς λείας, καὶ προῆγον ὡς ἐπὶ τὴν Ἠλείαν. ἀεὶ γάρ ποτε τῆς τῶν Ἠλείων ἀντεί‐ χοντο φιλίας Αἰτωλοὶ χάριν τοῦ διὰ τούτων ἐπι‐ | |
5 | πλοκὰς λαμβάνειν πρὸς τὰς ἁρπαγὰς τὰς ἐκ Πελο‐ ποννήσου καὶ λῃστείας. | |
Hist.4.10.1 | Ὁ δ’ Ἄρατος ἐπιμείνας δύ’ ἡμέρας, καὶ πιστεύ‐ σας εὐήθως ὅτι ποιήσονται τὴν ἐπάνοδον, καθά‐ περ ὑπεδείκνυσαν, τοὺς μὲν λοιποὺς Ἀχαιοὺς καὶ τοὺς Λακεδαιμονίους διαφῆκε πάντας εἰς τὴν οἰ‐ | |
Hist.4.10.2 | κείαν, τρισχιλίους δ’ ἔχων πεζοὺς καὶ τριακοσίους ἱππεῖς καὶ τοὺς ἅμα τῷ Ταυρίωνι στρατιώτας, προ‐ ῆγε τὴν ἐπὶ Πάτρας, ἀντιπαράγειν τοῖς Αἰτωλοῖς | |
Hist.4.10.3 | προαιρούμενος. οἱ δὲ περὶ τὸν Δωρίμαχον, πυν‐ θανόμενοι τοὺς περὶ τὸν Ἄρατον ἀντιπαράγειν αὐτοῖς καὶ συμμένειν, τὰ μὲν διαγωνιάσαντες μὴ κατὰ τὴν εἰς τὰς ναῦς ἔμβασιν ἐπίθωνται σφίσι | |
5 | περισπωμένοις, τὰ δὲ σπουδάζοντες συγχέαι τὸν | |
Hist.4.10.4 | πόλεμον, τὴν μὲν λείαν ἀπέστειλαν ἐπὶ τὰ πλοῖα, συστήσαντες τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους πρὸς τὴν διακομιδήν, προσεντειλάμενοι τοῖς ἐκπεμπομέ‐ νοις ταῦτα πρὸς τὸ Ῥίον ἀπαντᾶν, ὡς ἐντεῦθεν | |
Hist.4.10.5 | ποιησόμενοι τὴν ἔμβασιν, αὐτοὶ δὲ τὸ μὲν πρῶτον ἐφήδρευον τῇ τῆς λείας ἐξαποστολῇ περιέποντες, μετὰ δὲ ταῦτα προῆγον ἐκ μεταβολῆς ὡς ἐπ’ Ὀλυμ‐ | |
Hist.4.10.6 | πίας. ἀκούοντες δὲ τοὺς περὶ τὸν Ταυρίωνα μετὰ τοῦ προειρημένου πλήθους περὶ τὴν Κλειτορίαν εἶναι, καὶ νομίζοντες οὐδ’ ὣς δυνήσεσθαι τὴν ἀπὸ τοῦ Ῥίου διάβασιν ἄνευ κινδύνου ποιήσασθαι καὶ | |
Hist.4.10.7 | συμπλοκῆς, ἔκριναν συμφέρειν τοῖς σφετέροις πράγ‐ μασιν ὡς τάχιστα συμμῖξαι τοῖς περὶ τὸν Ἄρατον, ἀκμὴν ὀλίγοις οὖσι καὶ τοῦ μέλλοντος ἀνυπονοή‐ | |
Hist.4.10.8 | τοις, ὑπολαβόντες, ἂν μὲν τρέψωνται τούτους, προ‐ κατασύραντες τὴν χώραν ἀσφαλῆ ποιήσεσθαι τὴν ἀπὸ τοῦ Ῥίου διάβασιν, ἐν ᾧ μέλλει καὶ βουλεύε‐ ται συναθροίζεσθαι πάλιν τὸ τῶν Ἀχαιῶν πλῆθος, | |
Hist.4.10.9 | ἂν δὲ καταπλαγέντες φυγομαχῶσι καὶ μὴ βούλων‐ ται συμβάλλειν οἱ περὶ τὸν Ἄρατον, ἄνευ κινδύ‐ νου ποιήσεσθαι τὴν ἀπόλυσιν, ὁπόταν αὐτοῖς δοκῇ | |
Hist.4.10.10 | συμφέρειν. οὗτοι μὲν οὖν τοιούτοις χρησάμενοι λογισμοῖς προῆγον, καὶ κατεστρατοπέδευσαν περὶ | |
Hist.4.11.1 | Μεθύδριον τῆς Μεγαλοπολίτιδος· οἱ δὲ τῶν Ἀχαιῶν ἡγεμόνες, συνέντες τὴν παρουσίαν τῶν Αἰτωλῶν, οὕτως κακῶς ἐχρήσαντο τοῖς πράγμασιν ὥσθ’ ὑπερ‐ | |
Hist.4.11.2 | βολὴν ἀνοίας μὴ καταλιπεῖν. ἀναστρέψαντες γὰρ ἐκ τῆς Κλειτορίας κατεστρατοπέδευσαν περὶ Καφύας. | |
Hist.4.11.3 | τῶν δ’ Αἰτωλῶν ποιουμένων τὴν πορείαν ἀπὸ Μεθυ‐ δρίου παρὰ τὴν τῶν Ὀρχομενίων πόλιν, ἐξάγοντες | |
τοὺς Ἀχαιοὺς ἐν τῷ τῶν Καφυέων πεδίῳ παρενέ‐ βαλον, πρόβλημα ποιούμενοι τὸν δι’ αὐτοῦ ῥέοντα | ||
Hist.4.11.4 | ποταμόν. οἱ δ’ Αἰτωλοὶ καὶ διὰ τὰς μεταξὺ δυσ‐ χωρίας—ἦσαν γὰρ ἔτι πρὸ τοῦ ποταμοῦ τάφροι καὶ πλείους δύσβατοι—καὶ διὰ τὴν ἐπίφασιν τῆς ἑτοιμότητος τῶν Ἀχαιῶν πρὸς τὸν κίνδυνον τοῦ | |
5 | μὲν ἐγχειρεῖν τοῖς ὑπεναντίοις κατὰ τὴν ἐξ ἀρχῆς | |
Hist.4.11.5 | πρόθεσιν ἀπεδειλίασαν, μετὰ δὲ πολλῆς εὐταξίας ἐποιοῦντο τὴν πορείαν ὡς ἐπὶ τὰς ὑπερβολὰς ἐπὶ τὸν Ὀλύγυρτον, ἀσμενίζοντες, εἰ μή τις αὐτοῖς | |
Hist.4.11.6 | ἐγχειροίη καὶ βιάζοιτο κινδυνεύειν. οἱ δὲ περὶ τὸν Ἄρατον, τῆς μὲν πρωτοπορείας τῶν Αἰτωλῶν ἤδη προσβαινούσης πρὸς τὰς ὑπερβολάς, τῶν δ’ ἱππέων οὐραγούντων διὰ τοῦ πεδίου καὶ συνεγγιζόντων τῷ | |
5 | προσαγορευομένῳ Πρόποδι τῆς παρωρείας, ἐξαπο‐ στέλλουσι τοὺς ἱππεῖς καὶ τοὺς εὐζώνους, Ἐπίστρατον ἐπιστήσαντες τὸν Ἀκαρνᾶνα, καὶ συντάξαντες ἐξάπ‐ τεσθαι τῆς οὐραγίας καὶ καταπειράζειν τῶν πολε‐ | |
Hist.4.11.7 | μίων. καίτοι γ’ εἰ μὲν ἦν κινδυνευτέον, οὐ πρὸς τὴν οὐραγίαν ἐχρῆν συμπλέκεσθαι, διηνυκότων ἤδη τῶν πολεμίων τοὺς ὁμαλοὺς τόπους, πρὸς δὲ τὴν πρωτοπορείαν, εὐθέως ἐμβαλόντων εἰς τὸ πεδίον. | |
Hist.4.11.8 | οὕτως γὰρ ἂν τὸν ἀγῶνα συνέβη γενέσθαι τὸν ὅλον ἐν τοῖς ἐπιπέδοις καὶ πεδινοῖς τόποις, οὗ τοὺς μὲν Αἰτωλοὺς δυσχρηστοτάτους εἶναι συνέβαινε διά τε τὸν καθοπλισμὸν καὶ τὴν ὅλην σύνταξιν, τοὺς δ’ | |
5 | Ἀχαιοὺς εὐχρηστοτάτους καὶ δυναμικωτάτους διὰ | |
Hist.4.11.9 | τἀναντία τῶν προειρημένων. νῦν δ’ ἀφέμενοι τῶν οἰκείων τόπων καὶ καιρῶν εἰς τὰ τῶν πολεμίων προτερήματα συγκατέβησαν. τοιγαροῦν ἀκόλουθον | |
Hist.4.12.1 | τὸ τέλος ἐξέβη τοῦ κινδύνου ταῖς ἐπιβολαῖς. ἐξαπτο‐ | |
μένων γὰρ τῶν εὐζώνων τηροῦντες οἱ τῶν Αἰτωλῶν ἱππεῖς τὴν τάξιν ἀπεχώρουν εἰς τὴν παρώρειαν, | ||
Hist.4.12.2 | σπεύδοντες συνάψαι τοῖς παρ’ αὑτῶν πεζοῖς. οἱ δὲ περὶ τὸν Ἄρατον, οὔτε κατιδόντες καλῶς τὸ γινό‐ μενον οὔτ’ ἐκλογισάμενοι δεόντως τὸ μετὰ ταῦτα συμβησόμενον, ἅμα τῷ τοὺς ἱππεῖς ἰδεῖν ὑποχω‐ | |
Hist.4.12.3 | ροῦντας ἐλπίσαντες αὐτοὺς φεύγειν, τοὺς μὲν ἀπὸ τῶν κεράτων θωρακίτας ἐξαπέστειλαν, παραγγείλαν‐ τες βοηθεῖν καὶ συνάπτειν τοῖς παρ’ αὑτῶν εὐζώ‐ νοις, αὐτοὶ δ’ ἐπὶ κέρας κλίναντες τὴν δύναμιν ἦγον | |
Hist.4.12.4 | μετὰ δρόμου καὶ σπουδῆς. οἱ δὲ τῶν Αἰτωλῶν ἱππεῖς, διανύσαντες τὸ πεδίον, ἅμα τῷ συνάψαι τοῖς πεζοῖς αὐτοὶ μὲν ὑπὸ τὴν παρώρειαν ὑποστείλαντες | |
Hist.4.12.5 | ἔμενον, τοὺς δὲ πεζοὺς ἥθροιζον πρὸς τὰ πλάγια καὶ παρεκάλουν, ἑτοίμως πρὸς τὴν κραυγὴν ἀνατρεχόν‐ των καὶ παραβοηθούντων ἀεὶ τῶν ἐκ τῆς πορείας. | |
Hist.4.12.6 | ἐπεὶ δ’ ἀξιομάχους ὑπέλαβον εἶναι σφᾶς αὐτοὺς κατὰ τὸ πλῆθος, συστραφέντες ἐνέβαλον τοῖς προ‐ μαχομένοις τῶν Ἀχαϊκῶν ἱππέων καὶ ψιλῶν. ὄντες δὲ πλείους, καὶ ποιούμενοι τὴν ἔφοδον ἐξ ὑπερδεξίου, | |
5 | πολὺν μὲν χρόνον ἐκινδύνευσαν, τέλος δ’ ἐτρέψαντο | |
Hist.4.12.7 | τοὺς συγκαθεστῶτας. ἐν δὲ τῷ τούτους ἐγκλίναν‐ τας φεύγειν οἱ προσβοηθοῦντες θωρακῖται κατὰ πορείαν ἀτάκτως ἐπιπαραγενόμενοι καὶ σποράδην, οἱ μὲν ἀποροῦντες ἐπὶ τοῖς γινομένοις, οἱ δὲ συμ‐ | |
5 | πίπτοντες ἀντίοις τοῖς φεύγουσι κατὰ τὴν ἀποχώ‐ ρησιν, ἀναστρέφειν ἠναγκάζοντο καὶ τὸ παραπλή‐ | |
Hist.4.12.8 | σιον ποιεῖν. ἐξ οὗ συνέβαινε τοὺς μὲν ἐκ τῆς συγκαταστάσεως ἡττηθέντας μὴ πλείους εἶναι πεντα‐ | |
Hist.4.12.9 | κοσίων, τοὺς δὲ φεύγοντας πλείους δισχιλίων. τοῦ δὲ πράγματος αὐτοῦ διδάσκοντος τοὺς Αἰτωλοὺς ὃ | |
δεῖ ποιεῖν, εἵποντο κατόπιν, ἐπιπολαστικῶς καὶ | ||
Hist.4.12.10 | κατακόρως χρώμενοι τῇ κραυγῇ. ποιουμένων δὲ τῶν Ἀχαϊκῶν τὴν ἀποχώρησιν πρὸς τὰ βαρέα τῶν ὅπλων, ὡς μενόντων ὑπὸ ταῖς ἀσφαλείαις ἐπὶ τῆς ἐξ ἀρχῆς τάξεως, τὸ μὲν πρῶτον εὐσχήμων ἐγένεθ’ ἡ φυγὴ | |
Hist.4.12.11 | καὶ σωτήριος· συνθεασάμενοι δὲ καὶ τούτους λε‐ λοιπότας τὰς τῶν τόπων ἀσφαλείας καὶ μακροὺς ὄντας ἐν πορείᾳ καὶ διαλελυμένους, οἱ μὲν αὐτῶν εὐθέως διαρρέοντες ἀτάκτως ἐποιήσαντο τὴν ἀπο‐ | |
Hist.4.12.12 | χώρησιν ἐπὶ τὰς παρακειμένας πόλεις, οἱ δὲ συμ‐ πίπτοντες ἀντίοις τοῖς ἐπιφερομένοις φαλαγγίταις οὐ προσεδέοντο τῶν πολεμίων, αὐτοὶ δὲ σφᾶς αὐ‐ τοὺς ἐκπλήττοντες ἠνάγκαζον φεύγειν προτροπάδην. | |
Hist.4.12.13 | ἐχρῶντο δὲ τῇ φυγῇ κατὰ τὴν ἀποχώρησιν, ὡς προείπομεν, ἐπὶ τὰς πόλεις· ὅ τε γὰρ Ὀρχομενὸς αἵ τε Καφύαι σύνεγγυς οὖσαι πολλοὺς ὤνησαν. μὴ γὰρ τούτου συμβάντος ἅπαντες ἂν ἐκινδύνευσαν | |
5 | διαφθαρῆναι παραλόγως. | |
Hist.4.12.14 | Ὁ μὲν οὖν περὶ Καφύας γενόμενος κίνδυνος τοῦ‐ | |
Hist.4.13.1 | τον ἀπέβη τὸν τρόπον. οἱ δὲ Μεγαλοπολῖται, συν‐ έντες τοὺς Αἰτωλοὺς περὶ τὸ Μεθύδριον ἐστρατοπε‐ δευκότας, ἧκον ἀπὸ σάλπιγγος πανδημεὶ βοηθοῦντες | |
Hist.4.13.2 | τῇ κατὰ πόδας ἡμέρᾳ τῆς μάχης, καὶ μεθ’ ὧν ζώντων ἤλπισαν κινδυνεύσειν πρὸς τοὺς ὑπεναντίους, τού‐ τους ἠναγκάζοντο θάπτειν ὑπὸ τῶν ἐχθρῶν τετελευ‐ | |
Hist.4.13.3 | τηκότας. ὀρύξαντες δὲ τάφρον ἐν τῷ τῶν Καφυέων πεδίῳ, καὶ συναθροίσαντες τοὺς νεκρούς, ἐκήδευσαν | |
Hist.4.13.4 | μετὰ πάσης φιλοτιμίας τοὺς ἠτυχηκότας. οἱ δ’ Αἰτω‐ λοὶ παραδόξως δι’ αὐτῶν τῶν ἱππέων καὶ τῶν ψιλῶν ποιήσαντες τὸ προτέρημα, λοιπὸν ἤδη μετ’ ἀσφαλείας | |
Hist.4.13.5 | διὰ μέσης Πελοποννήσου διῄεσαν. ἐν ᾧ καιρῷ | |
καταπειράσαντες μὲν τῆς Πελληνέων πόλεως, κατα‐ σύραντες δὲ τὴν Σικυωνίαν χώραν, τέλος κατὰ τὸν Ἰσθμὸν ἐποιήσαντο τὴν ἀπόλυσιν. | ||
Hist.4.13.6 | Τὴν μὲν οὖν αἰτίαν καὶ τὴν ἀφορμὴν ὁ συμμαχι‐ κὸς πόλεμος ἔσχεν ἐκ τούτων, τὴν δ’ ἀρχὴν ἐκ τοῦ μετὰ ταῦτα γενομένου δόγματος ἁπάντων τῶν συμ‐ | |
Hist.4.13.7 | μάχων· οἳ συνελθόντες εἰς τὴν τῶν Κορινθίων πόλιν ἐπεκύρωσαν τὸ διαβούλιον διαπροστατεύσαντος Φι‐ | |
Hist.4.14.1 | λίππου τοῦ βασιλέως. τὸ δὲ τῶν Ἀχαιῶν πλῆθος μετά τινας ἡμέρας ἁθροισθὲν εἰς τὴν καθήκουσαν σύνοδον, πικρῶς διέκειτο καὶ κοινῇ καὶ κατ’ ἰδίαν πρὸς τὸν Ἄρατον, ὡς τοῦτον ὁμολογουμένως αἴτιον | |
Hist.4.14.2 | γεγονότα τοῦ προειρημένου συμπτώματος. διὸ καὶ τῶν ἀντιπολιτευομένων κατηγορούντων αὐτοῦ καὶ φερόντων ἀπολογισμοὺς ἐναργεῖς, ἔτι μᾶλλον ἠγα‐ | |
Hist.4.14.3 | νάκτει καὶ παρωξύνετο τὸ πλῆθος. ἐδόκει γὰρ πρῶτον ἁμάρτημα προφανὲς εἶναι τὸ μηδέπω τῆς ἀρχῆς αὐτῷ καθηκούσης προλαβόντα τὸν ἀλλότριον καιρὸν ἀναδέχεσθαι τοιαύτας πράξεις ἐν αἷς συνῄδει πολ‐ | |
Hist.4.14.4 | λάκις αὑτῷ διεσφαλμένῳ· δεύτερον δὲ καὶ μεῖζον τούτου τὸ διαφεῖναι τοὺς Ἀχαιοὺς ἀκμὴν ἐν μέσῳ Πελοποννήσου τῶν Αἰτωλῶν ὑπαρχόντων, ἄλλως τε καὶ προδιειληφότα διότι σπεύδουσιν οἱ περὶ τὸν | |
5 | Σκόπαν καὶ Δωρίμαχον κινεῖν τὰ καθεστῶτα καὶ | |
Hist.4.14.5 | συνταράξαι τὸν πόλεμον· τρίτον δὲ τὸ συμβαλεῖν τοῖς ὑπεναντίοις οὕτω μετ’ ὀλίγων μηδεμιᾶς κα‐ τεπειγούσης ἀνάγκης, δυνάμενον ἀσφαλῶς εἰς τὰς παρακειμένας πόλεις ἀποχωρῆσαι καὶ συναγαγεῖν | |
5 | τοὺς Ἀχαιοὺς καὶ τότε συμβαλεῖν τοῖς πολεμίοις, | |
Hist.4.14.6 | εἰ τοῦτο πάντως ἡγεῖτο συμφέρειν· τελευταῖον καὶ μέγιστον τὸ προθέμενον καὶ συμβαλεῖν οὕτως εἰκῇ | |
καὶ ἀσκόπως χρήσασθαι τοῖς πράγμασιν ὥστε παρέντα τὰ πεδία καὶ τὴν τῶν ὁπλιτῶν χρείαν δι’ αὐτῶν | ||
5 | τῶν εὐζώνων ταῖς παρωρείαις πρὸς Αἰτωλοὺς ποιή‐ σασθαι τὸν κίνδυνον, οἷς οὐδὲν ἦν τούτου προυρ‐ | |
Hist.4.14.7 | γιαίτερον οὐδ’ οἰκειότερον. οὐ μὴν ἀλλ’ ἅμα τῷ προελθόντα τὸν Ἄρατον ἀναμνῆσαι μὲν τῶν προ‐ πεπολιτευμένων καὶ πεπραγμένων πρότερον αὑτῷ, φέρειν δ’ ἀπολογισμοὺς περὶ τῶν ἐγκαλουμένων ὡς | |
5 | οὐ γέγονεν αἴτιος τῶν συμβεβηκότων, αἰτεῖσθαι δὲ συγγνώμην, εἰ καί τι παρεώρακε κατὰ τὸν γενόμενον κίνδυνον, οἴεσθαι δὲ δεῖν καὶ καθόλου σκοπεῖσθαι | |
Hist.4.14.8 | τὰ πράγματα μὴ πικρῶς, ἀλλ’ ἀνθρωπίνως, οὕτως ταχέως καὶ μεγαλοψύχως μετεμελήθη τὸ πλῆθος ὥστε καὶ τοῖς συνεπιτιθεμένοις αὐτῷ τῶν ἀντιπολι‐ τευομένων ἐπὶ πολὺ δυσαρεστῆσαι καὶ περὶ τῶν | |
5 | ἑξῆς πάντα βουλεύεσθαι κατὰ τὴν Ἀράτου γνώμην. | |
Hist.4.14.9 | ταῦτα μὲν οὖν εἰς τὴν προτέραν ἔπεσεν ὀλυμπιάδα, τὰ δ’ ἑξῆς εἰς τὴν τετταρακοστὴν ἐπὶ ταῖς ἑκατόν. | |
Hist.4.15.1 | Ἦν δὲ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ταῦτα· πρεσβεύ‐ ειν πρὸς Ἠπειρώτας, Βοιωτούς, Φωκέας, Ἀκαρνᾶ‐ | |
Hist.4.15.2 | νας, Φίλιππον, καὶ διασαφεῖν τίνα τρόπον Αἰτωλοὶ παρὰ τὰς συνθήκας μεθ’ ὅπλων ἤδη δὶς εἰσβεβλη‐ κότες εἴησαν εἰς τὴν Ἀχαΐαν, καὶ παρακαλεῖν αὐ‐ τοὺς βοηθεῖν κατὰ τὰς ὁμολογίας, προσδέξασθαι δὲ | |
Hist.4.15.3 | καὶ τοὺς Μεσσηνίους εἰς τὴν συμμαχίαν, τὸν δὲ στρατηγὸν ἐπιλέξαι τῶν Ἀχαιῶν πεζοὺς μὲν πεντα‐ κισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, καὶ βοηθεῖν τοῖς Μεσσηνίοις, ἐὰν ἐπιβαίνωσιν Αἰτωλοὶ τῆς χώρας | |
Hist.4.15.4 | αὐτῶν· συντάξασθαι δὲ καὶ πρὸς Λακεδαιμονίους καὶ πρὸς Μεσσηνίους ὅσους δεήσοι παρ’ ἀμφοῖν ὑπάρχειν ἱππεῖς καὶ πεζοὺς πρὸς τὰς κοινὰς χρείας. | |
Hist.4.15.5 | δοξάντων δὲ τούτων, οἱ μὲν Ἀχαιοὶ φέροντες γεν‐ ναίως τὸ γεγονὸς οὔτε τοὺς Μεσσηνίους ἐγκατέλι‐ πον οὔτε τὴν αὑτῶν πρόθεσιν, οἱ δὲ πρὸς τοὺς συμμάχους καθεσταμένοι τὰς πρεσβείας ἐπετέλουν, | |
Hist.4.15.6 | ὁ δὲ στρατηγὸς τοὺς μὲν ἐκ τῆς Ἀχαΐας ἄνδρας ἐπέ‐ λεγε κατὰ τὸ δόγμα, πρὸς δὲ τοὺς Λακεδαιμονίους καὶ Μεσσηνίους συνετάττετο πεζοὺς μὲν παρ’ ἑκα‐ τέρων ὑπάρχειν δισχιλίους καὶ πεντακοσίους, ἱππεῖς | |
Hist.4.15.7 | δὲ πεντήκοντα καὶ διακοσίους, ὥστ’ εἶναι τὸ πᾶν σύστημα πρὸς τὰς ἐπιγινομένας χρείας πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ χιλίους. | |
Hist.4.15.8 | Οἱ δ’ Αἰτωλοί, παραγενομένης αὐτοῖς τῆς καθη‐ κούσης ἐκκλησίας, συνελθόντες ἐβουλεύσαντο πρός τε Λακεδαιμονίους καὶ Μεσσηνίους καὶ τοὺς ἄλλους πάντας εἰρήνην ἄγειν, κακοπραγμονοῦντες καὶ βου‐ | |
5 | λόμενοι φθείρειν καὶ λυμαίνεσθαι τοὺς τῶν Ἀχαιῶν | |
Hist.4.15.9 | συμμάχους· πρὸς αὐτοὺς δὲ τοὺς Ἀχαιούς, ἐὰν μὲν ἀφιστῶνται τῆς τῶν Μεσσηνίων συμμαχίας, ἄγειν ἐψηφίσαντο τὴν εἰρήνην, εἰ δὲ μή, πολεμεῖν, πρᾶγμα | |
Hist.4.15.10 | πάντων ἀλογώτατον. ὄντες γὰρ αὐτοὶ σύμμαχοι καὶ τῶν Ἀχαιῶν καὶ τῶν Μεσσηνίων, εἰ μὲν οὗτοι πρὸς ἀλλήλους φιλίαν ἄγοιεν καὶ συμμαχίαν, τὸν πόλεμον τοῖς Ἀχαιοῖς ἐπήγγελλον· εἰ δ’ ἔχθραν ἕλοιντο πρὸς | |
5 | τοὺς Μεσσηνίους, τὴν εἰρήνην αὐτοῖς ἐποίουν κατὰ | |
Hist.4.15.11 | μόνας, ὥστε μηδ’ ὑπὸ λόγον πίπτειν τὴν ἀδικίαν αὐ‐ τῶν διὰ τὸ παρηλλαγμένον αὐτῶν τῶν ἐγχειρημάτων. | |
Hist.4.16.1 | Οἱ δ’ Ἠπειρῶται καὶ Φίλιππος ὁ βασιλεὺς ἀκού‐ σαντες τῶν πρέσβεων τοὺς μὲν Μεσσηνίους εἰς τὴν | |
Hist.4.16.2 | συμμαχίαν προσέλαβον, ἐπὶ δὲ τοῖς ὑπὸ τῶν Αἰτω‐ λῶν πεπραγμένοις παραυτίκα μὲν ἠγανάκτησαν, οὐ μὴν ἐπὶ πλεῖον ἐθαύμασαν, διὰ τὸ μηδὲν παράδο‐ | |
ξον, τῶν εἰθισμένων δέ τι πεποιηκέναι τοὺς Αἰτω‐ | ||
Hist.4.16.3 | λούς. διόπερ οὐδ’ ὠργίσθησαν ἐπὶ πλεῖον, ἀλλ’ ἐψηφίσαντο τὴν εἰρήνην ἄγειν (πρὸς) αὐτούς· οὕτως ἡ συνεχὴς ἀδικία συγγνώμης τυγχάνει μᾶλλον τῆς | |
Hist.4.16.4 | σπανίου καὶ παραδόξου πονηρίας. Αἰτωλοὶ γοῦν τούτῳ τῷ τρόπῳ χρώμενοι, καὶ λῃστεύοντες συνε‐ χῶς τὴν Ἑλλάδα, καὶ πολέμους ἀνεπαγγέλτους φέ‐ ροντες πολλοῖς, οὐδ’ ἀπολογίας ἔτι κατηξίουν τοὺς | |
5 | ἐγκαλοῦντας, ἀλλὰ καὶ προσεχλεύαζον, εἴ τις αὐτοὺς εἰς δικαιοδοσίας προκαλοῖτο περὶ τῶν γεγονότων | |
Hist.4.16.5 | ἢ καὶ νὴ Δία τῶν μελλόντων. οἱ δὲ Λακεδαιμό‐ νιοι, προσφάτως μὲν ἠλευθερωμένοι δι’ Ἀντιγόνου καὶ διὰ τῆς τῶν Ἀχαιῶν φιλοτιμίας, ὀφείλοντες δὲ Μακεδόσι καὶ Φιλίππῳ μηδὲν ὑπεναντίον πράττειν, | |
5 | διαπεμψάμενοι λάθρᾳ πρὸς τοὺς Αἰτωλοὺς φιλίαν δι’ ἀπορρήτων ἔθεντο καὶ συμμαχίαν. | |
Hist.4.16.6 | Ἤδη δ’ ἐπιλελεγμένων τῶν Ἀχαϊκῶν νεανίσκων καὶ συντεταγμένων ὑπὲρ τῆς βοηθείας τῶν Λακε‐ δαιμονίων καὶ Μεσσηνίων, Σκερδιλαΐδας ὁμοῦ καὶ Δημήτριος ὁ Φάριος ἔπλευσαν ἐκ τῆς Ἰλλυρίδος ἐν | |
5 | ἐνενήκοντα λέμβοις ἔξω τοῦ Λίσσου παρὰ τὰς πρὸς | |
Hist.4.16.7 | Ῥωμαίους συνθήκας. οἳ τὸ μὲν πρῶτον τῇ Πύλῳ προσμίξαντες καὶ ποιησάμενοι προσβολὰς ἀπέπεσον· | |
Hist.4.16.8 | μετὰ δὲ ταῦτα Δημήτριος μὲν ἔχων τοὺς πεντή‐ κοντα τῶν λέμβων ὥρμησεν ἐπὶ νήσων, καὶ περι‐ πλέων τινὰς μὲν ἠργυρολόγει, τινὰς δ’ ἐπόρθει τῶν | |
Hist.4.16.9 | Κυκλάδων· Σκερδιλαΐδας δὲ ποιούμενος τὸν πλοῦν ὡς ἐπ’ οἴκου προσεῖχε πρὸς Ναύπακτον μετὰ τετ‐ ταράκοντα λέμβων, πεισθεὶς Ἀμυνᾷ τῷ βασιλεῖ τῶν Ἀθαμάνων, ὃς ἐτύγχανε κηδεστὴς ὑπάρχων αὐτοῦ. | |
Hist.4.16.10 | ποιησάμενος δὲ συνθήκας πρὸς Αἰτωλοὺς δι’ Ἀγε‐ | |
λάου περὶ τοῦ μερισμοῦ τῶν λαφύρων, ὑπέσχετο συνεμβαλεῖν ὁμόσε τοῖς Αἰτωλοῖς εἰς τὴν Ἀχαΐαν. | ||
Hist.4.16.11 | συνθέμενοι δὲ ταῦτα πρὸς τὸν Σκερδιλαΐδαν οἱ περὶ τὸν Ἀγέλαον καὶ Δωρίμαχον καὶ Σκόπαν, πρατ‐ τομένης αὐτοῖς τῆς τῶν Κυναιθέων πόλεως, συνα‐ θροίσαντες πανδημεὶ τοὺς Αἰτωλοὺς ἐνέβαλον εἰς | |
Hist.4.17.1 | τὴν Ἀχαΐαν μετὰ τῶν Ἰλλυριῶν. Ἀρίστων δ’ ὁ τῶν Αἰτωλῶν στρατηγός, οὐ προσποιούμενος οὐδὲν τῶν γινομένων, ἦγε τὴν ἡσυχίαν ἐπὶ τῆς οἰκείας, φά‐ σκων οὐ πολεμεῖν τοῖς Ἀχαιοῖς, ἀλλὰ διατηρεῖν | |
5 | τὴν εἰρήνην, εὔηθες καὶ παιδικὸν πρᾶγμα ποιῶν· | |
Hist.4.17.2 | δῆλον γὰρ ὡς εὐήθη καὶ μάταιον εἰκὸς φαίνεσθαι τὸν τοιοῦτον, ὅταν ὑπολαμβάνῃ τοῖς λόγοις ἐπικρύ‐ | |
Hist.4.17.3 | ψασθαι τὰς τῶν πραγμάτων ἐναργείας. οἱ δὲ περὶ τὸν Δωρίμαχον διὰ τῆς Ἀχαιάτιδος ποιησάμενοι τὴν | |
Hist.4.17.4 | πορείαν, ἧκον ἄφνω πρὸς τὴν Κύναιθαν. συνέβαινε δὲ τοὺς Κυναιθεῖς, ὄντας Ἀρκάδας, ἐκ πολλῶν χρό‐ νων ἐν ἀκαταπαύστοις καὶ μεγάλαις συνεσχῆσθαι στάσεσι, καὶ πολλὰς μὲν κατ’ ἀλλήλων πεποιῆσθαι | |
5 | σφαγὰς καὶ φυγάς, πρὸς δὲ τούτοις ἁρπαγὰς ὑπαρ‐ | |
Hist.4.17.5 | χόντων, ἔτι δὲ γῆς ἀναδασμούς, τέλος δ’ ἐπικρα‐ τῆσαι τοὺς τὰ τῶν Ἀχαιῶν αἱρουμένους καὶ κατα‐ σχεῖν τὴν πόλιν, φυλακὴν ἔχοντας τῶν τειχῶν καὶ | |
Hist.4.17.6 | στρατηγὸν τῆς πόλεως ἐξ Ἀχαΐας. τούτων δ’ οὕτως ἐχόντων, ὀλίγοις ἔμπροσθεν χρόνοις τῆς τῶν Αἰτω‐ λῶν παρουσίας διαπεμπομένων τῶν φυγάδων πρὸς τοὺς ἐν τῇ πόλει, καὶ δεομένων διαλυθῆναι πρὸς | |
Hist.4.17.7 | αὑτοὺς καὶ κατάγειν σφᾶς εἰς τὴν οἰκείαν, πει‐ σθέντες οἱ κατέχοντες τὴν πόλιν ἐπρέσβευον πρὸς τὸ τῶν Ἀχαιῶν ἔθνος, βουλόμενοι μετὰ τῆς ἐκείνων | |
Hist.4.17.8 | γνώμης ποιεῖσθαι τὰς διαλύσεις. [τῶν Ἀχαιῶν] | |
ἐπιχωρησάντων δ’ ἑτοίμως διὰ τὸ πεπεῖσθαι σφίσιν ἀμφοτέρους εὐνοήσειν, ἅτε τῶν μὲν κατεχόντων τὴν πόλιν ἐν τοῖς Ἀχαιοῖς ἐχόντων πάσας τὰς ἐλπίδας, | ||
5 | τῶν δὲ καταπορευομένων μελλόντων τυγχάνειν τῆς | |
Hist.4.17.9 | σωτηρίας διὰ τὴν τῶν Ἀχαιῶν συγκατάθεσιν, οὕτως ἀποστείλαντες τὴν παραφυλακὴν καὶ τὸν στρατηγὸν ἐκ τῆς πόλεως οἱ Κυναιθεῖς διελύσαντο καὶ κατή‐ γαγον τοὺς φυγάδας, ὄντας σχεδὸν εἰς τριακοσίους, | |
5 | λαβόντες πίστεις τῶν παρ’ ἀνθρώποις νομιζομένων | |
Hist.4.17.10 | τὰς ἰσχυροτάτας. οἱ δὲ κατανοστήσαντες οὐχ ὡς αἰτίας ἢ προφάσεως ἐπιγενομένης τοῦ δοκεῖν ἄλλης διαφορᾶς ἀρχὴν αὐτοῖς τινα γεγενῆσθαι, τὸ δ’ ἐναν‐ τίον παραχρῆμα κατελθόντες εὐθέως ἐπεβούλευον | |
Hist.4.17.11 | τῇ πατρίδι καὶ τοῖς σώσασι. καί μοι δοκοῦσι, καθ’ ὃν καιρὸν ἐπὶ τῶν σφαγίων τοὺς ὅρκους καὶ τὰς πίστεις ἐδίδοσαν ἀλλήλοις, τότε μάλιστα διανοεῖσθαι περί τε τῆς εἰς τὸ θεῖον καὶ τοὺς πιστεύσαντας ἀσε‐ | |
Hist.4.17.12 | βείας. ἅμα γὰρ τῷ μετασχεῖν τῆς πολιτείας εὐθέως ἐπεσπῶντο τοὺς Αἰτωλοὺς καὶ τούτοις ἔπραττον τὴν πόλιν, σπεύδοντες τοὺς σώσαντας ἅμα καὶ τὴν θρέ‐ | |
Hist.4.18.1 | ψασαν ἄρδην ἀπολέσαι. τὴν δὲ πρᾶξιν τοιᾷδέ τινι | |
Hist.4.18.2 | τόλμῃ καὶ τοιούτῳ τρόπῳ συνεστήσαντο. πολέμαρχοι τῶν κατεληλυθότων τινὲς ἐγεγόνεισαν· ταύτην δὲ συμβαίνει τὴν ἀρχὴν κλείειν τὰς πύλας καὶ τὸν μεταξὺ χρόνον κυριεύειν τῶν κλειδῶν, ποιεῖσθαι δὲ | |
5 | καὶ τὸ καθ’ ἡμέραν τὴν δίαιταν ἐπὶ τῶν πυλώνων. | |
Hist.4.18.3 | οἱ μὲν οὖν Αἰτωλοὶ διεσκευασμένοι καὶ τὰς κλί‐ | |
Hist.4.18.4 | μακας ἑτοίμας ἔχοντες ἐπετήρουν τὸν καιρόν· οἱ δὲ πολεμαρχοῦντες τῶν φυγάδων κατασφάξαντες τοὺς συνάρχοντας ἐπὶ τοῦ πυλῶνος ἀνέῳξαν τὴν πύλην. | |
Hist.4.18.5 | οὗ συμβάντος τινὲς μὲν τῶν Αἰτωλῶν διὰ ταύτης | |
εἰσέπιπτον, τινὲς δὲ τὰς κλίμακας προσερείσαντες ἐβιάσαντο διὰ τούτων καὶ κατελάμβανον τὸ τεῖχος. | ||
Hist.4.18.6 | οἱ δ’ ἐν τῇ πόλει πάντες, ἐκπλαγεῖς ὄντες ἐπὶ τοῖς συντελουμένοις, ἀπόρως καὶ δυσχρήστως εἶχον πρὸς τὸ συμβαῖνον· οὔτε γὰρ πρὸς τοὺς διὰ τῆς πύλης εἰσπίπτοντας οἷοί τ’ ἦσαν βοηθεῖν ἀπερισπάστως διὰ | |
5 | τοὺς πρὸς τὰ τείχη προσβάλλοντας, οὐδὲ μὴν τοῖς τείχεσιν ἐπαμύνειν διὰ τοὺς τῇ πύλῃ βιαζομένους. | |
Hist.4.18.7 | οἱ δ’ Αἰτωλοὶ διὰ ταύτας τὰς αἰτίας ταχέως ἐγκρα‐ τεῖς γενόμενοι τῆς πόλεως, τῶν ἀδίκων ἔργων ἓν τοῦτ’ ἔπραξαν δικαιότατον· πρώτους γὰρ τοὺς εἰσα‐ γαγόντας καὶ προδόντας αὐτοῖς τὴν πόλιν κατα‐ | |
Hist.4.18.8 | σφάξαντες διήρπασαν τοὺς τούτων βίους. ὁμοίως δὲ καὶ τοῖς ἄλλοις ἐχρήσαντο πᾶσι· τὸ δὲ τελευταῖον ἐπισκηνώσαντες ἐπὶ τὰς οἰκίας ἐξετοιχωρύχησαν μὲν τοὺς βίους, ἐστρέβλωσαν δὲ πολλοὺς τῶν Κυναι‐ | |
5 | θέων, οἷς ἠπίστησαν ἔχειν κεκρυμμένα διάφορον ἢ κατασκευάσματ’ ἤ(περ) ἄλλο τι τῶν πλείονος ἀξίων. | |
Hist.4.18.9 | Τοῦτον δὲ τὸν τρόπον λωβησάμενοι τοὺς Κυ‐ ναιθεῖς ἀνεστρατοπέδευσαν, ἀπολιπόντες φυλακὴν | |
Hist.4.18.10 | τῶν τειχῶν, καὶ προῆγον ὡς ἐπὶ Λούσων· καὶ πα‐ ραγενόμενοι πρὸς τὸ τῆς Ἀρτέμιδος ἱερόν, ὃ κεῖται μὲν μεταξὺ Κλείτορος καὶ Κυναίθης, ἄσυλον δὲ νενόμισται παρὰ τοῖς Ἕλλησιν, ἀνετείνοντο διαρπά‐ | |
5 | σειν τὰ θρέμματα τῆς θεοῦ καὶ τἄλλα τὰ περὶ τὸν | |
Hist.4.18.11 | ναόν. οἱ δὲ Λουσιᾶται νουνεχῶς δόντες τινὰ τῶν κατασκευασμάτων τῆς θεοῦ, παρῃτήσαντο τὴν τῶν Αἰτωλῶν ἀσέβειαν τοῦ μηδὲν παθεῖν ἀνήκεστον. | |
Hist.4.18.12 | οἱ δὲ δεξάμενοι παραχρῆμ’ ἀναζεύξαντες προσεστρα‐ τοπέδευσαν τῇ τῶν Κλειτορίων πόλει. | |
Hist.4.19.1 | Κατὰ δὲ τοὺς καιροὺς τούτους ὁ τῶν Ἀχαιῶν | |
στρατηγὸς Ἄρατος ἐξαπέστειλε μὲν πρὸς Φίλιππον παρακαλῶν βοηθεῖν, συνῆγε δὲ τοὺς ἐπιλέκτους, μετεπέμπετο δὲ παρὰ Λακεδαιμονίων καὶ Μεσση‐ | ||
Hist.4.19.2 | νίων τοὺς διατεταγμένους κατὰ τὰς ὁμολογίας. οἱ δ’ Αἰτωλοὶ τὸ μὲν πρῶτον παρεκάλουν τοὺς Κλειτο‐ ρίους ἀποστάντας τῶν Ἀχαιῶν αἱρεῖσθαι τὴν πρὸς | |
Hist.4.19.3 | αὑτοὺς συμμαχίαν. τῶν δὲ Κλειτορίων ἁπλῶς οὐ προσιεμένων τοὺς λόγους, προσβολὰς ἐποιοῦντο, καὶ προσερείδοντες τὰς κλίμακας τοῖς τείχεσι κατε‐ | |
Hist.4.19.4 | πείραζον τῆς πόλεως. ἀμυνομένων δὲ γενναίως καὶ τολμηρῶς τῶν ἔνδον, εἴξαντες τοῖς πράγμασιν ἀνε‐ στρατοπέδευσαν, καὶ προαγαγόντες αὖθις ὡς ἐπὶ τὴν Κύναιθαν, ὅμως τὰ θρέμματα τῆς θεοῦ πε‐ | |
Hist.4.19.5 | ρισύραντες ἀπήγαγον. καὶ τὸ μὲν πρῶτον παρεδί‐ δοσαν τοῖς Ἠλείοις τὴν Κύναιθαν· οὐ βουλομένων δὲ προσδέξασθαι τῶν Ἠλείων, ἐπεβάλοντο μὲν δι’ αὑτῶν κατέχειν τὴν πόλιν, στρατηγὸν ἐπιστήσαντες | |
Hist.4.19.6 | Εὐριπίδαν, μετὰ δὲ ταῦτα πάλιν δείσαντες ἐκ τῶν προσαγγελλομένων τὴν ἐκ Μακεδονίας βοήθειαν, ἐμπρήσαντες τὴν πόλιν ἀπηλλάγησαν, καὶ προῆγον αὖτις ὡς ἐπὶ τὸ Ῥίον, ταύτῃ κρίνοντες ποιεῖσθαι | |
Hist.4.19.7 | τὴν διάβασιν. ὁ δὲ Ταυρίων, πυνθανόμενος τὴν τῶν Αἰτωλῶν εἰσβολὴν καὶ τὰ περὶ τὴν Κύναιθαν πεπραγμένα, θεωρῶν δὲ τὸν Δημήτριον τὸν Φάριον ἀπὸ τῶν νήσων εἰς τὰς Κεγχρεὰς καταπεπλευκότα, | |
5 | παρεκάλει τοῦτον βοηθῆσαι τοῖς Ἀχαιοῖς καὶ διισθ‐ μίσαντα τοὺς λέμβους ἐπιτίθεσθαι τῇ τῶν Αἰτωλῶν | |
Hist.4.19.8 | διαβάσει. ὁ δὲ Δημήτριος λυσιτελῆ μέν, οὐκ εὐ‐ σχήμονα δὲ πεποιημένος τὴν ἀπὸ τῶν νήσων ἐπάν‐ οδον, διὰ τὸν τῶν Ῥοδίων ἐπ’ αὐτὸν ἀνάπλουν, ἄσμενος ὑπήκουσε τῷ Ταυρίωνι, προσδεξαμένου | |
5 | ’κείνου τὴν εἰς τὴν ὑπέρβασιν τῶν λέμβων δαπά‐ | |
Hist.4.19.9 | νην. οὗτος μὲν οὖν ὑπερισθμίσας, καὶ δυσὶ καθυ‐ στερήσας ἡμέραις τῆς τῶν Αἰτωλῶν διαβάσεως, προκατασύρας τινὰς τόπους τῆς παραλίας τῆς τῶν | |
Hist.4.19.10 | Αἰτωλῶν κατήχθη πάλιν εἰς τὴν Κόρινθον. Λακεδαι‐ μόνιοι δὲ τὸ μὲν πέμπειν τὰς βοηθείας κατὰ τὴν διάταξιν ἐνεκάκησαν, βραχεῖς δέ τινας παντελῶς ἱππεῖς καὶ πεζούς, στοχαζόμενοι τοῦ δοκεῖν μόνον, | |
Hist.4.19.11 | ἐξέπεμψαν. Ἄρατος δὲ τοὺς Ἀχαιοὺς ἔχων πολιτι‐ κώτερον ἢ στρατηγικώτερον ὑπὲρ τῶν παρόντων | |
Hist.4.19.12 | ἐβουλεύσατο· μέχρι γὰρ τούτου τὴν ἡσυχίαν ἦγε, προσανέχων καὶ μεμνημένος τῆς προγεγενημένης συμφορᾶς, ἕως οὗ πάντα διαπραξάμενοι κατὰ τὰς αὑτῶν προαιρέσεις οἱ περὶ τὸν Σκόπαν καὶ Δωρί‐ | |
5 | μαχον ἐπανῆλθον εἰς τὴν οἰκείαν, καίπερ διὰ τόπων ποιούμενοι τὰς πορείας εὐεπιθέτων καὶ στενῶν καὶ | |
Hist.4.19.13 | μόνον σαλπιγκτοῦ δεομένων. Κυναιθεῖς δὲ μεγάλοις ἀτυχήμασιν ὑπ’ Αἰτωλῶν καὶ μεγάλαις συμφοραῖς περιπεσόντες ὅμως πάντων ἀνθρώπων ἔδοξαν ἠτυ‐ χηκέναι δικαιότατα. | |
Hist.4.20.1 | Ἐπειδὴ δὲ κοινῇ τὸ τῶν Ἀρκάδων ἔθνος ἔχει τινὰ παρὰ πᾶσι τοῖς Ἕλλησιν ἐπ’ ἀρετῇ φήμην, οὐ μόνον διὰ τὴν ἐν τοῖς ἤθεσι καὶ βίοις φιλοξενίαν καὶ φιλανθρωπίαν, μάλιστα δὲ διὰ τὴν εἰς τὸ θεῖον | |
Hist.4.20.2 | εὐσέβειαν, ἄξιον βραχὺ διαπορῆσαι περὶ τῆς Κυ‐ ναιθέων ἀγριότητος, πῶς ὄντες ὁμολογουμένως Ἀρ‐ κάδες τοσοῦτο κατ’ ἐκείνους τοὺς καιροὺς διήνεγκαν | |
Hist.4.20.3 | τῶν ἄλλων Ἑλλήνων ὠμότητι καὶ παρανομίᾳ. δο‐ κοῦσι δέ μοι, διότι τὰ καλῶς ὑπὸ τῶν ἀρχαίων ἐπινενοημένα καὶ φυσικῶς συντεθεωρημένα περὶ πάντας τοὺς κατοικοῦντας τὴν Ἀρκαδίαν, ταῦτα | |
5 | δὴ πρῶτοι καὶ μόνοι τῶν Ἀρκάδων ἐγκατέλιπον. | |
Hist.4.20.4 | μουσικὴν γάρ, τήν γ’ ἀληθῶς μουσικήν, πᾶσι μὲν ἀνθρώποις ὄφελος ἀσκεῖν, Ἀρκάσι δὲ καὶ ἀναγκαῖον. | |
Hist.4.20.5 | οὐ γὰρ ἡγητέον μουσικήν, ὡς Ἔφορός φησιν ἐν τῷ προοιμίῳ τῆς ὅλης πραγματείας, οὐδαμῶς ἁρμόζοντα λόγον αὑτῷ ῥίψας, ἐπ’ ἀπάτῃ καὶ γοητείᾳ παρεισῆ‐ | |
Hist.4.20.6 | χθαι τοῖς ἀνθρώποις, οὐδὲ τοὺς παλαιοὺς Κρητῶν καὶ Λακεδαιμονίων αὐλὸν καὶ ῥυθμὸν εἰς τὸν πό‐ λεμον ἀντὶ σάλπιγγος εἰκῇ νομιστέον εἰσαγαγεῖν, | |
Hist.4.20.7 | οὐδὲ τοὺς πρώτους Ἀρκάδων εἰς τὴν ὅλην πολι‐ τείαν τὴν μουσικὴν παραλαβεῖν ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον παισὶν οὖσιν, ἀλλὰ καὶ νεανίσκοις γενο‐ μένοις ἕως τριάκοντ’ ἐτῶν κατ’ ἀνάγκην σύντροφον | |
5 | ποιεῖν αὐτήν, τἄλλα τοῖς βίοις ὄντας αὐστηροτά‐ | |
Hist.4.20.8 | τους. ταῦτα γὰρ πᾶσίν ἐστι γνώριμα καὶ συνήθη, διότι σχεδὸν παρὰ μόνοις Ἀρκάσι πρῶτον μὲν οἱ παῖδες ἐκ νηπίων ᾄδειν ἐθίζονται κατὰ νόμους τοὺς ὕμνους καὶ παιᾶνας, οἷς ἕκαστοι κατὰ τὰ πάτρια | |
Hist.4.20.9 | τοὺς ἐπιχωρίους ἥρωας καὶ θεοὺς ὑμνοῦσι· μετὰ δὲ ταῦτα τοὺς Φιλοξένου καὶ Τιμοθέου νόμους μαν‐ θάνοντες πολλῇ φιλοτιμίᾳ χορεύουσι κατ’ ἐνιαυτὸν τοῖς Διονυσιακοῖς αὐληταῖς ἐν τοῖς θεάτροις, οἱ μὲν | |
5 | παῖδες τοὺς παιδικοὺς ἀγῶνας, οἱ δὲ νεανίσκοι τοὺς | |
Hist.4.20.10 | τῶν ἀνδρῶν λεγομένους. ὁμοίως γε μὴν καὶ παρ’ ὅλον τὸν βίον τὰς ἀγωγὰς τὰς ἐν ταῖς συνουσίαις οὐχ οὕτως ποιοῦνται διὰ τῶν ἐπεισάκτων ἀκροαμά‐ των ὡς δι’ αὑτῶν, ἀνὰ μέρος ᾄδειν ἀλλήλοις προσ‐ | |
Hist.4.20.11 | τάττοντες. καὶ τῶν μὲν ἄλλων μαθημάτων ἀρνη‐ θῆναί τι μὴ γινώσκειν οὐδὲν αἰσχρὸν ἡγοῦνται, τήν γε μὴν ᾠδὴν οὔτ’ ἀρνηθῆναι δύνανται διὰ τὸ κατ’ ἀνάγκην πάντας μανθάνειν, οὔθ’ ὁμολογοῦν‐ | |
5 | τες ἀποτρίβεσθαι διὰ τὸ τῶν αἰσχρῶν παρ’ αὐτοῖς | |
Hist.4.20.12 | νομίζεσθαι τοῦτο. καὶ μὴν ἐμβατήρια μετ’ αὐλοῦ καὶ τάξεως ἀσκοῦντες, ἔτι δ’ ὀρχήσεις ἐκπονοῦντες μετὰ κοινῆς ἐπιστροφῆς καὶ δαπάνης κατ’ ἐνιαυτὸν ἐν τοῖς θεάτροις ἐπιδείκνυνται τοῖς αὑτῶν πολίταις | |
Hist.4.21.1 | οἱ νέοι. ταῦτά τέ μοι δοκοῦσιν οἱ πάλαι παρεισα‐ γαγεῖν οὐ τρυφῆς καὶ περιουσίας χάριν, ἀλλὰ θεωροῦντες μὲν τὴν ἑκάστων αὐτουργίαν καὶ συλ‐ λήβδην τὸ τῶν βίων ἐπίπονον καὶ σκληρόν, θεω‐ | |
5 | ροῦντες δὲ τὴν τῶν ἠθῶν αὐστηρίαν, ἥτις αὐτοῖς παρέπεται διὰ τὴν τοῦ περιέχοντος ψυχρότητα καὶ στυγνότητα τὴν κατὰ τὸ πλεῖστον ἐν τοῖς τόποις ὑπάρχουσαν, ᾧ συνεξομοιοῦσθαι πεφύκαμεν πάντες | |
Hist.4.21.2 | ἄνθρωποι κατ’ ἀνάγκην· οὐ γὰρ δι’ ἄλλην, διὰ δὲ ταύτην τὴν αἰτίαν κατὰ τὰς ἐθνικὰς καὶ τὰς ὁλοσχερεῖς διαστάσεις πλεῖστον ἀλλήλων διαφέρομεν ἤθεσί τε καὶ μορφαῖς καὶ χρώμασιν, ἔτι δὲ τῶν | |
Hist.4.21.3 | ἐπιτηδευμάτων τοῖς πλείστοις. βουλόμενοι δὲ μα‐ λάττειν καὶ κιρνᾶν τὸ τῆς φύσεως αὔθαδες καὶ σκληρόν, τά τε προειρημένα πάντα παρεισήγαγον, καὶ πρὸς τούτοις συνόδους κοινὰς καὶ θυσίας πλεί‐ | |
5 | στας ὁμοίως ἀνδράσι καὶ γυναιξὶ κατείθισαν, ἔτι δὲ | |
Hist.4.21.4 | χοροὺς παρθένων ὁμοῦ καὶ παίδων, καὶ συλλήβδην πᾶν ἐμηχανήσαντο, σπεύδοντες τὸ τῆς ψυχῆς ἀτέ‐ ραμνον διὰ τῆς τῶν ἐθισμῶν κατασκευῆς ἐξημεροῦν | |
Hist.4.21.5 | καὶ πραΰνειν. ὧν Κυναιθεῖς ὀλιγωρήσαντες εἰς τέλος, καὶ ταῦτα. πλείστης δεόμενοι τῆς τοιαύτης ἐπικουρίας διὰ τὸ σκληρότατον παρὰ πολὺ τῆς Ἀρ‐ καδίας ἔχειν ἀέρα καὶ τόπον, πρὸς αὐτὰς δὲ τὰς | |
5 | ἐν ἀλλήλοις διατριβὰς καὶ φιλοτιμίας ὁρμήσαντες, | |
Hist.4.21.6 | τέλος ἀπεθηριώθησαν οὕτως ὥστε μηδ’ ἐν ὁποίᾳ | |
γεγονέναι τῶν Ἑλληνίδων πόλεων ἀσεβήματα μεί‐ | ||
Hist.4.21.7 | ζονα καὶ συνεχέστερα. σημεῖον δὲ τῆς Κυναιθέων ἀτυχίας περὶ τοῦτο τὸ μέρος καὶ τῆς τῶν ἄλλων Ἀρκάδων τοῖς τοιούτοις τῶν ἐπιτηδευμάτων δυσαρε‐ | |
Hist.4.21.8 | στήσεως· καθ’ οὓς γὰρ καιροὺς τὴν μεγάλην σφα‐ γὴν ποιήσαντες Κυναιθεῖς ἐπρέσβευσαν πρὸς Λα‐ κεδαιμονίους, εἰς ἃς πόλεις ποτ’ Ἀρκαδικὰς εἰσῆλθον κατὰ τὴν ὁδόν, οἱ μὲν ἄλλοι παραχρῆμα πάντες | |
Hist.4.21.9 | αὐτοὺς ἐξεκήρυξαν, Μαντινεῖς δὲ μετὰ τὴν ἀπαλ‐ λαγὴν αὐτῶν καὶ καθαρμὸν ἐποιήσαντο καὶ σφάγια περιήνεγκαν τῆς τε πόλεως κύκλῳ καὶ τῆς χώρας πάσης. | |
Hist.4.21.10 | Ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω χάριν τοῦ μὴ διὰ μίαν πόλιν τὸ κοινὸν ἦθος διαβάλλεσθαι τῶν Ἀρκάδων, ὁμοίως δὲ καὶ τοῦ μὴ νομίσαντας ἐνίους τῶν κατοικούντων τὴν Ἀρκαδίαν περιουσίας χάριν | |
5 | τὰ κατὰ μουσικὴν ἐπὶ πλεῖον ἀσκεῖσθαι παρ’ αὑ‐ | |
Hist.4.21.11 | τοῖς ὀλιγωρεῖν ἐγχειρῆσαι τούτου τοῦ μέρους, ἔτι δὲ καὶ Κυναιθέων ἕνεκεν, ἵν’ ἄν ποτ’ αὐτοῖς ὁ θεὸς εὖ δῷ, τραπέντες πρὸς παιδείαν ἡμερῶσιν αὑτούς, καὶ μάλιστα ταύτης πρὸς μουσικήν· οὕτως | |
5 | γὰρ μόνως ἂν λήξαιεν τῆς τότε περὶ αὐτοὺς γενο‐ | |
Hist.4.21.12 | μένης ἀγριότητος. ἡμεῖς δ’ ἐπειδὴ τὰ περὶ Κυναι‐ θέων ὑποπίπτοντα δεδηλώκαμεν, αὖτις ἐπὶ τὴν ἐκτροπὴν ἐπάνιμεν. | |
Hist.4.22.1 | Αἰτωλοὶ μὲν οὖν τοιαῦτα διεργασάμενοι κατὰ τὴν Πελοπόννησον ἧκον εἰς τὴν οἰκείαν ἀσφαλῶς. | |
Hist.4.22.2 | Φίλιππος δὲ μετὰ δυνάμεως βοηθῶν τοῖς Ἀχαιοῖς παρῆν εἰς Κόρινθον· ὑστερήσας δὲ τοῦ καιροῦ (δι)α‐ πέστειλε βιβλιαφόρους πρὸς πάντας τοὺς συμμάχους, παρακαλῶν πέμπειν ἑκάστους παρ’ αὑτῶν κατὰ | |
5 | σπουδὴν εἰς Κόρινθον τοὺς βουλευσομένους ὑπὲρ | |
Hist.4.22.3 | τῶν κοινῇ συμφερόντων. αὐτὸς δ’ ἀναζεύξας ὡς ἐπὶ Τεγέας προῆγε, πυνθανόμενος τοὺς Λακεδαι‐ μονίους εἰς σφαγὰς καὶ ταραχὰς ἐμπεπτωκέναι πρὸς | |
Hist.4.22.4 | ἀλλήλους. οἱ γὰρ Λακεδαιμόνιοι συνήθεις ὄντες βασιλεύεσθαι καὶ πάντως τοῖς προεστῶσι πειθαρχεῖν, τότε προσφάτως μὲν ἠλευθερωμένοι δι’ Ἀντιγόνου, βασιλέως δ’ οὐχ ὑπάρχοντος παρ’ αὐτοῖς, ἐστασία‐ | |
5 | ζον πρὸς σφᾶς, πάντες ὑπολαμβάνοντες ἴσον αὑτοῖς | |
Hist.4.22.5 | μετεῖναι τῆς πολιτείας. τὰς μὲν οὖν ἀρχὰς οἱ μὲν δύο τῶν ἐφόρων ἄδηλον εἶχον τὴν γνώμην, οἱ δὲ τρεῖς ἐκοινώνουν τοῖς Αἰτωλοῖς τῶν πραγμάτων, πεπεισμένοι διὰ τὴν ἡλικίαν τὸν Φίλιππον οὐδέπω | |
5 | δυνήσεσθαι τοῖς κατὰ τὴν Πελοπόννησον πράγμα‐ | |
Hist.4.22.6 | σιν ἐπαρκεῖν. ἐπεὶ δ’ οἱ μὲν Αἰτωλοὶ παρὰ τὴν προσδοκίαν αὐτῶν ἐκ Πελοποννήσου ταχεῖαν ἐποι‐ ήσαντο τὴν ἐπάνοδον, ὁ δὲ Φίλιππος ἐκ Μακεδο‐ | |
Hist.4.22.7 | νίας ἔτι θάττω τὴν παρουσίαν, ἀπιστοῦντες οἱ τρεῖς ἑνὶ τῶν δυεῖν Ἀδειμάντῳ διὰ τὸ συνειδέναι μὲν σφίσι πάσας τὰς ἐπιβολάς, μὴ λίαν δὲ τοῖς γινο‐ μένοις εὐδοκεῖν, ἠγωνίων μὴ συνεγγίσαντος τοῦ | |
5 | βασιλέως πάντα τὰ πραττόμενα πρὸς τὸν Φίλιππον | |
Hist.4.22.8 | ἐξηγήσηται. δι’ ἃ δὴ συλλαλήσαντές τισι τῶν νέων ἐκήρυττον εἰς τὸ τῆς Χαλκιοίκου τέμενος μετὰ τῶν ὅπλων ἰέναι τοὺς ἐν ταῖς ἡλικίαις, ὡς τῶν Μακε‐ | |
Hist.4.22.9 | δόνων ἐπὶ τὴν πόλιν παραγινομένων. ταχὺ δὲ διὰ τὸ παράδοξον ἁθροισθέντων, δυσαρεστῶν Ἀδείμαν‐ τος τοῖς γινομένοις ἐπειρᾶτο προπορευθεὶς παρα‐ | |
Hist.4.22.10 | καλεῖν καὶ διδάσκειν διότι “πρῴην ἔδει τὰ κηρύγ‐ ματα ταῦτα καὶ τοὺς ἁθροισμοὺς τοὺς ἐν τοῖς ὅπλοις παραγγέλλειν, καθ’ ὃν καιρὸν τοὺς Αἰτω‐ | |
λοὺς πολεμίους ὄντας ἠκούομεν τοῖς ὅρους τῆς χώρας | ||
5 | ἡμῶν συνεγγίζειν, οὐ νῦν, ὅτε Μακεδόνας τοὺς εὐεργέτας καὶ σωτῆρας πυνθανόμεθα πλησιάζειν | |
Hist.4.22.11 | μετὰ τοῦ βασιλέως”. ἔτι δ’ αὐτοῦ ταῦτ’ ἀνακρουο‐ μένου, προσπεσόντες οἱ παρακεκλημένοι τῶν νέων τοῦτόν τε συνεκέντησαν καὶ μετὰ τούτου Σθενέ‐ λαον, Ἀλκαμένη, Θυέστην, Βιωνίδαν, ἑτέρους τῶν | |
Hist.4.22.12 | πολιτῶν καὶ πλείους. οἱ δὲ περὶ Πολυφόνταν καί τινες ἅμα τούτοις ἐμφρόνως προϊδόμενοι τὸ μέλλον, | |
Hist.4.23.1 | ἀπεχώρησαν πρὸς τὸν Φίλιππον. ταῦτα δὲ πρά‐ ξαντες εὐθέως ἔπεμπον οἱ προεστῶτες ἔφοροι τῶν πραγμάτων τοὺς κατηγορήσοντας πρὸς τὸν Φίλιπ‐ πον τῶν ἀνῃρημένων καὶ παρακαλέσοντας αὐτὸν | |
5 | ἐπισχεῖν τὴν παρουσίαν, ἕως ἂν ἐκ τοῦ γεγονότος κινήματος εἰς τὴν ἀποκατάστασιν ἔλθῃ τὰ κατὰ τὴν πόλιν· γινώσκειν δὲ διότι πρόκειται διατηρεῖν αὐτοῖς πάντα τὰ δίκαια καὶ φιλάνθρωπα πρὸς Μακε‐ | |
Hist.4.23.2 | δόνας· οἳ καὶ συμμίξαντες ἤδη περὶ τὸ Παρθένιον ὄρος ὄντι τῷ βασιλεῖ διελέχθησαν ἀκολούθως ταῖς | |
Hist.4.23.3 | ἐντολαῖς. ὁ δὲ διακούσας παρεκάλεσε τοὺς ἥκοντας κατὰ σπουδὴν ποιήσασθαι τὴν εἰς οἶκον ἐπάνοδον καὶ δηλοῦν τοῖς ἐφόροις ὅτι κατὰ τὸ συνεχὲς πορευ‐ θεὶς αὐτὸς μὲν ἐν Τεγέᾳ ποιήσεται τὴν στρατοπε‐ | |
5 | δείαν, ἐκείνους δ’ οἴεται δεῖν τὴν ταχίστην ἐκπέμπειν ἄνδρας ἀξιοχρέους τοὺς κοινολογησομένους πρὸς | |
Hist.4.23.4 | αὑτὸν ὑπὲρ τῶν ἐνεστώτων. ποιησάντων δὲ τὸ προσ‐ ταχθὲν τῶν ἀπαντησάντων, διακούσαντες τὰ παρὰ τοῦ βασιλέως οἱ προεστῶτες τῶν Λακεδαιμονίων | |
Hist.4.23.5 | ἐξέπεμψαν ἄνδρας δέκα πρὸς τὸν Φίλιππον οἳ καὶ πορευθέντες εἰς τὴν Τεγέαν καὶ παρελθόντες εἰς τὸ τοῦ βασιλέως συνέδριον, Ὠμίου προεστῶτος αὐ‐ | |
τῶν, κατηγόρησαν μὲν τῶν περὶ τὸν Ἀδείμαντον | ||
Hist.4.23.6 | ὡς αἰτίων γεγονότων τῆς κινήσεως, πάντα δ’ ὑπισ‐ χνοῦνται ποιήσειν αὐτοὶ τῷ Φιλίππῳ τὰ κατὰ τὴν συμμαχίαν, καὶ μηδενὸς ἐν μηδενὶ φανήσεσθαι δεύ‐ τεροι κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν τῶν δοκούν‐ | |
Hist.4.23.7 | των ἀληθινῶν αὐτῷ φίλων ὑπάρχειν. οἱ μὲν οὖν Λακεδαιμόνιοι ταῦτα καὶ τούτοις παραπλήσια δια‐ λεχθέντες μετέστησαν, οἱ δὲ μετέχοντες τοῦ συνε‐ | |
Hist.4.23.8 | δρίου διεφέροντο πρὸς ἀλλήλους ταῖς γνώμαις. καὶ τινὲς μέν, εἰδότες τὴν κακοπραγμοσύνην τῶν ἐν τῇ Σπάρτῃ, καὶ πεπεισμένοι τοὺς περὶ τὸν Ἀδείμαν‐ τον ἀπολωλέναι διὰ τὴν πρὸς αὑτοὺς εὔνοιαν, τούς | |
5 | τε Λακεδαιμονίους ἐπιβεβλῆσθαι κοινοπραγεῖν τοῖς Αἰτωλοῖς, συνεβούλευον τῷ Φιλίππῳ παράδειγμα ποιῆσαι τοὺς Λακεδαιμονίους, χρησάμενον αὐτοῖς τὸν αὐτὸν τρόπον ὅνπερ Ἀλέξανδρος ἐχρήσατο Θη‐ | |
Hist.4.23.9 | βαίοις εὐθέως παραλαβὼν τὴν ἀρχήν· ἕτεροι δὲ τῶν πρεσβυτέρων τὴν μὲν τοιαύτην ὀργὴν βαρυτέ‐ ραν ἀπέφαινον εἶναι τῶν γεγονότων, ἐπιτιμῆσαι δὲ δεῖν τοῖς αἰτίοις, καὶ μεταστησάμενον τούτους | |
5 | ἐγχειρίσαι τὸ πολίτευμα καὶ τὰς ἀρχὰς τοῖς αὑτοῦ | |
Hist.4.24.1 | φίλοις. ὁ δὲ βασιλεὺς ἐπὶ πᾶσιν, εἰ χρὴ τοῦ βασι‐ λέως λέγειν τὰς τότε γνώμας· οὐ γὰρ εἰκὸς ἑπτα‐ καιδεκαέτη παῖδα περὶ τηλικούτων δύνασθαι πραγ‐ | |
Hist.4.24.2 | μάτων διευκρινεῖν. ἀλλ’ ἡμῖν μὲν καθήκει τοῖς γράφουσι τὰς κυρούσας τὰ διαβούλια γνώμας ἀνα‐ τιθέναι τοῖς προεστῶσι τῶν ὅλων· τοὺς μέντοι γ’ ἀκούοντας αὐτοὺς χρὴ συνυπονοεῖν διότι τῶν συν‐ | |
5 | όντων καὶ μάλιστα τῶν παρακειμένων εἰκός ἐστιν | |
Hist.4.24.3 | εἶναι τὰς τοιαύτας ὑποθέσεις καὶ διαλήψεις· ὧν Ἀράτῳ τις ἐπιεικέστατ’ ἂν προσάπτοι τὴν τότε | |
Hist.4.24.4 | ῥηθεῖσαν ὑπὸ τοῦ βασιλέως γνώμην. ὁ γὰρ Φίλιπ‐ πος τὰ μὲν κατ’ ἰδίαν τῶν συμμάχων εἰς αὑτοὺς ἀδικήματα καθήκειν ἔφησεν αὑτῷ μέχρι λόγου καὶ | |
Hist.4.24.5 | γραμμάτων διορθοῦν καὶ συνεπισημαίνεσθαι, τὰ δὲ πρὸς τὴν κοινὴν ἀνήκοντα συμμαχίαν, ταῦτ’ ἔφη μόνα δεῖν κοινῆς ἐπιστροφῆς καὶ διορθώσεως τυγ‐ | |
Hist.4.24.6 | χάνειν ὑπὸ πάντων. Λακεδαιμονίων δὲ μηδὲν εἰς τὴν κοινὴν συμμαχίαν ἐκφανὲς ἡμαρτηκότων, ἐπαγ‐ γελλομένων δὲ πάντα καὶ ποιεῖν τὰ δίκαια πρὸς ἡμᾶς, οὐ καλῶς ἔχον εἶναι τὸ βουλεύεσθαί τι περὶ | |
Hist.4.24.7 | αὐτῶν ἀπαραίτητον· καὶ γὰρ ἄτοπον τὸν μὲν πα‐ τέρα πολεμίων ὄντων κρατήσαντα μηδὲν ποιῆσαι δεινόν, αὐτὸν δ’ ἐφ’ οὕτω μικρᾶς αἰτίας ἀνήκε‐ | |
Hist.4.24.8 | στόν τι βουλεύεσθαι περὶ αὐτῶν. ἐπικυρωθείσης δὲ ταύτης τῆς γνώμης, ὅτι δεῖ παριδεῖν τὸ γεγονός, εὐθέως ὁ βασιλεὺς Πετραῖον τῶν αὑτοῦ φίλων ἅμα τοῖς περὶ τὸν Ὠμίαν ἐξαπέστελλε παρακαλέσοντα | |
5 | τοὺς πολλοὺς ἀντέχεσθαι τῆς πρὸς αὑτὸν καὶ Μα‐ κεδόνας εὐνοίας, ἅμα δὲ δώσοντα καὶ ληψόμενον | |
Hist.4.24.9 | τοὺς ὅρκους περὶ συμμαχίαν. αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας προῆγε πάλιν ὡς ἐπὶ Κορίν‐ θου, καλὸν δεῖγμα τῆς ἑαυτοῦ προαιρέσεως τοῖς συμμάχοις ἐκτιθέμενος ἐν τῇ πρὸς τοὺς Λακεδαιμο‐ | |
5 | νίους ἀποφάσει. | |
Hist.4.25.1 | Καταλαβὼν δὲ τοὺς ἀπὸ τῶν συμμαχίδων παρα‐ γεγονότας εἰς τὴν Κόρινθον, συνήδρευε καὶ διελάμ‐ βανε μετὰ τούτων τί δεῖ ποιεῖν καὶ πῶς χρήσασθαι | |
Hist.4.25.2 | τοῖς Αἰτωλοῖς. ἐγκαλούντων δὲ Βοιωτῶν μὲν ὅτι συλήσαιεν τὸ τῆς Ἀθηνᾶς τῆς Ἰτωνίας ἱερὸν εἰρή‐ νης ὑπαρχούσης, Φωκέων δὲ διότι στρατεύσαντες ἐπ’ Ἄμβρυσον καὶ Δαύλιον ἐπιβάλοιντο καταλαβέ‐ | |
Hist.4.25.3 | σθαι τὰς πόλεις, Ἠπειρωτῶν δὲ καθότι πορθήσαιεν αὐτῶν τὴν χώραν, Ἀκαρνάνων δὲ παραδεικνυόντων τίνα τρόπον συστησάμενοι πρᾶξιν ἐπὶ Θύριον νυκτὸς | |
Hist.4.25.4 | ἔτι καὶ προσβαλεῖν τολμήσαιεν τῇ πόλει, πρὸς δὲ τούτοις Ἀχαιῶν ἀπολογιζομένων ὡς καταλάβοιντο μὲν τῆς Μεγαλοπολίτιδος Κλάριον, πορθήσαιεν δὲ διεξιόντες τὴν Πατρέων καὶ Φαραιέων χώραν, διαρ‐ | |
5 | πάσαιεν δὲ Κύναιθαν, συλήσαιεν δὲ τὸ τῆς ἐν Λού‐ σοις Ἀρτέμιδος ἱερόν, πολιορκήσαιεν δὲ Κλειτορίους, ἐπιβουλεύσαιεν δὲ κατὰ μὲν θάλατταν Πύλῳ, κατὰ δὲ γῆν ἄρτι συνοικιζομένῃ τῇ Μεγαλοπολι(τῶν πόλει σπεύδοντες μετὰ) τῶν Ἰλλυριῶν ἀνάστατον | |
Hist.4.25.5 | αὐτὴν ποιῆσαι, διακούσαντες τούτων οἱ τῶν συμ‐ μάχων σύνεδροι πάντες ὁμοθυμαδὸν ἐκφέρειν ἐβου‐ | |
Hist.4.25.6 | λεύσαντο τοῖς Αἰτωλοῖς τὸν πόλεμον. προθέμενοι δὲ τὰς προειρημένας αἰτίας ἐν τῷ δόγματι παρα‐ κατεβάλοντο ψήφισμα, προσδιασαφοῦντες ὅτι συνα‐ νασώσουσι τοῖς συμμάχοις, εἴ τινα κατέχουσιν αὐτῶν | |
5 | Αἰτωλοὶ χώραν ἢ πόλιν ἀφ’ οὗ Δημήτριος ὁ Φιλίπ‐ | |
Hist.4.25.7 | που κατὰ φύσιν πατὴρ μετήλλαξε· παραπλησίως δὲ καὶ τοὺς ὑπὸ τῶν καιρῶν ἠναγκασμένους ἀκουσίως μετέχειν τῆς Αἰτωλῶν συμπολιτείας, ὅτι πάντας τούτους ἀποκαταστήσουσιν εἰς τὰ πάτρια πολιτεύ‐ | |
5 | ματα, χώραν ἔχοντας καὶ πόλεις τὰς αὑτῶν, ἀφρουρή‐ τους, ἀφορολογήτους, ἐλευθέρους ὄντας, πολιτείαις | |
Hist.4.25.8 | καὶ νόμοις χρωμένους τοῖς πατρίοις. συνανακομιεῖ‐ σθαι δὲ καὶ τοῖς Ἀμφικτύοσιν ἔγραψαν τοὺς νόμους καὶ τὴν περὶ τὸ ἱερὸν ἐξουσίαν, ἣν Αἰτωλοὶ παρῄ‐ ρηνται νῦν, βουλόμενοι τῶν κατὰ τὸ ἱερὸν ἐπικρα‐ | |
5 | τεῖν αὐτοί. | |
Hist.4.26.1 | Τούτου δὲ τοῦ δόγματος κυρωθέντος κατὰ τὸ | |
πρῶτον ἔτος τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμ‐ πιάδος ὁ μὲν συμμαχικὸς προσαγορευόμενος πόλε‐ μος ἀρχὴν εἰλήφει δικαίαν καὶ πρέπουσαν τοῖς | ||
Hist.4.26.2 | γεγονόσιν ἀδικήμασιν. οἱ δὲ σύνεδροι παραχρῆμα πρεσβευτὰς ἐξαπέστελλον πρὸς τοὺς συμμάχους, ἵνα παρ’ ἑκάστοις διὰ τῶν πολλῶν ἐπικυρωθέντος τοῦ δόγματος ἐκφέρωσι πάντες τοῖς Αἰτωλοῖς τὸν ἀπὸ | |
Hist.4.26.3 | τῆς χώρας πόλεμον. ἔπεμψε δὲ καὶ τοῖς Αἰτωλοῖς ἐπιστολὴν ὁ Φίλιππος, διασαφῶν ἵν’ εἴ τι λέγειν ἔχουσι δίκαιον ὑπὲρ τῶν ἐγκαλουμένων, ἔτι καὶ νῦν συνελθόντες διὰ λόγου ποιῶνται τὴν διεξαγωγήν· | |
Hist.4.26.4 | εἰ δ’ ὑπειλήφασι, διότι χωρὶς κοινοῦ δόγματος λεηλατοῦσι καὶ πορθοῦσι πάντας, οὐκ ἀμύνεσθαι τοὺς ἀδικουμένους, ἐὰν δ’ ἀμύνωνται, νομισθή‐ σεσθαι τούτους κατάρχειν τοῦ πολέμου, πάντων | |
Hist.4.26.5 | αὐτοὺς εὐηθεστάτους εἶναι. κομισάμενοι δ’ οἱ τῶν Αἰτωλῶν ἄρχοντες τὴν ἐπιστολὴν ταύτην, τὸ μὲν πρῶτον ἐλπίσαντες οὐχ ἥξειν τὸν Φίλιππον, συνέ‐ θεντο ῥητὴν ἡμέραν ἐν ᾗ πρὸς τὸ Ῥίον ἀπαντή‐ | |
Hist.4.26.6 | σουσι. γνόντες δὲ παραγινόμενον, ἀπέστειλαν γραμ‐ ματοφόρον διασαφοῦντες ὡς οὐ δύνανται πρὸ τῆς τῶν Αἰτωλῶν συνόδου δι’ αὑτῶν οὐδὲν ὑπὲρ τῶν | |
Hist.4.26.7 | ὅλων οἰκονομεῖν. οἱ δ’ Ἀχαιοὶ συνελθόντες εἰς τὴν καθήκουσαν σύνοδον τό τε δόγμα πάντες ἐπε‐ κύρωσαν καὶ τὸ λάφυρον ἐπεκήρυξαν κατὰ τῶν | |
Hist.4.26.8 | Αἰτωλῶν. προσελθόντος δὲ καὶ τοῦ βασιλέως πρὸς τὴν βουλὴν ἐν Αἰγίῳ καὶ διαλεχθέντος διὰ πλειόνων, τὰ ῥηθέντα μετ’ εὐνοίας ἀπεδέξαντο καὶ τὰ προ‐ ϋπάρχοντα φιλάνθρωπα τοῖς προγόνοις ἀνενεώσαντο | |
5 | πρὸς αὐτὸν τὸν Φίλιππον. | |
Hist.4.27.1 | Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Αἰτωλοί, συνάψαν‐ | |
τος τοῦ τῶν ἀρχαιρεσίων χρόνου, στρατηγὸν αὑτῶν εἵλοντο Σκόπαν, ὃς ἐγεγόνει πάντων τῶν προειρημέ‐ | ||
Hist.4.27.2 | νων ἀδικημάτων αἴτιος. ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν. τὸ γὰρ κοινῷ μὲν δόγματι (μὴ) πολεμεῖν, πανδημεὶ δὲ στρατεύοντας ἄγειν καὶ φέρειν τὰ τῶν πέλας, καὶ κολάζειν μὲν μηδένα τῶν αἰτίων, στρατη‐ | |
5 | γοὺς δ’ αἱρεῖσθαι καὶ τιμᾶν τοὺς προεστῶτας τῶν τοιούτων ἔργων, ἐμοὶ μὲν δοκεῖ τῆς πάσης γέμειν | |
Hist.4.27.3 | κακοπραγμοσύνης· τί γὰρ ἂν ἄλλο τις τὰς τοιαύτας κακίας ὀνομάσειε; δῆλον δ’ ἔσται τὸ λεγόμενον ἐκ | |
Hist.4.27.4 | τούτων. Λακεδαιμόνιοι τὴν Καδμείαν Φοιβίδου πα‐ ρασπονδήσαντος τὸν μὲν αἴτιον ἐζημίωσαν, τὴν δὲ φρουρὰν οὐκ ἐξήγαγον, ὥσπερ λυομένης τῆς ἀδι‐ κίας διὰ τῆς τοῦ πράξαντος βλάβης, παρὸν τἀναν‐ | |
Hist.4.27.5 | τία ποιεῖν· τοῦτο γὰρ διέφερε τοῖς Θηβαίοις. πάλιν ἐκήρυττον ἀφιέντες τὰς πόλεις ἐλευθέρας καὶ αὐτο‐ νόμους κατὰ τὴν ἐπ’ Ἀνταλκίδου γενομένην εἰρήνην, | |
Hist.4.27.6 | τοὺς δ’ ἁρμοστὰς οὐκ ἐξῆγον ἐκ τῶν πόλεων. Μαν‐ τινεῖς φίλους ὄντας καὶ συμμάχους ἀναστάτους ποιήσαντες οὐκ ἔφασαν ἀδικεῖν, ἐκ μιᾶς πόλεως | |
Hist.4.27.7 | εἰς πλείους αὐτοὺς διοικίσαντες, ἀνοίᾳ μετὰ κακίας (χρησάμενοι προφανῶς διὰ) τὸ δοκεῖν, ἐάν τις αὐτὸς | |
Hist.4.27.8 | ἐπιμύῃ, μηδὲ τοὺς πέλας ὁρᾶν. ἀμφοτέροις τοίνυν ὁ ζῆλος οὗτος τῆς πολιτείας αἴτιος κατέστη τῶν μεγί‐ στων συμπτωμάτων· ὃν οὐδαμῶς οὐδαμῇ ζηλωτέον οὔτε κατ’ ἰδίαν οὔτε κοινῇ τοὺς ὀρθῶς βουλευομέ‐ | |
Hist.4.27.9 | νους. ὁ δὲ βασιλεὺς Φίλιππος χρηματίσας τοῖς Ἀχαιοῖς ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ Μακεδονίας, σπεύδων ἐπὶ τὴν παρασκευὴν τῶν πρὸς τὴν πόλεμον, | |
Hist.4.27.10 | οὐ μόνον τοῖς συμμάχοις, ἀλλὰ πᾶσι τοῖς Ἕλλησι διὰ τοῦ προειρημένου ψηφίσματος καλὰς ἐλπίδας | |
ὑποδεικνύων πρᾳότητος καὶ μεγαλοψυχίας βασιλικῆς. | ||
Hist.4.28.1 | Ταῦτα δ’ ἐπράττετο κατὰ τοὺς αὐτοὺς καιροὺς καθ’ οὓς Ἀννίβας, γεγονὼς ἤδη κύριος τῶν ἐντὸς Ἴβηρος ποταμοῦ πάντων, ἐποιεῖτο τὴν ὁρμὴν ἐπὶ τὴν | |
Hist.4.28.2 | Ζακανθαίων πόλιν. εἰ μὲν οὖν τὰς πρώτας ἐπιβο‐ λὰς τὰς Ἀννίβου ταῖς Ἑλληνικαῖς πράξεσιν ἀπ’ ἀρχῆς εὐθέως ἐπιπεπλέχθαι συνέβαινε, δῆλον ὡς ἐν τῇ προτέρᾳ βύβλῳ περὶ τούτων ἂν ἡμᾶς ἐναλλὰξ | |
5 | ἔδει καὶ κατὰ παράθεσιν τοῖς Ἰβηρικοῖς πεποιῆσθαι | |
Hist.4.28.3 | τὴν ἐξήγησιν, ἀκολουθοῦντας τοῖς καιροῖς· ἐπεὶ δὲ τά τε κατὰ τὴν Ἰταλίαν καὶ κατὰ τὴν Ἑλλάδα καὶ κατὰ τὴν Ἀσίαν τὰς μὲν ἀρχὰς τῶν πολέμων τού‐ των ἰδίας εἰλήφει, τὰς δὲ συντελείας κοινάς, καὶ | |
5 | τὴν ἐξήγησιν περὶ αὐτῶν ἐκρίναμεν ποιήσασθαι κατ’ ἰδίαν, ἕως ἂν ἐπὶ τὸν καιρὸν ἔλθωμεν τοῦτον ἐν ᾧ συνεπλάκησαν αἱ προειρημέναι πράξεις ἀλλήλαις καὶ πρὸς ἓν τέλος ἤρξαντο τὴν ἀναφορὰν ἔχειν— | |
Hist.4.28.4 | οὕτως γὰρ ἥ τε περὶ τὰς ἀρχὰς ἑκάστων ἔσται διή‐ γησις σαφὴς ἥ τε συμπλοκὴ καταφανής, περὶ ἧς ἐν ἀρχαῖς ἐνεδειξάμεθα, παραδείξαντες πότε καὶ πῶς καὶ δι’ ἃς αἰτίας γέγονε—λοιπὸν ἤδη κοινὴν ποιή‐ | |
Hist.4.28.5 | σασθαι περὶ πάντων τὴν ἱστορίαν. ἐγένετο δ’ ἡ συμπλοκὴ τῶν πράξεων περὶ τὴν τοῦ πολέμου συν‐ τέλειαν κατὰ τὸ τρίτον ἔτος τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος. διὸ καὶ τὰ μετὰ ταῦτα | |
5 | κοινῇ τοῖς καιροῖς ἀκολουθοῦντες ἐξηγησόμεθα, τὰ | |
Hist.4.28.6 | δὲ πρὸ τοῦ κατ’ ἰδίαν, ὡς εἶπα, προσαναμιμνή‐ σκοντες μόνον τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς ἐν τῇ προτέρᾳ βύβλῳ δεδηλωμένων, ἵνα μὴ μόνον εὐπα‐ ρακολούθητος, ἀλλὰ καὶ καταπληκτικὴ γίνηται τοῖς | |
5 | προσέχουσιν ἡ διήγησις. | |
Hist.4.29.1 | Φίλιππος δὲ παραχειμάζων ἐν Μακεδονίᾳ κατέ‐ γραφε τὰς δυνάμεις πρὸς τὴν μέλλουσαν χρείαν ἐπιμελῶς, ἅμα δὲ τούτοις ἠσφαλίζετο τὰ πρὸς τοὺς | |
Hist.4.29.2 | ὑπερκειμένους τῆς Μακεδονίας βαρβάρους. μετὰ δὲ ταῦτα συνελθὼν πρὸς Σκερδιλαΐδαν καὶ τολμηρῶς δοὺς αὑτὸν εἰς τὰς χεῖρας, διελέγετο περὶ φιλίας | |
Hist.4.29.3 | καὶ συμμαχίας, καὶ τὰ μὲν ὑπισχνούμενος αὐτῷ συγ‐ κατασκευάσειν τῶν κατὰ τὴν Ἰλλυρίδα πραγμάτων, τὰ δὲ κατηγορῶν τῶν Αἰτωλῶν, ὄντων εὐκατηγο‐ ρήτων, ῥᾳδίως ἔπεισε συγχωρεῖν τοῖς παρακαλου‐ | |
Hist.4.29.4 | μένοις. μήποτε γὰρ οὐδὲν διαφέρει τὰ κατ’ ἰδίαν ἀδικήματα τῶν κοινῶν, ἀλλὰ πλήθει μόνον καὶ μεγέθει τῶν συμβαινόντων. καὶ γὰρ κατ’ ἰδίαν τὸ τῶν ῥᾳδιουργῶν καὶ κλεπτῶν φῦλον τούτῳ μάλιστα | |
5 | τῷ τρόπῳ σφάλλεται, τῷ μὴ ποιεῖν ἀλλήλοις τὰ δίκαια καὶ συλλήβδην (διὰ) τὰς εἰς αὑτοὺς ἀθεσίας. | |
Hist.4.29.5 | ὃ καὶ τότε συνέβη γενέσθαι περὶ τοὺς Αἰτωλούς. συνθέμενοι γὰρ τῷ Σκερδιλαΐδᾳ δώσειν μέρος τι τῆς λείας, ἐὰν συνεισβάλῃ μετ’ αὐτῶν εἰς τὴν Ἀχαΐαν, | |
Hist.4.29.6 | πεισθέντος καὶ ποιήσαντος τοῦτο, διαρπάσαντες τὴν τῶν Κυναιθέων πόλιν, καὶ πολλὰ περιελασάμενοι σώματα καὶ θρέμματα, τὸν Σκερδιλαΐδαν οὐδενὸς | |
Hist.4.29.7 | μερίτην ἐποίησαν τῶν ἁλόντων. διόπερ ὑποκαθ‐ ημένης ἐκ τούτων αὐτῷ τῆς ὀργῆς, βραχέα προσ‐ αναμνήσαντος τοῦ Φιλίππου, ταχέως ὑπήκουσε καὶ συνέθετο μεθέξειν τῆς κοινῆς συμμαχίας, ἐφ’ ᾧ | |
5 | λαμβάνειν μὲν εἴκοσι τάλαντα κατ’ ἐνιαυτόν, πλεῖν δὲ λέμβοις τριάκοντα καὶ πολεμεῖν τοῖς Αἰτωλοῖς κατὰ θάλατταν. | |
Hist.4.30.1 | Ὁ μὲν οὖν Φίλιππος περὶ ταῦτα διέτριβεν. οἱ δ’ ἐξαποσταλέντες πρέσβεις πρὸς τοὺς συμμάχους, | |
ἀφικόμενοι πρῶτον εἰς Ἀκαρνανίαν ἐνετύγχανον | ||
Hist.4.30.2 | τούτοις. οἱ δ’ Ἀκαρνᾶνες τό τε δόγμα γνησίως συν‐ επεκύρωσαν καὶ τὸν ἀπὸ χώρας πόλεμον ἐξήνεγκαν τοῖς Αἰτωλοῖς· καίπερ τούτοις, εἰ καί τισιν ἑτέροις, δίκαιον ἦν συγγνώμην ἔχειν, ὑπερτιθεμένοις καὶ | |
5 | καταμέλλουσι καὶ καθόλου δεδιόσι τὸν ἀπὸ τῶν | |
Hist.4.30.3 | ἀστυγειτόνων πόλεμον, καὶ διὰ τὸ παρακεῖσθαι μὲν συντερμονοῦντας τῇ τῶν Αἰτωλῶν χώρᾳ, πολὺ δὲ μᾶλλον διὰ τὸ κατ’ ἰδίαν εὐχειρώτους ὑπάρχειν, τὸ δὲ μέγιστον διὰ τὸ μικροῖς ἔμπροσθεν χρόνοις | |
5 | πεῖραν εἰληφέναι τῶν δεινοτάτων διὰ τὴν πρὸς | |
Hist.4.30.4 | Αἰτωλοὺς ἀπέχθειαν. ἀλλά μοι δοκοῦσιν οἱ γνήσιοι τῶν ἀνδρῶν καὶ κοινῇ καὶ κατ’ ἰδίαν οὐδέποτε περὶ πλείονος οὐθὲν ποιεῖσθαι τοῦ καθήκοντος· ὅπερ Ἀκαρνᾶνες ἐν τοῖς πλείστοις καιροῖς οὐδενὸς τῶν | |
5 | Ἑλλήνων ἧττον εὑρίσκονται διατετηρηκότες, καίπερ | |
Hist.4.30.5 | ἀπὸ μικρᾶς ὁρμώμενοι δυνάμεως. οἷς οὐκ ὀκνητέον κατὰ τὰς περιστάσεις κοινωνεῖν πραγμάτων, σπευ‐ στέον δὲ μᾶλλον, εἰ καί τισιν ἑτέροις τῶν Ἑλλήνων· καὶ γὰρ ἰδίᾳ καὶ κοινῇ στάσιμον ἔχουσί τι καὶ φιλε‐ | |
Hist.4.30.6 | λεύθερον. Ἠπειρῶται δ’ ἐκ παραθέσεως διακού‐ σαντες τῶν πρέσβεων τὸ μὲν δόγμα παραπλησίως ἐπεκύρωσαν, τὸν δὲ πόλεμον ἐκφέρειν ἐψηφίσαντο τοῖς Αἰτωλοῖς, ἐπειδὰν καὶ Φίλιππος ὁ βασιλεὺς | |
Hist.4.30.7 | ἐξενέγκῃ. τοῖς δὲ παρὰ τῶν Αἰτωλῶν πρεσβευταῖς ἀπεκρίθησαν ὅτι δέδοκται τοῖς Ἠπειρώταις διατη‐ ρεῖν πρὸς αὐτοὺς τὴν εἰρήνην, ἀγεννῶς καὶ ποικί‐ | |
Hist.4.30.8 | λως χρώμενοι τοῖς πράγμασιν. ἀπεστάλησαν δὲ καὶ πρὸς βασιλέα Πτολεμαῖον πρέσβεις οἱ παρακαλέ‐ σοντες αὐτὸν μήτε χρήματα πέμπειν τοῖς Αἰτωλοῖς μήτ’ ἄλλο μηδὲν χορηγεῖν κατὰ Φιλίππου καὶ τῶν | |
Hist.4.31.1 | συμμάχων. Μεσσήνιοι δέ, δι’ οὓς ὁ πόλεμος τὴν ἀρχὴν ἔλαβε, τοῖς παραγενομένοις πρὸς αὐτοὺς ἀπε‐ κρίθησαν ὅτι τῆς Φιγαλείας κειμένης ἐπὶ τοῖς ὅροις αὐτῶν καὶ ταττομένης ὑπ’ Αἰτωλοὺς οὐκ ἂν ἐπι‐ | |
5 | δέξαιντο τὸν πόλεμον, πρὶν ἢ ταύτην ἀπ’ Αἰτωλῶν | |
Hist.4.31.2 | ἀποσπασθῆναι τὴν πόλιν. περὶ δὲ τῆς ἀποφάσεως ταύτης κατίσχυσαν, οὐδαμῶς εὐδοκούντων τῶν πολ‐ λῶν, Αἰτωλῶν δε(διότες τὴν τόλμαν) ἐφορεύοντες Οἶνις καὶ Νίκιππος καί τινες ἕτεροι τῶν ὀλιγαρ‐ | |
5 | χικῶν, ἀγνοοῦντες καὶ πολὺ παραπαίοντες τοῦ δέον‐ | |
Hist.4.31.3 | τος κατά γε τὴν ἐμὴν γνώμην. ἐγὼ γὰρ φοβερὸν μὲν εἶναί φημι τὸν πόλεμον, οὐ μὴν οὕτω γε φοβερὸν ὥστε πᾶν ὑπομένειν χάριν τοῦ μὴ προσδέξασθαι | |
Hist.4.31.4 | πόλεμον. ἐπεὶ τί καὶ θρασύνομεν τὴν ἰσηγορίαν καὶ παρρησίαν καὶ τὸ τῆς ἐλευθερίας ὄνομα πάντες, | |
Hist.4.31.5 | εἰ μηδὲν ἔσται προυργιαίτερον τῆς εἰρήνης; οὐδὲ γὰρ Θηβαίους ἐπαινοῦμεν κατὰ τὰ Μηδικά, διότι τῶν ὑπὲρ τῆς Ἑλλάδος ἀποστάντες κινδύνων τὰ Περσῶν εἵλοντο διὰ τὸν φόβον, οὐδὲ Πίνδαρον | |
5 | τὸν συναποφηνάμενον αὐτοῖς ἄγειν τὴν ἡσυχίαν διὰ τῶνδε τῶν ποιημάτων, | |
Hist.4.31.6 | τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς ἐρευνασάτω μεγαλάνορος ἡσυχίας τὸ φαιδρὸν φάος. | |
Hist.4.31.7 | δόξας γὰρ παραυτίκα πιθανῶς εἰρηκέναι, μετ’ οὐ πολὺ πάντων αἰσχίστην εὑρέθη καὶ βλαβερωτάτην | |
Hist.4.31.8 | πεποιημένος ἀπόφασιν· εἰρήνη γὰρ μετὰ μὲν τοῦ δικαίου καὶ πρέποντος κάλλιστόν ἐστι κτῆμα καὶ λυσιτελέστατον, μετὰ δὲ κακίας ἢ δειλίας ἐπονει‐ δίστου πάντων αἴσχιστον καὶ βλαβερώτατον. | |
Hist.4.32.1 | Οἱ δὲ τῶν Μεσσηνίων προεστῶτες ὀλιγαρχικοί, [καὶ] στοχαζόμενοι τοῦ παραυτὰ κατ’ ἰδίαν λυσιτελοῦς, | |
φιλοτιμότερον τοῦ δέοντος ἀεὶ διέκειντο πρὸς τὴν | ||
Hist.4.32.2 | εἰρήνην. διὸ πολλὰς μὲν περιστάσεις καὶ καιροὺς ἔχοντες, ἐνίοτε δὲ φόβους καὶ κινδύνους διωλί‐ σθανον· ἡθροίζετο δὲ κατὰ τὴν πρόθεσιν ταύτην ἀεὶ τὸ κεφάλαιον αὐτοῖς καὶ μεγίσταις ἐποίουν πα‐ | |
Hist.4.32.3 | λαίειν τὴν πατρίδα συμφοραῖς. δοκῶ δ’ ἔγωγε τὴν αἰτίαν εἶναι ταύτην, ὅτι δυσὶ γειτνιῶντες ἔθνεσι τοῖς μεγίστοις τῶν κατὰ Πελοπόννησον, μᾶλλον δὲ σχεδὸν καὶ τῶν Ἑλληνικῶν, λέγω δὲ τῷ τε τῶν | |
Hist.4.32.4 | Ἀρκάδων καὶ τῷ τῶν Λακώνων, καὶ τοῦ μὲν ἐχθρῶς καὶ ἀκαταλλάκτως ἀεί ποτε πρὸς αὐτοὺς ἔχοντος, ἐξ οὗ καὶ κατέσχον τὴν χώραν, τοῦ δὲ φιλικῶς καὶ κηδεμονικῶς, οὔτε τὴν πρὸς Λακεδαιμονίους ἔχθραν | |
5 | εὐγενῶς ἀνελάμβανον οὔτε τὴν πρὸς Ἀρκάδας φι‐ | |
Hist.4.32.5 | λίαν. λοιπὸν ὅταν μὲν οὗτοι πρὸς ἀλλήλους ἢ πρὸς ἑτέρους πολεμοῦντες ἐν περισπασμοῖς ἦσαν, ἐγίνετο τὸ δέον αὐτοῖς· ἦγον γὰρ τὴν εἰρήνην ἀεὶ παρευ‐ | |
Hist.4.32.6 | διαζόμενοι διὰ τὴν τοῦ τόπου παράπτωσιν· ὅταν δ’ εὔσχολοι καὶ ἀπερίσπαστοι Λακεδαιμόνιοι γενηθέντες | |
Hist.4.32.7 | ἐτράπησαν πρὸς τὸ βλάπτειν αὐτούς, οὔτ’ αὐτοὶ δι’ αὑτῶν ἀντοφθαλμεῖν ἐδύναντο πρὸς τὸ βάρος τὸ Λακεδαιμονίων οὔτε προκατεσκευασμένοι φίλους τοὺς ἀληθινῶς αὐτοῖς πάντα συνυποστησομένους | |
5 | ἢ δουλεύειν ἠναγκάζοντο τούτοις ἀχθοφοροῦντες ἢ φεύγοντας τὴν δουλείαν ἀναστάτους γίνεσθαι, λεί‐ | |
Hist.4.32.8 | ποντας τὴν χώραν μετὰ τέκνων καὶ γυναικῶν· ὅπερ ἤδη πλεονάκις αὐτοῖς συνέβη παθεῖν οὐ πάνυ πολ‐ | |
Hist.4.32.9 | λοῖς χρόνοις. εἴη μὲν οὖν οἷον εἰ συμφῦναι τὴν νῦν ὑπάρχουσαν κατάστασιν Πελοποννησίοις, ἵνα | |
Hist.4.32.10 | μηδενὸς δέῃ τῶν λέγεσθαι μελλόντων· ἐὰν δέ ποτε κίνησιν καὶ μετάστασιν σχῇ ταῦτα, μίαν ὁρῶ Μεσ‐ | |
σηνίοις καὶ Μεγαλοπολίταις ἐλπίδα τοῦ δύνασθαι νέμεσθαι τὴν αὑτῶν χώραν τὸν πλείω χρόνον, ἐὰν | ||
5 | συμφρονήσαντες κατὰ τὴν Ἐπαμινώνδου γνώμην παντὸς καιροῦ καὶ πράγματος ἕλωνται κοινωνεῖν ἀλλήλοις ἀληθινῶς. | |
Hist.4.33.1 | Ὁ δὲ λόγος οὗτος ἔχει μὲν ἴσως καὶ διὰ τῶν | |
Hist.4.33.2 | πάλαι γεγονότων πίστιν. οἱ γὰρ Μεσσήνιοι πρὸς ἄλλοις πολλοῖς καὶ παρὰ τὸν τοῦ Διὸς τοῦ Λυκαίου βωμὸν ἀνέθεσαν στήλην ἐν τοῖς κατ’ Ἀριστομένην καιροῖς, καθάπερ καὶ Καλλισθένης φησί, γράψαντες | |
5 | τὸ γράμμα τοῦτο· | |
Hist.4.33.3 | πάντως ὁ χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆι, εὗρε δὲ Μεσσήνη σὺν Διὶ τὸν προδότην ῥηιδίως. χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρ’ ἐπίορκον. χαῖρε, Ζεῦ βασιλεῦ, καὶ σάω Ἀρκαδίαν. | |
Hist.4.33.4 | ἐπεὶ γὰρ τῆς αὑτῶν ἐστερήθησαν, οἷον εἰ περὶ δευ‐ τέρας πατρίδος, ὥς γ’ ἐμοὶ δοκεῖ, τοῖς θεοῖς εὐχό‐ μενοι σῴζειν τὴν Ἀρκαδίαν, τοῦτ’ ἀνέθεσαν τὸ | |
Hist.4.33.5 | γράμμα. καὶ τοῦτ’ εἰκότως ἐποίουν· οὐ γὰρ μόνον αὐτοὺς Ἀρκάδες ὑποδεξάμενοι κατὰ τὴν ἔκπτωσιν τὴν ἐκ τῆς ἰδίας ὑπὸ τὸν Ἀριστομένειον πόλεμον ὁμεστίους ἐποιήσαντο καὶ πολίτας, ἀλλὰ καὶ τὰς | |
5 | θυγατέρας ἐψηφίσαντο τοῖς ἐν ἡλικίᾳ διδόναι τῶν | |
Hist.4.33.6 | Μεσσηνίων, πρὸς δὲ τούτοις ἀναζητήσαντες τὴν Ἀριστοκράτους τοῦ βασιλέως προδοσίαν ἐν τῇ μάχῃ τῇ καλουμένῃ περὶ Τάφρον αὐτόν τ’ ἀνεῖλον καὶ | |
Hist.4.33.7 | τὸ γένος αὐτοῦ πᾶν ἠφάνισαν. οὐ μὴν ἀλλὰ καὶ χωρὶς τῶν πάλαι τὰ τελευταῖα γεγονότα μετὰ τὸν Μεγάλης πόλεως καὶ Μεσσήνης συνοικισμὸν ἱκανὴν | |
Hist.4.33.8 | ἂν παράσχοι πίστιν τοῖς ὑφ’ ἡμῶν εἰρημένοις. καθ’ οὓς γὰρ καιρούς, τῆς περὶ Μαντίνειαν μάχης τῶν | |
Ἑλλήνων ἀμφιδήριτον ἐχούσης τὴν νίκην διὰ τὸν Ἐπαμινώνδου θάνατον, ἐκώλυον Λακεδαιμόνιοι με‐ | ||
5 | τέχειν τῶν σπονδῶν Μεσσηνίους, ἀκμὴν σφετερι‐ | |
Hist.4.33.9 | ζόμενοι ταῖς ἐλπίσι τὴν Μεσσηνίαν, ἐπὶ τοσοῦτο διέσπευσαν Μεγαλοπολῖται καὶ πάντες οἱ κοινω‐ νοῦντες Ἀρκάδων τῆς αὐτῶν συμμαχίας ὥστε Μεσ‐ σηνίους μὲν ὑπὸ τῶν συμμάχων προσδεχθῆναι καὶ | |
5 | μετασχεῖν τῶν ὅρκων καὶ διαλύσεων, Λακεδαιμο‐ νίους δὲ μόνους ἐκσπόνδους γενέσθαι τῶν Ἑλλήνων. | |
Hist.4.33.10 | ἃ τίς οὐκ ἂν τῶν ἐπιγινομένων ἐν νῷ τιθέμενος νομίσειε καλῶς εἰρῆσθαι τὰ μικρῷ πρότερον ὑφ’ ἡμῶν δεδηλωμένα; | |
Hist.4.33.11 | Ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν Ἀρκάδων καὶ Μεσσηνίων, ἵνα μνημονεύοντες τῶν συμβεβηκότων αὐτοῖς περὶ τὰς πατρίδας ἀτυχημάτων ὑπὸ Λακε‐ δαιμονίων ἀληθινῶς ἀντέχωνται τῆς πρὸς αὑτοὺς | |
Hist.4.33.12 | εὐνοίας καὶ πίστεως, καὶ μήτε φόβον ὑφορώμενοι μήτ’ εἰρήνης ἐπιθυμοῦντες ἐγκαταλείπωσιν ἀλλήλους | |
Hist.4.34.1 | ἐν ταῖς ὁλοσχερέσι περιστάσεσι. Λακεδαιμόνιοι δὲ τῶν εἰθισμένων ἐποίησάν τι—τοῦτο γὰρ συνεχὲς ἦν τοῖς προειρημένοις—τέλος γὰρ τοὺς παρὰ τῶν συμμάχων πρέσβεις ἀναποκρίτους ἀπέστειλαν. οὕτως | |
5 | ἐξηπόρησαν ὑπὸ τῆς ἀλογίας καὶ κακίας τῆς αὑτῶν. | |
Hist.4.34.2 | καί μοι δοκεῖ τοῦτ’ ἀληθὲς εἶναι διότι πολλάκις τολμᾶν περιττὸν εἰς ἄνοιαν καὶ τὸ μηδὲν καταντᾶν | |
Hist.4.34.3 | εἴωθεν. οὐ μὴν ἀλλὰ μετὰ ταῦτα, κατασταθέντων ἐφόρων ἄλλων, οἱ κινήσαντες ἐξ ἀρχῆς τὰ πράγματα καὶ γενόμενοι τῆς προειρημένης σφαγῆς αἴτιοι διε‐ πέμποντο πρὸς τοὺς Αἰτωλούς, ἐπισπώμενοι πρεσ‐ | |
Hist.4.34.4 | βευτήν. τῶν δὲ καὶ μάλ’ ἀσμένως ὑπακουσάντων, ἧκε μετ’ ὀλίγον πρεσβεύων εἰς τὴν Λακεδαίμονα | |
Hist.4.34.5 | Μαχατᾶς. καὶ παραυτίκα προσῄει τοῖς ἐφόροις **** οἰόμενοι δεῖν τῷ τε Μαχατᾷ δίδοσθαι τὴν ἔφοδον ἐπὶ τοὺς πολλούς, καὶ βασιλέας καθιστάναι κατὰ τὰ πάτρια, καὶ μὴ περιορᾶν τὸν πλείω χρόνον | |
5 | παρὰ τοὺς νόμους καταλελυμένην τὴν τῶν Ἡρακλει‐ | |
Hist.4.34.6 | δῶν ἀρχήν. οἱ δ’ ἔφοροι, δυσαρεστούμενοι μὲν τοῖς ὅλοις πράγμασιν, οὐ δυνάμενοι δὲ πρὸς τὴν ὁρμὴν ἀντοφθαλμεῖν, ἀλλὰ δεδιότες τὴν τῶν νέων συστρο‐ φήν, περὶ μὲν τῶν βασιλέων ἔφασαν μετὰ ταῦτα | |
5 | βουλεύσεσθαι, τῷ δὲ Μαχατᾷ συνεχώρησαν δώσειν | |
Hist.4.34.7 | τὴν ἐκκλησίαν. συναχθέντος δὲ τοῦ πλήθους πα‐ ρελθὼν ὁ Μαχατᾶς παρεκάλει διὰ πλειόνων αὐτοὺς αἱρεῖσθαι τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν, εἰκῇ μὲν καὶ θρασέως κατηγορῶν Μακεδόνων, ἀλόγως δὲ | |
Hist.4.34.8 | καὶ ψευδῶς ἐγκωμιάζων τοὺς Αἰτωλούς. μεταστάν‐ τος δὲ τούτου, πολλῆς ἀμφισβητήσεως ἐτύγχανε τὸ πρᾶγμα· τινὲς μὲν γὰρ συνηγόρουν τοῖς Αἰτωλοῖς καὶ συντίθεσθαι πρὸς αὐτοὺς παρῄνουν τὴν συμ‐ | |
Hist.4.34.9 | μαχίαν, ἔνιοι δὲ τούτοις ἀντέλεγον. οὐ μὴν ἀλλὰ τῶν πρεσβυτέρων τινὲς ἐπιστήσαντες τὸ πλῆθος ἐπί τε τὰς Ἀντιγόνου καὶ Μακεδόνων εὐεργεσίας ἐπί τε τὰς διὰ Χαριξένου καὶ Τιμαίου βλάβας, ὅτε | |
5 | στρατεύσαντες Αἰτωλοὶ πανδημεὶ κατέφθειραν μὲν αὐτῶν τὴν χώραν, ἐξηνδραποδίσαντο δὲ τὰς περιοί‐ κους, ἐπεβούλευσαν δὲ τῇ Σπάρτῃ, μετὰ δόλου καὶ βίας τοὺς φυγάδας ἐπαγαγόντες, ἐπ’ ἄλλης ἐγένοντο | |
Hist.4.34.10 | γνώμης, καὶ τέλος ἐπείσθησαν τηρεῖν τὴν πρὸς | |
Hist.4.34.11 | Φίλιππον καὶ Μακεδόνας συμμαχίας. γενομένων δὲ τούτων, ὁ μὲν Μαχατᾶς ἄπρακτος ἐπανῄει πάλιν | |
Hist.4.35.1 | εἰς τὴν οἰκείαν, οἱ δ’ ἐξ ἀρχῆς αἴτιοι γεγονότες τῆς κινήσεως, οὐδαμῶς εἶξαι δυνάμενοι τοῖς παροῦσιν, | |
αὖτις ἐπεβάλοντο πρᾶγμα ποιεῖν πάντων ἀσεβέστα‐ | ||
Hist.4.35.2 | τον, φθείραντές τινας τῶν νέων. κατὰ γάρ τινα θυσίαν πάτριον ἔδει τοὺς μὲν ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων πομπεύειν ἐπὶ τὸν τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου νεών, τοὺς δ’ ἐφόρους συντελεῖν τὰ | |
5 | περὶ τὴν θυσίαν, αὐτοῦ περὶ τὸ τέμενος διατρίβον‐ | |
Hist.4.35.3 | τας. ἐν τούτῳ τῷ καιρῷ τῶν πομπευόντων ἐν τοῖς ὅπλοις τινὲς νεανίσκων ἄφνω προσπεσόντες θύουσι τοῖς ἐφόροις ἀπέσφαξαν αὐτούς. καίτοι πᾶσι τοῖς καταφυγοῦσι τὴν ἀσφάλειαν παρεσκεύαζε τὸ ἱερόν, | |
Hist.4.35.4 | κἂν θανάτου τις ᾖ κατακεκριμένος· τότε δὲ διὰ τὴν ὠμότητα τῶν τολμώντων εἰς τοῦτ’ ἦλθε κατα‐ φρονήσεως ὥστε περὶ τὸν βωμὸν καὶ τὴν τράπεζαν | |
Hist.4.35.5 | τῆς θεοῦ κατασφαγῆναι τοὺς ἐφόρους ἅπαντας. ἑξῆς δὲ τούτου τἀκόλουθον τῇ προθέσει ποιοῦντες ἀνεῖ‐ λον μὲν τοὺς περὶ Γυρίδαν τῶν γερόντων, ἐφυγά‐ δευσαν δὲ τοὺς ἀντειπόντας τοῖς Αἰτωλοῖς, εἵλοντο | |
5 | δ’ ἐξ αὑτῶν ἐφόρους, συνέθεντο δὲ πρὸς τοὺς Αἰτω‐ | |
Hist.4.35.6 | λοὺς τὴν συμμαχίαν. ἐποίουν δὲ ταῦτα, καὶ τήν τε πρὸς Ἀχαιοὺς ἀπέχθειαν καὶ τὴν πρὸς Μακεδόνας ἀχαριστίαν καὶ καθόλου τὴν πρὸς πάντας ἀλογίαν ὑπέμενον—οὐχ ἥκιστα δὲ διὰ Κλεομένη καὶ τὴν | |
5 | πρὸς ἐκεῖνον εὔνοιαν—ἐπελπίζοντες ἀεὶ καὶ προσ‐ δοκίαν ἔχοντες τῆς ἐκείνου παρουσίας ἅμα καὶ | |
Hist.4.35.7 | σωτηρίας. οὕτως οἱ δυνάμενοι τῶν ἀνθρώπων ἐπι‐ δεξίως ὁμιλεῖν τοῖς συμπεριφερομένοις οὐ μόνον παρόντες, ἀλλὰ καὶ μακρὰν ἀφεστῶτες ἐγκαταλεί‐ πουσί τινα καὶ λίαν ἰσχυρὰ τῆς πρὸς αὑτοὺς εὐνοίας | |
Hist.4.35.8 | αἰθύγματα. οἵ γε χωρὶς τῶν ἄλλων καὶ τότε, πολι‐ τευόμενοι κατὰ τὰ πάτρια σχεδὸν ἤδη τρεῖς ἐνιαυ‐ τοὺς μετὰ τὴν Κλεομένους ἔκπτωσιν, οὐδ’ ἐπενόησαν | |
Hist.4.35.9 | οὐδέποτε βασιλεῖς καταστῆσαι τῆς Σπάρτης· ἅμα δὲ τῷ τὴν φήμην ἀφικέσθαι περὶ τῆς Κλεομένους τελευτῆς εὐθέως ὥρμησαν ἐπὶ τὸ βασιλεῖς καθιστάναι | |
Hist.4.35.10 | τά τε πλήθη καὶ τὸ τῶν ἐφόρων ἀρχεῖον. καὶ κατέ‐ στησαν οἱ κοινωνοῦντες ἔφοροι τῆς αἱρέσεως τοῖς στασιώταις, οἱ καὶ τὴν πρὸς Αἰτωλοὺς συνθέμενοι συμμαχίαν, ὑπὲρ ὧν τὸν ἄρτι λόγον ἐποιησάμην, | |
5 | τὸν μὲν ἕνα νομίμως καὶ καθηκόντως, Ἀγησίπολιν, ὄντα μὲν παῖδα τὴν ἡλικίαν, υἱὸν δ’ Ἀγησιπόλιδος | |
Hist.4.35.11 | τοῦ Κλεομβρότου· τὸν δὲ συνέβαινε βεβασιλευκέ‐ ναι καθ’ οὓς καιροὺς ἐξέπεσε Λεωνίδης ἐκ τῆς ἀρχῆς, διὰ τὸ κατὰ γένος ὑπάρχειν ἔγγιστα τῆς | |
Hist.4.35.12 | οἰκίας ταύτης. ἐπίτροπον δὲ τοῦ παιδὸς εἵλοντο Κλεομένη, Κλεομβρότου μὲν υἱόν, Ἀγησιπόλιδος δ’ | |
Hist.4.35.13 | ἀδελφόν. ἀπὸ δὲ τῆς ἑτέρας οἰκίας, ὄντων ἐκ τῆς Ἱππομέδοντος θυγατρὸς Ἀρχιδάμῳ δυεῖν παίδων, ὃς ἦν υἱὸς Εὐδαμίδου, ζῶντος δὲ καὶ Ἱππομέδοντος ἀκμήν, ὃς ἦν υἱὸς Ἀγησιλάου τοῦ Εὐδαμίδου, καὶ | |
5 | ἑτέρων δὲ πλειόνων ἀπὸ τῆς οἰκίας ὑπαρχόντων, ἀπωτέρω μὲν τῶν προειρημένων, προσηκόντων δὲ | |
Hist.4.35.14 | κατὰ γένος, τούτους μὲν ἅπαντας ὑπερεῖδον, Λυ‐ κοῦργον δὲ βασιλέα κατέστησαν, οὗ τῶν προγόνων οὐδεὶς ἐτετεύχει τῆς προσηγορίας· ὃς δοὺς ἑκάστῳ τῶν ἐφόρων τάλαντον Ἡρακλέους ἀπόγονος καὶ | |
Hist.4.35.15 | βασιλεὺς ἐγεγόνει τῆς Σπάρτης. οὕτως εὔωνα παν‐ ταχῇ τὰ καλὰ γέγονε. τοιγαροῦν οὐ παῖδες παίδων, ἀλλ’ αὐτοὶ πρῶτοι τῆς ἀνοίας ἀπέτισαν τοὺς μισθοὺς οἱ καταστήσαντες. | |
Hist.4.36.1 | Ὁ δὲ Μαχατᾶς, πυθόμενος τὰ γεγονότα περὶ τοὺς Λακεδαιμονίους, ἧκε πάλιν ὑποστρέψας εἰς τὴν Σπάρτην, καὶ παρεκάλει τοὺς ἐφόρους καὶ τοὺς | |
Hist.4.36.2 | βασιλέας ἐξανεγκεῖν τοῖς Ἀχαιοῖς τὸν πόλεμον· μόνως γὰρ οὕτως ἔφη λῆξαι τὴν τῶν Λακεδαιμονίων φιλο‐ νεικίαν τῶν ἐκ παντὸς τρόπου διακοπτόντων τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν τήν τε τῶν ἐν Αἰτωλίᾳ | |
Hist.4.36.3 | τὰ παραπλήσια τούτοις πραττόντων. πεισθέντων δὲ τῶν ἐφόρων καὶ τῶν βασιλέων, ὁ μὲν Μαχατᾶς ἐπανῆλθε, συντετελεσμένος τὴν πρόθεσιν διὰ τὴν | |
Hist.4.36.4 | ἄγνοιαν τῶν συμπραττόντων, ὁ δὲ Λυκοῦργος ἀνα‐ λαβὼν τοὺς στρατιώτας καί τινας τῶν πολιτικῶν ἐνέ‐ βαλεν εἰς τὴν Ἀργείαν, ἀφυλάκτως διακειμένων εἰς τέλος τῶν Ἀργείων διὰ τὴν προϋπάρχουσαν κατά‐ | |
Hist.4.36.5 | στασιν. καὶ Πολίχναν μὲν καὶ Πρασίας καὶ Λεύ‐ κας καὶ Κύφαντα προσπεσὼν ἄφνω κατέσχε· Γλυμ‐ | |
Hist.4.36.6 | πέσι δὲ καὶ Ζάρακι προσπεσὼν ἀπέπεσε. τούτου δὲ ταῦτα πράξαντος, ἐπεκήρυξαν τὸ λάφυρον οἱ Λακεδαιμόνιοι κατὰ τῶν Ἀχαιῶν. ἔπεισαν δὲ καὶ τοὺς Ἠλείους οἱ περὶ τὸν Μαχατᾶν, παραπλήσια | |
5 | λέγοντες ἅπερ καὶ πρὸς τοὺς Λακεδαιμονίους, ἐξε‐ νεγκεῖν τοῖς Ἀχαιοῖς τὸν πόλεμον. | |
Hist.4.36.7 | Παραδόξως δὲ καὶ κατὰ νοῦν τοῖς Αἰτωλοῖς τῶν πραγμάτων προκεχωρηκότων, οὗτοι μὲν εὐθαρσῶς ἐνέβαινον εἰς τὸν πόλεμον, οἱ δ’ Ἀχαιοὶ τἀναντία· | |
Hist.4.36.8 | Φίλιππος μὲν γάρ, ἐφ’ ᾧ τὰς ἐλπίδας εἶχον, ἀκμὴν ἐγίνετο περὶ παρασκευήν, Ἠπειρῶται δ’ ἔμελλον | |
Hist.4.36.9 | πολεμεῖν, Μεσσήνιοι δ’ ἡσυχίαν εἶχον, Αἰτωλοὶ δέ, προσειληφότες τὴν Ἠλείων καὶ Λακεδαιμονίων ἄγνοιαν, πανταχόθεν περιεῖχον αὐτοὺς τῷ πολέμῳ. | |
Hist.4.37.1 | Ἀράτῳ μὲν οὖν συνέβαινε κατὰ τὸν καιρὸν τοῦτον ἤδη λήγειν τὴν ἀρχήν, Ἄρατον δὲ τὸν υἱὸν αὐτοῦ καθεσταμένον ὑπὸ τῶν Ἀχαιῶν παραλαμβάνειν τὴν | |
Hist.4.37.2 | στρατηγίαν. Αἰτωλῶν δ’ ἐστρατήγει Σκόπας· ὁ δὲ | |
χρόνος αὐτῷ τῆς ἀρχῆς μάλιστα τότε πως διῄρητο· τὰς γὰρ ἀρχαιρεσίας Αἰτωλοὶ μὲν ἐποίουν μετὰ τὴν φθινοπωρινὴν ἰσημερίαν εὐθέως, Ἀχαιοὶ δὲ τότε | ||
Hist.4.37.3 | περὶ τὴν τῆς Πλειάδος ἐπιτολήν. ἤδη δὲ τῆς θερείας ἐνισταμένης, καὶ μετειληφότος Ἀράτου τοῦ νεωτέ‐ ρου τὴν στρατηγίαν, ἅμα πάντα τὰ πράγματα τὰς | |
Hist.4.37.4 | ἐπιβολὰς ἐλάμβανε καὶ τὰς ἀρχάς. Ἀννίβας μὲν γὰρ ἐνεχείρει κατὰ τοὺς καιροὺς τούτους Ζάκανθαν πολιορκεῖν, Ῥωμαῖοι δὲ Λεύκιον Αἰμίλιον εἰς τὴν Ἰλλυρίδα μετὰ δυνάμεως ἐξαπέστελλον ἐπὶ Δημή‐ | |
5 | τριον τὸν Φάριον· ὑπὲρ ὧν ἐν τῇ προτέρᾳ βύβλῳ | |
Hist.4.37.5 | δεδηλώκαμεν. Ἀντίοχος δέ, Πτολεμαΐδα καὶ Τύρον παραδόντος αὐτῷ Θεοδότου, τοῖς κατὰ Κοίλην Συ‐ ρίαν ἐγχειρεῖν ἐπεβάλλετο· Πτολεμαῖος δὲ περὶ πα‐ | |
Hist.4.37.6 | ρασκευὴν ἐγίνετο τοῦ πρὸς Ἀντίοχον πολέμου. Λυ‐ κοῦργος δ’ ἀπὸ τῶν ὁμοίων βουλόμενος ἄρχεσθαι Κλεομένει, τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον ἐπο‐ λιόρκει προσεστρατοπεδευκώς. Ἀχαιοὶ δὲ μισθοφό‐ | |
5 | ρους ἱππεῖς καὶ πεζοὺς ἥθροιζον εἰς τὸν περιεστῶτα | |
Hist.4.37.7 | πόλεμον· Φίλιππος δ’ ἐκ Μακεδονίας ἐκίνει μετὰ τῆς δυνάμεως, ἔχων Μακεδόνων φαλαγγίτας μὲν μυρίους, πελταστὰς δὲ πεντακισχιλίους, ἅμα δὲ τού‐ τοις ἱππεῖς ὀκτακοσίους. | |
Hist.4.37.8 | Ταῦτα μὲν οὖν ἅπαντ’ ἦν ἐν τοιαύταις ἐπιβο‐ λαῖς καὶ παρασκευαῖς. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ἐξήνεγκαν Ῥόδιοι Βυζαντίοις πόλεμον διά τινας | |
Hist.4.38.1 | τοιαύτας αἰτίας. Βυζάντιοι κατὰ μὲν θάλατταν εὐκαιρότατον οἰκοῦσι τόπον καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς εὐδαιμονίαν πάντη τῶν ἐν τῇ καθ’ ἡμᾶς οἰ‐ κουμένῃ, κατὰ δὲ γῆν πρὸς ἀμφότερα πάντων ἀφυέ‐ | |
Hist.4.38.2 | στατον. κατὰ μὲν γὰρ θάλατταν οὕτως ἐπίκεινται | |
τῷ στόματι τοῦ Πόντου κυρίως ὥστε μήτ’ εἰσπλεῦσαι μήτ’ ἐκπλεῦσαι (μηδένα) δυνατὸν εἶναι τῶν ἐμπό‐ | ||
Hist.4.38.3 | ρων χωρὶς τῆς ἐκείνων βουλήσεως. ἔχοντος δὲ τοῦ Πόντου πολλὰ τῶν πρὸς τὸν βίον εὐχρήστων τοῖς ἄλλοις ἀνθρώποις, πάντων εἰσὶ τούτων κύριοι Βυ‐ | |
Hist.4.38.4 | ζάντιοι. πρὸς μὲν γὰρ τὰς ἀναγκαίας τοῦ βίου χρείας τά τε θρέμματα καὶ τὸ τῶν εἰς τὰς δουλείας ἀγομένων σωμάτων πλῆθος οἱ κατὰ τὸν Πόντον ἡμῖν τόποι παρασκευάζουσι δαψιλέστατον καὶ χρη‐ | |
5 | σιμώτατον ὁμολογουμένως· πρὸς δὲ περιουσίαν μέλι, | |
Hist.4.38.5 | κηρόν, τάριχος ἀφθόνως ἡμῖν χορηγοῦσι. δέχονται γε μὴν τῶν ἐν τοῖς παρ’ ἡμῖν τόποις περιττευόν‐ των ἔλαιον καὶ πᾶν οἴνου γένος· σίτῳ δ’ ἀμείβον‐ ται, ποτὲ μὲν εὐκαίρως διδόντες, ποτὲ δὲ λαμβά‐ | |
Hist.4.38.6 | νοντες. πάντων δὴ τούτων ἢ κωλύεσθαι δέον ἦν ὁλοσχερῶς τοὺς Ἕλληνας ἢ τελέως ἀλυσιτελῆ γίνε‐ σθαι σφίσι τὴν ἀλλαγὴν αὐτῶν, Βυζαντίων ἤτοι βουλομένων ἐθελοκακεῖν καὶ συνδυάζειν ποτὲ μὲν | |
5 | Γαλάταις, τοτὲ δὲ πλείονα Θρᾳξὶν ἢ τὸ παράπαν | |
Hist.4.38.7 | μὴ κατοικούντων τοὺς τόπους· διά τε γὰρ τὴν στε‐ νότητα τοῦ πόρου καὶ τὸ παρακείμενον πλῆθος τῶν βαρβάρων ἄπλους ἂν ἡμῖν ἦν ὁμολογουμένως ὁ | |
Hist.4.38.8 | Πόντος. μέγιστα μὲν οὖν ἴσως αὐτοῖς ἐκείνοις περιγίνεται λυσιτελῆ πρὸς τοὺς βίους διὰ τὰς τῶν | |
Hist.4.38.9 | τόπων ἰδιότητας· ἅπαν γὰρ τὸ μὲν περιττεῦον παρ’ αὐτοῖς ἐξαγωγῆς, τὸ δὲ λεῖπον εἰσαγωγῆς ἑτοίμου τυγχάνει καὶ λυσιτελοῦς ἄνευ πάσης κακοπαθείας | |
Hist.4.38.10 | καὶ κινδύνου· πολλά γε μὴν καὶ τοῖς ἄλλοις εὔχρη‐ στα δι’ ἐκείνους, ὡς εἰρήκαμεν, ἀπαντᾷ. διὸ καὶ κοινοί τινες ὡς εὐεργέται πάντων ὑπάρχοντες εἰκό‐ τως ἂν οὐ μόνον χάριτος, ἀλλὰ καὶ ἐπικουρίας κοι‐ | |
5 | νῆς τυγχάνοιεν ὑπὸ τῶν Ἑλλήνων κατὰ τὰς ὑπὸ | |
Hist.4.38.11 | τῶν βαρβάρων περιστάσεις. ἐπεὶ δὲ παρὰ τοῖς πλεί‐ στοις ἀγνοεῖσθαι συνέβαινε τὴν ἰδιότητα καὶ τὴν εὐφυΐαν τοῦ τόπου, διὰ τὸ μικρὸν ἔξω κεῖσθαι | |
Hist.4.38.12 | τῶν ἐπισκοπουμένων μερῶν τῆς οἰκουμένης, βου‐ λόμεθα δὲ πάντες εἰδέναι τὰ τοιαῦτα, καὶ μάλιστα μὲν αὐτόπται γίνεσθαι τῶν ἐχόντων παρηλλαγμέ‐ νον τι καὶ διαφέρον τόπων, εἰ δὲ μὴ τοῦτο δυνα‐ | |
5 | τόν, ἐννοίας γε καὶ τύπους ἔχειν ἐν αὑτοῖς ὡς ἔγ‐ | |
Hist.4.38.13 | γιστα τῆς ἀληθείας, ῥητέον ἂν εἴη τί τὸ συμβαῖνόν ἐστι καὶ τί τὸ ποιοῦν τὴν τηλικαύτην καὶ τοιαύτην εὐπορίαν τῆς προειρημένης πόλεως. | |
Hist.4.39.1 | Ὁ δὴ καλούμενος Πόντος ἔχει τὴν μὲν περίμε‐ τρον ἔγγιστα τῶν δισμυρίων καὶ δισχιλίων σταδίων, στόματα δὲ διττὰ κατὰ διάμετρον ἀλλήλοις κείμενα, τὸ μὲν ἐκ τῆς Προποντίδος, τὸ δ’ ἐκ τῆς Μαιώτι‐ | |
5 | δος λίμνης, ἥτις αὐτὴ καθ’ αὑτὴν ὀκτακισχιλίων | |
Hist.4.39.2 | ἔχει σταδίων τὴν περιγραφήν. εἰς δὲ τὰ προειρη‐ μένα κοιλώματα πολλῶν μὲν καὶ μεγάλων ποταμῶν ἐκ τῆς Ἀσίας ἐκβαλλόντων, ἔτι δὲ μειζόνων καὶ πλειόνων ἐκ τῆς Εὐρώπης, συμβαίνει τὴν μὲν Μαι‐ | |
5 | ῶτιν ἀναπληρουμένην ὑπὸ τούτων ῥεῖν εἰς τὸν Πόν‐ τον διὰ τοῦ στόματος, τὸν δὲ Πόντον εἰς τὴν Προ‐ | |
Hist.4.39.3 | ποντίδα. καλεῖται δὲ τὸ μὲν τῆς Μαιώτιδος στόμα Κιμμερικὸς Βόσπορος, ὃ τὸ μὲν πλάτος ἔχει περὶ τριάκοντα στάδια, τὸ δὲ μῆκος ἑξήκοντα, πᾶν δ’ | |
Hist.4.39.4 | ἐστὶν ἁλιτενές· τὸ δὲ τοῦ Πόντου παραπλησίως ὀνομάζεται μὲν Βόσπορος Θρᾴκιος, ἔστι δὲ τὸ μὲν μῆκος ἐφ’ ἑκατὸν καὶ εἴκοσι στάδια, τὸ δὲ πλάτος | |
Hist.4.39.5 | οὐ πάντη ταὐτόν. ἄρχει δὲ τοῦ στόματος ἀπὸ μὲν τῆς Προποντίδος τὸ κατὰ Καλχηδόνα διάστημα καὶ | |
Hist.4.39.6 | Βυζάντιον, ὃ δεκατεττάρων ἐστὶ σταδίων, ἀπὸ δὲ τοῦ Πόντου τὸ καλούμενον Ἱερόν, ἐφ’ οὗ τόπου φασὶ κατὰ τὴν ἐκ Κόλχων ἀνακομιδὴν Ἰάσονα θῦ‐ σαι πρῶτον τοῖς δώδεκα θεοῖς· ὃ κεῖται μὲν ἐπὶ | |
5 | τῆς Ἀσίας, ἀπέχει δὲ τῆς Εὐρώπης ἐπὶ δώδεκα στά‐ δια πρὸς τὸ καταντικρὺ κείμενον Σαραπιεῖον τῆς | |
Hist.4.39.7 | Θρᾴκης. τοῦ δὲ ῥεῖν ἔξω κατὰ τὸ συνεχὲς τήν τε Μαιῶτιν καὶ τὸν Πόντον εἰσὶν αἰτίαι διτταί, μία μὲν αὐτόθεν καὶ πᾶσι προφανής, καθ’ ἥν, πολλῶν εἰσπιπτόντων ῥευμάτων εἰς περιγραφὴν ἀγγείων | |
5 | ὡρισμένων, πλεῖον ἀεὶ καὶ πλεῖον γίνεται τὸ ὑγρόν, | |
Hist.4.39.8 | ὃ μηδεμιᾶς μὲν ὑπαρχούσης ἐκρύσεως δέον ἂν ἦν προσαναβαῖνον ἀεὶ μείζω καὶ πλείω τοῦ κοιλώματος περιλαμβάνειν τόπον, ὑπαρχουσῶν δ’ ἐκρύσεων ἀνάγκη τὸ προσγινόμενον καὶ πλεονάζον ὑπερπῖπτον | |
5 | ἀπορρεῖν καὶ φέρεσθαι συνεχῶς διὰ τῶν ὑπαρχόν‐ | |
Hist.4.39.9 | των στομάτων· δευτέρα δέ, καθ’ ἥν, πολὺν καὶ παντοδαπὸν χοῦν εἰσφερόντων εἰς τὰ προειρημένα κοιλώματα τῶν ποταμῶν κατὰ τὰς τῶν ὄμβρων ἐπι‐ τάσεις, ἐκπιεζόμενον τὸ ὑγρὸν ὑπὸ τῶν συνισταμέ‐ | |
5 | νων ἐγχωμάτων ἀεὶ προσαναβαίνει καὶ φέρεται κατὰ τὸν αὐτὸν λόγον διὰ τῶν ὑπαρχουσῶν ἐκρύσεων. | |
Hist.4.39.10 | τῆς δ’ ἐγχώσεως καὶ τῆς ἐπιρρύσεως ἀδιαπαύστου καὶ συνεχοῦς γινομένης ἐκ τῶν ποταμῶν, καὶ τὴν ἀπόρρυσιν ἀδιάπαυστον καὶ συνεχῆ γίνεσθαι διὰ τῶν στομάτων ἀναγκαῖον. | |
Hist.4.39.11 | Αἱ μὲν οὖν ἀληθεῖς αἰτίαι τοῦ ῥεῖν ἔξω τὸν Πόντον αἵδ’ εἰσίν, οὐκ ἐξ ἐμπορικῶν ἔχουσαι διη‐ γημάτων τὴν πίστιν, ἀλλ’ ἐκ τῆς κατὰ φύσιν θεω‐ | |
Hist.4.40.1 | ρίας, ἧς ἀκριβεστέραν εὑρεῖν οὐ ῥᾴδιον· ἐπεὶ δ’ ἐπὶ τὸν τόπον ἐπέστημεν, οὐδὲν ἀφετέον ἀργὸν οὐδ’ | |
ἐν αὐτῇ τῇ φάσει κείμενον, ὅπερ οἱ πλεῖστοι ποιεῖν εἰώθασι τῶν συγγραφέων, ἀποδεικτικῇ δὲ μᾶλλον | ||
5 | τῇ διηγήσει χρηστέον, ἵνα μηδὲν ἄπορον ἀπολεί‐ | |
Hist.4.40.2 | πωμεν τῶν ζητουμένων τοῖς φιληκόοις. τοῦτο γὰρ ἴδιόν ἐστι τῶν νῦν καιρῶν, ἐν οἷς πάντων πλωτῶν καὶ πορευτῶν γεγονότων οὐκ ἂν ἔτι πρέπον εἴη ποιηταῖς καὶ μυθογράφοις χρῆσθαι μάρτυσι περὶ | |
Hist.4.40.3 | τῶν ἀγνοουμένων, ὅπερ οἱ πρὸ ἡμῶν πεποιήκασι περὶ τῶν πλείστων, ἀπίστους ἀμφισβητουμένων παρ‐ εχόμενοι βεβαιωτὰς κατὰ τὸν Ἡράκλειτον, πειρα‐ τέον δὲ δι’ αὐτῆς τῆς ἱστορίας ἱκανὴν παριστάναι | |
Hist.4.40.4 | πίστιν τοῖς ἀκούουσι. φαμὲν δὴ χώννυσθαι μὲν καὶ πάλαι καὶ νῦν τὸν Πόντον, χρόνῳ γε μὴν ὁλοσχε‐ ρῶς ἐγχωσθήσεσθαι τήν τε Μαιῶτιν καὶ τοῦτον, με‐ νούσης γε δὴ τῆς αὐτῆς τάξεως περὶ τοὺς τόπους, | |
5 | καὶ τῶν αἰτίων τῆς ἐγχώσεως ἐνεργούντων κατὰ τὸ | |
Hist.4.40.5 | συνεχές. ὅταν γὰρ ὁ μὲν χρόνος ἄπειρος ᾖ, τὰ δὲ κοιλώματα πάντη πάντως ὡρισμένα, δῆλον ὡς, κἂν | |
Hist.4.40.6 | τὸ τυχὸν εἰσφέρηται, πληρωθήσονται τῷ χρόνῳ. κατὰ φύσιν γὰρ τὸ πεπερασμένον ἐν ἀπείρῳ χρόνῳ συν‐ εχῶς γινόμενον ἢ φθειρόμενον, κἂν κατ’ ἐλάχιστον γίνηται—τοῦτο γὰρ νοείσθω νῦν—ἀνάγκη τε‐ | |
Hist.4.40.7 | λειωθῆναι κατὰ τὴν πρόθεσιν. ὅταν δὲ μὴ τὸ τυ‐ χόν, ἀλλὰ καὶ λίαν πολύς τις εἰσφέρηται χοῦς, φα‐ νερὸν ὡς οὐ ποτέ, ταχέως δὲ συμβήσεται γενέσθαι | |
Hist.4.40.8 | τὸ νῦν δὴ λεγόμενον ὑφ’ ἡμῶν. ὃ δὴ καὶ φαίνε‐ ται γινόμενον. τὴν μὲν οὖν Μαιῶτιν ἤδη κεχῶ‐ σθαι συμβαίνει· τὸ γάρ τοι πλεῖστον αὐτῆς μέρος ἐν ἑπτὰ καὶ πέντε ὀργυιαῖς ἐστι· διὸ καὶ πλεῖν αὐ‐ | |
5 | τὴν οὐκέτι δύνανται ναυσὶ μεγάλαις χωρὶς καθη‐ | |
Hist.4.40.9 | γεμόνος. οὖσά τ’ ἐξ ἀρχῆς θάλαττα σύρρους τῷ | |
Πόντῳ, καθάπερ οἱ παλαιοὶ συμφωνοῦσι, νῦν ἐστι λίμνη γλυκεῖα, τῆς μὲν θαλάττης ἐκπεπιεσμένης ὑπὸ τῶν ἐγχωμάτων, τῆς δὲ τῶν ποταμῶν εἰσβολῆς | ||
Hist.4.40.10 | ἐπικρατούσης. ἔσται δὲ καὶ περὶ τὸν Πόντον παρα‐ πλήσιον, καὶ γίνεται νῦν· ἀλλ’ οὐ λίαν τοῖς πολ‐ λοῖς ἐστι καταφανὲς διὰ τὸ μέγεθος τοῦ κοιλώμα‐ τος. τοῖς μέντοι γε βραχέα συνεπιστήσασι καὶ νῦν | |
Hist.4.41.1 | ἐστι δῆλον τὸ γινόμενον. τοῦ γὰρ Ἴστρου πλείοσι στόμασιν ἀπὸ τῆς Εὐρώπης εἰς τὸν Πόντον εἰσβάλ‐ λοντος, συμβαίνει πρὸς τοῦτον σχεδὸν ἐπὶ χίλια στάδια συνεστάναι ταινίαν ἡμέρας δρόμον ἀπέχου‐ | |
5 | σαν τῆς γῆς [ἥτις νῦν συνέστηκεν] ἐκ τῆς τοῖς | |
Hist.4.41.2 | στόμασιν εἰσφερομένης ἰλύος· ἐφ’ ἣν ἔτι πελάγιοι τρέχοντες οἱ πλέοντες τὸν Πόντον λανθάνουσιν ἐπο‐ κέλλοντες νυκτὸς ἐπὶ τοὺς τόπους. καλοῦσι δ’ αὐ‐ | |
Hist.4.41.3 | τοὺς οἱ ναυτικοὶ Στήθη. τοῦ δὲ μὴ παρ’ αὐτὴν συνίστασθαι τὴν γῆν, ἀλλ’ ἐπὶ τὸ πολὺ προωθεῖ‐ σθαι τὸν χοῦν, ταύτην νομιστέον εἶναι τὴν αἰτίαν. | |
Hist.4.41.4 | ἐφ’ ὅσον μὲν γὰρ αἱ ῥύσεις τῶν ποταμῶν διὰ τὴν βίαν τῆς φορᾶς ἐπικρατοῦσι καὶ διωθοῦνται τὴν θάλατταν, ἐπὶ τοσοῦτο καὶ τὴν γῆν καὶ πάντα τὰ φερόμενα τοῖς ῥεύμασιν ἀνάγκη προωθεῖσθαι καὶ | |
Hist.4.41.5 | μὴ λαμβάνειν μονὴν μηδὲ στάσιν ἁπλῶς· ὅταν δὲ διὰ τὸ βάθος ἤδη καὶ πλῆθος τῆς θαλάττης ἐκλύ‐ ηται τὰ ῥεύματα, τότ’ εἰκὸς ἤδη κατὰ φύσιν φερό‐ μενον κάτω μονὴν καὶ στάσιν λαμβάνειν τὸν χοῦν. | |
Hist.4.41.6 | δι’ ἃ δὴ τῶν μὲν λάβρων καὶ μεγάλων ποταμῶν τὰ μὲν χώματα μακρὰν συνίσταται, τὰ δὲ παρὰ τὴν χέρσον ἐστὶν ἀγχιβαθῆ, τῶν δ’ ἐλαττόνων καὶ πρᾴως ῥεόντων παρ’ αὐτὰς τὰς εἰσβολὰς οἱ θῖνες συνί‐ | |
Hist.4.41.7 | στανται. μάλιστα δ’ ἔκδηλον γίνεται τοῦτο κατὰ | |
τὰς τῶν ὄμβρων ἐπιφοράς· καὶ γὰρ τὰ τυχόντα τότε τῶν ῥείθρων, ἐπειδὰν ἐπικρατήσωσι τοῦ κύ‐ ματος κατὰ τὴν εἰσβολήν, προωθοῦσι τὸν χοῦν εἰς | ||
5 | θάλατταν ἐπὶ τοσοῦτον ὥστε πρὸς λόγον ἑκάστου γίνεσθαι τὴν ἀπόστασιν τῇ βίᾳ τῶν ἐμπιπτόντων | |
Hist.4.41.8 | ῥευμάτων. τῷ δὲ μεγέθει τῆς προειρημένης ται‐ νίας καὶ καθόλου τῷ πλήθει τῶν εἰσφερομένων λίθων καὶ ξύλων καὶ γῆς ὑπὸ τῶν ποταμῶν οὐδαμῶς | |
Hist.4.41.9 | ἀπιστητέον—εὔηθες γάρ—θεωροῦντας ὑπὸ τὴν ὄψιν τὸν τυχόντα χειμάρρουν ἐν βραχεῖ χρόνῳ πολ‐ λάκις ἐκχαραδροῦντα μὲν καὶ διακόπτοντα τόπους ἠλιβάτους, φέροντα δὲ πᾶν γένος ὕλης καὶ γῆς καὶ | |
5 | λίθων, ἐπιχώσεις δὲ ποιούμενον τηλικαύτας ὥστ’ ἀλλοιοῦν ἐνίοτε καὶ μηδὲ γινώσκειν ἐν βραχεῖ χρόνῳ | |
Hist.4.42.1 | τοὺς αὐτοὺς τόπους. ἐξ ὧν οὐκ εἰκὸς θαυμάζειν πῶς οἱ τηλικοῦτοι καὶ τοιοῦτοι ποταμοὶ συνεχῶς ῥέ‐ οντες ἀπεργάζονταί τι τῶν προειρημένων καὶ τέλος | |
Hist.4.42.2 | ἐκπληροῦσι τὸν Πόντον. οὐ γὰρ εἰκός, ἀλλ’ ἀναγ‐ καῖον γενέσθαι τοῦτό γε προφαίνεται κατὰ τὸν ὀρ‐ | |
Hist.4.42.3 | θὸν λόγον. σημεῖον δὲ τοῦ μέλλοντος· ὅσῳ γάρ ἐστι νῦν ἡ Μαιῶτις γλυκυτέρα τῆς Ποντικῆς θα‐ λάττης, οὕτως θεωρεῖται διαφέρουσα προφανῶς ἡ | |
Hist.4.42.4 | Ποντικὴ τῆς καθ’ ἡμᾶς. ἐξ ὧν δῆλον ὡς, ὅταν ὁ χρόνος, ἐν ᾧ πεπληρῶσθαι συμβαίνει τὴν Μαιῶτιν, τοῦτον λάβῃ τὸν λόγον πρὸς τὸν χρόνον, ὃν ἔχει τὸ μέγεθος τοῦ κοιλώματος πρὸς τὸ κοίλωμα, τότε | |
5 | συμβήσεται καὶ τὸν Πόντον τεναγώδη καὶ γλυκὺν καὶ λιμνώδη γενέσθαι παραπλησίως τῇ Μαιώτιδι | |
Hist.4.42.5 | λίμνῃ. καὶ θᾶττον δὲ τοῦτον ὑποληπτέον. ὅσῳ μείζους καὶ πλείους εἰσὶν αἱ ῥύσεις τῶν εἰς τοῦτον | |
Hist.4.42.6 | ἐκπιπτόντων ποταμῶν. ταῦτα μὲν οὖν ἡμῖν εἰρή‐ | |
σθω πρὸς τοὺς ἀπίστως διακειμένους, εἰ δὴ χώννυ‐ σθαι νῦν καὶ χωσθήσεσθαί ποτε συμβήσεται τὸν Πόντον καὶ λίμνη καὶ τέναγος ἔσται τὸ τηλικοῦτον | ||
Hist.4.42.7 | πέλαγος. ἔτι δὲ μᾶλλον εἰρήσθω καὶ τῆς τῶν πλοϊ‐ ζομένων ψευδολογίας καὶ τερατείας χάριν, ἵνα μὴ παντὶ τῷ λεγομένῳ προσκεχηνέναι παιδικῶς ἀναγ‐ καζώμεθα διὰ τὴν ἀπειρίαν, ἔχοντες δ’ ἴχνη τῆς | |
5 | ἀληθείας ἐπὶ ποσὸν ἐξ αὐτῶν ἐπικρίνειν δυνώμεθα | |
Hist.4.42.8 | τὸ λεγόμενον ὑπό τινων ἀληθῶς ἢ τοὐναντίον. ἐπὶ δὲ τὸ συνεχὲς τῆς εὐκαιρίας τῶν Βυζαντίων ἐπά‐ νιμεν. | |
Hist.4.43.1 | Τοῦ δὴ στόματος τοῦ τὸν Πόντον καὶ τὴν Προ‐ ποντίδα συνάπτοντος ὄντος ἑκατὸν εἴκοσι σταδίων τὸ μῆκος, καθάπερ ἀρτίως εἶπον, καὶ τοῦ μὲν Ἱε‐ ροῦ τὸ πρὸς τὸν Πόντον πέρας ὁρίζοντος, τοῦ δὲ | |
5 | κατὰ Βυζάντιον διαστήματος τὸ πρὸς τὴν Προπον‐ | |
Hist.4.43.2 | τίδα, μεταξὺ τούτων ἐστὶν Ἑρμαῖον, τῆς Εὐρώπης ἐπὶ προοχῆς τινος ἀκρωτηριαζούσης ἐν τῷ στόματι κείμενον, ὃ τῆς μὲν Ἀσίας ἀπέχει περὶ πέντε στά‐ δια, κατὰ τὸν στενώτατον δὲ τόπον ὑπάρχει τοῦ | |
5 | παντὸς στόματος· ᾗ καὶ Δαρεῖον ζεῦξαί φασι τὸν πόρον, καθ’ ὃν χρόνον ἐποιεῖτο τὴν ἐπὶ Σκύθας | |
Hist.4.43.3 | διάβασιν. κατὰ μὲν δὴ τὸν ἄλλον τόπον ἀπὸ τοῦ Πόντου παραπλήσιός ἐστιν ἡ φορὰ τοῦ ῥεύματος διὰ τὴν ὁμοιότητα τῶν παρ’ ἑκάτερον τὸ μέρος τῷ στό‐ | |
Hist.4.43.4 | ματι παρηκόντων τόπων· ἐπὰν δ’ εἰς τὸ τῆς Εὐρώ‐ πης Ἑρμαῖον, ᾗ στενώτατον ἔφαμεν εἶναι, φερό‐ μενος ἐκ τοῦ Πόντου καὶ συγκλειόμενος ὁ ῥοῦς βίᾳ προσπέσῃ, τότε δὴ τραπεὶς ὥσπερ ἀπὸ πληγῆς ἐμ‐ | |
Hist.4.43.5 | πίπτει τοῖς ἀντιπέρας τῆς Ἀσίας τόποις. ἐκεῖθεν δὲ πάλιν, οἷον ἐξ ὑποστροφῆς, τὴν ἀνταπόδοσιν | |
ποιεῖται πρὸς τὰ περὶ τὰς Ἑστίας ἄκρα καλούμενα | ||
Hist.4.43.6 | τῆς Εὐρώπης. ὅθεν αὖθις ὁρμήσας προσπίπτει πρὸς τὴν Βοῦν καλουμένην, ὅς ἐστι τῆς Ἀσίας τόπος, ἐφ’ ὃν ἐπιστῆναί φασι πρῶτον οἱ μῦθοι τὴν Ἰὼ πε‐ | |
Hist.4.43.7 | ραιωθεῖσαν. πλὴν ὅ γε ῥοῦς τὸ τελευταῖον ὁρμή‐ σας ἀπὸ τῆς Βοὸς ἐπ’ αὐτὸ φέρεται τὸ Βυζάντιον, περισχισθεὶς δὲ περὶ τὴν πόλιν βραχὺ μὲν εἰς τὸν κόλπον αὑτοῦ διορίζει τὸν καλούμενον Κέρας, τὸ δὲ | |
Hist.4.43.8 | πλεῖον πάλιν ἀπονεύει. διευτονεῖν μὲν οὖν οὐκέτι δύναται πρὸς τὴν ἀντιπέρας χώραν, ἐφ’ ἧς ἐστι | |
Hist.4.43.9 | Καλχηδών· πλεονάκις γὰρ τὴν ἀνταπόδοσιν πεποι‐ ημένος, καὶ τοῦ πόρου πλάτος ἔχοντος, ἤδη περὶ τοῦτον τὸν τόπον ἐκλυόμενος ὁ ῥοῦς οὐκέτι βρα‐ χείας πρὸς ὀξεῖαν γωνίαν ποιεῖται τὰς ἀνακλάσεις | |
Hist.4.43.10 | ἐπὶ τὴν περαίαν, ἀλλὰ μᾶλλον πρὸς ἀμβλεῖαν· διό‐ περ ἀπολιπὼν τὴν τῶν Καλχηδονίων πόλιν φέρεται | |
Hist.4.44.1 | διὰ πόρου. καὶ τὸ ποιοῦν τὴν μὲν τῶν Βυζαντίων πόλιν εὐκαιροτάτην, τὴν δὲ τῶν Καλχηδονίων τἀ‐ ναντία, τοῦτ’ ἔστι τὸ νῦν ὑφ’ ἡμῶν εἰρημένον, καί‐ περ ἀπὸ τῆς ὄψεως ὁμοίας ἀμφοτέραις δοκούσης | |
Hist.4.44.2 | εἶναι τῆς θέσεως πρὸς τὴν εὐκαιρίαν. ἀλλ’ ὅμως εἰς τὴν μὲν βουληθέντα καταπλεῦς’ οὐ ῥᾴδιον, πρὸς ἣν δέ, κἂν μὴ βούλῃ, φέρει κατ’ ἀνάγκην ὁ ῥοῦς, | |
Hist.4.44.3 | καθάπερ ἀρτίως εἴπομεν. σημεῖον δὲ τούτου· ἐκ Καλχηδόνος γὰρ οἱ βουλόμενοι διαίρειν εἰς Βυζάν‐ τιον οὐ δύνανται πλεῖν κατ’ εὐθεῖαν διὰ τὸν μεταξὺ ῥοῦν, ἀλλὰ παράγουσιν ἐπί τε τὴν Βοῦν καὶ τὴν | |
Hist.4.44.4 | καλουμένην Χρυσόπολιν, ἣν Ἀθηναῖοι τότε κατα‐ σχόντες Ἀλκιβιάδου γνώμῃ παραγωγιάζειν ἐπεβά‐ λοντο πρῶτον τοὺς εἰς Πόντον πλέοντας, τὸ δ’ ἔμ‐ προσθεν ἀφιᾶσι κατὰ ῥοῦν, ᾧ φέρονται κατ’ ἀνάγ‐ | |
Hist.4.44.5 | κην πρὸς τὸ Βυζάντιον. ὅμοια δὲ τούτοις καὶ τὰ κατὰ τὸν ἐπὶ θάτερα πλοῦν ἐστι τῆς Βυζαντίων πό‐ | |
Hist.4.44.6 | λεως· ἄν τε γὰρ ἀφ’ Ἑλλησπόντου τρέχῃ τις τοῖς νότοις ἄν τ’ ἐπὶ τὸν Ἑλλήσποντον ἐκ τοῦ Πόντου τοῖς ἐτησίοις, παρὰ μὲν τὴν Εὐρώπην ἐκ τῆς Βυ‐ ζαντίων πόλεως ὀρθός, ἅμα δ’ εὐπαρακόμιστός ἐστιν | |
5 | ὁ πλοῦς ἐπὶ τὰ τῆς Προποντίδος στενὰ κατ’ Ἄβυ‐ δον καὶ Σηστόν, κἀκεῖθεν ὡσαύτως πάλιν ἐπὶ τὸ | |
Hist.4.44.7 | Βυζάντιον, ἀπὸ δὲ Καλχηδόνος παρὰ τὴν Ἀσίαν τἀ‐ ναντία τούτοις διὰ τὸ κολπώδη τὸν παράπλουν ὑπάρ‐ χειν καὶ προτείνειν πολὺ τὴν τῶν Κυζικηνῶν χώραν. | |
Hist.4.44.8 | ἀφ’ Ἑλλησπόντου γὰρ φερόμενον εἰς Καλχηδόνα χρήσασθαι τῷ παρὰ τὴν Εὐρώπην πλῷ, κἄπειτα συνεγγίζοντα τοῖς κατὰ Βυζάντιον τόποις κάμπτειν καὶ προστρέχειν πρὸς τὴν Καλχηδόνα διὰ τὸν ῥοῦν | |
Hist.4.44.9 | καὶ τὰ προειρημένα δυσχερές. ὁμοίως δὲ πάλιν ἐκ‐ πλέοντα προστρέχειν εὐθέως τῇ Θρᾴκῃ τελέως ἀδύ‐ νατον διά τε τὸν μεταξὺ ῥοῦν καὶ διὰ τὸ τοὺς ἀνέ‐ μους ἑκατέρους ἀντιπίπτειν πρὸς ἀμφοτέρας τὰς | |
Hist.4.44.10 | ἐπιβολάς, ἐπειδήπερ εἰσάγει μὲν εἰς τὸν Πόντον νότος, ἐξάγει δὲ βορέας, καὶ τούτοις ἀνάγκη χρῆσθαι πρὸς ἑκάτερον τὸν δρόμον τοῖς ἀνέμοις. | |
Hist.4.44.11 | Τὰ μὲν οὖν τὴν κατὰ θάλατταν εὐκαιρίαν ποι‐ οῦντα Βυζαντίοις ταῦτ’ ἔστι, τὰ δὲ τὴν κατὰ γῆν | |
Hist.4.45.1 | ἀκαιρίαν τὰ μέλλοντα ῥηθήσεσθαι. τῆς γὰρ Θρᾴ‐ κης κύκλῳ περιεχούσης αὐτῶν τὴν χώραν οὕτως ὥστ’ ἐκ θαλάττης εἰς θάλατταν καθήκειν, ἀίδιον | |
Hist.4.45.2 | ἔχουσι πόλεμον καὶ δυσχερῆ πρὸς τούτους. οὔτε γὰρ παρασκευασάμενοι καὶ κρατήσαντες αὐτῶν εἰσ‐ άπαξ ἀποτρίψασθαι τὸν πόλεμον οἷοί τ’ εἰσὶ διὰ | |
Hist.4.45.3 | τὸ πλῆθος καὶ τῶν ὄχλων καὶ τῶν δυναστῶν· ἐὰν | |
τοῦ γὰρ ἑνὸς περιγένωνται, τρεῖς ἐπιβαίνουσιν ἐπὶ | ||
Hist.4.45.4 | τὴν τούτων χώραν ἄλλοι βαρύτεροι δυνάσται. καὶ μὴν οὐδ’ εἴξαντες καὶ συγκαταβάντες εἰς φόρους καὶ συνθήκας οὐδὲν ποιοῦσι πλέον· ἂν γὰρ ἑνὶ πρόων‐ ταί τι, πενταπλασίους δι’ αὐτὸ τοῦτο πολεμίους εὑ‐ | |
Hist.4.45.5 | ρίσκουσι. διόπερ ἀιδίῳ συνέχονται καὶ δυσχερεῖ πολέμῳ· τί γὰρ ἐπισφαλέστερον ἀστυγείτονος καὶ | |
Hist.4.45.6 | βαρβάρου πολέμου; τί δεινότερον; οὐ μὴν ἀλλὰ τούτοις τὸ παράπαν κακοῖς παλαίοντες κατὰ γῆν, χωρὶς τῶν ἄλλων τῶν παρεπομένων τῷ πολέμῳ κα‐ κῶν, ὑπομένουσί τινα καὶ τιμωρίαν Ταντάλειον | |
Hist.4.45.7 | κατὰ τὸν ποιητήν· ἔχοντες γὰρ χώραν γενναιοτάτην, ὅταν διαπονήσωσι ταύτην καὶ γένηται τὸ τῶν καρ‐ πῶν πλῆθος τῷ κάλλει διαφέρον, κἄπειτα παρα‐ γενηθέντες οἱ βάρβαροι τοὺς μὲν καταφθείρωσι, | |
Hist.4.45.8 | τοὺς δὲ συναθροίσαντες ἀποφέρωσι, τότε δὴ χωρὶς τῶν ἔργων καὶ τῆς δαπάνης καὶ τὴν καταφθορὰν θεώμενοι διὰ τὸ κάλλος τῶν καρπῶν σχετλιάζουσι καὶ βαρέως φέρουσι τὸ συμβαῖνον. | |
Hist.4.45.9 | Ἀλλ’ ὅμως τὸν μὲν ἀπὸ τῶν Θρᾳκῶν πόλεμον κατὰ τὴν συνήθειαν ἀναφέροντες ἔμενον ἐπὶ τῶν | |
Hist.4.45.10 | ἐξ ἀρχῆς δικαίων πρὸς τοὺς Ἕλληνας· προσεπιγε‐ νομένων δὲ Γαλατῶν αὐτοῖς τῶν περὶ Κομοντόριον | |
Hist.4.46.1 | εἰς πᾶν ἦλθον περιστάσεως. οὗτοι δ’ ἐκίνησαν μὲν ἅμα τοῖς περὶ Βρέννον ἐκ τῆς οἰκείας, διαφυγόντες δὲ τὸν περὶ Δελφοὺς κίνδυνον, καὶ παραγενόμενοι πρὸς τὸν Ἑλλήσποντον, εἰς μὲν τὴν Ἀσίαν οὐκ ἐπε‐ | |
5 | ραιώθησαν, αὐτοῦ δὲ κατέμειναν διὰ τὸ φιλοχωρῆσαι | |
Hist.4.46.2 | τοῖς περὶ τὸ Βυζάντιον τόποις. οἳ καὶ κρατήσαν‐ τες τῶν Θρᾳκῶν, καὶ κατασκευασάμενοι βασίλειον τὴν Τύλιν, εἰς ὁλοσχερῆ κίνδυνον ἦγον τοὺς Βυ‐ | |
Hist.4.46.3 | ζαντίους. κατὰ μὲν οὖν τὰς ἀρχὰς ἐν ταῖς ἐφόδοις αὐτῶν ταῖς κατὰ Κομοντόριον τὸν πρῶτον βασιλεύ‐ σαντα δῶρα διετέλουν οἱ Βυζάντιοι διδόντες ἀνὰ τρισχιλίους καὶ πεντακισχιλίους, ποτὲ δὲ καὶ μυρίους | |
5 | χρυσοῦς, ἐφ’ ᾧ μὴ καταφθείρειν τὴν χώραν αὐτῶν. | |
Hist.4.46.4 | τέλος δ’ ἠναγκάσθησαν ὀγδοήκοντα τάλαντα συγ‐ χωρῆσαι φόρον τελεῖν κατ’ ἐνιαυτὸν ἕως εἰς Καύ‐ αρον, ἐφ’ οὗ κατελύθη μὲν ἡ βασιλεία, τὸ δὲ γένος αὐτῶν ἐξεφθάρη πᾶν, ὑπὸ Θρᾳκῶν ἐκ μεταβολῆς | |
Hist.4.46.5 | ἐπικρατηθέν. ἐν οἷς καιροῖς ὑπὸ τῶν φόρων πιε‐ ζούμενοι τὸ μὲν πρῶτον ἐπρέσβευον πρὸς τοὺς Ἕλ‐ ληνας, δεόμενοι σφίσι βοηθεῖν καὶ συγχορηγεῖν εἰς | |
Hist.4.46.6 | τοὺς περιεστῶτας καιρούς· τῶν δὲ πλείστων παρο‐ λιγωρούντων, ἐνεχείρησαν ἀπαναγκασθέντες παρ‐ | |
Hist.4.47.1 | αγωγιάζειν τοὺς εἰς τὸν Πόντον πλέοντας. μεγάλης δὲ γενομένης τῆς ἀλυσιτελείας καὶ δυσχρηστίας πᾶ‐ σιν ἐκ τοῦ τέλος πράττειν τοὺς Βυζαντίους τῶν ἐξαγομένων ἐκ τοῦ Πόντου, δεινὸν ἡγοῦντο, καὶ | |
5 | πάντες ἐνεκάλουν οἱ πλοϊζόμενοι τοῖς Ῥοδίοις διὰ τὸ δοκεῖν τούτους προεστάναι τῶν κατὰ θάλατταν. | |
Hist.4.47.2 | ἐξ οὗ συνέβη φῦναι τὸν πόλεμον, ὑπὲρ οὗ νῦν ἡμεῖς ἱστορεῖν μέλλομεν. | |
Hist.4.47.3 | Οἱ γὰρ Ῥόδιοι, συνεξεγερθέντες ἅμα μὲν διὰ τὴν σφετέραν βλάβην, ἅμα δὲ καὶ διὰ τὴν τῶν πέλας ἐλάττωσιν, τὸ μὲν πρῶτον παραλαβόντες τοὺς συμ‐ μάχους ἐπρέσβευον πρὸς τοὺς Βυζαντίους, ἀξιοῦν‐ | |
Hist.4.47.4 | τες καταλύσειν αὐτοὺς τὸ παραγώγιον· οὐκ ἐντρε‐ πομένων δὲ τοῖς ὅλοις, ἀλλὰ πεπεισμένων δίκαια λέγειν ἐκ τῆς ἀντικαταστάσεως τῆς γενομένης παρ’ αὐτοῖς τῶν περὶ τὸν Ἑκατόδωρον καὶ Ὀλυμπιόδω‐ | |
Hist.4.47.5 | ρον πρὸς τοὺς τῶν Ῥοδίων πρεσβευτάς—οὗτοι γὰρ | |
τότε προέστησαν τοῦ τῶν Βυζαντίων πολιτεύματος— τότε μὲν ἀπηλλάγησαν οἱ Ῥόδιοι περάναντες οὐδέν, | ||
Hist.4.47.6 | ἐπανελθόντες δὲ τὸν πόλεμον ἐψηφίσαντο τοῖς Βυ‐ | |
Hist.4.47.7 | ζαντίοις διὰ τὰς προειρημένας αἰτίας. καὶ παραυ‐ τίκα πρεσβευτὰς ἐξαπέστελλον πρὸς Προυσίαν, παρα‐ καλοῦντες καὶ τοῦτον εἰς τὸν πόλεμον· ᾔδεσαν γὰρ τὸν Προυσίαν παρατριβόμενον ἔκ τινων πρὸς τοὺς | |
Hist.4.48.1 | Βυζαντίους. τὸ δὲ παραπλήσιον ἐποίουν καὶ Βυζάν‐ τιοι· πρός τε γὰρ Ἄτταλον καὶ πρὸς Ἀχαιὸν ἔπεμ‐ | |
Hist.4.48.2 | πον πρέσβεις, δεόμενοι σφίσι βοηθεῖν. ὁ μὲν οὖν Ἄτταλος ἦν πρόθυμος, εἶχε δὲ βραχεῖαν τότε ῥοπήν, ὡς ἂν ὑπ’ Ἀχαιοῦ συνεληλαμένος εἰς τὴν πατρῴαν | |
Hist.4.48.3 | ἀρχήν· ὁ δ’ Ἀχαιός, κρατῶν μὲν τῆς ἐπὶ τάδε τοῦ Ταύρου, βασιλέα δὲ προσφάτως αὑτὸν ἀναδεδειχώς, | |
Hist.4.48.4 | ἐπηγγέλλετο βοηθήσειν. ὑπάρχων δ’ ἐπὶ ταύτης τῆς προαιρέσεως, τοῖς μὲν Βυζαντίοις μεγάλην ἐλ‐ πίδα παρεσκεύαζε, τοῖς δὲ Ῥοδίοις καὶ Προυσίᾳ τἀ‐ | |
Hist.4.48.5 | ναντία κατάπληξιν. Ἀχαιὸς γὰρ ἦν μὲν Ἀντιόχου συγγενὴς τοῦ παρειληφότος τὴν ἐν Συρίᾳ βασι‐ λείαν, ἐγκρατὴς δ’ ἐγένετο τῆς προειρημένης δυνα‐ | |
Hist.4.48.6 | στείας διά τινας τοιαύτας αἰτίας. Σελεύκου μεταλ‐ λάξαντος τὸν βίον, ὃς ἦν Ἀντιόχου τοῦ προειρημένου πατήρ, διαδεξαμένου δὲ τὴν βασιλείαν Σελεύκου πρεσβυτάτου τῶν υἱῶν, ἅμα τούτῳ διὰ τὴν οἰκειό‐ | |
5 | τητα συνυπερέβαλε τὸν Ταῦρον, δυσὶ μάλιστά πως | |
Hist.4.48.7 | ἔτεσι πρότερον τῶν νῦν λεγομένων καιρῶν. Σέλευ‐ κος γὰρ ὁ νέος ὡς θᾶττον παρέλαβε τὴν βασιλείαν, πυνθανόμενος Ἄτταλον πᾶσαν ἤδη τὴν ἐπὶ τάδε τοῦ Ταύρου δυναστείαν ὑφ’ αὑτὸν πεποιῆσθαι, παρ‐ | |
Hist.4.48.8 | ωρμήθη βοηθεῖν τοῖς σφετέροις πράγμασιν. ὑπερ‐ βαλὼν δὲ μεγάλῃ δυνάμει τὸν Ταῦρον, καὶ δολο‐ | |
φονηθεὶς ὑπό τ’ Ἀπατουρίου τοῦ Γαλάτου καὶ | ||
Hist.4.48.9 | Νικάνορος, μετήλλαξε τὸν βίον. Ἀχαιὸς δὲ κατὰ τὴν ἀναγκαιότητα τὸν φόνον αὐτοῦ μετῆλθε παρα‐ χρῆμα, τοὺς περὶ τὸν Νικάνορα καὶ τὸν Ἀπατούριον ἀποκτείνας, τῶν τε δυνάμεων καὶ τῶν ὅλων πραγ‐ | |
Hist.4.48.10 | μάτων φρονίμως καὶ μεγαλοψύχως προέστη. τῶν γὰρ καιρῶν παρόντων αὐτῷ, καὶ τῆς τῶν ὄχλων ὁρμῆς συνεργούσης εἰς τὸ διάδημα περιθέσθαι, τοῦτο μὲν οὐ προείλετο ποιῆσαι, τηρῶν δὲ τὴν βασι‐ | |
5 | λείαν Ἀντιόχῳ τῷ νεωτέρῳ τῶν υἱῶν, ἐνεργῶς ἐπι‐ πορευόμενος ἀνεκτᾶτο τὴν ἐπὶ τάδε τοῦ Ταύρου | |
Hist.4.48.11 | πᾶσαν. τῶν δὲ πραγμάτων αὐτῷ παραδόξως εὐ‐ ροούντων, ἐπεὶ τὸν μὲν Ἄτταλον εἰς αὐτὸ τὸ Πέρ‐ γαμον συνέκλεισε, τῶν δὲ λοιπῶν πάντων ἦν ἐγκρα‐ τής, ἐπαρθεὶς τοῖς εὐτυχήμασι παρὰ πόδας ἐξώκειλε. | |
Hist.4.48.12 | καὶ διάδημα περιθέμενος καὶ βασιλέα προσαγορεύ‐ σας αὑτὸν βαρύτατος ἦν τότε καὶ φοβερώτατος τῶν | |
Hist.4.48.13 | ἐπὶ τάδε τοῦ Ταύρου βασιλέων καὶ δυναστῶν· ᾧ καὶ μάλιστα τότε Βυζάντιοι πιστεύσαντες ἀνεδέξαντο τὸν πρὸς τοὺς Ῥοδίους καὶ Προυσίαν πόλεμον. | |
Hist.4.49.1 | Ὁ δὲ Προυσίας ἐνεκάλει μὲν πρότερον τοῖς Βυ‐ ζαντίοις ὅτι ψηφισαμένων τινὰς εἰκόνας αὐτοῦ ταύ‐ τας οὐκ ἀνετίθεσαν, ἀλλ’ εἰς ἐπισυρμὸν καὶ λήθην | |
Hist.4.49.2 | ἄγοιεν, δυσηρέστει δ’ αὐτοῖς καὶ ἐπὶ τῷ πᾶσαν προσ‐ ενέγκασθαι φιλονεικίαν εἰς τὸ διαλῦσαι τὴν Ἀχαιοῦ πρὸς Ἄτταλον ἔχθραν καὶ τὸν πόλεμον, νομίζων κατὰ πολλοὺς τρόπους ἀλυσιτελῆ τοῖς αὑτοῦ πράγ‐ | |
Hist.4.49.3 | μασιν ὑπάρχειν τὴν ἐκείνων φιλίαν. ἠρέθιζε δ’ αὐτὸν καὶ τὸ δοκεῖν Βυζαντίους πρὸς μὲν Ἄτταλον εἰς τοὺς τῆς Ἀθηνᾶς ἀγῶνας τοὺς συνθύσοντας ἐξαπεσταλκέναι, πρὸς αὐτὸν δ’ εἰς τὰ Σωτήρια μη‐ | |
Hist.4.49.4 | δένα πεπομφέναι. διόπερ ἐκ πάντων τούτων ὑποι‐ κουρουμένης παρ’ αὐτῷ τῆς ὀργῆς, ἄσμενος ἐπελά‐ βετο τῆς τῶν Ῥοδίων προφάσεως, καὶ συγκαταθέ‐ μενος τοῖς πρεσβευταῖς ἐκείνους μὲν ᾤετο δεῖν κατὰ | |
5 | θάλατταν πολεμεῖν, αὐτὸς δὲ κατὰ γῆν οὐκ ἐλάττω βλάψειν ἔδοξε τοὺς ὑπεναντίους. | |
Hist.4.49.5 | Ὁ μὲν οὖν Ῥοδίων πρὸς Βυζαντίους πόλεμος | |
Hist.4.50.1 | διὰ ταῦτα καὶ τοιαύτην ἔλαβε τὴν ἀρχήν. οἱ δὲ Βυζάντιοι τὸ μὲν πρῶτον ἐρρωμένως ἐπολέμουν, πεπεισμένοι τὸν μὲν Ἀχαιὸν σφίσι βοηθεῖν, αὐτοὶ δὲ τὸν Τιβοίτην ἐκ τῆς Μακεδονίας ἐπαγαγόντες | |
5 | ἀντιπεριστήσειν τῷ Προυσίᾳ φόβους καὶ κινδύνους, | |
Hist.4.50.2 | ὃς κατὰ τὴν προειρημένην ὁρμὴν πολεμῶν παρεί‐ λετο μὲν αὐτῶν τὸ καλούμενον ἐπὶ τοῦ στόματος | |
Hist.4.50.3 | Ἱερόν, ὃ Βυζάντιοι μικροῖς ἀνώτερον χρόνοις μεγά‐ λων ὠνησάμενοι χρημάτων ἐσφετερίσαντο διὰ τὴν εὐκαιρίαν τοῦ τόπου, βουλόμενοι μηδεμίαν ἀφορ‐ μὴν μηδενὶ καταλιπεῖν μήτε κατὰ τῶν εἰς τὸν Πόν‐ | |
5 | τον πλεόντων ἐμπόρων μήτε περὶ τοὺς δούλους καὶ | |
Hist.4.50.4 | τὰς ἐξ αὐτῆς τῆς θαλάττης ἐργασίας, παρείλετο δὲ καὶ τὴν ἐπὶ τῆς Ἀσίας χώραν, ἣν κατεῖχον Βυζάν‐ | |
Hist.4.50.5 | τιοι τῆς Μυσίας πολλοὺς ἤδη χρόνους. οἱ δὲ Ῥό‐ διοι πληρώσαντες ναῦς ἕξ, ἅμα δὲ ταύταις παρὰ τῶν συμμάχων προσλαβόντες τέτταρας, καὶ ναύαρχον προχειρισάμενοι Ξενόφαντον, ἔπλεον ἐφ’ Ἑλλησπόν‐ | |
Hist.4.50.6 | του δέκα ναυσί. καὶ ταῖς μὲν λοιπαῖς ὁρμοῦντες περὶ Σηστὸν ἐκώλυον τοὺς πλέοντας εἰς τὸν Πόν‐ τον, μιᾷ δ’ ἐκπλεύσας ὁ ναύαρχος κατεπείραζε τῶν Βυζαντίων, εἴ πως ἤδη μεταμελοῖντο καταπεπληγ‐ | |
Hist.4.50.7 | μένοι τὸν πόλεμον. τῶν δ’ οὐ προσεχόντων ἀπέ‐ πλευσε καὶ παραλαβὼν τὰς λοιπὰς ναῦς ἀπῆρε πάσαις | |
Hist.4.50.8 | εἰς τὴν Ῥόδον. οἱ δὲ Βυζάντιοι πρός τε τὸν Ἀχαιὸν ἔπεμπον, ἀξιοῦντες βοηθεῖν, ἐπί τε τὸν Τιβοίτην ἐξαπέστελλον τοὺς ἄξοντας αὐτὸν ἐκ τῆς Μακεδο‐ | |
Hist.4.50.9 | νίας· ἐδόκει γὰρ οὐχ ἧττον ἡ Βιθυνῶν ἀρχὴ Τι‐ βοίτῃ καθήκειν ἢ Προυσίᾳ διὰ τὸ πατρὸς ἀδελφὸν | |
Hist.4.50.10 | αὐτὸν ὑπάρχειν τῷ Προυσίᾳ οἱ δὲ Ῥόδιοι θεω‐ ροῦντες τὴν τῶν Βυζαντίων ὑπόστασιν, πραγματι‐ κῶς διενοήθησαν πρὸς τὸ καθικέσθαι τῆς προθέ‐ | |
Hist.4.51.1 | σεως. ὁρῶντες γὰρ τὸ συνέχον τοῖς Βυζαντίοις τῆς ὑπομονῆς τοῦ πολέμου κείμενον ἐν ταῖς κατὰ τὸν Ἀχαιὸν ἐλπίσι, θεωροῦντες δὲ τὸν πατέρα τὸν Ἀχαιοῦ κατεχόμενον ἐν Ἀλεξανδρείᾳ, τὸν δ’ Ἀχαιὸν | |
5 | περὶ πλείστου ποιούμενον τὴν τοῦ πατρὸς σωτη‐ ρίαν, ἐπεβάλοντο πρεσβεύειν πρὸς τὸν Πτολεμαῖον | |
Hist.4.51.2 | καὶ παραιτεῖσθαι τὸν Ἀνδρόμαχον, καὶ πρότερον μὲν ἐκ παρέργου τοῦτο πεποιηκότες, τότε δ’ ἀλη‐ θινῶς σπεύδοντες ὑπὲρ τοῦ πράγματος, ἵνα προσ‐ ενεγκάμενοι πρὸς τὸν Ἀχαιὸν τὴν χάριν ταύτην | |
5 | ὑπόχρεων αὐτὸν ποιήσωνται πρὸς πᾶν τὸ παρακαλού‐ | |
Hist.4.51.3 | μενον. ὁ δὲ Πτολεμαῖος, παραγενομένων τῶν πρέ‐ σβεων, ἐβουλεύετο μὲν παρακατέχειν τὸν Ἀνδρόμα‐ χον, ἐλπίζων αὐτῷ χρήσεσθαι πρὸς καιρόν, διὰ τὸ τά τε πρὸς τὸν Ἀντίοχον ἄκριτα μένειν αὐτῷ, καὶ τὸ | |
5 | τὸν Ἀχαιὸν ἀναδεδειχότα προσφάτως αὑτὸν βασι‐ | |
Hist.4.51.4 | λέα πραγμάτων εἶναι κύριον ἱκανῶν τινων· ἦν γὰρ Ἀνδρόμαχος Ἀχαιοῦ μὲν πατήρ, ἀδελφὸς δὲ Λαο‐ | |
Hist.4.51.5 | δίκης τῆς Σελεύκου γυναικός. οὐ μὴν ἀλλὰ προσ‐ κλίνων τοῖς Ῥοδίοις ὁ Πτολεμαῖος κατὰ τὴν ὅλην αἵρεσιν, καὶ πάντα σπεύδων χαρίζεσθαι, συνεχώρησε καὶ παρέδωκε τὸν Ἀνδρόμαχον αὐτοῖς ἀποκομίζειν | |
Hist.4.51.6 | ὡς τὸν υἱόν. οἱ δ’ ἐπιτελεσάμενοι τοῦτο, καὶ προσ‐ | |
επιμετρήσαντες τοῖς περὶ τὸν Ἀχαιὸν τιμάς τινας, παρείλαντο τὴν ὁλοσχερεστάτην ἐλπίδα τῶν Βυζαν‐ | ||
Hist.4.51.7 | τίων. συνεκύρησε δέ τι καὶ ἕτερον τοῖς Βυζαντίοις ἄτοπον· ὁ γὰρ Τιβοίτης, καταγόμενος ἐκ τῆς Μα‐ κεδονίας, ἔσφηλε τὰς ἐπιβολὰς αὐτῶν, μεταλλάξας | |
Hist.4.51.8 | τὸν βίον. οὗ συμβάντος οἱ μὲν Βυζάντιοι ταῖς ὁρ‐ μαῖς ἀνέπεσον, ὁ δὲ Προυσίας ἐπιρρωσθεὶς ταῖς πρὸς τὸν πόλεμον ἐλπίσιν, ἅμα μὲν αὐτὸς ἀπὸ τῶν κατ’ Ἀσίαν μερῶν ἐπολέμει καὶ προσέκειτο τοῖς | |
5 | πράγμασιν ἐνεργῶς, ἅμα δὲ τοὺς Θρᾷκας μισθωσά‐ μενος οὐκ εἴα τὰς πύλας ἐξιέναι τοὺς Βυζαντίους | |
Hist.4.51.9 | ἀπὸ τῶν κατὰ τὴν Εὐρώπην μερῶν. οἱ δὲ Βυζάν‐ τιοι τῶν σφετέρων ἐλπίδων ἐψευσμένοι, τῷ πολέμῳ πονοῦντες πανταχόθεν, ἐξαγωγὴν περιέβλεπον εὐ‐ | |
Hist.4.52.1 | σχήμονα τῶν πραγμάτων. Καυάρου δὲ τοῦ τῶν Γα‐ λατῶν βασιλέως παραγενομένου πρὸς τὸ Βυζάντιον, καὶ σπουδάζοντος διαλῦσαι τὸν πόλεμον καὶ διέ‐ χοντος τὰς χεῖρας φιλοτίμως, συνεχώρησαν τοῖς πα‐ | |
Hist.4.52.2 | ρακαλουμένοις ὅ τε Προυσίας οἵ τε Βυζάντιοι. πυ‐ θόμενοι δ’ οἱ Ῥόδιοι τήν τε τοῦ Καυάρου σπουδὴν καὶ τὴν ἐντροπὴν τοῦ Προυσίου, σπουδάζοντες δὲ | |
Hist.4.52.3 | καὶ τὴν αὑτῶν πρόθεσιν ἐπὶ τέλος ἀγαγεῖν, πρε‐ σβευτὴν μὲν Ἀριδίκην προεχειρίσαντο πρὸς τοὺς Βυζαντίους, Πολεμοκλῆ δὲ τρεῖς ἔχοντα τριήρεις | |
Hist.4.52.4 | ὁμοῦ συναπέστειλαν, βουλόμενοι τὸ δὴ λεγόμενον καὶ τὸ δόρυ καὶ τὸ κηρύκειον ἅμα πέμπειν πρὸς τοὺς Βυζαντίους. ἐπιφανέντων δὲ τούτων, ἐγένοντο διαλύσεις ἐπὶ Κώθωνος τοῦ Καλλιγείτονος ἱερομνημο‐ | |
Hist.4.52.5 | νοῦντος ἐν τῷ Βυζαντίῳ, πρὸς μὲν Ῥοδίους ἁπλαῖ, Βυζαντίους μὲν μηδένα πράττειν τὸ διαγώγιον τῶν εἰς τὸν Πόντον πλεόντων, Ῥοδίους δὲ καὶ τοὺς συμ‐ | |
μάχους τούτου γενομένου τὴν εἰρήνην ἄγειν πρὸς | ||
Hist.4.52.6 | Βυζαντίους· πρὸς δὲ Προυσίαν τοιαίδε τινές, εἶναι Προυσίᾳ καὶ Βυζαντίοις εἰρήνην καὶ φιλίαν εἰς τὸν ἅπαντα χρόνον, μὴ στρατεύειν δὲ μήτε Βυζαντίους ἐπὶ Προυσίαν τρόπῳ μηδενὶ μήτε Προυσίαν ἐπὶ | |
Hist.4.52.7 | Βυζαντίους· ἀποδοῦναι δὲ Προυσίαν Βυζαντίοις τάς τε χώρας καὶ τὰ φρούρια καὶ τοὺς λαοὺς καὶ τὰ πολεμικὰ σώματα χωρὶς λύτρων, πρὸς δὲ τούτοις τὰ πλοῖα τὰ κατ’ ἀρχὰς ληφθέντα τοῦ πολέμου καὶ | |
5 | τὰ βέλη τὰ καταληφθέντ’ ἐν τοῖς ἐρύμασιν, ὁμοίως δὲ καὶ τὰ ξύλα καὶ τὴν λιθίαν καὶ τὸν κέραμον | |
Hist.4.52.8 | τὸν ἐκ τοῦ Ἱεροῦ χωρίου—ὁ γὰρ Προυσίας, ἀγω‐ νιῶν τὴν τοῦ Τιβοίτου κάθοδον, πάντα καθεῖλε τὰ δοκοῦντα τῶν φρουρίων εὐκαίρως πρός τι κεῖσθαι— | |
Hist.4.52.9 | ἐπαναγκάσαι δὲ Προυσίαν καὶ ὅσα τινὲς τῶν Βιθυ‐ νῶν εἶχον ἐκ τῆς Μυσίας χώρας τῆς ὑπὸ Βυζαν‐ τίους ταττομένης ἀποδοῦναι τοῖς γεωργοῖς. | |
Hist.4.52.10 | Ὁ μὲν οὖν Ῥοδίοις καὶ Προυσίᾳ πρὸς Βυζαν‐ τίους συστὰς πόλεμος τοιαύτας ἔλαβε τὰς ἀρχὰς καὶ | |
Hist.4.53.1 | τὸ τέλος· κατὰ δὲ τὸν καιρὸν τοῦτον Κνώσιοι πρε‐ σβεύσαντες πρὸς Ῥοδίους ἔπεισαν τάς τε μετὰ Πολε‐ μοκλέους ναῦς καὶ τρία τῶν ἀφράκτων προσκατα‐ | |
Hist.4.53.2 | σπάσαντας αὑτοῖς ἀποστεῖλαι. γενομένου δὲ τού‐ του, καὶ τῶν πλοίων ἀφικομένων εἰς τὴν Κρήτην, καὶ σχόντων ὑποψίαν τῶν Ἐλευθερναίων ὅτι τὸν πολίτην αὑτῶν Τίμαρχον οἱ περὶ τὸν Πολεμοκλῆ | |
5 | χαριζόμενοι τοῖς Κνωσίοις ἀνῃρήκασι, τὸ μὲν πρῶ‐ τον ῥύσια κατήγγειλαν τοῖς Ῥοδίοις, μετὰ δὲ ταῦτα | |
Hist.4.53.3 | πόλεμον ἐξήνεγκαν. περιέπεσον δὲ καὶ Λύττιοι βραχὺ πρὸ τούτων τῶν καιρῶν ἀνηκέστῳ συμφορᾷ. καθόλου γὰρ τὰ κατὰ τὴν σύμπασαν Κρήτην ὑπῆρ‐ | |
Hist.4.53.4 | χεν ἐν τοιαύτῃ τινὶ τότε καταστάσει. Κνώσιοι συμ‐ φρονήσαντες Γορτυνίοις πᾶσαν ἐποιήσαντο τὴν Κρή‐ την ὑφ’ αὑτοὺς πλὴν τῆς Λυττίων πόλεως· μόνης δὲ ταύτης ἀπειθούσης, ἐπεβάλοντο πολεμεῖν, σπεύ‐ | |
5 | δοντες αὐτὴν εἰς τέλος ἀνάστατον ποιῆσαι καὶ παρα‐ δείγματος καὶ φόβου χάριν τῶν ἄλλων Κρηταιέων. | |
Hist.4.53.5 | τὸ μὲν οὖν πρῶτον ἐπολέμουν πάντες οἱ Κρηταιεῖς τοῖς Λυττίοις· ἐγγενομένης δὲ φιλοτιμίας ἐκ τῶν τυχόντων, ὅπερ ἔθος ἐστὶ Κρησίν, ἐστασίασαν πρὸς | |
Hist.4.53.6 | τοὺς ἄλλους. καὶ Πολυρρήνιοι μὲν καὶ Κεραῗται καὶ Λαππαῖοι, πρὸς δὲ τούτοις Ὅριοι μετ’ Ἀρκά‐ δων, ὁμοθυμαδὸν ἀποστάντες τῆς τῶν Κνωσίων | |
Hist.4.53.7 | φιλίας, ἔγνωσαν τοῖς Λυττίοις συμμαχεῖν, τῶν δὲ Γορτυνίων οἱ μὲν πρεσβύτεροι τὰ τῶν Κνωσίων, οἱ δὲ νεώτεροι τὰ τῶν Λυττίων αἱρούμενοι, διεστα‐ | |
Hist.4.53.8 | σίασαν πρὸς ἀλλήλους. οἱ δὲ Κνώσιοι, παραδόξου γεγονότος αὐτοῖς τοῦ περὶ τοὺς συμμάχους κινή‐ ματος, ἐπισπῶνται χιλίους ἐξ Αἰτωλίας ἄνδρας κατὰ | |
Hist.4.53.9 | συμμαχίαν. οὗ γενομένου παραυτίκα τῶν Γορτυ‐ νίων οἱ πρεσβύτεροι καταλαμβανόμενοι τὴν ἄκραν εἰσάγονται τούς τε Κνωσίους καὶ τοὺς Αἰτωλούς· καὶ τοὺς μὲν ἐξέβαλον, τοὺς δ’ ἀπέκτειναν τῶν | |
Hist.4.54.1 | νέων, τὴν δὲ πόλιν ἐνεχείρισαν τοῖς Κνωσίοις. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Λυττίων ἐξωδευκότων εἰς τὴν πολεμίαν πανδημεί, συννοήσαντες οἱ Κνώσιοι τὸ γεγονὸς καταλαμβάνονται τὴν Λύττον, ἔρημον | |
Hist.4.54.2 | οὖσαν τῶν βοηθησόντων· καὶ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας εἰς Κνωσὸν ἀπέπεμψαν, τὴν δὲ πόλιν ἐμπρήσαντες καὶ κατασκάψαντες καὶ λωβησάμενοι | |
Hist.4.54.3 | κατὰ πάντα τρόπον ἐπανῆλθον. οἱ δὲ Λύττιοι παρα‐ γενόμενοι πρὸς τὴν πόλιν ἀπὸ τῆς ἐξοδείας, καὶ | |
συνθεασάμενοι τὸ συμβεβηκός, οὕτως περιπαθεῖς ἐγένοντο ταῖς ψυχαῖς ὥστε μηδ’ εἰσελθεῖν μηδένα | ||
Hist.4.54.4 | τολμῆσαι τῶν παρόντων εἰς τὴν πατρίδα· πάντες δὲ περιπορευθέντες αὐτὴν κύκλῳ, καὶ πολλάκις ἀνοι‐ μώξαντες καὶ κατολοφυράμενοι τήν τε τῆς πατρίδος καὶ τὴν αὑτῶν τύχην, αὖθις ἐξ ἀναστροφῆς ἐπανῆλ‐ | |
Hist.4.54.5 | θον εἰς τὴν τῶν Λαππαίων πόλιν. φιλανθρώπως δ’ αὐτοὺς καὶ μετὰ πάσης προθυμίας τῶν Λαπ‐ παίων ὑποδεξαμένων, οὗτοι μὲν ἀντὶ πολιτῶν ἀπό‐ λιδες ἐν ἡμέρᾳ μιᾷ καὶ ξένοι γεγονότες ἐπολέμουν | |
Hist.4.54.6 | πρὸς τοὺς Κνωσίους ἅμα τοῖς συμμάχοις. Λύττος δ’ ἡ Λακεδαιμονίων μὲν ἄποικος οὖσα καὶ συγγενής, ἀρχαιοτάτη δὲ τῶν κατὰ Κρήτην πόλεων, ἄνδρας δ’ ὁμολογουμένως ἀρίστους ἀεὶ τρέφουσα Κρηταιέων, | |
5 | οὕτως ἄρδην καὶ παραλόγως ἀνηρπάσθη. | |
Hist.4.55.1 | Πολυρρήνιοι δὲ καὶ Λαππαῖοι καὶ πάντες οἱ τούτων σύμμαχοι, θεωροῦντες τοὺς Κνωσίους ἀντ‐ εχομένους τῆς τῶν Αἰτωλῶν συμμαχίας, τοὺς δ’ Αἰτωλοὺς ὁρῶντες πολεμίους ὄντας τῷ τε βασιλεῖ | |
5 | Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς, πέμπουσι πρέσβεις πρός τε τὸν βασιλέα καὶ τοὺς Ἀχαιοὺς περὶ βοηθείας καὶ | |
Hist.4.55.2 | συμμαχίας. οἱ δ’ Ἀχαιοὶ καὶ Φίλιππος εἴς τε τὴν κοινὴν συμμαχίαν αὐτοὺς προσεδέξαντο καὶ βοή‐ θειαν ἐξαπέστειλαν, Ἰλλυριοὺς μὲν τετρακοσίους, ὧν ἡγεῖτο Πλάτωρ, Ἀχαιοὺς δὲ διακοσίους, Φωκέας | |
Hist.4.55.3 | ἑκατόν. οἳ καὶ παραγενόμενοι (μετ’ οὐ πολὺ πάλιν ἀπέπλευσαν) μεγάλην ποιήσαντες ἐπίδοσιν τοῖς Πο‐ | |
Hist.4.55.4 | λυρρηνίοις καὶ τοῖς τούτων συμμάχοις· πάνυ γὰρ ἐν βραχεῖ χρόνῳ τειχήρεις καταστήσαντες τούς τ’ Ἐλευθερναίους καὶ Κυδωνιάτας, ἔτι δὲ τοὺς Ἀπτε‐ ραίους, ἠνάγκασαν ἀποστάντας τῆς τῶν Κνωσίων | |
5 | συμμαχίας κοινωνῆσαι σφίσι τῶν αὐτῶν ἐλπίδων. | |
Hist.4.55.5 | τούτων δὲ γενομένων, ἐξαπέστειλαν Πολυρρήνιοι μὲν καὶ μετὰ τούτων οἱ σύμμαχοι Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς πεντακοσίους Κρῆτας, Κνώσιοι δὲ μικρῷ πρότερον ἐξαπεστάλκεισαν χιλίους τοῖς Αἰτωλοῖς. οἳ | |
5 | καὶ συνεπολέμουν ἀμφοτέροις τὸν ἐνεστῶτα πόλε‐ | |
Hist.4.55.6 | μον. κατελάβοντο δὲ καὶ τὸν λιμένα τῶν Φαιστίων οἱ τῶν Γορτυνίων φυγάδες· ὁμοίως δὲ καὶ τὸν αὐ‐ τῶν τῶν Γορτυνίων παραβόλως διακατεῖχον, καὶ προσεπολέμουν ἐκ τούτων ὁρμώμενοι τῶν τόπων τοῖς | |
5 | ἐν τῇ πόλει. | |
Hist.4.56.1 | Τὰ μὲν οὖν κατὰ τὴν Κρήτην ἐν τούτοις ἦν· περὶ δὲ τοὺς καιροὺς τούτους καὶ Μιθριδάτης ἐξή‐ νεγκε Σινωπεῦσι πόλεμον, καί τις οἷον ἀρχὴ τότε καὶ πρόφασις ἐγένετο τῆς ἐπὶ τὸ τέλος ἀχθείσης | |
Hist.4.56.2 | ἀτυχίας Σινωπεῦσιν. εἰς δὲ τὸν πόλεμον τοῦτον πρεσβευσάντων αὐτῶν πρὸς Ῥοδίους καὶ παρακα‐ λούντων βοηθεῖν, ἔδοξε τοῖς Ῥοδίοις προχειρίσα‐ σθαι τρεῖς ἄνδρας, καὶ δοῦναι τούτοις δραχμῶν | |
5 | δεκατέτταρας μυριάδας, τοὺς δὲ λαβόντας παρα‐ σκευάσαι τὰ πρὸς τὴν χρείαν ἐπιτήδεια τοῖς Σινω‐ | |
Hist.4.56.3 | πεῦσιν. οἱ δὲ κατασταθέντες ἡτοίμασαν οἴνου κερά‐ μια μύρια, τριχὸς εἰργασμένης τάλαντα τριακόσια, νεύρων εἰργασμένων ἑκατὸν τάλαντα, πανοπλίας χι‐ λίας, χρυσοῦς ἐπισήμους τρισχιλίους, ἔτι δὲ λιθο‐ | |
Hist.4.56.4 | φόρους τέτταρας καὶ τοὺς ἀφέτας τούτοις. ἃ καὶ λαβόντες οἱ τῶν Σινωπέων πρέσβεις ἐπανῆλθον. ἦσαν γὰρ οἱ Σινωπεῖς ἐν ἀγωνίᾳ μὴ πολιορκεῖν σφᾶς ὁ Μιθριδάτης ἐγχειρήσῃ καὶ κατὰ γῆν καὶ | |
5 | κατὰ θάλατταν· διὸ καὶ τὰς παρασκευὰς πρὸς τοῦτο | |
Hist.4.56.5 | τὸ μέρος ἐποιοῦντο πάσας. ἡ δὲ Σινώπη κεῖται μὲν | |
ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ Πόντου παρὰ τὸν εἰς Φᾶσιν πλοῦν, οἰκεῖται δ’ ἐπί τινος χερρονήσου προ‐ τεινούσης εἰς τὸ πέλαγος, ἧς τὸν μὲν αὐχένα τὸν | ||
5 | συνάπτοντα πρὸς τὴν Ἀσίαν, ὅς ἐστιν οὐ πλεῖον δυεῖν σταδίων, ἡ πόλις ἐπικειμένη διακλείει κυρίως· | |
Hist.4.56.6 | τὸ δὲ λοιπὸν τῆς χερρονήσου πρόκειται μὲν εἰς τὸ πέλαγος, ἔστι δ’ ἐπίπεδον καὶ πανευέφοδον ἐπὶ τὴν πόλιν, κύκλῳ δ’ ἐκ θαλάττης ἀπότομον καὶ δυσ‐ προσόρμιστον καὶ παντελῶς ὀλίγας ἔχον προσβάσεις. | |
Hist.4.56.7 | διόπερ ἀγωνιῶντες οἱ Σινωπεῖς μήποτε κατὰ τὴν ἀπὸ τῆς Ἀσίας πλευρὰν ὁ Μιθριδάτης συστησάμε‐ νος ἔργα, καὶ κατὰ τὴν ἀπέναντι ταύτης ὁμοίως ποιησάμενος ἀπόβασιν κατὰ θάλατταν εἰς τοὺς ὁμα‐ | |
5 | λοὺς καὶ τοὺς ὑπερκειμένους τῆς πόλεως τόπους, | |
Hist.4.56.8 | ἐγχειρήσῃ πολιορκεῖν αὐτούς, ἐπεβάλοντο τῆς χερ‐ ρονήσου κύκλῳ τὸ νησίζον ὀχυροῦν, ἀποσταυροῦν‐ τες καὶ περιχαρακοῦντες τὰς ἐκ θαλάττης προσβά‐ σεις, ἅμα δὲ καὶ βέλη καὶ στρατιώτας τιθέντες ἐπὶ | |
Hist.4.56.9 | τοὺς εὐκαίρους τῶν τόπων· ἔστι γὰρ τὸ πᾶν μέγε‐ θος αὐτῆς οὐ πολύ, τελέως δ’ εὐκατακράτητον καὶ μέτριον. | |
Hist.4.57.1 | Καὶ τὰ μὲν περὶ Σινώπης ἐν τούτοις ἦν. ὁ δὲ βασιλεὺς Φίλιππος, ἀναζεύξας ἐκ Μακεδονίας μετὰ τῆς δυνάμεως—ἐν γὰρ ταύταις ταῖς ἐπιβολαῖς ἀπε‐ λίπαμεν ἄρτι τὸν συμμαχικὸν πόλεμον—ὥρμησεν | |
5 | ἐπὶ Θετταλίας καὶ τῆς Ἠπείρου, σπεύδων ταύτῃ | |
Hist.4.57.2 | ποιήσασθαι τὴν εἰσβολὴν τὴν εἰς Αἰτωλίαν. Ἀλέ‐ ξανδρος δὲ καὶ Δωρίμαχος κατὰ τὸν καιρὸν τοῦτον ἔχοντες πρᾶξιν κατὰ τῆς τῶν Αἰγειρατῶν πόλεως, ἁθροίσαντες τῶν Αἰτωλῶν περὶ χιλίους καὶ διακο‐ | |
5 | σίους εἰς Οἰάνθειαν τῆς Αἰτωλίας, ἣ κεῖται καταν‐ | |
τικρὺ τῆς προειρημένης πόλεως, καὶ πορθμεῖα τού‐ τοις ἑτοιμάσαντες, πλοῦν ἐτήρουν πρὸς τὴν ἐπι‐ | ||
Hist.4.57.3 | βολήν. τῶν γὰρ ηὐτομοληκότων τις ἐξ Αἰτωλίας, καὶ πλείω χρόνον διατετριφὼς παρὰ τοῖς Αἰγειρά‐ ταις, καὶ συντεθεωρηκὼς τοὺς φυλάττοντας τὸν ἀπ’ Αἰγίου πυλῶνα μεθυσκομένους καὶ ῥᾳθύμως διεξ‐ | |
Hist.4.57.4 | άγοντας τὰ κατὰ τὴν φυλακήν, πλεονάκις παραβαλ‐ λόμενος καὶ διαβαίνων πρὸς τοὺς περὶ Δωρίμαχον ἐξεκέκλητο πρὸς τὴν πρᾶξιν αὐτούς, ἅτε λίαν οἰ‐ | |
Hist.4.57.5 | κείους ὄντας τῶν τοιούτων ἐγχειρημάτων. ἡ δὲ τῶν Αἰγειρατῶν πόλις ἔκτισται μὲν τῆς Πελοποννήσου κατὰ τὸν Κορινθιακὸν κόλπον μεταξὺ τῆς Αἰγιέων καὶ Σικυωνίων πόλεως, κεῖται δ’ ἐπὶ λόφων ἐρυ‐ | |
5 | μνῶν καὶ δυσβάτων, νεύει δὲ τῇ θέσει πρὸς τὸν Παρνασσὸν καὶ ταῦτα τὰ μέρη τῆς ἀντίπερα χώ‐ | |
Hist.4.57.6 | ρας, ἀπέχει δὲ τῆς θαλάττης ὡς ἑπτὰ στάδια. πα‐ ραπεσόντος δὲ πλοῦ τοῖς περὶ τὸν Δωρίμαχον, ἀνή‐ χθησαν καὶ καθορμίζονται νυκτὸς ἔτι πρὸς τὸν | |
Hist.4.57.7 | παρὰ τὴν πόλιν καταρρέοντα ποταμόν. οἱ μὲν οὖν περὶ τὸν Ἀλέξανδρον καὶ Δωρίμαχον, ἅμα δὲ τού‐ τοις Ἀρχίδαμον τὸν Πανταλέοντος υἱόν, ἔχοντες περὶ αὑτοὺς τὸ πλῆθος τῶν Αἰτωλῶν, προσέβαινον | |
5 | πρὸς τὴν πόλιν κατὰ τὴν ἀπ’ Αἰγίου φέρουσαν | |
Hist.4.57.8 | ὁδόν. ὁ δ’ αὐτόμολος, ἔχων εἴκοσι τοὺς ἐπιτηδει‐ οτάτους, διανύσας ταῖς ἀνοδίαις τοὺς κρημνοὺς θᾶττον τῶν ἄλλων διὰ τὴν ἐμπειρίαν, καὶ διαδὺς διά τινος ὑδρορροίας, ἔτι κοιμωμένους κατέλαβε | |
Hist.4.57.9 | τοὺς ἐπὶ τοῦ πυλῶνος. κατασφάξας δ’ αὐτοὺς ἀκ‐ μὴν ἐν ταῖς κοίταις ὄντας, καὶ διακόψας τοῖς πε‐ λέκεσι τοὺς μοχλούς, ἀνέῳξε τοῖς Αἰτωλοῖς τὰς πύ‐ | |
Hist.4.57.10 | λας. οἱ δὲ παρεισπεσόντες λαμπρῶς ἀπερινοήτως | |
ἐχρήσαντο τοῖς πράγμασιν. ὃ καὶ παραίτιον ἐγέ‐ νετο τοῖς μὲν Αἰγειράταις τῆς σωτηρίας, τοῖς δ’ | ||
Hist.4.57.11 | Αἰτωλοῖς τῆς ἀπωλείας. ὑπολαμβάνοντες γὰρ τοῦτο τέλος εἶναι τοῦ κατασχεῖν ἀλλοτρίαν πόλιν, τὸ γε‐ νέσθαι τῶν πυλώνων ἐντός, τοῦτον τὸν τρόπον | |
Hist.4.58.1 | ἐχρῶντο τοῖς πράγμασι. διὸ καὶ βραχὺν παντελῶς χρόνον ἁθρόοι συμμείναντες περὶ τὴν ἀγοράν, λοι‐ πὸν ἐκπαθεῖς ὄντες πρὸς τὰς ὠφελείας διέρρεον, καὶ παρεισπίπτοντες εἰς τὰς οἰκίας διήρπαζον τοὺς | |
Hist.4.58.2 | βίους, ἤδη φωτὸς ὄντος. οἱ δ’ Αἰγειρᾶται, τοῦ πράγματος αὐτοῖς ἀνελπίστου καὶ παραδόξου τελέως συμβεβηκότος, οἷς μὲν ἐπέστησαν οἱ πολέμιοι κατὰ τὰς οἰκίας, ἐκπλαγεῖς καὶ περίφοβοι γενόμενοι πάν‐ | |
5 | τες ἐτρέποντο πρὸς φυγὴν ἔξω τῆς πόλεως, (ὡς) ἤδη βεβαίως αὐτῆς κεκρατημένης ὑπὸ τῶν πολεμίων. | |
Hist.4.58.3 | ὅσοι δὲ τῆς κραυγῆς ἀκούοντες ἐξ ἀκεραίων τῶν οἰκιῶν ἐξεβοήθουν, πάντες εἰς τὴν ἄκραν συνέτρεχον. | |
Hist.4.58.4 | οὗτοι μὲν οὖν ἀεὶ πλείους ἐγίνοντο καὶ θαρραλεώ‐ τεροι, τὸ δὲ τῶν Αἰτωλῶν σύστρεμμα τοὐναντίον ἔλαττον καὶ ταραχωδέστερον διὰ τὰς προειρημένας | |
Hist.4.58.5 | αἰτίας. οὐ μὴν ἀλλὰ συνορῶντες οἱ περὶ τὸν Δω‐ ρίμαχον ἤδη τὸν περιεστῶτα κίνδυνον αὐτούς, συ‐ στραφέντες ὥρμησαν ἐπὶ τοὺς κατέχοντας τὴν ἄκραν, ὑπολαμβάνοντες τῇ θρασύτητι καὶ τόλμῃ καταπλη‐ | |
5 | ξάμενοι τρέψασθαι τοὺς ἡθροισμένους ἐπὶ τὴν βοή‐ | |
Hist.4.58.6 | θειαν. οἱ δ’ Αἰγειρᾶται παρακαλέσαντες σφᾶς αὐ‐ τοὺς ἠμύνοντο καὶ συνεπλέκοντο τοῖς Αἰτωλοῖς | |
Hist.4.58.7 | γενναίως. οὔσης δὲ τῆς ἄκρας ἀτειχίστου, καὶ τῆς συμπλοκῆς ἐκ χειρὸς καὶ κατ’ ἄνδρα γινομένης, τὸ μὲν πρῶτον ἦν ἀγὼν οἷον εἰκός, ἅτε τῶν μὲν ὑπὲρ πατρίδος καὶ τέκνων, τῶν δ’ ὑπὲρ σωτηρίας ἀγωνι‐ | |
5 | ζομένων· τέλος γε μὴν ἐτράπησαν οἱ παρεισπεπτω‐ | |
Hist.4.58.8 | κότες τῶν Αἰτωλῶν. οἱ δ’ Αἰγειρᾶται, λαβόντες ἀφορμὴν ἐγκλίματος, ἐνεργῶς ἐπέκειντο καὶ κατα‐ πληκτικῶς τοῖς πολεμίοις. ἐξ οὗ συνέβη τοὺς πλεί‐ στους τῶν Αἰτωλῶν διὰ τὴν πτοίαν αὐτοὺς ὑφ’ | |
5 | αὑτῶν φεύγοντας ἐν ταῖς πύλαις συμπατηθῆναι. | |
Hist.4.58.9 | ὁ μὲν οὖν Ἀλέξανδρος ἐν χειρῶν νόμῳ κατ’ αὐτὸν ἔπεσε τὸν κίνδυνον, ὁ δ’ Ἀρχίδαμος ἐν τῷ περὶ | |
Hist.4.58.10 | τὰς πύλας ὠθισμῷ καὶ πνιγμῷ διεφθάρη. τὸ δὲ λοιπὸν πλῆθος τῶν Αἰτωλῶν τὸ μὲν συνεπατήθη, τὸ δὲ κατὰ τῶν κρημνῶν φεῦγον ταῖς ἀνοδίαις ἐξε‐ | |
Hist.4.58.11 | τραχηλίσθη. τὸ δὲ καὶ διασωθὲν αὐτῶν μέρος πρὸς τὰς ναῦς, ἐρριφὸς τὰ ὅπλα παναίσχρως, ἅμα δ’ ἀνελ‐ | |
Hist.4.58.12 | πίστως ἐποιήσατο τὸν ἀπόπλουν. Αἰγειρᾶται μὲν οὖν, διὰ τὴν ὀλιγωρίαν ἀποβαλόντες τὴν πατρίδα, διὰ τὴν εὐψυχίαν καὶ γενναιότητα πάλιν ἔσωσαν παραδόξως. | |
Hist.4.59.1 | Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ὃς ἦν ἀπεσταλμένος ὑπὸ τῶν Αἰτωλῶν στρατηγὸς τοῖς Ἠλείοις, καταδραμὼν τὴν Δυμαίων καὶ Φαραιέων, ἔτι δὲ τὴν τῶν Τριταιέων χώραν, καὶ περιελασάμενος | |
5 | λείας πλῆθος ἱκανόν, ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς | |
Hist.4.59.2 | ἐπὶ τὴν Ἠλείαν. ὁ δὲ Μίκκος ὁ Δυμαῖος, ὅσπερ ἐτύγχανε κατ’ ἐκείνους τοὺς καιροὺς ὑποστράτηγος ὢν τῶν Ἀχαιῶν, ἐκβοηθήσας πανδημεὶ τούς τε Δυ‐ μαίους καὶ Φαραιεῖς, ἅμα δὲ καὶ Τριταιεῖς ἔχων, | |
Hist.4.59.3 | προσέκειτο τοῖς πολεμίοις ἀπαλλαττομένοις. ἐνερ‐ γότερον δ’ (ἐπικείμενος τοῖς φεύγουσιν) ἐμπεσὼν εἰς ἐνέδραν ἐσφάλη καὶ πολλοὺς ἀπέβαλε τῶν ἀνδρῶν· τετταράκοντα μὲν γὰρ ἔπεσον, ἑάλωσαν δὲ περὶ δια‐ | |
Hist.4.59.4 | κοσίους τῶν πεζῶν. ὁ μὲν οὖν Εὐριπίδας, ποιήσας | |
τοῦτο τὸ προτέρημα, καὶ μετεωρισθεὶς ἐπὶ τῷ γε‐ γονότι, μετ’ ὀλίγας ἡμέρας αὖτις ἐξελθὼν κατέλαβε παρὰ τὸν Ἄραξον φρούριον τῶν Δυμαίων εὔκαιρον | ||
Hist.4.59.5 | τὸ καλούμενον Τεῖχος· ὅ φασιν οἱ μῦθοι τὸ παλαιὸν Ἡρακλέα πολεμοῦντα τοῖς Ἠλείοις ἐποικοδομῆσαι, βουλόμενον ὁρμητηρίῳ χρῆσθαι τούτῳ κατ’ αὐτῶν. | |
Hist.4.60.1 | οἱ δὲ Δυμαῖοι καὶ Φαραιεῖς καὶ Τριταιεῖς, ἠλαττω‐ μένοι μὲν περὶ τὴν βοήθειαν, δεδιότες δὲ τὸ μέλλον ἐκ τῆς τοῦ φρουρίου καταλήψεως, τὸ μὲν πρῶτον ἔπεμπον ἀγγέλους πρὸς τὸν στρατηγὸν τῶν Ἀχαιῶν, | |
5 | δηλοῦντες τὰ γεγονότα καὶ δεόμενοι σφίσι βοηθεῖν· μετὰ δὲ ταῦτα πρεσβευτὰς ἐξαπέστελλον τοὺς περὶ | |
Hist.4.60.2 | τῶν αὐτῶν ἀξιώσοντας. ὁ δ’ Ἄρατος οὔτε τὸ ξε‐ νικὸν ἐδύνατο συστήσασθαι διὰ τὸ κατὰ τὸν Κλεο‐ μενικὸν πόλεμον ἐλλελοιπέναι τινὰ τῶν ὀψωνίων τοὺς Ἀχαιοὺς τοῖς μισθοφόροις, καθόλου τε ταῖς | |
5 | ἐπιβολαῖς καὶ συλλήβδην πᾶσι τοῖς τοῦ πολέμου | |
Hist.4.60.3 | πράγμασιν ἀτόλμως ἐχρῆτο καὶ νωθρῶς. διόπερ ὅ τε Λυκοῦργος εἷλε τὸ τῶν Μεγαλοπολιτῶν Ἀθή‐ ναιον, ὅ τ’ Εὐριπίδας ἑξῆς τοῖς εἰρημένοις Γόρ‐ | |
Hist.4.60.4 | τυναν τῆς Τελφουσίας. οἵ τε Δυμαῖοι καὶ Φαραιεῖς καὶ Τριταιεῖς, δυσελπιστήσαντες ἐπὶ ταῖς τοῦ στρα‐ τηγοῦ βοηθείαις, συνεφρόνησαν ἀλλήλοις εἰς τὸ τὰς | |
Hist.4.60.5 | μὲν κοινὰς εἰσφορὰς τοῖς Ἀχαιοῖς μὴ τελεῖν, ἰδίᾳ δὲ συστήσασθαι μισθοφόρους, πεζοὺς μὲν τριακο‐ σίους, ἱππεῖς δὲ πεντήκοντα, καὶ διὰ τούτων ἀσφα‐ | |
Hist.4.60.6 | λίζεσθαι τὴν χώραν. τοῦτο δὲ πράξαντες ὑπὲρ μὲν τῶν καθ’ αὑτοὺς πραγμάτων ἐνδεχομένως ἔδοξαν βεβουλεῦσθαι, περὶ δὲ τῶν κοινῶν τἀναντία· πονη‐ ρᾶς γὰρ ἐφόδου καὶ προφάσεως τοῖς βουλομένοις | |
5 | διαλύειν τὸ ἔθνος ἐδόκουν ἀρχηγοὶ καὶ καθηγεμόνες | |
Hist.4.60.7 | γεγονέναι. ταύτης δὲ τῆς πράξεως τὸ μὲν πλεῖστον τῆς αἰτίας ἐπὶ τὸν στρατηγὸν ἄν τις ἀναφέροι δι‐ καίως τὸν ὀλιγωροῦντα καὶ καταμέλλοντα καὶ προϊέ‐ | |
Hist.4.60.8 | μενον ἀεὶ τοὺς δεομένους. πᾶς γὰρ ὁ κινδυνεύων, ἕως μὲν ἄν τινος ἐλπίδος ἀντέχηται παρὰ τῶν οἰ‐ κείων καὶ συμμάχων, προσανέχειν φιλεῖ ταύταις· ὅταν δὲ δυσχρηστῶν ἀπογνῷ, τότ’ ἤδη βοηθεῖν | |
Hist.4.60.9 | ἀναγκάζεθ’ αὑτῷ κατὰ δύναμιν. διὸ καὶ Τριταιεῦσι καὶ Φαραιεῦσι καὶ Δυμαίοις, ὅτι μὲν ἰδίᾳ συνεστή‐ σαντο μισθοφόρους, καταμέλλοντος τοῦ τῶν Ἀχαιῶν ἡγεμόνος, οὐκ ἐγκλητέον· ὅτι δὲ τὰς εἰς τὸ κοινὸν | |
Hist.4.60.10 | εἰσφορὰς ἀπεῖπαν, μεμψιμοιρητέον. ἐχρῆν γὰρ τὴν μὲν ἰδίαν χρείαν μὴ παραλιπεῖν, εὐκαιροῦντάς γε δὴ καὶ δυναμένους, τὰ δὲ πρὸς τὴν κοινὴν πολι‐ τείαν δίκαια συντηρεῖν, ἄλλως τε δὴ καὶ κομιδῆς | |
5 | ὑπαρχούσης ἀδιαπτώτου κατὰ τοὺς κοινοὺς νόμους, τὸ δὲ μέγιστον, γεγονότας ἀρχηγοὺς τοῦ τῶν Ἀχαιῶν συστήματος. | |
Hist.4.61.1 | Τὰ μὲν οὖν κατὰ Πελοπόννησον ἐν τούτοις ἦν. ὁ δὲ βασιλεὺς Φίλιππος διελθὼν τὴν Θετταλίαν παρῆν | |
Hist.4.61.2 | εἰς Ἤπειρον. ἀναλαβὼν δὲ τοὺς Ἠπειρώτας ἅμα τοῖς Μακεδόσι πανδημεὶ καὶ τοὺς ἐξ Ἀχαΐας αὐτῷ συνηντηκότας σφενδονήτας τριακοσίους, ἔτι δὲ τοὺς παρὰ Πολυρρηνίων ἀπεσταλμένους Κρῆτας πεντα‐ | |
5 | κοσίους, προῆγε, καὶ διελθὼν τὴν Ἤπειρον παρῆν | |
Hist.4.61.3 | εἰς τὴν τῶν Ἀμβρακιωτῶν χώραν. εἰ μὲν οὖν ἐξ ἐφόδου κατὰ τὸ συνεχὲς ἐνέβαλεν εἰς τὴν μεσόγαιαν τὴν Αἰτωλίας, ἄφνω καὶ παραδόξως ἐπιπεσὼν δυ‐ νάμει βαρείᾳ τοῖς ὅλοις πράγμασιν ἐπιτεθείκει τέλος· | |
Hist.4.61.4 | νῦν δὲ πεισθεὶς τοῖς Ἠπειρώταις πρῶτον ἐκπολιορ‐ κῆσαι τὸν Ἄμβρακον, ἔδωκε τοῖς Αἰτωλοῖς ἀναστρο‐ | |
φὴν εἰς τὸ καὶ στῆναι καὶ προνοηθῆναί τι καὶ | ||
Hist.4.61.5 | παρασκευάσασθαι πρὸς τὸ μέλλον. οἱ γὰρ Ἠπει‐ ρῶται, τὸ σφέτερον ἀναγκαιότερον τιθέμενοι τοῦ κοινοῦ τῶν συμμάχων, καὶ μεγάλως σπουδάζοντες ὑφ’ αὑτοὺς ποιήσασθαι τὸν Ἄμβρακον, ἐδέοντο τοῦ | |
5 | Φιλίππου ποιήσασθαι πολιορκίαν περὶ τὸ χωρίον | |
Hist.4.61.6 | καὶ τοῦτο πρότερον ἐξελεῖν, περὶ πλείστου ποιού‐ μενοι τὸ κομίσασθαι τὴν Ἀμβρακίαν παρὰ τῶν Αἰ‐ τωλῶν, τοῦτο δὲ γενέσθαι μόνως ἂν ἐλπίζοντες, εἰ τοῦ προειρημένου τόπου κυριεύσαντες ἐπικαθίσαιεν | |
Hist.4.61.7 | τῇ πόλει. ὁ γὰρ Ἄμβρακος ἔστι μὲν χωρίον εὖ κατ‐ εσκευασμένον καὶ προτειχίσμασι καὶ τείχει, κεῖται δ’ ἐν λίμναις, μίαν ἀπὸ τῆς χώρας στενὴν καὶ χω‐ στὴν ἔχον πρόσοδον, ἐπίκειται δ’ εὐκαίρως τῇ τε | |
5 | χώρᾳ τῶν Ἀμβρακιωτῶν καὶ τῇ πόλει. | |
Hist.4.61.8 | Φίλιππος μὲν οὖν πεισθεὶς Ἠπειρώταις καὶ κα‐ ταστρατοπεδεύσας περὶ τὸν Ἄμβρακον, ἐγίνετο περὶ | |
Hist.4.62.1 | τὴν παρασκευὴν τῶν πρὸς τὴν πολιορκίαν. Σκόπας δὲ κατὰ τὸν καιρὸν τοῦτον ἀναλαβὼν τοὺς Αἰτω‐ λοὺς πανδημεί, καὶ ποιησάμενος τὴν πορείαν διὰ Θετταλίας, ἐνέβαλεν εἰς Μακεδονίαν, καὶ τόν τε σῖτον | |
5 | ἐπιπορευόμενος τὸν κατὰ τὴν Πιερίαν ἔφθειρε καὶ λείας περιβαλόμενος πλῆθος ἐπανῆγε, ποιούμενος | |
Hist.4.62.2 | τὴν πορείαν ὡς ἐπὶ τὸ Δῖον. ἐκλιπόντων δὲ τῶν κατοικούντων τὸν τόπον, εἰσελθὼν τὰ τείχη κατέ‐ σκαψε καὶ τὰς οἰκίας καὶ τὸ γυμνάσιον, πρὸς δὲ τούτοις ἐνέπρησε τὰς στοὰς τὰς περὶ τὸ τέμενος καὶ | |
5 | τὰ λοιπὰ διέφθειρε τῶν ἀναθημάτων, ὅσα πρὸς κόσμον ἢ χρείαν ὑπῆρχε τοῖς εἰς τὰς πανηγύρεις συμπορευομένοις· ἀνέτρεψε δὲ καὶ τὰς εἰκόνας τῶν | |
Hist.4.62.3 | βασιλέων ἁπάσας. οὗτος μὲν οὖν εὐθέως κατὰ τὴν | |
ἔνστασιν τοῦ πολέμου καὶ τὴν πρώτην πρᾶξιν οὐ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τοῖς θεοῖς πόλε‐ | ||
Hist.4.62.4 | μον ἐξενηνοχώς, ἐπανῄει. καὶ παραγενόμενος εἰς Αἰτωλίαν, οὐχ ὡς ἠσεβηκώς, ἀλλ’ ὡς ἀγαθὸς ἀνὴρ εἰς τὰ κοινὰ πράγματα γεγονώς, ἐτιμᾶτο καὶ πε‐ ριεβλέπετο, πλήρεις ἐλπίδων κενῶν καὶ φρονήματος | |
Hist.4.62.5 | ἀλόγου πεποιηκὼς τοὺς Αἰτωλούς· ἔσχον γὰρ ἐκ τούτων διάληψιν ὡς τῆς μὲν Αἰτωλίας οὐδ’ ἐγγί‐ ζειν τολμήσοντος οὐδενός, αὐτοὶ δὲ πορθήσοντες ἀδεῶς οὐ μόνον τὴν Πελοπόννησον, καθάπερ ἔθος | |
5 | ἦν αὐτοῖς, ἀλλὰ καὶ τὴν Θετταλίαν καὶ τὴν Μακε‐ | |
Hist.4.63.1 | δονίαν. Φίλιππος δὲ τὰ περὶ τὴν Μακεδονίαν ἀκού‐ σας, καὶ παραχρῆμα τῆς Ἠπειρωτῶν ἀγνοίας καὶ φιλονεικίας τἀπίχειρα κεκομισμένος, ἐπολιόρκει τὸν | |
Hist.4.63.2 | Ἄμβρακον. χρησάμενος δὲ τοῖς τε χώμασιν ἐνερ‐ γῶς καὶ τῇ λοιπῇ παρασκευῇ ταχέως κατεπλήξατο τοὺς ἐνόντας, καὶ παρέλαβε τὸ χωρίον ἐν ἡμέραις | |
Hist.4.63.3 | τετταράκοντα ταῖς πάσαις. ἀφεὶς δὲ τοὺς φυλάτ‐ τοντας ὑποσπόνδους, ὄντας εἰς πεντακοσίους Αἰτω‐ λῶν, τὴν μὲν τῶν Ἠπειρωτῶν ἐπιθυμίαν ἐπλήρωσε, | |
Hist.4.63.4 | παραδοὺς τὸν Ἄμβρακον, αὐτὸς δ’ ἀναλαβὼν τὴν δύναμιν προῆγε παρὰ Χαράδραν, σπεύδων διαβῆναι τὸν Ἀμβρακικὸν καλούμενον κόλπον, οὗ στενώτατόν ἐστι, κατὰ τὸ τῶν Ἀκαρνάνων ἱερὸν καλούμενον | |
Hist.4.63.5 | Ἄκτιον. ὁ γὰρ προειρημένος κόλπος ἐκπίπτει μὲν ἐκ τοῦ Σικελικοῦ πελάγους μεταξὺ τῆς Ἠπείρου καὶ τῆς Ἀκαρνανίας στενῷ παντελῶς στόματι— | |
Hist.4.63.6 | λείπει γὰρ τῶν πέντε σταδίων—προβαίνων δ’ εἰς τὴν μεσόγαιαν κατὰ μὲν τὸ πλάτος ἐφ’ ἑκατὸν στάδια κεῖται, κατὰ δὲ τὸ μῆκος ἀπὸ τοῦ πελάγους προπίπτει περὶ τριακόσια στάδια· διορίζει δὲ τὴν | |
5 | Ἤπειρον καὶ τὴν Ἀκαρνανίαν, ἔχων τὴν μὲν Ἤπειρον ἀπὸ τῶν ἄρκτων, τὴν δ’ Ἀκαρνανίαν ἀπὸ μεσημ‐ | |
Hist.4.63.7 | βρίας. περαιώσας δὲ κατὰ τὸ προειρημένον στόμα τὴν δύναμιν, καὶ διελθὼν τὴν Ἀκαρνανίαν, ἧκε τῆς Αἰτωλίας πρὸς τὴν καλουμένην πόλιν Φοι‐ τίας, συμπαρειληφὼς Ἀκαρνάνων πεζοὺς δισχιλίους, | |
Hist.4.63.8 | ἱππεῖς δὲ διακοσίους. περιστρατοπεδεύσας δὲ τὴν προειρημένην πόλιν, καὶ προσβολὰς ἐνεργοὺς καὶ καταπληκτικὰς ἐπὶ δύ’ ἡμέρας ποιησάμενος, παρέ‐ λαβε καθ’ ὁμολογίαν, ἀφεὶς ὑποσπόνδους τοὺς ἐνόν‐ | |
Hist.4.63.9 | τας τῶν Αἰτωλῶν. τῆς δ’ ἐπιούσης νυκτός, ὡς ἔτι μενούσης ἀναλώτου τῆς πόλεως, ἧκον βοηθοῦντες πεντακόσιοι τῶν Αἰτωλῶν· ὧν τὴν παρουσίαν προαι‐ σθανόμενος ὁ βασιλεύς, καθεὶς ἐπί τινας τόπους | |
5 | εὐκαίρους ἐνέδρας, τοὺς μὲν πλείους αὐτῶν ἀπέ‐ κτεινε, τοὺς δὲ λοιποὺς ὑποχειρίους ἔλαβε, πλὴν τε‐ | |
Hist.4.63.10 | λέως ὀλίγων. μετὰ δὲ ταῦτα σιτομετρήσας εἰς τριά‐ κονθ’ ἡμέρας τὴν δύναμιν ἐκ τοῦ περικαταληφθέντος σίτου—πολὺ γὰρ πλῆθος ἐν ταῖς Φοιτίαις εὑρέθη συνηθροισμένον—προῆγε ποιούμενος τὴν πορείαν | |
Hist.4.63.11 | εἰς τὴν Στρατικήν. ἀποσχὼν δὲ τῆς πόλεως περὶ δέκα στάδια κατεστρατοπέδευσε περὶ τὸν Ἀχελῷον ποταμόν, ὁρμώμενος δ’ ἐντεῦθεν ἀδεῶς ἐπόρθει τὴν χώραν, οὐδενὸς ἐπεξιέναι τολμῶντος τῶν ὑπε‐ | |
5 | ναντίων. | |
Hist.4.64.1 | Οἱ δ’ Ἀχαιοὶ κατὰ τοὺς καιροὺς τούτους πιεζό‐ μενοι τῷ πολέμῳ, τὸν δὲ βασιλέα πυνθανόμενοι σύνεγγυς εἶναι, πέμπουσι πρέσβεις, ἀξιοῦντες βοη‐ | |
Hist.4.64.2 | θεῖν. οἳ καὶ συμμίξαντες ἔτι περὶ Στράτον ὄντι τῷ Φιλίππῳ τά τε λοιπὰ διελέγοντο κατὰ τὰς ἐντολάς, καὶ τὰς ὠφελείας ὑποδεικνύντες τῷ στρατοπέδῳ τὰς | |
ἐκ τῆς πολεμίας ἔπειθον αὐτὸν διαβάντα τὸ Ῥίον | ||
Hist.4.64.3 | ἐμβαλεῖν εἰς τὴν Ἠλείαν. ὧν ὁ βασιλεὺς διακού‐ σας τοὺς μὲν πρεσβευτὰς παρακατέσχε, φήσας βου‐ λεύσασθαι περὶ τῶν παρακαλουμένων, αὐτὸς δ’ ἀνα‐ ζεύξας προῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ | |
Hist.4.64.4 | Μητροπόλεως καὶ Κωνώπης. οἱ δ’ Αἰτωλοὶ τὴν μὲν ἄκραν τῆς Μητροπόλεως κατεῖχον, τὴν δὲ πόλιν ἐξέλιπον. ὁ δὲ Φίλιππος ἐμπρήσας τὴν Μητρό‐ πολιν προῄει κατὰ τὸ συνεχὲς ἐπὶ τὴν Κωνώπην. | |
Hist.4.64.5 | τῶν δ’ Αἰτωλῶν ἱππέων ἁθροισθέντων καὶ τολμη‐ σάντων ἀπαντᾶν πρὸς τὴν τοῦ ποταμοῦ διάβασιν, ἣ κεῖται πρὸ τῆς πόλεως εἴκοσι στάδια διέχουσα, καὶ πεπεισμένων ἢ κωλύειν τελείως ἢ κακοποιήσειν | |
Hist.4.64.6 | πολλὰ τοὺς Μακεδόνας περὶ τὴν ἔκβασιν, συννοήσας αὐτῶν τὴν ἐπιβολὴν ὁ βασιλεὺς παρήγγειλε τοῖς πελτασταῖς πρώτοις ἐμβαλεῖν εἰς τὸν ποταμὸν καὶ ποιεῖσθαι τὴν ἔκβασιν ἁθρόους κατὰ τάγμα συνησ‐ | |
Hist.4.64.7 | πικότας. τῶν δὲ πειθαρχούντων, ἅμα τῷ τὴν πρώ‐ την διαβῆναι σημαίαν βραχέα ταύτης καταπειρά‐ σαντες οἱ τῶν Αἰτωλῶν ἱππεῖς, ἐν τῷ ταύτην τε μεῖναι συνασπίσασαν καὶ τὴν δευτέραν καὶ τρίτην | |
5 | διαβαινούσας συμφράττειν τοῖς ὅπλοις πρὸς τὴν ὑφεστῶσαν, ἀπραγοῦντες καὶ δυσχρήστως ἀπαλλάτ‐ | |
Hist.4.64.8 | τοντες ἀπεχώρουν πρὸς τὴν πόλιν. καὶ τὸ λοιπὸν ἤδη τὸ μὲν τῶν Αἰτωλῶν φρόνημα συμπεφευγὸς εἰς | |
Hist.4.64.9 | τὰς πόλεις ἦγε τὴν ἡσυχίαν. ὁ δὲ Φίλιππος ἐπι‐ διαβὰς τῷ στρατεύματι, καὶ πορθήσας ἀδεῶς καὶ ταύτην (τὴν χώραν προῆγε ποιούμενος τὴν πορείαν εἰς τὴν) Ἰθωρίαν· τοῦτο δ’ ἔστι χωρίον, ὃ κεῖται | |
5 | μὲν ἐπὶ τῆς παρόδου κυρίως, ὀχυρότητι δὲ φυσικῇ | |
Hist.4.64.10 | καὶ χειροποιήτῳ διαφέρει. συνεγγίζοντος δ’ αὐτοῦ, | |
καταπλαγέντες οἱ φυλάττοντες ἐξέλιπον τὸν τόπον· ὁ δὲ βασιλεὺς τοῦ τόπου κυριεύσας εἰς ἔδαφος καθ‐ | ||
Hist.4.64.11 | εῖλε. παραπλησίως δὲ καὶ τοὺς λοιποὺς πύργους τοὺς κατὰ τὴν χώραν ἐπέταξε τοῖς προνομεύουσι | |
Hist.4.65.1 | καταφέρειν. διελθὼν δὲ τὰ στενὰ τὸ λοιπὸν ἤδη βάδην καὶ πραεῖαν ἐποιεῖτο τὴν πορείαν, ἀναστρο‐ φὴν διδοὺς τῇ δυνάμει πρὸς τὰς ἀπὸ τῆς χώρας | |
Hist.4.65.2 | ὠφελείας. γέμοντος δὲ τοῦ στρατοπέδου πάντων τῶν ἐπιτηδείων, ἧκε πρὸς τοὺς [Ἀχαιοὺς] Οἰνιάδας. | |
Hist.4.65.3 | καταστρατοπεδεύσας δὲ πρὸς τὸ Παιάνιον τοῦτο πρῶτον ἐξελεῖν ἔκρινε· ποιησάμενος δὲ προσβολὰς συνεχεῖς εἷλεν αὐτὸ κατὰ κράτος, πόλιν κατὰ μὲν τὸν περίβολον οὐ μεγάλην—ἐλάττων γὰρ ἦν ἑπτὰ | |
5 | σταδίων—κατὰ δὲ τὴν σύμπασαν κατασκευὴν οἰκιῶν | |
Hist.4.65.4 | καὶ τειχῶν καὶ πύργων οὐδ’ ὁποίας ἥττω. ταύτης δὲ τὸ μὲν τεῖχος κατέσκαψε πᾶν εἰς ἔδαφος, τὰς δ’ οἰκήσεις διαλύων τὰ ξύλα καὶ τὸν κέραμον εἰς σχε‐ δίας καθήρμοζε (καὶ συνεχῶς κατῆγεν αὐτὰς) τῷ | |
5 | ποταμῷ μετὰ πολλῆς φιλοτιμίας εἰς τοὺς Οἰνιάδας. | |
Hist.4.65.5 | οἱ δ’ Αἰτωλοὶ τὸ μὲν πρῶτον ἐπεβάλοντο διατηρεῖν τὴν ἄκραν τὴν ἐν τοῖς Οἰνιάδαις, ἀσφαλισάμενοι τείχεσι καὶ τῇ λοιπῇ κατασκευῇ· συνεγγίζοντος δὲ | |
Hist.4.65.6 | τοῦ Φιλίππου καταπλαγέντες ἐξεχώρησαν. ὁ δὲ βασιλεὺς παραλαβὼν καὶ ταύτην τὴν πόλιν, ἐξ αὐ‐ τῆς προελθὼν κατεστρατοπέδευσε τῆς Καλυδωνίας πρός τι χωρίον ὀχυρόν, ὃ καλεῖται μὲν Ἔλαος, ἠσφά‐ | |
5 | λισται δὲ τείχεσι καὶ ταῖς λοιπαῖς παρασκευαῖς δια‐ φερόντως, Ἀττάλου τὴν περὶ αὐτὸ κατασκευὴν ἀνα‐ | |
Hist.4.65.7 | δεξαμένου τοῖς Αἰτωλοῖς. γενόμενοι δὲ καὶ τούτου κύριοι κατὰ κράτος οἱ Μακεδόνες, καὶ πᾶσαν κατα‐ σύραντες τὴν Καλυδωνίαν, ἧκον πάλιν εἰς τοὺς Οἰ‐ | |
Hist.4.65.8 | νιάδας. ὁ δὲ Φίλιππος συνθεασάμενος τὴν εὐκαι‐ ρίαν τοῦ τόπου, πρός τε τἄλλα καὶ μάλιστα πρὸς τὰς εἰς Πελοπόννησον διαβάσεις, ἐπεβάλετο τειχίζειν | |
Hist.4.65.9 | τὴν πόλιν. τοὺς γὰρ Οἰνιάδας κεῖσθαι συμβαίνει παρὰ θάλατταν, ἐπὶ τῷ πέρατι τῆς Ἀκαρνανίας τῷ πρὸς Αἰτωλοὺς συνάπτοντι, περὶ τὴν ἀρχὴν τοῦ | |
Hist.4.65.10 | Κορινθιακοῦ κόλπου. τῆς δὲ Πελοποννήσου τέτακται μὲν ἡ πόλις καταντικρὺ τῆς παραλίας τῆς τῶν Δυ‐ μαίων, ἔγγιστα δ’ αὐτῆς ὑπάρχει τοῖς κατὰ τὸν Ἄρα‐ ξον τόποις· ἀπέχει γὰρ οὐ πλεῖον ἑκατὸν σταδίων. | |
Hist.4.65.11 | εἰς ἃ βλέψας τήν τε ἄκραν καθ’ αὑτὴν ἠσφαλίσατο, καὶ τῷ λιμένι καὶ τοῖς νεωρίοις ὁμοῦ τεῖχος περι‐ βαλὼν ἐνεχείρει συνάψαι πρὸς τὴν ἄκραν, χρώμενος πρὸς τὴν οἰκονομίαν ταῖς ἐκ τοῦ Παιανίου παρα‐ | |
5 | σκευαῖς. | |
Hist.4.66.1 | Ἔτι δὲ περὶ ταῦτα γινομένου τοῦ βασιλέως, παρῆν ἐκ Μακεδονίας ἄγγελος διασαφῶν ὅτι συμ‐ βαίνει τοὺς Δαρδανεῖς, ὑπονενοηκότας τὴν εἰς Πε‐ λοπόννησον αὐτοῦ στρατείαν, ἁθροίζειν δυνάμεις | |
5 | καὶ παρασκευὴν ποιεῖσθαι μεγάλην, κεκρικότας ἐμ‐ | |
Hist.4.66.2 | βαλεῖν εἰς τὴν Μακεδονίαν. ἀκούσας δὲ ταῦτα καὶ νομίσας ἀναγκαῖον εἶναι βοηθεῖν κατὰ τάχος τῇ Μακεδονίᾳ, τοὺς μὲν παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἀπέστειλε, δοὺς ἀπόκρισιν ὅτι τοῖς προσηγγελμένοις | |
5 | ἐπαρκέσας οὐδὲν προυργιαίτερον ποιήσεται μετὰ | |
Hist.4.66.3 | ταῦτα τοῦ βοηθεῖν σφίσι κατὰ δύναμιν, αὐτὸς δ’ ἀναζεύξας μετὰ σπουδῆς ἐποιεῖτο τὴν ἐπάνοδον, | |
Hist.4.66.4 | ᾗπερ καὶ τὴν παρουσίαν ἐπεποίητο. μέλλοντος δ’ αὐτοῦ διαβαίνειν τὸν Ἀμβρακικὸν κόλπον ἐξ Ἀκαρ‐ νανίας εἰς Ἤπειρον, παρῆν ἐφ’ ἑνὸς λέμβου Δημή‐ τριος ὁ Φάριος, ἐκπεπτωκὼς ὑπὸ Ῥωμαίων ἐκ τῆς | |
5 | Ἰλλυρίδος· ὑπὲρ ὧν ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδή‐ | |
Hist.4.66.5 | λωται. τοῦτον μὲν οὖν Φίλιππος ἀποδεξάμενος φιλ‐ ανθρώπως ἐκέλευσε πλεῖν ὡς ἐπὶ Κόρινθον κἀ‐ κεῖθεν ἥκειν διὰ Θετταλίας εἰς Μακεδονίαν· αὐτὸς δὲ διαβὰς εἰς τὴν Ἤπειρον προῆγε κατὰ τὸ συνεχὲς | |
Hist.4.66.6 | εἰς τὸ πρόσθεν. παραγενομένου δ’ αὐτοῦ τῆς Μα‐ κεδονίας εἰς Πέλλαν, ἀκούσαντες οἱ Δαρδάνιοι παρὰ Θρᾳκῶν τινων αὐτομόλων τὴν παρουσίαν τοῦ Φι‐ λίππου, καταπλαγέντες παραχρῆμα διέλυσαν τὴν | |
5 | στρατείαν, καίπερ ἤδη σύνεγγυς ὄντες τῆς Μακεδο‐ | |
Hist.4.66.7 | νίας. Φίλιππος δὲ πυθόμενος τὴν τῶν Δαρδανέων μετάνοιαν, τοὺς μὲν Μακεδόνας διαφῆκε πάντας ἐπὶ τὴν τῆς ὀπώρας συγκομιδήν, αὐτὸς δὲ πορευ‐ θεὶς εἰς Θετταλίαν τὸ λοιπὸν μέρος τοῦ θέρους ἐν | |
5 | Λαρίσῃ διῆγε. | |
Hist.4.66.8 | Κατὰ δὲ τὸν καιρὸν τοῦτον Αἰμίλιος ἐκ τῆς Ἰλλυρίδος εἰσῆγε λαμπρῶς εἰς τὴν Ῥώμην τὸν θρίαμ‐ βον, Ἀννίβας δὲ Ζάκανθαν ᾑρηκὼς κατὰ κράτος | |
Hist.4.66.9 | διέλυσε τὰς δυνάμεις εἰς παραχειμασίαν· Ῥωμαῖοι δέ, προσπεσούσης αὐτοῖς τῆς Ζακανθαίων ἁλώσεως, πρεσβευτὰς ἔπεμπον ἐξαιτήσοντας Ἀννίβαν παρὰ Καρχηδονίων, ἅμα δὲ πρὸς τὸν πόλεμον παρεσκευ‐ | |
5 | άζοντο, καταστήσαντες ὑπάτους Πόπλιον Κορνήλιον | |
Hist.4.66.10 | καὶ Τεβέριον Σεμπρώνιον. ὑπὲρ ὧν ἡμεῖς τὰ μὲν κατὰ μέρος ἐν τῇ προτέρᾳ βύβλῳ δεδηλώκαμεν· νῦν δ’ ἀναμνήσεως χάριν αὐτὰ προηνεγκάμεθα κατὰ τὴν ἐξ ἀρχῆς ἐπαγγελίαν, ἵνα γινώσκηται τὰ κατάλληλα | |
5 | τῶν πραγμάτων. | |
Hist.4.66.11 | Καὶ τὸ μὲν πρῶτον ἔτος ἔληγε τῆς ὑποκειμένης | |
Hist.4.67.1 | ὀλυμπιάδος. παρὰ δὲ τοῖς Αἰτωλοῖς ἤδη τῶν ἀρχαι‐ ρεσίων καθηκόντων στρατηγὸς ᾑρέθη Δωρίμαχος· | |
ὃς παραυτίκα τὴν ἀρχὴν παραλαβὼν καὶ τοὺς Αἰτω‐ λοὺς ἁθροίσας μετὰ τῶν ὅπλων, ἐνέβαλεν εἰς τοὺς | ||
5 | ἄνω τόπους τῆς Ἠπείρου καὶ τὴν χώραν ἐδῄου, θυ‐ | |
Hist.4.67.2 | μικώτερον χρώμενος τῇ καταφθορᾷ· τὸ γὰρ πλεῖον οὐ τῆς σφετέρας ὠφελείας, ἀλλὰ τῆς τῶν Ἠπειρω‐ | |
Hist.4.67.3 | τῶν βλάβης χάριν ἕκαστα συνετέλει. παραγενόμενος δὲ πρὸς τὸ περὶ Δωδώνην ἱερὸν τάς τε στοὰς ἐνέ‐ πρησε καὶ πολλὰ τῶν ἀναθημάτων διέφθειρε, κατ‐ | |
Hist.4.67.4 | έσκαψε δὲ καὶ τὴν ἱερὰν οἰκίαν, ὥστε μήτ’ εἰρήνης ὅρον μήτε πολέμου πρὸς Αἰτωλοὺς ὑπάρχειν, ἀλλ’ ἐν ἀμφοτέραις ταῖς περιστάσεσι παρὰ τὰ κοινὰ τῶν ἀνθρώπων ἔθη καὶ νόμιμα χρῆσθαι ταῖς ἐπιβολαῖς. | |
Hist.4.67.5 | Οὗτος μὲν οὖν ταῦτα καὶ τοιαῦτα διαπραξάμε‐ | |
Hist.4.67.6 | νος ἐπανῆγεν αὖθις εἰς τὴν οἰκείαν. τοῦ δὲ χει‐ μῶνος ἔτι προβαίνοντος, καὶ πάντων ἀπηλπικότων τὴν παρουσίαν τοῦ Φιλίππου διὰ τὸν καιρόν, ἀνα‐ λαβὼν ὁ βασιλεὺς χαλκάσπιδας μὲν τρισχιλίους, πελ‐ | |
5 | ταστὰς δὲ δισχιλίους καὶ Κρῆτας τριακοσίους, πρὸς δὲ τούτοις ἱππεῖς τοὺς περὶ τὴν αὐλὴν εἰς τετρα‐ | |
Hist.4.67.7 | κοσίους, προῆγεν ἀπὸ Λαρίσης· καὶ διαβιβάσας τού‐ τους ἐκ Θετταλίας εἰς Εὔβοιαν κἀκεῖθεν εἰς Κῦνον ἧκε διὰ τῆς Βοιωτίας καὶ Μεγαρίδος εἰς Κόρινθον περὶ τροπὰς χειμερινάς, ἐνεργὸν καὶ λαθραίαν πε‐ | |
5 | ποιημένος τὴν παρουσίαν οὕτως ὥστε μηδένα Πελο‐ | |
Hist.4.67.8 | ποννησίων ὑπονοῆσαι τὸ γεγονός. κλείσας δὲ τὰς πύλας τοῦ Κορίνθου καὶ διαλαβὼν τὰς ὁδοὺς φυ‐ λακαῖς, τῇ κατὰ πόδας Ἄρατον μὲν τὸν πρεσβύτερον ὡς αὑτὸν ἐκ τοῦ Σικυῶνος μετεπέμπετο, γράμματά | |
5 | τε πρὸς τὸν στρατηγὸν τῶν Ἀχαιῶν καὶ πρὸς τὰς πόλεις ἐξαπέστελλεν, —ἐν οἷς διεσάφει πότε καὶ ποῦ | |
Hist.4.67.9 | δεήσει συναντᾶν πάντας ἐν τοῖς ὅπλοις. ταῦτα δ’ | |
οἰκονομήσας ἀνέζευξε, καὶ προελθὼν κατεστρατο‐ | ||
Hist.4.68.1 | πέδευσε τῆς Φλιασίας περὶ τὸ Διοσκούριον. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ἔχων Ἠλείων δύο λόχους μετὰ τῶν πειρατῶν καὶ μισθοφόρων, ὥστ’ εἶναι τοὺς πάντας εἰς δισχιλίους καὶ διακοσί‐ | |
5 | ους, ἅμα δὲ τούτοις ἱππεῖς ἑκατόν, ὁρμήσας ἐκ Ψω‐ φῖδος ἐποιεῖτο τὴν πορείαν διὰ τῆς Φενικῆς καὶ Στυμφαλίας, οὐδὲν μὲν εἰδὼς τῶν κατὰ τὸν Φί‐ λιππον, βουλόμενος δὲ κατασῦραι τὴν τῶν Σικυω‐ | |
Hist.4.68.2 | νίων χώραν. τῆς δὲ νυκτὸς τῆς αὐτῆς, ἐν ᾗ συνέβαινε στρατοπεδεύειν τὸν Φίλιππον περὶ τὸ Διοσκούριον, παρηλλαχὼς τὴν στρατοπεδείαν τοῦ βασιλέως περὶ τὴν ἑωθινὴν ἐμβάλλειν οἷός τ’ ἦν εἰς τὴν Σικυω‐ | |
Hist.4.68.3 | νίαν. τῶν δὲ παρὰ τοῦ Φιλίππου Κρητῶν τινες ἀπολελοιπότες τὰς τάξεις καὶ διιχνεύοντες περὶ τὰς προνομείας ἐμπίπτουσιν εἰς τοὺς περὶ τὸν Εὐριπί‐ | |
Hist.4.68.4 | δαν· οὓς ἀνακρίνας καὶ συνεὶς τὴν παρουσίαν τῶν Μακεδόνων ὁ προειρημένος, οὐδενὶ ποιήσας φανε‐ ρὸν οὐδὲν τῶν προσπεπτωκότων, ἀναλαβὼν τὴν δύ‐ ναμιν ἐξ ὑποστροφῆς αὖθις ἀνέλυε τὴν αὐτὴν ὁδὸν | |
Hist.4.68.5 | ἐν ᾗπερ ἧκε, βουλόμενος, ἅμα δὲ καὶ κατελπίζων καταταχήσειν τοὺς Μακεδόνας διεκβαλὼν τὴν Στυμ‐ φαλίαν καὶ συνάψας ταῖς ὑπερκειμέναις δυσχω‐ | |
Hist.4.68.6 | ρίαις. ὁ δὲ βασιλεύς, οὐδὲν εἰδὼς τῶν περὶ τοὺς ὑπεναντίους, κατὰ δὲ τὴν αὑτοῦ πρόθεσιν ἀναζεύ‐ ξας τὴν ἑωθινὴν προῆγε, κρίνων ποιεῖσθαι τὴν πορείαν παρ’ αὐτὸν τὸν Στύμφαλον ὡς ἐπὶ τὰς | |
Hist.4.68.7 | Καφύας· ἐνθάδε γὰρ ἐγεγράφει τοῖς Ἀχαιοῖς συνα‐ | |
Hist.4.69.1 | θροίζεσθαι μετὰ τῶν ὅπλων. τῆς δὲ πρωτοπορείας τῶν Μακεδόνων ἐπιβαλούσης ἐπὶ τὴν ὑπερβολὴν τὴν περὶ τὸ καλούμενον Ἀπέλαυρον, ἣ πρόκειται | |
τῆς τῶν Στυμφαλίων πόλεως περὶ δέκα στάδι’, ἅμα | ||
5 | συνεκύρησε καὶ τὴν τῶν Ἠλείων πρωτοπορείαν συμ‐ | |
Hist.4.69.2 | πεσεῖν ἐπὶ τὴν ὑπερβολήν. ὁ μὲν οὖν Εὐριπίδας, συννοήσας τὸ γεγονὸς ἐκ τῶν προσηγγελμένων, παραλαβὼν μεθ’ ἑαυτοῦ τινας τῶν ἱππέων καὶ δια‐ δρὰς τὸν ἐνεστῶτα καιρὸν ἐποιεῖτο τὴν ἀποχώρη‐ | |
Hist.4.69.3 | σιν εἰς τὴν Ψωφῖδα ταῖς ἀνοδίαις· τὸ δὲ λοιπὸν πλῆθος τῶν Ἠλείων, ἐγκαταλελειμμένον ὑπὸ τοῦ προεστῶτος καὶ γεγονὸς ἐκπλαγὲς ἐπὶ τῷ συμβεβη‐ κότι, κατὰ πορείαν ἔμενε, διαπορούμενον τί δεῖ | |
Hist.4.69.4 | ποιεῖν καὶ πῇ τρέπεσθαι. τὸ μὲν γὰρ πρῶτον αὐ‐ τῶν οἱ προεστῶτες ὑπελάμβανον τῶν Ἀχαιῶν αὐ‐ τῶν τινας συνεπιβεβοηθηκέναι· καὶ μάλιστ’ ἠπάτων | |
Hist.4.69.5 | αὐτοὺς οἱ χαλκάσπιδες· Μεγαλοπολίτας γὰρ εἶναι τούτους ἐδόξαζον, διὰ τὸ τοιούτοις ὅπλοις κεχρῆσθαι τοὺς προειρημένους ἐν τῷ περὶ Σελλασίαν [ἐν τῷ] πρὸς Κλεομένη κινδύνῳ, καθοπλίσαντος Ἀντιγόνου | |
Hist.4.69.6 | τοῦ βασιλέως πρὸς τὴν παροῦσαν χρείαν. διόπερ ἀπεχώρουν τηροῦντες τὰς τάξεις πρός τινας ὑπερ‐ δεξίους τόπους, οὐκ ἀπελπίζοντες τὴν σωτηρίαν. ἅμα δὲ τῷ προσάγοντας αὐτοῖς τοὺς Μακεδόνας | |
5 | σύνεγγυς γενέσθαι λαβόντες ἔννοιαν τοῦ κατ’ ἀλή‐ θειαν ὄντος, πάντες ὥρμησαν πρὸς φυγήν, ῥίψαν‐ | |
Hist.4.69.7 | τες τὰ ὅπλα. ζωγρίᾳ μὲν οὖν ἑάλωσαν αὐτῶν περὶ χιλίους καὶ διακοσίους, τὸ δὲ λοιπὸν διεφθάρη πλῆ‐ θος, τὸ μὲν ὑπὸ τῶν Μακεδόνων, τὸ δ’ ὑπὸ τῶν | |
Hist.4.69.8 | κρημνῶν· διέφυγον δ’ οὐ πλείους τῶν ἑκατόν. ὁ δὲ Φίλιππος τά τε σκῦλα καὶ τοὺς αἰχμαλώτους εἰς | |
Hist.4.69.9 | Κόρινθον ἀποπέμψας εἴχετο τῶν προκειμένων. τοῖς δὲ Πελοποννησίοις πᾶσι παράδοξον ἐφάνη τὸ γεγο‐ νός· ἅμα γὰρ ἤκουον τὴν παρουσίαν καὶ τὴν νίκην | |
τοῦ βασιλέως. | ||
Hist.4.70.1 | Ποιησάμενος δὲ τὴν πορείαν διὰ τῆς Ἀρκαδίας, καὶ πολλὰς ἀναδεξάμενος χιόνας καὶ ταλαιπωρίας ἐν ταῖς περὶ τὸν Ὀλύγυρτον ὑπερβολαῖς, τῇ τρίτῃ | |
Hist.4.70.2 | τῶν ἡμερῶν κατῆρε νύκτωρ εἰς Καφύας. θεραπεύ‐ σας δὲ τὴν δύναμιν ἐπὶ δύ’ ἡμέρας ἐνταῦθα, καὶ προσαναλαβὼν Ἄρατον τὸν νεώτερον καὶ τοὺς ἅμα τούτῳ συνηθροισμένους τῶν Ἀχαιῶν, ὥστ’ εἶναι | |
5 | τὴν ὅλην δύναμιν εἰς τοὺς μυρίους, προῆγε διὰ τῆς Κλειτορίας ὡς ἐπὶ Ψωφῖδος, συναθροίζων ἐκ τῶν | |
Hist.4.70.3 | πόλεων ὧν διεπορεύετο βέλη καὶ κλίμακας. ἡ δὲ Ψωφὶς ἔστι μὲν ὁμολογούμενον καὶ παλαιὸν Ἀρκά‐ δων κτίσμα τῆς Ἀζανίδος, κεῖται δὲ τῆς μὲν συμ‐ πάσης Πελοποννήσου κατὰ τὴν μεσόγαιον, αὐτῆς | |
5 | δὲ τῆς Ἀρκαδίας ἐπὶ τοῖς πρὸς δυσμὰς πέρασι, συν‐ άπτουσα τοῖς περὶ τὰς ἐσχατιὰς κατοικοῦσι τῶν προσ‐ | |
Hist.4.70.4 | εσπερίων Ἀχαιῶν· ἐπίκειται δ’ εὐφυῶς τῇ τῶν Ἠλείων χώρᾳ, μεθ’ ὧν συνέβαινε τότε πολιτεύεσθαι | |
Hist.4.70.5 | αὐτήν. πρὸς ἣν Φίλιππος τριταῖος ἐκ τῶν Καφυῶν διανύσας, κατεστρατοπέδευε περὶ τοὺς ἀπέναντι τῆς πόλεως ὑπερκειμένους βουνούς, ἀφ’ ὧν ἦν κατο‐ πτεύειν τήν τε πόλιν ὅλην ἀσφαλῶς καὶ τοὺς πέριξ | |
Hist.4.70.6 | αὐτῆς τόπους. συνθεωρῶν δὲ τὴν ὀχυρότητα τῆς | |
Hist.4.70.7 | Ψωφῖδος ὁ βασιλεὺς ἠπορεῖτο τί χρὴ ποιεῖν. τὴν γὰρ ἀφ’ ἑσπέρας πλευρὰν αὐτῆς καταφέρεται λάβρος χειμάρρους ποταμός, ὃς κατὰ τὸ πλεῖστον μέρος τοῦ χειμῶνος ἄβατός ἐστι, ποιεῖ δὲ καὶ τὸ παράπαν ἐχυ‐ | |
5 | ρὰν καὶ δυσπρόσοδον τὴν πόλιν διὰ τὸ μέγεθος τοῦ κοιλώματος, ὃ κατὰ βραχὺ τῷ χρόνῳ κατείρ‐ | |
Hist.4.70.8 | γασται φερόμενος ἐξ ὑπερδεξίων τόπων. παρὰ δὲ τὴν ἀπ’ ἠοῦς πλευρὰν ἔχει τὸν Ἐρύμανθον, μέγαν | |
καὶ λάβρον ποταμόν, ὑπὲρ οὗ πολὺς καὶ ὑπὸ πολλῶν | ||
Hist.4.70.9 | τεθρύληται λόγος. τοῦ δὲ χειμάρρου προσπίπτοντος πρὸς τὸν Ἐρύμανθον ὑπὸ τὸ πρὸς μεσημβρίαν μέ‐ ρος τῆς πόλεως, συμβαίνει τὰς μὲν τρεῖς ἐπιφανείας αὐτῆς ὑπὸ τῶν ποταμῶν περιλαμβανομένας ἀσφα‐ | |
Hist.4.70.10 | λίζεσθαι τὸν προειρημένον τρόπον· τῇ δὲ λοιπῇ, τῇ πρὸς ἄρκτον, βουνὸς ἐρυμνὸς ἐπίκειται τετειχισμένος, ἄκρας εὐφυοῦς καὶ πραγματικῆς λαμβάνων τάξιν. ἔχει δὲ καὶ τείχη διαφέροντα τῷ μεγέθει καὶ ταῖς | |
Hist.4.70.11 | κατασκευαῖς. πρὸς δὲ τούτοις βοήθειαν συνέβαινε παρὰ τῶν Ἠλείων εἰσπεπτωκέναι, καὶ τὸν Εὐριπίδαν ἐκ τῆς φυγῆς διασεσωσμένον ὑπάρχειν ἐν αὐτῇ. | |
Hist.4.71.1 | Ταῦτ’ οὖν πάντα συνορῶν καὶ συλλογιζόμενος ὁ Φίλιππος τὰ μὲν ἀφίστατο τοῖς λογισμοῖς τοῦ βιά‐ ζεσθαι καὶ πολιορκεῖν τὴν πόλιν, τὰ δὲ προθύμως | |
Hist.4.71.2 | εἶχε, τὴν εὐκαιρίαν ὁρῶν τοῦ τόπου· καθ’ ὅσον γὰρ ἐπέκειτο τοῖς Ἀχαιοῖς τότε καὶ τοῖς Ἀρκάσι καὶ πολεμητήριον ὑπῆρχε τοῖς Ἠλείοις ἀσφαλές, κατὰ τοσοῦτον πάλιν κρατηθὲν ἔμελλε τῶν μὲν Ἀρκάδων | |
5 | προκεῖσθαι, κατὰ δὲ τῶν Ἠλείων ὁρμητήριον ὑπάρ‐ | |
Hist.4.71.3 | ξειν τοῖς συμμάχοις εὔκαιρον. διόπερ ἐπὶ τοῦτο τὸ μέρος ὁρμήσας τῇ γνώμῃ παρήγγελλε τοῖς Μακεδό‐ σιν ἅμα τῷ φωτὶ πᾶσιν ἀριστοποιεῖσθαι καὶ διε‐ | |
Hist.4.71.4 | σκευασμένους ἑτοίμους ὑπάρχειν. μετὰ δὲ ταῦτα διαβὰς τὴν κατὰ τὸν Ἐρύμανθον γέφυραν, οὐδενὸς ἐμποδὼν στάντος διὰ τὸ παράδοξον τῆς ἐπιβολῆς, ἧκε πρὸς αὐτὴν τὴν πόλιν ἐνεργῶς καὶ καταπληκτι‐ | |
Hist.4.71.5 | κῶς. οἱ δὲ περὶ τὸν Εὐριπίδαν καὶ πάντες οἱ κατὰ τὴν πόλιν διηπόρουν ἐπὶ τοῖς συμβαίνουσι τῷ πε‐ πεῖσθαι μήτ’ ἂν ἐξ ἐφόδου τολμῆσαι τοὺς πολεμίους προσβαλεῖν καὶ βιάζεσθαι πρὸς οὕτως ὀχυρὰν πόλιν | |
5 | μήτε χρόνιον ἂν συστήσασθαι πολιορκίαν διὰ τὴν | |
Hist.4.71.6 | τοῦ καιροῦ περίστασιν. ἅμα δὲ ταῦτα λογιζόμενοι διηπίστουν ἀλλήλοις, δεδιότες μὴ πρᾶξιν ὁ Φίλιππος εἴη διὰ τῶν ἔνδον συνεσταμένος κατὰ τῆς πόλεως. | |
Hist.4.71.7 | ἐπεὶ δ’ οὐδὲν ἑώρων τοιοῦτον ἐξ αὑτῶν γινόμενον, ὥρμησαν οἱ μὲν πλείους ἐπὶ τὰ τείχη βοηθήσοντες, οἱ δὲ μισθοφόροι τῶν Ἠλείων κατά τινα πύλην ὑπερδέξιον ἐξῆλθον ὡς ἐπιθησόμενοι τοῖς πολεμίοις. | |
Hist.4.71.8 | ὁ δὲ βασιλεὺς διατάξας κατὰ τρεῖς τόπους τοὺς προσοίσοντας τῷ τείχει τὰς κλίμακας, καὶ τούτοις ὁμοίως μερίσας τοὺς ἄλλους Μακεδόνας, μετὰ ταῦτα διὰ τῶν σαλπιγκτῶν ἀποδοὺς ἑκάστοις τὸ σύνθημα | |
5 | πανταχόθεν ἅμα τὴν προσβολὴν ἐποιεῖτο τοῖς τεί‐ | |
Hist.4.71.9 | χεσι. τὸ μὲν οὖν πρῶτον ἠμύνοντο γενναίως οἱ κατέχοντες τὴν πόλιν, καὶ πολλοὺς ἀπὸ τῶν κλιμά‐ | |
Hist.4.71.10 | κων ἀπέρριπτον· ἐπεὶ δ’ ἥ τε χορηγία τῶν βελῶν καὶ τῶν ἄλλων τῶν πρὸς τὴν χρείαν ἐπιτηδείων ἐνέλειπεν, ὡς ἂν ἐκ τοῦ καιροῦ τῆς παρασκευῆς γεγενημένης, οἵ τε Μακεδόνες οὐ κατεπλήττοντο τὸ | |
5 | γινόμενον, ἀλλ’ ἐπὶ τὴν τοῦ ῥιφέντος ἀπὸ τῶν κλι‐ | |
Hist.4.71.11 | μάκων χώραν ὁ κατόπιν ἀμελλήτως ἐπέβαινε, τέλος οἱ μὲν ἐκ τῆς πόλεως τραπέντες ἔφευγον πάντες πρὸς τὴν ἀκρόπολιν, τῶν δὲ παρὰ τοῦ βασιλέως οἱ μὲν Μακεδόνες ἐπέβησαν τοῦ τείχους, οἱ δὲ | |
5 | Κρῆτες πρὸς τοὺς κατὰ τὴν ὑπερδέξιον πύλην ἐπεξ‐ ελθόντας τῶν μισθοφόρων συμμίξαντες ἠνάγκασαν αὐτοὺς οὐδενὶ κόσμῳ ῥίψαντας τὰ ὅπλα φεύγειν. | |
Hist.4.71.12 | οἷς ἐπικείμενοι καὶ προσφέροντες τὰς χεῖρας συνεισ‐ έπεσον διὰ τῆς πύλης· ἐξ οὗ συνέβη πανταχόθεν | |
Hist.4.71.13 | ἅμα καταληφθῆναι τὴν πόλιν. οἱ μὲν οὖν Ψωφί‐ διοι μετὰ τέκνων καὶ γυναικῶν ἀπεχώρησαν εἰς τὴν | |
ἄκραν, ἅμα δὲ τούτοις οἱ περὶ τὸν Εὐριπίδαν, ὁμοίως δὲ καὶ τὸ λοιπὸν πλῆθος τῶν διασῳζομένων· | ||
Hist.4.72.1 | οἱ δὲ Μακεδόνες εἰσπεσόντες τὴν μὲν ἐνδομενίαν ἅπασαν ἐκ τῶν οἰκιῶν παραχρῆμα διήρπασαν, μετὰ δὲ ταῦτα ταῖς οἰκίαις ἐπισκηνώσαντες κατεῖχον τὴν | |
Hist.4.72.2 | πόλιν. οἱ δὲ συμπεφευγότες εἰς τὴν ἀκρόπολιν, οὐδεμιᾶς σφίσι παρασκευῆς ὑπαρχούσης, προορώ‐ μενοι τὸ μέλλον ἔγνωσαν ἐγχειρίζειν σφᾶς αὐτοὺς | |
Hist.4.72.3 | τῷ Φιλίππῳ. πέμψαντες οὖν κήρυκα πρὸς τὸν βα‐ σιλέα, καὶ λαβόντες συγχώρημα περὶ πρεσβείας, ἐξαπ‐ έστειλαν τοὺς ἄρχοντας καὶ μετὰ τούτων Εὐρι‐ πίδαν· οἳ καὶ ποιησάμενοι σπονδὰς ἔλαβον τὴν | |
5 | ἀσφάλειαν τοῖς συμπεφευγόσιν ὁμοῦ ξένοις καὶ πολί‐ | |
Hist.4.72.4 | ταις. οὗτοι μὲν οὖν αὖτις ἐπανῆλθον ὅθεν ὥρμη‐ σαν, ἔχοντες παράγγελμα μένειν κατὰ χώραν, ἕως ἂν ἡ δύναμις ἀναζεύξῃ, μή τινες ἀπειθήσαντες τῶν | |
Hist.4.72.5 | στρατιωτῶν διαρπάσωσιν αὐτούς· ὁ δὲ βασιλεὺς ἐπιγενομένης χιόνος ἠναγκάσθη μένειν ἐπὶ τόπου τινὰς ἡμέρας. ἐν αἷς συναγαγὼν τοὺς παρόντας τῶν Ἀχαιῶν πρῶτον μὲν τὴν ὀχυρότητα καὶ τὴν | |
5 | εὐκαιρίαν ἐπεδείκνυε τῆς πόλεως πρὸς τὸν ἐνεστῶτα | |
Hist.4.72.6 | πόλεμον, ἀπελογίσατο δὲ καὶ τὴν αἵρεσιν καὶ τὴν εὔνοιαν, ἣν ἔχοι πρὸς τὸ ἔθνος, ἐπὶ δὲ πᾶσιν ἔφη καὶ νῦν παραχωρεῖν καὶ διδόναι τοῖς Ἀχαιοῖς τὴν πόλιν· προκεῖσθαι γὰρ αὐτῷ τὰ δυνατὰ χαρίζεσθαι | |
Hist.4.72.7 | καὶ μηθὲν ἐλλείπειν προθυμίας. ἐφ’ οἷς εὐχαρι‐ στούντων αὐτῷ τῶν τε περὶ τὸν Ἄρατον καὶ τῶν πολλῶν, διαλύσας τὴν ἐκκλησίαν ὁ μὲν Φίλιππος μετὰ τῆς δυνάμεως ἀναζεύξας ἐπὶ Λασιῶνος ἐποιεῖτο | |
Hist.4.72.8 | τὴν πορείαν, οἱ δὲ Ψωφίδιοι καταβάντες ἐκ τῆς ἄκρας ἐκομίσαντο τὴν πόλιν καὶ τὰς οἰκήσεις ἕκα‐ | |
στοι τὰς αὑτῶν, οἱ δὲ περὶ τὸν Εὐριπίδαν ἀπῆλθον | ||
Hist.4.72.9 | εἰς τὸν Κόρινθον κἀκεῖθεν εἰς Αἰτωλίαν. τῶν δ’ Ἀχαϊκῶν ἀρχόντων οἱ παρόντες ἐπὶ μὲν τὴν ἄκραν ἐπέστησαν μετὰ φυλακῆς ἱκανῆς Πρόσλαον Σικυώ‐ νιον, ἐπὶ δὲ τὴν πόλιν Πυθίαν Πελληνέα. | |
Hist.4.72.10 | Καὶ τὰ μὲν περὶ Ψωφῖδα τοῦτον ἐπετελέσθη | |
Hist.4.73.1 | τὸν τρόπον. οἱ δὲ παραφυλάττοντες τὸν Λασιῶνα τῶν Ἠλείων, συνέντες τὴν παρουσίαν τῶν Μακε‐ δόνων, πεπυσμένοι δὲ καὶ τὰ γεγονότα περὶ τὴν | |
Hist.4.73.2 | Ψωφῖδα, παραχρῆμα τὴν πόλιν ἐξέλιπον. ὁ δὲ βα‐ σιλεὺς ὡς θᾶττον ἧκε, ταύτην μὲν ἐξ ἐφόδου παρ‐ έλαβε, συναύξων δὲ τὴν πρόθεσιν, ἣν εἶχε πρὸς τὸ ἔθνος, παρέδωκε καὶ τὸν Λασιῶνα τοῖς Ἀχαιοῖς. | |
5 | ὁμοίως δὲ καὶ τὴν Στράτον ἐκλιπόντων τῶν Ἠλείων | |
Hist.4.73.3 | ἀποκατέστησε τοῖς Τελφουσίοις. ταῦτα δὲ διαπρα‐ ξάμενος ἧκε πεμπταῖος εἰς Ὀλυμπίαν. θύσας δὲ τῷ θεῷ καὶ τοὺς ἡγεμόνας ἑστιάσας, ἅμα δὲ καὶ τὴν λοιπὴν προσαναπαύσας δύναμιν ἐπὶ τρεῖς ἡμέ‐ | |
Hist.4.73.4 | ρας, μετὰ ταῦτα πάλιν ἀνέζευξε. καὶ προελθὼν εἰς τὴν Ἠλείαν τὰς μὲν προνομὰς ἐπαφῆκε κατὰ τῆς χώρας, αὐτὸς δὲ κατεστρατοπέδευσε περὶ τὸ κα‐ | |
Hist.4.73.5 | λούμενον Ἀρτεμίσιον. προσδεξάμενος δ’ ἐνταῦθα τὴν λείαν μετέβη πάλιν ἐπὶ τὸ Διοσκούριον. δῃου‐ μένης δὲ τῆς χώρας, πολὺ μὲν ἦν τὸ τῶν ἁλισκομέ‐ νων πλῆθος, ἔτι δὲ πλέον τὸ συμφεῦγον εἰς τὰς | |
5 | παρακειμένας κώμας καὶ τοὺς ἐρυμνοὺς τῶν τόπων. | |
Hist.4.73.6 | συμβαίνει γὰρ τὴν τῶν Ἠλείων χώραν διαφερόντως οἰκεῖσθαι καὶ γέμειν σωμάτων καὶ κατασκευῆς παρὰ | |
Hist.4.73.7 | τὴν ἄλλην Πελοπόννησον. ἔνιοι γὰρ αὐτῶν οὕτως στέργουσι τὸν ἐπὶ τῶν ἀγρῶν βίον ὥστε τινὰς ἐπὶ δύο καὶ τρεῖς γενεάς, ἔχοντας ἱκανὰς οὐσίας, μὴ | |
Hist.4.73.8 | παραβεβληκέναι τὸ παράπαν εἰς ἁλίαν. τοῦτο δὲ γίνεται διὰ τὸ μεγάλην ποιεῖσθαι σπουδὴν καὶ πρό‐ νοιαν τοὺς πολιτευομένους τῶν ἐπὶ τῆς χώρας κατοι‐ κούντων, ἵνα τό τε δίκαιον αὐτοῖς ἐπὶ τόπου διεξά‐ | |
5 | γηται καὶ τῶν πρὸς βιωτικὰς χρείας μηδὲν ἐλλείπῃ. | |
Hist.4.73.9 | δοκοῦσι δέ μοι πάντα ταῦτα καὶ διὰ τὸ πλῆθος μὲν τῆς χώρας τὸ παλαιὸν ἐπινοῆσαι καὶ νομοθετῆσαι, τὸ δὲ πλεῖστον διὰ τὸν ὑπάρχοντά ποτε παρ’ αὐτοῖς | |
Hist.4.73.10 | ἱερὸν βίον, ὅτε λαβόντες παρὰ τῶν Ἑλλήνων συγ‐ χώρημα διὰ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἱερὰν καὶ ἀπόρθητον ᾤκουν τὴν Ἠλείαν, ἄπειροι παντὸς ὄντες | |
Hist.4.74.1 | δεινοῦ καὶ πάσης πολεμικῆς περιστάσεως. μετὰ δὲ ταῦτα διὰ τὴν Ἀρκάδων ἀμφισβήτησιν περὶ Λασιῶ‐ νος καὶ τῆς Πισάτιδος πάσης ἀναγκασθέντες ἐπαμύ‐ νειν τῇ χώρᾳ καὶ μεταλαβεῖν τὰς ἀγωγὰς τῶν βίων, | |
Hist.4.74.2 | οὐκέτι περὶ τοῦ πάλιν ἀνακτήσασθαι παρὰ τῶν Ἑλ‐ λήνων τὴν παλαιὰν καὶ πάτριον ἀσυλίαν οὐδὲ τὴν τυχοῦσαν ἐπιμέλειαν ἔσχον, ἀλλ’ ἔμειναν ἐπὶ τῶν αὐτῶν, οὐκ ὀρθῶς κατά γε τὴν (ἐμὴν γνώμην) περὶ | |
Hist.4.74.3 | τοῦ μέλλοντος ποιούμενοι πρόνοιαν. εἰ γάρ, ἧς πάντες εὐχόμεθα τοῖς θεοῖς τυχεῖν, καὶ πᾶν ὑπο‐ μένομεν ἱμείροντες αὐτῆς μετασχεῖν, καὶ μόνον τοῦτο τῶν νομιζομένων ἀγαθῶν ἀναμφισβήτητόν ἐστι παρ’ | |
5 | ἀνθρώποις, λέγω δὴ τὴν εἰρήνην, ταύτην δυνάμενοί τινες μετὰ τοῦ δικαίου καὶ καθήκοντος παρὰ τῶν Ἑλλήνων εἰς πάντα τὸν χρόνον ἀδήριτον κτᾶσθαι παρολιγωροῦσιν ἢ προυργιαίτερόν τι ποιοῦνται τού‐ του, πῶς οὐκ ἂν ὁμολογουμένως ἀγνοεῖν δόξαιεν; | |
Hist.4.74.4 | νὴ Δί’, ἀλλ’ ἴσως εὐεπίθετοι τοῖς πολεμεῖν καὶ παρασπονδεῖν προθεμένοις ἐκ τῆς τοιαύτης ἀγωγῆς | |
Hist.4.74.5 | γίνονται τῶν βίων. ἀλλ’ ἐκεῖνο μὲν σπάνιον, κἄν | |
ποτε γένηται, δυνάμενον κοινῆς ὑπὸ τῶν Ἑλλήνων | ||
Hist.4.74.6 | τυγχάνειν ἐπικουρίας· πρὸς δὲ τὰς κατὰ μέρος ἀδι‐ κίας ὑπογενομένης τοῖς βίοις χορηγίας, ὅπερ εἰκὸς ὑπάρξειν πάντα χρόνον ἐν εἰρήνῃ διάγουσι, δῆλον ὡς οὐκ ἂν ἠπόρησαν ξένων καὶ μισθοφόρων τῶν | |
Hist.4.74.7 | κατὰ τόπους ἢ καιροὺς παρεφεδρευόντων. νῦν δὲ τὸ σπάνιον καὶ παράδοξον δεδιότες, ἐν συνεχέσι πολέμοις καὶ καταφθοραῖς τήν τε χώραν ἔχουσι καὶ τοὺς βίους. | |
Hist.4.74.8 | Ταῦτα μὲν οὖν ἡμῖν τῆς Ἠλείων ὑπομνήσεως εἰρήσθω χάριν, ἐπειδὴ τὰ τῶν καιρῶν οὐδέποτε πρό‐ τερον εὐφυεστέραν διάθεσιν ἔσχηκε τῆς νῦν (πρὸς τὸ) παρὰ πάντων ὁμολογουμένην κτήσασθαι τὴν | |
5 | ἀσυλίαν· τὴν δὲ χώραν, καθάπερ ἐπάνω προεῖπον, ἔτι τῆς παλαιᾶς συνηθείας οἷον αἰθυγμάτων ἐμμε‐ | |
Hist.4.75.1 | νόντων, οἰκοῦσι διαφερόντως Ἠλεῖοι. διὸ καὶ κατὰ τὴν Φιλίππου παρουσίαν ἄπλετον μὲν ἦν τὸ τῶν ἁλισκομένων πλῆθος, ἔτι δὲ πλεῖον τὸ τῶν συμπε‐ | |
Hist.4.75.2 | φευγότων. πλείστη δ’ ἀποσκευὴ καὶ πλεῖστος ὄχλος ἡθροίσθη σωμάτων καὶ θρεμμάτων εἰς τὸ χωρίον, ὃ καλοῦσι Θαλάμας, διὰ τὸ τήν τε χώραν τὴν πέ‐ ριξ αὐτοῦ στενὴν εἶναι καὶ δυσέμβολον τό τε χω‐ | |
Hist.4.75.3 | ρίον ἀπραγμάτευτον καὶ δυσπρόσοδον. ἀκούων δ’ ὁ βασιλεὺς τὸ πλῆθος τῶν συμπεφευγότων εἰς τὸν προειρημένον τόπον, καὶ κρίνας μηδὲν ἀβασάνιστον μηδ’ ἀπέραντον ἀπολιπεῖν, τοῖς μὲν μισθοφόροις | |
5 | προκατελάβετο τοὺς ἐπὶ τῆς εἰσβολῆς εὐφυῶς κει‐ | |
Hist.4.75.4 | μένους τόπους, αὐτὸς δὲ τὴν ἀποσκευὴν καταλιπὼν ἐν τῷ χάρακι καὶ τὸ πλεῖον μέρος τῆς δυνάμεως, ἀναλαβὼν τοὺς πελταστὰς καὶ (τοὺς) εὐζώνους προῆγε διὰ τῶν στενῶν· οὐδενὸς δὲ κωλύοντος ἧκε πρὸς | |
Hist.4.75.5 | τὸ χωρίον. καταπλαγέντων δὲ τῶν συμπεφευγότων τὴν ἔφοδον, ἅτε δὴ πρὸς πᾶσαν πολεμικὴν χρείαν ἀπείρως καὶ ἀπαρασκεύως διακειμένων, ἅμα δὲ καὶ συνδεδραμηκότος ὄχλου συρφετώδους, ταχέως παρέ‐ | |
Hist.4.75.6 | δοσαν αὑτούς· ἐν οἷς ἦσαν καὶ μισθοφόροι διακό‐ σιοι μιγάδες, οὓς ἧκεν ἔχων Ἀμφίδαμος ὁ στρατηγὸς | |
Hist.4.75.7 | τῶν Ἠλείων. ὁ δὲ Φίλιππος, κυριεύσας ἀποσκευῆς τε πολλῆς καὶ σωμάτων πλειόνων ἢ πεντακισχιλίων, πρὸς δὲ τούτοις τῆς τετράποδος λείας ἀναρίθμητον ἐξελασάμενος πλῆθος, τότε μὲν ἐπανῆλθε πρὸς χά‐ | |
Hist.4.75.8 | ρακα, μετὰ δὲ ταῦτα τῆς δυνάμεως ὑπεργεμούσης αὐτῷ παντοδαπῆς ὠφελείας, βαρὺς ὢν καὶ δύσχρη‐ στος, ἀνεχώρει διὰ ταῦτα, καὶ κατέζευξε πάλιν εἰς τὴν Ὀλυμπίαν. | |
Hist.4.76.1 | Ἀπελλῆς δ’, ὃς ἦν μὲν εἷς τῶν ὑπ’ Ἀντιγόνου καταλειφθέντων ἐπιτρόπων τοῦ παιδός, πλεῖστον δ’ ἐτύγχανε τότε δυνάμενος παρὰ τῷ βασιλεῖ, βου‐ ληθεὶς τὸ τῶν Ἀχαιῶν ἔθνος ἀγαγεῖν εἰς παραπλη‐ | |
5 | σίαν διάθεσιν τῇ Θετταλῶν, ἐπεβάλετο πρᾶγμα ποιεῖν | |
Hist.4.76.2 | μοχθηρόν. Θετταλοὶ γὰρ ἐδόκουν μὲν κατὰ νόμους πολιτεύειν καὶ πολὺ διαφέρειν Μακεδόνων, διέφερον δ’ οὐδέν, ἀλλὰ πᾶν ὁμοίως ἔπασχον Μακεδόσι καὶ | |
Hist.4.76.3 | πᾶν ἐποίουν τὸ προσταττόμενον τοῖς βασιλικοῖς. διὸ καὶ πρὸς ταύτην ἁρμοζόμενος τὴν ὑπόθεσιν ὁ προει‐ ρημένος ἐπεβάλετο καταπειράζειν τῶν συστρατευο‐ | |
Hist.4.76.4 | μένων. τὸ μὲν οὖν πρῶτον ἐπέτρεψε τοῖς Μακε‐ δόσιν ἐκβαλεῖν ἐκ τῶν σταθμῶν ἀεὶ τοὺς προκατέ‐ χοντας τῶν Ἀχαιῶν καταλύσεις, ὁμοίως δὲ καὶ τὴν | |
Hist.4.76.5 | λείαν ἀφαιρεῖσθαι· μετὰ δὲ ταῦτα τὰς χεῖρας προσ‐ έφερε διὰ τῶν ὑπηρετῶν ἐπὶ ταῖς τυχούσαις αἰτίαις, τοὺς δὲ συναγανακτοῦντας ἢ προσβοηθοῦντας τοῖς | |
μαστιγουμένοις παρὼν αὐτὸς εἰς τὴν ἅλυσιν ἀπῆγε, | ||
Hist.4.76.6 | πεπεισμένος διὰ τοῦ τοιούτου τρόπου τὸ κατὰ βραχὺ λήσειν εἰς συνήθειαν ἀγαγὼν τοῦ μηδένα μηδὲν ἡγεῖσθαι δεινόν, ὅ ποτ’ ἂν πάσχῃ τις ὑπὸ τοῦ βασι‐ | |
Hist.4.76.7 | λέως, καὶ ταῦτα μικροῖς χρόνοις πρότερον μετ’ Ἀν‐ τιγόνου συνεστρατευμένος, καὶ τεθεαμένος τοὺς Ἀχαιοὺς ὅτι παντὸς δεινοῦ λαβεῖν πεῖραν ὑπέμειναν, | |
Hist.4.76.8 | ἐφ’ ᾧ μὴ ποιεῖν Κλεομένει τὸ προσταττόμενον. οὐ μὴν ἀλλὰ συστραφέντων τινῶν Ἀχαϊκῶν νεανίσκων, καὶ προσελθόντων τοῖς περὶ τὸν Ἄρατον καὶ διασα‐ φούντων τὴν Ἀπελλοῦ βούλησιν, ἧκον ἐπὶ τὸν Φί‐ | |
5 | λιππον οἱ περὶ τὸν Ἄρατον, κρίναντες ἐν ἀρχαῖς περὶ τῶν τοιούτων διίστασθαι καὶ μὴ καταμέλλειν. | |
Hist.4.76.9 | ἐντυχόντων δ’ αὐτῶν τῷ βασιλεῖ περὶ τούτων, δια‐ κούσας ὁ Φίλιππος τὰ γεγονότα, τοὺς μὲν νεανί‐ σκους παρεκάλει θαρρεῖν, ὡς οὐδενὸς αὐτοῖς ἔτι συμβησομένου τοιούτου, τῷ δ’ Ἀπελλῇ παρήγγειλε | |
5 | μηδὲν ἐπιτάττειν τοῖς Ἀχαιοῖς χωρὶς τῆς τοῦ στρα‐ τηγοῦ γνώμης. | |
Hist.4.77.1 | Φίλιππος μὲν οὖν κατὰ τὴν ὁμιλίαν τὴν πρὸς τοὺς ἐν (τοῖς) ὑπαίθροις συνδιατρίβοντας καὶ κατὰ τὴν ἐν τοῖς πολεμικοῖς πρᾶξιν καὶ τόλμαν οὐ μόνον παρὰ τοῖς στρατευομένοις, ἀλλὰ καὶ παρὰ τοῖς λοι‐ | |
Hist.4.77.2 | ποῖς πᾶσι Πελοποννησίοις εὐδοκίμει. βασιλέα γὰρ πλείοσιν ἀφορμαῖς ἐκ φύσεως κεχορηγημένον πρὸς | |
Hist.4.77.3 | πραγμάτων κατάκτησιν οὐκ εὐμαρὲς εὑρεῖν· καὶ γὰρ ἀγχίνοια καὶ μνήμη καὶ χάρις ἐπῆν αὐτῷ διαφέρουσα, πρὸς δὲ τούτοις ἐπίφασις βασιλικὴ καὶ δύναμις, τὸ | |
Hist.4.77.4 | δὲ μέγιστον, πρᾶξις καὶ τόλμα πολεμική. καὶ τί δή ποτ’ ἦν τὸ ταῦτα πάντα καταγωνισάμενον καὶ ποιῆ‐ σαν ἐκ βασιλέως εὐφυοῦς τύραννον ἄγριον οὐκ | |
εὐχερὲς διὰ βραχέων δηλῶσαι. διὸ καὶ περὶ μὲν | ||
5 | τούτων σκέπτεσθαι καὶ διαπορεῖν ἄλλος ἁρμόσει | |
Hist.4.77.5 | καιρὸς μᾶλλον τοῦ νῦν ἐνεστῶτος· ὁ δὲ Φίλιππος ἐκ τῆς Ὀλυμπίας ἀναζεύξας τὴν ἐπὶ Φαραίαν παρῆν εἰς Τέλφουσαν κἀκεῖθεν εἰς Ἡραίαν. καὶ τὴν μὲν λείαν ἐλαφυροπώλει, τὴν δὲ γέφυραν ἐπεσκεύαζε | |
5 | τὴν κατὰ τὸν Ἀλφειόν, βουλόμενος ταύτῃ ποιήσα‐ | |
Hist.4.77.6 | σθαι τὴν εἰς τὴν Τριφυλίαν εἰσβολήν. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δωρίμαχος ὁ τῶν Αἰτωλῶν στρατηγός, δεομένων τῶν Ἠλείων σφίσι βοηθεῖν πορθουμένοις, ἑξακοσίους Αἰτωλοὺς καὶ στρατηγὸν | |
Hist.4.77.7 | Φιλλίδαν αὐτοῖς ἐξέπεμψεν. ὃς παραγενόμενος εἰς τὴν Ἠλείαν, καὶ παραλαβὼν τοὺς μισθοφόρους τῶν Ἠλείων, ὄντας εἰς πεντακοσίους, καὶ πολιτικοὺς χι‐ λίους, ἅμα δὲ τούτοις τοὺς Ταραντίνους, ἧκε βοη‐ | |
Hist.4.77.8 | θῶν εἰς τὴν Τριφυλίαν, ἣ τῆς μὲν προσηγορίας τέτευχε ταύτης ἀπὸ Τριφύλου τῶν Ἀρκάδος παίδων ἑνός, κεῖται δὲ τῆς Πελοποννήσου παρὰ θάλατταν μεταξὺ τῆς Ἠλείων καὶ Μεσσηνίων χώρας, τέτρα‐ | |
5 | πται δ’ εἰς τὸ Λιβυκὸν πέλαγος, ἐσχατεύουσα τῆς | |
Hist.4.77.9 | Ἀρκαδίας ὡς πρὸς χειμερινὰς δύσεις, ἔχει δ’ ἐν αὑτῇ πόλεις ταύτας, Σαμικόν, Λέπρεον, Ὕπαναν, Τυπανέας, Πύργον, Αἴπιον, Βώλακα, Στυλάγγιον, | |
Hist.4.77.10 | Φρίξαν. ὧν ὀλίγοις χρόνοις πρότερον ἐπικρατήσαν‐ τες Ἠλεῖοι προσελάβοντο καὶ τὴν τῶν Ἀλιφειρέων πόλιν, οὖσαν ἐξ ἀρχῆς (ὑπ’) Ἀρκαδίαν [καὶ Μεγαλό‐ πολιν], Λυδιάδου τοῦ Μεγαλοπολίτου κατὰ τὴν τυ‐ | |
5 | ραννίδα πρός τινας ἰδίας πράξεις ἀλλαγὴν δόντος τοῖς Ἠλείοις. | |
Hist.4.78.1 | Πλὴν ὅ γε Φιλλίδας τοὺς μὲν Ἠλείους εἰς Λέ‐ πρεον, τοὺς δὲ μισθοφόρους εἰς Ἀλίφειραν ἀπο‐ | |
στείλας, αὐτὸς δὲ τοὺς Αἰτωλοὺς ἔχων ἐν Τυπανέαις | ||
Hist.4.78.2 | ἐκαραδόκει τὸ συμβησόμενον. ὁ δὲ βασιλεὺς ἀπο‐ θέμενος τὴν ἀποσκευὴν καὶ διαβὰς τῇ γεφύρᾳ τὸν Ἀλφειὸν ποταμόν, ὃς ῥεῖ παρ’ αὐτὴν τὴν τῶν | |
Hist.4.78.3 | Ἡραιέων πόλιν, ἧκε πρὸς τὴν Ἀλίφειραν, ἣ κεῖται μὲν ἐπὶ λόφου κρημνώδους πανταχόθεν, ἔχοντος πλεῖον ἢ δέκα σταδίων πρόσβασιν, ἔχει δ’ ἄκραν ἐν αὐτῇ τῇ κορυφῇ τοῦ σύμπαντος λόφου καὶ χαλ‐ | |
5 | κοῦν Ἀθηνᾶς ἀνδριάντα, κάλλει καὶ μεγέθει δια‐ | |
Hist.4.78.4 | φέροντα. οὗ τὴν μὲν αἰτίαν, ἀπὸ ποίας προθέσεως ἢ χορηγίας ἔλαβε τὴν ἀρχὴν τῆς κατασκευῆς, ἀμ‐ φισβητεῖσθαι συμβαίνει καὶ παρὰ τοῖς ἐγχωρίοις— οὔτε γὰρ πόθεν οὔτε τίς ἀνέθηκεν εὑρίσκεται τρα‐ | |
Hist.4.78.5 | νῶς—τὸ μέντοι γε τῆς τέχνης ἀποτέλεσμα συμφω‐ νεῖται παρὰ πᾶσι, διότι τῶν μεγαλομερεστάτων καὶ τεχνικωτάτων ἔργων ἐστίν, Ὑπατοδώρου καὶ Σω‐ | |
Hist.4.78.6 | στράτου κατεσκευακότων. οὐ μὴν ἀλλ’ ἐπιγενομέ‐ νης ἡμέρας αἰθρίου καὶ λαμπρᾶς, διατάξας ὑπὸ τὴν ἑωθινὴν ὁ βασιλεὺς κατὰ πλείους τόπους τούς τε τὰς κλίμακας φέροντας καὶ τὰς τῶν μισθοφόρων | |
Hist.4.78.7 | ἐφεδρείας πρὸ τούτων, ἐπὶ δὲ τοῖς προειρημένοις τοὺς Μακεδόνας διῃρημένους κατόπιν ἑκάστοις ἐπι‐ στήσας, ἅμα τῷ τὸν ἥλιον ἐπιβάλλειν πᾶσι προσέ‐ | |
Hist.4.78.8 | ταξε προσβαίνειν πρὸς τὸν λόφον. ποιούντων δὲ τὸ παραγγελθὲν ἐκθύμως καὶ καταπληκτικῶς τῶν Μα‐ κεδόνων, συνέβαινε τοὺς Ἀλιφειρεῖς πρὸς τούτους ὁρμᾶν ἀεὶ καὶ συντρέχειν τοὺς τόπους, οἷς μάλιστα | |
Hist.4.78.9 | τοὺς Μακεδόνας ἑώρων προσπελάζοντας. κατὰ δὲ τὸν καιρὸν τοῦτον αὐτὸς ὁ βασιλεὺς ἔχων τοὺς ἐπι‐ τηδειοτάτους διά τινων κρημνῶν ἔλαθε πρὸς τὸ | |
Hist.4.78.10 | τῆς ἄκρας προάστειον ἀναβάς. ἀποδοθέντος δὲ τοῦ | |
συνθήματος, πάντες ἅμα προσερείσαντες τὰς κλί‐ | ||
Hist.4.78.11 | μακας κατεπείραζον τῆς πόλεως. πρῶτος μὲν οὖν ὁ βασιλεὺς κατέσχε τὸ προάστειον τῆς ἄκρας, ἔρη‐ μον καταλαβών· τούτου δ’ ἐμπιπραμένου, προϊδό‐ μενοι τὸ μέλλον οἱ τοῖς τείχεσιν ἐπαμύνοντες, καὶ | |
5 | περιδεεῖς γενόμενοι μὴ τῆς ἄκρας προκαταληφθεί‐ σης στερηθῶσι καὶ τῆς τελευταίας ἐλπίδος, ὥρμησαν ἀπολιπόντες τὰ τείχη φεύγειν πρὸς τὴν ἀκρόπολιν. | |
Hist.4.78.12 | οἱ δὲ Μακεδόνες, γενομένου τούτου, παραχρῆμα | |
Hist.4.78.13 | καὶ τῶν τειχῶν καὶ τῆς πόλεως ἐκυρίευσαν. μετὰ δὲ ταῦτα διαπρεσβευσαμένων τῶν ἐκ τῆς ἄκρας πρὸς τὸν Φίλιππον, δοὺς τὴν ἀσφάλειαν παρέλαβε καὶ ταύτην καθ’ ὁμολογίαν. | |
Hist.4.79.1 | Συντελεσθέντων δὲ τούτων, καταπλαγεῖς γεγο‐ νότες πάντες οἱ κατὰ τὴν Τριφυλίαν ἐβουλεύοντο | |
Hist.4.79.2 | περὶ σφῶν αὐτῶν καὶ τῶν ἰδίων πατρίδων. ὁ δὲ Φιλλίδας ἐκλιπὼν τὰς Τυπανέας, προσδιαρπάσας τινὰς τῶν οἰκιῶν, ἀπεχώρησεν εἰς τὸ Λέπρεον· | |
Hist.4.79.3 | ταῦτα γὰρ ἐπίχειρα τότε τοῖς Αἰτωλῶν ἐγίνετο συμ‐ μάχοις, τὸ μὴ μόνον ἐν τοῖς ἀναγκαιοτάτοις και‐ ροῖς ἐγκαταλείπεσθαι προφανῶς, ἀλλὰ καὶ διαρπα‐ γέντας ἢ προδοθέντας τούτοις περιπίπτειν ὑπὸ τῶν | |
5 | συμμάχων, ἃ τοῖς κρατηθεῖσιν ὑπὸ τῶν πολεμίων | |
Hist.4.79.4 | ὀφείλεται πάσχειν. οἱ δὲ Τυπανεᾶται παρέδοσαν τῷ Φιλίππῳ τὴν πόλιν. τούτοις δὲ τὸ παραπλήσιον | |
Hist.4.79.5 | ἐποίησαν οἱ τὴν Ὕπαναν κατοικοῦντες. ἅμα δὲ τού‐ τοις Φιαλεῖς, ἀκούοντες τὰ περὶ τὴν Τριφυλίαν καὶ δυσαρεστούμενοι τῇ τῶν Αἰτωλῶν συμμαχίᾳ, κατέ‐ λαβον μετὰ τῶν ὅπλων τὸν περὶ τὸ πολεμάρχιον | |
Hist.4.79.6 | τόπον. οἱ δὲ τῶν Αἰτωλῶν πειραταί, διατρίβοντες ἐν ταύτῃ τῇ πόλει διὰ τὰς ἐκ τῆς Μεσσηνίας ὠφε‐ | |
λείας, τὸ μὲν πρῶτον οἷοί τ’ ἦσαν ἐγχειρεῖν καὶ | ||
Hist.4.79.7 | κατατολμᾶν τῶν Φιαλέων, ὁρῶντες δὲ τοὺς πολίτας ὁμοθυμαδὸν ἁθροιζομένους πρὸς τὴν βοήθειαν, ἀπέστησαν τῆς ἐπιβολῆς, σπεισάμενοι δὲ καὶ λαβόν‐ τες τὰς αὑτῶν ἀποσκευὰς ἀπῆλθον ἐκ τῆς πόλεως. | |
Hist.4.79.8 | οἱ δὲ Φιαλεῖς διαπρεσβευσάμενοι πρὸς τὸν Φίλιππον ἐνεχείρισαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν. | |
Hist.4.80.1 | Ἔτι δὴ τούτων πραττομένων οἱ Λεπρεᾶται κα‐ ταλαβόμενοι τόπον τινὰ τῆς πόλεως ἠξίουν ἐκχω‐ ρεῖν τῆς ἄκρας καὶ τῆς πόλεως τοὺς Ἠλείους καὶ τοὺς Αἰτωλούς, ὁμοίως δὲ καὶ τοὺς παρὰ Λακεδαιμονίων· | |
Hist.4.80.2 | ἧκε γὰρ καὶ παρ’ ἐκείνων αὐτοῖς βοήθεια. τὸ μὲν οὖν πρῶτον οἱ περὶ τὸν Φιλλίδαν οὐ προσεῖχον, ἀλλ’ ἔμενον, ὡς καταπληξόμενοι τοὺς ἐν τῇ πόλει· | |
Hist.4.80.3 | τοῦ δὲ βασιλέως εἰς μὲν τὴν Φιγάλειαν Ταυρίωνα μετὰ στρατιωτῶν ἐξαποστείλαντος, αὐτοῦ δὲ προά‐ γοντος εἰς τὸ Λέπρεον καὶ συνεγγίζοντος ἤδη τῇ πόλει, συνέντες οἱ περὶ τὸν Φιλλίδαν ἐταπεινώθη‐ | |
5 | σαν, οἱ δὲ Λεπρεᾶται προσεπερρώσθησαν ταῖς ὁρ‐ | |
Hist.4.80.4 | μαῖς. καλὸν γὰρ δὴ τοῦτο Λεπρεάταις ἔργον πέ‐ πρακται, τὸ χιλίων μὲν ἔνδον ὄντων Ἠλείων, χιλίων δὲ σὺν τοῖς πειραταῖς Αἰτωλῶν, πεντακοσίων δὲ μισθοφόρων, διακοσίων δὲ Λακεδαιμονίων, πρὸς | |
5 | δὲ τούτοις τῆς ἄκρας κατεχομένης, ὅμως ἀντιποιή‐ σασθαι τῆς ἑαυτῶν πατρίδος καὶ μὴ προέσθαι τὰς | |
Hist.4.80.5 | σφετέρας ἐλπίδας. ὁ δὲ Φιλλίδας, ὁρῶν τοὺς Λε‐ πρεάτας ἀνδρωδῶς ὑφισταμένους καὶ τοὺς Μακε‐ δόνας ἐγγίζοντας, ἐξεχώρησε τῆς πόλεως ἅμα τοῖς | |
Hist.4.80.6 | Ἠλείοις καὶ τοῖς παρὰ τῶν Λακεδαιμονίων. οἱ μὲν οὖν παρὰ τῶν Σπαρτιατῶν Κρῆτες διὰ τῆς Μεσση‐ νίας εἰς τὴν οἰκείαν ἐπανῆλθον, οἱ δὲ περὶ τὸν Φιλ‐ | |
λίδαν ἐποιοῦντο τὴν ἀπόλυσιν ὡς ἐπὶ τὸ Σαμικόν. | ||
Hist.4.80.7 | τὸ δὲ τῶν Λεπρεατῶν πλῆθος, ἐγκρατὲς γεγονὸς τῆς πατρίδος, ἐξαπέστελλε πρεσβευτάς, ἐγχειρίζον τῷ Φι‐ | |
Hist.4.80.8 | λίππῳ τὴν πόλιν. ὁ δὲ βασιλεὺς ἀκούσας τὰ γε‐ γονότα, τὴν μὲν λοιπὴν δύναμιν εἰς τὸ Λέπρεον ἀπέστειλε, τοὺς δὲ πελταστὰς καὶ τοὺς εὐζώνους ἀνα‐ λαβὼν ἡγεῖτο, συνάψαι σπεύδων τοῖς περὶ τὸν Φιλ‐ | |
Hist.4.80.9 | λίδαν. καταλαβὼν δὲ τῆς μὲν ἀποσκευῆς ἐγκρατὴς ἐγένετο πάσης, οἱ δὲ περὶ τὸν Φιλλίδαν κατετάχη‐ | |
Hist.4.80.10 | σαν εἰς τὸ Σαμικὸν παραπεσόντες. προσστρατοπε‐ δεύσας δὲ τῷ χωρίῳ, καὶ τὴν λοιπὴν ἐπισπασάμενος ἐκ τοῦ Λεπρέου δύναμιν, ἔμφασιν ἐποίει τοῖς ἔνδον | |
Hist.4.80.11 | ὡς πολιορκήσων τὸ χωρίον. οἱ δ’ Αἰτωλοὶ μετὰ τῶν Ἠλείων οὐδὲν ἔχοντες ἕτοιμον πρὸς πολιορ‐ κίαν πλὴν χερῶν, καταπλαγέντες τὴν περίστασιν | |
Hist.4.80.12 | ἐλάλουν περὶ ἀσφαλείας πρὸς τὸν Φίλιππον. λα‐ βόντες δὲ συγχώρημα μετὰ τῶν ὅπλων ποιήσασθαι τὴν ἀπόλυσιν, οὗτοι μὲν ὥρμησαν εἰς τὴν Ἠλείαν· ὁ δὲ βασιλεὺς τοῦ μὲν Σαμικοῦ παραυτίκα κύριος | |
Hist.4.80.13 | ἐγένετο, μετὰ δὲ ταῦτα, παραγενομένων πρὸς αὐτὸν καὶ τῶν ἄλλων μεθ’ ἱκετηρίας, παρέλαβε Φρίξαν, Στυλάγγιον, Αἴπιον, Βώλακα, Πύργον, Ἐπιτάλιον. | |
Hist.4.80.14 | ταῦτα δὲ διαπραξάμενος ἐπανῆλθε πάλιν εἰς τὸ Λέπρεον, πᾶσαν ὑφ’ ἑαυτὸν πεποιημένος τὴν Τρι‐ | |
Hist.4.80.15 | φυλίαν ἐν ἡμέραις ἕξ. παρακαλέσας δὲ τοὺς Λε‐ πρεάτας τὰ πρέποντα τῷ καιρῷ, καὶ φυλακὴν εἰσα‐ γαγὼν εἰς τὴν ἄκραν, ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐφ’ Ἡραίας, ἀπολιπὼν ἐπιμελητὴν τῆς Τριφυλίας | |
Hist.4.80.16 | Λάδικον τὸν Ἀκαρνᾶνα. παραγενόμενος δ’ εἰς τὴν προειρημένην πόλιν τὴν μὲν λείαν διένειμε πᾶσαν, τὴν δ’ ἀποσκευὴν ἀναλαβὼν ἐκ τῆς Ἡραίας ἦλθε | |
μέσου χειμῶνος εἰς Μεγάλην πόλιν. | ||
Hist.4.81.1 | Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Φίλιππος ἔπραττε τὰ κατὰ τὴν Τριφυλίαν, καὶ Χείλων ὁ Λακεδαιμό‐ νιος, ὑπολαμβάνων αὑτῷ καθήκειν κατὰ γένος τὴν βασιλείαν, καὶ βαρέως φέρων τὴν γεγενημένην ὑπερ‐ | |
5 | οψίαν περὶ αὐτὸν ἐκ τῶν ἐφόρων ἐν τῇ κατὰ τὸν Λυκοῦργον κρίσει περὶ τῆς βασιλείας, κινεῖν ἐπε‐ | |
Hist.4.81.2 | βάλετο τὰ καθεστῶτα. νομίσας δ’, εἰ τὴν ὁδὸν τὴν αὐτὴν ἔλθοι Κλεομένει καὶ τοῖς πολλοῖς ὑποδείξαι τὴν ἐλπίδα τῆς κληρουχίας καὶ τῶν ἀναδασμῶν, τα‐ χέως ἐπακολουθήσειν αὐτῷ τὸ πλῆθος, ὥρμησε πρὸς | |
Hist.4.81.3 | τὴν πρᾶξιν. συμφρονήσας δὲ περὶ τούτων πρὸς τοὺς φίλους, καὶ λαβὼν κοινωνοὺς τῆς τόλμης εἰς διακοσίους τὸ πλῆθος, ἐγίνετο πρὸς τῷ συντελεῖν | |
Hist.4.81.4 | τὴν ἐπίνοιαν. θεωρῶν δὲ μέγιστον ἐμπόδιον ὑπάρ‐ χον αὑτῷ πρὸς τὴν ἐπιβολὴν τὸν Λυκοῦργον καὶ τοὺς ἐφόρους τοὺς περιθέντας ἐκείνῳ τὴν βασιλείαν, | |
Hist.4.81.5 | ὥρμησε πρῶτον ἐπὶ τούτους. τοὺς μὲν οὖν ἐφό‐ ρους δειπνοῦντας καταλαβών, πάντας αὐτοῦ κατέ‐ σφαξε, τῆς τύχης τὴν ἁρμόζουσαν αὐτοῖς ἐπιθείσης δίκην· καὶ γὰρ ὑφ’ οὗ καὶ περὶ οὗ ταῦτ’ ἔπαθον, | |
Hist.4.81.6 | δικαίως αὐτοὺς ἄν τις φήσειε πεπονθέναι. ὁ δὲ Χείλων, τὰ κατὰ τούτους συντελεσάμενος, παρῆν ἐπὶ τὴν οἰκίαν τοῦ Λυκούργου καὶ κατέλαβε μὲν ἔνδον, οὐ μὴν ἐδυνήθη γ’ ἐγκρατὴς αὐτοῦ γενέσθαι. | |
Hist.4.81.7 | διὰ γάρ τινων κατοικούντων ἐκ γειτόνων ἐκκλαπεὶς καὶ διαδρὰς ἔλαθεν αὐτόν. οὗτος μὲν οὖν ἀνεχώ‐ ρησε ταῖς ἀνοδίαις εἰς τὴν ἐν τῇ Τριπόλει προσαγο‐ | |
Hist.4.81.8 | ρευομένην Πελλήνην. ὁ δὲ Χείλων ἀπεσφαλμένος τοῦ κυριωτάτου πρὸς τὴν ἐπιβολὴν ἀθύμως διέκειτο, | |
Hist.4.81.9 | πράττειν δ’ ὅμως ἠναγκάζετο τὸ συνεχές. διόπερ | |
εἰς τὴν ἀγορὰν εἰσβαλὼν τοῖς μὲν ἐχθροῖς προσ‐ έφερε τὰς χεῖρας, τοὺς δ’ οἰκείους καὶ φίλους παρε‐ κάλει, τοῖς δὲ λοιποῖς ὑπεδείκνυε τὰς ἄρτι ῥηθείσας | ||
Hist.4.81.10 | ἐλπίδας. οὐδενὸς δὲ προσέχοντος αὐτῷ, τἀναντία δὲ συστρεφομένων ἐπ’ αὐτὸν τῶν ἀνθρώπων, συν‐ νοήσας τὸ γινόμενον, ἀπεχώρει λαθραίως, καὶ διελ‐ θὼν τὴν χώραν ἧκε μόνος εἰς τὴν Ἀχαΐαν ἐκπεπτωκώς. | |
Hist.4.81.11 | οἱ δὲ Λακεδαιμόνιοι, δείσαντες τὴν τοῦ Φιλίππου παρουσίαν, τἀπὸ τῆς χώρας ἀπεσκευάζοντο καὶ τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον κατασκάψαντες ἐξ‐ έλιπον. | |
Hist.4.81.12 | Λακεδαιμόνιοι μὲν οὖν, ἀπὸ τῆς Λυκούργου νο‐ μοθεσίας καλλίστῃ χρησάμενοι πολιτείᾳ καὶ μεγίστην ἔχοντες δύναμιν ἕως τῆς ἐν Λεύκτροις μάχης, αὖτις ἐπὶ τἀναντία τραπείσης αὐτοῖς τῆς τύχης, καὶ τοὔμ‐ | |
5 | παλιν ἐπὶ τὸ χεῖρον ἀεὶ καὶ μᾶλλον τῆς πολιτείας | |
Hist.4.81.13 | αὐτῶν προβαινούσης, τέλος πλείστων μὲν πόνων καὶ στάσεων ἐμφυλίων πεῖραν εἶχον, πλείστοις δ’ ἐπά‐ λαισαν ἀναδασμοῖς καὶ φυγαῖς, πικροτάτης δὲ δου‐ λείας πεῖραν ἔλαβον ἕως τῆς Νάβιδος τυραννίδος, | |
5 | οἱ τὸ πρὶν οὐδὲ τοὔνομα δυνηθέντες ἀνασχέσθαι | |
Hist.4.81.14 | ῥᾳδίως αὐτῆς. τὰ μὲν οὖν πάλαι καὶ τὰ πλείω περὶ Λακεδαιμονίων εἰς ἑκάτερον μέρος ὑπὸ πολλῶν εἴ‐ ρηται τάδε. ἐναργέστατα δ’ ἐστὶν ἀφ’ οὗ Κλεομέ‐ νης ὁλοσχερῶς κατέλυσε τὸ πάτριον πολίτευμα. νῦν | |
5 | δ’ ὑφ’ ἡμῶν ῥηθήσεται κατὰ τοὺς ἁρμόζοντας ἀεὶ καιρούς. | |
Hist.4.82.1 | Ὁ δὲ Φίλιππος ἀναζεύξας ἐκ τῆς Μεγάλης πό‐ λεως καὶ πορευθεὶς διὰ τῆς Τεγέας παρῆν εἰς Ἄρ‐ γος, κἀκεῖ τὸ λοιπὸν μέρος τοῦ χειμῶνος διέτριβε, κατά τε τὴν λοιπὴν ἀναστροφὴν καὶ κατὰ τὰς πρά‐ | |
5 | ξεις τεθαυμασμένος ὑπὲρ τὴν ἡλικίαν ἐν ταῖς προ‐ | |
Hist.4.82.2 | ειρημέναις στρατείαις. ὁ δ’ Ἀπελλῆς οὐδ’ ὣς ἔληγε τῆς ἐπιβολῆς, ἀλλ’ οἷός τ’ ἦν ἄγειν ὑπὸ τὸν ζυγὸν | |
Hist.4.82.3 | τῷ κατὰ βραχὺ τοὺς Ἀχαιούς. ὁρῶν δὲ τῇ τοιαύτῃ προθέσει τοὺς περὶ τὸν Ἄρατον ἐμποδὼν ἱσταμέ‐ νους, καὶ τὸν Φίλιππον αὐτοῖς προσέχοντα, καὶ μᾶλ‐ λον τῷ πρεσβυτέρῳ διά τε τὴν πρὸς Ἀντίγονον | |
5 | σύστασιν καὶ διὰ τὸ πλεῖστον ἐν τοῖς Ἀχαιοῖς ἰσχύειν, καὶ μάλιστα διὰ τὴν ἐπιδεξιότητα καὶ νουν‐ έχειαν τἀνδρός, περὶ τούτους ἐπεβάλετο γίνεσθαι | |
Hist.4.82.4 | καὶ κακοπραγμονεῖν τοιῷδέ τινι τρόπῳ. ἐξετάζων τοὺς ἀντιπολιτευομένους τοῖς περὶ τὸν Ἄρατον, τί‐ νες εἰσίν, ἑκάστους ἐκ τῶν πόλεων ἐπεσπάσατο, καὶ λαμβάνων εἰς τὰς χεῖρας ἐψυχαγώγει καὶ παρεκάλει | |
Hist.4.82.5 | πρὸς τὴν ἑαυτοῦ φιλίαν. συνίστανε δὲ καὶ τῷ Φι‐ λίππῳ, προσεπιδεικνύων αὐτῷ παρ’ ἕκαστον ὡς ἐὰν μὲν Ἀράτῳ προσέχῃ, χρήσεται τοῖς Ἀχαιοῖς κατὰ τὴν ἔγγραπτον συμμαχίαν, ἐὰν δ’ αὐτῷ πείθηται | |
5 | καὶ τοιούτους προσλαμβάνῃ φίλους, χρήσεται πᾶσι | |
Hist.4.82.6 | Πελοποννησίοις κατὰ τὴν αὑτοῦ βούλησιν. περί τε τῶν ἀρχαιρεσίων εὐθὺς ἐσπούδαζε, βουλόμενος τούτων τινὶ περιποιῆσαι τὴν στρατηγίαν, τοὺς δὲ | |
Hist.4.82.7 | περὶ τὸν Ἄρατον ἐκβαλεῖν ἐκ τῆς ὑποθέσεως. δι’ ἃ δὴ καὶ πείθει Φίλιππον παραγενέσθαι πρὸς τὰς τῶν Ἀχαιῶν ἀρχαιρεσίας εἰς Αἴγιον, ὡς εἰς τὴν | |
Hist.4.82.8 | Ἠλείαν ἅμα ποιούμενον τὴν πορείαν. πεισθέντος δ’ αὐτῷ τοῦ βασιλέως, παρὼν αὐτὸς ἐπὶ τοῦ και‐ ροῦ, καὶ τοὺς μὲν παρακαλῶν, οἷς δ’ ἀνατεινόμενος, μόλις μὲν ἤνυσε, κατεκράτησε δ’ οὖν ὅμως τοῦ γε‐ | |
5 | νέσθαι στρατηγὸν Ἐπήρατον Φαραιέα, τὸν δὲ Τιμό‐ ξενον ἐκπεσεῖν, τὸν ὑπὸ τῶν περὶ τὸν Ἄρατον εἰσα‐ | |
γόμενον. | ||
Hist.4.83.1 | Μετὰ δὲ ταῦτα ἀναζεύξας ὁ βασιλεύς, καὶ ποιη‐ σάμενος τὴν πορείαν διὰ Πατρῶν καὶ Δύμης, ἧκε πρὸς τὸ φρούριον, ὃ καλεῖται μὲν Τεῖχος, πρόκει‐ ται δὲ τῆς Δυμαίων χώρας· κατέσχον δ’ αὐτὸ μι‐ | |
5 | κροῖς ἔμπροσθεν χρόνοις, καθάπερ ἀνώτερον εἶπον, | |
Hist.4.83.2 | οἱ περὶ τὸν Εὐριπίδαν. σπεύδων δὴ τοῦτο κατὰ πάντα τρόπον ἀνακομίσασθαι τοῖς Δυμαίοις, προσ‐ | |
Hist.4.83.3 | εστρατοπέδευσε μετὰ πάσης δυνάμεως. καταπλα‐ γέντες δ’ οἱ φυλάττοντες τῶν Ἠλείων παρέδοσαν τὸ φρούριον τῷ Φιλίππῳ, χωρίον οὐ μέγα μέν, | |
Hist.4.83.4 | ἠσφαλισμένον δὲ διαφερόντως· τὴν μὲν γὰρ περί‐ μετρον εἶχεν οὐ πλείω τριῶν ἡμισταδίων, τὸ δ’ ὕψος | |
Hist.4.83.5 | τοῦ τείχους οὐδαμῇ τριάκοντα πήχεων ἔλαττον. πα‐ ραδοὺς δὲ τοῦτο τοῖς Δυμαίοις ἐπῄει πορθῶν τὴν τῶν Ἠλείων χώραν· φθείρας δὲ ταύτην, καὶ πολ‐ λὴν περιβαλόμενος λείαν, ἐπανῆλθε μετὰ τῆς δυνά‐ | |
5 | μεως εἰς τὴν Δύμην. | |
Hist.4.84.1 | Ὁ δ’ Ἀπελλῆς, δοκῶν ἠνυκέναι τι τῆς προθέ‐ σεως τῷ δι’ αὐτοῦ καθεστάσθαι τὸν τῶν Ἀχαιῶν στρατηγόν, αὖθις ἐνεχείρει τοῖς περὶ τὸν Ἄρατον, βουλόμενος εἰς τέλος ἀποσπάσαι τὸν Φίλιππον ἀπὸ | |
5 | τῆς πρὸς αὐτοὺς φιλίας. ἐπεβάλετο δὲ τὴν διαβο‐ | |
Hist.4.84.2 | λὴν πλάττειν διὰ τοιαύτης τινὸς ἐπινοίας. Ἀμφί‐ δαμος ὁ τῶν Ἠλείων στρατηγός, ἐν ταῖς Θαλάμαις ἁλοὺς ἅμα τοῖς συμπεφευγόσι, καθάπερ ἀνώτερον ἡμῖν ἐρρήθη περὶ τούτων, ὡς ἧκε μετὰ τῶν ἄλλων | |
5 | αἰχμαλώτων ἀγόμενος εἰς Ὀλυμπίαν, ἔσπευσε διά | |
Hist.4.84.3 | τινων εἰς λόγους ἐλθεῖν τῷ βασιλεῖ. τυχὼν δὲ τούτου διελέγετο, φάσκων εἶναι δυνατὸς ἐπαγαγέ‐ σθαι τοὺς Ἠλείους εἰς τὴν πρὸς αὐτὸν φιλίαν καὶ | |
συμμαχίαν. ὁ δὲ Φίλιππος πεισθεὶς ἐξαπέστειλε τὸν | ||
Hist.4.84.4 | Ἀμφίδαμον χωρὶς λύτρων, κελεύσας ἐπαγγέλλεσθαι τοῖς Ἠλείοις, ἐὰν ἕλωνται τὴν πρὸς αὐτὸν φιλίαν, ὅτι τὰ μὲν αἰχμάλωτα πάντα χωρὶς λύτρων ἀποδώσει, τῇ δὲ χώρᾳ τὴν ἀσφάλειαν αὐτὸς ἀπὸ πάντων τῶν | |
Hist.4.84.5 | ἐκτὸς παρασκευάσει, πρὸς δὲ τούτοις αὐτοὺς ἐλευ‐ θέρους, ἀφρουρήτους, ἀφορολογήτους, χρωμένους | |
Hist.4.84.6 | τοῖς ἰδίοις πολιτεύμασι, διατηρήσει. οἱ μὲν οὖν Ἠλεῖοι διακούσαντες τούτων οὐδὲν προσέσχον, καίπερ ἐπισπαστικῶν καὶ μεγάλων εἶναι δοκούντων τῶν προ‐ | |
Hist.4.84.7 | τεινομένων· ὁ δ’ Ἀπελλῆς, ἐκ τούτου τοῦ πράγ‐ ματος πλάσας τὴν διαβολήν, προσήνεγκε τῷ Φι‐ λίππῳ, φάσκων τοὺς περὶ τὸν Ἄρατον οὐκ εἰλικρινῆ τὴν φιλίαν ἄγειν πρὸς Μακεδόνας οὐδ’ ἀληθινῶς | |
5 | εὐνοεῖν αὐτῷ· καὶ γὰρ νῦν τῆς Ἠλείων ἀλλοτριό‐ | |
Hist.4.84.8 | τητος τούτους αἰτίους γεγονέναι. καθ’ ὃν γὰρ και‐ ρὸν Ἀμφίδαμον ἐξ Ὀλυμπίας εἰς Ἦλιν ἀπέστειλε, τούτους ἔφη κατ’ ἰδίαν λαβόντας ἐπιτρῖψαι τὸν ἄν‐ θρωπον καὶ λέγειν ὅτι κατ’ οὐδένα τρόπον συμφέρει | |
5 | τοῖς Πελοποννησίοις τὸ γενέσθαι Φίλιππον Ἠλείων | |
Hist.4.84.9 | κύριον, καὶ διὰ ταύτην τὴν αἰτίαν πάνθ’ ὑπεριδόν‐ τας τὰ προτεινόμενα τοὺς Ἠλείους διατηρεῖν μὲν τὴν πρὸς Αἰτωλοὺς φιλίαν, ὑπομένειν δὲ τὸν πρὸς | |
Hist.4.85.1 | Μακεδόνας πόλεμον. τὸ μὲν οὖν πρῶτον Φίλιπ‐ πος δεξάμενος τοὺς λόγους καλεῖν ἐκέλευε τοὺς περὶ τὸν Ἄρατον καὶ λέγειν ἐναντίον ἐκείνων ταῦτα | |
Hist.4.85.2 | τὸν Ἀπελλῆν. τῶν δὲ παραγενομένων, ἔλεγε τὰ προειρημένα τολμηρῶς καὶ καταπληκτικῶς ὁ Ἀπελ‐ λῆς, καί τι προσεπεῖπε τοιοῦτον ἔτι σιωπῶντος τοῦ | |
Hist.4.85.3 | βασιλέως· “ἐπείπερ οὕτως ἀχαρίστους ὑμᾶς ὁ βασι‐ λεύς, Ἄρατε, καὶ λίαν ἀγνώμονας εὑρίσκει, κρίνει | |
συναγαγὼν τοὺς Ἀχαιοὺς καὶ περὶ τούτων ἀπολο‐ γισμοὺς ποιησάμενος ἀπαλλάττεσθαι πάλιν εἰς Μα‐ | ||
Hist.4.85.4 | κεδονίαν.” ὁ δὲ πρεσβύτερος Ἄρατος ὑπολαβὼν κα‐ θόλου μὲν ἠξίου τὸν Φίλιππον μηδενὶ τῶν λεγο‐ | |
Hist.4.85.5 | μένων ὀξέως μηδ’ ἀκρίτως μηδέποτε πιστεύειν, ὅταν δὲ κατά τινος τῶν φίλων καὶ συμμάχων προσπέσῃ τις αὐτῷ λόγος, τὸν ἀκριβέστερον ἔλεγχον ποιεῖσθαι πρὶν ἢ δέξασθαι τὴν διαβολήν· καὶ γὰρ βασιλικὸν | |
Hist.4.85.6 | εἶναι τὸ τοιοῦτο καὶ πρὸς πᾶν συμφέρον. διὸ καὶ νῦν ἠξίου περὶ τῶν ὑπ’ Ἀπελλοῦ λεγομένων καλεῖν τοὺς ἀκηκοότας, ἄγειν εἰς τὸ μέσον τὸν εἰρηκότα πρὸς αὐτόν, μηδὲν παραλιπεῖν τῶν δυνατῶν εἰς τὸ | |
5 | γνῶναι τὴν ἀλήθειαν, πρὶν ἢ πρὸς τοὺς Ἀχαιοὺς | |
Hist.4.86.1 | ἀνακαλύπτειν τι τούτων. τοῦ δὲ βασιλέως εὐαρε‐ στήσαντος τοῖς λεγομένοις, καὶ φήσαντος οὐκ ὀλι‐ | |
Hist.4.86.2 | γωρήσειν, ἀλλ’ ἐξετάσειν, τότε μὲν διελύθησαν. ἐν δὲ ταῖς ἑξῆς ἡμέραις ὁ μὲν Ἀπελλῆς οὐδεμίαν ἀπό‐ δειξιν προσῆγε τοῖς εἰρημένοις· τοῖς δὲ περὶ τὸν | |
Hist.4.86.3 | Ἄρατον ἐγένετό τι συγκύρημα τοιοῦτον. οἱ γὰρ Ἠλεῖοι, καθ’ ὃν καιρὸν ὁ Φίλιππος αὐτῶν ἐπόρθει τὴν χώραν, ὑποπτεύσαντες τὸν Ἀμφίδαμον ἐπεβά‐ λοντο συλλαβεῖν καὶ δήσαντες εἰς τὴν Αἰτωλίαν ἐκ‐ | |
Hist.4.86.4 | πέμπειν. ὁ δὲ προαισθόμενος αὐτῶν τὴν ἐπίνοιαν ἀπεχώρησε τὰς μὲν ἀρχὰς εἰς Ὀλυμπίαν, μετὰ δὲ ταῦτα πυνθανόμενος τὸν Φίλιππον ἐν τῇ Δύμῃ περὶ τὴν τῶν λαφύρων οἰκονομίαν διατρίβειν, ἔσπευσε | |
Hist.4.86.5 | πρὸς τοῦτον διαπεσεῖν. ὅθεν οἱ περὶ τὸν Ἄρατον, ἀκούσαντες τὸν Ἀμφίδαμον ἐκ τῆς Ἤλιδος ἐκπεπτω‐ κότα παρεῖναι, γενόμενοι περιχαρεῖς διὰ τὸ μηδὲν αὑτοῖς συνειδέναι, προσελθόντες ᾤοντο δεῖν τὸν | |
Hist.4.86.6 | βασιλέα καλεῖν τὸν Ἀμφίδαμον· καὶ γὰρ εἰδέναι περὶ | |
τῶν κατηγορουμένων ἐκεῖνον βέλτιστα πρὸς ὃν ἐρ‐ ρήθη, καὶ δηλώσειν τὴν ἀλήθειαν, πεφευγότα μὲν ἐξ οἴκου διὰ τὸν Φίλιππον, τὰς δ’ ἐλπίδας ἔχοντα | ||
Hist.4.86.7 | τῆς σωτηρίας κατὰ τὸ παρὸν ἐν ἐκείνῳ. πεισθεὶς δὲ τοῖς λεγομένοις ὁ βασιλεύς, καὶ μεταπεμψάμενος τὸν Ἀμφίδαμον, εὗρε τὴν διαβολὴν οὖσαν ψευδῆ. | |
Hist.4.86.8 | διὸ καὶ τὸν μὲν Ἄρατον ἀπὸ ταύτης τῆς ἡμέρας ἀεὶ καὶ μᾶλλον ἀπεδέχετο καὶ κατηξίου, πρὸς δὲ τὸν Ἀπελλῆν λοξότερον εἶχε· τῇ γε μὴν ὁλοσχερεῖ προκατεχόμενος ἀποδοχῇ πολλὰ παρορᾶν ἠναγκάζετο | |
5 | τῶν ὑπ’ αὐτοῦ γινομένων. | |
Hist.4.87.1 | Ὁ δ’ Ἀπελλῆς οὐδαμῶς ἀφίστατο τῆς προθέσεως, ἀλλ’ ἅμα μὲν τὸν Ταυρίωνα τὸν ἐπὶ τῶν ἐν Πε‐ | |
Hist.4.87.2 | λοποννήσῳ τεταγμένον διέβαλλεν, οὐ ψέγων, ἀλλ’ ἐπαινῶν καὶ φάσκων ἐπιτήδειον αὐτὸν εἶναι μετὰ τοῦ βασιλέως ἐν τοῖς ὑπαίθροις συνδιατρίβειν, βου‐ λόμενος ἕτερον ἐπισταθῆναι δι’ αὑτοῦ τοῖς ἐν Πελο‐ | |
Hist.4.87.3 | ποννήσῳ πράγμασι. καινὸς γὰρ δή τις οὗτος εὕρηται τρόπος διαβολῆς τὸ μὴ ψέγοντας, ἀλλ’ ἐπαινοῦντας | |
Hist.4.87.4 | λυμαίνεσθαι τοὺς πέλας· εὕρηται δὲ μάλιστα καὶ πρῶτον τοιαύτη κακεντρέχεια καὶ βασκανία καὶ δό‐ λος ἐκ τῶν περὶ τὰς αὐλὰς διατριβόντων καὶ τῆς τούτων πρὸς ἀλλήλους ζηλοτυπίας καὶ πλεονεξίας. | |
Hist.4.87.5 | ὁμοίως δὲ καὶ τὸν ἐπὶ τῆς θεραπείας τεταγμένον Ἀλέξανδρον, ὅτε λάβοι καιρόν, διέδακνε, βουλόμενος καὶ τὴν περὶ τὸ σῶμα φυλακὴν τοῦ βασιλέως δι’ αὑτοῦ γενέσθαι καὶ καθόλου κινῆσαι τὴν ὑπ’ Ἀν‐ | |
Hist.4.87.6 | τιγόνου καταλειφθεῖσαν διάταξιν. Ἀντίγονος γὰρ καλῶς μὲν ζῶν προέστη τῆς τε βασιλείας καὶ τοῦ παιδὸς αὑτοῦ, καλῶς δὲ τὸν βίον μεταλλάττων προενοήθη πρὸς τὸ μέλλον περὶ πάντων τῶν πραγ‐ | |
Hist.4.87.7 | μάτων. ἀπολιπὼν γὰρ διαθήκην ἔγραφε Μακεδόσιν ὑπὲρ τῶν διῳκημένων· ὁμοίως (δὲ) καὶ περὶ τοῦ μέλλοντος διέταξε πῶς καὶ διὰ τίνων ἕκαστα δεήσει χειρίζεσθαι, βουλόμενος μηδεμίαν ἀφορμὴν κατα‐ | |
5 | λιπεῖν τοῖς περὶ τὴν αὐλὴν πρὸς ἀλλήλους φιλοτι‐ | |
Hist.4.87.8 | μίας καὶ στάσεως. ἐν οἷς τῶν τότε συστρατευομένων αὐτὸς μὲν Ἀπελλῆς ἐν τοῖς ἐπιτρόποις ἀπελέλειπτο, Λεόντιος δ’ ἐπὶ τῶν πελταστῶν, Μεγαλέας δ’ ἐπὶ τοῦ γραμματείου, Ταυρίων δ’ ἐπὶ τῶν κατὰ Πελο‐ | |
Hist.4.87.9 | πόννησον, Ἀλέξανδρος δ’ ἐπὶ τῆς θεραπείας. τὸν μὲν οὖν Λεόντιον καὶ Μεγαλέαν ὑφ’ αὑτὸν εἶχεν ὁλοσχερῶς, τὸν δ’ Ἀλέξανδρον καὶ Ταυρίωνα μετα‐ στησάμενος ἀπὸ τῆς χρείας ἔσπευδε καὶ ταῦτα καὶ | |
5 | τἄλλα πάντα δι’ αὑτοῦ καὶ διὰ τῶν ἰδίων φίλων | |
Hist.4.87.10 | χειρίζειν. ὃ δὴ καὶ ῥᾳδίως ἂν ἐπετέλεσε μὴ παρα‐ σκευάσας ἀνταγωνιστὴν Ἄρατον αὑτῷ· νῦν δὲ τα‐ χέως πεῖραν ἔλαβε τῆς σφετέρας ἀφροσύνης καὶ | |
Hist.4.87.11 | πλεονεξίας. ὃ γὰρ αὐτὸς ἐπεβάλετο πρᾶξαι κατὰ τῶν πέλας, τοῦτ’ ἔπαθε καὶ λίαν ἐν πάνυ βραχεῖ | |
Hist.4.87.12 | χρόνῳ. πῶς δὲ καὶ τίνι τρόπῳ τοῦτο συνέβη γε‐ νέσθαι κατὰ μὲν τὸ παρὸν ὑπερθησόμεθα καὶ κα‐ ταστρέψομεν τὴν βύβλον ταύτην, ἐν δὲ τοῖς ἑξῆς | |
Hist.4.87.13 | πειρασόμεθα σαφῶς ὑπὲρ ἑκάστων ἐξαγγέλλειν. Φί‐ λιππος δὲ τὰ προειρημένα διαταξάμενος ἐπανῆλθεν εἰς Ἄργος, κἀνταῦθα τὴν παραχειμασίαν ἐποίει μετὰ τῶν φίλων, τὰς δὲ δυνάμεις ἀπέλυσεν εἰς Μακε‐ | |
5 | δονίαν. | |
Hist.5t1 | ΠΟΛΥΒΙΟΥ ΙΣΤΟΡΙΩΝ ΠΕΜΠΤΗ. | |
Hist.5.1.1 | Τὸ μὲν οὖν κατὰ τὴν Ἀράτου τοῦ νεωτέρου στρα‐ τηγίαν ἔτος ἐτύγχανε διεληλυθὸς περὶ τὴν τῆς Πλει‐ άδος ἐπιτολήν· οὕτως γὰρ ἦγε τοὺς χρόνους τότε | |
Hist.5.1.2 | (τὸ) τῶν Ἀχαιῶν ἔθνος. διόπερ οὗτος μὲν ἀπετί‐ θετο τὴν ἀρχήν, Ἐπήρατος δὲ παρελάμβανε τὴν τῶν Ἀχαιῶν ἡγεμονίαν· Αἰτωλῶν δὲ Δωρίμαχος ἐστρα‐ | |
Hist.5.1.3 | τήγει. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ἀρχομένης τῆς θερείας Ἀννίβας μὲν ἐκφανῶς ἤδη τὸν πρὸς Ῥω‐ μαίους πόλεμον ἀνειληφώς, ὁρμήσας ἐκ Καινῆς πό‐ λεως καὶ διαβὰς τὸν Ἴβηρα ποταμὸν ἐνήρχετο τῆς | |
Hist.5.1.4 | ἐπιβολῆς καὶ πορείας τῆς εἰς Ἰταλίαν· Ῥωμαῖοι δὲ Τεβέριον μὲν Σεμπρώνιον εἰς Λιβύην μετὰ δυνά‐ μεως, Πόπλιον δὲ Κορνήλιον εἰς Ἰβηρίαν ἐξαπέ‐ | |
Hist.5.1.5 | στελλον· Ἀντίοχος δὲ καὶ Πτολεμαῖος, ἀπεγνωκότες τὰς πρεσβείας καὶ τὸ λόγῳ διεξάγειν τὴν ὑπὲρ Κοί‐ λης Συρίας ἀμφισβήτησιν, ἐνήρχοντο πολεμεῖν ἀλλή‐ | |
Hist.5.1.6 | λοις. ὁ δὲ βασιλεὺς Φίλιππος, ἐνδεὴς ὢν σίτου καὶ χρημάτων εἰς τὰς δυνάμεις, συνῆγε τοὺς Ἀχαιοὺς | |
Hist.5.1.7 | διὰ τῶν ἀρχόντων εἰς ἐκκλησίαν. ἁθροισθέντος δὲ τοῦ πλήθους εἰς Αἴγιον κατὰ τοὺς νόμους, ὁρῶν | |
τοὺς μὲν περὶ Ἄρατον ἐθελοκακοῦντας διὰ τὴν περὶ τὰς ἀρχαιρεσίας γεγενημένην εἰς αὐτοὺς τῶν περὶ | ||
5 | τὸν Ἀπελλῆν κακοπραγμοσύνην, τὸν δ’ Ἐπήρατον ἄπρακτον ὄντα τῇ φύσει καὶ καταγινωσκόμενον ὑπὸ | |
Hist.5.1.8 | πάντων, συλλογισάμενος ἐκ τῶν προειρημένων τὴν ἄγνοιαν τῶν περὶ τὸν Ἀπελλῆν καὶ Λεόντιον, ἔκρι‐ | |
Hist.5.1.9 | νεν αὖθις ἀντέχεσθαι τῶν περὶ τὸν Ἄρατον. πείσας οὖν τοὺς ἄρχοντας μεταγαγεῖν τὴν ἐκκλησίαν εἰς Σικυῶνα, λαβὼν τόν τε πρεσβύτερον καὶ τὸν νεώ‐ τερον Ἄρατον εἰς τὰς χεῖρας, καὶ πάντων τῶν γε‐ | |
5 | γονότων ἀναθεὶς τὴν αἰτίαν ἐπὶ τὸν Ἀπελλῆν, παρε‐ | |
Hist.5.1.10 | κάλει μένειν αὐτοὺς ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως. τῶν δὲ συγκαταθεμένων ἑτοίμως, εἰσελθὼν εἰς τοὺς Ἀχαιοὺς καὶ χρησάμενος συνεργοῖς τοῖς προειρημέ‐ | |
Hist.5.1.11 | νοις, πάντα κατέπραξε τὰ πρὸς τὴν ἐπιβολήν. πεν‐ τήκοντα μὲν γὰρ ἔδοξε τάλαντα τοῖς Ἀχαιοῖς εἰς τὴν πρώτην ἀναζυγὴν αὐτῷ δοῦσι παραχρῆμα τρι‐ μήνου μισθοδοτῆσαι τὴν δύναμιν καὶ σίτου προσ‐ | |
Hist.5.1.12 | θεῖναι μυριάδας· τὸ δὲ λοιπόν, ἕως ἂν παρὼν ἐν Πελοποννήσῳ συμπολεμῇ, τάλαντα λαμβάνειν ἑκά‐ στου μηνὸς παρὰ τῶν Ἀχαιῶν ἑπτακαίδεκα. | |
Hist.5.2.1 | Δοξάντων δὲ τούτων, οἱ μὲν Ἀχαιοὶ διελύθησαν ἐπὶ τὰς πόλεις· τῷ δὲ βασιλεῖ βουλευομένῳ μετὰ τῶν φίλων, ἐπειδὴ συνῆλθον αἱ δυνάμεις ἐκ τῆς παραχειμασίας, ἔδοξε χρῆσθαι κατὰ θάλατταν τῷ | |
Hist.5.2.2 | πολέμῳ. οὕτως γὰρ ἐπέπειστο μόνως αὐτὸς μὲν δυ‐ νήσεσθαι ταχέως πανταχόθεν ἐπιφαίνεσθαι τοῖς πο‐ λεμίοις, τοὺς δ’ ὑπεναντίους ἥκιστ’ ἂν δύνασθαι | |
Hist.5.2.3 | παραβοηθεῖν ἀλλήλοις, ἅτε διεσπασμένους μὲν ταῖς χώραις, δεδιότας δ’ ἑκάστους περὶ σφῶν διὰ τὴν ἀδη‐ λότητα καὶ τὸ τάχος τῆς κατὰ θάλατταν παρουσίας | |
τῶν πολεμίων· πρὸς γὰρ Αἰτωλοὺς καὶ Λακεδαι‐ | ||
Hist.5.2.4 | μονίους ἔτι δ’ Ἠλείους ὁ πόλεμος ἦν αὐτῷ. κρι‐ θέντων δὲ τούτων, ἥθροιζε τάς τε τῶν Ἀχαιῶν νῆας καὶ τὰς σφετέρας εἰς τὸ Λέχαιον, καὶ συνεχεῖς ποιού‐ μενος ἀναπείρας ἐγύμναζε τοὺς φαλαγγίτας καὶ συν‐ | |
5 | είθιζε ταῖς εἰρεσίαις, προθύμως αὐτῷ πρὸς τὸ παραγγελλόμενον συνυπακουόντων τῶν Μακεδόνων· | |
Hist.5.2.5 | πρός τε γὰρ τοὺς ἐν γῇ κινδύνους ἐκ παρατάξεως γενναιότατοι πρός τε τὰς κατὰ θάλατταν ἐκ τοῦ και‐ ροῦ χρείας ἑτοιμότατοι, λειτουργοί γε μὴν περὶ τὰς ταφρείας καὶ χαρακοποιίας καὶ πᾶσαν τὴν τοιαύτην | |
Hist.5.2.6 | ταλαιπωρίαν φιλοπονώτατοί τινες, οἵους Ἡσίοδος παρεισάγει τοὺς Αἰακίδας, πολέμῳ κεχαρηότας ἠΰτε δαιτί. | |
Hist.5.2.7 | Ὁ μὲν οὖν βασιλεὺς καὶ τὸ τῶν Μακεδόνων πλῆ‐ θος ἐν τῷ Κορίνθῳ διέτριβε, περὶ τὴν κατὰ θάλατταν | |
Hist.5.2.8 | ἄσκησιν καὶ παρασκευὴν γινόμενος· ὁ δ’ Ἀπελλῆς, οὔτ’ ἐπικρατεῖν τοῦ Φιλίππου δυνάμενος οὔτε φέ‐ ρειν τὴν ἐλάττωσιν παρορώμενος, ποιεῖται συνωμο‐ σίαν πρὸς τοὺς περὶ Λεόντιον καὶ Μεγαλέαν, ὥστ’ | |
5 | ἐκείνους μὲν συμπαρόντας ἐπ’ αὐτῶν τῶν καιρῶν ἐθελοκακεῖν καὶ λυμαίνεσθαι τὰς τοῦ βασιλέως χρείας, αὐτὸς δὲ χωρισθεὶς εἰς Χαλκίδα φροντίζειν ἵνα μη‐ δαμόθεν αὐτῷ χορηγία παραγίνηται πρὸς τὰς ἐπι‐ | |
Hist.5.2.9 | βολάς. οὗτος μὲν οὖν τοιαῦτα συνθέμενος καὶ κα‐ κοτροπευσάμενος πρὸς τοὺς προειρημένους ἀπῆρεν εἰς τὴν Χαλκίδα; σκήψεις τινὰς εὐλόγους πρὸς τὸν | |
Hist.5.2.10 | βασιλέα πορισάμενος· κἀκεῖ διατρίβων οὕτως βεβαίως ἐτήρει τὰ κατὰ τοὺς ὅρκους, πάντων αὐτῷ πειθαρ‐ χούντων κατὰ τὴν προγεγενημένην πίστιν, ὥστε τὸ τελευταῖον ἀναγκασθῆναι τὸν βασιλέα δι’ ἀπορίαν | |
5 | ἐνέχυρα τιθέντα τῶν πρὸς τὴν χρείαν ἀργυρωμάτων | |
Hist.5.2.11 | ἀπὸ τούτων ποιεῖσθαι τὴν διαγωγήν. ἡθροισμένων δὲ τῶν πλοίων, καὶ τῶν Μακεδόνων ἤδη ταῖς εἰρε‐ σίαις κατηρτισμένων, σιτομετρήσας καὶ μισθοδοτή‐ σας ὁ βασιλεὺς τὴν δύναμιν ἀνήχθη, καὶ κατῆρε | |
5 | δευτεραῖος εἰς Πάτρας, ἔχων Μακεδόνας μὲν ἑξα‐ κισχιλίους, μισθοφόρους δὲ χιλίους καὶ διακοσίους. | |
Hist.5.3.1 | κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δωρίμαχος ὁ τῶν Αἰτωλῶν στρατηγὸς Ἀγέλαον καὶ Σκόπαν ἐξαπέ‐ στειλε τοῖς Ἠλείοις μετὰ Νεοκρήτων πεντακοσίων· οἱ δ’ Ἠλεῖοι δεδιότες μὴ τὴν Κυλλήνην ὁ Φίλιππος | |
5 | ἐπιβάληται πολιορκεῖν, στρατιώτας τε μισθοφόρους συνήθροιζον καὶ τοὺς πολιτικοὺς ἡτοίμαζον, ὠχυ‐ | |
Hist.5.3.2 | ροῦντο δὲ καὶ τὴν Κυλλήνην ἐπιμελῶς. εἰς ἃ βλέ‐ πων ὁ Φίλιππος, τούς τε τῶν Ἀχαιῶν μισθοφόρους καὶ τῶν παρ’ αὑτῷ Κρητῶν καὶ τῶν Γαλατικῶν ἱππέων τινάς, σὺν δὲ τούτοις τῶν ἐξ Ἀχαΐας ἐπι‐ | |
5 | λέκτων εἰς δισχιλίους πεζοὺς ἁθροίσας, ἐν τῇ τῶν Δυμαίων πόλει κατέλειπεν, ἅμα μὲν ἐφεδρείας ἔχον‐ τας, ἅμα δὲ προφυλακῆς τάξιν πρὸς τὸν ἀπὸ τῆς | |
Hist.5.3.3 | Ἠλείας φόβον. αὐτὸς δ’, ἔτι πρότερον γεγραφὼς τοῖς Μεσσηνίοις καὶ τοῖς Ἠπειρώταις, ἔτι δὲ τοῖς Ἀκαρνᾶσι καὶ Σκερδιλαΐδᾳ, πληροῦν ἑκάστοις τὰ παρ’ αὑτοῖς πλοῖα καὶ συναντᾶν εἰς Κεφαλληνίαν, | |
5 | ἀναχθεὶς ἐκ τῶν Πατρῶν κατὰ τὴν σύνταξιν ἔπλει, | |
Hist.5.3.4 | καὶ προσέσχε τῆς Κεφαλληνίας κατὰ Πρόννους. ὁρῶν δὲ τό τε πολισμάτιον [τοὺς Πρόννους] δυσπολιόρ‐ κητον ὂν καὶ τὴν χώραν στενήν, παρέπλει τῷ στόλῳ, καὶ καθωρμίσθη πρὸς τὴν τῶν Παλαιῶν πόλιν. | |
Hist.5.3.5 | συνιδὼν δὲ ταύτην τὴν χώραν γέμουσαν σίτου καὶ δυναμένην τρέφειν στρατόπεδον, τὴν μὲν δύναμιν | |
ἐκβιβάσας προσεστρατοπέδευσε τῇ πόλει, τὰς δὲ ναῦς συνορμίσας τάφρῳ καὶ χάρακι περιέλαβε, τοὺς δὲ | ||
Hist.5.3.6 | Μακεδόνας ἐφῆκε σιτολογεῖν. αὐτὸς δὲ περιῄει τὴν πόλιν, ἐπισκοπῶν πῶς δυνατὸν εἴη προσάγειν ἔργα τῷ τείχει καὶ μηχανάς, βουλόμενος ἅμα μὲν προσ‐ δέξασθαι τοὺς συμμάχους, ἅμα δὲ τὴν πόλιν ἐξε‐ | |
Hist.5.3.7 | λεῖν, ἵνα πρῶτον μὲν Αἰτωλῶν παρέληται τὴν ἀναγ‐ καιοτάτην ὑπηρεσίαν—ταῖς γὰρ τῶν Κεφαλλήνων ναυσὶ χρώμενοι τάς τ’ εἰς Πελοπόννησον ἐποιοῦντο διαβάσεις καὶ τὰς Ἠπειρωτῶν ἔτι δ’ Ἀκαρνάνων | |
Hist.5.3.8 | ἐπόρθουν παραλίας—δεύτερον δ’ ἵνα παρασκευάσῃ μὲν αὑτῷ, παρασκευάσῃ δὲ τοῖς συμμάχοις ὁρμη‐ | |
Hist.5.3.9 | τήριον εὐφυὲς κατὰ τῆς τῶν πολεμίων χώρας. ἡ γὰρ Κεφαλληνία κεῖται μὲν κατὰ τὸν Κορινθιακὸν κόλπον ὡς εἰς τὸ Σικελικὸν ἀνατείνουσα πέλαγος, | |
Hist.5.3.10 | ἐπίκειται δὲ τῆς μὲν Πελοποννήσου τοῖς πρὸς ἄρ‐ κτον καὶ πρὸς ἑσπέραν μέρεσι κεκλιμένοις καὶ μά‐ λιστα τῇ τῶν Ἠλείων χώρᾳ, τῆς δ’ Ἠπείρου καὶ τῆς Αἰτωλίας ἔτι δὲ τῆς Ἀκαρνανίας τοῖς πρὸς μεσημ‐ | |
5 | βρίαν καὶ πρὸς τὰς δύσεις μέρεσιν ἐστραμμένοις. | |
Hist.5.4.1 | διὸ καὶ πρός τε τὴν συναγωγὴν τῶν συμμάχων εὐ‐ φυῶς ἐχούσης καὶ κατὰ τῆς τῶν πολεμίων καὶ πρὸ τῆς τῶν φίλων χώρας εὐκαίρως κειμένης, ἔσπευδε χειρωσάμενος ὑφ’ αὑτὸν ποιήσασθαι τὴν νῆσον. | |
Hist.5.4.2 | συνθεωρῶν δὲ τὰ μὲν ἄλλα πάντα μέρη τῆς πόλεως τὰ μὲν θαλάττῃ, τὰ δὲ κρημνοῖς περιεχόμενα, βρα‐ χὺν δέ τινα τόπον ἐπίπεδον αὐτῆς ὑπάρχοντα, τὸ πρὸς τὴν Ζάκυνθον ἐστραμμένον, τῇδε διενοεῖτο | |
5 | προσάγειν ἔργα καὶ τῇδε τὴν ὅλην συνίστασθαι πο‐ | |
Hist.5.4.3 | λιορκίαν. ὁ μὲν οὖν βασιλεὺς περὶ ταῦτα καὶ πρὸς τούτοις ἦν. κατὰ δὲ τὸν καιρὸν τοῦτον πεντεκαί‐ | |
δεκα μὲν ἧκον λέμβοι παρὰ Σκερδιλαΐδου—τοὺς γὰρ πλείστους ἐκωλύθη πέμψαι διὰ τὰς γενομένας | ||
5 | ἐπιβουλὰς καὶ ταραχὰς περὶ τοὺς κατὰ τὴν Ἰλλυρίδα | |
Hist.5.4.4 | πολιδυνάστας—ἧκον δὲ καὶ παρ’ Ἠπειρωτῶν καὶ παρ’ Ἀκαρνάνων ἔτι δὲ Μεσσηνίων οἱ διαταχθέν‐ | |
Hist.5.4.5 | τες σύμμαχοι· τῆς γὰρ τῶν Φιαλέων πόλεως ἐξαι‐ ρεθείσης ἀπροφασίστως τὸ λοιπὸν ἤδη μετεῖχον | |
Hist.5.4.6 | Μεσσήνιοι τοῦ πολέμου. τῶν δὲ πρὸς τὴν πολιορ‐ κίαν ἡτοιμασμένων, διαθεὶς τὰ βέλη καὶ τοὺς πε‐ τροβόλους κατὰ τοὺς ἁρμόζοντας τόπους πρὸς τὸ κωλύειν τοὺς ἀμυνομένους, παρακαλέσας τοὺς Μα‐ | |
5 | κεδόνας ὁ βασιλεὺς προσῆγε τὰς μηχανὰς τοῖς τεί‐ | |
Hist.5.4.7 | χεσι καὶ διὰ τούτων τοῖς ὀρύγμασιν ἐνεχείρει. ταχὺ δὲ τοῦ τείχους ἐπὶ δύο πλέθρα κρεμασθέντος διὰ τὴν ἐν τοῖς ἔργοις προθυμίαν τῶν Μακεδόνων, ἐγ‐ γίσας τοῖς τείχεσιν ὁ βασιλεὺς παρῄνει τοῖς ἐν τῇ | |
Hist.5.4.8 | πόλει τίθεσθαι πρὸς αὑτὸν τὴν εἰρήνην. τῶν δὲ παρακουόντων, ἐμβαλὼν πῦρ τοῖς ἐρείσμασιν ὁμοῦ | |
Hist.5.4.9 | πᾶν τὸ διεστυλωμένον κατέβαλε τεῖχος. οὗ γενο‐ μένου, πρώτους ἐφῆκε τοὺς πελταστὰς τοὺς ὑπὸ Λεόντιον ταττομένους, σπειρηδὸν τάξας καὶ παραγ‐ | |
Hist.5.4.10 | γείλας βιάζεσθαι διὰ τοῦ πτώματος. οἱ δὲ περὶ τὸν Λεόντιον, τηροῦντες τὰ πρὸς τὸν Ἀπελλῆν συγκεί‐ μενα, τρὶς ἑξῆς τοὺς νεανίσκους ὑπερβάντας τὸ πτῶμα διέτρεψαν τοῦ μὴ τελεσιουργῆσαι τὴν κατά‐ | |
Hist.5.4.11 | ληψιν τῆς πόλεως· (καὶ) προδιεφθαρκότες μὲν τοὺς ἐπιφανεστάτους τῶν κατὰ μέρος ἡγεμόνων, ἐθελοκα‐ κοῦντες δὲ καὶ παρ’ ἕκαστον ἀποδειλιῶντες αὐτοί, | |
Hist.5.4.12 | τέλος ἐξέπεσον ἐκ τῆς πόλεως πολλὰς πληγὰς λα‐ βόντες, καίπερ εὐχερῶς δυνάμενοι κρατῆσαι τῶν | |
Hist.5.4.13 | πολεμίων. ὁ δὲ βασιλεύς, ὁρῶν ἀποδειλιῶντας μὲν | |
τοὺς ἡγεμόνας, τραυματίας δὲ καὶ πλείους γεγονότας τῶν Μακεδόνων, τῆς μὲν πολιορκίας ἀπέστη, περὶ δὲ τῶν ἑξῆς ἐβουλεύετο μετὰ τῶν φίλων. | ||
Hist.5.5.1 | Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Λυκοῦργος μὲν εἰς τὴν Μεσσηνίαν ἐξεστρατεύκει, Δωρίμαχος δὲ τοὺς ἡμίσεις ἔχων Αἰτωλῶν εἰς Θετταλίαν ἐπεποίητο τὴν ὁρμήν, ἀμφότεροι πεπεισμένοι τὸν Φίλιππον ἀπο‐ | |
Hist.5.5.2 | σπάσειν τῆς τῶν Παλαιέων πολιορκίας. ὑπὲρ ὧν ἧκον πρέσβεις πρὸς τὸν βασιλέα παρά τ’ Ἀκαρνάνων καὶ παρὰ Μεσσηνίων, οἱ μὲν παρὰ τῶν Ἀκαρνάνων παρακαλοῦντες αὐτὸν ἐμβαλεῖν εἰς τὴν τῶν Αἰτω‐ | |
5 | λῶν χώραν καὶ τόν τε Δωρίμαχον ἀποστῆσαι τῆς εἰς τὴν Μακεδονίαν ὁρμῆς καὶ τὴν χώραν τῶν Αἰ‐ | |
Hist.5.5.3 | τωλῶν ἐπελθεῖν καὶ πορθῆσαι πᾶσαν ἀδεῶς, οἱ δὲ παρὰ τῶν Μεσσηνίων δεόμενοι σφίσι βοηθεῖν καὶ διδάσκοντες ὅτι τῶν ἐτησίων ἤδη στάσιν ἐχόντων δυνατόν ἐστι τὴν παρακομιδὴν ἐκ τῆς Κεφαλληνίας | |
Hist.5.5.4 | εἰς τὴν Μεσσηνίαν ἐν ἡμέρᾳ ποιήσασθαι μιᾷ· διόπερ οἱ περὶ Γόργον τὸν Μεσσήνιον αἰφνίδιον καὶ πραγ‐ ματικὴν ἐσομένην συνίστασαν τὴν ἐπὶ τὸν Λυκοῦρ‐ | |
Hist.5.5.5 | γον ἐπίθεσιν. οἱ δὲ περὶ τὸν Λεόντιον, τηροῦντες τὴν αὑτῶν ὑπόθεσιν, συνήργουν τοῖς περὶ τὸν Γόρ‐ γον ἐκτενῶς, θεωροῦντες ὅτι συμβήσεται τὴν θε‐ ρείαν εἰς τέλος ἄπρακτον γενέσθαι τῷ Φιλίππῳ. | |
Hist.5.5.6 | πλεῦσαι μὲν γὰρ εἰς τὴν Μεσσηνίαν ῥᾴδιον ἦν, ἀνα‐ πλεῦσαι δ’ ἐκεῖθεν τῶν ἐτησίων ἐπεχόντων ἀδύνα‐ | |
Hist.5.5.7 | τον· ἐξ οὗ δῆλον ἦν ὡς ὁ μὲν Φίλιππος ἐν τῇ Μεσσηνίᾳ μετὰ τῆς δυνάμεως συγκλεισθεὶς ἀναγκα‐ σθήσεται τὸ λοιπὸν μέρος τοῦ θέρους ἄπρακτος μέ‐ νειν, οἱ δ’ Αἰτωλοὶ τὴν Θετταλίαν καὶ τὴν Ἤπει‐ | |
5 | ρον ἐπιπορευόμενοι κατασύρουσι καὶ πορθοῦσι πᾶ‐ | |
Hist.5.5.8 | σαν ἀδεῶς. οὗτοι μὲν οὖν λυμεωνευόμενοι ταῦτα καὶ τοιαῦτα συνεβούλευον. οἱ δὲ περὶ τὸν Ἄρατον | |
Hist.5.5.9 | συμπαρόντες τῆς ἐναντίας προέστασαν γνώμης. δεῖν γὰρ ἔφασαν εἰς τὴν Αἰτωλίαν ποιεῖσθαι τὸν πλοῦν καὶ τούτων ἔχεσθαι τῶν πραγμάτων· ἐξεστρατευ‐ κότων γὰρ τῶν Αἰτωλῶν μετὰ Δωριμάχου κάλλιστον | |
5 | εἶναι καιρὸν ἐπελθεῖν καὶ πορθῆσαι τὴν Αἰτωλίαν. | |
Hist.5.5.10 | ὁ δὲ βασιλεύς, τὰ μὲν ἀπιστῶν ἤδη τοῖς περὶ τὸν Λεόντιον ἐκ τῆς περὶ τὴν πολιορκίαν ἐθελοκακή‐ σεως, συναισθανόμενος δὲ καὶ ἐκ τοῦ περὶ τὸν πλοῦν αὐτῶν διαβουλίου τὴν κακοπραγμοσύνην, ἔκρινε | |
5 | χρῆσθαι τοῖς πράγμασι κατὰ τὴν Ἀράτου γνώμην. | |
Hist.5.5.11 | διόπερ Ἐπηράτῳ μὲν ἔγραψε τῷ τῶν Ἀχαιῶν στρα‐ τηγῷ βοηθεῖν τοῖς Μεσσηνίοις, ἀναλαβόντι τοὺς Ἀχαιούς, αὐτὸς δ’ ἀναχθεὶς ἐκ τῆς Κεφαλληνίας παρῆν δευτεραῖος εἰς Λευκάδα μετὰ τοῦ στόλου | |
Hist.5.5.12 | νυκτός. εὐτρεπισάμενος δὲ τὰ περὶ τὸν Διόρυκτον, καὶ ταύτῃ διακομίσας τὰς ναῦς, ἐποιεῖτο τὸν ἀπό‐ πλουν κατὰ τὸν Ἀμβρακικὸν καλούμενον κόλπον. | |
Hist.5.5.13 | ὁ δὲ προειρημένος κόλπος ἐπὶ πολὺ προτείνων ἐκ τοῦ Σικελικοῦ πελάγους εἰς τοὺς μεσογαίους ἀνήκει τόπους τῆς Αἰτωλίας, καθάπερ καὶ πρότερον ἡμῖν | |
Hist.5.5.14 | εἴρηται. διανύσας δὲ καὶ καθορμισθεὶς βραχὺ πρὸ ἡμέρας πρὸς τῇ καλουμένῃ Λιμναίᾳ, τοῖς μὲν στρα‐ τιώταις ἀριστοποιεῖσθαι παρήγγειλε καὶ τὸ πολὺ τῆς ἀποσκευῆς ἀποθεμένους εὐζώνους σφᾶς παρα‐ | |
Hist.5.5.15 | σκευάζειν πρὸς ἀναζυγήν, αὐτὸς δὲ τοὺς ὁδηγοὺς ἁθροίσας τά τε περὶ τοὺς τόπους καὶ τὰς παρακει‐ | |
Hist.5.6.1 | μένας πόλεις ἐπυνθάνετο καὶ διηρεύνα. κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκεν ἔχων Ἀριστόφαντος ὁ στρα‐ τηγὸς πανδημεὶ τοὺς Ἀκαρνᾶνας· πολλὰ γὰρ καὶ | |
δεινὰ πεπονθότες ἐν τοῖς ἀνώτερον χρόνοις ὑπ’ | ||
5 | Αἰτωλῶν ἐκθύμως εἶχον πρὸς τὸ κατὰ πάντα τρό‐ | |
Hist.5.6.2 | πον ἀμύνασθαι καὶ βλάψαι τοὺς Αἰτωλούς. διόπερ ἀσμένως ἐπιλαβόμενοι τότε τῆς Μακεδόνων ἐπαρ‐ κείας, ἧκον ἐν τοῖς ὅπλοις, οὐ μόνον ὅσοις ὁ νόμος ἐπέταττε στρατεύειν, ἀλλὰ καὶ τῶν πρεσβυτέρων | |
Hist.5.6.3 | τινές. οὐκ ἐλάττω δὲ τούτων ὁρμὴν εἶχον Ἠπει‐ ρῶται διὰ τὰς παραπλησίους αἰτίας· διὰ δὲ τὸ μέ‐ γεθος τῆς χώρας καὶ διὰ τὸ τῆς παρουσίας αἰφνί‐ διον τῆς τοῦ Φιλίππου καθυστέρουν τῇ συναγωγῇ | |
Hist.5.6.4 | τῶν καιρῶν. τῶν δ’ Αἰτωλῶν τοὺς μὲν ἡμίσεις ἔχων Δωρίμαχος (ἐπεποίητο τὴν ἔξοδον), καθάπερ εἶπον, τοὺς δ’ ἡμίσεις ἀπολελοίπει, νομίζων ἀξιό‐ χρεων πρὸς τὰ παράδοξα ταύτην τὴν ἐφεδρείαν | |
Hist.5.6.5 | ὑπάρχειν τῶν τε πόλεων καὶ τῆς χώρας. ὁ δὲ βασι‐ λεὺς ἀπολιπὼν φυλακὴν ἱκανὴν τῆς ἀποσκευῆς, τότε μὲν ἀναζεύξας ἐκ τῆς Λιμναίας δείλης καὶ προελ‐ | |
Hist.5.6.6 | θὼν ὡς ἑξήκοντα στάδια κατεστρατοπέδευσε. δει‐ πνοποιησάμενος δὲ καὶ βραχὺ διαναπαύσας τὴν δύνα‐ μιν αὖθις ὥρμα, καὶ συνεχῶς νυκτοπορήσας ἧκε πρὸς τὸν Ἀχελῷον ποταμὸν ἄρτι τῆς ἡμέρας ἐπι‐ | |
5 | φαινούσης, μεταξὺ Κωνώπης καὶ Στράτου, σπεύδων ἄφνω καὶ παραδόξως ἐπὶ τὸν ἐν τοῖς Θέρμοις τόπον ἐπιβαλεῖν. | |
Hist.5.7.1 | Οἱ δὲ περὶ τὸν Λεόντιον κατὰ δύο τρόπους ὁρῶν‐ τες τὸν μὲν Φίλιππον καθιξόμενον τῆς προθέσεως, τοὺς δ’ Αἰτωλοὺς ἀδυνατήσοντας τοῖς παροῦσι, καθ’ ἕνα μὲν ᾗ ταχεῖα καὶ παράδοξος ἡ τῶν Μακεδόνων | |
Hist.5.7.2 | ἐγεγόνει παρουσία, καθ’ ἕτερον δ’ ᾗ πρός γε τὸν ἐν τοῖς Θέρμοις τόπον οὐδέποτ’ ἂν ὑπολαβόντες Αἰτωλοὶ τολμῆσαι τὸν Φίλιππον οὕτω προχείρως | |
αὑτὸν δοῦναι διὰ τὰς ὀχυρότητας τῶν τόπων ἔμελλον | ||
5 | ἀπρονόητοι καὶ παντελῶς ἀπαράσκευοι ληφθήσεσθαι | |
Hist.5.7.3 | πρὸς τὸ συμβαῖνον· εἰς ἃ βλέποντες, καὶ τηροῦντες τὴν ἑαυτῶν πρόθεσιν, ᾤοντο δεῖν τὸν Φίλιππον περὶ τὸν Ἀχελῷον στρατοπεδεύσαντα προσαναπαῦσαι τὴν δύναμιν ἐκ τῆς νυκτοπορίας, σπουδάζοντες βρα‐ | |
5 | χεῖάν γε τοῖς Αἰτωλοῖς ἀναστροφὴν δοῦναι πρὸς | |
Hist.5.7.4 | τὴν βοήθειαν. οἱ δὲ περὶ τὸν Ἄρατον, θεωροῦντες τὸν μὲν καιρὸν ὀξὺν ὄντα τῆς ἐπιβολῆς, τοὺς δὲ περὶ τὸν Λεόντιον προδήλως ἐμποδίζοντας, διεμαρ‐ τύροντο τὸν Φίλιππον μὴ παριέναι τὸν καιρὸν μηδὲ | |
Hist.5.7.5 | καταμέλλειν. οἷς καὶ πεισθεὶς ὁ βασιλεύς, καὶ προσκόπτων ἤδη τοῖς περὶ τὸν Λεόντιον, ἐποιεῖτο | |
Hist.5.7.6 | τὴν πορείαν κατὰ τὸ συνεχές. διαβὰς δὲ τὸν Ἀχε‐ λῷον ποταμὸν προῆγε συντόνως ὡς ἐπὶ τὸν Θέρ‐ μον· ἅμα δὲ προάγων ἐδῄου καὶ κατέφθειρε τὴν | |
Hist.5.7.7 | χώραν. παρῄει δ’ ἐκ μὲν εὐωνύμων ἀπολιπὼν Στρά‐ τον, Ἀγρίνιον, Θεστιεῖς, ἐκ δὲ δεξιῶν Κωνώπην, | |
Hist.5.7.8 | Λυσιμάχειαν, Τριχώνιον, Φύταιον. ἀφικόμενος δὲ πρὸς πόλιν τὴν καλουμένην Μέταπαν, ἣ κεῖται μὲν ἐπ’ αὐτῆς τῆς Τριχωνίδος λίμνης καὶ τῶν παρὰ ταύτην στενῶν, ἀπέχει δὲ σχεδὸν ἑξήκοντα στάδια | |
Hist.5.7.9 | τοῦ προσαγορευομένου Θέρμου, ταύτην μὲν ἐκλι‐ πόντων τῶν Αἰτωλῶν εἰσαγαγὼν πεντακοσίους στρα‐ τιώτας κατεῖχε, βουλόμενος ἐφεδρείᾳ χρήσασθαι πρός τε τὴν εἴσοδον καὶ τὴν ἔξοδον τὴν ἐκ τῶν | |
Hist.5.7.10 | στενῶν—ἔστι γὰρ πᾶς ὁ παρὰ τὴν λίμνην τόπος ὀρεινὸς καὶ τραχύς, συνηγμένος ταῖς ὕλαις· διὸ καὶ παντελῶς στενὴν καὶ δυσδίοδον ἔχει τὴν πάροδον— | |
Hist.5.7.11 | μετὰ δὲ ταῦτα τοὺς μὲν μισθοφόρους προθέμενος πάσης τῆς πορείας, ἐπὶ δὲ τούτοις τοὺς Ἰλλυριούς, | |
ἑξῆς δὲ τοὺς πελταστὰς καὶ φαλαγγίτας ἔχων προῆγε διὰ τῶν στενῶν, ἀπουραγούντων μὲν αὐτῷ τῶν | ||
5 | Κρητῶν, δεξιῶν δὲ παρὰ πλάγια τῶν Θρᾳκῶν καὶ | |
Hist.5.7.12 | ψιλῶν ἀντιπαραπορευομένων ταῖς χώραις. τὴν μὲν γὰρ ἐκ τῶν εὐωνύμων ἐπιφάνειαν τῆς πορείας ἠσφάλισθ’ ἡ λίμνη σχεδὸν ἐπὶ τριάκοντα στάδια. | |
Hist.5.8.1 | ἀνύσας δὲ τοὺς προειρημένους τόπους, καὶ παρα‐ γενόμενος πρὸς τὴν καλουμένην κώμην Παμφίαν, ὁμοίως καὶ ταύτην ἀσφαλισάμενος φρουρᾷ προέβαινε πρὸς τὸν Θέρμον, ὁδὸν οὐ μόνον προσάντη καὶ | |
5 | τραχεῖαν διαφερόντως, ἀλλὰ καὶ κρημνοὺς ἐξ ἑκα‐ | |
Hist.5.8.2 | τέρου τοῦ μέρους ἔχουσαν βαθεῖς, ὥστε καὶ λίαν ἐπισφαλῆ καὶ στενὴν τὴν πάροδον εἶναι κατ’ ἐνίους τόπους, τῆς πάσης ἀναβάσεως οὔσης σχεδὸν ἐπὶ | |
Hist.5.8.3 | τριάκοντα στάδια. διανύσας δὲ καὶ ταύτην ἐν βρα‐ χεῖ χρόνῳ διὰ τὸ τοὺς Μακεδόνας ἐνεργὸν ποιεῖσθαι | |
Hist.5.8.4 | τὴν πορείαν, ἧκε πολλῆς ὥρας ἐπὶ τὸν Θέρμον, καὶ καταστρατοπεδεύσας ἐφῆκε τὴν δύναμιν τάς τε πε‐ ριοικίδας κώμας πορθεῖν καὶ τὸ τῶν Θερμίων πεδίον ἐπιτρέχειν, ὁμοίως δὲ καὶ τὰς οἰκίας τὰς ἐν αὐτῷ | |
5 | τῷ Θέρμῳ διαρπάζειν, οὔσας πλήρεις οὐ μόνον σίτου καὶ τῆς τοιαύτης χορηγίας, ἀλλὰ καὶ κατα‐ | |
Hist.5.8.5 | σκευῆς διαφερούσης τῶν παρ’ Αἰτωλῶν. καθ’ ἕκα‐ στον γὰρ ἔτος ἀγοράς τε καὶ πανηγύρεις ἐπιφανε‐ στάτας, ἔτι δὲ καὶ τὰς τῶν ἀρχαιρεσίων καταστάσεις ἐν τούτῳ τῷ τόπῳ συντελούντων, ἕκαστοι πρὸς τὰς | |
5 | ὑποδοχὰς καὶ τὰς εἰς ταῦτα παρασκευὰς τὰ πολυ‐ τελέστατα τῶν ἐν τοῖς βίοις ὑπαρχόντων εἰς τοῦτον | |
Hist.5.8.6 | ἀπετίθεντο τὸν τόπον. χωρὶς δὲ τῆς χρείας καὶ τὴν ἀσφάλειαν ἤλπιζον ἐνταυθοῖ βεβαιοτάτην αὑτοῖς ὑπάρχειν, διὰ τὸ μήτε πολέμιον τετολμηκέναι μη‐ | |
δένα πώποτε εἰς τοὺς τόπους τούτους ἐμβαλεῖν, εἶναί | ||
5 | τε τῇ φύσει τοιούτους ὥστε τῆς συμπάσης Αἰτωλίας | |
Hist.5.8.7 | οἷον ἀκροπόλεως ἔχειν τάξιν. διότιπερ εἰρηνευο‐ μένης ἐκ παλαιοῦ τῆς χώρας πλήρεις ἦσαν ἀγαθῶν πολλῶν αἵ τε περὶ τὸ ἱερὸν οἰκίαι καὶ πάντες οἱ | |
Hist.5.8.8 | πέριξ τόποι. ἐκείνην μὲν οὖν τὴν νύκτα παντο‐ δαπῆς γέμοντες ὠφελείας αὐτοῦ κατηυλίσθησαν· τῇ δ’ ἐπαύριον τῆς μὲν κατασκευῆς τὰ πολυτελέστατα καὶ τὰ δυνατὰ κομίζεσθαι διέλεγον, τὰ δὲ λοιπὰ | |
Hist.5.8.9 | σωρεύοντες πρὸ τῶν σκηνῶν ἐνεπίμπρασαν. ὁμοίως δὲ καὶ τῶν ὅπλων τῶν ἐν ταῖς στοαῖς ἀνακειμένων τὰ μὲν πολυτελῆ καθαιροῦντες ἀπεκόμιζον, τινὰ δ’ ὑπήλλαττον, τὰ δὲ λοιπὰ συναθροίσαντες πῦρ ἐνέ‐ | |
5 | βαλον. ἦν δὲ ταῦτα πλείω τῶν μυρίων καὶ πεντα‐ κισχιλίων. | |
Hist.5.9.1 | Καὶ ἕως μὲν τούτου πάντα κατὰ τοὺς τοῦ πο‐ λέμου· νόμους καλῶς καὶ δικαίως ἐπράττετο· τὰ δὲ | |
Hist.5.9.2 | μετὰ ταῦτα πῶς χρὴ λέγειν οὐκ οἶδα. λαβόντες γὰρ ἔννοιαν τῶν ἐν Δίῳ καὶ Δωδώνῃ πεπραγμένων τοῖς Αἰτωλοῖς, τάς τε στοὰς ἐνεπίμπρασαν καὶ τὰ λοιπὰ τῶν ἀναθημάτων διέφθειρον, ὄντα πολυτελῆ ταῖς | |
5 | κατασκευαῖς καὶ πολλῆς ἐπιμελείας ἔνια τετευχότα | |
Hist.5.9.3 | καὶ δαπάνης. οὐ μόνον δὲ τῷ πυρὶ κατελυμήναντο τὰς ὀροφάς, ἀλλὰ καὶ κατέσκαψαν εἰς ἔδαφος. ἀνέ‐ τρεψαν δὲ καὶ τοὺς ἀνδριάντας, ὄντας οὐκ ἐλάττους δισχιλίων· πολλοὺς δὲ καὶ διέφθειραν, πλὴν ὅσοι | |
5 | θεῶν ἐπιγραφὰς ἢ τύπους εἶχον· τῶν δὲ τοιούτων | |
Hist.5.9.4 | ἀπέσχοντο. κατέγραφον δ’ εἰς τοὺς τοίχους καὶ τὸν περιφερόμενον στίχον, ἤδη τότε τῆς ἐπιδεξιότητος τῆς Σάμου φυομένης, ὃς ἦν υἱὸς μὲν Χρυσογόνου, | |
Hist.5.9.5 | σύντροφος δὲ τοῦ βασιλέως. ὁ δὲ στίχος ἦν | |
ὁρᾷς τὸ δῖον οὗ βέλος διέπτατο; | ||
Hist.5.9.6 | καὶ μεγίστη δὴ καὶ παράστασις ἐπὶ τούτοις εἶχε τόν τε βασιλέα καὶ τοὺς περὶ αὐτὸν φίλους, ὡς δικαίως ταῦτα πράττοντας καὶ καθηκόντως, ἀμυνομένους τοῖς ὁμοίοις τὴν τῶν Αἰτωλῶν περὶ τὸ Δῖον ἀσέβειαν. | |
Hist.5.9.7 | ἐμοὶ δὲ τἀναντία δοκεῖ τούτων. εἰ δ’ ὀρθὸς ὁ λό‐ γος, σκοπεῖν ἐν μέσῳ πάρεστι, χρωμένους οὐχ ἑτέ‐ ροις τισίν, ἀλλὰ τοῖς ἐξ αὐτῆς τῆς οἰκίας ταύτης παραδείγμασιν. | |
Hist.5.9.8 | Ἀντίγονος ἐκ παρατάξεως νικήσας μάχῃ Κλεο‐ μένην τὸν βασιλέα τῶν Λακεδαιμονίων ἐγκρατὴς | |
Hist.5.9.9 | ἐγένετο καὶ τῆς Σπάρτης, αὐτός τ’ ὢν κύριος ὃ βού‐ λοιτο χρῆσθαι καὶ τῇ πόλει καὶ τοῖς ἐμπολιτευο‐ μένοις, τοσοῦτον ἀπεῖχε τοῦ κακῶς ποιεῖν τοὺς γε‐ γονότας ὑποχειρίους ὡς ἐκ τῶν ἐναντίων ἀποδοὺς | |
5 | τὸ πάτριον πολίτευμα καὶ τὴν ἐλευθερίαν, καὶ τῶν μεγίστων ἀγαθῶν αἴτιος γενόμενος καὶ κοινῇ καὶ κατ’ ἰδίαν Λακεδαιμονίοις, οὕτως εἰς τὴν οἰκείαν | |
Hist.5.9.10 | ἀπηλλάγη. τοιγαροῦν οὐ μόνον ἐκρίθη παρ’ αὐτὸν τὸν καιρὸν εὐεργέτης, ἀλλὰ καὶ μεταλλάξας σωτήρ, οὐδὲ παρὰ μόνοις Λακεδαιμονίοις, ἀλλὰ παρὰ πᾶσι τοῖς Ἕλλησιν ἀθανάτου τέτευχε τιμῆς καὶ δόξης ἐπὶ | |
Hist.5.10.1 | τοῖς προειρημένοις. καὶ μὴν ὁ πρῶτος αὐτῶν αὐξή‐ σας τὴν βασιλείαν καὶ γενόμενος ἀρχηγὸς τοῦ προ‐ σχήματος τῆς οἰκίας, Φίλιππος νικήσας Ἀθηναίους τὴν ἐν Χαιρωνείᾳ μάχην, οὐ τοσοῦτον ἤνυσε διὰ | |
5 | τῶν ὅπλων ὅσον διὰ τῆς ἐπιεικείας καὶ φιλανθρωπίας | |
Hist.5.10.2 | τῶν τρόπων. τῷ μὲν γὰρ πολέμῳ καὶ τοῖς ὅπλοις αὐτῶν μόνων περιεγένετο καὶ κύριος κατέστη τῶν ἀντιταξαμένων, τῇ δ’ εὐγνωμοσύνῃ καὶ μετριότητι πάντας Ἀθηναίους ἅμα καὶ τὴν πόλιν αὐτῶν ἔσχεν | |
Hist.5.10.3 | ὑποχείριον, οὐκ ἐπιμετρῶν τῷ θυμῷ τοῖς πραττο‐ μένοις, ἀλλὰ μέχρι τούτου πολεμῶν καὶ φιλονεικῶν, ἕως τοῦ λαβεῖν ἀφορμὰς πρὸς ἀπόδειξιν τῆς αὑτοῦ | |
Hist.5.10.4 | πρᾳότητος καὶ καλοκἀγαθίας. τοιγαροῦν χωρὶς λύ‐ τρων ἀποστείλας τοὺς αἰχμαλώτους καὶ κηδεύσας Ἀθηναίων τοὺς τετελευτηκότας, ἔτι δὲ συνθεὶς Ἀν‐ τιπάτρῳ τὰ τούτων ὀστᾶ καὶ τῶν ἀπαλλαττομένων | |
5 | τοὺς πλείστους ἀμφιέσας, μικρᾷ δαπάνῃ διὰ τὴν | |
Hist.5.10.5 | ἀγχίνοιαν τὴν μεγίστην πρᾶξιν κατειργάσατο· τὸ γὰρ Ἀθηναίων φρόνημα καταπληξάμενος τῇ μεγαλο‐ ψυχίᾳ πρὸς πᾶν ἑτοίμους αὐτοὺς ἔσχε συναγωνιστὰς | |
Hist.5.10.6 | ἀντὶ πολεμίων. τί δ’ Ἀλέξανδρος; ἐκεῖνος γὰρ ἐπὶ τοσοῦτον ἐξοργισθεὶς Θηβαίοις ὥστε τοὺς μὲν οἰκή‐ τορας ἐξανδραποδίσασθαι, τὴν δὲ πόλιν εἰς ἔδαφος κατασκάψαι, τῆς γε πρὸς τοὺς θεοὺς εὐσεβείας οὐκ | |
Hist.5.10.7 | ὠλιγώρησε περὶ τὴν κατάληψιν τῆς πόλεως, ἀλλὰ πλείστην ἐποιήσατο πρόνοιαν ὑπὲρ τοῦ μηδ’ ἀκού‐ σιον ἁμάρτημα γενέσθαι περὶ τὰ ἱερὰ καὶ καθόλου | |
Hist.5.10.8 | τὰ τεμένη. καὶ μὴν ὅτε διαβὰς εἰς τὴν Ἀσίαν μετε‐ πορεύετο τὴν Περσῶν ἀσέβειαν εἰς τοὺς Ἕλληνας, παρὰ μὲν τῶν ἀνθρώπων ἐπειράθη λαβεῖν δίκην ἀξίαν τῶν σφίσι πεπραγμένων, τῶν δὲ τοῖς θεοῖς | |
5 | καταπεφημισμένων πάντων ἀπέσχετο, καίπερ τῶν Περσῶν μάλιστα περὶ τοῦτο τὸ μέρος ἐξαμαρτόντων ἐν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις. | |
Hist.5.10.9 | Ταῦτ’ οὖν ἐχρῆν καὶ τότε Φίλιππον ἐν νῷ λαμ‐ βάνοντα συνεχῶς μὴ οὕτως τῆς ἀρχῆς ὡς τῆς προαιρέ‐ σεως καὶ τῆς μεγαλοψυχίας διάδοχον αὑτὸν ἀναδει‐ κνύναι καὶ κληρονόμον τῶν προειρημένων ἀνδρῶν. | |
Hist.5.10.10 | ὁ δ’ ἵνα μὲν καὶ συγγενὴς Ἀλεξάνδρου καὶ Φι‐ λίππου φαίνηται μεγάλην ἐποιεῖτο παρ’ ὅλον τὸν | |
βίον σπουδήν, ἵνα δὲ ζηλωτὴς οὐδὲ τὸν ἐλάχιστον | ||
Hist.5.10.11 | ἔσχε λόγον. τοιγαροῦν τἀναντία τοῖς προειρημένοις ἀνδράσιν ἐπιτηδεύων τῆς ἐναντίας ἔτυχε παρὰ πᾶσι | |
Hist.5.11.1 | δόξης, προβαίνων κατὰ τὴν ἡλικίαν. ὧν ἦν ἓν καὶ τὸ τότε πραχθέν. τοῖς γὰρ Αἰτωλῶν ἀσεβήμασι συν‐ εξαμαρτάνων διὰ τὸν θυμὸν καὶ κακῷ κακὸν ἰώμε‐ | |
Hist.5.11.2 | νος οὐδὲν ᾤετο ποιεῖν ἄτοπον. καὶ Σκόπᾳ μὲν καὶ Δωριμάχῳ παρ’ ἕκαστον εἰς ἀσέλγειαν καὶ παρανο‐ μίαν ὠνείδιζε, τὴν ἐν Δωδώνῃ καὶ Δίῳ προφερό‐ μενος ἀσέβειαν εἰς τὸ θεῖον· αὐτὸς δὲ παραπλήσια | |
5 | ποιῶν οὐκ ᾤετο τῆς ὁμοίας ἐκείνοις τεύξεσθαι δό‐ | |
Hist.5.11.3 | ξης παρὰ τοῖς ἀκούσασι. τὸ μὲν γὰρ παραιρεῖσθαι τῶν πολεμίων καὶ καταφθείρειν φρούρια, λιμένας, πόλεις, ἄνδρας, ναῦς, καρπούς, τἄλλα τὰ τούτοις παραπλήσια, δι’ ὧν τοὺς μὲν ὑπεναντίους ἀσθενε‐ | |
5 | στέρους ἄν τις ποιήσαι, τὰ δὲ σφέτερα πράγματα καὶ τὰς ἐπιβολὰς δυναμικωτέρας, ταῦτα μὲν ἀναγ‐ κάζουσιν οἱ τοῦ πολέμου νόμοι καὶ τὰ τούτου δίκαια | |
Hist.5.11.4 | δρᾶν· τὸ δὲ μήτε τοῖς ἰδίοις πράγμασιν ἐπικουρίαν μέλλοντα μηδ’ ἡντινοῦν παρασκευάζειν μήτε τοῖς ἐχθροῖς ἐλάττωσιν πρός γε τὸν ἐνεστῶτα πόλεμον ἐκ περιττοῦ καὶ ναούς, ἅμα δὲ τούτοις ἀνδριάντας | |
5 | καὶ πᾶσαν δὴ τὴν τοιαύτην κατασκευὴν λυμαίνε‐ σθαι, πῶς οὐκ ἂν εἴποι τις εἶναι τρόπου καὶ θυ‐ | |
Hist.5.11.5 | μοῦ λυττῶντος ἔργον; οὐ γὰρ ἐπ’ ἀπωλείᾳ δεῖ καὶ ἀφανισμῷ τοῖς ἀγνοήσασι πολεμεῖν τοὺς ἀγαθοὺς ἄνδρας, ἀλλ’ ἐπὶ διορθώσει καὶ μεταθέσει τῶν ἡμαρ‐ τημένων, οὐδὲ συναναιρεῖν τὰ μηδὲν ἀδικοῦντα τοῖς | |
5 | ἠδικηκόσιν, ἀλλὰ συσσῴζειν μᾶλλον καὶ συνεξαιρεῖ‐ | |
Hist.5.11.6 | σθαι τοῖς ἀναιτίοις τοὺς δοκοῦντας ἀδικεῖν. τυράν‐ νου μὲν γὰρ ἔργον ἐστὶ τὸ κακῶς ποιοῦντα τῷ φόβῳ | |
δεσπόζειν ἀκουσίων, μισούμενον καὶ μισοῦντα τοὺς ὑποταττομένους· βασιλέως δὲ τὸ πάντας εὖ ποιοῦντα, | ||
5 | διὰ τὴν εὐεργεσίαν καὶ φιλανθρωπίαν ἀγαπώμενον, ἑκόντων ἡγεῖσθαι καὶ προστατεῖν. | |
Hist.5.11.7 | Μάλιστα δ’ ἄν τις καταμάθοι τὴν ἁμαρτίαν τὴν τότε Φιλίππου, λαβὼν πρὸ ὀφθαλμῶν τίνα διάληψιν εἰκὸς ἦν Αἰτωλοὺς ἔχειν, εἰ τἀναντία τοῖς εἰρημένοις ἔπραξε καὶ μήτε τὰς στοὰς μήτε τοὺς ἀνδριάντας | |
5 | διέφθειρε μήτ’ ἄλλο μηδὲν ᾐκίσατο τῶν ἀναθημά‐ | |
Hist.5.11.8 | των. ἐγὼ μὲν γὰρ οἶμαι τὴν βελτίστην ἂν καὶ φι‐ λανθρωποτάτην, συνειδότας μὲν αὑτοῖς τὰ περὶ Δῖον καὶ Δωδώνην πεπραγμένα, σαφῶς δὲ γινώσκοντας ὅθ’ ὁ Φίλιππος τότε καὶ πρᾶξαι κύριος ἦν ὃ βου‐ | |
5 | ληθείη, καὶ πράξας τὰ δεινότατα δικαίως ἂν ἐδόκει | |
Hist.5.11.9 | τοῦτο πεποιηκέναι τό γε κατ’ ἐκείνους μέρος· διὰ δὲ τὴν αὑτοῦ πρᾳότητα καὶ μεγαλοψυχίαν οὐδὲν | |
Hist.5.12.1 | εἵλετο τῶν ὁμοίων ἐκείνοις ἐπιτηδεύειν. δῆλον γὰρ ἐκ τούτων ὡς εἰκὸς ἦν αὑτῶν μὲν καταγινώσκειν, τὸν δὲ Φίλιππον ἀποδέχεσθαι καὶ θαυμάζειν, ὡς βασιλικῶς καὶ μεγαλοψύχως αὐτοῦ· χρωμένου τῇ τε | |
5 | πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τῇ πρὸς αὐτοὺς ὀργῇ. | |
Hist.5.12.2 | καὶ μὴν τό γε νικῆσαι τοὺς πολεμίους καλοκἀγαθίᾳ καὶ τοῖς δικαίοις οὐκ ἐλάττω, μείζω δὲ παρέχεται | |
Hist.5.12.3 | χρείαν τῶν ἐν τοῖς ὅπλοις κατορθωμάτων. οἷς μὲν γὰρ δι’ ἀνάγκην, οἷς δὲ κατὰ προαίρεσιν εἴκουσιν οἱ λειφθέντες· καὶ τὰ μὲν μετὰ μεγάλων ἐλαττω‐ μάτων ποιεῖται τὴν διόρθωσιν, τὰ δὲ χωρὶς βλάβης | |
Hist.5.12.4 | πρὸς τὸ βέλτιον μετατίθησι τοὺς ἁμαρτάνοντας. τὸ δὲ μέγιστον, ἐν οἷς μὲν τὸ πλεῖστόν ἐστι τῆς πρά‐ ξεως τῶν ὑποταττομένων, ἐν οἷς δ’ αὐτοτελὴς ἡ νίκη γίνεται τῶν ἡγουμένων. | |
Hist.5.12.5 | Ἴσως μὲν οὖν οὐκ ἄν τις αὐτῷ Φιλίππῳ τῶν τότε γενομένων πᾶσαν ἐπιφέροι τὴν αἰτίαν διὰ τὴν ἡλικίαν, τὸ πλεῖον δὲ τοῖς συνοῦσι καὶ συμπράτ‐ τουσι τῶν φίλων, ὧν ἦν Ἄρατος καὶ Δημήτριος ὁ | |
Hist.5.12.6 | Φάριος. ὑπὲρ ὧν οὐ δυσχερὲς ἀποφήνασθαι καὶ μὴ παρόντα τότε ποτέρου τὴν τοιαύτην εἰκὸς εἶναι | |
Hist.5.12.7 | συμβουλίαν. χωρὶς γὰρ τῆς κατὰ τὸν ὅλον βίον προαιρέσεως, ἐν ᾗ περὶ μὲν Ἄρατον οὐδὲν ἂν εὑρε‐ θείη προπετὲς οὐδ’ ἄκριτον, περὶ δὲ Δημήτριον τἀναντία, καὶ δεῖγμα τῆς προαιρέσεως ἑκατέρων ἐν | |
5 | οἷς (συνεβουλεύσαντο Φιλίππῳ) παραπλησίως ὁμολο‐ | |
Hist.5.12.8 | γούμενον ἔχομεν· ὑπὲρ οὗ λαβόντες τὸν οἰκεῖον και‐ ρὸν ποιησόμεθα τὴν ἁρμόζουσαν μνήμην. | |
Hist.5.13.1 | Ὁ δὲ Φίλιππος—ἀπὸ γὰρ τούτων παρεξέβην— ὅσα δυνατὸν ἦν ἄγειν καὶ φέρειν ἀναλαβὼν ἐκ τοῦ Θέρμου προῆγε, ποιούμενος τὴν αὐτὴν ἐπάνοδον ᾗ καὶ παρεγένετο, προβαλόμενος μὲν τὴν λείαν εἰς | |
5 | τοὔμπροσθεν καὶ τὰ βαρέα τῶν ὅπλων, ἐπὶ δὲ τῆς οὐραγίας ἀπολιπὼν τοὺς Ἀκαρνᾶνας καὶ τοὺς μι‐ | |
Hist.5.13.2 | σθοφόρους, σπεύδων ὡς τάχιστα διανύσαι τὰς δυσ‐ χωρίας διὰ τὸ προσδοκᾶν τοὺς Αἰτωλοὺς ἐξάψε‐ σθαι τῆς οὐραγίας, πιστεύοντας ταῖς ὀχυρότησι τῶν | |
Hist.5.13.3 | τόπων. ὃ καὶ συνέβη γενέσθαι παρὰ πόδας. οἱ γὰρ Αἰτωλοὶ προσβεβοηθηκότες καὶ συνηθροισμένοι σχεδὸν εἰς τρισχιλίους, ἕως μὲν ὁ Φίλιππος ἦν ἐπὶ τῶν μετεώρων, οὐκ ἤγγιζον, ἀλλ’ ἔμενον ἔν τισι | |
5 | τόποις ἀδήλοις, Ἀλεξάνδρου τοῦ Τριχωνέως προε‐ στῶτος αὐτῶν· ἅμα δὲ τῷ κινῆσαι τὴν οὐραγίαν ἐπέβαλον εὐθέως εἰς τὸν Θέρμον καὶ προσέκειντο | |
Hist.5.13.4 | τοῖς ἐσχάτοις. γινομένης δὲ ταραχῆς περὶ τὴν οὐ‐ ραγίαν, ἔτι μᾶλλον ἐκθύμως οἱ παρὰ τῶν Αἰτωλῶν | |
ἐπέκειντο καὶ προσέφερον τὰς χεῖρας, πιστεύοντες | ||
Hist.5.13.5 | τοῖς τόποις. ὁ δὲ Φίλιππος, προειδὼς τὸ μέλλον, ὑπό τινα λόφον ὑπεστάλκει τοὺς Ἰλλυριοὺς ἐν τῇ καταβάσει καὶ τῶν πελταστῶν τοὺς ἐπιτηδειοτάτους. | |
Hist.5.13.6 | ὧν διαναστάντων ἐπὶ τοὺς ἐπικειμένους καὶ προ‐ πεπτωκότας τῶν ὑπεναντίων, τοὺς μὲν λοιποὺς τῶν Αἰτωλῶν ἀνοδίᾳ καὶ προτροπάδην συνέβη φυγεῖν, ἑκατὸν δὲ καὶ τριάκοντα πεσεῖν, ἁλῶναι δ’ οὐ πολὺ | |
Hist.5.13.7 | τούτων ἐλάττους. γενομένου δὲ τοῦ προτερήματος τούτου, ταχέως οἱ περὶ τὴν οὐραγίαν, ἐμπρήσαντες τὸ Πάμφιον καὶ μετ’ ἀσφαλείας διελθόντες τὰ στενά, | |
Hist.5.13.8 | συνέμιξαν τοῖς Μακεδόσιν· ὁ γὰρ Φίλιππος ἐστρα‐ τοπεδευκὼς περὶ τὴν Μέταπαν ἐνταυθοῖ προσανε‐ δέχετο τοὺς ἀπὸ τῆς οὐραγίας. εἰς δὲ τὴν ὑστεραίαν κατασκάψας τὴν Μέταπαν προῆγε, καὶ παρενέβαλε | |
Hist.5.13.9 | περὶ τὴν καλουμένην πόλιν Ἄκρας. τῇ δ’ ἑξῆς ἅμα προάγων ἐπόρθει τὴν χώραν, καὶ καταστρατοπεδεύ‐ σας περὶ Κωνώπην ἐπέμεινε τὴν ἐχομένην ἡμέραν. | |
Hist.5.13.10 | τῇ δ’ ἐπιούσῃ πάλιν ἀναζεύξας ἐποιεῖτο τὴν πορείαν παρὰ τὸν Ἀχελῷον ἕως ἐπὶ τὸν Στράτον. διαβὰς δὲ τὸν ποταμὸν ἐπέστησε τὴν δύναμιν ἐκτὸς βέλους, | |
Hist.5.14.1 | ἀποπειρώμενος τῶν ἔνδον· ἐπυνθάνετο γὰρ εἰς τὸν Στράτον συνδεδραμηκέναι τῶν Αἰτωλῶν πεζοὺς μὲν εἰς τρισχιλίους, ἱππεῖς δὲ περὶ τετρακοσίους, Κρῆ‐ | |
Hist.5.14.2 | τας δ’ εἰς πεντακοσίους. οὐδενὸς δ’ ἐπεξιέναι τολ‐ μῶντος, αὖτις ἀρξάμενος ἐκίνει τοὺς πρώτους, ποιού‐ μενος τὴν πορείαν ὡς ἐπὶ τὴν Λιμναίαν καὶ τὰς | |
Hist.5.14.3 | ναῦς. ἅμα δὲ τῷ τὴν οὐραγίαν παραλλάξαι τὴν πόλιν τὸ μὲν πρῶτον ὀλίγοι τῶν Αἰτωλικῶν ἱππέων | |
Hist.5.14.4 | ἐξελθόντες κατεπείραζον τῶν ἐσχάτων· ἐπεὶ δὲ τό τε τῶν Κρητῶν πλῆθος ἐκ τῆς πόλεως καί τινες | |
τῶν Αἰτωλικῶν συνῆψαν τοῖς αὑτῶν ἱππεῦσι, γινο‐ μένης ὁλοσχερεστέρας συμπλοκῆς, ἠναγκάσθησαν ἐκ | ||
Hist.5.14.5 | μεταβολῆς οἱ περὶ τὴν οὐραγίαν κινδυνεύειν. τὸ μὲν οὖν πρῶτον ἀμφοτέρων ἐφάμιλλος ἦν ὁ κίνδυ‐ νος· προσβοηθησάντων δὲ τοῖς παρὰ τοῦ Φιλίππου μισθοφόροις τῶν Ἰλλυριῶν, ἐνέκλιναν καὶ σποράδην | |
5 | ἔφευγον οἱ τῶν Αἰτωλῶν ἱππεῖς καὶ μισθοφόροι. | |
Hist.5.14.6 | καὶ τὸ μὲν πολὺ μέρος αὐτῶν ἕως εἰς τὰς πύλας καὶ πρὸς τὰ τείχη συνεδίωξαν οἱ παρὰ τοῦ βασιλέως, | |
Hist.5.14.7 | κατέβαλον δ’ εἰς ἑκατόν. ἀπὸ δὲ ταύτης τῆς χρείας λοιπὸν οἱ μὲν ἐκ τῆς πόλεως τὴν ἡσυχίαν ἦγον, οἱ δ’ ἀπὸ τῆς οὐραγίας ἀσφαλῶς συνῆψαν πρὸς τὸ στρατόπεδον καὶ τὰς ναῦς. | |
Hist.5.14.8 | Ὁ δὲ Φίλιππος καταστρατοπεδεύσας ἐν ὥρᾳ τοῖς θεοῖς ἔθυεν εὐχαριστήρια τῆς γεγενημένης αὐτῷ περὶ τὴν ἐπιβολὴν εὐροίας, ἅμα δὲ καὶ τοὺς ἡγεμόνας | |
Hist.5.14.9 | ἐκάλει, βουλόμενος ἑστιᾶσαι πάντας. ἐδόκει γὰρ εἰς τόπους αὑτὸν δεδωκέναι παραβόλους καὶ τοιού‐ τους, εἰς οὓς οὐδεὶς ἐτόλμησε πρότερον στρατοπέδῳ | |
Hist.5.14.10 | παρεμβαλεῖν. ὁ δ’ οὐ μόνον ἐνέβαλε μετὰ τῆς δυ‐ νάμεως, ἀλλὰ καὶ πᾶν ὃ προέθετο συντελεσάμενος ἀσφαλῶς ἐποιήσατο τὴν ἐπάνοδον. δι’ ἃ περιχαρὴς ὢν οὗτος μὲν ἐγίνετο περὶ τὴν τῶν ἡγεμόνων ὑπο‐ | |
Hist.5.14.11 | δοχήν· οἱ δὲ περὶ τὸν Μεγαλέαν καὶ Λεόντιον δυσ‐ χερῶς ἔφερον τὴν γεγενημένην ἐπιτυχίαν τοῦ βα‐ σιλέως, ὡς ἂν διατεταγμένοι μὲν πρὸς τὸν Ἀπελλῆν πάσαις ἐμποδιεῖν ταῖς ἐπιβολαῖς αὐτοῦ, μὴ δυνά‐ | |
Hist.5.14.12 | μενοι δὲ τοῦτο ποιεῖν, ἀλλὰ τῶν πραγμάτων αὐτοῖς κατὰ τοὐναντίον προχωρούντων, (διεσφαλμένοι προ‐ φανῶς). ἀλλ’ ἧκόν γε πρὸς τὸ δεῖπνον. | |
Hist.5.15.1 | Ἦσαν μὲν οὖν εὐθέως ἐν ὑπονοίᾳ τῷ τε βασιλεῖ | |
καὶ τοῖς ἄλλοις οὐχ ὁμοίως τοῖς λοιποῖς χαίροντες | ||
Hist.5.15.2 | ἐπὶ τοῖς γεγονόσι· προβαίνοντος δὲ τοῦ πότου, κἄ‐ πειτα γενομένης ἀκαιρίας καὶ πολυποσίας, ἀναγκα‐ σθέντες συμπεριφέρεσθαι, ταχέως ἐξεθεάτρισαν αὑ‐ | |
Hist.5.15.3 | τούς. λυθείσης γὰρ τῆς συνουσίας ὑπό τε τῆς μέθης καὶ τῆς ἀλογιστίας ἐλαυνόμενοι, περιῄεσαν ζητοῦν‐ | |
Hist.5.15.4 | τες τὸν Ἄρατον. συμμίξαντες δὲ κατὰ τὴν ἐπάνοδον αὐτῷ, τὸ μὲν πρῶτον ἐλοιδόρουν, μετὰ δὲ βάλλειν | |
Hist.5.15.5 | ἐνεχείρησαν τοῖς λίθοις. προσβοηθούντων δὲ πλειό‐ νων ἀμφοτέροις θόρυβος ἦν καὶ κίνημα κατὰ τὴν παρεμβολήν. ὁ δὲ βασιλεὺς ἀκούων τῆς κραυγῆς, ἐξαπέστειλε τοὺς ἐπιγνωσομένους καὶ διαλύσοντας | |
Hist.5.15.6 | τὴν ταραχήν. ὁ μὲν οὖν Ἄρατος, παραγενομένων τούτων, εἰπὼν τὰ γεγονότα καὶ μάρτυρας παρασχό‐ μενος τοὺς συμπαρόντας, ἀπηλλάττετο (ταύτης τῆς | |
Hist.5.15.7 | ἀδι)κίας ἐπὶ τὴν αὑτοῦ σκηνήν, ὁ δὲ Λεόντιος ἀλό‐ γως πως κατὰ τὸν θόρυβον ἀπέρρευσε. τὸν δὲ Με‐ γαλέαν καὶ Κρίνωνα μεταπεμψάμενος ὁ βασιλεύς, | |
Hist.5.15.8 | ἐπεὶ συνῆκε τὸ γεγονός, ἐπετίμα πικρῶς. οἱ δ’ οὐχ οἷον (ὑπέμειναν, ἀλλ’ ἐπ)εμέτρησαν, φάσκοντες οὐδὲ λήξειν τῆς προθέσεως, ἕως ἂν τὸν μισθὸν ἐπιθῶσι | |
Hist.5.15.9 | τοῖς περὶ τὸν Ἄρατον. ὁ δὲ βασιλεύς, ὀργισθεὶς ἐπὶ τῷ ῥηθέντι, παραχρῆμα πρὸς εἴκοσι τάλαντα κατεγγυήσας ἐκέλευσεν αὐτοὺς εἰς φυλακὴν ἀπαγα‐ | |
Hist.5.16.1 | γεῖν. τῇ δ’ ἐπαύριον ἀνακαλεσάμενος τὸν Ἄρατον παρεκάλει θαρρεῖν, ὅτι ποιήσεται τὴν ἐνδεχομένην | |
Hist.5.16.2 | ἐπιστροφὴν τοῦ πράγματος. ὁ δὲ Λεόντιος, συνεὶς τὰ περὶ τὸν Μεγαλέαν, ἧκε πρὸς τὴν σκηνὴν μετά τινων πελταστῶν, πεπεισμένος καταπλήξεσθαι διὰ τὴν ἡλικίαν καὶ ταχέως εἰς μετάνοιαν ἄξειν τὸν | |
Hist.5.16.3 | βασιλέα. συντυχὼν δ’ αὐτῷ, προσεπυνθάνετο τίς | |
ἐτόλμησεν ἐπιβαλεῖν τὰς χεῖρας Μεγαλέᾳ καὶ τίς εἰς | ||
Hist.5.16.4 | τὴν φυλακὴν ἀπαγαγεῖν. τοῦ δὲ βασιλέως ὑποστα‐ τικῶς αὐτοῦ φήσαντος συντεταχέναι, καταπλαγεὶς ὁ Λεόντιος καί τι προσανοιμώξας, ἀπῄει τεθυμωμένος. | |
Hist.5.16.5 | ὁ δὲ βασιλεύς, ἀναχθεὶς παντὶ τῷ στόλῳ καὶ διάρας τὸν κόλπον, ὡς θᾶττον εἰς τὴν Λευκάδα καθωρ‐ μίσθη, τοῖς μὲν ἐπὶ τῆς τῶν λαφύρων οἰκονομίας τεταγμένοις περὶ ταῦτα συνέταξε γινομένοις μὴ καθ‐ | |
5 | υστερεῖν, αὐτὸς δὲ συναγαγὼν τοὺς φίλους ἀπέ‐ | |
Hist.5.16.6 | δωκε κρίσιν τοῖς περὶ τὸν Μεγαλέαν. τοῦ δ’ Ἀρά‐ του κατηγορήσαντος ἀνέκαθεν τὰ πεπραγμένα τοῖς περὶ τὸν Λεόντιον, καὶ διελθόντος τὴν γενομένην ὑπ’ αὐτῶν ἐν Ἄργει σφαγήν, ἣν ἐποιήσαντο μετὰ | |
5 | τὸν Ἀντιγόνου χωρισμόν, καὶ τὰς πρὸς Ἀπελλῆν συνθήκας, ἔτι δὲ τὸν περὶ τοὺς Παλαιεῖς ἐμποδι‐ | |
Hist.5.16.7 | σμόν, καὶ πάντα ταῦτα μετ’ ἀποδείξεως ἐνδεικνυμένου καὶ μαρτύρων, οὐ δυνάμενοι πρὸς οὐδὲν ἀντιλέγειν οἱ περὶ τὸν Μεγαλέαν κατεκρίθησαν ὁμοθυμαδὸν | |
Hist.5.16.8 | ὑπὸ τῶν φίλων. καὶ Κρίνων μὲν ἔμεινεν ἐν τῇ φυλακῇ, τὸν δὲ Μεγαλέαν Λεόντιος ἀνεδέξατο τῶν χρημάτων. | |
Hist.5.16.9 | Ἡ μὲν οὖν Ἀπελλοῦ καὶ τῶν περὶ τὸν Λεόντιον πρᾶξις ἐν τούτοις ἦν, παλίντροπον λαμβάνουσα τὴν | |
Hist.5.16.10 | προκοπὴν ταῖς ἐξ ἀρχῆς αὐτῶν ἐλπίσιν. ἔδοξαν μὲν γὰρ καταπληξάμενοι τὸν Ἄρατον καὶ μονώσαντες τὸν Φίλιππον ποιήσειν ὅ τι ἂν αὐτοῖς δοκῇ συμφέρειν, ἀπέβη δὲ τούτων τἀναντία. | |
Hist.5.17.1 | Κατὰ δὲ τοὺς προειρημένους καιροὺς Λυκοῦργος ἐκ μὲν τῆς Μεσσηνίας οὐδὲν ἄξιον λόγου πράξας ἐπανῆλθε· μετὰ δὲ ταῦτα πάλιν ὁρμήσας ἐκ Λακε‐ | |
Hist.5.17.2 | δαίμονος κατελάβετο τὴν τῶν Τεγεατῶν πόλιν. τῶν | |
δὲ σωμάτων ἀποχωρησάντων εἰς τὴν ἄκραν, ἐπεβά‐ λετο πολιορκεῖν ταύτην. οὐδαμῶς δὲ δυνάμενος ἀνύειν οὐδὲν αὖτις ἀνεχώρησεν εἰς τὴν Σπάρτην. | ||
Hist.5.17.3 | οἱ δ’ ἐκ τῆς Ἤλιδος καταδραμόντες τὴν Δυμαίαν καὶ τοὺς βοηθήσαντας τῶν ἱππέων εἰς ἐνέδραν ἐπα‐ | |
Hist.5.17.4 | γαγόμενοι ῥᾳδίως ἐτρέψαντο, καὶ τῶν μὲν Γαλατικῶν οὐκ ὀλίγους κατέβαλον, τῶν δὲ πολιτικῶν αἰχμαλώ‐ τους ἔλαβον Πολυμήδη τε τὸν Αἰγιέα καὶ Δυμαίους | |
Hist.5.17.5 | Ἀγησίπολιν καὶ Διοκλέα. Δωρίμαχος δὲ τὴν μὲν πρώτην ἔξοδον ἐποιήσατο μετὰ τῶν Αἰτωλῶν, πε‐ πεισμένος, καθάπερ ἐπάνω προεῖπον, αὑτὸν μὲν ἀσφαλῶς κατασύρειν τὴν Θετταλίαν, τὸν δὲ Φίλιπ‐ | |
5 | πον ἀναστήσειν ἀπὸ τῆς περὶ τοὺς Παλαιεῖς πολιορ‐ | |
Hist.5.17.6 | κίας· εὑρὼν δὲ τοὺς περὶ τὸν Χρυσόγονον καὶ Πε‐ τραῖον ἑτοίμους ἐν Θετταλίᾳ πρὸς τὸ διακινδυνεύειν, εἰς μὲν τὸ πεδίον οὐκ ἐθάρρει καταβαίνειν, ἐν δὲ | |
Hist.5.17.7 | ταῖς παρωρείαις προσανέχων διῆγε. προσπεσούσης δ’ αὐτῷ τῆς τῶν Μακεδόνων εἰς τὴν Αἰτωλίαν εἰσβολῆς, ἀφέμενος τῶν κατὰ Θετταλίαν ἐβοήθει τούτοις κατὰ σπουδήν. καταλαβὼν δ’ ἀπηλλαγμέ‐ | |
5 | νους ἐκ τῆς Αἰτωλίας τοὺς Μακεδόνας οὗτος μὲν | |
Hist.5.17.8 | ὑπελείπετο καὶ καθυστέρει πάντων· ὁ δὲ βασιλεὺς ἀναχθεὶς ἐκ τῆς Λευκάδος, καὶ πορθήσας ἐν παρά‐ πλῳ τὴν τῶν Οἰανθέων χώραν, κατῆρε μετὰ τοῦ | |
Hist.5.17.9 | στόλου παντὸς εἰς Κόρινθον. ὁρμίσας δὲ τὰς νῆας ἐν τῷ Λεχαίῳ τήν τε δύναμιν ἐξεβίβαζε καὶ τοὺς γραμματοφόρους διαπέστελλε πρὸς τὰς ἐν Πελοπον‐ νήσῳ συμμαχίδας πόλεις, δηλῶν τὴν ἡμέραν, ἐν ᾗ | |
5 | δεήσει πάντας μετὰ τῶν ὅπλων κοιταίους ἐν τῇ τῶν | |
Hist.5.18.1 | Τεγεατῶν γίνεσθαι πόλει. ταῦτα δὲ διαπραξάμενος, καὶ μείνας οὐδένα χρόνον ἐν τῇ Κορίνθῳ, παρήγ‐ | |
γειλε τοῖς Μακεδόσιν ἀναζυγήν. ποιησάμενος δὲ τὴν πορείαν δι’ Ἄργους ἧκε δευτεραῖος εἰς Τεγέαν. | ||
Hist.5.18.2 | προσαναλαβὼν δὲ τοὺς ἡθροισμένους τῶν Ἀχαιῶν προῆγε διὰ τῆς ὀρεινῆς, σπουδάζων λαθεῖν τοὺς | |
Hist.5.18.3 | Λακεδαιμονίους ἐμβαλὼν εἰς τὴν χώραν. περιελ‐ θὼν δὲ ταῖς ἐρημίαις, τεταρταῖος ἐπέβαλε τοῖς κατ‐ αντικρὺ τῆς πόλεως λόφοις, καὶ παρῄει δεξιὸν ἔχων | |
Hist.5.18.4 | τὸ Μενελάιον ἐπ’ αὐτὰς τὰς Ἀμύκλας. οἱ δὲ Λακε‐ δαιμόνιοι, θεωροῦντες ἐκ τῆς πόλεως παράγουσαν τὴν δύναμιν, ἐκπλαγεῖς ἐγένοντο καὶ περίφοβοι, | |
Hist.5.18.5 | θαυμάζοντες τὸ συμβαῖνον. ἀκμὴν γὰρ ἦσαν μετέω‐ ροι ταῖς διανοίαις ἐκ τῶν προσπιπτόντων ὑπὲρ τοῦ Φιλίππου περὶ τὴν καταφθορὰν τοῦ Θέρμου καὶ καθόλου ταῖς ἐν Αἰτωλίᾳ πράξεσι, καί τις ἐνεπεπτώ‐ | |
5 | κει θροῦς παρ’ αὐτοῖς ὑπὲρ τοῦ τὸν Λυκοῦργον | |
Hist.5.18.6 | ἐκπέμπειν βοηθήσοντα τοῖς Αἰτωλοῖς. ὑπὲρ δὲ τοῦ τὸ δεινὸν ἥξειν ἐπὶ σφᾶς οὕτως ὀξέως ἐκ τηλικού‐ του διαστήματος οὐδὲ διενοεῖτο παράπαν αὐτῶν οὐ‐ δείς, ἅτε καὶ τῆς ἡλικίας ἐχούσης ἀκμὴν εὐκαταφρό‐ | |
5 | νητόν τι τῆς τοῦ βασιλέως. διὸ καὶ παρὰ δόξαν αὐτοῖς τῶν πραγμάτων συγκυρούντων εἰκότως ἦσαν | |
Hist.5.18.7 | ἐκπλαγεῖς. ὁ γὰρ Φίλιππος τολμηρότερον καὶ πρα‐ κτικώτερον ἢ κατὰ τὴν ἡλικίαν χρώμενος ταῖς ἐπι‐ βολαῖς εἰς ἀπορίαν καὶ δυσχρηστίαν ἅπαντας ἦγε | |
Hist.5.18.8 | τοὺς πολεμίους. ἀναχθεὶς γὰρ ἐκ μέσης Αἰτωλίας, καθάπερ ἐπάνω προεῖπον, καὶ διανύσας ἐν νυκτὶ | |
Hist.5.18.9 | τὸν Ἀμβρακικὸν κόλπον, εἰς Λευκάδα κατῆρε. δύο δὲ μείνας ἡμέρας ἐνταῦθα, τῇ τρίτῃ ποιησάμενος ὑπὸ τὴν ἑωθινὴν τὸν ἀνάπλουν, δευτεραῖος πορθή‐ σας ἅμα τὴν τῶν Αἰτωλῶν παραλίαν ἐν Λεχαίῳ | |
Hist.5.18.10 | καθωρμίσθη. μετὰ δὲ ταῦτα κατὰ τὸ συνεχὲς ποιού‐ | |
μενος τὰς πορείας ἑβδομαῖος ἐπέβαλε τοῖς ὑπὲρ τὴν πόλιν κειμένοις παρὰ τὸ Μενελάιον λόφοις, ὥστε τοὺς πλείστους ὁρῶντας τὸ γεγονὸς μὴ πιστεύειν | ||
5 | τοῖς συμβαίνουσιν. | |
Hist.5.18.11 | Οἱ μὲν οὖν Λακεδαιμόνιοι, περιδεεῖς γεγονότες διὰ τὸ παράδοξον, ἠπόρουν καὶ δυσχρήστως διέ‐ | |
Hist.5.19.1 | κειντο πρὸς τὸ παρόν. ὁ δὲ Φίλιππος τῇ μὲν πρώτῃ | |
Hist.5.19.2 | κατεστρατοπέδευσε περὶ τὰς Ἀμύκλας. αἱ δ’ Ἀμύ‐ κλαι καλούμεναι τόπος ἐστὶ τῆς Λακωνικῆς χώρας καλλιδενδρότατος καὶ καλλικαρπότατος, ἀπέχει δὲ | |
Hist.5.19.3 | τῆς Λακεδαίμονος ὡς εἴκοσι σταδίους. ὑπάρχει δὲ καὶ τέμενος Ἀπόλλωνος ἐν αὐτῷ σχεδὸν ἐπιφανέ‐ στατον τῶν κατὰ τὴν Λακωνικὴν ἱερῶν. κεῖται δὲ τῆς πόλεως ἐν τοῖς πρὸς θάλατταν κεκλιμένοις μέ‐ | |
Hist.5.19.4 | ρεσι. τῇ δ’ ἐπιούσῃ πορθῶν ἅμα τὴν χώραν εἰς τὸν Πύρρου καλούμενον κατέβη χάρακα. δύο δὲ τὰς ἑξῆς ἡμέρας ἐπιδραμὼν καὶ δῃώσας τοὺς σύνεγγυς | |
Hist.5.19.5 | τόπους, κατεστρατοπέδευσε περὶ τὸ Κάρνιον, ὅθεν ὁρμήσας ἦγε πρὸς Ἀσίνην· καὶ ποιησάμενος προσ‐ βολάς, οὐδέν γε τῶν προύργου περαίνων, ἀνέζευξε, καὶ τὸ λοιπὸν ἐπιπορευόμενος ἔφθειρε τὴν χώραν | |
5 | πᾶσαν τὴν ἐπὶ τὸ Κρητικὸν πέλαγος τετραμμένην | |
Hist.5.19.6 | ἕως Ταινάρου. μεταβαλόμενος δ’ αὖτις ἐποιεῖτο τὴν πορείαν παρὰ τὸν ναύσταθμον τῶν Λακεδαιμονίων, ὃ καλεῖται μὲν Γύθιον, ἔχει δ’ ἀσφαλῆ λιμένα, τῆς δὲ πόλεως ἀπέχει περὶ (διακόσια καὶ) τριάκοντα | |
Hist.5.19.7 | στάδια. τοῦτο δ’ ἀπολιπὼν κατὰ πορείαν δεξιὸν κατεστρατοπέδευσε περὶ τὴν Ἑλείαν, ἥτις ἐστὶν ὡς πρὸς μέρος θεωρουμένη πλείστη καὶ καλλίστη χώρα | |
Hist.5.19.8 | τῆς Λακωνικῆς. ὅθεν ἀφιεὶς τὰς προνομὰς αὐτόν τε τὸν τόπον τοῦτον πάντα κατεπυρπόλει καὶ διέφθειρε | |
τοὺς ἐν αὐτῷ καρπούς, ἀφικνεῖτο δὲ ταῖς προνο‐ μαῖς καὶ πρὸς Ἀκρίας καὶ Λεύκας, ἔτι δὲ καὶ τὴν | ||
5 | τῶν Βοιῶν χώραν. | |
Hist.5.20.1 | Οἱ δὲ Μεσσήνιοι, κομισάμενοι τὰ γράμματα τὰ παρὰ τοῦ Φιλππίου τὰ περὶ τῆς στρατείας, τῇ μὲν ὁρμῇ τῶν ἄλλων οὐκ ἐλείποντο συμμάχων, ἀλλὰ τὴν ἔξοδον ἐποιήσαντο μετὰ σπουδῆς καὶ τοὺς ἀκ‐ | |
5 | μαιοτάτους ἄνδρας ἐξέπεμψαν, πεζοὺς μὲν δισχι‐ | |
Hist.5.20.2 | λίους, ἱππεῖς δὲ διακοσίους. τῷ δὲ μήκει τῆς ὁδοῦ καθυστερήσαντες τῆς εἰς τὴν Τεγέαν παρουσίας τοῦ Φιλίππου, τὸ μὲν πρῶτον ἠπόρουν τί δέον εἴη | |
Hist.5.20.3 | ποιεῖν· ἀγωνιῶντες δὲ μὴ δόξαιεν ἐθελοκακεῖν διὰ τὰς προγεγενημένας περὶ αὐτοὺς ὑποψίας, ὥρμησαν διὰ τῆς Ἀργείας εἰς τὴν Λακωνικήν, βουλόμενοι | |
Hist.5.20.4 | συνάψαι τοῖς περὶ τὸν Φίλιππον. παραγενόμενοι δὲ πρὸς Γλυμπεῖς χωρίον, ὃ κεῖται περὶ τοὺς ὅρους τῆς Ἀργείας καὶ Λακωνικῆς, πρὸς τοῦτο κατεστρα‐ | |
Hist.5.20.5 | τοπέδευσαν ἀπείρως ἅμα καὶ ῥᾳθύμως· οὔτε γὰρ τάφρον οὔτε χάρακα τῇ παρεμβολῇ περιέβαλον οὔτε τόπον εὐφυῆ περιέβλεψαν, ἀλλὰ τῇ τῶν κατοικούν‐ των τὸ χωρίον εὐνοίᾳ πιστεύοντες ἀκάκως πρὸ τοῦ | |
Hist.5.20.6 | τείχους αὐτοῦ παρενέβαλον. ὁ δὲ Λυκοῦργος, προσ‐ αγγελθείσης αὐτῷ τῆς τῶν Μεσσηνίων παρουσίας, ἀναλαβὼν τοὺς μισθοφόρους καί τινας τῶν Λακε‐ δαιμονίων προῆγε, καὶ συνάψας τοῖς τόποις ὑπὸ | |
5 | τὴν ἑωθινὴν ἐπέθετο τῇ στρατοπεδείᾳ τολμηρῶς. | |
Hist.5.20.7 | οἱ δὲ Μεσσήνιοι, τἄλλα πάντα κακῶς βουλευσάμε‐ νοι, καὶ μάλιστα προελθεῖν ἐκ τῆς Τεγέας, μὴ κατὰ τὸ πλῆθος ἀξιόχρεως ὑπάρχοντες μήτε πιστεύοντες ἐμπείροις, παρ’ αὐτόν γε τὸν κίνδυνον κατὰ τὴν | |
5 | ἐπίθεσιν ὅμως τὸ δυνατὸν ἐκ τῶν πραγμάτων ἔλα‐ | |
Hist.5.20.8 | βον πρὸς τὴν ἑαυτῶν σωτηρίαν· ἅμα γὰρ τῷ συνι‐ δεῖν ἐπιφαινομένους τοὺς πολεμίους ἀφέμενοι πάν‐ | |
Hist.5.20.9 | των σπουδῇ πρὸς τὸ χωρίον προσέφυγον. διόπερ Λυκοῦργος τῶν μὲν ἵππων ἐγκρατὴς ἐγένετο τῶν πλείστων καὶ τῆς ἀποσκευῆς, τῶν δ’ ἀνδρῶν ζω‐ γρίᾳ μὲν οὐδενὸς ἐκυρίευσε, τῶν δ’ ἱππέων ὀκτὼ | |
5 | μόνον ἀπέκτεινε. | |
Hist.5.20.10 | Μεσσήνιοι μὲν οὖν τοιαύτῃ περιπετείᾳ χρησά‐ μενοι πάλιν δι’ Ἄργους εἰς τὴν οἰκείαν ἀνεκομί‐ | |
Hist.5.20.11 | σθησαν. ὁ δὲ Λυκοῦργος μετεωρισθεὶς ἐπὶ τῷ γε‐ γονότι, παραγενόμενος εἰς τὴν Λακεδαίμονα περὶ παρασκευὴν ἐγίνετο καὶ συνήδρευε μετὰ τῶν φίλων, ὡς οὐκ ἐάσων τὸν Φίλιππον ἐπανελθεῖν (ἐκ) τῆς | |
Hist.5.20.12 | χώρας ἄνευ κινδύνου καὶ συμπλοκῆς. ὁ δὲ βασι‐ λεὺς ἐκ τῆς Ἑλείας ἀναζεύξας προῆγε, πορθῶν ἅμα τὴν χώραν, καὶ τεταρταῖος αὖθις εἰς τὰς Ἀμύκλας κατῆρε παντὶ τῷ στρατεύματι περὶ μέσον ἡμέρας. | |
Hist.5.21.1 | Λυκοῦργος δὲ διαταξάμενος περὶ τοῦ μέλλοντος κιν‐ δύνου τοῖς ἡγεμόσι καὶ τοῖς φίλοις, αὐτὸς μὲν ἐξελ‐ θὼν ἐκ τῆς πόλεως κατελάβετο τοὺς περὶ τὸ Μενε‐ λάιον τόπους, ἔχων τοὺς πάντας οὐκ ἐλάττους | |
Hist.5.21.2 | δισχιλίων, τοῖς δ’ ἐν τῇ πόλει συνέθετο προσέχειν τὸν νοῦν, ἵν’ ὅταν αὐτοῖς αἴρῃ τὸ σύνθημα, σπουδῇ κατὰ πλείους τόπους ἐξαγαγόντες πρὸ τῆς πόλεως τὴν δύναμιν ἐκτάττωσι, βλέπουσαν ἐπὶ τὸν Εὐρώ‐ | |
5 | ταν, καθ’ ὃν ἐλάχιστον τόπον ἀπέχει τῆς πόλεως ὁ | |
Hist.5.21.3 | ποταμός. τὰ μὲν οὖν περὶ τὸν Λυκοῦργον καὶ τοὺς Λακεδαιμονίους ἐν τούτοις ἦν. | |
Hist.5.21.4 | Ἵνα δὲ μὴ τῶν τόπων ἀγνοουμένων ἀνυπότακτα καὶ κωφὰ γίνηται τὰ λεγόμενα, συνυποδεικτέον ἂν | |
Hist.5.21.5 | εἴη τὴν φύσιν καὶ τάξιν αὐτῶν, ὃ δὴ καὶ παρ’ ὅλην | |
τὴν πραγματείαν πειρώμεθα ποιεῖν, συνάπτοντες καὶ συνοικειοῦντες ἀεὶ τοὺς ἀγνοουμένους τῶν τόπων | ||
Hist.5.21.6 | τοῖς γνωριζομένοις καὶ παραδιδομένοις. ἐπεὶ γὰρ τῶν κατὰ πόλεμον κινδύνων τοὺς πλείους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν σφάλλουσιν αἱ τῶν τόπων διαφοραί, βουλόμεθα δὲ πάντες οὐχ οὕτως τὸ γεγο‐ | |
Hist.5.21.7 | νὸς ὡς τὸ πῶς ἐγένετο γινώσκειν, οὐ παρολιγω‐ ρητέον τῆς τῶν τόπων ὑπογραφῆς ἐν οὐδ’ ὁποίᾳ μὲν τῶν πράξεων, ἥκιστα δ’ ἐν ταῖς πολεμικαῖς, οὐδ’ ὀκνητέον ποτὲ μὲν λιμέσι καὶ πελάγεσι καὶ νή‐ | |
5 | σοις συγχρῆσθαι σημείοις, ποτὲ δὲ πάλιν ἱεροῖς, | |
Hist.5.21.8 | ὄρεσι, χώραις ἐπωνύμοις, τὸ δὲ τελευταῖον ταῖς ἐκ τοῦ περιέχοντος διαφοραῖς, ἐπειδὴ κοινόταται πᾶσιν | |
Hist.5.21.9 | ἀνθρώποις εἰσὶν αὗται· μόνως γὰρ οὕτως δυνατὸν εἰς ἔννοιαν ἀγαγεῖν τῶν ἀγνοουμένων τοὺς ἀκούον‐ | |
Hist.5.21.10 | τας, καθάπερ καὶ πρότερον εἰρήκαμεν. ἔστι δ’ ἡ τῶν τόπων φύσις τοιαύτη [ὑπὲρ ὧν νῦν δὴ ὁ λό‐ | |
Hist.5.22.1 | γος]. τῆς γὰρ Σπάρτης τῷ μὲν καθόλου σχήματι περιφεροῦς ὑπαρχούσης καὶ κειμένης ἐν τόποις ἐπι‐ πέδοις, κατὰ μέρος δὲ περιεχούσης ἐν αὑτῇ διαφό‐ | |
Hist.5.22.2 | ρους ἀνωμάλους καὶ βουνώδεις τόπους, τοῦ δὲ πο‐ ταμοῦ παραρρέοντος ἐκ τῶν πρὸς ἀνατολὰς αὐτῆς μερῶν, ὃς καλεῖται μὲν Εὐρώτας, γίνεται δὲ τὸν | |
Hist.5.22.3 | πλείω χρόνον ἄβατος διὰ τὸ μέγεθος, συμβαίνει τοὺς βουνοὺς ἐφ’ ὧν τὸ Μενελάιόν ἐστι πέραν μὲν εἶναι τοῦ ποταμοῦ, κεῖσθαι δὲ τῆς πόλεως κατὰ χειμερι‐ νὰς ἀνατολάς, ὄντας τραχεῖς καὶ δυσβάτους καὶ δια‐ | |
5 | φερόντως ὑψηλούς, ἐπικεῖσθαι δὲ τῷ πρὸς τὴν πόλιν | |
Hist.5.22.4 | τοῦ ποταμοῦ διαστήματι κυρίως, δι’ οὗ φέρεται μὲν ὁ προειρημένος ποταμὸς παρ’ αὐτὴν τὴν τοῦ λόφου ῥίζαν, ἔστι δ’ οὐ πλεῖον τὸ πᾶν διάστημα τριῶν | |
Hist.5.22.5 | ἡμισταδίων· δι’ οὗ τὴν ἀνακομιδὴν ἔδει ποιεῖσθαι κατ’ ἀνάγκην τὸν Φίλιππον, ἐκ μὲν εὐωνύμων ἔχοντα τὴν πόλιν καὶ τοὺς Λακεδαιμονίους ἑτοίμους καὶ παρατεταγμένους, ἐκ (δὲ) δεξιῶν τόν τε ποτα‐ | |
5 | μὸν καὶ τοὺς περὶ τὸν Λυκοῦργον ἐπὶ τῶν λόφων | |
Hist.5.22.6 | ἐφεστῶτας. ἐμεμηχάνηντο δέ τι πρὸς τοῖς ὑπάρχουσι καὶ τοιοῦτον οἱ Λακεδαιμόνιοι· φράξαντες γὰρ τὸν ποταμὸν ἄνωθεν ἐπὶ τὸν μεταξὺ τόπον τῆς πόλεως καὶ τῶν βουνῶν ἐφῆκαν, οὗ διαβρόχου γενηθέντος, | |
5 | οὐχ οἷον τοὺς ἵππους, ἀλλ’ οὐδ’ ἂν τοὺς πεζοὺς | |
Hist.5.22.7 | δυνατὸν ἦν ἐμβαίνειν. διόπερ ἀπελείπετο παρ’ αὐ‐ τὴν τὴν παρώρειαν ὑπὸ τοὺς λόφους τὴν δύναμιν ἄγοντας δυσπαραβοηθήτους καὶ μακροὺς αὑτοὺς ἐν πορείᾳ παραδιδόναι τοῖς πολεμίοις. | |
Hist.5.22.8 | Εἰς ἃ βλέπων ὁ Φίλιππος, καὶ βουλευσάμενος μετὰ τῶν φίλων, ἀναγκαιότατον ἔκρινε τῶν παρόν‐ των τὸ τρέψασθαι πρώτους τοὺς περὶ τὸν Λυκοῦρ‐ | |
Hist.5.22.9 | γον ἀπὸ τῶν κατὰ (τὸ) Μενελάιον τόπων. ἀναλα‐ βὼν οὖν τούς τε μισθοφόρους καὶ τοὺς πελταστάς, ἐπὶ δὲ τούτοις καὶ τοὺς Ἰλλυριούς, προῆγε διαβὰς | |
Hist.5.22.10 | τὸν ποταμὸν ὡς ἐπὶ τοὺς λόφους. ὁ δὲ Λυκοῦργος, συνθεωρῶν τὴν ἐπίνοιαν τοῦ Φιλίππου, τοὺς μὲν μεθ’ ἑαυτοῦ στρατιώτας ἡτοίμαζε καὶ παρεκάλει πρὸς τὸν κίνδυνον, τοῖς δ’ ἐν τῇ πόλει τὸ σημεῖον ἀνέ‐ | |
Hist.5.22.11 | φηνεν. οὗ γενομένου παραυτίκα τοὺς πολιτικούς, οἷς ἐπιμελὲς ἦν, ἐξῆγον κατὰ τὸ συντεταγμένον πρὸ τοῦ τείχους, ποιοῦντες ἐπὶ τοῦ δεξιοῦ κέρατος | |
Hist.5.23.1 | τοὺς ἱππεῖς. ὁ δὲ Φίλιππος ἐγγίσας τοῖς περὶ τὸν Λυκοῦργον τὸ μὲν πρῶτον αὐτοὺς ἐφῆκε τοὺς μι‐ | |
Hist.5.23.2 | σθοφόρους, ἐξ οὗ καὶ συνέβη τὰς ἀρχὰς ἐπικυδε‐ στέρως ἀγωνίζεσθαι τοὺς παρὰ τῶν Λακεδαιμονίων, | |
ἅτε καὶ τοῦ καθοπλισμοῦ καὶ τῶν τόπων αὐτοῖς οὐ | ||
Hist.5.23.3 | μικρὰ συμβαλλομένων. ἐπεὶ δὲ τοὺς μὲν πελταστὰς ὁ Φίλιππος ὑπέβαλε τοῖς ἀγωνιζομένοις, ἐφεδρείας ἔχοντας τάξιν, τοῖς δ’ Ἰλλυριοῖς ὑπεράρας ἐκ πλα‐ | |
Hist.5.23.4 | γίων ἐποιεῖτο τὴν ἔφοδον, τότε συνέβη τοὺς μὲν παρὰ τοῦ Φιλίππου μισθοφόρους ἐπαρθέντας τῇ τῶν Ἰλλυριῶν καὶ πελταστῶν ἐφεδρείᾳ πολλαπλα‐ σίως ἐπιρρωσθῆναι πρὸς τὸν κίνδυνον, τοὺς δὲ παρὰ | |
5 | τοῦ Λυκούργου, καταπλαγέντας τὴν τῶν βαρέων | |
Hist.5.23.5 | ὅπλων ἔφοδον, ἐγκλίναντας φυγεῖν. ἔπεσον μὲν οὖν αὐτῶν εἰς ἑκατόν, ἑάλωσαν δὲ μικρῷ πλείους· οἱ δὲ λοιποὶ διέφυγον εἰς τὴν πόλιν. ὁ δὲ Λυκοῦρ‐ γος αὐτὸς ταῖς ἀνοδίαις ὁρμήσας νύκτωρ μετ’ ὀλί‐ | |
Hist.5.23.6 | γων ἐποιήσατο τὴν εἰς πόλιν πάροδον. Φίλιππος δὲ τοὺς μὲν λόφους τοῖς Ἰλλυριοῖς κατελάβετο, τοὺς δ’ εὐζώνους ἔχων καὶ πελταστὰς ἐπανῄει πρὸς τὴν | |
Hist.5.23.7 | δύναμιν. Ἄρατος δὲ κατὰ τὸν καιρὸν τοῦτον, ἄγων ἐκ τῶν Ἀμυκλῶν τὴν φάλαγγα, σύνεγγυς ἦν ἤδη | |
Hist.5.23.8 | τῆς πόλεως. ὁ μὲν οὖν βασιλεὺς διαβὰς τὸν ποτα‐ μὸν ἐφήδρευε τοῖς εὐζώνοις καὶ πελτασταῖς, ἔτι δὲ τοῖς ἱππεῦσιν, (ἕως) τὰ βαρέα τῶν ὅπλων ὑπ’ αὐ‐ τοὺς τοὺς βουνοὺς ἀσφαλῶς διῄει τὰς δυσχωρίας. | |
Hist.5.23.9 | τῶν δ’ ἐκ τῆς πόλεως ἐπιβαλομένων ἐγχειρεῖν τοῖς ἐφεδρεύουσι τῶν ἱππέων, καὶ γενομένης συμπλοκῆς ὁλοσχερεστέρας, καὶ τῶν πελταστῶν εὐψύχως ἀγω‐ | |
Hist.5.23.10 | νισαμένων, καὶ περὶ τοῦτον τὸν καιρὸν ὁ Φίλιππος ὁμολογούμενον προτέρημα ποιήσας, καὶ συνδιώξας τοὺς τῶν Λακεδαιμονίων ἱππεῖς εἰς τὰς πύλας, μετὰ ταῦτα διαβὰς ἀσφαλῶς τὸν Εὐρώταν ἀπουράγει τοῖς | |
5 | αὑτοῦ φαλαγγίταις | |
Hist.5.24.1 | Ἤδη δὲ τῆς ὥρας συναγούσης, ἀπαναγκαζόμενος | |
αὐτοῦ στρατοπεδεύειν, περὶ τὴν ἐκ τῶν στενῶν ἔξο‐ | ||
Hist.5.24.2 | δον ἐχρήσατο στρατοπεδείᾳ, κατὰ σύμπτωμα τῶν ἡγεμόνων περιβαλομένων τοιοῦτον τόπον οἷον οὐκ ἂν ἄλλον τις εὕροι βουλόμενος εἰς τὴν χώραν τῆς Λακωνικῆς παρ’ αὐτὴν τὴν πόλιν ποιεῖσθαι τὴν | |
Hist.5.24.3 | εἰσβολήν. ἔστι γὰρ ἐπὶ τῆς ἀρχῆς τῶν προειρημέ‐ νων στενῶν, ὅταν ἀπὸ τῆς Τεγέας ἢ καθόλου τῆς μεσογαίου παραγινόμενος ἐγγίζῃ τις τῇ Λακεδαί‐ μονι, τόπος ἀπέχων μὲν τῆς πόλεως δύο μάλιστα | |
Hist.5.24.4 | σταδίους, ἐπ’ αὐτοῦ δὲ κείμενος τοῦ ποταμοῦ. τού‐ του δὲ συμβαίνει τὴν μὲν ἐπὶ τὴν πόλιν καὶ τὸν ποταμὸν βλέπουσαν πλευρὰν περιέχεσθαι πᾶσαν ἀπορρῶγι μεγάλῃ καὶ παντελῶς ἀπροσίτῳ· τὸ δ’ | |
5 | ἐπὶ τοῖς κρημνοῖς τούτοις χωρίον ἐπίπεδόν ἐστι καὶ γεῶδες καὶ κάθυγρον, ἅμα δὲ καὶ πρὸς τὰς εἰσα‐ γωγὰς καὶ τὰς ἐξαγωγὰς τῶν δυνάμεων εὐφυῶς κεί‐ | |
Hist.5.24.5 | μενον, ὥστε τὸν στρατοπεδεύσαντα ἐν αὐτῷ καὶ κατασχόντα τὸν ὑπερκείμενον λόφον δοκεῖν μὲν ἐν ἀσφαλεῖ στρατοπεδεύειν διὰ τὴν παράθεσιν τῆς πό‐ λεως, στρατοπεδεύειν δ’ ἐν καλλίστῳ, κρατοῦντα | |
Hist.5.24.6 | τῆς εἰσόδου καὶ τῆς διόδου (τῶν) στενῶν. πλὴν ὅ γε Φίλιππος, καταστρατοπεδεύσας ἐν τούτῳ μετ’ ἀσφαλείας, τῇ κατὰ πόδας ἡμέρᾳ τὴν μὲν ἀποσκευὴν προαπέστειλε, τὴν δὲ δύναμιν ἐξέταξεν ἐν τοῖς ἐπι‐ | |
Hist.5.24.7 | πέδοις εὐσύνοπτον τοῖς ἐκ τῆς πόλεως. χρόνον μὲν οὖν τινα βραχὺν ἔμεινε, μετὰ δὲ ταῦτα κλίνας ἐπὶ κέρας ἦγε ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Τεγέαν. | |
Hist.5.24.8 | συνάψας δὲ τοῖς τόποις ἐν οἷς Ἀντίγονος καὶ Κλεο‐ μένης συνεστήσαντο τὸν κίνδυνον, αὐτοῦ κατεστρα‐ | |
Hist.5.24.9 | τοπέδευσε. τῇ δ’ ἑξῆς θεασάμενος τοὺς τόπους καὶ θύσας τοῖς θεοῖς ἐφ’ ἑκατέρου τῶν λόφων, ὧν | |
ὁ μὲν Ὄλυμπος, ὁ δ’ Εὔας καλεῖται, μετὰ ταῦτα | ||
Hist.5.24.10 | προῆγε, στερροποιησάμενος τὴν οὐραγίαν. ἀφικό‐ μενος δ’ εἰς Τεγέαν καὶ λαφυροπωλήσας πᾶσαν τὴν λείαν, καὶ μετὰ ταῦτα ποιησάμενος δι’ Ἄργους τὴν πορείαν, ἧκε μετὰ τῆς δυνάμεως εἰς Κόρινθον. | |
Hist.5.24.11 | παρόντων δὲ πρεσβευτῶν παρά τε Ῥοδίων καὶ Χίων περὶ διαλύσεως τοῦ πολέμου, χρηματίσας τούτοις καὶ συνυποκριθεὶς καὶ φήσας ἕτοιμος εἶναι δια‐ λύεσθαι καὶ νῦν καὶ πάλαι πρὸς Αἰτωλούς, τούτους | |
5 | μὲν ἐξέπεμπε, διαλέγεσθαι κελεύσας καὶ τοῖς Αἰτω‐ | |
Hist.5.24.12 | λοῖς περὶ τῆς διαλύσεως, αὐτὸς δὲ καταβὰς εἰς τὸ Λέχαιον ἐγίνετο περὶ πλοῦν, ἔχων τινὰς πράξεις ὁλοσχερεστέρας ἐν τοῖς περὶ Φωκίδα τόποις. | |
Hist.5.25.1 | Κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Λεόν‐ τιον καὶ Μεγαλέαν καὶ Πτολεμαῖον, ἔτι πεπεισμένοι καταπλήξεσθαι τὸν Φίλιππον καὶ λύειν τῷ τοιούτῳ τρόπῳ τὰς προγεγενημένας ἁμαρτίας, ἐνέβαλον λό‐ | |
5 | γους εἴς τε τοὺς πελταστὰς καὶ τοὺς ἐκ τοῦ λεγο‐ | |
Hist.5.25.2 | μένου παρὰ τοῖς Μακεδόσιν ἀγήματος, ὅτι κινδυ‐ νεύουσι μὲν ὑπὲρ πάντων, γίνεται δ’ αὐτοῖς οὐδὲν τῶν δικαίων οὐδὲ κομίζονται τελείας τὰς (ὠφελείας) | |
Hist.5.25.3 | τὰς γινομένας αὐτοῖς ἐκ τῶν ἐθισμῶν. δι’ ὧν παρ‐ ώξυναν τοὺς νεανίσκους συστραφέντας ἐγχειρῆσαι διαρπάζειν μὲν τὰς τῶν ἐπιφανεστάτων φίλων κα‐ ταλύσεις, ἐκβάλλειν δὲ τὰς θύρας καὶ κατακόπτειν | |
Hist.5.25.4 | τὸν κέραμον τῆς τοῦ βασιλέως αὐλῆς. τούτων δὲ συμβαινόντων, καὶ τῆς πόλεως ὅλης ἐν θορύβῳ καὶ ταραχῇ καθεστώσης, ἀκούσας ὁ Φίλιππος, ἧκε μετὰ | |
Hist.5.25.5 | σπουδῆς ἐκ τοῦ Λεχαίου θέων εἰς τὴν πόλιν. καὶ συναγαγὼν εἰς τὸ θέατρον τοὺς Μακεδόνας τὰ μὲν παρεκάλει, τὰ δ’ ἐπέπληττε πᾶσιν ἐπὶ τοῖς πεπραγ‐ | |
Hist.5.25.6 | μένοις. θορύβου δ’ ὄντος καὶ πολλῆς ἀκρισίας, καὶ τῶν μὲν οἰομένων δεῖν ἄγειν καὶ καταλεύειν τοὺς αἰτίους, τῶν δὲ διαλύεσθαι καὶ μηδενὶ μνησικακεῖν, | |
Hist.5.25.7 | τότε μὲν ὑποκριθεὶς ὡς πεπεισμένος καὶ παρακαλέ‐ σας πάντας ἐπανῆλθε, σαφῶς μὲν εἰδὼς τοὺς ἀρχη‐ γοὺς τῆς κινήσεως γεγονότας, οὐ προσποιηθεὶς δὲ διὰ τὸν καιρόν. | |
Hist.5.26.1 | Μετὰ δὲ τὴν ταραχὴν ταύτην αἱ μὲν ἐν τῇ Φω‐ κίδι προφανεῖσαι πράξεις ἐμποδισμούς τινας ἔσχον· | |
Hist.5.26.2 | οἱ δὲ περὶ τὸν Λεόντιον, ἀπεγνωκότες τὰς ἐν αὑ‐ τοῖς ἐλπίδας διὰ τὸ μηδὲν σφίσι προχωρεῖν τῶν ἐπινοουμένων, κατέφευγον ἐπὶ τὸν Ἀπελλῆν καὶ διαπεμπόμενοι συνεχῶς ἐκάλουν αὐτὸν ἐκ τῆς Χαλ‐ | |
5 | κίδος, ἀπολογιζόμενοι τὴν περὶ σφᾶς ἀπορίαν καὶ | |
Hist.5.26.3 | δυσχρηστίαν ἐκ τῆς πρὸς τὸν βασιλέα διαφορᾶς. συν‐ έβαινε δὲ τὸν Ἀπελλῆν πεποιῆσθαι τὴν ἐν τῇ Χαλ‐ κίδι διατριβὴν ἐξουσιαστικώτερον τοῦ καθήκοντος | |
Hist.5.26.4 | αὐτῷ· τὸν μὲν γὰρ βασιλέα, νέον ἔτι καὶ τὸ πλεῖον ὑφ’ αὑτὸν ὄντα καὶ μηδενὸς κύριον ἀπεδείκνυε, τὸν δὲ τῶν πραγμάτων χειρισμὸν καὶ τὴν τῶν ὅλων | |
Hist.5.26.5 | ἐξουσίαν εἰς αὑτὸν ἐπανῆγε. διόπερ οἵ τ’ ἀπὸ Μα‐ κεδονίας καὶ Θετταλίας ἐπιστάται καὶ χειρισταὶ τὴν ἀναφορὰν ἐποιοῦντο πρὸς ἐκεῖνον, αἵ τε κατὰ τὴν Ἑλλάδα πόλεις ἐν τοῖς ψηφίσμασι καὶ τιμαῖς καὶ δω‐ | |
5 | ρεαῖς ἐπὶ βραχὺ μὲν ἐμνημόνευον τοῦ βασιλέως, τὸ | |
Hist.5.26.6 | δ’ ὅλον αὐτοῖς ἦν καὶ τὸ πᾶν Ἀπελλῆς. ἐφ’ οἷς Φίλιππος πυνθανόμενος πάλαι μὲν ἐσχετλίαζε καὶ δυσχερῶς ἔφερε τὸ γινόμενον, ἅτε καὶ παρὰ πλευ‐ ρὰν ὄντος Ἀράτου καὶ πραγματικῶς ἐξεργαζομένου | |
5 | τὴν ὑπόθεσιν· ἀλλ’ ἐκαρτέρει καὶ πᾶσιν ἄδηλος ἦν | |
Hist.5.26.7 | ἐπὶ τί φέρεται καὶ ἐπὶ ποίας ὑπάρχει γνώμης. ὁ δ’ | |
Ἀπελλῆς, ἀγνοῶν τὰ καθ’ αὑτόν, πεπεισμένος δ’, ἐὰν εἰς ὄψιν ἔλθῃ τῷ Φιλίππῳ, πάντα κατὰ τὴν ἑαυτοῦ γνώμην διοικήσειν, ὥρμησε τοῖς περὶ τὸν | ||
Hist.5.26.8 | Λεόντιον ἐπικουρήσων ἐκ τῆς Χαλκίδος. παραγενο‐ μένου δ’ εἰς τὴν Κόρινθον αὐτοῦ, μεγάλην σπουδὴν ἐποιοῦντο καὶ παρώξυνον τοὺς νέους εἰς τὴν ἀπάν‐ τησιν οἱ περὶ τὸν Λεόντιον καὶ Πτολεμαῖον καὶ | |
5 | Μεγαλέαν, ὄντες ἡγεμόνες τῶν τε πελταστῶν καὶ | |
Hist.5.26.9 | τῶν ἄλλων τῶν ἐπιφανεστάτων συστημάτων. γενο‐ μένης δὲ τῆς εἰσόδου τραγικῆς διὰ τὸ πλῆθος τῶν ἀπαντησάντων ἡγεμόνων καὶ στρατιωτῶν, ἧκε πρὸς | |
Hist.5.26.10 | τὴν αὐλὴν ὁ προειρημένος εὐθέως ἐκ πορείας. βου‐ λομένου δ’ αὐτοῦ κατὰ τὴν προγεγενημένην συνή‐ θειαν εἰσιέναι, παρακατέσχε τις τῶν ῥαβδούχων κατὰ τὸ συντεταγμένον, φήσας οὐκ εὐκαίρως ἔχειν | |
Hist.5.26.11 | τὸν βασιλέα. ξενισθεὶς δὲ καὶ διαπορήσας ἐπὶ πο‐ λὺν χρόνον διὰ τὸ παράδοξον ὁ μὲν Ἀπελλῆς ἐπα‐ νῆγε διατετραμμένος, οἱ δὲ λοιποὶ παραχρῆμα πάντες ἀπέρρεον ἀπ’ αὐτοῦ προφανῶς, ὥστε τὸ τελευταῖον | |
5 | μόνον μετὰ τῶν ἰδίων παίδων εἰσελθεῖν εἰς τὴν | |
Hist.5.26.12 | αὑτοῦ κατάλυσιν. βραχεῖς γὰρ δὴ πάνυ καιροὶ πάντας μὲν ἀνθρώπους ὡς ἐπίπαν ὑψοῦσι καὶ πά‐ λιν ταπεινοῦσι, μάλιστα δὲ τοὺς ἐν ταῖς βασιλείαις. | |
Hist.5.26.13 | ὄντως γάρ εἰσιν οὗτοι παραπλήσιοι ταῖς ἐπὶ τῶν ἀβακίων ψήφοις· ἐκεῖναί τε γὰρ κατὰ τὴν τοῦ ψη‐ φίζοντος βούλησιν ἄρτι χαλκοῦν καὶ παραυτίκα τά‐ λαντον ἰσχύουσιν, οἵ τε περὶ τὰς αὐλὰς κατὰ τὸ | |
5 | τοῦ βασιλέως νεῦμα μακάριοι καὶ παρὰ πόδας ἐλε‐ | |
Hist.5.26.14 | εινοὶ γίνονται. ὁ δὲ Μεγαλέας, ὁρῶν παρὰ δόξαν ἐκβαίνουσαν αὑτοῖς τὴν ἐπικουρίαν τὴν κατὰ τὸν Ἀπελλῆν, φόβου πλήρης ἦν καὶ περὶ δρασμὸν ἐγέ‐ | |
Hist.5.26.15 | νετο. ὁ δ’ Ἀπελλῆς ἐπὶ μὲν τὰς συνουσίας καὶ τοιαῦτα τῶν τιμῶν παρελαμβάνετο, τῶν δὲ διαβου‐ λίων καὶ τῆς μεθ’ ἡμέραν συμπεριφορᾶς οὐ με‐ | |
Hist.5.26.16 | τεῖχε. ταῖς δ’ ἑξῆς ἡμέραις ὁ βασιλεὺς ἐπὶ τὰς κατὰ τὴν Φωκίδα πράξεις πάλιν ἐκ τοῦ Λεχαίου ποιού‐ μενος τὸν πλοῦν ἐπεσπάσατο τὸν Ἀπελλῆν. διαπε‐ σούσης δ’ αὐτῷ τῆς ἐπιβολῆς, οὗτος μὲν αὖτις ἐξ | |
Hist.5.27.1 | Ἐλατείας ἀνέστρεφε, κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Μεγαλέας εἰς τὰς Ἀθήνας ἀπεχώρησε, καταλιπὼν | |
Hist.5.27.2 | τὸν Λεόντιον ἐν (ἐγγ)ύῃ τῶν εἴκοσι ταλάντων. τῶν δ’ ἐν ταῖς Ἀθήναις στρατηγῶν οὐ προσδεξαμένων | |
Hist.5.27.3 | αὐτόν, μετῆλθε πάλιν εἰς τὰς Θήβας. ὁ δὲ βασι‐ λεὺς ἀναχθεὶς ἐκ τῶν κατὰ Κίρραν τόπων κατέ‐ πλευσε μετὰ τῶν ὑπασπιστῶν εἰς τὸν τῶν Σικυω‐ νίων λιμένα, κἀκεῖθεν ἀναβὰς εἰς τὴν πόλιν τοὺς | |
5 | μὲν ἄρχοντας παρῃτήσατο, παρὰ δ’ Ἄρατον κατα‐ λύσας μετὰ τούτου τὴν πᾶσαν ἐποιεῖτο διαγωγήν, | |
Hist.5.27.4 | τῷ δ’ Ἀπελλῇ συνέταξε πλεῖν εἰς Κόρινθον. προσ‐ πεσόντων δὲ τῶν κατὰ τὸν Μεγαλέαν αὐτῷ, τοὺς μὲν πελταστάς, ὧν ἡγεῖτο Λεόντιος, εἰς τὴν Τριφυ‐ λίαν ἐξαπέστειλε μετὰ Ταυρίωνος, ὥς τινος χρείας | |
5 | κατεπειγούσης, τούτων δ’ ἀφορμησάντων, ἀπαγαγεῖν | |
Hist.5.27.5 | ἐκέλευσε τὸν Λεόντιον πρὸς τὴν ἀναδοχήν. συνέν‐ τες δ’ οἱ πελτασταὶ τὸ γεγονός, διαπεμψαμένου τινὰ πρὸς αὐτοὺς τοῦ Λεοντίου, πρεσβευτὰς ἐξαπέστειλαν πρὸς τὸν βασιλέα, παρακαλοῦντες, εἰ μὲν πρὸς ἄλλο | |
5 | τι πεποίηται τὴν ἀπαγωγὴν τοῦ Λεοντίου, μὴ χωρὶς αὑτῶν ποιήσασθαι τὴν ὑπὲρ τῶν ἐγκαλουμένων κρί‐ | |
Hist.5.27.6 | σιν, εἰ δὲ μή, ὅτι νομιοῦσι μεγαλείως παρολιγωρεῖ‐ σθαι καὶ καταγινώσκεσθαι πάντες—εἶχον γὰρ ἀεὶ τὴν τοιαύτην ἰσηγορίαν Μακεδόνες πρὸς τοὺς βασι‐ | |
Hist.5.27.7 | λεῖς—εἰ δὲ πρὸς τὴν ἐγγύην τοῦ Μεγαλέου, διότι τὰ χρήματα κατὰ κοινὸν εἰσενέγκαντες ἐκτίσουσιν | |
Hist.5.27.8 | αὐτοί. τὸν μὲν οὖν Λεόντιον ὁ βασιλεὺς παροξυν‐ θεὶς θᾶττον ἢ προέθετο διὰ τὴν τῶν πελταστῶν | |
Hist.5.28.1 | φιλοτιμίαν ἐπανείλετο. οἱ δὲ παρὰ τῶν Ῥοδίων καὶ Χίων πρέσβεις ἐπανῆκον ἐκ τῆς Αἰτωλίας, ἀνοχάς τε πεποιημένοι τριακονθημέρους, καὶ πρὸς τὰς δια‐ | |
Hist.5.28.2 | λύσεις ἑτοίμους φάσκοντες εἶναι τοὺς Αἰτωλούς, καὶ τεταγμένοι ῥητὴν ἡμέραν, εἰς ἣν ἠξίουν τὸν Φίλιπ‐ πον ἀπαντῆσαι πρὸς τὸ Ῥίον, ὑπισχνούμενοι πάντα ποιήσειν τοὺς Αἰτωλοὺς ἐφ’ ᾧ συνθέσθαι τὴν εἰ‐ | |
Hist.5.28.3 | ρήνην. ὁ δὲ Φίλιππος, δεξάμενος τὰς ἀνοχάς, τοῖς μὲν συμμάχοις ἔγραψε, διασαφῶν πέμπειν εἰς Πά‐ τρας τοὺς συνεδρεύσοντας καὶ βουλευσομένους ὑπὲρ τῆς πρὸς Αἰτωλοὺς διαλύσεως, αὐτὸς δ’ ἐκ τοῦ | |
Hist.5.28.4 | Λεχαίου κατέπλευσε δευτεραῖος εἰς τὰς Πάτρας. κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐπιστολαί τινες ἀνεπέμφθησαν πρὸς αὐτὸν ἐκ τῶν κατὰ τὴν Φωκίδα τόπων, παρὰ τοῦ Μεγαλέα διαπεμπόμεναι πρὸς τοὺς Αἰτωλούς, | |
5 | ἐν αἷς ἦν παράκλησίς τε τῶν Αἰτωλῶν θαρρεῖν καὶ μένειν ἐν τῷ πολέμῳ, διότι τὰ κατὰ τὸν Φίλιππον ἔξω τελέως ἐστὶ διὰ τὴν ἀχορηγησίαν· πρὸς δὲ τού‐ τοις κατηγορίαι τινὲς τοῦ βασιλέως καὶ λοιδορίαι | |
Hist.5.28.5 | φιλαπεχθεῖς ἦσαν. ἀναγνοὺς δὲ ταύτας, καὶ νομί‐ σας πάντων τῶν κακῶν ἀρχηγὸν εἶναι τὸν Ἀπελλῆν, τοῦτον μὲν εὐθέως φυλακὴν περιστήσας ἐξαπέστειλε μετὰ σπουδῆς εἰς τὸν Κόρινθον, ἅμα δὲ καὶ τὸν | |
Hist.5.28.6 | υἱὸν αὐτοῦ καὶ τὸν ἐρώμενον, ἐπὶ δὲ τὸν Μεγαλέαν εἰς τὰς Θήβας Ἀλέξανδρον ἔπεμψε, προστάξας ἄγειν | |
Hist.5.28.7 | αὐτὸν ἐπὶ τὰς ἀρχὰς πρὸς τὴν ἐγγύην. τοῦ δ’ Ἀλε‐ ξάνδρου τὸ προσταχθὲν ποιήσαντος, οὐχ ὑπέμεινε | |
τὴν πρᾶξιν ὁ Μεγαλέας, ἀλλ’ αὑτῷ προσήνεγκε τὰς | ||
Hist.5.28.8 | χεῖρας. περὶ δὲ τὰς αὐτὰς ἡμέρας συνέβη καὶ τὸν Ἀπελλῆν μεταλλάξαι τὸν βίον, ἅμα δὲ καὶ τὸν υἱὸν καὶ τὸν ἐρώμενον. | |
Hist.5.28.9 | Οὗτοι μὲν οὖν τῆς ἁρμοζούσης τυχόντες κατα‐ στροφῆς ἐξέλιπον τὸν βίον, καὶ μάλιστα διὰ τὴν | |
Hist.5.29.1 | εἰς Ἄρατον γενομένην ἐξ αὐτῶν ἀσέλγειαν· οἱ δ’ Αἰτωλοὶ τὰ μὲν ἔσπευδον ποιήσασθαι τὴν εἰρήνην, πιεζόμενοι τῷ πολέμῳ, καὶ παρὰ δόξαν αὐτοῖς προ‐ | |
Hist.5.29.2 | χωρούντων τῶν πραγμάτων—ἐλπίσαντες γὰρ ὡς παιδίῳ νηπίῳ χρήσασθαι τῷ Φιλίππῳ διά τε τὴν ἡλικίαν καὶ τὴν ἀπειρίαν, τὸν μὲν Φίλιππον εὗρον τέλειον ἄνδρα καὶ κατὰ τὰς ἐπιβολὰς καὶ κατὰ τὰς | |
5 | πράξεις, αὐτοὶ δ’ ἐφάνησαν εὐκαταφρόνητοι καὶ παι‐ δαριώδεις ἔν τε τοῖς κατὰ μέρος καὶ τοῖς καθόλου | |
Hist.5.29.3 | πράγμασιν—ἅμα δὲ προσπιπτούσης αὐτοῖς τῆς τε περὶ τοὺς πελταστὰς γενομένης ταραχῆς καὶ τῆς τῶν περὶ τὸν Ἀπελλῆν καὶ Λεόντιον ἀπωλείας ἐλπίσαντες μέγα τι καὶ δυσχερὲς κίνημα περὶ τὴν αὐλὴν εἶναι, | |
5 | παρεῖλκον ὑπερτιθέμενοι τὴν ἐπὶ τὸ Ῥίον ταχθεῖσαν | |
Hist.5.29.4 | ἡμέραν. ὁ δὲ Φίλιππος, ἀσμένως ἐπιλαβόμενος τῆς προφάσεως ταύτης διὰ τὸ θαρρεῖν ἐπὶ τῷ πολέμῳ, καὶ προδιειληφὼς ἀποτρίβεσθαι τὰς διαλύσεις, τότε παρακαλέσας τοὺς ἀπηντηκότας τῶν συμμάχων οὐ | |
5 | τὰ πρὸς διαλύσεις πράττειν, ἀλλὰ τὰ πρὸς τὸν πόλε‐ μον, ἀναχθεὶς αὖτις ἀπέπλευσεν εἰς τὸν Κόρινθον. | |
Hist.5.29.5 | καὶ τοὺς μὲν Μακεδόνας διὰ Θετταλίας ἀπέλυσε πάν‐ τας εἰς τὴν οἰκείαν παραχειμάσοντας, αὐτὸς δ’ ἀνα‐ χθεὶς ἐκ Κεγχρεῶν, καὶ παρὰ τὴν Ἀττικὴν κομισθεὶς | |
Hist.5.29.6 | δι’ Εὐρίπου, κατέπλευσεν εἰς Δημητριάδα· κἀκεῖ Πτολεμαῖον, ὃς ἦν ἔτι λοιπὸς τῆς τῶν περὶ τὸν Λεόν‐ | |
τιον ἑταιρείας, κρίνας ἐν τοῖς Μακεδόσιν ἀπέκτεινε. | ||
Hist.5.29.7 | Κατὰ δὲ τοὺς καιροὺς τούτους Ἀννίβας μὲν εἰς Ἰταλίαν ἐμβεβληκὼς ἀντεστρατοπέδευε ταῖς τῶν Ῥω‐ μαίων δυνάμεσι περὶ τὸν Πάδον καλούμενον ποτα‐ | |
Hist.5.29.8 | μόν, Ἀντίοχος δὲ τὰ πλεῖστα μέρη Κοίλης Συρίας κατεστραμμένος αὖτις εἰς παραχειμασίαν ἀνέλυσε, Λυκοῦργος δ’ ὁ βασιλεὺς τῶν Λακεδαιμονίων εἰς | |
Hist.5.29.9 | Αἰτωλίαν ἔφυγε, καταπλαγεὶς τοὺς ἐφόρους. οἱ γὰρ ἔφοροι, προσπεσούσης αὐτοῖς ψευδοῦς διαβολῆς, ὡς μέλλοντος αὐτοῦ νεωτερίζειν, ἁθροίσαντες τοὺς νέ‐ ους νυκτὸς ἦλθον ἐπὶ τὴν οἰκίαν· ὁ δὲ προαισθό‐ | |
5 | μενος ἐξεχώρησε μετὰ τῶν ἰδίων οἰκετῶν. | |
Hist.5.30.1 | Τοῦ δὲ χειμῶνος ἐπιγενομένου, καὶ Φιλίππου μὲν τοῦ βασιλέως εἰς Μακεδονίαν ἀπηλλαγμένου, τοῦ δ’ Ἐπηράτου τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν κατα‐ πεφρονημένου μὲν ὑπὸ τῶν πολιτικῶν νεανίσκων, | |
5 | κατεγνωσμένου δὲ τελέως ὑπὸ τῶν μισθοφόρων, οὔτ’ ἐπειθάρχει τοῖς παραγγελλομένοις οὐδεὶς οὔτ’ | |
Hist.5.30.2 | ἦν ἕτοιμον οὐδὲν πρὸς τὴν τῆς χώρας βοήθειαν. εἰς ἃ βλέψας Πυρρίας ὁ παρὰ τῶν Αἰτωλῶν ἀπεσταλ‐ μένος στρατηγὸς τοῖς Ἠλείοις, ἔχων Αἰτωλῶν εἰς χιλίους καὶ τριακοσίους καὶ τοὺς τῶν Ἠλείων μισθο‐ | |
5 | φόρους, ἅμα δὲ τούτοις πολιτικοὺς πεζοὺς μὲν εἰς χιλίους, ἱππεῖς δὲ διακοσίους, ὥστ’ εἶναι τοὺς πάν‐ | |
Hist.5.30.3 | τας εἰς τρισχιλίους, οὐ μόνον τὴν τῶν Δυμαίων καὶ Φαραιέων συνεχῶς ἐπόρθει χώραν, ἀλλὰ καὶ τὴν | |
Hist.5.30.4 | τῶν Πατρέων. τὸ δὲ τελευταῖον ἐπὶ τὸ Παναχαϊκὸν ὄρος καλούμενον ἐπιστρατοπεδεύσας, τὸ κείμενον ὑπὲρ τῆς τῶν Πατρέων πόλεως, ἐδῄου πᾶσαν τὴν ἐπὶ τὸ Ῥίον καὶ τὴν ἐπ’ Αἴγιον κεκλιμένην χώραν. | |
Hist.5.30.5 | λοιπὸν αἱ μὲν πόλεις κακοπαθοῦσαι καὶ μὴ τυγχά‐ | |
νουσαι βοηθείας δυσχερῶς πως εἶχον πρὸς τὰς εἰσφοράς, οἱ δὲ στρατιῶται, τῶν ὀψωνίων παρελκο‐ μένων καὶ καθυστερούντων, τὸ παραπλήσιον ἐποίουν | ||
Hist.5.30.6 | περὶ τὰς βοηθείας· ἐξ ἀμφοῖν δὲ τῆς τοιαύτης ἀν‐ ταποδόσεως γινομένης, ἐπὶ τὸ χεῖρον προύβαινε τὰ πράγματα καὶ τέλος διελύθη τὸ ξενικόν. πάντα δὲ ταῦτα συνέβαινε γίνεσθαι διὰ τὴν τοῦ προεστῶτος | |
Hist.5.30.7 | ἀδυναμίαν. ἐν τοιαύτῃ δ’ ὄντων διαθέσει τῶν κατὰ τοὺς Ἀχαιούς, καὶ τῶν χρόνων ἤδη καθηκόντων, Ἐπήρατος μὲν ἀπετίθετο τὴν ἀρχήν, οἱ δ’ Ἀχαιοὶ τῆς θερείας ἐναρχομένης στρατηγὸν αὑτῶν Ἄρατον | |
5 | κατέστησαν τὸν πρεσβύτερον. | |
Hist.5.30.8 | Καὶ τὰ μὲν κατὰ τὴν Εὐρώπην ἐν τούτοις ἦν. ἡμεῖς δ’ ἐπειδὴ κατά τε τὴν τῶν χρόνων διαίρεσιν καὶ κατὰ τὴν τῶν πράξεων περιγραφὴν ἁρμόζοντα τόπον εἰλήφαμεν, μεταβάντες ἐπὶ τὰς κατὰ τὴν Ἀσίαν | |
5 | πράξεις τὰς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα τοῖς προει‐ ρημένοις ἐπιτελεσθείσας αὖτις ὑπὲρ ἐκείνων ποιησό‐ | |
Hist.5.31.1 | μεθα τὴν ἐξήγησιν, καὶ πρῶτον ἐπιχειρήσομεν δη‐ λοῦν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τὸν ὑπὲρ Κοίλης Συρίας Ἀντιόχῳ καὶ Πτολεμαίῳ συστάντα πόλεμον, | |
Hist.5.31.2 | σαφῶς μὲν γινώσκοντες ὅτι κατὰ τὸν καιρὸν τοῦ‐ τον, εἰς ὃν ἐλήξαμεν τῶν Ἑλληνικῶν, ὅσον οὔπω κρίνεσθαι συνέβαινε καὶ πέρας λαμβάνειν αὐτόν, αἱρούμενοι δὲ τὴν τοιαύτην ἐπίστασιν καὶ διαίρεσιν | |
Hist.5.31.3 | τῆς ἐνεστώσης διηγήσεως. τοῦ μὲν γὰρ μὴ τῆς τῶν κατὰ μέρος καιρῶν ἀκριβείας διαμαρτάνειν τοὺς ἀκούοντας ἱκανὴν τοῖς φιλομαθοῦσι πεπείσμεθα παρασκευάζειν ἐμπειρίαν ἐκ τοῦ τὰς ἑκάστων ἀρχὰς | |
5 | καὶ συντελείας παρυπομιμνήσκειν, καθ’ ὁποίους ἐγί‐ νοντο καιροὺς τῆς ὑποκειμένης ὀλυμπιάδος καὶ τῶν | |
Hist.5.31.4 | Ἑλληνικῶν πράξεων· τὸ δ’ εὐπαρακολούθητον καὶ σαφῆ γίνεσθαι τὴν διήγησιν οὐδὲν ἀναγκαιότερον ἐπὶ ταύτης τῆς ὀλυμπιάδος ἡγούμεθ’ εἶναι τοῦ μὴ συμπλέκειν ἀλλήλαις τὰς πράξεις, ἀλλὰ χωρίζειν καὶ | |
Hist.5.31.5 | διαιρεῖν αὐτὰς καθ’ ὅσον ἐστὶ δυνατόν, μέχρις ἂν ἐπὶ τὰς ἑξῆς ὀλυμπιάδας ἐλθόντες κατ’ ἔτος ἀρξώ‐ μεθα γράφειν τὰς κατάλληλα γενομένας πράξεις. | |
Hist.5.31.6 | ἐπεὶ γὰρ οὐ τινά, τὰ δὲ παρὰ πᾶσι γεγονότα γρά‐ φειν προῃρήμεθα, καὶ σχεδὸν ὡς εἰπεῖν μεγίστῃ τῶν προγεγονότων ἐπιβολῇ κεχρήμεθα τῆς ἱστορίας, κα‐ | |
Hist.5.31.7 | θάπερ καὶ πρότερόν που δεδηλώκαμεν, δέον ἂν εἴη μεγίστην ἡμᾶς ποιεῖσθαι πρόνοιαν καὶ τοῦ χειρισμοῦ καὶ τῆς οἰκονομίας, ἵνα καὶ κατὰ μέρος καὶ καθόλου | |
Hist.5.31.8 | σαφὲς τὸ σύνταγμα γίνηται τῆς πραγματείας. διὸ καὶ νῦν βραχὺ προσαναδραμόντες περὶ τῆς Ἀντιόχου καὶ Πτολεμαίου βασιλείας πειρασόμεθα λαμβάνειν ἀρχὰς ὁμολογουμένας καὶ γνωριζομένας περὶ τῶν | |
5 | λέγεσθαι μελλόντων, ὅπερ ἐστὶ πάντων ἀναγκαιό‐ | |
Hist.5.32.1 | τατον. οἱ μὲν γὰρ ἀρχαῖοι τὴν ἀρχὴν ἥμισυ τοῦ παντὸς εἶναι φάσκοντες μεγίστην παρῄνουν ποιεῖ‐ σθαι σπουδὴν ἐν ἑκάστοις ὑπὲρ τοῦ καλῶς ἄρξα‐ | |
Hist.5.32.2 | σθαι· δοκοῦντες δὴ λέγειν ὑπερβολικῶς ἐλλιπέστερόν μοι φαίνονται τῆς ἀληθείας εἰρηκέναι. θαρρῶν γὰρ ἄν τις εἴπειεν οὐχ ἥμισυ τὴν ἀρχὴν εἶναι τοῦ παν‐ | |
Hist.5.32.3 | τός, ἀλλὰ καὶ πρὸς τὸ τέλος διατείνειν. πῶς γὰρ ἄρ‐ ξασθαί τινος καλῶς οἷόν τε μὴ προπεριλαβόντα τῷ νῷ τὴν συντέλειαν τῆς ἐπιβολῆς μηδὲ γινώσκοντα ποῦ καὶ πρὸς τί καὶ τίνος χάριν ἐπιβάλλεται τοῦτο | |
Hist.5.32.4 | ποιεῖν; πῶς δὲ πάλιν οἷόν τε συγκεφαλαιώσασθαι πράγματα δεόντως μὴ συναναφέροντα τὴν ἀρχὴν πόθεν ἢ πῶς ἢ διὰ τί πρὸς τὰς ἐνεστώσας ἀφῖκται | |
Hist.5.32.5 | πράξεις; διόπερ οὐχ ἕως τοῦ μέσου νομίζοντας δια‐ τείνειν τὰς ἀρχάς, ἀλλ’ ἕως τοῦ τέλους, πλείστην περὶ ταύτας ποιητέον σπουδὴν καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας περὶ τῶν ὅλων. ὃ δὴ καὶ νῦν | |
5 | ἡμεῖς πειρασόμεθα ποιεῖν. | |
Hist.5.33.1 | Καίτοι γ’ οὐκ ἀγνοῶ διότι καὶ πλείους ἕτεροι τῶν συγγραφέων τὴν αὐτὴν ἐμοὶ προεῖνται φωνήν, φάσκοντες τὰ καθόλου γράφειν καὶ μεγίστην τῶν | |
Hist.5.33.2 | προγεγονότων ἐπιβεβλῆσθαι πραγματείαν· περὶ ὧν ἐγώ, παραιτησάμενος Ἔφορον τὸν πρῶτον καὶ μόνον ἐπιβεβλημένον τὰ καθόλου γράφειν, τὸ μὲν πλείω λέγειν ἢ μνημονεύειν τινὸς τῶν ἄλλων ἐπ’ ὀνόματος | |
Hist.5.33.3 | παρήσω, μέχρι δὲ τούτου μνησθήσομαι, διότι τῶν καθ’ ἡμᾶς τινες γραφόντων ἱστορίαν ἐν τρισὶν ἢ τέτταρσιν ἐξηγησάμενοι σελίσιν ἡμῖν τὸν Ῥωμαίων καὶ Καρχηδονίων πόλεμον φασὶ τὰ καθόλου γρά‐ | |
Hist.5.33.4 | φειν. καίτοι διότι πλεῖσται μὲν καὶ μέγισται τότε περί τε τὴν Ἰβηρίαν καὶ Λιβύην, ἔτι δὲ τὴν Σικε‐ λίαν καὶ Ἰταλίαν ἐπετελέσθησαν πράξεις, ἐπιφανέ‐ στατος δὲ καὶ πολυχρονιώτατος ὁ κατ’ Ἀννίβαν | |
5 | πόλεμος γέγονε πλὴν τοῦ περὶ Σικελίαν, πάντες δ’ ἠναγκάσθημεν πρὸς αὐτὸν ἀποβλέπειν διὰ τὸ μέγε‐ θος, δεδιότες τὴν συντέλειαν τῶν ἀποβησομένων, | |
Hist.5.33.5 | τίς οὕτως ἐστὶν ἀδαὴς ὃς οὐκ οἶδεν; ἀλλ’ ἔνιοι τῶν πραγματευομένων οὐδ’ ἐφ’ ὅσον οἱ τὰ κατὰ καιροὺς ἐν ταῖς χρονογραφίαις ὑπομνηματιζόμενοι πολιτικῶς εἰς τοὺς τοίχους, οὐδ’ ἐπὶ τοσοῦτο μνησθέντες, πά‐ | |
5 | σας φασὶ τὰς κατὰ τὴν Ἑλλάδα καὶ βάρβαρον περιει‐ | |
Hist.5.33.6 | ληφέναι πράξεις. τοῦτο δ’ ἐστὶν αἴτιον, ὅτι τὸ μὲν τῷ λόγῳ τῶν μεγίστων ἔργων ἀντιποιήσασθαι τε‐ λείως ἐστὶ ῥᾴδιον, τὸ δὲ τοῖς πράγμασιν ἐφικέσθαι | |
Hist.5.33.7 | τινὸς τῶν καλῶν οὐκ εὐμαρές. διὸ καὶ τὸ μὲν ἐν μέσῳ κεῖται καὶ πᾶσι κοινὸν ὡς ἔπος εἰπεῖν τοῖς μόνον τολμᾶν δυναμένοις ὑπάρχει, τὸ δὲ καὶ λίαν ἐστὶ σπάνιον καὶ σπανίοις συνεξέδραμε κατὰ τὸν | |
Hist.5.33.8 | βίον. ταῦτα μὲν οὖν προήχθην εἰπεῖν χάριν τῆς ἀλαζονείας τῶν ὑπερηφανούντων ἑαυτοὺς καὶ τὰς ἰδίας πραγματείας· ἐπὶ δὲ τὴν ἀρχὴν ἐπάνειμι τῆς ἐμαυτοῦ προθέσεως. | |
Hist.5.34.1 | Ὡς γὰρ θᾶττον Πτολεμαῖος ὁ κληθεὶς Φιλοπά‐ τωρ, μεταλλάξαντος τοῦ πατρός, ἐπανελόμενος τὸν ἀδελφὸν Μάγαν καὶ τοὺς τούτῳ συνεργοῦντας παρ‐ | |
Hist.5.34.2 | έλαβε τὴν τῆς Αἰγύπτου δυναστείαν, νομίσας τῶν μὲν οἰκείων φόβων ἀπολελύσθαι δι’ αὑτοῦ καὶ διὰ τῆς προειρημένης πράξεως, τῶν δ’ ἐκτὸς κινδύνων ἀπηλλάχθαι διὰ τὴν τύχην, Ἀντιγόνου μὲν καὶ Σε‐ | |
5 | λεύκου μετηλλαχότων, Ἀντιόχου δὲ καὶ Φιλίππου τῶν διαδεδεγμένων τὰς ἀρχὰς παντάπασι νέων καὶ | |
Hist.5.34.3 | μόνον οὐ παίδων ὑπαρχόντων, καταπιστεύσας διὰ ταῦτα τοῖς παροῦσι καιροῖς, πανηγυρικώτερον διῆγε | |
Hist.5.34.4 | τὰ κατὰ τὴν ἀρχήν, ἀνεπίστατον μὲν καὶ δυσέντευ‐ κτον αὑτὸν παρασκευάζων τοῖς περὶ τὴν αὐλὴν καὶ τοῖς ἄλλοις τοῖς (τὰ) κατὰ τὴν Αἴγυπτον χειρίζουσιν, ὀλίγωρον δὲ καὶ ῥᾴθυμον ὑποδεικνύων τοῖς ἐπὶ τῶν | |
Hist.5.34.5 | ἔξω πραγμάτων διατεταγμένοις, ὑπὲρ ὧν οἱ πρότε‐ ρον οὐκ ἐλάττω, μείζω δ’ ἐποιοῦντο σπουδὴν ἢ | |
Hist.5.34.6 | περὶ τῆς κατ’ αὐτὴν τὴν Αἴγυπτον δυναστείας. τοι‐ γαροῦν ἐπέκειντο μὲν τοῖς τῆς Συρίας βασιλεῦσι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, Κοίλης Συρίας | |
Hist.5.34.7 | καὶ Κύπρου κυριεύοντες· παρέκειντο δὲ τοῖς κατὰ τὴν Ἀσίαν δυνάσταις, ὁμοίως δὲ καὶ ταῖς νήσοις, δεσπόζοντες τῶν ἐπιφανεστάτων πόλεων καὶ τόπων | |
καὶ λιμένων κατὰ πᾶσαν τὴν παραλίαν ἀπὸ Παμ‐ | ||
5 | φυλίας ἕως Ἑλλησπόντου καὶ τῶν κατὰ Λυσιμά‐ | |
Hist.5.34.8 | χειαν τόπων· ἐφήδρευον δὲ τοῖς ἐν τῇ Θρᾴκῃ καὶ τοῖς ἐν Μακεδονίᾳ πράγμασι, τῶν κατ’ Αἶνον καὶ Μαρώνειαν καὶ πορρώτερον ἔτι πόλεων κυριεύον‐ | |
Hist.5.34.9 | τες. καὶ τῷ τοιούτῳ τρόπῳ μακρὰν ἐκτετακότες τὰς χεῖρας, καὶ προβεβλημένοι πρὸ αὑτῶν ἐκ πολλοῦ τὰς δυναστείας, οὐδέποτε περὶ τῆς κατ’ Αἴγυπτον ἠγωνίων ἀρχῆς. διὸ καὶ τὴν σπουδὴν εἰκότως με‐ | |
Hist.5.34.10 | γάλην ἐποιοῦντο περὶ τῶν ἔξω πραγμάτων. ὁ δὲ προειρημένος βασιλεὺς ὀλιγώρως ἕκαστα τούτων χει‐ ρίζων διὰ τοὺς ἀπρεπεῖς ἔρωτας καὶ τὰς ἀλόγους καὶ συνεχεῖς μέθας, εἰκότως ἐν πάνυ βραχεῖ χρόνῳ | |
5 | καὶ τῆς ψυχῆς ἅμα καὶ τῆς ἀρχῆς ἐπιβούλους εὗρε | |
Hist.5.34.11 | καὶ πλείους, ὧν ἐγένετο πρῶτος Κλεομένης ὁ Σπαρ‐ τιάτης. | |
Hist.5.35.1 | Οὗτος γάρ, ἕως μὲν ὁ προσαγορευόμενος Εὐερ‐ γέτης ἔζη, πρὸς ὃν ἐποιήσατο τὴν κοινωνίαν τῶν πραγμάτων καὶ τὰς πίστεις, ἦγε τὴν ἡσυχίαν, πε‐ πεισμένος ἀεὶ δι’ ἐκείνου τεύξεσθαι τῆς καθηκούσης | |
5 | ἐπικουρίας εἰς τὸ τὴν πατρῴαν ἀνακτήσασθαι βασι‐ | |
Hist.5.35.2 | λείαν· ἐπεὶ δ’ ἐκεῖνος μὲν μετήλλαξε, προῄει δ’ ὁ χρόνος, οἱ δὲ κατὰ τὴν Ἑλλάδα καιροὶ μόνον οὐκ ἐπ’ ὀνόματος ἐκάλουν τὸν Κλεομένην, μετηλλαχότος μὲν Ἀντιγόνου, πολεμουμένων δὲ τῶν Ἀχαιῶν, κοι‐ | |
5 | νωνούντων δὲ τῶν Λακεδαιμονίων Αἰτωλοῖς τῆς πρὸς Ἀχαιοὺς καὶ Μακεδόνας ἀπεχθείας κατὰ τὴν ἐξ ἀρχῆς ἐπιβολὴν καὶ πρόθεσιν τὴν Κλεομένους, | |
Hist.5.35.3 | τότε δὴ καὶ μᾶλλον ἠναγκάζετο σπεύδειν καὶ φιλο‐ | |
Hist.5.35.4 | τιμεῖσθαι περὶ τῆς ἐξ Ἀλεξανδρείας ἀπαλλαγῆς. διό‐ περ τὸ μὲν πρῶτον ἐντεύξεις ἐποιεῖτο, παρακαλῶν | |
μετὰ χορηγίας τῆς καθηκούσης καὶ δυνάμεως αὐτὸν | ||
Hist.5.35.5 | ἐκπέμψαι, μετὰ δὲ ταῦτα παρακουόμενος ἠξίου μετὰ δεήσεως μόνον αὐτὸν ἀπολῦσαι μετὰ τῶν ἰδίων οἰκε‐ τῶν· τοὺς γὰρ καιροὺς ἱκανὰς ὑποδεικνύειν ἀφορ‐ μὰς αὐτῷ πρὸς τὸ καθικέσθαι τῆς πατρῴας ἀρχῆς. | |
Hist.5.35.6 | ὁ μὲν οὖν βασιλεύς, οὔτ’ ἐφιστάνων [ἐν] οὐδενὶ τῶν τοιούτων οὔτε προνοούμενος τοῦ μέλλοντος διὰ τὰς προειρημένας αἰτίας, εὐήθως καὶ ἀλόγως ἀεὶ παρή‐ | |
Hist.5.35.7 | κουε τοῦ Κλεομένους. οἱ δὲ περὶ τὸν Σωσίβιον— οὗτος γὰρ μάλιστα τότε προεστάτει τῶν πραγμά‐ των—συνεδρεύσαντες τοιαύτας τινὰς ἐποιήσαντο | |
Hist.5.35.8 | περὶ αὐτοῦ διαλήψεις. μετὰ μὲν γὰρ στόλου καὶ χορηγίας ἐκπέμπειν αὐτὸν οὐκ ἔκρινον, καταφρο‐ νοῦντες τῶν ἔξω πραγμάτων διὰ τὸ μετηλλαχέναι τὸν Ἀντίγονον καὶ νομίζειν μάταιον αὑτοῖς ἔσεσθαι | |
Hist.5.35.9 | τὴν εἰς ταῦτα δαπάνην. πρὸς δὲ τούτοις ἠγωνίων μή ποτε μετηλλαχότος μὲν Ἀντιγόνου, τῶν δὲ λοι‐ πῶν μηδενὸς ὑπάρχοντος ἀντιπάλου, ταχέως ἀκονιτὶ τὰ κατὰ τὴν Ἑλλάδα ποιησάμενος ὑφ’ αὑτὸν βαρὺς | |
5 | καὶ φοβερὸς αὐτὸς ὁ Κλεομένης ἀνταγωνιστὴς σφίσι | |
Hist.5.35.10 | γένηται, τεθεαμένος μὲν ὑπ’ αὐγὰς αὐτῶν τὰ πράγ‐ ματα, κατεγνωκὼς δὲ τοῦ βασιλέως, θεωρῶν δὲ πολλὰ τὰ παρακρεμάμενα μέρη καὶ μακρὰν ἀπεσπα‐ σμένα τῆς βασιλείας καὶ πολλὰς ἀφορμὰς ἔχοντα | |
Hist.5.35.11 | πρὸς πραγμάτων λόγον· καὶ γὰρ ναῦς ἐν τοῖς κατὰ Σάμον ἦσαν τόποις οὐκ ὀλίγαι καὶ στρατιωτῶν πλῆ‐ | |
Hist.5.35.12 | θος ἐν τοῖς κατ’ Ἔφεσον. διὰ ταῦτα μὲν οὖν τὴν ἐπιβολήν, ὥστ’ ἐκπέμπειν αὐτὸν μετὰ χορηγίας, ἀπε‐ δοκίμασαν διὰ τὰς προειρημένας αἰτίας· τό γε μὴν ὀλιγωρήσαντας ἄνδρα τοιοῦτον ἐξαποστεῖλαι, πρό‐ | |
5 | δηλον ἐχθρὸν καὶ πολέμιον, οὐδαμῶς ἡγοῦντο σφίσι | |
Hist.5.35.13 | συμφέρειν. λοιπὸν ἦν ἄκοντα κατέχειν. τοῦτο δ’ αὐτόθεν καὶ χωρὶς λόγου πάντες μὲν ἀπεδοκίμαζον, οὐκ ἀσφαλὲς νομίζοντες εἶναι λέοντι καὶ προβάτοις ὁμοῦ ποιεῖσθαι τὴν ἔπαυλιν· μάλιστα δὲ τοῦτο τὸ | |
5 | μέρος ὁ Σωσίβιος ὑφεωρᾶτο διά τινα τοιαύτην αἰ‐ | |
Hist.5.36.1 | τίαν. καθ’ ὃν γὰρ καιρὸν ἐγίνοντο περὶ τὴν ἀναί‐ ρεσιν τοῦ Μάγα καὶ τῆς Βερενίκης, ἀγωνιῶντες μὴ διασφαλῶσι τῆς ἐπιβολῆς, καὶ μάλιστα διὰ τὴν Βε‐ ρενίκης τόλμαν, ἠναγκάζοντο πάντας αἰκάλλειν τοὺς | |
5 | περὶ τὴν αὐλὴν καὶ πᾶσιν ὑπογράφειν ἐλπίδας, ἐὰν | |
Hist.5.36.2 | κατὰ λόγον αὐτοῖς χωρήσῃ τὰ πράγματα. τότε δὴ κατανοῶν ὁ Σωσίβιος τὸν Κλεομένην δεόμενον μὲν τῆς ἐκ τῶν βασιλέων ἐπικουρίας, ἔχοντα δὲ γνώμην καὶ πραγμάτων ἀληθινὴν ἔννοιαν, ὑπογράφων αὐτῷ | |
5 | μεγάλας ἐλπίδας ἅμα συμμετέδωκε τῆς ἐπιβολῆς. | |
Hist.5.36.3 | θεωρῶν δ’ αὐτὸν ὁ Κλεομένης ἐξεπτοημένον καὶ μάλιστα δεδιότα τοὺς ξένους καὶ μισθοφόρους, θαρ‐ ρεῖν παρεκάλει· τοὺς γὰρ μισθοφόρους βλάψειν μὲν | |
Hist.5.36.4 | αὐτὸν οὐδέν, ὠφελήσειν δ’ ὑπισχνεῖτο. μᾶλλον δ’ αὐτοῦ θαυμάσαντος τὴν ἐπαγγελίαν “οὐχ ὁρᾷς” ἔφη “διότι σχεδὸν εἰς τρισχιλίους εἰσὶν ἀπὸ Πελοπον‐ νήσου ξένοι καὶ Κρῆτες εἰς χιλίους, οἷς ἐὰν νεύ‐ | |
5 | σωμεν ἡμεῖς μόνον, ἑτοίμως ὑπουργήσουσι πάντες; | |
Hist.5.36.5 | τούτων δὲ συστραφέντων, τίνας ἀγωνιᾷς; ἢ δῆλον” ἔφη “τοὺς ἀπὸ Συρίας καὶ Καρίας στρατιώτας;” | |
Hist.5.36.6 | τότε μὲν οὖν ἡδέως ὁ Σωσίβιος ἀκούσας ταῦτα διπλασίως ἐπερρώσθη πρὸς τὴν κατὰ τῆς Βερενίκης | |
Hist.5.36.7 | πρᾶξιν· μετὰ δὲ ταῦτα θεωρῶν τὴν τοῦ βασιλέως ῥᾳθυμίαν, ἀεὶ τὸν λόγον ἀνενεοῦτο, καὶ πρὸ ὀφθαλ‐ μῶν τήν τε τοῦ Κλεομένους τόλμαν ἐλάμβανε καὶ | |
Hist.5.36.8 | τὴν τῶν ξένων πρὸς αὐτὸν εὔνοιαν. διὸ καὶ τότε | |
μάλιστα παρέστησε τῷ τε βασιλεῖ καὶ τοῖς φίλοις ὁρμὴν οὗτος εἰς τὸ προκαταλαβέσθαι καὶ συγκλεῖ‐ | ||
Hist.5.36.9 | σαι τὸν Κλεομένην. πρὸς δὲ τὴν ἐπίνοιαν ταύτην | |
Hist.5.37.1 | ἐχρήσατο συνεργήματι τοιούτῳ τινί. Νικαγόρας τις ἦν Μεσσήνιος· οὗτος ὑπῆρχε πατρικὸς ξένος Ἀρχι‐ | |
Hist.5.37.2 | δάμου τοῦ Λακεδαιμονίων βασιλέως. τὸν μὲν οὖν πρὸ τοῦ χρόνον βραχεῖά τις ἦν τοῖς προειρημένοις ἐπιπλοκὴ πρὸς ἀλλήλους· καθ’ ὃν δὲ καιρὸν Ἀρχί‐ δαμος ἐκ τῆς Σπάρτης ἔφυγε δείσας τὸν Κλεομένην, | |
5 | καὶ παρεγένετ’ εἰς Μεσσηνίαν, οὐ μόνον οἰκίᾳ καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὁ Νικαγόρας αὐτὸν ἐδέξατο προθύμως, ἀλλὰ καὶ κατὰ τὴν ἑξῆς συμπεριφορὰν ἐγένετό τις αὐτοῖς ὁλοσχερὴς εὔνοια καὶ συνήθεια | |
Hist.5.37.3 | πρὸς ἀλλήλους. διὸ καὶ μετὰ ταῦτα, τοῦ Κλεομένους ὑποδείξαντος ἐλπίδα καθόδου καὶ διαλύσεως πρὸς τὸν Ἀρχίδαμον, ἔδωκεν αὑτὸν ὁ Νικαγόρας εἰς τὰς διαποστολὰς καὶ τὰς ὑπὲρ τῶν πίστεων συνθήκας. | |
Hist.5.37.4 | ὧν κυρωθέντων ὁ μὲν Ἀρχίδαμος εἰς τὴν Σπάρτην κατῄει, πιστεύσας ταῖς διὰ τοῦ Νικαγόρου γεγενη‐ | |
Hist.5.37.5 | μέναις συνθήκαις, ὁ δὲ Κλεομένης ἀπαντήσας τὸν μὲν Ἀρχίδαμον ἐπανείλετο, τοῦ δὲ Νικαγόρου καὶ | |
Hist.5.37.6 | τῶν ἄλλων τῶν συνόντων ἐφείσατο. πρὸς μὲν οὖν τοὺς ἐκτὸς ὁ Νικαγόρας ὑπεκρίνετο χάριν ὀφείλειν τῷ Κλεομένει διὰ τὴν αὑτοῦ σωτηρίαν, ἐν αὑτῷ γε μὴν βαρέως ἔφερε τὸ συμβεβηκός, δοκῶν αἴτιος γε‐ | |
Hist.5.37.7 | γονέναι τῷ βασιλεῖ τῆς ἀπωλείας. οὗτος ὁ Νικα‐ γόρας ἵππους ἄγων κατέπλευσε βραχεῖ χρόνῳ πρό‐ | |
Hist.5.37.8 | τερον εἰς τὴν Ἀλεξάνδρειαν. ἀποβαίνων δ’ ἐκ τῆς νεὼς καταλαμβάνει τόν τε Κλεομένην καὶ τὸν Παν‐ τέα καὶ μετ’ αὐτῶν Ἱππίταν ἐν τῷ λιμένι παρὰ τὴν | |
Hist.5.37.9 | κρηπῖδα περιπατοῦντας. ἰδὼν δ’ ὁ Κλεομένης αὐ‐ | |
τὸν καὶ συμμίξας, ἠσπάζετο φιλοφρόνως, καὶ προσ‐ | ||
Hist.5.37.10 | επύθετο τί παρείη. τοῦ δ’ εἰπόντος ὅτι παραγέγο‐ νεν ἵππους ἄγων “ἐβουλόμην ἄν σε” ἔφη “καὶ λίαν ἀντὶ τῶν ἵππων κιναίδους ἄγειν καὶ σαμβύκας· τού‐ | |
Hist.5.37.11 | των γὰρ ὁ νῦν βασιλεὺς κατεπείγεται.” τότε γοῦν ἐπιγελάσας ὁ Νικαγόρας ἐσιώπησε, μετὰ δέ τινας ἡμέρας ἐπὶ πλεῖον ἐλθὼν εἰς τὰς χεῖρας τῷ Σωσι‐ βίῳ διὰ τοὺς ἵππους εἶπε κατὰ τοῦ Κλεομένους | |
Hist.5.37.12 | τὸν ἄρτι ῥηθέντα λόγον, θεωρῶν δὲ τὸν Σωσίβιον ἡδέως ἀκούοντα, πᾶσαν ἐξέθετο τὴν προϋπάρχουσαν | |
Hist.5.38.1 | ἑαυτῷ πρὸς τὸν Κλεομένην διαφοράν. ὃν ὁ Σωσί‐ βιος ἐπιγνοὺς ἀλλοτρίως πρὸς τὸν Κλεομένην δια‐ κείμενον, τὰ μὲν παραχρῆμα δούς, ἃ δ’ εἰς τὸ μέλ‐ λον ἐπαγγειλάμενος, συνέπεισε γράψαντα κατὰ τοῦ | |
5 | Κλεομένους ἐπιστολὴν ἀπολιπεῖν ἐσφραγισμένην, | |
Hist.5.38.2 | ἵν’ ἐπειδὰν ὁ Νικαγόρας ἐκπλεύσῃ μετ’ ὀλίγας ἡμέ‐ ρας, ὁ παῖς ἀνενέγκῃ τὴν ἐπιστολὴν πρὸς αὐτὸν ὡς | |
Hist.5.38.3 | ὑπὸ τοῦ Νικαγόρου πεμφθεῖσαν. συνεργήσαντος δὲ τοῦ Νικαγόρου τὰ προειρημένα καὶ τῆς ἐπιστολῆς ἀνενεχθείσης ὑπὸ τοῦ παιδὸς πρὸς τὸν Σωσίβιον | |
Hist.5.38.4 | μετὰ τὸν ἔκπλουν τοῦ Νικαγόρου, παρὰ πόδας ἅμα τὸν οἰκέτην καὶ τὴν ἐπιστολὴν ἧκεν ἔχων πρὸς τὸν βασιλέα. τοῦ μὲν παιδὸς φάσκοντος Νικαγόραν ἀπολιπεῖν τὴν ἐπιστολήν, ἐντειλάμενον ἀποδοῦναι | |
Hist.5.38.5 | Σωσιβίῳ, τῆς δ’ ἐπιστολῆς διασαφούσης ὅτι μέλλει Κλεομένης, ἐὰν μὴ ποιῶνται τὴν ἐξαποστολὴν αὐτοῦ μετὰ τῆς ἁρμοζούσης παρασκευῆς καὶ χορηγίας, ἐπαν‐ | |
Hist.5.38.6 | ίστασθαι τοῖς τοῦ βασιλέως πράγμασιν, εὐθέως ὁ Σωσίβιος λαβόμενος τῆς ἀφορμῆς ταύτης παρώξυνε τὸν βασιλέα καὶ τοὺς ἄλλους φίλους πρὸς τὸ μὴ μέλλειν, ἀλλὰ φυλάξασθαι καὶ συγκλεῖσαι τὸν Κλεο‐ | |
Hist.5.38.7 | μένην. γενομένου δὲ τούτου, καί τινος ἀποδοθείσης οἰκίας αὐτῷ παμμεγέθους, ἐποιεῖτο τὴν διατριβὴν ἐν ταύτῃ παραφυλαττόμενος, τούτῳ διαφέρων τῶν ἄλλων τῶν ὑπηγμένων εἰς τὰς φυλακάς, τῷ ποιεῖ‐ | |
Hist.5.38.8 | σθαι τὴν δίαιταν ἐν μείζονι δεσμωτηρίῳ. εἰς ἃ βλέπων ὁ Κλεομένης, καὶ μοχθηρὰς ἐλπίδας ἔχων ὑπὲρ τοῦ μέλλοντος, παντὸς πράγματος ἔκρινε πεῖ‐ | |
Hist.5.38.9 | ραν λαμβάνειν, οὐχ οὕτως πεπεισμένος κατακρατή‐ σειν τῆς προθέσεως—οὐδὲν γὰρ εἶχε τῶν εὐλόγων πρὸς τὴν ἐπιβολήν—τὸ δὲ πλεῖον εὐθανατῆσαι σπουδάζων καὶ μηδὲν ἀνάξιον ὑπομεῖναι τῆς περὶ | |
Hist.5.38.10 | αὐτὸν προγεγενημένης τόλμης, ἅμα δὲ καὶ λαμβάνων ἐν νῷ τὸ τοιοῦτον, ὥς γ’ ἐμοὶ δοκεῖ, καὶ προτιθέ‐ μενος, ὅπερ εἴωθε συμβαίνειν πρὸς τοὺς μεγαλό‐ φρονας τῶν ἀνδρῶν, | |
5 | μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην, ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι. | |
Hist.5.39.1 | παρατηρήσας οὖν ἔξοδον τοῦ βασιλέως εἰς Κάνω‐ βον, διέδωκε τοῖς φυλάττουσιν αὑτὸν φήμην ὡς ἀφίεσθαι μέλλων ὑπὸ τοῦ βασιλέως, καὶ διὰ ταύ‐ την τὴν αἰτίαν αὐτός τε τοὺς αὑτοῦ θεράποντας | |
5 | εἱστία καὶ τοῖς φυλάττουσιν ἱερεῖα καὶ στεφάνους, | |
Hist.5.39.2 | ἅμα δὲ τούτοις οἶνον ἐξαπέστειλε. τῶν δὲ χρωμέ‐ νων τούτοις ἀνυπονοήτως καὶ καταμεθυσθέντων, παραλαβὼν τοὺς συνόντας φίλους καὶ τοὺς περὶ αὑτὸν παῖδας περὶ μέσον ἡμέρας λαθὼν τοὺς φύ‐ | |
Hist.5.39.3 | λακας ἐξῆλθε μετ’ ἐγχειριδίων. προάγοντες δὲ καὶ συντυχόντες κατὰ τὴν πλατεῖαν Πτολεμαίῳ τῷ τότ’ ἐπὶ τῆς πόλεως ἀπολελειμμένῳ, καταπληξάμενοι τῷ παραβόλῳ τοὺς συνόντας αὐτῷ, τοῦτον μὲν κατα‐ | |
5 | σπάσαντες ἀπὸ τοῦ τεθρίππου παρέκλεισαν*, τὰ δὲ | |
Hist.5.39.4 | πλήθη παρεκάλουν ἐπὶ τὴν ἐλευθερίαν. οὐδενὸς δὲ προσέχοντος αὐτοῖς οὐδὲ συνεξισταμένου διὰ τὸ παράδοξον τῆς ἐπιβολῆς, ἐπιστρέψαντες ὥρμησαν πρὸς τὴν ἄκραν, ὡς ἀνασπάσοντες ταύτης τὰς πυ‐ | |
5 | λίδας καὶ συγχρησόμενοι τοῖς εἰς τὴν φυλακὴν ἀπηγ‐ | |
Hist.5.39.5 | μένοις τῶν ἀνδρῶν. ἀποσφαλέντες δὲ καὶ ταύτης τῆς ἐπιβολῆς διὰ τὸ τοὺς ἐφεστῶτας προαισθομένους τὸ μέλλον ἀσφαλίσασθαι τὴν πύλην, προσήνεγκαν αὑτοῖς τὰς χεῖρας εὐψύχως πάνυ καὶ Λακωνικῶς. | |
Hist.5.39.6 | Κλεομένης μὲν οὖν οὕτω μετήλλαξε τὸν βίον, ἀνὴρ γενόμενος καὶ πρὸς τὰς ὁμιλίας ἐπιδέξιος καὶ πρὸς πραγμάτων οἰκονομίαν εὐφυὴς καὶ συλλήβδην ἡγεμονικὸς καὶ βασιλικὸς τῇ φύσει. | |
Hist.5.40.1 | Μετὰ δὲ τοῦτον οὐ πολὺ κατόπιν Θεόδοτος ὁ τεταγμένος ἐπὶ Κοίλης Συρίας, ὢν τὸ γένος Αἰτω‐ λός, τὰ μὲν καταφρονήσας τοῦ βασιλέως διὰ τὴν | |
Hist.5.40.2 | ἀσέλγειαν τοῦ βίου καὶ τῆς ὅλης αἱρέσεως, τὰ δὲ διαπιστήσας τοῖς περὶ τὴν αὐλὴν διὰ τὸ μικροῖς ἔμ‐ προσθεν χρόνοις ἀξιολόγους παρασχόμενος χρείας τῷ βασιλεῖ περί τε τἄλλα καὶ περὶ τὴν πρώτην ἐπι‐ | |
5 | βολὴν Ἀντιόχου τοῖς κατὰ Κοίλην Συρίαν πράγ‐ μασι, μὴ οἷον ἐπὶ τούτοις τυχεῖν τινος χάριτος, ἀλλὰ τοὐναντίον ἀνακληθεὶς εἰς τὴν Ἀλεξάνδρειαν | |
Hist.5.40.3 | παρ’ ὀλίγον κινδυνεῦσαι τῷ βίῳ, διὰ ταύτας τὰς αἰτίας ἐπεβάλετο τότε λαλεῖν Ἀντιόχῳ καὶ τὰς κατὰ Κοίλην Συρίαν πόλεις ἐγχειρίζειν. τοῦ δ’ ἀσμένως δεξαμένου τὴν ἐλπίδα, ταχεῖαν ἐλάμβανε τὸ πρᾶγμα | |
Hist.5.40.4 | τὴν οἰκονομίαν. ἵνα δὲ καὶ περὶ ταύτης τῆς οἰκίας τὸ παραπλήσιον ποιήσωμεν, ἀναδραμόντες ἐπὶ τὴν παράληψιν τῆς Ἀντιόχου δυναστείας ἀπὸ τούτων τῶν καιρῶν ποιησόμεθα κεφαλαιώδη τὴν ἔφοδον | |
5 | ἐπὶ τὴν ἀρχὴν τοῦ μέλλοντος λέγεσθαι πολέμου. | |
Hist.5.40.5 | Ἀντίοχος γὰρ ἦν μὲν υἱὸς νεώτερος Σελεύκου τοῦ Καλλινίκου προσαγορευθέντος, μεταλλάξαντος δὲ τοῦ πατρὸς καὶ διαδεξαμένου τἀδελφοῦ Σελεύκου τὴν βασιλείαν διὰ τὴν ἡλικίαν, τὸ μὲν πρῶτον τοῖς ἄνω | |
Hist.5.40.6 | τόποις μεθιστάμενος ἐποιεῖτο τὴν διατριβήν, ἐπεὶ δὲ Σέλευκος μετὰ δυνάμεως ὑπερβαλὼν τὸν Ταῦρον ἐδολοφονήθη, καθάπερ καὶ πρότερον εἰρήκαμεν, | |
Hist.5.40.7 | μεταλαβὼν τὴν ἀρχὴν αὐτὸς ἐβασίλευσε, διαπιστεύων τὴν μὲν ἐπὶ τάδε τοῦ Ταύρου δυναστείαν Ἀχαιῷ, τὰ δ’ ἄνω μέρη τῆς βασιλείας ἐγκεχειρικὼς Μόλωνι καὶ τἀδελφῷ τῷ Μόλωνος Ἀλεξάνδρῳ, Μόλωνος | |
5 | μὲν Μηδίας ὑπάρχοντος σατράπου, τἀδελφοῦ δὲ τῆς | |
Hist.5.41.1 | Περσίδος. οἳ καταφρονήσαντες μὲν αὐτοῦ διὰ τὴν ἡλικίαν, ἐλπίσαντες δὲ τὸν Ἀχαιὸν ἔσεσθαι κοινω‐ νὸν σφίσι τῆς ἐπιβολῆς, μάλιστα δὲ φοβούμενοι τὴν ὠμότητα καὶ κακοπραγμοσύνην τὴν Ἑρμείου τοῦ | |
5 | τότε προεστῶτος τῶν ὅλων πραγμάτων, ἀφίστασθαι καὶ διαστρέφειν ἐνεχείρησαν τὰς ἄνω σατραπείας. | |
Hist.5.41.2 | ὁ δ’ Ἑρμείας ἦν μὲν ἀπὸ Καρίας, ἐπέστη δ’ ἐπὶ τὰ πράγματα, Σελεύκου τἀδελφοῦ ταύτην αὐτῷ τὴν πίστιν ἐγχειρίσαντος, καθ’ οὓς καιροὺς ἐποιεῖτο τὴν | |
Hist.5.41.3 | ἐπὶ τὸν (Ἄ)τταλον στρατείαν. τυχὼν δὲ ταύτης τῆς ἐξουσίας πᾶσι μὲν ἐφθόνει τοῖς ἐν ὑπεροχαῖς οὖσι τῶν περὶ τὴν αὐλήν, φύσει δ’ ὠμὸς ὢν τῶν μὲν τὰς ἀγνοίας ἐπὶ τὸ χεῖρον ἐκδεχόμενος ἐκόλαζε, τοῖς | |
5 | δὲ χειροποιήτους καὶ ψευδεῖς ἐπιφέρων (αἰτίας) ἀπαρ‐ | |
Hist.5.41.4 | αίτητος ἦν καὶ πικρὸς δικαστής. μάλιστα δ’ ἔσπευδε καὶ περὶ παντὸς ἐποιεῖτο βουλόμενος ἐπανελέσθαι τὸν ἀποκομίσαντα τὰς δυνάμεις τὰς Σελεύκῳ συνεξ‐ ελθούσας Ἐπιγένην, διὰ τὸ θεωρεῖν τὸν ἄνδρα καὶ | |
5 | λέγειν καὶ πράττειν δυνάμενον καὶ μεγάλης ἀπο‐ | |
Hist.5.41.5 | δοχῆς ἀξιούμενον παρὰ ταῖς δυνάμεσιν. ὢν δὲ ταύ‐ της τῆς προθέσεως ἐπεῖχε, βουλόμενος ἀεί τινος ὁρμῆς ἐπιλαβέσθαι καὶ προφάσεως κατὰ τοῦ προει‐ | |
Hist.5.41.6 | ρημένου. ἁθροισθέντος δὲ τοῦ συνεδρίου περὶ τῆς τοῦ Μόλωνος ἀποστάσεως, καὶ κελεύσαντος τοῦ βα‐ σιλέως λέγειν ἕκαστον τὸ φαινόμενον περὶ τοῦ πῶς δεῖ χρῆσθαι τοῖς κατὰ τοὺς ἀποστάτας πράγμασι, | |
Hist.5.41.7 | καὶ πρώτου συμβουλεύοντος Ἐπιγένους διότι δεῖ μὴ μέλλειν, ἀλλ’ ἐκ χειρὸς ἔχεσθαι τῶν προκειμέ‐ νων, καὶ πρῶτον καὶ μάλιστα τὸν βασιλέα συνάπτειν τοῖς τόποις καὶ παρ’ αὐτοὺς εἶναι τοὺς καιρούς· | |
Hist.5.41.8 | οὕτως γὰρ ἢ τὸ παράπαν οὐδὲ τολμήσειν ἀλλοτριο‐ πραγεῖν τοὺς περὶ τὸν Μόλωνα, τοῦ βασιλέως παρόν‐ τος καὶ τοῖς πολλοῖς ἐν ὄψει γενομένου μετὰ συμ‐ | |
Hist.5.41.9 | μέτρου δυνάμεως, ἢ κἂν ὅλως τολμήσωσι καὶ μείνωσιν ἐπὶ τῆς προθέσεως, ταχέως αὐτοὺς συναρπασθέντας ὑπὸ τῶν ὄχλων ὑποχειρίους παραδοθήσεσθαι τῷ | |
Hist.5.42.1 | βασιλεῖ· ταῦτα λέγοντος ἔτι τοῦ προειρημένου διορ‐ γισθεὶς Ἑρμείας πολὺν ἔφησεν αὐτὸν χρόνον ἐπί‐ βουλον ὄντα καὶ προδότην τῆς βασιλείας διαλελη‐ | |
Hist.5.42.2 | θέναι, νῦν δὲ καλῶς ποιοῦντα φανερὸν ἐκ τῆς συμβουλῆς γεγονέναι, σπουδάζοντα μετ’ ὀλίγων ἐγ‐ χειρίσαι τὸ τοῦ βασιλέως σῶμα τοῖς ἀποστάταις. | |
Hist.5.42.3 | τότε μὲν οὖν οἷον ὑποθύψας τὴν διαβολὴν παρῆκε τὸν Ἐπιγένην, πικρίαν ἄκαιρον μᾶλλον ἢ δυσμέ‐ | |
Hist.5.42.4 | νειαν ἐπιφήνας· αὐτὸς δὲ κατὰ τὴν αὑτοῦ γνώμην τὴν μὲν ἐπὶ τὸν Μόλωνα στρατείαν, κατάφοβος ὢν τὸν κίνδυνον, ἐξέκλινε διὰ τὴν ἀπειρίαν τῶν πολε‐ μικῶν, ἐπὶ δὲ τὸν Πτολεμαῖον ἐσπούδαζε στρατεύειν, | |
5 | ἀσφαλῆ τοῦτον εἶναι πεπεισμένος τὸν πόλεμον διὰ | |
Hist.5.42.5 | τὴν τοῦ προειρημένου βασιλέως ῥᾳθυμίαν. τότε μὲν οὖν καταπληξάμενος τοὺς ἐν τῷ συνεδρίῳ πάν‐ τας ἐπὶ μὲν τὸν Μόλωνα στρατηγοὺς ἐξέπεμψε μετὰ δυνάμεως Ξένωνα καὶ Θεόδοτον τὸν ἡμιόλιον, τὸν | |
5 | δ’ Ἀντίοχον παρώξυνε συνεχῶς, οἰόμενος δεῖν ἐπι‐ βάλλειν τὰς χεῖρας τοῖς κατὰ Κοίλην Συρίαν πράγ‐ | |
Hist.5.42.6 | μασι, μόνως οὕτως ὑπολαμβάνων, εἰ πανταχόθεν τῷ νεανίσκῳ περισταίη πόλεμος, οὔτε τῶν πρότερον ἡμαρτημένων ὑφέξειν δίκας οὔτε τῆς παρούσης ἐξου‐ σίας κωλυθήσεσθαι διὰ τὰς χρείας καὶ τοὺς ἀεὶ | |
5 | περιισταμένους ἀγῶνας τῷ βασιλεῖ καὶ κινδύνους. | |
Hist.5.42.7 | διὸ καὶ τὸ τελευταῖον ἐπιστολὴν πλάσας ὡς παρ’ Ἀχαιοῦ διαπεσταλμένην προσήνεγκε τῷ βασιλεῖ, δια‐ σαφοῦσαν ὅτι Πτολεμαῖος αὐτὸν παρακαλεῖ πραγμά‐ των ἀντιποιήσασθαι καί φησι καὶ ναυσὶ καὶ χρή‐ | |
5 | μασι χορηγήσειν πρὸς πάσας τὰς ἐπιβολάς, ἐὰν ἀναλάβῃ διάδημα καὶ φανερὸς γένηται πᾶσιν ἀντι‐ | |
Hist.5.42.8 | ποιούμενος τῆς ἀρχῆς, ἣν τοῖς πράγμασιν ἔχειν αὐ‐ τὸν καὶ νῦν, τῆς δ’ ἐπιγραφῆς αὑτῷ φθονοῦντα τὸν ὑπὸ τῆς τύχης διδόμενον ἀποτρίβεσθαι στέφανον. | |
Hist.5.42.9 | Ὁ μὲν οὖν βασιλεὺς πιστεύσας τοῖς γραφομένοις ἕτοιμος ἦν καὶ μετέωρος στρατεύειν ἐπὶ Κοίλην Συ‐ | |
Hist.5.43.1 | ρίαν. ὄντος δ’ αὐτοῦ κατὰ τοὺς καιροὺς τούτους περὶ Σελεύκειαν τὴν ἐπὶ τοῦ Ζεύγματος, παρῆν Διό‐ γνητος ὁ ναύαρχος ἐκ Καππαδοκίας τῆς περὶ τὸν Εὔξεινον, ἄγων Λαοδίκην τὴν Μιθριδάτου τοῦ βασι‐ | |
5 | λέως θυγατέρα, παρθένον οὖσαν, γυναῖκα τῷ βασι‐ | |
Hist.5.43.2 | λεῖ κατωνομασμένην. ὁ δὲ Μιθριδάτης εὔχετο μὲν ἀπόγονος εἶναι τῶν ἑπτὰ Περσῶν ἑνὸς τῶν ἐπανε‐ λομένων τὸν μάγον, διατετηρήκει δὲ τὴν δυναστείαν ἀπὸ προγόνων τὴν ἐξ ἀρχῆς αὐτοῖς διαδοθεῖσαν ὑπὸ | |
Hist.5.43.3 | Δαρείου παρὰ τὸν Εὔξεινον πόντον. Ἀντίοχος δὲ προσδεξάμενος τὴν παρθένον μετὰ τῆς ἁρμοζούσης ἀπαντήσεως καὶ προστασίας εὐθέως ἐπετέλει τοὺς γάμους, μεγαλοπρεπῶς καὶ βασιλικῶς χρώμενος ταῖς | |
Hist.5.43.4 | παρασκευαῖς. μετὰ δὲ τὴν συντέλειαν τῶν γάμων καταβὰς εἰς Ἀντιόχειαν, βασίλισσαν ἀποδείξας τὴν Λαοδίκην, λοιπὸν ἐγίνετο περὶ τὴν τοῦ πολέμου παρασκευήν. | |
Hist.5.43.5 | Κατὰ δὲ τοὺς καιροὺς τούτους Μόλων, ἑτοίμους παρεσκευακὼς πρὸς πᾶν τοὺς ἐκ τῆς ἰδίας σατρα‐ πείας ὄχλους διά τε τὰς ἐλπίδας τὰς ἐκ τῶν ὠφε‐ λειῶν καὶ τοὺς φόβους, οὓς ἐνειργάσατο τοῖς ἡγε‐ | |
5 | μόσιν ἀνατατικὰς καὶ ψευδεῖς εἰσφέρων ἐπιστολὰς | |
Hist.5.43.6 | παρὰ τοῦ βασιλέως, ἕτοιμον δὲ συναγωνιστὴν ἔχων τὸν ἀδελφὸν Ἀλέξανδρον, ἠσφαλισμένος δὲ καὶ τὰ κατὰ τὰς παρακειμένας σατραπείας διὰ τῆς τῶν προεστώτων εὐνοίας καὶ δωροδοκίας, ἐξεστράτευσε | |
5 | μετὰ μεγάλης δυνάμεως ἐπὶ τοὺς τοῦ βασιλέως στρα‐ | |
Hist.5.43.7 | τηγούς. οἱ δὲ περὶ τὸν Ξένωνα καὶ Θεόδοτον κατα‐ πλαγέντες τὴν ἔφοδον ἀνεχώρησαν εἰς τὰς πόλεις. | |
Hist.5.43.8 | ὁ δὲ Μόλων κύριος γενόμενος τῆς Ἀπολλωνιάτιδος χώρας εὐπορεῖτο ταῖς χορηγίαις ὑπερβαλλόντως. ἦν δὲ φοβερὸς μὲν καὶ πρὸ τοῦ διὰ τὸ μέγεθος τῆς | |
Hist.5.44.1 | δυναστείας. τά τε γὰρ ἱπποφόρβια πάντα τὰ βασι‐ λικὰ Μήδοις ἐγκεχείρισται, σίτου τε καὶ θρεμμάτων | |
Hist.5.44.2 | πλῆθος ἀναρίθμητον παρ’ αὐτοῖς ἐστι. περί γε μὴν τῆς ὀχυρότητος καὶ τοῦ μεγέθους τῆς χώρας οὐδ’ | |
Hist.5.44.3 | ἂν εἰπεῖν δύναιτ’ ἀξίως οὐδείς. ἡ γὰρ Μηδία κεῖ‐ ται μὲν περὶ μέσην τὴν Ἀσίαν, διαφέρει δὲ καὶ κατὰ τὸ μέγεθος καὶ κατὰ τὴν εἰς ὕψος ἀνάτασιν πάντων τῶν κατὰ τὴν Ἀσίαν τόπων, ὡς πρὸς μέρος | |
Hist.5.44.4 | θεωρουμένη. καὶ μὴν ἐπίκειται τοῖς ἀλκιμωτάτοις καὶ μεγίστοις ἔθνεσι. πρόκειται γὰρ αὐτῆς παρὰ μὲν τὴν ἕω καὶ τὰ πρὸς ἀνατολὰς μέρη τὰ κατὰ τὴν ἔρημον πεδία τὴν μεταξὺ κειμένην τῆς Περσίδος | |
Hist.5.44.5 | καὶ τῆς Παρθυαίας· ἐπίκειται δὲ καὶ κρατεῖ τῶν καλουμένων Κασπίων πυλῶν, συνάπτει δὲ τοῖς Τα‐ πύρων ὄρεσιν, ἃ δὴ τῆς Ὑρκανίας θαλάττης οὐ πολὺ | |
Hist.5.44.6 | διέστηκε. τοῖς δὲ πρὸς μεσημβρίαν κλίμασι καθήκει πρός τε τὴν Μεσοποταμίαν καὶ τὴν Ἀπολλωνιᾶτιν χώραν, παράκειται δὲ τῇ Περσίδι, προβεβλημένη τὸ | |
Hist.5.44.7 | Ζάγρον ὄρος, ὃ τὴν μὲν ἀνάβασιν ἔχει πρὸς ἑκατὸν στάδια, διαφορὰς δὲ καὶ συγκλείσεις πλείους ἔχον ἐν αὑτῷ διέζευκται κοιλάσι, κατὰ δέ τινας τόπους αὐλῶσιν, οὓς κατοικοῦσι Κοσσαῖοι καὶ Κορβρῆναι καὶ | |
5 | Κάρχοι καὶ πλείω γένη βαρβάρων ἕτερα, διαφέρειν | |
Hist.5.44.8 | δοκοῦντα πρὸς τὰς πολεμικὰς χρείας. τοῖς δὲ πρὸς τὰς δύσεις μέρεσι κειμένοις συνάπτει τοῖς Σατρα‐ πείοις καλουμένοις· τούτοις δὲ συμβαίνει μὴ πολὺ διεστάναι τῶν ἐθνῶν τῶν ἐπὶ τὸν Εὔξεινον καθη‐ | |
Hist.5.44.9 | κόντων πόντον. τὰ δ’ ἐπὶ τὰς ἄρκτους αὐτῆς τετραμ‐ μένα μέρη περιέχεται μὲν Ἐλυμαίοις καὶ τοῖς Ἀνια‐ | |
Hist.5.44.10 | ράκαις, ἔτι δὲ Καδουσίοις καὶ Ματιανοῖς, ὑπέρκειται δὲ τῶν συναπτόντων πρὸς τὴν Μαιῶτιν τοῦ Πόν‐ | |
Hist.5.44.11 | του μερῶν. αὐτὴ δ’ ἡ Μηδία διέζευκται πλείοσιν ὄρεσιν ἀπὸ τῆς ἠοῦς ἕως πρὸς τὰς δύσεις, ὧν με‐ ταξὺ κεῖται πεδία πληθύοντα πόλεσι καὶ κώμαις. | |
Hist.5.45.1 | κυριεύων δὲ ταύτης τῆς χώρας, βασιλικὴν ἐχούσης περίστασιν, καὶ πάλαι μὲν φοβερὸς ἦν, ὡς πρότερον | |
Hist.5.45.2 | εἶπα, διὰ τὴν ὑπεροχὴν τῆς δυναστείας· τότε δὲ καὶ τῶν τοῦ βασιλέως στρατηγῶν δοκούντων παρακεχω‐ ρηκέναι τῶν ὑπαίθρων αὐτῷ καὶ τῶν ἰδίων δυνά‐ | |
μεων ἐπηρμένων ταῖς ὁρμαῖς διὰ τὸ κατὰ λόγον | ||
5 | σφίσι προχωρεῖν τὰς πρώτας ἐλπίδας, τελέως ἐδόκει φοβερὸς εἶναι καὶ ἀνυπόστατος πᾶσι τοῖς τὴν Ἀσίαν | |
Hist.5.45.3 | κατοικοῦσι. διὸ τὸ μὲν πρῶτον ἐπεβάλετο διαβὰς | |
Hist.5.45.4 | τὸν Τίγριν πολιορκεῖν τὴν Σελεύκειαν· κωλυθείσης δὲ τῆς διαβάσεως ὑπὸ Ζεύξιδος διὰ τὸ καταλαβέσθαι τὰ ποτάμια πλοῖα, τοῦτον τὸν τρόπον ἀναχωρήσας εἰς τὴν ἐν τῇ Κτησιφῶντι λεγομένῃ στρατοπεδείαν | |
5 | παρεσκεύαζε ταῖς δυνάμεσι τὰ πρὸς τὴν παραχει‐ μασίαν. | |
Hist.5.45.5 | Ὁ δὲ βασιλεὺς ἀκούσας τήν τε τοῦ Μόλωνος ἔφοδον καὶ τὴν τῶν ἰδίων στρατηγῶν ἀναχώρησιν αὐτὸς μὲν ἦν ἕτοιμος πάλιν ἐπὶ τὸν Μόλωνα στρα‐ τεύειν, ἀποστὰς τῆς ἐπὶ τὸν Πτολεμαῖον ὁρμῆς, καὶ | |
Hist.5.45.6 | μὴ προΐεσθαι τοὺς καιρούς· Ἑρμείας δέ, τηρῶν τὴν ἐξ ἀρχῆς πρόθεσιν ἐπὶ μὲν τὸν Μόλωνα Ξενοίταν τὸν Ἀχαιὸν ἐξέπεμψε στρατηγὸν αὐτοκράτορα μετὰ δυνάμεως, φήσας δεῖν πρὸς μὲν τοὺς ἀποστάτας | |
5 | στρατηγοῖς πολεμεῖν, πρὸς δὲ τοὺς βασιλεῖς αὐτὸν ποιεῖσθαι τὸν βασιλέα καὶ τὰς ἐπιβολὰς καὶ τοὺς | |
Hist.5.45.7 | ὑπὲρ τῶν ὅλων ἀγῶνας, αὐτὸς δὲ διὰ τὴν ἡλικίαν ὑποχείριον ἔχων τὸν νεανίσκον προῆγε, καὶ συνή‐ θροιζε τὰς δυνάμεις εἰς Ἀπάμειαν· ἐντεῦθεν δ’ ἀνα‐ | |
Hist.5.45.8 | ζεύξας ἧκε πρὸς τὴν Λαοδίκειαν. ἀφ’ ἧς ποιησά‐ μενος τὴν ὁρμὴν ὁ βασιλεὺς μετὰ πάσης τῆς στρατιᾶς, καὶ διελθὼν τὴν ἔρημον, ἐνέβαλεν εἰς τὸν αὐλῶνα | |
Hist.5.45.9 | τὸν προσαγορευόμενον Μαρσύαν, ὃς κεῖται μὲν με‐ ταξὺ τῆς κατὰ τὸν Λίβανον καὶ τὸν Ἀντιλίβανον παρωρείας, συνάγεται δ’ εἰς στενὸν ὑπὸ τῶν προει‐ | |
Hist.5.45.10 | ρημένων ὀρῶν. συμβαίνει δὲ καὶ τοῦτον αὐτὸν τὸν τόπον, ᾗ στενώτατός ἐστι, διείργεσθαι τενάγεσι καὶ | |
Hist.5.46.1 | λίμναις, ἐξ ὧν ὁ μυρεψικὸς κείρεται κάλαμος. ἐπί‐ κειται δὲ τοῖς στενοῖς ἐκ μὲν θατέρου μέρους Βρό‐ χοι προσαγορευόμενόν τι χωρίον, ἐκ δὲ θατέρου | |
Hist.5.46.2 | Γέρρα, στενὴν ἀπολείποντα πάροδον. ποιησάμενος δὲ διὰ τοῦ προειρημένου τὴν πορείαν αὐλῶνος ἐπὶ πλείους ἡμέρας, καὶ προσαγαγόμενος τὰς παρακει‐ | |
Hist.5.46.3 | μένας πόλεις, παρῆν πρὸς τὰ Γέρρα. καταλαβὼν δὲ τὸν Θεόδοτον τὸν Αἰτωλὸν προκατειληφότα τὰ Γέρρα καὶ τοὺς Βρόχους, τὰ δὲ παρὰ τὴν λίμνην στενὰ διωχυρωμένον τάφροις καὶ χάραξι καὶ διειληφότα | |
5 | φυλακαῖς εὐκαίροις, τὸ μὲν πρῶτον ἐπεβάλετο βιά‐ | |
Hist.5.46.4 | ζεσθαι, πλείω δὲ πάσχων ἢ ποιῶν κακὰ διὰ τὴν ὀχυρότητα τῶν τόπων καὶ διὰ τὸ μένειν ἔτι τὸν | |
Hist.5.46.5 | Θεόδοτον ἀκέραιον, ἀπέστη τῆς ἐπιβολῆς. διὸ καὶ τοιαύτης οὔσης τῆς περὶ τοὺς τόπους δυσχρηστίας, προσπεσόντος αὐτῷ Ξενοίταν ἐπταικέναι τοῖς ὅλοις καὶ τὸν Μόλωνα πάντων τῶν ἄνω τόπων ἐπικρα‐ | |
5 | τεῖν, ἀφέμενος τούτων ὥρμησε τοῖς οἰκείοις πράγ‐ μασι βοηθήσων. | |
Hist.5.46.6 | Ὁ γὰρ Ξενοίτας ὁ στρατηγὸς ἀποσταλεὶς αὐτο‐ κράτωρ, καθάπερ ἐπάνω προεῖπα, καὶ μείζονος ἐξου‐ σίας ἢ κατὰ τὴν προσδοκίαν τυχών, ὑπεροπτικώ‐ τερον μὲν ἐχρῆτο τοῖς αὑτοῦ φίλοις, θρασύτερον δὲ | |
Hist.5.46.7 | ταῖς πρὸς τοὺς ἐχθροὺς ἐπιβολαῖς. οὐ μὴν ἀλλὰ καταζεύξας εἰς τὴν Σελεύκειαν, καὶ μεταπεμψάμενος Διογένην τὸν τῆς Σουσιανῆς ἔπαρχον καὶ Πυθιάδην τὸν τῆς Ἐρυθρᾶς θαλάττης, ἐξῆγε τὰς δυνάμεις, | |
5 | καὶ λαβὼν πρόβλημα τὸν Τίγριν ποταμὸν ἀντεστρα‐ | |
Hist.5.46.8 | τοπέδευσε τοῖς πολεμίοις. πλειόνων δὲ διακολυμ‐ βώντων πρὸς αὐτὸν ἀπὸ τῆς τοῦ Μόλωνος στρατο‐ πεδείας, καὶ δηλούντων ὡς ἐὰν διαβῇ τὸν ποταμόν, | |
ἅπαν ἀπονεύσει πρὸς αὐτὸν τὸ τοῦ Μόλωνος στρα‐ | ||
5 | τόπεδον—τῷ μὲν γὰρ Μόλωνι φθονεῖν, τῷ δὲ βασιλεῖ τὸ πλῆθος εὔνουν ὑπάρχειν διαφερόντως— ἐπαρθεὶς τούτοις ὁ Ξενοίτας ἐπεβάλετο διαβαίνειν | |
Hist.5.46.9 | τὸν Τίγριν. ὑποδείξας δὲ διότι μέλλει ζευγνύναι τὸν ποταμὸν κατά τινα νησίζοντα τόπον, τῶν μὲν πρὸς τοῦτο τὸ μέρος ἐπιτηδείων οὐδὲν ἡτοίμαζε, διὸ καὶ συνέβη καταφρονῆσαι τοὺς περὶ τὸν Μό‐ | |
Hist.5.46.10 | λωνα τῆς ὑποδεικνυμένης ἐπιβολῆς, τὰ δὲ πλοῖα συνήθροιζε καὶ κατήρτιζε καὶ πολλὴν ἐπιμέλειαν | |
Hist.5.46.11 | ἐποιεῖτο περὶ τούτων. ἐπιλέξας δ’ ἐκ παντὸς τοῦ στρατεύματος τοὺς εὐρωστοτάτους ἱππεῖς καὶ πεζούς, ἐπὶ τῆς παρεμβολῆς ἀπολιπὼν Ζεῦξιν καὶ Πυθιάδην παρῆλθε νυκτὸς ὡς ὀγδοήκοντα σταδίους ὑποκάτω | |
Hist.5.46.12 | τῆς τοῦ Μόλωνος στρατοπεδείας, καὶ διακομίσας τοῖς πλοίοις τὴν δύναμιν ἀσφαλῶς νυκτὸς ἔτι κατε‐ στρατοπέδευσε, λαβὼν εὐφυῆ τόπον, ᾧ συνέβαινε κατὰ μὲν τὸ πλεῖστον ὑπὸ τοῦ ποταμοῦ περιέχεσθαι, | |
Hist.5.47.1 | τὸ δὲ λοιπὸν ἕλεσιν ἠσφαλίσθαι καὶ τέλμασιν. ὁ δὲ Μόλων συνεὶς τὸ γεγονὸς ἐξαπέστειλε τοὺς ἱππεῖς, ὡς κωλύσων τοὺς ἐπιδιαβαίνοντας ῥᾳδίως καὶ συν‐ | |
Hist.5.47.2 | τρίψων τοὺς ἤδη διαβεβηκότας· οἳ καὶ συνεγγίσαντες τοῖς περὶ τὸν Ξενοίταν διὰ τὴν ἄγνοιαν τῶν τόπων οὐ προσεδέοντο τῶν πολεμίων, αὐτοὶ δ’ ὑφ’ αὑτῶν βαπτιζόμενοι καὶ καταδύνοντες ἐν τοῖς τέλμασιν | |
5 | ἄχρηστοι μὲν ἦσαν ἅπαντες, πολλοὶ δὲ καὶ διεφθά‐ | |
Hist.5.47.3 | ρησαν αὐτῶν. ὁ δὲ Ξενοίτας, πεπεισμένος, ἐὰν πλησιάσῃ, μεταβαλεῖσθαι τὰς τοῦ Μόλωνος πρὸς αὐτὸν δυνάμεις, προελθὼν παρὰ τὸν ποταμὸν καὶ | |
Hist.5.47.4 | συνεγγίσας παρεστρατοπέδευσε τοῖς ὑπεναντίοις. κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Μόλων, εἴτε καὶ στρατηγή‐ | |
ματος χάριν εἴτε καὶ διαπιστήσας ταῖς δυνάμεσι, μή τι συμβῇ τῶν ὑπὸ τοῦ Ξενοίτου προσδοκωμένων, | ||
5 | ἀπολιπὼν ἐν τῷ χάρακι τὴν ἀποσκευὴν ἀνέζευξε νυκτός, καὶ προῆγε σύντονον ποιούμενος τὴν πο‐ | |
Hist.5.47.5 | ρείαν ὡς ἐπὶ Μηδίας. ὁ δὲ Ξενοίτας, ὑπολαβὼν πεφευγέναι τὸν Μόλωνα καταπεπληγμένον τὴν ἔφο‐ δον αὐτοῦ καὶ διαπιστοῦντα ταῖς ἰδίαις αὑτοῦ δυνά‐ μεσι, τὸ μὲν πρῶτον ἐπιστρατοπεδεύσας κατελάβετο | |
5 | τὴν τῶν πολεμίων παρεμβολήν, καὶ διεπεραίου πρὸς αὑτὸν τοὺς ἰδίους ἱππεῖς καὶ τὰς τούτων ἀποσκευὰς | |
Hist.5.47.6 | ἐκ τῆς Ζεύξιδος παρεμβολῆς· μετὰ δὲ ταῦτα συνα‐ θροίσας παρεκάλει τοὺς πολλοὺς θαρρεῖν καὶ καλὰς ἐλπίδας ἔχειν ὑπὲρ τῶν ὅλων, ὡς πεφευγότος τοῦ | |
Hist.5.47.7 | Μόλωνος. ταῦτα δ’ εἰπὼν ἐπιμελεῖσθαι παρήγγειλε καὶ θεραπεύειν αὑτοὺς ἅπασιν, ὡς ἐκ ποδὸς ἀκο‐ | |
Hist.5.48.1 | λουθήσων πρωῒ τοῖς ὑπεναντίοις. οἱ δὲ πολλοὶ κατατεθαρρηκότες καὶ παντοδαπῆς ἐπειλημμένοι χο‐ ρηγίας, ὥρμησαν πρὸς ἀπόλαυσιν καὶ μέθην καὶ τὴν | |
Hist.5.48.2 | ταῖς τοιαύταις ὁρμαῖς παρεπομένην ῥᾳθυμίαν. ὁ δὲ Μόλων διανύσας ἱκανόν τινα τόπον καὶ δειπνο‐ ποιησάμενος παρῆν ἐξ ὑποστροφῆς, καὶ καταλαβὼν ἐρριμμένους καὶ μεθύοντας πάντας, προσέβαλε τῷ | |
Hist.5.48.3 | χάρακι τῶν πολεμίων ὑπὸ τὴν ἑωθινήν. οἱ δὲ περὶ τὸν Ξενοίταν ἐκπλαγέντες ἐπὶ τοῖς συμβαίνουσι διὰ τὸ παράδοξον, ἀδυνατοῦντες δὲ τοὺς πολλοὺς ἐγεί‐ ρειν διὰ τὴν κατέχουσαν αὐτοὺς μέθην, αὐτοὶ μὲν | |
5 | ἀλόγως ὁρμήσαντες εἰς τοὺς πολεμίους διεφθάρη‐ | |
Hist.5.48.4 | σαν, τῶν δὲ κοιμωμένων οἱ μὲν πλείους ἐν αὐταῖς ταῖς στιβάσι κατεκόπησαν, οἱ δὲ λοιποὶ ῥιπτοῦντες ἑαυτοὺς εἰς τὸν ποταμὸν ἐπειρῶντο διαβαίνειν πρὸς τὴν ἀντίπερα στρατοπεδείαν· οὐ μὴν ἀλλ’ οἱ πλείους | |
Hist.5.48.5 | καὶ τούτων ἀπώλλυντο. καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία περὶ τὰ στρατόπεδα καὶ κυδοιμός· πάντες | |
Hist.5.48.6 | γὰρ ἐκπλαγεῖς καὶ περιδεεῖς ἦσαν, ἅμα δὲ καὶ τῆς ἀντίπερα παρεμβολῆς ὑπὸ τὴν ὄψιν οὔσης ἐν πάνυ βραχεῖ διαστήματι, τῆς μὲν τοῦ ποταμοῦ βίας καὶ δυσχρηστίας ἐξελανθάνοντο διὰ τὴν ἐπιθυμίαν τὴν | |
Hist.5.48.7 | πρὸς τὸ σῴζεσθαι, κατὰ δὲ τὴν παράστασιν καὶ τὴν ὁρμὴν τὴν πρὸς τὴν σωτηρίαν ἐρρίπτουν ἑαυτοὺς εἰς τὸν ποταμόν, ἐνίεσαν δὲ καὶ τὰ ὑποζύγια σὺν | |
Hist.5.48.8 | ταῖς ἀποσκευαῖς, ὡς τοῦ ποταμοῦ κατά τινα πρό‐ νοιαν αὐτοῖς συνεργήσοντος καὶ διακομιοῦντος ἀσφα‐ λῶς πρὸς τὴν ἀντίπερα κειμένην στρατοπεδείαν. | |
Hist.5.48.9 | ἐξ ὧν συνέβαινε τραγικὴν καὶ παρηλλαγμένην φαί‐ νεσθαι τοῦ ῥεύματος τὴν φαντασίαν, ὡς ἂν ὁμοῦ τοῖς νηχομένοις φερομένων ἵππων, ὑποζυγίων, ὅπλων, | |
Hist.5.48.10 | νεκρῶν, ἀποσκευῆς παντοδαπῆς. Μόλων δὲ κυριεύ‐ σας τῆς τοῦ Ξενοίτου παρεμβολῆς, καὶ μετὰ ταῦτα διαβὰς τὸν ποταμὸν ἀσφαλῶς, ἅτε μηδενὸς κωλύον‐ τος διὰ τὸ φυγεῖν τὴν ἔφοδον αὐτοῦ καὶ τοὺς περὶ | |
5 | τὸν Ζεῦξιν, ἐγκρατὴς γίνεται καὶ τῆς τούτου στρα‐ | |
Hist.5.48.11 | τοπεδείας. συντελεσάμενος δὲ τὰ προειρημένα παρῆν | |
Hist.5.48.12 | μετὰ τοῦ στρατοπέδου πρὸς τὴν Σελεύκειαν. παρα‐ λαβὼν δὲ καὶ ταύτην ἐξ ἐφόδου διὰ τὸ πεφευγέναι τοὺς περὶ τὸν Ζεῦξιν, ἅμα δὲ τούτοις τὸν Διομέ‐ δοντα τὸν ἐπιστάτην τῆς Σελευκείας, λοιπὸν ἤδη | |
5 | προάγων ἀκονιτὶ κατεστρέφετο τὰς ἄνω σατραπείας. | |
Hist.5.48.13 | γενόμενος δὲ κύριος τῆς τε Βαβυλωνίας καὶ τῆς | |
Hist.5.48.14 | περὶ τὴν Ἐρυθρὰν θάλατταν ἧκε πρὸς Σοῦσα. τὴν μὲν οὖν πόλιν ἐξ ἐφόδου καὶ ταύτην κατέσχε, τῇ δ’ ἄκρᾳ προσβολὰς ποιούμενος οὐδὲν ἤνυε τῷ φθά‐ σαι Διογένην τὸν στρατηγὸν εἰς αὐτὴν παρεισπε‐ | |
Hist.5.48.15 | σόντα. διὸ καὶ ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, καταλιπὼν δὲ τοὺς πολιορκήσοντας κατὰ τάχος ἀνέ‐ ζευξε, καὶ κατῆρε μετὰ τῆς δυνάμεως πάλιν εἰς Σε‐ | |
Hist.5.48.16 | λεύκειαν τὴν ἐπὶ τῷ Τίγριδι. πολλὴν δὲ ποιησά‐ μενος ἐπιμέλειαν ἐνταῦθα τοῦ στρατοπέδου καὶ παρακαλέσας τὸ πλῆθος ὥρμησε πρὸς τὰς ἑξῆς πρά‐ ξεις, καὶ τὴν μὲν Παραποταμίαν μέχρι πόλεως Εὐ‐ | |
5 | ρώπου κατέσχε, τὴν δὲ Μεσοποταμίαν ἕως Δούρων. | |
Hist.5.48.17 | Ἀντίοχος δέ, τούτων αὐτῷ προσπεσόντων, ὡς ἐπάνω προεῖπον, ἀπογνοὺς τὰς κατὰ Κοίλην Συρίαν | |
Hist.5.49.1 | ἐλπίδας ὥρμησε πρὸς ταύτας τὰς ἐπιβολάς. ἐν ᾧ καιρῷ πάλιν ἁθροισθέντος τοῦ συνεδρίου, καὶ κε‐ λεύσαντος λέγειν τοῦ βασιλέως ὑπὲρ τοῦ πῶς δεῖ χρῆσθαι ταῖς ἐπὶ τὸν Μόλωνα παρασκευαῖς, αὖτις | |
5 | Ἐπιγένους καταρξαμένου καὶ λέγοντος περὶ τῶν ἐνε‐ | |
Hist.5.49.2 | στώτων, ὡς ἔδει μὲν πάλαι μὴ μέλλειν κατὰ τὴν αὑτοῦ συμβουλίαν πρὸ τοῦ τηλικαῦτα προτερήματα λαβεῖν τοὺς ἐχθρούς, οὐ μὴν ἀλλὰ καὶ νῦν ἔτι φά‐ | |
Hist.5.49.3 | σκοντος δεῖν ἔχεσθαι τῶν πραγμάτων, πάλιν Ἑρ‐ μείας ἀκρίτως καὶ προπετῶς ἐξοργισθεὶς ἤρξατο λοι‐ | |
Hist.5.49.4 | δορεῖν τὸν εἰρημένον. ἅμα δὲ φορτικῶς μὲν αὑτὸν ἐγκωμιάζων, ἀστόχους δὲ καὶ ψευδεῖς ποιούμενος κατηγορίας Ἐπιγένους, μαρτυρόμενος δὲ τὸν βασι‐ λέα μὴ παριδεῖν οὕτως ἀλόγως μηδ’ ἀποστῆναι τῶν | |
Hist.5.49.5 | περὶ Κοίλης Συρίας ἐλπίδων, προσέκοπτε μὲν τοῖς πολλοῖς, ἐλύπει δὲ καὶ τὸν Ἀντίοχον, μόλις δὲ κατ‐ έπαυσε τὴν ἁψιμαχίαν, πολλὴν ποιησαμένου τοῦ | |
Hist.5.49.6 | βασιλέως σπουδὴν εἰς τὸ διαλύειν αὐτούς. δόξαν‐ τος δὲ τοῖς πολλοῖς Ἐπιγένους ἀναγκαιότερα καὶ συμφορώτερα λέγειν, ἐκυρώθη τὸ διαβούλιον στρα‐ τεύειν ἐπὶ τὸν Μόλωνα καὶ τούτων ἔχεσθαι τῶν | |
Hist.5.49.7 | πράξεων. ταχὺ δὲ συνυποκριθεὶς καὶ μεταπεσὼν Ἑρμείας, καὶ φήσας δεῖν ἅπαντας τὸ κριθὲν ἀπρο‐ φασίστως (συμπράττειν, οὗτος αὐτὸς) ἕτοιμος ἦν | |
Hist.5.50.1 | καὶ πολὺς πρὸς ταῖς παρασκευαῖς. ἁθροισθεισῶν δὲ τῶν δυνάμεων εἰς Ἀπάμειαν, καί τινος ἐγγενο‐ μένης στάσεως τοῖς πολλοῖς ὑπὲρ τῶν προσοφειλο‐ | |
Hist.5.50.2 | μένων ὀψωνίων, λαβὼν ἐπτοημένον τὸν βασιλέα καὶ δεδιότα τὸ γεγονὸς κίνημα διὰ τὸν καιρόν, ἐπηγ‐ γείλατο διαλύσειν πᾶσι τὰς σιταρχίας, ἐὰν αὐτῷ συγχωρήσῃ μὴ στρατεύειν μετ’ αὐτῶν τὸν Ἐπιγέ‐ | |
Hist.5.50.3 | νην· οὐ γὰρ οἷόν τ’ εἶναι τῶν κατὰ λόγον οὐδὲν πράττεσθαι κατὰ τὴν στρατείαν τηλικαύτης ἐν αὐ‐ | |
Hist.5.50.4 | τοῖς ὀργῆς καὶ στάσεως ἐγγεγενημένης. ὁ δὲ βασιλεὺς δυσχερῶς μὲν ἤκουσε καὶ περὶ παντὸς ἐποιεῖτο σπου‐ δάζων διὰ τὴν ἐμπειρίαν τῶν πολεμικῶν συστρα‐ | |
Hist.5.50.5 | τεύειν αὑτῷ τὸν Ἐπιγένην, περιεχόμενος δὲ καὶ προκατειλημμένος οἰκονομίαις καὶ φυλακαῖς καὶ θε‐ ραπείαις ὑπὸ τῆς Ἑρμείου κακοηθείας οὐκ ἦν αὑ‐ τοῦ κύριος· διὸ καὶ τοῖς παροῦσιν εἴκων συνεχώρησε | |
Hist.5.50.6 | τοῖς ἀξιουμένοις. τοῦ δ’ Ἐπιγένους κατὰ τὸ προσ‐ ταχθὲν ἀναχωρήσαντος εἰς ἱμάτιον ......, οἱ μὲν | |
Hist.5.50.7 | οὖν ἐν τῷ συνεδρίῳ κατεπλάγησαν τὸν φθόνον, αἱ δὲ δυνάμεις τυχοῦσαι τῶν ἀξιουμένων ἐκ μεταβολῆς εὐνοϊκῶς διέκειντο πρὸς τὸν αἴτιον τῆς τῶν ὀψω‐ | |
Hist.5.50.8 | νίων διορθώσεως πλὴν τῶν Κυρρηστῶν· οὗτοι δ’ ἐστασίασαν καὶ σχεδὸν εἰς ἑξακισχιλίους ὄντες τὸν ἀριθμὸν ἀπέστησαν, καὶ πολλὰς δή τινας ἀηδίας ἐπὶ χρόνον ἱκανὸν παρέσχον· τέλος δὲ μάχῃ κρατη‐ | |
5 | θέντες ὑπό τινος τῶν τοῦ βασιλέως στρατηγῶν οἱ μὲν πλεῖστοι διεφθάρησαν, οἱ δὲ περιλειφθέντες | |
Hist.5.50.9 | παρέδοσαν ἑαυτοὺς εἰς τὴν τοῦ βασιλέως πίστιν. ὁ | |
δ’ Ἑρμείας τοὺς μὲν φίλους διὰ τὸν φόβον, τὰς δὲ δυνάμεις διὰ τὴν εὐχρηστίαν ὑφ’ ἑαυτὸν πεποιη‐ | ||
Hist.5.50.10 | μένος, ἀναζεύξας προῆγε μετὰ τοῦ βασιλέως. περὶ δὲ τὸν Ἐπιγένην πρᾶξιν συνεστήσατο τοιαύτην, λα‐ βὼν συνεργὸν τὸν ἀκροφύλακα τῆς Ἀπαμείας Ἄλε‐ | |
Hist.5.50.11 | ξιν. γράψας ὡς παρὰ Μόλωνος ἀπεσταλμένην ἐπι‐ στολὴν πρὸς τὸν Ἐπιγένην πείθει τινὰ τῶν ἐκείνου παίδων ἐλπίσι μεγάλαις ψυχαγωγήσας εἰσενέγκαντα πρὸς τὸν Ἐπιγένην καταμῖξαι τὴν ἐπιστολὴν τοῖς | |
Hist.5.50.12 | ἐκείνου γράμμασιν. οὗ γενομένου παρῆν εὐθέως Ἄλεξις, καὶ διηρώτα τὸν Ἐπιγένην μή τινας ἐπι‐ | |
Hist.5.50.13 | στολὰς κεκόμισται παρὰ τοῦ Μόλωνος. τοῦ δ’ ἀπει‐ πομένου πικρῶς ἐρευνᾶν ᾔτει. ταχὺ δὲ παρεισελ‐ θὼν εὗρε τὴν ἐπιστολήν, ᾗ χρησάμενος ἀφορμῇ | |
Hist.5.50.14 | παραχρῆμα τὸν Ἐπιγένην ἀπέκτεινεν. οὗ συμβάντος ὁ μὲν βασιλεὺς ἐπείσθη δικαίως ἀπολωλέναι τὸν Ἐπιγένην, οἱ δὲ περὶ τὴν αὐλὴν ὑπώπτευον μὲν τὸ γεγονός, ἦγον δὲ τὴν ἡσυχίαν διὰ τὸν φόβον. | |
Hist.5.51.1 | Ἀντίοχος δὲ παραγενόμενος ἐπὶ τὸν Εὐφράτην καὶ προσαναλαβὼν τὴν δύναμιν αὖτις ἐξώρμα, καὶ διανύσας εἰς Ἀντιόχειαν τὴν ἐν Μυγδονίᾳ περὶ τρο‐ πὰς χειμερινὰς ἐπέμεινε, θέλων ἀποδέξασθαι τὴν | |
Hist.5.51.2 | ἐπιφορὰν καὶ τὴν ἀκμὴν τοῦ χειμῶνος. μείνας δὲ | |
Hist.5.51.3 | περὶ τετταράκονθ’ ἡμέρας προῆγεν εἰς Λίββαν. ἀπο‐ δοθέντος δ’ ἐκεῖσε διαβουλίου ποίᾳ δεῖ προάγειν ἐπὶ τὸν Μόλωνα καὶ πῶς πόθεν κεχρῆσθαι ταῖς εἰς τὰς πορείας χορηγίαις—ἐτύγχανε γὰρ ὁ Μόλων | |
Hist.5.51.4 | ἐν τοῖς περὶ Βαβυλῶνα τόποις ὑπάρχων—Ἑρμείᾳ μὲν ἐδόκει παρὰ τὸν Τίγριν ποιεῖσθαι τὴν πορείαν, προβαλλομένους τοῦτόν τε καὶ τὸν Λύκον ποταμὸν | |
Hist.5.51.5 | καὶ τὸν Κάπρον, Ζεῦξις δὲ λαμβάνων πρὸ ὀφθαλ‐ | |
μῶν τὴν ἀπώλειαν τὴν Ἐπιγένους τὰ μὲν ἠγωνία λέγειν τὸ φαινόμενον, τὰ δὲ προδήλου τῆς ἀγνοίας οὔσης τῆς κατὰ τὸν Ἑρμείαν μόλις ἐθάρρησε συμ‐ | ||
Hist.5.51.6 | βουλεύειν ὅτι διαβατέον εἴη τὸν Τίγριν, ἀπολογιζό‐ μενος τήν τε λοιπὴν δυσχέρειαν τῆς παρὰ τὸν πο‐ ταμὸν πορείας καὶ διότι δέοι διανύσαντας ἱκανοὺς τόπους, μετὰ ταῦτα διελθόντας ὁδὸν ἔρημον ἡμε‐ | |
5 | ρῶν ἕξ, παραγενέσθαι πρὸς τὴν Βασιλικὴν διώρυχα | |
Hist.5.51.7 | καλουμένην· ἧς προκαταληφθείσης ὑπὸ τῶν πολε‐ μίων ἀδύνατον μὲν γενέσθαι τὴν διάβασιν αὐτῆς, ἐπισφαλῆ δὲ προφανῶς τὴν διὰ τῆς ἐρήμου πάλιν ἀποχώρησιν, καὶ μάλιστα διὰ τὴν ἐσομένην ἔνδειαν | |
Hist.5.51.8 | τῶν ἐπιτηδείων. ἐκ δὲ τοῦ διαβῆναι τὸν Τίγριν πρόδηλον μὲν ἀπεδείκνυε τὴν μετάνοιαν καὶ πρόσ‐ κλισιν τῷ βασιλεῖ τῶν κατὰ τὴν Ἀπολλωνιᾶτιν χώ‐ ραν ὄχλων διὰ τὸ καὶ νῦν αὐτοὺς μὴ κατὰ προαί‐ | |
5 | ρεσιν, ἀνάγκῃ δὲ καὶ φόβῳ ποιεῖν Μόλωνι τὸ | |
Hist.5.51.9 | προσταττόμενον, πρόδηλον δὲ τὴν δαψίλειαν τῶν ἐπιτηδείων τοῖς στρατοπέδοις διὰ τὴν ἀρετὴν τῆς | |
Hist.5.51.10 | χώρας. τὸ δὲ μέγιστον, ἀπέφαινε διακλεισθησόμενον τὸν Μόλωνα τῆς εἰς τὴν Μηδίαν ἐπανόδου καὶ τῆς | |
Hist.5.51.11 | ἐξ ἐκείνων τῶν τόπων ἐπαρκείας, ἐξ ὧν ἀναγκασθή‐ σεσθαι διακινδυνεύειν αὐτόν, ἢ μὴ θέλοντος τοῦτο ποιεῖν ἐκείνου μεταβαλέσθαι τὰς δυνάμεις ταχέως | |
Hist.5.52.1 | πρὸς τὰς τοῦ βασιλέως ἐλπίδας. κριθείσης δὲ τῆς τοῦ Ζεύξιδος γνώμης, παραυτίκα διελόντες τὴν δύ‐ ναμιν εἰς τρία μέρη κατὰ τριττοὺς τόπους τοῦ πο‐ ταμοῦ διεπεραίουν τὸ πλῆθος καὶ τὰς ἀποσκευάς. | |
Hist.5.52.2 | μετὰ δὲ ταῦτα ποιησάμενοι τὴν πορείαν ὡς ἐπὶ Δού‐ ρων ταύτης μὲν τῆς πόλεως ἔλυσαν ἐξ ἐφόδου τὴν πολιορκίαν—ἐτύγχανε γὰρ ὑπό τινος τῶν τοῦ Μό‐ | |
Hist.5.52.3 | λωνος ἡγεμόνων πολιορκουμένη—χρησάμενοι δὲ κατὰ τὸ συνεχὲς ἐντεῦθεν ταῖς ἀναζυγαῖς ὀγδοαῖοι τὸ καλούμενον Ὀρεικὸν ὑπερέβαλον καὶ κατῆραν εἰς Ἀπολλωνίαν. | |
Hist.5.52.4 | Μόλων δὲ κατὰ τοὺς αὐτοὺς καιροὺς πυθόμενος τὴν τοῦ βασιλέως παρουσίαν, καὶ διαπιστῶν τοῖς περὶ τὴν Σουσιανὴν καὶ Βαβυλωνίαν ὄχλοις διὰ τὸ προσφάτως καὶ παραδόξως αὐτῶν ἐγκρατὴς γεγονέ‐ | |
5 | ναι, φοβούμενος δὲ καὶ τῆς εἰς Μηδίαν ἐπανόδου μὴ διακλεισθῇ, διέγνω ζευγνύειν τὸν Τίγριν καὶ | |
Hist.5.52.5 | διαβιβάζειν τὰς δυνάμεις, σπεύδων, εἰ δύναιτο, προ‐ καταλαβέσθαι τὴν τραχεῖαν τῆς Ἀπολλωνιάτιδος διὰ τὸ πιστεύειν τῷ πλήθει τῶν σφενδονητῶν τῶν | |
Hist.5.52.6 | προσαγορευομένων Κυρτίων. πράξας δὲ τὸ κριθὲν | |
Hist.5.52.7 | ταχεῖαν ἐποιεῖτο καὶ σύντονον τὴν πορείαν. ἅμα δὲ τοῦ τε Μόλωνος συνάπτοντος τοῖς προειρημένοις τόποις καὶ τοῦ βασιλέως ἐκ τῆς Ἀπολλωνίας ὁρμή‐ σαντος μετὰ πάσης δυνάμεως, συνέβη τοὺς ὑπ’ ἀμ‐ | |
5 | φοτέρων προαποσταλέντας εὐζώνους ἅμα συμπεσεῖν | |
Hist.5.52.8 | ἐπί τινας ὑπερβολάς· οἳ τὸ μὲν πρῶτον συνεπλέ‐ κοντο καὶ κατεπείραζον ἀλλήλων, ἐν δὲ τῷ συνάψαι τὰς παρ’ ἀμφοῖν δυνάμεις ἀπέστησαν. καὶ τότε μὲν ἀναχωρήσαντες εἰς τὰς ἰδίας παρεμβολὰς ἐστρατο‐ | |
5 | πέδευσαν τετταράκοντα σταδίους ἀπ’ ἀλλήλων διε‐ | |
Hist.5.52.9 | στῶτες· τῆς δὲ νυκτὸς ἐπιγενομένης συλλογισάμενος ὁ Μόλων ὡς ἐπισφαλὴς γίνεται καὶ δύσχρηστος τοῖς ἀποστάταις πρὸς τοὺς βασιλεῖς ὁ μεθ’ ἡμέραν καὶ κατὰ πρόσωπον κίνδυνος, ἐπεβάλετο νυκτὸς ἐγχει‐ | |
Hist.5.52.10 | ρεῖν τοῖς περὶ τὸν Ἀντίοχον. ἐπιλέξας δὲ τοὺς ἐπι‐ τηδειοτάτους καὶ τοὺς ἀκμαιοτάτους ἐκ παντὸς τοῦ στρατοπέδου περιῄει κατά τινας τόπους, θέλων ἐξ | |
Hist.5.52.11 | ὑπερδεξίου ποιήσασθαι τὴν ἐπίθεσιν. γνοὺς δὲ κατὰ τὴν πορείαν δέκα νεανίσκους ἁθρόους ἀποκεχωρη‐ κότας πρὸς τὸν Ἀντίοχον, ταύτης μὲν τῆς ἐπινοίας | |
Hist.5.52.12 | ἀπέστη, ταχὺ δ’ ἐκ μεταβολῆς ποιησάμενος τὴν ἀπο‐ χώρησιν καὶ παραγενόμενος εἰς τὸν ἑαυτοῦ χάρακα περὶ τὴν ἑωθινήν, πᾶν τὸ στρατόπεδον ἐνέπλησε | |
Hist.5.52.13 | θορύβου καὶ ταραχῆς· δείσαντες γὰρ ἐκ τῶν ὕπνων οἱ κατὰ τὸν χάρακα διὰ τὴν τῶν προσιόντων ἔφο‐ | |
Hist.5.52.14 | δον μικροῦ δεῖν ἐξέπεσον ἐκ τῆς παρεμβολῆς. Μό‐ λων μὲν οὖν, καθ’ ὅσον ἐδύνατο, κατεπράϋνε τὴν | |
Hist.5.53.1 | γεγενημένην ἐν αὐτοῖς ταραχήν· ὁ δὲ βασιλεὺς ἕτοι‐ μος ὢν πρὸς τὸν κίνδυνον ἅμα τῷ φωτὶ τὴν δύνα‐ | |
Hist.5.53.2 | μιν ἐκίνει πᾶσαν ἐκ τοῦ χάρακος. ἐπὶ μὲν οὖν τοῦ δεξιοῦ κέρως ἔταξε πρώτους τοὺς ξυστοφόρους ἱπ‐ πεῖς, ἐπιστήσας Ἄρδυν, κεκριμένον ἄνδρα περὶ τὰς | |
Hist.5.53.3 | πολεμικὰς πράξεις· τούτοις δὲ παρέθηκε τοὺς συμ‐ μαχικοὺς Κρῆτας, ὧν εἴχοντο Γαλάται Ῥιγόσαγες· παρὰ δὲ τούτους ἔθηκε τοὺς ἀπὸ τῆς Ἑλλάδος ξέ‐ νους καὶ μισθοφόρους, οἷς ἑπόμενον παρενέβαλε τὸ | |
Hist.5.53.4 | τῆς φάλαγγος σύστημα. τὸ δ’ εὐώνυμον κέρας ἀπέ‐ δωκε τοῖς Ἑταίροις προσαγορευομένοις, οὖσιν ἱπ‐ πεῦσι. τὰ δὲ θηρία πρὸ τῆς δυνάμεως ἐν διαστή‐ | |
Hist.5.53.5 | μασι κατέστησε, δέκα τὸν ἀριθμὸν ὄντα. τὰ δ’ ἐπιτάγματα τῶν πεζῶν καὶ τῶν ἱππέων ἐπὶ τὰ κέ‐ ρατα μερίσας κυκλοῦν παρήγγειλε τοὺς πολεμίους, | |
Hist.5.53.6 | ἐπειδὰν συμβάλωσι. μετὰ δὲ ταῦτα παρεκάλει τὰς δυνάμεις ἐπιπορευόμενος διὰ βραχέων τὰ πρέποντα τοῖς καιροῖς. καὶ τὸ μὲν εὐώνυμον κέρας Ἑρμείᾳ καὶ Ζεύξιδι παρέδωκε, τὸ δὲ δεξιὸν αὐτὸς εἶχε. | |
Hist.5.53.7 | Μόλων δὲ δύσχρηστον μὲν ἐποιήσατο τὴν ἐξαγωγήν, ταραχώδη δὲ καὶ τὴν ἔκταξιν διὰ τὴν ἐν τῇ νυκτὶ | |
Hist.5.53.8 | προγεγενημένην ἀλογίαν· οὐ μὴν ἀλλὰ τοὺς μὲν ἱππεῖς ἐφ’ ἑκάτερον ἐμερίσατο κέρας, στοχαζόμενος τῆς τῶν ὑπεναντίων παρατάξεως, τοὺς δὲ θυρεαφό‐ ρους καὶ Γαλάτας καὶ καθόλου τὰ βαρέα τῶν ὅπλων | |
Hist.5.53.9 | εἰς τὸν μεταξὺ τόπον ἔθηκε τῶν ἱππέων. ἔτι δὲ τοὺς τοξότας καὶ σφενδονήτας καὶ συλλήβδην τὸ τοιοῦτο γένος ἐκτὸς τῶν ἱππέων παρ’ ἑκάτερα παρ‐ | |
Hist.5.53.10 | ενέβαλε, τὰ δὲ δρεπανηφόρα τῶν ἁρμάτων προε‐ | |
Hist.5.53.11 | βάλετο τῆς δυνάμεως ἐν διαστάσει. καὶ τὸ μὲν εὐώνυμον κέρας Νεολάῳ παρέδωκε τἀδελφῷ, τὸ δὲ | |
Hist.5.54.1 | δεξιὸν αὐτὸς εἶχε. μετὰ δὲ ταῦτα ποιησαμένων τῶν δυνάμεων τὴν ἐπαγωγήν, τὸ μὲν δεξιὸν κέρας τοῦ Μόλωνος διετήρησε τὴν πίστιν καὶ συνέβαλε τοῖς περὶ τὸν Ζεῦξιν ἐρρωμένως, τὸ δ’ εὐώνυμον ἅμα | |
5 | τῷ συνιὸν εἰς ὄψιν ἐλθεῖν τῷ βασιλεῖ μετεβάλετο | |
Hist.5.54.2 | πρὸς τοὺς πολεμίους· οὗ γενομένου συνέβη τοὺς μὲν περὶ τὸν Μόλωνα διατραπῆναι, τοὺς δὲ τοῦ | |
Hist.5.54.3 | βασιλέως ἐπιρρωσθῆναι διπλασίως. ὁ δὲ Μόλων συννοήσας τὸ γεγονὸς καὶ πανταχόθεν ἤδη κυκλού‐ μενος, λαβὼν πρὸ ὀφθαλμῶν τὰς ἐσομένας περὶ αὑτὸν αἰκίας, ἐὰν ὑποχείριος γένηται καὶ ζωγρίᾳ | |
Hist.5.54.4 | ληφθῇ, προσήνεγκε τὰς χεῖρας ἑαυτῷ. παραπλη‐ σίως δὲ καὶ πάντες οἱ κοινωνήσαντες τῆς ἐπιβολῆς, φυγόντες εἰς τοὺς οἰκείους ἕκαστοι τόπους, τὴν αὐ‐ | |
Hist.5.54.5 | τὴν ἐποιήσαντο τοῦ βίου καταστροφήν. ὁ δὲ Νεό‐ λαος, ἀποφυγὼν ἐκ τῆς μάχης καὶ παραγενόμενος εἰς τὴν Περσίδα πρὸς Ἀλέξανδρον τὸν τοῦ Μόλω‐ νος ἀδελφόν, τὴν μὲν μητέρα καὶ τὰ τοῦ Μόλωνος | |
5 | τέκνα κατέσφαξε, μετὰ δὲ τὸν τούτων θάνατον ἐπι‐ κατέσφαξεν αὑτόν, πείσας τὸ παραπλήσιον ποιῆσαι | |
Hist.5.54.6 | καὶ τὸν Ἀλέξανδρον. ὁ δὲ βασιλεὺς διαρπάσας τὴν | |
παρεμβολὴν τῶν πολεμίων, τὸ μὲν σῶμα τοῦ Μό‐ λωνος ἀνασταυρῶσαι προσέταξε κατὰ τὸν ἐπιφανέ‐ | ||
Hist.5.54.7 | στατον τόπον τῆς Μηδίας. ὃ καὶ παραχρῆμα συν‐ ετέλεσαν οἱ πρὸς τούτοις τεταγμένοι· διακομίσαντες γὰρ εἰς τὴν Καλλωνῖτιν πρὸς αὐταῖς ἀνεσταύρωσαν | |
Hist.5.54.8 | ταῖς εἰς τὸν Ζάγρον ἀναβολαῖς· μετὰ ταῦτα δὲ ταῖς δυνάμεσιν ἐπιτιμήσας διὰ πλειόνων καὶ δοὺς δεξιὰν συνέστησε τοὺς ἀποκομιοῦντας αὐτοὺς εἰς Μηδίαν | |
Hist.5.54.9 | καὶ καταστησομένους τὰ κατὰ τὴν χώραν. αὐτὸς δὲ καταβὰς εἰς Σελεύκειαν καθίστατο τὰ κατὰ τὰς πέριξ σατραπείας, ἡμέρως χρώμενος πᾶσι καὶ νουνε‐ | |
Hist.5.54.10 | χῶς. Ἑρμείας δὲ τηρῶν τὴν αὑτοῦ προαίρεσιν ἐπέ‐ φερε μὲν αἰτίας τοῖς ἐν τῇ Σελευκείᾳ καὶ χιλίοις ἐζημίου ταλάντοις τὴν πόλιν, ἐφυγάδευε δὲ τοὺς καλουμένους Ἀδειγάνας, ἀκρωτηριάζων δὲ καὶ φο‐ | |
5 | νεύων καὶ στρεβλῶν πολλοὺς διέφθειρε τῶν Σελευ‐ | |
Hist.5.54.11 | κέων. ἃ μόλις βασιλεύς, τὰ μὲν πείθων τὸν Ἑρ‐ μείαν, ἃ δὲ καὶ κατὰ τὴν αὑτοῦ γνώμην χειρίζων, τέλος ἐπράϋνε καὶ κατέστησε τὴν πόλιν, ἑκατὸν καὶ πεντήκοντα τάλαντα μόνον ἐπιτίμιον αὐτοὺς πραξά‐ | |
Hist.5.54.12 | μενος τῆς ἀγνοίας. ταῦτα δὲ διοικήσας Διογένην μὲν στρατηγὸν ἀπέλιπε Μηδίας, Ἀπολλόδωρον δὲ τῆς Σουσιανῆς· Τύχωνα δὲ τὸν ἀρχιγραμματέα τῆς δυνάμεως στρατηγὸν ἐπὶ τοὺς κατὰ τὴν Ἐρυθρὰν | |
5 | θάλατταν τόπους ἐξαπέστειλε. | |
Hist.5.54.13 | Τὰ μὲν οὖν κατὰ τὴν Μόλωνος ἀπόστασιν καὶ τὸ διὰ ταῦτα γενόμενον κίνημα περὶ τὰς ἄνω σατρα‐ πείας τοιαύτης ἔτυχε διορθώσεως καὶ καταστάσεως. | |
Hist.5.55.1 | ὁ δὲ βασιλεὺς ἐπαρθεὶς τῷ γεγονότι προτερήματι, καὶ βουλόμενος ἀναταθῆναι καὶ καταπλήξασθαι τοὺς ὑπερκειμένους ταῖς ἑαυτοῦ σατραπείαις καὶ συνο‐ | |
ροῦντας δυνάστας τῶν βαρβάρων, ἵνα μήτε συγχορη‐ | ||
5 | γεῖν μήτε συμπολεμεῖν τολμῶσι τοῖς ἀποστάταις αὐ‐ τοῦ γινομένοις, ἐπεβάλετο στρατεύειν ἐπ’ αὐτούς, | |
Hist.5.55.2 | καὶ πρῶτον ἐπὶ τὸν Ἀρταβαζάνην, ὃς ἐδόκει βαρύ‐ τατος εἶναι καὶ πρακτικώτατος τῶν δυναστῶν, δε‐ σπόζειν δὲ καὶ τῶν Σατραπείων καλουμένων καὶ | |
Hist.5.55.3 | τῶν τούτοις συντερμονούντων ἐθνῶν. Ἑρμείας δὲ κατὰ τοὺς καιροὺς τούτους ἐδεδίει μὲν τὴν εἰς τοὺς ἄνω τόπους στρατείαν διὰ τὸν κίνδυνον, ὠρέγετο δὲ κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τῆς ἐπὶ τὸν Πτολε‐ | |
Hist.5.55.4 | μαῖον στρατείας· οὐ μὴν ἀλλὰ προσπεσόντος υἱὸν γεγονέναι τῷ βασιλεῖ, νομίσας καὶ παθεῖν ἄν τι τὸν Ἀντίοχον ἐν τοῖς ἄνω τόποις ὑπὸ τῶν βαρβάρων καὶ παραδοῦναι καιροὺς αὑτῷ πρὸς ἐπαναίρεσιν, | |
Hist.5.55.5 | συγκατέθετο τῇ στρατείᾳ, πεπεισμένος, ἐὰν ἐπανέ‐ ληται τὸν Ἀντίοχον, ἐπιτροπεύων τοῦ παιδίου κύ‐ | |
Hist.5.55.6 | ριος ἔσεσθαι τῆς ἀρχῆς αὐτός. κριθέντων δὲ τού‐ των ὑπερβαλόντες τὸν Ζάγρον ἐνέβαλον εἰς τὴν | |
Hist.5.55.7 | Ἀρταβαζάνου χώραν, ἣ παράκειται μὲν τῇ Μηδίᾳ, διειργούσης αὐτὴν τῆς ἀνὰ μέσον κειμένης ὀρει‐ νῆς, ὑπέρκειται δ’ αὐτῆς τινὰ μέρη τοῦ Πόντου κατὰ τοὺς ὑπὲρ τὸν Φᾶσιν τόπους, συνάπτει δὲ | |
Hist.5.55.8 | πρὸς τὴν Ὑρκανίαν θάλατταν, ἔχει δὲ πλῆθος ἀν‐ δρῶν ἀλκίμων καὶ μᾶλλον ἱππέων, αὐτάρκης δὲ καὶ ταῖς λοιπαῖς ἐστι ταῖς πρὸς τὸν πόλεμον παρα‐ | |
Hist.5.55.9 | σκευαῖς. ταύτην δὲ συμβαίνει τὴν ἀρχὴν ἀπὸ Περ‐ σῶν ἔτι διατηρεῖσθαι, παροραθείσης αὐτῆς ἐν τοῖς | |
Hist.5.55.10 | κατ’ Ἀλέξανδρον καιροῖς. ὁ δ’ Ἀρταβαζάνης, κατα‐ πλαγεὶς τὴν ἔφοδον τοῦ βασιλέως, καὶ μάλιστα διὰ τὴν ἡλικίαν, τελέως γὰρ ἤδη γηραιὸς ἦν, εἴξας τοῖς παροῦσιν ἐποιήσατο συνθήκας εὐδοκουμένας | |
5 | Ἀντιόχῳ. | |
Hist.5.56.1 | Τούτων δὲ κυρωθέντων Ἀπολλοφάνης ὁ ἰατρός, ἀγαπώμενος ὑπὸ τοῦ βασιλέως διαφερόντως, θεω‐ ρῶν τὸν Ἑρμείαν οὐκέτι φέροντα κατὰ σχῆμα τὴν ἐξουσίαν, ἠγωνία μὲν καὶ περὶ τοῦ βασιλέως, τὸ δὲ | |
5 | πλεῖον ὑπώπτευε καὶ κατάφοβος ἦν ὑπὲρ τῶν καθ’ | |
Hist.5.56.2 | αὑτόν. διὸ λαβὼν καιρὸν προσφέρει τῷ βασιλεῖ λόγον, παρακαλῶν μὴ ῥᾳθυμεῖν μηδ’ ἀνυπονόητον εἶναι τῆς Ἑρμείου τόλμης, μηδ’ ἕως τούτου περι‐ μεῖναι μέχρις ἂν οὗ τοῖς ὁμοίοις τἀδελφῷ παλαίῃ | |
Hist.5.56.3 | συμπτώμασιν. ἀπέχειν δ’ οὐ μακρὰν αὐτὸν ἔφη τοῦ κινδύνου· διὸ προσέχειν ἠξίου καὶ βοηθεῖν κατὰ | |
Hist.5.56.4 | σπουδὴν αὑτῷ τε καὶ τοῖς φίλοις. τοῦ δ’ Ἀντιόχου πρὸς αὐτὸν ἀνθομολογησαμένου διότι καὶ δυσαρε‐ στεῖ καὶ φοβεῖται τὸν Ἑρμείαν, ἐκείνῳ δὲ μεγάλην χάριν ἔχειν φήσαντος ἐπὶ τῷ κηδεμονικῶς τετολμη‐ | |
Hist.5.56.5 | κέναι περὶ τούτων εἰπεῖν πρὸς αὐτόν, ὁ μὲν Ἀπολ‐ λοφάνης εὐθαρσὴς ἐγένετο τῷ δοκεῖν μὴ διεψεῦσθαι | |
Hist.5.56.6 | τῆς αἱρέσεως καὶ διαλήψεως τῆς τοῦ βασιλέως, ὁ δ’ Ἀντίοχος ἠξίου τὸν Ἀπολλοφάνην συνεπιλαβέσθαι μὴ μόνον τοῖς λόγοις, ἀλλὰ καὶ τοῖς ἔργοις τῆς αὑ‐ | |
Hist.5.56.7 | τοῦ τε καὶ τῶν φίλων σωτηρίας. τοῦ δὲ πρὸς πᾶν ἑτοίμως ἔχειν φήσαντος, συμφρονήσαντες μετὰ ταῦτα καὶ προβαλόμενοι σκῆψιν ὡς σκοτωμάτων τινῶν ἐπι‐ πεπτωκότων τῷ βασιλεῖ, τὴν μὲν θεραπείαν ἀπέλυ‐ | |
5 | σαν ἐπί τινας ἡμέρας καὶ τοὺς εἰθισμένους παρευ‐ | |
Hist.5.56.8 | τακτεῖν, πρὸς δὲ τοὺς φίλους ἔλαβον ἐξουσίαν οἷς βούλοιντο κατ’ ἰδίαν χρηματίζειν διὰ τὴν τῆς ἐπι‐ | |
Hist.5.56.9 | σκέψεως πρόφασιν. ἐν ᾧ καιρῷ κατασκευασάμενοι τοὺς ἐπιτηδείους πρὸς τὴν πρᾶξιν, πάντων ἑτοίμως αὐτοῖς συνυπακουόντων διὰ τὸ πρὸς τὸν Ἑρμείαν | |
μῖσος, ἐγίνοντο πρὸς τὸ συντελεῖν τὴν ἐπιβολήν. | ||
Hist.5.56.10 | φασκόντων δὲ δεῖν τῶν ἰατρῶν ἅμα τῷ φωτὶ ποιεῖ‐ σθαι τοὺς περιπάτους ὑπὸ τὸ ψῦχος τὸν Ἀντίοχον, ὁ μὲν Ἑρμείας ἧκε πρὸς τὸν ταχθέντα καιρόν, ἅμα δὲ τούτῳ καὶ τῶν φίλων οἱ συνειδότες τὴν πρᾶξιν, | |
Hist.5.56.11 | οἱ δὲ λοιποὶ καθυστέρουν διὰ τὸ πολὺ παρηλλάχθαι τὴν ἔξοδον τοῦ βασιλέως πρὸς τὸν εἰθισμένον και‐ | |
Hist.5.56.12 | ρόν. διόπερ ἀποσπάσαντες αὐτὸν ἀπὸ τῆς στρατο‐ πεδείας εἴς τινα τόπον ἔρημον, κἄπειτα μικρὸν ἀπο‐ νεύσαντος τοῦ βασιλέως ὡς ἐπί τι τῶν ἀναγκαίων, | |
Hist.5.56.13 | ἐξεκέντησαν. Ἑρμείας μὲν οὖν τούτῳ τῷ τρόπῳ μετήλλαξε τὸν βίον, οὐδεμίαν ὑποσχὼν τιμωρίαν | |
Hist.5.56.14 | ἀξίαν τῶν αὑτῷ πεπραγμένων· ὁ δὲ βασιλεὺς ἀπο‐ λυθεὶς φόβου καὶ δυσχρηστίας πολλῆς ἐπανῆγε ποιούμενος τὴν πορείαν ὡς ἐπ’ οἴκου, πάντων τῶν κατὰ τὴν χώραν ἀποδεχομένων τάς τε πράξεις αὐ‐ | |
5 | τοῦ καὶ τὰς ἐπιβολάς, καὶ μάλιστα κατὰ τὴν δίοδον | |
Hist.5.56.15 | ἐπισημαινομένων τὴν Ἑρμείου μετάστασιν. ἐν ᾧ καιρῷ καὶ κατὰ τὴν Ἀπάμειαν αἱ μὲν γυναῖκες τὴν γυναῖκα τὴν Ἑρμείου κατέλευσαν, οἱ δὲ παῖδες τοὺς υἱεῖς. | |
Hist.5.57.1 | Ἀντίοχος δὲ παραγενόμενος εἰς τὴν οἰκείαν, καὶ διαφεὶς τὰς δυνάμεις εἰς παραχειμασίαν, διεπέμπετο | |
Hist.5.57.2 | πρὸς τὸν Ἀχαιόν, ἐγκαλῶν καὶ διαμαρτυρόμενος πρῶτον μὲν ἐπὶ τῷ τετολμηκέναι διάδημα περιθέ‐ σθαι καὶ βασιλέα χρηματίζειν, δεύτερον δὲ προλέ‐ γων ὡς οὐ λανθάνει κοινοπραγῶν Πτολεμαίῳ καὶ | |
Hist.5.57.3 | καθόλου πλείω τοῦ δέοντος κινούμενος. ὁ γὰρ Ἀχαιός, καθ’ οὓς καιροὺς ἐπὶ τὸν Ἀρταβαζάνην ὁ βασιλεὺς ἐστράτευε, πεισθεὶς καὶ παθεῖν ἄν τι τὸν Ἀντίοχον, καὶ μὴ παθόντος ἐλπίσας διὰ τὸ μῆκος | |
Hist.5.57.4 | τῆς ἀποστάσεως φθάσειν ἐμβαλὼν εἰς Συρίαν καὶ συνεργοῖς χρησάμενος Κυρρησταῖς τοῖς ἀποστάταις γεγονόσι τοῦ βασιλέως ταχέως ἂν κρατῆσαι τῶν κατὰ τὴν βασιλείαν πραγμάτων, ὥρμησε μετὰ πάσης | |
Hist.5.57.5 | τῆς δυνάμεως ἐκ Λυδίας. παραγενόμενος δ’ εἰς Λαοδίκειαν τὴν ἐν Φρυγίᾳ διάδημά τε περιέθετο καὶ βασιλεὺς τότε πρῶτον ἐτόλμησε χρηματίζειν καὶ γράφειν πρὸς τὰς πόλεις; Γαρσυήριδος αὐτὸν τοῦ | |
5 | φυγάδος εἰς τοῦτο τὸ μέρος μάλιστα προτρεψαμένου. | |
Hist.5.57.6 | προάγοντος δὲ κατὰ τὸ συνεχὲς αὐτοῦ, καὶ σχεδὸν ἤδη περὶ Λυκαονίαν ὄντος, αἱ δυνάμεις ἐστασίασαν, δυσαρεστούμεναι τῷ δοκεῖν γίνεσθαι τὴν στρατείαν ἐπὶ τὸν κατὰ φύσιν αὐτῶν ἐξ ἀρχῆς ὑπάρχοντα βα‐ | |
Hist.5.57.7 | σιλέα. διόπερ Ἀχαιὸς συνεὶς τὴν ἐν αὐτοῖς δια‐ τροπὴν τῆς μὲν προκειμένης ἐπιβολῆς ἀπέστη, βου‐ λόμενος δὲ πεισθῆναι τὰς δυνάμεις ὡς οὐδ’ ἐξ ἀρ‐ χῆς ἐπεβάλετο στρατεύειν εἰς Συρίαν, ἐπιστρέψας | |
Hist.5.57.8 | πορθεῖ τὴν Πισιδικήν, καὶ πολλὰς ὠφελείας παρα‐ σκευάσας τῷ στρατοπέδῳ, πάντας εὔνους αὑτῷ καὶ πεπιστευκότας ἔχων ἐπανῆλθε πάλιν εἰς τὴν οἰκείαν. | |
Hist.5.58.1 | Ὁ δὲ βασιλεὺς σαφῶς ἕκαστα τούτων ἐπεγνω‐ κώς, πρὸς μὲν τὸν Ἀχαιὸν διεπέμπετο συνεχῶς ἀνατεινόμενος, καθάπερ ἐπάνω προεῖπον, πρὸς δὲ ταῖς ἐπὶ τὸν Πτολεμαῖον παρασκευαῖς ὅλος καὶ πᾶς | |
Hist.5.58.2 | ἦν. διὸ καὶ συναθροίσας εἰς Ἀπάμειαν τὰς δυνά‐ μεις ὑπὸ τὴν ἐαρινὴν ὥραν, ἀνέδωκε τοῖς φίλοις διαβούλιον πῶς χρηστέον ἐστὶ ταῖς εἰς Κοίλην Συ‐ | |
Hist.5.58.3 | ρίαν εἰσβολαῖς. πολλῶν δ’ εἰς τοῦτο τὸ μέρος ῥη‐ θέντων καὶ περὶ τῶν τόπων καὶ περὶ παρασκευῆς καὶ περὶ τῆς κατὰ τὴν ναυτικὴν δύναμιν συνεργείας, Ἀπολλοφάνης, ὑπὲρ οὗ καὶ πρότερον εἴπαμεν, τὸ γέ‐ | |
5 | νος ὢν Σελευκεύς, ἐπέτεμε πάσας τὰς προειρημένας | |
Hist.5.58.4 | γνώμας· ἔφη γὰρ εὔηθες εἶναι τὸ Κοίλης μὲν Συ‐ ρίας ἐπιθυμεῖν καὶ στρατεύειν ἐπὶ ταύτην, Σελεύ‐ κειαν δὲ περιορᾶν ὑπὸ Πτολεμαίου κρατουμένην, ἀρχηγέτιν οὖσαν καὶ σχεδὸν ὡς εἰπεῖν ἑστίαν ὑπάρ‐ | |
Hist.5.58.5 | χουσαν τῆς αὑτῶν δυναστείας. ἣν χωρὶς τῆς αἰσχύ‐ νης, ἣν περιποιεῖ νῦν τῇ βασιλείᾳ φρουρουμένη διὰ τῶν ἐν Αἰγύπτῳ βασιλέων, καὶ πρὸς πραγμάτων | |
Hist.5.58.6 | λόγον μεγίστας ἔχειν καὶ καλλίστας ἀφορμάς. κρα‐ τουμένην μὲν γὰρ ὑπὸ τῶν ἐχθρῶν μέγιστον ἐμπό‐ | |
Hist.5.58.7 | διον εἶναι πρὸς πάσας αὐτοῖς τὰς ἐπιβολάς· οὗ γὰρ ἂν ἐπινοήσωσιν ἀεὶ προβαίνειν, οὐκ ἐλάττονος δεῖ‐ σθαι προνοίας καὶ φυλακῆς αὐτοῖς τοὺς οἰκείους τόπους διὰ τὸν ἀπὸ ταύτης φόβον τῆς ἐπὶ τοὺς | |
Hist.5.58.8 | πολεμίους παρασκευῆς. κρατηθεῖσάν γε μὴν οὐ μό‐ νον ἔφη δύνασθαι βεβαίως τηρεῖν τὴν οἰκείαν, ἀλλὰ καὶ πρὸς τὰς ἄλλας ἐπινοίας καὶ προθέσεις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν μεγάλα δύνασθαι συνερ‐ | |
Hist.5.58.9 | γεῖν διὰ τὴν εὐκαιρίαν τοῦ τόπου. πεισθέντων δὲ πάντων τοῖς λεγομένοις, ἔδοξε ταύτην πρώτην ἐξαι‐ | |
Hist.5.58.10 | ρεῖν τὴν πόλιν· συνέβαινε γὰρ Σελεύκειαν ἔτι τότε κατέχεσθαι φρουραῖς ὑπὸ τῶν ἐξ Αἰγύπτου βασι‐ λέων ἐκ τῶν κατὰ τὸν Εὐεργέτην ἐπικληθέντα Πτο‐ | |
Hist.5.58.11 | λεμαῖον καιρῶν, ἐν οἷς ἐκεῖνος διὰ τὰ Βερενίκης συμπτώματα καὶ τὴν ὑπὲρ ἐκείνης ὀργὴν στρατεύ‐ σας εἰς τοὺς κατὰ Συρίαν τόπους ἐγκρατὴς ἐγένετο ταύτης τῆς πόλεως. | |
Hist.5.59.1 | Οὐ μὴν ἀλλ’ Ἀντίοχος κριθέντων τούτων Διο‐ γνήτῳ μὲν τῷ ναυάρχῳ παρήγγειλε πλεῖν ὡς ἐπὶ τῆς Σελευκείας, αὐτὸς δ’ ἐκ τῆς Ἀπαμείας ὁρμήσας μετὰ τῆς στρατιᾶς, καὶ περὶ πέντε σταδίους ἀποσχὼν τῆς | |
5 | πόλεως, προσεστρατοπέδευσε κατὰ τὸν ἱππόδρομον. | |
Hist.5.59.2 | Θεόδοτον δὲ τὸν ἡμιόλιον ἐξαπέστειλε μετὰ τῆς ἁρμοζούσης δυνάμεως ἐπὶ τοὺς κατὰ Κοίλην Συρίαν τόπους, καταληψόμενον τὰ στενὰ καὶ προκαθησό‐ | |
Hist.5.59.3 | μενον ἅμα τῶν αὑτοῦ πραγμάτων. τὴν δὲ τῆς Σε‐ λευκείας θέσιν καὶ τὴν τῶν πέριξ τόπων ἰδιότητα | |
Hist.5.59.4 | τοιαύτην ἔχειν τὴν φύσιν συμβαίνει. κειμένης γὰρ αὐτῆς ἐπὶ θαλάττῃ μεταξὺ Κιλικίας καὶ Φοινίκης, ὄρος ἐπίκειται παμμέγεθες, ὃ καλοῦσι Κορυφαῖον· | |
Hist.5.59.5 | ᾧ πρὸς μὲν τὴν ἀφ’ ἑσπέρας πλευρὰν προσκλύζει τὸ καταλῆγον τοῦ πελάγους τοῦ μεταξὺ κειμένου Κύπρου καὶ Φοινίκης, τοῖς δ’ ἀπὸ τῆς ἠοῦς μέρεσιν | |
Hist.5.59.6 | ὑπέρκειται τῆς Ἀντιοχέων καὶ Σελευκέων χώρας. ἐν δὲ τοῖς πρὸς μεσημβρίαν αὐτοῦ κλίμασι τὴν Σελεύ‐ κειαν συμβαίνει κεῖσθαι, διεζευγμένην φάραγγι κοίλῃ καὶ δυσβάτῳ, καθήκουσαν μὲν καὶ περικλωμένην | |
5 | ὡς ἐπὶ θάλατταν, κατὰ δὲ τὰ πλεῖστα μέρη κρη‐ | |
Hist.5.59.7 | μνοῖς καὶ πέτραις ἀπορρῶξι περιεχομένην. ὑπὸ δὲ τὴν ἐπὶ θάλατταν αὐτῆς νεύουσαν πλευρὰν ἐν τοῖς ἐπιπέδοις τά τ’ ἐμπόρια καὶ τὸ προάστειον κεῖται, | |
Hist.5.59.8 | διαφερόντως τετειχισμένον. παραπλησίως δὲ καὶ τὸ σύμπαν τῆς πόλεως κύτος τείχεσι πολυτελέσιν ἠσφά‐ λισται, κεκόσμηται δὲ καὶ ναοῖς καὶ ταῖς τῶν οἰκο‐ | |
Hist.5.59.9 | δομημάτων κατασκευαῖς ἐκπρεπῶς. πρόσβασιν δὲ μίαν ἔχει κατὰ τὴν ἀπὸ θαλάττης πλευρὰν κλιμα‐ κωτὴν καὶ χειροποίητον, ἐγκλίμασι καὶ σκαιώμασι | |
Hist.5.59.10 | πυκνοῖς καὶ συνεχέσι διειλημμένην. ὁ δὲ καλού‐ μενος Ὀρόντης ποταμὸς οὐ μακρὰν αὐτῆς ποιεῖται τὰς ἐκβολάς, ὃς τὴν ἀρχὴν τοῦ ῥεύματος λαμβάνων ἀπὸ τῶν κατὰ τὸν Λίβανον καὶ τὸν Ἀντιλίβανον | |
5 | τόπων, καὶ διανύσας τὸ καλούμενον Ἀμύκης πεδίον, | |
Hist.5.59.11 | ἐπ’ αὐτὴν ἱκνεῖται τὴν Ἀντιόχειαν, δι’ ἧς φερό‐ μενος καὶ πάσας ὑποδεχόμενος τὰς ἀνθρωπείας λύ‐ μας διὰ τὸ πλῆθος τοῦ ῥεύματος, τέλος οὐ μακρὰν τῆς Σελευκείας ποιεῖται τὴν ἐκβολὴν εἰς τὸ προειρη‐ | |
5 | μένον πέλαγος. | |
Hist.5.60.1 | Ἀντίοχος δὲ τὸ μὲν πρῶτον διεπέμπετο πρὸς τοὺς ἐπιστάτας τῆς πόλεως, προτείνων χρήματα καὶ πλῆθος ἐλπίδων, ἐφ’ ᾧ παραλαβεῖν ἄνευ κινδύνου | |
Hist.5.60.2 | τὴν Σελεύκειαν· ἀδυνατῶν δὲ πείθειν τοὺς ἐπὶ τῶν ὅλων ἐφεστῶτας ἔφθειρέ τινας τῶν κατὰ μέρος ἡγε‐ μόνων, οἷς πιστεύσας ἡτοίμαζε τὴν δύναμιν, ὡς κατὰ μὲν τὸν ἀπὸ θαλάττης τόπον τοῖς ἀπὸ τοῦ | |
5 | ναυτικοῦ ποιησόμενος τὰς προσβολάς, κατὰ δὲ τὸν | |
Hist.5.60.3 | ἀπὸ τῆς ἠπείρου τοῖς ἐκ τοῦ στρατοπέδου. διελὼν οὖν εἰς τρία μέρη τὴν δύναμιν, καὶ παρακαλέσας τὰ πρέποντα τῷ καιρῷ, καὶ δωρεὰς μεγάλας καὶ στε‐ φάνους ἐπ’ ἀνδραγαθίᾳ καὶ τοῖς ἰδιώταις καὶ τοῖς | |
Hist.5.60.4 | ἡγεμόσι προκηρύξας, Ζεύξιδι μὲν καὶ τοῖς μετ’ αὐ‐ τοῦ παρέδωκε τοὺς κατὰ τὴν ἐπ’ Ἀντιόχειαν φέρου‐ σαν πύλην τόπους, Ἑρμογένει δὲ τοὺς κατὰ τὸ Διοσκούριον, Ἄρδυϊ δὲ καὶ Διογνήτῳ τὰς κατὰ τὸ | |
Hist.5.60.5 | νεώριον καὶ τὸ προάστειον ἐπέτρεψε προσβολάς, διὰ τὸ πρὸς τοὺς ἔνδοθεν αὐτῷ τοιαύτας τινὰς γεγο‐ νέναι συνθήκας ὡς ἐὰν κρατήσῃ τοῦ προαστείου μετὰ βίας, οὕτως ἐγχειρισθησομένης αὐτῷ καὶ τῆς | |
Hist.5.60.6 | πόλεως. ἀποδοθέντος δὲ τοῦ συνθήματος πάντες ἅμα καὶ πανταχόθεν ἐνεργὸν ἐποιοῦντο καὶ βίαιον τὴν προσβολήν· τολμηρότατα μέντοι προσέβαλον οἱ | |
Hist.5.60.7 | περὶ τὸν Ἄρδυν καὶ Διόγνητον, διὰ τὸ τοὺς μὲν ἄλλους τόπους, εἰ μὴ τετραποδητὶ τρόπον τινὰ προσπλεκόμενοι βιάζοιντο, τήν γε διὰ τῶν κλιμάκων | |
προσβολὴν μὴ προσίεσθαι παράπαν, τὰ δὲ νεώρια | ||
5 | καὶ τὸ προάστειον ἐπιδέχεσθαι τὴν προσφορὰν καὶ | |
Hist.5.60.8 | στάσιν καὶ πρόσθεσιν τῶν κλιμάκων ἀσφαλῶς. διὸ τῶν μὲν ἀπὸ τοῦ ναυτικοῦ τοῖς νεωρίοις, τῶν δὲ περὶ τὸν Ἄρδυν τοῖς προαστείοις προσηρεικότων τὰς κλίμακας καὶ βιαζομένων εὐρώστως, τῶν δ’ ἐκ τῆς | |
5 | πόλεως οὐ δυναμένων τούτοις βοηθεῖν, διὰ τὸ κατὰ πάντα τόπον περιεστάναι τὸ δεινόν, ταχέως συνέβη τὸ προάστειον ὑποχείριον γενέσθαι τοῖς περὶ τὸν | |
Hist.5.60.9 | Ἄρδυν. οὗ κρατηθέντος εὐθέως οἱ διεφθαρμένοι τῶν κατὰ μέρος ἡγεμόνων, προστρέχοντες πρὸς τὸν Λεόντιον τὸν ἐπὶ τῶν ὅλων, ἐκπέμπειν ᾤοντο δεῖν καὶ τίθεσθαι τὰ πρὸς Ἀντίοχον πρὶν ἢ κατὰ κράτος | |
Hist.5.60.10 | ἁλῶναι τὴν πόλιν. ὁ δὲ Λεόντιος, ἀγνοῶν μὲν τὴν διαφθορὰν τῶν ἡγεμόνων, καταπεπληγμένος δὲ τὴν διατροπὴν αὐτῶν, ἐξέπεμψε τοὺς θησομένους τὰς πίστεις ὑπὲρ τῆς τῶν ἐν τῇ πόλει πάντων ἀσφα‐ | |
Hist.5.61.1 | λείας πρὸς τὸν Ἀντίοχον. ὁ δὲ βασιλεὺς δεξάμενος τὴν ἔντευξιν συνεχώρησε δώσειν τοῖς ἐλευθέροις τὴν ἀσφάλειαν· οὗτοι δ’ ἦσαν εἰς ἑξακισχιλίους. | |
Hist.5.61.2 | παραλαβὼν δὲ τὴν πόλιν οὐ μόνον ἐφείσατο τῶν ἐλευθέρων, ἀλλὰ καὶ τοὺς πεφευγότας τῶν Σελευ‐ κέων καταγαγὼν τήν τε πολιτείαν αὐτοῖς ἀπέδωκε καὶ τὰς οὐσίας· ἠσφαλίσατο δὲ φυλακαῖς τόν τε | |
5 | λιμένα καὶ τὴν ἄκραν. | |
Hist.5.61.3 | Ἔτι δὲ περὶ ταῦτα διατρίβοντος αὐτοῦ, προσ‐ πεσόντων παρὰ Θεοδότου γραμμάτων, ἐν οἷς αὐτὸν ἐκάλει κατὰ σπουδὴν ἐγχειρίζων τὰ κατὰ Κοίλην Συρίαν, πολλῆς ἀπορίας ἦν καὶ δυσχρηστίας πλήρης | |
5 | ὑπὲρ τοῦ τί πρακτέον καὶ πῶς χρηστέον ἐστὶ τοῖς | |
Hist.5.61.4 | προσαγγελλομένοις. ὁ δὲ Θεόδοτος, ὢν τὸ γένος | |
Αἰτωλὸς καὶ μεγάλας παρεσχημένος τῇ Πτολεμαίου βασιλείᾳ χρείας, καθάπερ ἐπάνω προεῖπον, ἐπὶ δὲ τούτοις οὐχ οἷον χάριτος ἠξιωμένος, ἀλλὰ καὶ τῷ βίῳ | ||
5 | κεκινδυνευκὼς καθ’ οὓς καιροὺς Ἀντίοχος ἐποιεῖτο | |
Hist.5.61.5 | τὴν ἐπὶ Μόλωνα στρατείαν, τότε κατεγνωκὼς τοῦ βασιλέως καὶ διηπιστηκὼς τοῖς περὶ τὴν αὐλήν, καταλαβόμενος διὰ μὲν αὑτοῦ Πτολεμαΐδα, διὰ δὲ Παναιτώλου Τύρον, ἐκάλει τὸν Ἀντίοχον μετὰ σπου‐ | |
Hist.5.61.6 | δῆς. ὁ δὲ βασιλεὺς καὶ τὰς ἐπὶ τὸν Ἀχαιὸν ἐπι‐ βολὰς ὑπερθέμενος καὶ τἄλλα πάντα πάρεργα ποιη‐ σάμενος ἀνέζευξε μετὰ τῆς δυνάμεως, ποιούμενος | |
Hist.5.61.7 | τὴν πορείαν ᾗ καὶ πρόσθεν. διελθὼν δὲ τὸν ἐπι‐ καλούμενον αὐλῶνα Μαρσύαν, κατεστρατοπέδευσε περὶ τὰ στενὰ τὰ κατὰ Γέρρα πρὸς τῇ μεταξὺ κει‐ | |
Hist.5.61.8 | μένῃ λίμνῃ. πυνθανόμενος δὲ Νικόλαον τὸν παρὰ Πτολεμαίου στρατηγὸν προσκαθῆσθαι τῇ Πτολεμαΐδι πολιορκοῦντα τὸν Θεόδοτον, τὰ μὲν βαρέα τῶν ὅπλων ἀπέλειπε, προστάξας τοῖς ἡγουμένοις πολιορκεῖν τοὺς | |
5 | Βρόχους, τὸ κείμενον ἐπὶ τῆς λίμνης καὶ τῆς παρό‐ δου χωρίον, αὐτὸς δὲ τοὺς εὐζώνους ἀναλαβὼν | |
Hist.5.61.9 | προῆγε, βουλόμενος λῦσαι τὴν πολιορκίαν. ὁ δὲ Νικόλαος πρότερον ἤδη πεπυσμένος τὴν τοῦ βασι‐ λέως παρουσίαν, αὐτὸς μὲν ἀνεχώρησε, τοὺς δὲ περὶ Λαγόραν τὸν Κρῆτα καὶ Δορυμένην τὸν Αἰτωλὸν | |
5 | ἐξαπέστειλε προκαταληψομένους τὰ στενὰ τὰ περὶ | |
Hist.5.61.10 | Βηρυτόν· οἷς προσβαλὼν ὁ βασιλεὺς ἐξ ἐφόδου καὶ | |
Hist.5.62.1 | τρεψάμενος ἐπεστρατοπέδευσε τοῖς στενοῖς. προσ‐ δεξάμενος δὲ καὶ τὴν λοιπὴν δύναμιν ἐνταῦθα, καὶ παρακαλέσας τὰ πρέποντα ταῖς προκειμέναις ἐπιβο‐ λαῖς, μετὰ ταῦτα προήγαγε μετὰ πάσης τῆς δυνά‐ | |
5 | μεως, εὐθαρσὴς καὶ μετέωρος ὢν πρὸς τὰς ὑπογρα‐ | |
Hist.5.62.2 | φομένας ἐλπίδας. ἀπαντησάντων δὲ τῶν περὶ τὸν Θεόδοτον καὶ Παναίτωλον αὐτῷ καὶ τῶν ἅμα τού‐ τοις φίλων, ἀποδεξάμενος τούτους φιλανθρώπως παρέλαβε τήν τε Τύρον καὶ Πτολεμαΐδα καὶ τὰς ἐν | |
5 | ταύταις παρασκευάς, ἐν αἷς ἦν καὶ πλοῖα τετταρά‐ | |
Hist.5.62.3 | κοντα· τούτων κατάφρακτα μὲν εἴκοσι διαφέροντα ταῖς κατασκευαῖς, ἐν οἷς οὐδὲν ἔλαττον ἦν τετρή‐ ρους, τὰ δὲ λοιπὰ τριήρεις καὶ δίκροτα καὶ κέλητες. ταῦτα μὲν οὖν Διογνήτῳ παρέδωκε τῷ ναυάρχῳ· | |
Hist.5.62.4 | προσπεσόντος δ’ αὐτῷ τὸν μὲν Πτολεμαῖον εἰς Μέμφιν ἐξεληλυθέναι, τὰς δὲ δυνάμεις ἡθροῖσθαι πάσας εἰς Πηλούσιον καὶ τάς τε διώρυχας ἀναστο‐ | |
Hist.5.62.5 | μοῦν καὶ τὰ πότιμα τῶν ὑδάτων ἐμφράττειν, τῆς μὲν ἐπὶ τὸ Πηλούσιον ἐπιβολῆς ἀπέστη, τὰς δὲ πό‐ λεις ἐπιπορευόμενος ἐπειρᾶτο τὰς μὲν βίᾳ, τὰς δὲ | |
Hist.5.62.6 | πειθοῖ, πρὸς αὑτὸν ἐπάγεσθαι. τῶν δὲ πόλεων αἱ μὲν ἐλαφραὶ καταπεπληγμέναι τὴν ἔφοδον αὐτοῦ προσετίθεντο· αἱ δὲ πιστεύουσαι ταῖς παρασκευαῖς καὶ ταῖς ὀχυρότησι τῶν τόπων ὑπέμενον· ἃς ἠναγ‐ | |
5 | κάζετο προσκαθεζόμενος πολιορκεῖν καὶ κατατρίβειν τοὺς χρόνους. | |
Hist.5.62.7 | Οἱ δὲ περὶ τὸν Πτολεμαῖον τοῦ μὲν ἐκ χειρὸς βοηθεῖν τοῖς σφετέροις πράγμασιν, ὅπερ ἦν καθῆ‐ κον, οὕτως παρεσπονδημένοι προφανῶς, οὐδ’ ἐπι‐ | |
Hist.5.62.8 | βολὴν εἶχον διὰ τὴν ἀδυναμίαν· ἐπὶ τοσοῦτον γὰρ αὐτοῖς ὠλιγώρητο πάντα τὰ κατὰ τὰς πολεμικὰς | |
Hist.5.63.1 | παρασκευάς. λοιπὸν δὲ συνεδρεύσαντες οἱ περὶ τὸν Ἀγαθοκλέα καὶ Σωσίβιον, οἱ τότε προεστῶτες τῆς βασιλείας, ἐκ τῶν ἐνδεχομένων τὸ δυνατὸν ἔλαβον | |
Hist.5.63.2 | πρὸς τὸ παρόν. ἐβουλεύσαντο γὰρ γίνεσθαι μὲν περὶ τὴν τοῦ πολέμου παρασκευήν, ἐν δὲ τῷ μεταξὺ | |
διαπρεσβευόμενοι κατεκλύειν τὸν Ἀντίοχον, συνερ‐ γοῦντες κατὰ τὴν ἔμφασιν τῇ προϋπαρχούσῃ περὶ | ||
Hist.5.63.3 | αὐτὸν ὑπὲρ τοῦ Πτολεμαίου διαλήψει· αὕτη δ’ ἦν ὡς πολεμεῖν μὲν οὐκ ἂν τολμήσαντος, διὰ λόγου δὲ καὶ τῶν φίλων διδάξοντος καὶ πείσοντος αὐτὸν ἀπο‐ | |
Hist.5.63.4 | στῆναι τῶν κατὰ Κοίλην Συρίαν τόπων. κριθέντων δὲ τούτων οἱ περὶ τὸν Ἀγαθοκλέα καὶ Σωσίβιον ἐπὶ τοῦτο τὸ μέρος ταχθέντες ἐξέπεμπον ἐπιμελῶς τὰς | |
Hist.5.63.5 | πρεσβείας πρὸς τὸν Ἀντίοχον. ἅμα δὲ διαπεμψά‐ μενοι πρός τε Ῥοδίους καὶ Βυζαντίους καὶ Κυζικη‐ νούς, σὺν δὲ τούτοις Αἰτωλούς, ἐπεσπάσαντο πρεσ‐ | |
Hist.5.63.6 | βείας ἐπὶ τὰς διαλύσεις. αἳ καὶ παραγενόμεναι μεγάλας αὐτοῖς ἔδοσαν ἀφορμάς, διαπρεσβευόμεναι πρὸς ἀμφοτέρους τοὺς βασιλεῖς, εἰς τὸ λαβεῖν ἀνα‐ στροφὴν καὶ χρόνον πρὸς τὰς τοῦ πολέμου παρα‐ | |
Hist.5.63.7 | σκευάς. ταύταις τε δὴ κατὰ τὸ συνεχὲς ἐχρημάτιζον ἐν τῇ Μέμφει προκαθήμενοι, παραπλησίως δὲ καὶ τὰς παρὰ τῶν περὶ τὸν Ἀντίοχον ἀπεδέχοντο, φιλαν‐ | |
Hist.5.63.8 | θρώπως ποιούμενοι τὰς ἀπαντήσεις. ἀνεκαλοῦντο δὲ καὶ συνήθροιζον εἰς τὴν Ἀλεξάνδρειαν τοὺς μισθοφόρους τοὺς ἐν ταῖς ἔξω πόλεσιν ὑπ’ αὐτῶν | |
Hist.5.63.9 | μισθοδοτουμένους. ἐξαπέστελλον δὲ καὶ ξενολόγους καὶ παρεσκεύαζον τοῖς προϋπάρχουσι καὶ τοῖς παρα‐ | |
Hist.5.63.10 | γινομένοις τὰς σιταρχίας. ὡσαύτως δὲ καὶ περὶ τὴν λοιπὴν ἐγίνοντο παρασκευήν, ἀνὰ μέρος καὶ συνε‐ χῶς διατρέχοντες εἰς τὴν Ἀλεξάνδρειαν, ἵνα μηδὲν ἐλλίπῃ τῶν χορηγιῶν πρὸς τὰς προκειμένας ἐπιβολάς. | |
Hist.5.63.11 | τὴν δὲ περὶ τὰ ὅπλα κατασκευὴν καὶ τὴν τῶν ἀν‐ δρῶν ἐκλογὴν καὶ διαίρεσιν Ἐχεκράτει τῷ Θετταλῷ | |
Hist.5.63.12 | καὶ Φοξίδᾳ τῷ Μελιταιεῖ παρέδοσαν, ἅμα δὲ τούτοις Εὐρυλόχῳ τῷ Μάγνητι καὶ Σωκράτει τῷ Βοιωτίῳ· | |
Hist.5.63.13 | σὺν οἷς ἦν καὶ Κνωπίας Ἀλλαριώτης. εὐκαιρότατα γὰρ δὴ τούτων ἐπελάβοντο τῶν ἀνδρῶν, οἵτινες ἔτι Δημητρίῳ καὶ Ἀντιγόνῳ συστρατευόμενοι κατὰ πο‐ σὸν ἔννοιαν εἶχον τῆς ἀληθείας καὶ καθόλου τῆς | |
Hist.5.63.14 | ἐν τοῖς ὑπαίθροις χρείας. οὗτοι δὲ παραλαβόντες τὸ πλῆθος ἐνδεχομένως ἐχείριζον καὶ στρατιωτικῶς. | |
Hist.5.64.1 | πρῶτον μὲν γὰρ κατὰ γένη καὶ καθ’ ἡλικίαν διε‐ λόντες ἀνέδοσαν ἑκάστοις τοὺς ἐπιτηδείους καθο‐ πλισμούς, ὀλιγωρήσαντες τῶν πρότερον αὐτοῖς ὑπαρ‐ | |
Hist.5.64.2 | χόντων· μετὰ δὲ ταῦτα συνέταξαν οἰκείως πρὸς τὴν παροῦσαν χρείαν, λύσαντες τὰ συστήματα καὶ τὰς | |
Hist.5.64.3 | ἐκ τῶν πρότερον ὀψωνιασμῶν καταγραφάς· ἑξῆς δὲ τούτοις ἐγύμναζον, συνήθεις ἑκάστους ποιοῦντες οὐ μόνον τοῖς παραγγέλμασιν, ἀλλὰ καὶ ταῖς οἰκείαις | |
Hist.5.64.4 | τῶν καθοπλισμῶν κινήσεσιν. ἐποιοῦντο δὲ καὶ συν‐ αγωγὰς ἐπὶ τῶν ὅπλων καὶ παρακλήσεις, ἐν αἷς μεγίστην παρείχοντο χρείαν Ἀνδρόμαχος Ἀσπένδιος | |
Hist.5.64.5 | καὶ Πολυκράτης Ἀργεῖος, προσφάτως μὲν ἐκ τῆς Ἑλλάδος διαβεβηκότες, συνήθεις δ’ ἀκμὴν ὄντες ταῖς Ἑλληνικαῖς ὁρμαῖς καὶ ταῖς ἑκάστων ἐπινοίαις, πρὸς δὲ τούτοις ἐπιφανεῖς ὑπάρχοντες ταῖς τε πατρίσι καὶ | |
Hist.5.64.6 | τοῖς βίοις, Πολυκράτης δὲ καὶ μᾶλλον διά τε τὴν τῆς οἰκίας ἀρχαιότητα καὶ διὰ τὴν Μνασιάδου τοῦ | |
Hist.5.64.7 | πατρὸς δόξαν ἐκ τῆς ἀθλήσεως. οἳ καὶ κατ’ ἰδίαν καὶ κοινῇ παρακαλοῦντες ὁρμὴν καὶ προθυμίαν ἐνειρ‐ γάσαντο τοῖς ἀνθρώποις πρὸς τὸν μέλλοντα κίν‐ | |
Hist.5.65.1 | δυνον. εἶχον δὲ καὶ τὰς ἡγεμονίας ἕκαστοι τῶν προειρημένων ἀνδρῶν οἰκείας ταῖς ἰδίαις ἐμπειρίαις. | |
Hist.5.65.2 | Εὐρύλοχος μὲν γὰρ ὁ Μάγνης ἡγεῖτο σχεδὸν ἀν‐ δρῶν τρισχιλίων τοῦ καλουμένου παρὰ τοῖς βασι‐ λεῦσιν ἀγήματος, Σωκράτης δ’ ὁ Βοιώτιος πελτα‐ | |
Hist.5.65.3 | στὰς ὑφ’ αὑτὸν εἶχε δισχιλίους. ὁ δ’ Ἀχαιὸς Φοξίδας καὶ Πτολεμαῖος ὁ Θρασέου, σὺν δὲ τούτοις Ἀνδρό‐ μαχος [ὁ] Ἀσπένδιος, συνεγύμναζον μὲν ἐπὶ ταὐτὸ | |
Hist.5.65.4 | τὴν φάλαγγα καὶ τοὺς μισθοφόρους Ἕλληνας, ἡγοῦντο δὲ τῆς μὲν φάλαγγος Ἀνδρόμαχος καὶ Πτολεμαῖος, τῶν δὲ μισθοφόρων Φοξίδας, οὔσης τῆς μὲν φάλαγ‐ γος εἰς δισμυρίους καὶ πεντακισχιλίους, τῶν δὲ μι‐ | |
Hist.5.65.5 | σθοφόρων εἰς ὀκτακισχιλίους. τοὺς δ’ ἱππεῖς τοὺς μὲν περὶ τὴν αὐλήν, ὄντας εἰς ἑπτακοσίους, Πολυ‐ κράτης παρεσκεύαζε καὶ τοὺς ἀπὸ Λιβύης, ἔτι δὲ καὶ τοὺς ἐγχωρίους· καὶ τούτων αὐτὸς ἡγεῖτο πάν‐ | |
Hist.5.65.6 | των, περὶ τρισχιλίους ὄντων τὸν ἀριθμόν. τούς γε μὴν ἀπὸ τῆς Ἑλλάδος καὶ πᾶν τὸ τῶν μισθοφόρων ἱππέων πλῆθος Ἐχεκράτης ὁ Θετταλὸς διαφερόντως ἀσκήσας, ὄντας εἰς δισχιλίους, μεγίστην ἐπ’ αὐτοῦ | |
Hist.5.65.7 | τοῦ κινδύνου παρέσχετο χρείαν. οὐδενὸς δ’ ἧττον ἔσπευδε περὶ τοὺς ὑφ’ αὑτὸν ταττομένους Κνωπίας Ἀλλαριώτης, ἔχων τοὺς μὲν πάντας Κρῆτας εἰς τρισ‐ χιλίους, αὐτῶν δὲ τούτων χιλίους Νεόκρητας, ἐφ’ | |
Hist.5.65.8 | ὧν ἐτετάχει Φίλωνα τὸν Κνώσιον. καθώπλισαν δὲ καὶ Λίβυας τρισχιλίους εἰς τὸν Μακεδονικὸν τρό‐ | |
Hist.5.65.9 | πον, ἐφ’ ὧν ἦν Ἀμμώνιος ὁ Βαρκαῖος. τὸ δὲ τῶν Αἰγυπτίων πλῆθος ἦν μὲν εἰς δισμυρίους φαλαγ‐ | |
Hist.5.65.10 | γίτας, ὑπετάττετο δὲ Σωσιβίῳ. συνήχθη δὲ καὶ Θρᾳκῶν καὶ Γαλατῶν πλῆθος, ἐκ μὲν τῶν κατοίκων καὶ τῶν ἐπιγόνων εἰς τετρακισχιλίους, οἱ δὲ προσ‐ φάτως ἐπισυναχθέντες ἦσαν εἰς δισχιλίους, ὧν ἡγεῖτο | |
5 | Διονύσιος ὁ Θρᾷξ. | |
Hist.5.65.11 | Ἡ μὲν οὖν Πτολεμαίῳ παρασκευαζομένη δύνα‐ μις τῷ τε πλήθει καὶ ταῖς διαφοραῖς τοσαύτη καὶ | |
Hist.5.66.1 | τοιαύτη τις ἦν. Ἀντίοχος δὲ συνεσταμένος πολιορ‐ | |
κίαν περὶ τὴν καλουμένην πόλιν Δῶρα, καὶ περαί‐ νειν οὐδὲν δυνάμενος διά τε τὴν ὀχυρότητα τοῦ τόπου καὶ τὰς τῶν περὶ τὸν Νικόλαον παραβοη‐ | ||
Hist.5.66.2 | θείας, συνάπτοντος ἤδη τοῦ χειμῶνος, συνεχώρησε ταῖς παρὰ τοῦ Πτολεμαίου πρεσβείαις ἀνοχάς τε ποιήσασθαι τετραμήνους καὶ περὶ τῶν ὅλων εἰς πάντα | |
Hist.5.66.3 | συγκαταβήσεσθαι τὰ φιλάνθρωπα. ταῦτα δ’ ἔπραττε πλεῖστον μὲν ἀπέχων τῆς ἀληθείας, σπεύδων δὲ μὴ πολὺν χρόνον ἀποσπᾶσθαι τῶν οἰκείων τόπων, ἀλλ’ ἐν τῇ Σελευκείᾳ ποιήσασθαι τὴν τῶν δυνάμεων | |
5 | παραχειμασίαν διὰ τὸ προφανῶς τὸν Ἀχαιὸν ἐπι‐ βουλεύειν μὲν τοῖς σφετέροις πράγμασι, συνεργεῖν | |
Hist.5.66.4 | δὲ τοῖς περὶ τὸν Πτολεμαῖον ὁμολογουμένως. τού‐ των δὲ συγχωρηθέντων Ἀντίοχος τοὺς μὲν πρε‐ σβευτὰς ἐξέπεμψε, παραγγείλας διασαφεῖν αὐτῷ τὴν ταχίστην τὰ δόξαντα τοῖς περὶ τὸν Πτολεμαῖον καὶ | |
Hist.5.66.5 | συνάπτειν εἰς Σελεύκειαν· ἀπολιπὼν δὲ φυλακὰς τὰς ἁρμοζούσας ἐν τοῖς τόποις, καὶ παραδοὺς Θεοδότῳ τὴν τῶν ὅλων ἐπιμέλειαν, ἐπανῆλθε· καὶ παραγε‐ νόμενος εἰς τὴν Σελεύκειαν διαφῆκε τὰς δυνάμεις | |
Hist.5.66.6 | εἰς παραχειμασίαν. καὶ τὸ λοιπὸν ἤδη τοῦ μὲν γυμνάζειν τοὺς ὄχλους ὠλιγώρει, πεπεισμένος οὐ προσδεήσεσθαι τὰ πράγματα μάχης διὰ τὸ τινῶν μὲν μερῶν Κοίλης Συρίας καὶ Φοινίκης ἤδη κυ‐ | |
5 | ριεύειν, τοὺς δὲ λοιποὺς ἐλπίζειν ἐξ ἑκόντων καὶ | |
Hist.5.66.7 | διὰ λόγου παραλήψεσθαι, μὴ τολμώντων τὸ παρά‐ παν τῶν περὶ τὸν Πτολεμαῖον εἰς τὸν περὶ τῶν | |
Hist.5.66.8 | ὅλων συγκαταβαίνειν κίνδυνον. ταύτην δὲ συνέ‐ βαινε τὴν διάληψιν καὶ τοὺς πρεσβευτὰς ἔχειν διὰ τὸ τὰς ἐντεύξεις αὐτοῖς τὸν Σωσίβιον ἐν τῇ Μέμφει | |
Hist.5.66.9 | προκαθήμενον φιλανθρώπους ποιεῖσθαι, τῶν δὲ | |
κατὰ τὴν Ἀλεξάνδρειαν παρασκευῶν μηδέποτε τοὺς διαπεμπομένους πρὸς τὸν Ἀντίοχον ἐᾶν αὐτόπτας γενέσθαι. | ||
Hist.5.67.1 | Πλὴν καὶ τότε τῶν πρέσβεων ἀφικομένων οἱ μὲν | |
Hist.5.67.2 | περὶ τὸν Σωσίβιον ἕτοιμοι πρὸς πᾶν, ὁ δ’ Ἀντίοχος μεγίστην ἐποιεῖτο σπουδὴν εἰς τὸ καθάπαξ καὶ τοῖς ὅπλοις καὶ τοῖς δικαίοις ἐπὶ τῶν ἐντεύξεων κατα‐ | |
Hist.5.67.3 | περιεῖναι τῶν ἐκ τῆς Ἀλεξανδρείας. ᾗ καὶ παρα‐ γενομένων τῶν πρεσβευτῶν εἰς τὴν Σελεύκειαν, καὶ συγκαταβαινόντων εἰς τοὺς κατὰ μέρος ὑπὲρ τῆς διαλύσεως λόγους κατὰ τὰς ὑπὸ τῶν περὶ τὸν Σω‐ | |
Hist.5.67.4 | σίβιον ἐντολάς, ὁ μὲν βασιλεὺς τὸ μὲν ἄρτι γεγονὸς ἀτύχημα καὶ προφανὲς ἀδίκημα περὶ τῆς ἐνεστώσης καταλήψεως τῶν περὶ Κοίλην Συρίαν τόπων οὐ δει‐ | |
Hist.5.67.5 | νὸν ἐνόμιζε κατὰ τὰς δικαιολογίας, τὸ δὲ πλεῖστον οὐδ’ ἐν ἀδικήματι, κατηριθμεῖτο τὴν πρᾶξιν, ὡς | |
Hist.5.67.6 | καθηκόντων αὐτῷ τινων ἀντιπεποιημένος, τὴν δὲ πρώτην Ἀντιγόνου τοῦ Μονοφθάλμου κατάληψιν καὶ τὴν Σελεύκου δυναστείαν τῶν τόπων τούτων ἐκείνας ἔφη κυριωτάτας εἶναι καὶ δικαιοτάτας κτή‐ | |
5 | σεις, καθ’ ἃς αὐτοῖς, οὐ Πτολεμαίῳ, καθήκειν τὰ | |
Hist.5.67.7 | κατὰ Κοίλην Συρίαν· καὶ γὰρ Πτολεμαῖον διαπολε‐ μῆσαι πρὸς Ἀντίγονον οὐχ αὑτῷ, Σελεύκῳ δὲ συγ‐ | |
Hist.5.67.8 | κατασκευάζοντα τὴν ἀρχὴν τῶν τόπων τούτων. μά‐ λιστα δὲ τὸ κοινὸν ἐπιέζει πάντων τῶν βασιλέων συγχώρημα, καθ’ οὓς καιροὺς Ἀντίγονον νικήσαν‐ τες, καὶ βουλευόμενοι κατὰ προαίρεσιν ὁμόσε πάν‐ | |
5 | τες, Κάσσανδρος, Λυσίμαχος, Σέλευκος, ἔκριναν | |
Hist.5.67.9 | Σελεύκου τὴν ὅλην Συρίαν ὑπάρχειν. οἱ δὲ παρὰ τοῦ Πτολεμαίου τἀναντία τούτων ἐπειρῶντο συνι‐ στάνειν· τό τε γὰρ παρὸν ηὖξον ἀδίκημα καὶ δεινὸν | |
ἐποίουν τὸ γεγονός, εἰς παρασπόνδημα τὴν Θεοδότου | ||
5 | προδοσίαν καὶ τὴν ἔφοδον ἀνάγοντες τὴν Ἀντιόχου, | |
Hist.5.67.10 | προεφέροντο δὲ καὶ τὰς ἐπὶ Πτολεμαίου τοῦ Λάγου κτήσεις, φάσκοντες ἐπὶ τούτῳ συμπολεμῆσαι Σελεύκῳ Πτολεμαῖον, ἐφ’ ᾧ τὴν μὲν ὅλης τῆς Ἀσίας ἀρχὴν Σελεύκῳ περιθεῖναι, τὰ δὲ κατὰ Κοίλην Συρίαν | |
Hist.5.67.11 | αὑτῷ κατακτήσασθαι καὶ Φοινίκην. ἐλέγετο μὲν οὖν ταῦτα καὶ παραπλήσια τούτοις πλεονάκις ὑπ’ ἀμ‐ φοτέρων κατὰ τὰς διαπρεσβείας καὶ τὰς ἐντεύξεις, ἐπετελεῖτο δὲ τὸ παράπαν οὐδέν, ἅτε τῆς δικαιο‐ | |
5 | λογίας γινομένης διὰ τῶν κοινῶν φίλων, μεταξὺ δὲ μηδενὸς ὑπάρχοντος τοῦ δυνησομένου παρακατασχεῖν | |
Hist.5.67.12 | καὶ κωλῦσαι τὴν τοῦ δοκοῦντος ἀδικεῖν ὁρμήν. μά‐ λιστα δὲ παρεῖχε δυσχρηστίαν ἀμφοτέροις τὰ περὶ τὸν Ἀχαιόν· Πτολεμαῖος μὲν γὰρ ἐσπούδαζε περι‐ | |
Hist.5.67.13 | λαβεῖν ταῖς συνθήκαις αὐτόν, Ἀντίοχος δὲ καθάπαξ οὐδὲ λόγον ἠνείχετο περὶ τούτων, δεινὸν ἡγούμενος τὸ καὶ τολμᾶν τὸν Πτολεμαῖον περιστέλλειν τοὺς ἀποστάτας καὶ μνήμην ποιεῖσθαι περί τινος τῶν | |
5 | τοιούτων. | |
Hist.5.68.1 | Διόπερ ἐπεὶ πρεσβεύοντες μὲν ἅλις εἶχον ἀμφό‐ τεροι, πέρας δ’ οὐδὲν ἐγίνετο περὶ τὰς συνθήκας, συνῆπτε δὲ τὰ τῆς ἐαρινῆς ὥρας, Ἀντίοχος μὲν συνῆγε τὰς δυνάμεις, ὡς εἰσβαλῶν καὶ κατὰ γῆν καὶ | |
5 | κατὰ θάλατταν καὶ καταστρεψόμενος τὰ καταλειπό‐ | |
Hist.5.68.2 | μενα μέρη τῶν ἐν Κοίλῃ Συρίᾳ πραγμάτων, οἱ δὲ περὶ τὸν Πτολεμαῖον ὁλοσχερέστερον ἐπιτρέψαντες τῷ Νικολάῳ χορηγίας τε παρεῖχον εἰς τοὺς κατὰ Γάζαν τόπους δαψιλεῖς καὶ δυνάμεις ἐξέπεμπον πε‐ | |
Hist.5.68.3 | ζικὰς καὶ ναυτικάς. ὧν προσγενομένων εὐθαρσῶς ὁ Νικόλαος εἰς τὸν πόλεμον ἐνέβαινε, πρὸς πᾶν τὸ | |
παραγγελλόμενον ἑτοίμως αὐτῷ συνεργοῦντος Περι‐ | ||
Hist.5.68.4 | γένους τοῦ ναυάρχου· τοῦτον γὰρ ἐπὶ τῶν ναυτικῶν δυνάμεων ἐξαπέστειλαν οἱ περὶ τὸν Πτολεμαῖον, ἔχοντα καταφράκτους μὲν ναῦς τριάκοντα, φορτη‐ | |
Hist.5.68.5 | γοὺς δὲ πλείους τῶν τετρακοσίων. Νικόλαος δὲ τὸ μὲν γένος ὑπῆρχεν Αἰτωλός, τριβὴν δὲ καὶ τόλμαν ἐν τοῖς πολεμικοῖς οὐδενὸς εἶχεν ἐλάττω τῶν παρὰ | |
Hist.5.68.6 | Πτολεμαίῳ στρατευομένων. προκαταλαβόμενος δὲ μέρει μέν τινι τὰ κατὰ Πλάτανον στενά, τῇ δὲ λοιπῇ δυνάμει, μεθ’ ἧς αὐτὸς ἦν, τὰ περὶ Πορφυρεῶνα πόλιν, ταύτῃ παρεφύλαττε τὴν εἰσβολὴν τοῦ βασι‐ | |
5 | λέως, ὁμοῦ συνορμούσης αὐτῷ καὶ τῆς ναυτικῆς | |
Hist.5.68.7 | δυνάμεως. Ἀντίοχος δὲ παρελθὼν εἰς Μάραθον, καὶ παραγενομένων πρὸς αὐτὸν Ἀραδίων ὑπὲρ συμ‐ μαχίας, οὐ μόνον προσεδέξατο τὴν συμμαχίαν, ἀλλὰ καὶ τὴν διαφορὰν τὴν προϋπάρχουσαν αὐτοῖς πρὸς | |
5 | ἀλλήλους κατέπαυσε, διαλύσας τοὺς ἐν τῇ νήσῳ πρὸς τοὺς τὴν ἤπειρον κατοικοῦντας τῶν Ἀραδίων. | |
Hist.5.68.8 | μετὰ δὲ ταῦτα ποιησάμενος τὴν εἰσβολὴν κατὰ τὸ καλούμενον Θεοῦ πρόσωπον ἧκε πρὸς Βηρυτόν, Βό‐ τρυν μὲν ἐν τῇ παρόδῳ καταλαβόμενος, Τριήρη δὲ | |
Hist.5.68.9 | καὶ Κάλαμον ἐμπρήσας. ἐντεῦθεν δὲ Νίκαρχον μὲν καὶ Θεόδοτον προαπέστειλε, συντάξας προκαταλα‐ βέσθαι τὰς δυσχωρίας περὶ τὸν Λύκον καλούμενον ποταμόν· αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν προῆλθε | |
5 | καὶ κατεστρατοπέδευσε περὶ τὸν Δαμούραν ποταμόν, συμπαραπλέοντος ἅμα καὶ Διογνήτου τοῦ ναυάρχου. | |
Hist.5.68.10 | παραλαβὼν δὲ πάλιν ἐντεῦθεν τούς τε περὶ τὸν Θεόδοτον καὶ Νίκαρχον τοὺς ἐκ τῆς δυνάμεως εὐζώ‐ νους, ὥρμησε κατασκεψόμενος τὰς προκατεχομένας | |
Hist.5.68.11 | ὑπὸ τῶν περὶ τὸν Νικόλαον δυσχωρίας. συνθεωρή‐ | |
σας δὲ τὰς τῶν τόπων ἰδιότητας, τότε μὲν ἀνεχώρησε πρὸς τὴν παρεμβολήν, κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέ‐ ραν, καταλιπὼν αὐτοῦ τὰ βαρέα τῶν ὅπλων καὶ | ||
5 | Νίκαρχον ἐπὶ τούτων, προῆγε μετὰ τῆς λοιπῆς δυ‐ | |
Hist.5.69.1 | νάμεως ἐπὶ τὴν προκειμένην χρείαν. τῆς δὲ κατὰ τὸν Λίβανον παρωρείας κατὰ τοὺς τόπους τούτους συγκλειούσης τὴν παραλίαν εἰς στενὸν καὶ βραχὺν τόπον, συμβαίνει καὶ τοῦτον αὐτὸν ῥάχει δυσβάτῳ | |
5 | καὶ τραχείᾳ διεζῶσθαι, στενὴν δὲ καὶ δυσχερῆ παρ’ | |
Hist.5.69.2 | αὐτὴν τὴν θάλατταν ἀπολειπούσῃ πάροδον. ἐφ’ ᾗ τότε Νικόλαος παρεμβεβληκώς, καὶ τοὺς μὲν τῷ τῶν ἀνδρῶν πλήθει προκατειληφὼς τόπους, τοὺς δὲ ταῖς χειροποιήτοις κατασκευαῖς διησφαλισμένος, ῥᾳδίως | |
Hist.5.69.3 | ἐπέπειστο κωλύσειν τῆς εἰσόδου τὸν Ἀντίοχον. ὁ δὲ βασιλεὺς διελὼν εἰς τρία μέρη τὴν δύναμιν τὸ μὲν ἓν Θεοδότῳ παρέδωκε, προστάξας συμπλέκεσθαι καὶ βιάζεσθαι παρ’ αὐτὴν τὴν παρώρειαν τοῦ Λι‐ | |
Hist.5.69.4 | βάνου, τὸ δ’ ἕτερον Μενεδήμῳ, διὰ πλειόνων ἐν‐ | |
Hist.5.69.5 | τειλάμενος κατὰ μέσην πειράζειν τὴν ῥάχιν· τὸ δὲ τρίτον πρὸς θάλατταν ἀπένειμε, Διοκλέα τὸν στρα‐ | |
Hist.5.69.6 | τηγὸν τῆς Παραποταμίας ἡγεμόνα συστήσας. αὐτὸς δὲ μετὰ τῆς θεραπείας εἶχε τὸν μέσον τόπον, πάντα βουλόμενος ἐποπτεύειν καὶ παντὶ τῷ δεομένῳ παρα‐ | |
Hist.5.69.7 | βοηθεῖν. ἅμα δὲ τούτοις ἐξηρτυμένοι παρενέβαλον εἰς ναυμαχίαν οἱ περὶ τὸν Διόγνητον καὶ Περιγέ‐ νην, συνάπτοντες κατὰ τὸ δυνατὸν τῇ γῇ καὶ πει‐ ρώμενοι ποιεῖν ὡς ἂν εἰ μίαν ἐπιφάνειαν τῆς πεζο‐ | |
Hist.5.69.8 | μαχίας καὶ ναυμαχίας. πάντων δὲ ποιησαμένων ἀφ’ ἑνὸς σημείου καὶ παραγγέλματος ἑνὸς τὰς προσβο‐ λάς, ἡ μὲν ναυμαχία πάρισον εἶχε τὸν κίνδυνον διὰ τὸ καὶ τῷ πλήθει καὶ ταῖς παρασκευαῖς παραπλή‐ | |
Hist.5.69.9 | σιον εἶναι τὸ παρ’ ἀμφοῖν ναυτικόν, τῶν δὲ πεζῶν τὸ μὲν πρῶτον ἐπεκράτουν οἱ τοῦ Νικολάου, συγ‐ χρώμενοι ταῖς τῶν τόπων ὀχυρότησι, ταχὺ δὲ τῶν περὶ τὸν Θεόδοτον ἐκβιασαμένων τοὺς ἐπὶ τῇ παρω‐ | |
5 | ρείᾳ, κἄπειτα ποιουμένων ἐξ ὑπερδεξίου τὴν ἔφο‐ δον, τραπέντες οἱ περὶ τὸν Νικόλαον ἔφευγον προ‐ | |
Hist.5.69.10 | τροπάδην ἅπαντες. κατὰ δὲ τὴν φυγὴν ἔπεσον μὲν αὐτῶν εἰς δισχιλίους, ζωγρίᾳ δ’ ἑάλωσαν οὐκ ἐλάτ‐ τους τούτων· οἱ δὲ λοιποὶ πάντες ἀπεχώρησαν ἐπὶ | |
Hist.5.69.11 | Σιδῶνος. ὁ δὲ Περιγένης, ἐπικυδέστερος ὢν ταῖς ἐλπίσι κατὰ τὴν ναυμαχίαν, συνθεωρήσας τὸ κατὰ τοὺς πεζοὺς ἐλάττωμα καὶ διατραπείς, ἀσφαλῶς ἐποιήσατο τὴν ἀποχώρησιν εἰς τοὺς αὐτοὺς τόπους. | |
Hist.5.70.1 | Ἀντίοχος δὲ τὴν δύναμιν ἀναλαβὼν ἧκε καὶ | |
Hist.5.70.2 | κατεστρατοπέδευσε πρὸς τῇ Σιδῶνι. τὸ μὲν οὖν καταπειράζειν τῆς πόλεως ἀπέγνω διὰ τὴν προϋπάρ‐ χουσαν αὐτόθι δαψίλειαν τῆς χορηγίας καὶ τὸ πλῆ‐ θος τῶν ἐνοικούντων καὶ συμπεφευγότων ἀνδρῶν· | |
Hist.5.70.3 | ἀναλαβὼν δὲ τὴν δύναμιν αὐτὸς μὲν ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ Φιλοτερίας, Διογνήτῳ δὲ συνέταξε τῷ ναυάρχῳ πάλιν ἔχοντι τὰς ναῦς ἀποπλεῖν εἰς | |
Hist.5.70.4 | Τύρον. ἡ δὲ Φιλοτερία κεῖται παρ’ αὐτὴν τὴν λίμνην, εἰς ἣν ὁ καλούμενος Ἰορδάνης ποταμὸς εἰσ‐ βάλλων ἐξίησι πάλιν εἰς τὰ πεδία τὰ περὶ τὴν Σκυ‐ | |
Hist.5.70.5 | θῶν πόλιν προσαγορευομένην. γενόμενος δὲ καθ’ ὁμολογίαν ἐγκρατὴς ἀμφοτέρων τῶν προειρημένων πόλεων, εὐθαρσῶς ἔσχε πρὸς τὰς μελλούσας ἐπιβο‐ λὰς διὰ τὸ τὴν ὑποτεταγμένην χώραν ταῖς πόλεσι | |
5 | ταύταις ῥᾳδίως δύνασθαι παντὶ τῷ στρατοπέδῳ χο‐ ρηγεῖν καὶ δαψιλῆ παρασκευάζειν τὰ κατεπείγοντα | |
Hist.5.70.6 | πρὸς τὴν χρείαν. ἀσφαλισάμενος δὲ φρουραῖς ταύ‐ | |
τας ὑπερέβαλε τὴν ὀρεινὴν καὶ παρῆν ἐπ’ Ἀταβύριον, ὃ κεῖται μὲν ἐπὶ λόφου μαστοειδοῦς, τὴν δὲ πρόσ‐ | ||
Hist.5.70.7 | βασιν ἔχει πλεῖον ἢ πεντεκαίδεκα σταδίων. χρησά‐ μενος δὲ κατὰ τὸν καιρὸν τοῦτον ἐνέδρᾳ καὶ στρα‐ | |
Hist.5.70.8 | τηγήματι κατέσχε τὴν πόλιν· προκαλεσάμενος γὰρ εἰς ἀκροβολισμὸν τοὺς ἀπὸ τῆς πόλεως καὶ συγκατα‐ βιβάσας ἐπὶ πολὺ τοὺς προκινδυνεύοντας, κἄπειτα πάλιν ἐκ μεταβολῆς τῶν φευγόντων καὶ διαναστά‐ | |
5 | σεως τῶν ἐγκαθημένων συμβαλών, πολλοὺς μὲν αὐ‐ | |
Hist.5.70.9 | τῶν ἀπέκτεινε, τέλος δ’ ἐπακολουθήσας καὶ προκατα‐ πληξάμενος ἐξ ἐφόδου παρέλαβε καὶ ταύτην τὴν | |
Hist.5.70.10 | πόλιν. κατὰ δὲ τὸν καιρὸν τοῦτον Κεραίας, εἷς τῶν· ὑπὸ Πτολεμαῖον ταττομένων ὑπάρχων, ἀπέστη πρὸς αὐτόν· ᾧ χρησάμενος μεγαλοπρεπῶς πολλοὺς ἐμετεώρισε τῶν παρὰ τοῖς ἐναντίοις ἡγεμόνων· | |
Hist.5.70.11 | Ἱππόλοχος γοῦν ὁ Θετταλὸς οὐ μετὰ πολὺ τετρα‐ κοσίους ἱππεῖς ἧκεν ἔχων πρὸς αὐτὸν τῶν ὑπὸ Πτο‐ | |
Hist.5.70.12 | λεμαῖον ταττομένων. ἀσφαλισάμενος δὲ καὶ τὸ Ἀτα‐ βύριον ἀνέζευξε, καὶ προάγων παρέλαβε Πέλλαν καὶ | |
Hist.5.71.1 | Καμοῦν καὶ Γεφροῦν. τοιαύτης δὲ γενομένης τῆς εὐροίας, οἱ τὴν παρακειμένην Ἀραβίαν κατοικοῦν‐ τες, παρακαλέσαντες σφᾶς αὐτούς, ὁμοθυμαδὸν αὐτῷ | |
Hist.5.71.2 | προσέθεντο πάντες. προσλαβὼν δὲ καὶ τὴν παρὰ τούτων ἐλπίδα καὶ χορηγίαν προῆγε, καὶ κατασχὼν *** εἰς τὴν Γαλᾶτιν *** γίνεται *** Ἀβίλων καὶ τῶν εἰς αὐτὰ παραβεβοηθηκότων, ὧν ἡγεῖτο Νικίας, | |
Hist.5.71.3 | ἀναγκαῖος ὢν καὶ συγγενὴς Μεννέου. καταλειπο‐ μένων δ’ ἔτι τῶν Γαδάρων, ἃ δοκεῖ τῶν κατ’ ἐκεί‐ νους τοὺς τόπους ὀχυρότητι διαφέρειν, προσστρατο‐ πεδεύσας αὐτοῖς καὶ συστησάμενος ἔργα ταχέως κατε‐ | |
Hist.5.71.4 | πλήξατο καὶ παρέλαβε τὴν πόλιν. μετὰ δὲ ταῦτα | |
πυνθανόμενος εἰς τὰ Ῥαββατάμανα τῆς Ἀραβίας καὶ πλείους ἡθροισμένους τῶν πολεμίων πορθεῖν καὶ κατατρέχειν τὴν τῶν προσκεχωρηκότων Ἀράβων | ||
5 | αὐτῷ χώραν, πάντ’ ἐν ἐλάττονι θέμενος ὥρμησε καὶ προσεστρατοπέδευσε τοῖς βουνοῖς, ἐφ’ ὧν κεῖσθαι | |
Hist.5.71.5 | συμβαίνει τὴν πόλιν. περιελθὼν δὲ καὶ συνθεασά‐ μενος τὸν λόφον κατὰ δύο τόπους μόνον ἔχοντα πρόσοδον, ταύτῃ προσέβαινε καὶ κατὰ τούτους συνί‐ στατο τοὺς τόπους τὰς τῶν μηχανημάτων κατα‐ | |
Hist.5.71.6 | σκευάς. ἀποδοὺς δὲ τὴν ἐπιμέλειαν τῶν ἔργων τῶν μὲν Νικάρχῳ, τῶν δὲ Θεοδότῳ, τὸ λοιπὸν αὐτὸς ἤδη κοινὸν αὑτὸν παρεσκεύαζε κατὰ τὴν ἐπιμέλειαν καὶ τὴν ἐπίσκεψιν τῆς ἑκατέρου περὶ ταῦτα φιλοτι‐ | |
Hist.5.71.7 | μίας. πολλὴν δὲ ποιουμένων σπουδὴν τῶν περὶ τὸν Θεόδοτον καὶ Νίκαρχον, καὶ συνεχῶς ἁμιλλωμένων πρὸς ἀλλήλους περὶ τοῦ πότερος αὐτῶν φθάσει κατα‐ βαλὼν τὸ προκείμενον τῶν ἔργων τεῖχος, ταχέως | |
5 | συνέβη καὶ παρὰ τὴν προσδοκίαν ἑκάτερον πεσεῖν | |
Hist.5.71.8 | τὸ μέρος. οὗ συμβάντος ἐποιοῦντο καὶ νύκτωρ μὲν καὶ μεθ’ ἡμέραν προσβολὰς καὶ πᾶσαν προσέφερον | |
Hist.5.71.9 | βίαν, οὐδένα παραλείποντες καιρόν. συνεχῶς δὲ καταπειράζοντες τῆς πόλεως οὐ μὴν ἤνυον τῆς ἐπι‐ βολῆς οὐδὲν διὰ τὸ πλῆθος τῶν εἰς τὴν πόλιν συν‐ δεδραμηκότων ἀνδρῶν, ἕως οὗ τῶν αἰχμαλώτων τινὸς | |
5 | ὑποδείξαντος τὸν ὑπόνομον, δι’ οὗ κατέβαινον ἐπὶ τὴν ὑδρείαν οἱ πολιορκούμενοι, τοῦτον ἀναρρήξαντες ἐνέφραξαν ὕλῃ καὶ λίθοις καὶ παντὶ τῷ τοιούτῳ | |
Hist.5.71.10 | γένει. τότε δὲ συνείξαντες οἱ κατὰ τὴν πόλιν διὰ | |
Hist.5.71.11 | τὴν ἀνυδρίαν παρέδοσαν αὑτούς. οὗ γενομένου κυ‐ ριεύσας τῶν Ῥαββαταμάνων ἐπὶ μὲν τούτων ἀπέλιπε Νίκαρχον μετὰ φυλακῆς τῆς ἁρμοζούσης· Ἱππόλοχον | |
δὲ καὶ Κεραίαν τοὺς ἀποστάντας μετὰ πεζῶν πεντα‐ | ||
5 | κισχιλίων ἐξαποστείλας ἐπὶ τοὺς κατὰ Σαμάρειαν τόπους, καὶ συντάξας προκαθῆσθαι καὶ πᾶσι τὴν ἀσφάλειαν προκατασκευάζειν τοῖς ὑπ’ αὐτὸν ταττο‐ | |
Hist.5.71.12 | μένοις, ἀνέζευξε μετὰ τῆς δυνάμεως ὡς ἐπὶ Πτολε‐ μαΐδος, ἐκεῖ ποιεῖσθαι διεγνωκὼς τὴν παραχειμασίαν. | |
Hist.5.72.1 | Κατὰ δὲ τὴν αὐτὴν θερείαν Πεδνηλισσεῖς, πο‐ λιορκούμενοι καὶ κινδυνεύοντες ὑπὸ Σελγέων, διε‐ | |
Hist.5.72.2 | πέμψαντο περὶ βοηθείας πρὸς Ἀχαιόν. τοῦ δ’ ἀσμέ‐ νως ὑπακούσαντος, οὗτοι μὲν εὐθαρσῶς ὑπέμενον τὴν πολιορκίαν, προσανέχοντες ταῖς ἐλπίσι τῆς βοη‐ | |
Hist.5.72.3 | θείας, ὁ δ’ Ἀχαιός, προχειρισάμενος Γαρσύηριν μετὰ πεζῶν ἑξακισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξαπέστειλε σπουδῇ παραβοηθήσοντα τοῖς Πεδνη‐ | |
Hist.5.72.4 | λισσεῦσιν. οἱ δὲ Σελγεῖς, συνέντες τὴν παρουσίαν τῆς βοηθείας, προκατελάβοντο τὰ στενὰ τὰ περὶ τὴν καλουμένην Κλίμακα τῷ πλείονι μέρει τῆς ἑαυ‐ τῶν δυνάμεως, καὶ τὴν μὲν εἰσβολὴν τὴν ἐπὶ Σά‐ | |
5 | πορδα κατεῖχον, τὰς δὲ διόδους καὶ προσβάσεις πά‐ | |
Hist.5.72.5 | σας ἔφθειρον. ὁ δὲ Γαρσύηρις, ἐμβαλὼν εἰς τὴν Μιλυάδα καὶ καταστρατοπεδεύσας περὶ τὴν καλου‐ μένην Κρητῶν πόλιν, ἐπεὶ συνῄσθετο προκατεχομένων τῶν τόπων ἀδύνατον οὖσαν τὴν εἰς τοὔμπροσθεν | |
Hist.5.72.6 | πορείαν, ἐπινοεῖ τινα δόλον τοιοῦτον. ἀναζεύξας ἦγε πάλιν εἰς τοὐπίσω τὴν πορείαν, ὡς ἀπεγνωκὼς τὴν βοήθειαν διὰ τὸ προκατέχεσθαι τοὺς τόπους. | |
Hist.5.72.7 | οἱ δὲ Σελγεῖς προχείρως πιστεύσαντες, ὡς ἀπεγνω‐ κότος βοηθεῖν Γαρσυήριδος, οἱ μὲν εἰς τὸ στρατό‐ πεδον ἀπεχώρησαν, οἱ δ’ εἰς τὴν πόλιν διὰ τὸ κατ‐ | |
Hist.5.72.8 | επείγειν τὴν τοῦ σίτου κομιδήν. ὁ δὲ Γαρσύηρις, ἐξ ἐπιστροφῆς ἐνεργὸν ποιησάμενος τὴν πορείαν, | |
ἧκε πρὸς τὰς ὑπερβολάς. καταλαβὼν δ’ ἐρήμους, ταύτας μὲν ἠσφαλίσατο φυλακαῖς, Φάϋλλον ἐπὶ πάν‐ | ||
Hist.5.72.9 | των ἐπιστήσας, αὐτὸς δὲ μετὰ τῆς στρατιᾶς εἰς Πέρ‐ γην κατάρας ἐντεῦθεν ἐποιεῖτο τὰς διαπρεσβείας πρός τε τοὺς ἄλλους τοὺς τὴν Πισιδικὴν κατοικοῦν‐ | |
Hist.5.72.10 | τας καὶ πρὸς τὴν Παμφυλίαν, ὑποδεικνύων μὲν τὸ τῶν Σελγέων βάρος, παρακαλῶν δὲ πάντας πρὸς τὴν Ἀχαιοῦ συμμαχίαν καὶ πρὸς τὴν βοήθειαν τοῖς | |
Hist.5.73.1 | Πεδνηλισσεῦσιν. οἱ δὲ Σελγεῖς κατὰ τὸν καιρὸν τοῦτον, στρατηγὸν ἐξαποστείλαντες μετὰ δυνάμεως, ἤλπισαν καταπληξάμενοι ταῖς τῶν τόπων ἐμπειρίαις | |
Hist.5.73.2 | ἐκβαλεῖν τὸν Φάϋλλον ἐκ τῶν ὀχυρωμάτων. οὐ καθικόμενοι δὲ τῆς προθέσεως, ἀλλὰ πολλοὺς ἀπο‐ βαλόντες τῶν στρατιωτῶν ἐν ταῖς προσβολαῖς, ταύ‐ της μὲν τῆς ἐλπίδος ἀπέστησαν, τῇ δὲ πολιορκίᾳ | |
5 | καὶ τοῖς ἔργοις οὐχ ἧττον, ἀλλὰ μᾶλλον ἢ πρὸ τοῦ | |
Hist.5.73.3 | προσεκαρτέρουν. τοῖς δὲ περὶ Γαρσύηριν Ἐτεννεῖς μὲν οἱ τῆς Πισιδικῆς τὴν ὑπὲρ Σίδης ὀρεινὴν κατ‐ οικοῦντες, ὀκτακισχιλίους ὁπλίτας ἔπεμψαν, Ἀσπέν‐ | |
Hist.5.73.4 | διοι δὲ τοὺς ἡμίσεις· Σιδῆται δὲ τὰ μὲν στοχαζό‐ μενοι τῆς πρὸς Ἀντίοχον εὐνοίας, τὸ δὲ πλεῖον διὰ τὸ πρὸς Ἀσπενδίους μῖσος, οὐ μετέσχον τῆς βοη‐ | |
Hist.5.73.5 | θείας. ὁ δὲ Γαρσύηρις ἀναλαβὼν τάς τε τῶν βε‐ βοηθηκότων καὶ τὰς ἰδίας δυνάμεις ἧκε πρὸς τὴν Πεδνηλισσόν, πεπεισμένος ἐξ ἐφόδου λύσειν τὴν πολιορκίαν· οὐ καταπληττομένων δὲ τῶν Σελγέων, | |
Hist.5.73.6 | λαβὼν σύμμετρον ἀπόστημα κατεστρατοπέδευσε. τῶν δὲ Πεδνηλισσέων πιεζομένων ὑπὸ τῆς ἐνδείας, ὁ Γαρ‐ σύηρις σπεύδων ποιεῖν τὰ δυνατά, δισχιλίους ἑτοι‐ μάσας ἄνδρας καὶ δοὺς ἑκάστῳ μέδιμνον πυρῶν, | |
Hist.5.73.7 | νυκτὸς εἰς τὴν Πεδνηλισσὸν εἰσέπεμπε. τῶν δὲ | |
Σελγέων συνέντων τὸ γινόμενον καὶ παραβοηθη‐ σάντων, συνέβη τῶν μὲν ἀνδρῶν τῶν εἰσφερόντων κατακοπῆναι τοὺς πλείστους, τοῦ δὲ σίτου παντὸς | ||
Hist.5.73.8 | κυριεῦσαι τοὺς Σελγεῖς. οἷς ἐπαρθέντες ἐνεχείρη‐ σαν οὐ μόνον τὴν πόλιν, ἀλλὰ καὶ τοὺς περὶ τὸν Γαρσύηριν πολιορκεῖν· ἔχουσι γὰρ δή τι τολμηρὸν ἀεὶ καὶ παράβολον ἐν τοῖς πολεμίοις οἱ Σελγεῖς. | |
Hist.5.73.9 | δι’ ἃ καὶ τότε καταλιπόντες φυλακὴν τὴν ἀναγκαίαν τοῦ χάρακος, τοῖς λοιποῖς περιστάντες κατὰ πλείους τόπους ἅμα προσέβαλον εὐθαρσῶς τῇ τῶν ὑπεναν‐ | |
Hist.5.73.10 | τίων παρεμβολῇ. πανταχόθεν δὲ τοῦ κινδύνου πα‐ ραδόξως περιεστῶτος, κατὰ δέ τινας τόπους καὶ τοῦ χάρακος ἤδη διασπωμένου, θεωρῶν ὁ Γαρσύηρις τὸ συμβαῖνον καὶ μοχθηρὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν | |
5 | ὅλων, ἐξέπεμψε τοὺς ἱππεῖς κατά τινα τόπον ἀφυ‐ | |
Hist.5.73.11 | λακτούμενον· οὓς νομίσαντες οἱ Σελγεῖς καταπε‐ πληγμένους καὶ δεδιότας τὸ μέλλον ἀποχωρήσειν | |
Hist.5.73.12 | οὐ προσέσχον, ἀλλ’ ἁπλῶς ὠλιγώρησαν. οἱ δὲ πε‐ ριιππεύσαντες καὶ γενόμενοι κατὰ νώτου τοῖς πολε‐ μίοις ἐνέβαλον, καὶ προσέφερον τὰς χεῖρας ἐρρω‐ | |
Hist.5.73.13 | μένως. οὗ συμβαίνοντος ἀναθαρρήσαντες οἱ τοῦ Γαρσυήριδος πεζοί, καίπερ ἤδη τετραμμένοι, πάλιν | |
Hist.5.73.14 | ἐκ μεταβολῆς ἠμύνοντο τοὺς εἰσπίπτοντας· ἐξ οὗ περιεχόμενοι πανταχόθεν οἱ Σελγεῖς τέλος εἰς φυ‐ | |
Hist.5.73.15 | γὴν ὥρμησαν. ἅμα δὲ τούτοις οἱ Πεδνηλισσεῖς ἐπι‐ θέμενοι τοὺς ἐν τῷ χάρακι καταλειφθέντας ἐξέβα‐ | |
Hist.5.73.16 | λον. γενομένης δὲ τῆς φυγῆς ἐπὶ πολὺν τόπον, ἔπεσον μὲν οὐκ ἐλάττους μυρίων, τῶν δὲ λοιπῶν οἱ μὲν σύμμαχοι πάντες εἰς τὴν οἰκείαν, οἱ δὲ Σελγεῖς διὰ τῆς ὀρεινῆς εἰς τὴν αὑτῶν πατρίδα κατέφυγον. | |
Hist.5.74.1 | Ὁ δὲ Γαρσύηρις ἀναζεύξας ἐκ ποδὸς εἵπετο τοῖς | |
φεύγουσι, σπεύδων διελθεῖν τὰς δυσχωρίας καὶ συν‐ εγγίσαι τῇ πόλει πρὶν ἢ στῆναι καὶ βουλεύσασθαί | ||
Hist.5.74.2 | τι τοὺς πεφευγότας ὑπὲρ τῆς αὑτοῦ παρουσίας. οὗ‐ τος μὲν οὖν ἧκε μετὰ τῆς δυνάμεως πρὸς τὴν πό‐ | |
Hist.5.74.3 | λιν· οἱ δὲ Σελγεῖς δυσελπιστοῦντες μὲν ἐπὶ τοῖς συμμάχοις διὰ τὴν κοινὴν περιπέτειαν, ἐκπεπληγ‐ μένοι δὲ ταῖς ψυχαῖς διὰ τὸ γεγονὸς ἀτύχημα, πε‐ ρίφοβοι τελέως ἦσαν καὶ περὶ σφῶν αὐτῶν καὶ περὶ | |
Hist.5.74.4 | τῆς πατρίδος. διὸ συνελθόντες εἰς ἐκκλησίαν ἐβου‐ λεύσαντο πρεσβευτὴν ἐκπέμπειν ἕνα τῶν πολιτῶν Λόγβασιν, ὃς ἐγεγόνει μὲν ἐπὶ πολὺ συνήθης καὶ ξένος Ἀντιόχου τοῦ μεταλλάξαντος τὸν βίον ἐπὶ | |
Hist.5.74.5 | Θρᾴκης, δοθείσης δ’ ἐν παρακαταθήκῃ καὶ Λαοδί‐ κης αὐτῷ τῆς Ἀχαιοῦ γενομένης γυναικός, ἐτετρόφει ταύτην ὡς θυγατέρα καὶ διαφερόντως ἐπεφιλοστορ‐ | |
Hist.5.74.6 | γήκει τὴν παρθένον. δι’ ἃ νομίζοντες οἱ Σελγεῖς εὐφυέστατον ἔχειν πρεσβευτὴν πρὸς τὰ περιεστῶτα | |
Hist.5.74.7 | τοῦτον ἐξαπέστειλαν· ὃς ποιησάμενος ἰδίᾳ τὴν ἔν‐ τευξιν πρὸς Γαρσύηριν, τοσοῦτο κατὰ τὴν προαίρε‐ σιν ἀπέσχε τοῦ βοηθεῖν τῇ πατρίδι κατὰ τὸ δέον ὥστε τἀναντία παρεκάλει τὸν Γαρσύηριν σπουδῇ | |
5 | πέμπειν ἐπὶ τὸν Ἀχαιόν, ἀναδεχόμενος ἐγχειριεῖν | |
Hist.5.74.8 | αὐτοῖς τὴν πόλιν. ὁ μὲν οὖν Γαρσύηρις, δεξάμενος ἑτοίμως τὴν ἐλπίδα, πρὸς μὲν τὸν Ἀχαιὸν ἐξέπεμψε τοὺς ἐπισπασομένους καὶ διασαφήσοντας περὶ τῶν | |
Hist.5.74.9 | ἐνεστώτων, πρὸς δὲ τοὺς Σελγεῖς ἀνοχὰς ποιησά‐ μενος εἷλκε τὸν χρόνον τῶν συνθηκῶν, αἰὲν ὑπὲρ τῶν κατὰ μέρος ἀντιλογίας καὶ σκήψεις εἰσφερό‐ μενος χάριν τοῦ προσδέξασθαι μὲν τὸν Ἀχαιόν, δοῦ‐ | |
5 | ναι δ’ ἀναστροφὴν τῷ Λογβάσει πρὸς τὰς ἐντεύξεις | |
Hist.5.75.1 | καὶ παρασκευὰς τῆς ἐπιβολῆς. κατὰ δὲ τὸν καιρὸν | |
τοῦτον πλεονάκις συμπορευομένων πρὸς ἀλλήλους εἰς σύλλογον, ἐγίνετό τις συνήθεια τῶν ἐκ τοῦ στρατοπέδου, παρεισιόντων πρὸς τὰς σιταρχίας εἰς | ||
Hist.5.75.2 | τὴν πόλιν. ὃ δὴ καὶ πολλοῖς καὶ πολλάκις ἤδη παραίτιον γέγονε τῆς ἀπωλείας. καί μοι δοκεῖ πάν‐ των τῶν ζῴων εὐπαραλογιστότατον ὑπάρχειν ἄν‐ | |
Hist.5.75.3 | θρωπος, δοκοῦν εἶναι πανουργότατον. πόσαι μὲν γὰρ παρεμβολαὶ καὶ φρούρια, πόσαι δὲ καὶ πηλίκαι | |
Hist.5.75.4 | πόλεις τούτῳ τῷ τρόπῳ παρεσπόνδηνται; καὶ τού‐ των οὕτω συνεχῶς καὶ προφανῶς πολλοῖς ἤδη συμ‐ βεβηκότων οὐκ οἶδ’ ὅπως καινοί τινες αἰεὶ καὶ νέοι | |
Hist.5.75.5 | πρὸς τὰς τοιαύτας ἀπάτας πεφύκαμεν. τούτου δ’ αἴτιόν ἐστιν ὅτι τὰς τῶν πρότερον ἐπταικότων ἐν ἑκάστοις περιπετείας οὐ ποιούμεθα προχείρους, ἀλλὰ σίτου μὲν καὶ χρημάτων πλῆθος, ἔτι δὲ τειχῶν καὶ | |
5 | βελῶν κατασκευάς, μετὰ πολλῆς ταλαιπωρίας καὶ δαπάνης ἑτοιμαζόμεθα πρὸς τὰ παράδοξα τῶν συμ‐ | |
Hist.5.75.6 | βαινόντων, ὃ δ’ ἐστὶ ῥᾷστον μὲν τῶν ὄντων, μεγί‐ στας δὲ παρέχεται χρείας ἐν τοῖς ἐπισφαλέσι καιροῖς, τούτου πάντες κατολιγωροῦμεν, καὶ ταῦτα δυνά‐ μενοι μετ’ εὐσχήμονος ἀναπαύσεως ἅμα καὶ διαγω‐ | |
5 | γῆς ἐκ τῆς ἱστορίας καὶ πολυπραγμοσύνης περι‐ | |
Hist.5.75.7 | ποιεῖσθαι τὴν τοιαύτην ἐμπειρίαν. πλὴν ὁ μὲν Ἀχαιὸς ἧκε πρὸς τὸν καιρόν, οἱ δὲ Σελγεῖς συμμί‐ ξαντες αὐτῷ μεγάλας ἔσχον ἐλπίδας ὡς ὁλοσχεροῦς | |
Hist.5.75.8 | τινος τευξόμενοι φιλανθρωπίας. ὁ δὲ Λόγβασις ἐν τούτῳ τῷ καιρῷ κατὰ βραχὺ συνηθροικὼς εἰς τὴν ἰδίαν οἰκίαν τῶν ἐκ τοῦ στρατοπέδου παρεισιόντων στρατιωτῶν, συνεβούλευε τοῖς πολίταις μὴ παρεῖναι | |
Hist.5.75.9 | τὸν καιρόν, ἀλλὰ πράττειν βλέποντας εἰς τὴν ὑπο‐ δεικνυμένην φιλανθρωπίαν ὑπ’ Ἀχαιοῦ, καὶ τέλος | |
ἐπιθεῖναι ταῖς συνθήκαις πανδημεὶ βουλευσαμένους | ||
Hist.5.75.10 | ὑπὲρ τῶν ἐνεστώτων. ταχὺ δὲ συναθροισθείσης τῆς ἐκκλησίας, οὗτοι μὲν ἐβουλεύοντο, καλέσαντες καὶ τοὺς ἀπὸ τῶν φυλακείων ἅπαντας, ὡς τέλος ἐπιθή‐ | |
Hist.5.76.1 | σοντας τοῖς προκειμένοις· ὁ δὲ Λόγβασις ἀποδοὺς τὸ σύνθημα τοῦ καιροῦ τοῖς ὑπεναντίοις ἡτοίμαζε τοὺς ἡθροισμένους κατὰ τὴν οἰκίαν, διεσκευάζετο δὲ καὶ καθωπλίζετο μετὰ τῶν υἱῶν αὐτὸς ἅμα πρὸς | |
Hist.5.76.2 | τὸν κίνδυνον. τῶν δὲ πολεμίων ὁ μὲν Ἀχαιὸς τοὺς [μὲν] ἡμίσεις ἔχων προέβαινε πρὸς αὐτὴν τὴν πόλιν, ὁ δὲ Γαρσύηρις τοὺς ὑπολειπομένους ἀναλαβὼν προῆγεν ὡς ἐπὶ τὸ Κεσβέδιον καλούμενον. τοῦτο | |
5 | δ’ ἐστὶ μὲν Διὸς ἱερόν, κεῖται δ’ εὐφυῶς κατὰ τῆς | |
Hist.5.76.3 | πόλεως· ἄκρας γὰρ λαμβάνει διάθεσιν. συνθεασα‐ μένου δέ τινος κατὰ τύχην αἰπόλου τὸ συμβαῖνον καὶ προσαγγείλαντος πρὸς τὴν ἐκκλησίαν, οἱ μὲν ἐπὶ τὸ Κεσβέδιον ὥρμων μετὰ σπουδῆς, οἱ δ’ ἐπὶ τὰ | |
5 | φυλακεῖα, τὸ δὲ πλῆθος ὑπὸ τὸν θυμὸν ἐπὶ τὴν | |
Hist.5.76.4 | οἰκίαν τοῦ Λογβάσιος. καταφανοῦς δὲ τῆς πράξεως γενομένης, οἱ μὲν αὐτῶν ἐπὶ τὸ τέγος ἀναβάντες, οἱ δὲ ταῖς αὐλείοις βιασάμενοι, τόν τε Λόγβασιν καὶ τοὺς υἱούς, ἅμα δὲ καὶ τοὺς ἄλλους πάντας αὐτοῦ | |
Hist.5.76.5 | κατεφόνευσαν. μετὰ δὲ ταῦτα κηρύξαντες τοῖς δού‐ λοις ἐλευθερίαν καὶ διελόντες σφᾶς αὐτοὺς ἐβοή‐ | |
Hist.5.76.6 | θουν ἐπὶ τοὺς εὐκαίρους τῶν τόπων. ὁ μὲν οὖν Γαρσύηρις ἰδὼν προκατεχόμενον τὸ Κεσβέδιον ἀπ‐ | |
Hist.5.76.7 | έστη τῆς προθέσεως· τοῦ δ’ Ἀχαιοῦ βιαζομένου πρὸς αὐτὰς τὰς πύλας ἐξελθόντες οἱ Σελγεῖς ἑπτακοσίους μὲν κατέβαλον τῶν Μυσῶν, τοὺς δὲ λοιποὺς ἀπέ‐ | |
Hist.5.76.8 | στησαν τῆς ὁρμῆς. μετὰ δὲ ταύτην τὴν πρᾶξιν ὁ μὲν Ἀχαιὸς καὶ Γαρσύηρις ἀνεχώρησαν εἰς τὴν αὑ‐ | |
Hist.5.76.9 | τῶν παρεμβολήν, οἱ δὲ Σελγεῖς, δεδιότες μὲν τὰς ἐν αὑτοῖς στάσεις, δεδιότες δὲ καὶ τὴν τῶν πολεμίων ἐπιστρατοπεδείαν, ἐξέπεμψαν μεθ’ ἱκετηριῶν τοὺς πρεσβυτέρους, καὶ σπονδὰς ποιησάμενοι διελύσαντο | |
Hist.5.76.10 | τὸν πόλεμον ἐπὶ τούτοις, ἐφ’ ᾧ παραχρῆμα μὲν δοῦναι τετρακόσια τάλαντα καὶ τοὺς τῶν Πεδνη‐ λισσέων αἰχμαλώτους, μετὰ δέ τινα χρόνον ἕτερα προσθεῖναι τριακόσια. | |
Hist.5.76.11 | Σελγεῖς μὲν οὖν διὰ τὴν Λογβάσιος ἀσέβειαν τῇ πατρίδι κινδυνεύσαντες, διὰ τὴν σφετέραν εὐ‐ τολμίαν τήν τε πατρίδα διετήρησαν καὶ τὴν ἐλευ‐ θερίαν οὐ κατῄσχυναν καὶ τὴν ὑπάρχουσαν αὐτοῖς | |
Hist.5.77.1 | πρὸς Λακεδαιμονίους συγγένειαν· Ἀχαιὸς δὲ ποιη‐ σάμενος ὑφ’ ἑαυτὸν τὴν Μιλυάδα καὶ τὰ πλεῖστα μέρη τῆς Παμφυλίας ἀνέζευξε, καὶ παραγενόμενος εἰς Σάρδεις ἐπολέμει μὲν Ἀττάλῳ συνεχῶς, ἀνετεί‐ | |
5 | νετο δὲ Προυσίᾳ, πᾶσι δ’ ἦν φοβερὸς καὶ βαρὺς | |
Hist.5.77.2 | τοῖς ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦσι. κατὰ δὲ τὸν καιρόν, καθ’ ὃν Ἀχαιὸς ἐποιεῖτο τὴν ἐπὶ τοὺς Σελ‐ γεῖς στρατείαν, Ἄτταλος ἔχων τοὺς Αἰγοσάγας Γα‐ λάτας ἐπεπορεύετο τὰς κατὰ τὴν Αἰολίδα πόλεις | |
5 | καὶ τὰς συνεχεῖς ταύταις, ὅσαι πρότερον Ἀχαιῷ | |
Hist.5.77.3 | προσεκεχωρήκεισαν διὰ τὸν φόβον· ὧν αἱ μὲν πλείους ἐθελοντὴν αὐτῷ προσέθεντο καὶ μετὰ χάριτος, ὀλί‐ | |
Hist.5.77.4 | γαι δέ τινες τῆς βίας προσεδεήθησαν. ἦσαν δ’ αἱ τότε μεταθέμεναι πρὸς αὐτὸν πρῶτον μὲν Κύμη καὶ Σμύρνα καὶ Φώκαια· μετὰ δὲ ταύτας Αἰγαιεῖς καὶ Τημνῖται προσεχώρησαν, καταπλαγέντες τὴν ἔφοδον· | |
Hist.5.77.5 | ἧκον δὲ καὶ παρὰ Τηίων καὶ Κολοφωνίων πρέσβεις | |
Hist.5.77.6 | ἐγχειρίζοντες σφᾶς αὐτοὺς καὶ τὰς πόλεις. προσ‐ δεξάμενος δὲ καὶ τούτους ἐπὶ ταῖς συνθήκαις αἷς | |
καὶ τὸ πρότερον, καὶ λαβὼν ὁμήρους, ἐχρημάτισε τοῖς παρὰ τῶν Σμυρναίων πρεσβευταῖς φιλανθρώ‐ | ||
5 | πως διὰ τὸ μάλιστα τούτους τετηρηκέναι τὴν πρὸς | |
Hist.5.77.7 | αὐτὸν πίστιν. προελθὼν δὲ κατὰ τὸ συνεχὲς καὶ διαβὰς τὸν Λύκον ποταμὸν προῆγεν ἐπὶ τὰς τῶν Μυσῶν κατοικίας, ἀπὸ δὲ τούτων γενόμενος ἧκε | |
Hist.5.77.8 | πρὸς Καρσέας. καταπληξάμενος δὲ τούτους, ὁμοίως δὲ καὶ τοὺς τὰ Δίδυμα τείχη φυλάττοντας, παρέλαβε καὶ ταῦτα τὰ χωρία, Θεμιστοκλέους αὐτὰ παραδόν‐ τος, ὃς ἐτύγχανε στρατηγὸς ὑπ’ Ἀχαιοῦ καταλελειμ‐ | |
Hist.5.77.9 | μένος τῶν τόπων τούτων. ὁρμήσας δ’ ἐντεῦθεν καὶ κατασύρας τὸ Ἀπίας πεδίον ὑπερέβαλε τὸ καλού‐ μενον ὄρος Πελεκᾶντα καὶ κατέζευξε περὶ τὸν Μέ‐ γιστον ποταμόν. | |
Hist.5.78.1 | Οὗ γενομένης ἐκλείψεως σελήνης, πάλαι δυσχε‐ ρῶς φέροντες οἱ Γαλάται τὰς ἐν ταῖς πορείαις κακο‐ παθείας, ἅτε ποιούμενοι τὴν στρατείαν μετὰ γυναι‐ κῶν καὶ τέκνων, ἑπομένων αὐτοῖς τούτων ἐν ταῖς | |
Hist.5.78.2 | ἁμάξαις, τότε σημειωσάμενοι τὸ γεγονὸς οὐκ ἂν | |
Hist.5.78.3 | ἔφασαν ἔτι προελθεῖν εἰς τὸ πρόσθεν. ὁ δὲ βασι‐ λεὺς Ἄτταλος, χρείαν μὲν ἐξ αὐτῶν οὐδεμίαν ὁλο‐ σχερῆ κομιζόμενος, θεωρῶν δ’ ἀποσπωμένους ἐν ταῖς πορείαις καὶ καθ’ αὑτοὺς στρατοπεδεύοντας καὶ | |
5 | τὸ ὅλον ἀπειθοῦντας καὶ πεφρονηματισμένους, εἰς | |
Hist.5.78.4 | ἀμηχανίαν ἐνέπιπτεν οὐ τὴν τυχοῦσαν· ἅμα μὲν γὰρ ἠγωνία μὴ πρὸς τὸν Ἀχαιὸν ἀπονεύσαντες συν‐ επίθωνται τοῖς αὑτοῦ πράγμασιν, ἅμα δ’ ὑφεωρᾶτο τὴν ἐξακολουθοῦσαν αὐτῷ φήμην, ἐὰν περιστήσας | |
5 | τοὺς στρατιώτας διαφθείρῃ πάντας τοὺς δοκοῦντας | |
διὰ τῆς ἰδίας πίστεως πεποιῆσθαι τὴν εἰς τὴν Ἀσίαν | ||
Hist.5.78.5 | διάβασιν. διὸ τῆς προειρημένης ἀφορμῆς λαβόμενος ἐπηγγείλατο κατὰ μὲν τὸ παρὸν ἀποκαταστήσειν αὐ‐ τοὺς πρὸς τὴν διάβασιν καὶ τόπον δώσειν εὐφυῆ πρὸς κατοικίαν, μετὰ δὲ ταῦτα συμπράξειν εἰς ὁπός’ | |
5 | ἂν αὐτὸν παρακαλῶσι τῶν δυνατῶν καὶ καλῶς ἐχόντων. | |
Hist.5.78.6 | Ἄτταλος μὲν οὖν, ἀποκαταστήσας τοὺς Αἰγοσά‐ γας εἰς τὸν Ἑλλήσποντον καὶ χρηματίσας φιλαν‐ θρώπως Λαμψακηνοῖς, Ἀλεξανδρεῦσιν, Ἰλιεῦσι, διὰ τὸ τετηρηκέναι τούτους τὴν πρὸς αὐτὸν πίστιν, ἀνε‐ | |
Hist.5.79.1 | χώρησε μετὰ τῆς δυνάμεως εἰς Πέργαμον· Ἀντίο‐ χος δὲ καὶ Πτολεμαῖος, τῆς ἐαρινῆς ὥρας ἐνισταμέ‐ νης, ἑτοίμας ἔχοντες τὰς παρασκευὰς ἐγίνοντο πρὸς | |
Hist.5.79.2 | τῷ διὰ μάχης κρίνειν τὴν ἔφοδον. οἱ μὲν οὖν περὶ τὸν Πτολεμαῖον ὥρμησαν ἐκ τῆς Ἀλεξανδρείας, ἔχον‐ τες πεζῶν μὲν εἰς ἑπτὰ μυριάδας, ἱππεῖς δὲ πεντα‐ | |
Hist.5.79.3 | κισχιλίους, ἐλέφαντας ἑβδομήκοντα τρεῖς· Ἀντίοχος δὲ γνοὺς τὴν ἔφοδον αὐτῶν συνῆγε τὰς δυνάμεις. ἦσαν δ’ αὗται Δάαι μὲν καὶ Καρμάνιοι καὶ Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθωπλισμένοι περὶ | |
5 | πεντακισχιλίους· τούτων δ’ ἅμα τὴν ἐπιμέλειαν εἶχε | |
Hist.5.79.4 | καὶ τὴν ἡγεμονίαν Βύττακος ὁ Μακεδών. ὑπὸ δὲ Θεόδοτον τὸν Αἰτωλὸν τὸν ποιησάμενον τὴν προ‐ δοσίαν ἦσαν ἐκ πάσης ἐκλελεγμένοι τῆς βασιλείας, καθωπλισμένοι δ’ εἰς τὸν Μακεδονικὸν τρόπον, ἄν‐ | |
Hist.5.79.5 | δρες μύριοι· τούτων οἱ πλείονες ἀργυράσπιδες. τὸ δὲ τῆς φάλαγγος πλῆθος ἦν εἰς δυσμυρίους, ἧς ἡγεῖτο Νίκαρχος καὶ Θεόδοτος ὁ καλούμενος ἡμιό‐ | |
Hist.5.79.6 | λιος. πρὸς δὲ τούτοις Ἀγριᾶνες καὶ Πέρσαι τοξόται καὶ σφενδονῆται δισχίλιοι. μετὰ δὲ τούτων χίλιοι | |
Hist.5.79.7 | Θρᾷκες, ὧν ἡγεῖτο Μενέδημος Ἀλαβανδεύς. ὑπῆρχον δὲ καὶ Μήδων καὶ Κισσίων καὶ Καδουσίων καὶ Καρμανῶν οἱ πάντες εἰς πεντακισχιλίους, οἷς ἀκούειν | |
Hist.5.79.8 | Ἀσπασιανοῦ προσετέτακτο τοῦ Μήδου. Ἄραβες δὲ καί τινες τῶν τούτοις προσχώρων ἦσαν μὲν εἰς μυ‐ | |
Hist.5.79.9 | ρίους, ὑπετάττοντο δὲ Ζαβδιβήλῳ. τῶν δ’ ἀπὸ τῆς Ἑλλάδος μισθοφόρων ἡγεῖτο μὲν Ἱππόλοχος Θεττα‐ λός, ὑπῆρχον δὲ τὸν ἀριθμὸν εἰς πεντακισχιλίους. | |
Hist.5.79.10 | Κρῆτας δὲ χιλίους μὲν καὶ πεντακοσίους εἶχε τοὺς μετ’ Εὐρυλόχου, χιλίους δὲ Νεόκρητας τοὺς ὑπὸ | |
Hist.5.79.11 | Ζέλυν τὸν Γορτύνιον ταττομένους· οἷς ἅμα συνῆσαν ἀκοντισταὶ Λυδοὶ πεντακόσιοι καὶ Κάρδακες οἱ μετὰ | |
Hist.5.79.12 | Λυσιμάχου τοῦ Γαλάτου χίλιοι. τῶν δ’ ἱππέων ἦν τὸ πᾶν πλῆθος εἰς ἑξακισχιλίους· εἶχε δὲ τῶν μὲν τετρακισχιλίων τὴν ἡγεμονίαν Ἀντίπατρος ὁ τοῦ βασιλέως ἀδελφιδοῦς, ἐπὶ δὲ τῶν λοιπῶν ἐτέτακτο | |
Hist.5.79.13 | Θεμίσων. καὶ τῆς μὲν Ἀντιόχου δυνάμεως τὸ πλῆ‐ θος ἦν πεζοὶ μὲν ἑξακισμύριοι καὶ δισχίλιοι, σὺν δὲ τούτοις ἱππεῖς ἑξακισχίλιοι, θηρία δὲ δυσὶ πλείω τῶν ἑκατόν. | |
Hist.5.80.1 | Πτολεμαῖος δὲ ποιησάμενος τὴν πορείαν ἐπὶ Πη‐ λουσίου, τὸ μὲν πρῶτον ἐν ταύτῃ τῇ πόλει κατέ‐ | |
Hist.5.80.2 | ζευξε, προσαναλαβὼν δὲ τοὺς ἐφελκομένους καὶ σιτομετρήσας τὴν δύναμιν ἐκίνει, καὶ προῆγε ποιού‐ μενος τὴν πορείαν παρὰ τὸ Κάσιον καὶ τὰ Βάραθρα | |
Hist.5.80.3 | καλούμενα διὰ τῆς ἀνύδρου. διανύσας δ’ ἐπὶ τὸ προκείμενον πεμπταῖος, κατεστρατοπέδευσε πεντή‐ κοντα σταδίους ἀποσχὼν Ῥαφίας, ἣ κεῖται μετὰ Ῥινοκόλουρα πρώτη τῶν κατὰ Κοίλην Συρίαν πό‐ | |
Hist.5.80.4 | λεων ὡς πρὸς τὴν Αἴγυπτον. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀντίοχος ἧκε τὴν δύναμιν ἔχων, παραγενό‐ | |
μενος δ’ εἰς Γάζαν καὶ προσαναλαβὼν ἐνταῦθα τὴν δύναμιν αὖθις προῄει βάδην. καὶ παραλλάξας τὴν | ||
5 | προειρημένην πόλιν κατεστρατοπέδευσε νυκτός, ἀπο‐ | |
Hist.5.80.5 | σχὼν τῶν ὑπεναντίων ὡς δέκα σταδίους. τὸ μὲν οὖν πρῶτον ἐν τούτῳ τῷ διαστήματι γεγονότες ἀντ‐ | |
Hist.5.80.6 | εστρατοπέδευον ἀλλήλοις· μετὰ δέ τινας ἡμέρας Ἀντίοχος, ἅμα τόπον βουλόμενος εὐφυέστερον μετα‐ λαβεῖν καὶ ταῖς δυνάμεσιν ἐμποιῆσαι θάρσος, προσ‐ εστρατοπέδευσε τοῖς περὶ τὸν Πτολεμαῖον, ὥστε μὴ | |
5 | πλεῖον τῶν πέντε σταδίων τοὺς χάρακας ἀπέχειν | |
Hist.5.80.7 | ἀλλήλων. ἐν ᾧ καιρῷ περί τε τὰς ὑδρείας καὶ προνομὰς ἐγίνοντο συμπλοκαὶ πλείους, ὁμοίως δὲ καὶ μεταξὺ τῶν στρατοπέδων ἀκροβολισμοὶ συνί‐ σταντο, ποτὲ μὲν ἱππέων, ποτὲ δὲ καὶ πεζῶν. | |
Hist.5.81.1 | Κατὰ δὲ τὸν καιρὸν τοῦτον Θεόδοτος Αἰτωλικῇ μέν, οὐκ ἀνάνδρῳ δ’ ἐπεβάλετο τόλμῃ καὶ πράξει. | |
Hist.5.81.2 | συνειδὼς γὰρ ἐκ τῆς προγεγενημένης συμβιώσεως τὴν τοῦ βασιλέως αἵρεσιν καὶ δίαιταν ποία τις ἦν, εἰσπορεύεται τρίτος γενόμενος ὑπὸ τὴν ἑωθινὴν εἰς | |
Hist.5.81.3 | τὸν τῶν πολεμίων χάρακα. κατὰ μὲν οὖν τὴν ὄψιν ἄγνωστος ἦν διὰ τὸ σκότος, κατὰ δὲ τὴν ἐσθῆτα καὶ τὴν ἄλλην περικοπὴν ἀνεπισήμαντος διὰ τὸ ποι‐ | |
Hist.5.81.4 | κίλην εἶναι κἀκείνων τὴν δύναμιν. ἐστοχασμένος δ’ ἐν ταῖς πρότερον ἡμέραις τῆς τοῦ βασιλέως σκη‐ νῆς διὰ τὸ παντελῶς σύνεγγυς γίνεσθαι τοὺς ἀκρο‐ βολισμούς, ὥρμησε θρασέως ἐπ’ αὐτήν, καὶ τοὺς | |
Hist.5.81.5 | μὲν πρώτους πάντας διελθὼν ἔλαθε, παραπεσὼν δ’ εἰς τὴν σκηνήν, ἐν ᾗ χρηματίζειν εἰώθει καὶ δει‐ πνεῖν ὁ βασιλεύς, πάντα τόπον ἐρευνήσας τοῦ μὲν βασιλέως ἀπέτυχε διὰ τὸ τὸν μὲν Πτολεμαῖον ἐκτὸς | |
5 | τῆς ἐπιφανοῦς καὶ χρηματιστικῆς σκηνῆς ποιεῖσθαι | |
Hist.5.81.6 | τὴν ἀνάπαυσιν, δύο δέ τινας τῶν αὐτοῦ κοιμωμένων τραυματίσας, καὶ τὸν ἰατρὸν τοῦ βασιλέως Ἀνδρέαν ἀποκτείνας, ἀνεχώρησε μετ’ ἀσφαλείας εἰς τὴν ἑαυ‐ τοῦ παρεμβολήν, βραχέα θορυβηθεὶς ἤδη περὶ τὴν | |
Hist.5.81.7 | τοῦ χάρακος ἔκπτωσιν, τῇ μὲν τόλμῃ συντετελεκὼς τὴν πρόθεσιν, τῇ δὲ προνοίᾳ διεσφαλμένος διὰ τὸ μὴ καλῶς ἐξητακέναι ποῦ τὴν ἀνάπαυσιν ὁ Πτολε‐ μαῖος εἰώθει ποιεῖσθαι. | |
Hist.5.82.1 | Οἱ δὲ βασιλεῖς πένθ’ ἡμέρας ἀντιστρατοπεδεύ‐ σαντες ἀλλήλοις, ἔγνωσαν ἀμφότεροι διὰ μάχης κρί‐ | |
Hist.5.82.2 | νειν τὰ πράγματα. καταρχομένων δὲ τῶν περὶ τὸν Πτολεμαῖον κινεῖν τὴν δύναμιν ἐκ τοῦ χάρακος, εὐ‐ θέως οἱ περὶ τὸν Ἀντίοχον ἀντεξῆγον. καὶ τὰς μὲν φάλαγγας ἀμφότεροι καὶ τοὺς ἐπιλέκτους τοὺς εἰς | |
5 | τὸν Μακεδονικὸν τρόπον καθωπλισμένους κατὰ | |
Hist.5.82.3 | πρόσωπον ἀλλήλων ἔταξαν, τὰ δὲ κέρατα Πτολεμαίῳ μὲν ἑκάτερα τουτονὶ συνίστατο τὸν τρόπον. Πολυ‐ κράτης μὲν εἶχε μετὰ τῶν ὑφ’ ἑαυτὸν ἱππέων τὸ | |
Hist.5.82.4 | λαιὸν κέρας· τούτου δὲ καὶ τῆς φάλαγγος μεταξὺ Κρῆτες ἦσαν παρ’ αὐτοὺς τοὺς ἱππεῖς, ἑξῆς δὲ τού‐ τοις τὸ βασιλικὸν ἄγημα, μετὰ δὲ τούτους οἱ μετὰ Σωκράτους πελτασταί, συνάπτοντες τοῖς Λίβυσι τοῖς | |
Hist.5.82.5 | εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένοις. ἐπὶ δὲ τοῦ δεξιοῦ κέρως Ἐχεκράτης ἦν ὁ Θετταλός, ἔχων τοὺς ὑφ’ αὑτὸν ἱππεῖς· παρὰ δὲ τοῦτον ἐκ τῶν | |
Hist.5.82.6 | εὐωνύμων. ἵσταντο Γαλάται καὶ Θρᾷκες· ἑξῆς δὲ τούτοις Φοξίδας εἶχε τοὺς ἀπὸ τῆς Ἑλλάδος μισθο‐ φόρους, συνάπτοντας τοῖς τῶν Αἰγυπτίων φαλαγ‐ | |
Hist.5.82.7 | γίταις. τῶν δὲ θηρίων τὰ μὲν τετταράκοντα κατὰ τὸ λαιὸν ἦν, ἐφ’ οὗ Πτολεμαῖος αὐτὸς ἔμελλε ποιεῖ‐ σθαι τὸν κίνδυνον, τὰ δὲ τριάκοντα καὶ τρία πρὸ | |
τοῦ δεξιοῦ κέρατος ἐτέτακτο κατ’ αὐτοὺς τοὺς μισθο‐ | ||
Hist.5.82.8 | φόρους ἱππεῖς. Ἀντίοχος δὲ τοὺς μὲν ἑξήκοντα τῶν ἐλεφάντων, ἐφ’ ὧν ἦν Φίλιππος ὁ σύντροφος αὐ‐ τοῦ, πρὸ τοῦ δεξιοῦ κέρατος προέστησε, καθ’ ὃ ποιεῖσθαι τὸν κίνδυνον αὐτὸς ἔμελλε πρὸς τοὺς περὶ | |
Hist.5.82.9 | τὸν Πτολεμαῖον· τούτων δὲ κατόπιν δισχιλίους μὲν ἱππεῖς τοὺς ὑπ’ Ἀντίπατρον ταττομένους ἐπέστησε, | |
Hist.5.82.10 | δισχιλίους δ’ ἐν ἐπικαμπίῳ παρενέβαλε. παρὰ δὲ τοὺς ἱππεῖς ἐν μετώπῳ τοὺς Κρῆτας ἔστησε· τού‐ τοις δ’ ἑξῆς ἔταξε τοὺς ἀπὸ τῆς Ἑλλάδος μισθοφό‐ ρους· μετὰ δὲ τούτων καὶ τῶν εἰς τὸν Μακεδονικὸν | |
5 | τρόπον καθωπλισμένων τοὺς μετὰ Βυττάκου τοῦ | |
Hist.5.82.11 | Μακεδόνος ὄντας πεντακισχιλίους παρενέβαλε. τῆς δ’ εὐωνύμου τάξεως ἐπ’ αὐτὸ μὲν τὸ κέρας ἔθηκε δισχιλίους ἱππεῖς, ὧν ἡγεῖτο Θεμίσων, παρὰ δὲ τού‐ τους Κάρδακας καὶ Λυδοὺς ἀκοντιστάς, ἑξῆς δὲ τού‐ | |
5 | τοις τοὺς ὑπὸ Μενέδημον εὐζώνους, ὄντας εἰς τρισ‐ | |
Hist.5.82.12 | χιλίους, μετὰ δὲ τούτους Κισσίους καὶ Μήδους καὶ Καρμανίους, παρὰ δὲ τούτους Ἄραβας ἅμα τοῖς | |
Hist.5.82.13 | προσχώροις, συνάπτοντας τῇ φάλαγγι. τὰ δὲ κατά‐ λοιπα τῶν θηρίων τοῦ λαιοῦ κέρατος προεβάλετο, τῶν βασιλικῶν τινα γεγονότα παίδων ἐπιστήσας Μυΐσκον. | |
Hist.5.83.1 | Τοῦτον δὲ τὸν τρόπον τῶν δυνάμεων ἐκτεταγ‐ μένων ἐπιπαρῄεσαν οἱ βασιλεῖς ἀμφότεροι κατὰ πρόσωπον τὰς αὑτῶν τάξεις παρακαλοῦντες ἅμα τοῖς | |
Hist.5.83.2 | ἡγεμόσι καὶ φίλοις. μεγίστας δ’ ἐν τοῖς φαλαγγί‐ ταις ἐλπίδας ἔχοντες ἀμφότεροι πλείστην καὶ σπου‐ δὴν καὶ παράκλησιν ἐποιοῦντο περὶ ταύτας τὰς τά‐ | |
Hist.5.83.3 | ξεις, Πτολεμαίῳ μὲν Ἀνδρομάχου καὶ Σωσιβίου καὶ τῆς ἀδελφῆς Ἀρσινόης, τῷ δὲ Θεοδότου καὶ Νικάρ‐ | |
χου συμπαρακαλούντων διὰ τὸ παρ’ ἑκατέρῳ τούτους | ||
Hist.5.83.4 | ἔχειν τὰς τῶν φαλαγγιτῶν ἡγεμονίας. ἦν δὲ παρα‐ πλήσιος ὁ νοῦς τῶν ὑφ’ ἑκατέρου παρακαλουμένων. ἴδιον μὲν γὰρ ἔργον ἐπιφανὲς καὶ κατηξιωμένον προφέρεσθαι τοῖς παρακαλουμένοις οὐδέτερος αὐτῶν | |
5 | εἶχε διὰ τὸ προσφάτως παρειληφέναι τὰς ἀρχάς, | |
Hist.5.83.5 | τῆς δὲ τῶν προγόνων δόξης καὶ τῶν ἐκείνοις πε‐ πραγμένων ἀναμιμνήσκοντες φρόνημα καὶ θάρσος | |
Hist.5.83.6 | τοῖς φαλαγγίταις ἐπειρῶντο παριστάναι. μάλιστα δὲ τὰς ἐξ αὑτῶν εἰς τὸ μέλλον ἐλπίδας ἐπιδεικνύντες, καὶ κατ’ ἰδίαν τοὺς ἡγουμένους καὶ κοινῇ πάντας τοὺς ἀγωνίζεσθαι μέλλοντας ἠξίουν καὶ παρεκάλουν | |
5 | ἀνδρωδῶς καὶ γενναίως χρήσασθαι τῷ παρόντι κιν‐ | |
Hist.5.83.7 | δύνῳ. ταῦτα δὲ καὶ τούτοις παραπλήσια λέγοντες, τὰ μὲν δι’ αὑτῶν, τὰ δὲ καὶ διὰ τῶν ἑρμηνέων, παρίππευον. | |
Hist.5.84.1 | Ἐπεὶ δὲ παριὼν ἧκε μετὰ τῆς ἀδελφῆς Πτολε‐ μαῖος μὲν ἐπὶ τὸ πάσης τῆς σφετέρας παρατάξεως εὐώνυμον, Ἀντίοχος δὲ μετὰ τῆς βασιλικῆς ἴλης ἐπὶ τὸ δεξιόν, σημήναντες τὸ πολεμικὸν συνέβαλον | |
Hist.5.84.2 | πρῶτον τοῖς θηρίοις. ὀλίγα μὲν οὖν τινα τῶν παρὰ Πτολεμαίου συνήρεισε τοῖς ἐναντίοις· ἐφ’ ὧν ἐποίουν ἀγῶνα καλὸν οἱ πυργομαχοῦντες, ἐκ χειρὸς ταῖς σαρίσαις διαδορατιζόμενοι καὶ τύπτοντες ἀλλήλους, | |
5 | ἔτι δὲ καλλίω τὰ θηρία, βιαιομαχοῦντα καὶ συμ‐ | |
Hist.5.84.3 | πίπτοντα κατὰ πρόσωπον αὑτοῖς. ἔστι γὰρ ἡ τῶν ζῴων μάχη τοιαύτη τις. συμπλέξαντα καὶ παρεμ‐ βαλόντα τοὺς ὀδόντας εἰς ἀλλήλους ὠθεῖ τῇ βίᾳ, διερειδόμενα περὶ τῆς χώρας, ἕως ἂν κατακρατῆσαν | |
5 | τῇ δυνάμει θάτερον παρώσῃ τὴν θατέρου προνο‐ | |
Hist.5.84.4 | μήν· ὅταν δ’ ἅπαξ ἐγκλῖναν πλάγιον λάβῃ, τιτρώ‐ | |
σκει τοῖς ὀδοῦσι, καθάπερ οἱ ταῦροι τοῖς κέρασι. | ||
Hist.5.84.5 | τὰ δὲ πλεῖστα τῶν τοῦ Πτολεμαίου θηρίων ἀπεδει‐ λία τὴν μάχην, ὅπερ ἔθος ἐστὶ ποιεῖν τοῖς Λιβυκοῖς | |
Hist.5.84.6 | ἐλέφασι· τὴν γὰρ ὀσμὴν καὶ φωνὴν οὐ μένουσιν, ἀλλὰ καὶ καταπεπληγμένοι τὸ μέγεθος καὶ τὴν δύ‐ ναμιν, ὥς γ’ ἐμοὶ δοκεῖ, φεύγουσιν εὐθέως ἐξ ἀπο‐ στήματος τοὺς Ἰνδικοὺς ἐλέφαντας· ὃ καὶ τότε συνέβη | |
Hist.5.84.7 | γενέσθαι. τούτων δὲ διαταραχθέντων καὶ πρὸς τὰς αὑτῶν τάξεις συνωθουμένων, τὸ μὲν ἄγημα τὸ τοῦ Πτολεμαίου πιεζόμενον ὑπὸ τῶν θηρίων ἐνέκλινε, | |
Hist.5.84.8 | τοῖς δὲ περὶ τὸν Πολυκράτην καὶ τοῖς ὑπὸ τοῦτον ἱππεῦσι διατεταγμένοις οἱ περὶ τὸν Ἀντίοχον ὑπὲρ τὰ θηρία περικερῶντες καὶ προσπίπτοντες ἐνέβαλον. | |
Hist.5.84.9 | ἅμα δὲ τούτοις, τῶν ἐλεφάντων ἐντός, οἱ περὶ τὴν φάλαγγα τῶν Ἑλλήνων μισθοφόροι προσπεσόντες τοὺς τοῦ Πτολεμαίου πελταστὰς ἐξέωσαν, προσυγ‐ κεχυκότων ἤδη καὶ τὰς τούτων τάξεις τῶν θηρίων. | |
Hist.5.84.10 | τὸ μὲν οὖν εὐώνυμον τοῦ Πτολεμαίου τοῦτον τὸν | |
Hist.5.85.1 | τρόπον πιεζόμενον ἐνέκλινε πᾶν, Ἐχεκράτης δ’ ὁ τὸ δεξιὸν ἔχων κέρας τὸ μὲν πρῶτον ἐκαραδόκει τὴν τῶν προειρημένων κεράτων σύμπτωσιν, ἐπεὶ δὲ τὸν μὲν κονιορτὸν ἑώρα κατὰ τῶν ἰδίων φερόμενον, τὰ | |
5 | δὲ παρ’ αὑτοῖς θηρία τὸ παράπαν οὐδὲ προσιέναι | |
Hist.5.85.2 | τολμῶντα τοῖς ὑπεναντίοις, τῷ μὲν Φοξίδᾳ παρήγ‐ γειλε τοὺς ἀπὸ τῆς Ἑλλάδος ἔχοντι μισθοφόρους | |
Hist.5.85.3 | συμβαλεῖν τοῖς κατὰ πρόσωπον ἀντιτεταγμένοις, αὐ‐ τὸς δ’ ἐξαγαγὼν κατὰ κέρας τοὺς ἱππεῖς καὶ τοὺς ὑπὸ τὰ θηρία τεταγμένους τῆς μὲν ἐφόδου τῶν θηρίων ἐκτὸς ἐγεγόνει, τοὺς δὲ τῶν πολεμίων ἱππεῖς, | |
5 | οὓς μὲν ὑπεραίρων, οἷς δὲ κατὰ κέρας ἐμβάλλων, | |
Hist.5.85.4 | ταχέως ἐτρέψατο. τὸ δὲ παραπλήσιον ὅ τε Φοξίδας | |
καὶ πάντες οἱ περὶ αὐτὸν ἐποίησαν· προσπεσόντες γὰρ τοῖς Ἄραψι καὶ τοῖς Μήδοις ἠνάγκασαν ἀπο‐ | ||
Hist.5.85.5 | στραφέντας φεύγειν προτροπάδην. τὸ μὲν οὖν δεξιὸν τῶν περὶ τὸν Ἀντίοχον ἐνίκα, τὸ δ’ εὐώνυμον ἡτ‐ | |
Hist.5.85.6 | τᾶτο τὸν προειρημένον τρόπον. αἱ δὲ φάλαγγες, ἀμφοτέρων τῶν κεράτων αὐταῖς ἐψιλωμένων, ἔμε‐ νον ἀκέραιοι κατὰ μέσον τὸ πεδίον, ἀμφηρίστους | |
Hist.5.85.7 | ἔχουσαι τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας. κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀντίοχος μὲν ἐνηγωνίζετο τῷ | |
Hist.5.85.8 | κατὰ τὸ δεξιὸν κέρας προτερήματι, Πτολεμαῖος δὲ τὴν ἀποχώρησιν ὑπὸ τὴν φάλαγγα πεποιημένος, τότε προελθὼν εἰς μέσον καὶ φανεὶς ταῖς δυνάμεσι τοὺς μὲν ὑπεναντίους κατεπλήξατο, τοῖς δὲ παρ’ αὑτοῦ | |
Hist.5.85.9 | μεγάλην ὁρμὴν ἐνειργάσατο καὶ προθυμίαν. διὸ καὶ καταβαλόντες παραχρῆμα τὰς σαρίσας οἱ περὶ τὸν | |
Hist.5.85.10 | Ἀνδρόμαχον καὶ Σωσίβιον ἐπῆγον. οἱ μὲν οὖν ἐπί‐ λεκτοι τῶν Συριακῶν βραχύν τινα χρόνον ἀντέστη‐ σαν, οἵ τε μετὰ τοῦ Νικάρχου ταχέως ἐγκλίναντες | |
Hist.5.85.11 | ὑπεχώρουν· ὁ δ’ Ἀντίοχος, ὡς ἂν ἄπειρος καὶ νέος, ὑπολαμβάνων ἐκ τοῦ καθ’ ἑαυτὸν μέρους καὶ τὰ λοιπὰ παραπλησίως αὑτῷ πάντα νικᾶν, ἐπέκειτο τοῖς | |
Hist.5.85.12 | φεύγουσιν. ὀψὲ δέ ποτε τῶν πρεσβυτέρων τινὸς ἐπιστήσαντος αὐτόν, καὶ δείξαντος φερόμενον τὸν κονιορτὸν ἀπὸ τῆς φάλαγγος ἐπὶ τὴν ἑαυτῶν παρεμ‐ βολήν, τότε συννοήσας τὸ γινόμενον ἀνατρέχειν ἐπει‐ | |
5 | ρᾶτο μετὰ τῆς βασιλικῆς (ἴλης) ἐπὶ τὸν τῆς παρα‐ | |
Hist.5.85.13 | τάξεως τόπον. καταλαβὼν δὲ τοὺς παρ’ αὑτοῦ πάντας πεφευγότας, οὕτως ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν Ῥαφίαν, τὸ μὲν καθ’ αὑτὸν μέρος πεπει‐ σμένος νικᾶν, διὰ δὲ τὴν τῶν ἄλλων ἀγεννίαν καὶ | |
5 | δειλίαν ἐσφάλθαι νομίζων τοῖς ὅλοις. | |
Hist.5.86.1 | Πτολεμαῖος δὲ διὰ μὲν τῆς φάλαγγος τὰ ὅλα διακρίνας, διὰ δὲ τῶν ἀπὸ τοῦ δεξιοῦ κέρατος ἱπ‐ πέων καὶ μισθοφόρων πολλοὺς ἀποκτείνας κατὰ τὸ δίωγμα τῶν ὑπεναντίων, τότε μὲν ἀναχωρήσας ἐπὶ | |
Hist.5.86.2 | τῆς ὑπαρχούσης ηὐλίσθη παρεμβολῆς. τῇ δ’ ἐπαύ‐ ριον τοὺς μὲν ἰδίους νεκροὺς ἀνελόμενος καὶ θά‐ ψας, τοὺς δὲ τῶν ἐναντίων σκυλεύσας, ἀνέζευξε καὶ | |
Hist.5.86.3 | προῆγε πρὸς τὴν Ῥαφίαν. ὁ δ’ Ἀντίοχος ἐκ τῆς φυγῆς ἐβούλετο μὲν εὐθέως ἔξω στρατοπεδεύειν, συναθροίσας τοὺς ἐν τοῖς συστήμασι πεφευγότας, τῶν δὲ πλείστων εἰς τὴν πόλιν πεποιημένων τὴν ἀπο‐ | |
Hist.5.86.4 | χώρησιν ἠναγκάσθη καὶ αὐτὸς εἰσελθεῖν. οὗτος μὲν οὖν ὑπὸ τὴν ἑωθινὴν ἐξαγαγὼν τὸ σῳζόμενον μέρος τῆς δυνάμεως διέτεινε πρὸς Γάζαν, κἀκεῖ καταστρα‐ τοπεδεύσας καὶ διαπεμψάμενος περὶ τῆς τῶν νεκρῶν | |
5 | ἀναιρέσεως, ἐκήδευσε τοὺς τεθνεῶτας ὑποσπόνδους. | |
Hist.5.86.5 | ἦσαν δ’ οἱ τετελευτηκότες τῶν παρ’ Ἀντιόχου πεζοὶ μὲν οὐ πολὺ λείποντες μυρίων, ἱππεῖς δὲ πλείους τριακοσίων· ζωγρίᾳ δ’ ἑάλωσαν ὑπὲρ τοὺς τετρα‐ | |
Hist.5.86.6 | κισχιλίους. ἐλέφαντες δὲ τρεῖς μὲν παραχρῆμα, δύο δ’ ἐκ τῶν τραυμάτων ἀπέθανον. τῶν δὲ παρὰ Πτολεμαίου πεζοὶ μὲν εἰς χιλίους καὶ πεντακοσίους ἐτελεύτησαν, ἱππεῖς δ’ εἰς ἑπτακοσίους· τῶν δ’ ἐλε‐ | |
5 | φάντων ἑκκαίδεκα μὲν ἀπέθανον, ᾑρέθησαν δ’ αὐ‐ τῶν οἱ πλείους. | |
Hist.5.86.7 | Ἡ μὲν (οὖν) πρὸς Ῥαφίαν μάχη γενομένη τοῖς βασιλεῦσι περὶ Κοίλης Συρίας τοῦτον ἀπετελέσθη | |
Hist.5.86.8 | τὸν τρόπον· μετὰ δὲ τὴν τῶν νεκρῶν ἀναίρεσιν Ἀντίοχος μὲν ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν οἰ‐ κείαν μετὰ τῆς δυνάμεως, Πτολεμαῖος δὲ τήν τε Ῥαφίαν καὶ τὰς ἄλλας πόλεις ἐξ ἐφόδου παρελάμ‐ | |
5 | βανε, πάντων τῶν πολιτευμάτων ἁμιλλωμένων ὑπὲρ τοῦ φθάσαι τοὺς πέλας περὶ τὴν ἀποκατάστασιν καὶ | |
Hist.5.86.9 | μετάθεσιν τὴν πρὸς αὐτόν. ἴσως μὲν οὖν εἰώθασι πάντες περὶ τοὺς τοιούτους καιροὺς ἁρμόζεσθαί πως ἀεὶ πρὸς τὸ παρόν· μάλιστα δὲ τὸ κατ’ ἐκείνους τοὺς τόπους γένος τῶν ἀνθρώπων εὐφυὲς καὶ πρό‐ | |
Hist.5.86.10 | χειρον πρὸς τὰς ἐκ τοῦ καιροῦ χάριτας. τότε δὲ καὶ τῆς εὐνοίας προκαθηγουμένης πρὸς τοὺς ἀπὸ τῆς Ἀλεξανδρείας βασιλεῖς εἰκότως τοῦτο συνέβαινε γίνεσθαι· τῇ γὰρ οἰκίᾳ ταύτῃ μᾶλλον ἀεί πως οἱ | |
Hist.5.86.11 | κατὰ Κοίλην Συρίαν ὄχλοι προσκλίνουσι. διόπερ οὐκ ἀπέλειπον ὑπερβολὴν ἀρεσκείας, στεφάνοις καὶ θυσίαις καὶ βωμοῖς καὶ παντὶ τῷ τοιούτῳ τρόπῳ τιμῶντες τὸν Πτολεμαῖον. | |
Hist.5.87.1 | Ἀντίοχος δὲ παραγενόμενος εἰς τὴν ἐπώνυμον αὑτοῦ πόλιν εὐθέως ἐξέπεμψε τοὺς περὶ τὸν Ἀντί‐ πατρον τὸν ἀδελφιδοῦν καὶ Θεόδοτον τὸν ἡμιόλιον πρεσβευτὰς πρὸς τὸν Πτολεμαῖον ὑπὲρ εἰρήνης καὶ | |
5 | διαλύσεως, ἀγωνιῶν τὴν τῶν ὑπεναντίων ἔφοδον· | |
Hist.5.87.2 | ἠπίστει μὲν γὰρ τοῖς ὄχλοις διὰ τὸ γεγονὸς ἐλάτ‐ τωμα περὶ αὐτόν, ἐφοβεῖτο δὲ τὸν Ἀχαιὸν μὴ συν‐ | |
Hist.5.87.3 | επίθηται τοῖς καιροῖς. Πτολεμαῖος δὲ τούτων οὐδὲν συλλογιζόμενος, ἀλλ’ ἀσμενίζων ἐπὶ τῷ γεγονότι προτερήματι διὰ τὸ παράδοξον καὶ συλλήβδην ἐπὶ τῷ Κοίλην Συρίαν ἐκτῆσθαι παραδόξως, οὐκ ἀλλό‐ | |
5 | τριος ἦν τῆς ἡσυχίας, ἀλλ’ ὑπὲρ τὸ δέον οἰκεῖος, ἑλκόμενος ὑπὸ τῆς συνήθους ἐν τῷ βίῳ ῥᾳθυμίας | |
Hist.5.87.4 | καὶ καχεξίας. πλὴν παραγενομένων τῶν περὶ τὸν Ἀντίπατρον, βραχέα προσαναταθεὶς καὶ καταμεμψά‐ μενος ἐπὶ τοῖς πεπραγμένοις τὸν Ἀντίοχον, συνεχώ‐ | |
Hist.5.87.5 | ρησε σπονδὰς ἐνιαυσίους. καὶ τούτοις μὲν ἐπικυ‐ | |
ρώσοντα τὰς διαλύσεις (συν)εξαπέστειλε Σωσίβιον, | ||
Hist.5.87.6 | αὐτὸς δὲ διατρίψας ἐπὶ τρεῖς μῆνας ἐν τοῖς κατὰ Συρίαν καὶ Φοινίκην τόποις καὶ καταστησάμενος τὰς πόλεις, μετὰ ταῦτα καταλιπὼν τὸν Ἀνδρόμαχον τὸν Ἀσπένδιον στρατηγὸν ἐπὶ πάντων τῶν προειρη‐ | |
5 | μένων τόπων ἀνέζευξε μετὰ τῆς ἀδελφῆς καὶ τῶν | |
Hist.5.87.7 | φίλων ἐπ’ Ἀλεξανδρείας, παράδοξον τοῖς ἐν τῇ βασι‐ λείᾳ πρὸς τὴν τοῦ λοιποῦ βίου προαίρεσιν τέλος | |
Hist.5.87.8 | ἐπιτεθεικὼς τῷ πολέμῳ. Ἀντίοχος δὲ τὰ περὶ τὰς σπονδὰς ἀσφαλισάμενος πρὸς τὸν Σωσίβιον, ἐγίνετο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν περὶ τὴν ἐπὶ τὸν Ἀχαιὸν παρασκευήν. | |
Hist.5.87.9 | Τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν. | |
Hist.5.88.1 | Ῥόδιοι δὲ κατὰ τοὺς προειρημένους καιροὺς ἐπει‐ λημμένοι τῆς ἀφορμῆς τῆς κατὰ τὸν σεισμὸν τὸν γενόμενον παρ’ αὐτοῖς βραχεῖ χρόνῳ πρότερον, ἐν ᾧ συνέβη τόν τε κολοσσὸν τὸν μέγαν πεσεῖν καὶ | |
Hist.5.88.2 | τὰ πλεῖστα τῶν τειχῶν καὶ τῶν νεωρίων, οὕτως ἐχείριζον νουνεχῶς καὶ πραγματικῶς τὸ γεγονὸς ὡς μὴ βλάβης, διορθώσεως δὲ μᾶλλον, αὐτοῖς αἴτιον | |
Hist.5.88.3 | γενέσθαι τὸ σύμπτωμα. τοσοῦτον ἄγνοια καὶ ῥᾳ‐ θυμία διαφέρει παρ’ ἀνθρώποις ἐπιμελείας καὶ φρο‐ νήσεως περί τε τοὺς κατ’ ἰδίαν βίους καὶ τὰς κοινὰς πολιτείας, ὥστε τοῖς μὲν καὶ τὰς ἐπιτυχίας βλάβην | |
5 | ἐπιφέρειν, τοῖς δὲ καὶ τὰς περιπετείας ἐπανορθώ‐ | |
Hist.5.88.4 | σεως γίνεσθαι παραιτίας. οἱ γοῦν Ῥόδιοι τότε παρὰ τὸν χειρισμὸν τὸ μὲν σύμπτωμα ποιοῦντες μέγα καὶ δεινόν, αὐτοὶ δὲ σεμνῶς καὶ προστατικῶς κατὰ τὰς πρεσβείας χρώμενοι ταῖς ἐντεύξεσι καὶ ταῖς κατὰ | |
5 | μέρος ὁμιλίαις, εἰς τοῦτ’ ἤγαγον τὰς πόλεις, καὶ μάλιστα τοὺς βασιλεῖς, ὥστε μὴ μόνον λαμβάνειν | |
δωρεὰς ὑπερβαλλούσας, ἀλλὰ καὶ χάριν προσοφείλειν | ||
Hist.5.88.5 | αὐτοῖς τοὺς διδόντας. Ἱέρων γὰρ καὶ Γέλων οὐ μόνον ἔδωκαν ἑβδομήκοντα καὶ πέντ’ ἀργυρίου τά‐ λαντα πρὸς τὴν εἰς τὸ ἔλαιον τοῖς ἐν τῷ γυμνασίῳ χορηγίαν, τὰ μὲν παραχρῆμα, τὰ δ’ ἐν χρόνῳ βρα‐ | |
5 | χεῖ παντελῶς, ἀλλὰ καὶ λέβητας ἀργυροῦς καὶ βά‐ | |
Hist.5.88.6 | σεις τούτων καί τινας ὑδρίας ἀνέθεσαν, πρὸς δὲ τούτοις εἰς τὰς θυσίας δέκα τάλαντα καὶ τὴν ἐπαύ‐ ξησιν τῶν πολιτῶν ἄλλα δέκα, χάριν τοῦ τὴν πᾶσαν | |
Hist.5.88.7 | εἰς ἑκατὸν τάλαντα γενέσθαι δωρεάν. καὶ μὴν ἀτέ‐ λειαν τοῖς πρὸς αὐτοὺς πλοϊζομένοις ἔδοσαν καὶ | |
Hist.5.88.8 | πεντήκοντα καταπέλτας τριπήχεις. καὶ τελευταῖον τοσαῦτα δόντες, ὡς προσοφείλοντες χάριν, ἔστησαν ἀνδριάντας ἐν τῷ τῶν Ῥοδίων δείγματι, στεφανού‐ μενον τὸν δῆμον τῶν Ῥοδίων ὑπὸ τοῦ δήμου τοῦ | |
Hist.5.89.1 | Συρακοσίων. ἐπηγγείλατο δὲ καὶ Πτολεμαῖος αὐ‐ τοῖς ἀργυρίου τάλαντα τριακόσια καὶ σίτου μυριά‐ δας ἀρταβῶν ἑκατόν, ξύλα δὲ ναυπηγήσιμα δέκα πεντήρων καὶ δέκα τριήρων, πευκίνων τετραγώνων | |
Hist.5.89.2 | πήχεις ἐμμέτρους τετρακισμυρίους, καὶ χαλκοῦ νομί‐ σματος τάλαντα χίλια, στυππίου τρισχίλι’, ὀθονίων | |
Hist.5.89.3 | ἱστοὺς τρισχιλίους, εἰς τὴν τοῦ κολοσσοῦ κατασκευὴν τάλαντα τρισχίλι’, οἰκοδόμους ἑκατόν, ὑπουργοὺς τριακοσίους καὶ πεντήκοντα, καὶ τούτοις καθ’ ἕκα‐ | |
Hist.5.89.4 | στον ἔτος εἰς ὀψώνιον τάλαντα δεκατέτταρα, πρὸς δὲ τούτοις εἰς τοὺς ἀγῶνας καὶ τὰς θυσίας ἀρτάβας σίτου μυρίας δισχιλίας, καὶ μὴν εἰς σιτομετρίαν | |
Hist.5.89.5 | δέκα τριήρων ἀρτάβας δισμυρίας. καὶ τούτων ἔδωκε τὰ μὲν πλεῖστα παραχρῆμα, τοῦ δ’ ἀργυρίου παντὸς | |
Hist.5.89.6 | τὸ τρίτον μέρος. παραπλησίως Ἀντίγονος ξύλ’ ἀφ’ ἑκκαιδεκαπήχους ἕως ὀκταπήχους εἰς σφηκίσκων λό‐ | |
γον μύρια, στρωτῆρας ἑπταπήχεις πεντακισχιλίους, σιδήρου τάλαντα τρισχίλια, πίττης τάλαντα χίλι’, | ||
5 | ἄλλης ὠμῆς μετρητὰς χιλίους, ἀργυρίου πρὸς τού‐ | |
Hist.5.89.7 | τοις ἑκατὸν ἐπηγγείλατο τάλαντα, Χρυσηὶς δ’ ἡ γυνὴ δέκα μὲν σίτου μυριάδας, τρισχίλια δὲ μολίβδου | |
Hist.5.89.8 | τάλαντα. Σέλευκος δ’ ὁ πατὴρ Ἀντιόχου χωρὶς μὲν ἀτέλειαν τοῖς εἰς τὴν αὑτοῦ βασιλείαν πλοϊζομένοις, χωρὶς δὲ πεντήρεις μὲν δέκα κατηρτισμένας, σίτου | |
Hist.5.89.9 | δ’ εἴκοσι μυριάδας, καὶ μὴν ξύλων καὶ ῥητίνης καὶ τριχὸς μυριάδας πηχῶν καὶ ταλάντων χιλιάδας. | |
Hist.5.90.1 | παραπλήσια δὲ τούτοις Προυσίας καὶ Μιθριδάτης, ἔτι δ’ οἱ κατὰ τὴν Ἀσίαν ὄντες δυνάσται τότε, λέγω | |
Hist.5.90.2 | δὲ Λυσανίαν, Ὀλύμπιχον, Λιμναῖον. τάς γε μὴν πόλεις τὰς συνεπιλαμβανομένας αὐτοῖς κατὰ δύνα‐ | |
Hist.5.90.3 | μιν οὐδ’ ἂν ἐξαριθμήσαιτο ῥᾳδίως οὐδείς· ὥσθ’ ὅταν μέν τις εἰς τὸν χρόνον ἐμβλέψῃ καὶ τὴν ἀρ‐ χήν, ἀφ’ οὗ συμβαίνει τὴν πόλιν αὐτῶν συνῳκί‐ σθαι, καὶ λίαν θαυμάζειν ὡς βραχεῖ χρόνῳ μεγάλην | |
5 | ἐπίδοσιν εἴληφε περί τε τοὺς κατ’ ἰδίαν βίους καὶ | |
Hist.5.90.4 | τὰ κοινὰ τῆς πόλεως· ὅταν δ’ εἰς τὴν εὐκαιρίαν τοῦ τόπου καὶ τὴν ἔξωθεν ἐπιφορὰν καὶ συμπλή‐ ρωσιν τῆς εὐδαιμονίας, μηκέτι θαυμάζειν, μικροῦ δ’ ἐλλείπειν δοκεῖν τοῦ καθήκοντος. | |
Hist.5.90.5 | Ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν πρῶτον μὲν τῆς Ῥοδίων περὶ τὰ κοινὰ προστασίας—ἐπαίνου γάρ εἰσιν ἄξιοι καὶ ζήλου—δεύτερον δὲ τῆς τῶν νῦν βασιλέων μικροδοσίας καὶ τῆς τῶν ἐθνῶν καὶ | |
Hist.5.90.6 | πόλεων μικροληψίας, ἵνα μηθ’ οἱ βασιλεῖς τέτταρα καὶ πέντε προϊέμενοι τάλαντα δοκῶσί τι ποιεῖν μέγα καὶ ζητῶσι τὴν αὐτὴν ὑπάρχειν αὐτοῖς εὔνοιαν καὶ τιμὴν παρὰ τῶν Ἑλλήνων, ἣν οἱ πρὸ τοῦ βασιλεῖς | |
Hist.5.90.7 | εἶχον, αἵ τε πόλεις λαμβάνουσαι πρὸ ὀφθαλμῶν τὸ μέγεθος τῶν πρότερον δωρεῶν μὴ λανθάνωσιν ἐπὶ μικροῖς καὶ τοῖς τυχοῦσι νῦν τὰς μεγίστας καὶ καλ‐ | |
Hist.5.90.8 | λίστας προϊέμεναι τιμάς, ἀλλὰ πειρῶνται τὸ κατ’ ἀξίαν ἑκάστοις τηρεῖν, ᾧ πλεῖστον διαφέρουσιν Ἕλ‐ ληνες τῶν ἄλλων ἀνθρώπων. | |
Hist.5.91.1 | Ἄρτι δὲ τῆς θερινῆς ὥρας ἐνισταμένης, καὶ στρα‐ τηγοῦντος Ἀγήτα μὲν τῶν Αἰτωλῶν, Ἀράτου δὲ παρειληφότος τὴν τῶν Ἀχαιῶν στρατηγίαν—ἀπὸ γὰρ τούτων ἐποιησάμεθα τοῦ συμμαχικοῦ πολέμου | |
5 | τὴν ἐκτροπήν—Λυκοῦργος μὲν ὁ Σπαρτιάτης ἐπα‐ | |
Hist.5.91.2 | νῆκε πάλιν ἐξ Αἰτωλίας· οἱ γὰρ ἔφοροι, ψευδῆ τὴν διαβολὴν εὑρόντες, δι’ ἣν ἔφευγε, μετεπέμποντο καὶ | |
Hist.5.91.3 | μετεκάλουν αὖθις τὸν Λυκοῦργον. οὗτος μὲν οὖν ἐτάττετο πρὸς Πυρρίαν τὸν Αἰτωλόν, ὃς ἐτύγχανε τότε παρὰ τοῖς Ἠλείοις στρατηγὸς ὤν, περὶ τῆς εἰς | |
Hist.5.91.4 | τὴν Μεσσηνίαν εἰσβολῆς. Ἄρατος δὲ παρειλήφει τό τε ξενικὸν τὸ τῶν Ἀχαιῶν κατεφθαρμένον τάς τε πόλεις ὀλιγώρως διακειμένας πρὸς τὰς εἰς τοῦτο τὸ μέρος εἰσφορὰς διὰ τὸ τὸν πρὸ αὐτοῦ στρατηγὸν | |
5 | Ἐπήρατον, ὡς ἐπάνω προεῖπα, κακῶς καὶ ῥᾳθύμως | |
Hist.5.91.5 | κεχρῆσθαι τοῖς κοινοῖς πράγμασιν. οὐ μὴν ἀλλὰ παρακαλέσας τοὺς Ἀχαιούς, καὶ λαβὼν δόγμα περὶ τούτων, ἐνεργὸς ἐγίνετο περὶ τὴν τοῦ πολέμου παρα‐ | |
Hist.5.91.6 | σκευήν. ἦν δὲ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ταῦτα· πε‐ ζοὺς μὲν τρέφειν μισθοφόρους ὀκτακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, τῶν δ’ Ἀχαϊκῶν ἐπιλέκτους, πε‐ | |
Hist.5.91.7 | ζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους· εἶναι δὲ τούτων Μεγαλοπολίτας μὲν χαλκάσπιδας, πεζοὺς μὲν πεντακοσίους, ἱππεῖς δὲ πεντήκοντα, καὶ τοὺς | |
Hist.5.91.8 | ἴσους Ἀργείων. ἔδοξε δὲ καὶ ναῦς πλεῖν τρεῖς | |
μὲν περὶ τὴν Ἀκτὴν καὶ τὸν Ἀργολικὸν κόλπον, τρεῖς δὲ κατὰ Πάτρας καὶ Δύμην καὶ τὴν ταύτῃ θάλατταν. | ||
Hist.5.92.1 | Ἄρατος μὲν οὖν ταῦτ’ ἔπραττε καὶ ταύτας ἐξήρ‐ | |
Hist.5.92.2 | τυε τὰς παρασκευάς· ὁ δὲ Λυκοῦργος καὶ Πυρρίας διαπεμψάμενοι πρὸς ἀλλήλους, ἵνα ταῖς αὐταῖς ἡμέ‐ ραις ποιήσωνται τὴν ἔξοδον, προῆγον εἰς τὴν Μεσ‐ | |
Hist.5.92.3 | σηνίαν. ὁ δὲ στρατηγὸς τῶν Ἀχαιῶν, συνεὶς τὴν ἐπιβολὴν αὐτῶν, ἧκεν ἔχων τοὺς μισθοφόρους καί τινας τῶν ἐπιλέκτων εἰς τὴν Μεγάλην πόλιν παρα‐ | |
Hist.5.92.4 | βοηθήσων τοῖς Μεσσηνίοις. Λυκοῦργος δ’ ἐξορμή‐ σας τὰς μὲν Καλάμας, χωρίον τι τῶν Μεσσηνίων, προδοσίᾳ κατέσχε, μετὰ δὲ ταῦτα προῆγε, σπεύδων | |
Hist.5.92.5 | συμμῖξαι τοῖς Αἰτωλοῖς. ὁ δὲ Πυρρίας παντελῶς ἐλαφρὸς ἐξελθὼν ἐκ τῆς Ἤλιδος, καὶ κατὰ τὴν εἰσ‐ βολὴν τὴν εἰς Μεσσηνίαν εὐθέως κωλυθεὶς ὑπὸ τῶν | |
Hist.5.92.6 | Κυπαρισσέων, ἀνέστρεψε. διόπερ ὁ Λυκοῦργος, οὔτε συμμῖξαι δυνάμενος τοῖς περὶ τὸν Πυρρίαν οὔτ’ αὐτὸς ἀξιόχρεως ὑπάρχων, ἐπὶ βραχὺ προσβολὰς ποιησάμενος πρὸς τὴν Ἀνδανίαν ἄπρακτος αὖθις εἰς | |
Hist.5.92.7 | τὴν Σπάρτην ἀπηλλάγη. Ἄρατος δέ, διαπεσούσης τοῖς πολεμίοις τῆς ἐπιβολῆς, τὸ κατὰ λόγον ποιῶν καὶ προνοούμενος τοῦ μέλλοντος, συνετάξατο πρός τε Ταυρίωνα παρασκευάζειν ἱππεῖς πεντήκοντα καὶ | |
5 | πεζοὺς πεντακοσίους καὶ πρὸς Μεσσηνίους, ἵνα τοὺς | |
Hist.5.92.8 | ἴσους τούτοις ἱππεῖς καὶ πεζοὺς ἐξαποστείλωσι, βου‐ λόμενος τούτοις μὲν τοῖς ἀνδράσι παραφυλάττεσθαι τήν τε τῶν Μεσσηνίων χώραν καὶ Μεγαλοπολιτῶν | |
Hist.5.92.9 | καὶ Τεγεατῶν, ἔτι δὲ τῶν Ἀργείων—αὗται γὰρ αἱ χῶραι, συντερμονοῦσαι τῇ Λακωνικῇ πρόκεινται τῶν ἄλλων Πελοποννησίων πρὸς τὸν ἀπὸ Λακεδαι‐ | |
Hist.5.92.10 | μονίων πόλεμον—τοῖς δ’ Ἀχαϊκοῖς ἐπιλέκτοις καὶ μισθοφόροις τὰ πρὸς τὴν Ἠλείαν καὶ τὴν Αἰτωλίαν ἐστραμμένα μέρη τῆς Ἀχαΐας τηρεῖν. | |
Hist.5.93.1 | Ταῦτα δ’ ἁρμοσάμενος διέλυε τοὺς Μεγαλοπο‐ λίτας πρὸς αὑτοὺς κατὰ τὸ τῶν Ἀχαιῶν δόγμα. | |
Hist.5.93.2 | συνέβαινε γὰρ τούτους προσφάτως ὑπὸ Κλεομένους ἐπταικότας τῇ πατρίδι καὶ τὸ δὴ λεγόμενον ἐκ θεμε‐ λίων ἐσφαλμένους πολλῶν μὲν ἐπιδεῖσθαι, πάντων | |
Hist.5.93.3 | δὲ σπανίζειν· τοῖς μὲν γὰρ φρονήμασιν ἔμενον, ταῖς δὲ χορηγίαις καὶ κοινῇ καὶ κατ’ ἰδίαν πρὸς πᾶν | |
Hist.5.93.4 | ἀδυνάτως εἶχον. διόπερ ἦν ἀμφισβητήσεως, φιλο‐ τιμίας, ὀργῆς τῆς ἐν ἀλλήλοις πάντα πλήρη· τοῦτο γὰρ δὴ φιλεῖ γίνεσθαι καὶ περὶ (τὰ) κοινὰ πράγ‐ ματα καὶ περὶ τοὺς κατ’ ἰδίαν βίους, ὅταν ἐλλίπω‐ | |
Hist.5.93.5 | σιν αἱ χορηγίαι τὰς ἑκάστων ἐπιβολάς. πρῶτον μὲν οὖν ἠμφισβήτουν ὑπὲρ τοῦ τειχισμοῦ τῆς πόλεως, φάσκοντες οἱ μὲν συνάγειν αὐτὴν δεῖν καὶ ποιεῖν τηλικαύτην ἡλίκην καὶ τειχίζειν ἐπιβαλλόμενοι καθί‐ | |
5 | ξονται καὶ φυλάττειν καιροῦ περιστάντος δυνήσον‐ ται· καὶ γὰρ νῦν παρὰ τὸ μέγεθος αὐτῆς καὶ τὴν | |
Hist.5.93.6 | ἐρημίαν ἐσφάλθαι. πρὸς δὲ τούτοις εἰσφέρειν ᾤοντο δεῖν τοὺς κτηματικοὺς τὸ τρίτον μέρος τῆς γῆς εἰς τὴν τῶν προσλαμβανομένων οἰκητόρων ἀναπλήρω‐ | |
Hist.5.93.7 | σιν. οἱ δ’ οὔτε τὴν πόλιν ἐλάττω ποιεῖν ὑπέμενον οὔτε τὸ τρίτον τῶν κτήσεων εὐδόκουν εἰσφέρειν | |
Hist.5.93.8 | μέρος. μάλιστά (τε) τῶν νόμων ὑπὸ Πρυτάνιδος γε‐ γραμμένων πρὸς ἀλλήλους ἐφιλονείκουν, ὃν ἔδωκε μὲν αὐτοῖς νομοθέτην Ἀντίγονος, ἦν δὲ τῶν ἐπι‐ φανῶν ἀνδρῶν ἐκ τοῦ Περιπάτου καὶ ταύτης τῆς | |
Hist.5.93.9 | αἱρέσεως. τοιαύτης δ’ οὔσης τῆς ἀμφισβητήσεως ποιησάμενος Ἄρατος τὴν ἐνδεχομένην ἐπιστροφὴν | |
Hist.5.93.10 | κατέπαυσε τὴν φιλοτιμίαν αὐτῶν. ἐφ’ οἷς δ’ ἔληξαν τῆς πρὸς ἀλλήλους διαφορᾶς, γράψαντες εἰς στήλην παρὰ τὸν τῆς Ἑστίας ἀνέθεσαν βωμὸν ἐν Ὁμαρίῳ. | |
Hist.5.94.1 | Μετὰ δὲ τὰς διαλύσεις ταύτας ἀναζεύξας αὐτὸς μὲν ἧκε πρὸς τὴν τῶν Ἀχαιῶν σύνοδον, τοὺς δὲ μισθοφόρους συνέστησε Λύκῳ τῷ Φαραιεῖ, διὰ τὸ τοῦτον ὑποστράτηγον εἶναι τότε τῆς συντελείας τῆς | |
Hist.5.94.2 | πατρικῆς. οἱ δ’ Ἠλεῖοι, δυσαρεστούμενοι τῷ Πυρ‐ ρίᾳ, πάλιν ἐπεσπάσαντο στρατηγὸν παρὰ τῶν Αἰτω‐ | |
Hist.5.94.3 | λῶν Εὐριπίδαν. ὃς τηρήσας τὴν τῶν Ἀχαιῶν σύνο‐ δον, καὶ παραλαβὼν ἱππεῖς μὲν ἑξήκοντα, πεζοὺς δὲ δισχιλίους, ἐξώδευσε, καὶ διελθὼν διὰ τῆς Φα‐ | |
Hist.5.94.4 | ραϊκῆς κατέδραμε τὴν χώραν ἕως τῆς Αἰγιάδος. πε‐ ριελασάμενος δὲ λείαν ἱκανὴν ἐποιεῖτο τὴν ἀποχώ‐ | |
Hist.5.94.5 | ρησιν ὡς ἐπὶ Λεόντιον. οἱ δὲ περὶ τὸν Λύκον συνέντες τὸ γεγονὸς ἐβοήθουν κατὰ σπουδήν, συν‐ άψαντες δὲ τοῖς πολεμίοις καὶ συμμίξαντες ἐξ ἐφό‐ δου κατέβαλον μὲν αὐτῶν εἰς τετρακοσίους, ζωγρίᾳ | |
Hist.5.94.6 | δ’ ἔλαβον εἰς διακοσίους, ἐν οἷς ἦσαν ἐπιφανεῖς ἄνδρες Φυσσίας, Ἀντάνωρ, Κλέαρχος, Ἀνδρόλοχος, Εὐανορίδας, Ἀριστογείτων, Νικάσιππος, Ἀσπάσιος· τῶν δ’ ὅπλων καὶ τῆς ἀποσκευῆς ἐκυρίευσαν πάσης. | |
Hist.5.94.7 | κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ὁ τῶν Ἀχαιῶν ναύαρ‐ χος ἐξοδεύσας εἰς Μολυκρίαν, ἧκεν ἔχων οὐ πολὺ | |
Hist.5.94.8 | λείποντα τῶν ἑκατὸν σωμάτων. αὖτις δ’ ὑποστρέ‐ ψας ἔπλευσε πρὸς Χάλκειαν, τῶν δ’ ἐκβοηθησάντων ἐκυρίευσε δύο μακρῶν πλοίων αὐτάνδρων· ἔλαβε δὲ καὶ κέλητα περὶ τὸ Ῥίον Αἰτωλικὸν ὁμοῦ τῷ πλη‐ | |
Hist.5.94.9 | ρώματι. συνδραμόντων δὲ τῶν τε κατὰ γῆν καὶ τῶν κατὰ θάλατταν λαφύρων περὶ τοὺς αὐτοὺς και‐ ρούς, καὶ συναχθείσης ἀπὸ τούτων προσόδου καὶ | |
χορηγίας ἱκανῆς, ἐγένετο τοῖς τε στρατιώταις θάρσος | ||
5 | ὑπὲρ τῆς τῶν ὀψωνίων κομιδῆς ταῖς τε πόλεσιν ἐλ‐ πὶς ὑπὲρ τοῦ μὴ βαρυνθήσεσθαι ταῖς εἰσφοραῖς. | |
Hist.5.95.1 | Ἅμα δὲ τοῖς προειρημένοις Σκερδιλαΐδας, νομί‐ ζων ὑπὸ τοῦ βασιλέως ἀδικεῖσθαι διὰ τό τινα τῶν χρημάτων ἐλλείπειν αὐτῷ τῶν κατὰ τὰς συντάξεις ὁμολογηθέντων, ἃς ἐποιήσατο πρὸς Φίλιππον, ἐξαπ‐ | |
5 | έστειλε λέμβους πεντεκαίδεκα, μετὰ δόλου ποιού‐ | |
Hist.5.95.2 | μενος τὴν ἐπιβολὴν τῆς κομιδῆς τῶν χρημάτων· οἳ καὶ κατέπλευσαν εἰς Λευκάδα, πάντων αὐτοὺς ὡς φιλίους προσδεχομένων διὰ τὴν γεγενημένην κοινο‐ | |
Hist.5.95.3 | πραγίαν. ἄλλο μὲν οὖν οὐκ ἔφθασαν οὐδὲν ἐργά‐ σασθαι κακὸν οὐδ’ ἐδυνήθησαν, Ἀγαθίνῳ δὲ καὶ Κασσάνδρῳ τοῖς Κορινθίοις ἐπιπλέουσι ταῖς Ταυ‐ ρίωνος ναυσὶ καὶ συγκαθορμισθεῖσιν ὡς φίλοις μετὰ | |
5 | τεττάρων πλοίων, παρασπονδήσαντες ἐπέθεντο, καὶ συλλαβόντες αὐτούς τε καὶ τὰ πλοῖα πρὸς Σκερδι‐ | |
Hist.5.95.4 | λαΐδαν ἀπέπεμψαν. μετὰ δὲ ταῦτα ποιησάμενοι τὴν ἀναγωγὴν ἐκ τῆς Λευκάδος καὶ πλεύσαντες ὡς ἐπὶ Μαλέας ἐλῄζοντο καὶ κατῆγον τοὺς ἐμπόρους. | |
Hist.5.95.5 | Ἤδη δὲ τοῦ θερισμοῦ συνάπτοντος, καὶ τῶν περὶ τὸν Ταυρίωνα κατολιγωρούντων τῆς τῶν ἄρτι ῥηθεισῶν πόλεων προφυλακῆς, Ἄρατος μὲν ἔχων τοὺς ἐπιλέκτους ἐφήδρευε τῇ τοῦ σίτου κομιδῇ περὶ | |
Hist.5.95.6 | τὴν Ἀργείαν, Εὐριπίδας δὲ τοὺς Αἰτωλοὺς ἔχων ἐξώδευσε, βουλόμενος κατασῦραι τὴν τῶν Τριταιέων | |
Hist.5.95.7 | χώραν. οἱ δὲ περὶ Λύκον καὶ Δημόδοκον τὸν τῶν Ἀχαιῶν ἱππάρχην συνέντες τὴν ἐκ τῆς Ἤλιδος τῶν Αἰτωλῶν ἔξοδον, ἐπισυναγαγόντες τοὺς Δυμαίους καὶ τοὺς Πατρεῖς καὶ Φαραιεῖς, σὺν δὲ τούτοις | |
5 | ἔχοντες τοὺς μισθοφόρους, ἐνέβαλον εἰς τὴν Ἠλείαν. | |
Hist.5.95.8 | παραγενόμενοι δ’ ἐπὶ τὸ Φύξιον καλούμενον τοὺς μὲν εὐζώνους καὶ τοὺς ἱππεῖς ἐφῆκαν εἰς τὴν κατα‐ δρομήν, τὰ δὲ βαρέα τῶν ὅπλων ἔκρυψαν περὶ τὸν | |
Hist.5.95.9 | προειρημένον τόπον. ἐκβοηθησάντων δὲ πανδημεὶ τῶν Ἠλείων ἐπὶ τοὺς κατατρέχοντας καὶ προσκει‐ μένων τοῖς ἀποχωροῦσιν, ἐξαναστάντες οἱ περὶ τὸν | |
Hist.5.95.10 | Λύκον ἐπέθεντο τοῖς προπεπτωκόσι. τῶν δ’ Ἠλείων οὐ δεξαμένων τὴν ὁρμήν, ἀλλ’ ἐξ ἐπιφανείας τρα‐ πέντων, ἀπέκτειναν μὲν αὐτῶν εἰς διακοσίους, ζω‐ γρίᾳ δ’ ἔλαβον ὀγδοήκοντα, συνεκόμισαν δὲ καὶ τὴν | |
Hist.5.95.11 | περιελαθεῖσαν λείαν ἀσφαλῶς. ἅμα δὲ τούτοις ὁ ναύαρχος τῶν Ἀχαιῶν ποιησάμενος ἀποβάσεις πλεο‐ νάκις εἴς τε τὴν Καλυδωνίαν καὶ Ναυπακτίαν τήν τε χώραν κατέσυρε καὶ τὴν βοήθειαν αὐτῶν συνέτριψε | |
Hist.5.95.12 | δίς. ἔλαβε δὲ καὶ Κλεόνικον τὸν Ναυπάκτιον, ὃς διὰ τὸ πρόξενος ὑπάρχειν τῶν Ἀχαιῶν παραυτὰ μὲν οὐκ ἐπράθη, μετὰ δέ τινα χρόνον ἀφείθη χωρὶς λύτρων. | |
Hist.5.96.1 | Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Ἀγήτας ὁ τῶν Αἰτωλῶν στρατηγὸς συναγαγὼν πανδημεὶ τοὺς Αἰ‐ τωλοὺς ἐλεηλάτησε μὲν τὴν τῶν Ἀκαρνάνων χώραν, ἐπεπορεύθη δὲ πορθῶν πᾶσαν ἀδεῶς τὴν Ἤπειρον. | |
Hist.5.96.2 | οὗτος μὲν οὖν ταῦτα πράξας ἐπανελθὼν διαφῆκε | |
Hist.5.96.3 | τοὺς Αἰτωλοὺς ἐπὶ τὰς πόλεις. οἱ δ’ Ἀκαρνᾶνες ἀντεμβαλόντες εἰς τὴν Στρατικὴν καὶ πανικῷ πε‐ ριπεσόντες αἰσχρῶς μέν, ἀβλαβῶς γε μὴν ἐπανῆλ‐ θον, οὐ τολμησάντων αὐτοὺς ἐπιδιῶξαι τῶν ἐκ τοῦ | |
5 | Στράτου διὰ τὸ νομίζειν ἐνέδρας ἕνεκα ποιεῖσθαι τὴν ἀποχώρησιν. | |
Hist.5.96.4 | Ἐγένετο δὲ καὶ περὶ Φανοτεῖς παλιμπροδοσία τοιόνδε τινὰ τρόπον. Ἀλέξανδρος ὁ τεταγμένος ἐπὶ | |
τῆς Φωκίδος ὑπὸ Φιλίππου συνεστήσατο πρᾶξιν ἐπὶ τοὺς Αἰτωλοὺς διά τινος Ἰάσονος, ὃς ἐτύγχανεν ὑπ’ | ||
5 | αὐτοῦ τεταγμένος ἐπὶ τῆς τῶν Φανοτέων πόλεως· | |
Hist.5.96.5 | ὃς διαπεμψάμενος πρὸς Ἀγήταν τὸν τῶν Αἰτωλῶν στρατηγὸν ὡμολόγησε τὴν ἄκραν αὐτοῖς παραδώσειν τὴν ἐν τοῖς Φανοτεῦσι, καὶ περὶ τούτων ὅρκους | |
Hist.5.96.6 | ἐποιήσατο καὶ συνθήκας. παραγενομένης δὲ τῆς ταχθείσης ἡμέρας ὁ μὲν Ἀγήτας ἧκεν ἔχων τοὺς Αἰ‐ τωλοὺς νυκτὸς πρὸς τοὺς Φανοτεῖς, καὶ τοὺς μὲν λοιποὺς ἐν ἀποστήματι κρύψας ἔμεινε, τοὺς δ’ ἐπι‐ | |
5 | τηδειοτάτους ἑκατὸν ἐπιλέξας ἀπέστειλε πρὸς τὴν | |
Hist.5.96.7 | ἄκραν, ὁ δ’ Ἰάσων τὸν μὲν Ἀλέξανδρον ἕτοιμον εἶχε μετὰ στρατιωτῶν ἐν τῇ πόλει, τοὺς δὲ νεανίσκους παραλαβὼν κατὰ τοὺς ὅρκους εἰσήγαγε πάντας εἰς | |
Hist.5.96.8 | τὴν ἀκρόπολιν. τῶν δὲ περὶ τὸν Ἀλέξανδρον εὐ‐ θέως ἐπεισπεσόντων, οἱ μὲν ἐπίλεκτοι τῶν Αἰτωλῶν ἑάλωσαν, ὁ δ’ Ἀγήτας ἐπιγενομένης τῆς ἡμέρας συνεὶς τὸ γεγονὸς αὖτις ἐπανῆγε τὴν δύναμιν, οὐκ | |
5 | ἀνοικείῳ πράγματι περιπεπτωκὼς τοῖς πολλάκις ὑφ’ αὑτοῦ πραττομένοις. | |
Hist.5.97.1 | Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Φίλιππος ὁ βασι‐ λεὺς κατελάβετο Βυλάζωρα, μεγίστην οὖσαν πόλιν τῆς Παιονίας καὶ λίαν εὐκαίρως κειμένην πρὸς τὰς εἰσβολὰς τὰς ἀπὸ τῆς Δαρδανικῆς εἰς Μακεδονίαν, | |
5 | ὥστε διὰ τῆς πράξεως ταύτης σχεδὸν ἀπολελύσθαι | |
Hist.5.97.2 | τοῦ φόβου τοῦ κατὰ Δαρδανίους· οὐ γὰρ ἔτι ῥᾴδιον ἦν αὐτοῖς ἐμβαλεῖν εἰς Μακεδονίαν κρατοῦντος Φι‐ λίππου τῶν εἰσόδων διὰ τῆς προειρημένης πόλεως. | |
Hist.5.97.3 | ἀσφαλισάμενος δὲ ταύτην Χρυσόγονον μὲν ἐξαπέ‐ στειλε κατὰ σπουδὴν ἐπισυνάξοντα τοὺς ἄνω Μακε‐ | |
Hist.5.97.4 | δόνας, αὐτὸς δὲ παραλαβὼν τοὺς ἐκ τῆς Βοττίας | |
καὶ τῆς Ἀμφαξίτιδος ἧκεν ἔχων εἰς Ἔδεσσαν. προσ‐ δεξάμενος δ’ ἐνταῦθα τοὺς μετὰ Χρυσογόνου Μακε‐ δόνας ἐξώρμησε μετὰ πάσης τῆς δυνάμεως, καὶ παρῆν | ||
Hist.5.97.5 | ἑκταῖος εἰς Λάρισαν. κατὰ δὲ τὸ συνεχὲς ἐνεργῷ νυκτοπορίᾳ χρησάμενος ὑπὸ τὴν ἑωθινὴν ἧκε πρὸς Μελίτειαν, καὶ προσθεὶς τὰς κλιμακίδας τοῖς τείχεσι | |
Hist.5.97.6 | κατεπείραζε τῆς πόλεως. τῷ μὲν οὖν αἰφνιδίῳ καὶ παραδόξῳ κατεπλήξατο τοὺς Μελιταιεῖς, ὥστε ῥᾳδίως ἂν κρατῆσαι τῆς πόλεως· τῷ δὲ παρὰ πολὺ γενέσθαι τὰς κλίμακας ἐλάττους τῆς χρείας διεψεύσθη τῆς | |
Hist.5.98.1 | πράξεως. ἐν ᾧ δὴ γένει μάλιστ’ ἄν τις ἐπιτιμήσειε | |
Hist.5.98.2 | τοῖς ἡγουμένοις. εἴτε γάρ τινες μηδεμίαν πρόνοιαν ποιησάμενοι μηδ’ ἐκμετρησάμενοι τείχη, κρημνούς, ἕτερα τῶν τοιούτων, δι’ ὧν ἐπιβάλλονται ποιεῖσθαι τὴν εἴσοδον, αὐτόθεν ἀσκέπτως παραγίνονται πόλιν | |
5 | καταληψόμενοι, τίς οὐκ ἂν τοῖς τοιούτοις ἐπιτιμή‐ | |
Hist.5.98.3 | σειεν; εἴτ’ ἐκμετρησάμενοι τὸ καθ’ αὑτούς, κἄπειτα τὴν κατασκευὴν τῶν κλιμάκων καὶ καθόλου τῶν τοιούτων ὀργάνων, ἃ μικρὰν ἔχοντα τὴν ἀσχολίαν ἐν μεγάλῳ δίδωσι τὴν αὑτῶν πεῖραν, εἰκῇ καὶ τοῖς | |
5 | τυχοῦσιν ἀνθρώποις ἐγχειρίζουσι, πῶς οὐκ ἄξιον | |
Hist.5.98.4 | ἐγκαλεῖν; οὐ γὰρ ἔστιν ἐπὶ τῶν τοιούτων πράξεων ἢ ποιῆσαί τι τῶν δεόντων ἢ μηδὲν παθεῖν δεινόν, | |
Hist.5.98.5 | ἀλλ’ ἅμα ταῖς ἀποτυχίαις ἕπεται βλάβη κατὰ πολ‐ λοὺς τρόπους, κατ’ αὐτὸν μὲν τὸν τοῦ πράττειν καιρὸν κίνδυνος περὶ τοὺς ἀρίστους τῶν ἀνδρῶν, ἔτι δὲ μᾶλλον κατὰ τὰς ἀπολύσεις, ὅταν ἅπαξ κατα‐ | |
Hist.5.98.6 | φρονηθῶσι. πολλὰ δὲ καὶ λίαν τῶν τοιούτων ἐστὶ παραδείγματα· πλείους γὰρ ἂν εὕροι τις τῶν ἀπο‐ τυγχανόντων ἐν ταῖς τοιαύταις ἐπιβολαῖς τοὺς μὲν ἀπολωλότας, τοὺς δ’ εἰς τὸν ἔσχατον παραγεγονό‐ | |
Hist.5.98.7 | τας κίνδυνον, τῶν ἀβλαβῶς ἀπολελυμένων. πρός γε μὴν τὸ μέλλον ὁμολογουμένως ἀπιστίας καὶ μῖσος ἐξεργάζονται καθ’ αὑτῶν, ἔτι δὲ φυλακὴν παραγγέλ‐ | |
Hist.5.98.8 | λουσι πᾶσιν· οὐ γὰρ μόνον τοῖς παθοῦσιν, ἀλλὰ καὶ τοῖς συνεῖσι τὸ γεγονὸς τρόπον τινὰ παράγγελμα | |
Hist.5.98.9 | δίδοται προσέχειν αὑτοῖς καὶ φυλάττεσθαι. διόπερ οὐδέποτε ταῖς τοιαύταις ἐπινοίαις εἰκῇ χρηστέον τοὺς | |
Hist.5.98.10 | ἐπὶ πραγμάτων ταττομένους. ὁ δὲ τρόπος τῆς ἐκ‐ μετρήσεως καὶ κατασκευῆς τῶν τοιούτων εὐχερὴς | |
Hist.5.98.11 | καὶ ἀδιάπτωτος, ἐὰν λαμβάνηται μεθοδικῶς. νῦν μὲν οὖν τὸ συνεχὲς τῆς διηγήσεως ἀποδοτέον· περὶ δὲ τοῦ τοιούτου γένους πάλιν μεταλαβόντες ἁρμό‐ ζοντα καιρὸν καὶ τόπον κατὰ τὴν πραγματείαν πει‐ | |
5 | ρασόμεθα συνυποδεικνύειν πῶς ἄν τις ἥκιστα περὶ τὰς τοιαύτας ἐπιβολὰς ἁμαρτάνοι. | |
Hist.5.99.1 | Ὁ δὲ Φίλιππος διαψευσθεὶς τῆς πράξεως, καὶ καταστρατοπεδεύσας περὶ τὸν Ἐνιπέα ποταμόν, συν‐ ῆγε τὰς παρασκευὰς ἔκ τε τῆς Λαρίσης καὶ τῶν ἄλ‐ λων πόλεων, ἃς ἐπεποίητο κατὰ χειμῶνα πρὸς τὴν | |
Hist.5.99.2 | πολιορκίαν· ἡ γὰρ ὅλη πρόθεσις ἦν αὐτῷ τῆς στρα‐ | |
Hist.5.99.3 | τείας ἐξελεῖν τὰς Φθιώτιδας καλουμένας Θήβας. ἡ δὲ πόλις αὕτη κεῖται μὲν οὐ μακρὰν ἀπὸ τῆς θα‐ λάττης, ἀπέχουσα Λαρίσης ὡς τριακοσίους σταδίους, ἐπίκειται δ’ εὐκαίρως τῇ τε Μαγνησίᾳ καὶ τῇ Θετ‐ | |
5 | ταλίᾳ, καὶ μάλιστα τῆς μὲν Μαγνησίας τῇ τῶν Δη‐ μητριέων χώρᾳ, τῆς δὲ Θετταλίας τῇ τῶν Φαρσα‐ | |
Hist.5.99.4 | λίων καὶ Φεραίων. ἐξ ἧς καὶ τότε, κατεχόντων αὐτὴν τῶν Αἰτωλῶν καὶ συνεχεῖς ποιουμένων τὰς ἐπιδρομάς, μεγάλα συνέβαινε βλάπτεσθαι τούς τε Δημητριεῖς καὶ τοὺς Φαρσαλίους, ἔτι δὲ Λαρισαίους· | |
Hist.5.99.5 | πολλάκις γὰρ ἐποιοῦντο τὰς καταδρομὰς ἕως ἐπὶ τὸ | |
Hist.5.99.6 | καλούμενον Ἀμυρικὸν πεδίον. διόπερ ὁ Φίλιππος οὐκ ἐν μικρῷ τιθέμενος μεγάλην ἐποιεῖτο σπουδὴν | |
Hist.5.99.7 | ὑπὲρ τοῦ κατὰ κράτος ἐξελεῖν αὐτήν. συναχθέντων δὲ καταπελτῶν μὲν ἑκατὸν πεντήκοντα, πετροβολι‐ κῶν δ’ ὀργάνων πέντε καὶ εἴκοσι, προσῆλθε ταῖς Θήβαις, καὶ διελὼν τὸ στρατόπεδον εἰς τρία μέρη | |
Hist.5.99.8 | διέλαβε τοὺς πέριξ τόπους τῆς πόλεως, καὶ τῷ μὲν ἑνὶ περὶ τὸ Σκόπιον ἐστρατοπέδευσε, τῷ δ’ ἄλλῳ περὶ τὸ καλούμενον Ἡλιοτρόπιον, τὸ δὲ τρίτον εἶχε | |
Hist.5.99.9 | κατὰ τὸ τῆς πόλεως ὑπερκείμενον ὄρος, τὰ δὲ με‐ ταξὺ τῶν στρατοπέδων τάφρῳ καὶ διπλῷ χάρακι διαλαβὼν ὠχυρώσατο, πρὸς δὲ καὶ πύργοις ξυλίνοις ἠσφαλίσατο, κατὰ πλέθρον στήσας αὐτοὺς μετὰ φυ‐ | |
Hist.5.99.10 | λακῆς τῆς ἀρκούσης. ἑξῆς δὲ τούτοις τὰς παρα‐ σκευὰς ἁθροίσας ὁμοῦ πάσας ἤρξατο προσάγειν τὰ μηχανήματα πρὸς τὴν ἄκραν. | |
Hist.5.100.1 | Ἐπὶ μὲν οὖν ἡμέρας τρεῖς τὰς πρώτας οὐδὲν ἠδύνατο προβιβάζειν τῶν ἔργων διὰ τὸ γενναίως καὶ | |
Hist.5.100.2 | παραβόλως ἀμύνεσθαι τοὺς ἐκ τῆς πόλεως. ἐπειδὴ δὲ διὰ τὴν συνέχειαν τῶν ἀκροβολισμῶν καὶ τὸ πλῆ‐ θος τῶν βελῶν οἱ προκινδυνεύοντες τῶν ἐκ τῆς πό‐ λεως οἱ μὲν ἔπεσον, οἱ δὲ κατετραυματίσθησαν, τότε | |
5 | βραχείας ἐνδόσεως γενομένης ἤρξαντο τῶν ὀρυγμά‐ | |
Hist.5.100.3 | των οἱ Μακεδόνες. τῇ δὲ συνεχείᾳ, καίπερ ἀντι‐ βαίνοντος τοῦ χωρίου, μόλις ἐναταῖοι πρὸς τὸ τεῖχος | |
Hist.5.100.4 | ἐξίκοντο. μετὰ δὲ ταῦτα ποιούμενοι τὴν ἐργασίαν ἐκ διαδοχῆς, ὥστε μήθ’ ἡμέρας μήτε νυκτὸς διαλεί‐ πειν, ἐν τρισὶν ἡμέραις δύο πλέθρα τοῦ τείχους | |
Hist.5.100.5 | ὑπώρυξαν καὶ διεστύλωσαν. τῶν δ’ ἐρεισμάτων οὐ δυναμένων ὑποφέρειν τὸ βάρος, ἀλλ’ ἐνδόντων, πε‐ σεῖν συνέβη τὸ τεῖχος πρὸ τοῦ πῦρ ἐμβαλεῖν τοὺς Μα‐ | |
Hist.5.100.6 | κεδόνας. ἐνεργὸν δὲ ποιησαμένων τὴν ἀνακάθαρσιν τοῦ πτώματος, καὶ παρασκευασαμένων πρὸς τὴν εἴσοδον καὶ μελλόντων ἤδη βιάζεσθαι, καταπλαγέν‐ | |
Hist.5.100.7 | τες παρέδοσαν οἱ Θηβαῖοι τὴν πόλιν. ὁ δὲ Φίλιπ‐ πος διὰ τῆς πράξεως ταύτης ἀσφαλισάμενος τὰ κατὰ τὴν Μαγνησίαν καὶ Θετταλίαν ἀφείλετο τὰς μεγάλας ὠφελείας τῶν Αἰτωλῶν, ἀπεδείξατο δὲ καὶ ταῖς αὑ‐ | |
5 | τοῦ δυνάμεσιν ὅτι δικαίως ἐπανείλετο τοὺς περὶ τὸν Λεόντιον, ἐθελοκακήσαντας πρότερον ἐν τῇ περὶ | |
Hist.5.100.8 | τοὺς Παλαιεῖς πολιορκίᾳ. γενόμενος δὲ κύριος τῶν Θηβῶν τοὺς μὲν ὑπάρχοντας οἰκήτορας ἐξηνδραπο‐ δίσατο, Μακεδόνας δ’ εἰσοικίσας Φιλίππου τὴν πό‐ λιν ἀντὶ Θηβῶν κατωνόμασεν. | |
Hist.5.100.9 | Ἤδη δ’ αὐτοῦ συντετελεσμένου τὰ κατὰ τὰς Θή‐ βας, πάλιν ἧκον ὑπὲρ τῶν διαλύσεων παρά τε Χίων καὶ Ῥοδίων καὶ Βυζαντίων πρέσβεις καὶ παρὰ Πτο‐ | |
Hist.5.100.10 | λεμαίου τοῦ βασιλέως· οἷς παραπλησίους ἀποκρίσεις δοὺς ταῖς πρότερον, καὶ φήσας οὐκ ἀλλότριος εἶναι διαλύσεως, ἔπεμψε κελεύσας αὐτοὺς πεῖραν λαμβά‐ | |
Hist.5.100.11 | νειν καὶ τῶν Αἰτωλῶν. αὐτὸς δὲ τῆς μὲν διαλύσεως ὠλιγώρει, τοῦ δὲ πράττειν τι τῶν ἑξῆς ἀντείχετο. | |
Hist.5.101.1 | Διόπερ ἀκούων τοὺς Σκερδιλαΐδου λέμβους περὶ Μαλέαν λῄζεσθαι καὶ πᾶσι τοῖς ἐμπόροις ὡς πολε‐ μίοις χρῆσθαι, παρεσπονδηκέναι δὲ καὶ τῶν ἰδίων | |
Hist.5.101.2 | τινὰ πλοίων ἐν Λευκάδι συνορμήσαντα, καταρτίσας δώδεκα μὲν καταφράκτους ναῦς, ὀκτὼ δ’ ἀφράκτους, τριάκοντα δ’ ἡμιολίους, ἔπλει δι’ Εὐρίπου, σπεύ‐ δων μὲν καταλαβεῖν καὶ τοὺς Ἰλλυριούς, καθόλου | |
5 | δὲ μετέωρος ὢν ταῖς ἐπιβολαῖς ἐπὶ τὸν κατὰ τῶν Αἰτωλῶν πόλεμον διὰ τὸ μηδέν πω συνεικέναι τῶν | |
Hist.5.101.3 | ἐν Ἰταλίᾳ γεγονότων. συνέβαινε δέ, καθ’ οὓς και‐ | |
ροὺς ἐπολιόρκει τὰς Θήβας Φίλιππος, ἡττῆσθαι Ῥω‐ μαίους ὑπ’ Ἀννίβου τῇ περὶ Τυρρηνίαν μάχῃ, τὴν δὲ φήμην ὑπὲρ τῶν γεγονότων μηδέπω προσπεπτω‐ | ||
Hist.5.101.4 | κέναι τοῖς Ἕλλησιν. ὁ δὲ Φίλιππος, τῶν λέμβων ὑστερήσας καὶ καθορμισθεὶς πρὸς Κεγχρεαῖς τὰς μὲν καταφράκτους ναῦς ἐξαπέστειλε, συντάξας περὶ Μα‐ λέαν ποιεῖσθαι τὸν πλοῦν ὡς ἐπ’ Αἰγίου καὶ Πα‐ | |
5 | τρῶν, τὰ δὲ λοιπὰ τῶν πλοίων ὑπερισθμίσας ἐν | |
Hist.5.101.5 | Λεχαίῳ παρήγγελλε πᾶσιν ὁρμεῖν. αὐτὸς δὲ κατὰ σπουδὴν ἧκε μετὰ φίλων ἐπὶ τὴν τῶν Νεμέων πανή‐ | |
Hist.5.101.6 | γυριν εἰς Ἄργος. ἄρτι δ’ αὐτοῦ θεωμένου τὸν ἀγῶνα τὸν γυμνικόν, παρῆν ἐκ Μακεδονίας γραμμα‐ τοφόρος διασαφῶν ὅτι λείπονται Ῥωμαῖοι μάχῃ με‐ | |
Hist.5.101.7 | γάλῃ καὶ κρατεῖ τῶν ὑπαίθρων Ἀννίβας. παραυτίκα μὲν οὖν Δημητρίῳ τῷ Φαρίῳ μόνῳ τὴν ἐπιστολὴν | |
Hist.5.101.8 | ἐπέδειξε, σιωπᾶν παρακελευσάμενος· ὃς καὶ λαβό‐ μενος τῆς ἀφορμῆς ταύτης τὸν μὲν πρὸς τοὺς Αἰ‐ τωλοὺς ᾤετο δεῖν τὴν ταχίστην ἀπορρῖψαι πόλεμον, ἀντέχεσθαι δὲ τῶν κατὰ τὴν Ἰλλυρίδα πραγμάτων | |
Hist.5.101.9 | ἠξίου καὶ τῆς εἰς Ἰταλίαν διαβάσεως. τὰ μὲν γὰρ κατὰ τὴν Ἑλλάδα πάντα καὶ νῦν ἤδη ποιεῖν αὐτῷ τὸ προσταττόμενον ἔφη καὶ μετὰ ταῦτα ποιήσειν, Ἀχαιῶν μὲν ἐθελοντὴν εὐνοούντων, Αἰτωλῶν δὲ | |
5 | καταπεπληγμένων ἐκ τῶν συμβεβηκότων αὐτοῖς κατὰ | |
Hist.5.101.10 | τὸν ἐνεστῶτα πόλεμον· τὴν δ’ Ἰταλίαν ἔφη καὶ τὴν ἐκεῖ διάβασιν ἀρχὴν εἶναι τῆς ὑπὲρ τῶν ὅλων ἐπι‐ βολῆς, ἣν οὐδενὶ καθήκειν μᾶλλον ἢ ’κείνῳ τὸν | |
Hist.5.102.1 | δὲ καιρὸν εἶναι νῦν, ἐπταικότων Ῥωμαίων. τοιού‐ τοις δὲ χρησάμενος λόγοις ταχέως παρώρμησε τὸν Φίλιππον, ὡς ἄν, οἶμαι, καὶ νέον βασιλέα καὶ κατὰ τὰς πράξεις ἐπιτυχῆ καὶ καθόλου τολμηρὸν εἶναι | |
5 | δοκοῦντα, πρὸς δὲ τούτοις ἐξ οἰκίας ὁρμώμενον τοιαύτης, ἣ μάλιστά πως ἀεὶ τῆς τῶν ὅλων ἐλπίδος ἐφίεται. | |
Hist.5.102.2 | Πλὴν ὅ γε Φίλιππος, ὡς εἶπον, τότε μὲν αὐτῷ τῷ Δημητρίῳ τὰ προσπεπτωκότα διὰ τῆς ἐπιστολῆς ἐδήλωσε, μετὰ δὲ ταῦτα συνῆγε τοὺς φίλους καὶ διαβούλιον ἀνεδίδου περὶ τῆς πρὸς Αἰτωλοὺς δια‐ | |
Hist.5.102.3 | λύσεως. ὄντων δὲ καὶ τῶν περὶ τὸν Ἄρατον οὐκ ἀλλοτρίων διεξαγωγῆς τῷ δοκεῖν ὑπερδεξίους ὄντας | |
Hist.5.102.4 | τῷ πολέμῳ ποιεῖσθαι τὴν διάλυσιν, οὕτως ὁ βασι‐ λεύς, οὐδὲ τοὺς πρεσβευτὰς ἔτι προσδεξάμενος τοὺς κοινῇ πράττοντας τὰ περὶ τὰς διαλύσεις, παραχρῆμα Κλεόνικον μὲν τὸν Ναυπάκτιον πρὸς τοὺς Αἰτω‐ | |
Hist.5.102.5 | λοὺς διεπέμψατο—κατέλαβε γὰρ ἔτι τοῦτον ἐκ τῆς αἰχμαλωσίας ἐπιμένοντα τὴν τῶν Ἀχαιῶν σύν‐ οδον—αὐτὸς δὲ παραλαβὼν ἐκ Κορίνθου τὰς ναῦς | |
Hist.5.102.6 | καὶ τὴν πεζὴν δύναμιν ἧκεν ἔχων εἰς Αἴγιον. καὶ προελθὼν ἐπὶ Λασιῶνα καὶ τὸν ἐν τοῖς Περιππίοις πύργον παραλαβών, καὶ συνυποκριθεὶς ὡς ἐμβαλῶν εἰς τὴν Ἠλείαν, τοῦ μὴ δοκεῖν λίαν ἕτοιμος εἶναι | |
Hist.5.102.7 | πρὸς τὴν τοῦ πολέμου κατάλυσιν, μετὰ ταῦτα δὶς ἢ τρὶς ἀνακάμψαντος τοῦ Κλεονίκου, δεομένων τῶν | |
Hist.5.102.8 | Αἰτωλῶν εἰς λόγους σφίσι συνελθεῖν ἐπήκουσε, καὶ πάντ’ ἀφεὶς τὰ τοῦ πολέμου πρὸς μὲν τὰς συμμα‐ χίδας πόλεις γραμματοφόρους ἐξαπέστειλε, παρα‐ καλῶν πέμπειν τοὺς συνεδρεύσοντας καὶ μεθέξοντας | |
Hist.5.102.9 | τῆς ὑπὲρ τῶν διαλύσεων κοινολογίας, αὐτὸς δὲ δια‐ βὰς μετὰ τῆς δυνάμεως καὶ καταστρατοπεδεύσας περὶ Πάνορμον, ὃς ἔστι μὲν τῆς Πελοποννήσου λιμήν, κεῖται δὲ καταντικρὺ τῆς τῶν Ναυπακτίων πόλεως, | |
Hist.5.102.10 | ἀνέμενε τοὺς τῶν συμμάχων συνέδρους. κατὰ δὲ | |
τὸν καιρὸν τοῦτον, καθ’ ὃν ἔδει συναθροίζεσθαι τοὺς προειρημένους, πλεύσας εἰς Ζάκυνθον δι’ αὑ‐ τοῦ κατεστήσατο τὰ κατὰ τὴν νῆσον, καὶ παρῆν | ||
Hist.5.103.1 | αὖθις ἀναπλέων. ἤδη δὲ καὶ τῶν συνέδρων ἡθροι‐ σμένων, ἐξέπεμψε πρὸς τοὺς Αἰτωλοὺς Ἄρατον καὶ | |
Hist.5.103.2 | Ταυρίωνα καί τινας τῶν ἡκόντων ἅμα τούτοις. οἳ καὶ συμμίξαντες τοῖς Αἰτωλοῖς πανδημεὶ συνηθροι‐ σμένοις ἐν Ναυπάκτῳ, βραχέα διαλεχθέντες καὶ θεω‐ ροῦντες αὐτῶν τὴν ὁρμὴν τὴν πρὸς τὰς διαλύσεις, | |
5 | ἔπλεον ἐξ ὑποστροφῆς πρὸς τὸν Φίλιππον χάριν τοῦ | |
Hist.5.103.3 | διασαφῆσαι περὶ τούτων. οἱ δ’ Αἰτωλοί, σπεύδοντες διαλύσασθαι τὸν πόλεμον, ἐξαπέστελλον ἅμα τούτοις πρέσβεις πρὸς τὸν Φίλιππον, ἀξιοῦντες παραγενέ‐ σθαι μετὰ τῆς δυνάμεως πρὸς σφᾶς, ἵνα τῆς κοινο‐ | |
5 | λογίας ἐκ χειρὸς γινομένης τύχῃ τὰ πράγματα τῆς | |
Hist.5.103.4 | ἁρμοζούσης διεξαγωγῆς. ὁ δὲ βασιλεὺς (παρ)ορμη‐ θεὶς τοῖς παρακαλουμένοις διέπλευσε μετὰ τῆς δυνά‐ μεως πρὸς τὰ λεγόμενα Κοῖλα τῆς Ναυπακτίας, ἃ | |
Hist.5.103.5 | τῆς πόλεως εἴκοσι μάλιστα σταδίους ἀφέστηκε· στρα‐ τοπεδεύσας δὲ καὶ περιλαβὼν χάρακι τὰς νῆας καὶ τὴν παρεμβολήν, ἔμενε προσανέχων τὸν καιρὸν τῆς | |
Hist.5.103.6 | ἐντεύξεως. οἱ δ’ Αἰτωλοὶ χωρὶς τῶν ὅπλων ἧκον πανδημεί, καὶ διασχόντες ὡς δύο στάδια τῆς Φι‐ λίππου παρεμβολῆς διεπέμποντο καὶ διελέγοντο περὶ | |
Hist.5.103.7 | τῶν ἐνεστώτων. τὸ μὲν οὖν πρῶτον ὁ βασιλεὺς πάντας ἐξέπεμπε τοὺς ἥκοντας παρὰ τῶν συμμάχων, κελεύσας ἐπὶ τούτοις προτείνειν τὴν εἰρήνην τοῖς | |
Hist.5.103.8 | Αἰτωλοῖς, ὥστ’ ἔχειν ἀμφοτέρους ἃ νῦν ἔχουσι· δεξα‐ μένων δὲ τῶν Αἰτωλῶν ἑτοίμως, τὸ λοιπὸν ἤδη περὶ τῶν κατὰ μέρος συνεχεῖς ἐγίνοντο διαποστολαὶ πρὸς ἀλλήλους, ὧν τὰς μὲν πλείους παρήσομεν διὰ τὸ | |
Hist.5.103.9 | μηδὲν ἔχειν ἄξιον μνήμης, τῆς δ’ Ἀγελάου τοῦ Ναυπακτίου παραινέσεως ποιησόμεθα μνήμην, ᾗ κατὰ τὴν πρώτην ἔντευξιν ἐχρήσατο πρός τε τὸν | |
Hist.5.104.1 | βασιλέα καὶ τοὺς παρόντας συμμάχους. ὃς ἔφη δεῖν μάλιστα μὲν μηδέποτε πολεμεῖν τοὺς Ἕλληνας ἀλλή‐ λοις, ἀλλὰ μεγάλην χάριν ἔχειν τοῖς θεοῖς, εἰ λέ‐ γοντες ἓν καὶ ταὐτὸ πάντες καὶ συμπλέκοντες τὰς | |
5 | χεῖρας, καθάπερ οἱ τοὺς ποταμοὺς διαβαίνοντες, δύ‐ ναιντο τὰς τῶν βαρβάρων ἐφόδους ἀποτριβόμενοι | |
Hist.5.104.2 | συσσῴζειν σφᾶς αὐτοὺς καὶ τὰς πόλεις. οὐ μὴν ἀλλ’ εἰ τὸ παράπαν τοῦτο μὴ δυνατόν, κατά γε τὸ παρὸν ἠξίου συμφρονεῖν καὶ φυλάττεσθαι, προϊδο‐ μένους τὸ βάρος τῶν στρατοπέδων καὶ τὸ μέγεθος | |
Hist.5.104.3 | τοῦ συνεστῶτος πρὸς ταῖς δύσεσι πολέμου· δῆλον γὰρ εἶναι παντὶ τῷ καὶ μετρίως περὶ τὰ κοινὰ σπουδάζοντι καὶ νῦν, ὡς ἐάν τε Καρχηδόνιοι Ῥω‐ μαίων ἐάν τε Ῥωμαῖοι Καρχηδονίων περιγένωνται | |
5 | τῷ πολέμῳ, διότι κατ’ οὐδένα τρόπον εἰκός ἐστι τοὺς κρατήσαντας ἐπὶ ταῖς Ἰταλιωτῶν καὶ Σικελιω‐ τῶν μεῖναι δυναστείαις, ἥξειν δὲ καὶ διατείνειν τὰς ἐπιβολὰς καὶ δυνάμεις αὑτῶν πέρα τοῦ δέοντος. | |
Hist.5.104.4 | διόπερ ἠξίου πάντας μὲν φυλάξασθαι τὸν καιρόν, | |
Hist.5.104.5 | μάλιστα δὲ Φίλιππον. εἶναι δὲ φυλακήν, ἐὰν ἀφέ‐ μενος τοῦ καταφθείρειν τοὺς Ἕλληνας καὶ ποιεῖν εὐχειρώτους τοῖς ἐπιβαλλομένοις κατὰ τοὐναντίον ὡς ὑπὲρ ἰδίου σώματος βουλεύηται, καὶ καθόλου | |
5 | πάντων. τῶν τῆς Ἑλλάδος μερῶν ὡς οἰκείων καὶ | |
Hist.5.104.6 | προσηκόντων αὑτῷ ποιῆται πρόνοιαν· τοῦτον γὰρ τὸν τρόπον χρωμένου τοῖς πράγμασι τοὺς μὲν Ἕλ‐ ληνας εὔνους ὑπάρχειν αὐτῷ καὶ βεβαίους συναγω‐ νιστὰς πρὸς τὰς ἐπιβολάς, τοὺς δ’ ἔξωθεν ἧττον ἐπι‐ | |
5 | βουλεύσειν αὐτοῦ τῇ δυναστείᾳ, καταπεπληγμένους | |
Hist.5.104.7 | τὴν τῶν Ἑλλήνων πρὸς αὐτὸν πίστιν. εἰ δὲ πραγ‐ μάτων ὀρέγεται, πρὸς τὰς δύσεις βλέπειν αὐτὸν ἠξίου καὶ τοῖς ἐν Ἰταλίᾳ συνεστῶσι πολέμοις προσέχειν τὸν νοῦν, ἵνα γενόμενος ἔφεδρος ἔμφρων πειραθῇ | |
5 | σὺν καιρῷ τῆς τῶν ὅλων ἀντιποιήσασθαι δυναστείας. | |
Hist.5.104.8 | εἶναι δὲ τὸν ἐνεστῶτα καιρὸν οὐκ ἀλλότριον τῆς | |
Hist.5.104.9 | ἐλπίδος ταύτης. τὰς δὲ πρὸς τοὺς Ἕλληνας διαφο‐ ρὰς καὶ τοὺς πολέμους εἰς τὰς ἀναπαύσεις αὐτὸν ὑπερτίθεσθαι παρεκάλει, καὶ μάλιστα σπουδάζειν περὶ τούτου τοῦ μέρους, ἵν’ ἔχῃ τὴν ἐξουσίαν, ὅταν | |
5 | βούληται, καὶ διαλύεσθαι καὶ πολεμεῖν πρὸς αὐτούς· | |
Hist.5.104.10 | ὡς ἐὰν ἅπαξ τὰ προφαινόμενα νῦν ἀπὸ τῆς ἑσπέρας νέφη προσδέξηται τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ἐπι‐ στῆναι, καὶ λίαν ἀγωνιᾶν ἔφη μὴ τὰς ἀνοχὰς καὶ τοὺς πολέμους καὶ καθόλου τὰς παιδιάς, ἃς νῦν | |
5 | παίζομεν πρὸς ἀλλήλους, ἐκκοπῆναι συμβῇ πάντων | |
Hist.5.104.11 | ἡμῶν ἐπὶ τοσοῦτον ὥστε κἂν εὔξασθαι τοῖς θεοῖς ὑπάρχειν ἡμῖν τὴν ἐξουσίαν ταύτην, καὶ πολεμεῖν ὅταν βουλώμεθα καὶ διαλύεσθαι πρὸς ἀλλήλους, καὶ καθόλου κυρίους εἶναι τῶν ἐν αὑτοῖς ἀμφισβητου‐ | |
5 | μένων. | |
Hist.5.105.1 | Ὁ μὲν οὖν Ἀγέλαος τοιαῦτα διαλεχθεὶς πάντας μὲν παρώρμησε τοὺς συμμάχους πρὸς τὰς διαλύσεις, μάλιστα δὲ τὸν Φίλιππον, οἰκείοις χρησάμενος λό‐ γοις πρὸς τὴν ὁρμὴν αὐτοῦ τὴν ἤδη προκατεσκευα‐ | |
Hist.5.105.2 | σμένην ὑπὸ τῶν τοῦ Δημητρίου παραινέσεων. διόπερ ἀνθομολογησάμενοι πρὸς σφᾶς ὑπὲρ τῶν κατὰ μέ‐ ρος, καὶ κυρώσαντες τὰς διαλύσεις, ἐχωρίσθησαν, κατάγοντες εἰς τὰς οἰκείας ἕκαστοι πατρίδας εἰρήνην | |
5 | ἀντὶ πολέμου. | |
Hist.5.105.3 | Ταῦτα δὲ πάντα συνέβη γενέσθαι κατὰ τὸν τρίτον ἐνιαυτὸν τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιά‐ δος, λέγω δὲ τὴν τῶν Ῥωμαίων περὶ Τυρρηνίαν μάχην καὶ τὴν Ἀντιόχου περὶ Κοίλην Συρίαν, ἔτι | |
5 | δὲ τὰς Ἀχαιῶν καὶ Φιλίππου πρὸς Αἰτωλοὺς δια‐ λύσεις. | |
Hist.5.105.4 | Τὰς μὲν οὖν Ἑλληνικὰς καὶ τὰς Ἰταλικάς, ἔτι δὲ τὰς Λιβυκὰς πράξεις, οὗτος ὁ καιρὸς καὶ τοῦτο | |
Hist.5.105.5 | τὸ διαβούλιον συνέπλεξε πρῶτον· οὐ γὰρ ἔτι Φί‐ λιππος οὐδ’ οἱ τῶν Ἑλλήνων προεστῶτες ἄρχοντες πρὸς τὰς κατὰ τὴν Ἑλλάδα πράξεις ποιούμενοι τὰς ἀναφορὰς οὔτε τοὺς πολέμους οὔτε τὰς διαλύσεις | |
5 | ἐποιοῦντο πρὸς ἀλλήλους, ἀλλ’ ἤδη πάντες πρὸς | |
Hist.5.105.6 | τοὺς ἐν Ἰταλίᾳ σκοποὺς ἀπέβλεπον. ταχέως δὲ καὶ πρὸς τοὺς νησιώτας καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦν‐ | |
Hist.5.105.7 | τας τὸ παραπλήσιον συνέβη γενέσθαι· καὶ γὰρ οἱ Φιλίππῳ δυσαρεστούμενοι καί τινες τῶν Ἀττάλῳ διαφερομένων οὐκέτι πρὸς Ἀντίοχον καὶ Πτολεμαῖον οὐδὲ πρὸς μεσημβρίαν καὶ τὰς ἀνατολὰς ἔνευον, | |
5 | ἀλλ’ ἐπὶ τὴν ἑσπέραν ἀπὸ τούτων τῶν καιρῶν ἔβλε‐ πον, καὶ τινὲς μὲν πρὸς Καρχηδονίους, οἱ δὲ πρὸς | |
Hist.5.105.8 | Ῥωμαίους ἐπρέσβευον, ὁμοίως δὲ καὶ Ῥωμαῖοι πρὸς τοὺς Ἕλληνας, δεδιότες τὴν τοῦ Φιλίππου τόλμαν καὶ προορώμενοι μὴ συνεπίθηται τοῖς τότε περιε‐ | |
Hist.5.105.9 | στῶσιν αὐτοὺς καιροῖς. ἡμεῖς δ’ ἐπειδὴ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόσχεσιν σαφῶς, οἶμαι, δεδείχαμεν πότε καὶ πῶς καὶ δι’ ἃς αἰτίας αἱ κατὰ τὴν Ἑλλάδα πρά‐ | |
Hist.5.105.10 | ξεις συνεπλάκησαν ταῖς Ἰταλικαῖς καὶ Λιβυκαῖς, λοι‐ πὸν κατὰ τὸ συνεχὲς ποιησάμενοι τὴν διήγησιν ὑπὲρ τῶν Ἑλληνικῶν ἕως εἰς τοὺς καιρούς, ἐν οἷς Ῥω‐ μαῖοι τὴν περὶ Κάνναν μάχην ἡττήθησαν, ἐφ’ ἣν | |
5 | τῶν Ἰταλικῶν πράξεων τὴν καταστροφὴν ἐποιησά‐ μεθα, καὶ ταύτην τὴν βύβλον ἀφοριοῦμεν, ἐξισώ‐ σαντες τοῖς προειρημένοις καιροῖς. | |
Hist.5.106.1 | Ἀχαιοὶ μὲν οὖν ὡς θᾶττον ἀπέθεντο τὸν πόλε‐ μον, στρατηγὸν αὑτῶν ἑλόμενοι Τιμόξενον, ἀναχω‐ ρήσαντες εἰς τὰ σφέτερα νόμιμα καὶ τὰς διαγωγάς, | |
Hist.5.106.2 | ἅμ’ Ἀχαιοῖς δ’ [καὶ] αἱ λοιπαὶ πόλεις αἱ κατὰ Πε‐ λοπόννησον, ἀνεκτῶντο μὲν τοὺς ἰδίους (βίους), ἐθε‐ ράπευον δὲ τὴν χώραν, ἀνενεοῦντο δὲ τὰς πατρίους θυσίας καὶ πανηγύρεις καὶ τἄλλα τὰ πρὸς τοὺς | |
Hist.5.106.3 | θεοὺς παρ’ ἑκάστοις ὑπάρχοντα νόμιμα. σχεδὸν γὰρ ὡς ἂν εἰ λήθην συνέβαινε γεγονέναι παρὰ τοῖς πλείστοις περὶ τὰ τοιαῦτα διὰ τὴν συνέχειαν τῶν | |
Hist.5.106.4 | προγεγονότων πολέμων. οὐ γὰρ οἶδ’ ὅπως ἀεί ποτε Πελοποννήσιοι, τῶν ἄλλων ἀνθρώπων οἰκειότατα πρὸς τὸν ἥμερον καὶ τὸν ἀνθρώπινον βίον (ἔχον‐ τες), ἥκιστα πάντων ἀπολελαύκασιν αὐτοῦ κατά γε | |
5 | τοὺς ἀνώτερον χρόνους, μᾶλλον δέ πως κατὰ τὸν Εὐριπίδην ἦσαν ἀεὶ πρασίμοχθοί τινες καὶ οὔποτε | |
Hist.5.106.5 | ἥσυχοι δορί. τοῦτο δέ μοι δοκοῦσι πάσχειν εἰκό‐ τως· ἅπαντες γὰρ ἡγεμονικοὶ καὶ φιλελεύθεροι ταῖς φύσεσι μάχονται συνεχῶς πρὸς ἀλλήλους, ἀπαραχω‐ | |
Hist.5.106.6 | ρήτως διακείμενοι περὶ τῶν πρωτείων. Ἀθηναῖοι δὲ τῶν ἐκ Μακεδονίας φόβων ἀπελέλυντο καὶ τὴν | |
Hist.5.106.7 | ἐλευθερίαν ἔχειν ἐδόκουν ἤδη βεβαίως, χρώμενοι δὲ προστάταις Εὐρυκλείδᾳ καὶ Μικίωνι τῶν μὲν ἄλλων Ἑλληνικῶν πράξεων οὐδ’ ὁποίας μετεῖχον, ἀκολου‐ θοῦντες δὲ τῇ τῶν προεστώτων αἱρέσει καὶ ταῖς | |
5 | τούτων ὁρμαῖς εἰς πάντας τοὺς βασιλεῖς ἐξεκέχυντο, | |
Hist.5.106.8 | καὶ μάλιστα τούτων εἰς Πτολεμαῖον, καὶ πᾶν γένος ὑπέμενον ψηφισμάτων καὶ κηρυγμάτων, βραχύν τινα | |
λόγον ποιούμενοι τοῦ καθήκοντος διὰ τὴν τῶν προ‐ | ||
Hist.5.107.1 | εστώτων ἀκρισίαν. Πτολεμαίῳ γε μὴν εὐθέως ἀπὸ τούτων τῶν καιρῶν συνέβαινε γίνεσθαι τὸν πρὸς | |
Hist.5.107.2 | τοὺς Αἰγυπτίους πόλεμον. ὁ γὰρ προειρημένος βα‐ σιλεὺς καθοπλίσας τοὺς Αἰγυπτίους ἐπὶ τὸν πρὸς Ἀντίοχον πόλεμον πρὸς μὲν τὸ παρὸν ἐνδεχομένως | |
Hist.5.107.3 | ἐβουλεύσατο, τοῦ δὲ μέλλοντος ἠστόχησε· φρονημα‐ τισθέντες γὰρ ἐκ τοῦ περὶ Ῥαφίαν προτερήματος, οὐκέτι τὸ προσταττόμενον οἷοί τ’ ἦσαν ὑπομένειν, ἀλλ’ ἐζήτουν ἡγεμόνα καὶ πρόσωπον, ὡς ἱκανοὶ βοη‐ | |
5 | θεῖν ὄντες αὑτοῖς. ὃ καὶ τέλος ἐποίησαν οὐ μετὰ | |
Hist.5.107.4 | πολὺν χρόνον. Ἀντίοχος δὲ μεγάλῃ παρασκευῇ χρη‐ σάμενος ἐν τῷ χειμῶνι, μετὰ ταῦτα τῆς θερείας ἐπιγενομένης ὑπερέβαλε τὸν Ταῦρον, καὶ συνθέμενος πρὸς Ἄτταλον τὸν βασιλέα κοινοπραγίαν ἐνίστατο | |
Hist.5.107.5 | τὸν πρὸς Ἀχαιὸν πόλεμον. Αἰτωλοὶ δὲ παραυτὰ μὲν εὐδοκοῦντες τῇ γενομένῃ διαλύσει πρὸς τοὺς Ἀχαιούς, ὡς ἂν μὴ κατὰ γνώμην αὐτοῖς τοῦ πολέ‐ μου προκεχωρηκότος—διὸ καὶ στρατηγὸν Ἀγέλαον | |
5 | εἵλοντο τὸν Ναυπάκτιον, δοκοῦντα πλεῖστα συμβε‐ | |
Hist.5.107.6 | βλῆσθαι πρὸς τὰς διαλύσεις—οὐδένα χρόνον δια‐ λιπόντες δυσηρέστουν καὶ κατεμέμφοντο τὸν Ἀγέ‐ λαον ὡς ὑποτετμημένον πάσας αὐτῶν τὰς ἔξωθεν ὠφελείας καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας, διὰ τὸ μὴ | |
5 | πρὸς τινάς, πρὸς πάντας δὲ τοὺς Ἕλληνας πεποιῆ‐ | |
Hist.5.107.7 | σθαι τὴν εἰρήνην. ὁ δὲ προειρημένος ἀνὴρ ὑπο‐ φέρων τὴν προειρημένην τοιαύτην ἀλογίαν καὶ μέμ‐ ψιν παρακατεῖχε τὰς ὁρμὰς αὐτῶν· διὸ καὶ καρτερεῖν οὗτοι μὲν ἠναγκάζοντο παρὰ φύσιν. | |
Hist.5.108.1 | Ὁ δὲ βασιλεὺς Φίλιππος, ἀνακομισθεὶς κατὰ θά‐ λατταν ἀπὸ τῶν διαλύσεων εἰς Μακεδονίαν, καὶ | |
καταλαβὼν τὸν Σκερδιλαΐδαν ἐπὶ τῇ προφάσει τῶν προσοφειλομένων χρημάτων, πρὸς ἃ καὶ τὰ περὶ | ||
5 | τὴν Λευκάδα πλοῖα παρεσπόνδησε, καὶ τότε τῆς μὲν Πελαγονίας πόλισμα διηρπακότα τὸ προσαγορευό‐ | |
Hist.5.108.2 | μενον Πισσαῖον, τῆς δὲ Δασσαρήτιδος προσηγμένον πόλεις, τὰς μὲν φόβῳ, τὰς δ’ ἐπαγγελίαις, Ἀντιπά‐ τρειαν, Χρυσονδύωνα, Γερτοῦντα, πολλὴν δὲ καὶ τῆς συνορούσης τούτοις Μακεδονίας ἐπιδεδραμη‐ | |
Hist.5.108.3 | κότα, παραυτίκα μὲν ὥρμησε μετὰ τῆς δυνάμεως, ὡς ἀνακτήσασθαι σπουδάζων τὰς ἀφεστηκυίας πό‐ | |
Hist.5.108.4 | λεις, καθόλου δ’ ἔκρινε πολεμεῖν πρὸς τὸν Σκερδι‐ λαΐδαν, νομίζων ἀναγκαιότατον εἶναι παρευτρεπίσα‐ σθαι τὰ κατὰ τὴν Ἰλλυρίδα πρός τε τὰς ἄλλας ἐπιβολὰς καὶ μάλιστα πρὸς τὴν εἰς Ἰταλίαν διάβα‐ | |
Hist.5.108.5 | σιν. ὁ γὰρ Δημήτριος οὕτως ἐξέκαιε τὴν ἐλπίδα καὶ τὴν ἐπιβολὴν τῷ βασιλεῖ ταύτην συνεχῶς, ὥστε κατὰ τοὺς ὕπνους τὸν Φίλιππον ταῦτ’ ὀνειρώττειν | |
Hist.5.108.6 | καὶ περὶ ταύτας εἶναι τὰς πράξεις. ἐποίει δὲ ταῦτα Δημήτριος οὐ Φιλίππου χάριν—τούτῳ μὲν γὰρ τρίτην ἴσως ἐν τούτοις ἔνεμε μερίδα—μᾶλλον δὲ τῆς πρὸς Ῥωμαίους δυσμενείας, τὸ δὲ πλεῖστον ἕνε‐ | |
Hist.5.108.7 | κεν αὑτοῦ καὶ τῶν ἰδίων ἐλπίδων· μόνως γὰρ οὕ‐ τως ἐπέπειστο τὴν ἐν τῷ Φάρῳ δυναστείαν κατα‐ | |
Hist.5.108.8 | κτήσασθαι πάλιν. πλὴν ὅ γε Φίλιππος στρατεύσας ἀνεκτήσατο μὲν τὰς προειρημένας πόλεις, κατελάβετο δὲ τῆς μὲν Δασσαρήτιδος Κρεώνιον καὶ Γεροῦντα, τῶν δὲ περὶ τὴν Λυχνιδίαν λίμνην Ἐγχελᾶνας, Κέ‐ | |
5 | ρακα, Σατίωνα, Βοιούς, τῆς δὲ Καλοικίνων χώρας Βαντίαν, ἔτι δὲ τῶν καλουμένων Πισαντίνων Ὀρ‐ | |
Hist.5.108.9 | γησσόν. ἐπιτελεσάμενος δὲ ταῦτα διαφῆκε τὰς δυ‐ νάμεις εἰς παραχειμασίαν. ἦν δ’ ὁ χειμὼν οὗτος, | |
καθ’ ὃν Ἀννίβας, πεπορθηκὼς τοὺς ἐπιφανεστάτους τόπους τῆς Ἰταλίας ἔμελλε περὶ τὸ Γερούνιον τῆς | ||
Hist.5.108.10 | Δαυνίας ποιεῖσθαι τὴν παραχειμασίαν. Ῥωμαῖοι δὲ τότε κατέστησαν στρατηγοὺς αὑτῶν Γάιον Τερέντιον καὶ Λεύκιον Αἰμίλιον. | |
Hist.5.109.1 | Φίλιππος δὲ κατὰ τὴν παραχειμασίαν ἀναλογι‐ ζόμενος ὅτι πρὸς τὰς ἐπιβολὰς αὐτοῦ χρεία πλοίων ἐστὶ καὶ τῆς κατὰ θάλατταν ὑπηρεσίας, καὶ ταύτης | |
Hist.5.109.2 | οὐχ ὡς πρὸς ναυμαχίαν—τοῦτο μὲν γὰρ οὐδ’ ἂν ἤλπισε δυνατὸς εἶναι, Ῥωμαίοις διαναυμαχεῖν— ἀλλὰ μᾶλλον ἕως τοῦ παρακομίζειν στρατιώτας καὶ θᾶττον διαίρειν οὗ πρόθοιτο καὶ παραδόξως ἐπι‐ | |
Hist.5.109.3 | φαίνεσθαι τοῖς πολεμίοις· διόπερ ὑπολαβὼν ἀρίστην εἶναι πρὸς ταῦτα τὴν τῶν Ἰλλυριῶν ναυπηγίαν ἑκα‐ τὸν ἐπεβάλετο λέμβους κατασκευάζειν, σχεδὸν πρῶ‐ | |
Hist.5.109.4 | τος τῶν ἐν Μακεδονίᾳ βασιλέων. καταρτίσας δὲ τούτους συνῆγε τὰς δυνάμεις ἀρχομένης θερείας, καὶ βραχέα προσασκήσας τοὺς Μακεδόνας ἐν ταῖς | |
Hist.5.109.5 | εἰρεσίαις ἀνήχθη. κατὰ δὲ τὸν αὐτὸν καιρὸν Ἀν‐ τίοχος μὲν ὑπερέβαλε τὸν Ταῦρον, Φίλιππος δὲ ποιησάμενος τὸν πλοῦν δι’ Εὐρίπου καὶ [τοῦ] περὶ Μαλέαν ἧκε πρὸς τοὺς περὶ Κεφαλληνίαν καὶ Λευ‐ | |
5 | κάδα τόπους, ἐν οἷς καθορμισθεὶς ἐκαραδόκει πολυ‐ | |
Hist.5.109.6 | πραγμονῶν τὸν τῶν Ῥωμαίων στόλον. πυνθανόμε‐ νος δὲ περὶ τὸ Λιλύβαιον αὐτοὺς ὁρμεῖν, θαρρήσας ἀνήχθη, καὶ προῆγε ποιούμενος τὸν πλοῦν ὡς ἐπ’ | |
Hist.5.110.1 | Ἀπολλωνίας. ἤδη δὲ συνεγγίζοντος αὐτοῦ τοῖς περὶ τὸν Ἀῷον ποταμὸν τόποις, ὃς ῥεῖ παρὰ τὴν τῶν Ἀπολλωνιατῶν πόλιν, ἐμπίπτει πανικὸν παραπλήσιον | |
Hist.5.110.2 | τοῖς γινομένοις ἐπὶ τῶν πεζικῶν στρατοπέδων. τῶν γὰρ ἐπὶ τῆς οὐραγίας πλεόντων τινὲς λέμβοι, καθορ‐ | |
μισθέντες εἰς τὴν νῆσον, ἣ καλεῖται μὲν Σάσων, κεῖται δὲ κατὰ τὴν εἰσβολὴν τὴν εἰς τὸν Ἰόνιον | ||
5 | πόρον, ἧκον ὑπὸ νύκτα πρὸς τὸν Φίλιππον, φάσκον‐ τες συνωρμηκέναι τινὰς αὐτοῖς πλέοντας ἀπὸ πορθ‐ | |
Hist.5.110.3 | μοῦ, τούτους δ’ ἀπαγγέλλειν, ὅτι καταλείποιεν ἐν Ῥηγίῳ πεντήρεις Ῥωμαϊκὰς πλεούσας ἐπ’ Ἀπολλω‐ | |
Hist.5.110.4 | νίας καὶ πρὸς Σκερδιλαΐδαν. ὁ δὲ Φίλιππος, ὑπο‐ λαβὼν ὅσον οὔπω τὸν στόλον ἐπ’ αὐτὸν παρεῖναι, περίφοβος γενόμενος καὶ ταχέως ἀνασπάσας τὰς ἀγ‐ | |
Hist.5.110.5 | κύρας αὖτις εἰς τοὐπίσω παρήγγειλε πλεῖν. οὐδενὶ δὲ κόσμῳ ποιησάμενος τὴν ἀναζυγὴν καὶ τὸν ἀνά‐ πλουν δευτεραῖος εἰς Κεφαλληνίαν κατῆρε, συνεχῶς | |
Hist.5.110.6 | ἡμέραν καὶ νύκτα τὸν πλοῦν ποιούμενος. βραχὺ δέ τι θαρρήσας ἐνταῦθα κατέμεινε, ποιῶν ἔμφασιν ὡς ἐπί τινας τῶν ἐν Πελοποννήσῳ πράξεων ἐπεστρο‐ | |
Hist.5.110.7 | φώς. συνέβη δὲ ψευδῶς γενέσθαι τὸν ὅλον φόβον | |
Hist.5.110.8 | περὶ αὐτόν. ὁ γὰρ Σκερδιλαΐδας, ἀκούων κατὰ χει‐ μῶνα λέμβους ναυπηγεῖσθαι τὸν Φίλιππον πλείους, καὶ προσδοκῶν αὐτοῦ τὴν κατὰ θάλατταν παρου‐ σίαν, διεπέμπετο πρὸς τοὺς Ῥωμαίους διασαφῶν | |
Hist.5.110.9 | ταῦτα καὶ παρακαλῶν βοηθεῖν, οἱ δὲ Ῥωμαῖοι δεκα‐ ναΐαν ἀπὸ τοῦ περὶ τὸ Λιλύβαιον ἐξαπέστειλαν στό‐ | |
Hist.5.110.10 | λου, ταύτην τὴν περὶ τὸ Ῥήγιον ὀφθεῖσαν· ἣν Φί‐ λιππος εἰ μὴ πτοηθεὶς ἀλόγως ἔφυγε, τῶν περὶ τὴν Ἰλλυρίδα πράξεων μάλιστ’ ἂν τότε καθίκετο διὰ τὸ τοὺς Ῥωμαίους πάσαις ταῖς ἐπινοίαις καὶ παρασκευαῖς | |
5 | περὶ τὸν Ἀννίβαν καὶ τὴν περὶ Κάνναν μάχην γίνε‐ σθαι, τῶν τε πλοίων ἐκ τοῦ κατὰ λόγον ἐγκρατὴς | |
Hist.5.110.11 | ἂν ἐγεγόνει. νῦν δὲ διαταραχθεὶς ὑπὸ τῆς προσαγ‐ γελίας ἀβλαβῆ μέν, οὐκ εὐσχήμονα δ’ ἐποιήσατο τὴν ἀναχώρησιν εἰς Μακεδονίαν. | |
Hist.5.111.1 | Ἐπράχθη δέ τι κατὰ τούτους τοὺς χρόνους καὶ | |
Hist.5.111.2 | Προυσίᾳ μνήμης ἄξιον. τῶν γὰρ Γαλατῶν, οὓς διε‐ βίβασεν ἐκ τῆς Εὐρώπης ὁ βασιλεὺς Ἄτταλος εἰς τὸν πρὸς Ἀχαιὸν πόλεμον διὰ τὴν ἐπ’ ἀνδρείᾳ δό‐ ξαν, τούτων χωρισθέντων τοῦ προειρημένου βασι‐ | |
5 | λέως διὰ τὰς ἄρτι ῥηθείσας ὑποψίας καὶ πορθούντων μετὰ πολλῆς ἀσελγείας καὶ βίας τὰς ἐφ’ Ἑλλησπόντῳ πόλεις, τὸ δὲ τελευταῖον καὶ πολιορκεῖν τοὺς Ἰλιεῖς | |
Hist.5.111.3 | ἐπιβαλομένων, ἐγένετο μέν τις οὐκ ἀγεννὴς περὶ ταῦτα πρᾶξις καὶ ὑπὸ τῶν τὴν Τρῳάδα κατοικούν‐ | |
Hist.5.111.4 | των Ἀλεξάνδρειαν· Θεμίστην γὰρ ἐξαποστείλαντες μετ’ ἀνδρῶν τετρακισχιλίων ἔλυσαν μὲν τὴν Ἰλιέων πολιορκίαν, ἐξέβαλον δ’ ἐκ πάσης τῆς Τρῳάδος τοὺς Γαλάτας, ἐμποδίζοντες ταῖς χορηγίαις καὶ διαλυμαι‐ | |
Hist.5.111.5 | νόμενοι τὰς ἐπιβολὰς αὐτῶν. οἱ δὲ Γαλάται κατα‐ σχόντες τὴν Ἀρίσβαν καλουμένην ἐν τῇ τῶν Ἀβυ‐ δηνῶν χώρᾳ, λοιπὸν ἐπεβούλευον καὶ προσεπολέμουν ταῖς περὶ τούτους τοὺς τόπους ἐκτισμέναις πόλεσιν. | |
Hist.5.111.6 | ἐφ’ οὓς στρατεύσας μετὰ δυνάμεως Προυσίας καὶ παραταξάμενος τοὺς μὲν ἄνδρας κατ’ αὐτὸν τὸν κίν‐ δυνον ἐν χερῶν νόμῳ διέφθειρε, τὰ δὲ τέκνα σχε‐ δὸν ἅπαντα καὶ τὰς γυναῖκας αὐτῶν ἐν τῇ παρεμ‐ | |
5 | βολῇ κατέσφαξε, τὴν δ’ ἀποσκευὴν ἐφῆκε διαρπάσαι | |
Hist.5.111.7 | τοῖς ἠγωνισμένοις. πράξας δὲ ταῦτα μεγάλου μὲν ἀπέλυσε φόβου καὶ κινδύνου τὰς ἐφ’ Ἑλλησπόντου πόλεις, καλὸν δὲ παράδειγμα τοῖς ἐπιγινομένοις ἀπέλιπε τοῦ μὴ ῥᾳδίαν ποιεῖσθαι τοὺς ἐκ τῆς Εὐ‐ | |
5 | ρώπης βαρβάρους τὴν εἰς τὴν Ἀσίαν διάβασιν. | |
Hist.5.111.8 | Τὰ μὲν οὖν περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν. τὰ δὲ κατὰ τὴν Ἰταλίαν τῆς περὶ Κάν‐ ναν μάχης ἐπιτελεσθείσης τὰ πλεῖστα μετετίθετο πρὸς | |
τοὺς Καρχηδονίους, καθάπερ ἐν τοῖς πρὸ τούτων | ||
Hist.5.111.9 | ἡμῖν δεδήλωται. ἡμεῖς δὲ νῦν μὲν ἐπὶ τούτων τῶν καιρῶν τῆς διηγήσεως λήξομεν, ἐπεὶ διεληλύθαμεν ἃς περιέσχε τῶν τε κατὰ τὴν Ἀσίαν καὶ τῶν Ἑλλη‐ νικῶν πράξεων ἡ τετταρακοστὴ τῶν ὀλυμπιάδων | |
Hist.5.111.10 | πρὸς ταῖς ἑκατόν· ἐν δὲ τῇ μετὰ ταῦτα βύβλῳ, βρα‐ χέα προσαναμνήσαντες τῆς [ἐν ταύτῃ τῇ βύβλῳ] προκατασκευῆς, ἐπὶ τὸν περὶ τῆς Ῥωμαίων πολιτείας | |
λόγον ἐπάνιμεν κατὰ τὴν ἐν ἀρχαῖς ὑπόσχεσιν. | ||
Hist.6t1 | FRAGMENTA LIBRI VI | |
Hist.6.1t | I. EX PROOEMIO. | |
Hist.6.1.1 | Στήσαντες δ’ ἐπὶ τούτων 〈quae sunt V, 111〉 τὴν διήγησιν τὸν ὑπὲρ τῆς Ῥωμαίων πολιτείας συστησό‐ | |
Hist.6.1.2 | μεθα λόγον, ᾧ κατὰ τὸ συνεχὲς ὑποδείξομεν ὅτι μέ‐ γιστα συνεβάλετ’ αὐτοῖς ἡ τοῦ πολιτεύματος ἰδιότης πρὸς τὸ μὴ μόνον ἀνακτήσασθαι τὴν Ἰταλιωτῶν καὶ Σικελιωτῶν δυναστείαν, ἔτι δὲ τὴν Ἰβήρων προσλα‐ | |
Hist.6.1.3 | βεῖν καὶ Κελτῶν ἀρχήν, ἀλλὰ τὸ τελευταῖον καὶ πρὸς τὸ κρατήσαντας τῷ πολέμῳ Καρχηδονίων ἔννοιαν σχεῖν τῆς τῶν ὅλων ἐπιβολῆς. [Polyb. III, 2, 6]. | |
Hist.6.1.4 | Ὅταν δὲ τὰς Ἑλληνικὰς πράξεις τὰς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα γενομένας 〈Ol. 140〉 διεξιόντες ἐπι‐ στῶμεν τοῖς καιροῖς τούτοις, τότ’ ἤδη προθέμενοι ψιλῶς τὸν ὑπὲρ αὐτῆς τῆς Ῥωμαίων πολιτείας ποιη‐ | |
Hist.6.1.5 | σόμεθα λόγον, νομίζοντες οὐ μόνον πρὸς τὴν τῆς ἱστορίας σύνταξιν οἰκείαν εἶναι τὴν περὶ αὐτῆς ἐξή‐ γησιν, ἀλλὰ καὶ πρὸς τὰς τῶν πολιτευμάτων διορ‐ θώσεις καὶ κατασκευὰς μεγάλα συμβάλλεσθαι τοῖς | |
5 | φιλομαθοῦσι καὶ πραγματικοῖς τῶν ἀνδρῶν [Idem III, 118, 11]. | |
Hist.6.1.6 | Καὶ τί δήποτ’ ἔστι τὸ αἴτιον, ἀπορήσαι τις ἄν, ὅτι κεκρατηκότες 〈οἱ Ῥωμαῖοι〉 τῶν ὅλων καὶ πολ‐ | |
λαπλασίαν ἔχοντες ὑπεροχὴν νῦν ἢ πρόσθεν οὔτ’ ἂν πληρῶσαι τοσαύτας ναῦς οὔτ’ ἀναπλεῦσαι τηλι‐ | ||
Hist.6.1.7 | κούτοις στόλοις δυνηθεῖεν; οὐ μὲν ἀλλὰ περὶ μὲν ταύτης τῆς ἀπορίας σαφῶς ἐξέσται τὰς αἰτίας κατα‐ νοεῖν, ὅταν ἐπὶ τὴν ἐξήγησιν αὐτῶν τῆς πολιτείας ἔλθωμεν. [Idem I, 64, 1]. | |
Hist.6.1.8 | Ὑπὲρ τούτου δὲ τοῦ μέρους 〈rei militaris partes quasdam attigerat〉 εἴρηται πρότερον ἡμῖν διὰ πλειό‐ νων ἐν τοῖς περὶ τῆς πολιτείας. [Idem X, 16, 7]. | |
Hist.6.1.9 | Τοῦτο 〈Salii〉 δ’ ἔστι, καθάπερ ἡμῖν ἐν τοῖς περὶ τῆς πολιτείας εἴρηται, τῶν τριῶν ἓν σύστημα, δι’ ὧν συμβαίνει τὰς ἐπιφανεστάτας θυσίας ἐν τῇ Ῥώμῃ συντελεῖσθαι τοῖς θεοῖς. [Idem XXI, 10(13), 11]. | |
Hist.6.2.1 | Οὐκ ἀγνοῶ μὲν οὖν διότι τινὲς διαπορήσουσι πῶς ἀφέμενοι τοῦ συνάπτειν καὶ προστιθέναι τὸ συνεχὲς τῆς διηγήσεως, εἰς τοῦτον ἀπεθέμεθα τὸν καιρὸν τὸν ὑπὲρ τῆς προειρημένης πολιτείας ἀπο‐ | |
Hist.6.2.2 | λογισμόν· ἐμοὶ δ’ ὅτι μὲν ἦν ἐξ ἀρχῆς ἕν τι τῶν ἀναγκαίων καὶ τοῦτο τὸ μέρος τῆς ὅλης προθέσεως, | |
Hist.6.2.3 | ἐν πολλοῖς οἶμαι δῆλον αὐτὸ πεποιηκέναι, μάλιστα δ’ ἐν τῇ καταβολῇ καὶ προεκθέσει τῆς ἱστορίας, ἐν ᾗ τοῦτο κάλλιστον ἔφαμεν, ἅμα δ’ ὠφελιμώτατον εἶναι τῆς ἡμετέρας ἐπιβολῆς τοῖς ἐντυγχάνουσι τῇ | |
5 | πραγματείᾳ τὸ γνῶναι καὶ μαθεῖν πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν πάντα τὰ κατὰ τὴν οἰκουμένην ἐν οὐδ’ ὅλοις πεντήκοντα καὶ τρισὶν ἔτεσιν ὑπὸ μίαν ἀρχὴν τὴν Ῥωμαίων ἔπεσεν, ὃ πρό‐ | |
Hist.6.2.4 | τερον οὐχ εὑρίσκεται γεγονός. κεκριμένου δὲ τού‐ του καιρὸν οὐχ ἑώρων ἐπιτηδειότερον εἰς ἐπίστασιν καὶ δοκιμασίαν τῶν λέγεσθαι μελλόντων ὑπὲρ τῆς | |
Hist.6.2.5 | πολιτείας τοῦ νῦν ἐνεστῶτος. καθάπερ (γὰρ) οἱ κατ’ | |
ἰδίαν ὑπὲρ τῶν φαύλων ἢ τῶν σπουδαίων ἀνδρῶν ποιούμενοι τὰς διαλήψεις, ἐπειδὰν ἀληθῶς πρόθων‐ ται δοκιμάζειν, οὐκ ἐκ τῆς ἀπεριστάτου ῥᾳστώνης | ||
5 | κατὰ τὸν βίον ποιοῦνται τὰς ἐπισκέψεις, ἀλλ’ ἐκ τῶν ἐν ταῖς ἀτυχίαις περιπετειῶν καὶ τῶν ἐν ταῖς | |
Hist.6.2.6 | ἐπιτυχίαις κατορθωμάτων, μόνον νομίζοντες εἶναι ταύτην ἀνδρὸς τελείου βάσανον τὸ τὰς ὁλοσχερεῖς μεταβολὰς τῆς τύχης μεγαλοψύχως δύνασθαι καὶ γενναίως ὑποφέρειν, τὸν αὐτὸν τρόπον χρὴ θεωρεῖν | |
Hist.6.2.7 | καὶ πολιτείαν. διόπερ οὐχ ὁρῶν ποίαν ἄν τις ὀξυ‐ τέραν ἢ μείζονα λάβοι μεταβολὴν τῶν καθ’ ἡμᾶς τῆς γε Ῥωμαίοις συμβάσης, εἰς τοῦτον ἀπεθέμην τὸν καιρὸν τὸν ὑπὲρ τῶν προειρημένων ἀπολογισμόν· | |
5 | γνοίη δ’ ἄν τις τὸ μέγεθος τῆς μεταβολῆς ἐκ τού‐ των. (Ζήτει ἐν τῷ περὶ στρατηγίας.) [Exc. Vat. p. 369 Mai. 24, 4 Heys.] | |
Hist.6.2.8 | Ὅτι τὸ ψυχαγωγοῦν ἅμα καὶ τὴν ὠφέλειαν ἐπι‐ φέρον τοῖς φιλομαθοῦσι τοῦτ’ ἔστιν ἡ τῶν αἰτιῶν | |
Hist.6.2.9 | θεωρία καὶ τοῦ βελτίονος ἐν ἑκάστοις αἵρεσις. με‐ γίστην δ’ αἰτίαν ἡγητέον ἐν ἅπαντι πράγματι καὶ πρὸς ἐπιτυχίαν καὶ τοὐναντίον τὴν τῆς πολιτείας | |
Hist.6.2.10 | σύστασιν· ἐκ γὰρ ταύτης ᾗπερ ἐκ πηγῆς οὐ μόνον ἀναφέρεσθαι συμβαίνει πάσας τὰς ἐπινοίας καὶ τὰς ἐπιβολὰς τῶν ἔργων, ἀλλὰ καὶ συντέλειαν λαμβά‐ νειν. [Exc. Vat. p. 370 M. 24, 30 H.] | |
Hist.6.2.11 | Τὸ γὰρ ἀδύνατον ἐν τῷ ψεύδει μόνον οὐδ’ ἀπο‐ λογίαν ἐπιδέχεται τοῖς ἁμαρτάνουσιν. [Cod. Urbin. margo fol. 61] | |
Hist.6.3t | II. DE VARIIS RERUM PUBLICARUM FORMIS. | |
Hist.6.3.1 | Τῶν μὲν γὰρ Ἑλληνικῶν πολιτευμάτων ὅσα πολ‐ | |
λάκις μὲν ηὔξηται, πολλάκις δὲ τῆς εἰς τἀναντία μεταβολῆς ὁλοσχερῶς πεῖραν εἴληφε, ῥᾳδίαν εἶναι συμβαίνει καὶ τὴν ὑπὲρ τῶν προγεγονότων ἐξήγησιν | ||
Hist.6.3.2 | καὶ τὴν ὑπὲρ τοῦ μέλλοντος ἀπόφασιν· τό τε γὰρ ἐξαγγεῖλαι τὰ γινωσκόμενα ῥᾴδιον, τό τε προειπεῖν ὑπὲρ τοῦ μέλλοντος στοχαζόμενον ἐκ τῶν ἤδη γεγο‐ | |
Hist.6.3.3 | νότων εὐμαρές. περὶ δὲ τῆς Ῥωμαίων οὐδ’ ὅλως εὐχερὲς οὔτε περὶ τῶν παρόντων ἐξηγήσασθαι διὰ τὴν ποικιλίαν τῆς πολιτείας, οὔτε περὶ τοῦ μέλλον‐ τος προειπεῖν διὰ τὴν ἄγνοιαν τῶν προγεγονότων | |
5 | περὶ αὐτοὺς ἰδιωμάτων καὶ κοινῇ καὶ κατ’ ἰδίαν. | |
Hist.6.3.4 | διόπερ οὐ τῆς τυχούσης ἐπιστάσεως προσδεῖται καὶ θεωρίας, εἰ μέλλοι τις τὰ διαφέροντα καθαρίως ἐν αὐτῇ συνόψεσθαι. | |
Hist.6.3.5 | Συμβαίνει δὴ τοὺς πλείστους τῶν βουλομένων διδασκαλικῶς ἡμῖν ὑποδεικνύειν περὶ τῶν τοιούτων τρία γένη λέγειν πολιτειῶν, ὧν τὸ μὲν καλοῦσι βα‐ σιλείαν, τὸ δ’ ἀριστοκρατίαν, τὸ δὲ τρίτον δημοκρα‐ | |
Hist.6.3.6 | τίαν. δοκεῖ δέ μοι πάνυ τις εἰκότως ἂν ἐπαπορῆσαι πρὸς αὐτούς, πότερον ὡς μόνας ταύτας ἢ καὶ νὴ Δί’ | |
Hist.6.3.7 | ὡς ἀρίστας ἡμῖν εἰσηγοῦνται τῶν πολιτειῶν. κατ’ ἀμφότερα γὰρ ἀγνοεῖν μοι δοκοῦσι. δῆλον γὰρ ὡς ἀρίστην μὲν ἡγητέον πολιτείαν τὴν ἐκ πάντων τῶν | |
Hist.6.3.8 | προειρημένων ἰδιωμάτων συνεστῶσαν· τούτου γὰρ τοῦ μέρους οὐ λόγῳ μόνον, ἀλλ’ ἔργῳ πεῖραν εἰλή‐ φαμεν, Λυκούργου συστήσαντος πρώτου κατὰ τοῦ‐ | |
Hist.6.3.9 | τον τὸν τρόπον τὸ Λακεδαιμονίων πολίτευμα. καὶ μὴν οὐδ’ ὡς μόνας ταύτας προσδεκτέον· καὶ γὰρ μοναρχικὰς καὶ τυραννικὰς ἤδη τινὰς τεθεάμεθα πολιτείας, αἳ πλεῖστον διαφέρουσαι βασιλείας παρα‐ | |
Hist.6.3.10 | πλήσιον ἔχειν τι ταύτῃ δοκοῦσιν· ᾗ καὶ συμψεύδονται | |
καὶ συγχρῶνται πάντες οἱ μόναρχοι καθ’ ὅσον οἷοί | ||
Hist.6.3.11 | τ’ εἰσὶ τῷ τῆς βασιλείας ὀνόματι. καὶ μὴν ὀλιγαρ‐ χικὰ πολιτεύματα καὶ πλείω γέγονε, δοκοῦντα παρό‐ μοιον ἔχειν τι τοῖς ἀριστοκρατικοῖς, ἃ πλεῖστον ὡς | |
Hist.6.3.12 | ἔπος εἰπεῖν διεστᾶσιν. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ | |
Hist.6.4.1 | δημοκρατίας. ὅτι δ’ ἀληθές ἐστι τὸ λεγόμενον ἐκ | |
Hist.6.4.2 | τούτων συμφανές. οὔτε γὰρ πᾶσαν δήπου μοναρ‐ χίαν εὐθέως βασιλείαν ῥητέον, ἀλλὰ μόνην τὴν ἐξ ἑκόντων συγχωρουμένην καὶ τῇ γνώμῃ τὸ πλεῖον ἢ | |
Hist.6.4.3 | φόβῳ καὶ βίᾳ κυβερνωμένην· οὐδὲ μὴν πᾶσαν ὀλι‐ γαρχίαν ἀριστοκρατίαν νομιστέον, ἀλλὰ ταύτην, ἥτις ἂν κατ’ ἐκλογὴν ὑπὸ τῶν δικαιοτάτων καὶ φρονι‐ | |
Hist.6.4.4 | μωτάτων ἀνδρῶν βραβεύηται. παραπλησίως οὐδὲ δημοκρατίαν, ἐν ᾗ πᾶν πλῆθος κύριόν ἐστι ποιεῖν | |
Hist.6.4.5 | ὅ, τι ποτ’ ἂν αὐτὸ βουληθῇ καὶ πρόθηται παρὰ δ’ ᾧ πάτριόν ἐστι καὶ σύνηθες θεοὺς σέβεσθαι, γονεῖς θεραπεύειν, πρεσβυτέρους αἰδεῖσθαι, νόμοις πείθε‐ σθαι, παρὰ τοῖς τοιούτοις συστήμασιν ὅταν τὸ τοῖς | |
5 | πλείοσι δόξαν νικᾷ, τοῦτο καλεῖν (δεῖ) δημοκρατίαν. | |
Hist.6.4.6 | διὸ καὶ γένη μὲν ἓξ εἶναι ῥητέον πολιτειῶν, τρία μὲν ἃ πάντες θρυλοῦσι καὶ νῦν προείρηται, τρία δὲ τὰ τούτοις συμφυῆ, λέγω δὲ μοναρχίαν, ὀλιγαρχίαν, | |
Hist.6.4.7 | ὀχλοκρατίαν. πρώτη μὲν οὖν ἀκατασκεύως καὶ φυ‐ σικῶς συνίσταται μοναρχία, ταύτῃ δ’ ἕπεται καὶ ἐκ ταύτης γεννᾶται μετὰ κατασκευῆς καὶ διορθώσεως | |
Hist.6.4.8 | βασιλεία. μεταβαλλούσης δὲ ταύτης εἰς τὰ συμφυῆ κακά, λέγω δ’ εἰς τυραννίδ’, αὖθις ἐκ τῆς τούτων | |
Hist.6.4.9 | καταλύσεως ἀριστοκρατία φύεται. καὶ μὴν ταύτης εἰς ὀλιγαρχίαν ἐκτραπείσης κατὰ φύσιν, τοῦ δὲ πλή‐ θους ὀργῇ μετελθόντος τὰς τῶν προεστώτων ἀδι‐ | |
Hist.6.4.10 | κίας, γεννᾶται δῆμος. ἐκ δὲ τῆς τούτου πάλιν ὕβρεως | |
καὶ παρανομίας ἀποπληροῦται σὺν χρόνοις ὀχλοκρα‐ | ||
Hist.6.4.11 | τία. γνοίη δ’ ἄν τις σαφέστατα περὶ τούτων ὡς ἀληθῶς ἐστιν οἷα δὴ νῦν εἶπον, ἐπὶ τὰς ἑκάστων κατὰ φύσιν ἀρχὰς καὶ γενέσεις καὶ μεταβολὰς ἐπι‐ | |
Hist.6.4.12 | στήσας. ὁ γὰρ συνιδὼν ἕκαστον αὐτῶν ὡς φύεται, μόνος ἂν οὗτος δύναιτο συνιδεῖν καὶ τὴν αὔξησιν καὶ τὴν ἀκμὴν καὶ τὴν μεταβολὴν ἑκάστων καὶ τὸ | |
Hist.6.4.13 | τέλος, πότε καὶ πῶς καὶ ποῦ καταντήσει πάλιν· μά‐ λιστα δ’ ἐπὶ τῆς Ῥωμαίων πολιτείας τοῦτον ἁρμό‐ σειν τὸν τρόπον ὑπείληφα τῆς ἐξηγήσεως διὰ τὸ κατὰ φύσιν αὐτὴν ἀπ’ ἀρχῆς εἰληφέναι τήν τε σύ‐ | |
5 | στασιν καὶ (τὴν) αὔξησιν. | |
Hist.6.5.1 | Ἀκριβέστερον μὲν οὖν ἴσως ὁ περὶ τῆς κατὰ φύσιν μεταβολῆς τῶν πολιτειῶν εἰς ἀλλήλας διευ‐ κρινεῖται λόγος παρὰ Πλάτωνι καί τισιν ἑτέροις τῶν φιλοσόφων· ποικίλος δ’ ὢν καὶ διὰ πλειόνων | |
Hist.6.5.2 | λεγόμενος ὀλίγοις ἐφικτός ἐστιν. διόπερ ὅσον ἀνή‐ κειν ὑπολαμβάνομεν αὐτοῦ πρὸς τὴν πραγματικὴν ἱστορίαν καὶ τὴν κοινὴν ἐπίνοιαν, τοῦτο πειρασό‐ | |
Hist.6.5.3 | μεθα κεφαλαιωδῶς διελθεῖν· καὶ γὰρ ἂν ἐλλείπειν τι δόξῃ διὰ τῆς καθολικῆς ἐμφάσεως, ὁ κατὰ μέρος λόγος τῶν ἑξῆς ῥηθησομένων ἱκανὴν ἀνταπόδοσιν ποιήσει τῶν νῦν ἐπαπορηθέντων. | |
Hist.6.5.4 | Ποίας οὖν ἀρχὰς λέγω καὶ πόθεν φημὶ φύεσθαι | |
Hist.6.5.5 | τὰς πολιτείας πρῶτον; ὅταν ἢ διὰ κατακλυσμοὺς ἢ διὰ λοιμικὰς περιστάσεις ἢ δι’ ἀφορίας καρπῶν ἢ δι’ ἄλλας τοιαύτας αἰτίας φθορὰ γένηται τοῦ τῶν ἀνθρώπων γένους, οἵας ἤδη γεγονέναι παρειλήφα‐ | |
Hist.6.5.6 | μεν καὶ πάλιν πολλάκις ἔσεσθ’ ὁ λόγος αἱρεῖ, τότε δὴ συμφθειρομένων πάντων τῶν ἐπιτηδευμάτων καὶ τεχνῶν, ὅταν ἐκ τῶν περιλειφθέντων οἷον εἰ σπερ‐ | |
μάτων αὖθις αὐξηθῇ σὺν χρόνῳ πλῆθος ἀνθρώπων, | ||
Hist.6.5.7 | τότε δήπου, καθάπερ ἐπὶ τῶν ἄλλων ζῴων, καὶ ἐπὶ τούτων συναθροιζομένων—ὅπερ εἰκός, καὶ τούτους εἰς τὸ ὁμόφυλον συναγελάζεσθαι διὰ τὴν τῆς φύ‐ σεως ἀσθένειαν—ἀνάγκη τὸν τῇ σωματικῇ ῥώμῃ | |
5 | καὶ τῇ ψυχικῇ τόλμῃ διαφέροντα, τοῦτον ἡγεῖσθαι | |
Hist.6.5.8 | καὶ κρατεῖν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων γενῶν ἀδοξο‐ ποιήτων ζῴων θεωρούμενον τοῦτο χρὴ φύσεως ἔρ‐ γον ἀληθινώτατον νομίζειν, παρ’ οἷς ὁμολογουμένως τοὺς ἰσχυροτάτους ὁρῶμεν ἡγουμένους, λέγω δὲ ταύ‐ | |
5 | ρους, κάπρους, ἀλεκτρυόνας, τὰ τούτοις παραπλήσια. | |
Hist.6.5.9 | τὰς μὲν οὖν ἀρχὰς εἰκὸς τοιούτους εἶναι καὶ τοὺς τῶν ἀνθρώπων βίους, ζῳηδὸν συναθροιζομένων καὶ τοῖς ἀλκιμωτάτοις καὶ δυναμικωτάτοις ἑπομένων· οἷς ὅρος μέν ἐστι τῆς ἀρχῆς ἰσχύς, ὄνομα δ’ ἂν εἴποι | |
Hist.6.5.10 | τις μοναρχίαν. ἐπειδὰν δὲ τοῖς συστήμασι διὰ τὸν χρόνον ὑπογένηται συντροφία καὶ συνήθεια, τοῦτ’ ἀρχὴ βασιλείας φύεται, καὶ τότε πρώτως ἔννοια γίνε‐ ται τοῦ καλοῦ καὶ δικαίου τοῖς ἀνθρώποις, ὁμοίως | |
Hist.6.6.1 | δὲ καὶ τῶν ἐναντίων τούτοις. ὁ δὲ τρόπος τῆς ἀρ‐ | |
Hist.6.6.2 | χῆς καὶ τῆς γενέσεως τῶν εἰρημένων τοιόσδε. πάν‐ των γὰρ πρὸς τὰς συνουσίας ὁρμώντων κατὰ φύσιν, ἐκ δὲ τούτων παιδοποιίας ἀποτελουμένης, ὁπότε τις τῶν ἐκτραφέντων εἰς ἡλικίαν ἱκόμενος μὴ νέμοι χά‐ | |
5 | ριν μηδ’ ἀμύναι τούτοις οἷς ἐκτρέφοιτ’, ἀλλά που τἀναντία κακῶς λέγειν ἢ δρᾶν τούτους ἐγχειροίη, | |
Hist.6.6.3 | δῆλον ὡς δυσαρεστεῖν καὶ προσκόπτειν εἰκὸς τοὺς συνόντας καὶ συνιδόντας τὴν γεγενημένην ἐκ τῶν γεννησάντων ἐπιμέλειαν καὶ κακοπάθειαν περὶ τὰ | |
Hist.6.6.4 | τέκνα καὶ τὴν τούτων θεραπείαν καὶ τροφήν. τοῦ γὰρ γένους τῶν ἀνθρώπων ταύτῃ διαφέροντος τῶν | |
ἄλλων ζῴων, ᾗ μόνοις αὐτοῖς μέτεστι νοῦ καὶ λογι‐ σμοῦ, φανερὸν ὡς οὐκ εἰκὸς παρατρέχειν αὐτοὺς | ||
5 | τὴν προειρημένην διαφοράν, καθάπερ ἐπὶ τῶν ἄλ‐ | |
Hist.6.6.5 | λων ζῴων, ἀλλ’ ἐπισημαίνεσθαι τὸ γινόμενον καὶ δυσαρεστεῖσθαι τοῖς παροῦσι, προορωμένους τὸ μέλ‐ λον καὶ συλλογιζομένους ὅτι τὸ παραπλήσιον ἑκά‐ | |
Hist.6.6.6 | στοις αὐτῶν συγκυρήσει. καὶ μὴν ὅταν που πάλιν ἅτερος ὑπὸ θατέρου τυχὼν ἐπικουρίας ἢ βοηθείας ἐν τοῖς δεινοῖς μὴ νέμῃ τῷ σώσαντι χάριν, ἀλλά ποτε καὶ βλάπτειν ἐγχειρῇ τοῦτον, φανερὸν ὡς εἰκὸς | |
5 | τῷ τοιούτῳ δυσαρεστεῖσθαι καὶ προσκόπτειν τοὺς εἰδότας, συναγανακτοῦντας μὲν τῷ πέλας, ἀναφέρον‐ | |
Hist.6.6.7 | τας δ’ ἐφ’ αὑτοὺς τὸ παραπλήσιον. ἐξ ὧν ὑπογί‐ νεταί τις ἔννοια παρ’ ἑκάστῳ τῆς τοῦ καθήκοντος δυνάμεως καὶ θεωρίας· ὅπερ ἐστὶν ἀρχὴ καὶ τέλος | |
Hist.6.6.8 | δικαιοσύνης. ὁμοίως πάλιν ὅταν ἀμύνῃ μέν τις πρὸ πάντων ἐν τοῖς δεινοῖς, ὑφίστηται δὲ καὶ μένῃ τὰς ἐπιφορὰς τῶν ἀλκιμωτάτων ζῴων, εἰκὸς μὲν τὸν τοιοῦτον ὑπὸ τοῦ πλήθους ἐπισημασίας τυγχάνειν | |
5 | εὐνοϊκῆς καὶ προστατικῆς, τὸν δὲ τἀναντία τούτῳ | |
Hist.6.6.9 | πράττοντα καταγνώσεως καὶ προσκοπῆς. ἐξ οὗ πά‐ λιν εὔλογον ὑπογίνεσθαί τινα θεωρίαν παρὰ τοῖς πολλοῖς αἰσχροῦ καὶ καλοῦ καὶ τῆς τούτων πρὸς ἄλληλα διαφορᾶς, καὶ τὸ μὲν ζήλου καὶ μιμήσεως | |
Hist.6.6.10 | τυγχάνειν διὰ τὸ συμφέρον, τὸ δὲ φυγῆς. ἐν οἷς ὅταν ὁ προεστὼς καὶ τὴν μεγίστην δύναμιν ἔχων ἀεὶ συνεπισχύῃ τοῖς προειρημένοις κατὰ τὰς τῶν πολλῶν διαλήψεις, καὶ δόξῃ τοῖς ὑποταττομένοις | |
Hist.6.6.11 | διανεμητικὸς εἶναι τοῦ κατ’ ἀξίαν ἑκάστοις, οὐκέτι τὴν βίαν δεδιότες, τῇ δὲ γνώμῃ τὸ πλεῖον εὐδο‐ κοῦντες, ὑποτάττονται καὶ συσσῴζουσι τὴν ἀρχὴν | |
αὐτοῦ, κἂν ὅλως ᾖ γηραιός, ὁμοθυμαδὸν ἐπαμύνον‐ | ||
5 | τες καὶ διαγωνιζόμενοι πρὸς τοὺς ἐπιβουλεύοντας | |
Hist.6.6.12 | αὐτοῦ τῇ δυναστείᾳ. καὶ δὴ τῷ τοιούτῳ τρόπῳ βασιλεὺς ἐκ μονάρχου λανθάνει γενόμενος, ὅταν παρὰ τοῦ θυμοῦ καὶ τῆς ἰσχύος μεταλάβῃ τὴν ἡγε‐ | |
Hist.6.7.1 | μονίαν ὁ λογισμός. αὕτη καλοῦ καὶ δικαίου πρώτη παρ’ ἀνθρώποις κατὰ φύσιν ἔννοια καὶ τῶν ἐναν‐ τίων τούτοις, αὕτη βασιλείας ἀληθινῆς ἀρχὴ καὶ | |
Hist.6.7.2 | γένεσις. οὐ γὰρ μόνον αὐτοῖς, ἀλλὰ καὶ τοῖς ἐκ τούτων (οἱ) πολλοὶ διαφυλάττουσι τὰς ἀρχάς, πε‐ πεισμένοι τοὺς ἐκ τοιούτων γεγονότας καὶ τραφέν‐ τας ὑπὸ τοιούτοις παραπλησίους ἕξειν καὶ τὰς προαι‐ | |
Hist.6.7.3 | ρέσεις. ἐὰν δέ ποτε τοῖς ἐγγόνοις δυσαρεστήσωσι, ποιοῦνται μετὰ ταῦτα τὴν αἵρεσιν τῶν ἀρχόντων καὶ βασιλέων οὐκέτι κατὰ τὰς σωματικὰς καὶ θυμι‐ κὰς δυνάμεις, ἀλλὰ κατὰ τὰς τῆς γνώμης καὶ τοῦ | |
5 | λογισμοῦ διαφοράς, πεῖραν εἰληφότες ἐπ’ αὐτῶν | |
Hist.6.7.4 | τῶν ἔργων τῆς ἐξ ἀμφοῖν παραλλαγῆς. τὸ μὲν οὖν παλαιὸν ἐνεγήρασκον ταῖς βασιλείαις οἱ κριθέντες ἅπαξ καὶ τυχόντες τῆς ἐξουσίας ταύτης, τόπους τε διαφέροντας ὀχυρούμενοι καὶ τειχίζοντες καὶ χώραν | |
5 | κατακτώμενοι, τὸ μὲν τῆς ἀσφαλείας χάριν, τὸ δὲ τῆς δαψιλείας τῶν ἐπιτηδείων τοῖς ὑποτεταγμένοις· | |
Hist.6.7.5 | ἅμα δὲ περὶ ταῦτα σπουδάζοντες ἐκτὸς ἦσαν πάσης διαβολῆς καὶ φθόνου διὰ τὸ μήτε περὶ τὴν ἐσθῆτα μεγάλας ποιεῖσθαι τὰς παραλλαγὰς μήτε περὶ τὴν βρῶσιν καὶ πόσιν, ἀλλὰ παραπλήσιον ἔχειν τὴν βιο‐ | |
5 | τείαν τοῖς ἄλλοις, ὁμόσε ποιούμενοι τοῖς πολλοῖς ἀεὶ | |
Hist.6.7.6 | τὴν δίαιταν. ἐπεὶ δ’ ἐκ διαδοχῆς καὶ κατὰ γένος τὰς ἀρχὰς παραλαμβάνοντες ἕτοιμα μὲν εἶχον ἤδη τὰ πρὸς τὴν ἀσφάλειαν, ἕτοιμα δὲ καὶ πλείω τῶν | |
Hist.6.7.7 | ἱκανῶν τὰ πρὸς τὴν τροφήν, τότε δὴ ταῖς ἐπιθυμίαις ἑπόμενοι διὰ τὴν περιουσίαν ἐξάλλους μὲν ἐσθῆτας ὑπέλαβον δεῖν ἔχειν τοὺς ἡγουμένους τῶν ὑποτατ‐ τομένων, ἐξάλλους δὲ καὶ ποικίλας τὰς περὶ τὴν | |
5 | τροφὴν ἀπολαύσεις καὶ παρασκευάς, ἀναντιρρήτους δὲ καὶ παρὰ τῶν μὴ προσηκόντων τὰς τῶν ἀφρο‐ | |
Hist.6.7.8 | δισίων χρείας καὶ συνουσίας. ἐφ’ οἷς μὲν φθόνου γενομένου καὶ προσκοπῆς, ἐφ’ οἷς δὲ μίσους ἐκκαιο‐ μένου καὶ δυσμενικῆς ὀργῆς, ἐγένετο μὲν ἐκ τῆς βασιλείας τυραννίς, ἀρχὴ δὲ καταλύσεως ἐγεννᾶτο | |
Hist.6.7.9 | καὶ σύστασις ἐπιβουλῆς τοῖς ἡγουμένοις· ἣν οὐκ ἐκ τῶν χειρίστων, ἀλλ’ ἐκ τῶν γενναιοτάτων καὶ με‐ γαλοψυχοτάτων, ἔτι δὲ θαρραλεωτάτων ἀνδρῶν συνέβαινε γίνεσθαι διὰ τὸ τοὺς τοιούτους ἥκιστα | |
Hist.6.8.1 | δύνασθαι φέρειν τὰς τῶν ἐφεστώτων ὕβρεις. τοῦ δὲ πλήθους, ὅτε λάβοι προστάτας, συνεπισχύοντος κατὰ τῶν ἡγουμένων διὰ τὰς προειρημένας αἰτίας, τὸ μὲν τῆς βασιλείας καὶ μοναρχίας εἶδος ἄρδην | |
5 | ἀνῃρεῖτο, τὸ δὲ τῆς ἀριστοκρατίας αὖθις ἀρχὴν ἐλάμ‐ | |
Hist.6.8.2 | βανε καὶ γένεσιν. τοῖς γὰρ καταλύσασι τοὺς μονάρ‐ χους οἷον εἰ χάριν ἐκ χειρὸς ἀποδιδόντες οἱ πολλοὶ τούτοις ἐχρῶντο προστάταις καὶ τούτοις ἐπέτρεπον | |
Hist.6.8.3 | περὶ σφῶν. οἱ δὲ τὸ μὲν πρῶτον ἀσμενίζοντες τὴν ἐπιτροπὴν οὐδὲν προυργιαίτερον ἐποιοῦντο τοῦ κοινῇ συμφέροντος, καὶ κηδεμονικῶς καὶ φυλακτικῶς ἕκα‐ στα χειρίζοντες καὶ τὰ κατ’ ἰδίαν καὶ τὰ κοινὰ τοῦ | |
Hist.6.8.4 | πλήθους. ὅτε δὲ διαδέξαιντο πάλιν παῖδες παρὰ πατέρων τὴν τοιαύτην ἐξουσίαν, ἄπειροι μὲν ὄντες κακῶν, ἄπειροι δὲ καθόλου πολιτικῆς ἰσότητος καὶ παρρησίας, τεθραμμένοι δ’ ἐξ ἀρχῆς ἐν ταῖς τῶν | |
Hist.6.8.5 | πατέρων ἐξουσίαις καὶ προαγωγαῖς, ὁρμήσαντες οἱ | |
μὲν ἐπὶ πλεονεξίαν καὶ φιλαργυρίαν ἄδικον, οἱ δ’ ἐπὶ μέθας καὶ τὰς ἅμα ταύταις ἀπλήστους εὐωχίας, οἱ δ’ ἐπὶ τὰς τῶν γυναικῶν ὕβρεις καὶ παίδων ἁρ‐ | ||
5 | παγάς, μετέστησαν μὲν τὴν ἀριστοκρατίαν εἰς ὀλι‐ | |
Hist.6.8.6 | γαρχίαν, ταχὺ δὲ κατεσκεύασαν ἐν τοῖς πλήθεσι πάλιν τὰ παραπλήσια τοῖς ἄρτι ῥηθεῖσι· διὸ καὶ παραπλήσιον συνέβαινε τὸ τέλος αὐτῶν γίνεσθαι τῆς καταστροφῆς τοῖς περὶ τοὺς τυράννους ἀτυχή‐ | |
Hist.6.9.1 | μασιν. ἐπειδὰν γάρ τις συνθεασάμενος τὸν φθόνον καὶ τὸ μῖσος κατ’ αὐτῶν τὸ παρὰ τοῖς πολίταις ὑπάρχον, κἄπειτα θαρρήσῃ λέγειν ἢ πράττειν τι κατὰ τῶν προεστώτων, πᾶν ἕτοιμον καὶ συνεργὸν | |
Hist.6.9.2 | λαμβάνει τὸ πλῆθος. λοιπὸν οὓς μὲν φονεύσαντες, (οὓς δὲ φυγαδεύσαντες,) οὔτε βασιλέα προΐστασθαι τολμῶσιν, ἔτι δεδιότες τὴν τῶν πρότερον ἀδικίαν, οὔτε πλείοσιν ἐπιτρέπειν τὰ κοινὰ θαρροῦσι, παρὰ | |
Hist.6.9.3 | πόδας αὐτοῖς οὔσης τῆς πρότερον ἀγνοίας, μόνης δὲ σφίσι καταλειπομένης ἐλπίδος ἀκεραίου τῆς ἐν αὑτοῖς ἐπὶ ταύτην καταφέρονται, καὶ τὴν μὲν πο‐ λιτείαν ἐξ ὀλιγαρχικῆς δημοκρατίαν ἐποίησαν, τὴν | |
5 | δὲ τῶν κοινῶν πρόνοιαν καὶ πίστιν εἰς σφᾶς αὐτοὺς | |
Hist.6.9.4 | ἀνέλαβον. καὶ μέχρι μὲν ἂν ἔτι σῴζωνταί τινες τῶν ὑπεροχῆς καὶ δυναστείας πεῖραν εἰληφότων, ἀσμενί‐ ζοντες τῇ παρούσῃ καταστάσει περὶ πλείστου ποιοῦν‐ | |
Hist.6.9.5 | ται τὴν ἰσηγορίαν καὶ τὴν παρρησίαν· ὅταν δ’ ἐπι‐ γένωνται νέοι καὶ παισὶ παίδων πάλιν ἡ δημοκρατία παραδοθῇ, τότ’ οὐκέτι διὰ τὸ σύνηθες ἐν μεγάλῳ τιθέμενοι τὸ τῆς ἰσηγορίας καὶ παρρησίας ζητοῦσι | |
5 | πλέον ἔχειν τῶν πολλῶν· μάλιστα δ’ εἰς τοῦτ’ ἐμ‐ | |
Hist.6.9.6 | πίπτουσιν οἱ ταῖς οὐσίαις ὑπερέχοντες. λοιπὸν ὅταν ὁρμήσωσιν ἐπὶ τὸ φιλαρχεῖν καὶ μὴ δύνωνται δι’ | |
αὑτῶν καὶ διὰ τῆς ἰδίας ἀρετῆς τυγχάνειν τούτων, διαφθείρουσι τὰς οὐσίας, δελεάζοντες καὶ λυμαινό‐ | ||
Hist.6.9.7 | μενοι τὰ πλήθη κατὰ πάντα τρόπον. ἐξ ὧν ὅταν ἅπαξ δωροδόκους καὶ δωροφάγους κατασκευάσωσι τοὺς πολλοὺς διὰ τὴν ἄφρονα δοξοφαγίαν, τότ’ ἤδη πάλιν τὸ μὲν τῆς δημοκρατίας καταλύεται, μεθίστα‐ | |
Hist.6.9.8 | ται δ’ εἰς βίαν καὶ χειροκρατίαν ἡ δημοκρατία. συνει‐ θισμένον γὰρ τὸ πλῆθος ἐσθίειν τὰ ἀλλότρια καὶ τὰς ἐλπίδας ἔχειν τοῦ ζῆν ἐπὶ τοῖς τῶν πέλας, ὅταν λάβῃ προστάτην μεγαλόφρονα καὶ τολμηρόν, ἐκ‐ | |
5 | κλειόμενον δὲ διὰ πενίαν τῶν ἐν τῇ πολιτείᾳ τιμίων, | |
Hist.6.9.9 | τότε δὴ χειροκρατίαν ἀποτελεῖ, καὶ τότε συναθροι‐ ζόμενον ποιεῖ σφαγάς, φυγάς, γῆς ἀναδασμούς, ἕως ἂν ἀποτεθηριωμένον πάλιν εὕρῃ δεσπότην καὶ μό‐ ναρχον. | |
Hist.6.9.10 | Αὕτη πολιτειῶν ἀνακύκλωσις, αὕτη φύσεως οἰ‐ κονομία, καθ’ ἣν μεταβάλλει καὶ μεθίσταται καὶ πά‐ | |
Hist.6.9.11 | λιν εἰς αὑτὰ καταντᾷ τὰ κατὰ τὰς πολιτείας. ταῦτά τις σαφῶς ἐπεγνωκὼς χρόνοις μὲν ἴσως διαμαρτή‐ σεται λέγων ὑπὲρ τοῦ μέλλοντος περὶ πολιτείας, τὸ δὲ ποῦ τῆς αὐξήσεως ἕκαστόν ἐστιν ἢ τῆς φθορᾶς | |
5 | ἢ ποῦ μεταστήσεται σπανίως ἂν διασφάλλοιτο, χωρὶς | |
Hist.6.9.12 | ὀργῆς ἢ φθόνου ποιούμενος τὴν ἀπόφασιν. καὶ μὴν περί γε τῆς Ῥωμαίων πολιτείας κατὰ ταύτην τὴν ἐπίστασιν μάλιστ’ ἂν ἔλθοιμεν εἰς γνῶσιν καὶ τῆς συστάσεως καὶ τῆς αὐξήσεως καὶ τῆς ἀκμῆς, ὁμοίως | |
5 | δὲ καὶ τῆς εἰς τοὔμπαλιν ἐσομένης ἐκ τούτων μετα‐ | |
Hist.6.9.13 | βολῆς· εἰ γάρ τινα καὶ ἑτέραν πολιτείαν, ὡς ἀρτίως εἶπα, καὶ ταύτην συμβαίνει, κατὰ φύσιν ἀπ’ ἀρχῆς ἔχουσαν τὴν σύστασιν καὶ τὴν αὔξησιν, κατὰ φύσιν | |
Hist.6.9.14 | ἕξειν καὶ τὴν εἰς τἀναντία μεταβολήν. σκοπεῖν δ’ | |
ἐξέσται διὰ τῶν μετὰ ταῦτα ῥηθησομένων. | ||
Hist.6.10.1 | Νῦν δ’ ἐπὶ βραχὺ ποιησόμεθα μνήμην ὑπὲρ τῆς Λυκούργου νομοθεσίας· ἔστι γὰρ οὐκ ἀνοίκειος ὁ | |
Hist.6.10.2 | λόγος τῆς προθέσεως. ἐκεῖνος γὰρ ἕκαστα τῶν προ‐ ειρημένων συννοήσας ἀναγκαίως καὶ φυσικῶς ἐπι‐ τελούμενα καὶ συλλογισάμενος ὅτι πᾶν εἶδος πολι‐ τείας ἁπλοῦν καὶ κατὰ μίαν συνεστηκὸς δύναμιν | |
5 | ἐπισφαλὲς γίνεται διὰ τὸ ταχέως εἰς τὴν οἰκείαν καὶ | |
Hist.6.10.3 | φύσει παρεπομένην ἐκτρέπεσθαι κακίαν· καθάπερ γὰρ σιδήρῳ μὲν ἰός, ξύλοις δὲ θρῖπες καὶ τερηδόνες συμφυεῖς εἰσι λῦμαι, δι’ ὧν, κἂν πάσας τὰς ἔξωθεν διαφύγωσι βλάβας, ὑπ’ αὐτῶν φθείρονται τῶν συγ‐ | |
Hist.6.10.4 | γενομένων, τὸν αὐτὸν τρόπον καὶ τῶν πολιτειῶν συγγεννᾶται κατὰ φύσιν ἑκάστῃ καὶ παρέπεταί τις κακία, βασιλείᾳ μὲν ὁ μοναρχικὸς λεγόμενος τρόπος, | |
Hist.6.10.5 | ἀριστοκρατίᾳ δ’ ὁ τῆς ὀλιγαρχίας, δημοκρατίᾳ δ’ ὁ θηριώδης καὶ χειροκρατικός, εἰς οὓς οὐχ οἷόν τε μὴ οὐ πάντα τὰ προειρημένα σὺν χρόνῳ ποιεῖσθαι | |
Hist.6.10.6 | τὰς μεταστάσεις κατὰ τὸν ἄρτι λόγον. ἃ προϊδό‐ μενος Λυκοῦργος οὐχ ἁπλῆν οὐδὲ μονοειδῆ συνε‐ στήσατο τὴν πολιτείαν, ἀλλὰ πάσας ὁμοῦ συνήθροιζε τὰς ἀρετὰς καὶ τὰς ἰδιότητας τῶν ἀρίστων πολιτευ‐ | |
Hist.6.10.7 | μάτων, ἵνα μηδὲν αὐξανόμενον ὑπὲρ τὸ δέον εἰς τὰς συμφυεῖς ἐκτρέπηται κακίας, ἀντισπωμένης δὲ τῆς ἑκάστου δυνάμεως ὑπ’ ἀλλήλων μηδαμοῦ νεύῃ μηδ’ ἐπὶ πολὺ καταρρέπῃ μηδὲν αὐτῶν, ἀλλ’ ἰσορ‐ | |
5 | ροποῦν καὶ ζυγοστατούμενον ἐπὶ πολὺ διαμένῃ κατὰ | |
Hist.6.10.8 | τὸν τῆς ἀντιπλοίας λόγον ἀεὶ τὸ πολίτευμα, τῆς μὲν βασιλείας κωλυομένης ὑπερηφανεῖν διὰ τὸν ἀπὸ τοῦ δήμου φόβον, δεδομένης καὶ τούτῳ μερίδος ἱκανῆς | |
Hist.6.10.9 | ἐν τῇ πολιτείᾳ, τοῦ δὲ δήμου πάλιν μὴ θαρροῦντος | |
καταφρονεῖν τῶν βασιλέων διὰ τὸν ἀπὸ τῶν γερόν‐ των φόβον, οἳ κατ’ ἐκλογὴν ἀριστίνδην κεκριμένοι πάντες ἔμελλον ἀεὶ τῷ δικαίῳ προσνέμειν ἑαυτούς, | ||
Hist.6.10.10 | ὥστε τὴν τῶν ἐλαττουμένων μερίδα διὰ τὸ τοῖς ἔθεσιν ἐμμένειν, ταύτην ἀεὶ γίνεσθαι μείζω καὶ βα‐ | |
Hist.6.10.11 | ρυτέραν τῇ τῶν γερόντων προσκλίσει καὶ ῥοπῇ. τοι‐ γαροῦν οὕτως συστησάμενος πλεῖστον ὧν ἡμεῖς ἴσμεν χρόνον διεφύλαξε τοῖς Λακεδαιμονίοις τὴν ἐλευθερίαν. | |
Hist.6.10.12 | Ἐκεῖνος μὲν οὖν λόγῳ τινὶ προϊδόμενος πόθεν ἕκαστα καὶ πῶς πέφυκε συμβαίνειν, ἀβλαβῶς συνε‐ | |
Hist.6.10.13 | στήσατο τὴν προειρημένην πολιτείαν· Ῥωμαῖοι δὲ τὸ μὲν τέλος ταὐτὸ πεποίηνται τῆς ἐν τῇ πατρίδι | |
Hist.6.10.14 | καταστάσεως, οὐ μὴν διὰ λόγου, διὰ δὲ πολλῶν ἀγώνων καὶ πραγμάτων, ἐξ αὐτῆς ἀεὶ τῆς ἐν ταῖς περιπετείαις ἐπιγνώσεως αἱρούμενοι τὸ βέλτιον, οὕ‐ τως ἦλθον ἐπὶ ταὐτὸ μὲν Λυκούργῳ τέλος, κάλλι‐ | |
5 | στον δὲ σύστημα τῶν καθ’ ἡμᾶς πολιτειῶν. [Cod. Urb. fol. 60 (Exc. ant. p. 174).] | |
Hist.611at | III. EX ARCHAEOLOGIA ROMANA. | |
Hist.611a1 | Ὄνομα δὲ τῷ πολίσματι τούτῳ τίθενται Παλλάν‐ τιον ἐπὶ τῆς ἐν Ἀρκαδίᾳ σφῶν μητροπόλεως· ... ὡς δέ τινες ἱστοροῦσιν, ὧν ἐστι καὶ Πολύβιος ὁ Μεγαλο‐ πολίτης, ἐπί τινος μειρακίου Πάλλαντος αὐτόθι τελευ‐ | |
5 | τήσαντος· τοῦτον δὲ Ἡρακλέους εἶναι παῖδα καὶ Λαύνας τῆς Εὐάνδρου θυγατρός· χώσαντα δ’ αὐτῷ τὸν μητροπάτορα τάφον ἐπὶ τῷ λόφῳ Παλλάντιον ἐπὶ τοῦ μειρακίου τὸν τόπον ὀνομάσαι. [Dionys. A. R. I, 31, 5 p. 83.] | |
Hist.611a2 | Οὐ γὰρ ἠξίουν ὡς Πολύβιος ὁ Μεγαλοπολίτης τοσοῦτον μόνον εἰπεῖν, ὅτι κατὰ τὸ δεύτερον ἔτος τῆς | |
ἑβδόμης ὀλυμπιάδος τὴν Ῥώμην ἐκτίσθαι πείθομαι, οὐδ’ ἐπὶ τοῦ παρὰ τοῖς ἀρχιερεῦσι κειμένου πίνακος | ||
5 | ἑνὸς καὶ μόνου τὴν πίστιν ἀβασάνιστον καταλιπεῖν .... [Idem A. R. I, 74 p. 188.] | |
Hist.611a3 | Ἱστοροῦσι δὲ οἱ περὶ Ἀριστόδημον τὸν Ἠλεῖον ὡς ἀπὸ εἰκοστῆς καὶ ἑβδόμης ὀλυμπιάδος ἤρξαντο οἱ ἀθλη‐ ταὶ ἀναγράφεσθαι, ὅσοι δηλαδὴ νικηφόροι· πρὸ τοῦ γὰρ οὐδεὶς ἀνεγράφη, ἀμελησάντων τῶν πρότερον· τῇ | |
5 | δὲ εἰκοστῇ ὀγδόῃ τὸ στάδιον νικῶν Κόροιβος Ἠλεῖος ἀνεγράφη πρῶτος· καὶ ἡ ὀλυμπιὰς αὕτη πρώτη ἐτάχθη, ἀφ’ ἧς Ἕλληνες ἀριθμοῦσι τοὺς χρόνους· τὰ δ’ αὐτὰ τῷ Ἀριστοδήμῳ καὶ Πολύβιος ἱστορεῖ. [Eusebius in Crameri Anecd. Paris. vol. II p. 141, 17. Conf. Geor‐ | |
10 | gium Syncellum p. 195D—196C.] | |
Hist.611a4 | Παρὰ Ῥωμαίοις δέ, ὥς φησι Πο‐ λύβιος ἐν τῇ ἕκτῃ, ἀπείρηται γυ‐ ναιξὶ πίνειν οἶνον, τὸ δὲ καλού‐ μενον πάσσον πίνουσιν. τοῦτο δὲ | |
5 | ποιεῖται μὲν ἐκ τῆς ἀσταφίδος καί ἐστι παραπλήσιος πινόμενος τῷ Αἰ‐ γοσθενεῖ τῷ γλυκεῖ καὶ τῷ Κρη‐ τικῷ· διὸ πρὸς τὸ κατεπεῖγον τοῦ δίψους χρῶνται αὐτῷ. λαθεῖν δ’ | |
10 | ἐστὶν ἀδύνατον τὴν γυναῖκα πιοῦ‐ σαν οἶνον. πρῶτον μὲν γὰρ οὐδ’ ἔχει οἴνου κυρείαν ἡ γυνή· πρὸς δὲ τούτοις φιλεῖν δεῖ τοὺς συγγενεῖς τοὺς ἑαυτῆς καὶ τοὺς τοῦ ἀνδρὸς | |
15 | ἕως ἐξανεψιῶν καὶ τοῦτο ποιεῖν καθ’ ἡμέραν, ὁπόταν ἴδῃ πρῶτον. λοιπὸν ἀδήλου τῆς ἐντυχίας οὔσης | |
τίσιν ἀπαντήσει φυλάσσεται· τὸ γὰρ πρᾶγμα κἂν γεύσηται μόνον οὐ | ||
20 | προσδεῖ διαβολῆς. [Athenaeus X, 56 p. 440e.] | |
Hist.611a6 | Ἔκτισε δὲ καὶ πόλιν Ὠστίαν ἐπὶ τοῦ Τιβέριδος. Πολύβιος ἕκτῳ. [Steph. Byz. v. Ὠστία.] | |
Hist.611a7 | Ὅτι Λεύκιος ὁ Δημαράτου τοῦ Κορινθίου υἱὸς εἰς Ῥώμην ὥρμησε πιστεύων αὑτῷ τε καὶ τοῖς χρήμασι, πεπεισμένος οὐδενὸς ἔλαττον ἕξειν ἐν τῇ πολιτείᾳ [διά] τινας ἀφορμάς, ἔχων γυναῖκα χρησίμην τά τ’ | |
5 | ἄλλα καὶ πρὸς πᾶσαν ἐπιβολὴν πραγματικὴν εὐφυῆ συνεργόν. παραγενόμενος δ’ εἰς τὴν Ῥώμην καὶ τυ‐ χὼν τῆς πολιτείας, εὐθέως ἡρμόσατο πρὸς τὴν τοῦ βα‐ σιλέως ἀρέσκειαν. ταχὺ δὲ καὶ διὰ τὴν χορηγίαν καὶ διὰ τὴν τῆς φύσεως ἐπιδεξιότητα καὶ μάλιστα διὰ τὴν | |
10 | ἐκ παίδων ἀγωγήν, ἁρμόσας τῷ προεστῶτι μεγάλης ἀποδοχῆς ἔτυχε καὶ πίστεως παρ’ αὐτῷ. χρόνου δὲ προϊόντος εἰς τοῦτ’ ἦλθε παραδοχῆς ὥστε συνδιοικεῖν καὶ συγχειρίζειν τῷ Μαρκίῳ τὰ κατὰ τὴν βασιλείαν. ἐν δὲ τούτοις ἐπ’ ἀγαθῷ πᾶσι γενόμενος καὶ συνερ‐ | |
15 | γῶν καὶ συγκατασκευάζων τοῖς δεομένοις ἀεί τι τῶν χρησίμων, ἅμα δὲ καὶ τῇ τοῦ βίου χορηγίᾳ μεγαλο‐ ψύχως εἰς τὸ δέον ἑκάστοτε καὶ σὺν καιρῷ χρώ‐ μενος, ἐν πολλοῖς μὲν ἀπετίθετο χάριν, ἐν πᾶσι δ’ εὔνοιαν ἐνειργάσατο καὶ φήμην ἐπὶ καλοκἀγαθίᾳ καὶ | |
20 | τῆς βασιλείας ἔτυχεν. [Cod. Turon. fol. 109. Exc. | |
Vales. p. 9. Confer Suidam v. Λεύκιος.] | ||
Hist.611a8 | Πρᾶγμα ποιῶν φρονίμου καὶ νουνεχοῦς ἀνδρός, τὸ γνῶναι κατὰ τὸν Ἡσίοδον ὅσῳ πλέον ἥμισυ παν‐ τός. [Cod. Urbin. margo fol. 65] | |
Hist.611a9 | Τὸ γὰρ μανθάνειν ἀψευστεῖν πρὸς τοὺς θεοὺς ὑπόθυψίς ἐστι τῆς πρὸς ἀλλήλους ἀληθείας. [Cod. Urbin. margo fol. 65] | |
Hist.611a10 | Ἐν γὰρ τοῖς πλείστοις τῶν ἀνθρωπείων ἔργων οἱ μὲν κτησάμενοι πρὸς τὴν τήρησιν, οἱ δ’ ἕτοιμα παραλαβόντες πρὸς τὴν ἀπώλειαν εὐφυεῖς εἰσιν. [Cod. Urbin. margo fol. 66 et Exc. Vat. p. 371M. | |
5 | 25, 4H.] | |
Hist.611bt | IV. FRAGMENTA INCERTAE SEDIS. | |
Hist.611b1 | Ὅτι πάντα χρὴ τὰ τῆς ἀρετῆς ἔργα τοὺς καλῶς ἀσκοῦντας ἐκ παίδων ἀσκεῖν, μάλιστα δὲ τὴν ἀν‐ δρείαν. [Cod. Turon. fol. 109. Exc. Vales. p. 9.] | |
Hist.611b2 | Ὄλκιον, πόλις Τυρρηνίας· Πολύβιος ἕκτῳ. [Ste‐ phan. Byz. v. Ὅλκιον.] | |
Hist.6.11t | V. DE ROMANORUM REPUBLICA FLORENTE. | |
Hist.6.11.1 | Ὅτι ἀπὸ τῆς Ξέρξου διαβάσεως εἰς τὴν Ἑλλάδα **** καὶ τριάκοντα ἔτεσιν ὕστερον ἀπὸ τούτων τῶν καιρῶν ἀεὶ τῶν κατὰ μέρος προδιευκρινουμένων ἦν καὶ κάλλιστον καὶ τέλειον ἐν τοῖς Ἀννιβιακοῖς και‐ | |
5 | ροῖς, ἀφ’ ὧν ἡμεῖς εἰς ταῦτα τὴν ἐκτροπὴν ἐποιη‐ | |
Hist.6.11.2 | σάμεθα. διὸ καὶ τὸν ὑπὲρ τῆς συστάσεως αὐτοῦ λόγον ἀποδεδωκότες πειρασόμεθα νῦν ἤδη διασαφεῖν ὁποῖόν τι κατ’ ἐκείνους ὑπῆρχε τοὺς καιρούς, ἐν οἷς λειφθέντες τῇ περὶ Κάνναν μάχῃ τοῖς ὅλοις ἔπται‐ | |
Hist.6.11.3 | σαν πράγμασιν. οὐκ ἀγνοῶ δὲ διότι τοῖς ἐξ αὐτῆς | |
τῆς πολιτείας ὁρμωμένοις ἐλλιπεστέραν φανησόμεθα ποιεῖσθαι τὴν ἐξήγησιν, ἔνια παραλιπόντες τῶν κατὰ | ||
Hist.6.11.4 | μέρος· πᾶν γὰρ ἐπιγινώσκοντες καὶ παντὸς πεῖραν εἰληφότες διὰ τὴν ἐκ παίδων τοῖς ἔθεσι καὶ νομί‐ μοις συντροφίαν οὐ τὸ λεγόμενον θαυμάσουσιν ἀλλὰ | |
Hist.6.11.5 | τὸ παραλειπόμενον ἐπιζητήσουσιν, οὐδὲ κατὰ πρό‐ θεσιν ὑπολήψονται τὸν γράφοντα παραλιπεῖν τὰς μικρὰς διαφοράς, ἀλλὰ κατ’ ἄγνοιαν παρασιωπᾶν | |
Hist.6.11.6 | τὰς ἀρχὰς καὶ τὰ συνέχοντα τῶν πραγμάτων. καὶ ῥηθέντα μὲν οὐκ ἂν ἐθαύμαζον ὡς ὄντα μικρὰ καὶ πάρεργα, παραλειπόμενα δ’ ἐπιζητοῦσιν ὡς ἀναγκαῖα, βουλόμενοι δοκεῖν αὐτοὶ πλέον εἰδέναι τῶν συγ‐ | |
Hist.6.11.7 | γραφέων. δεῖ δὲ τὸν ἀγαθὸν κριτὴν οὐκ ἐκ τῶν παραλειπομένων δοκιμάζειν τοὺς γράφοντας, ἀλλ’ | |
Hist.6.11.8 | ἐκ τῶν λεγομένων, κἂν μὲν ἐν τούτοις τι λαμβάνῃ ψεῦδος, εἰδέναι διότι κἀκεῖνα παραλείπεται δι’ ἄγνοιαν, ἐὰν δὲ πᾶν τὸ λεγόμενον ἀληθὲς ᾖ, συγ‐ χωρεῖν διότι κἀκεῖνα παρασιωπᾶται κατὰ κρίσιν, οὐ | |
5 | κατ’ ἄγνοιαν. [Exc. Vat. p. 371M. 25, 6H; δεῖ δὲ τὸν (lin. 12)—ἄγνοιαν (lin. 18) habet cod. Urb. fol. 65 cum VI, 10, 14 arcte cohaerentia; (exc. ant. p. 177).] | |
Hist.6.11.9 | Ταῦτα μὲν οὖν εἰρήσθω μοι πρὸς τοὺς φιλοτι‐ μότερον ἢ δικαιότερον ἐπιτιμῶντας τοῖς συγγρα‐ φεῦσιν. [Exc. Vat. p. 372M. 25, 30H.] | |
Hist.6.11.10 | Ὅτι πᾶν πρᾶγμα σὺν καιρῷ θεωρούμενον ὑγιεῖς λαμβάνει καὶ τὰς συγκαταθέσεις καὶ τὰς ἐπιτιμή‐ σεις· μεταπεσόντος δὲ τούτου καὶ πρὸς τὰς ἄλλας περιστάσεις συγκρινόμενον οὐχ οἷον αἱρετόν, ἀλλ’ | |
5 | οὐδ’ ἀνεκτὸν ἂν φανείη τὸ κράτιστα καὶ ἀληθινώτατα πολλάκις ὑπὸ τῶν συγγραφέων εἰρημένον. [Ibid.] | |
Hist.6.11.11 | Ἦν μὲν δὴ τρία μέρη τὰ κρατοῦντα τῆς πολι‐ | |
τείας, ἅπερ εἶπα πρότερον ἅπαντα· οὕτως δὲ πάντα κατὰ μέρος ἴσως καὶ πρεπόντως συνετέτακτο καὶ διῳκεῖτο διὰ τούτων ὥστε μηδένα ποτ’ ἂν εἰπεῖν | ||
5 | δύνασθαι βεβαίως μηδὲ τῶν ἐγχωρίων πότερ’ ἀρι‐ στοκρατικὸν τὸ πολίτευμα σύμπαν ἢ δημοκρατικὸν | |
Hist.6.11.12 | ἢ μοναρχικόν. καὶ τοῦτ’ εἰκὸς ἦν πάσχειν. ὅτε μὲν γὰρ εἰς τὴν τῶν ὑπάτων ἀτενίσαιμεν ἐξουσίαν, τελείως μοναρχικὸν ἐφαίνετ’ εἶναι καὶ βασιλικόν, ὅτε δ’ εἰς τὴν τῆς συγκλήτου, πάλιν ἀριστοκρατικόν· | |
5 | καὶ μὴν εἰ τὴν τῶν πολλῶν ἐξουσίαν θεωροίη τις, | |
Hist.6.11.13 | ἐδόκει σαφῶς εἶναι δημοκρατικόν. ὧν δ’ ἕκαστον εἶδος μερῶν τῆς πολιτείας ἐπεκράτει, καὶ τότε καὶ νῦν ἔτι πλὴν ὀλίγων τινῶν ταῦτ’ ἐστίν. | |
Hist.6.12.1 | Οἱ μὲν γὰρ ὕπατοι πρὸ τοῦ μὲν ἐξάγειν τὰ στρα‐ τόπεδα παρόντες ἐν Ῥώμῃ πασῶν εἰσι κύριοι τῶν | |
Hist.6.12.2 | δημοσίων πράξεων. οἵ τε γὰρ ἄρχοντες οἱ λοιποὶ πάντες ὑποτάττονται καὶ πειθαρχοῦσι τούτοις πλὴν τῶν δημάρχων, εἴς τε τὴν σύγκλητον οὗτοι τὰς | |
Hist.6.12.3 | πρεσβείας ἄγουσι. πρὸς δὲ τοῖς προειρημένοις οὗ‐ τοι τὰ κατεπείγοντα τῶν διαβουλίων ἀναδιδόασιν, οὗτοι τὸν ὅλον χειρισμὸν τῶν δογμάτων ἐπιτελοῦσι. | |
Hist.6.12.4 | καὶ μὴν ὅσα δεῖ διὰ τοῦ δήμου συντελεῖσθαι τῶν πρὸς τὰς κοινὰς πράξεις ἀνηκόντων, τούτοις καθή‐ κει φροντίζειν καὶ συνάγειν τὰς ἐκκλησίας, τούτοις εἰσφέρειν τὰ δόγματα, τούτοις βραβεύειν τὰ δοκοῦντα | |
Hist.6.12.5 | τοῖς πλείοσι. καὶ μὴν περὶ πολέμου κατασκευῆς καὶ καθόλου τῆς ἐν ὑπαίθροις οἰκονομίας σχεδὸν αὐτο‐ | |
Hist.6.12.6 | κράτορα τὴν ἐξουσίαν ἔχουσι. καὶ γὰρ ἐπιτάττειν τοῖς συμμαχικοῖς τὸ δοκοῦν, καὶ τοὺς χιλιάρχους καθιστάναι, καὶ διαγράφειν τοὺς στρατιώτας, καὶ | |
Hist.6.12.7 | διαλέγειν τοὺς ἐπιτηδείους τούτοις ἔξεστι. πρὸς δὲ | |
τοῖς εἰρημένοις ζημιῶσαι τῶν ὑποταττομένων ἐν τοῖς ὑπαίθροις ὃν ἂν βουληθῶσι κύριοι καθεστᾶσιν. | ||
Hist.6.12.8 | ἐξουσίαν δ’ ἔχουσι καὶ δαπανᾶν τῶν δημοσίων ὅσα προθεῖντο, παρεπομένου ταμίου καὶ πᾶν τὸ προσ‐ | |
Hist.6.12.9 | ταχθὲν ἑτοίμως ποιοῦντος. ὥστ’ εἰκότως εἰπεῖν ἄν, ὅτε τις εἰς ταύτην ἀποβλέψειε τὴν μερίδα, διότι μοναρχικὸν ἁπλῶς καὶ βασιλικόν ἐστι τὸ πολίτευμα. | |
Hist.6.12.10 | εἰ δέ τινα τούτων ἢ τῶν λέγεσθαι μελλόντων λή‐ ψεται μετάθεσιν ἢ κατὰ τὸ παρὸν ἢ μετά τινα χρό‐ νον, οὐδὲν ἂν εἴη πρὸς τὴν νῦν ὑφ’ ἡμῶν λεγο‐ μένην ἀπόφασιν. | |
Hist.6.13.1 | Καὶ μὴν ἡ σύγκλητος πρῶτον μὲν ἔχει τὴν τοῦ ταμιείου κυρίαν. καὶ γὰρ τῆς εἰσόδου πάσης αὕτη | |
Hist.6.13.2 | κρατεῖ καὶ τῆς ἐξόδου παραπλησίως. οὔτε γὰρ εἰς τὰς κατὰ μέρος χρείας οὐδεμίαν ποιεῖν ἔξοδον οἱ ταμίαι δύνανται χωρὶς τῶν τῆς συγκλήτου δογμά‐ | |
Hist.6.13.3 | των πλὴν τὴν εἰς τοὺς ὑπάτους· τῆς τε παρὰ πολὺ τῶν ἄλλων ὁλοσχερεστάτης καὶ μεγίστης δαπάνης, ἣν οἱ τιμηταὶ ποιοῦσιν εἰς τὰς ἐπισκευὰς καὶ κατα‐ σκευὰς τῶν δημοσίων κατὰ πενταετηρίδα, ταύτης | |
5 | ἡ σύγκλητός ἐστι κυρία, καὶ διὰ ταύτης γίνεται τὸ | |
Hist.6.13.4 | συγχώρημα τοῖς τιμηταῖς. ὁμοίως ὅσα τῶν ἀδικη‐ μάτων τῶν κατ’ Ἰταλίαν προσδεῖται δημοσίας ἐπι‐ σκέψεως, λέγω δ’ οἷον προδοσίας, συνωμοσίας, φαρ‐ μακείας, δολοφονίας, τῇ συγκλήτῳ μέλει περὶ τούτων. | |
Hist.6.13.5 | πρὸς δὲ τούτοις, εἴ τις ἰδιώτης ἢ πόλις τῶν κατὰ τὴν Ἰταλίαν διαλύσεως ἢ (καὶ νὴ Δί’) ἐπιτιμήσεως ἢ βοηθείας ἢ φυλακῆς προσδεῖται, τούτων πάντων ἐπι‐ | |
Hist.6.13.6 | μελές ἐστι τῇ συγκλήτῳ. καὶ μὴν εἰ τῶν ἐκτὸς Ἰταλίας πρός τινας ἐξαποστέλλειν δέοι πρεσβείαν τιν’ ἢ διαλύ‐ σουσάν τινας ἢ παρακαλέσουσαν ἢ καὶ νὴ Δί’ ἐπιτά‐ | |
ξουσαν ἢ παραληψομένην ἢ πόλεμον ἐπαγγέλλουσαν. | ||
Hist.6.13.7 | αὕτη ποιεῖται τὴν πρόνοιαν. ὁμοίως δὲ καὶ τῶν παραγενομένων εἰς Ῥώμην πρεσβειῶν ὡς δέον ἐστὶν ἑκάστοις χρῆσθαι καὶ ὡς δέον ἀποκριθῆναι, πάντα ταῦτα χειρίζεται διὰ τῆς συγκλήτου. πρὸς δὲ τὸν | |
Hist.6.13.8 | δῆμον καθάπαξ οὐδέν ἐστι τῶν προειρημένων. ἐξ ὧν πάλιν ὁπότε τις ἐπιδημήσαι μὴ παρόντος ὑπά‐ | |
Hist.6.13.9 | του, τελείως ἀριστοκρατικὴ φαίνεθ’ ἡ πολιτεία. ὃ δὴ καὶ πολλοὶ τῶν Ἑλλήνων, ὁμοίως δὲ καὶ τῶν βασι‐ λέων, πεπεισμένοι τυγχάνουσι, διὰ τὸ τὰ σφῶν πράγ‐ ματα σχεδὸν πάντα τὴν σύγκλητον κυροῦν. | |
Hist.6.14.1 | Ἐκ δὲ τούτων τίς οὐκ ἂν εἰκότως ἐπιζητήσειε ποία καὶ τίς ποτ’ ἐστὶν ἡ τῷ δήμῳ καταλειπομένη | |
Hist.6.14.2 | μερὶς ἐν τῷ πολιτεύματι, τῆς μὲν συγκλήτου τῶν κατὰ μέρος ὧν εἰρήκαμεν κυρίας ὑπαρχούσης, τὸ δὲ μέγιστον, ὑπ’ αὐτῆς καὶ τῆς εἰσόδου καὶ τῆς ἐξόδου χειριζομένης ἁπάσης, τῶν δὲ στρατηγῶν ὑπάτων | |
5 | πάλιν αὐτοκράτορα μὲν ἐχόντων δύναμιν περὶ τὰς τοῦ πολέμου παρασκευάς, αὐτοκράτορα δὲ τὴν ἐν | |
Hist.6.14.3 | τοῖς ὑπαίθροις ἐξουσίαν; οὐ μὴν ἀλλὰ καταλείπεται μερὶς καὶ τῷ δήμῳ, καὶ καταλείπεταί γε βαρυτάτη. | |
Hist.6.14.4 | τιμῆς γάρ ἐστι καὶ τιμωρίας ἐν τῇ πολιτείᾳ μόνος ὁ δῆμος κύριος, οἷς συνέχονται μόνοις καὶ δυνα‐ στεῖαι καὶ πολιτεῖαι καὶ συλλήβδην πᾶς ὁ τῶν ἀν‐ | |
Hist.6.14.5 | θρώπων βίος. παρ’ οἷς γὰρ ἢ μὴ γινώσκεσθαι συμβαίνει τὴν τοιαύτην διαφορὰν ἢ γινωσκομένην χειρίζεσθαι κακῶς, παρὰ τούτοις οὐδὲν οἷόν τε κατὰ λόγον διοικεῖσθαι τῶν ὑφεστώτων· πῶς γὰρ εἰκὸς | |
Hist.6.14.6 | ἐν ἴσῃ τιμῇ [ὄντων] τῶν ἀγαθῶν τοῖς κακοῖς; κρίνει μὲν οὖν ὁ δῆμος καὶ διαφόρου πολλάκις, ὅταν ἀξιό‐ χρεων ᾖ τὸ τίμημα τῆς ἀδικίας, καὶ μάλιστα τοὺς | |
τὰς ἐπιφανεῖς ἐσχηκότας ἀρχάς. θανάτου δὲ κρίνει | ||
Hist.6.14.7 | μόνος. καὶ γίνεταί τι περὶ ταύτην τὴν χρείαν παρ’ αὐτοῖς ἄξιον ἐπαίνου καὶ μνήμης. τοῖς γὰρ θανά‐ του κρινομένοις, ἐπὰν καταδικάζωνται, δίδωσι τὴν ἐξουσίαν τὸ παρ’ αὐτοῖς ἔθος ἀπαλλάττεσθαι φανε‐ | |
5 | ρῶς, κἂν ἔτι μία λείπηται φυλὴ τῶν ἐπικυρουσῶν τὴν κρίσιν ἀψηφοφόρητος, ἑκούσιον ἑαυτοῦ κατα‐ | |
Hist.6.14.8 | γνόντα φυγαδείαν. ἔστι δ’ ἀσφάλεια τοῖς φεύγου‐ σιν ἔν τε τῇ Νεαπολιτῶν καὶ Πραινεστίνων, ἔτι δὲ Τιβουρίνων πόλει, καὶ ταῖς ἄλλαις, πρὸς ἃς ἔχουσιν | |
Hist.6.14.9 | ὅρκια. καὶ μὴν τὰς ἀρχὰς ὁ δῆμος δίδωσι τοῖς ἀξίοις· ὅπερ ἐστὶ κάλλιστον ἆθλον ἐν πολιτείᾳ καλο‐ | |
Hist.6.14.10 | κἀγαθίας. ἔχει δὲ τὴν κυρίαν καὶ περὶ τῆς τῶν νόμων δοκιμασίας, καὶ τὸ μέγιστον, ὑπὲρ εἰρήνης | |
Hist.6.14.11 | οὗτος βουλεύεται καὶ πολέμου. καὶ μὴν περὶ συμ‐ μαχίας καὶ διαλύσεως καὶ συνθηκῶν οὗτός ἐστιν ὁ βεβαιῶν ἕκαστα τούτων καὶ κύρια ποιῶν ἢ τοὐναν‐ | |
Hist.6.14.12 | τίον. ὥστε πάλιν ἐκ τούτων εἰκότως ἄν τιν’ εἰπεῖν ὅτι μεγίστην ὁ δῆμος ἔχει μερίδα καὶ δημοκρατικόν ἐστι τὸ πολίτευμα. | |
Hist.6.15.1 | Τίνα μὲν οὖν τρόπον διῄρηται τὰ τῆς πολιτείας εἰς ἕκαστον εἶδος εἴρηται· τίνα δὲ τρόπον ἀντιπράτ‐ τειν βουληθέντα καὶ συνεργεῖν ἀλλήλοις πάλιν ἕκα‐ | |
Hist.6.15.2 | στα τῶν μερῶν δύναται νῦν ῥηθήσεται. ὁ μὲν γὰρ ὕπατος, ἐπειδὰν τυχὼν τῆς προειρημένης ἐξουσίας ὁρμήσῃ μετὰ τῆς δυνάμεως, δοκεῖ μὲν αὐτοκράτωρ | |
Hist.6.15.3 | εἶναι πρὸς τὴν τῶν προκειμένων συντέλειαν, προσ‐ δεῖται δὲ τοῦ δήμου καὶ τῆς συγκλήτου, καὶ χωρὶς τούτων ἐπὶ τέλος ἄγειν τὰς πράξεις οὐχ ἱκανός ἐστι. | |
Hist.6.15.4 | δῆλον γὰρ ὡς δεῖ μὲν ἐπιπέμπεσθαι τοῖς στρατοπέ‐ δοις ἀεὶ τὰς χορηγίας· ἄνευ δὲ τοῦ τῆς συγκλήτου | |
βουλήματος οὔτε σῖτος οὔθ’ ἱματισμὸς οὔτ’ ὀψώνια | ||
Hist.6.15.5 | δύναται χορηγεῖσθαι τοῖς στρατοπέδοις, ὥστ’ ἀπρά‐ κτους γίνεσθαι τὰς ἐπιβολὰς τῶν ἡγουμένων, ἐθε‐ λοκακεῖν καὶ κωλυσιεργεῖν προθεμένης τῆς συγκλή‐ | |
Hist.6.15.6 | του. καὶ μὴν τό γ’ ἐπιτελεῖς ἢ μὴ γίνεσθαι τὰς ἐπινοίας καὶ προθέσεις τῶν στρατηγῶν ἐν τῇ συγ‐ κλήτῳ κεῖται· τοῦ γὰρ ἐπαποστεῖλαι στρατηγὸν ἕτε‐ ρον, ἐπειδὰν ἐνιαύσιος διέλθῃ χρόνος, ἢ τὸν ὑπάρ‐ | |
Hist.6.15.7 | χοντα ποιεῖν ἐπίμονον, ἔχει τὴν κυρίαν αὕτη. καὶ μὴν τὰς ἐπιτυχίας τῶν ἡγουμένων ἐκτραγῳδῆσαι καὶ συναυξῆσαι καὶ πάλιν ἀμαυρῶσαι καὶ ταπεινῶσαι | |
Hist.6.15.8 | τὸ συνέδριον ἔχει τὴν δύναμιν· τοὺς γὰρ προσαγο‐ ρευομένους παρ’ αὐτοῖς θριάμβους, δι’ ὧν ὑπὸ τὴν ὄψιν ἄγεται τοῖς πολίταις ὑπὸ τῶν στρατηγῶν ἡ τῶν κατειργασμένων πραγμάτων ἐνάργεια, τούτους οὐ | |
5 | δύνανται χειρίζειν, ὡς πρέπει, ποτὲ δὲ τὸ παράπαν οὐδὲ συντελεῖν, ἐὰν μὴ τὸ συνέδριον συγκατάθηται | |
Hist.6.15.9 | καὶ δῷ τὴν εἰς ταῦτα δαπάνην. τοῦ γε μὴν δήμου στοχάζεσθαι καὶ λίαν αὐτοῖς ἀναγκαῖόν ἐστι, κἂν ὅλως ἀπὸ τῆς οἰκείας τύχωσι πολὺν τόπον ἀφεστῶ‐ τες· ὁ γὰρ τὰς διαλύσεις καὶ συνθήκας ἀκύρους καὶ | |
Hist.6.15.10 | κυρίας ποιῶν, ὡς ἐπάνω προεῖπον, οὗτός ἐστιν. τὸ δὲ μέγιστον ἀποτιθεμένους τὴν ἀρχὴν ἐν τούτῳ δεῖ | |
Hist.6.15.11 | τὰς εὐθύνας ὑπέχειν τῶν πεπραγμένων. ὥστε κατὰ μηδένα τρόπον ἀσφαλὲς εἶναι τοῖς στρατηγοῖς ὀλι‐ γωρεῖν μήτε τῆς συγκλήτου μήτε τῆς τοῦ πλήθους εὐνοίας. | |
Hist.6.16.1 | Ἥ γε μὴν σύγκλητος πάλιν, ἡ τηλικαύτην ἔχουσα δύναμιν, πρῶτον μὲν ἐν τοῖς κοινοῖς πράγμασιν ἀναγκάζεται προσέχειν τοῖς πολλοῖς καὶ στοχάζεσθαι | |
Hist.6.16.2 | τοῦ δήμου, τὰς δ’ ὁλοσχερεστάτας καὶ μεγίστας ζη‐ | |
τήσεις καὶ διορθώσεις τῶν ἁμαρτανομένων κατὰ τῆς πολιτείας, οἷς θάνατος ἀκολουθεῖ τὸ πρόστιμον, οὐ δύναται συντελεῖν, ἂν μὴ συνεπικυρώσῃ τὸ προβε‐ | ||
Hist.6.16.3 | βουλευμένον ὁ δῆμος. ὁμοίως δὲ καὶ περὶ τῶν εἰς ταύτην ἀνηκόντων· ἐὰν γάρ τις εἰσφέρῃ νόμον, ἢ τῆς ἐξουσίας ἀφαιρούμενός τι τῆς ὑπαρχούσης τῇ συγκλήτῳ κατὰ τοὺς ἐθισμοὺς ἢ τὰς προεδρίας καὶ | |
5 | τιμὰς καταλύων αὐτῶν ἢ καὶ νὴ Δία ποιῶν ἐλατ‐ τώματα περὶ τοὺς βίους. πάντων ὁ δῆμος γίνεται | |
Hist.6.16.4 | τῶν τοιούτων καὶ θεῖναι καὶ μὴ κύριος. τὸ δὲ συνέχον, ἐὰν εἷς ἐνίστηται τῶν δημάρχων, οὐχ οἷον ἐπὶ τέλος ἄγειν τι δύναται τῶν διαβουλίων ἡ σύγ‐ κλητος, ἀλλ’ οὐδὲ συνεδρεύειν ἢ συμπορεύεσθαι τὸ | |
Hist.6.16.5 | παράπαν—ὀφείλουσι δ’ ἀεὶ ποιεῖν οἱ δήμαρχοι τὸ δοκοῦν τῷ δήμῳ καὶ μάλιστα στοχάζεσθαι τῆς τού‐ του βουλήσεως—διὸ πάντων τῶν προειρημένων χάριν δέδιε τοὺς πολλοὺς καὶ προσέχει τῷ δήμῳ | |
5 | τὸν νοῦν ἡ σύγκλητος. | |
Hist.6.17.1 | Ὁμοίως γε μὴν πάλιν ὁ δῆμος ὑπόχρεώς ἐστι τῇ συγκλήτῳ, καὶ στοχάζεσθαι ταύτης ὀφείλει καὶ | |
Hist.6.17.2 | κοινῇ καὶ κατ’ ἰδίαν. πολλῶν γὰρ ἔργων ὄντων τῶν ἐκδιδομένων ὑπὸ τῶν τιμητῶν διὰ πάσης Ἰταλίας εἰς τὰς ἐπισκευὰς καὶ κατασκευὰς τῶν δημοσίων, ἅ τις οὐκ ἂν ἐξαριθμήσαιτο ῥᾳδίως, πολλῶν δὲ ποτα‐ | |
5 | μῶν, λιμένων, κηπίων, μετάλλων, χώρας, συλλήβδην | |
Hist.6.17.3 | ὅσα πέπτωκεν ὑπὸ τὴν Ῥωμαίων δυναστείαν, πάντα χειρίζεσθαι συμβαίνει τὰ προειρημένα διὰ τοῦ πλή‐ θους, καὶ σχεδὸν ὡς ἔπος εἰπεῖν πάντας ἐνδεδέσθαι | |
Hist.6.17.4 | ταῖς ὠναῖς καὶ ταῖς ἐργασίαις ταῖς ἐκ τούτων· οἱ μὲν γὰρ ἀγοράζουσι παρὰ τῶν τιμητῶν αὐτοὶ τὰς ἐκδόσεις, οἱ δὲ κοινωνοῦσι τούτοις, οἱ δ’ ἐγγυῶν‐ | |
ται τοὺς ἠγορακότας, οἱ δὲ τὰς οὐσίας διδόασι περὶ | ||
Hist.6.17.5 | τούτων εἰς τὸ δημόσιον. ἔχει δὲ περὶ πάντων τῶν προειρημένων τὴν κυρίαν τὸ συνέδριον· καὶ γὰρ χρό‐ νον (δύναται) δοῦναι καὶ συμπτώματος γενομένου κουφίσαι καὶ τὸ παράπαν ἀδυνάτου τινὸς συμβάντος | |
Hist.6.17.6 | ἀπολῦσαι τῆς ἐργωνίας. καὶ πολλὰ δή τιν’ ἐστίν, ἐν οἷς καὶ βλάπτει μεγάλα καὶ πάλιν ὠφελεῖ τοὺς τὰ δημόσια χειρίζοντας ἡ σύγκλητος· ἡ γὰρ ἀναφορὰ | |
Hist.6.17.7 | τῶν προειρημένων γίνεται πρὸς ταύτην. τὸ δὲ μέ‐ γιστον, ἐκ ταύτης ἀποδίδονται κριταὶ τῶν πλείστων καὶ τῶν δημοσίων καὶ τῶν ἰδιωτικῶν συναλλαγμά‐ | |
Hist.6.17.8 | των, ὅσα μέγεθος ἔχει τῶν ἐγκλημάτων. διὸ πάντες εἰς τὴν ταύτης πίστιν ἐνδεδεμένοι, καὶ δεδιότες τὸ τῆς χρείας ἄδηλον, εὐλαβῶς ἔχουσι πρὸς τὰς ἐν‐ στάσεις καὶ τὰς ἀντιπράξεις τῶν τῆς συγκλήτου βου‐ | |
Hist.6.17.9 | λημάτων. ὁμοίως δὲ καὶ πρὸς τὰς τῶν ὑπάτων ἐπι‐ βολὰς δυσχερῶς ἀντιπράττουσι διὰ τὸ κατ’ ἰδίαν καὶ κοινῇ πάντας ἐν τοῖς ὑπαίθροις ὑπὸ τὴν ἐκεί‐ νων πίπτειν ἐξουσίαν. | |
Hist.6.18.1 | Τοιαύτης δ’ οὔσης τῆς ἑκάστου τῶν μερῶν δυ‐ νάμεως εἰς τὸ καὶ βλάπτειν καὶ συνεργεῖν ἀλλήλοις, πρὸς πάσας συμβαίνει τὰς περιστάσεις δεόντως ἔχειν τὴν ἁρμογὴν αὐτῶν, ὥστε μὴ οἷόν τ’ εἶναι ταύτης | |
Hist.6.18.2 | εὑρεῖν ἀμείνω πολιτείας σύστασιν. ὅταν μὲν γάρ τις ἔξωθεν κοινὸς φόβος ἐπιστὰς ἀναγκάσῃ σφᾶς συμφρονεῖν καὶ συνεργεῖν ἀλλήλοις, τηλικαύτην καὶ τοιαύτην συμβαίνει γίνεσθαι τὴν δύναμιν τοῦ πολι‐ | |
Hist.6.18.3 | τεύματος ὥστε μήτε παραλείπεσθαι τῶν δεόντων μηδέν, ἅτε περὶ τὸ προσπεσὸν ἀεὶ πάντων ὁμοῦ ταῖς ἐπινοίαις ἁμιλλωμένων, μήτε τὸ κριθὲν ὑστε‐ ρεῖν τοῦ καιροῦ, κοινῇ καὶ κατ’ ἰδίαν ἑκάστου | |
5 | συνεργοῦντος πρὸς τὴν τοῦ προκειμένου συντέλειαν. | |
Hist.6.18.4 | διόπερ ἀνυπόστατον συμβαίνει γίνεσθαι καὶ παντὸς ἐφικνεῖσθαι τοῦ κριθέντος τὴν ἰδιότητα τοῦ πολι‐ | |
Hist.6.18.5 | τεύματος. ὅταν γε μὴν πάλιν ἀπολυθέντες τῶν ἐκτὸς φόβων ἐνδιατρίβωσι ταῖς εὐτυχίαις καὶ περιουσίαις ταῖς ἐκ τῶν κατορθωμάτων, ἀπολαύοντες τῆς εὐδαι‐ μονίας, καὶ ὑποκολακευόμενοι καὶ ῥᾳθυμοῦντες τρέ‐ | |
5 | πωνται πρὸς ὕβριν καὶ πρὸς ὑπερηφανίαν, ὃ δὴ | |
Hist.6.18.6 | φιλεῖ γίνεσθαι, τότε καὶ μάλιστα συνιδεῖν ἔστιν αὐτὸ παρ’ αὑτοῦ ποριζόμενον τὸ πολίτευμα τὴν βοή‐ | |
Hist.6.18.7 | θειαν. ἐπειδὰν γὰρ ἐξοιδοῦν τι τῶν μερῶν φιλο‐ νεικῇ καὶ πλέον τοῦ δέοντος ἐπικρατῇ, δῆλον ὡς οὐδενὸς αὐτοτελοῦς ὄντος κατὰ τὸν ἄρτι λόγον, ἀν‐ τισπᾶσθαι δὲ καὶ παραποδίζεσθαι δυναμένης τῆς | |
5 | ἑκάστου προθέσεως ὑπ’ ἀλλήλων, οὐδὲν ἐξοιδεῖ τῶν | |
Hist.6.18.8 | μερῶν οὐδ’ ὑπερφρονεῖ. πάντα γὰρ ἐμμένει τοῖς ὑποκειμένοις τὰ μὲν κωλυόμενα τῆς ὁρμῆς, τὰ δ’ ἐξ ἀρχῆς δεδιότα τὴν ἐκ τοῦ πέλας ἐπίστασιν. [Cod. Urb. fol. 66 (exc. ant. p. 177).] | |
Hist.6.18.9 | Ὁ δὲ δικτάτωρ ταύτην ἔχει τὴν διαφορὰν τῶν ὑπάτων· τῶν μὲν γὰρ ὑπάτων ἑκατέρῳ δώδεκα πε‐ λέκεις ἀκολουθοῦσι, τούτῳ δ’ εἴκοσι καὶ τέτταρες, κἀκεῖνοι μὲν ἐν πολλοῖς προσδέονται τῆς συγκλή‐ | |
5 | του πρὸς τὸ συντελεῖν τὰς ἐπιβολάς, οὗτος δ’ ἔστιν αὐτοκράτωρ στρατηγός, οὗ κατασταθέντος παρα‐ χρῆμα διαλύεσθαι συμβαίνει πάσας τὰς ἀρχὰς ἐν τῇ Ῥώμῃ πλὴν τῶν δημάρχων. οὐ μὴν ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις ἀκριβεστέραν ποιησόμεθα τὴν δια‐ | |
10 | στολήν. [Polyb. III, 87, 7.] | |
Hist.6.19t | VI. DE MILITIA ROMANA. | |
Hist.6.19.1 | Ἐπειδὰν ἀποδείξωσι τοὺς ὑπάτους, μετὰ ταῦτα χιλιάρχους καθιστᾶσι, τετταρασκαίδεκα μὲν ἐκ τῶν πέντ’ ἐνιαυσίους ἐχόντων ἤδη στρατείας, δέκα δ’ | |
Hist.6.19.2 | ἄλλους σὺν τούτοις ἐκ τῶν δέκα. τῶν λοιπῶν τοὺς μὲν ἱππεῖς δέκα, τοὺς δὲ πεζοὺς ἓξ καὶ (δέκα) δεῖ στρατείας τελεῖν κατ’ ἀνάγκην ἐν τοῖς τετταράκοντα καὶ ἓξ ἔτεσιν ἀπὸ γενεᾶς πλὴν τῶν ὑπὸ τὰς τετρα‐ | |
Hist.6.19.3 | κοσίας δραχμὰς τετιμημένων· τούτους δὲ παριᾶσι πάντας εἰς τὴν ναυτικὴν χρείαν. ἐὰν δέ ποτε κατε‐ πείγῃ τὰ τῆς περιστάσεως, ὀφείλουσιν οἱ πεζοὶ στρα‐ | |
Hist.6.19.4 | τεύειν εἴκοσι στρατείας ἐνιαυσίους. πολιτικὴν δὲ λαβεῖν ἀρχὴν οὐκ ἔξεστιν οὐδενὶ πρότερον, ἐὰν μὴ | |
Hist.6.19.5 | δέκα στρατείας ἐνιαυσίους ᾖ τετελεκώς. ἐὰν δὲ μέλ‐ λωσι ποιεῖσθαι τὴν καταγραφὴν τῶν στρατιωτῶν οἱ τὰς ὑπάτους ἔχοντες ἀρχάς, προλέγουσιν ἐν τῷ δήμῳ τὴν ἡμέραν, ἐν ᾗ δεήσει παραγενέσθαι τοὺς ἐν ταῖς | |
5 | ἡλικίαις Ῥωμαίους ἅπαντας. ποιοῦσι δὲ τοῦτο καθ’ | |
Hist.6.19.6 | ἕκαστον ἐνιαυτόν. τῆς δ’ ἡμέρας ἐπελθούσης καὶ τῶν στρατευσίμων παραγενομένων εἰς τὴν Ῥώμην, καὶ μετὰ ταῦθ’ ἁθροισθέντων εἰς τὸ Καπετώλιον, | |
Hist.6.19.7 | διεῖλον σφᾶς αὐτοὺς οἱ νεώτεροι τῶν χιλιάρχων, καθάπερ ἂν ὑπὸ τοῦ δήμου κατασταθῶσιν ἢ τῶν στρατηγῶν, εἰς τέτταρα μέρη διὰ τὸ τέτταρα παρ’ αὐτοῖς στρατόπεδα τὴν ὁλοσχερῆ καὶ πρώτην διαί‐ | |
Hist.6.19.8 | ρεσιν τῶν δυνάμεων ποιεῖσθαι. καὶ τοὺς μὲν πρώ‐ τους κατασταθέντας τέτταρας εἰς τὸ πρῶτον καλού‐ μενον στρατόπεδον ἔνειμαν, τοὺς δ’ ἑξῆς τρεῖς εἰς τὸ δεύτερον, τοὺς δ’ ἑπομένους τούτοις τέτταρας εἰς | |
5 | τὸ τρίτον, τρεῖς δὲ τοὺς τελευταίους εἰς τὸ τέταρτον. | |
Hist.6.19.9 | τῶν δὲ πρεσβυτέρων δύο μὲν τοὺς πρώτους εἰς τὸ πρῶτον, τρεῖς δὲ τοὺς δευτέρους εἰς τὸ δεύτερον τιθέασι στρατόπεδον, δύο δὲ τοὺς ἑξῆς εἰς τὸ τρί‐ τον, τρεῖς δὲ τοὺς τελευταίους εἰς τὸ τέταρτον [τῶν | |
Hist.6.20.1 | πρεσβυτέρων]. γενομένης δὲ τῆς διαιρέσεως καὶ καταστάσεως τῶν χιλιάρχων τοιαύτης ὥστε πάντα | |
Hist.6.20.2 | τὰ στρατόπεδα τοὺς ἴσους ἔχειν ἄρχοντας, μετὰ ταῦτα καθίσαντες χωρὶς ἀλλήλων κατὰ στρατόπεδον κλη‐ ροῦσι τὰς φυλὰς κατὰ μίαν καὶ προσκαλοῦνται τὴν | |
Hist.6.20.3 | ἀεὶ λαχοῦσαν. ἐκ δὲ ταύτης ἐκλέγουσι τῶν νεανί‐ σκων τέτταρας ἐπιεικῶς τοὺς παραπλησίους ταῖς | |
Hist.6.20.4 | ἡλικίαις καὶ ταῖς ἕξεσι. προσαχθέντων δὲ τούτων λαμβάνουσι πρῶτοι τὴν ἐκλογὴν οἱ τοῦ πρώτου στρατοπέδου, δεύτεροι δ’ οἱ τοῦ δευτέρου, τρίτοι δ’ | |
Hist.6.20.5 | οἱ τοῦ τρίτου, τελευταῖοι δ’ οἱ τοῦ τετάρτου. πάλιν δ’ ἄλλων τεττάρων προσαχθέντων λαμβάνουσι πρῶ‐ τοι τὴν αἵρεσιν οἱ τοῦ δευτέρου στρατοπέδου καὶ | |
Hist.6.20.6 | ἑξῆς οὕτως, τελευταῖοι δ’ οἱ τοῦ πρώτου. μετὰ δὲ ταῦτα πάλιν ἄλλων τεττάρων προσαχθέντων πρῶτοι λαμβάνουσιν οἱ τοῦ τρίτου στρατοπέδου, τελευταῖοι | |
Hist.6.20.7 | δ’ οἱ τοῦ δευτέρου. [καὶ] αἰεὶ κατὰ λόγον οὕτως ἐκ περιόδου τῆς ἐκλογῆς γινομένης παραπλησίους συμβαίνει λαμβάνεσθαι τοὺς ἄνδρας εἰς ἕκαστον | |
Hist.6.20.8 | τῶν στρατοπέδων. ὅταν δ’ ἐκλέξωσι τὸ προκείμενον πλῆθος—τοῦτο δ’ ἔστιν ὁτὲ μὲν εἰς ἕκαστον στρα‐ τόπεδον πεζοὶ τετρακισχίλιοι καὶ διακόσιοι, ποτὲ δὲ πεντακισχίλιοι, ἐπειδὰν μείζων τις αὐτοῖς προφαί‐ | |
Hist.6.20.9 | νηται κίνδυνος—μετὰ ταῦτα τοὺς ἱππεῖς τὸ μὲν παλαιὸν ὑστέρους εἰώθεσαν δοκιμάζειν ἐπὶ τοῖς τε‐ τρακισχιλίοις διακοσίοις, νῦν δὲ προτέρους, πλου‐ | |
τίνδην αὐτῶν γεγενημένης ὑπὸ τοῦ τιμητοῦ τῆς | ||
5 | ἐκλογῆς· καὶ ποιοῦσι τριακοσίους εἰς ἕκαστον στρα‐ τόπεδον. | |
Hist.6.21.1 | Ἐπιτελεσθείσης δὲ τῆς καταγραφῆς τὸν προει‐ ρημένον τρόπον, ἁθροίσαντες τοὺς ἐπειλεγμένους οἱ προσήκοντες τῶν χιλιάρχων καθ’ ἕκαστον στρα‐ τόπεδον, καὶ λαβόντες ἐκ πάντων ἕνα τὸν ἐπιτη‐ | |
Hist.6.21.2 | δειότατον, ἐξορκίζουσιν ἦ μὴν πειθαρχήσειν καὶ ποιήσειν τὸ προσταττόμενον ὑπὸ τῶν ἀρχόντων κατὰ | |
Hist.6.21.3 | δύναμιν. οἱ δὲ λοιποὶ πάντες ὀμνύουσι καθ’ ἕνα προπορευόμενοι, τοῦτ’ αὐτὸ δηλοῦντες ὅτι ποιήσουσι πάντα καθάπερ ὁ πρῶτος. | |
Hist.6.21.4 | Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς οἱ τὰς ὑπάτους ἀρχὰς ἔχοντες παραγγέλλουσι τοῖς ἄρχουσι τοῖς ἀπὸ τῶν συμμαχίδων πόλεων τῶν ἐκ τῆς Ἰταλίας, ἐξ ὧν ἂν βούλωνται συστρατεύειν τοὺς συμμάχους, δια‐ | |
5 | σαφοῦντες τὸ πλῆθος καὶ τὴν ἡμέραν καὶ τὸν τό‐ | |
Hist.6.21.5 | πον, εἰς ὃν δεήσει παρεῖναι τοὺς κεκριμένους. αἱ δὲ πόλεις παραπλησίαν ποιησάμεναι τῇ προειρημένῃ τὴν ἐκλογὴν καὶ τὸν ὅρκον ἐκπέμπουσιν, ἄρχοντα συστήσασαι καὶ μισθοδότην. | |
Hist.6.21.6 | Οἱ δ’ ἐν τῇ Ῥώμῃ χιλίαρχοι μετὰ τὸν ἐξορκισμὸν παραγγείλαντες ἡμέραν ἑκάστῳ στρατοπέδῳ καὶ τό‐ πον, εἰς ὃν δεήσει παρεῖναι χωρὶς τῶν ὅπλων, τότε | |
Hist.6.21.7 | μὲν ἀφῆκαν. παραγενομένων δ’ εἰς τὴν ταχθεῖσαν ἡμέραν διαλέγουσι τῶν ἀνδρῶν τοὺς μὲν νεωτάτους καὶ πενιχροτάτους εἰς τοὺς γροσφομάχους, τοὺς δ’ ἑξῆς τούτοις εἰς τοὺς ἁστάτους καλουμένους, τοὺς δ’ | |
5 | ἀκμαιοτάτους ταῖς ἡλικίαις εἰς τοὺς πρίγκιπας, τοὺς | |
Hist.6.21.8 | δὲ πρεσβυτάτους εἰς τοὺς τριαρίους. αὗται γάρ εἰσι καὶ τοσαῦται διαφοραὶ παρὰ Ῥωμαίοις καὶ τῶν ὀνο‐ | |
μασιῶν καὶ τῶν ἡλικιῶν, ἔτι δὲ τῶν καθοπλισμῶν | ||
Hist.6.21.9 | ἐν ἑκάστῳ στρατοπέδῳ. διαιροῦσι δ’ αὐτοὺς τὸν τρόπον τοῦτον ὥστ’ εἶναι τοὺς μὲν πρεσβυτάτους καὶ τριαρίους προσαγορευομένους ἑξακοσίους, τοὺς δὲ πρίγκιπας χιλίους καὶ διακοσίους, ἴσους δὲ τού‐ | |
5 | τοις τοὺς ἁστάτους, τοὺς δὲ λοιποὺς καὶ νεωτάτους | |
Hist.6.21.10 | γροσφοφόρους. ἐὰν δὲ πλείους τῶν τετρακισχιλίων ὦσι, κατὰ λόγον ποιοῦνται τὴν διαίρεσιν πλὴν τῶν τριαρίων. τούτους αἰεὶ τοὺς ἴσους. | |
Hist.6.22.1 | Καὶ τοῖς μὲν νεωτάτοις παρήγγειλαν μάχαιραν | |
Hist.6.22.2 | φορεῖν καὶ γρόσφους καὶ πάρμην. ἡ δὲ πάρμη καὶ δύναμιν ἔχει τῇ κατασκευῇ καὶ μέγεθος ἀρκοῦν πρὸς ἀσφάλειαν· περιφερὴς γὰρ οὖσα τῷ σχήματι τρίπε‐ | |
Hist.6.22.3 | δον ἔχει τὴν διάμετρον. προσεπικοσμεῖται δὲ καὶ λιτῷ περικεφαλαίῳ· ποτὲ δὲ λυκείαν ἤ τι τῶν τοιού‐ των ἐπιτίθεται, σκέπης ἅμα καὶ σημείου χάριν, ἵνα τοῖς κατὰ μέρος ἡγεμόσι προκινδυνεύοντες ἐρρω‐ | |
Hist.6.22.4 | μένως καὶ μὴ διάδηλοι γίνωνται. τὸ δὲ τῶν γρό‐ σφων βέλος ἔχει τῷ μὲν μήκει τὸ ξύλον ὡς ἐπίπαν δίπηχυ, τῷ δὲ πάχει δακτυλιαῖον, τὸ δὲ κέντρον σπιθαμιαῖον, κατὰ τοσοῦτον ἐπὶ λεπτὸν ἐξεληλασμέ‐ | |
5 | νον καὶ συνωξυσμένον ὥστε κατ’ ἀνάγκην εὐθέως ἀπὸ τῆς πρώτης ἐμβολῆς κάμπτεσθαι καὶ μὴ δύνα‐ σθαι τοὺς πολεμίους ἀντιβάλλειν· εἰ δὲ μή, κοινὸν γίνεται τὸ βέλος. | |
Hist.6.23.1 | Τοῖς γε μὴν δευτέροις μὲν κατὰ τὴν ἡλικίαν, ἁστάτοις δὲ προσαγορευομένοις, παρήγγειλαν φέρειν | |
Hist.6.23.2 | πανοπλίαν. ἔστι δ’ ἡ Ῥωμαϊκὴ πανοπλία πρῶτον μὲν θυρεός—οὗ τὸ μὲν πλάτος ἐστὶ τῆς κυρτῆς ἐπι‐ φανείας πένθ’ ἡμιποδίων, τὸ δὲ μῆκος ποδῶν τετ‐ | |
Hist.6.23.3 | τάρων, τὸ δ’ ἐπ’ ἴτυος (πάχος) ἔτι καὶ παλαιστιαῖον— | |
ἐκ διπλοῦ σανιδώματος ταυροκόλλῃ πεπηγώς, ὀθο‐ νίῳ, μετὰ δὲ ταῦτα μοσχείῳ δέρματι περιείληται | ||
Hist.6.23.4 | τὴν ἐκτὸς ἐπιφάνειαν. ἔχει δὲ περὶ τὴν ἴτυν ἐκ τῶν ἄνωθεν καὶ κάτωθεν μερῶν σιδηροῦν σιάλωμα, δι’ οὗ τάς τε καταφορὰς τῶν μαχαιρῶν ἀσφαλίζεται | |
Hist.6.23.5 | καὶ τὰς πρὸς τὴν γῆν ἐξερείσεις. προσήρμοσται δ’ αὐτῷ καὶ σιδηρᾶ κόγχος, ἣ τὰς ὁλοσχερεῖς ἀποστέγει πληγὰς λίθων καὶ σαρισῶν καὶ καθόλου βιαίων βε‐ | |
Hist.6.23.6 | λῶν. ἅμα δὲ τῷ θυρεῷ μάχαιρα· ταύτην δὲ περὶ τὸν δεξιὸν φέρει μηρόν, καλοῦσι δ’ αὐτὴν Ἰβηρι‐ | |
Hist.6.23.7 | κήν. ἔχει δ’ αὕτη κέντημα διάφορον καὶ καταφορὰν ἐξ ἀμφοῖν τοῖν μεροῖν βίαιον διὰ τὸ τὸν ὀβελίσκον | |
Hist.6.23.8 | αὐτῆς ἰσχυρὸν καὶ μόνιμον εἶναι. πρὸς δὲ τούτοις ὑσσοὶ δύο καὶ περικεφαλαία χαλκῆ καὶ προκνημίς. | |
Hist.6.23.9 | τῶν δ’ ὑσσῶν εἰσιν οἱ μὲν παχεῖς, οἱ δὲ λεπτοί. τῶν δὲ στερεωτέρων οἱ μὲν στρογγύλοι παλαιστιαίαν ἔχουσι τὴν διάμετρον, οἱ δὲ τετράγωνοι τὴν πλευ‐ ράν. οἵ γε μὴν λεπτοὶ σιβυνίοις ἐοίκασι συμμέτροις, | |
Hist.6.23.10 | οὓς φοροῦσι μετὰ τῶν προειρημένων. ἁπάντων δὲ τούτων τοῦ ξύλου τὸ μῆκός ἐστιν ὡς τρεῖς πήχεις. προσήρμοσται δ’ ἑκάστοις βέλος σιδηροῦν ἀγκιστρω‐ | |
Hist.6.23.11 | τόν, ἴσον ἔχον τὸ μῆκος τοῖς ξύλοις· οὗ τὴν ἔνδεσιν καὶ τὴν χρείαν οὕτως ἀσφαλίζονται βεβαίως, ἕως μέσων τῶν ξύλων ἐνδιδέντες καὶ πυκναῖς ταῖς λα‐ βίσι καταπερονῶντες, ὥστε πρότερον ἢ τὸν δεσμὸν | |
5 | ἐν ταῖς χρείαις ἀναχαλασθῆναι τὸν σίδηρον θραύε‐ σθαι, καίπερ ὄντα τὸ πάχος ἐν τῷ πυθμένι καὶ τῇ πρὸς τὸ ξύλον συναφῇ τριῶν ἡμιδακτυλίων· ἐπὶ τοσοῦτον καὶ τοιαύτην πρόνοιαν ποιοῦνται τῆς ἐν‐ | |
Hist.6.23.12 | δέσεως. ἐπὶ δὲ πᾶσι τούτοις προσεπικοσμοῦνται πτε‐ ρίνῳ στεφάνῳ καὶ πτεροῖς φοινικοῖς ἢ μέλασιν ὀρθοῖς | |
Hist.6.23.13 | τρισίν, ὡς πηχυαίοις τὸ μέγεθος, ὧν προστεθέντων κατὰ κορυφὴν ἅμα τοῖς ἄλλοις ὅπλοις ὁ μὲν ἀνὴρ φαίνεται διπλάσιος ἑαυτοῦ κατὰ τὸ μέγεθος, ἡ δ’ | |
Hist.6.23.14 | ὄψις καλὴ καὶ καταπληκτικὴ τοῖς ἐναντίοις. οἱ μὲν οὖν πολλοὶ προσλαβόντες χάλκωμα σπιθαμιαῖον πάντῃ πάντως, ὃ προστίθενται μὲν πρὸ τῶν στέρ‐ νων, καλοῦσι δὲ καρδιοφύλακα, τελείαν ἔχουσι τὴν | |
Hist.6.23.15 | καθόπλισιν· οἱ δ’ ὑπὲρ τὰς μυρίας τιμώμενοι δραχ‐ μὰς ἀντὶ τοῦ καρδιοφύλακος σὺν τοῖς ἄλλοις ἁλυ‐ | |
Hist.6.23.16 | σιδωτοὺς περιτίθενται θώρακας. ὁ δ’ αὐτὸς τρόπος τῆς καθοπλίσεώς ἐστι καὶ περὶ τοὺς πρίγκιπας καὶ τριαρίους, πλὴν ἀντὶ τῶν ὑσσῶν οἱ τριάριοι δόρατα φοροῦσιν. | |
Hist.6.24.1 | Ἐξ ἑκάστου δὲ τῶν προειρημένων γενῶν πλὴν τῶν νεωτάτων ἐξέλεξαν ταξιάρχους ἀριστίνδην δέκα. μετὰ δὲ τούτους ἑτέραν ἐκλογὴν ἄλλων δέκα ποι‐ | |
Hist.6.24.2 | οῦνται. καὶ τούτους μὲν ἅπαντας προσηγόρευσαν ταξιάρχους, ὧν ὁ πρῶτος αἱρεθεὶς καὶ συνεδρίου κοινωνεῖ· προσεκλέγονται δ’ οὗτοι πάλιν αὐτοὶ τοὺς | |
Hist.6.24.3 | ἴσους οὐραγούς. ἑξῆς δὲ τούτοις μετὰ τῶν ταξιάρ‐ χων διεῖλον τὰς ἡλικίας, ἑκάστην εἰς δέκα μέρη, πλὴν τῶν γροσφομάχων· καὶ προσένειμαν ἑκάστῳ μέρει τῶν ἐκλεχθέντων ἀνδρῶν δύ’ ἡγεμόνας καὶ | |
Hist.6.24.4 | δύ’ οὐραγούς. τῶν δὲ γροσφομάχων τοὺς ἐπιβάλ‐ λοντας κατὰ τὸ πλῆθος ἴσους ἐπὶ πάντα τὰ μέρη | |
Hist.6.24.5 | διένειμαν. καὶ τὸ μὲν μέρος ἕκαστον ἐκάλεσαν καὶ τάγμα καὶ σπεῖραν καὶ σημαίαν, τοὺς δ’ ἡγεμόνας | |
Hist.6.24.6 | κεντυρίωνας καὶ ταξιάρχους. οὗτοι δὲ καθ’ ἑκάστην σπεῖραν ἐκ τῶν καταλειπομένων ἐξέλεξαν αὐτοὶ δύο τοὺς ἀκμαιοτάτους καὶ γενναιοτάτους ἄνδρας ση‐ | |
Hist.6.24.7 | μαιαφόρους. δύο δὲ καθ’ ἕκαστον τάγμα ποιοῦσιν | |
ἡγεμόνας εἰκότως· ἀδήλου γὰρ ὄντος καὶ τοῦ ποιῆ‐ σαι καὶ τοῦ παθεῖν τι τὸν ἡγεμόνα, τῆς πολεμικῆς χρείας οὐκ ἐπιδεχομένης πρόφασιν, οὐδέποτε βού‐ | ||
5 | λονται τὴν σπεῖραν χωρὶς ἡγεμόνος εἶναι καὶ προ‐ | |
Hist.6.24.8 | στάτου. παρόντων μὲν οὖν ἀμφοτέρων ὁ μὲν πρῶτος αἱρεθεὶς ἡγεῖται τοῦ δεξιοῦ μέρους τῆς σπείρας, ὁ δὲ δεύτερος τῶν εὐωνύμων ἀνδρῶν τῆς σημαίας ἔχει τὴν ἡγεμονίαν· μὴ παρόντων δ’ ὁ καταλειπόμενος | |
Hist.6.24.9 | ἡγεῖται πάντων. βούλονται δ’ εἶναι τοὺς ταξιάρχους οὐχ οὕτως θρασεῖς καὶ φιλοκινδύνους ὡς ἡγεμονι‐ κοὺς καὶ στασίμους καὶ βαθεῖς μᾶλλον ταῖς ψυχαῖς, οὐδ’ ἐξ ἀκεραίου προσπίπτειν ἢ κατάρχεσθαι τῆς | |
5 | μάχης, ἐπικρατουμένους δὲ καὶ πιεζομένους ὑπομέ‐ νειν καὶ ἀποθνήσκειν ὑπὲρ τῆς χώρας. | |
Hist.6.25.1 | Παραπλησίως δὲ καὶ τοὺς ἱππεῖς εἰς ἴλας δέκα διεῖλον, ἐξ ἑκάστης δὲ τρεῖς προκρίνουσιν ἰλάρχας, | |
Hist.6.25.2 | οὗτοι δ’ αὐτοὶ τρεῖς προσέλαβον οὐραγούς. ὁ μὲν οὖν πρῶτος αἱρεθεὶς ἰλάρχης ἡγεῖται τῆς ἴλης, οἱ δὲ δύο δεκαδάρχων ἔχουσι τάξιν, καλοῦνται δὲ πάν‐ τες δεκουρίωνες. μὴ παρόντος δὲ τοῦ πρώτου πά‐ | |
Hist.6.25.3 | λιν ὁ δεύτερος ἰλάρχου λαμβάνει τάξιν. ὁ δὲ καθο‐ πλισμὸς τῶν ἱππέων νῦν μέν ἐστι παραπλήσιος τῷ τῶν Ἑλλήνων· τὸ δὲ παλαιὸν πρῶτον θώρακας οὐκ | |
Hist.6.25.4 | εἶχον, ἀλλ’ ἐν περιζώμασιν ἐκινδύνευον, ἐξ οὗ πρὸς μὲν τὸ καταβαίνειν καὶ ταχέως ἀναπηδᾶν ἐπὶ τοὺς ἵππους ἑτοίμως διέκειντο καὶ πρακτικῶς, πρὸς δὲ τὰς συμπλοκὰς ἐπισφαλῶς εἶχον διὰ τὸ γυμνοὶ κιν‐ | |
Hist.6.25.5 | δυνεύειν. τὰ δὲ δόρατα κατὰ δύο τρόπους ἄπρακτ’ ἦν αὐτοῖς, καθ’ ἃ μὲν ᾗ λεπτὰ καὶ κλαδαρὰ ποι‐ οῦντες οὔτε τοῦ προτεθέντος ἠδύναντο σκοποῦ στοχάζεσθαι, πρὸ τοῦ τε τὴν ἐπιδορατίδα πρός τι | |
5 | προσερεῖσαι, κραδαινόμενα δι’ αὐτῆς τῆς τῶν ἵππων | |
Hist.6.25.6 | κινήσεως τὰ πλεῖστα συνετρίβετο· πρὸς δὲ τούτοις ἄνευ σαυρωτήρων κατασκευάζοντες μιᾷ τῇ πρώτῃ διὰ τῆς ἐπιδορατίδος ἐχρῶντο πληγῇ, μετὰ δὲ ταῦτα κλασθέντων λοιπὸν ἦν ἄπρακτ’ αὐτοῖς καὶ μάταια. | |
Hist.6.25.7 | τόν γε μὴν θυρεὸν εἶχον ἐκ βοείου δέρματος, τοῖς ὀμφαλωτοῖς ποπάνοις παραπλήσιον τοῖς ἐπὶ τὰς θυσίας ἐπιτιθεμένοις· οἷς οὔτε πρὸς τὰς ἐπιβολὰς ἦν χρῆσθαι διὰ τὸ μὴ στάσιν ἔχειν, ὑπό τε τῶν | |
5 | ὄμβρων ἀποδερματούμενοι καὶ μυδῶντες δύσχρηστοι καὶ πρότερον ἦσαν καὶ νῦν ἔτι γίνονται παντελῶς. | |
Hist.6.25.8 | διόπερ ἀδοκίμου τῆς χρείας οὔσης, ταχέως μετέλα‐ | |
Hist.6.25.9 | βον τὴν Ἑλληνικὴν κατασκευὴν τῶν ὅπλων, ἐν ᾗ τῶν μὲν δοράτων τὴν πρώτην εὐθέως τῆς ἐπιδορα‐ τίδος πληγὴν εὔστοχον ἅμα καὶ πρακτικὴν γίνεσθαι συμβαίνει, διὰ τὴν κατασκευὴν ἀτρεμοῦς καὶ στα‐ | |
5 | σίμου τοῦ δόρατος ὑπάρχοντος, ὁμοίως δὲ καὶ τὴν ἐκ μεταλήψεως τοῦ σαυρωτῆρος χρείαν μόνιμον καὶ | |
Hist.6.25.10 | βίαιον. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν θυρεῶν· καὶ γὰρ πρὸς τὰς ἐπιβολὰς καὶ πρὸς τὰς ἐπιθέσεις | |
Hist.6.25.11 | ἑστηκυῖαν καὶ τεταγμένην ἔχουσι τὴν χρείαν. ἃ συνιδόντες ἐμιμήσαντο ταχέως· ἀγαθοὶ γάρ, εἰ καί τινες ἕτεροι, μεταλαβεῖν ἔθη καὶ ζηλῶσαι τὸ βέλ‐ τιον καὶ Ῥωμαῖοι. | |
Hist.6.26.1 | Τοιαύτην δὲ ποιησάμενοι τὴν διαίρεσιν οἱ χιλί‐ αρχοι, καὶ ταῦτα παραγγείλαντες περὶ τῶν ὅπλων, τότε μὲν ἀπέλυσαν τοὺς ἄνδρας εἰς τὴν οἰκείαν· | |
Hist.6.26.2 | παραγενομένης δὲ τῆς ἡμέρας, εἰς ἣν ὤμοσαν ἁθροι‐ σθῆναι πάντες ὁμοίως εἰς τὸν ἀποδειχθέντα τόπον | |
Hist.6.26.3 | ὑπὸ τῶν ὑπάτων—τάττει δ’ ὡς ἐπίπαν ἑκάτερος χωρὶς τὸν τόπον τοῖς αὑτοῦ στρατοπέδοις· ἑκατέρῳ | |
γὰρ δίδοται τὸ μέρος τῶν συμμάχων καὶ δύο τῶν | ||
Hist.6.26.4 | Ῥωμαϊκῶν στρατοπέδων—παραγίνονται δὲ πάντες ἀδιαπτώτως οἱ καταγραφέντες, ὡς ἂν μηδεμιᾶς ἄλλης συγχωρουμένης προφάσεως τοῖς ἐξορκισθεῖσι πλὴν | |
Hist.6.26.5 | ὀρνιθείας καὶ τῶν ἀδυνάτων. ἁθροισθέντων δὲ καὶ τῶν συμμάχων ὁμοῦ τοῖς Ῥωμαίοις, τὴν μὲν οἰκο‐ νομίαν καὶ τὸν χειρισμὸν ποιοῦνται τούτων αὐτῶν οἱ καθεσταμένοι μὲν ὑπὸ τῶν ὑπάτων ἄρχοντες, | |
5 | προσαγορευόμενοι δὲ πραίφεκτοι, δώδεκα τὸν ἀρι‐ | |
Hist.6.26.6 | θμὸν ὄντες. οἳ πρῶτον μὲν τοῖς ὑπάτοις τοὺς ἐπι‐ τηδειοτάτους πρὸς τὴν ἀληθινὴν χρείαν ἐκ πάντων τῶν παραγεγονότων συμμάχων ἱππεῖς καὶ πεζοὺς ἐκλέγουσι, τοὺς καλουμένους ἐκτραορδιναρίους, ὃ | |
Hist.6.26.7 | μεθερμηνευόμενον ἐπιλέκτους δηλοῖ. τὸ δὲ πλῆθος γίνεται τὸ πᾶν τῶν συμμάχων, τὸ μὲν τῶν πεζῶν πάρισον τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις ὡς τὸ πολύ, | |
Hist.6.26.8 | τὸ δὲ τῶν ἱππέων τριπλάσιον· ἐκ δὲ τούτων λαμ‐ βάνουσι τῶν μὲν ἱππέων εἰς τοὺς ἐπιλέκτους ἐπι‐ εικῶς τὸ τρίτον μέρος, τῶν δὲ πεζῶν τὸ πέμπτον. | |
Hist.6.26.9 | τοὺς δὲ λοιποὺς διεῖλον εἰς δύο μέρη, καὶ καλοῦσι τὸ μὲν δεξιόν, τὸ δ’ εὐώνυμον κέρας. | |
Hist.6.26.10 | Τούτων δ’ εὐτρεπῶν γενομένων παραλαβόντες οἱ χιλίαρχοι τοὺς Ῥωμαίους ὁμοῦ καὶ τοὺς συμμάχους κατεστρατοπέδευσαν, ἑνὸς ὑπάρχοντος παρ’ αὐτοῖς θεωρήματος ἁπλοῦ περὶ τὰς παρεμβολάς, ᾧ χρῶν‐ | |
Hist.6.26.11 | ται πρὸς πάντα καιρὸν καὶ τόπον. διὸ καὶ δοκεῖ μοι πρέπειν τῷ καιρῷ τὸ πειραθῆναι, καθ’ ὅσον οἷόν τε τῷ λόγῳ, τοὺς ἀκούοντας εἰς ἔννοιαν ἀγαγεῖν τοῦ κατὰ τὰς πορείας καὶ στρατοπεδείας καὶ παρα‐ | |
Hist.6.26.12 | τάξεις χειρισμοῦ τῶν δυνάμεων. τίς γὰρ οὕτως ἐστὶν ἀπεοικὼς πρὸς τὰ καλὰ καὶ σπουδαῖα τῶν ἔργων, | |
ὃς οὐκ ἂν βουληθείη μικρὸν ἐπιμελέστερον ἐπιστῆ‐ σαι περὶ τῶν τοιούτων, ὑπὲρ ὧν ἅπαξ ἀκούσας ἐπι‐ | ||
5 | στήμων ἔσται πράγματος ἑνὸς τῶν ἀξίων λόγου καὶ γνώσεως; | |
Hist.6.27.1 | Ἔστι δὴ τὸ γένος αὐτῶν τῆς στρατοπεδείας τοι‐ όνδε. τοῦ κριθέντος αἰεὶ τόπου πρὸς στρατοπεδείαν, τούτου τὸν ἐπιτηδειότατον εἰς σύνοψιν ἅμα καὶ παραγγελίαν ἡ τοῦ στρατηγοῦ σκηνὴ καταλαμβάνει. | |
Hist.6.27.2 | τεθείσης δὲ τῆς σημαίας, οὗ μέλλουσι πηγνύναι ταύτην, ἀπομετρεῖται πέριξ τῆς σημαίας τετράγωνος τόπος, ὥστε πάσας τὰς πλευρὰς ἑκατὸν ἀπέχειν πό‐ δας τῆς σημαίας, τὸ δ’ ἐμβαδὸν γίνεσθαι τετράπλε‐ | |
Hist.6.27.3 | θρον. τούτου δὲ τοῦ σχήματος αἰεὶ παρὰ μίαν ἐπι‐ φάνειαν καὶ πλευράν, ἥτις ἂν ἐπιτηδειοτάτη φανῇ πρός τε τὰς ὑδρείας καὶ προνομάς, παραβάλλεται | |
Hist.6.27.4 | τὰ Ῥωμαϊκὰ στρατόπεδα τὸν τρόπον τοῦτον. ἓξ ὑπαρ‐ χόντων χιλιάρχων ἐν ἑκάστῳ στρατοπέδῳ κατὰ τὸν ἄρτι λόγον, δυεῖν δὲ στρατοπέδων ὄντων τῶν Ῥω‐ μαϊκῶν ἀεὶ μεθ’ ἑκατέρου τῶν ὑπάτων, φανερὸν | |
5 | ὅτι δώδεκα χιλιάρχους ἀνάγκη συστρατεύειν ἑκατέρῳ | |
Hist.6.27.5 | τῶν ὑπάτων. τιθέασι δὴ τὰς τούτων σκηνὰς ἐπὶ μίαν εὐθεῖαν ἁπάσας, ἥτις ἐστὶ παράλληλος τῇ τοῦ τετραγώνου προκριθείσῃ πλευρᾷ, πεντήκοντα δ’ ἀπ‐ έχει πόδας ἀπ’ αὐτῆς, (ἵν’ ᾗ τοῖς) ἵπποις, ἅμα δ’ | |
5 | ὑποζυγίοις καὶ τῇ λοιπῇ τῶν χιλιάρχων ἀποσκευῇ | |
Hist.6.27.6 | τόπος. αἱ δὲ σκηναὶ τοῦ προειρημένου σχήματος εἰς τοὔμπαλιν ἀπεστραμμέναι πήγνυνται πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν, ἣ νοείσθω καὶ καλείσθω δὲ καθά‐ παξ ἡμῖν ἀεὶ τοῦ παντὸς σχήματος κατὰ πρόσωπον. | |
Hist.6.27.7 | ἀφεστᾶσι δ’ ἀλλήλων μὲν ἴσον αἱ τῶν χιλιάρχων σκηναί, τοσοῦτον δὲ τόπον ὥστε παρ’ ὅλον τὸ πλά‐ | |
τος ἀεὶ τῶν Ῥωμαϊκῶν στρατοπέδων παρήκειν. | ||
Hist.6.28.1 | Ἀπομετρηθέντων δὲ πάλιν ἑκατὸν ποδῶν εἰς τὸ πρόσθεν κατὰ πάσας τὰς σκηνάς, λοιπὸν ἀπὸ τῆς τοῦτο τὸ πλάτος ὁριζούσης εὐθείας, ἥτις γίνεται παράλληλος ταῖς τῶν χιλιάρχων σκηναῖς, ἀπὸ ταύ‐ | |
5 | της ἄρχονται ποιεῖσθαι τὰς τῶν στρατοπέδων παρ‐ | |
Hist.6.28.2 | εμβολάς, χειρίζοντες τὸν τρόπον τοῦτον. διχοτο‐ μήσαντες τὴν προειρημένην εὐθεῖαν, ἀπὸ τούτου τοῦ σημείου πρὸς ὀρθὰς τῇ γραμμῇ τοὺς ἱππεῖς ἀντίους αὑτοῖς ἑκατέρου τοῦ στρατοπέδου παρεμ‐ | |
5 | βάλλουσι, πεντήκοντα διέχοντας πόδας ἀλλήλων, μέ‐ | |
Hist.6.28.3 | σην ποιοῦντες τὴν τομὴν τοῦ διαστήματος. ἔστι δ’ ἥ τε τῶν ἱππέων καὶ τῶν πεζῶν σκηνοποιία παρα‐ πλήσιος· γίνεται γὰρ τὸ ὅλον σχῆμα καὶ τῆς σημαίας | |
Hist.6.28.4 | καὶ τῶν οὐλαμῶν τετράγωνον. τοῦτο δὲ βλέπει μὲν εἰς τὰς διόδους, ἔχει δὲ τὸ μὲν μῆκος ὡρισμένον τὸ παρὰ τὴν δίοδον—ἔστι γὰρ ἑκατὸν ποδῶν— ὡς δ’ ἐπὶ τὸ πολὺ καὶ τὸ βάθος ἴσον πειρῶνται | |
Hist.6.28.5 | ποιεῖν πλὴν τῶν συμμάχων. ὅταν δὲ τοῖς μείζοσι στρατοπέδοις χρῶνται, τὸ κατὰ λόγον καὶ τῷ μήκει καὶ τῷ βάθει προστιθέασι. | |
Hist.6.29.1 | Γενομένης δὲ τῆς τῶν ἱππέων παρεμβολῆς κατὰ μέσας τὰς τῶν χιλιάρχων σκηνὰς οἷον εἰ ῥύμης τι‐ νὸς ἐπικαρσίου πρὸς τὴν ἄρτι ῥηθεῖσαν εὐθεῖαν καὶ | |
Hist.6.29.2 | τὸν πρὸ τῶν χιλιάρχων τόπον—τῷ γὰρ ὄντι ῥύ‐ μαις παραπλήσιον ἀποτελεῖται τὸ τῶν διόδων σχῆμα πασῶν, ὡς ἂν ἐξ ἑκατέρου τοῦ μέρους αἷς μὲν ταγ‐ μάτων, αἷς δ’ οὐλαμῶν ἐπὶ τὸ μῆκος παρεμβεβλη‐ | |
Hist.6.29.3 | κότων—πλὴν τοῖς προειρημένοις ἱππεῦσι κατόπιν τοὺς ἐξ ἀμφοτέρων τῶν στρατοπέδων τριαρίους, κατ’ οὐλαμὸν ἑκάστην σημαίαν, ἐν ὁμοίῳ σχήματι | |
τιθέασι, συμψαυόντων μὲν τῶν σχημάτων ἀλλήλοις, | ||
5 | βλεπόντων δ’ ἔμπαλιν πρὸς τὰς ἐναντίας τοῖς ἱπ‐ | |
Hist.6.29.4 | πεῦσιν ἐπιφανείας, ἥμισυ ποιοῦντες τὸ βάθος τοῦ μήκους ἑκάστης σημαίας τῷ καὶ κατὰ τὸ πλῆθος ἡμίσεις ὡς ἐπίπαν εἶναι τούτους τῶν ἄλλων μερῶν. | |
Hist.6.29.5 | διότιπερ ἀνίσων ὄντων πολλάκις τῶν ἀνδρῶν ἰσά‐ ζειν ἀεὶ συμβαίνει πάντα τὰ μέρη κατὰ τὸ μῆκος | |
Hist.6.29.6 | διὰ τὴν τοῦ βάθους διαφοράν. αὖθις δὲ πεντή‐ κοντα πόδας ἀφ’ ἑκατέρων τούτων ἀποστήσαντες, ἀντίους παρεμβάλλουσι τοῖς τριαρίοις τοὺς πρίγκι‐ | |
Hist.6.29.7 | πας. νευόντων δὲ καὶ τούτων εἰς τὰ προειρημένα διαστήματα δύ’ αὗται πάλιν ἀποτελοῦνται ῥῦμαι, τὰς μὲν ἀρχὰς ἀπὸ τῆς αὐτῆς εὐθείας λαμβάνουσαι καὶ τὰς εἰσβολάς, ὁμοίως τοῖς ἱππεῦσιν, ἐκ τοῦ πρὸ τῶν | |
5 | χιλιάρχων ἑκατομπέδου διαστήματος, λήγουσαι δὲ πρὸς τὴν καταντικρὺ τῶν χιλιάρχων πλευρὰν τοῦ χάρακος, ἣν ἐξ ἀρχῆς ὑπεθέμεθα κατὰ πρόσωπον | |
Hist.6.29.8 | εἶναι τοῦ παντὸς σχήματος. μετὰ δὲ τοὺς πρίγκι‐ πας, ὄπισθεν τούτων ὁμοίως ἔμπαλιν βλέποντα, συμ‐ ψαύοντα δὲ τὰ σχήματα τιθέντες, τοὺς ἁστάτους | |
Hist.6.29.9 | παρεμβάλλουσι. δέκα δὲ σημαίας ἐχόντων ἁπάντων τῶν μερῶν κατὰ τὴν ἐξ ἀρχῆς διαίρεσιν, πάσας ἴσας συμβαίνει γίνεσθαι τὰς ῥύμας καὶ κατὰ τὸ μῆκος καὶ τὰς ἀποτομὰς ἰσάζειν αὐτῶν τὰς πρὸς τῇ κατὰ | |
5 | τὸ πρόσωπον πλευρᾷ τοῦ χάρακος· πρὸς ἣν καὶ τὰς τελευταίας σημαίας ἐπιστρέφοντες στρατοπεδεύουσιν. | |
Hist.6.30.1 | Ἀπὸ τῶν ἁστάτων πεντήκοντα πάλιν διαλείπον‐ τες πόδας τοὺς τῶν συμμάχων ἱππεῖς ἀντίους πα‐ ρεμβάλλουσι τούτοις, ποιούμενοι τὴν ἀρχὴν ἀπὸ τῆς | |
Hist.6.30.2 | αὐτῆς εὐθείας καὶ λήγοντες ἐπὶ τὴν αὐτήν. ἔστι δὲ τὸ πλῆθος τῶν συμμάχων, ὡς ἐπάνω προεῖπα, τὸ | |
μὲν τῶν πεζῶν πάρισον τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις, λεῖπον τοῖς ἐπιλέκτοις, τὸ δὲ τῶν ἱππέων διπλά‐ | ||
5 | σιον, ἀφῃρημένου καὶ τούτων τοῦ τρίτου μέρους | |
Hist.6.30.3 | εἰς τοὺς ἐπιλέκτους. διὸ καὶ τὸ βάθος αὔξοντες τούτοις πρὸς λόγον ἐν τοῖς στρατοπεδευτικοῖς σχή‐ μασι, πειρῶνται κατὰ τὸ μῆκος ἐξισοῦν τοῖς τῶν | |
Hist.6.30.4 | Ῥωμαίων στρατοπέδοις. ἀποτελεσθεισῶν δὲ τῶν ἁπασῶν πέντε διόδων, αὖθις εἰς τοὔμπαλιν ἀπε‐ στραμμένας ὁμοίως τοῖς ἱππεῦσι τιθέασι τὰς τῶν συμμαχικῶν πεζῶν σημαίας, αὔξοντες τὸ βάθος πρὸς | |
5 | λόγον, βλεπούσας δὲ πρὸς τὸν χάρακα καὶ πρὸς | |
Hist.6.30.5 | τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας ἑκατέρας. καθ’ ἑκάστην δὲ σημαίαν τὰς πρώτας ἀφ’ ἑκατέρου τοῦ μέρους σκηνὰς οἱ ταξίαρχοι λαμβάνουσιν. ἅμα δὲ τὸν προειρημένον τρόπον παρεμβάλλοντες καθ’ ἕκα‐ | |
5 | στον μέρος τὸν ἕκτον οὐλαμὸν ἀπὸ τοῦ πέμπτου πεντήκοντα πόδας ἀφιστᾶσι, παραπλησίως δὲ καὶ | |
Hist.6.30.6 | τὰς τῶν πεζῶν τάξεις, ὥστε γίνεσθαι καὶ ταύτην ἄλλην διὰ μέσων τῶν στρατοπέδων δίοδον, ἐπικάρ‐ σιον μὲν πρὸς τὰς ῥύμας, παράλληλον δὲ ταῖς τῶν χιλιάρχων σκηναῖς, ἣν καλοῦσι πέμπτην διὰ τὸ παρὰ | |
5 | τὰ πέμπτα τάγματα παρήκειν. | |
Hist.6.31.1 | Ὁ δ’ ὑπὸ τὰς τῶν χιλιάρχων σκηνὰς ὄπισθεν τόπος ὑποπεπτωκώς, ἐξ ἑκατέρου δὲ τοῦ μέρους τῆς τοῦ στρατηγίου περιστάσεως παρακείμενος, ὁ μὲν εἰς ἀγορὰν γίνεται τόπος, ὁ δ’ ἕτερος τῷ τε ταμιείῳ | |
Hist.6.31.2 | καὶ ταῖς ἅμα τούτῳ χορηγίαις. ἀπὸ δὲ τῆς ἐφ’ ἑκά‐ τερα τελευταίας τῶν χιλιάρχων σκηνῆς κατόπιν οἷον ἐπικάμπιον ἔχοντες τάξιν πρὸς τὰς σκηνάς, οἱ τῶν ἐπιλέκτων ἱππέων ἀπόλεκτοι καί τινες τῶν ἐθελον‐ | |
5 | τὴν στρατευομένων τῇ τῶν ὑπάτων χάριτι, πάντες | |
οὗτοι στρατοπεδεύουσι παρὰ τὰς ἐκ τῶν πλαγίων τοῦ χάρακος ἐπιφανείας, βλέποντες οἱ μὲν ἐπὶ τὰς τοῦ ταμιείου παρασκευάς, οἱ δ’ ἐκ θατέρου μέρους | ||
Hist.6.31.3 | εἰς τὴν ἀγοράν. ὡς δ’ ἐπὶ τὸ πολὺ συμβαίνει τού‐ τοις μὴ μόνον στρατοπεδεύειν σύνεγγυς τῶν ὑπά‐ των, ἀλλὰ καὶ κατὰ τὰς πορείας καὶ κατὰ τὰς ἄλλας χρείας περὶ τὸν ὕπατον καὶ τὸν ταμίαν ποιεῖσθαι | |
Hist.6.31.4 | τὴν ἐπιμέλειαν καὶ τὴν ὅλην διατριβήν. ἀντίκεινται δὲ τούτοις ἐπὶ τὸν χάρακα βλέποντες οἱ τὴν παρα‐ πλήσιον χρείαν παρεχόμενοι πεζοὶ τοῖς προειρημέ‐ | |
Hist.6.31.5 | νοις ἱππεῦσιν. ἑξῆς δὲ τούτοις δίοδος ἀπολείπεται πλάτος ποδῶν ἑκατόν, παράλληλος μὲν ταῖς τῶν χιλιάρχων σκηναῖς, ἐπὶ θάτερα δὲ τῆς ἀγορᾶς καὶ στρατηγίου καὶ ταμιείου παρατείνουσα παρὰ πάντα | |
Hist.6.31.6 | τὰ προειρημένα μέρη τοῦ χάρακος. παρὰ δὲ τὴν ἀνωτέρω πλευρὰν ταύτης οἱ τῶν συμμάχων ἱππεῖς ἐπίλεκτοι στρατοπεδεύουσι, βλέποντες ἐπί τε τὴν ἀγορὰν ἅμα καὶ τὸ στρατήγιον καὶ τὸ ταμιεῖον. | |
Hist.6.31.7 | κατὰ μέσην δὲ τὴν τούτων τῶν ἱππέων παρεμβολὴν καὶ κατ’ αὐτὴν τὴν τοῦ στρατηγίου περίστασιν δίο‐ δος ἀπολείπεται πεντήκοντα ποδῶν, φέρουσα μὲν ἐπὶ τὴν ὄπισθε πλευρὰν τῆς στρατοπεδείας, τῇ δὲ | |
5 | τάξει πρὸς ὀρθὰς κειμένη τῇ προειρημένῃ πλατείᾳ. | |
Hist.6.31.8 | τοῖς δ’ ἱππεῦσι τούτοις ἀντίτυποι τίθενται πάλιν οἱ τῶν συμμάχων ἐπίλεκτοι πεζοί, βλέποντες πρὸς τὸν χάρακα καὶ τὴν ὄπισθεν ἐπιφάνειαν τῆς ὅλης στρα‐ | |
Hist.6.31.9 | τοπεδείας. τὸ δ’ ἀπολειπόμενον ἐξ ἑκατέρου τοῦ μέρους τούτων κένωμα παρὰ τὰς ἐκ τῶν πλαγίων πλευρὰς δίδοται τοῖς ἀλλοφύλοις καὶ τοῖς ἐκ τοῦ καιροῦ προσγινομένοις συμμάχοις. | |
Hist.6.31.10 | Τούτων δ’ οὕτως ἐχόντων τὸ μὲν σύμπαν σχῆμα | |
γίνεται τῆς στρατοπεδείας τετράγωνον ἰσόπλευρον, τὰ δὲ κατὰ μέρος ἤδη τῆς τε ῥυμοτομίας ἐν αὐτῇ καὶ τῆς ἄλλης οἰκονομίας πόλει παραπλησίαν ἔχει | ||
Hist.6.31.11 | τὴν διάθεσιν. τὸν δὲ χάρακα τῶν σκηνῶν ἀφιστᾶσι κατὰ πάσας τὰς ἐπιφανείας διακοσίους πόδας. τοῦτο δὲ τὸ κένωμα πολλὰς καὶ δοκίμους αὐτοῖς παρέχε‐ | |
Hist.6.31.12 | ται χρείας. πρός τε γὰρ τὰς εἰσαγωγὰς καὶ τὰς ἐξα‐ γωγὰς τῶν στρατοπέδων εὐφυῶς ἔχει καὶ δεόντως ἕκαστοι γὰρ κατὰ τὰς ἑαυτῶν ῥύμας εἰς τοῦτο τὸ κένωμα ποιοῦνται τὴν ἔξοδον, ἀλλ’ οὐκ εἰς μίαν | |
5 | συμπίπτοντες ἀνατρέπουσι καὶ συμπατοῦσιν ἀλλή‐ | |
Hist.6.31.13 | λους· τάς τε τῶν παρεισαγομένων θρεμμάτων καὶ τὰς ἐκ τῶν πολεμίων λείας εἰς τοῦτο παράγοντες | |
Hist.6.31.14 | ἀσφαλῶς τηροῦσι τὰς νύκτας. τὸ δὲ μέγιστον, ἐν ταῖς ἐπιθέσεσι ταῖς νυκτεριναῖς οὔτε πῦρ οὔτε βέλος ἐξικνεῖται πρὸς αὐτοὺς πλὴν τελείως ὀλίγων· γίνε‐ ται δὲ καὶ ταῦτα σχεδὸν ἀβλαβῆ διά τε τὸ μέγεθος | |
5 | τῆς ἀποστάσεως καὶ διὰ τὴν τῶν σκηνῶν περίστασιν. | |
Hist.6.32.1 | Δεδομένου δὲ τοῦ πλήθους καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων καθ’ ἑκατέραν τὴν πρόθεσιν, ἄν τε τετρακισχιλίους ἄν τε πεντακισχιλίους εἰς ἕκαστον στρατόπεδον ποιῶσι, παραπλησίως δὲ καὶ τῶν ση‐ | |
5 | μαιῶν τοῦ τε βάθους καὶ τοῦ μήκους καὶ τοῦ πλή‐ θους δεδομένου, πρὸς δὲ τούτοις τῶν κατὰ τὰς διό‐ δους καὶ πλατείας διαστημάτων, ὁμοίως δὲ καὶ τῶν | |
Hist.6.32.2 | ἄλλων ἁπάντων δεδομένων, συμβαίνει τοῖς βουλο‐ μένοις συνεφιστάνειν (νοεῖν) καὶ τοῦ χωρίου τὸ μέγεθος καὶ τὴν ὅλην περίμετρον τῆς παρεμβολῆς. | |
Hist.6.32.3 | ἐὰν δέ ποτε πλεονάζῃ τὸ τῶν συμμάχων πλῆθος, ἢ τῶν ἐξ ἀρχῆς συστρατευομένων ἢ τῶν ἐκ τοῦ καιροῦ | |
Hist.6.32.4 | προσγινομένων, τοῖς μὲν ἐκ τοῦ καιροῦ πρὸς τοῖς | |
προειρημένοις καὶ τοὺς παρὰ τὸ στρατήγιον ἀνα‐ πληροῦσι τόπους, τὴν ἀγορὰν καὶ τὸ ταμιεῖον συνα‐ γαγόντες εἰς αὐτὸν τὸν κατεπείγοντα πρὸς τὴν χρείαν | ||
Hist.6.32.5 | τόπον· τοῖς δ’ ἐξ ἀρχῆς συνεκπορευομένοις, ἐὰν ᾖ πλῆθος ἱκανώτερον, ῥύμην μίαν ἐξ ἑκατέρου τοῦ μέρους τῶν Ῥωμαϊκῶν στρατοπέδων πρὸς ταῖς ὑπαρ‐ χούσαις παρὰ τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας παρα‐ | |
Hist.6.32.6 | τιθέασι. πάντων δὲ τῶν τεττάρων στρατοπέδων καὶ τῶν ὑπάτων ἀμφοτέρων εἰς ἕνα χάρακα συναθροι‐ σθέντων, οὐδὲν ἕτερον δεῖ νοεῖν πλὴν δύο στρα‐ τιὰς κατὰ τὸν ἄρτι λόγον παρεμβεβληκυίας ἀντε‐ | |
5 | στραμμένας αὑταῖς συνηρμόσθαι, συναπτούσας κατὰ τὰς τῶν ἐπιλέκτων ἑκατέρου τοῦ στρατοπέδου παρ‐ εμβολάς, οὓς ἐποιοῦμεν εἰς τὴν ὀπίσω βλέποντας | |
Hist.6.32.7 | ἐπιφάνειαν τῆς ὅλης παρεμβολῆς, ὅτε δὴ συμβαίνει γίνεσθαι τὸ μὲν σχῆμα παράμηκες, τὸ δὲ χωρίον διπλάσιον τοῦ πρόσθεν, τὴν δὲ περίμετρον ἡμιόλιον. | |
Hist.6.32.8 | ὅταν μὲν οὖν συμβαίνῃ τοὺς ὑπάτους ἀμφοτέρους ὁμοῦ στρατοπεδεύειν, οὕτως ἀεὶ χρῶνται ταῖς στρα‐ τοπεδείαις· ὅταν δὲ χωρίς, τἄλλα μὲν ὡσαύτως, τὴν δ’ ἀγορὰν καὶ τὸ ταμιεῖον καὶ τὸ στρατήγιον μέσον | |
5 | τιθέασι τῶν δυεῖν στρατοπέδων. | |
Hist.6.33.1 | Μετὰ δὲ τὴν στρατοπεδείαν συναθροισθέντες οἱ χιλίαρχοι τοὺς ἐκ τοῦ στρατοπέδου πάντας ἐλευθέ‐ ρους ὁμοῦ καὶ δούλους ὁρκίζουσι, καθ’ ἕνα ποιού‐ | |
Hist.6.33.2 | μενοι τὸν ὁρκισμόν. ὁ δ’ ὅρκος ἐστὶ μηδὲν ἐκ τῆς παρεμβολῆς κλέψειν, ἀλλὰ κἂν εὕρῃ τι, τοῦτ’ ἀνοί‐ | |
Hist.6.33.3 | σειν ἐπὶ τοὺς χιλιάρχους. ἑξῆς δὲ τούτοις διέταξαν τὰς σημαίας ἐξ ἑκάστου στρατοπέδου τῶν πριγκί‐ πων καὶ τῶν ἁστάτων, δύο μὲν εἰς τὴν ἐπιμέλειαν | |
Hist.6.33.4 | τοῦ τόπου τοῦ πρὸ τῶν χιλιάρχων· τὴν γὰρ διατρι‐ | |
βὴν ἐν ταῖς καθημερείαις οἱ πλεῖστοι τῶν Ῥωμαίων ἐν ταύτῃ ποιοῦνται τῇ πλατείᾳ· διόπερ ἀεὶ σπου‐ δάζουσι περὶ ταύτης, ὡς ῥαίνηται καὶ καλλύνηται | ||
Hist.6.33.5 | σφίσιν ἐπιμελῶς. τῶν δὲ λοιπῶν ὀκτωκαίδεκα τρεῖς ἕκαστος τῶν χιλιάρχων διαλαγχάνει· τοσαῦται γάρ εἰσι τῶν ἁστάτων καὶ πριγκίπων ἐν ἑκάστῳ στρα‐ τοπέδῳ σημαῖαι κατὰ τὴν ἄρτι ῥηθεῖσαν διαίρεσιν, | |
Hist.6.33.6 | χιλίαρχοι δ’ ἕξ. τῶν δὲ τριῶν σημαιῶν ἀνὰ μέρος ἑκάστη τῷ χιλιάρχῳ λειτουργεῖ λειτουργίαν τοιαύ‐ την. ἐπειδὰν καταστρατοπεδεύσωσι, τὴν σκηνὴν ἱστᾶσιν οὗτοι καὶ τὸν περὶ τὴν σκηνὴν τόπον ἠδά‐ | |
5 | φισαν. κἄν τι περιφράξαι δέῃ τῶν σκευῶν ἀσφα‐ | |
Hist.6.33.7 | λείας χάριν, οὗτοι φροντίζουσι. διδόασι δὲ καὶ φυλακεῖα δύο—τὸ δὲ φυλακεῖόν ἐστιν ἐκ τεττάρων ἀνδρῶν—ὧν οἱ μὲν πρὸ τῆς σκηνῆς, οἱ δὲ κατό‐ | |
Hist.6.33.8 | πιν παρὰ τοὺς ἵππους ποιοῦνται τὴν φυλακήν. οὐ‐ σῶν δὲ σημαιῶν ἑκάστῳ χιλιάρχῳ τριῶν, ἐν ἑκάστῃ δὲ τούτων ἀνδρῶν ὑπαρχόντων ὑπὲρ τοὺς ἑκατὸν χωρὶς τῶν τριαρίων καὶ γροσφομάχων—οὗτοι γὰρ | |
Hist.6.33.9 | οὐ λειτουργοῦσι—τὸ μὲν ἔργον γίνεται κοῦφον διὰ τὸ παρὰ τετάρτην ἡμέραν ἑκάστῃ σημαίᾳ καθή‐ κειν τὴν λειτουργίαν, τοῖς δὲ χιλιάρχοις ἅμα μὲν τὸ τῆς εὐχρηστίας ἀναγκαῖον, ἅμα δὲ τὸ τῆς τιμῆς διὰ | |
5 | τῶν προειρημένων ἀποτελεῖται σεμνὸν καὶ προστα‐ | |
Hist.6.33.10 | τικόν. αἱ δὲ τῶν τριαρίων σημαῖαι τῆς μὲν τῶν χιλιάρχων παραλύονται λειτουργίας, εἰς δὲ τοὺς τῶν ἱππέων οὐλαμοὺς ἑκάστη σημαία καθ’ ἡμέραν δί‐ δωσι φυλακεῖον ἀεὶ τῷ γειτνιῶντι κατόπιν τῶν οὐ‐ | |
Hist.6.33.11 | λαμῶν· οἵτινες τηροῦσι μὲν καὶ τἄλλα, μάλιστα δὲ τοὺς ἵππους, ἵνα μήτ’ ἐμπλεκόμενοι τοῖς δέμασι βλάπτωνται πρὸς χρείαν μήτε λυόμενοι καὶ προσπί‐ | |
πτοντες ἄλλοις ἵπποις ταραχὰς καὶ θορύβους ἐμ‐ | ||
Hist.6.33.12 | ποιῶσι τῷ στρατοπέδῳ. μία δ’ ἐξ ἁπασῶν καθ’ ἡμέραν σημαία ἀνὰ μέρος τῷ στρατηγῷ παρακοιτεῖ· ἥτις ἅμα μὲν ἀσφάλειαν παρασκευάζει τῷ στρατηγῷ πρὸς τὰς ἐπιβουλάς, ἅμα δὲ κοσμεῖ τὸ πρόσχημα | |
5 | τῆς ἀρχῆς. | |
Hist.6.34.1 | Τῆς δὲ ταφρείας καὶ χαρακοποιίας δύο μὲν ἐπι‐ βάλλουσι πλευραὶ τοῖς συμμάχοις, παρ’ ἃς καὶ στρα‐ τοπεδεύει τὸ κέρας αὐτῶν ἑκάτερον, δύο δὲ τοῖς | |
Hist.6.34.2 | Ῥωμαίοις, ἑκατέρῳ τῷ στρατοπέδῳ μία. διαιρεθεί‐ σης δὲ τῆς πλευρᾶς ἑκάστης κατὰ σημαίαν, τὴν μὲν κατὰ μέρος ἐπιμέλειαν οἱ ταξίαρχοι ποιοῦνται παρ‐ εστῶτες, τὴν δὲ καθόλου δοκιμασίαν τῆς πλευρᾶς | |
Hist.6.34.3 | δύο τῶν χιλιάρχων. ὁμοίως δὲ καὶ τὴν λοιπὴν τὴν κατὰ τὸ στρατόπεδον ἐπιμέλειαν οὗτοι ποιοῦνται· κατὰ δύο γὰρ σφᾶς αὐτοὺς διελόντες ἀνὰ μέρος τῆς ἑκμήνου τὴν δίμηνον ἄρχουσι, καὶ πάσης οἱ λαχόν‐ | |
Hist.6.34.4 | τες τῆς ἐν τοῖς ὑπαίθροις προΐστανται χρείας. ὁ δ’ αὐτὸς τρόπος τῆς ἀρχῆς ἐστι καὶ τῶν πραιφέκτων | |
Hist.6.34.5 | περὶ τοὺς συμμάχους. οἱ δ’ ἱππεῖς καὶ ταξίαρχοι πάντες ἅμα τῷ φωτὶ παραγίνονται πρὸς τὰς τῶν χιλιάρχων σκηνάς, οἱ δὲ χιλίαρχοι πρὸς τὸν ὕπατον. | |
Hist.6.34.6 | κἀκεῖνος μὲν τὸ κατεπεῖγον ἀεὶ παραγγέλλει τοῖς χιλι‐ άρχοις, οἱ δὲ χιλίαρχοι τοῖς ἱππεῦσι καὶ ταξιάρχοις, οὗτοι δὲ τοῖς πολλοῖς, ὅταν ἑκάστων ὁ καιρὸς ᾖ. | |
Hist.6.34.7 | Τὴν δὲ τοῦ νυκτερινοῦ συνθήματος παράδοσιν | |
Hist.6.34.8 | ἀσφαλίζονται τὸν τρόπον τοῦτον. καθ’ ἕκαστον γένος καὶ τῶν ἱππέων καὶ τῶν πεζῶν ἐκ τῆς δεκάτης ση‐ μαίας καὶ τελευταίας στρατοπεδευούσης κατὰ τὰς ῥύ‐ μας, ἐκ τούτων εἷς ἑκάστης ἀνὴρ λαμβάνεται κατ’ | |
5 | ἐκλογήν, ὃς τῶν μὲν κατὰ τὰς φυλακὰς λειτουργιῶν | |
ἀπολύεται, παραγίνεται δὲ καθ’ ἡμέραν δύνοντος ἡλίου πρὸς τὴν τοῦ χιλιάρχου σκηνήν, καὶ λαβὼν τὸ σύνθημα—τοῦτο δ’ ἐστὶ πλατεῖον ἐπιγεγραμ‐ | ||
Hist.6.34.9 | μένον—ἀπαλλάττεται πάλιν. ἀναχωρήσας δ’ ἐπὶ τὴν αὑτοῦ σημαίαν τό τε ξυλήφιον παρέδωκε καὶ τὸ σύνθημα μετὰ μαρτύρων τῷ τῆς ἐχομένης σημαίας ἡγεμόνι, παραπλησίως δὲ πάλιν οὗτος τῷ τῆς ἐχο‐ | |
Hist.6.34.10 | μένης. τὸ δ’ ὅμοιον ἑξῆς ποιοῦσι πάντες, ἕως ἂν ἐπὶ τὰς πρώτας καὶ σύνεγγυς τοῖς χιλιάρχοις στρατο‐ πεδευούσας σημαίας ἐξικνῆται. τούτους δὲ δεῖ τὸ πλατεῖον ἔτι φωτὸς ὄντος ἀναφέρειν πρὸς τοὺς χιλι‐ | |
Hist.6.34.11 | άρχους. κἂν μὲν ἀνενεχθῇ πάντα τὰ δοθέντα, γι‐ νώσκει διότι δέδοται τὸ σύνθημα πᾶσι καὶ διὰ | |
Hist.6.34.12 | πάντων εἰς αὐτὸν ἥκει· ἐὰν δ’ ἐλλείπῃ τι, παρὰ πόδας ζητεῖ τὸ γεγονός, εἰδὼς ἐκ τῆς ἐπιγραφῆς ἐκ ποίου μέρους οὐχ ἥκει τὸ πλατεῖον. οὗ δ’ ἂν εὑρεθῇ τὸ κώλυμα, τυγχάνει τῆς καθηκούσης ζημίας. | |
Hist.6.35.1 | Τὰ δὲ περὶ τὰς νυκτερινὰς φυλακὰς οὕτως οἰ‐ | |
Hist.6.35.2 | κονομεῖται παρ’ αὐτοῖς. τὸν μὲν στρατηγὸν καὶ τὴν τούτου σκηνὴν ἡ παρακοιτοῦσα σημαία φυλάττει, τὰς δὲ τῶν χιλιάρχων καὶ τοὺς τῶν ἱππέων οὐλα‐ μοὺς οἱ διατεταγμένοι κατὰ τὸν ἄρτι λόγον ἐξ ἑκά‐ | |
Hist.6.35.3 | στης σημαίας. ὁμοίως δὲ καὶ παρ’ ἕκαστον τάγμα πάντες ἐξ ἑαυτῶν τιθέασι φυλακήν· τὰς δὲ λοιπὰς | |
Hist.6.35.4 | ὁ στρατηγὸς ἀποτάττει. γίνονται δ’ ὡς ἐπίπαν τρεῖς φυλακαὶ παρὰ τὸν ταμίαν, καὶ παρ’ ἕκαστον τῶν | |
Hist.6.35.5 | πρεσβευτῶν καὶ συμβούλων δύο. τὴν δ’ ἐκτὸς ἐπι‐ φάνειαν οἱ γροσφομάχοι πληροῦσι, παρ’ ὅλον καθ’ ἡμέραν τὸν χάρακα παρακοιτοῦντες—αὕτη γὰρ ἐπιτέτακται τούτοις ἡ λειτουργία—ἐπί (τε) τῶν | |
5 | εἰσόδων ἀνὰ δέκα ποιοῦνται τούτων αὐτῶν τὰς προ‐ | |
Hist.6.35.6 | κοιτίας. τῶν δ’ εἰς τὰς φυλακὰς ἀποταχθέντων ἀφ’ ἑκάστου φυλακείου τὸν τὴν πρώτην μέλλοντα τηρεῖν εἷς ἐξ ἑκάστης σημαίας οὐραγὸς ἄγει πρὸς τὸν χιλί‐ | |
Hist.6.35.7 | αρχον ἑσπέρας· ὁ δὲ δίδωσι τούτοις πᾶσι ξυλήφια κατὰ φυλακήν, βραχέα τελέως, ἔχοντα χαρακτῆρα. λαβόντες δ’ οὗτοι μὲν ἐπὶ τοὺς ἀποδεδειγμένους ἀπαλλάττονται τόπους. | |
Hist.6.35.8 | Ἡ δὲ τῆς ἐφοδείας πίστις εἰς τοὺς ἱππεῖς ἀνα‐ τίθεται. δεῖ γὰρ τὸν πρῶτον ἰλάρχην καθ’ ἕκαστον στρατόπεδον ἑνὶ τῶν οὐραγῶν τῶν αὑτοῦ παραγγεῖ‐ λαι πρῲ παράγγελμα τοιοῦτον, ἵνα τέτταρσιν οὗτος | |
5 | ἐμφανίσῃ νεανίσκοις τῶν ἐκ τῆς ἰδίας ἴλης πρὸ ἀρί‐ | |
Hist.6.35.9 | στου τοῖς μέλλουσιν ἐφοδεύειν. μετὰ δὲ ταῦτα τῷ τῆς ἐχομένης ἴλης ἡγεμόνι δεῖ τὸν αὐτὸν ἀφ’ ἑσπέ‐ ρας παραγγεῖλαι διότι τούτῳ καθήκει τὰ περὶ τῆς | |
Hist.6.35.10 | ἐφοδείας φροντίζειν εἰς τὴν αὔριον. τοῦτον δ’ ἀκού‐ σαντα παραπλησίως ταὐτὰ δεῖ ποιεῖν τοῖς προειρη‐ μένοις εἰς τὴν ἐπιοῦσαν ἡμέραν· ὁμοίως δὲ καὶ τοὺς | |
Hist.6.35.11 | ἑξῆς. οἱ δὲ προκριθέντες ὑπὸ τῶν οὐραγῶν ἐκ τῆς πρώτης ἴλης τέτταρες, ἐπειδὰν διαλάχωσι τὰς φυ‐ λακάς, πορεύονται πρὸς τὸν χιλίαρχον, καὶ γραφὴν λαμβάνουσι πόσου καὶ πόσας ἐφοδεῦσαι δεῖ φυλακάς. | |
Hist.6.35.12 | μετὰ δὲ ταῦτα παρακοιτοῦσιν οἱ τέτταρες παρὰ τὴν πρώτην σημαίαν τῶν τριαρίων· ὁ γὰρ ταύτης ταξί‐ αρχος τὴν ἐπιμέλειαν ποιεῖται τοῦ κατὰ φυλακὴν | |
Hist.6.36.1 | βουκανᾶν. συνάψαντος δὲ τοῦ καιροῦ τὴν πρώτην ἐφοδεύει φυλακὴν ὁ ταύτην λαχών, ἔχων μεθ’ αὑτοῦ | |
Hist.6.36.2 | μάρτυρας τῶν φίλων. ἐπιπορεύεται δὲ τοὺς ῥηθέν‐ τας τόπους, οὐ μόνον τοὺς περὶ τὸν χάρακα καὶ τὰς εἰσόδους, ἀλλὰ καὶ τοὺς κατὰ σημαίαν ἅπαντας | |
Hist.6.36.3 | καὶ τοὺς κατ’ οὐλαμόν· κἂν μὲν εὕρῃ τοὺς φυλάτ‐ | |
τοντας τὴν πρώτην ἐγρηγορότας, λαμβάνει παρὰ τούτων τὸ κάρφος· ἐὰν δ’ εὕρῃ κοιμώμενον ἢ λελοι‐ πότα τινὰ τὸν τόπον, ἐπιμαρτυράμενος τοὺς σύνεγ‐ | ||
Hist.6.36.4 | γυς ἀπαλλάττεται. τὸ δὲ παραπλήσιον γίνεται καὶ | |
Hist.6.36.5 | ὑπὸ τῶν τὰς ἑξῆς φυλακὰς ἐφοδευόντων. τὴν δ’ ἐπιμέλειαν τοῦ κατὰ φυλακὴν βουκανᾶν, ὡς ἀρτίως εἶπον, ἵνα σύμφωνον ᾖ τοῖς ἐφοδεύουσι πρὸς τοὺς φυλάττοντας, οἱ τῆς πρώτης σημαίας τῶν τριαρίων | |
5 | ἐξ ἑκατέρου τοῦ στρατοπέδου ταξίαρχοι καθ’ ἡμέ‐ ραν ποιοῦνται. | |
Hist.6.36.6 | Τῶν δ’ ἐφόδων ἕκαστος ἅμα τῷ φωτὶ πρὸς τὸν χιλίαρχον ἀναφέρει τὸ σύνθημα. κἂν μὲν ᾖ πάντα δεδομένα, χωρὶς ἐγκλήματος ἀπαλλάττονται πάλιν· | |
Hist.6.36.7 | ἂν δέ τις ἐλάττω φέρῃ τοῦ πλήθους τῶν φυλακείων, ζητοῦσιν ἐκ τοῦ χαρακτῆρος ποῖον ἐκ τῶν φυλα‐ | |
Hist.6.36.8 | κείων λέλοιπε. τούτου δὲ γνωσθέντος καλεῖ τὸν ταξίαρχον· οὗτος δ’ ἄγει τοὺς ἀποταχθέντας εἰς τὴν φυλακήν· οὗτοι δὲ συγκρίνονται πρὸς τὸν ἔφοδον. | |
Hist.6.36.9 | ἐὰν μὲν οὖν ἐν τοῖς φύλαξιν ᾖ τὸ κακόν, εὐθέως δῆλός ἐστιν ὁ τὴν ἐφοδείαν ἔχων ἐπιμαρτυράμενος τοὺς σύνεγγυς· ὀφείλει γὰρ τοῦτο ποιεῖν· ἐὰν δὲ μηδὲν ᾖ τοιοῦτο γεγονός, εἰς τὸν ἔφοδον ἀναχωρεῖ | |
Hist.6.37.1 | τοὔγκλημα. καθίσαντος δὲ παραχρῆμα συνεδρίου τῶν χιλιάρχων κρίνεται, κἂν καταδικασθῇ, ξυλοκο‐ | |
Hist.6.37.2 | πεῖται. τὸ δὲ τῆς ξυλοκοπίας ἐστὶ τοιοῦτον. λαβὼν ξύλον ὁ χιλίαρχος τούτῳ τοῦ κατακριθέντος οἷον | |
Hist.6.37.3 | ἥψατο μόνον, οὗ γενομένου πάντες οἱ τοῦ στρατο‐ πέδου τύπτοντες τοῖς ξύλοις καὶ τοῖς λίθοις τοὺς μὲν πλείστους ἐν αὐτῇ τῇ στρατοπεδείᾳ καταβάλ‐ | |
Hist.6.37.4 | λουσι, τοῖς δ’ ἐκπεσ(εῖν δυν)αμένοις οὐδ’ ὣς ὑπάρχει σωτηρία· πῶς γάρ; οἷς οὔτ’ εἰς τὴν πατρίδα τὴν | |
ἑαυτῶν ἐπανελθεῖν ἔξεστιν οὔτε τῶν ἀναγκαίων οὐ‐ δεὶς ἂν οἰκίᾳ τολμήσειε δέξασθαι τὸν τοιοῦτον. διὸ | ||
5 | τελείως οἱ περιπεσόντες ἅπαξ τοιαύτῃ συμφορᾷ κατα‐ | |
Hist.6.37.5 | φθείρονται. τὸ δ’ αὐτὸ πάσχειν ὀφείλει τοῖς προ‐ ειρημένοις ὅ τ’ οὐραγὸς καὶ [ὁ] τῆς ἴλης ἡγεμών, ἐὰν μὴ παραγγείλωσιν, ὁ μὲν τοῖς ἐφόδοις, ὁ δὲ τῷ τῆς ἐχομένης ἴλης ἡγεμόνι, τὸ δέον ἐν τῷ καθή‐ | |
Hist.6.37.6 | κοντι καιρῷ. διόπερ οὕτως ἰσχυρᾶς οὔσης καὶ ἀπαρ‐ αιτήτου τῆς τιμωρίας ἀδιάπτωτα γίνεται παρ’ αὐ‐ τοῖς τὰ κατὰ τὰς νυκτερινὰς φυλακάς. | |
Hist.6.37.7 | Δεῖ δὲ προσέχειν τοὺς μὲν στρατιώτας τοῖς χι‐ | |
Hist.6.37.8 | λιάρχοις, τούτους δ’ ἔτι τοῖς ὑπάτοις. κύριος δ’ ἐστὶ καὶ ζημιῶν ὁ χιλίαρχος καὶ ἐνεχυράζων καὶ μαστιγῶν, | |
Hist.6.37.9 | τοὺς δὲ συμμάχους οἱ πραίφεκτοι. ξυλοκοπεῖται δὲ καὶ (πᾶς) ὁ κλέψας τι τῶν ἐκ τοῦ στρατοπέδου, καὶ μὴν ὁ μαρτυρήσας ψευδῆ παραπλησίως, κἄν τις τῶν ἐν ἀκμῇ παραχρησάμενος εὑρεθῇ τῷ σώματι, πρὸς δὲ | |
Hist.6.37.10 | τούτοις ὁ τρὶς περὶ τῆς αὐτῆς αἰτίας ζημιωθείς. ταῦτα μὲν οὖν ὡς ἀδικήματα κολάζουσιν· εἰς δ’ ἀνανδρίαν τιθέασι καὶ στρατιωτικὴν αἰσχύνην τὰ τοιαῦτα τῶν ἐγκλημάτων, ἐάν τινες ψευδῆ περὶ αὑτῶν ἀνδραγα‐ | |
5 | θίαν ἀπαγγείλωσι τοῖς χιλιάρχοις ἕνεκεν τοῦ τιμὰς | |
Hist.6.37.11 | λαβεῖν, ὁμοίως ἄν τινες εἰς ἐφεδρείαν ταχθέντες φόβου χάριν λίπωσι τὸν δοθέντα τόπον, παραπλη‐ σίως ἐάν τις ἀπορρίψῃ τι τῶν ὅπλων κατ’ αὐτὸν | |
Hist.6.37.12 | τὸν κίνδυνον διὰ φόβον. διὸ καί τινες μὲν ἐν ταῖς ἐφεδρείαις προδήλως ἀπόλλυνται, πολλαπλασίων αὐ‐ τοῖς ἐπιγινομένων οὐ θέλοντες λιπεῖν τὴν τάξιν, | |
Hist.6.37.13 | δεδιότες τὴν οἰκείαν τιμωρίαν· ἔνιοι δὲ κατ’ αὐτὸν τὸν κίνδυνον ἐκβαλόντες θυρεὸν ἢ μάχαιραν ἤ τι τῶν ἄλλων ὅπλων παραλόγως ῥίπτουσιν ἑαυτοὺς εἰς | |
τοὺς πολεμίους, ἢ κυριεύειν ἐλπίζοντες ὧν ἀπέβα‐ | ||
5 | λον ἢ παθόντες τι τὴν πρόδηλον αἰσχύνην διαφεύ‐ ξεσθαι καὶ τὴν τῶν οἰκείων ὕβριν. | |
Hist.6.38.1 | Ἐὰν δέ ποτε ταὐτὰ ταῦτα περὶ πλείους συμβῇ γενέσθαι καὶ σημαίας τινὰς ὁλοσχερῶς πιεσθείσας λιπεῖν τοὺς τόπους, τὸ μὲν ἅπαντας ξυλοκοπεῖν ἢ φονεύειν ἀποδοκιμάζουσι, λύσιν δὲ τοῦ πράγματος | |
5 | εὑρίσκονται συμφέρουσαν ἅμα καὶ καταπληκτικήν. | |
Hist.6.38.2 | συναθροίσας γὰρ τὸ στρατόπεδον ὁ χιλίαρχος καὶ προαγαγὼν εἰς (μέσον) τοὺς λελοιπότας, κατηγορεῖ πικρῶς, καὶ τὸ τέλος ποτὲ μὲν πέντε, ποτὲ δ’ ὀκτώ, ποτὲ δ’ εἴκοσι, τὸ δ’ ὅλον πρὸς τὸ πλῆθος αἰεὶ στο‐ | |
5 | χαζόμενος, ὥστε δέκατον μάλιστα γίνεσθαι τῶν ἡμαρτηκότων, τοσούτους ἐκ πάντων κληροῦται τῶν | |
Hist.6.38.3 | ἀποδεδειλιακότων, καὶ τοὺς μὲν λαχόντας ξυλοκο‐ πεῖ κατὰ τὸν ἄρτι ῥηθέντα λόγον ἀπαραιτήτως, τοῖς δὲ λοιποῖς τὸ μέτρημα κριθὰς δοὺς ἀντὶ πυρῶν ἔξω κελεύει τοῦ χάρακος καὶ τῆς ἀσφαλείας ποιεῖσθαι | |
Hist.6.38.4 | τὴν παρεμβολήν. λοιπὸν τοῦ μὲν κινδύνου καὶ φό‐ βου τοῦ κατὰ τὸν κλῆρον ἐπ’ ἴσον ἐπικρεμαμένου πᾶσιν, ὡς ἂν ἀδήλου τοῦ συμπτώματος ὑπάρχον‐ τος, τοῦ δὲ παραδειγματισμοῦ (τοῦ) κατὰ τὴν κριθο‐ | |
5 | φαγίαν ὁμοίως συμβαίνοντος περὶ πάντας, τὸ δυνα‐ τὸν ἐκ τῶν ἐθισμῶν εἴληπται καὶ πρὸς κατάπληξιν καὶ διόρθωσιν τῶν συμπτωμάτων. | |
Hist.6.39.1 | Καλῶς δὲ καὶ τοὺς νέους ἐκκαλοῦνται πρὸς τὸ | |
Hist.6.39.2 | κινδυνεύειν. ἐπειδὰν γὰρ γένηταί τις χρεία καί τινες αὐτῶν ἀνδραγαθήσωσι, συναγαγὼν ὁ στρατηγὸς ἐκ‐ κλησίαν τοῦ στρατοπέδου, καὶ παραστησάμενος τοὺς δόξαντάς τι πεπραχέναι διαφέρον, πρῶτον μὲν ἐγκώ‐ | |
5 | μιον ὑπὲρ ἑκάστου λέγει περί τε τῆς ἀνδραγαθίας, | |
κἄν τι κατὰ τὸν βίον αὐτοῖς ἄλλο συνυπάρχῃ τῆς | ||
Hist.6.39.3 | ἐπ’ ἀγαθῷ μνήμης ἄξιον, μετὰ δὲ ταῦτα τῷ μὲν τρώσαντι πολέμιον γαῖσον δωρεῖται, τῷ δὲ κατα‐ βαλόντι καὶ σκυλεύσαντι, τῷ μὲν πεζῷ φιάλην, τῷ | |
Hist.6.39.4 | δ’ ἱππεῖ φάλαρ’, ἐξ ἀρχῆς δὲ γαῖσον μόνον. τυγχά‐ νει δὲ τούτων οὐκ ἐὰν ἐν παρατάξει τις ἢ πόλεως καταλήψει τρώσῃ τινὰς ἢ σκυλεύσῃ τῶν πολεμίων, ἀλλ’ ἐὰν ἐν ἀκροβολισμοῖς ἤ τισιν ἄλλοις τοιούτοις | |
5 | καιροῖς, ἐν οἷς μηδεμιᾶς ἀνάγκης οὔσης κατ’ ἄνδρα κινδυνεύειν αὐτοί τινες ἑκουσίως καὶ κατὰ προαί‐ | |
Hist.6.39.5 | ρεσιν αὑτοὺς εἰς τοῦτο διδόασι. τοῖς δὲ πόλεως καταλαμβανομένης πρώτοις ἐπὶ τὸ τεῖχος ἀναβᾶσι | |
Hist.6.39.6 | χρυσοῦν δίδωσι στέφανον. ὁμοίως δὲ καὶ τοὺς ὑπερ‐ ασπίσαντας καὶ σώσαντάς τινας τῶν πολιτῶν ἢ συμμάχων ὅ τε στρατηγὸς ἐπισημαίνεται δώροις, οἵ τε χιλίαρχοι τοὺς σωθέντας, ἐὰν μὲν ἑκόντες ποιή‐ | |
5 | σ(ωσ)ιν, εἰ δὲ μή, κρίναντες συναναγκάζουσι τὸν | |
Hist.6.39.7 | σώσαντα στεφανοῦν. σέβεται δὲ τοῦτον καὶ παρ’ ὅλον τὸν βίον ὁ σωθεὶς ὡς πατέρα, καὶ πάντα δεῖ | |
Hist.6.39.8 | τούτῳ ποιεῖν αὐτὸν ὡς τῷ γονεῖ. ἐκ δὲ τῆς τοιαύ‐ της παρορμήσεως οὐ μόνον τοὺς ἀκούοντας καὶ παρόντας ἐκκαλοῦνται πρὸς τὴν ἐν τοῖς κινδύνοις ἅμιλλαν καὶ ζῆλον, ἀλλὰ καὶ τοὺς ἐν οἴκῳ μένον‐ | |
Hist.6.39.9 | τας· οἱ γὰρ τυχόντες τῶν τοιούτων δωρεῶν χωρὶς τῆς ἐν τοῖς στρατοπέδοις εὐκλείας καὶ τῆς ἐν οἴκῳ παραχρῆμα φήμης καὶ μετὰ τὴν ἐπάνοδον τὴν εἰς τὴν πατρίδα τάς τε πομπὰς ἐπισήμως πομπεύουσι | |
5 | διὰ τὸ μόνοις ἐξεῖναι περιτίθεσθαι κόσμον τοῖς ὑπὸ | |
Hist.6.39.10 | τῶν στρατηγῶν ἐπ’ ἀνδραγαθίᾳ τετιμημένοις, ἔν τε ταῖς οἰκίαις κατὰ τοὺς ἐπιφανεστάτους τόπους τι‐ θέασι τὰ σκῦλα, σημεῖα ποιούμενοι καὶ μαρτύρια | |
Hist.6.39.11 | τῆς ἑαυτῶν ἀρετῆς. τοιαύτης δ’ ἐπιμελείας οὔσης καὶ σπουδῆς περί τε τὰς τιμὰς καὶ τιμωρίας τὰς ἐν τοῖς στρατοπέδοις, εἰκότως καὶ τὰ τέλη τῶν πολεμι‐ κῶν πράξεων ἐπιτυχῆ καὶ λαμπρὰ γίνεται δι’ αὐτῶν. | |
Hist.6.39.12 | Ὀψώνιον δ’ οἱ μὲν πεζοὶ λαμβάνουσι τῆς ἡμέ‐ ρας δύ’ ὀβολούς, οἱ δὲ ταξίαρχοι διπλοῦν, οἱ δ’ | |
Hist.6.39.13 | ἱππεῖς δραχμήν. σιτομετροῦνται δ’ οἱ μὲν πεζοὶ πυ‐ ρῶν Ἀττικοῦ μεδίμνου δύο μέρη μάλιστά πως, οἱ δ’ ἱππεῖς κριθῶν μὲν ἑπτὰ μεδίμνους εἰς τὸν μῆνα, | |
Hist.6.39.14 | πυρῶν δὲ δύο, τῶν δὲ συμμάχων οἱ μὲν πεζοὶ τὸ ἴσον, οἱ δ’ ἱππεῖς πυρῶν μὲν μέδιμνον ἕνα καὶ | |
Hist.6.39.15 | τρίτον μέρος, κριθῶν δὲ πέντε. δίδοται δὲ τοῖς μὲν συμμάχοις τοῦτ’ ἐν δωρεᾷ· τοῖς δὲ Ῥωμαίοις τοῦ τε σίτου καὶ τῆς ἐσθῆτος, κἄν τινος ὅπλου προσ‐ δεηθῶσι, πάντων τούτων ὁ ταμίας τὴν τεταγμένην | |
5 | τιμὴν ἐκ τῶν ὀψωνίων ὑπολογίζεται. | |
Hist.6.40.1 | Τὰς δ’ ἐκ τῆς παρεμβολῆς ἀναστρατοπεδείας ποι‐ | |
Hist.6.40.2 | οῦνται τὸν τρόπον τοῦτον. ὅταν τὸ πρῶτον σημήνῃ, καταλύουσι τὰς σκηνὰς καὶ συντιθέασι τὰ φορτία πάντες· οὔτε δὲ καθελεῖν ἔξεστιν οὔτ’ ἀναστῆσαι πρότερον οὐδένα τῆς τῶν χιλιάρχων καὶ τοῦ στρα‐ | |
Hist.6.40.3 | τηγοῦ σκηνῆς. ὅταν δὲ τὸ δεύτερον, ἀνατιθέασι τὰ σκευοφόρα τοῖς ὑποζυγίοις. ἐπὰν δὲ τὸ τρίτον ση‐ μήνῃ, προάγειν δεῖ τοὺς πρώτους καὶ κινεῖν τὴν | |
Hist.6.40.4 | ὅλην παρεμβολήν. εἰς μὲν οὖν τὴν πρωτοπορείαν ὡς ἐπίπαν τάττουσι τοὺς ἐπιλέκτους· τούτοις δὲ τὸ τῶν συμμάχων δεξιὸν ἐπιβάλλει κέρας· ἑξῆς δὲ τού‐ | |
Hist.6.40.5 | τοις ἕπεται τὰ τῶν προειρημένων ὑποζύγια. τῇ δὲ τούτων πορείᾳ τὸ πρῶτον τῶν Ῥωμαϊκῶν ἀκολουθεῖ στρατόπεδον, ἔχον ὄπισθεν τὴν ἰδίαν ἀποσκευήν. | |
Hist.6.40.6 | (κἄπειτα) κατακολουθεῖ τὸ δεύτερον στρατόπεδον, | |
ἑπομένων αὐτῷ τῶν ἰδίων ὑποζυγίων καὶ τῆς τῶν συμμάχων ἀποσκευῆς τῶν ἐπὶ τῆς οὐραγίας τεταγμέ‐ νων τελευταῖον γὰρ ἐν τῇ πορείᾳ τάττεται τὸ τῶν | ||
Hist.6.40.7 | συμμάχων εὐώνυμον κέρας. οἱ δ’ ἱππεῖς ποτὲ μὲν ἀπουραγοῦσι τοῖς αὑτῶν ἕκαστοι μέρεσι, ποτὲ δὲ παρὰ τὰ ὑποζύγια πλάγιοι παραπορεύονται, συνέχον‐ τες ταῦτα καὶ τὴν ἀσφάλειαν τούτοις παρασκευάζον‐ | |
Hist.6.40.8 | τες. προσδοκίας δ’ οὔσης κατὰ τὴν οὐραγίαν τὰ μὲν ἄλλα παρ’ αὐτοῖς τὸν αὐτὸν ἔχει τρόπον, αὐτοὶ δ’ οἱ τῶν συμμάχων ἐπίλεκτοι τὴν οὐραγίαν ἀντὶ τῆς πρω‐ | |
Hist.6.40.9 | τοπορείας μεταλαμβάνουσι. παρὰ δὲ μίαν ἡμέραν τὰ μὲν ἡγεῖται τῶν στρατοπέδων καὶ κεράτων, τὰ δ’ αὐτὰ πάλιν ἕπεται ταῦτα κατόπιν, ἵνα τῆς περὶ τὰς ὑδρείας καὶ σιτολογίας ἀκεραιότητος πάντες ἐπ’ ἴσον κοινω‐ | |
5 | νῶσι, μεταλαμβάνοντες ἀεὶ τὴν ἐπὶ τῆς πρωτοπο‐ | |
Hist.6.40.10 | ρείας ἐναλλὰξ τάξιν. χρῶνται δὲ καὶ ἑτέρῳ γένει πορείας ἐν τοῖς ἐπισφαλέσι τῶν καιρῶν, ἐὰν ἀνα‐ | |
Hist.6.40.11 | πεπταμένους ἔχωσι τόπους ἄγουσι γὰρ τριφαλαγ‐ γίαν παράλληλον τῶν ἁστάτων καὶ πριγκίπων καὶ τριαρίων, τάττοντες τὰ τῶν ἡγουμένων σημαιῶν ὑποζύγια πρὸ πάντων, ἐπὶ δὲ ταῖς πρώταις σημαίαις | |
5 | τὰ τῶν δευτέρων, ἐπὶ δὲ ταῖς δευτέραις τὰ τῶν τρίτων, καὶ κατὰ λόγον οὕτως ἐναλλὰξ ἀεὶ τιθέντες | |
Hist.6.40.12 | τὰ ὑποζύγια ταῖς σημαίαις οὕτω δὲ συντάξαντες τὴν πορείαν, ἐπειδὰν προσπίπτῃ τι τῶν δεινῶν, ποτὲ μὲν παρ’ ἀσπίδα κλίναντες, ποτὲ δ’ ἐπὶ δόρυ, προάγουσι τὰς σημαίας ἐκ τῶν ὑποζυγίων πρὸς τὴν | |
Hist.6.40.13 | τῶν πολεμίων ἐπιφάνειαν. λοιπὸν ἐν βραχεῖ χρόνῳ καὶ μιᾷ κινήσει τὸ μὲν τῶν ὁπλιτῶν σύστημα λαμ‐ βάνει παρατάξεως διάθεσιν, ἐὰν μή ποτε προσεξε‐ | |
Hist.6.40.14 | λίξαι δέῃ τοὺς ἁστάτους, τὸ δὲ τῶν ὑποζυγίων καὶ | |
τῶν παρεπομένων τούτοις πλῆθος, ὑπὸ τοὺς παρα‐ τεταγμένους ὑπεσταλκός, ἔχει τὴν καθήκουσαν χώραν πρὸς τὸν κίνδυνον. | ||
Hist.6.41.1 | Ὅταν δὲ κατὰ τὰς πορείας ἐγγίζωσι στρατοπε‐ δεύειν, προπορεύονται χιλίαρχος καὶ τῶν ταξιάρχων | |
Hist.6.41.2 | οἱ πρὸς τοῦτο τὸ μέρος ἀεὶ προχειρισθέντες, οἵτινες ἐπειδὰν συνθεάσωνται τὸν ὅλον τόπον, οὗ δεῖ στρα‐ τοπεδεύειν, ἐν αὐτῷ τούτῳ πρῶτον μὲν διέλαβον τὴν τοῦ στρατηγοῦ σκηνὴν οὗ δεήσει θεῖναι κατὰ | |
5 | τὸν ἄρτι λόγον, καὶ παρὰ ποίαν ἐπιφάνειαν καὶ πλευρὰν τῆς περὶ τὴν σκηνὴν περιστάσεως παρεμ‐ | |
Hist.6.41.3 | βαλεῖν τὰ στρατόπεδα· τούτων δὲ προκριθέντων δια‐ μετροῦνται τὴν περίστασιν τῆς σκηνῆς, μετὰ δὲ ταῦτα τὴν εὐθεῖαν, ἐφ’ ἧς αἱ σκηναὶ τίθενται τῶν χιλιάρχων, ἑξῆς δὲ τὴν ταύτης παράλληλον, ἀφ’ ἧς | |
Hist.6.41.4 | ἄρχεται τὰ στρατόπεδα παρεμβάλλειν. ὁμοίως δὲ καὶ τὰ ἐπὶ θάτερα μέρη τῆς σκηνῆς κατεμετρήσαντο γραμ‐ μαῖς, περὶ ὧν ὑπεδείξαμεν ἄρτι διὰ πλειόνων κατὰ | |
Hist.6.41.5 | μέρος. γενομένων δὲ τούτων ἐν βραχεῖ χρόνῳ διὰ τὸ ῥᾳδίαν εἶναι τὴν καταμέτρησιν, ὡς ἁπάντων | |
Hist.6.41.6 | ὡρισμένων καὶ συνήθων ὄντων διαστημάτων, μετὰ δὲ ταῦτα σημαίαν ἔπηξαν μίαν μὲν καὶ πρώτην, ἐν ᾧ δεῖ τόπῳ τίθεσθαι τὴν τοῦ στρατηγοῦ σκηνήν, δευτέραν δὲ τὴν ἐπὶ τῆς προκριθείσης πλευρᾶς, τρί‐ | |
5 | την ἐπὶ μέσης τῆς γραμμῆς ἐφ’ ἧς οἱ χιλίαρχοι σκη‐ νοῦσι, τετάρτην, παρ’ ἣν τίθενται τὰ στρατόπεδα. | |
Hist.6.41.7 | καὶ ταύτας μὲν ποιοῦσι φοινικιᾶς, τὴν δὲ τοῦ στρα‐ τηγοῦ λευκήν. τὰ δ’ ἐπὶ θάτερα ποτὲ μὲν ψιλὰ δόρατα πηγνύουσι, ποτὲ δὲ σημαίας ἐκ τῶν ἄλλων | |
Hist.6.41.8 | χρωμάτων. γενομένων δὲ τούτων ἑξῆς τὰς ῥύμας διεμέτρησαν καὶ δόρατα κατέπηξαν ἐφ’ ἑκάστης ῥύ‐ | |
Hist.6.41.9 | μης. ἐξ ὧν εἰκότως, ὅταν ἐγγίσῃ τὰ στρατόπεδα κατὰ τὰς πορείας καὶ γένητ’ εὐσύνοπτος ὁ τόπος τῆς παρεμβολῆς, εὐθέως ἅπαντα γίνεται πᾶσι γνώ‐ ριμα, τεκμαιρομένοις καὶ συλλογιζομένοις ἀπὸ τῆς | |
Hist.6.41.10 | τοῦ στρατηγοῦ σημαίας. λοιπὸν ἑκάστου σαφῶς γινώ‐ σκοντος ἐν ποίᾳ ῥύμῃ καὶ ποίῳ τόπῳ τῆς ῥύμης σκηνοῖ διὰ τὸ πάντας ἀεὶ τὸν αὐτὸν ἐπέχειν τῆς στρατοπεδείας, γίνεταί τι παραπλήσιον, οἷον ὅταν | |
Hist.6.41.11 | εἰς πόλιν εἰσίῃ στρατόπεδον ἐγχώριον. καὶ γὰρ ἐκεῖ διακλίναντες ἀπὸ τῶν πυλῶν εὐθέως ἕκαστοι προ‐ άγουσι καὶ παραγίνονται πρὸς τὰς ἰδίας οἰκήσεις ἀδιαπτώτως, διὰ τὸ καθόλου καὶ κατὰ μέρος γινώ‐ | |
Hist.6.41.12 | σκειν ποῦ τῆς πόλεώς ἐστιν αὐτοῖς ἡ κατάλυσις. τὸ δὲ παραπλήσιον τούτοις καὶ περὶ τὰς Ῥωμαϊκὰς συμβαίνει στρατοπεδείας. | |
Hist.6.42.1 | Ἧι δοκοῦσι Ῥωμαῖοι καταδιώκοντες τὴν ἐν τού‐ τοις εὐχέρειαν τὴν ἐναντίαν ὁδὸν πορεύεσθαι τοῖς | |
Hist.6.42.2 | Ἕλλησι κατὰ τοῦτο τὸ μέρος. οἱ μὲν γὰρ Ἕλληνες ἐν τῷ στρατοπεδεύειν ἡγοῦνται κυριώτατον τὸ κατα‐ κολουθεῖν ταῖς ἐξ αὐτῶν τῶν τόπων ὀχυρότησιν, ἅμα μὲν ἐκκλίνοντες τὴν περὶ τὰς ταφρείας ταλαι‐ | |
5 | πωρίαν, ἅμα δὲ νομίζοντες οὐχ ὁμοίας εἶναι τὰς χειροποιήτους ἀσφαλείας ταῖς ἐξ αὐτῆς τῆς φύσεως | |
Hist.6.42.3 | ἐπὶ τῶν τόπων ὑπαρχούσαις ὀχυρότησι. διὸ καὶ κατά τε τὴν τῆς ὅλης παρεμβολῆς θέσιν πᾶν ἀναγκάζον‐ ται σχῆμα μεταλαμβάνειν, ἑπόμενοι τοῖς τόποις, τά τε μέρη μεταλλάττειν ἄλλοτε πρὸς ἄλλους καὶ (ἀ)καταλ‐ | |
Hist.6.42.4 | λήλους τόπους· ἐξ ὧν ἄστατον ὑπάρχειν συμβαίνει καὶ τὸν κατ’ ἰδίαν καὶ τὸν κατὰ μέρος ἑκάστῳ τό‐ | |
Hist.6.42.5 | πον τῆς στρατοπεδείας. Ῥωμαῖοι δὲ τὴν περὶ τὰς τάφρους ταλαιπωρίαν καὶ τἄλλα τὰ παρεπόμενα τού‐ | |
τοις ὑπομένειν αἱροῦνται χάριν τῆς εὐχερείας καὶ τοῦ γνώριμον καὶ μίαν ἔχειν καὶ τὴν αὐτὴν αἰεὶ | ||
5 | παρεμβολήν. | |
Hist.6.42.6 | Τὰ μὲν οὖν ὁλοσχερέστερα μέρη τῆς περὶ τὰ στρατόπεδα θεωρίας, καὶ μάλιστα περὶ τὰς παρεμ‐ βολάς, ταῦτ’ ἔστιν. [Cod. Urb. (v. p. 264, 17) habet haec cum antecedentibus arcte cohaerentia (exc. ant. | |
5 | p. 180).] | |
Hist.6.43t | VII. REIPUBLICAE ROMANAE CUM ALIIS COLLATIO. | |
Hist.6.43.1 | Σχεδὸν δὴ πάντες οἱ συγγραφεῖς περὶ τούτων ἡμῖν τῶν πολιτευμάτων παραδεδώκασι τὴν ἐπ’ ἀρετῇ φήμην, περί τε τοῦ Λακεδαιμονίων καὶ Κρητῶν καὶ Μαντινέων, ἔτι δὲ Καρχηδονίων· ἔνιοι δὲ καὶ περὶ | |
5 | τῆς Ἀθηναίων καὶ Θηβαίων πολιτείας πεποίηνται | |
Hist.6.43.2 | μνήμην. ἐγὼ δὲ ταύτας μὲν ἐῶ, τὴν γὰρ Ἀθηναίων καὶ Θηβαίων οὐ πάνυ τι πολλοῦ προσδεῖσθαι πέ‐ πεισμαι λόγου διὰ τὸ μήτε τὰς αὐξήσεις ἐσχηκέναι κατὰ λόγον μήτε τὰς ἀκμὰς ἐπιμόνους, μήτε τὰς | |
Hist.6.43.3 | μεταβολὰς ἐνηλλαχέναι μετρίως, ἀλλ’ ὥσπερ ἐκ προσ‐ παίου τινὸς τύχης σὺν καιρῷ λάμψαντας, τὸ δὴ λεγόμενον, ἔτι δοκοῦντας ἀκμὴν καὶ μέλλοντας εὐ‐ τυχεῖν, τῆς ἐναντίας πεῖραν εἰληφέναι μεταβολῆς. | |
Hist.6.43.4 | Θηβαῖοι μὲν γὰρ τῇ Λακεδαιμονίων ἀγνοίᾳ καὶ τῷ τῶν συμμάχων πρὸς αὐτοὺς μίσει συνεπιθέμενοι, διὰ τὴν ἑνὸς ἀνδρὸς ἀρετὴν ἢ καὶ δευτέρου, τῶν τὰ προειρημένα συνιδόντων, περιεποιήσαντο παρὰ | |
Hist.6.43.5 | τοῖς Ἕλλησι τὴν ἐπ’ ἀρετῇ φήμην. ὅτι γὰρ οὐχ ἡ τῆς πολιτείας σύστασις αἰτία τότ’ ἐγένετο Θηβαίοις τῶν εὐτυχημάτων, ἀλλ’ ἡ τῶν προεστώτων ἀνδρῶν | |
ἀρετή, παρὰ πόδας ἡ τύχη τοῦτο πᾶσιν ἐποίησε | ||
Hist.6.43.6 | δῆλον· καὶ γὰρ συνηυξήθη καὶ συνήκμασε καὶ συγ‐ κατελύθη τὰ Θηβαίων ἔργα τῷ τ’ Ἐπαμινώνδου καὶ | |
Hist.6.43.7 | τῷ Πελοπίδου βίῳ προφανῶς. ἐξ ὧν οὐ τὴν πολι‐ τείαν αἰτίαν, ἀλλὰ τοὺς ἄνδρας ἡγητέον τῆς τότε | |
Hist.6.44.1 | γενομένης περὶ τὴν Θηβαίων πόλιν ἐπιφανείας. τὸ δὲ παραπλήσιον καὶ περὶ τῆς Ἀθηναίων πολιτείας | |
Hist.6.44.2 | διαληπτέον. καὶ γὰρ αὕτη πλεονάκις μὲν ἴσως, ἐκ‐ φανέστατα δὲ τῇ Θεμιστοκλέους ἀρετῇ συνανθήσασα ταχέως τῆς ἐναντίας μεταβολῆς ἔλαβε πεῖραν διὰ | |
Hist.6.44.3 | τὴν ἀνωμαλίαν τῆς φύσεως. ἀεὶ γάρ ποτε τὸν τῶν Ἀθηναίων δῆμον παραπλήσιον εἶναι συμβαίνει τοῖς | |
Hist.6.44.4 | ἀδεσπότοις σκάφεσι. καὶ γὰρ ἐπ’ ἐκείνων, ὅταν μὲν ἢ διὰ πελαγῶν φόβον ἢ διὰ περίστασιν χειμῶνος ὁρμὴ παραστῇ τοῖς ἐπιβάταις συμφρονεῖν καὶ προσ‐ έχειν τὸν νοῦν τῷ κυβερνήτῃ, γίνεται τὸ δέον ἐξ | |
Hist.6.44.5 | αὐτῶν διαφερόντως· ὅταν δὲ θαρρήσαντες ἄρξωνται καταφρονεῖν τῶν προεστώτων καὶ στασιάζειν πρὸς | |
Hist.6.44.6 | ἀλλήλους διὰ τὸ μηκέτι δοκεῖν πᾶσι ταὐτά, τότε δὴ τῶν μὲν ἔτι πλεῖν προαιρουμένων, τῶν δὲ κατεπει‐ γόντων ὁρμίζειν τὸν κυβερνήτην, καὶ τῶν μὲν ἐκ‐ σειόντων τοὺς κάλους, τῶν δ’ ἐπιλαμβανομένων καὶ | |
5 | στέλλεσθαι παρακελευομένων, αἰσχρὰ μὲν πρόσοψις γίνεται τοῖς ἔξωθεν θεωμένοις διὰ τὴν ἐν ἀλλήλοις διαφορὰν καὶ στάσιν, ἐπισφαλὴς δ’ ἡ διάθεσις τοῖς | |
Hist.6.44.7 | μετασχοῦσι καὶ κοινωνήσασι τοῦ πλοῦ· διὸ καὶ πολ‐ λάκις διαφυγόντες τὰ μέγιστα πελάγη καὶ τοὺς ἐπι‐ φανεστάτους χειμῶνας ἐν τοῖς λιμέσι καὶ πρὸς τῇ | |
Hist.6.44.8 | γῇ ναυαγοῦσιν. ὃ δὴ καὶ τῇ τῶν Ἀθηναίων πολι‐ τείᾳ πλεονάκις ἤδη συμβέβηκε· διωσαμένη γὰρ ἐνίοτε τὰς μεγίστας καὶ δεινοτάτας περιστάσεις διά τε τὴν | |
τοῦ δήμου καὶ τὴν τῶν προεστώτων ἀρετὴν ἐν ταῖς | ||
5 | ἀπεριστάτοις ῥᾳστώναις εἰκῇ πως καὶ ἀλόγως ἐνίοτε | |
Hist.6.44.9 | σφάλλεται. διὸ καὶ περὶ μὲν ταύτης τε καὶ τῆς τῶν Θηβαίων οὐδὲν δεῖ πλείω λέγειν, ἐν αἷς ὄχλος χει‐ ρίζει τὰ ὅλα κατὰ τὴν ἰδίαν ὁρμήν, ὁ μὲν ὀξύτητι καὶ πικρίᾳ διαφέρων, ὁ δὲ βίᾳ καὶ θυμῷ συμπεπαι‐ | |
5 | δευμένος. | |
Hist.6.45.1 | Ἐπὶ δὲ τὴν Κρηταιῶν μεταβάντας ἄξιον ἐπιστῆ‐ σαι κατὰ δύο τρόπους πῶς οἱ λογιώτατοι τῶν ἀρ‐ χαίων συγγραφέων, Ἔφορος, Ξενοφῶν, Καλλισθέ‐ νης, Πλάτων, πρῶτον μὲν ὁμοίαν εἶναί φασι καὶ | |
5 | τὴν αὐτὴν τῇ Λακεδαιμονίων, δεύτερον δ’ ἐπαινετὴν | |
Hist.6.45.2 | ὑπάρχουσαν ἀποφαίνουσιν· ὧν οὐδέτερον ἀληθὲς | |
Hist.6.45.3 | εἶναί μοι δοκεῖ. σκοπεῖν δ’ ἐκ τούτων πάρεστι. καὶ πρῶτον ὑπὲρ τῆς ἀνομοιότητος διέξιμεν. τῆς μὲν δὴ Λακεδαιμονίων πολιτείας ἴδιον εἶναί φασι πρῶ‐ τον μὲν τὰ περὶ τὰς ἐγγαίους κτήσεις, ὧν οὐδενὶ | |
5 | μέτεστι πλεῖον, ἀλλὰ πάντας τοὺς πολίτας ἴσον ἔχειν | |
Hist.6.45.4 | δεῖ τῆς πολιτικῆς χώρας, δεύτερον τὰ περὶ τὴν τοῦ διαφόρου κτῆσιν, ἧς εἰς τέλος ἀδοκίμου παρ’ αὐτοῖς ὑπαρχούσης ἄρδην ἐκ τῆς πολιτείας ἀνῃρῆ‐ σθαι συμβαίνει τὴν περὶ τὸ πλεῖον καὶ τοὔλαττον | |
Hist.6.45.5 | φιλοτιμίαν. τρίτον παρὰ Λακεδαιμονίοις οἱ μὲν βα‐ σιλεῖς ἀΐδιον ἔχουσι τὴν ἀρχήν, οἱ δὲ προσαγορευό‐ μενοι γέροντες διὰ βίου, δι’ ὧν καὶ μεθ’ ὧν πάντα | |
Hist.6.46.1 | χειρίζεται τὰ κατὰ τὴν πολιτείαν. παρὰ δὲ Κρη‐ ταιεῦσι πάντα τούτοις ὑπάρχει τἀναντία· τήν τε γὰρ χώραν κατὰ δύναμιν αὐτοῖς ἐφιᾶσιν οἱ νόμοι, τὸ δὴ | |
Hist.6.46.2 | λεγόμενον, εἰς ἄπειρον κτᾶσθαι, τό τε διάφορον ἐκ‐ τετίμηται παρ’ αὐτοῖς ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον ἀναγκαίαν, ἀλλὰ καὶ καλλίστην εἶναι δοκεῖν τὴν | |
Hist.6.46.3 | τούτου κτῆσιν. καθόλου θ’ ὁ περὶ τὴν αἰσχροκέρ‐ δειαν καὶ πλεονεξίαν τρόπος οὕτως ἐπιχωριάζει παρ’ αὐτοῖς ὥστε παρὰ μόνοις Κρηταιεῦσι τῶν ἁπάντων | |
Hist.6.46.4 | ἀνθρώπων μηδὲν αἰσχρὸν νομίζεσθαι κέρδος. καὶ μὴν τὰ κατὰ τὰς ἀρχὰς ἐπέτεια παρ’ αὐτοῖς ἐστι καὶ | |
Hist.6.46.5 | δημοκρατικὴν ἔχει διάθεσιν. ὥστε πολλάκις διαπο‐ ρεῖν πῶς ἡμῖν περὶ τῶν τὴν ἐναντίαν φύσιν ἐχόν‐ των ὡς οἰκείων καὶ συγγενῶν ὄντων ἀλλήλοις ἐξηγ‐ | |
Hist.6.46.6 | γέλκασι. καὶ χωρὶς τοῦ παραβλέπειν τὰς τηλικαύτας διαφορὰς καὶ πολὺν δή τινα λόγον ἐν ἐπιμέτρῳ διατίθενται, φάσκοντες τὸν Λυκοῦργον μόνον τῶν | |
Hist.6.46.7 | γεγονότων τὰ συνέχοντα τεθεωρηκέναι· δυεῖν γὰρ ὄντων, δι’ ὧν σῴζεται πολίτευμα πᾶν, τῆς πρὸς τοὺς πολεμίους ἀνδρείας καὶ τῆς πρὸς σφᾶς αὐτοὺς ὁμονοίας, ἀνῃρηκότα τὴν πλεονεξίαν ἅμα ταύτῃ | |
5 | συνανῃρηκέναι πᾶσαν ἐμφύλιον διαφορὰν καὶ στά‐ | |
Hist.6.46.8 | σιν· ᾗ καὶ Λακεδαιμονίους, ἐκτὸς ὄντας τῶν κακῶν τούτων, κάλλιστα τῶν Ἑλλήνων τὰ πρὸς σφᾶς αὐ‐ | |
Hist.6.46.9 | τοὺς πολιτεύεσθαι καὶ συμφρονεῖν ταὐτά. ταῦτα δ’ ἀποφηνάμενοι, καὶ θεωροῦντες ἐκ παραθέσεως Κρη‐ ταιεῖς διὰ τὴν ἔμφυτον σφίσι πλεονεξίαν ἐν πλεί‐ σταις ἰδίᾳ (καὶ) κατὰ κοινὸν στάσεσι καὶ φόνοις | |
5 | καὶ πολέμοις ἐμφυλίοις ἀναστρεφομένους, οὐδὲν οἴονται πρὸς σφᾶς εἶναι, θαρροῦσι δὲ λέγειν ὡς | |
Hist.6.46.10 | ὁμοίων ὄντων τῶν πολιτευμάτων. ὁ δ’ Ἔφορος χωρὶς τῶν ὀνομάτων καὶ ταῖς λέξεσι κέχρηται ταῖς αὐταῖς, ὑπὲρ ἑκατέρας ποιούμενος τῆς πολιτείας ἐξήγησιν, ὥστ’, εἴ τις μὴ τοῖς κυρίοις ὀνόμασι προσ‐ | |
5 | έχοι, κατὰ μηδένα τρόπον ἂν δύνασθαι διαγνῶναι περὶ ὁποτέρας ποιεῖται τὴν διήγησιν. | |
Hist.6.46.11 | Ἧι μὲν οὖν μοι δοκοῦσι διαφέρειν ἀλλήλων, | |
ταῦτ’ ἔστιν ᾗ δὲ πάλιν οὔτ’ ἐπαινετὴν οὔτε ζηλω‐ τὴν ἡγούμεθ’ εἶναι τὴν Κρητικὴν πολιτείαν, νῦν | ||
Hist.6.47.1 | ἤδη διέξιμεν. ἐγὼ γὰρ οἶμαι δύ’ ἀρχὰς εἶναι πά‐ σης πολιτείας, δι’ ὧν αἱρετὰς ἢ φευκτὰς συμβαίνει γίνεσθαι τάς τε δυνάμεις αὐτῶν καὶ τὰς συστάσεις· | |
Hist.6.47.2 | αὗται δ’ εἰσὶν ἔθη καὶ νόμοι· (ὧν) τὰ μὲν αἱρετὰ τούς τε κατ’ ἰδίαν βίους τῶν ἀνθρώπων ὁσίους ἀποτελεῖ καὶ σώφρονας τό τε κοινὸν ἦθος τῆς πό‐ λεως ἥμερον ἀπεργάζεται καὶ δίκαιον, τὰ δὲ φευκτὰ | |
Hist.6.47.3 | τοὐναντίον. ὥσπερ οὖν, ὅταν τοὺς ἐθισμοὺς καὶ νόμους κατίδωμεν παρά τισι σπουδαίους ὑπάρχον‐ τας, θαρροῦντες ἀποφαινόμεθα καὶ τοὺς ἄνδρας ἐκ τούτων ἔσεσθαι καὶ τὴν τούτων πολιτείαν σπου‐ | |
Hist.6.47.4 | δαίαν, οὕτως, ὅταν τούς τε κατ’ ἰδίαν βίους τινῶν πλεονεκτικοὺς τάς τε κοινὰς πράξεις ἀδίκους θεω‐ ρήσωμεν, δῆλον ὡς εἰκὸς λέγειν καὶ τοὺς νόμους καὶ τὰ κατὰ μέρος ἤθη καὶ τὴν ὅλην πολιτείαν αὐ‐ | |
Hist.6.47.5 | τῶν εἶναι φαύλην. καὶ μὴν οὔτε κατ’ ἰδίαν ἤθη δολιώτερα Κρηταιέων εὕροι τις ἂν πλὴν τελείως | |
Hist.6.47.6 | ὀλίγων οὔτε κατὰ κοινὸν ἐπιβολὰς ἀδικωτέρας. διό‐ περ οὔθ’ ὁμοίαν αὐτὴν ἡγούμενοι τῇ Λακεδαιμονίων οὔτε μὴν ἄλλως αἱρετὴν οὔτε ζηλωτὴν ἀποδοκιμά‐ ζομεν ἐκ τῆς προειρημένης συγκρίσεως. | |
Hist.6.47.7 | Καὶ μὴν οὐδὲ τὴν Πλάτωνος πολιτείαν δίκαιον παρεισαγαγεῖν, ἐπειδὴ καὶ ταύτην τινὲς τῶν φιλο‐ | |
Hist.6.47.8 | σόφων ἐξυμνοῦσιν. ὥσπερ γὰρ οὐδὲ τῶν τεχνιτῶν ἢ τῶν ἀθλητῶν τούς γε μὴ νενεμημένους ἢ σεσω‐ μασκηκότας παρίεμεν εἰς τοὺς ἀθλητικοὺς ἀγῶνας, οὕτως οὐδὲ ταύτην χρὴ παρεισαγαγεῖν εἰς τὴν τῶν | |
5 | πρωτείων ἅμιλλαν, ἐὰν μὴ πρότερον ἐπιδείξηταί τι | |
Hist.6.47.9 | τῶν ἑαυτῆς ἔργων ἀληθινῶς. μέχρι δὲ τοῦ νῦν | |
παραπλήσιος ἂν ὁ περὶ αὐτῆς φανείη λόγος, ἀγο‐ μένης εἰς σύγκρισιν πρὸς τὴν Σπαρτιατῶν καὶ Ῥω‐ μαίων καὶ Καρχηδονίων πολιτείαν, ὡς ἂν εἰ τῶν | ||
5 | ἀγαλμάτων τις ἓν προθέμενος τοῦτο συγκρίνοι τοῖς | |
Hist.6.47.10 | ζῶσι καὶ πεπνυμένοις ἀνδράσι. καὶ γὰρ ἂν ὅλως ἐπαινετὸν ὑπάρχῃ κατὰ τὴν τέχνην, τήν γε σύγκρι‐ σιν τῶν ἀψύχων τοῖς ἐμψύχοις ἐνδεῆ καὶ τελείως ἀπεμφαίνουσαν εἰκὸς προσπίπτειν τοῖς θεωμένοις. | |
Hist.6.48.1 | Διόπερ ἀφέμενοι τούτων ἐπὶ τὴν Λακωνικὴν ἐπά‐ | |
Hist.6.48.2 | νιμεν πολιτείαν. δοκεῖ δή μοι Λυκοῦργος πρὸς μὲν τὸ σφίσιν ὁμονοεῖν τοὺς πολίτας καὶ πρὸς τὸ τὴν Λακωνικὴν τηρεῖν ἀσφαλῶς, ἔτι δὲ τὴν ἐλευθερίαν διαφυλάττειν τῇ Σπάρτῃ βεβαίως, οὕτως νενομοθε‐ | |
5 | τηκέναι καὶ προνενοῆσθαι καλῶς ὥστε θειοτέραν τὴν | |
Hist.6.48.3 | ἐπίνοιαν ἢ κατ’ ἄνθρωπον αὐτοῦ νομίζειν. ἡ μὲν γὰρ περὶ τὰς κτήσεις ἰσότης καὶ περὶ τὴν δίαιταν ἀφέλεια καὶ κοινότης σώφρονας μὲν ἔμελλε τοὺς κατ’ ἰδίαν βίους παρασκευάζειν, ἀστασίαστον δὲ τὴν κοι‐ | |
5 | νὴν παρέξεσθαι πολιτείαν, ἡ δὲ πρὸς τοὺς πόνους καὶ πρὸς τὰ δεινὰ τῶν ἔργων ἄσκησις ἀλκίμους καὶ | |
Hist.6.48.4 | γενναίους ἀποτελέσειν ἄνδρας. ἑκατέρων δὲ τούτων ὁμοῦ συνδραμόντων εἰς μίαν ψυχὴν ἢ πόλιν, ἀν‐ δρείας καὶ σωφροσύνης, οὐτ’ ἐξ αὐτῶν φῦναι κα‐ κίαν εὐμαρὲς οὔθ’ ὑπὸ τῶν πέλας χειρωθῆναι ῥᾴ‐ | |
Hist.6.48.5 | διον. διόπερ οὕτως καὶ διὰ τούτων συστησάμενος τὴν πολιτείαν, βεβαίαν μὲν τῇ συμπάσῃ Λακωνικῇ παρεσκεύασε τὴν ἀσφάλειαν, πολυχρόνιον δὲ τοῖς | |
Hist.6.48.6 | Σπαρτιάταις αὐτοῖς ἀπέλιπε τὴν ἐλευθερίαν. πρὸς μέντοι γε τὴν τῶν πέλας κατάκτησιν καὶ πρὸς ἡγε‐ μονίαν καὶ καθόλου πρὸς πραγμάτων ἀμφισβήτησιν οὔτ’ ἐν τοῖς κατὰ μέρος οὔτ’ ἐν τοῖς ὅλοις δοκεῖ | |
Hist.6.48.7 | μοι προνοηθῆναι καθάπαξ οὐδέν. λοιπὸν ἦ(ν) τοι‐ αύτην τινὰ παρεισαγαγεῖν [δεῖ] τοῖς πολίταις ἀνάγ‐ κην ἢ πρόθεσιν, δι’ ἧς ὥσπερ καὶ περὶ τοὺς κατ’ ἰδίαν βίους αὐτάρκεις αὐτοὺς παρεσκεύασε καὶ λι‐ | |
5 | τούς, οὕτως καὶ τὸ κοινὸν ἔθος τῆς πόλεως αὔταρ‐ | |
Hist.6.48.8 | κες ἔμελλε γίνεσθαι καὶ σῶφρον. νῦν δ’ ἀφιλοτι‐ μοτάτους καὶ νουνεχεστάτους ποιήσας περί τε τοὺς ἰδίους βίου, καὶ τὰ τῆς σφετέρας πόλεως νόμιμα, πρὸς τοὺς ἄλλους Ἕλληνας φιλοτιμοτάτους καὶ φι‐ | |
5 | λαρχοτάτους καὶ πλεονεκτικωτάτους ἀπέλιπε. | |
Hist.6.49.1 | Τοῦτο μὲν γὰρ τίς οὐκ οἶδε διότι πρῶτοι σχε‐ δὸν τῶν Ἑλλήνων ἐπιθυμήσαντες τῆς τῶν ἀστυγει‐ τόνων χώρας διὰ πλεονεξίαν ἐπ’ ἐξανδραποδισμῷ | |
Hist.6.49.2 | Μεσσηνίοις πόλεμον ἐξήνεγκαν; τοῦτο δὲ τίς οὐχ ἱστόρηκεν ὡς διὰ φιλονεικίαν ἐνόρκους σφᾶς ἐποίη‐ σαν μὴ πρόσθεν λύσειν τὴν πολιορκίαν πρὶν ἢ κατὰ | |
Hist.6.49.3 | κράτος ἑλεῖν τὴν Μεσσήνην; καὶ μὴν τοῦτο γνώρι‐ μον ὑπάρχει πᾶσιν, ὡς διὰ τὴν ἐν τοῖς Ἕλλησι φιλαρχίαν, οὓς ἐνίκησαν μαχόμενοι, τούτοις αὖτις | |
Hist.6.49.4 | ὑπέμειναν ποιεῖν τὸ προσταττόμενον. ἐπιπορευομέ‐ νους μὲν γὰρ τοὺς Πέρσας ἐνίκων διαγωνιζόμενοι | |
Hist.6.49.5 | περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας· ἐπανελθοῦσι δὲ καὶ φυγοῦσι προύδωκαν ἐκδότους τὰς Ἑλληνίδας πόλεις κατὰ τὴν ἐπ’ Ἀνταλκίδου γενομένην εἰρήνην χάριν τοῦ χρημάτων εὐπορῆσαι πρὸς τὴν κατὰ τῶν | |
Hist.6.49.6 | Ἑλλήνων δυναστείαν, ὅτε δὴ καὶ τὸ τῆς νομοθε‐ | |
Hist.6.49.7 | σίας ἐλλιπὲς συνώφθη παρ’ αὐτοῖς. ἕως μὲν γὰρ τῆς τῶν ἀστυγειτόνων, ἔτι δὲ τῆς Πελοποννησίων αὐτῶν ἀρχῆς ἐφίεντο, συνεξεποιοῦντο ταῖς ἐκ τῆς Λακω‐ νικῆς αὐτῆς ἐπαρκείαις καὶ χορηγίαις, προχείρους | |
5 | μὲν ἔχοντες τὰς τῶν ἐπιτηδείων παρασκευάς, ταχείας | |
δὲ ποιούμενοι τὰς εἰς τὴν οἰκείαν ἐπανόδους καὶ | ||
Hist.6.49.8 | παρακομιδάς. ἐπεὶ δὲ στόλους μὲν ἐπεβάλλοντο κατὰ θάλατταν ἐκπέμπειν, στρατεύειν δὲ πεζικοῖς στρα‐ τοπέδοις ἔξω Πελοποννήσου, δῆλον ὡς οὔτε τὸ νό‐ μισμα τὸ σιδηροῦν οὔθ’ ἡ τῶν ἐπετείων καρπῶν | |
5 | ἀλλαγὴ πρὸς τὰ λείποντα τῆς χρείας ἔμελλεν αὐτοῖς | |
Hist.6.49.9 | ἐξαρκεῖν κατὰ τὴν Λυκούργου νομοθεσίαν· προσε‐ δεῖτο γὰρ τὰ πράγματα κοινοῦ νομίσματος καὶ ξενι‐ | |
Hist.6.49.10 | κῆς παρασκευῆς. ὅθεν ἠναγκάσθησαν ἐπὶ θύρας μὲν πορεύεσθαι τὰς Περσῶν, φόρους δὲ τοῖς νησιώταις ἐπιτάττειν, ἀργυρολογεῖν δὲ πάντας τοὺς Ἕλληνας, γνόντες ὡς οὐχ οἷόν τε κατὰ τὴν Λυκούργου νομο‐ | |
5 | θεσίαν οὐχ ὅτι τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἀλλ’ οὐδὲ πραγμάτων ἀντιποιεῖσθαι τὸ παράπαν. | |
Hist.6.50.1 | Τίνος οὖν χάριν εἰς ταῦτα παρεξέβην; ἵνα γέ‐ νηται δι’ αὐτῶν τῶν πραγμάτων συμφανὲς ὅτι πρὸς μὲν τὸ τὰ σφέτερα βεβαίως διαφυλάττειν καὶ πρὸς τὸ τὴν ἐλευθερίαν τηρεῖν αὐτάρκης ἐστὶν ἡ Λυκούρ‐ | |
Hist.6.50.2 | γου νομοθεσία, καὶ τοῖς γε τοῦτο τὸ τέλος ἀποδε‐ χομένοις τῆς πολιτείας συγχωρητέον ὡς οὔτ’ ἔστιν οὔτε γέγονεν οὐδὲν αἱρετώτερον τοῦ Λακωνικοῦ | |
Hist.6.50.3 | καταστήματος καὶ συντάγματος. εἰ δέ τις μειζόνων ἐφίεται, κἀκείνου κάλλιον καὶ σεμνότερον εἶναι νο‐ μίζει τὸ πολλῶν μὲν ἡγεῖσθαι, πολλῶν δ’ ἐπικρα‐ τεῖν καὶ δεσπόζειν, πάντας δ’ εἰς αὐτὸν ἀποβλέπειν | |
Hist.6.50.4 | καὶ νεύειν πρὸς αὐτόν, τῇδέ πῃ συγχωρητέον τὸ μὲν Λακωνικὸν ἐνδεὲς εἶναι πολίτευμα, τὸ δὲ Ῥω‐ μαίων διαφέρειν καὶ δυναμικωτέραν ἔχειν τὴν σύ‐ | |
Hist.6.50.5 | στασιν. δῆλον δὲ τοῦτ’ ἐξ αὐτῶν γέγονε τῶν πραγ‐ μάτων. Λακεδαιμόνιοι μὲν γὰρ ὁρμήσαντες ἐπὶ τὸ κατακτᾶσθαι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ταχέως | |
ἐκινδύνευσαν καὶ περὶ τῆς σφετέρας ἐλευθερίας· | ||
Hist.6.50.6 | Ῥωμαῖοι δὲ τῆς Ἰταλιωτῶν αὐτῶν ἐπιλαβόμενοι δυνα‐ στείας, ἐν ὀλίγῳ χρόνῳ πᾶσαν ὑφ’ ἑαυτοὺς ἐποιή‐ σαντο τὴν οἰκουμένην, οὐ μικρὰ πρὸς τὸ καθικέ‐ σθαι τῆς πράξεως ταύτης συμβαλλομένης αὐτοῖς | |
5 | τῆς εὐπορίας καὶ τῆς ἑτοιμότητος τῆς κατὰ τὰς χο‐ ρηγίας. | |
Hist.6.51.1 | Τὸ δὲ Καρχηδονίων πολίτευμα τὸ μὲν ἀνέκαθέν μοι δοκεῖ καλῶς κατά γε τὰς ὁλοσχερεῖς διαφορὰς | |
Hist.6.51.2 | συνεστάσθαι. καὶ γὰρ βασιλεῖς ἦσαν παρ’ αὐτοῖς, καὶ τὸ γερόντιον εἶχε τὴν ἀριστοκρατικὴν ἐξουσίαν, καὶ τὸ πλῆθος ἦν κύριον τῶν καθηκόντων αὐτῷ· καθόλου δὲ τὴν τῶν ὅλων ἁρμογὴν εἶχε παραπλη‐ | |
Hist.6.51.3 | σίαν τῇ Ῥωμαίων καὶ Λακεδαιμονίων. κατά γε μὴν τοὺς καιροὺς τούτους, καθ’ οὓς εἰς τὸν Ἀννιβια‐ κὸν ἐνέβαινε πόλεμον, χεῖρον ἦν τὸ Καρχηδονίων, | |
Hist.6.51.4 | ἄμεινον δὲ τὸ Ῥωμαίων. ἐπειδὴ γὰρ παντὸς καὶ σώματος καὶ πολιτείας καὶ πράξεώς ἐστί τις αὔξη‐ σις κατὰ φύσιν, μετὰ δὲ ταύτην ἀκμή, κἄπειτα φθί‐ σις, κράτιστα δ’ αὑτῶν ἐστι πάντα τὰ κατὰ τὴν | |
5 | ἀκμήν, παρὰ τοῦτο καὶ τότε διέφερεν ἀλλήλων τὰ | |
Hist.6.51.5 | πολιτεύματα. καθ’ ὅσον γὰρ ἡ Καρχηδονίων πρό‐ τερον ἴσχυε καὶ πρότερον εὐτύχει τῆς Ῥωμαίων, κατὰ τοσοῦτον ἡ μὲν Καρχηδὼν ἤδη τότε παρήκμα‐ ζεν, ἡ δὲ Ῥώμη μάλιστα τότ’ εἶχε τὴν ἀκμὴν κατά | |
Hist.6.51.6 | γε τὴν τῆς πολιτείας σύστασιν. διὸ καὶ τὴν πλεί‐ στην δύναμιν ἐν τοῖς διαβουλίοις παρὰ μὲν Καρ‐ χηδονίοις ὁ δῆμος ἤδη μετειλήφει, παρὰ δὲ Ῥωμαίοις | |
Hist.6.51.7 | ἀκμὴν εἶχεν ἡ σύγκλητος. ὅθεν παρ’ οἷς μὲν τῶν πολλῶν βουλευομένων, παρ’ οἷς δὲ τῶν ἀρίστων, κατίσχυε τὰ Ῥωμαίων διαβούλια περὶ τὰς κοινὰς | |
Hist.6.51.8 | πράξεις. ᾗ καὶ πταίσαντες τοῖς ὅλοις τῷ βουλεύε‐ σθαι καλῶς τέλος ἐπεκράτησαν τῷ πολέμῳ τῶν Καρ‐ χηδονίων. | |
Hist.6.52.1 | Τά γε μὴν κατὰ μέρος, οἷον εὐθέως τὰ πρὸς τὰς πολεμικὰς χρείας, τὸ μὲν πρὸς τὰς κατὰ θάλατ‐ ταν, ὅπερ εἰκός, ἄμεινον ἀσκοῦσι καὶ παρασκευάζον‐ ται Καρχηδόνιοι διὰ τὸ καὶ πάτριον αὐτοῖς ὑπάρχειν | |
5 | ἐκ παλαιοῦ τὴν ἐμπειρίαν ταύτην καὶ θαλαττουρ‐ | |
Hist.6.52.2 | γεῖν μάλιστα πάντων ἀνθρώπων, τὸ δὲ περὶ τὰς πεζικὰς χρείας πολὺ δή τι Ῥωμαῖοι πρὸς τὸ βέλτιον | |
Hist.6.52.3 | ἀσκοῦσι Καρχηδονίων. οἱ μὲν γὰρ τὴν ὅλην περὶ τοῦτο ποιοῦνται σπουδήν, Καρχηδόνιοι δὲ τῶν μὲν πεζικῶν εἰς τέλος ὀλιγωροῦσι, τῶν δ’ ἱππικῶν βρα‐ | |
Hist.6.52.4 | χεῖάν τινα ποιοῦνται πρόνοιαν. αἴτιον δὲ τούτων ἐστὶν ὅτι ξενικαῖς καὶ μισθοφόροις χρῶνται δυνά‐ | |
Hist.6.52.5 | μεσι, Ῥωμαῖοι δ’ ἐγχωρίοις καὶ πολιτικαῖς. ᾗ καὶ περὶ τοῦτο τὸ μέρος ταύτην τὴν πολιτείαν ἀποδεκτέον ἐκείνης μᾶλλον· ἡ μὲν γὰρ ἐν ταῖς τῶν μισθοφό‐ ρων εὐψυχίαις ἔχει τὰς ἐλπίδας ἀεὶ τῆς ἐλευθερίας, | |
5 | ἡ δὲ Ῥωμαίων ἐν ταῖς σφετέραις ἀρεταῖς καὶ ταῖς | |
Hist.6.52.6 | τῶν συμμάχων ἐπαρκείαις. διὸ κἄν ποτε πταίσωσι κατὰ τὰς ἀρχάς, Ῥωμαῖοι μὲν ἀναμάχονται τοῖς ὅλοις, | |
Hist.6.52.7 | Καρχηδόνιοι δὲ τοὐναντίον. (ἐκεῖνοι γὰρ) ὑπὲρ πα‐ τρίδος ἀγωνιζόμενοι καὶ τέκνων οὐδέποτε δύνανται λῆξαι τῆς ὀργῆς, ἀλλὰ μένουσι ψυχομαχοῦντες, ἕως | |
Hist.6.52.8 | ἂν περιγένωνται τῶν ἐχθρῶν. διὸ καὶ περὶ τὰς ναυτικὰς δυνάμεις πολύ τι λειπόμενοι Ῥωμαῖοι κατὰ τὴν ἐμπειρίαν, ὡς προεῖπον ἐπάνω, τοῖς ὅλοις ἐπι‐ | |
Hist.6.52.9 | κρατοῦσι διὰ τὰς τῶν ἀνδρῶν ἀρετάς· καίπερ γὰρ οὐ μικρὰ συμβαλλομένης εἰς τοὺς κατὰ θάλατταν κινδύνους τῆς ναυτικῆς χρείας, ὅμως ἡ τῶν ἐπιβα‐ | |
τῶν εὐψυχία πλείστην παρέχεται ῥοπὴν εἰς τὸ νικᾶν. | ||
Hist.6.52.10 | διαφέρουσι μὲν οὖν καὶ φύσει πάντες Ἰταλιῶται Φοινίκων καὶ Λιβύων τῇ τε σωματικῇ ῥώμῃ καὶ ταῖς ψυχικαῖς τόλμαις· μεγάλην δὲ καὶ διὰ τῶν ἐθι‐ σμῶν πρὸς τοῦτο τὸ μέρος ποιοῦνται τῶν νέων παρ‐ | |
Hist.6.52.11 | όρμησιν. ἓν δὲ ῥηθὲν ἱκανὸν ἔσται σημεῖον τῆς τοῦ πολιτεύματος σπουδῆς, ἣν ποιεῖ(ται) περὶ τὸ τοιού‐ τους ἀποτελεῖν ἄνδρας ὥστε πᾶν ὑπομένειν χάριν τοῦ τυχεῖν ἐν τῇ πατρίδι τῆς ἐπ’ ἀρετῇ φήμης. | |
Hist.6.53.1 | Ὅταν γὰρ μεταλλάξῃ τις παρ’ αὐτοῖς τῶν ἐπι‐ φανῶν ἀνδρῶν, συντελουμένης τῆς ἐκφορᾶς κομί‐ ζεται μετὰ τοῦ λοιποῦ κόσμου πρὸς τοὺς καλουμένους ἐμβόλους εἰς τὴν ἀγορὰν ποτὲ μὲν ἑστὼς ἐναργής, | |
Hist.6.53.2 | σπανίως δὲ κατακεκλιμένος. πέριξ δὲ παντὸς τοῦ δήμου στάντος, ἀναβὰς ἐπὶ τοὺς ἐμβόλους, ἂν μὲν υἱὸς ἐν ἡλικίᾳ καταλείπηται καὶ τύχῃ παρών, οὗ‐ τος, εἰ δὲ μή, τῶν ἄλλων εἴ τις ἀπὸ γένους ὑπάρ‐ | |
5 | χει, λέγει περὶ τοῦ τετελευτηκότος τὰς ἀρετὰς καὶ | |
Hist.6.53.3 | τὰς ἐπιτετευγμένας ἐν τῷ ζῆν πράξεις. δι’ ὧν συμ‐ βαίνει τοὺς πολλοὺς ἀναμιμνησκομένους καὶ λαμ‐ βάνοντας ὑπὸ τὴν ὄψιν τὰ γεγονότα, μὴ μόνον τοὺς κεκοινωνηκότας τῶν ἔργων, ἀλλὰ καὶ τοὺς | |
5 | ἐκτός, ἐπὶ τοσοῦτον γίνεσθαι συμπαθεῖς ὥστε μὴ τῶν κηδευόντων ἴδιον, ἀλλὰ κοινὸν τοῦ δήμου φαί‐ | |
Hist.6.53.4 | νεσθαι τὸ σύμπτωμα. μετὰ δὲ ταῦτα θάψαντες καὶ ποιήσαντες τὰ νομιζόμενα τιθέασι τὴν εἰκόνα τοῦ μεταλλάξαντος εἰς τὸν ἐπιφανέστατον τόπον τῆς οἰ‐ | |
Hist.6.53.5 | κίας, ξύλινα ναΐδια περιτιθέντες. ἡ δ’ εἰκών ἐστι πρόσωπον εἰς ὁμοιότητα διαφερόντως ἐξειργασμένον | |
Hist.6.53.6 | καὶ κατὰ τὴν πλάσιν καὶ κατὰ τὴν ὑπογραφήν. ταύ‐ τας δὴ τὰς εἰκόνας ἔν τε ταῖς δημοτελέσι θυσίαις | |
ἀνοίγοντες κοσμοῦσι φιλοτίμως, ἐπάν τε τῶν οἰκείων μεταλλάξῃ τις ἐπιφανής, ἄγουσιν εἰς τὴν ἐκφοράν, | ||
5 | περιτιθέντες ὡς ὁμοιοτάτοις εἶναι δοκοῦσι κατά τε | |
Hist.6.53.7 | τὸ μέγεθος καὶ τὴν ἄλλην περικοπήν. οὗτοι δὲ προσαναλαμβάνουσιν ἐσθῆτας, ἐὰν μὲν ὕπατος ἢ στρατηγὸς ᾖ γεγονώς, περιπορφύρους, ἐὰν δὲ τιμη‐ τής, πορφυρᾶς, ἐὰν δὲ καὶ τεθριαμβευκὼς ἤ τι τοιοῦ‐ | |
Hist.6.53.8 | τον κατειργασμένος, διαχρύσους. αὐτοὶ μὲν οὖν ἐφ’ ἁρμάτων οὗτοι πορεύονται, ῥάβδοι δὲ καὶ πελέ‐ κεις καὶ τἄλλα τὰ ταῖς ἀρχαῖς εἰωθότα συμπαρακεῖ‐ σθαι προηγεῖται κατὰ τὴν ἀξίαν ἑκάστῳ τῆς γεγενη‐ | |
5 | μένης κατὰ τὸν βίον ἐν τῇ πολιτείᾳ προαγωγῆς | |
Hist.6.53.9 | ὅταν δ’ ἐπὶ τοὺς ἐμβόλους ἔλθωσι, καθέζονται πάν‐ τες ἑξῆς ἐπὶ δίφρων ἐλεφαντίνων. οὗ κάλλιον οὐκ εὐμαρὲς ἰδεῖν θέαμα νέῳ φιλοδόξῳ καὶ φιλαγάθῳ· | |
Hist.6.53.10 | τὸ γὰρ τὰς τῶν ἐπ’ ἀρετῇ δεδοξασμένων ἀνδρῶν εἰκόνας ἰδεῖν ὁμοῦ πάσας οἷον εἰ ζώσας καὶ πεπνυ‐ μένας τίν’ οὐκ ἂν παραστήσαι; τί δ’ ἂν κάλλιον | |
Hist.6.54.1 | θέαμα τούτου φανείη; πλὴν ὅ γε λέγων ὑπὲρ τοῦ θάπτεσθαι μέλλοντος, ἐπὰν διέλθῃ τὸν περὶ τούτου λόγον, ἄρχεται τῶν ἄλλων ἀπὸ τοῦ προγενεστάτου τῶν παρόντων, καὶ λέγει τὰς ἐπιτυχίας ἑκάστου καὶ | |
Hist.6.54.2 | τὰς πράξεις. ἐξ ὧν καινοποιουμένης ἀεὶ τῶν ἀγα‐ θῶν ἀνδρῶν τῆς ἐπ’ ἀρετῇ φήμης ἀθανατίζεται μὲν ἡ τῶν καλόν τι διαπραξαμένων εὔκλεια, γνώριμος δὲ τοῖς πολλοῖς καὶ παραδόσιμος τοῖς ἐπιγινομένοις | |
5 | ἡ τῶν εὐεργετησάντων τὴν πατρίδα γίνεται δόξα. | |
Hist.6.54.3 | τὸ δὲ μέγιστον, οἱ νέοι παρορμῶνται πρὸς τὸ πᾶν ὑπομένειν ὑπὲρ τῶν κοινῶν πραγμάτων χάριν τοῦ τυχεῖν τῆς συνακολουθούσης τοῖς ἀγαθοῖς τῶν ἀν‐ | |
Hist.6.54.4 | δρῶν εὐκλείας. πίστιν δ’ ἔχει τὸ λεγόμενον ἐκ | |
τούτων. πολλοὶ μὲν γὰρ ἐμονομάχησαν ἑκουσίως Ῥωμαίων ὑπὲρ τῆς τῶν ὅλων κρίσεως, οὐκ ὀλίγοι δὲ προδήλους εἵλοντο θανάτους, τινὲς μὲν ἐν πο‐ | ||
5 | λέμῳ τῆς τῶν ἄλλων ἕνεκεν σωτηρίας, τινὲς δ’ ἐν εἰρήνῃ χάριν τῆς τῶν κοινῶν πραγμάτων ἀσφαλείας. | |
Hist.6.54.5 | καὶ μὴν ἀρχὰς ἔχοντες ἔνιοι τοὺς ἰδίους υἱοὺς παρὰ πᾶν ἔθος ἢ νόμον ἀπέκτειναν, περὶ πλείονος ποιού‐ μενοι τὸ τῆς πατρίδος συμφέρον τῆς κατὰ φύσιν | |
Hist.6.54.6 | οἰκειότητος πρὸς τοὺς ἀναγκαιοτάτους. πολλὰ μὲν οὖν τοιαῦτα καὶ περὶ πολλῶν ἱστορεῖται παρὰ Ῥω‐ μαίοις ἓν δ’ ἀρκοῦν ἔσται πρὸς τὸ παρὸν ἐπ’ ὀνόματος ῥηθὲν ὑποδείγματος καὶ πίστεως ἕνεκεν. | |
Hist.6.55.1 | Κόκλην γὰρ λέγεται τὸν Ὡράτιον ἐπικληθέντα, δια‐ γωνιζόμενον πρὸς δύο τῶν ὑπεναντίων ἐπὶ τῷ κατ‐ αντικρὺ τῆς γεφύρας πέρατι τῆς ἐπὶ τοῦ Τιβέριδος, ἣ κεῖται πρὸ τῆς πόλεως, ἐπεὶ πλῆθος ἐπιφερόμε‐ | |
5 | νον εἶδε τῶν βοηθούντων τοῖς πολεμίοις, δείσαντα μὴ βιασάμενοι παραπέσωσιν εἰς τὴν πόλιν, βοᾶν ἐπιστραφέντα τοῖς κατόπιν ὡς τάχος ἀναχωρήσαν‐ | |
Hist.6.55.2 | τας διασπᾶν τὴν γέφυραν. τῶν δὲ πειθαρχησάν‐ των, ἕως μὲν οὗτοι διέσπων, ὑπέμενε τραυμάτων πλῆθος ἀναδεχόμενος καὶ διακατέσχε τὴν ἐπιφορὰν τῶν ἐχθρῶν, οὐχ οὕτως τὴν δύναμιν ὡς τὴν ὑπό‐ | |
5 | στασιν αὐτοῦ καὶ τόλμαν καταπεπληγμένων τῶν | |
Hist.6.55.3 | ὑπεναντίων· διασπασθείσης δὲ τῆς γεφύρας, οἱ μὲν πολέμιοι τῆς ὁρμῆς ἐκωλύθησαν, ὁ δὲ Κόκλης ῥί‐ ψας ἑαυτὸν εἰς τὸν ποταμὸν ἐν τοῖς ὅπλοις κατὰ προαίρεσιν μετήλλαξε τὸν βίον, περὶ πλείονος ποιη‐ | |
5 | σάμενος τὴν τῆς πατρίδος ἀσφάλειαν καὶ τὴν ἐσο‐ μένην μετὰ ταῦτα περὶ αὐτὸν εὔκλειαν τῆς παρού‐ | |
Hist.6.55.4 | σης ζωῆς καὶ τοῦ καταλειπομένου βίου. τοιαύτη | |
τις, ὡς ἔοικε, διὰ τῶν παρ’ αὐτοῖς ἐθισμῶν ἐγγεν‐ νᾶται τοῖς νέοις ὁρμὴ καὶ φιλοτιμία πρὸς τὰ καλὰ τῶν ἔργων. | ||
Hist.6.56.1 | Καὶ μὴν τὰ περὶ τοὺς χρηματισμοὺς ἔθη καὶ νόμιμα βελτίω παρὰ Ῥωμαίοις ἐστὶν ἢ παρὰ Καρ‐ | |
Hist.6.56.2 | χηδονίοις παρ’ οἷς μὲν γὰρ οὐδὲν αἰσχρὸν τῶν ἀνηκόντων πρὸς κέρδος, παρ’ οἷς δ’ οὐδὲν αἴσχιον τοῦ δωροδοκεῖσθαι καὶ τοῦ πλεονεκτεῖν ἀπὸ τῶν μὴ | |
Hist.6.56.3 | καθηκόντων καθ’ ὅσον γὰρ ἐν καλῷ τίθενται τὸν ἀπὸ τοῦ κρατίστου χρηματισμόν, κατὰ τοσοῦτο πά‐ λιν ἐν ὀνείδει ποιοῦνται τὴν ἐκ τῶν ἀπειρημένων | |
Hist.6.56.4 | πλεονεξίαν. σημεῖον δὲ τοῦτο· παρὰ μὲν Καρχη‐ δονίοις δῶρα φανερῶς διδόντες λαμβάνουσι τὰς ἀρ‐ χάς, παρὰ δὲ Ῥωμαίοις θάνατός ἐστι περὶ τοῦτο | |
Hist.6.56.5 | πρόστιμον. ὅθεν τῶν ἄθλων τῆς ἀρετῆς ἐναντίων τιθεμένων παρ’ ἀμφοῖν, εἰκὸς ἀνόμοιον εἶναι καὶ τὴν παρασκευὴν ἑκατέρων πρὸς ταῦτα. | |
Hist.6.56.6 | Μεγίστην δέ μοι δοκεῖ διαφορὰν ἔχειν τὸ Ῥω‐ μαίων πολίτευμα πρὸς βέλτιον ἐν τῇ περὶ θεῶν | |
Hist.6.56.7 | διαλήψει. καί μοι δοκεῖ τὸ παρὰ τοῖς ἄλλοις ἀν‐ θρώποις ὀνειδιζόμενον, τοῦτο συνέχειν τὰ Ῥωμαίων | |
Hist.6.56.8 | πράγματα, λέγω δὲ τὴν δεισιδαιμονίαν· ἐπὶ τοσοῦ‐ τον γὰρ ἐκτετραγῴδηται καὶ παρεισῆκται τοῦτο τὸ μέρος παρ’ αὐτοῖς εἴς τε τοὺς κατ’ ἰδίαν βίους καὶ τὰ κοινὰ τῆς πόλεως ὥστε μὴ καταλιπεῖν ὑπερβολήν. | |
Hist.6.56.9 | ὃ καὶ δόξειεν ἂν πολλοῖς εἶναι θαυμάσιον. ἐμοί γε μὴν δοκοῦσι τοῦ πλήθους χάριν τοῦτο πεποιηκέναι. | |
Hist.6.56.10 | εἰ μὲν γὰρ ἦν σοφῶν ἀνδρῶν πολίτευμα συναγα‐ γεῖν, ἴσως οὐδὲν ἦν ἀναγκαῖος ὁ τοιοῦτος τρόπος· | |
Hist.6.56.11 | ἐπεὶ δὲ πᾶν πλῆθός ἐστιν ἐλαφρὸν καὶ πλῆρες ἐπι‐ θυμιῶν παρανόμων, ὀργῆς ἀλόγου, θυμοῦ βιαίου, | |
λείπεται τοῖς ἀδήλοις φόβοις καὶ τῇ τοιαύτῃ τρα‐ | ||
Hist.6.56.12 | γῳδίᾳ τὰ πλήθη συνέχειν. διόπερ οἱ παλαιοὶ δο‐ κοῦσί μοι τὰς περὶ θεῶν ἐννοίας καὶ τὰς ὑπὲρ τῶν ἐν ᾅδου διαλήψεις οὐκ εἰκῇ καὶ ὡς ἔτυχεν εἰς τὰ πλήθη παρεισαγαγεῖν, πολὺ δὲ μᾶλλον οἱ νῦν εἰκῇ καὶ | |
Hist.6.56.13 | ἀλόγως ἐκβάλλειν αὐτά. τοιγαροῦν χωρὶς τῶν ἄλ‐ λων οἱ τὰ κοινὰ χειρίζοντες παρὰ μὲν τοῖς Ἕλλησιν, ἐὰν ταλάντου μόνον πιστευθῶσιν, ἀντιγραφεῖς ἔχον‐ τες δέκα καὶ σφραγῖδας τοσαύτας καὶ μάρτυρας δι‐ | |
Hist.6.56.14 | πλασίους οὐ δύνανται τηρεῖν τὴν πίστιν· παρὰ δὲ Ῥωμαίοις κατά τε τὰς ἀρχὰς καὶ πρεσβείας πολύ τι πλῆθος χρημάτων χειρίζοντες δι’ αὐτῆς τῆς κατὰ | |
Hist.6.56.15 | τὸν ὅρκον πίστεως τηροῦσι τὸ καθῆκον. καὶ παρὰ μὲν τοῖς ἄλλοις σπάνιόν ἐστιν εὑρεῖν ἀπεχόμενον ἄνδρα τῶν δημοσίων καὶ καθαρεύοντα περὶ ταῦτα· παρὰ δὲ τοῖς Ῥωμαίοις σπάνιόν ἐστι τὸ λαβεῖν τινα | |
5 | πεφωραμένον ἐπὶ τοιαύτῃ πράξει. [Cod. Urb. habet haec (v. p. 264, 17. 293, 5) cum antecedentibus arcte cohaerentia (exc. ant. p. 188).] | |
Hist.6.57t | VIII. CONCLUSIO DISPUTATIONIS DE ROMANORUM REPUBLICA. | |
Hist.6.57.1 | Ὅτι μὲν οὖν πᾶσι τοῖς οὖσιν ὑπόκειται φθορὰ καὶ μεταβολὴ σχεδὸν οὐ προσδεῖ λόγων· ἱκανὴ γὰρ ἡ τῆς φύσεως ἀνάγκη παραστῆσαι τὴν τοιαύτην πί‐ | |
Hist.6.57.2 | στιν. δυεῖν δὲ τρόπων ὄντων, καθ’ οὓς φθείρε‐ σθαι πέφυκε πᾶν γένος πολιτείας, τοῦ μὲν ἔξωθεν, τοῦ δ’ ἐν αὐτοῖς φυομένου, τὸν μὲν ἐκτὸς ἄστατον ἔχειν συμβαίνει τὴν θεωρίαν, τὸν δ’ ἐξ αὐτῶν τε‐ | |
Hist.6.57.3 | ταγμένην. τί μὲν δὴ πρῶτον φύεται γένος πολιτείας καὶ τί δεύτερον, καὶ πῶς εἰς ἄλληλα μεταπίπτουσιν, | |
Hist.6.57.4 | εἴρηται πρόσθεν ἡμῖν, ὥστε τοὺς δυναμένους τὰς ἀρχὰς τῷ τέλει συνάπτειν τῆς ἐνεστώσης ὑποθέ‐ σεως κἂν αὐτοὺς ἤδη προειπεῖν ὑπὲρ τοῦ μέλλοντος. | |
Hist.6.57.5 | ἔστι δ’, ὡς ἐγᾦμαι, δῆλον. ὅταν γὰρ πολλοὺς καὶ μεγάλους κινδύνους διωσαμένη πολιτεία μετὰ ταῦτα εἰς ὑπεροχὴν καὶ δυναστείαν ἀδήριτον ἀφίκηται, φα‐ νερὸν ὡς εἰσοικιζομένης εἰς αὐτὴν ἐπὶ πολὺ τῆς | |
5 | εὐδαιμονίας συμβαίνει τοὺς μὲν βίους γίνεσθαι πολυτελεστέρους, τοὺς δ’ ἄνδρας φιλονεικοτέρους τοῦ δέοντος περί τε τὰς ἀρχὰς καὶ τὰς ἄλλας ἐπιβολάς. | |
Hist.6.57.6 | ὧν προβαινόντων ἐπὶ πλέον ἄρξει μὲν τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς ἡ φιλαρχία καὶ τὸ τῆς ἀδοξίας ὄνειδος, πρὸς δὲ τούτοις ἡ περὶ τοὺς βίους ἀλαζο‐ | |
Hist.6.57.7 | νεία καὶ πολυτέλεια, λήψεται δὲ τὴν ἐπιγραφὴν τῆς μεταβολῆς ὁ δῆμος, ὅταν ὑφ’ ὧν μὲν ἀδικεῖσθαι δόξῃ διὰ τὴν πλεονεξίαν, ὑφ’ ὧν δὲ χαυνωθῇ κολα‐ | |
Hist.6.57.8 | κευόμενος διὰ τὴν φιλαρχίαν. τότε γὰρ ἐξοργισθεὶς καὶ θυμῷ πάντα βουλευόμενος οὐκέτι θελήσει πειθ‐ αρχεῖν οὐδ’ ἴσον ἔχειν τοῖς προεστῶσιν, ἀλλὰ πᾶν | |
Hist.6.57.9 | καὶ τὸ πλεῖστον αὐτός. οὗ γενομένου τῶν μὲν ὀνο‐ μάτων τὸ κάλλιστον ἡ πολιτεία μεταλήψεται, τὴν ἐλευθερίαν καὶ δημοκρατίαν, τῶν δὲ πραγμάτων τὸ χείριστον, τὴν ὀχλοκρατίαν. | |
Hist.6.57.10 | Ἡμεῖς δ’ ἐπειδὴ τήν τε σύστασιν καὶ τὴν αὔ‐ ξησιν τῆς πολιτείας, ἔτι δὲ τὴν ἀκμὴν καὶ τὴν διά‐ θεσιν, πρὸς δὲ τούτοις τὴν διαφορὰν πρὸς τὰς ἄλλας τοῦ τε χείρονος ἐν αὐτῇ καὶ βελτίονος διελη‐ | |
5 | λύθαμεν, τὸν μὲν περὶ τῆς πολιτείας λόγον ὧδέ πῃ καταστρέφομεν. | |
Hist.6.58.1 | Τῶν δὲ συναπτόντων μερῶν τῆς ἱστορίας τοῖς καιροῖς, ἀφ’ ὧν παρεξέβημεν, παραλαβόντες ἐπὶ | |
βραχὺ μιᾶς πράξεως ποιησόμεθα κεφαλαιώδη μνή‐ μην, ἵνα μὴ τῷ λόγῳ μόνον ἀλλὰ καὶ τοῖς πράγ‐ | ||
5 | μασιν, ὥσπερ ἀγαθοῦ τεχνίτου δεῖγμα τῶν ἔργων ἕν τι προενεγκάμενοι, φανερὰν ποιήσωμεν τῆς πο‐ λιτείας τὴν ἀκμὴν καὶ δύναμιν, οἵα τις ἦν κατ’ | |
Hist.6.58.2 | ἐκείνους τοὺς χρόνους. Ἀννίβας γὰρ ἐπειδὴ τῇ περὶ Κάνναν μάχῃ περιγενόμενος Ῥωμαίων ἐγκρατὴς ἐγέ‐ νετο τῶν τὸν χάρακα φυλαττόντων ὀκτακισχιλίων, ζωγρήσας ἅπαντας συνεχώρησε διαπέμπεσθαι σφίσι | |
Hist.6.58.3 | πρὸς τοὺς ἐν οἴκῳ περὶ λύτρων καὶ σωτηρίας. τῶν δὲ προχειρισαμένων δέκα τοὺς ἐπιφανεστάτους, ὁρ‐ κίσας ἦ μὴν ἐπανήξειν πρὸς αὐτόν, ἐξέπεμψε τού‐ | |
Hist.6.58.4 | τους. εἷς δὲ τῶν προχειρισθέντων ἐκπορευόμενος ἐκ τοῦ χάρακος ἤδη, καί τι φήσας ἐπιλελῆσθαι, πά‐ λιν ἀνέκαμψε, καὶ λαβὼν τὸ καταλειφθὲν αὖθις ἀπελύετο, νομίζων διὰ τῆς ἀναχωρήσεως τετηρηκέναι | |
Hist.6.58.5 | τὴν πίστιν καὶ λελυκέναι τὸν ὅρκον. ὧν παραγενο‐ μένων εἰς τὴν Ῥώμην, καὶ δεομένων καὶ παρακαλούν‐ των τὴν σύγκλητον μὴ φθονῆσαι τοῖς ἑαλωκόσι τῆς σωτηρίας, ἀλλ’ ἐᾶσαι τρεῖς μνᾶς ἕκαστον κατα‐ | |
5 | βαλόντα σωθῆναι πρὸς τοὺς ἀναγκαίους· τοῦτο γὰρ | |
Hist.6.58.6 | συγχωρεῖν ἔφασαν τὸν Ἀννίβαν· εἶναι δ’ ἀξίους σωτηρίας αὑτούς· οὔτε γὰρ ἀποδεδειλιακέναι κατὰ τὴν μάχην οὔτ’ ἀνάξιον οὐδὲν πεποιηκέναι τῆς Ῥώ‐ μης, ἀλλ’ ἀπολειφθέντας τὸν χάρακα τηρεῖν, πάν‐ | |
5 | των ἀπολομένων τῶν ἄλλων ἐν τῇ μάχῃ τῷ καιρῷ περιληφθέντας ὑποχειρίους γενέσθαι τοῖς πολεμίοις. | |
Hist.6.58.7 | Ῥωμαῖοι δὲ μεγάλοις κατὰ τὰς μάχας περιπεπτω‐ κότες ἐλαττώμασι, πάντων δ’ ὡς ἔπος εἰπεῖν ἐστε‐ ρημένοι τότε τῶν συμμάχων, ὅσον οὔπω δὲ προσ‐ δοκῶντες τὸν περὶ τῆς πατρίδος αὐτοῖς ἐκφέρεσθαι | |
Hist.6.58.8 | κίνδυνον, διακούσαντες τῶν λεγομένων οὔτε τοῦ πρέποντος αὑτοῖς εἴξαντες ταῖς συμφοραῖς ὠλιγώ‐ ρησαν οὔτε τῶν δεόντων οὐδὲν τοῖς λογισμοῖς παρ‐ | |
Hist.6.58.9 | εῖδον, ἀλλὰ συνιδόντες τὴν Ἀννίβου πρόθεσιν, ὅτι βούλεται διὰ τῆς πράξεως ταύτης ἅμα μὲν εὐπορῆ‐ σαι χρημάτων, ἅμα δὲ τὸ φιλότιμον ἐν ταῖς μάχαις ἐξελέσθαι τῶν ἀντιταττομένων, ὑποδείξας ὅτι τοῖς | |
Hist.6.58.10 | ἡττημένοις ὅμως ἐλπὶς ἀπολείπεται σωτηρίας, τοσ‐ οῦτ’ ἀπέσχον τοῦ ποιῆσαί τι τῶν ἀξιουμένων ὥστ’ οὔτε τὸν τῶν οἰκείων ἔλεον οὔτε τὰς ἐκ τῶν ἀν‐ δρῶν ἐσομένας χρείας ἐποιήσαντο περὶ πλείονος, | |
Hist.6.58.11 | ἀλλὰ τοὺς μὲν Ἀννίβου λογισμοὺς καὶ τὰς ἐν τού‐ τοις ἐλπίδας ἀπέδειξαν κενάς, ἀπειπάμενοι τὴν δια‐ λύτρωσιν τῶν ἀνδρῶν, τοῖς δὲ παρ’ αὑτῶν ἐνομο‐ θέτησαν ἢ νικᾶν μαχομένους ἢ θνήσκειν, ὡς ἄλλης | |
5 | οὐδεμιᾶς ἐλπίδος ὑπαρχούσης εἰς σωτηρίαν αὐτοῖς | |
Hist.6.58.12 | ἡττωμένοις. διὸ καὶ ταῦτα προθέμενοι τοὺς μὲν ἐννέα τῶν πρεσβευτῶν ἐθελοντὴν κατὰ τὸν ὅρκον ἀναχωροῦντας ἐξέπεμψαν, τὸν δὲ σοφισάμενον πρὸς τὸ λῦσαι τὸν ὅρκον δήσαντες ἀποκατέστησαν πρὸς | |
Hist.6.58.13 | τοὺς πολεμίους, ὥστε τὸν Ἀννίβαν μὴ τοσοῦτον χαρῆναι νικήσαντα τῇ μάχῃ Ῥωμαίους ὡς συντρι‐ βῆναι καταπλαγέντα τὸ στάσιμον καὶ τὸ μεγαλόψυ‐ χον τῶν ἀνδρῶν ἐν τοῖς διαβουλίοις.) [Cod. Urb. | |
5 | fol. 94 (exc. ant. p. 192).] | |
Hist.6.59t | FRAGMENTUM GEOGRAPHICUM. | |
Hist.6.59.1 | Καὶ τόπος δέ τις οὕτω καλεῖται Ῥύγχος περὶ Στράτον τῆς Αἰτωλίας, ὥς φησι Πολύβιος ἐν ϛʹ ἱστο‐ | |
ριῶν. [Athenaeus III, 48 p. 95 d.] | ||
Hist.7t1 | FRAGMENTA LIBRI VII. | |
Hist.7.1t | I. RES ITALIAE. | |
Hist.7.1.1 | Πολύβιος δ’ ἐν τῇ ἑβδόμῃ “Καπυησίους τοὺς ἐν Καμπανίᾳ διὰ τὴν ἀρετὴν τῆς γῆς πλοῦτον περι‐ βαλομένους ἐξοκεῖλαι εἰς τρυφὴν καὶ πολυτέλειαν, ὑπερβαλλομένους τὴν περὶ Κρότωνα καὶ Σύβαριν | |
Hist.7.1.2 | παραδεδομένην φήμην. οὐ δυνάμενοι οὖν, φησί, φέ‐ ρειν τὴν παροῦσαν εὐδαιμονίαν ἐκάλουν τὸν Ἀννί‐ βαν. διόπερ ὑπὸ Ῥωμαίων ἀνήκεστα δεινὰ ἔπαθον. | |
Hist.7.1.3 | Πετηλῖνοι δὲ τηρήσαντες τὴν πρὸς Ῥωμαίους πίστιν εἰς τοσοῦτον καρτερίας ἦλθον πολιορκούμενοι ὑπ’ Ἀννίβα ὥστε μετὰ τὸ πάντα μὲν τὰ κατὰ τὴν πόλιν δέρματα καταφαγεῖν, ἁπάντων δὲ τῶν κατὰ τὴν πόλιν | |
5 | δένδρων τοὺς φλοιοὺς καὶ τοὺς ἁπαλοὺς πτόρθους ἀναλῶσαι, καὶ ἕνδεκα μῆνας ὑπομείναντες τὴν πολιορ‐ κίαν, οὐδενὸς βοηθοῦντος, συνευδοκούντων Ῥωμαίων παρέδοσαν ἑαυτούς.” [Athenaeus XII, 36 p. 528 a.] | |
Hist.7.1.4 | Ἡ δὲ Καπύη μεταθεμένη πρὸς τοὺς Καρχηδο‐ νίους τῷ βάρει συνεπεσπάσατο καὶ τὰς ἄλλας πόλεις. [Suidas v Καπύη.] | |
Hist.7.2t | II. RES SICILIAE. | |
Hist.7.2.1 | Ὅτι μετὰ τὴν ἐπιβουλὴν τὴν κατὰ Ἱερωνύμου τοῦ | |
βασιλέως Συρακοσίων, ἐκχωρήσαντος τοῦ Θράσωνος, οἱ περὶ τὸν Ζώιππον καὶ Ἀδρανόδωρον πείθουσι τὸν Ἱερώνυμον εὐθέως πρεσβευτὰς πρὸς τὸν Ἀννί‐ | ||
Hist.7.2.2 | βαν πέμψαι. προχειρισάμενος δὲ Πολύκλειτον (τὸν) Κυρηναῖον καὶ Φιλόδημον τὸν Ἀργεῖον, τούτους μὲν εἰς Ἰταλίαν ἀπέστειλε, δοὺς ἐντολὰς λαλεῖν ὑπὲρ κοινοπραγίας τοῖς Καρχηδονίοις, ἅμα δὲ καὶ τοὺς | |
Hist.7.2.3 | ἀδελφοὺς εἰς Ἀλεξάνδρειαν ἀπέπεμψεν. Ἀννίβας δὲ τοὺς περὶ Πολύκλειτον καὶ Φιλόδημον ἀποδεξά‐ μενος φιλανθρώπως, καὶ πολλὰς ἐλπίδας ὑπογράψας τῷ μειρακίῳ [Ἱερωνύμῳ], σπουδῇ πάλιν ἀπέπεμψε | |
5 | τοὺς πρέσβεις, σὺν δὲ τούτοις Ἀννίβαν τὸν Καρχη‐ δόνιον, ὄντα τότε τριήραρχον, καὶ τοὺς Συρακοσίους Ἱπποκράτην καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν νεώτερον | |
Hist.7.2.4 | Ἐπικύδην. συνέβαινε δὲ τούτους τοὺς ἄνδρας καὶ πλείω χρόνον ἤδη στρατεύεσθαι μετ’ Ἀννίβου, πο‐ λιτευομένους παρὰ Καρχηδονίοις διὰ τὸ φεύγειν αὐτῶν τὸν πάππον ἐκ Συρακουσῶν δόξαντα προσ‐ | |
5 | ενηνοχέναι τὰς χεῖρας ἑνὶ τῶν Ἀγαθοκλέους υἱῶν | |
Hist.7.2.5 | Ἀγαθάρχῳ. παραγενομένων δὲ τούτων εἰς τὰς Συ‐ ρακούσας, καὶ τῶν μὲν περὶ Πολύκλειτον ἀποπρε‐ σβευσάντων, τοῦ δὲ Καρχηδονίου διαλεχθέντος κατὰ τὰς ὑπ’ Ἀννίβου δεδομένας ἐντολάς, εὐθέως ἕτοι‐ | |
5 | μος ἦν κοινωνεῖν Καρχηδονίοις τῶν πραγμάτων· | |
Hist.7.2.6 | καὶ τόν τε παραγεγονότα πρὸς αὑτὸν Ἀννίβαν ἔφη δεῖν πορεύεσθαι κατὰ τάχος εἰς τὴν Καρχηδόνα, καὶ παρ’ αὑτοῦ συμπέμπειν ἐπηγγείλατο τοὺς διαλεχθη‐ σομένους τοῖς Καρχηδονίοις. | |
Hist.7.3.1 | Κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ τεταγμένος ἐπὶ Λιλυβαίου στρατηγὸς τῶν Ῥωμαίων (ταῦτα πυνθα‐ νόμενος ἔπεμψε πρὸς Ἱερώνυμον πρέσβεις τοὺς ἀνα‐ | |
νεωσομένους τὰς πρὸς τοὺς προγόνους αὐτοῦ συν‐ | ||
Hist.7.3.2 | τεθειμένας συνθήκας. ὁ δ’ Ἱερώνυμος) ἔτ’ ἐγγὺς ἐπόντων τῶν πρεσβευτῶν [εἴτ’ ἐν μισειόντων] τῶν Καρχηδονίων, ἔφη συλλυπεῖσθαι τοῖς Ῥωμαίοις ὅτι κακοὶ κακῶς ἐν ταῖς κατὰ τὴν Ἰταλίαν μάχαις ἀπο‐ | |
Hist.7.3.3 | λώλασιν ὑπὸ Καρχηδονίων. τῶν δὲ καταπλαγέντων τὴν ἀστοχίαν, ὅμως δὲ προσπυθομένων τίς λέγει ταῦτα περὶ αὐτῶν, ἔδειξε τοὺς Καρχηδονίους παρ‐ όντας, καὶ τούτους ἐκέλευσε διελέγχειν, εἴ τι τυγ‐ | |
Hist.7.3.4 | χάνουσι ψευδόμενοι. τῶν δὲ φησάντων οὐ πάτριον εἶναι σφίσι πιστεύειν τοῖς πολεμίοις, παρακαλούν‐ των δὲ μηδὲν ποιεῖν παρὰ τὰς συνθήκας, ὅτι τοῦτο καὶ δίκαιόν ἐστι καὶ συμφέρον αὐτῷ μάλιστ’ ἐκείνῳ, | |
5 | περὶ μὲν τούτων. ἔφη βουλευσάμενος αὐτοῖς πάλιν | |
Hist.7.3.5 | διασαφήσειν, ἤρετο δὲ πῶς πρὸ τῆς τελευτῆς τοῦ πάππου πλεύσαντες ἕως τοῦ Παχύνου πεντήκοντα | |
Hist.7.3.6 | ναυσὶ πάλιν ἀνακάμψαιεν. συμβεβήκει δὲ Ῥωμαίους βραχεῖ χρόνῳ πρότερον ἀκούσαντας Ἱέρωνα μετηλ‐ λαχέναι, καὶ διαγωνιάσαντας μή τι νεωτερίσωσιν ἐν ταῖς Συρακούσαις καταφρονήσαντες τῆς τοῦ κατα‐ | |
5 | λελειμμένου παιδὸς ἡλικίας, πεποιῆσθαι τὸν ἐπί‐ πλουν, πυθομένους δὲ τὸν Ἱέρωνα ζῆν αὖθις εἰς τὸ | |
Hist.7.3.7 | Λιλύβαιον ἀναδραμεῖν. διὸ καὶ τότε παρομολογούν‐ των πεποιῆσθαι μὲν τὸν ἐπίπλουν, θέλοντας ἐφε‐ δρεῦσαι τῇ νεότητι τῇ ’κείνου καὶ συνδιαφυλάξαι τὴν ἀρχὴν αὐτῷ, προσπεσόντος δὲ ζῆν τὸν πάππον, | |
Hist.7.3.8 | ἀποπλεῦσαι πάλιν, ῥηθέντων δὲ τούτων, πάλιν ὑπο‐ λαβὸν τὸ μειράκιον “ἐάσατε τοίνυν” ἔφη “κἀμὲ νῦν, ἄνδρες Ῥωμαῖοι, διαφυλάξαι τὴν ἀρχήν, πα‐ | |
Hist.7.3.9 | λινδρομήσαντα πρὸς τὰς Καρχηδονίων ἐλπίδας”. οἱ δὲ Ῥωμαῖοι συνέντες τὴν ὁρμὴν αὐτοῦ, τότε μὲν | |
κατασιωπήσαντες ἐπανῆλθον, καὶ διεσάφουν τὰ λε‐ γόμενα τῷ πέμψαντι, τὸ δὲ λοιπὸν ἤδη προσεῖχον | ||
5 | καὶ παρεφύλαττον ὡς πολέμιον. | |
Hist.7.4.1 | Ἱερώνυμος δὲ προχειρισάμενος Ἀγάθαρχον καὶ Ὀνησιγένη καὶ Ἱπποσθένη πέμπει μετ’ Ἀννίβου πρὸς Καρχηδονίους, δοὺς ἐντολὰς ἐπὶ τοῖσδε ποιεῖσθαι | |
Hist.7.4.2 | τὰς συνθήκας, ἐφ’ ᾧ Καρχηδονίους βοηθεῖν καὶ πε‐ ζικαῖς καὶ ναυτικαῖς δυνάμεσι, καὶ συνεκβαλόντας Ῥωμαίους ἐκ Σικελίας οὕτως διελέσθαι τὰ κατὰ τὴν νῆσον ὥστε τῆς ἑκατέρων ἐπαρχίας ὅρον εἶναι τὸν | |
5 | Ἱμέραν ποταμόν, ὃς μάλιστά πως δίχα διαιρεῖ τὴν | |
Hist.7.4.3 | ὅλην Σικελίαν. οὗτοι μὲν οὖν ἀφικόμενοι πρὸς Καρχηδονίους διελέγοντο περὶ τούτων καὶ ταῦτ’ ἔπραττον, εἰς πᾶν ἑτοίμως συγκαταβαινόντων τῶν | |
Hist.7.4.4 | Καρχηδονίων· οἱ δὲ περὶ τὸν Ἱπποκράτην, λαμβά‐ νοντες εἰς τὰς χεῖρας τὸ μειράκιον τὰς μὲν ἀρχὰς ἐψυχαγώγουν, ἐξηγούμενοι τὰς ἐν Ἰταλίᾳ πορείας | |
Hist.7.4.5 | Ἀννίβου καὶ παρατάξεις καὶ μάχας, μετὰ δὲ ταῦτα φάσκοντες μηδενὶ καθήκειν μᾶλλον τὴν ἁπάντων Σικελιωτῶν ἀρχὴν ὡς ἐκείνῳ, πρῶτον μὲν διὰ τὸ τῆς Πύρρου θυγατρὸς υἱὸν εἶναι Νηρηίδος, ὃν μό‐ | |
5 | νον κατὰ προαίρεσιν καὶ κατ’ εὔνοιαν Σικελιῶται πάντες εὐδόκησαν σφῶν αὐτῶν ἡγεμόν’ εἶναι καὶ βασιλέα, δεύτερον δὲ κατὰ τὴν Ἱέρωνος τοῦ πάππου | |
Hist.7.4.6 | δυναστείαν. καὶ τέλος ἐπὶ τοσοῦτον ἐξωμίλησαν τὸ μειράκιον ὥστε καθόλου μηδενὶ προσέχειν τῶν ἄλλων διὰ τὸ καὶ φύσει μὲν ἀκατάστατον ὑπάρχειν, ἔτι δὲ | |
Hist.7.4.7 | μᾶλλον ὑπ’ ἐκείνων τότε μετεωρισθέν· ἀκμὴν τῶν περὶ Ἀγάθαρχον ἐν τῇ Καρχηδόνι τὰ προειρημένα διαπραττομένων, ἐπιπέμπει πρεσβευτάς, τὴν μὲν τῆς Σικελίας ἀρχὴν φάσκων αὑτῷ καθήκειν ἅπασαν, | |
5 | ἀξιῶν δὲ Καρχηδονίους μὲν βοηθεῖν περὶ Σικελίας, αὐτὸς δὲ Καρχηδονίοις ὑπισχνούμενος ἐπαρκεῖν εἰς | |
Hist.7.4.8 | τὰς κατὰ τὴν Ἰταλίαν πράξεις. τὴν μὲν οὖν ὅλην ἀκαταστασίαν καὶ μανίαν καλῶς συνθεώμενοι Καρ‐ χηδόνιοι τοῦ μειρακίου, νομίζοντες δὲ κατὰ πολλοὺς τρόπους συμφέρειν σφίσι τὸ μὴ προέσθαι τὰ κατὰ | |
Hist.7.4.9 | τὴν Σικελίαν, ἐκείνῳ μὲν ἅπαντα συγκατένευον, αὐτοὶ δὲ καὶ πρότερον ἤδη παρασκευασάμενοι ναῦς καὶ στρατιώτας, ἐγίνοντο πρὸς τὸ διαβιβάζειν τὰς | |
Hist.7.5.1 | δυνάμεις εἰς τὴν Σικελίαν. οἱ δὲ Ῥωμαῖοι ταῦτα πυνθανόμενοι πάλιν ἔπεμψαν πρὸς αὐτὸν πρέσβεις, διαμαρτυρόμενοι μὴ παραβαίνειν τὰς πρὸς τοὺς προ‐ | |
Hist.7.5.2 | γόνους αὐτοῦ τεθειμένας συνθήκας. ὑπὲρ ὧν Ἱερώ‐ νυμος ἁθροίσας τὸ συνέδριον ἀνέδωκε διαβούλιον | |
Hist.7.5.3 | τί δεῖ ποιεῖν. οἱ μὲν οὖν ἐγχώριοι τὴν ἡσυχίαν ἦγον, δεδιότες τὴν τοῦ προεστῶτος ἀκρισίαν· Ἀριστόμαχος δ’ ὁ Κορίνθιος καὶ Δάμιππος ὁ Λακεδαιμόνιος καὶ Αὐτόνους ὁ Θετταλὸς ἠξίουν ἐμμένειν ταῖς πρὸς | |
Hist.7.5.4 | Ῥωμαίους συνθήκαις. Ἀδρανόδωρος δὲ μόνος οὐκ ἔφη δεῖν παριέναι τὸν καιρόν· εἶναι δὲ τὸν ἐνε‐ στῶτα μόνον ἐν ᾧ κατακτήσασθαι δυνατόν ἐστι τὴν | |
Hist.7.5.5 | τῆς Σικελίας ἀρχήν. τοῦ δὲ ταῦτ’ εἰπόντος, ἤρετο (τοὺς περὶ) τὸν Ἱπποκράτην ποίας μετέχουσι γνώ‐ μης. τῶν δὲ φησάντων τῆς Ἀδρανοδώρου, πέρας εἶχε τὸ διαβούλιον. καὶ τὰ μὲν τοῦ πολέμου τοῦ | |
Hist.7.5.6 | πρὸς Ῥωμαίους ἐκεκύρωτο τὸν τρόπον τοῦτον· βου‐ λόμενος δὲ μὴ σκαιῶς δοκεῖν ἀποκρίνεσθαι τοῖς πρε‐ σβευταῖς, εἰς τηλικαύτην ἀστοχίαν ἐνέπεσε δι’ ἧς τοῖς Ῥωμαίοις οὐ μόνον δυσαρεστήσειν, ἀλλὰ καὶ | |
Hist.7.5.7 | προσκόπτειν ἔμελλε προφανῶς. ἔφη γὰρ ἐμμενεῖν ἐν ταῖς συνθήκαις, ἐὰν αὐτῷ πρῶτον μὲν τὸ χρυσίον | |
ἀποδῶσι πᾶν, ὃ παρ’ Ἱέρωνος ἔλαβον τοῦ πάππου, δεύτερον δὲ τὸν σῖτον ἐκ παντὸς ἀποκαταστήσωσι | ||
5 | τοῦ χρόνου καὶ τὰς ἄλλας δωρεάς, ἃς εἶχον παρ’ ἐκείνου, τὸ δὲ τρίτον ὁμολογήσωσι τὴν ἐντὸς Ἱμέρα | |
Hist.7.5.8 | ποταμοῦ χώραν καὶ πόλεις εἶναι Συρακοσίων. οἱ μὲν οὖν πρεσβευταὶ καὶ τὸ συνέδριον ἐπὶ τούτοις ἐχωρίσθησαν· οἱ δὲ περὶ τὸν Ἱερώνυμον ἀπὸ τού‐ των τῶν καιρῶν ἐνήργουν τὰ τοῦ πολέμου, καὶ τάς | |
5 | τε δυνάμεις ἥθροιζον καὶ καθώπλιζον τάς τε λοι‐ πὰς χορηγίας ἡτοίμαζον. [Exc. De legat. p. 1.] | |
Hist.7.6.1 | Ἡ γὰρ τῶν Λεοντίνων πόλις τῷ μὲν ὅλῳ κλίματι | |
Hist.7.6.2 | τέτραπται πρὸς τὰς ἄρκτους, ἔστι δὲ διὰ μέσης αὐτῆς αὐλὼν ἐπίπεδος, ἐν ᾧ συμβαίνει τάς τε τῶν ἀρ‐ χείων καὶ δικαστηρίων κατασκευὰς καὶ καθόλου τὴν | |
Hist.7.6.3 | ἀγορὰν ὑπάρχειν. τοῦ δ’ αὐλῶνος παρ’ ἑκατέραν τὴν πλευρὰν παρήκει λόφος, ἔχων ἀπορρῶγα συνεχῆ· τὰ δ’ ἐπίπεδα τῶν λόφων τούτων ὑπὲρ τὰς ὀφρῦς | |
Hist.7.6.4 | οἰκιῶν ἐστι πλήρη καὶ ναῶν. δύο δ’ ἔχει πυλῶνας ἡ πόλις, ὧν ὁ μὲν ἐπὶ τοῦ πρὸς μεσημβρίαν πέρα‐ τός ἐστιν οὗ προεῖπον αὐλῶνος, φέρων ἐπὶ Συρα‐ κούσας, ὁ δ’ ἕτερος ἐπὶ τοῦ πρὸς ἄρκτους, ἄγων ἐπὶ | |
5 | τὰ Λεοντῖνα καλούμενα πεδία καὶ τὴν γεωργήσιμον | |
Hist.7.6.5 | χώραν. ὑπὸ δὲ τὴν μίαν ἀπορρῶγα, τὴν πρὸς τὰς | |
Hist.7.6.6 | δύσεις, παραρρεῖ ποταμός, ὃν καλοῦσι Λίσσον. τούτῳ δὲ κεῖνται παράλληλοι καὶ πλείους ὑπ’ αὐτὸν τὸν κρημνὸν οἰκίαι συνεχεῖς, ὧν μεταξὺ καὶ τοῦ ποτα‐ μοῦ συμβαίνει τὴν προειρημένην ὁδὸν ὑπάρχειν. | |
5 | [Cod. Urb. fol. 96 (exc. ant. p. 193.)] | |
Hist.7.7.1 | Ὅτι τινὲς τῶν λογογράφων τῶν ὑπὲρ τῆς κατα‐ στροφῆς τοῦ Ἱερωνύμου γεγραφότων πολύν τινα πε‐ ποίηνται λόγον καὶ πολλήν τινα διατέθεινται τερα‐ | |
τείαν, ἐξηγούμενοι μὲν τὰ πρὸ τῆς ἀρχῆς αὐτοῖς | ||
5 | γενόμενα σημεῖα καὶ τὰς ἀτυχίας τὰς Συρακοσίων, | |
Hist.7.7.2 | τραγῳδοῦντες δὲ τὴν ὠμότητα τῶν τρόπων καὶ τὴν ἀσέβειαν τῶν πράξεων, ἐπὶ δὲ πᾶσι τὸ παράλογον καὶ τὸ δεινὸν τῶν περὶ τὴν καταστροφὴν αὐτοῦ συμ‐ βάντων, ὥστε μήτε Φάλαριν μήτ’ Ἀπολλόδωρον μήτ’ | |
5 | ἄλλον μηδένα γεγονέναι τύραννον ἐκείνου πικρότε‐ | |
Hist.7.7.3 | ρον. καί(τοι) παῖς παραλαβὼν τὴν ἀρχήν, εἶτα μῆ‐ νας οὐ πλείους τριῶν καὶ δέκα βιώσας μετήλλαξε | |
Hist.7.7.4 | τὸν βίον. κατὰ δὲ τὸν χρόνον τοῦτον ἕνα μέν τινα καὶ δεύτερον ἐστρεβλῶσθαι καί τινας τῶν φίλων καὶ τῶν ἄλλων Συρακοσίων ἀπεκτάνθαι δυνατόν, ὑπερ‐ βολὴν δὲ γεγονέναι παρανομίας καὶ παρηλλαγμένην | |
Hist.7.7.5 | ἀσέβειαν οὐκ εἰκός. καὶ τῷ μὲν τρόπῳ διαφερόντως εἰκαῖον αὐτὸν γεγονέναι καὶ παράνομον φατέον, οὐ μὴν εἴς γε σύγκρισιν ἀκτέον οὐδενὶ τῶν προειρημέ‐ | |
Hist.7.7.6 | νων τυράννων. ἀλλά μοι δοκοῦσιν οἱ τὰς ἐπὶ μέρους γράφοντες πράξεις, ἐπειδὰν ὑποθέσεις εὐπεριλήπτους ὑποστήσωνται καὶ στενάς, πτωχεύοντες πραγμάτων ἀναγκάζεσθαι τὰ μικρὰ μεγάλα ποιεῖν καὶ περὶ τῶν | |
5 | μηδὲ μνήμης ἀξίων πολλούς τινας διατίθεσθαι λό‐ γους. ἔνιοι δὲ καὶ δι’ ἀκρισίαν εἰς τὸ παραπλήσιον | |
Hist.7.7.7 | τούτοις ἐμπίπτουσιν. ὅσῳ γὰρ ἄν τις εὐλογώτερον καὶ περὶ ταῦτα τὸν ἀναπληροῦντα τὰς βύβλους καὶ τὸν ἐπιμετροῦντα λόγον τῆς διηγήσεως εἰς Ἱέρωνα | |
Hist.7.7.8 | καὶ Γέλωνα διάθοιτο, παρεὶς Ἱερώνυμον. καὶ γὰρ τοῖς φιληκόοις ἡδίων οὗτος καὶ τοῖς φιλομαθοῦσι | |
Hist.7.8.1 | τῷ παντὶ χρησιμώτερος. Ἱέρων μὲν γὰρ πρῶτον μὲν δι’ αὑτοῦ κατεκτήσατο τὴν Συρακοσίων καὶ τῶν συμμάχων ἀρχήν, οὐ πλοῦτον, οὐ δόξαν, οὐχ ἕτε‐ | |
Hist.7.8.2 | ρον οὐδὲν ἐκ τῆς τύχης ἕτοιμον παραλαβών. καὶ | |
μὴν οὐκ ἀποκτείνας, οὐ φυγαδεύσας, οὐ λυπήσας οὐδένα τῶν πολιτῶν, δι’ αὑτοῦ βασιλεὺς κατέστη | ||
Hist.7.8.3 | τῶν Συρακοσίων, ὃ πάντων ἐστὶ παραδοξότατον, ἔτι δὲ τὸ μὴ μόνον κτήσασθαι τὴν ἀρχὴν οὕτως, ἀλλὰ | |
Hist.7.8.4 | καὶ διαφυλάξαι τὸν αὐτὸν τρόπον. ἔτη γὰρ πεντή‐ κοντα καὶ τέτταρα βασιλεύσας διετήρησε μὲν τῇ πα‐ τρίδι τὴν εἰρήνην, διεφύλαξε δ’ αὑτῷ τὴν ἀρχὴν ἀνεπιβούλευτον, διέφυγε δὲ τὸν ταῖς ὑπεροχαῖς παρ‐ | |
Hist.7.8.5 | επόμενον φθόνον· ὅς γε πολλάκις ἐπιβαλόμενος ἀπο‐ θέσθαι τὴν δυναστείαν ἐκωλύθη κατὰ κοινὸν ὑπὸ | |
Hist.7.8.6 | τῶν πολιτῶν. εὐεργετικώτατος δὲ καὶ φιλοδοξότατος γενόμενος εἰς τοὺς Ἕλληνας μεγάλην μὲν αὑτῷ δό‐ ξαν, οὐ μικρὰν δὲ Συρακοσίοις εὔνοιαν παρὰ πᾶσιν | |
Hist.7.8.7 | ἀπέλιπε. καὶ μὴν ἐν περιουσίᾳ καὶ τρυφῇ καὶ δαψι‐ λείᾳ πλείστῃ διαγενόμενος ἔτη μὲν ἐβίωσε πλείω τῶν ἐνενήκοντα, διεφύλαξε δὲ τὰς αἰσθήσεις ἁπά‐ σας, διετήρησε δὲ πάντα καὶ τὰ μέρη τοῦ σώματος | |
Hist.7.8.8 | ἀβλαβῆ. τοῦτο δέ μοι δοκεῖ σημεῖον οὐ μικρόν, ἀλλὰ παμμέγεθες εἶναι βίου σώφρονος. [Exc. Peir. p. 9.] | |
Hist.7.8.9 | Ὅτι Γέλων πλείω τῶν πεντήκοντα βιώσας ἐτῶν σκοπὸν προέθηκε κάλλιστον ἐν τῷ ζῆν, τὸ πειθαρ‐ χεῖν τῷ γεννήσαντι, καὶ μήτε πλοῦτον μήτε βασι‐ λείας μέγεθος μήτ’ ἄλλο περὶ πλείονος ποιήσασθαι | |
5 | μηδὲν τῆς πρὸς τοὺς γονεῖς εὐνοίας καὶ πίστεως. [Exc. Peir. p. 13.] | |
Hist.7.9t | III. RES GRAECIAE. | |
Hist.7.9.1 | Ὅρκος, ὃν ἔθετο Ἀννίβας ὁ στρατηγός, Μάγωνος, Μύρκανος, Βαρμόκαρος, καὶ πάντες γερουσιασταὶ Καρχηδονίων οἱ μετ’ αὐτοῦ καὶ πάντες Καρχηδό‐ νιοι στρατευόμενοι μετ’ αὐτοῦ πρὸς Ξενοφάνη Κλεο‐ | |
5 | μάχου Ἀθηναῖον πρεσβευτήν, ὃν ἀπέστειλε πρὸς ἡμᾶς Φίλιππος ὁ βασιλεὺς Δημητρίου ὑπὲρ αὑτοῦ | |
Hist.7.9.2 | καὶ Μακεδόνων καὶ τῶν συμμάχων, ἐναντίον Διὸς καὶ Ἥρας καὶ Ἀπόλλωνος, ἐναντίον δαίμονος Καρχη‐ δονίων καὶ Ἡρακλέους καὶ Ἰολάου, ἐναντίον Ἄρεως, Τρίτωνος, Ποσειδῶνος, ἐναντίον θεῶν τῶν συστρα‐ | |
5 | τευομένων καὶ Ἡλίου καὶ Σελήνης καὶ Γῆς, ἐναν‐ | |
Hist.7.9.3 | τίον ποταμῶν καὶ λιμένων καὶ ὑδάτων, ἐναντίον πάντων θεῶν ὅσοι κατέχουσι Καρχηδόνα, ἐναντίον θεῶν πάντων ὅσοι Μακεδονίαν καὶ τὴν ἄλλην Ἑλλάδα κατέχουσιν, ἐναντίον θεῶν πάντων τῶν κατὰ στρα‐ | |
5 | τείαν, ὅσοι τινὲς ἐφεστήκασιν ἐπὶ τοῦδε τοῦ ὅρκου. | |
Hist.7.9.4 | Ἀννίβας ὁ στρατηγὸς εἶπε καὶ πάντες Καρχηδονίων γερουσιασταὶ οἱ μετ’ αὐτοῦ καὶ πάντες Καρχηδόνιοι (οἱ) στρατευόμενοι μετ’ αὐτοῦ, ὃ ἂν δοκῇ ὑμῖν καὶ ἡμῖν, τὸν ὅρκον τοῦτον θέσθαι περὶ φιλίας καὶ | |
5 | εὐνοίας καλῆς, φίλους καὶ οἰκείους καὶ ἀδελφούς, | |
Hist.7.9.5 | ἐφ’ ᾧτ’ εἶναι σῳζομένους ὑπὸ βασιλέως Φιλίππου καὶ Μακεδόνων καὶ ὑπὸ τῶν ἄλλων Ἑλλήνων, ὅσοι εἰσὶν αὐτῶν σύμμαχοι, κυρίους Καρχηδονίους καὶ Ἀννίβαν τὸν στρατηγὸν καὶ τοὺς μετ’ αὐτοῦ καὶ | |
5 | τοὺς Καρχηδονίων ὑπάρχους, ὅσοι τοῖς αὐτοῖς νό‐ μοις χρῶνται, καὶ Ἰτυκαίους, καὶ ὅσαι πόλεις καὶ ἔθνη Καρχηδονίων ὑπήκοα, καὶ τοὺς στρατιώτας καὶ | |
Hist.7.9.6 | τοὺς συμμάχους, καὶ πάσας πόλεις καὶ ἔθνη, πρὸς ἅ ἐστιν ἡμῖν ἥ τε φιλία τῶν ἐν Ἰταλίᾳ καὶ Κελτίᾳ καὶ ἐν τῇ Λιγυστίνῃ, καὶ πρὸς οὕστινας ἡμῖν ἂν | |
Hist.7.9.7 | γένηται φιλία καὶ συμμαχία ἐν ταύτῃ τῇ χώρᾳ. ἔσται δὲ καὶ Φίλιππος ὁ βασιλεὺς καὶ Μακεδόνες καὶ τῶν ἄλλων Ἑλλήνων οἱ σύμμαχοι, σῳζόμενοι καὶ φυλατ‐ τόμενοι ὑπὸ Καρχηδονίων τῶν συστρατευομένων καὶ | |
5 | ὑπὸ Ἰτυκαίων καὶ ὑπὸ πασῶν πόλεων καὶ ἐθνῶν ὅσα ἐστὶ Καρχηδονίοις ὑπήκοα, καὶ συμμάχων καὶ στρατιωτῶν, καὶ ὑπὸ πάντων ἐθνῶν καὶ πόλεων ὅσα ἐστὶν ἐν Ἰταλίᾳ καὶ Κελτίᾳ καὶ Λιγυστίνῃ, καὶ ὑπὸ τῶν ἄλλων, ὅσοι ἂν γένωνται σύμμαχοι ἐν τοῖς | |
Hist.7.9.8 | κατ’ Ἰταλίαν τόποις τούτοις. οὐκ ἐπιβουλεύσομεν ἀλλήλοις οὐδὲ λόχῳ χρησόμεθα ἐπ’ ἀλλήλοις, μετὰ πάσης δὲ προθυμίας καὶ εὐνοίας ἄνευ δόλου καὶ ἐπιβουλῆς ἐσόμεθα πολέμιοι τοῖς πρὸς Καρχηδονίους | |
5 | πολεμοῦσι χωρὶς βασιλέων καὶ πόλεων καὶ λιμένων, | |
Hist.7.9.9 | πρὸς οὓς ἡμῖν εἰσιν ὅρκοι καὶ φιλίαι. ἐσόμεθα δὲ καὶ ἡμεῖς πολέμιοι τοῖς πολεμοῦσι πρὸς βασιλέα Φίλιππον χωρὶς βασιλέων καὶ πόλεων καὶ ἐθνῶν, | |
Hist.7.9.10 | πρὸς οὓς ἡμῖν εἰσιν ὅρκοι καὶ φιλίαι. ἔσεσθε δὲ καὶ ἡμῖν (σύμμαχοι) πρὸς τὸν πόλεμον, ὅς ἐστιν ἡμῖν πρὸς Ῥωμαίους, ἕως ἂν ἡμῖν καὶ ὑμῖν οἱ θεοὶ δι‐ | |
Hist.7.9.11 | δῶσι τὴν εὐημερίαν. βοηθήσετε δὲ ἡμῖν, ὡς ἂν χρεία | |
Hist.7.9.12 | ᾖ καὶ ὡς ἂν συμφωνήσωμεν. ποιησάντων δὲ τῶν θεῶν εὐημερίαν ἡμῖν κατὰ τὸν πόλεμον τὴν πρὸς Ῥωμαίους καὶ τοὺς συμμάχους αὐτῶν, ἂν ἀξιῶσι Ῥωμαῖοι συντίθεσθαι περὶ φιλίας, συνθησόμεθα, | |
Hist.7.9.13 | ὥστ’ εἶναι πρὸς ὑμᾶς τὴν αὐτὴν φιλίαν, ἐφ’ ᾧτε μὴ ἐξεῖναι αὐτοῖς ἄρασθαι πρὸς ὑμᾶς μηδέποτε πό‐ λεμον, μηδ’ εἶναι Ῥωμαίους κυρίους Κερκυραίων μηδ’ Ἀπολλωνιατῶν καὶ Ἐπιδαμνίων μηδὲ Φάρου | |
Hist.7.9.14 | μηδὲ Διμάλης καὶ Παρθίνων μηδ’ Ἀτιντανίας. ἀπο‐ δώσουσι δὲ καὶ Δημητρίῳ τῷ Φαρίῳ τοὺς οἰκείους | |
Hist.7.9.15 | πάντας, οἵ εἰσιν ἐν τῷ κοινῷ τῶν Ῥωμαίων. ἐὰν δὲ αἴρωνται Ῥωμαῖοι πρὸς ὑμᾶς πόλεμον ἢ πρὸς ἡμᾶς, βοηθήσομεν ἀλλήλοις εἰς τὸν πόλεμον, καθὼς ἂν | |
Hist.7.9.16 | ἑκατέροις ᾖ χρεία. ὁμοίως δὲ καὶ ἐάν τινες ἄλλοι | |
χωρὶς βασιλέων καὶ πόλεων καὶ ἐθνῶν, πρὸς ἃ ἡμῖν | ||
Hist.7.9.17 | εἰσιν ὅρκοι καὶ φιλίαι. ἐὰν δὲ δοκῇ ἡμῖν ἀφελεῖν ἢ προσθεῖναι πρὸς τόνδε τὸν ὅρκον, ἀφελοῦμεν ἢ προσθήσομεν ὡς ἂν ἡμῖν δοκῇ ἀμφοτέροις. [Cod. Urb. fol. 96 (exc. ant. p. 193).] | |
Hist.7.10.1 | Οὔσης δημοκρατίας παρὰ τοῖς Μεσσηνίοις, καὶ τῶν μὲν ἀξιολόγων ἀνδρῶν πεφυγαδευμένων, τῶν δὲ κατακεκληρουχημένων τὰς τούτων οὐσίας ἐπικρα‐ τούντων τῆς πολιτείας, δυσχερῶς ὑπέφερον τὴν τού‐ | |
5 | των ἰσηγορίαν οἱ μένοντες τῶν ἀρχαίων πολιτῶν. [Suidas v. Ἰσηγορεῖ.] | |
Hist.7.10.2 | Ὅτι Γόργος ὁ Μεσσήνιος οὐδενὸς ἦν δεύτερος Μεσσηνίων πλούτῳ καὶ γένει, διὰ δὲ τὴν ἄθλησιν κατὰ τὴν ἀκμὴν πάντων ἐνδοξότατος ἐγεγόνει τῶν | |
Hist.7.10.3 | περὶ τοὺς γυμνικοὺς ἀγῶνας φιλοστεφανούντων. καὶ γὰρ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν τοῦ λοιποῦ βίου προστασίαν, ἔτι δὲ κατὰ τὸ πλῆθος τῶν στε‐ | |
Hist.7.10.4 | φάνων, οὐδενὸς ἐλείπετο τῶν καθ’ αὑτόν. καὶ μὴν ὅτε καταλύσας τὴν ἄθλησιν ἐπὶ τὸ πολιτεύεσθαι καὶ τὸ πράττειν τὰ τῆς πατρίδος ὥρμησε, καὶ περὶ τοῦτο τὸ μέρος οὐκ ἐλάττω δόξαν ἐξεφέρετο τῆς πρότερον | |
Hist.7.10.5 | ὑπαρχούσης αὐτῷ, πλεῖστον μὲν ἀπέχειν δοκῶν τῆς τοῖς ἀθληταῖς παρεπομένης ἀναγωγίας, πρακτικώ‐ τατος δὲ καὶ νουνεχέστατος εἶναι νομιζόμενος περὶ τὴν πολιτείαν. [Exc. Peir. p. 13. Suidas v. Γόργος.] | |
Hist.7.11.1 | Ἐγὼ δὲ κατὰ τὸ παρὸν ἐπιστήσας τὴν διήγησιν βραχέα βούλομαι διαλεχθῆναι περὶ Φιλίππου, διὰ τὸ ταύτην τὴν ἀρχὴν γενέσθαι τῆς εἰς τοὔμπαλιν μεταβολῆς αὐτοῦ καὶ τῆς ἐπὶ χεῖρον ὁρμῆς καὶ μετα‐ | |
Hist.7.11.2 | θέσεως. δοκεῖ γάρ μοι τοῖς καὶ κατὰ βραχὺ βουλο‐ μένοις τῶν πραγματικῶν ἀνδρῶν περιποιεῖσθαι τὴν | |
ἐκ τῆς ἱστορίας διόρθωσιν ἐναργέστατον εἶναι τοῦτο | ||
Hist.7.11.3 | παράδειγμα. καὶ γὰρ διὰ τὸ τῆς ἀρχῆς ἐπιφανὲς καὶ διὰ τὸ τῆς φύσεως λαμπρὸν ἐκφανεστάτας συμ‐ βαίνει καὶ γνωριμωτάτας γεγονέναι πᾶσι τοῖς Ἕλλησι τὰς εἰς ἑκάτερον τὸ μέρος ὁρμὰς τοῦ βασιλέως τού‐ | |
5 | του, παραπλησίως δὲ καὶ τὰ συνεξακολουθήσαντα | |
Hist.7.11.4 | ταῖς ὁρμαῖς ἑκατέραις ἐκ παραθέσεως. ὅτι μὲν οὖν αὐτῷ μετὰ τὸ παραλαβεῖν τὴν βασιλείαν τά τε κατὰ Θετταλίαν καὶ Μακεδονίαν καὶ συλλήβδην τὰ κατὰ τὴν ἰδίαν ἀρχὴν οὕτως ὑπετέτακτο καὶ συνέκλινε | |
5 | ταῖς εὐνοίαις ὡς οὐδενὶ τῶν πρότερον βασιλέων, καίτοι νέῳ ὄντι παραλαβόντι τὴν Μακεδόνων δυνα‐ | |
Hist.7.11.5 | στείαν, εὐχερὲς καταμαθεῖν ἐκ τούτων. συνεχέστατα γὰρ αὐτοῦ περισπασθέντος ἐκ Μακεδονίας διὰ τὸν πρὸς Αἰτωλοὺς καὶ Λακεδαιμονίους πόλεμον, οὐχ οἷον ἐστασίασέ τι τῶν προειρημένων ἐθνῶν, ἀλλ’ οὐδὲ | |
5 | τῶν περιοικούντων ἐτόλμησε βαρβάρων οὐδεὶς ἅψα‐ | |
Hist.7.11.6 | σθαι τῆς Μακεδονίας. καὶ μὴν περὶ τῆς Ἀλεξάνδρου καὶ Χρυσογόνου καὶ τῶν ἄλλων φίλων εὐνοίας καὶ προθυμίας εἰς αὐτὸν οὐδ’ ἂν εἰπεῖν τις δύναιτ’ ἀξίως. | |
Hist.7.11.7 | τὴν δὲ Πελοποννησίων καὶ Βοιωτῶν, ἅμα δὲ τού‐ τοις Ἠπειρωτῶν, Ἀκαρνάνων, ... ὅσων ἑκάστοις ἀγα‐ | |
Hist.7.11.8 | θῶν ἐν βραχεῖ χρόνῳ παραίτιος ἐγένετο. καθόλου γε μήν, εἰ δεῖ μικρὸν ὑπερβολικώτερον εἰπεῖν, οἰ‐ κειότατ’ ἂν οἶμαι περὶ Φιλίππου τοῦτο ῥηθῆναι, διότι κοινός τις οἷον ἐρώμενος ἐγένετο τῶν Ἑλλήνων διὰ | |
Hist.7.11.9 | τὸ τῆς αἱρέσεως εὐεργετικόν. ἐκφανέστατον δὲ καὶ μέγιστον δεῖγμα περὶ τοῦ τί δύναται προαίρεσις καλοκἀγαθικὴ καὶ πίστις, τὸ πάντας Κρηταιεῖς συμ‐ φρονήσαντας καὶ τῆς αὐτῆς μετασχόντας συμμαχίας | |
5 | ἕνα προστάτην ἑλέσθαι τῆς νήσου Φίλιππον, καὶ | |
ταῦτα συντελεσθῆναι χωρὶς ὅπλων καὶ κινδύνων, ὃ | ||
Hist.7.11.10 | πρότερον οὐ ῥᾳδίως ἂν εὕροι τις γεγονός. ἀπὸ τοίνυν τῶν κατὰ Μεσσηνίους ἐπιτελεσθέντων ἅπαντα τὴν ἐναντίαν ἐλάμβανε διάθεσιν αὐτῷ· καὶ τοῦτο συν‐ | |
Hist.7.11.11 | έβαινε κατὰ λόγον· τραπεὶς γὰρ ἐπὶ τὴν ἀντικειμέ‐ νην προαίρεσιν τῇ πρόσθεν, καὶ ταύτῃ προστιθεὶς ἀεὶ τἀκόλουθον, ἔμελλε καὶ τὰς τῶν ἄλλων διαλή‐ ψεις περὶ αὑτοῦ τρέψειν εἰς τἀναντία καὶ ταῖς τῶν | |
5 | πραγμάτων συντελείαις ἐγκυρήσειν ἐναντίαις ἢ πρό‐ | |
Hist.7.11.12 | τερον. ὃ καὶ συνέβη γενέσθαι. δῆλον δὲ τοῦτ’ ἔσται τοῖς προσέχουσιν ἐπιμελῶς διὰ τῶν ἑξῆς ῥηθησομέ‐ νων πράξεων. [Exc. Peir. p. 13.] | |
Hist.7.12.1 | Ὅτι Φιλίππου τοῦ βασιλέως Μακεδόνων τὴν τῶν Μεσσηνίων ἀκρόπολιν κατασχεῖν βουλομένου, καὶ φή‐ σαντος βούλεσθαι πρὸς τοὺς προεστῶτας τῆς πόλεως θεάσασθαι τὴν ἀκρόπολιν καὶ θῦσαι τῷ Διί, ἀναβάν‐ | |
5 | τος μετὰ τῆς θεραπείας καὶ θύοντος, μετὰ ταῦτα κατὰ τὸν ἐθισμὸν ἐκ τῶν τυθέντων ἱερείων προσενεχθέν‐ των αὐτῷ τῶν σπλάγχνων, δεξάμενος εἰς τὰς χεῖρας καὶ βραχὺ διακλίνας, ἤρετο προτείνων τοῖς περὶ τὸν Ἄρατον “τί δοκεῖ τὰ ἱερὰ σημαίνειν, πότερον ἐκχω‐ | |
Hist.7.12.2 | ρεῖν τῆς ἄκρας ἢ κρατεῖν αὐτῆς.” ὁ μὲν οὖν Δη‐ μήτριος αὐτόθεν ἐκ τοῦ προβεβηκότος “εἰ μὲν μάν‐ τεως φρένας ἔχεις” ἔφη “ἐκχωρεῖν τὴν ταχίστην· εἰ δὲ βασιλέως πραγματικοῦ, τηρεῖν αὐτήν, ἵνα μὴ νῦν | |
Hist.7.12.3 | ἀφεὶς ζητῇς ἕτερον ἐπιτηδειότερον καιρόν· οὕτως γὰρ ἑκατέρων τῶν κεράτων κρατῶν μόνως ἂν ὑποχείριον ἔχοις τὸν βοῦν”, αἰνιττόμενος τὰ μὲν κέρατα τὸν Ἰθω‐ μάταν καὶ τὸν Ἀκροκόρινθον, τὴν δὲ Πελοπόννησον | |
Hist.7.12.4 | τὸν βοῦν. ὁ δὲ Φίλιππος ἐπιστρέψας πρὸς τὸν Ἄρα‐ τον “σὺ δὲ ταὐτὰ συμβουλεύεις;” ἔφη. τοῦ δ’ ἐπι‐ | |
Hist.7.12.5 | σχόντος, αὐτὸ λέγειν ἠξίου τὸ φαινόμενον. ὁ δὲ δια‐ πορήσας “εἰ μὲν χωρίς” ἔφη “τοῦ παρασπονδῆσαι Μεσσηνίους δύνῃ κρατεῖν τοῦ τόπου τούτου, συμ‐ | |
Hist.7.12.6 | βουλεύω κρατεῖν· εἰ δὲ τοῦτον καταλαβὼν φρουρᾷ, πάσας ἀπολλύναι μέλλεις τὰς ἀκροπόλεις καὶ τὴν φρουράν, ᾗ παρέλαβες παρ’ Ἀντιγόνου φρουρουμέ‐ | |
Hist.7.12.7 | νους τοὺς συμμάχους”, λέγων τὴν πίστιν, “σκόπει μὴ καὶ νῦν κρεῖττον ᾖ τοὺς ἄνδρας ἐξαγαγόντα τὴν πίστιν αὐτοῦ καταλιπεῖν, καὶ ταύτῃ φρουρεῖν τοὺς Μεσσηνίους, ὁμοίως δὲ καὶ τοὺς λοιποὺς συμμάχους.” | |
Hist.7.12.8 | ὁ Φίλιππος κατὰ μὲν τὴν ἰδίαν ὁρμὴν ἕτοιμος ἦν παρασπονδεῖν, ὡς ἐκ τῶν ὕστερον πραχθέντων ἐγέ‐ | |
Hist.7.12.9 | νετο καταφανής, ἐπιτετιμημένος δὲ μικρῷ μὲν πρό‐ τερον ὑπὸ τοῦ νεωτέρου πικρῶς ἐπὶ τῇ τῶν ἀνδρῶν ἀπωλείᾳ, τότε δὲ μετὰ παρρησίας ἅμα καὶ μετ’ ἀξιώ‐ σεως λέγοντος τοῦ πρεσβυτέρου καὶ δεομένου μὴ | |
Hist.7.12.10 | παρακοῦσαι τῶν λεγομένων, ἐνετράπη. καὶ λαβόμε‐ νος αὐτοῦ τῆς δεξιᾶς “ἄγωμεν τοίνυν” ἔφη “πάλιν τὴν αὐτὴν ὁδόν.” [Cod. Urb. fol. 98 (exc. ant. p. 194). Exc. Vat. p. 372 M. 26, 2 H.] | |
Hist.7.13.1 | Ὅτι ὁ Ἄρατος, θεωρῶν τὸν Φίλιππον ὁμολογου‐ μένως τόν τε πρὸς Ῥωμαίους ἀναλαμβάνοντα πόλεμον καὶ κατὰ τὴν πρὸς τοὺς συμμάχους αἵρεσιν ὁλοσχε‐ ρῶς ἠλλοιωμένον, πολλὰς εἰσενεγκάμενος ἀπορίας | |
Hist.7.13.2 | καὶ σκήψεις μόλις ἀπετρέψατο τὸν Φίλιππον. ἡμεῖς δέ, τοῦ κατὰ τὴν πέμπτην βύβλον ἡμῖν ἐν ἐπαγγε‐ λίᾳ καὶ φάσει μόνον εἰρημένου νῦν δι’ αὐτῶν τῶν | |
πραγμάτων τὴν πίστιν εἰληφότος, βουλόμεθα προσ‐ | ||
5 | αναμνῆσαι τοὺς συνεφιστάνοντας τῇ πραγματείᾳ, πρὸς τὸ μηδεμίαν τῶν ἀποφάσεων ἀναπόδεικτον μηδ’ | |
Hist.7.13.3 | ἀμφισβητουμένην καταλιπεῖν. καθ’ ὃν γὰρ καιρὸν ἐξηγούμενοι τὸν Αἰτωλικὸν πόλεμον ἐπὶ τοῦτο τὸ μέρος τῆς διηγήσεως ἐπέστημεν, ἐν ᾧ Φίλιππον ἔφα‐ μεν τὰς ἐν Θέρμῳ στοὰς καὶ τὰ λοιπὰ τῶν ἀναθη‐ | |
5 | μάτων θυμικώτερον καταφθεῖραι, καὶ δεῖν τούτων τὴν αἰτίαν οὐχ οὕτως ἐπὶ τὸν βασιλέα διὰ τὴν ἡλι‐ κίαν ὡς ἐπὶ τοὺς συνόντας αὐτῷ φίλους ἀναφέρειν, | |
Hist.7.13.4 | τότε περὶ μὲν Ἀράτου τὸν βίον ἐφήσαμεν ἀπολο‐ γεῖσθαι τὸ μηδὲν ἂν ποιῆσαι μοχθηρόν, Δημητρίου | |
Hist.7.13.5 | δὲ τοῦ Φαρίου τὴν τοιαύτην εἶναι προαίρεσιν. δῆ‐ λον δὲ τοῦτο ποιήσειν ἐπηγγειλάμεθα διὰ τῶν ἑξῆς ῥηθησομένων, εἰς τοῦτον ὑπερθέμενοι τὸν καιρὸν | |
Hist.7.13.6 | τὴν πίστιν τῆς προρρηθείσης ἀποφάσεως, ἐν ᾧ παρὰ μίαν ἡμέραν Δημητρίου μὲν παρόντος, ὡς ἀρτίως ὑπὲρ τῶν κατὰ Μεσσηνίους ὑπεδείξαμεν, Ἀράτου δὲ καθυστερήσαντος, ἤρξατο Φίλιππος ἅπτεσθαι τῶν | |
Hist.7.13.7 | μεγίστων ἀσεβημάτων. καὶ καθάπερ ἂν ἐγγευσάμενος αἵματος ἀνθρωπείου καὶ τοῦ φονεύειν καὶ παρασπον‐ δεῖν τοὺς συμμάχους, οὐ λύκος ἐξ ἀνθρώπου κατὰ τὸν Ἀρκαδικὸν μῦθον, ὥς φησιν ὁ Πλάτων, ἀλλὰ | |
Hist.7.13.8 | τύραννος ἐκ βασιλέως ἀπέβη πικρός. τούτου δ’ ἐν‐ αργέστερον ἔτι δεῖγμα τῆς ἑκατέρου γνώμης τὸ περὶ τῆς ἄκρας συμβούλευμα πρὸς τὸ μηδὲ περὶ τῶν κατ’ | |
Hist.7.14.1 | Αἰτωλοὺς διαπορεῖν. ὧν ὁμολογουμένων εὐμαρὲς ἤδη συλλογίσασθαι τὴν διαφορὰν τῆς ἑκατέρου προαι‐ | |
Hist.7.14.2 | ρέσεως. καθάπερ γὰρ νῦν Φίλιππος πεισθεὶς Ἀράτῳ διεφύλαξε τὴν πρὸς Μεσσηνίους πίστιν ἐν τοῖς κατὰ τὴν ἄκραν, καὶ μεγάλῳ, τὸ δὴ λεγόμενον, ἕλκει τῷ προγεγονότι περὶ τὰς σφαγὰς μικρὸν ἴαμα προσέθη‐ | |
Hist.7.14.3 | κεν, οὕτως ἐν τοῖς κατ’ Αἰτωλοὺς Δημητρίῳ κατα‐ κολουθήσας ἠσέβει μὲν εἰς τοὺς θεούς, τὰ καθιερω‐ μένα τῶν ἀναθημάτων διαφθείρων, ἡμάρτανε δὲ περὶ τοὺς ἀνθρώπους, ὑπερβαίνων τοὺς τοῦ πολέ‐ | |
5 | μου νόμους, ἠστόχει δὲ τῆς σφετέρας προαιρέσεως, ἀπαραίτητον καὶ πικρὸν ἑαυτὸν ἀποδεικνύων ἐχθρὸν | |
Hist.7.14.4 | τοῖς διαφερομένοις. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ Κρήτην· καὶ γὰρ ἐπ’ ἐκείνων Ἀράτῳ μὲν καθ‐ ηγεμόνι χρησάμενος περὶ τῶν ὅλων, οὐχ οἷον ἀδι‐ κήσας, ἀλλ’ οὐδὲ λυπήσας οὐδένα τῶν κατὰ τὴν | |
5 | νῆσον, ἅπαντας μὲν εἶχε τοὺς Κρηταιεῖς ὑποχειρίους, ἅπαντας δὲ τοὺς Ἕλληνας εἰς τὴν πρὸς αὑτὸν εὔ‐ νοιαν ἐπήγετο διὰ τὴν σεμνότητα τῆς προαιρέσεως. | |
Hist.7.14.5 | οὕτω πάλιν ἐπακολουθήσας Δημητρίῳ καὶ παραίτιος γενόμενος Μεσσηνίοις τῶν ἄρτι ῥηθέντων ἀτυχη‐ μάτων, ἅμα τὴν παρὰ τοῖς συμμάχοις εὔνοιαν καὶ | |
Hist.7.14.6 | τὴν παρὰ τοῖς ἄλλοις Ἕλλησιν ἀπέβαλε πίστιν. τη‐ λικαύτην τοῖς νέοις βασιλεῦσι ῥοπὴν ἔχει καὶ πρὸς ἀτυχίαν καὶ πρὸς ἐπανόρθωσιν τῆς ἀρχῆς ἡ τῶν παρεπομένων φίλων ἐκλογὴ καὶ κρίσις, ὑπὲρ ἧς οἱ | |
5 | πλείους οὐκ οἶδ’ ὅπως ῥᾳθυμοῦντες οὐδὲ τὴν ἐλα‐ χίστην ποιοῦνται πρόνοιαν. [Exc. Peir. p. 17 et inde a 327, 20: ὅτι μεγάλην τοῖς νέοις β. Vat. p. 373 M. 26, 24 H.] | |
Hist.714bt | IV. RES SICILIAE. | |
Hist.714b1 | Ἐκπέμπουσι τῶν Κρητῶν τινας ὡς ἐπὶ λῃστείαν, δόντες ἐπιστολὴν διεσκευασμένην. [Suidas v. διε‐ | |
σκευασμένην; v. Liv. XXIV, 31, 6]. | ||
Hist.714ct | V. RES IBERICAE. | |
Hist.714c1 | Μασύλιοι, Λιβυκὸν ἔθνος· Πολύβιος ἐν τῷ ἑβδόμῳ Μασυλεῖς αὐτούς φησι [Steph. Byz. p. 436, 20 Mein. et Eustath. comm. (Mueller geogr. min. II) 187 p. 250 M.: Πολύβιος δὲ Μασυλεῖς γράφει αὐτούς. v. Pol. III, 33, 15]. | |
Hist.714dt | VI. RES GRAECIAE. | |
Hist.714d1 | Λέγεται ἀρσενικῶς, ὡς Πολύβιος ἑβδόμῳ· οἱ δὲ τὸν Ὠρικὸν κατοικοῦντες, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν [τὴν add. Eustath.] πρὸς τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰςπλέοντι [Steph. Byz. p. 709, 19 Mein. et | |
5 | Eustath. comment. 321 p. 273 M.; v. Liv. XXIV, 40, 2]. | |
Hist.7.15t | VII. RES ASIAE. | |
Hist.7.15.1 | Περὶ δὲ τὰς Σάρδεις ἄπαυστοι καὶ συνεχεῖς ἀκροβολισμοὶ συνίσταντο καὶ κίνδυνοι καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν, πᾶν γένος ἐνέδρας, ἀντενέδρας, ἐπιθέσεως ἐξευρισκόντων τῶν στρατιωτῶν κατ’ ἀλ‐ | |
5 | λήλων· περὶ ὧν γράφειν τὰ κατὰ μέρος οὐ μόνον | |
Hist.7.15.2 | ἀνωφελὲς ἀλλὰ καὶ μακρὸν ἂν εἴη τελέως. τὸ δὲ πέρας, ἤδη τῆς πολιορκίας δεύτερον ἔτος ἐνεστώσης, Λαγόρας ὁ Κρής, τριβὴν ἔχων ἐν τοῖς πολεμικοῖς ἱκανήν, καὶ συνεωρακὼς ὅτι συμβαίνει τὰς ὀχυρω‐ | |
5 | τάτας πόλεις ὡς ἐπὶ τὸ πολὺ ῥᾷστα γίνεσθαι τοῖς πολεμίοις ὑποχειρίους διὰ τὴν ὀλιγωρίαν τῶν ἐνοι‐ κούντων, ὅταν πιστεύσαντες ταῖς ὀχυρότησι ταῖς φυσικαῖς ἢ χειροποιήτοις ἀφυλακτῶσι καὶ ῥᾳθυμῶσι | |
Hist.7.15.3 | τὸ παράπαν, καὶ τούτων αὐτῶν ἐπεγνωκὼς διότι συμβαίνει τὰς ἁλώσεις γίνεσθαι κατὰ τοὺς ὀχυρω‐ τάτους τόπους καὶ δοκοῦντας ὑπὸ τῶν ἐναντίων | |
Hist.7.15.4 | ἀπηλπίσθαι, καὶ τότε θεωρῶν κατὰ τὴν προϋπάρ‐ | |
χουσαν δόξαν περὶ τῆς τῶν Σάρδεων ὀχυρότητος ἅπαντας ἀπεγνωκότας ὡς διὰ τοιαύτης πράξεως κυ‐ ριεύσειν αὐτῆς, μίαν δὲ ταύτην ἔχοντας ἐλπίδα τοῦ | ||
Hist.7.15.5 | διὰ τῆς ἐνδείας κρατήσειν τῆς πόλεως, τοσούτῳ μᾶλ‐ λον προσεῖχε καὶ πάντα τρόπον ἠρεύνα, σπεύδων | |
Hist.7.15.6 | ἀφορμῆς τινος ἐπιλαβέσθαι τοιαύτης. συνθεωρήσας δὲ τὸ κατὰ τὸν καλούμενον Πρίονα τεῖχος ἀφυλα‐ κτούμενον—οὗτος δ’ ἔστι τόπος ὁ συνάπτων τὴν ἄκραν καὶ τὴν πόλιν—ἐγίνετο περὶ τὴν ἐλπίδα | |
Hist.7.15.7 | καὶ τὴν ἐπίνοιαν ταύτην. τὴν μὲν οὖν τῶν φυλατ‐ τόντων ῥᾳθυμίαν ἐκ τοιούτου τινὸς σημείου συν‐ | |
Hist.7.15.8 | (έβη) θεωρῆσαι. τοῦ τόπου κρημνώδους ὑπάρχοντος διαφερόντως, καὶ φάραγγος ὑποκειμένης, εἰς ἣν ῥιπτεῖσθαι συνέβαινε τοὺς ἐκ τῆς πόλεως νεκροὺς καὶ τὰς τῶν ἵππων καὶ τὰς τῶν ὑποζυγίων τῶν | |
5 | ἀποθνησκόντων κοιλίας, εἰς τοῦτον αἰεὶ τὸ τῶν γυ‐ | |
Hist.7.15.9 | πῶν καὶ τῶν ἄλλων ὀρνέων πλῆθος ἡθροίζετο. συν‐ θεωρήσας οὖν ὁ προειρημένος ἀνήρ, ὅτε πληρωθείη τὰ ζῷα, τὰς ἀναπαύσεις ἐπὶ τῶν κρημνῶν καὶ τοῦ τείχους ποιούμενα συνεχῶς, ἔγνω διότι κατ’ ἀνάγ‐ | |
5 | κην ἀφυλακτεῖται τὸ τεῖχος καὶ γίνεται τὸν πλεῖστον | |
Hist.7.15.10 | χρόνον ἔρημον. λοιπὸν ἐπιμελῶς τὴν νύκτα προσ‐ πορευόμενος ἐξήταζε τὰς προσβάσεις καὶ θέσεις τῶν | |
Hist.7.15.11 | κλιμάκων. εὑρίσκων δὲ κατά τινα τόπον καὶ καθ’ ἕνα τῶν κρημνῶν δυνατὴν οὖσαν, προσφέρει τῷ | |
Hist.7.16.1 | βασιλεῖ τὸν περὶ τούτων λόγον. τοῦ δὲ δεξαμένου τὴν ἐλπίδα καὶ παρακαλέσαντος τὸν Λαγόραν ἐπι‐ τελεῖν τὴν πρᾶξιν, αὐτὸς μὲν ὑπισχνεῖτο τὰ δυνατὰ | |
Hist.7.16.2 | ποιήσειν, ἠξίου δὲ τὸν βασιλέα Θεόδοτον αὐτῷ τὸν Αἰτωλὸν καὶ Διονύσιον τὸν ἡγεμόνα τῶν ὑπασπι‐ στῶν παρακελεύσαντα συστῆσαι συνεπιδοῦναι σφᾶς | |
καὶ κοινωνῆσαι τῆς ἐπιβολῆς, διὰ τὸ δοκεῖν ἑκάτερον | ||
5 | ἱκανὴν δύναμιν ἔχειν καὶ τόλμαν πρὸς τὴν ἐπινοου‐ | |
Hist.7.16.3 | μένην πρᾶξιν. τοῦ δὲ βασιλέως παραχρῆμα ποιή‐ σαντος τὸ παρακαλούμενον, συμφρονήσαντες οἱ προειρημένοι καὶ κοινωσάμενοι περὶ πάντων ἑαυτοῖς ἐτήρουν νύκτα τὸ περὶ τὴν ἑωθινὴν μέρος ἔχουσαν | |
Hist.7.16.4 | ἀσέληνον. λαβόντες δὲ τοιαύτην, ἐν ᾗ πράττειν ἔμελ‐ λον ἡμέρᾳ, τῇ πρότερον ὀψίας δείλης ἐπέλεξαν ἐκ παντὸς τοῦ στρατοπέδου πεντεκαίδεκα τοὺς εὐρωστο‐ τάτους ἄνδρας καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς, οἵτι‐ | |
5 | νες ἔμελλον ἅμα μὲν προσοίσειν τὰς κλίμακας, ἅμα δὲ συναναβήσεσθαι καὶ μεθέξειν αὐτοῖς τῆς τόλμης. | |
Hist.7.16.5 | μετὰ δὲ τούτους ἄλλους ἐπελέξαντο τριάκοντα τοὺς ἐν ἀποστήματι συνεφεδρεύσοντας, ἵν’ ἐπειδὰν ὑπερβάν‐ τες αὐτοὶ πρὸς τὴν παρακειμένην παραγένωνται πύ‐ λην, οὗτοι μὲν ἔξωθεν προσπεσόντες πειρῶνται διακό‐ | |
5 | πτειν τοὺς στροφεῖς καὶ τὸ ζύγωμα τῶν πυλῶν, αὐτοὶ | |
Hist.7.16.6 | δὲ τὸν μοχλὸν ἔνδοθεν καὶ τὰς βαλανάγρας, δισχι‐ λίους δὲ τοὺς κατόπιν ἀκολουθήσοντας τούτοις, οὓς συνεισπεσόντας ἔδει καταλαβέσθαι τὴν τοῦ θεάτρου στεφάνην, εὐφυῶς κειμένην πρός τε τοὺς ἐκ τῆς ἄκρας | |
Hist.7.16.7 | καὶ πρὸς τοὺς ἐκ τῆς πόλεως. τοῦ δὲ μὴ γενέσθαι μηδεμίαν ὑποψίαν τῆς ἀληθείας διὰ τὴν ἐπιλογὴν τῶν ἀνδρῶν, διέδωκε λόγον ὡς τοὺς Αἰτωλοὺς μέλλον‐ τας εἰσπίπτειν διά τινος φάραγγος εἰς τὴν πόλιν, καὶ | |
5 | δέον ἐνεργῶς τούτους παραφυλάξαι πρὸς τὸ μηνυθέν. | |
Hist.7.17.1 | Ἑτοίμων δὲ πάντων αὐτοῖς γενομένων, ἅμα τῷ κρυφθῆναι τὴν σελήνην λάθρᾳ πρὸς τοὺς κρημνοὺς οἱ περὶ τὸν Λαγόραν ἀφικόμενοι μετὰ τῶν κλιμάκων ὑπέστειλαν ἑαυτοὺς ὑπό τινα προπεπτωκυῖαν ὀφρύν. | |
Hist.7.17.2 | ἐπιγενομένης δὲ τῆς ἡμέρας, καὶ τῶν μὲν φυλάκων | |
ἀπολυομένων ἀπὸ τοῦ τόπου τούτου, τοῦ δὲ βασιλέως κατὰ τὸν ἐθισμὸν τοὺς μὲν εἰς τὰς ἐφεδρείας ἐκπέμ‐ ποντος, τοὺς δὲ πολλοὺς εἰς τὸν ἱππόδρομον ἐξαγα‐ | ||
5 | γόντος καὶ παρατάττοντος, τὸ μὲν πρῶτον ἀνύποπτον | |
Hist.7.17.3 | ἦν πᾶσι τὸ γενόμενον. προστεθεισῶν δὲ δυεῖν κλι‐ μάκων, καὶ δι’ ἧς μὲν Διονυσίου, δι’ ἧς δὲ Λαγόρα πρῶτον πορευομένων, ἐγίνετο ταραχὴ καὶ κίνημα περὶ | |
Hist.7.17.4 | τὸ στρατόπεδον. συνέβαινε γὰρ τοῖς μὲν ἐκ τῆς πό‐ λεως καὶ τοῖς περὶ τὸν Ἀχαιὸν ἐκ τῆς ἄκρας ἀδήλους εἶναι τοὺς προσβαίνοντας διὰ τῆς προπεπτωκυίας ἐπὶ τὸν κρημνὸν ὀφρύος· τοῖς δ’ ἐκ τοῦ στρατοπέδου | |
5 | σύνοπτος ἦν ἡ τόλμα τῶν ἀναβαινόντων καὶ παρα‐ | |
Hist.7.17.5 | βαλλομένων. διόπερ οἱ μὲν ἐκπεπληγμένοι τὸ παρά‐ δοξον, οἱ δὲ προορώμενοι καὶ δεδιότες τὸ συμβησό‐ μενον, ἀχανεῖς ἅμα δὲ περιχαρεῖς ὄντες, ἕστασαν. | |
Hist.7.17.6 | ὅθεν ὁ βασιλεύς, θεωρῶν τὸ περὶ τὴν ὅλην παρεμ‐ βολὴν κίνημα, καὶ βουλόμενος ἀποσπᾶν ἀπὸ τοῦ προ‐ κειμένου τούς τε παρ’ αὑτοῦ καὶ τοὺς ἐκ τῆς πόλεως, προῆγε τὴν δύναμιν καὶ προσέβαλε πρὸς τὰς ἐπὶ θά‐ | |
5 | τερα πύλας κειμένας, Περσίδας δὲ προσαγορευομένας. | |
Hist.7.17.7 | Ἀχαιὸς δέ, συνθεωρῶν ἐκ τῆς ἄκρας τὸ περὶ τοὺς ὑπεναντίους κίνημα παρηλλαγμένον τῆς συνηθείας, ἐπὶ πολὺ διηπορεῖτο δυσχρηστούμενος καὶ συννοῆσαι | |
Hist.7.17.8 | τὸ γινόμενον οὐδαμῶς δυνάμενος. πλὴν ὅμως ἐξαπ‐ έστειλε τοὺς ἀπαντήσοντας εἰς τὴν πύλην· ὧν διὰ στενῆς καὶ κρημνώδους ποιουμένων τὴν κατάβασιν | |
Hist.7.17.9 | βραδεῖαν συνέβαινε γίνεσθαι τὴν ἐπικουρίαν. ὁ δ’ ἐπὶ τῆς πόλεως τεταγμένος Ἀρίβαζος ἀκάκως ὥρμησε πρὸς τὰς πύλας, αἷς ἑώρα προσβάλλοντα τὸν Ἀν‐ τίοχον, καὶ τοὺς μὲν ἐπὶ τὸ τεῖχος ἀνεβίβαζε, τοὺς | |
5 | δὲ διὰ τῆς πύλης ἀφιεὶς εἴργειν τοὺς συνεγγίζοντας | |
καὶ συμπλέκεσθαι παρεκελεύετο τοῖς πολεμίοις. | ||
Hist.7.18.1 | Κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Λαγόραν καὶ Θεόδοτον καὶ Διονύσιον ὑπερβάντες τοὺς κρη‐ | |
Hist.7.18.2 | μνοὺς ἧκον ἐπὶ τὴν ὑποκειμένην πύλην. καὶ τινὲς μὲν αὐτῶν διεμάχοντο πρὸς τοὺς ἀπαντῶντας, οἱ δὲ διέκοπτον τοὺς μοχλούς. ἅμα δὲ τούτοις προσπεσόν‐ τες ἔξωθεν οἱ τεταγμένοι πρὸς τοῦτο τὸ μέρος τὸ παρα‐ | |
Hist.7.18.3 | πλήσιον ἐποίουν. ταχὺ δὲ τῶν πυλῶν ἀνοιχθεισῶν, εἰσελθόντες οἱ δισχίλιοι κατελάβοντο τὴν τοῦ θεάτρου | |
Hist.7.18.4 | στεφάνην. οὗ γινομένου πάντες ὥρμησαν ἀπὸ τῶν τειχῶν καὶ τῆς Περσίδος προσαγορευομένης πύλης, ἐφ’ ἣν πρότερον ἐβοήθησαν οἱ περὶ τὸν Ἀρίβαζον, σπεύ‐ | |
Hist.7.18.5 | δοντες παρεγγυᾶν ἐπὶ τοὺς εἰσπεπτωκότας. τούτου δὲ συμβαίνοντος, κατὰ τὴν ἀποχώρησιν ἀνεῳγμένης τῆς πύλης, συνεισέπεσόν τινες τῶν παρὰ τοῦ βασι‐ | |
Hist.7.18.6 | λέως, ἑπόμενοι τοῖς ὑποχωροῦσιν. ὧν κρατησάντων τῆς πύλης, ἤδη τούτοις κατὰ τὸ συνεχὲς οἱ μὲν εἰσέ‐ πιπτον, οἱ δὲ τὰς παρακειμένας διέκοπτον πύλας. | |
Hist.7.18.7 | οἱ δὲ περὶ τὸν Ἀρίβαζον καὶ πάντες οἱ κατὰ τὴν πόλιν ἐπὶ βραχὺ διαγωνισάμενοι πρὸς τοὺς εἰσεληλυ‐ | |
Hist.7.18.8 | θότας ὥρμησαν φεύγειν πρὸς τὴν ἄκραν. οὗ συμ‐ βάντος οἱ μὲν περὶ τὸν Θεόδοτον καὶ Λαγόραν ἔμενον ἐπὶ τῶν κατὰ τὸ θέατρον τόπων, νουνεχῶς καὶ πραγ‐ ματικῶς ἐφεδρεύοντες τοῖς ὅλοις, ἡ δὲ λοιπὴ δύναμις | |
5 | εἰσπεσοῦσα πανταχόθεν ἅμα κατειλήφει τὴν πόλιν. | |
Hist.7.18.9 | καὶ τὸ λοιπὸν ἤδη, τῶν μὲν φονευόντων τοὺς ἐντυγ‐ χάνοντας, τῶν δὲ τὰς οἰκήσεις ἐμπιπρώντων, ἄλλων δὲ πρὸς τὰς ἁρπαγὰς καὶ τὰς ὠφελείας ὡρμηκότων, ἐγίνετο παντελὴς ἡ τῆς πόλεως καταφθορὰ καὶ διαρ‐ | |
Hist.7.18.10 | παγή. καὶ Σάρδεων μὲν τοῦτον τὸν τρόπον ἐγένετο κύ‐ | |
ριος Ἀντίοχος. [Cod. Urb. fol. 98 med. (exc. ant. p. 194).] | ||
Hist.8t1 | FRAGMENTA LIBRI VIII. | |
Hist.8.1t | I. EX PROOEMIO. | |
Hist.8.1.1 | Οὐκ ἀλλότριον εἶναί μοι δοκεῖ τῆς ὅλης ἡμῶν ἐπιβολῆς καὶ τῆς ἐν ἀρχαῖς προθέσεως συνεπιστῆσαι τοὺς ἀκούοντας ἐπὶ τὸ μεγαλεῖον τῶν πράξεων καὶ τὸ φιλότιμον τῆς ἑκατέρου τοῦ πολιτεύματος προαι‐ | |
Hist.8.1.2 | ρέσεως, λέγω δὲ τοῦ Ῥωμαίων καὶ Καρχηδονίων. τίς γὰρ οὐκ ἂν ἐπισημήναιτο πῶς τηλικοῦτον μὲν πό‐ λεμον συνεσταμένοι περὶ τῶν κατὰ τὴν Ἰταλίαν πραγ‐ μάτων, οὐκ ἐλάττω δὲ τούτου περὶ τῶν κατὰ τὴν | |
5 | Ἰβηρίαν, ἀκμὴν δὲ περὶ τούτων ἀδήλους μὲν ἔχοντες ἐπ’ ἴσον ἀμφότεροι τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπί‐ δας, ἐφαμίλλους δὲ τοὺς κατὰ τὸ παρὸν ἐνεστῶτας | |
Hist.8.1.3 | κινδύνους, ὅμως οὐκ ἠρκοῦντο ταῖς προκειμέναις ἐπιβολαῖς, ἀλλὰ καὶ περὶ Σαρδόνος καὶ Σικελίας ἠμ‐ φισβήτουν· ....... καὶ πάντα περιελάμβανον, οὐ μόνον ταῖς ἐλπίσιν, ἀλλὰ καὶ ταῖς χορηγίαις καὶ ταῖς | |
Hist.8.1.4 | παρασκευαῖς; ὃ καὶ μάλιστ’ ἄν τις εἰς τὸ κατὰ μέ‐ ρος ἐμβλέψας θαυμάσειε. δύο μὲν γὰρ Ῥωμαίοις κατὰ τὴν Ἰταλίαν μετὰ τῶν ὑπάτων ἐντελῆ προεκάθητο στρατόπεδα, δύο δὲ κατὰ τὴν Ἰβηρίαν, ὧν τὸ μὲν | |
Hist.8.1.5 | πεζὸν Γνάϊος εἶχε, τὸ δὲ ναυτικὸν Πόπλιος. οἰκείως δὲ ταῦτα συνέβαινε γίνεσθαι καὶ παρὰ Καρχηδονίοις. | |
Hist.8.1.6 | καὶ μὴν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ἐφώρμει καὶ ταῖς ἐπιβολαῖς τοῦ Φιλίππου στόλος, ἐφ’ οὗ τὸ μὲν πρῶτον Μάρκος Οὐαλέριος, μετὰ δὲ ταῦτα Πόπλιος | |
Hist.8.1.7 | ἐπέπλει Σουλπίκιος. ἅμα δὲ τούτοις Ἄππιος μὲν ἑκατὸν πεντηρικοῖς σκάφεσι, Μάρκος δὲ Κλαύδιος πεζικὰς ἔχων δυνάμεις, ἐφήδρευε τοῖς κατὰ τὴν Σι‐ | |
Hist.8.1.8 | κελίαν. τὸ δ’ αὐτὸ τοῦτ’ Ἀμίλκας ἐποίει παρὰ Καρ‐ χηδονίοις. | |
Hist.8.2.1 | Δι’ ὧν ὑπολαμβάνω τὸ πολλάκις ἐν ἀρχαῖς ἡμῖν τῆς πραγματείας εἰρημένον νῦν δι’ αὐτῶν τῶν ἔρ‐ | |
Hist.8.2.2 | γων ἀληθινὴν λαμβάνειν πίστιν. τοῦτο δ’ ἦν ὡς οὐχ οἷόν τε διὰ τῶν τὰς κατὰ μέρος ἱστορίας γρα‐ φόντων συνθεάσασθαι τὴν τῶν ὅλων οἰκονομίαν. | |
Hist.8.2.3 | πῶς γὰρ ἐνδέχεται ψιλῶς αὐτὰς καθ’ αὑτὰς ἀνα‐ γνόντα τὰς Σικελικὰς ἢ τὰς Ἰβηρικὰς πράξεις, γνῶ‐ ναι καὶ μαθεῖν ἢ τὸ μέγεθος τῶν γεγονότων ἢ τὸ συνέχον, τίνι τρόπῳ καὶ τίνι γένει πολιτείας τὸ παρα‐ | |
Hist.8.2.4 | δοξότατον καθ’ ἡμᾶς ἔργον ἡ τύχη συνετέλεσε; τοῦτο δ’ ἔστι τὸ πάντα τὰ γνωριζόμενα μέρη τῆς οἰκου‐ μένης ὑπὸ μίαν ἀρχὴν καὶ δυναστείαν ἀγαγεῖν, ὃ | |
Hist.8.2.5 | πρότερον οὐχ εὑρίσκεται γεγονός. πῶς μὲν γὰρ εἷλον Συρακούσας Ῥωμαῖοι καὶ πῶς Ἰβηρίαν κατέσχον, οὐκ ἀδύνατον καὶ διὰ τῶν κατὰ μέρος ἐπὶ ποσὸν | |
Hist.8.2.6 | γνῶναι συντάξεων· πῶς δὲ τῆς ἁπάντων ἡγεμονίας καθίκοντο, καὶ τί πρὸς τὰς ὁλοσχερεῖς αὐτοῖς ἐπι‐ βολὰς τῶν κατὰ μέρος ἀντέπραξε, καὶ τί πάλιν καὶ κατὰ τίνας καιροὺς συνήργησε, δυσχερὲς καταλαβεῖν | |
Hist.8.2.7 | ἄνευ τῆς καθόλου τῶν πράξεων ἱστορίας. οὐ μὴν τὸ μέγεθος τῶν ἔργων οὐδὲ τὴν τοῦ πολιτεύματος δύναμιν εὐμαρὲς κατανοῆσαι διὰ τὰς αὐτὰς αἰτίας. | |
Hist.8.2.8 | τὸ γὰρ ἀντιποιήσασθαι Ῥωμαίους Ἰβηρίας ἢ πάλιν | |
Σικελίας, καὶ στρατεῦσαι πεζικαῖς καὶ ναυτικαῖς δυ‐ νάμεσιν, αὐτὸ καθ’ αὑτὸ λεγόμενον οὐκ ἂν εἴη | ||
Hist.8.2.9 | θαυμαστόν. ἅμα δὲ τούτων συμβαινόντων καὶ πολ‐ λαπλασίων ἄλλων κατὰ τὸν αὐτὸν καιρὸν ἐπιτελου‐ μένων ἐκ τῆς αὐτῆς ἀρχῆς καὶ πολιτείας, καὶ θεω‐ ρουμένων ὁμοῦ τούτοις τῶν κατὰ τὴν ἰδίαν χώραν | |
5 | ὑπαρχουσῶν περιστάσεων καὶ πολέμων περὶ τοὺς | |
Hist.8.2.10 | ἅπαντα τὰ προειρημένα χειρίζοντας, οὕτως ἂν εἴη μόνως σαφῆ τὰ γεγονότα καὶ θαυμαστὰ καὶ μάλιστ’ | |
Hist.8.2.11 | ἂν οὕτως τυγχάνοι τῆς ἁρμοζούσης ἐπιστάσεως. ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ὑπολαμβάνοντας διὰ τῆς τῶν κατὰ μέρος συντάξεως ἐμπειρίαν ποιή‐ σασθαι τῆς καθολικῆς καὶ κοινῆς ἱστορίας. [Cod. | |
5 | Urb. fol. 102 (exc. ant. p. 196).] | |
Hist.83at | II. RES SICILIAE. | |
Hist.83a1 | Οὕτως οἱ πλείους τῶν ἀνθρώπων τὸ κουφότα‐ τον ἥκιστα φέρειν δύνανται, λέγω δὲ τὴν σιωπήν. [Cod. urb. fol. 102 med. margo; v. Liv. XXIV, 24, 2.] | |
Hist.8.3.1 | Ὅτε δὴ τὰς Συρακούσας Ἐπικύδης τε καὶ Ἱππο‐ κράτης κατέλαβον, ἑαυτούς τε καὶ τοὺς ἄλλους τῶν πολιτῶν τῆς Ῥωμαίων φιλίας ἀλλοτριώσαντες, οἱ Ῥω‐ μαῖοι προσπεπτωκυίας αὐτοῖς ἤδη καὶ τῆς Ἱερωνύ‐ | |
5 | μου τοῦ Συρακοσίων τυράννου καταστροφῆς Ἄππιον Κλαύδιον ἀντιστράτηγον καταστήσαντες αὐτῷ μὲν τὴν πεζὴν συνέστησαν δύναμιν, τὸν δὲ νηΐτην αὐτοῖς στό‐ | |
Hist.8.3.2 | λον ἐπετρόπευσε Μάρκος Κλαύδιος. οὗτοι μὲν δὴ τὴν στρατοπεδείαν ἐβάλοντο μικρὸν ἀποσχόντες τῆς πό‐ λεως, τὰς δὲ προσβολὰς ἔκριναν ποιεῖσθαι τῇ μὲν πεζῇ δυνάμει κατὰ τοὺς ἀπὸ τῶν Ἑξαπύλων τόπους, | |
5 | τῇ δὲ ναυτικῇ τῆς Ἀχραδίνης κατὰ τὴν Σκυτικὴν | |
προσαγορευομένην στοάν, καθ’ ἣν ἐπ’ αὐτῆς κεῖται | ||
Hist.8.3.3 | τῆς κρηπῖδος τὸ τεῖχος παρὰ θάλατταν. ἑτοιμασάμενοι δὲ γέρρα καὶ βέλη καὶ τἄλλα τὰ πρὸς τὴν πολιορ‐ κίαν, ἐν ἡμέραις πέντε διὰ τὴν πολυχειρίαν ἤλπι‐ σαν καταταχήσειν τῇ παρασκευῇ τοὺς ὑπεναντίους, | |
5 | οὐ λογισάμενοι τὴν Ἀρχιμήδους δύναμιν, οὐδὲ προϊ‐ δόμενοι διότι μία ψυχὴ τῆς ἁπάσης ἐστὶ πολυχειρίας ἐν ἐνίοις καιροῖς ἀνυστικωτέρα. πλὴν τότε δι’ αὐτῶν | |
Hist.8.3.4 | ἔγνωσαν τῶν ἔργων τὸ λεγόμενον. οὔσης γὰρ ὀχυ‐ ρᾶς τῆς πόλεως διὰ τὸ κεῖσθαι κύκλῳ τὸ τεῖχος ἐπὶ τόπων ὑπερδεξίων καὶ προκειμένης ὀφρύος, πρὸς ἣν καὶ μηδενὸς κωλύοντος οὐκ ἂν εὐμαρῶς τις δύ‐ | |
5 | ναιτο πελάσαι πλὴν κατά τινας τόπους ὡρισμένους, | |
Hist.8.3.5 | τοιαύτην ἡτοίμασε παρασκευὴν ὁ προειρημένος ἀνὴρ ἐντὸς τῆς πόλεως, ὁμοίως δὲ καὶ πρὸς τοὺς κατὰ θάλατταν ἐπιπορευομένους, ὥστε μηδὲν ἐκ τοῦ και‐ ροῦ (δεῖν) ἀσχολεῖσθαι τοὺς ἀμυνομένους, πρὸς πᾶν | |
5 | δὲ τὸ γινόμενον ὑπὸ τῶν ἐναντίων ἐξ ἑτοίμου ποι‐ | |
Hist.8.3.6 | εῖσθαι τὴν ἀπάντησιν. πλὴν ὁ μὲν Ἄππιος ἔχων γέρρα καὶ κλίμακας ἐνεχείρει προσφέρειν ταῦτα τῷ συνάπτοντι τείχει τοῖς Ἑξαπύλοις ἀπὸ τῶν ἀνατολῶν. | |
Hist.8.4.1 | Ὁ δὲ Μάρκος ἑξήκοντα σκάφεσι πεντηρικοῖς ἐποι‐ εῖτο τὸν ἐπίπλουν ἐπὶ τὴν Ἀχραδίνην, ὧν ἕκαστον πλῆρες ἦν ἀνδρῶν ἐχόντων τόξα καὶ σφενδόνας καὶ γρόσφους, δι’ ὧν ἔμελλον τοὺς ἀπὸ τῶν ἐπάλξεων | |
Hist.8.4.2 | μαχομένους ἀναστέλλειν. ἅμα δὲ τούτοις ὀκτὼ πεν‐ τήρεσι, παραλελυμέναις τοὺς ταρσούς, ταῖς μὲν τοὺς δεξιούς, ταῖς δὲ τοὺς εὐωνύμους, καὶ συνεζευγμέ‐ ναις πρὸς ἀλλήλας σύνδυο κατὰ τοὺς ἐψιλωμένους | |
5 | τοίχους, προσῆγον πρὸς τὸ τεῖχος διὰ τῆς τῶν ἐκτὸς | |
Hist.8.4.3 | τοίχων εἰρεσίας τὰς λεγομένας σαμβύκας. τὸ δὲ γέ‐ | |
νος τῆς κατασκευῆς τῶν εἰρημένων ὀργάνων ἐστὶ | ||
Hist.8.4.4 | τοιοῦτο. κλίμακα τῷ πλάτει τετράπεδον ἑτοιμάσαν‐ τες, ὥστ’ ἐξ ἀποβάσεως ἰσοϋψῆ γενέσθαι τῷ τείχει, ταύτης ἑκατέραν τὴν πλευρὰν δρυφακτώσαντες καὶ σκεπάσαντες ὑπερπετέσι θωρακίοις, ἔθηκαν πλαγίαν | |
5 | ἐπὶ τοὺς συμψαύοντας τοίχους τῶν συνεζευγμένων | |
Hist.8.4.5 | νεῶν, πολὺ προπίπτουσαν τῶν ἐμβόλων. πρὸς δὲ τοῖς ἱστοῖς ἐκ τῶν ἄνω μερῶν τροχιλίαι προσήρτηντο | |
Hist.8.4.6 | σὺν κάλοις. λοιπὸν ὅταν ἐγγίσωσι τῆς χρείας, ἐνδε‐ δεμένων τῶν κάλων εἰς τὴν κορυφὴν τῆς κλίμακος, ἕλκουσι διὰ τῶν τροχιλιῶν τούτους ἑστῶτες ἐν ταῖς πρύμναις· ἕτεροι δὲ παραπλησίως ἐν ταῖς πρώρραις | |
5 | ἐξερείδοντες ταῖς ἀντηρίσιν ἀσφαλίζονται τὴν ἄρσιν | |
Hist.8.4.7 | τοῦ μηχανήματος. κἄπειτα διὰ τῆς εἰρεσίας τῆς ἀφ’ ἑκατέρου τῶν ἐκτὸς ταρσῶν ἐγγίσαντες τῇ γῇ τὰς ναῦς, πειράζουσι προσερείδειν τῷ τείχει τὸ προει‐ | |
Hist.8.4.8 | ρημένον ὄργανον. ἐπὶ δὲ τῆς κλίμακος ἄκρας ὑπάρχει πέτευρον ἠσφαλισμένον γέρροις τὰς τρεῖς ἐπιφανείας, ἐφ’ οὗ τέτταρες ἄνδρες ἐπιβεβηκότες ἀγωνίζονται, διαμαχόμενοι πρὸς τοὺς εἴργοντας ἀπὸ τῶν ἐπάλξεων | |
Hist.8.4.9 | τὴν πρόσθεσιν τῆς σαμβύκης. ἐπὰν δὲ προσερείσαν‐ τες ὑπερδέξιοι γένωνται τοῦ τείχους, οὗτοι μὲν τὰ πλάγια τῶν γέρρων παραλύσαντες ἐξ ἑκατέρου τοῦ μέρους ἐπιβαίνουσιν ἐπὶ τὰς ἐπάλξεις ἢ τοὺς πύρ‐ | |
Hist.8.4.10 | γους. οἱ δὲ λοιποὶ διὰ τῆς σαμβύκης ἕπονται τού‐ τοις, ἀσφαλῶς τοῖς κάλοις βεβηκυίας τῆς κλίμακος | |
Hist.8.4.11 | εἰς ἀμφοτέρας τὰς ναῦς. εἰκότως δὲ τὸ κατασκεύασμα τῆς προσηγορίας τέτευχε ταύτης· ἐπειδὰν γὰρ ἐξαρθῇ, γίνεται τὸ σχῆμα τῆς νεὼς ταύτης καὶ τῆς κλίμακος ἑνοποιηθὲν παραπλήσιον σαμβύκῃ. | |
Hist.8.5.1 | Πλὴν οὗτοι μὲν τὸν τρόπον τοῦτον διηρμοσμέ‐ | |
Hist.8.5.2 | νοι προσάγειν διενοοῦντο τοῖς πύργοις· ὁ δὲ προει‐ ρημένος ἀνήρ, παρεσκευασμένος ὄργανα πρὸς ἅπαν ἐμβελὲς διάστημα, πόρρωθεν μὲν ἐπιπλέοντας τοῖς εὐτονωτέροις καὶ μείζοσι λιθοβόλοις καὶ βέλεσι τι‐ | |
Hist.8.5.3 | τρώσκων εἰς ἀπορίαν ἐνέβαλε καὶ δυσχρηστίαν, ὅτε δὲ ταῦθ’ ὑπερπετῆ γίνοιτο, τοῖς ἐλάττοσι κατὰ λό‐ γον ἀεὶ πρὸς τὸ παρὸν ἀπόστημα χρώμενος εἰς τοι‐ αύτην ἤγαγε διατροπὴν ὥστε καθόλου κωλύειν αὐτῶν | |
Hist.8.5.4 | τὴν ὁρμὴν καὶ τὸν ἐπίπλουν, ἕως ὁ Μάρκος δυσθε‐ τούμενος ἠναγκάσθη λάθρᾳ νυκτὸς ἔτι ποιήσασθαι | |
Hist.8.5.5 | τὴν παραγωγήν. γενομένων δ’ αὐτῶν ἐντὸς βέλους πρὸς τῇ γῇ, πάλιν ἑτέραν ἡτοιμάκει παρασκευὴν | |
Hist.8.5.6 | πρὸς τοὺς ἀπομαχομένους ἐκ τῶν πλοίων. ἕως ἀν‐ δρομήκους ὕψους κατεπύκνωσε τρήμασι τὸ τεῖχος ὡς παλαιστιαίοις τὸ μέγεθος κατὰ τὴν ἐκτὸς ἐπι‐ φάνειαν· οἷς τοξότας καὶ σκορπίδια παραστήσας ἐντὸς | |
5 | τοῦ τείχους, καὶ βάλλων διὰ τούτων, ἀχρήστους | |
Hist.8.5.7 | ἐποίει τοὺς ἐπιβάτας. ἐξ οὗ καὶ μακρὰν ἀφεστῶτας καὶ σύνεγγυς ὄντας τοὺς πολεμίους οὐ μόνον ἀπρά‐ κτους παρεσκεύαζε πρὸς τὰς ἰδίας ἐπιβολάς, ἀλλὰ | |
Hist.8.5.8 | καὶ διέφθειρε τοὺς πλείστους αὐτῶν. ὅτε δὲ τὰς σαμβύκας ἐγχειρήσαιεν ἐξαίρειν, ὄργανα παρ’ ὅλον τὸ τεῖχος ἡτοιμάκει, τὸν μὲν λοιπὸν χρόνον ἀφανῆ, κατὰ δὲ τὸν τῆς χρείας καιρὸν ἐκ τῶν ἔσω μερῶν | |
5 | ὑπὲρ τοῦ τείχους ἀνιστάμενα καὶ προπίπτοντα πολὺ | |
Hist.8.5.9 | τῆς ἐπάλξεως ταῖς κεραίαις· ὧν τινὰ μὲν ἐβάσταζε λίθους οὐκ ἐλάττους δέκα ταλάντων, τινὰ δὲ σηκώ‐ | |
Hist.8.5.10 | ματα μολίβδινα. λοιπὸν ὅτε συνεγγίζοιεν αἱ σαμ‐ βῦκαι, τότε περιαγόμεναι καρχησίῳ πρὸς τὸ δέον αἱ κεραῖαι διά τινος σχαστηρίας ἠφίεσαν εἰς τὸ κατα‐ | |
Hist.8.5.11 | σκεύασμα τὸν λίθον· ἐξ οὗ συνέβαινε μὴ μόνον | |
αὐτὸ συνθραύεσθαι τοὔργανον, ἀλλὰ καὶ τὴν ναῦν | ||
Hist.8.6.1 | καὶ τοὺς ἐν αὐτῇ κινδυνεύειν ὁλοσχερῶς. τινά τε τῶν μηχανημάτων πάλιν ἐπὶ τοὺς ἐφορμῶντας καὶ προβεβλημένους γέρρα καὶ διὰ τούτων ἠσφαλισμέ‐ νους πρὸς τὸ μηδὲν πάσχειν ὑπὸ τῶν διὰ τοῦ τείχους | |
5 | φερομένων βελῶν, ἠφίει μὲν καὶ λίθους συμμέτρους πρὸς τὸ φεύγειν ἐκ τῆς πρώρρας τοὺς ἀγωνιζομένους, | |
Hist.8.6.2 | ἅμα δὲ καὶ καθίει χεῖρα σιδηρᾶν ἐξ ἁλύσεως δεδε‐ μένην, ᾗ δραξάμενος ὁ τὴν κεραίαν οἰακίζων ὅθεν ἐπιλάβοιτο τῆς πρώρρας, κατῆγε τὴν πτέρναν τῆς | |
Hist.8.6.3 | μηχανῆς ἐντὸς τοῦ τείχους. ὅτε δὲ κουφίζων τὴν πρῶρραν ὀρθὸν ποιήσειε τὸ σκάφος ἐπὶ πρύμναν, τὰς μὲν πτέρνας τῶν ὀργάνων εἰς ἀκίνητον καθῆπτε, τὴν δὲ χεῖρα καὶ τὴν ἅλυσιν ἐκ τῆς μηχανῆς ἐξέρ‐ | |
Hist.8.6.4 | ραινε διά τινος σχαστηρίας. οὗ γινομένου τινὰ μὲν τῶν πλοίων πλάγια κατέπιπτε, τινὰ δὲ καὶ κατεστρέ‐ φετο, τὰ δὲ πλεῖστα τῆς πρώρρας ἀφ’ ὕψους ῥιφθεί‐ σης βαπτιζόμενα πλήρη θαλάττης ἐγίνετο καὶ ταραχῆς. | |
Hist.8.6.5 | Μάρκος δὲ δυσχρηστούμενος ἐπὶ τοῖς ἀπαντωμένοις ὑπ’ Ἀρχιμήδους, καὶ θεωρῶν μετὰ βλάβης καὶ χλευ‐ ασμοῦ τοὺς ἔνδον ἀποτριβομένους αὑτοῦ τὰς ἐπι‐ | |
Hist.8.6.6 | βολάς, δυσχερῶς μὲν ἔφερε τὸ συμβαῖνον, ὅμως δ’ ἐπισκώπτων τὰς αὑτοῦ πράξεις ἔφη ταῖς μὲν ναυ‐ σὶν αὐτοῦ κυαθίζειν ἐκ θαλάττης Ἀρχιμήδη, τὰς δὲ σαμβύκας ῥαπιζομένας ὥσπερ ἐκσπόνδους μετ’ αἰσχύ‐ | |
Hist.8.6.7 | νης ἐκπεπτωκέναι. καὶ τῆς μὲν κατὰ θάλατταν πολι‐ ορκίας τοιοῦτον ἀπέβη τὸ τέλος. | |
Hist.8.7.1 | Οἱ δὲ περὶ τὸν Ἄππιον εἰς παραπλησίους ἐμπε‐ | |
Hist.8.7.2 | σόντες δυσχερείας ἀπέστησαν τῆς ἐπιβολῆς. ἔτι μὲν γὰρ ὄντες ἐν ἀποστήματι τοῖς τε πετροβόλοις καὶ καταπέλταις τυπτόμενοι διεφθείροντο, διὰ τὸ θαυ‐ | |
μάσιον εἶναι τὴν τῶν βελῶν κατασκευὴν καὶ κατὰ | ||
5 | τὸ πλῆθος καὶ κατὰ τὴν ἐνέργειαν, ὡς ἂν Ἱέρωνος μὲν χορηγοῦ γεγονότος, ἀρχιτέκτονος δὲ καὶ δημι‐ | |
Hist.8.7.3 | ουργοῦ τῶν ἐπινοημάτων Ἀρχιμήδους. συνεγγίζοντές γε μὴν πρὸς τὴν πόλιν οἱ μὲν ταῖς διὰ τοῦ τείχους τοξότισιν, ὡς ἐπάνω προεῖπον, κακούμενοι συνεχῶς εἴργοντο τῆς προσόδου· οἱ δὲ μετὰ τῶν γέρρων βια‐ | |
5 | ζόμενοι ταῖς τῶν κατὰ κορυφὴν λίθων καὶ δοκῶν | |
Hist.8.7.4 | ἐμβολαῖς διεφθείροντο. οὐκ ὀλίγα δὲ καὶ ταῖς χερσὶ ταῖς ἐκ τῶν μηχανῶν ἐκακοποίουν, ὡς καὶ πρότερον εἶπα· σὺν αὐτοῖς γὰρ τοῖς ὅπλοις τοὺς ἄνδρας ἐξ‐ | |
Hist.8.7.5 | αιροῦντες ἐρρίπτουν. τὸ δὲ πέρας, ἀναχωρήσαντες εἰς τὴν παρεμβολὴν καὶ συνεδρεύσαντες μετὰ τῶν χιλιάρχων οἱ περὶ τὸν Ἄππιον, ὁμοθυμαδὸν ἐβου‐ λεύσαντο πάσης ἐλπίδος πεῖραν λαμβάνειν πλὴν τοῦ | |
5 | διὰ πολιορκίας ἑλεῖν τὰς Συρακούσας, ὡς καὶ τέλος | |
Hist.8.7.6 | ἐποίησαν· ὀκτὼ γὰρ μῆνας τῇ πόλει προσκαθεζόμενοι τῶν μὲν ἄλλων στρατηγημάτων ἢ τολμημάτων οὐδε‐ νὸς ἀπέστησαν, τοῦ δὲ πολιορκεῖν οὐδέποτε πεῖραν | |
Hist.8.7.7 | ἔτι λαβεῖν ἐθάρρησαν. οὕτως εἷς ἀνὴρ καὶ μία ψυχὴ δεόντως ἡρμοσμένη πρὸς ἔνια τῶν πραγμάτων μέγα | |
Hist.8.7.8 | τι χρῆμα φαίνεται γίνεσθαι καὶ θαυμάσιον. ἐκεῖνοι γοῦν τηλικαύτας δυνάμεις ἔχοντες καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, εἰ μὲν ἀφέλοι τις πρεσβύτην ἕνα Συρακοσίων, παραχρῆμα τῆς πόλεως κυριεύσειν ἤλ‐ | |
Hist.8.7.9 | πιζον, τούτου δὲ συμπαρόντος οὐκ ἐθάρρουν οὐδ’ ἐπιβαλέσθαι κατά γε τοῦτον τὸν τρόπον, καθ’ ὃν | |
Hist.8.7.10 | ἀμύνασθαι δυνατὸς ἦν Ἀρχιμήδης. οὐ μὴν ἀλλὰ νομίσαντες μάλιστ’ ἂν ὑπὸ τῆς τῶν ἀναγκαίων ἐν‐ δείας διὰ τὸ πλῆθος τοὺς ἔνδον ὑποχειρίους σφίσι γενέσθαι, ταύτης ἀντείχοντο τῆς ἐλπίδος· καὶ ταῖς | |
5 | μὲν ναυσὶ τὰς κατὰ θάλατταν ἐπικουρίας αὐτῶν ἐκώλυον, τῷ δὲ πεζῷ στρατεύματι τὰς κατὰ γῆν. | |
Hist.8.7.11 | βουλόμενοι δὲ μὴ ποιεῖν ἄπρακτον τὸν χρόνον, ἐν ᾧ προσεδρεύουσι ταῖς Συρακούσαις, ἀλλ’ ἅμα τι καὶ τῶν ἐκτὸς χρησίμων κατασκευάζεσθαι, διεῖλον | |
Hist.8.7.12 | οἱ στρατηγοὶ σφᾶς αὐτοὺς καὶ τὴν δύναμιν, ὥστε τὸν μὲν Ἄππιον ἔχοντα δύο μέρη προσκαθῆσθαι τοῖς ἐν τῇ πόλει, τὸ δὲ τρίτον ἀναλαβόντα Μάρκον ἐπιπορεύεσθαι τοὺς τὰ Καρχηδονίων αἱρουμένους | |
5 | κατὰ τὴν Σικελίαν. [3, 1—6, 4 θαλάττης ἐγίνετο et 7, 6 τῶν μὲν ἄλλων—ἐθάρρησαν cod. Wescheri (Poliorcétique des Grecs..Paris. 1867 p. 321 et eius‐ dem fragments inédits de Polybe ... Paris 1869 p. 9); 3, 2 κατὰ τὴν Σκυτικὴν— 7, 9 οὐκ ἐθάρρουν οὐδ’ | |
10 | ἐπιβαλέσθαι Hero de repell. obsid. p. 326 Thevenot; 4, 1—7, 12 κατὰ τὴν Σικελίαν cod. Urb. fol. 104 (exc. ant. p. 197).] | |
Hist.88at | III. RES GRAECIAE. | |
Hist.88a1 | Καταλαβέσθαι .. ἐγχειρήσας 〈Demetrius〉 μετὰ τῆς Φιλίππου γνώμης τὴν τῶν Μεσσηνίων πόλιν εἰκῇ καὶ παραβόλως, ἐν αὐτῷ τῷ τῆς πράξεως καιρῷ διεφθάρη· περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος, | |
5 | ὅταν ἐπὶ τοὺς καιροὺς ἔλθωμεν, διασαφήσομεν (Polyb. III, 19, 11). | |
Hist.8.8.1 | Ὅτι Φίλιππος παραγενόμενος εἰς τὴν Μεσσήνην ἔφθειρε τὴν χώραν δυσμενικῶς, θυμῷ τὸ πλεῖον ἢ | |
Hist.8.8.2 | λογισμῷ χρώμενος· ἤλπιζε γάρ, ὡς ἐμοὶ δοκεῖ, βλά‐ πτων συνεχῶς οὐδέποτ’ ἀγανακτήσειν οὐδὲ μισήσειν | |
Hist.8.8.3 | αὐτὸν τοὺς κακῶς πάσχοντας. προήχθην δὲ καὶ νῦν καὶ διὰ τῆς προτέρας βύβλου σαφέστερον ἐξηγήσα‐ σθαι περὶ τούτων οὐ μόνον διὰ τὰς πρότερον ἡμῖν | |
εἰρημένας αἰτίας, ἀλλὰ καὶ διὰ τὸ τῶν συγγραφέων | ||
5 | τοὺς μὲν ὅλως παραλελοιπέναι τὰ κατὰ τοὺς Μεσση‐ | |
Hist.8.8.4 | νίους, τοὺς δὲ καθόλου διὰ τὴν πρὸς τοὺς μονάρ‐ χους εὔνοιαν ἢ τἀναντία φόβον οὐχ οἷον ἐν ἁμαρτίᾳ γεγονέναι τὴν εἰς τοὺς Μεσσηνίους ἀσέβειαν Φιλίπ‐ που καὶ παρανομίαν, ἀλλὰ τοὐναντίον ἐν ἐπαίνῳ | |
Hist.8.8.5 | καὶ κατορθώματι τὰ πεπραγμένα διασαφεῖν ἡμῖν. οὐ μόνον δὲ περὶ Μεσσηνίους τοῦτο πεποιηκότας ἰδεῖν ἔστι τοὺς γράφοντας τοῦ Φιλίππου τὰς πράξεις, ἀλλὰ | |
Hist.8.8.6 | καὶ περὶ τῶν ἄλλων παραπλησίως. ἐξ ὧν ἱστορίας μὲν οὐδαμῶς ἔχειν αὐτοῖς συμβαίνει διάθεσιν τὰς | |
Hist.8.8.7 | συντάξεις, ἐγκωμίου δὲ μᾶλλον. ἐγὼ δ’ οὔτε λοι‐ δορεῖν ψευδῶς φημι δεῖν τοὺς μονάρχους οὔτ’ ἐγκω‐ μιάζειν, ὃ πολλοῖς ἤδη συμβέβηκε, τὸν ἀκόλουθον δὲ τοῖς προγεγραμμένοις ἀεὶ καὶ τὸν πρέποντα ταῖς | |
Hist.8.8.8 | ἑκάστων προαιρέσεσι λόγον ἐφαρμόζειν. ἀλλ’ ἴσως τοῦτ’ εἰπεῖν μὲν εὐμαρές, πρᾶξαι δὲ καὶ λίαν δυσχε‐ ρὲς διὰ τὸ πολλὰς καὶ ποικίλας εἶναι διαθέσεις καὶ περιστάσεις, αἷς εἴκοντες ἄνθρωποι κατὰ τὸν βίον | |
5 | οὔτε λέγειν οὔτε γράφειν δύνανται τὸ φαινόμενον. | |
Hist.8.8.9 | ὧν χάριν τισὶ μὲν αὐτῶν συγγνώμην δοτέον, ἐνίοις γε μὴν οὐ δοτέον. | |
Hist.8.9.1 | Μάλιστα δ’ ἄν τις ἐπιτιμήσειε περὶ τοῦτο τὸ μέ‐ ρος Θεοπόμπῳ, ὅς γ’ ἐν ἀρχῇ τῆς Φιλίππου συν‐ τάξεως δι’ αὐτὸ μάλιστα παρορμηθῆναι φήσας πρὸς τὴν ἐπιβολὴν τῆς πραγματείας διὰ τὸ μηδέποτε τὴν | |
5 | Εὐρώπην ἐνηνοχέναι τοιοῦτον ἄνδρα παράπαν οἷον | |
Hist.8.9.2 | τὸν Ἀμύντου Φίλιππον, μετὰ ταῦτα παρὰ πόδας, ἔν τε τῷ προοιμίῳ καὶ παρ’ ὅλην δὲ τὴν ἱστορίαν, ἀκρα‐ τέστατον μὲν αὐτὸν ἀποδείκνυσι πρὸς γυναῖκας, ὥστε καὶ τὸν ἴδιον οἶκον ἐσφαλκέναι τὸ καθ’ αὑτὸν διὰ | |
5 | τὴν πρὸς τοῦτο τὸ μέρος ὁρμὴν καὶ προστασίαν, | |
Hist.8.9.3 | ἀδικώτατον δὲ καὶ κακοπραγμονέστατον περὶ τὰς τῶν φίλων καὶ συμμάχων κατασκευάς, πλείστας δὲ πόλεις ἐξηνδραποδισμένον καὶ πεπραξικοπηκότα μετὰ δόλου | |
Hist.8.9.4 | καὶ βίας, ἐκπαθῆ δὲ γεγονότα καὶ πρὸς τὰς ἀκρα‐ τοποσίας, ὥστε καὶ μεθ’ ἡμέραν πλεονάκις μεθύοντα | |
Hist.8.9.5 | καταφανῆ γενέσθαι τοῖς φίλοις. εἰ δέ τις ἀναγνῶ‐ ναι βουληθείη τὴν ἀρχὴν τῆς ἐνάτης καὶ τετταρα‐ κοστῆς αὐτῷ βύβλου, παντάπασιν ἂν θαυμάσαι τὴν ἀτοπίαν τοῦ συγγραφέως, ὅς γε χωρὶς τῶν ἄλλων | |
5 | τετόλμηκε καὶ ταῦτα λέγειν· αὐταῖς γὰρ λέξεσιν, αἷς | |
Hist.8.9.6 | ἐκεῖνος κέχρηται, κατατετάχαμεν· “εἰ γάρ τις ἦν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις” φησί “λάσταυρος ἢ θρασὺς τὸν τρόπον, οὗτοι πάντες εἰς Μακεδονίαν ἁθροιζόμενοι πρὸς Φίλιππον ἑταῖροι τοῦ βασιλέως | |
Hist.8.9.7 | προσηγορεύοντο. καθόλου γὰρ ὁ Φίλιππος τοὺς μὲν κοσμίους τοῖς ἤθεσι καὶ τῶν ἰδίων βίων ἐπιμελου‐ μένους ἀπεδοκίμαζε, τοὺς δὲ πολυτελεῖς καὶ ζῶντας | |
Hist.8.9.8 | ἐν μέθαις καὶ κύβοις ἐτίμα καὶ προῆγε. τοιγαροῦν οὐ μόνον ταῦτ’ ἔχειν αὐτοὺς παρεσκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλητὰς ἐποίησε. | |
Hist.8.9.9 | τί γὰρ τῶν αἰσχρῶν ἢ δεινῶν αὐτοῖς οὐ προσῆν; ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν; ὧν οἱ μὲν ξυρόμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄν‐ τες, οἱ δ’ ἀλλήλοις ἐτόλμων ἐπανίστασθαι πώγωνας | |
Hist.8.9.10 | ἔχουσι. καὶ περιήγοντο μὲν δύο καὶ τρεῖς τοὺς ἑται‐ ρευομένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις χρήσεις | |
Hist.8.9.11 | ἑτέροις παρείχοντο. ὅθεν καὶ δικαίως ἄν τις αὐτοὺς οὐχ ἑταίρους, ἀλλ’ ἑταίρας ὑπελάμβανεν [εἶναι] οὐδὲ | |
Hist.8.9.12 | στρατιώτας, ἀλλὰ χαμαιτύπους προσηγόρευσεν· ἀν‐ δροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν | |
Hist.8.9.13 | τρόπον ἦσαν. ἁπλῶς δ’ εἰπεῖν, ἵνα παύσωμαι” φησί “μακρολογῶν, ἄλλως τε καὶ τοσούτων μοι πραγμά‐ των ἐπικεχυμένων, ἡγοῦμαι τοιαῦτα θηρία γεγονέναι καὶ τοιούτους τὸν τρόπον τοὺς φίλους καὶ τοὺς ἑταί‐ | |
5 | ρους Φιλίππου προσαγορευθέντας οἵους οὔτε τοὺς Κενταύρους τοὺς τὸ Πήλιον κατασχόντας οὔτε τοὺς Λαιστρυγόνας τοὺς τὸ Λεοντίνων πεδίον οἰκήσαντας οὔτ’ ἄλλους οὐδ’ ὁποίους.” | |
Hist.8.10.1 | Ταύτην δὲ τήν τε πικρίαν καὶ τὴν ἀθυρογλωτ‐ τίαν τοῦ συγγραφέως τίς οὐκ ἂν ἀποδοκιμάσειεν; | |
Hist.8.10.2 | οὐ γὰρ μόνον ὅτι μαχόμενα λέγει πρὸς τὴν αὑτοῦ πρόθεσιν ἄξιός ἐστιν ἐπιτιμήσεως, ἀλλὰ καὶ διότι κατέψευσται τοῦ τε βασιλέως καὶ τῶν φίλων, καὶ μάλιστα διότι τὸ ψεῦδος αἰσχρῶς καὶ ἀπρεπῶς διατέ‐ | |
Hist.8.10.3 | θειται. εἰ γὰρ περὶ Σαρδαναπάλλου τις ἢ τῶν ἐκεί‐ νου συμβιωτῶν ἐποιεῖτο τοὺς λόγους, μόλις ἂν ἐθάρ‐ ρησε τῇ κακορρημοσύνῃ ταύτῃ χρήσασθαι· οὗ τὴν ἐν τῷ βίῳ προαίρεσιν καὶ τὴν ἀσέλγειαν διὰ τῆς | |
Hist.8.10.4 | ἐπιγραφῆς τῆς ἐπὶ τοῦ τάφου τεκμαιρόμεθα. λέγει γὰρ ἡ [ἐπι]γραφή, ταῦτ’ ἔχω ὅσς’ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ’ ἔρωτος τέρπν’ ἔπαθον. | |
Hist.8.10.5 | Περὶ δὲ Φιλίππου καὶ τῶν ἐκείνου φίλων εὐλα‐ βηθείη τις ἂν οὐχ οἷον εἰς μαλακίαν καὶ ἀνανδρίαν, ἔτι δ’ ἀναισχυντίαν λέγειν, ἀλλὰ τοὐναντίον μή‐ ποτ’ ἐγκωμιάζειν ἐπιβαλλόμενος οὐ δυνηθῇ καταξίως | |
5 | εἰπεῖν τῆς ἀνδρείας καὶ φιλοπονίας καὶ συλλήβδην | |
Hist.8.10.6 | τῆς ἀρετῆς τῶν προειρημένων ἀνδρῶν· οἵ γε προ‐ φανῶς ταῖς σφετέραις φιλοπονίαις καὶ τόλμαις ἐξ ἐλαχίστης μὲν βασιλείας ἐνδοξοτάτην καὶ μεγίστην | |
Hist.8.10.7 | (τὴν) Μακεδόνων ἀρχὴν κατεσκεύασαν· χωρὶς δὲ τῶν ἐπὶ Φιλίππου πράξεων αἱ μετὰ τὸν ἐκείνου θά‐ νατον ἐπιτελεσθεῖσαι μετ’ Ἀλεξάνδρου πᾶσιν ὁμο‐ λογουμένην τὴν ἐπ’ ἀρετῇ φήμην παραδεδώκασι | |
Hist.8.10.8 | περὶ αὐτῶν. μεγάλην γὰρ ἴσως μερίδα θετέον τῷ προεστῶτι τῶν ὅλων Ἀλεξάνδρῳ, καίπερ ὄντι νέῳ παντελῶς, οὐκ ἐλάττω μέντοι γε τοῖς συνεργοῖς καὶ | |
Hist.8.10.9 | φίλοις, οἳ πολλαῖς μὲν καὶ παραδόξοις μάχαις ἐνίκη‐ σαν τοὺς ὑπεναντίους, πολλοὺς δὲ καὶ παραβόλους ὑπέμειναν πόνους καὶ κινδύνους καὶ ταλαιπωρίας, πλείστης δὲ περιουσίας κυριεύσαντες καὶ πρὸς ἁπά‐ | |
5 | σας τὰς ἐπιθυμίας πλείστης εὐπορήσαντες ἀπολαύ‐ σεως, οὔτε κατὰ τὴν σωματικὴν δύναμιν οὐδέποτε διὰ ταῦτ’ ἠλαττώθησαν, οὔτε κατὰ τὰς ψυχικὰς ὁρ‐ | |
Hist.8.10.10 | μὰς οὐδὲν ἄδικον οὐδ’ ἀσελγὲς ἐπετήδευσαν, ἅπαν‐ τες δ’, ὡς ἔπος εἰπεῖν, βασιλικοὶ καὶ ταῖς μεγαλο‐ ψυχίαις καὶ ταῖς σωφροσύναις καὶ ταῖς τόλμαις ἀπέβησαν, Φιλίππῳ καὶ μετ’ Ἀλεξάνδρῳ συμβιώ‐ | |
5 | σαντες. ὧν οὐδὲν ἂν δέοι μνημονεύειν ἐπ’ ὀνόμα‐ | |
Hist.8.10.11 | τος. μετὰ δὲ τὸν Ἀλεξάνδρου θάνατον οὕτω περὶ τῶν πλείστων μερῶν τῆς οἰκουμένης ἀμφισβητήσαν‐ τες παραδόσιμον ἐποίησαν τὴν ἑαυτῶν δόξαν ἐν | |
Hist.8.10.12 | πλείστοις ὑπομνήμασιν ὥστε τὴν μὲν Τιμαίου τοῦ συγγραφέως πικρίαν, ᾗ κέχρηται κατ’ Ἀγαθοκλέους τοῦ Σικελίας δυνάστου, καίπερ ἀνυπέρβλητον εἶναι δοκοῦσαν, ὅμως λόγον ἔχειν—ὡς γὰρ κατ’ ἐχθροῦ | |
5 | καὶ πονηροῦ καὶ τυράννου διατίθεται τὴν κατηγο‐ ρίαν—τὴν δὲ Θεοπόμπου μηδ’ ὑπὸ λόγον πίπτειν. | |
Hist.8.11.1 | προθέμενος γὰρ ὡς περὶ βασιλέως εὐφυεστάτου πρὸς ἀρετὴν γεγονότος οὐκ ἔστι τῶν αἰσχρῶν καὶ δεινῶν | |
Hist.8.11.2 | ὃ παραλέλοιπε. λοιπὸν ἢ περὶ τὴν ἀρχὴν καὶ προέκ‐ | |
θεσιν τῆς πραγματείας ἀνάγκη ψεύστην καὶ κόλακα φαίνεσθαι τὸν ἱστοριογράφον, ἢ περὶ τὰς κατὰ μέρος ἀποφάσεις ἀνόητον καὶ μειρακιώδη τελείως, εἰ διὰ | ||
5 | τῆς ἀλόγου καὶ ἐπικλήτου λοιδορίας ὑπέλαβε πιστό‐ τερος μὲν αὐτὸς φανήσεσθαι, παραδοχῆς δὲ μᾶλλον ἀξιωθήσεσθαι τὰς ἐγκωμιαστικὰς ἀποφάσεις αὐτοῦ περὶ Φιλίππου. | |
Hist.8.11.3 | Καὶ μὴν οὐδὲ περὶ τὰς ὁλοσχερεῖς διαλήψεις οὐ‐ δεὶς ἂν εὐδοκήσειε τῷ προειρημένῳ συγγραφεῖ· ὅς γ’ ἐπιβαλόμενος γράφειν τὰς Ἑλληνικὰς πράξεις ἀφ’ ὧν Θουκυδίδης ἀπέλιπε, καὶ συνεγγίσας τοῖς Λευκ‐ | |
5 | τρικοῖς καιροῖς καὶ τοῖς ἐπιφανεστάτοις τῶν Ἑλλη‐ νικῶν ἔργων, τὴν μὲν Ἑλλάδα μεταξὺ καὶ τὰς ταύ‐ της ἐπιβολὰς ἀπέρριψε, μεταλαβὼν δὲ τὴν ὑπόθεσιν | |
Hist.8.11.4 | τὰς Φιλίππου πράξεις προύθετο γράφειν. καίτοι γε πολλῷ σεμνότερον ἦν καὶ δικαιότερον ἐν τῇ περὶ τῆς Ἑλλάδος ὑποθέσει τὰ πεπραγμένα Φιλίππῳ συμ‐ περιλαβεῖν ἤπερ ἐν τῇ Φιλίππου τὰ τῆς Ἑλλάδος. | |
Hist.8.11.5 | οὐδὲ γὰρ προκαταληφθεὶς ὑπὸ βασιλικῆς δυναστείας, καὶ τυχὼν ἐξουσίας, οὐδεὶς ἂν ἐπέσχε σὺν καιρῷ ποιήσασθαι μετάβασιν ἐπὶ τὸ τῆς Ἑλλάδος ὄνομα καὶ πρόσωπον· ἀπὸ δὲ ταύτης ἀρξάμενος καὶ προβὰς | |
5 | ἐπὶ ποσὸν οὐδ’ ὅλως οὐδεὶς ἂν ἠλλάξατο μονάρχου | |
Hist.8.11.6 | πρόσχημα καὶ βίον, ἀκεραίῳ χρώμενος γνώμῃ. καὶ τί δήποτ’ ἦν τὸ τὰς τηλικαύτας ἐναντιώσεις βιασά‐ μενον παριδεῖν Θεόπομπον; εἰ μὴ νὴ Δί’ ὅτι ἐκεί‐ νης μὲν τῆς ὑποθέσεως τέλος ἦν τὸ καλόν, τῆς δὲ | |
Hist.8.11.7 | κατὰ Φίλιππον τὸ συμφέρον. οὐ μὴν ἀλλὰ πρὸς μὲν ταύτην τὴν ἁμαρτίαν, καθὸ μετέβαλε τὴν ὑπό‐ θεσιν, ἴσως ἂν εἶχέ τι λέγειν, εἴ τις αὐτὸν ἤρετο | |
Hist.8.11.8 | περὶ τούτων· πρὸς δὲ τὴν κατὰ τῶν φίλων αἰσχρο‐ | |
λογίαν οὐκ ἂν οἶμαι δυνηθῆναι λόγον αὐτὸν ἀπο‐ δοῦναι, συγχωρῆσαι δὲ διότι πολύ τι παρέπεσε τοῦ καθήκοντος. [Exc. Peir. p. 18; 9, 6—9, 13 οὐδ’ ὁποίους | ||
5 | Athen. IV, 62 p. 167b; VI, 77 p. 260d; 9, 9 τί γὰρ— οὐκ ἀπῆν Cod. Urb. fol. 107 margo.] | |
Hist.8.12.1 | Φίλιππος δὲ τοὺς μὲν Μεσσηνίους πολεμίους γεγονότας οὐδὲν ἄξιον ἠδυνήθη λόγου βλάψαι, καί‐ περ ἐπιβαλόμενος κακοποιεῖν αὐτῶν τὴν χώραν, εἰς δὲ τοὺς ἀναγκαιοτάτους τῶν φίλων τὴν μεγίστην | |
Hist.8.12.2 | ἀσέλγειαν ἐναπεδείξατο. τὸν γὰρ πρεσβύτερον Ἄρα‐ τον, δυσαρεστηθέντα τοῖς ὑπ’ αὐτοῦ πεπραγμένοις ἐν τῇ Μεσσήνῃ, μετ’ οὐ πολὺ μετὰ Ταυρίωνος τοῦ χειρίζοντος αὐτῷ τὰ κατὰ Πελοπόννησον ἐπανείλατο | |
Hist.8.12.3 | φαρμάκῳ. παραυτίκα μὲν οὖν ἠγνοεῖτο παρὰ τοῖς ἐκτὸς τὸ γεγονός· καὶ γὰρ ἦν ἡ δύναμις οὐ τῶν παρ’ αὐτὸν τὸν καιρὸν ἀπολλυουσῶν, ἀλλὰ χρόνον ἔχουσα | |
Hist.8.12.4 | καὶ διάθεσιν ἐργαζομένη· τόν γε μὴν Ἄρατον αὐτὸν οὐκ ἐλάνθανε τὸ κακόν. ἐγένετο δὲ δῆλον ἐκ τού‐ | |
Hist.8.12.5 | των· ἅπαντας γὰρ ἐπικρυπτόμενος τοὺς ἄλλους, πρὸς ἕνα τῶν ὑπηρετῶν Κεφάλωνα διὰ τὴν συνήθειαν οὐκ ἔστεξε τὸν λόγον, ἀλλ’ ἐπιμελῶς αὐτῷ κατὰ τὴν ἀρρωστίαν τοῦ προειρημένου συμπαρόντος καί τι | |
5 | τῶν πρὸς τῷ τοίχῳ πτυσμάτων ἐπισημηναμένου δίαι‐ μον ὑπάρχον, εἶπε “ταῦτα τἀπίχειρα τῆς φιλίας, ὦ | |
Hist.8.12.6 | Κεφάλων, κεκομίσμεθα τῆς πρὸς Φίλιππον”. οὕτως ἐστὶ μέγα τι καὶ καλὸν χρῆμα μετριότης, ὥστε μᾶλ‐ λον ὁ παθὼν τοῦ πράξαντος ᾐσχύνετο τὸ γεγονός, εἰ τοσούτων καὶ τηλικούτων κεκοινωνηκὼς ἔργων | |
5 | ἐπὶ τῷ τοῦ Φιλίππου συμφέροντι τοιαῦτα τἀπίχειρα | |
Hist.8.12.7 | κεκόμισται τῆς εὐνοίας. οὗτος μὲν οὖν καὶ διὰ τὸ πολλάκις τῆς ἀρχῆς τετευχέναι παρὰ τοῖς Ἀχαιοῖς, | |
καὶ διὰ τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν εἰς τὸ ἔθνος εὐεργεσιῶν, μεταλλάξας τὸν βίον ἔτυχε πρε‐ | ||
5 | πούσης τιμῆς καὶ παρὰ τῇ πατρίδι καὶ παρὰ τῷ | |
Hist.8.12.8 | κοινῷ τῶν Ἀχαιῶν· καὶ γὰρ θυσίας αὐτῷ καὶ τιμὰς ἡρωικὰς ἐψηφίσαντο, καὶ συλλήβδην ὅσα πρὸς αἰώ‐ νιον ἀνήκει μνήμην, ὥστ’ εἴπερ καὶ περὶ τοὺς ἀποι‐ χομένους ἔστι τις αἴσθησις, εἰκὸς εὐδοκεῖν αὐτὸν | |
5 | καὶ τῇ τῶν Ἀχαιῶν εὐχαριστίᾳ καὶ ταῖς ἐν τῷ ζῆν κακοπραγίαις καὶ κινδύνοις. [Cod. Urb. fol. 106 extr. (exc. ant. p. 198); Φίλιππος δὲ— 7 τῶν Ἀχαιῶν habet cod. Peir. ab antecedentibus non seiuncta.] | |
Hist.8.13.1 | Πάλαι δὲ τῇ διανοίᾳ περὶ τὸν Λίσσον καὶ τὸν Ἀκρόλισσον ὤν, καὶ σπουδάζων ἐγκρατὴς γενέσθαι τῶν τόπων τούτων, ὥρμησε μετὰ τῆς δυνάμεως· | |
Hist.8.13.2 | ποιησάμενος δὲ τὴν πορείαν ἐπὶ δύ’ ἡμέρας, καὶ διελθὼν τὰ στενά, κατέζευξε παρὰ τὸν Ἀρδάξανον | |
Hist.8.13.3 | ποταμόν, οὐ μακρὰν τῆς πόλεως. θεωρῶν δὲ τόν τε τοῦ Λίσσου περίβολον καὶ τὰ πρὸς τῇ θαλάττῃ καὶ τὰ πρὸς τὴν μεσόγαιον ἠσφαλισμένον διαφερόν‐ τως καὶ φύσει καὶ κατασκευῇ, τόν τε παρακείμενον | |
5 | Ἀκρόλισσον αὐτῷ καὶ διὰ τὴν εἰς ὕψος ἀνάτασιν καὶ διὰ τὴν ἄλλην ἐρυμνότητα τοιαύτην ἔχοντα φαν‐ τασίαν ὥστε μηδ’ ἂν ἐλπίσαι μηδένα κατὰ κράτος ἑλεῖν, τῆς μὲν περὶ τοῦτον ἐλπίδος ἀπέστη τελέως, | |
Hist.8.13.4 | τῆς δὲ πόλεως οὐ λίαν ἀπήλπισε. συνθεωρήσας δὲ τὸ μεταξὺ διάστημα τοῦ Λίσσου καὶ τοῦ κατὰ τὸν Ἀκρόλισσον πρόποδος σύμμετρον ὑπάρχον πρὸς τὴν ἐπιβολὴν τὴν κατὰ τῆς πόλεως, κατὰ τοῦτο διενοήθη | |
5 | συστησάμενος ἀκροβολισμὸν χρήσασθαι στρατηγή‐ | |
Hist.8.13.5 | ματι πρὸς τὸ παρὸν οἰκείῳ. δοὺς δὲ μίαν ἡμέραν πρὸς ἀνάπαυσιν τοῖς Μακεδόσι, καὶ παρακαλέσας ἐν | |
αὐτῇ τὰ πρέποντα τῷ καιρῷ, τὸ μὲν πολὺ μέρος καὶ χρησιμώτατον τῶν εὐζώνων ἔτι νυκτὸς εἴς τινας | ||
5 | φάραγγας ὑλώδεις ἔκρυψε κατὰ τὸν ἐπὶ τῆς μεσο‐ | |
Hist.8.13.6 | γαίου τόπον ὑπὲρ τὸ προειρημένον διάστημα, τοὺς δὲ πελταστὰς εἰς τὴν ἐπαύριον ἔχων καὶ τὸ λοιπὸν μέρος τῶν εὐζώνων ἐπὶ θάτερα τῆς πόλεως κατὰ | |
Hist.8.13.7 | θάλατταν ἐχρῆτο τῇ πορείᾳ. περιελθὼν δὲ τὴν πό‐ λιν, καὶ γενόμενος κατὰ τὸν προειρημένον τόπον, δῆλος ἦν ὡς ταύτῃ ποιησόμενος τὴν πρὸς τὴν πόλιν | |
Hist.8.13.8 | ἀνάβασιν. οὐκ ἀγνοουμένης δὲ τῆς τοῦ Φιλίππου παρουσίας ἦν πλῆθος ἱκανὸν ἐξ ἁπάσης τῆς πέριξ | |
Hist.8.13.9 | Ἰλλυρίδος εἰς τὸν Λίσσον ἡθροισμένον· τῷ μὲν γὰρ Ἀκρολίσσῳ διὰ τὴν ὀχυρότητα πιστεύοντες μετρίαν | |
Hist.8.14.1 | τινὰ τελέως εἰς αὐτὸν ἀπένειμαν φυλακήν. διόπερ ἅμα τῷ συνεγγίζειν τοὺς Μακεδόνας εὐθέως ἐκ τῆς πόλεως ἐξεχέοντο, θαρροῦντες ἐπί τε τῷ πλήθει καὶ | |
Hist.8.14.2 | ταῖς τῶν τόπων ὀχυρότησι. τοὺς μὲν οὖν πελτα‐ στὰς ὁ βασιλεὺς ἐν τοῖς ἐπιπέδοις ἐπέστησε, τοῖς δὲ κούφοις παρήγγειλε προβαίνειν πρὸς τοὺς λόφους καὶ συμπλέκεσθαι πρὸς τοὺς πολεμίους ἐρρωμένως. | |
Hist.8.14.3 | ποιούντων δὲ τὸ παραγγελθέν, ἐπὶ ποσὸν μὲν ὁ κίνδυνος πάρισος ἦν μετὰ δὲ ταῦτα καὶ ταῖς δυσχω‐ ρίαις εἴξαντες οἱ παρὰ τοῦ Φιλίππου καὶ τῷ πλήθει | |
Hist.8.14.4 | τῶν πολεμίων ἐτράπησαν. καταφυγόντων δὲ τού‐ των εἰς τοὺς πελταστὰς οἱ μὲν ἐκ τῆς πόλεως κατα‐ φρονήσαντες προῄεσαν καὶ συγκαταβάντες ἐν τοῖς | |
Hist.8.14.5 | ἐπιπέδοις προσεμάχοντο τοῖς πελτασταῖς· οἱ δὲ τὸν Ἀκρόλισσον φυλάττοντες, θεωροῦντες τὸν Φίλιππον ἐκ διαδοχῆς ταῖς σπείραις ἐπὶ πόδα ποιούμενον τὴν ἀναχώρησιν, καὶ δόξαντες τοῖς ὅλοις αὐτὸν εἴκειν, | |
5 | ἔλαθον ἐκκληθέντες διὰ τὸ πιστεύειν τῇ φύσει τοῦ | |
Hist.8.14.6 | τόπου, κἄπειτα κατ’ ὀλίγους ἐκλιπόντες τὸν Ἀκρό‐ λισσον κατέρρεον ταῖς ἀνοδίαις εἰς τοὺς ὁμαλοὺς καὶ πεδινοὺς τόπους, ὡς ἤδη τινὸς ὠφελείας καὶ τροπῆς | |
Hist.8.14.7 | τῶν πολεμίων ἐσομένης. κατὰ δὲ τὸν καιρὸν τοῦ‐ τον οἱ τὰς ἐνέδρας ἐκ τῆς μεσογαίας διειληφότες ἀφανῶς ἐξαναστάντες ἐνεργὸν ἐποιήσαντο τὴν ἔφο‐ δον· ἅμα δὲ τούτοις ἐκ μεταβολῆς οἱ πελτασταὶ | |
Hist.8.14.8 | συνεπέθεντο τοῖς ὑπεναντίοις. οὗ συμβάντος δια‐ ταραχθέντες οἱ μὲν ἐκ τοῦ Λίσσου σποράδην ποιού‐ μενοι τὴν ἀναχώρησιν διεσῴζοντο πρὸς τὴν πόλιν, οἱ δὲ τὸν Ἀκρόλισσον ἐκλιπόντες ἀπετμήθησαν ὑπὸ | |
Hist.8.14.9 | τῶν ἐκ τῆς ἐνέδρας ἐξαναστάντων. διὸ καὶ συνέβη τὸ μὲν ἀνέλπιστον, τὸν Ἀκρόλισσον παραχρῆμα λη‐ φθῆναι χωρὶς κινδύνων, τὸν δὲ Λίσσον τῇ κατὰ πό‐ δας ἡμέρᾳ μετὰ μεγάλων ἀγώνων, ποιησαμένων τῶν | |
5 | Μακεδόνων ἐνεργοὺς καὶ καταπληκτικὰς προσβολάς. | |
Hist.8.14.10 | Φίλιππος μὲν οὖν, παραδόξως ἐγκρατὴς γενόμενος τῶν προειρημένων τόπων, ἅπαντας τοὺς πέριξ ὑπο‐ χειρίους ἐποιήσατο διὰ ταύτης τῆς πράξεως, ὥστε τοὺς πλείστους τῶν Ἰλλυριῶν ἐθελοντὴν ἐπιτρέπειν αὐτῷ | |
Hist.8.14.11 | τὰς πόλεις· οὐδεμία γὰρ ὀχυρότης ἔτι πρὸς τὴν Φιλίπ‐ που βίαν οὐδ’ ἀσφάλεια τοῖς ἀντιταττομένοις πρου‐ φαίνετο, κεκρατημένων μετὰ βίας τῶν προειρημένων ὀχυρωμάτων. [Cod. Urb. fol. 107 (exc. ant. p. 199).] | |
Hist.814b1 | Δασσαρῆται ἔθνος Ἰλλυρίας· Πολύβιος ὀγδόῳ. [Steph. Byz. p. 220, 21 Mein.] Ὕσκανα πόλις Ἰλλυρίδος οὐδετέρως· Πολύβιος ηʹ. [ibid. p. 653, 14 Mein.] | |
Hist.8.15t | IV. RES ASIAE. | |
Hist.8.15.1 | Βῶλις ἦν ἀνὴρ γένει μὲν Κρής, χρόνον δὲ πο‐ | |
λὺν ἐν τῇ βασιλείᾳ διατετριφὼς ἐν ἡγεμονικῇ προ‐ στασίᾳ, δοκῶν δὲ καὶ σύνεσιν ἔχειν καὶ τόλμαν παράβολον καὶ τριβὴν ἐν τοῖς πολεμικοῖς οὐδενὸς | ||
Hist.8.15.2 | ἐλάττω. τοῦτον ὁ Σωσίβιος διὰ πλειόνων λόγων πιστωσάμενος, καὶ παρασκευάσας εὔνουν ἑαυτῷ καὶ πρόθυμον, ἀναδίδωσι τὴν πρᾶξιν, λέγων ὡς οὐδὲν ἂν τῷ βασιλεῖ μεῖζον χαρίσαιτο κατὰ τοὺς ἐνεστῶτας | |
5 | καιροὺς ἢ συνεπινοήσας πῶς καὶ τίνι τρόπῳ δύνα‐ | |
Hist.8.15.3 | ται σῶσαι τὸν Ἀχαιόν. τότε μὲν οὖν διακούσας ὁ Βῶλις, καὶ φήσας ἐπισκέψασθαι περὶ τῶν εἰρημένων, | |
Hist.8.15.4 | ἐχωρίσθη· δοὺς δὲ λόγον ἑαυτῷ, καὶ μετὰ δύ’ ἢ τρεῖς ἡμέρας προσελθὼν πρὸς τὸν Σωσίβιον, ἀνε‐ δέξατο τὴν πρᾶξιν εἰς αὑτόν, φήσας καὶ γεγονέναι πλείω χρόνον ἐν ταῖς Σάρδεσι καὶ τῶν τόπων ἐμ‐ | |
5 | πειρεῖν, καὶ τὸν Καμβύλον τὸν ἡγεμόνα τῶν παρ’ Ἀντιόχῳ στρατευομένων Κρητῶν οὐ μόνον πολίτην, | |
Hist.8.15.5 | ἀλλὰ καὶ συγγενῆ καὶ φίλον ὑπάρχειν αὑτῷ. συνέ‐ βαινε δὲ καὶ τὸν Καμβύλον καὶ τοὺς ὑπὸ τοῦτον ταττομένους Κρῆτας πεπιστεῦσθαί τι τῶν φυλακτη‐ ρίων τῶν κατὰ τοὺς ὄπισθε τόπους τῆς ἄκρας, οἵ‐ | |
5 | τινες κατασκευὴν μὲν οὐκ ἐπεδέχοντο, τῇ δὲ συνε‐ χείᾳ τῶν ὑπὸ τὸν Καμβύλον τεταγμένων ἀνδρῶν | |
Hist.8.15.6 | ἐτηροῦντο. τοῦ δὲ Σωσιβίου δεξαμένου τὴν ἐπί‐ νοιαν, καὶ διειληφότος ἢ μὴ δυνατὸν εἶναι σωθῆναι τὸν Ἀχαιὸν ἐκ τῶν περιεστώτων, ἢ δυνατοῦ καθάπαξ ὑπάρχοντος διὰ μηδενὸς ἂν ἑτέρου γενέσθαι τοῦτο | |
5 | βέλτιον ἢ διὰ Βώλιδος, τοιαύτης δὲ συνδραμούσης καὶ περὶ τὸν Βῶλιν προθυμίας, ταχέως ἐλάμβανε | |
Hist.8.15.7 | τὸ πρᾶγμα προκοπήν. ὅ τε γὰρ Σωσίβιος ἅμα μὲν προεδίδου τῶν χρημάτων εἰς τὸ μηδὲν ἐλλείπειν εἰς τὰς ἐπιβολάς, πολλὰ δ’ εὖ γενομένων ὑπισχνεῖτο | |
Hist.8.15.8 | δώσειν, τὰς δὲ παρ’ αὐτοῦ τοῦ βασιλέως καὶ παρ’ Ἀχαιοῦ τοῦ σῳζομένου χάριτας ἐξ ὑπερβολῆς αὔξων | |
Hist.8.15.9 | εἰς μεγάλας ἐλπίδας ἦγε τὸν Βῶλιν· ὅ τε προειρη‐ μένος ἀνήρ, ἕτοιμος ὢν πρὸς τὴν πρᾶξιν, οὐδένα χρόνον ἐπιμείνας ἐξέπλευσε, συνθήματα λαβὼν καὶ πίστεις πρός τε Νικόμαχον εἰς Ῥόδον, ὃς ἐδόκει | |
5 | πατρὸς ἔχειν διάθεσιν κατὰ τὴν εὔνοιαν καὶ πίστιν πρὸς τὸν Ἀχαιόν, ὁμοίως δὲ καὶ πρὸς Μελαγκόμαν | |
Hist.8.15.10 | εἰς Ἔφεσον. οὗτοι γὰρ ἦσαν, δι’ ὧν καὶ τὸν πρὸ τοῦ χρόνον Ἀχαιὸς τά τε πρὸς τὸν Πτολεμαῖον καὶ τὰς ἄλλας ἁπάσας τὰς ἔξωθεν ἐπιβολὰς ἐχείριζε. | |
Hist.8.16.1 | Παραγενόμενος δ’ εἰς τὴν Ῥόδον καὶ μετὰ ταῦτα πάλιν εἰς τὴν Ἔφεσον, καὶ κοινωσάμενος τοῖς προ‐ ειρημένοις ἀνδράσι, καὶ λαβὼν αὐτοὺς ἑτοίμους εἰς τὰ παρακαλούμενα, μετὰ ταῦτ’ Ἀριανόν τινα τῶν | |
5 | ὑφ’ αὑτὸν ταττομένων διαπέμπεται πρὸς τὸν Καμ‐ | |
Hist.8.16.2 | βύλον, φήσας ἐξαπεστάλθαι μὲν ἐκ τῆς Ἀλεξανδρείας ξενολογήσων, βούλεσθαι δὲ τῷ Καμβύλῳ συμμῖξαι περί τινων ἀναγκαίων· διόπερ ᾤετο δεῖν τάξασθαι καιρὸν καὶ τόπον, ἐν ᾧ μηδενὸς συνειδότος αὑτοῖς | |
Hist.8.16.3 | συναντήσουσι. ταχὺ δὲ τοῦ Ἀριανοῦ συμμίξαντος τῷ Καμβύλῳ καὶ δηλώσαντος τὰς ἐντολάς, ἑτοίμως ὁ προειρημένος ἀνὴρ ὑπήκουσε τοῖς παρακαλουμέ‐ νοις, καὶ συνθέμενος ἡμέραν καὶ τόπον ἑκατέρῳ | |
5 | γνωστόν, εἰς ὃν παρέσται νυκτός, ἀπέπεμψε τὸν | |
Hist.8.16.4 | Ἀριανόν. ὁ δὲ Βῶλις, ἅτε Κρὴς ὑπάρχων καὶ φύσει ποικίλος, πᾶν ἐβάσταζε πρᾶγμα καὶ πᾶσαν ἐπίνοιαν | |
Hist.8.16.5 | ἐψηλάφα. τέλος δὲ συμμίξας τῷ Καμβύλῳ κατὰ τὴν τοῦ Ἀριανοῦ σύνταξιν ἔδωκε τὴν ἐπιστολήν. ἧς τε‐ θείσης εἰς τὸ μέσον ἐποιοῦντο τὴν σκέψιν Κρητικήν· | |
Hist.8.16.6 | οὐ γὰρ ἐσκόπουν ὑπὲρ τῆς τοῦ κινδυνεύοντος σω‐ | |
τηρίας οὐδ’ ὑπὲρ τῆς τῶν ἐγχειρισάντων τὴν πρᾶξιν πίστεως, ἀλλ’ ὑπὲρ τῆς αὑτῶν ἀσφαλείας καὶ τοῦ | ||
Hist.8.16.7 | σφίσιν αὐτοῖς συμφέροντος. διόπερ ἀμφότεροι Κρῆ‐ τες ὄντες συντόμως κατηνέχθησαν ἐπὶ τὴν αὐτὴν γνώμην· αὕτη δ’ ἦν τὰ μὲν παρὰ τοῦ Σωσιβίου | |
Hist.8.16.8 | προδεδομένα δέκα τάλαντα διελέσθαι κοινῇ, τὴν δὲ πρᾶξιν Ἀντιόχῳ δηλώσαντας καὶ συνεργῷ χρησαμέ‐ νους ἐπαγγείλασθαι τὸν Ἀχαιὸν ἐγχειριεῖν αὐτῷ, λα‐ βόντας χρήματα καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀξίας | |
Hist.8.16.9 | τῆς προειρημένης ἐπιβολῆς. τούτων δὲ κυρωθέντων ὁ μὲν Καμβύλος ἀνεδέξατο χειριεῖν τὰ κατὰ τὸν Ἀν‐ τίοχον, ὁ δὲ Βῶλις ἐτάξατο μετά τινας ἡμέρας πέμψειν τὸν Ἀριανὸν πρὸς τὸν Ἀχαιόν, ἔχοντα παρά τε τοῦ | |
5 | Νικομάχου καὶ Μελαγκόμα συνθηματικὰ γράμματα. | |
Hist.8.16.10 | περὶ δὲ τοῦ παρεισελθεῖν τὸν Ἀριανὸν εἰς τὴν ἄκραν ἀσφαλῶς καὶ πάλιν ἀπελθεῖν, ἐκεῖνον ἐκέλευε φρον‐ | |
Hist.8.16.11 | τίζειν. ἐὰν δὲ προσδεξάμενος τὴν ἐπιβολὴν Ἀχαιὸς ἀντιφωνήσῃ τοῖς περὶ τὸν Νικόμαχον καὶ Μελαγκό‐ μαν, οὕτως ἔφη δώσειν ὁ Βῶλις αὑτὸν εἰς τὴν χρείαν | |
Hist.8.16.12 | καὶ συμμίξειν τῷ Καμβύλῳ. τῆς δὲ διατάξεως γε‐ νομένης τοιαύτης χωρισθέντες ἔπραττον ἑκάτεροι τὰ συντεταγμένα. | |
Hist.8.17.1 | Καὶ λαβὼν καιρὸν πρῶτον ὁ Καμβύλος προσ‐ | |
Hist.8.17.2 | φέρει τῷ βασιλεῖ τὸν λόγον. ὁ δ’ Ἀντίοχος, πρὸς τρόπον αὐτῷ καὶ παραδόξου γενομένης τῆς ἐπαγ‐ γελίας, τὰ μὲν ὑπερχαρὴς ὢν πάνθ’ ὑπισχνεῖτο, τὰ δὲ διαπιστῶν ἐξήταζε τὰς κατὰ μέρος ἐπινοίας καὶ | |
Hist.8.17.3 | παρασκευὰς αὐτῶν. μετὰ δὲ ταῦτα πιστεύσας, καὶ νομίζων ὡς ἂν εἰ σὺν θεῷ γίνεσθαι τὴν ἐπιβολήν, ἠξίου καὶ πολλάκις ἐδεῖτο τοῦ Καμβύλου συντελεῖν | |
Hist.8.17.4 | τὴν πρᾶξιν. τὸ δὲ παραπλήσιον ὁ Βῶλις ἐποίει πρὸς | |
τὸν Νικόμαχον καὶ Μελαγκόμαν. οἱ δὲ πιστεύοντες ἀπὸ τοῦ κρατίστου γίνεσθαι τὴν ἐπιβολήν, καὶ παρ‐ αυτίκα τῷ Ἀριανῷ συνθέντες τὰς πρὸς τὸν Ἀχαιὸν | ||
5 | ἐπιστολὰς γεγραμμένας συνθηματικῶς, καθάπερ ἔθος | |
Hist.8.17.5 | ἦν αὐτοῖς, οὕτως ὥστε τὸν κυριεύσαντα τῆς ἐπιστο‐ λῆς μὴ δύνασθαι γνῶναι μηδὲν τῶν ἐν αὐτῇ γε‐ γραμμένων, ἐξαπέστειλαν παρακαλοῦντες πιστεύειν | |
Hist.8.17.6 | τοῖς περὶ τὸν Βῶλιν καὶ τὸν Καμβύλον. ὁ δ’ Ἀρια‐ νὸς διὰ τοῦ Καμβύλου παρελθὼν εἰς τὴν ἄκραν τὰ γεγραμμένα τοῖς περὶ τὸν Ἀχαιὸν ἀπέδωκε, καὶ συμ‐ παρὼν ἀπὸ τῆς ἀρχῆς τοῖς γινομένοις ἀκριβῶς τὸν | |
5 | κατὰ μέρος ὑπὲρ ἑκάστων ἀπεδίδου λόγον, πολλάκις μὲν καὶ ποικίλως ὑπὲρ τῶν κατὰ τὸν Σωσίβιον καὶ Βῶλιν ἀνακρινόμενος, πολλάκις δὲ περὶ Νικομάχου καὶ Μελαγκόμα, μάλιστα δὲ περὶ τῶν κατὰ τὸν | |
Hist.8.17.7 | Καμβύλον. οὐ μὴν ἀλλ’ αὐτοπαθῶς καὶ γενναίως ὑπέμενε τοὺς ἐλέγχους, καὶ μάλιστα διὰ τὸ μὴ γι‐ νώσκειν τὸ συνέχον τῶν τῷ Καμβύλῳ καὶ Βώλιδι | |
Hist.8.17.8 | δεδογμένων. Ἀχαιὸς δὲ καὶ διὰ τῶν ἀνακρίσεων τῶν τοῦ Ἀριανοῦ καὶ μάλιστα διὰ τῶν παρὰ τοῦ Νικομάχου καὶ Μελαγκόμα συνθημάτων πιστεύσας ἀντεφώνησε, καὶ παραχρῆμα πάλιν ἐξέπεμψε τὸν | |
Hist.8.17.9 | Ἀριανόν. πλεονάκις δὲ τούτου γινομένου παρ’ ἑκα‐ τέρων, τέλος οἱ περὶ τὸν Ἀχαιὸν ἐπέτρεψαν περὶ σφῶν τοῖς περὶ τὸν Νικόμαχον, ἅτε μηδεμιᾶς ἄλλης ἐλπίδος ἔτι καταλειπομένης πρὸς σωτηρίαν, καὶ πέμ‐ | |
5 | πειν ἐκέλευον ἅμα τῷ Ἀριανῷ τὸν Βῶλιν ἀσελήνου | |
Hist.8.17.10 | νυκτός, ὡς ἐγχειριοῦντες αὑτούς. ἦν γάρ τις ἐπί‐ νοια περὶ τὸν Ἀχαιὸν τοιαύτη, πρῶτον μὲν διαφυγεῖν τοὺς ἐνεστῶτας κινδύνους, μετὰ δὲ ταῦτα ποιήσασθαι δίχα προόδου τὴν ὁρμὴν ἐπὶ τοὺς κατὰ Συρίαν τό‐ | |
Hist.8.17.11 | πους· πάνυ γὰρ εἶχε μεγάλας ἐλπίδας ἐπιφανεὶς ἄφνω καὶ παραδόξως τοῖς κατὰ Συρίαν ἀνθρώποις, καὶ ἔτι διατρίβοντος Ἀντιόχου περὶ τὰς Σάρδεις, μέγα ποιήσειν κίνημα καὶ μεγάλης ἀποδοχῆς τεύξεσθαι | |
5 | παρά τε τοῖς Ἀντιοχεῦσι καὶ τοῖς κατὰ Κοίλην Συ‐ ρίαν καὶ Φοινίκην. | |
Hist.8.18.1 | Ὁ μὲν οὖν Ἀχαιὸς ἐπί τινος τοιαύτης προσδο‐ κίας καὶ διαλογισμῶν ὑπάρχων ἐκαραδόκει τὴν παρ‐ | |
Hist.8.18.2 | ουσίαν τοῦ Βώλιδος· οἱ δὲ περὶ τὸν Μελαγκόμαν ἀποδεξάμενοι τὸν Ἀριανὸν καὶ τὰς ἐπιστολὰς ἀνα‐ γνόντες, ἐξέπεμπον τὸν Βῶλιν, παρακαλέσαντες διὰ πλειόνων καὶ μεγάλας ἐλπίδας ὑποδείξαντες, ἐὰν | |
Hist.8.18.3 | καθίκηται τῆς ἐπιβολῆς. ὁ δὲ προδιαπεμψάμενος τὸν Ἀριανόν, καὶ δηλώσας τῷ Καμβύλῳ τὴν αὑτοῦ παρ‐ | |
Hist.8.18.4 | ουσίαν, ἧκε νυκτὸς ἐπὶ τὸν συντεθέντα τόπον. γενό‐ μενοι δὲ μίαν ἡμέραν ἐπὶ ταὐτό, καὶ συνταξάμενοι περὶ τοῦ πῶς χειρισθήσεται τὰ κατὰ μέρος, μετὰ | |
Hist.8.18.5 | ταῦτα νυκτὸς εἰσῆλθον εἰς τὴν παρεμβολήν. ἡ δὲ διάταξις αὐτῶν ἐγεγόνει τοιαύτη τις· εἰ μὲν συμ‐ βαίη τὸν Ἀχαιὸν ἐκ τῆς ἄκρας ἐλθεῖν μόνον ἢ καὶ δεύτερον μετὰ τοῦ Βώλιδος καὶ Ἀριανοῦ, τελέως | |
5 | εὐκαταφρόνητος, ἔτι δ’ εὐχείρωτος ἔμελλε γίνεσθαι | |
Hist.8.18.6 | τοῖς ἐνεδρεύουσιν· εἰ δὲ μετὰ πλειόνων, δύσχρηστος ἡ πρόθεσις ἀπέβαινε τοῖς πεπιστευμένοις, ἄλλως τε καὶ ζωγρίᾳ σπεύδουσι κυριεῦσαι διὰ τὸ τῆς πρὸς τὸν Ἀντίοχον χάριτος τὸ πλεῖστον ἐν τούτῳ κεῖσθαι | |
Hist.8.18.7 | τῷ μέρει. διόπερ ἔδει τὸν μὲν Ἀριανόν, ὅταν ἐξάγῃ τὸν Ἀχαιόν, ἡγεῖσθαι διὰ τὸ γινώσκειν τὴν ἀτρα‐ πόν, ᾗ πολλάκις ἐπεποίητο καὶ τὴν εἴσοδον καὶ τὴν | |
Hist.8.18.8 | ἔξοδον, τὸν δὲ Βῶλιν ἀκολουθεῖν τῶν ἄλλων κατ‐ όπιν, ἵν’ ἐπειδὰν παραγένηται πρὸς τὸν τόπον, ἐν | |
ᾧ τοὺς ἐνεδρεύοντας ἑτοίμους ὑπάρχειν ἔδει διὰ τοῦ Καμβύλου, τότ’ ἐπιλαβόμενος κρατοίη τὸν Ἀχαιόν, | ||
5 | καὶ μήτε διαδραίη κατὰ τὸν θόρυβον νυκτὸς οὔσης διὰ τόπων ὑλωδῶν, μήθ’ αὑτὸν ῥίψαι κατά τινος κρημνοῦ περιπαθὴς γενόμενος, πέσοι δὲ κατὰ τὴν | |
Hist.8.18.9 | πρόθεσιν ὑπὸ τὰς τῶν ἐχθρῶν χεῖρας ζωγρίᾳ. τού‐ των δὲ συγκειμένων, καὶ παραγενομένου τοῦ Βώλι‐ δος ὡς τὸν Καμβύλον, ᾗ μὲν ἦλθε νυκτί, ταύτῃ παράγει πρὸς τὸν Ἀντίοχον τὸν Βῶλιν ὁ Καμβύλος | |
Hist.8.18.10 | μόνος πρὸς μόνον. ἀποδεξαμένου δὲ τοῦ βασιλέως φιλοφρόνως, καὶ δόντος πίστεις ὑπὲρ τῶν ἐπαγγε‐ λιῶν, καὶ παρακαλέσαντος ἀμφοτέρους διὰ πλειόνων μηκέτι μέλλειν ὑπὲρ τῶν προκειμένων, τότε μὲν | |
Hist.8.18.11 | ἀνεχώρησαν εἰς τὴν αὑτῶν παρεμβολήν, ὑπὸ δὲ τὴν ἑωθινὴν Βῶλις ἀνέβη μετὰ τοῦ Ἀριανοῦ, καὶ παρ‐ εισῆλθεν ἔτι νυκτὸς εἰς τὴν ἄκραν. | |
Hist.8.19.1 | Ἀχαιὸς δὲ προσδεξάμενος ἐκτενῶς καὶ φιλοφρό‐ νως τὸν Βῶλιν ἀνέκρινε διὰ πλειόνων ὑπὲρ ἑκάστου | |
Hist.8.19.2 | τῶν κατὰ μέρος. θεωρῶν δὲ καὶ κατὰ τὴν ἐπιφά‐ νειαν τὸν ἄνδρα καὶ κατὰ τὴν ὁμιλίαν ἕλκοντα τὸ τῆς πράξεως στάσιμον, τὰ μὲν περιχαρὴς ἦν διὰ τὴν ἐλπίδα τῆς σωτηρίας, τὰ δὲ πάλιν ἐπτοημένος καὶ | |
5 | πλήρης ἀγωνίας διὰ τὸ μέγεθος τῶν ἀποβησομένων. | |
Hist.8.19.3 | ὑπάρχων δὲ καὶ κατὰ τὴν διάνοιαν οὐδενὸς ἥττων καὶ κατὰ τὴν ἐν πράγμασι τριβὴν ἱκανός, ὅμως ἀκμὴν ἔκρινε μὴ πᾶσαν εἰς τὸν Βῶλιν ἀνακρεμάσαι τὴν | |
Hist.8.19.4 | πίστιν. διὸ ποιεῖται τοιούτους λόγους πρὸς αὐτόν, ὅτι κατὰ μὲν τὸ παρὸν οὐκ ἔστι δυνατὸν ἐξελθεῖν αὐτῷ, πέμψει δέ τινας τῶν φίλων μετ’ ἐκείνου τρεῖς ἢ τέτταρας, ὧν συμμιξάντων τοῖς περὶ τὸν Μελαγ‐ | |
5 | κόμαν ἕτοιμον αὑτὸν ἔφη παρασκευάσειν πρὸς τὴν | |
Hist.8.19.5 | ἔξοδον. ὁ μὲν οὖν Ἀχαιὸς ἐποίει τὰ δυνατά· τοῦτο δ’ ἠγνόει, τὸ δὴ λεγόμενον, πρὸς Κρῆτα κρητίζων· ὁ γὰρ Βῶλις οὐθὲν ἀψηλάφητον εἶχε τῶν ἐπινοη‐ | |
Hist.8.19.6 | θέντων ἂν εἰς τοῦτο τὸ μέρος. πλὴν παραγενομέ‐ νης τῆς νυκτός, ἐν ᾗ συνεξαποστέλλειν ἔφη τοὺς φίλους, προπέμψας τὸν Ἀριανὸν καὶ τὸν Βῶλιν ἐπὶ τὴν τῆς ἄκρας ἔξοδον μένειν προσέταξε, μέχρις ἂν | |
Hist.8.19.7 | οἱ μέλλοντες αὐτοῖς συνεξορμᾶν παραγένωνται. τῶν δὲ πειθαρχησάντων, κοινωσάμενος παρ’ αὐτὸν τὸν καιρὸν τῇ γυναικὶ καὶ ποιήσας διὰ τὸ παράδοξον τὴν Λαοδίκην ἔκφρονα, χρόνον μέν τινα λιπαρῶν | |
5 | ταύτην καὶ καταπραΰνων ταῖς προσδοκωμέναις ἐλπίσι | |
Hist.8.19.8 | προσεκαρτέρει, μετὰ δὲ ταῦτα πέμπτος αὐτὸς γενό‐ μενος, καὶ τοῖς μὲν ἄλλοις μετρίας ἐσθῆτας ἀναδούς, αὐτὸς δὲ λιτὴν καὶ τὴν τυχοῦσαν ἀναλαβὼν καὶ τα‐ | |
Hist.8.19.9 | πεινὸν αὑτὸν ποιήσας προῆγε, συντάξας ἑνὶ τῶν φίλων αὐτὸν αἰὲν ἀποκρίνασθαι πρὸς τὸ λεγόμενον ὑπὸ τῶν περὶ τὸν Ἀριανὸν καὶ πυνθάνεσθαι παρ’ ἐκείνων ἀεὶ τὸ κατεπεῖγον, περὶ δὲ τῶν ἄλλων φά‐ | |
5 | ναι βαρβάρους αὐτοὺς ὑπάρχειν. | |
Hist.8.20.1 | Ἐπεὶ δὲ συνέμιξαν τοῖς περὶ τὸν Ἀριανόν, ἡγεῖτο μὲν αὐτὸς αὐτῶν διὰ τὴν ἐμπειρίαν, ὁ δὲ Βῶλις κατόπιν ἐπέστη κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἀπορῶν | |
Hist.8.20.2 | καὶ δυσχρηστούμενος ὑπὲρ τοῦ συμβαίνοντος· καί‐ περ γὰρ ὢν Κρὴς καὶ πᾶν ἄν τι κατὰ τοῦ πέλας ὑποπτεύσας, ὅμως οὐκ ἠδύνατο διὰ τὸ σκότος συν‐ νοῆσαι τὸν Ἀχαιόν, οὐχ οἷον τίς ἐστιν, ἀλλ’ οὐδὲ | |
Hist.8.20.3 | καθάπαξ εἰ πάρεστι. τῆς δὲ καταβάσεως κρημνώ‐ δους μὲν καὶ δυσβάτου κατὰ τὸ πλεῖστον ὑπαρχούσης, ἔν τισι δὲ τόποις καὶ λίαν ἐπισφαλεῖς ἐχούσης καὶ κινδυνώδεις καταφοράς, ὁπότε παραγένοιτο πρός τινα | |
5 | τοιοῦτον τόπον, τῶν μὲν ἐπιλαμβανομένων, τῶν δὲ | |
Hist.8.20.4 | πάλιν ἐκδεχομένων τὸν Ἀχαιόν, οὐ δυναμένων γὰρ καθόλου τὴν ἐκ τῆς συνηθείας καταξίωσιν στέλλε‐ σθαι πρὸς τὸν παρόντα καιρόν, ταχέως ὁ Βῶλις | |
Hist.8.20.5 | συνῆκε τίς ἐστι καὶ ποῖος αὐτῶν ὁ Ἀχαιός. ἐπεὶ δὲ παρεγένοντο πρὸς τὸν τῷ Καμβύλῳ διατεταγμένον τόπον, καὶ τὸ σύνθημα προσσυρίξας ὁ Βῶλις ἀπέ‐ δωκε, τῶν μὲν ἄλλων οἱ διαναστάντες ἐκ τῆς ἐνέ‐ | |
Hist.8.20.6 | δρας ἐπελάβοντο, τὸν δ’ Ἀχαιὸν αὐτὸς ὁ Βῶλις ὁμοῦ τοῖς ἱματίοις, ἔνδον τὰς χεῖρας ἔχοντα, συνήρπασε, φοβηθεὶς μὴ συννοήσας τὸ γινόμενον ἐπιβάλοιτο διαφθείρειν αὑτόν· καὶ γὰρ εἶχε μάχαιραν ἐφ’ αὑτῷ | |
Hist.8.20.7 | παρεσκευασμένος. ταχὺ δὲ καὶ πανταχόθεν κυκλω‐ θεὶς ὑποχείριος ἐγένετο τοῖς ἐχθροῖς, καὶ παραχρῆμα | |
Hist.8.20.8 | μετὰ τῶν φίλων ἀνήγετο πρὸς τὸν Ἀντίοχον. ὁ δὲ βασιλεύς, πάλαι μετέωρος ὢν τῇ διανοίᾳ καὶ καρα‐ δοκῶν τὸ συμβησόμενον, ἀπολύσας τοὺς ἐκ τῆς συν‐ ουσίας ἔμενε μόνος ἐγρηγορὼς ἐν τῇ σκηνῇ μετὰ δυεῖν | |
Hist.8.20.9 | ἢ τριῶν σωματοφυλάκων. παρεισελθόντων δὲ τῶν περὶ τὸν Καμβύλον καὶ καθισάντων τὸν Ἀχαιὸν ἐπὶ τὴν γῆν δεδεμένον, εἰς τοιαύτην ἀφασίαν ἦλθε διὰ τὸ παράδοξον ὥστε πολὺν μὲν χρόνον ἀποσιωπῆσαι, | |
5 | τὸ δὲ τελευταῖον συμπαθὴς γενέσθαι καὶ δακρῦσαι. | |
Hist.8.20.10 | τοῦτο δ’ ἔπαθεν ὁρῶν, ὡς ἔμοιγε δοκεῖ, τὸ δυσφύ‐ λακτον καὶ παράλογον τῶν ἐκ τῆς τύχης συμβαινόν‐ | |
Hist.8.20.11 | των. Ἀχαιὸς γὰρ ἦν Ἀνδρομάχου μὲν υἱὸς τοῦ Λαοδίκης ἀδελφοῦ τῆς Σελεύκου γυναικός, ἔγημε δὲ Λαοδίκην τὴν Μιθριδάτου τοῦ βασιλέως θυγα‐ τέρα, κύριος δ’ ἐγεγόνει τῆς ἐπὶ τάδε τοῦ Ταύρου | |
Hist.8.20.12 | πάσης. δοκῶν δὲ τότε καὶ ταῖς αὑτοῦ δυνάμεσι καὶ ταῖς τῶν ὑπεναντίων ἐν ὀχυρωτάτῳ τόπῳ τῆς οἰκου‐ | |
μένης διατρίβειν, ἐκάθητο δεδεμένος ἐπὶ τῆς γῆς, ὑποχείριος γενόμενος τοῖς ἐχθροῖς, οὐδέπω γινώ‐ | ||
5 | σκοντος οὐθενὸς ἁπλῶς τὸ γεγονὸς πλὴν τῶν πρα‐ ξάντων. | |
Hist.8.21.1 | Οὐ μὴν ἀλλ’ ἅμα τῷ φωτὶ συναθροιζομένων τῶν φίλων εἰς τὴν σκηνὴν κατὰ τὸν ἐθισμόν, καὶ τοῦ πράγματος ὑπὸ τὴν ὄψιν θεωρουμένου, τὸ παρα‐ πλήσιον τῷ βασιλεῖ συνέβαινε πάσχειν καὶ τοὺς ἄλ‐ | |
5 | λους· θαυμάζοντες γὰρ τὸ γεγονὸς ἠπίστουν τοῖς | |
Hist.8.21.2 | ὁρωμένοις. καθίσαντος δὲ τοῦ συνεδρίου, πολλοὶ μὲν ἐγίνοντο λόγοι περὶ τοῦ τίσι δεῖ κατ’ αὐτοῦ χρή‐ | |
Hist.8.21.3 | σασθαι τιμωρίαις· ἔδοξε δ’ οὖν πρῶτον μὲν ἀκρω‐ τηριάσαι τὸν ταλαίπωρον, μετὰ δὲ ταῦτα τὴν κεφαλὴν ἀποτεμόντας αὐτοῦ καὶ καταρράψαντας εἰς ὄνειον | |
Hist.8.21.4 | ἀσκὸν ἀνασταυρῶσαι τὸ σῶμα. γενομένων δὲ τούτων, καὶ τῆς δυνάμεως ἐπιγνούσης τὸ συμβεβηκός, τοιοῦ‐ τος ἐνθουσιασμὸς ἐγένετο καὶ παράστασις τοῦ στρα‐ τοπέδου παντὸς ὥστε τὴν Λαοδίκην ἐκ τῆς ἄκρας | |
5 | μόνον συνειδυῖαν τὴν ἔξοδον τἀνδρός, τεκμήρασθαι τὸ γεγονὸς ἐκ τῆς περὶ τὸ στρατόπεδον ταραχῆς καὶ | |
Hist.8.21.5 | κινήσεως. ταχὺ δὲ καὶ τοῦ κήρυκος παραγενομένου πρὸς τὴν Λαοδίκην καὶ διασαφοῦντος τὰ περὶ τὸν Ἀχαιόν, καὶ κελεύοντος τίθεσθαι τὰ πράγματα καὶ | |
Hist.8.21.6 | παραχωρεῖν τῆς ἄκρας, τὸ μὲν πρῶτον ἀναπόκριτος οἰμωγὴ καὶ θρῆνοι παράλογοι κατεῖχον τοὺς περὶ τὴν ἀκρόπολιν, οὐχ οὕτως διὰ τὴν πρὸς τὸν Ἀχαιὸν εὔνοιαν ὡς διὰ τὸ παράδοξον καὶ τελέως ἀνέλπιστον | |
Hist.8.21.7 | ἑκάστῳ φαίνεσθαι τὸ συμβεβηκός, μετὰ δὲ ταῦτα πολλή τις ἦν ἀπορία καὶ δυσχρηστία περὶ τοὺς ἔν‐ | |
Hist.8.21.8 | δον. Ἀντίοχος δὲ διακεχειρισμένος τὸν Ἀχαιὸν ἐπεῖχε τοῖς κατὰ τὴν ἄκραν ἀεί, πεπεισμένος ἀφορμὴν ἐκ | |
τῶν ἔνδον αὑτῷ παραδοθήσεσθαι, καὶ μάλιστα διὰ | ||
Hist.8.21.9 | τῶν στρατιωτῶν. ὃ καὶ τέλος ἐγένετο· στασιάσαν‐ τες γὰρ πρὸς σφᾶς ἐμερίσθησαν, οἱ μὲν πρὸς Ἀρί‐ βαζον, οἱ δὲ πρὸς τὴν Λαοδίκην. οὗ γενομένου δια‐ πιστήσαντες ἀλλήλοις ταχέως ἀμφότεροι παρέδοσαν | |
5 | αὑτοὺς καὶ τὰς ἀκροπόλεις. | |
Hist.8.21.10 | Ἀχαιὸς μὲν οὖν πάντα τὰ κατὰ λόγον πράξας, ὑπὸ δὲ τῆς τῶν πιστευθέντων ἡττηθεὶς ἀθεσίας, κατεστρέψατο τὸν βίον, κατὰ δύο τρόπους οὐκ ἀνω‐ | |
Hist.8.21.11 | φελὲς ὑπόδειγμα γενόμενος τοῖς ἐπεσομένοις, καθ’ ἕνα μὲν πρὸς τὸ μηδενὶ πιστεύειν ῥᾳδίως, καθ’ ἕτερον δὲ πρὸς τὸ μὴ μεγαλαυχεῖν ἐν ταῖς εὐπραγίαις, πᾶν δὲ προσδοκᾶν ἀνθρώπους ὄντας. [Cod. Urb. fol. 109 | |
5 | (exc. ant. p. 199) et inde ab 360, 10. πιστεύειν Exc. Vat. p. 374 M. 27, 1 H. post unius folii lacunam (v. VIII, 36, 9).] | |
Hist.8.22.1 | Ὅτι Καύαρος ὁ βασιλεὺς τῶν ἐν τῇ Θρᾴκῃ Γα‐ λατῶν βασιλικὸς ὑπάρχων τῇ φύσει καὶ μεγαλόφρων, πολλὴν μὲν ἀσφάλειαν παρεσκεύαζε τοῖς προσπλέουσι | |
Hist.8.22.2 | τῶν ἐμπόρων εἰς τὸν Πόντον, μεγάλας δὲ παρείχετο χρείας τοῖς Βυζαντίοις ἐν τοῖς πρὸς τοὺς Θρᾷκας καὶ Βιθυνοὺς πολέμοις. [Exc. Peir. p. 26.] | |
Hist.8.22.3 | Πολύβιος .. ἐν ὀγδόῃ ἱστοριῶν, Καύαρος, φησίν, ὁ Γαλάτης, ὢν τἄλλα ἀνὴρ ἀγαθός, ὑπὸ Σωστράτου τοῦ κόλακος διεστρέφετο, ὃς ἦν Χαλκηδόνιος γένος. [Athenaeus VI, 60 p. 252c.] | |
Hist.8.23.1 | Ὅτι Ξέρξου βασιλεύοντος πόλεως Ἀρμόσατα, ἣ κεῖται πρὸς τῷ Καλῷ πεδίῳ καλουμένῳ, μέσον Εὐ‐ φράτου καὶ Τίγριδος, ταύτῃ τῇ πόλει παραστρατο‐ πεδεύσας Ἀντίοχος ὁ βασιλεὺς ἐπεβάλετο πολιορκεῖν | |
Hist.8.23.2 | αὐτήν. θεωρῶν δὲ τὴν παρασκευὴν τοῦ βασιλέως ὁ | |
Ξέρξης, τὸ μὲν πρῶτον αὑτὸν ἐκποδὼν ἐποίησε, μετὰ δέ τινα χρόνον δείσας μὴ τοῦ βασιλείου κρατηθέν‐ τος ὑπὸ τῶν ἐχθρῶν καὶ τἄλλα τὰ κατὰ τὴν ἀρχὴν | ||
5 | αὐτῷ διατραπῇ, μετεμελήθη καὶ διεπέμψατο πρὸς τὸν Ἀντίοχον, φάσκων βούλεσθαι συνελθεῖν εἰς λό‐ | |
Hist.8.23.3 | γους. οἱ μὲν οὖν πιστοὶ τῶν φίλων οὐκ ἔφασκον δεῖν προΐεσθαι τὸν νεανίσκον λαβόντες εἰς χεῖρας, ἀλλὰ συνεβούλευον κυριεύσαντα τῆς πόλεως Μιθρι‐ δάτῃ παραδοῦναι τὴν δυναστείαν, ὃς ἦν υἱὸς τῆς | |
Hist.8.23.4 | ἀδελφῆς αὐτοῦ κατὰ φύσιν. ὁ δὲ βασιλεὺς τούτων μὲν οὐδενὶ προσέσχε, μεταπεμψάμενος δὲ τὸν νεα‐ νίσκον διελύσατο τὴν ἔχθραν, ἀφῆκε δὲ τὰ πλεῖστα τῶν χρημάτων, ἃ συνέβαινε τὸν πατέρα προσοφεί‐ | |
Hist.8.23.5 | λειν αὐτῷ τῶν φόρων. λαβὼν δὲ παραχρῆμα τρια‐ κόσια τάλαντα παρ’ αὐτοῦ καὶ χιλίους ἵππους καὶ χιλίους ἡμιόνους μετὰ τῆς ἐπισκευῆς τά τε κατὰ τὴν ἀρχὴν ἅπαντ’ ἀ(πο)κατέστησε, καὶ συνοικίσας αὐτῷ | |
5 | τὴν ἀδελφὴν Ἀντιοχίδα πάντας τοὺς ἐκείνων τῶν τόπων ἐψυχαγώγησε καὶ προσεκαλέσατο, δόξας με‐ γαλοψύχως καὶ βασιλικῶς τοῖς πράγμασι κεχρῆσθαι. [Exc. Peir. p. 26.] | |
Hist.8.24t | V. RES ITALIAE. | |
Hist.8.24.1 | Ὅτι οἱ Ταραντῖνοι διὰ τὸ τῆς εὐδαιμονίας ὑπερ‐ ήφανον ἐπεκαλέσαντο Πύρρον τὸν Ἠπειρώτην· πᾶσα γὰρ ἐλευθερία μετ’ ἐξουσίας πολυχρονίου φύσιν ἔχει κόρον λαμβάνειν τῶν ὑποκειμένων, κἄπειτα ζητεῖ | |
5 | δεσπότην· τυχοῦσά γε μὴν τούτου ταχὺ πάλιν μισεῖ διὰ τὸ μεγάλην φαίνεσθαι τὴν πρὸς τὸ χεῖρον μετα‐ βολήν· ὃ καὶ τότε συνέβαινε τοῖς Ταραντίνοις. [Exc. Vat. p. 374 M. 27, 2 H. 23. πᾶσα— 26. μισεῖ etiam | |
cod. Urb. fol. 114 extr. margo.] | ||
Hist.8.24.2 | Ὅτι πᾶν τὸ μέλλον κρεῖττον φαίνεται τοῦ παρ‐ όντος ὑπάρχειν. [Exc. Vat. p. 375 M. 27, 8 H.] | |
Hist.8.24.3 | Προσπεσόντων δὲ τούτων εἰς Τάραντα καὶ τοὺς Θουρίους, ἠγανάκτει τὰ πλήθη. [Suidas v. Προσπε‐ σόντων.] | |
Hist.8.24.4 | Τὸ μὲν οὖν πρῶτον ὡς ἐπ’ ἐξοδείαν ὁρμήσαν‐ τες ἐκ τῆς πόλεως καὶ συνεγγίσαντες τῇ παρεμβολῇ τῶν Καρχηδονίων νυκτός, ἄλλοι μὲν συγκαθέντες εἴς τινα τόπον ὑλώδη παρὰ τὴν ὁδὸν ἔμειναν, ὁ | |
5 | δὲ Φιλήμενος καὶ Νίκων προσῆλθον πρὸς τὴν παρ‐ | |
Hist.8.24.5 | εμβολήν. τῶν δὲ φυλάκων ἐπιλαβομένων αὐτῶν, ἀνήγοντο πρὸς τὸν Ἀννίβαν, οὐδὲν εἰπόντες οὔτε πόθεν οὔτε τίνες ἦσαν, αὐτὸ δὲ μόνον τοῦτο δη‐ | |
Hist.8.24.6 | λοῦντες ὅτι θέλουσι τῷ στρατηγῷ συμμῖξαι. ταχὺ δὲ πρὸς τὸν Ἀννίβαν ἐπαναχθέντες ἔφασαν αὐτῷ | |
Hist.8.24.7 | κατ’ ἰδίαν βούλεσθαι διαλεχθῆναι. τοῦ δὲ καὶ λίαν ἑτοίμως προσδεξαμένου τὴν ἔντευξιν, ἀπελογίζοντο περί τε τῶν καθ’ αὑτοὺς καὶ περὶ τῶν κατὰ τὴν πατρίδα, πολλὰς καὶ ποικίλας ποιούμενοι κατηγορίας | |
5 | Ῥωμαίων, χάριν τοῦ μὴ δοκεῖν ἀλόγως ἐμβαίνειν | |
Hist.8.24.8 | εἰς τὴν ὑποκειμένην πρᾶξιν. τότε μὲν οὖν Ἀννίβας ἐπαινέσας καὶ τὴν ὁρμὴν αὐτῶν φιλανθρώπως ἀπο‐ δεξάμενος ἐξέπεμψε, συνταξάμενος παραγίνεσθαι καὶ | |
Hist.8.24.9 | συμμιγνύναι κατὰ τάχος αὑτῷ πάλιν. κατὰ δὲ τὸ παρὸν ἐκέλευσε τὰ πρῶτα τῶν ἐξελασθέντων πρωῒ θρεμμάτων καὶ τοὺς ἅμα τούτοις ἄνδρας, ἐπειδὰν ἱκανὸν ἀπόσχωσι τῆς παρεμβολῆς, περιελασαμένους | |
5 | εὐθαρσῶς ἀπαλλάττεσθαι· περὶ γὰρ τῆς ἀσφαλείας | |
Hist.8.24.10 | αὑτῷ μελήσειν. ἐποίει δὲ τοῦτο βουλόμενος αὑτῷ μὲν ἀναστροφὴν δοῦναι πρὸς τὸ πολυπραγμονῆσαι | |
τὰ κατὰ τοὺς νεανίσκους, ἐκείνοις δὲ πίστιν παρα‐ σκευάζειν πρὸς τοὺς πολίτας ὡς ἀπὸ τοῦ κρατίστου | ||
Hist.8.24.11 | ποιουμένοις τὰς ἐπὶ τὰς λῃστείας ἐξόδους. πραξάν‐ των δὲ τῶν περὶ τὸν Νίκωνα τὸ παραγγελθέν, ὁ μὲν Ἀννίβας περιχαρὴς ἦν διὰ τὸ μόλις ἀφορμῆς | |
Hist.8.24.12 | ἐπειλῆφθαι πρὸς τὴν προκειμένην ἐπιβολήν, οἱ δὲ περὶ τὸν Φιλήμενον ἔτι μᾶλλον παρώρμηντο πρὸς τὴν πρᾶξιν διὰ τὸ καὶ τὴν ἔντευξιν ἀσφαλῶς γεγο‐ νέναι καὶ τὸν Ἀννίβαν ηὑρηκέναι πρόθυμον, ἔτι δὲ | |
5 | τὴν τῆς λείας δαψίλειαν ἱκανὴν αὐτοῖς πίστιν παρε‐ | |
Hist.8.24.13 | σκευακέναι πρὸς τοὺς ἰδίους. διότι τὰ μὲν ἀποδό‐ μενοι, τὰ δ’ εὐωχούμενοι τῆς λείας, οὐ μόνον ἐπι‐ στεύοντο παρὰ τοῖς Ταραντίνοις, ἀλλὰ καὶ ζηλωτὰς ἔσχον οὐκ ὀλίγους. | |
Hist.8.25.1 | Μετὰ δὲ ταῦτα ποιησάμενοι δευτέραν ἔξοδον, καὶ παραπλησίως χειρίσαντες τὰ κατὰ μέρος, αὐτοί τε τοῖς περὶ τὸν Ἀννίβαν ἔδοσαν πίστεις καὶ παρ’ | |
Hist.8.25.2 | ἐκείνων ἔλαβον ἐπὶ τούτοις, ἐφ’ ᾧ Ταραντίνους ἐλευ‐ θερώσειν καὶ μήτε φόρους πράξεσθαι κατὰ μηδένα τρόπον μήτ’ ἄλλο μηδὲν ἐπιτάξειν Ταραντίνοις Καρ‐ χηδονίους, τὰς δὲ τῶν Ῥωμαίων οἰκίας καὶ κατα‐ | |
5 | λύσεις, ἐπειδὰν κρατήσωσι τῆς πόλεως, ἐξεῖναι Καρ‐ | |
Hist.8.25.3 | χηδονίοις διαρπάζειν. ἐποιήσαντο δὲ καὶ σύνθημα τοῦ παραδέχεσθαι σφᾶς τοὺς φύλακας ἑτοίμως εἰς | |
Hist.8.25.4 | τὴν παρεμβολήν, ὅτ’ ἔλθοιεν. ὧν γενομένων ἔλα‐ βον ἐξουσίαν εἰς τὸ καὶ πλεονάκις συμμιγνύναι τοῖς περὶ τὸν Ἀννίβαν, ποτὲ μὲν ὡς ἐπ’ ἐξοδείαν, ποτὲ δὲ πάλιν ὡς ἐπὶ κυνηγίαν ποιούμενοι τὰς ἐκ τῆς | |
Hist.8.25.5 | πόλεως ἐξόδους. ταῦτα δὲ διαρμοσάμενοι πρὸς τὸ μέλλον, οἱ μὲν πλείους ἐπετήρουν τοὺς καιρούς, τὸν | |
Hist.8.25.6 | δὲ Φιλήμενον ἀπέταξαν ἐπὶ τὰς κυνηγίας· διὰ γὰρ | |
τὴν ὑπερβάλλουσαν ἐπὶ τοῦτο τὸ μέρος ἐπιθυμίαν ἦν ὑπὲρ αὐτοῦ διάληψις ὡς οὐδὲν προυργιαίτερον | ||
Hist.8.25.7 | ποιουμένου κατὰ τὸν βίον τοῦ κυνηγετεῖν. διὸ τούτῳ μὲν ἐπέτρεψαν ἐξιδιάσασθαι διὰ τῶν ἁλισκομένων θηρίων πρῶτον μὲν τὸν ἐπὶ τῆς πόλεως τεταγμένον Γάιον Λίβιον, δεύτερον δὲ τοὺς φυλάττοντας τὸν | |
5 | πυλῶνα τὸν ὑπὸ τὰς Τημενίδας προσαγορευομένας | |
Hist.8.25.8 | πύλας. ὃς παραλαβὼν τὴν πίστιν ταύτην, καὶ τὰ μὲν αὐτὸς κυνηγετῶν, τῶν δ’ ἑτοιμαζομένων αὐτῷ δι’ Ἀννίβου, συνεχῶς εἰσέφερε τῶν θηρίων, ὧν τὰ μὲν ἐδίδου τῷ Γαΐῳ, τὰ δὲ τοῖς ἐπὶ τοῦ πυλῶνος | |
5 | χάριν τοῦ τὴν ῥινοπύλην ἑτοίμως ἀνοίγειν αὐτῷ· | |
Hist.8.25.9 | τὸ γὰρ πλεῖον ἐποιεῖτο τὰς εἰσόδους καὶ τὰς ἐξόδους νυκτός, προφάσει μὲν χρώμενος τῷ φόβῳ τῶν πολε‐ μίων, ἁρμοζόμενος δὲ πρὸς τὴν ὑποκειμένην πρό‐ | |
Hist.8.25.10 | θεσιν. ἤδη δὲ κατεσκευασμένου τοιαύτην συνήθειαν τοῦ Φιλημένου πρὸς τοὺς ἐπὶ τῆς πύλης ὥστε μὴ διαπορεῖν τοὺς φυλάττοντας, ἀλλ’ ὁπότε προσεγγί‐ σας τῷ τείχει προσσυρίξαι νυκτός, εὐθέως ἀνοίγε‐ | |
Hist.8.25.11 | σθαι τὴν ῥινοπύλην αὐτῷ, τότε παρατηρήσαντες τὸν ἐπὶ τῆς πόλεως ἄρχοντα τῶν Ῥωμαίων, ἀφ’ ἡμέρας μέλλοντα γίνεσθαι μετὰ πλειόνων ἐν τῷ προσαγο‐ ρευομένῳ Μουσείῳ σύνεγγυς τῆς ἀγορᾶς, ταύτην | |
5 | ἐτάξαντο τὴν ἡμέραν πρὸς τὸν Ἀννίβαν. | |
Hist.8.26.1 | Ὁ δὲ πάλαι μὲν ἐπεπόριστο σκῆψιν ὡς ἀρρω‐ στῶν, χάριν τοῦ μὴ θαυμάζειν ἀκούοντας τοὺς Ῥω‐ μαίους, ὡς καὶ πλείω χρόνον ἐπὶ τῶν αὐτῶν τόπων | |
Hist.8.26.2 | ποιεῖται τὴν διατριβήν· τότε δὲ καὶ μᾶλλον προσ‐ εποιεῖτο τὴν ἀρρωστίαν. ἀπεῖχε δὲ τῷ στρατοπέδῳ | |
Hist.8.26.3 | τριῶν ἡμερῶν ὁδὸν τοῦ Τάραντος. ἥκοντος δὲ τοῦ καιροῦ, παρεσκευακὼς ἔκ τε τῶν ἱππέων καὶ τῶν | |
πεζῶν τοὺς διαφέροντας εὐκινησίᾳ καὶ τόλμῃ, περὶ μυρίους ὄντας τὸν ἀριθμόν, παρήγγειλε τεττάρων | ||
Hist.8.26.4 | ἡμερῶν ἔχειν ἐφόδια. ποιησάμενος δὲ τὴν ἀναζυγὴν ὑπὸ τὴν ἑωθινὴν ἐχρῆτο τῇ πορείᾳ συντόνως. τῶν δὲ Νομαδικῶν ἱππέων εἰς ὀγδοήκοντα προχειρισάμε‐ νος ἐκέλευε προπορεύεσθαι τῆς δυνάμεως εἰς τριά‐ | |
5 | κοντα σταδίους καὶ τοὺς παρὰ τὴν ὁδὸν τόπους ἐξ | |
Hist.8.26.5 | ἑκατέρου τοῦ μέρους ἐπιτρέχειν, ἵνα μηδεὶς κατο‐ πτεύσῃ τὴν ὅλην δύναμιν, ἀλλ’ οἱ μὲν ὑποχείριοι γίνοιντο τῶν διεμπιπτόντων, οἱ δὲ διαφυγόντες ἀναγγέλλοιεν εἰς τὴν πόλιν, ὡς ἐπιδρομῆς οὔσης | |
Hist.8.26.6 | ἐκ τῶν Νομάδων. ἀποσχόντων δὲ τῶν Νομάδων ὡς ἑκατὸν εἴκοσι σταδίους, ἐδειπνοποιήσατο παρά | |
Hist.8.26.7 | τινα δυσσύνοπτον καὶ φαραγγώδη ποταμόν. καὶ συναθροίσας τοὺς ἡγεμόνας κυρίως μὲν οὐ διεσάφει τὴν ἐπιβολήν, ἁπλῶς δὲ παρεκάλει πρῶτον μὲν ἄν‐ δρας ἀγαθοὺς γίνεσθαι πάντας, ὡς οὐδέποτε μειζό‐ | |
Hist.8.26.8 | νων αὐτοῖς ἄθλων ὑποκειμένων, δεύτερον δὲ συν‐ έχειν ἕκαστον τῇ πορείᾳ τοὺς ὑφ’ αὑτὸν ταττομένους καὶ πικρῶς ἐπιτιμᾶν τοῖς καθόλου παρεκβαίνουσιν | |
Hist.8.26.9 | ἐκ τῆς ἰδίας τάξεως, τελευταῖον δὲ προσέχειν τὸν νοῦν τοῖς παραγγελλομένοις καὶ μηδὲν ἰδιοπραγεῖν | |
Hist.8.26.10 | πάρεξ τῶν προσταττομένων. ταῦτ’ εἰπὼν καὶ δια‐ φεὶς τοὺς ἡγεμόνας ἐκίνει τὴν πρωτοπορείαν, κνέ‐ φατος ἄρτι γενομένου, σπουδάζων συνάψαι τῷ τείχει περὶ μέσας νύκτας, καθηγεμόνα τὸν Φιλήμενον ἔχων | |
5 | καὶ παρεσκευακὼς ὗν ἄγριον αὐτῷ πρὸς τὴν δια‐ τεταγμένην χρείαν. | |
Hist.8.27.1 | Τῷ δὲ Γαΐῳ τῷ Λιβίῳ, γενομένῳ μετὰ τῶν συν‐ ήθων ἀφ’ ἡμέρας ἐν τῷ Μουσείῳ κατὰ τὴν τῶν νεα‐ νίσκων πρόληψιν, καὶ σχεδὸν ἤδη τοῦ πότου τὴν | |
ἀκμαιοτάτην ἔχοντος διάθεσιν, προσαγγέλλεται περὶ | ||
5 | δυσμὰς ἡλίου τοὺς Νομάδας ἐπιτρέχειν τὴν χώραν. | |
Hist.8.27.2 | ὁ δὲ πρὸς μὲν αὐτὸ τοῦτο διενοήθη, καὶ καλέσας τινὰς τῶν ἡγεμόνων συνέταξε τοὺς μὲν ἡμίσεις τῶν ἱππέων ἐξελθόντας ὑπὸ τὴν ἑωθινὴν κωλῦσαι τοὺς κακοποιοῦντας τὴν χώραν τῶν πολεμίων, τῆς γε μὴν | |
5 | ὅλης πράξεως διὰ ταῦτα καὶ μᾶλλον ἀνύποπτος ἦν. | |
Hist.8.27.3 | οἱ δὲ περὶ τὸν Νίκωνα καὶ Τραγίσκον, ἅμα τῷ σκό‐ τος γενέσθαι συναθροισθέντες ἐν τῇ πόλει πάντες, | |
Hist.8.27.4 | ἐτήρουν τὴν ἐπάνοδον τῶν περὶ τὸν Λίβιον. τῶν δὲ ταχέως ἐξαναστάντων διὰ τὸ γεγονέναι τὸν πότον ἀφ’ ἡμέρας, οἱ μὲν ἄλλοι πρός τινα τόπον ἀποστάν‐ τες ἔμενον, τινὲς δὲ τῶν νεανίσκων ἀπήντων τοῖς | |
5 | περὶ τὸν Γάιον, διακεχυμένοι καί τι καὶ προσπαί‐ ζοντες ἀλλήλοις, ὡς ἂν ὑποκρινόμενοι τοὺς ἐκ συν‐ | |
Hist.8.27.5 | ουσίας ἐπανάγοντας. ἔτι δὲ μᾶλλον ἠλλοιωμένων ὑπὸ τῆς μέθης τῶν περὶ τὸν Λίβιον, ἅμα τῷ συμ‐ μῖξαι γέλως ἐξ ἀμφοῖν ἦν καὶ παιδιὰ πρόχειρος. | |
Hist.8.27.6 | ἐπεὶ δὲ συνανακάμψαντες ἀποκατέστησαν αὐτὸν εἰς οἶκον, ὁ μὲν Γάιος ἀνεπαύετο μεθύων, ὡς εἰκός ἐστι τοὺς ἀφ’ ἡμέρας πίνοντας, οὐδὲν ἄτοπον οὐδὲ δυσχερὲς ἔχων ἐν τῇ διανοίᾳ, χαρᾶς δὲ πλήρης καὶ | |
Hist.8.27.7 | ῥᾳθυμίας. οἱ δὲ περὶ τὸν Νίκωνα καὶ Τραγίσκον ἐπεὶ συνέμιξαν τοῖς ἀπολελειμμένοις νεανίσκοις, διε‐ λόντες σφᾶς εἰς τρία μέρη παρεφύλαττον, διαλα‐ βόντες τῆς ἀγορᾶς τὰς εὐκαιροτάτας εἰσβολάς, ἵνα | |
5 | μήτε τῶν ἔξωθεν προσπιπτόντων μηδὲν αὐτοὺς λαν‐ | |
Hist.8.27.8 | θάνῃ μήτε τῶν ἐν αὐτῇ τῇ πόλει γινομένων. ἐπέ‐ στησαν δὲ καὶ παρὰ τὴν οἰκίαν τοῦ Γαΐου, σαφῶς εἰδότες ὡς ἐὰν γίνηταί τις ὑπόνοια τοῦ μέλλοντος, ἐπὶ τὸν Λίβιον ἀνοισθήσεται πρῶτον, καὶ πᾶν τὸ | |
Hist.8.27.9 | πραττόμενον ἀπ’ ἐκείνου λήψεται τὴν ἀρχήν. ὡς δ’ αἱ μὲν ἀπὸ τῶν δείπνων ἐπάνοδοι καὶ συλλήβδην ὁ τοιοῦτος θόρυβος ἤδη παρῳχήκει, τῶν δὲ δημο‐ τῶν ἡ πληθὺς κατακεκοίμητο, προύβαινε δὲ τὰ τῆς | |
5 | νυκτὸς καὶ τὰ τῆς ἐλπίδος ἀκέραια διέμενε, τότε συν‐ αθροισθέντες προῆγον ἐπὶ τὴν προκειμένην χρείαν. | |
Hist.8.28.1 | Τὰ δὲ συγκείμενα τοῖς νεανίσκοις ἦν πρὸς τοὺς | |
Hist.8.28.2 | Καρχηδονίους· τὸν μὲν Ἀννίβαν ἔδει συνάψαντα τῇ πόλει κατὰ τὴν ἀπὸ τῆς μεσογαίου, πρὸς ἕω δὲ κει‐ μένην πλευράν, ὡς ἐπὶ τὰς Τημενίδας προσαγορευο‐ μένας πύλας, ἀνάψαι πῦρ ἐπὶ τοῦ τάφου, τοῦ παρὰ | |
5 | μέν τισιν Ὑακίνθου προσαγορευομένου, παρὰ δέ | |
Hist.8.28.3 | τισιν Ἀπόλλωνος Ὑακίνθου, τοὺς δὲ περὶ τὸν Τρα‐ γίσκον, ὅταν ἴδωσι τοῦτο γινόμενον, ἔνδοθεν ἀντι‐ | |
Hist.8.28.4 | πυρσεῦσαι. τούτου δὲ συντελεσθέντος, σβέσαι τὸ πῦρ ἔδει τοὺς περὶ τὸν Ἀννίβαν καὶ βάδην ποιεῖ‐ | |
Hist.8.28.5 | σθαι τὴν πορείαν ὡς ἐπὶ τὴν πύλην. ὧν διατεταγ‐ μένων, οἱ μὲν νεανίσκοι διαπορευθέντες τὸν οἰκού‐ | |
Hist.8.28.6 | μενον τόπον τῆς πόλεως ἧκον ἐπὶ τοὺς τάφους. τὸ γὰρ πρὸς ἕω μέρος τῆς τῶν Ταραντίνων πόλεως μνημάτων ἐστὶ πλῆρες, διὰ τὸ τοὺς τελευτήσαντας ἔτι καὶ νῦν θάπτεσθαι παρ’ αὐτοῖς πάντας ἐντὸς | |
Hist.8.28.7 | τῶν τειχῶν κατά τι λόγιον ἀρχαῖον. φασὶ γὰρ χρῆ‐ σαι τὸν θεὸν τοῖς Ταραντίνοις ἄμεινον καὶ λῷον ἔσεσθαί σφισι ποιουμένοις τὴν οἴκησιν μετὰ τῶν | |
Hist.8.28.8 | πλειόνων. τοὺς δὲ νομίσαντας ἂν οἰκῆς’ οὕτως ἄριστα κατὰ τὸν χρησμόν, εἰ καὶ τοὺς μετηλλαχότας ἐντὸς τοῦ τείχους ἔχοιεν, διὰ ταῦτα θάπτειν ἔτι καὶ | |
Hist.8.28.9 | νῦν τοὺς μεταλλάξαντας ἐντὸς τῶν πυλῶν. οὐ μὴν ἀλλ’ οἵ γε προειρημένοι παραγενόμενοι πρὸς τὸν | |
Hist.8.28.10 | τοῦ Πυθιονίκου τάφον ἐκαραδόκουν τὸ μέλλον. συν‐ | |
εγγισάντων δὲ τῶν περὶ τὸν Ἀννίβαν καὶ πραξάν‐ των τὸ συνταχθέν, ἅμα τῷ τὸ πῦρ ἰδεῖν οἱ περὶ τὸν Νίκωνα καὶ Τραγίσκον ἀναθαρρήσαντες ταῖς | ||
5 | ψυχαῖς καὶ τὸν παρ’ αὑτῶν πυρσὸν ἀναδείξαντες, ἐπεὶ τὸ παρ’ ἐκείνων πῦρ πάλιν ἑώρων ἀποσβεν‐ νύμενον, ὥρμησαν ἐπὶ τὴν πύλην μετὰ δρόμου καὶ | |
Hist.8.28.11 | σπουδῆς, βουλόμενοι φθάσαι φονεύσαντες τοὺς ἐπὶ τοῦ πυλῶνος τεταγμένους, διὰ τὸ συγκεῖσθαι [καὶ] σχολῇ καὶ βάδην ποιεῖσθαι τὴν πορείαν τοὺς Καρ‐ | |
Hist.8.28.12 | χηδονίους. εὐροήσαντος δὲ τοῦ πράγματος, καὶ προ‐ καταληφθέντων τῶν φυλαττόντων, οἱ μὲν ἐφόνευον | |
Hist.8.28.13 | τούτους, οἱ δὲ διέκοπτον τοὺς μοχλούς. ταχὺ δὲ τῶν πυλῶν ἀνοιχθεισῶν, πρὸς τὸν δέοντα καιρὸν ἧκον οἱ περὶ τὸν Ἀννίβαν, κεχρημένοι τῇ πορείᾳ συμμέτρως, ὥστε μηδεμίαν ἐπίστασιν γενέσθαι παρ’ | |
5 | ὁδὸν ἐπὶ τὴν πόλιν. | |
Hist.8.29.1 | Γενομένης δὲ τῆς εἰσόδου κατὰ τὴν πρόθεσιν ἀσφαλοῦς καὶ τελέως ἀθορύβου, δόξαντες ἠνύσθαι σφίσι τὸ πλεῖστον τῆς ἐπιβολῆς, λοιπὸν αὐτοὶ μὲν εὐθαρσῶς ἤδη προῆγον ἐπὶ τὴν ἀγορὰν κατὰ τὴν | |
Hist.8.29.2 | πλατεῖαν τὴν ἀπὸ τῆς Βαθείας ἀναφέρουσαν· τούς γε μὴν ἱππεῖς ἀπέλειπον ἐκτὸς τοῦ τείχους, ὄντας οὐκ ἐλάττους δισχιλίων, θέλοντες ἐφεδρείαν αὑτοῖς ὑπάρχειν ταύτην πρός τε τὰς ἔξωθεν ἐπιφανείας | |
5 | καὶ πρὸς τὰ παράλογα τῶν ἐν ταῖς τοιαύταις ἐπι‐ | |
Hist.8.29.3 | βολαῖς συμβαινόντων. ἐγγίσαντες δὲ τοῖς περὶ τὴν ἀγορὰν τόποις τὴν μὲν δύναμιν ἐπέστησαν κατὰ πορείαν, αὐτοὶ δὲ καὶ τὸν Φιλήμενον ἐκαραδόκουν, δεδιότες πῶς σφίσι προχωρήσει καὶ τοῦτο τὸ μέρος | |
Hist.8.29.4 | τῆς ἐπιβολῆς. ὅτε γὰρ ἀνάψαντες τὸ πῦρ ἔμελλον πρὸς τὰς πύλας ὁρμᾶν, τότε καὶ τὸν Φιλήμενον, | |
ἔχοντα τὸν ὗν ἐν φερέτρῳ καὶ Λίβυας ὡς εἰ χιλίους ἐξαπέστειλαν ἐπὶ τὴν παρακειμένην πύλην, βουλό‐ | ||
5 | μενοι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν μὴ ψιλῶς ἐκ μιᾶς ἐλπίδος ἐξηρτῆσθαι τὴν ἐπιβολὴν αὐτῶν, ἀλλ’ ἐκ | |
Hist.8.29.5 | πλειόνων. ὁ δὲ προειρημένος ἐγγίσας τῷ τείχει κατὰ τὸν ἐθισμὸν ἐπεὶ προσεσύριξε, παρῆν ὁ φύλαξ εὐ‐ | |
Hist.8.29.6 | θέως καταβαίνων πρὸς τὴν ῥινοπύλην. τοῦ δ’ εἰπόν‐ τος ἔξωθεν ἀνοίγειν ταχέως, ὅτι βαρύνονται· φέρουσι γὰρ ὗν ἄγριον· ἀσμένως ἀκούσας ὁ φύλαξ ἀνέῳξε μετὰ σπουδῆς, ἐλπίζων καὶ πρὸς αὑτόν τι διατεί‐ | |
5 | νειν τὴν εὐαγρίαν τῶν περὶ τὸν Φιλήμενον διὰ τὸ | |
Hist.8.29.7 | μερίτην ἀεὶ γίνεσθαι τῶν εἰσφερομένων. αὐτὸς μὲν οὖν ὁ προειρημένος τὴν πρώτην ἔχων χώραν τοῦ φορήματος εἰσῆλθε, καὶ σὺν αὐτῷ νομαδικὴν ἔχων διασκευὴν ἕτερος, ὡς εἷς τις ὢν τῶν ἀπὸ τῆς χώ‐ | |
5 | ρας, μετὰ δὲ τοῦτον ἄλλοι δύο πάλιν οἱ φέροντες | |
Hist.8.29.8 | ἐκ τῶν ὄπισθεν τὸ θηρίον. ἐπεὶ δὲ τέτταρες ὄντες ἐντὸς ἐγένοντο τῆς ῥινοπύλης, τὸν μὲν ἀνοίξαντα θεώμενον ἀκάκως καὶ ψηλαφῶντα τὸν ὗν αὐτοῦ πατάξαντες ἀπέκτειναν, τοὺς δ’ ἑπομένους μὲν αὑτοῖς, | |
5 | προηγουμένους δὲ τῶν ἄλλων, Λίβυας, ὄντας εἰς τριάκοντα, σχολῇ καὶ μεθ’ ἡσυχίας παρῆκαν διὰ τῆς | |
Hist.8.29.9 | πυλίδος. γενομένου δὲ τούτου κατὰ τὸ συνεχὲς οἱ μὲν τοὺς μοχλοὺς διέκοπτον, οἱ δὲ τοὺς ἐπὶ τοῦ πυλῶνος ἐφόνευον, οἱ δὲ τοὺς ἔξω Λίβυας ἐκάλουν | |
Hist.8.29.10 | διὰ συνθημάτων. εἰσελθόντων δὲ καὶ τούτων ἀσφα‐ λῶς, προῆγον ὡς ἐπὶ τὴν ἀγορὰν κατὰ τὸ συντε‐ | |
Hist.8.29.11 | ταγμένον. ἅμα δὲ τῷ συμμῖξαι καὶ τούτους, περι‐ χαρὴς γενόμενος Ἀννίβας ἐπὶ τῷ κατὰ νοῦν αὐτῷ | |
Hist.8.30.1 | προχωρεῖν τὴν πρᾶξιν εἴχετο τῶν προκειμένων. ἀπο‐ μερίσας δὲ τῶν Κελτῶν εἰς δισχιλίους, καὶ διελὼν | |
εἰς τρία μέρη τούτους, συνέστησε τῶν νεανίσκων δύο πρὸς ἕκαστον μέρος τῶν χειριζόντων τὴν πρᾶξιν. | ||
Hist.8.30.2 | ἀκολούθως δὲ καὶ τῶν παρ’ αὑτοῦ τινας ἡγεμόνων συνεξαπέστειλε, προστάξας διαλαβεῖν τῶν εἰς τὴν | |
Hist.8.30.3 | ἀγορὰν φερουσῶν ὁδῶν τὰς εὐκαιροτάτας. ὅταν δὲ τοῦτο πράξωσι, τοῖς μὲν ἐγχωρίοις νεανίσκοις ἐξαι‐ ρεῖσθαι παρήγγειλε καὶ σῴζειν τοὺς ἐντυγχάνοντας τῶν πολιτῶν, ἀναβοῶντας ἐκ πολλοῦ μένειν κατὰ | |
5 | χώραν Ταραντίνους, ὡς ὑπαρχούσης αὐτοῖς τῆς ἀσφα‐ | |
Hist.8.30.4 | λείας, τοῖς δὲ παρὰ τῶν Καρχηδονίων καὶ τῶν Κελτῶν ἡγεμόσι κτείνειν διεκελεύσατο τοὺς ἐντυγχάνοντας τῶν Ῥωμαίων. οὗτοι μὲν οὖν χωρισθέντες ἀλλήλων | |
Hist.8.30.5 | ἔπραττον μετὰ ταῦτα τὸ προσταχθέν. τῆς δὲ τῶν πολεμίων εἰσόδου καταφανοῦς ἤδη γενομένης τοῖς Ταραντίνοις, πλήρης ἡ πόλις κραυγῆς ἐγίνετο καὶ | |
Hist.8.30.6 | ταραχῆς παρηλλαγμένης. ὁ μὲν οὖν Γάϊος, προσπε‐ σούσης αὐτῷ τῆς εἰσόδου τῶν πολεμίων, συννοήσας ἀδύνατον αὑτὸν ὄντα διὰ τὴν μέθην, εὐθέως ἐξελ‐ θὼν ἐκ τῆς οἰκίας μετὰ τῶν οἰκετῶν καὶ παραγενό‐ | |
5 | μενος ἐπὶ τὴν πύλην τὴν φέρουσαν ἐπὶ τὸν λιμένα, καὶ μετὰ ταῦτα τοῦ φύλακος ἀνοίξαντος αὐτῷ τὴν ῥινοπύλην, διαδὺς ταύτῃ καὶ λαβόμενος ἀκατίου τῶν ὁρμούντων, ἐμβὰς μετὰ τῶν οἰκετῶν εἰς τὴν | |
Hist.8.30.7 | ἄκραν παρεκομίσθη. κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Φιλήμενον, ἡτοιμασμένοι σάλπιγγας Ῥω‐ μαϊκὰς καί τινας τῶν αὐταῖς χρῆσθαι δυναμένων διὰ τὴν συνήθειαν, στάντες ἐπὶ τὸ θέατρον ἐσήμαι‐ | |
Hist.8.30.8 | νον. τῶν δὲ Ῥωμαίων βοηθούντων ἐν τοῖς ὅπλοις κατὰ τὸν ἐθισμὸν εἰς τὴν ἄκραν, ἐχώρει τὸ πρᾶγμα | |
Hist.8.30.9 | κατὰ τὴν πρόθεσιν τοῖς Καρχηδονίοις· παραγενό‐ μενοι γὰρ ταῖς πλατείαις ἀτάκτως καὶ σποράδην οἱ | |
μὲν εἰς τοὺς Καρχηδονίους ἐνέπιπτον, οἱ δ’ εἰς τοὺς Κελτούς· καὶ δὴ τῷ τοιούτῳ τρόπῳ φονευομένων | ||
5 | αὐτῶν πολύ τι πλῆθος διεφθάρη. | |
Hist.8.30.10 | Τῆς δ’ ἡμέρας ἐπιφαινομένης οἱ μὲν Ταραντῖ‐ νοι τὴν ἡσυχίαν εἶχον κατὰ τὰς οἰκήσεις, οὐδέπω | |
Hist.8.30.11 | δυνάμενοι τάξασθαι τὸ συμβαῖνον. διὰ μὲν γὰρ τὴν σάλπιγγα καὶ τὸ μηδὲν ἀδίκημα γίνεσθαι μηδ’ ἁρ‐ παγὴν κατὰ τὴν πόλιν, ἔδοξαν ἐξ αὐτῶν τῶν Ῥω‐ | |
Hist.8.30.12 | μαίων εἶναι τὸ κίνημα. τὸ δὲ πολλοὺς αὐτῶν ὁρᾶν πεφονευμένους ἐν ταῖς πλατείαις, καί τινας τῶν Γα‐ λατῶν θεωρεῖσθαι σκυλεύοντας τοὺς τῶν Ῥωμαίων νεκρούς, ὑπέτρεχέ τις ἔννοια τῆς τῶν Καρχηδονίων | |
5 | παρουσίας. | |
Hist.8.31.1 | Ἤδη δὲ τοῦ μὲν Ἀννίβου παρεμβεβληκότος τὴν δύναμιν εἰς τὴν ἀγοράν, τῶν δὲ Ῥωμαίων ἀποκε‐ χωρηκότων εἰς τὴν ἄκραν διὰ τὸ προκατεσχῆσθαι φρουρᾷ ταύτην ὑπ’ αὐτῶν, ὄντος δὲ φωτὸς εἰλικρι‐ | |
5 | νοῦς, ὁ μὲν Ἀννίβας ἐκήρυττε τοὺς Ταραντίνους ἄνευ τῶν ὅπλων ἁθροίζεσθαι πάντας εἰς τὴν ἀγο‐ | |
Hist.8.31.2 | ράν, οἱ δὲ νεανίσκοι περιπορευόμενοι τὴν πόλιν ἐβόων ἐπὶ τὴν ἐλευθερίαν, καὶ παρεκάλουν θαρρεῖν, | |
Hist.8.31.3 | ὡς ὑπὲρ ἐκείνων παρόντας τοὺς Καρχηδονίους. ὅσοι μὲν οὖν τῶν Ταραντίνων προκατείχοντο τῇ πρὸς τοὺς Ῥωμαίους εὐνοίᾳ, γνόντες ἀπεχώρουν εἰς τὴν ἄκραν· οἱ δὲ λοιποὶ κατὰ τὸ κήρυγμα συνηθροίζοντο | |
5 | χωρὶς τῶν ὅπλων, πρὸς οὓς Ἀννίβας φιλανθρώπους | |
Hist.8.31.4 | διελέχθη λόγους. τῶν δὲ Ταραντίνων ὁμοθυμαδὸν ἐπισημηναμένων ἕκαστα τῶν λεγομένων διὰ τὸ πα‐ ράδοξον τῆς ἐλπίδος, τότε μὲν διαφῆκε τοὺς πολλούς, συντάξας ἕκαστον εἰς τὴν ἰδίαν οἰκίαν ἐπανελθόν‐ | |
5 | τας μετὰ σπουδῆς ἐπὶ τὴν θύραν ἐπιγράψαι ΤΑ‐ | |
Hist.8.31.5 | ΡΑΝΤΙΝΟΥ. τῷ δ’ ἐπὶ τὴν Ῥωμαϊκὴν κατάλυσιν ἐπιγράψαντι ταὐτὸ τοῦτο θάνατον ὥρισε τὴν ζημίαν. | |
Hist.8.31.6 | αὐτὸς δὲ διελὼν τοὺς ἐπιτηδειοτάτους (τῶν) ἐπὶ τῶν πραγμάτων ἐφῆκε διαρπάζειν τὰς τῶν Ῥωμαίων οἰ‐ κίας, σύνθημα δοὺς πολεμίας νομίζειν τὰς ἀνεπι‐ γράφους, τοὺς δὲ λοιποὺς συνέχων ἐν τάξει τούτοις | |
5 | ἐφέδρους. | |
Hist.8.32.1 | Πολλῶν δὲ καὶ παντοδαπῶν κατασκευασμάτων ἁθροισθέντων ἐκ τῆς διαρπαγῆς, καὶ γενομένης ὠφε‐ λείας τοῖς Καρχηδονίοις ἀξίας τῶν προσδοκωμένων | |
Hist.8.32.2 | ἐλπίδων, τότε μὲν ἐπὶ τῶν ὅπλων ηὐλίσθησαν, εἰς δὲ τὴν ἐπιοῦσαν ἡμέραν Ἀννίβας συνεδρεύσας μετὰ τῶν Ταραντίνων ἔκρινε διατειχίσαι τὴν πόλιν ἀπὸ τῆς ἄκρας, ἵνα μηδεὶς ἔτι φόβος ἐπικάθηται τοῖς | |
5 | Ταραντίνοις ἀπὸ τῶν κατεχόντων τὴν ἀκρόπολιν | |
Hist.8.32.3 | Ῥωμαίων. πρῶτον μὲν οὖν ἐπεβάλετο προθέσθαι χάρακα παράλληλον τῷ τείχει τῆς ἀκροπόλεως καὶ | |
Hist.8.32.4 | τῇ πρὸ τούτου τάφρῳ. σαφῶς δὲ γινώσκων οὐκ ἐάσοντας τοὺς ὑπεναντίους, ἀλλ’ ἐναποδειξομένους τῇδέ πῃ τὴν αὑτῶν δύναμιν, ἡτοίμασε χεῖρας ἐπι‐ τηδειοτάτας, νομίζων πρὸς τὸ μέλλον οὐδὲν ἀναγκαι‐ | |
5 | ότερον εἶναι τοῦ καταπλήξασθαι μὲν τοὺς Ῥωμαίους, | |
Hist.8.32.5 | εὐθαρσεῖς δὲ ποιῆσαι τοὺς Ταραντίνους. ἅμα δὲ τῷ τίθεσθαι τὸν πρῶτον χάρακα θρασέως τῶν Ῥωμαίων καὶ τετολμηκότως ἐπιχειρούντων τοῖς ὑπεναντίοις, βραχὺ συμμίξας Ἀννίβας καὶ τὰς ὁρμὰς τῶν προει‐ | |
5 | ρημένων ἐκκαλεσάμενος, ἐπεὶ προέπεσον οἱ πλείους ἐκτὸς τῆς τάφρου, δοὺς παράγγελμα τοῖς αὑτοῦ προσ‐ | |
Hist.8.32.6 | έβαλε τοῖς πολεμίοις. γενομένης δὲ τῆς μάχης ἰσχυ‐ ρᾶς, ὡς ἂν ἐν βραχεῖ χώρῳ καὶ περιτετειχισμένῳ τῆς συμπλοκῆς ἐπιτελουμένης, τὸ πέρας ἐκβιασθέντες | |
Hist.8.32.7 | ἐτράπησαν οἱ Ῥωμαῖοι. καὶ πολλοὶ μὲν ἔπεσον ἐν χειρῶν νόμῳ, τὸ δὲ πλεῖον αὐτῶν μέρος ἀπωθού‐ μενον καὶ συγκρημνιζόμενον ἐν τῇ τάφρῳ διεφθάρη. | |
Hist.8.33.1 | Τότε μὲν οὖν Ἀννίβας προβαλόμενος ἀσφαλῶς τὸν χάρακα τὴν ἡσυχίαν ἔσχε, τῆς ἐπιβολῆς αὐτῷ | |
Hist.8.33.2 | κατὰ νοῦν κεχωρηκυίας. τοὺς μὲν γὰρ ὑπεναντίους συγκλείσας ἠνάγκασε μένειν ἐντὸς τοῦ τείχους, δε‐ διότας οὐ μόνον περὶ σφῶν, ἀλλὰ καὶ περὶ τῆς ἄκρας, | |
Hist.8.33.3 | τοῖς δὲ πολιτικοῖς τοιοῦτο παρέστησε θάρσος ὥστε καὶ χωρὶς τῶν Καρχηδονίων ἱκανοὺς αὑτοὺς ὑπο‐ | |
Hist.8.33.4 | λαμβάνειν ἔσεσθαι τοῖς Ῥωμαίοις. μετὰ δὲ ταῦτα μικρὸν ἀπὸ τοῦ χάρακος ἀποστήσας ὡς πρὸς τὴν πόλιν, τάφρον ἐποίει παράλληλον τῷ χάρακι καὶ τῷ | |
Hist.8.33.5 | τῆς ἄκρας τείχει· παρ’ ἣν ἐκ μεταβολῆς ἐπὶ τὸ πρὸς τῇ πόλει (χεῖλος) τοῦ χοὸς ἀνασωρευομένου, προσέτι δὲ καὶ χάρακος ἐπ’ αὐτῆς τεθέντος, οὐ πολὺ κατα‐ δεεστέραν τείχους συνέβαινε τὴν ἀσφάλειαν ἐξ αὐτῆς | |
Hist.8.33.6 | ἀποτελεῖσθαι. παρὰ δὲ ταύτην ἐντὸς ἔτι πρὸς τὴν πόλιν ἀπολιπὼν σύμμετρον διάστημα τεῖχος ἐπεβά‐ λετο κατασκευάζειν, ἀρξάμενος ἀπὸ τῆς Σωτείρας | |
Hist.8.33.7 | ἕως εἰς τὴν Βαθεῖαν προσαγορευομένην, ὥστε καὶ χωρὶς ἀνδρῶν τὰς δι’ αὐτῶν τῶν κατασκευασμάτων ὀχυρότητας ἱκανὰς εἶναι τοῖς Ταραντίνοις τὴν ἀσφά‐ | |
Hist.8.33.8 | λειαν παρασκευάζειν. ἀπολιπὼν δὲ τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους πρὸς τὴν τῆς πόλεως φυλακὴν καὶ τὴν τοῦ τείχους παρεφεδρεύοντας ἱππεῖς κατεστρατο‐ πέδευσε, περὶ τετταράκοντα σταδίους ἀποσχὼν τῆς | |
5 | πόλεως, παρὰ τὸν ποταμὸν (τὸν) παρὰ μέν τισι Γαλαῖσον, παρὰ δὲ τοῖς πλείστοις προσαγορευόμενον Εὐρώταν, ὃς ἔχει τὴν ἐπωνυμίαν ταύτην ἀπὸ τῆς | |
Hist.8.33.9 | τοῦ παρὰ Λακεδαίμονα ῥέοντος Εὐρώτα. πολλὰ δὲ | |
τοιαῦτα κατὰ τὴν χώραν καὶ κατὰ τὴν πόλιν ὑπάρ‐ χει τοῖς Ταραντίνοις διὰ τὸ καὶ τὴν ἀποικίαν καὶ τὴν συγγένειαν ὁμολογουμένην αὐτοῖς εἶναι πρὸς | ||
Hist.8.33.10 | Λακεδαιμονίους. ταχὺ δὲ τοῦ τείχους λαμβάνοντας τὴν συντέλειαν διά τε τὴν τῶν Ταραντίνων σπου‐ δὴν καὶ προθυμίαν καὶ τὴν τῶν Καρχηδονίων συν‐ εργίαν, μετὰ ταῦτα διενοήθη καὶ τὴν ἄκραν ἐξελεῖν | |
5 | Ἀννίβας. | |
Hist.8.34.1 | Ἤδη δ’ ἐντελεῖς αὐτοῦ συνεσταμένου τὰς πρὸς τὴν πολιορκίαν παρασκευάς, παραπεσούσης ἐκ Μετα‐ ποντίου βοηθείας εἰς τὴν ἄκραν κατὰ θάλατταν, βραχύ τι ταῖς ψυχαῖς ἀναθαρρήσαντες οἱ Ῥωμαῖοι | |
5 | νυκτὸς ἐπέθεντο τοῖς ἔργοις, καὶ πάσας διέφθειραν | |
Hist.8.34.2 | τὰς τῶν ἔργων καὶ μηχανημάτων κατασκευάς. οὗ γενομένου τὸ μὲν πολιορκεῖν τὴν ἄκραν Ἀννίβας ἀπέγνω, τῆς δὲ τοῦ τείχους κατασκευῆς ἤδη τετε‐ λειωμένης, ἁθροίσας τοὺς Ταραντίνους ἀπεδείκνυε | |
5 | διότι κυριώτατόν ἐστι πρὸς τοὺς ἐνεστῶτας καιροὺς | |
Hist.8.34.3 | τὸ τῆς θαλάττης ἀντιλαμβάνεσθαι. κρατούσης γὰρ τῆς ἄκρας τῶν κατὰ τὸν εἴσπλουν τόπων, ὡς ἐπάνω προεῖπον, οἱ μὲν Ταραντῖνοι τὸ παράπαν οὐκ ἠδύ‐ ναντο χρῆσθαι ταῖς ναυσὶν οὐδ’ ἐκπλεῖν ἐκ τοῦ λι‐ | |
5 | μένος, τοῖς δὲ Ῥωμαίοις κατὰ θάλατταν ἀσφαλῶς | |
Hist.8.34.4 | παρεκομίζετο τὰ πρὸς τὴν χρείαν· οὗ συμβαίνοντος οὐδέποτε δυνατὸν ἦν βεβαίως ἐλευθερωθῆναι τὴν | |
Hist.8.34.5 | πόλιν. ἃ συνορῶν ὁ Ἀννίβας ἐδίδασκε τοὺς Ταραν‐ τίνους ὡς, ἐὰν ἀποκλεισθῶσι τῆς κατὰ θάλατταν ἐλ‐ πίδος οἱ τὴν ἄκραν τηροῦντες, παρὰ πόδας αὐτοὶ δι’ αὑτῶν εἴξαντες λείψουσι ταύτην καὶ παραδώσουσι | |
Hist.8.34.6 | τὸν τόπον. ὧν ἀκούοντες οἱ Ταραντῖνοι τοῖς μὲν λεγομένοις συγκατετίθεντο· ὅπως δ’ ἂν γένοιτο τοῦτο | |
κατὰ τὸ παρόν, οὐδαμῶς ἐδύναντο συννοῆσαι, πλὴν εἰ παρὰ Καρχηδονίων ἐπιφανείη στόλος· τοῦτο δ’ | ||
Hist.8.34.7 | ἦν κατὰ τοὺς τότε καιροὺς ἀδύνατον. διόπερ ἠδυ‐ νάτουν συμβαλεῖν ἐπὶ τί φερόμενος Ἀννίβας τοὺς | |
Hist.8.34.8 | περὶ τούτων πρὸς σφᾶς ποιεῖται λόγους. φήσαντος δ’ αὐτοῦ φανερὸν εἶναι χωρὶς Καρχηδονίων αὐτοὺς δι’ αὑτῶν ὅσον ἤδη κρατῆσαι τῆς θαλάττης, μᾶλλοι ἐκπλαγεῖς ἦσαν, οὐ δυνάμενοι τὴν ἐπίνοιαν αὐτοῦ | |
Hist.8.34.9 | συμβαλεῖν. ὁ δὲ συνεωρακὼς τὴν πλατεῖαν εὐδια‐ κόσμητον οὖσαν τὴν ὑπάρχουσαν μὲν ἐντὸς τοῦ δια‐ τειχίσματος, φέρουσαν δὲ παρὰ τὸ διατείχισμ’ ἐκ τοῦ λιμένος εἰς τὴν ἔξω θάλατταν, ταύτῃ διενοεῖτο | |
5 | τὰς ναῦς ἐκ τοῦ λιμένος εἰς τὴν νότιον ὑπερβιβά‐ | |
Hist.8.34.10 | ζειν πλευράν. διόπερ ἅμα τῷ τὴν ἐπίνοιαν ἐπιδεῖξαι τοῖς Ταραντίνοις οὐ μόνον συγκατέθεντο τοῖς λεγο‐ μένοις, ἀλλὰ καὶ διαφερόντως ἐθαύμασαν τὸν ἄνδρα, καὶ διέλαβον ὡς οὐδὲν ἂν περιγένοιτο τῆς ἀγχινοίας | |
Hist.8.34.11 | τῆς ἐκείνου καὶ τόλμης. ταχὺ δὲ πορείων ὑποτρό‐ χων κατασκευασθέντων, ἅμα τῷ λόγῳ τοὔργον εἰλή‐ φει συντέλειαν, ἅτε προθυμίας καὶ πολυχειρίας ὁμοῦ | |
Hist.8.34.12 | τῇ προθέσει συνεργούσης. οἱ μὲν οὖν Ταραντῖνοι τοῦτον τὸν τρόπον ὑπερνεωλκήσαντες τὰς νῆας εἰς τὴν ἔξω θάλατταν, ἐπολιόρκουν ἀσφαλῶς τοὺς ἐκ τῆς ἄκρας, ἀφῃρημένοι τὰς ἔξωθεν αὐτῶν ἐπικου‐ | |
Hist.8.34.13 | ρίας. Ἀννίβας δὲ φυλακὴν ἀπολιπὼν τῆς πόλεως ἀνέζευξε μετὰ τῆς δυνάμεως, καὶ παρεγένετο τρι‐ ταῖος ἐπὶ τὸν ἐξ ἀρχῆς χάρακα, καὶ τὸ λοιπὸν τοῦ χειμῶνος ἐνταῦθα διατρίβων ἔμενε κατὰ χώραν. [Cod. | |
5 | Urb. fol. 114 extr. (exc. ant. p. 202).] | |
Hist.8.35.1 | Ὅτι Τιβέριος ὁ Ῥωμαίων στρατηγὸς λόχῳ ἐνε‐ δρευθεὶς καὶ γενναίως ὑποστὰς σὺν τοῖς περὶ αὑτὸν | |
τὸν βίον κατέστρεψεν. περὶ δὲ τῶν τοιούτων περι‐ πετειῶν, πότερα χρὴ τοῖς πάσχουσιν ἐπιτιμᾶν ἢ συγ‐ | ||
5 | γνώμην ἔχειν, καθόλου μὲν οὐκ ἀσφαλὲς ἀποφή‐ νασθαι διὰ τὸ καὶ πλείους τὰ κατὰ λόγον πάντα πράξαντας, ὅμως ὑποχειρίους γεγονέναι τοῖς ἑτοίμως τὰ παρ’ ἀνθρώποις ὡρισμένα δίκαια παραβαίνουσιν· | |
Hist.8.35.2 | οὐ μὴν οὐδ’ αὐτόθεν ἀποστατέον τῆς ἀποφάσεως ἀργῶς, ἀλλὰ βλέποντα πρὸς τοὺς καιροὺς καὶ τὰς περιστάσεις οἷς μὲν ἐπιτιμητέον τῶν ἡγεμόνων, οἷς δὲ συγγνώμην δοτέον. ἔσται δὲ τὸ λεγόμενον δῆλον | |
Hist.8.35.3 | ἐκ τούτων. Ἀρχίδαμος ὁ τῶν Λακεδαιμονίων βασι‐ λεὺς ὑπιδόμενος τὴν Κλεομένους φιλαρχίαν ἔφυγεν ἐκ τῆς Σπάρτης, μετ’ οὐ πολὺ δὲ πάλιν πεισθεὶς | |
Hist.8.35.4 | ἐνεχείρισεν αὑτὸν τῷ προειρημένῳ. τοιγαροῦν ἅμα τῆς ἀρχῆς καὶ τοῦ βίου στερηθεὶς οὐδ’ ἀπολογίαν | |
Hist.8.35.5 | αὑτῷ κατέλιπε πρὸς τοὺς ἐπιγινομένους· τῆς γὰρ ὑποθέσεως τῆς αὐτῆς μενούσης, τῆς δὲ Κλεομένους φιλαρχίας καὶ δυναστείας ἐπηυξημένης, ὁ τούτοις ἐγχειρίσας αὑτὸν οὓς φυγὼν πρότερον ἔτυχε παρα‐ | |
5 | δόξως τῆς σωτηρίας, πῶς οὐκ εὐλόγως ἔμελλε τοῖς | |
Hist.8.35.6 | προειρημένοις ἐγκυρήσειν; καὶ μὴν Πελοπίδας ὁ Θηβαῖος, εἰδὼς τὴν Ἀλεξάνδρου τοῦ τυράννου παρα‐ νομίαν καὶ σαφῶς γινώσκων ὅτι πᾶς τύραννος πο‐ λεμιωτάτους αὑτῷ νομίζει τοὺς τῆς ἐλευθερίας προ‐ | |
5 | εστῶτας, αὐτὸς οὐ μόνον τῆς Θηβαίων ἀλλὰ καὶ τῆς τῶν Ἑλλήνων δημοκρατίας ἔπειθεν Ἐπαμινών‐ | |
Hist.8.35.7 | δαν προεστάναι, καὶ παρὼν εἰς Θετταλίαν πολέμιος ἐπὶ καταλύσει τῆς Ἀλεξάνδρου μοναρχίας πρεσβεύειν | |
Hist.8.35.8 | πρὸς τοῦτον ὑπέμεινε δεύτερον. τοιγαροῦν γενό‐ μενος ὑποχείριος τοῖς ἐχθροῖς ἔβλαψε μὲν Θηβαίους μεγάλα, κατέλυσε δὲ τὴν αὑτῷ προγεγενημένην δόξαν, | |
Hist.8.35.9 | εἰκῇ καὶ ἀκρίτως πιστεύσας οἷς ἥκιστ’ ἐχρῆν. παρα‐ πλήσια δὲ τούτοις καὶ Γνάϊος ὁ Ῥωμαίων στρατηγὸς ἔπαθε κατὰ τὸν Σικελικὸν πόλεμον, ἀλόγως αὑτὸν ἐγχειρίσας τοῖς πολεμίοις· ὁμοίως δὲ καὶ πλείους ἕτεροι. | |
Hist.8.36.1 | Διὸ καὶ τοῖς μὲν ἀσκέπτως ἑαυτοὺς ἐγχειρίζουσι τοῖς ὑπεναντίοις ἐπιτιμητέον, τοῖς δὲ τὴν ἐνδεχο‐ | |
Hist.8.36.2 | μένην πρόνοιαν ποιουμένοις οὐκ ἐγκλητέον· τὸ μὲν γὰρ μηδενὶ πιστεύειν εἰς τέλος ἄπρακτον, τὸ δὲ λαβόντα τὰς ἐνδεχομένας πίστεις πράττειν τὸ κατὰ | |
Hist.8.36.3 | λόγον ἀνεπιτίμητον. εἰσὶ δ’ ἐνδεχόμεναι πίστεις ὅρκοι, τέκνα, γυναῖκες, τὸ μέγιστον ὁ προγεγονὼς | |
Hist.8.36.4 | βίος. ᾗ καὶ τὸ διὰ τῶν τοιούτων ἀλογηθῆναι καὶ περιπεσεῖν οὐ τῶν πασχόντων, ἀλλὰ τῶν πραξάν‐ | |
Hist.8.36.5 | των ἐστὶν ἔγκλημα. διὸ καὶ μάλιστα μὲν τοιαύ‐ τας ζητεῖν πίστεις (δεῖ), δι’ ὧν ὁ πιστευθεὶς οὐ | |
Hist.8.36.6 | δυνήσεται τὴν πίστιν ἀθετεῖν. ἐπεὶ δὲ σπάνιον εὑ‐ ρεῖν ἐστι τὸ τοιοῦτο, δεύτερος ἂν εἴη πλοῦς τὸ τῶν κατὰ λόγον φροντίζειν, ἵν’ ἄν του καὶ σφαλλώμεθα, τῆς παρὰ τοῖς ἐκτὸς συγγνώμης μὴ διαμαρτάνωμεν. | |
Hist.8.36.7 | ὃ καὶ περὶ πλείους μὲν δὴ γεγένηται τῶν πρότερον· ἐναργέστατον δ’ ἔσται καὶ τοῖς καιροῖς ἔγγιστον τοῖς ὑπὲρ ὧν ὁ νῦν δὴ λόγος ἐνέστηκε τὸ κατ’ Ἀχαιὸν | |
Hist.8.36.8 | συμβάν. ὃς οὐδὲν τῶν ἐνδεχομένων πρὸς εὐλάβειαν καὶ πρὸς ἀσφάλειαν παραλιπών, ἀλλ’ ὑπὲρ ἁπάντων προνοηθείς, ἐφ’ ὅσον ἀνθρωπίνῃ γνώμῃ δυνατὸν | |
Hist.8.36.9 | ἦν, ὅμως ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος. τό γε μὴν συμβὰν ἔλεον μὲν τῷ παθόντι καὶ συγγνώμην ἀπ‐ ειργάσατο παρὰ τοῖς ἐκτός, διαβολὴν δὲ καὶ μῖσος τοῖς πράξασιν. [Ὅτι Τιβέριος —συγγνώμην ἔχειν, | |
5 | κα (376, 2) post quae periit folium: exc. Vat. p. 374 M. 26, 29 H, περὶ δὲ τῶν (375, 31) usque ad finem cod. | |
Urb. fol. 101 (exc. ant. p. 196).] | ||
Hist.8.37t | VI. RES SICILIAE. | |
Hist.8.37.1 | Ἐξηριθμήσατο τοὺς δόμους· ἦν γὰρ 〈scil. ὁ πύρ‐ γοσ〉 ἐκ συννόμων λίθων ᾠκοδομημένος, ὥστε καὶ λίαν εὐσυλλόγιστον εἶναι τὴν ἀπὸ γῆς τῶν ἐπάλξεων ἀπό‐ στασιν. [Suidas v. Συννόμων. v. Liv. XXV, 23, 10.] | |
Hist.8.37.2 | Μετὰ δέ τινας ἡμέρας αὐτομόλου διασαφή‐ σαντος ὅτι θυσίαν ἄγουσι πάνδημον οἱ κατὰ τὴν πόλιν ἐφ’ ἡμέρας ἤδη τρεῖς Ἀρτέμιδι καὶ τοῖς μὲν σιτίοις λιτοῖς χρῶνται διὰ τὴν σπάνιν, τῷ δ’ οἴνῳ | |
5 | δαψιλεῖ, πολὺν μὲν Ἐπικύδους δεδωκότος πολὺν δὲ Συρακοσίων, τότε προσαναλαβὼν ὁ Μάρκος τὸ τεῖ‐ χος καθ’ ὃ μέρος ἦν ταπεινότερον καὶ νομίσας εἰκὸς εἶναι τοὺς ἀνθρώπους μεθύειν διὰ τὴν ἄνεσιν καὶ τὴν ἔνδειαν τῆς ξηρᾶς τροφῆς ἐπεβάλετο καταπειρά‐ | |
Hist.8.37.3 | ζειν τῆς ἐλπίδος. ταχὺ δὲ κλιμάκων δυεῖν συντε‐ | |
θεισῶν εὐαρμόστων πρὸς τὸ τεῖχος, ἐγένετο περὶ τὰ συνεχῆ τῆς πράξεως καὶ τοῖς μὲν ἐπιτηδείοις πρὸς τὴν ἀνάβασιν καὶ τὸν ἐπιφανέστατον καὶ πρῶτον κίν‐ | ||
5 | δυνον ἐκοινολογεῖτο, περὶ τοῦ μέλλοντος μεγάλας | |
Hist.8.37.4 | ἐλπίδας αὐτοῖς ἐνδιδούς. τοὺς δὲ τούτοις ὑπουρ‐ γήσοντας καὶ προσοίσοντας κλίμακας ἐξέλεξε διασα‐ φῶν οὐδὲν πλὴν ἑτοίμους εἶναι πρὸς τὸ παραγγελλό‐ μενον. πειθαρχησάντων δὲ κατὰ τὸ συνταχθὲν λαβὼν | |
5 | τὸν ἁρμόζοντα καιρὸν νυκτὸς ἤγειρε τοὺς πρώτους· | |
Hist.8.37.5 | προπέμψας δὲ τοὺς ἅμα ταῖς κλίμαξι μετὰ σημαίας καὶ χιλιάρχου καὶ προσαναμνήσας τῶν ἐσομένων δω‐ ρεῶν τοῖς ἀνδραγαθήσασι, μετὰ δὲ ταῦτα πᾶσαν τὴν δύναμιν ἐξεγείρας τοὺς μὲν πρώτους ἐν διαστήματι | |
Hist.8.37.6 | κατὰ σημαίαν ἐξαποστέλλει· γενομένων δὲ τούτων εἰς χιλίους βραχὺ διαλιπὼν αὐτὸς εἵπετο μετὰ τῆς | |
Hist.8.37.7 | ἄλλης στρατιᾶς. ἐπεὶ δ’ οἱ φέροντες τὰς κλίμακας ἔλαθον ἀσφαλῶς τῷ τείχει προσερείσαντες, ἐξ αὐτῆς ὥρμησαν ἀπροφασίστως οἱ πρὸς τὴν ἀνάβασιν ἀπο‐ | |
Hist.8.37.8 | τεταγμένοι. λαθόντων δὲ καὶ τούτων καὶ στάντων ἐπὶ τοῦ τείχους βεβαίως, οὐκέτι κατὰ τὴν ἐξ ἀρχῆς τάξιν, ἀλλὰ κατὰ δύναμιν ἅπαντες ἀνέθεον διὰ τῶν | |
Hist.8.37.9 | κλιμάκων. κατὰ μὲν οὖν τὰς ἀρχὰς ἐπιπορευόμενοι τὴν ἐφοδείαν ἔρημον εὕρισκον· οἱ γὰρ εἰς τοὺς πύργους ἡθροισμένοι διὰ τὴν θυσίαν οἱ μὲν ἀκμὴν | |
Hist.8.37.10 | ἔπινον, οἱ δ’ ἐκοιμῶντο πάλαι μεθυσκόμενοι. διὸ καὶ τοῖς μὲν πρώτοις καὶ τοῖς ἑξῆς ἐπιστάντες ἄφνω καὶ μεθ’ ἡσυχίας ἔλαθον τοὺς πλείστους αὐτῶν ἀπο‐ | |
Hist.8.37.11 | κτείναντες. ἐπειδὴ δὲ τοῖς Ἑξαπύλοις ἤγγιζον κατα‐ βαίνοντες, ἐνῳκοδομημένην τὴν πρώτην πυλίδα διεῖ‐ λον, δι’ ἧς τόν τε στρατηγὸν καὶ τὸ λοιπὸν ἐδέξαντο στράτευμα. οὕτω δὴ τὰς Συρακούσας εἷλον Ῥωμαῖοι. | |
5 | [Cod. Wescheri fol. 100 v. 341, 9 ss.] | |
Hist.8.37.12 | Οὐδενὸς ἐπεγνωκότος τῶν πολιτῶν τὸ συμβαῖνον διὰ τὴν ἀπόστασιν, ἅτε μεγάλης οὔσης τῆς πόλεως. [Suidas v. Ἀπόστασις. v. Liv. XXV, 24, 6.] | |
Hist.8.37.13 | Τοὺς δὲ Ῥωμαίους θαρρεῖν συνέβαινε, κρατοῦν‐ τας τοῦ περὶ τὰς Ἐπιπολὰς τόπου. [Suidas v. Ἐπι‐ πολάς. v. Liv. XXV, 24, 9.] | |
Hist.8.38t | VII. RES HISPANIAE. | |
Hist.8.38.1 | Σὺν γὰρ τοῖς ἐπιδεδεμένοις φορτίοις τὰ κανθή‐ λια λαβόντας ἐκ τῶν ὄπισθεν προθέσθαι πρὸ αὑτῶν ἐκέλευσε τοὺς πεζούς. οὗ γενομένου συνέβη παρὰ πάντας χάρακας ἀσφαλέστατον γενέσθαι τὸ πρό‐ | |
5 | βλημα. [Suidas v. Κανθήλιος. v. Liv. XXV, 36, 7.] | |
Hist.838bt | VIII. FRAGMENTA INCERTAE SEDIS. | |
Hist.838b1 | Ἄγκαρα, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ἀγκαράτης, ὡς Πολύβιος ὀγδόῃ. [Steph. Byz. p. 15, 7 Mein.] | |
Hist.838b2 | Λοιπὸν τοῖς ἀδήλοις ἐλπίσι προσανέχων διὰ τὸ πρόδηλον τῆς τιμωρίας πᾶν ἔκρινεν ὑπομένειν. [Exc. | |
Vat. p. 374 M. 26, 27 H.] | ||
Hist.9t1 | FRAGMENTA LIBRI IX. | |
Hist.9.1t | I. EX PROOEMIO. | |
Hist.9.1.1 | Αἱ μὲν οὖν ἐπιφανέσταται πράξεις τῶν ὑπὸ τῆς προειρημένης ὀλυμπιάδος περιληφθεισῶν καὶ τοῦ τετραετοῦς διαστήματος, ὅ φαμεν δεῖν ὀλυμπιάδα νομίζειν, εἰσὶν αὗται· περὶ ὧν ἡμεῖς ἐν δυσὶ βυβλίοις | |
Hist.9.1.2 | πειρασόμεθα ποιεῖσθαι τὴν ἐξήγησιν. οὐκ ἀγνοῶ δὲ διότι συμβαίνει τὴν πραγματείαν ἡμῶν ἔχειν αὐστη‐ ρόν τι καὶ πρὸς ἓν γένος ἀκροατῶν οἰκειοῦσθαι καὶ | |
Hist.9.1.3 | κρίνεσθαι διὰ τὸ μονοειδὲς τῆς συντάξεως. οἱ μὲν γὰρ ἄλλοι συγγραφεῖς σχεδὸν ἅπαντες, εἰ δὲ μή γ’, οἱ πλείους, πᾶσι τοῖς τῆς ἱστορίας μέρεσι χρώμενοι πολλοὺς ἐφέλκονται πρὸς ἔντευξιν τῶν ὑπομνημάτων. | |
Hist.9.1.4 | τὸν μὲν γὰρ φιλήκοον ὁ γενεαλογικὸς τρόπος ἐπι‐ σπᾶται, τὸν δὲ πολυπράγμονα καὶ περιττὸν ὁ περὶ τὰς ἀποικίας καὶ κτίσεις καὶ συγγενείας, καθά που καὶ | |
παρ’ Ἐφόρῳ λέγεται, τὸν δὲ πολιτικὸν ὁ περὶ τὰς | ||
Hist.9.1.5 | πράξεις τῶν ἐθνῶν καὶ πόλεων καὶ δυναστῶν. ἐφ’ ὃν ἡμεῖς ψιλῶς κατηντηκότες καὶ περὶ τοῦτον πε‐ ποιημένοι τὴν ὅλην τάξιν, πρὸς ἓν μέν τι γένος, ὡς προεῖπον, οἰκείως ἡρμόσμεθα, τῷ δὲ πλείονι | |
5 | μέρει τῶν ἀκροατῶν ἀψυχαγώγητον παρεσκευάκαμεν | |
Hist.9.1.6 | τὴν ἀνάγνωσιν. τίνος δὲ χάριν τἄλλα μέρη τῆς ἱστορίας ἀποδοκιμάσαντες αὐτὰ τὰ κατὰ τὰς πράξεις προειλάμεθα γράφειν, ἐν ἑτέροις ἡμῖν εἴρηται διὰ πλειόνων, κεφαλαιωδῶς γε μὴν οὐδὲν ἐπέχει καὶ | |
5 | νῦν ἐμφάσεως χάριν ὑπομνῆσαι τοὺς ἀκούοντας. | |
Hist.9.2.1 | Πολλῶν γὰρ καὶ πολλαχῶς ἐξηριθμημένων τά τε περὶ τὰς γενεαλογίας καὶ μύθους καὶ περὶ τὰς | |
Hist.9.2.2 | ἀποικίας, ἔτι δὲ συγγενείας καὶ κτίσεις, λοιπὸν ἢ τὰ ἀλλότρια δεῖ λέγειν ὡς ἴδια τὸν νῦν περὶ τούτων πραγματευόμενον, ὃ πάντων ἐστὶν αἴσχιστον, ἢ τοῦτο μὴ βουλόμενον προδήλως ματαιοπονεῖν, ὑπὲρ τοιού‐ | |
5 | των ὁμολογοῦντα συντάττεσθαι καὶ φροντίζειν, ἃ διὰ τῶν προγενεστέρων ἱκανῶς δεδήλωται καὶ πα‐ | |
Hist.9.2.3 | ραδέδοται τοῖς ἐπιγινομένοις. ταῦτα μὲν οὖν παρε‐ | |
Hist.9.2.4 | λείφθη τούτων ἕνεκα καὶ πλειόνων ἑτέρων· ὁ δὲ πραγματικὸς τρόπος ἐνεκρίθη πρῶτον μὲν διὰ τὸ καινοποιεῖσθαι συνεχῶς καὶ καινῆς ἐξηγήσεως δεῖ‐ σθαι τῷ μὴ συμβατὸν εἶναι τοῖς ἀρχαίοις τὸ τὰς | |
Hist.9.2.5 | ἐπιγινομένας πράξεις ἡμῖν ἐξαγγεῖλαι, δεύτερον δὲ καὶ διὰ τὸ πάντων ὠφελιμώτατον αὐτὸν καὶ πρὸ τοῦ μέν, μάλιστα δὲ νῦν ὑπάρχειν, τῷ τὰς ἐμπειρίας καὶ τέχνας ἐπὶ τοσοῦτον προκοπὴν εἰληφέναι καθ’ | |
5 | ἡμᾶς ὥστε πᾶν τὸ παραπῖπτον ἐκ τῶν καιρῶν ὡς ἂν εἰ μεθοδικῶς δύνασθαι χειρίζειν τοὺς φιλομα‐ | |
Hist.9.2.6 | θοῦντας. διόπερ ἡμεῖς οὐχ οὕτως τῆς τέρψεως στο‐ | |
χαζόμενοι τῶν ἀναγνωσομένων ὡς τῆς ὠφελείας τῶν προσεχόντων, τἄλλα παρέντες ἐπὶ τοῦτο τὸ μέρος | ||
Hist.9.2.7 | κατηνέχθημεν. περὶ μὲν οὖν τούτων οἱ συνεφιστά‐ νοντες ἐπιμελῶς ἡμῶν τοῖς ὑπομνήμασι βεβαιότατα μαρτυρήσουσι τοῖς νῦν λεγομένοις. | |
Hist.9.3t | II. RES ITALIAE. | |
Hist.9.3.1 | Ἀννίβας δὲ κύκλῳ περιλαμβάνων τὸν χάρακα τοῦ Ἀππίου τὸ μὲν πρῶτον ἠκροβολίζετο καὶ κατε‐ | |
Hist.9.3.2 | πείραζε, βουλόμενος ἐκκαλεῖσθαι πρὸς μάχην· οὐδε‐ νὸς δὲ συνυπακούοντος τέλος ἐγίνετο πολιορκίᾳ πα‐ ραπλήσιον τὸ συμβαῖνον, τῶν μὲν ἱππέων ἐπιφερο‐ μένων ταῖς ἴλαις καὶ μετὰ κραυγῆς εἰσακοντιζόντων | |
5 | εἰς τὴν παρεμβολήν, τῶν δὲ πεζῶν κατὰ σπείρας προσπιπτόντων καὶ διασπᾶν τὸ χαράκωμα πειρω‐ | |
Hist.9.3.3 | μένων. οὐ μὴν ἀλλ’ οὐδ’ ὣς ἐδύνατο κινῆσαι τοὺς Ῥωμαίους ἐκ τῆς ὑποκειμένης προθέσεως, ἀλλὰ τοῖς μὲν εὐζώνοις ἀπετρίβοντο τοὺς προσπίπτοντας πρὸς τὸν χάρακα, τοῖς δὲ βαρέσι τῶν ὅπλων ἀσφαλιζό‐ | |
5 | μενοι τὴν ἐπιφορὰν τῶν βελῶν ἔμενον ἐν τάξει | |
Hist.9.3.4 | κατὰ τὰς σημαίας. Ἀννίβας δὲ δυσαρεστούμενος τοῖς ὅλοις διὰ τὸ μήτε παραπεσεῖν εἰς τὴν πόλιν δύνασθαι (μήτ’ ἐκκαλεῖσθαι) τοὺς Ῥωμαίους, ἐβου‐ | |
Hist.9.3.5 | λεύετο περὶ τῶν ἐνεστώτων τί χρὴ ποιεῖν. ἐμοὶ δ’ οὐ μόνοις ἂν δοκεῖ Καρχηδονίοις τὰ τότε συμβαί‐ νοντα παρέχειν ἀπορίαν, ἀλλὰ καὶ τῶν ἄλλων ἀν‐ | |
Hist.9.3.6 | θρώπων τοῖς πυθομένοις. τίς γὰρ οὐκ ἂν ἀπιστή‐ | |
σαι πῶς Ῥωμαῖοι, πολλαῖς μὲν ἡττημένοι μάχαις ὑπὸ Καρχηδονίων, οὐ τολμῶντες δὲ κατὰ πρόσωπον ἔτι συγκαθίστασθαι τοῖς ὑπεναντίοις, ὅμως οὔτ’ εἴκειν | ||
Hist.9.3.7 | οἷοί τ’ ἦσαν οὔτ’ ἐκχωρεῖν τῶν ὑπαίθρων; καὶ τὸν μὲν πρὸ τοῦ χρόνον ἀντιπαρῆγον μόνον ἀεὶ ταῖς ὑπωρείαις, τότε δὲ καθίσαντες εἰς τὰ πεδία καὶ τὸν ἐπιφανέστατον τόπον τῆς Ἰταλίας ἐπολιόρκουν τὴν | |
5 | ἰσχυροτάτην πόλιν, κύκλῳ προσμαχομένων αὐτοῖς τῶν πολεμίων, πρὸς οὓς οὐδ’ ἐπινοήσαντες οἷοί τ’ | |
Hist.9.3.8 | ἦσαν ἀντοφθαλμεῖν· Καρχηδόνιοί τ’, ἀδιαλείπτως νικῶντες ταῖς μάχαις, οὐχ ἧττον ἐνίοις καιροῖς ἐδυσ‐ | |
Hist.9.3.9 | χρηστοῦντο τῶν ἡττωμένων. δοκεῖ δέ μοι (παρ)‐ αίτιον τοῦτο γεγονέναι τῆς ἑκατέρων προαιρέσεως, τὸ παρ’ ἀμφοῖν συντεθεωρῆσθαι διότι τὸ παρ’ Ἀν‐ νίβου σύνταγμα τῶν ἱππέων αἴτιον ἦν καὶ τοῦ | |
5 | νικᾶν τοὺς Καρχηδονίους καὶ τοῦ λείπεσθαι τοὺς | |
Hist.9.3.10 | Ῥωμαίους. διόπερ αἵ τε τῶν ἡττωμένων στρατο‐ πέδων ἀντιπαραγωγαὶ μετὰ τὰς μάχας εὐθέως κατὰ λόγον ἐγίνοντο· διὰ γὰρ τόπων τοιούτων ἀντιπαρ‐ ῆγον ἐν οἷς οὐδὲν ἔμελλε βλάψειν αὐτοὺς τὸ τῶν | |
Hist.9.3.11 | ὑπεναντίων ἱππικόν. τά τε περὶ τὴν Καπύην τότε συμβαίνοντ’ εἰκότως ἑκατέροις ἀπήντα. | |
Hist.9.4.1 | Τὸ μὲν γὰρ τῶν Ῥωμαίων στρατόπεδον ἐξιέναι μὲν πρὸς μάχην οὐκ ἐθάρρει τῷ δεδιέναι τοὺς τῶν | |
Hist.9.4.2 | πολεμίων ἱππεῖς, ἔμενε δ’ ἐν τῇ παρεμβολῇ τετολ‐ μηκότως, σαφῶς εἰδὸς ἀβλαβῆ τὴν ἵππον αὐτοῖς | |
Hist.9.4.3 | ἐσομένην, ὑφ’ ἧς ἐν ταῖς μάχαις ἡττᾶτο. οἵ τε | |
Καρχηδόνιοι πάλιν εὐλόγως οὔτε στρατοπεδεύσαντες μετὰ τῆς ἵππου μένειν ἐδύναντο πλείω χρόνον διὰ τὸ τὰ μὲν ἐν τῇ παρακειμένῃ χώρᾳ χορτάσματα | ||
5 | πάντα κατεφθαρκέναι τοὺς Ῥωμαίους αὐτοῦ τούτου χάριν, τοῖς δὲ νώτοις οὐκ ἐφικτὸν εἶναι τοσαύτῃ μὲν ἵππῳ, τοσούτοις δ’ ὑποζυγίοις κατανύσαι χόρτον | |
Hist.9.4.4 | ἢ κριθὰς κομίζοντας ἐκ μακροῦ διαστήματος· οὔτε μὴν ἄνευ τῶν ἱππέων παραστρατοπεδεύσαντες ἐθάρ‐ ρουν πολιορκεῖν χάρακα καὶ τάφρον προβεβλημένους τοὺς ὑπεναντίους, πρὸς οὓς καὶ τὸν ἐξ ἴσου κίν‐ | |
5 | δυνον αὐτοῖς ἀμφίδοξον εἶναι συνέβαινε χωρὶς τῶν | |
Hist.9.4.5 | ἱππέων. ἔτι δὲ πρὸς τούτοις ἠγωνίων καὶ τοὺς ἐπι‐ καθισταμένους ὑπάτους μὴ παραγενηθέντες ἐπιστρα‐ τοπεδεύσαιεν καὶ πολλὴν ἀπορίαν σφίσι παραστή‐ | |
Hist.9.4.6 | σαιεν, ἀφελόμενοι τὴν τῶν χορηγιῶν ἐπάρκειαν. ἐξ ὧν συλλογιζόμενος Ἀννίβας ἀδύνατον ὑπάρχον τὸ διὰ τῆς ἐκ χειρὸς βίας λῦσαι τὴν πολιορκίαν, ἐπ’ | |
Hist.9.4.7 | ἄλλης ἐγένετο γνώμης. ὑπέλαβε γάρ, εἰ λαθραίαν ποιησάμενος τὴν πορείαν αἰφνιδίως ἐπιφανείη τοῖς κατὰ τὴν Ῥώμην τόποις, ἴσως μὲν ἂν καὶ περὶ τὴν πόλιν ἀνύσασθαί τι τῶν χρησίμων, ἐκπλήξας τῷ | |
Hist.9.4.8 | παραδόξῳ τοὺς ἐνοικοῦντας· εἰ δὲ μὴ τοῦτο, τούς γε περὶ τὸν Ἄππιον ἀναγκάσειν ἢ λύειν τὴν πολιορ‐ κίαν, σπεύδοντας τῇ πατρίδι βοηθεῖν, ἢ διαιροῦντας τὴν δύναμιν εὐκαταγωνίστους ὑπάρξειν καὶ τοὺς | |
5 | βοηθοῦντας καὶ τοὺς ἀπολειπομένους αὐτῶν. | |
Hist.9.5.1 | Ἃ διανοηθεὶς ἐξέπεμψε γραμματοφόρον εἰς τὴν Καπύην, πείσας τινὰ τῶν Λιβύων αὐτομολῆσαι πρὸς τοὺς Ῥωμαίους, κἀκεῖθεν εἰς τὴν πόλιν, προνοηθεὶς | |
Hist.9.5.2 | τῆς τῶν γραμμάτων ἀσφαλείας· πάνυ γὰρ ἠγωνία μὴ θεωρήσαντες αὐτὸν ἀπαλλαττόμενον οἱ Καπυα‐ νοί, κἄπειτα διατραπέντες ὡς ἀπηλπισμένοι, παρα‐ | |
Hist.9.5.3 | δῶσι τοῖς Ῥωμαίοις ἑαυτούς. διὸ γράψας ὑπὲρ τῆς ἐπιβολῆς τῆς κατὰ τὴν ἀναζυγὴν ἀπέστειλε τὸν Λί‐ βυν, ἵνα συνέντες τὴν πρόθεσιν αὐτοῦ καὶ τὸν χω‐ | |
Hist.9.5.4 | ρισμὸν εὐθαρσῶς ὑπομένοιεν τὴν πολιορκίαν. τοῖς δ’ ἐν Ῥώμῃ προσπεπτωκότων τῶν περὶ τὴν Καπύην, διότι παρεστρατοπεδευκὼς Ἀννίβας πολιορκεῖ τὰς δυνάμεις αὐτῶν, ὀρθοὶ ταῖς διανοίαις καὶ περίφοβοι | |
5 | πάντες ἦσαν, ὡς καὶ πρὸς τὰ ὅλα διατεινούσης τῆς | |
Hist.9.5.5 | ἐνεστηκυίας κρίσεως· διὸ καὶ ταῖς ἐξαποστολαῖς καὶ ταῖς παρασκευαῖς πρὸς τοῦτο τὸ μέρος ὅλοι καὶ | |
Hist.9.5.6 | πάντες ἐνενεύκεισαν. οἱ δὲ Καπυανοὶ κομισάμενοι τὰ παρὰ τοῦ Λίβυος γράμματα καὶ γνόντες τὴν ἐπίνοιαν τῶν Καρχηδονίων, ἔμενον ἐπὶ τῶν ὑποκει‐ μένων, κρίνοντες ἔτι ταύτην ἐξελέγξαι τὴν ἐλπίδα. | |
Hist.9.5.7 | Ἀννίβας δὲ μετὰ πέμπτην ἡμέραν τῆς παρουσίας, δειπνοποιησάμενος καὶ καταλιπὼν τὰ πυρὰ καιόμενα, τοιαύτην ἐποίησε τὴν ἀναζυγὴν ὥστε μηδένα συνεῖ‐ | |
Hist.9.5.8 | ναι τῶν πολεμίων τὸ συμβαῖνον. χρησάμενος δὲ ταῖς πορείαις διὰ τῆς Σαυνίτιδος ἐνεργοῖς καὶ συνε‐ χέσι καὶ τοὺς περὶ τὴν ὁδὸν τόπους αἰεὶ ταῖς προ‐ | |
Hist.9.5.9 | πορείαις ἐξερευνώμενος καὶ προκαταλαμβάνων, ἔτι | |
τῶν ἐν τῇ Ῥώμῃ ταῖς διανοίαις περὶ τὴν Καπύην καὶ τὰς ἐκεῖ πράξεις ὄντων ἔλαθε διαβὰς τὸν Ἀνίωνα ποταμὸν καὶ συνεγγίσας, ὥστε μὴ πλεῖον τετταρά‐ | ||
5 | κοντα σταδίων ἀποσχὼν τῆς Ῥώμης ποιήσασθαι τὴν παρεμβολήν. | |
Hist.9.6.1 | Οὗ γενομένου καὶ προσπεσόντος εἰς τὴν Ῥώμην, εἰς ὁλοσχερῆ συνέβη ταραχὴν καὶ φόβον ἐμπεσεῖν | |
Hist.9.6.2 | τοὺς κατὰ τὴν πόλιν, ἅτε τοῦ πράγματος αἰφνιδίου μὲν ὄντος καὶ τελέως ἀνελπίστου διὰ τὸ μηδέποτε τὸν Ἀννίβαν ἐπὶ τοσοῦτον ἀπηρκέναι τῆς πόλεως, ὑποτρεχούσης δέ τινος ἅμα καὶ τοιαύτης ἐννοίας | |
5 | ὡς οὐχ οἷόν τε τοὺς ἐναντίους ἐπὶ τοσοῦτον ἐγγί‐ σαι καὶ καταθαρρῆσαι μὴ οὐ τῶν περὶ Καπύην | |
Hist.9.6.3 | στρατοπέδων ἀπολωλότων. διόπερ οἱ μὲν ἄνδρες τὰ τείχη προκατελάμβανον καὶ τοὺς πρὸ τῆς πόλεως εὐκαίρους τόπους, αἱ δὲ γυναῖκες περιπορευόμεναι τοὺς ναοὺς ἱκέτευον τοὺς θεούς, πλύνουσαι ταῖς | |
Hist.9.6.4 | κόμαις τὰ τῶν ἱερῶν ἐδάφη· τοῦτο γὰρ αὐταῖς ἔθος ἐστὶ ποιεῖν, ὅταν τις ὁλοσχερὴς τὴν πατρίδα κατα‐ | |
Hist.9.6.5 | λαμβάνῃ κίνδυνος. ἄρτι δὲ τῶν περὶ τὸν Ἀννίβαν κατεστρατοπεδευκότων καὶ διανοουμένων τῇ μετὰ ταῦθ’ ἡμέρᾳ καταπειράζειν αὐτῆς τῆς πόλεως, γίνε‐ ται παράδοξόν τι καὶ τυχικὸν σύμπτωμα πρὸς σω‐ | |
Hist.9.6.6 | τηρίαν τοῖς Ῥωμαίοις. οἱ γὰρ περὶ τὸν Γνάιον καὶ Πόπλιον τοῦ μὲν ἑνὸς στρατοπέδου πρότερον πεποι‐ ημένοι τὴν καταγραφὴν ἐνόρκους εἶχον τοὺς στρα‐ τιώτας εἰς ἐκείνην τὴν ἡμέραν ἥξειν ἐν τοῖς ὅπλοις | |
5 | εἰς τὴν Ῥώμην, τοῦ δ’ ἑτέρου τότε τὰς καταγραφὰς | |
Hist.9.6.7 | ἐποιοῦντο καὶ δοκιμασίας. ἐξ οὗ συνέβη πλῆθος | |
ἀνδρῶν αὐτομάτως ἁθροισθῆναι πρὸς τὸν δέοντα καιρὸν εἰς τὴν Ῥώμην. οὓς ἐξαγαγόντες εὐθαρσῶς οἱ στρατηγοὶ καὶ παρεμβαλόντες πρὸ τῆς πόλεως | ||
Hist.9.6.8 | ἐπέσχον τὴν ὁρμὴν τῶν περὶ τὸν Ἀννίβαν. οἱ γὰρ Καρχηδόνιοι τὸ μὲν πρῶτον ὥρμησαν, οὐχ ὅλως ἀπελ‐ πίζοντες αἱρήσειν κατὰ κράτος αὐτὴν τὴν Ῥώμην· συνθεασάμενοι δὲ τοὺς ὑπεναντίους παρατεταγμέ‐ | |
5 | νους καὶ ταχέως διά τινος αἰχμαλώτου πυθόμενοι τὸ γεγονός, τῆς μὲν ἐπὶ τὴν πόλιν ἐπιβολῆς ἀπέστη‐ σαν, τὴν δὲ χώραν ἐδῄουν ἐπιπορευόμενοι καὶ τὰς | |
Hist.9.6.9 | οἰκίας ἐνεπίμπρασαν. τὰς μὲν οὖν ἀρχὰς ἀναρίθ‐ μητον περιελασάμενοι λείας πλῆθος ἥθροισαν εἰς τὴν παρεμβολήν, ὡς ἂν εἰς ἄγραν ἥκοντες τοιαύτην | |
Hist.9.7.1 | εἰς ἣν οὐδεὶς οὐδέποτε πολέμιον ἥξειν ἤλπιζε· μετὰ δὲ ταῦτα τῶν ὑπάτων τολμησάντων ἐν δέκα στα‐ δίοις ἀντιστρατοπεδεῦσαι σφίσι παραβόλως, Ἀννίβας ἅμα μὲν λείας πλῆθος ἡθροικώς, ἅμα δὲ τῆς κατὰ | |
Hist.9.7.2 | τὴν πόλιν ἐλπίδος ἀποπεπτωκώς, τὸ δὲ μέγιστον, συλλογιζόμενος τὰς ἡμέρας, ἐν αἷς ἤλπιζε κατὰ τὴν ἐξ ἀρχῆς ἐπίνοιαν πυθομένους τοὺς περὶ τὸν Ἄπ‐ πιον τὸν περὶ τὴν πόλιν κίνδυνον ἤτοι λύσαντας | |
5 | τὴν πολιορκίαν ὁλοσχερῶς παραβοηθήσειν τοῖς ἐπὶ τῇ Ῥώμῃ πράγμασιν ἢ μέρος τι καταλιπόντας τῷ | |
Hist.9.7.3 | πλείονι βοηθήσειν κατὰ σπουδήν· ὧν ὁπότερον ἂν συμβῇ, δεόντως ἕξειν ὑπειληφὼς ἐκίνει τὴν δύ‐ | |
Hist.9.7.4 | ναμιν ἐκ τῆς παρεμβολῆς ὑπὸ τὴν ἑωθινήν. οἱ δὲ περὶ τὸν Πόπλιον διασπάσαντες τὰς ἐπὶ τοῦ προει‐ ρημένου ποταμοῦ γεφύρας καὶ συναναγκάσαντες αὐτὸν διὰ τοῦ ῥεύματος περαιοῦν τὴν δύναμιν, | |
5 | προσέκειντο τοῖς Καρχηδονίοις περὶ τὴν διάβασιν | |
Hist.9.7.5 | καὶ πολλὴν παρεῖχον δυσχρηστίαν. ὁλοσχερὲς μὲν οὖν οὐδὲν ἐδύναντο πρᾶξαι διὰ τὸ πλῆθος τῶν ἱπ‐ πέων καὶ τὴν πρὸς πάντα τόπον εὐχρηστίαν τῶν Νομάδων· τῆς δὲ λείας ἱκανόν τι μέρος ἀφελόμενοι | |
5 | καὶ περὶ τριακοσίους καταβαλόντες τῶν πολεμίων | |
Hist.9.7.6 | τότε μὲν ἀνεχώρησαν πρὸς τὴν παρεμβολήν, μετὰ δὲ ταῦτα νομίσαντες τοὺς Καρχηδονίους διὰ φόβον σπουδῇ ποιεῖσθαι τὴν ὑποχώρησιν, εἵποντο κατόπιν | |
Hist.9.7.7 | ταῖς παρωρείαις. Ἀννίβας δὲ τὸ μὲν πρῶτον ἠπεί‐ γετο, σπεύδων ἐπὶ τὸ προκείμενον· μετὰ δὲ πέμ‐ πτην ἡμέραν προσαγγελθέντος αὐτῷ μένειν ἐπὶ τῆς πολιορκίας τοὺς περὶ τὸν Ἄππιον, οὕτως ὑποστὰς | |
5 | καὶ προσδεξάμενος τοὺς ἑπομένους ἐπιτίθεται νυ‐ | |
Hist.9.7.8 | κτὸς ἔτι τῇ στρατοπεδείᾳ, καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ἐκ τῆς παρεμβολῆς ἐξέ‐ | |
Hist.9.7.9 | βαλε. τῆς δ’ ἡμέρας ἐπιγενομένης συνθεωρήσας τοὺς Ῥωμαίους πρός τινα λόφον ἐρυμνὸν ἀποκεχω‐ ρηκότας, τοῦ μὲν ἔτι προσκαρτερεῖν τούτοις ἀπέγνω, | |
Hist.9.7.10 | ποιησάμενος δὲ τὴν πορείαν διὰ τῆς Δαυνίας καὶ τῆς Βρεττίας ἐπέστη τοῖς κατὰ τὸ Ῥήγιον τόποις ἀνυπόπτως, ὥστε παρ’ ὀλίγον μὲν καὶ τῆς πόλεως κυριεῦσαι, πάντας δὲ τοὺς ἐπὶ τὴν χώραν ἐκπεπο‐ | |
5 | ρευμένους ἀποτεμέσθαι καὶ πλείστων γενέσθαι Ῥη‐ γίνων κύριος ἐν ἐκείνῃ τῇ παρουσίᾳ. | |
Hist.9.8.1 | Δοκεῖ δέ μοι δικαίως ἄν τις ἐπισημήνασθαι κατὰ τοῦτον τὸν καιρὸν τάς τε Καρχηδονίων καὶ Ῥωμαίων | |
Hist.9.8.2 | ἀρετὰς καὶ φιλοτιμίας ἐν τῷ πολεμεῖν. καθάπερ γὰρ Ἐπαμινώνδαν τὸν Θηβαῖον θαυμάζουσι πάντες, διότι παραγενόμενος εἰς Τεγέαν μετὰ τῶν συμμάχων καὶ θεωρήσας τοὺς Λακεδαιμονίους αὐτούς τε πανδημεὶ | |
5 | παραγεγονότας εἰς Μαντίνειαν καὶ τοὺς συμμάχους εἰς ταύτην ἡθροικότας τὴν πόλιν, ὡς παραταξομέ‐ | |
Hist.9.8.3 | νους τοῖς Θηβαίοις, δειπνοποιήσασθαι τοῖς αὑτοῦ καθ’ ὥραν παραγγείλας ἐξῆγε τὴν δύναμιν ἄρτι τῆς νυκτὸς ἐπιγινομένης, ὡς τῆς παρατάξεως χάριν σπεύδων εὐκαίρους τινὰς προκαταλαβέσθαι τόπους, | |
Hist.9.8.4 | τοιαύτην δὲ τοῖς πολλοῖς δόξαν ἐνεργασάμενος προῆγε, ποιούμενος τὴν πορείαν ἐπ’ αὐτὴν τὴν | |
Hist.9.8.5 | Λακεδαίμονα, προσμίξας δὲ περὶ τρίτην ὥραν τῇ πόλει παραδόξως καὶ καταλαβὼν τὴν Σπάρτην ἔρη‐ μον τῶν βοηθησόντων, μέχρι μὲν ἀγορᾶς ἐβιάσατο καὶ κατέσχε τῆς πόλεως τοὺς ἐπὶ τὸν ποταμὸν ἐστραμ‐ | |
Hist.9.8.6 | μένους τόπους. γενομένης δὲ περιπετείας, καί τι‐ νος αὐτομόλου τὴν νύκτα διαπεσόντος εἰς τὴν Μαν‐ τίνειαν καὶ διασαφήσαντος Ἀγησιλάῳ τῷ βασιλεῖ τὸ συμβαῖνον, καὶ τῶν βοηθούντων παραγενομένων εἰς | |
Hist.9.8.7 | τὸν τῆς καταλήψεως καιρόν, ταύτης μὲν τῆς ἐλπίδος ἀπεσφάλη, μετὰ δὲ ταῦτα περὶ τὸν Εὐρώταν ἀρι‐ στοποιησάμενος καὶ προσαναλαβὼν τὴν δύναμιν ἐκ τῆς κακοπαθείας, ὥρμα πάλιν ἐξ ὑποστροφῆς τὴν | |
Hist.9.8.8 | αὐτὴν ὁδόν, συλλογιζόμενος ὅτι συμβήσεται τῶν Λα‐ κεδαιμονίων καὶ τῶν συμμάχων παραβεβοηθηκότων εἰς τὴν Σπάρτην ἔρημον πάλιν καταλείπεσθαι τὴν | |
Hist.9.8.9 | Μαντίνειαν· ὃ καὶ συνέβη γενέσθαι. διὸ παρακα‐ λέσας τοὺς Θηβαίους καὶ χρησάμενος ἐνεργῷ τῇ νυκτοπορείᾳ παρῆν καὶ προσέμισγε τῇ Μαντινείᾳ περὶ μέσον ἡμέρας, ἐρήμῳ τελέως ὑπαρχούσῃ τῶν | |
Hist.9.8.10 | βοηθησόντων. οἱ δ’ Ἀθηναῖοι κατὰ τὸν καιρὸν τοῦ‐ τον σπουδάζοντες μετασχεῖν τοῦ πρὸς τοὺς Θηβαίους ἀγῶνος τοῖς Λακεδαιμονίοις κατὰ τὴν συμμαχίαν παρ‐ | |
Hist.9.8.11 | ῆσαν. ἤδη δὲ τῆς Θηβαίων πρωτοπορείας συναπτού‐ σης πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερόν, ὃ κεῖται πρὸ τῆς πόλεως ἐν ἑπτὰ σταδίοις, ὥσπερ ἐπίτηδες συνεκύ‐ ρησεν ἅμα καὶ τοὺς Ἀθηναίους ἐπιφαίνεσθαι κατὰ | |
Hist.9.8.12 | τὸν τῆς Μαντινείας ὑπερκείμενον λόφον· εἰς οὓς ἐμβλέψαντες οἱ καταλελειμμένοι τῶν Μαντινέων μό‐ λις ἐθάρρησαν ἐπιβῆναι τοῦ τείχους καὶ κωλῦσαι τὴν | |
Hist.9.8.13 | τῶν Θηβαίων ἔφοδον. διόπερ εἰκότως οἱ συγγραφεῖς ἐπιμέμφονται τοῖς προειρημένοις ἔργοις, φάσκοντες τῷ μὲν ἡγεμόνι πεπρᾶχθαι πᾶν ὅσον ἀγαθῷ στρα‐ τηγῷ, καὶ τῶν μὲν ὑπεναντίων κρείττω, τῆς δὲ τύ‐ | |
5 | χης ἥττω γεγονέναι τὸν Ἐπαμινώνδαν. | |
Hist.9.9.1 | Τὸ δὲ παραπλήσιον ἄν τις εἴποι καὶ περὶ τῶν | |
Hist.9.9.2 | κατ’ Ἀννίβαν. καὶ γὰρ τὸ προσβαλόντα τοῖς πολε‐ μίοις πειραθῆναι διὰ τῶν ἐκ μέρους ἀγώνων λύειν | |
Hist.9.9.3 | τὴν πολιορκίαν, καὶ τὸ ταύτης ἀποπεσόντα τῆς προσ‐ βολῆς ἐπ’ αὐτὴν ὁρμῆσαι τὴν Ῥώμην, κἄπειτα μὴ καθικόμενον τῆς προθέσεως διὰ τὰς ἐκ ταὐτομάτου περιπετείας αὖθις ἐξ ὑποστροφῆς συντρῖψαι μὲν | |
5 | τοὺς ἑπομένους, ἐφεδρεῦσαι δὲ τῷ κατὰ λόγον, εἰ συνέβη γενέσθαι κίνημα περὶ τοὺς τὴν Καπύην πο‐ | |
Hist.9.9.4 | λιορκοῦντας, τὸ δὲ τελευταῖον μὴ λήξαντα τῆς προ‐ θέσεως εἰς τὴν τῶν ἐχθρῶν βλάβην ἀποσκῆψαι, μό‐ | |
Hist.9.9.5 | νον οὐ δ’ ἀναστάτους ποιῆσαι Ῥηγίνους, τίς οὐκ ἂν ἐπισημήναιτο καὶ θαυμάσαι τὸν προειρημένον ἐπὶ | |
Hist.9.9.6 | τούτοις ἡγεμόνα; καὶ μὴν Ῥωμαίους Λακεδαιμονίων | |
Hist.9.9.7 | ἀμείνους ἄν τις ἐν τούτῳ τῷ καιρῷ κρίνειεν. Λακε‐ δαιμόνιοι μὲν γὰρ τῇ πρώτῃ προσαγγελίᾳ συνεκχυ‐ θέντες τὴν μὲν Σπάρτην ἔσωσαν, τὴν δὲ Μαντίνειαν | |
Hist.9.9.8 | τὸ καθ’ αὑτοὺς μέρος ἀπέβαλον· Ῥωμαῖοι δὲ καὶ τὴν πατρίδα διεφύλαξαν καὶ τὴν πολιορκίαν οὐκ ἔλυσαν, ἀλλ’ ἔμειναν ἀσαλεύτως καὶ βεβαίως ἐπὶ τῶν ὑποκειμένων καὶ τὸ λοιπὸν ἤδη τεθαρρηκότως | |
Hist.9.9.9 | προσέκειντο τοῖς Καπυανοῖς. ταῦτα μὲν οὖν οὐχ οὕτως τοῦ Ῥωμαίων ἢ Καρχηδονίων ἐγκωμίου χάριν εἴρηταί μοι—τούτους μὲν γὰρ ἤδη πολλάκις ἐπε‐ σημηνάμην—τὸ δὲ πλεῖον τῶν ἡγουμένων παρ’ | |
5 | ἀμφοτέροις καὶ τῶν μετὰ ταῦτα μελλόντων χειρίζειν | |
Hist.9.9.10 | παρ’ ἑκάστοις τὰς κοινὰς πράξεις, ἵνα τῶν μὲν ἀνα‐ μιμνησκόμενοι, τὰ δ’ ὑπὸ τὴν ὄψιν λαμβάνοντες ζηλωταὶ γίνωνται * παράβολον ἔχειν τι καὶ κινδυ‐ νῶδες, τοὐναντίον ἀσφαλῆ μὲν τὴν τόλμαν, θαυμα‐ | |
5 | σίαν δὲ τὴν ἐπίνοιαν, ἀείμνηστον δὲ καὶ καλὴν ἔχει τὴν προαίρεσιν καὶ κατορθωθέντα καὶ διαψευσθέντα παραπλησίως, ἐὰν μόνον σὺν νῷ γένηται τὰ πρατ‐ | |
τόμενα. | ||
Hist.9.910a | Ἄτελλα, πόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως. τὸ ἐθνικὸν ... Ἀτελλανός, ὡς Πολύ‐ βιος ἐνάτῃ „Ἀτελλανοὶ παρέδοσαν αὑτούσ“. | |
Hist.9.9.11 | Τῶν γὰρ Ῥωμαίων πολιορκούντων Τάραντα Βομίλ‐ κας ὁ τῶν Καρχηδονίων ναύαρχος εἰς τὸ συμμαχή‐ σειν μετὰ δυνάμεως πλείστης καὶ μηδὲν δυνηθεὶς ἐπικουρῆσαι τοῖς ἔνδον διὰ τὸ τοὺς Ῥωμαίους ἀσφα‐ | |
5 | λῶς θέσθαι τὰ περὶ τὴν στρατοπεδείαν, ἔλαθεν ἀνα‐ λώσας τὴν χορηγίαν. καὶ μετὰ παρακλήσεως πρότε‐ ρον ἀφικέσθαι ἐκβιασθεὶς καὶ ὑποσχέσεων μεγάλων, ὕστερον μεθ’ ἱκετηρίας τῶν ἔνδον ἀποπλεῦσαι ἀπη‐ ναγκάσθη. | |
Hist.9.10t | III. RES SICILIAE. | |
Hist.9.10.1 | Οὐκ ἐκ τῶν ἔξω κοσμεῖται πόλις, ἀλλ’ ἐκ τῆς τῶν οἰκούντων ἀρετῆς. | |
Hist.9.10.2 | Ἐκρίθη μὲν οὖν διὰ τοῦτο τοῖς Ῥωμαίοις τὰ προ‐ ειρημένα μετακομίζειν εἰς τὴν ἑαυτῶν πατρίδα καὶ | |
Hist.9.10.3 | μηδὲν ἀπολιπεῖν· πότερα δ’ ὀρθῶς τοῦτο καὶ συμ‐ φερόντως αὑτοῖς ἔπραξαν ἢ τἀναντία, πολὺς ἂν εἴη | |
λόγος, πλείων γε μὴν εἰς τὸ μὴ δεόντως σφίσι πε‐ πρᾶχθαι μηδ’ ἀκμὴν νῦν πράττεσθαι τοῦτο τοὔρ‐ | ||
Hist.9.10.4 | γον. εἰ μὲν γὰρ ἐκ τοιούτων ὁρμηθέντες προεβί‐ βασαν τὴν πατρίδα, δῆλον ὡς εἰκότως ταῦτα μετέ‐ | |
Hist.9.10.5 | φερον εἰς τὴν οἰκείαν, δι’ ὧν ηὐξήθησαν. εἰ δ’ ἁπλουστάτοις χρώμενοι βίοις καὶ πορρωτάτω τῆς ἐν τούτοις περιττότητος καὶ πολυτελείας ἀφεστῶτες ὅμως ἐπεκράτουν τούτων αἰεὶ παρ’ οἷς ὑπῆρχε πλεῖ‐ | |
5 | στα καὶ κάλλιστα τὰ τοιαῦτα, πῶς οὐ νομιστέον | |
Hist.9.10.6 | εἶναι τὸ γινόμενον ὑπ’ αὐτῶν ἁμάρτημα; τὸ γὰρ ἀπολιπόντας τὰ τῶν νικώντων ἔθη τὸν τῶν ἡττω‐ μένων ζῆλον ἀναλαμβάνειν, προσεπιδραττομένους ἅμα καὶ τὸν ἐξακολουθοῦντα τοῖς τοιούτοις φθόνον, | |
5 | ὃ πάντων ἐστὶ φοβερώτατον ταῖς ὑπεροχαῖς, ὁμολο‐ γούμενον ἂν εἴποι τις εἶναι τῶν πραττόντων παρά‐ | |
Hist.9.10.7 | πτωμα. οὐ γὰρ οὕτως ὁ θεώμενος οὐδέποτε μακα‐ ρίζει τοὺς τἀλλότρια κεκτημένους, ὡς (ἐν τῷ) φθο‐ νεῖν ἅμα καί τις ἔλεος αὐτὸν ὑποτρέχει τῶν ἐξ | |
Hist.9.10.8 | ἀρχῆς ἀποβαλόντων. ἐπὰν δὲ καὶ προβαίνῃ τὰ τῆς εὐκαιρίας καὶ πάντα συνάγῃ πρὸς αὑτὸν τὰ τῶν ἄλλων, καὶ ταῦτα συγκαλῇ τρόπον τινὰ τοὺς ἐστε‐ ρημένους ἐπὶ θέαν, διπλάσιον γίνεται τὸ κακόν. | |
Hist.9.10.9 | οὐ γὰρ ἔτι τοὺς πέλας ἐλεεῖν συμβαίνει τοὺς θεω‐ μένους, ἀλλὰ σφᾶς αὐτούς, ἀναμιμνησκομένους τῶν | |
Hist.9.10.10 | οἰκείων συμπτωμάτων. ἐξ ὧν οὐ μόνον φθόνος, ἀλλ’ οἷον ὀργή τις ἐκκαίεται πρὸς τοὺς εὐτυχοῦντας· ἡ γὰρ τῶν ἰδίων περιπετειῶν ἀνάμνησις ὡς ἂν εἰ προτροπή τις ἐστι πρὸς τὸ κατὰ τῶν πραξάντων | |
Hist.9.10.11 | μῖσος. τὸ μὲν οὖν τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἁθροίζειν πρὸς αὑτοὺς ἴσως ἔχει τινὰ λόγον· οὐ γὰρ οἷόν τε τῶν καθόλου πραγμάτων ἀντιποιή‐ σασθαι μὴ οὐ τοῖς μὲν ἄλλοις ἀδυναμίαν ἐνεργασα‐ | |
5 | μένους, σφίσι δὲ τὴν τοιαύτην δύναμιν ἑτοιμάσαν‐ | |
Hist.9.10.12 | τας. τὰ δ’ ἐκτὸς ὑπάρχοντα τῆς προειρημένης δυ‐ νάμεως ἦν ἐν τοῖς ἐξ ἀρχῆς τόποις ἅμα τῷ φθόνῳ καταλιπόντας ἐνδοξοτέραν ποιεῖν τὴν σφετέραν πα‐ τρίδα, μὴ γραφαῖς καὶ τύποις, ἀλλὰ σεμνότητι καὶ | |
Hist.9.10.13 | μεγαλοψυχίᾳ κοσμοῦντας αὐτήν. οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰρήσθω μοι χάριν τῶν μεταλαμβανόντων ἀεὶ τὰς δυναστείας, ἵνα μὴ σκυλεύοντες τὰς πόλεις κό‐ σμον ὑπολαμβάνωσιν εἶναι ταῖς ἑαυτῶν πατρίσι τὰς | |
5 | ἀλλοτρίας συμφοράς· Ῥωμαῖοι δὲ μετακομίσαντες τὰ προειρημένα ταῖς μὲν ἰδιωτικαῖς κατασκευαῖς τοὺς αὑτῶν ἐκόσμησαν βίους, ταῖς δὲ δημοσίαις τὰ κοινὰ τῆς πόλεως. | |
Hist.9.11t | IV. RES HISPANIAE. | |
Hist.9.11.1 | Ὅτι οἱ τῶν Καρχηδονίων ἡγεμόνες, κρατήσαντες τῶν ὑπεναντίων, σφῶν αὐτῶν οὐκ ἠδύναντο κρα‐ | |
Hist.9.11.2 | τεῖν, καὶ δόξαντες τὸν πρὸς Ῥωμαίους πόλεμον ἀνῃ‐ ρηκέναι πρὸς αὑτοὺς ἐστασίαζον, ἀεὶ παρατριβόμε‐ νοι διὰ τὴν ἔμφυτον Φοίνιξι πλεονεξίαν καὶ φιλ‐ | |
Hist.9.11.3 | αρχίαν. ὧν ὑπάρχων Ἀσδρούβας ὁ Γέσκωνος εἰς τοῦτο κακοπραγμοσύνης προήχθη διὰ τὴν ἐξουσίαν, ὡς τὸν πιστότατον τῶν κατ’ Ἰβηρίαν φίλων Ἀνδο‐ βάλην, πάλαι μὲν ἀποβαλόντα τὴν ἀρχὴν διὰ Καρ‐ | |
5 | χηδονίους, ἄρτι δὲ πάλιν ἀπειληφότα διὰ τὴν πρὸς | |
ἐκείνους εὔνοιαν, ἐπεβάλετο χρημάτων πλῆθος αἰτεῖν. | ||
Hist.9.11.4 | τοῦ δὲ παρακούσαντος διὰ τὸ θαρρεῖν ἐπὶ τῇ προ‐ γεγενημένῃ πίστει πρὸς τοὺς Καρχηδονίους, ψευδῆ διαβολὴν ἐπενέγκας ἠνάγκασε τὸν Ἀνδοβάλην δοῦ‐ ναι τὰς ἑαυτοῦ θυγατέρας εἰς ὁμηρείαν. | |
Hist.911at | V. RES ITALIAE. | |
Hist.911a1 | Ὅτι οἱ Ῥωμαῖοι πρεσβευτὰς ἐξαπέστειλαν πρὸς Πτολεμαῖον, βουλόμενοι σίτῳ χορηγηθῆναι διὰ τὸ | |
Hist.911a2 | μεγάλην εἶναι παρ’ αὐτοῖς σπάνιν, ὡς ἂν τοῦ μὲν κατὰ τὴν Ἰταλίαν ὑπὸ τῶν στρατοπέδων ἅπαντος ἐφθαρμένου μέχρι τῶν τῆς Ῥώμης πυλῶν, ἔξωθεν δὲ μὴ γενομένης ἐπικουρίας, ἅτε κατὰ πάντα τὰ | |
5 | μέρη τῆς οἰκουμένης πολέμων ἐνεστώτων καὶ στρα‐ τοπέδων παρακαθημένων, πλὴν τῶν κατ’ Αἴγυπτον | |
Hist.911a3 | τόπων. εἰς γὰρ τοσοῦτον κατὰ τὴν Ῥώμην προεβε‐ βήκει τὰ τῆς ἐνδείας ὥστε τὸν Σικελικὸν μέδιμνον | |
Hist.911a4 | πεντεκαίδεκα δραχμῶν ὑπάρχειν. ἀλλ’ ὅμως τοιαύ‐ της οὔσης τῆς περιστάσεως οὐκ ἠμέλουν τῶν πολε‐ μικῶν. — | |
Hist.9.12.1 | Πολλὴν μὲν ἐπισκέψεως χρείαν ἔχει τὰ συμβαί‐ νοντα περὶ τὰς πολεμικὰς ἐπιβολάς· ἔστι δὲ δυνατὸν ἐν ἑκάστοις αὐτῶν εὐστοχεῖν, ἐὰν σὺν νῷ τις πράττῃ | |
Hist.9.12.2 | τὸ προτεθέν. ὅτι μὲν οὖν ἐστι τῶν κατὰ πόλεμον ἔργων ἐλάττω τὰ προδήλως καὶ μετὰ βίας ἐπιτελού‐ | |
μενα τῶν μετὰ δόλου καὶ σὺν καιρῷ πραττομένων, εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν ἐκ τῶν ἤδη γε‐ | ||
Hist.9.12.3 | γονότων· ὅτι γε μὴν αὐτῶν τῶν ἐν καιρῷ πάλιν ἐνεργουμένων πλείω γίνεται τὰ διαμαρτανόμενα τῶν κατορθουμένων, οὐδὲ τοῦτο γνῶναι χαλεπὸν ἐκ τῶν | |
Hist.9.12.4 | συμβαινόντων. καὶ μὴν διότι παρὰ τὰς τῶν ἡγου‐ μένων ἀγνοίας ἢ ῥᾳθυμίας ἐπιτελεῖται τὰ πλεῖστα τῶν | |
Hist.9.12.5 | ἁμαρτημάτων, οὐδεὶς (ἂν) τοῦτ’ ἀπορήσειε. τίς οὖν ὁ τρόπος τῆς τοιαύτης διαθέσεως σκοπεῖν ἤδη πάρεστι. | |
Hist.9.12.6 | Τὰ μὲν οὖν ἀπροθέτως ἐν τοῖς πολεμικοῖς συμ‐ βαίνοντα πράξεις μὲν οὐδαμῶς ἁρμόζει λέγειν, περι‐ | |
Hist.9.12.7 | πετείας δὲ καὶ συγκυρήσεις μᾶλλον· διὸ καὶ λόγον οὐκ ἔχοντα μεθοδικὸν οὐδ’ ἑστῶτα παραλειπέσθω· τὰ δὲ κατὰ πρόθεσιν ἐνεργούμενα, ταῦτα δηλούσθω· | |
Hist.9.12.8 | περὶ ὧν ὁ νῦν δὴ λόγος. πάσης δὴ πράξεως ἐχούσης καιρὸν ὡρισμένον καὶ διάστημα καὶ τόπον, καὶ προσ‐ δεομένης τοῦ λαθεῖν καὶ συνθημάτων ὡρισμένων, ἔτι δὲ καὶ δι’ ὧν καὶ μεθ’ ὧν καὶ τίνι τρόπῳ πρα‐ | |
Hist.9.12.9 | χθήσεται, φανερὸν ὡς ὁ μὲν ἑκάστου τούτων εὐστο‐ χήσας οὐχ ἁμαρτήσεται τῆς ἐπιβολῆς, ὁ δ’ ἑνὸς ὀλι‐ | |
Hist.9.12.10 | γωρήσας σφαλήσεται τῆς ὅλης προθέσεως. οὕτως ἡ φύσις πρὸς τὰς ἀποτυχίας τῶν ἐπινοηθέντων ἱκανὸν ἓν καὶ τὸ τυχὸν ἐποίησε τῶν κατὰ μέρος· πρὸς δὲ | |
Hist.9.13.1 | τὸ κατορθοῦν μόλις ἱκανὰ πάντα. διὸ χρὴ μηδενὸς ἀφροντιστεῖν ἐν ταῖς τοιαύταις ἐπιβολαῖς τοὺς ἡγου‐ | |
Hist.9.13.2 | μένους. ἔστι δ’ ἀρχὴ μὲν τῶν προειρημένων τὸ σι‐ γᾶν, καὶ μήτε διὰ χαρὰν παραδόξου προφαινομένης ἐλπίδος μήτε διὰ φόβον μήτε διὰ συνήθειαν μήτε διὰ φιλοστοργίαν μεταδιδόναι μηδενὶ τῶν ἐκτός, | |
Hist.9.13.3 | αὐτοῖς δὲ κοινοῦσθαι τούτοις, ὧν χωρὶς οὐχ οἷόν τε τὸ προτεθὲν ἐπὶ τέλος ἀγαγεῖν, καὶ τούτοις μὴ πρότε‐ ρον, ἀλλ’ ὅταν ὁ τῆς ἑκάστου χρείας καιρὸς ἐπαναγ‐ | |
Hist.9.13.4 | κάζῃ. χρὴ δὲ σιγᾶν μὴ μόνον τῇ γλώττῃ, πολὺ δὲ | |
Hist.9.13.5 | μᾶλλον τῇ ψυχῇ· πολλοὶ γὰρ ἤδη κρύψαντες τοὺς λόγους ποτὲ μὲν δι’ αὐτῆς τῆς ἐπιφάσεως, ποτὲ δὲ καὶ διὰ τῶν πραττομένων φανερὰς ἐποίησαν τὰς | |
Hist.9.13.6 | ἑαυτῶν ἐπινοίας. δεύτερον δ’ ἐπεγνωκέναι τὰς ἡμε‐ ρησίους καὶ νυκτερινὰς πορείας καὶ τὰ διανύσματα τούτων, μὴ μόνον κατὰ γῆν, ἀλλὰ καὶ κατὰ θάλατ‐ | |
Hist.9.13.7 | ταν. τρίτον καὶ μέγιστον, τῶν ἐκ τοῦ περιέχοντος καιρῶν ἔχειν ἔννοιαν καὶ δύνασθαι τούτων κατὰ τὸ | |
Hist.9.13.8 | κριθὲν εὐστοχεῖν. καὶ μὴν οὐδὲ τὸν τόπον τῆς πρά‐ ξεως ἐν μικρῷ θετέον, ἐπειδὴ πολλάκις παρὰ τοῦτο τὰ μὲν ἀδύνατα δοκοῦντ’ εἶναι δυνατά, τὰ δὲ δυ‐ | |
Hist.9.13.9 | νατὰ πέφηνεν ἀδύνατα. τὸ δὲ τελευταῖον συνθημά‐ των καὶ παρασυνθημάτων, ἔτι δὲ τῆς ἐκλογῆς, δι’ ὧν καὶ μεθ’ ὧν ἐνεργηθήσεται τὸ κριθέν, οὐκ ὀλιγωρητέον. | |
Hist.9.14.1 | Τῶν δὲ προειρημένων τὰ μὲν ἐκ τριβῆς, τὰ δ’ ἐξ ἱστορίας, τὰ δὲ κατ’ ἐμπειρίαν μεθοδικὴν θεω‐ | |
Hist.9.14.2 | ρεῖται. κάλλιστον μὲν οὖν τὸ γινώσκειν αὐτὸν καὶ τὰς ὁδοὺς καὶ τὸν τόπον, ἐφ’ ὃν δεῖ παραγενέσθαι, καὶ τὴν φύσιν τοῦ τόπου, πρὸς δὲ τούτοις, δι’ ὧν | |
Hist.9.14.3 | μέλλει καὶ μεθ’ ὧν πράττειν. δεύτερον δ’ ἱστορεῖν ἐπιμελῶς καὶ (μὴ) πιστεύειν τοῖς τυχοῦσι· τὴν δὲ τῶν καθηγουμένων πίστιν ἐπί τι τῶν τοιούτων ἐν | |
Hist.9.14.4 | τοῖς ἑπομένοις ἀεὶ δεῖ κεῖσθαι. ταῦτα μὲν οὖν καὶ τὰ τούτοις παραπλήσια δυνατὸν ἴσως καὶ δι’ αὐτῆς τῆς στρατιωτικῆς τριβῆς περιγίνεσθαι τοῖς ἡγουμέ‐ | |
Hist.9.14.5 | νοις, τὰ μὲν ἐξ αὐτουργίας, τὰ δ’ ἐξ ἱστορίας· τὰ δ’ ἐκ τῆς ἐμπειρίας προσδεῖται μαθήσεως καὶ θεω‐ ρημάτων, καὶ μάλιστα τῶν ἐξ ἀστρολογίας καὶ γεω‐ μετρίας, ὧν τὸ μὲν ἔργον οὐ μέγα πρός γε ταύτην | |
5 | τὴν χρείαν, τὸ δὲ χρῆμα μέγα καὶ μεγάλα συνερ‐ γεῖν δυνάμενον πρὸς τὰς προειρημένας ἐπιβολάς. | |
Hist.9.14.6 | ἀναγκαιότατον δ’ αὐτοῦ τὸ περὶ τὰς νυκτερινὰς θεω‐ ρίας καὶ τὰς ἡμερινάς. εἰ μὲν γὰρ ἴσας εἶναι συν‐ έβαινεν ἀεὶ ταύτας, οὐδ’ ἧστινος ἂν ἀσχολίας τὸ πρᾶγμα προσεδεῖτο, κοινὴ δ’ ἂν ἦν ἁπάντων ἡ γνῶ‐ | |
Hist.9.14.7 | σις· ἐπεὶ δ’ οὐ μόνον ἔχει τὰ προειρημένα πρὸς ἄλληλα διαφοράν, ἀλλὰ καὶ πρὸς αὑτά, δῆλον ὡς ἀνάγκη γινώσκειν τὰς αὐξήσεις καὶ μειώσεις ἑκατέ‐ | |
Hist.9.14.8 | ρων. πῶς γὰρ ἄν τις εὐστοχήσειε πορείας καὶ δια‐ νύσματος ἡμερησίου, πῶς δὲ νυκτερινοῦ, μὴ κατα‐ | |
Hist.9.14.9 | νοήσας τὰς τῶν προειρημένων διαφοράς; καὶ μὴν οὐδὲν πρὸς τὸν δέοντα καιρὸν ἐξικέσθαι δυνατὸν ἄνευ τῆς τούτων ἐμπειρίας, ἀλλὰ ποτὲ μὲν ὑστερεῖν, | |
Hist.9.14.10 | ποτὲ δὲ προτερεῖν ἀνάγκη. μεῖζον δὲ τὸ προτερεῖν | |
Hist.9.14.11 | ἐν μόνοις τούτοις ἁμάρτημα τοῦ καθυστερεῖν· ὁ μὲν γὰρ ὑπεράρας τὸν ὡρισμένον καιρὸν αὐτῆς ἀποτυγ‐ χάνει τῆς ἐλπίδος—τὸ γὰρ γεγονὸς ἐξ ἀποστή‐ ματος ἐπιγνοὺς αὖθις ἀπολύεται μετ’ ἀσφαλείας— | |
Hist.9.14.12 | ὁ δὲ προλαβὼν τὸν καιρόν, ἐγγίσας καὶ γνωρισθεὶς οὐ μόνον ἀποτυγχάνει τῆς ἐπιβολῆς, ἀλλὰ καὶ κιν‐ | |
Hist.9.15.1 | δυνεύει τοῖς ὅλοις. κρατεῖ δ’ ἐπὶ πάντων μὲν τῶν ἀνθρωπείων ἔργων ὁ καιρός, μάλιστα δὲ τῶν πολε‐ | |
Hist.9.15.2 | μικῶν. διὸ προχείρως ἰστέον τῷ στρατηγῷ τροπὰς ἡλίου θερινὰς (καὶ χειμερινάς), ἔτι δ’ ἰσημερίας καὶ | |
τὰς μεταξὺ τούτων αὐξήσεις καὶ μειώσεις ἡμερῶν | ||
Hist.9.15.3 | καὶ νυκτῶν· οὕτως γὰρ ἂν μόνως δύναιτο συμμε‐ τρεῖσθαι πρὸς λόγον τὰ διανύσματα καὶ κατὰ γῆν | |
Hist.9.15.4 | καὶ κατὰ θάλατταν. καὶ μὴν τοὺς κατὰ μέρος και‐ ροὺς ἀναγκαῖον εἰδέναι, καὶ τοὺς τῆς ἡμέρας καὶ τοὺς τῆς νυκτός, πρὸς τὸ γινώσκειν πηνίκα ποιη‐ | |
Hist.9.15.5 | τέον καὶ τὰς ἐξεγέρσεις καὶ τὰς ἀναζυγάς· οὐ γὰρ οἷόν τε τοῦ τέλους τυγχάνειν μὴ οὐ τῆς ἀρχῆς | |
Hist.9.15.6 | εὐστοχήσαντα. τοὺς μὲν οὖν τῆς ἡμέρας καιροὺς τῇ σκιᾷ θεωρεῖν οὐκ ἀδύνατον, ἔτι δὲ τῇ κατὰ τὸν ἥλιον πορείᾳ καὶ τοῖς ἐπὶ τοῦ κόσμου γινομένοις | |
Hist.9.15.7 | αὐτοῦ τούτου διαστήμασι· τοὺς δὲ τῆς νυκτὸς δυσ‐ χερές, ἐὰν μή τις ἐπὶ τοῦ φαινομένου τῇ τῶν δώ‐ δεκα ζῳδίων οἰκονομίᾳ καὶ τάξει συμπεριφέρηται· πάνυ δὲ καὶ τοῦτο ῥᾴδιον τοῖς τὰ φαινόμενα πε‐ | |
Hist.9.15.8 | πολυπραγμονηκόσιν. ἐπεὶ γὰρ ἀνίσων οὐσῶν τῶν νυκτῶν ὅμως ἐν πάσῃ τῇ νυκτὶ τῶν δώδεκα ζῳδίων ἓξ ἀναφέρεσθαι συμβαίνει, φανερὸν ὡς ἀναγκαῖον ἐν τοῖς αὐτοῖς μέρεσι πάσης νυκτὸς ἴσα μέρη τῶν | |
Hist.9.15.9 | δώδεκα ζῳδίων ἀναφέρεσθαι. τοῦ δ’ ἡλίου γνωρι‐ ζομένου καθ’ ἡμέραν, ποίαν μοῖραν ἐπέχει, δῆλον ὡς δύναντος τούτου τὴν κατὰ διάμετρον ἐπιτέλλειν | |
Hist.9.15.10 | ἀνάγκη. λοιπὸν ὅσον ἂν τὸ μετὰ ταύτην μέρος ἀνα‐ τεταλκὸς φαίνηται τοῦ ζῳδιακοῦ, τοσοῦτον εἰκὸς | |
Hist.9.15.11 | ἠνύσθαι τῆς νυκτὸς αἰεί. γνωριζομένων δὲ τῶν ζῳ‐ δίων καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸ μέγεθος, τοι‐ ούτους γίνεσθαι μετὰ ταῦτα συμβαίνει καὶ τοὺς κατὰ | |
Hist.9.15.12 | μέρος καιροὺς τῆς νυκτός. ἐν δὲ ταῖς συννεφέσι | |
νυξὶ τῇ σελήνῃ προσεκτέον, ἐπεὶ διὰ τὸ μέγεθος ὡς ἐπίπαν αἰεὶ τὸ ταύτης ἐμφαίνεται φῶς, καθ’ ὃν | ||
Hist.9.15.13 | ἂν ᾖ τόπον τοῦ κόσμου. καὶ ποτὲ μὲν ἐκ τῶν περὶ | |
Hist.9.15.14 | τὰς ἀνατολὰς καιρῶν καὶ τόπων στοχαστέον, ποτὲ δὲ πάλιν ἐκ τῶν περὶ τὰς δύσεις, καθυπαρχούσης καὶ περὶ τοῦτο τὸ μέρος ἐννοίας ἐπὶ τοσοῦτον ὥστε συμπεριφέρεσθαι ταῖς καθ’ ἡμέραν διαφοραῖς τῶν | |
Hist.9.15.15 | ἀνατολῶν. ἔστι δὲ τρόπος εὐθεώρητος καὶ περὶ ταύ‐ την· ὅρος γὰρ εἷς μὴν ὡς τύπῳ, καὶ πρὸς αἴσθησιν | |
Hist.9.16.1 | τοιοῦτοι πάντες. ᾗ καὶ τὸν ποιητὴν ἄν τις ἐπαι‐ νέσειε, διότι παρεισάγει τὸν Ὀδυσσέα, τὸν ἡγεμονι‐ κώτατον ἄνδρα, τεκμαιρόμενον ἐκ τῶν ἄστρων οὐ μόνον τὰ κατὰ τοὺς πλοῦς, ἀλλὰ καὶ τὰ περὶ τὰς | |
Hist.9.16.2 | ἐν τῇ γῇ πράξεις. ἱκανὰ γὰρ καὶ τὰ παρὰ δόξαν γινόμενα (μὴ δυνάμενα) τυγχάνειν προνοίας ἀκρι‐ βοῦς εἰς τὸ πολλὴν ἀπορίαν παρασκευάζειν καὶ πολ‐ | |
Hist.9.16.3 | λάκις, οἷον ὄμβρων καὶ ποταμῶν ἐπιφοραὶ καὶ πά‐ γων ὑπερβολαὶ καὶ χιόνες, ἔτι δ’ ὁ καπνώδης καὶ | |
Hist.9.16.4 | συννεφὴς ἀὴρ καὶ τἄλλα τὰ παραπλήσια τούτοις. εἰ δὲ καὶ περὶ ὧν δυνατόν ἐστι προϊδέσθαι, καὶ τού‐ των ὀλιγωρήσομεν, πῶς οὐκ εἰκότως ἐν τοῖς πλείστοις | |
Hist.9.16.5 | ἀποτευξόμεθα δι’ αὑτούς; διόπερ οὐκ ἀφροντιστη‐ τέον οὐδενὸς τῶν προειρημένων, ἵνα μὴ τοιούτοις ἀλογήμασι περιπίπτωμεν οἵοις φασὶ περιπεσεῖν ἑτέ‐ ρους τε πλείους καὶ τοὺς νῦν ὑφ’ ἡμῶν λέγεσθαι | |
5 | μέλλοντας ὑποδείγματος χάριν. | |
Hist.9.17.1 | Ἄρατος ὁ τῶν Ἀχαιῶν στρατηγὸς ἐπιβαλόμενος πραξικοπεῖν τὴν τῶν Κυναιθέων πόλιν, συνετάξατο πρὸς τοὺς ἐκ τῆς πόλεως αὐτῷ συνεργοῦντας ἡμέ‐ | |
ραν, ἐν ᾗ τὸν μὲν Ἄρατον ἔδει νυκτὸς παραγενη‐ | ||
5 | θέντα πρὸς τὸν ἀπὸ Κυναίθης ῥέοντα ποταμὸν ὡς ἐπὶ * πρεπίου μένειν ἐνσχολάσαντα μετὰ τῆς δυνά‐ | |
Hist.9.17.2 | μεως, τοὺς δ’ ἔνδοθεν περὶ μέσον ἡμέρας, ὅτε λάβοιεν τὸν καιρόν, ἕνα μὲν αὑτῶν μεθ’ ἡσυχίας ἐν ἱματίῳ διὰ τῆς πύλης ἐκπέμψαι, καὶ κελεῦσαι προελθόντα στῆναι πρὸ τῆς πόλεως ἐπὶ τὸν συνταχθέντα τάφον, | |
Hist.9.17.3 | τοὺς δὲ λοιποὺς προσενεγκεῖν τὰς χεῖρας τοῖς ἄρ‐ χουσι, κοιμωμένοις κατὰ μέσον ἡμέρας, τοῖς εἰθισμέ‐ | |
Hist.9.17.4 | νοις τηρεῖν τὴν πύλην. γενομένου δὲ τούτου σπουδῇ καταταχεῖν τοὺς Ἀχαιοὺς ἐκ τῆς ἐνέδρας ἔδει πρὸς | |
Hist.9.17.5 | τὴν πύλην. τούτων δὲ διατεταγμένων καὶ τοῦ και‐ ροῦ συνάψαντος, ὁ μὲν Ἄρατος ἧκε καὶ κρυφθεὶς | |
Hist.9.17.6 | κατὰ τὸν ποταμὸν ἔμενε τηρῶν τὸ σύνθημα· περὶ δὲ πέμπτην ὥραν ἔχων τις πρόβατα μαλακὰ τῶν εἰθισμένων περὶ πόλιν τρέφειν, δεηθεὶς ἐκ τοῦ και‐ ροῦ πυθέσθαι τι τοῦ ποιμένος βιωτικόν, ἐξῆλθε διὰ | |
5 | τῆς πύλης ἐν ἱματίῳ καὶ στὰς ἐπὶ τὸν αὐτὸν τάφον | |
Hist.9.17.7 | περιεβλέπετο τὸν ποιμένα. οἱ δὲ περὶ τὸν Ἄρατον ἀποδεδόσθαι σφίσι τὸ σύνθημα νομίσαντες σπουδῇ | |
Hist.9.17.8 | πρὸς τὴν πόλιν ἐφέροντο πάντες. ταχὺ δὲ τῆς πύ‐ λης κλεισθείσης ὑπὸ τῶν ἐφεστώτων διὰ τὸ μηδέπω μηδὲν ὑπὸ τῶν ἔνδον ἡτοιμάσθαι, συνέβη μὴ μό‐ νον τῆς πράξεως ἀποτυχεῖν τοὺς περὶ τὸν Ἄρατον, | |
5 | ἀλλὰ καὶ τοῖς ἐκ τῆς πόλεως συμπράττουσιν αἰτίους γενέσθαι τῶν μεγίστων συμπτωμάτων· καταφανεῖς γὰρ γενόμενοι παραχρῆμα προβληθέντες ἀπέθανον. | |
Hist.9.17.9 | τί οὖν εἴποι τις ἂν τῆς περιπετείας αἴτιον γεγονέ‐ ναι; τὸ ποιήσασθαι τὸν στρατηγὸν ἁπλοῦν τὸ σύν‐ θημα, νέον ἀκμὴν ὄντα καὶ τῆς τῶν διπλῶν συν‐ θημάτων καὶ παρασυνθημάτων ἀκριβείας ἄπειρον. | |
Hist.9.17.10 | οὕτως αἱ πολεμικαὶ πράξεις ἐν μικρῷ τὸ διαφέρον ἔχουσι τῆς ἐφ’ ἑκάτερα ῥοπῆς τῶν ἐκβαινόντων. | |
Hist.9.18.1 | Καὶ μὴν Κλεομένης ὁ Σπαρτιάτης προθέμενος διὰ πράξεως ἑλεῖν τὴν τῶν Μεγαλοπολιτῶν πόλιν, συνετάξατο τοῖς τὸ τεῖχος φυλάττουσι τὸ κατὰ τὸν Φωλεὸν καλούμενον νυκτὸς ἥξειν μετὰ τῆς δυνά‐ | |
5 | μεως κατὰ τρίτην φυλακήν· τοῦτον γὰρ ἐφύλαττον | |
Hist.9.18.2 | τὸν καιρὸν τὸ τεῖχος οἱ συμπράττοντες αὐτῷ. οὐκέτι δὲ προνοηθεὶς ὅτι περὶ τὴν τῆς Πλειάδος ἐπιτολὴν τελέως ἤδη βραχείας εἶναι συμβαίνει τὰς νύκτας, ἐκίνησε τὴν δύναμιν ἐκ τῆς Λακεδαίμονος περὶ δυ‐ | |
Hist.9.18.3 | σμὰς ἡλίου. λοιπὸν οὐ δυνάμενος καταταχεῖν, ἀλλὰ τῆς ἡμέρας καταλαμβανούσης εἰκῇ καὶ ἀλόγως βια‐ ζόμενος, αἰσχρῶς ἐξέπεσε, πολλοὺς ἀποβαλὼν καὶ | |
Hist.9.18.4 | κινδυνεύσας τοῖς ὅλοις· ὃς εἰ κατὰ τὸ συνταχθὲν ηὐστόχησε τοῦ καιροῦ καὶ κρατούντων τῆς εἰσόδου τῶν συνεργούντων εἰσήγαγε τὴν δύναμιν, οὐκ ἂν διεψεύσθη τῆς ἐπιβολῆς. | |
Hist.9.18.5 | Πάλιν ὁμοίως Φίλιππος ὁ βασιλεύς, ὡς ἐπάνω προεῖπον, πρᾶξιν ἔχων ἐκ τῆς τῶν Μελιταιῶν πό‐ λεως κατὰ δύο τρόπους ἥμαρτε· καὶ γὰρ τὰς κλί‐ μακας ἐλάττους ἔχων ἦλθε τῆς χρείας καὶ τοῦ και‐ | |
Hist.9.18.6 | ροῦ διέπεσε. συνταξάμενος γὰρ ἥξειν περὶ μέσας νύκτας κατακεκοιμημένων ἤδη πάντων, πρὸ τοῦ δέ‐ | |
οντος καιροῦ κινήσας ἐκ Λαρίσης καὶ προσπεσὼν πρὸς τὴν τῶν Μελιταιῶν χώραν, οὔτ’ ἐπιμένειν ἐδύ‐ | ||
5 | νατο, δεδιὼς μὴ προσαγγελθείη τοῖς ἔνδον, οὔτ’ ἀνα‐ | |
Hist.9.18.7 | κάμψας ἔτι λαθεῖν. διόπερ ἀναγκαζόμενος εἰς τοὔμ‐ προσθεν προάγειν, ἧκε πρὸς τὴν πόλιν ἀκμὴν τῶν | |
Hist.9.18.8 | ἀνθρώπων ἐγρηγορότων. ὅθεν οὔτε διὰ τῶν κλιμά‐ κων ἠδύνατο βιάζεσθαι διὰ τὴν ἀσυμμετρίαν οὔτε διὰ τῆς πύλης εἰσελθεῖν τῷ μὴ δύνασθαι τοὺς ἔνδον | |
Hist.9.18.9 | αὐτῷ συνεργεῖν διὰ τὸν καιρόν. τέλος διερεθίσας τοὺς ἐν τῇ πόλει καὶ πολλοὺς τῶν ἰδίων ἀποβαλών, μετ’ αἰσχύνης ἄπρακτος ἐπανῆλθε, πᾶσι καὶ τοῖς ἄλλοις παρηγγελκὼς ἀπιστεῖν αὐτῷ καὶ φυλάτ‐ | |
5 | τεσθαι. | |
Hist.9.19.1 | Καὶ μὴν Νικίας ὁ τῶν Ἀθηναίων στρατηγός, δυνάμενος σῴζειν τὸ περὶ τὰς Συρακούσας στρά‐ τευμα, καὶ λαβὼν τῆς νυκτὸς τὸν ἁρμόζοντα καιρὸν εἰς τὸ λαθεῖν τοὺς πολεμίους, ἀποχωρήσας εἰς ἀσφα‐ | |
5 | λές, κἄπειτα τῆς σελήνης ἐκλειπούσης δεισιδαιμο‐ νήσας, ὥς τι δεινὸν προσημαινούσης, ἐπέσχε τὴν | |
Hist.9.19.2 | ἀναζυγήν. καὶ παρὰ τοῦτο συνέβη κατὰ τὴν ἐπι‐ οῦσαν αὐτοῦ νύκτα ποιησαμένου τὴν ἀναζυγήν, προαισθομένων τῶν πολεμίων, καὶ τὸ στρατόπεδον καὶ τοὺς ἡγεμόνας ὑποχειρίους γενέσθαι τοῖς Συρα‐ | |
Hist.9.19.3 | κοσίοις. καίτοι γε παρὰ τῶν ἐμπείρων ἱστορήσας μόνον περὶ τούτων δυνατὸς ἦν οὐχ οἷον παραλιπεῖν διὰ τὰ τοιαῦτα τοὺς ἰδίους καιρούς, ἀλλὰ καὶ συν‐ εργοῖς χρήσασθαι διὰ τὴν τῶν ὑπεναντίων ἄγνοιαν· | |
Hist.9.19.4 | ἡ γὰρ τῶν πέλας ἀπειρία μέγιστον ἐφόδιον γίνεται τοῖς ἐμπείροις πρὸς κατόρθωσιν. | |
Hist.9.19.5 | Ἐκ μὲν οὖν ἀστρολογίας μέχρι τῶν προειρημέ‐ νων πολυπραγμονητέον. περὶ δὲ τῆς τῶν κλιμάκων συμμετρίας τοιοῦτός τίς ἐστιν ὁ τρόπος τῆς θεωρίας. | |
Hist.9.19.6 | ἐὰν μὲν γὰρ διά τινος τῶν συμπραττόντων δοθῇ τὸ τοῦ τείχους ὕψος, πρόδηλος ἡ τῶν κλιμάκων γίνεται συμμετρία· οἵων γὰρ ἂν δέκα τινῶν εἶναι συμβαίνῃ τὸ τοῦ τείχους ὕψος, τοιούτων δώδεκα | |
Hist.9.19.7 | δεήσει τὰς κλίμακας δαψιλῶν ὑπάρχειν. τὴν δ’ ἀπόβασιν τῆς κλίμακος πρὸς τὴν τῶν ἀναβαινόντων συμμετρίαν ἡμίσειαν εἶναι δεήσει τῆς κλίμακος, ἵνα μήτε πλεῖον ἀφιστάμεναι διὰ τὸ πλῆθος τῶν ἐπι‐ | |
5 | βαινόντων εὐσύντριπτοι γίνωνται μήτε πάλιν ὀρθό‐ τεραι προσερειδόμεναι λίαν ἀκροσφαλεῖς ὦσι τοῖς | |
Hist.9.19.8 | προσβαίνουσιν. ἐὰν δὲ μὴ δυνατὸν ᾖ μετρῆσαι μηδ’ ἐγγίσαι τῷ τείχει, ληπτέον ἐξ ἀποστάσεως παντὸς ὕψους τὸ μέγεθος τῶν πρὸς ὀρθὰς ἐφεστώτων τοῖς | |
Hist.9.19.9 | ὑποκειμένοις ἐπιπέδοις. ὅ τε τρόπος τῆς λήψεως καὶ δυνατὸς καὶ ῥᾴδιος τοῖς βουλομένοις πολυπρα‐ γμονεῖν (τὰ) παρὰ τῶν μαθηματικῶν. | |
Hist.9.20.1 | Διὸ πάλιν ἐν τούτοις φανερὸν ὅτι δεήσει τοὺς βουλομένους εὐστοχεῖν ἐν ταῖς ἐπιβολαῖς καὶ πράξεσι γεγεωμετρηκέναι μὴ τελείως, ἀλλ’ ἐπὶ τοσοῦτον ἐφ’ ὅσον ἀναλογίας ἔννοιαν ἔχειν καὶ τῆς περὶ τὰς ὁμοιό‐ | |
Hist.9.20.2 | τητας θεωρίας. οὐ γὰρ περὶ ταῦτα μόνον, ἀλλὰ καὶ περὶ τὰς τῶν σχημάτων μεταλήψεις ἐν ταῖς στρατο‐ πεδείαις ἀναγκαῖός ἐστιν ὁ τρόπος, χάριν τοῦ δύνα‐ σθαι ποτὲ μὲν πᾶν σχῆμα μεταλαμβάνοντας τηρεῖν | |
5 | τὴν αὐτὴν συμμετρίαν τῶν ἐν ταῖς παρεμβολαῖς | |
Hist.9.20.3 | περιλαμβανομένων, ποτὲ δὲ πάλιν ἐπὶ τῶν αὐτῶν σχημάτων μένοντας αὔξειν ἢ μειοῦν τὸ περιλαμβα‐ νόμενον τῇ στρατοπεδείᾳ χωρίον, κατὰ λόγον ἀεὶ | |
τῶν προσγινομένων ἢ τῶν χωριζομένων ἐκ τῆς παρ‐ | ||
Hist.9.20.4 | εμβολῆς· ὑπὲρ ὧν ἡμῖν ἐν τοῖς περὶ τὰς τάξεις | |
Hist.9.20.5 | ὑπομνήμασιν ἀκριβέστερον δεδήλωται. οὐ γὰρ οἴο‐ μαι τοῦτό γε μετρίως ἡμῖν ἐποίσειν οὐδένα διότι πολλά τινα προσαρτῶμεν τῇ στρατηγίᾳ, κελεύοντες ἀστρολογεῖν καὶ γεωμετρεῖν τοὺς ὀρεγομένους αὐτῆς. | |
Hist.9.20.6 | ἐγὼ δὲ τὰ μὲν ἐκ περιττοῦ παρελκόμενα τοῖς ἐπιτη‐ δεύμασι χάριν τῆς ἐν ἑκάστοις ἐπιφάσεως καὶ στω‐ μυλίας πολύ τι μᾶλλον ἀποδοκιμάζων, παραπλη‐ σίως δὲ καὶ τὸ πορρωτέρω τοῦ πρὸς τὴν χρείαν ἀνή‐ | |
5 | κοντος ἐπιτάττειν, περὶ τἀναγκαῖα φιλοτιμότατός εἰμι | |
Hist.9.20.7 | καὶ σπουδάζων. καὶ γὰρ ἄτοπον τοὺς μὲν ὀρχηστικῆς ἢ τοὺς αὐλητικῆς ἐφιεμένους ἐπιδέχεσθαι τήν τε περὶ τοὺς ῥυθμοὺς καὶ τὰ μουσικὰ προκατασκευήν, ἔτι δὲ τὰ περὶ τὴν παλαίστραν, διὰ τὸ δοκεῖν προσ‐ | |
5 | δεῖσθαι τὸ τέλος ἑκατέρου τῆς τῶν προειρημένων | |
Hist.9.20.8 | συνεργίας, τοὺς δὲ στρατηγίας ἀντιποιουμένους ἀσχάλλειν, εἰ δεήσει τῶν ἐκτὸς ἐπιτηδευμάτων μέχρι | |
Hist.9.20.9 | τινὸς ἀναλαβεῖν. ὥστε τοὺς περὶ τὰς βαναύσους τέχνας ἀσκοῦντας ἐμμελεστέρους εἶναι καὶ φιλοτι‐ μοτέρους τῶν περὶ τὰ κάλλιστα καὶ σεμνότατα προ‐ αιρουμένων διαφέρειν· ὧν οὐδὲν ἂν ὁμολογήσειε | |
Hist.9.20.10 | νοῦν ἔχων οὐδείς. καὶ περὶ μὲν τούτων ἐπὶ τοσ‐ οῦτον ἡμῖν εἰρήσθω. | |
Hist.9.21.1 | Ὅτι τοιαύτης διαθέσεως ὑπαρχούσης περί τε τοὺς Ῥωμαίους καὶ Καρχηδονίους, καὶ παλιντρόπων ἑκατέροις ἐκ τῶν ὑπὸ τῆς τύχης ἀπαντωμένων ἐναλ‐ λὰξ προσπιπτόντων, κατὰ τὸν ποιητὴν ἅμα λύπην | |
5 | καὶ χαρὰν ὑποτρέχειν εἰκὸς ἦν τὰς ἑκάστων ψυχάς. | |
Hist.9.22.1 | Ὅτι τῶν ἑκατέροις, Ῥωμαίοις φημὶ καὶ Καρχη‐ δονίοις, προσπιπτόντων καὶ συμβαινόντων εἷς ἦν ἀνὴρ αἴτιος καὶ μία ψυχή, λέγω δὲ τὴν Ἀννίβου. | |
Hist.9.22.2 | τά τε γὰρ κατὰ τὴν Ἰταλίαν ὁμολογουμένως οὗτος ἦν ὁ χειρίζων, τά τε κατὰ τὴν Ἰβηρίαν διὰ τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν Ἀσδρούβου, μετὰ δὲ | |
Hist.9.22.3 | ταῦτα διὰ τοῦ [πρεσβύτου] Μάγωνος· οἱ γὰρ τοὺς τῶν Ῥωμαίων στρατηγοὺς ἀμφοτέρους ἀποκτείναν‐ | |
Hist.9.22.4 | τες [ἅμα] κατὰ τὴν Ἰβηρίαν ἦσαν οὗτοι. καὶ μὴν τὰ κατὰ τὴν Σικελίαν ἔπραττε τὰς μὲν ἀρχὰς διὰ τῶν περὶ τὸν Ἱπποκράτην, ὕστερον δὲ διὰ Μυττό‐ | |
Hist.9.22.5 | νου τοῦ Λίβυος. ὁμοίως δὲ καὶ κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἰλλυρίδα· καὶ τὸν ἀπὸ τούτων τῶν τόπων φόβον ἀνατεινόμενος ἐξέπληττε καὶ περιέσπα Ῥω‐ | |
Hist.9.22.6 | μαίους διὰ τῆς πρὸς Φίλιππον κοινοπραγίας. οὕτως μέγα τι φύεται χρῆμα καὶ θαυμάσιον ἀνὴρ καὶ ψυχὴ δεόντως ἁρμοσθεῖσα κατὰ τὴν ἐξ ἀρχῆς σύ‐ στασιν πρὸς ὅ,τι ἂν ὁρμήσῃ τῶν ἀνθρωπίνων | |
5 | ἔργων. | |
Hist.9.22.7 | Ἐπεὶ δ’ ἡ τῶν πραγμάτων διάθεσις εἰς ἐπίστα‐ σιν ἡμᾶς ἦχε περὶ τῆς Ἀννίβου φύσεως, ἀπαιτεῖν ὁ καιρὸς δοκεῖ μοι τὰς μάλιστα διαπορουμένας ἰδιό‐ | |
Hist.9.22.8 | τητας ὑπὲρ αὐτοῦ δηλῶσαι. τινὲς μὲν γὰρ ὠμὸν αὐτὸν οἴονται γεγονέναι καθ’ ὑπερβολήν, τινὲς δὲ φιλάργυρον. τὸ δ’ ἀληθὲς εἰπεῖν ὑπὲρ αὐτοῦ καὶ | |
Hist.9.22.9 | τῶν ἐν πράγμασιν ἀναστρεφομένων οὐ ῥᾴδιον. ἔνιοι μὲν γὰρ ἐλέγχεσθαί φασι τὰς φύσεις ὑπὸ τῶν περι‐ στάσεων, καὶ τοὺς μὲν ἐν ταῖς ἐξουσίαις καταφα‐ νεῖς γίνεσθαι, κἂν ὅλως τὸν πρὸ τοῦ χρόνον ἀνα‐ | |
Hist.9.22.10 | στέλλωνται, τοὺς δὲ πάλιν ἐν ταῖς ἀτυχίαις. ἐμοὶ δ’ ἔμπαλιν οὐχ ὑγιὲς εἶναι δοκεῖ τὸ λεγόμενον· οὐ γὰρ ὀλίγα μοι φαίνονται, τὰ δὲ πλεῖστα, ποτὲ μὲν διὰ τὰς τῶν φίλων παραθέσεις, ποτὲ δὲ διὰ τὰς | |
5 | τῶν πραγμάτων ποικιλίας, ἄνθρωποι παρὰ τὴν αὑτῶν προαίρεσιν ἀναγκάζεσθαι καὶ λέγειν καὶ πράτ‐ | |
Hist.9.23.1 | τειν. γνοίη δ’ ἄν τις ἐπὶ πολλῶν τῶν ἤδη γεγονό‐ | |
Hist.9.23.2 | των ἐπιστήσας. τίς γὰρ Ἀγαθοκλέα τὸν Σικελίας τύραννον οὐχ ἱστόρηκε διότι δόξας ὠμότατος εἶναι κατὰ τὰς πρώτας ἐπιβολὰς καὶ τὴν κατασκευὴν τῆς δυναστείας, μετὰ ταῦτα νομίσας βεβαίως ἐνδεδέσθαι | |
5 | τὴν Σικελιωτῶν ἀρχὴν πάντων ἡμερώτατος δοκεῖ | |
Hist.9.23.3 | γεγονέναι καὶ πρᾳότατος; ἔτι δὲ Κλεομένης ὁ Σπαρ‐ τιάτης οὐ χρηστότατος μὲν βασιλεύς, πικρότατος δὲ τύραννος, εὐτραπελώτατος δὲ πάλιν ἰδιώτης καὶ φιλ‐ | |
Hist.9.23.4 | ανθρωπότατος; καίτοι γ’ οὐκ εἰκὸς ἦν περὶ τὰς αὐτὰς φύσεις τὰς ἐναντιωτάτας διαθέσεις ὑπάρχειν· ἀλλ’ ἀναγκαζόμενοι ταῖς τῶν πραγμάτων μεταβο‐ λαῖς συμμετατίθεσθαι τὴν ἐναντίαν τῇ φύσει πολ‐ | |
5 | λάκις ἐμφαίνουσι διάθεσιν ἔνιοι τῶν δυναστῶν πρὸς τοὺς ἐκτός, ὥστε μὴ οἷον ἐλέγχεσθαι τὰς φύσεις διὰ | |
Hist.9.23.5 | τούτων, τὸ δ’ ἐναντίον ἐπισκοτεῖσθαι μᾶλλον. τὸ δ’ αὐτὸ καὶ διὰ τὰς τῶν φίλων παραθέσεις εἴωθε συμ‐ βαίνειν οὐ μόνον ἡγεμόσι καὶ δυνάσταις καὶ βασι‐ | |
Hist.9.23.6 | λεῦσιν, ἀλλὰ καὶ πόλεσιν. Ἀθηναίων γοῦν εὕροι τις ἂν ὀλίγα μὲν τὰ πικρά, πολλὰ δὲ τὰ χρηστὰ καὶ σεμνὰ τῆς πολιτείας Ἀριστείδου καὶ Περικλέους προεστώτων, Κλέωνος δὲ καὶ Χάρητος τἀναντία· | |
Hist.9.23.7 | Λακεδαιμονίων (δ’) ἡγουμένων τῆς Ἑλλάδος ὅσα μὲν διὰ Κλεομβρότου τοῦ βασιλέως πράττοιτο, πάντα συμμαχικὴν εἶχε τὴν αἵρεσιν, ὅσα δὲ δι’ Ἀγησιλάου, | |
Hist.9.23.8 | τοὐναντίον· ὥστε καὶ τὰ τῶν πόλεων ἔθη ταῖς τῶν | |
Hist.9.23.9 | προεστώτων διαφοραῖς συμμεταπίπτειν. Φίλιππος δ’ ὁ βασιλεύς, ὅτε μὲν Ταυρίων ἢ Δημήτριος αὐτῷ συμπράττοιεν, ἦν ἀσεβέστατος, ὅτε δὲ πάλιν Ἄρατος ἢ Χρυσόγονος, ἡμερώτατος. | |
Hist.9.24.1 | Παραπλήσια δέ μοι δοκεῖ τούτοις καὶ τὰ κατ’ | |
Hist.9.24.2 | Ἀννίβαν γεγονέναι· καὶ γὰρ περιστάσεσι παραδόξοις καὶ ποικίλαις ἐχρήσατο καὶ φίλοις τοῖς ἔγγιστα με‐ γάλας ἐσχηκόσι διαφοράς, ὥστε καὶ λίαν ἐκ τῶν κατ’ Ἰταλίαν πράξεων δυσθεώρητον εἶναι τὴν τοῦ προει‐ | |
Hist.9.24.3 | ρημένου φύσιν. τὰς μὲν οὖν τῶν περιστάσεων ὑπο‐ βολὰς εὐχερὲς καὶ διὰ τῶν προειρημένων καὶ διὰ τῶν μετὰ ταῦτα ῥηθησομένων καταμαθεῖν, τὰς δὲ τῶν φίλων οὐκ ἄξιον παραλιπεῖν, ἄλλως τε καὶ διὰ | |
5 | μιᾶς γνώμης ἱκανὴν τοῦ πράγματος ἔμφασιν (ἐξὸν) | |
Hist.9.24.4 | λαβεῖν. καθ’ ὃν γὰρ καιρὸν Ἀννίβας ἐξ Ἰβηρίας τὴν εἰς Ἰταλίαν πορείαν ἐπενόει στέλλεσθαι μετὰ τῶν δυνάμεων, μεγίστης προφαινομένης δυσχρηστίας περὶ τὰς τροφὰς καὶ τὴν ἑτοιμότητα τῶν ἐπιτηδείων τοῖς | |
5 | στρατοπέδοις, ἅτε καὶ κατὰ τὸ μῆκος ἀνήνυτον ἔχειν τι δοκούσης τῆς ὁδοῦ καὶ κατὰ τὸ πλῆθος καὶ τὴν | |
Hist.9.24.5 | ἀγριότητα τῶν μεταξὺ κατοικούντων βαρβάρων, τότε δοκεῖ καὶ πλεονάκις ἐν τῷ συνεδρίῳ περὶ τούτου τοῦ μέρους ἐμπιπτούσης ἀπορίας εἷς τῶν φίλων Ἀννίβας ὁ Μονομάχος ἐπικαλούμενος ἀποφήνασθαι γνώμην | |
5 | διότι μία τις ὁδὸς αὑτῷ προφαίνεται. δι’ ἧς ἐστιν | |
Hist.9.24.6 | εἰς Ἰταλίαν ἐλθεῖν ἐφικτόν. τοῦ δ’ Ἀννίβου λέγειν κελεύσαντος, διδάξαι δεῖν ἔφη τὰς δυνάμεις ἀνθρω‐ | |
Hist.9.24.7 | ποφαγεῖν καὶ τούτῳ ποιῆσαι συνήθεις ..... Ἀννί‐ βας δὲ πρὸς μὲν τὸ τόλμημα καὶ τὸ πρακτικὸν τῆς ἐπινοίας οὐδὲν ἀντειπεῖν ἐδυνήθη, τοῦ δὲ πράγμα‐ τος λαβεῖν ἔννοιαν οὔθ’ αὑτὸν οὔτε τοὺς φίλους | |
Hist.9.24.8 | ἐδύνατο πεῖσαι. τούτου δὲ τἀνδρὸς εἶναί φασιν ἔργα καὶ τὰ κατὰ τὴν Ἰταλίαν εἰς Ἀννίβαν ἀναφε‐ ρόμενα περὶ τῆς ὠμότητος, οὐχ ἧττον δὲ καὶ τῶν περιστάσεων. | |
Hist.9.25.1 | Φιλάργυρός γε μὴν δοκεῖ γεγονέναι διαφερόν‐ τως καὶ φίλῳ κεχρῆσθαι φιλαργύρῳ Μάγωνι τῷ | |
Hist.9.25.2 | (τὰ) κατὰ τὴν Βρεττίαν χειρίζοντι. ταύτην δὲ τὴν ἱστορίαν ἐγὼ παρέλαβον μὲν καὶ παρ’ αὐτῶν Καρ‐ | |
Hist.9.25.3 | χηδονίων· ἐγχώριοι γὰρ οὐ μόνον τὰς τῶν ἀνέμων στάσεις κατὰ τὴν παροιμίαν, ἀλλὰ καὶ τὰ τῶν ἐγχω‐ | |
Hist.9.25.4 | ρίων ἀνθρώπων ἤθη κάλλιστα γινώσκουσιν· ἔτι δὲ Μασαννάσου .... ἀκριβέστερον διήκουσα, φέροντος | |
ἀπολογισμοὺς καθόλου μὲν περὶ πάντων Καρχηδο‐ νίων, μάλιστα δὲ περὶ τῆς Ἀννίβου καὶ Μάγωνος | ||
Hist.9.25.5 | τοῦ Σαυνίτου προσαγορευομένου φιλαργυρίας. πρὸς γὰρ τοῖς ἄλλοις ἔφη γενναιότατα κεκοινωνηκότας ἑαυτοῖς πραγμάτων τοὺς προειρημένους ἀπὸ τῆς πρώτης ἡλικίας καὶ πολλὰς μὲν πόλεις κατ’ Ἰβηρίαν, | |
5 | πολλὰς δὲ κατὰ τὴν Ἰταλίαν εἰληφότας ἑκατέρους, τὰς μὲν κατὰ κράτος, τὰς δ’ ἐκ παραδόσεως, οὐδέ‐ | |
Hist.9.25.6 | ποτε μετεσχηκέναι τῆς αὐτῆς πράξεως ἀλλήλοις, ἀλλ’ ἀεὶ μᾶλλον ἑαυτοὺς ἢ τοὺς πολεμίους στρατηγεῖν χάριν τοῦ μὴ συμπαρεῖναι θάτερον θατέρῳ πόλεως καταλαμβανομένης, ἵνα μήτε διαφέρωνται πρὸς σφᾶς | |
5 | ἐκ τῶν τοιούτων μήτε μερίζωνται τὸ λυσιτελές, ἐφα‐ μίλλου τῆς ὑπεροχῆς αὐτῶν ὑπαρχούσης. | |
Hist.9.26.1 | Πλὴν ὅτι γε καὶ τὴν Ἀννίβου φύσιν οὐ μόνον ἡ τῶν φίλων παράθεσις, ἔτι δὲ μᾶλλον ἡ τῶν πραγ‐ μάτων περίστασις ἐβιάζετο καὶ μετετίθετο πολλά‐ κις, ἔκ τε τῶν προειρημένων καὶ τῶν λέγεσθαι μελ‐ | |
Hist.9.26.2 | λόντων ἐστὶ φανερόν. ἅμα γὰρ τῷ γενέσθαι τὴν Καπύην τοῖς Ῥωμαίοις ὑποχείριον εὐθέως ἦσαν, ὅπερ εἰκός, αἱ πόλεις μετέωροι, καὶ περιέβλεπον ἀφορμὰς καὶ προφάσεις τῆς πρὸς Ῥωμαίους μετα‐ | |
Hist.9.26.3 | βολῆς· ὅτε δὴ καὶ δοκεῖ μάλιστα δυσχρηστηθεὶς Ἀννίβας εἰς ἀπορίαν ἐμπεσεῖν ὑπὲρ τῶν ἐνεστώτων. | |
Hist.9.26.4 | οὔτε γὰρ τηρεῖν τὰς πόλεις πάσας πολὺ διεστώσας ἀλλήλων δυνατὸς ἦν, καθίσας εἰς ἕνα τόπον, τῶν πολεμίων καὶ πλείοσι στρατοπέδοις ἀντιπαραγόντων, οὔτε διαιρεῖν εἰς πολλὰ μέρη τὴν αὑτοῦ δύναμιν | |
Hist.9.26.5 | οἷός τ’ ἦν. εὐχείρωτος γὰρ ἔμελλε τοῖς ἐχθροῖς ὑπάρξειν καὶ διὰ τὸ λείπεσθαι τῷ πλήθει καὶ διὰ τὸ | |
Hist.9.26.6 | μὴ δύνασθαι πᾶσιν αὐτὸς συμπαρεῖναι. διόπερ ἠναγ‐ κάζετο τὰς μὲν προδήλως ἐγκαταλείπειν τῶν πόλεων, ἐξ ὧν δὲ τὰς φρουρὰς ἐξάγειν, ἀγωνιῶν μὴ κατὰ τὰς μεταβολὰς τῶν πραγμάτων συγκαταφθείρῃ τοὺς | |
Hist.9.26.7 | ἰδίους στρατιώτας. ἐνίας (δὲ) καὶ παρασπονδῆς’ ὑπέ‐ μεινε, μετανιστὰς εἰς ἄλλας πόλεις καὶ ποιῶν ἀναρ‐ | |
Hist.9.26.8 | πάστους αὐτῶν τοὺς βίους. ἐξ ὧν προσκόπτοντες | |
Hist.9.26.9 | οἱ μὲν ἀσέβειαν, οἱ δ’ ὠμότητα κατεγίνωσκον. καὶ γὰρ ἁρπαγαὶ χρημάτων ἅμα τοῖς προειρημένοις καὶ φόνοι καὶ βίαιοι προφάσεις ἐγίνοντο διά τε τῶν ἐξιόντων καὶ διὰ τῶν εἰσιόντων στρατιωτῶν εἰς τὰς | |
5 | πόλεις, ἑκάστων ὑπειληφότων ὅσον οὐκ ἤδη τοὺς ὑπολειπομένους μεταβαλεῖσθαι πρὸς τοὺς ὑπεναν‐ | |
Hist.9.26.10 | τίους. ἐξ ὧν καὶ λίαν δυσχερὲς ἀποφήνασθαι περὶ τῆς Ἀννίβου φύσεως, διά τε τὴν τῶν φίλων παρά‐ | |
Hist.9.26.11 | θεσιν καὶ τὴν τῶν πραγμάτων περίστασιν. κρατεῖ γε μὴν ἡ φήμη παρὰ μὲν Καρχηδοίοις ὡς φιλαρ‐ γύρου, παρὰ δὲ Ῥωμαίοις ὡς ὠμοῦ γενομένου [αὐτοῦ]. | |
Hist.926at | VI. RES SICILIAE. | |
Hist.926a1 | Οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων ἐξ αὐτῆς τῆς | |
περιμέτρου τεκμαίρονται τὰ μεγέθη τῶν προειρη‐ | ||
Hist.926a2 | μένων. λοιπὸν ὅταν εἴπῃ τις τὴν μὲν τῶν Μεγα‐ λοπολιτῶν πόλιν πεντήκοντα σταδίων ἔχειν τὸν περί‐ βολον, τὴν δὲ τῶν Λακεδαιμονίων ὀκτὼ καὶ τεττα‐ ράκοντα, τῷ δὲ μεγέθει διπλῆν εἶναι τὴν Λακεδαί‐ | |
5 | μονα τῆς Μεγάλης πόλεως, ἄπιστον αὐτοῖς εἶναι | |
Hist.926a3 | δοκεῖ τὸ λεγόμενον. ἂν δὲ καὶ συναυξῆσαί τις βου‐ λόμενος τὴν ἀπορίαν εἴπῃ διότι δυνατόν ἐστι τετ‐ ταράκοντα σταδίων πόλιν ἢ στρατοπεδείαν ἔχουσαν τὴν περιγραφὴν διπλασίαν γίνεσθαι τῆς ἑκατὸν στα‐ | |
5 | δίων ἐχούσης τὴν περίμετρον, τελέως ἐκπληκτικὸν | |
Hist.926a4 | αὐτοῖς φαίνεται τὸ λεγόμενον. τοῦτο δ’ ἐστὶν αἴτιον ὅτι τῶν ἐν τοῖς παιδικοῖς μαθήμασι παραδιδομένων | |
Hist.926a5 | ἡμῖν διὰ τῆς γεωμετρίας οὐ μνημονεύομεν. περὶ μὲν οὖν τούτων προήχθην εἰπεῖν διὰ τὸ μὴ μόνον τοὺς πολλοὺς ἀλλὰ καὶ τῶν πολιτευομένων καὶ τῶν ἐν ταῖς ἡγεμονίαις ἀναστρεφομένων τινὰς ἐκπλήτ‐ | |
5 | τεσθαι, θαυμάζοντας ποτὲ μὲν εἰ δυνατόν ἐστι μείζω τὴν τῶν Λακεδαιμονίων πόλιν εἶναι, καὶ πολλῷ μείζω, τῆς τῶν Μεγαλοπολιτῶν, τὸν περίβολον ἔχου‐ | |
Hist.926a6 | σαν ἐλάττω, ποτὲ δὲ τὸ πλῆθος τῶν ἀνδρῶν τεκ‐ μαίρεσθαι, στοχαζομένους ἐξ αὐτῆς τῆς περιμέτρου | |
Hist.926a7 | τῶν στρατοπεδειῶν. παραπλήσιον δέ τι καὶ ἕτερον ἀδίκημα συμβαίνει περὶ τὰς τῶν πόλεων ἐπιφάσεις. | |
οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων τὰς περικεκλασμένας καὶ βουνώδεις πλείους οἰκίας ὑπολαμβάνουσι κατέ‐ | ||
Hist.926a8 | χεσθαι τῶν ἐπιπέδων. τὸ δ’ οὐκ ἔστι τοιοῦτον διὰ τὸ τὰ τειχία τῶν οἰκοδομιῶν μὴ τοῖς ἐγκλίμασι τῶν ἐδάφων ἀλλὰ τοῖς ὑποκειμένοις ἐπιπέδοις οἰκοδο‐ μεῖσθαι πρὸς ὀρθάς, ἐφ’ ὧν καὶ τοὺς λόφους αὐτοὺς | |
Hist.926a9 | βεβηκέναι συμβαίνει. γνοίη δ’ ἄν τις ἐκ τοῦ φαινο‐ | |
Hist.926a10 | μένου παιδικῶς ὅμως τὸ λεγόμενον. εἰ γὰρ νοήσαι τις εἰς ὕψος ἀνατεταμένας τὰς ἐν τοῖς κλίμασιν οἰκίας οὕτως ὥστε πάσας ἰσοϋψεῖς ὑπάρχειν, φανε‐ ρὸν ὡς ἑνὸς ἐπιπέδου γενομένου τοῦ κατὰ τὰ τέγη | |
5 | τῶν οἰκιῶν, ἴσον καὶ παράλληλον ἔσται τοῦτο τῷ τοῖς λόφοις ὑποκειμένῳ καὶ τοῖς τῶν τειχῶν θεμε‐ | |
Hist.926a11 | λίοις ἐπιπέδῳ. περὶ μὲν οὖν τῶν ἡγεῖσθαι καὶ πολιτεύεσθαι βουλομένων, ἀγνοούντων δὲ τὰ τοιαῦτα | |
Hist.9.27.1 | καὶ θαυμαζόντων, ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω. ἡ δὲ τῶν Ἀκραγαντίνων πόλις οὐ μόνον κατὰ τὰ προειρημένα διαφέρει τῶν πλείστων πόλεων, ἀλλὰ καὶ κατὰ τὴν ὀχυρότητα, καὶ μάλιστα κατὰ τὸ κάλ‐ | |
Hist.9.27.2 | λος καὶ τὴν κατασκευήν. ἔκτισται μὲν γὰρ ἀπὸ θα‐ λάττης ἐν ὀκτωκαίδεκα σταδίοις, ὥστε μηδενὸς ἀμοί‐ | |
Hist.9.27.3 | ρους εἶναι τῶν ἐκ ταύτης χρησίμων· ὁ δὲ περίβολος αὐτῆς καὶ φύσει καὶ κατασκευῇ διαφερόντως ἠσφά‐ | |
Hist.9.27.4 | λισται. κεῖται γὰρ τὸ τεῖχος ἐπὶ πέτρας ἀκροτόμου καὶ περιρρῶγος, ᾗ μὲν αὐτοφυοῦς, ᾗ δὲ χειροποιή‐ | |
Hist.9.27.5 | του, περιέχεται δὲ ποταμοῖς· ῥεῖ γὰρ αὐτῆς παρὰ | |
μὲν τὴν νότιον πλευρὰν ὁ συνώνυμος τῇ πόλει, παρὰ δὲ τὴν ἐπὶ τὰς δύσεις καὶ τὸν λίβα τετραμ‐ | ||
Hist.9.27.6 | μένην ὁ προσαγορευόμενος Ὕψας. ἡ δ’ ἄκρα τῆς πόλεως ὑπέρκειται κατ’ αὐτὰς τὰς θερινὰς ἀνατο‐ λάς, κατὰ μὲν τὴν ἔξωθεν ἐπιφάνειαν ἀπροσίτῳ φάραγγι περιεχομένη, κατὰ δὲ τὴν ἐντὸς μίαν ἔχουσα | |
Hist.9.27.7 | πρόσοδον ἐκ τῆς πόλεως. ἐπὶ δὲ τῆς κορυφῆς Ἀθη‐ νᾶς ἱερὸν ἔκτισται καὶ Διὸς Ἀταβυρίου, καθάπερ | |
Hist.9.27.8 | καὶ παρὰ Ῥοδίοις· τοῦ γὰρ Ἀκράγαντος ὑπὸ Ῥοδίων ἀπῳκισμένης, εἰκότως ὁ θεὸς οὗτος τὴν αὐτὴν ἔχει | |
Hist.9.27.9 | προσηγορίαν ἣν καὶ παρὰ τοῖς Ῥοδίοις. κεκόσμηται δὲ καὶ τἄλλα μεγαλοπρεπῶς ἡ πόλις ναοῖς καὶ στοαῖς. καὶ (μὴν) ὁ τοῦ Διὸς τοῦ Ὀλυμπίου νεὼς παντέ‐ λειαν μὲν οὐκ εἴληφε, κατὰ δὲ τὴν ἐπιβολὴν καὶ | |
5 | τὸ μέγεθος οὐδ’ ὁποίου τῶν κατὰ τὴν Ἑλλάδα δοκεῖ λείπεσθαι. | |
Hist.9.27.10 | Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων. Ἀγάθυρνα, πόλις Σικελίας, ὡς Πολύβιος ἀνάτῃ. | |
Hist.9.27.11 | Ὁ δὲ Μάρκος δοὺς πίστεις ὑπὲρ ἀσφαλείας ἔπει‐ σεν ἐκχωρεῖν εἰς Ἰταλίαν, ἐφ’ ᾧ λαμβάνοντας μέ‐ τρημα παρὰ τῶν Ῥηγίνων πορθεῖν τὴν Βρεττιανήν, | |
κυρίους ὄντας ὧν ἂν ἐκ τῆς πολεμίας ὠφεληθῶσι. | ||
Hist.9.28t | VII. RES GRAECIAE. | |
Hist.9.28.1 | Ὅτι μὲν οὖν, ὦ ἄνδρες Λακεδαιμόνιοι, τὴν Μα‐ κεδόνων δυναστείαν ἀρχὴν συνέβη γεγονέναι τοῖς Ἕλλησι δουλείας, οὐδ’ ἄλλως εἰπεῖν οὐδένα πέπει‐ | |
Hist.9.28.2 | σμαι τολμῆσαι· σκοπεῖν δ’ οὕτως ἔξεστιν. ἦν τι σύ‐ στημα τῶν ἐπὶ Θρᾴκης Ἑλλήνων, οὓς ἀπῴκισαν Ἀθηναῖοι καὶ Χαλκιδεῖς, ὧν μέγιστον εἶχε πρόσχημα | |
Hist.9.28.3 | καὶ δύναμιν ἡ τῶν Ὀλυνθίων πόλις. ταύτην ἐξαν‐ δραποδισάμενος Φίλιππος καὶ παράδειγμα ποιήσας οὐ μόνον τῶν ἐπὶ Θρᾴκης πόλεων ἐγένετο κύριος, ἀλλὰ καὶ Θετταλοὺς ὑφ’ αὑτὸν ἐποιήσατο διὰ τὸν | |
Hist.9.28.4 | φόβον. μετ’ οὐ πολὺ δὲ μάχῃ νικήσας τοὺς Ἀθη‐ ναίους ἐχρήσατο μεγαλοψύχως τοῖς εὐτυχήμασιν, οὐχ ὅπως Ἀθηναίους εὖ ποιήσῃ, πολλοῦ γε δεῖν, ἀλλ’ ἵνα διὰ τῆς πρὸς ἐκείνους εὐεργεσίας προκαλέσηται τοὺς | |
5 | ἄλλους εἰς τὸ ποιεῖν ἐθελοντὴν αὐτῷ τὸ προσταττό‐ | |
Hist.9.28.5 | μενον. ἦν ἔτι τὸ τῆς ὑμετέρας πόλεως ἀξίωμα, δο‐ κοῦν ἂν σὺν καιρῷ προστήσεσθαι τῶν Ἑλλήνων. | |
Hist.9.28.6 | τοιγαροῦν πᾶσαν ἱκανὴν ποιησάμενος πρόφασιν ἧκε μετὰ τῶν δυνάμεων, καὶ κατέφθειρε μὲν τέμνων τὴν | |
Hist.9.28.7 | γῆν, κατέφθειρε δ’ αἴθων τὰς οἰκίας. τὸ δὲ τελευ‐ ταῖον ἀποτεμόμενος καὶ τὰς πόλεις καὶ τὴν χώραν ὑμῶν προσένειμε τὴν μὲν Ἀργείοις, τὴν δὲ Τεγεά‐ ταις καὶ Μεγαλοπολίταις, τὴν δὲ Μεσσηνίοις, ἅπαν‐ | |
5 | τας βουλόμενος καὶ παρὰ τὸ προσῆκον εὐεργετεῖν, | |
Hist.9.28.8 | ἐφ’ ᾧ μόνον ὑμᾶς κακῶς ποιεῖν. διεδέξατο παρ’ αὐτοῦ τὴν ἀρχὴν Ἀλέξανδρος. οὗτος πάλιν ὑπολα‐ βὼν βραχύ τι τῆς Ἑλλάδος ἔναυσμα καταλείπεσθαι περὶ τὴν Θηβαίων πόλιν, τίνα τρόπον αὐτὴν διέ‐ | |
5 | φθειρε, πάντας ὑμᾶς οἴομαι κατανοεῖν. | |
Hist.9.29.1 | Καὶ μὴν περὶ τῶν διαδεξαμένων τούτου τὰ πράγματα πῶς κέχρηνται τοῖς Ἕλλησι, τί με δεῖ | |
Hist.9.29.2 | κατὰ μέρος λέγειν; οὐδεὶς γάρ ἐστι τῶν ὄντων (οὕτως) ἀπράγμων ὃς οὐχὶ πέπυσται πῶς Ἀντίπατρος μὲν ἐν τῇ περὶ Λαμίαν μάχῃ νικήσας τοὺς Ἕλληνας κάκιστα μὲν ἐχρήσατο τοῖς ταλαιπώροις Ἀθηναίοις, | |
Hist.9.29.3 | ὁμοίως δὲ καὶ τοῖς ἄλλοις, εἰς τοῦτο δ’ ὕβρεως ἦλθε καὶ παρανομίας ὡς φυγαδοθήρας καταστήσας ἐξέ‐ πεμψε πρὸς τὰς πόλεις ἐπὶ τοὺς ἀντειρηκότας ἢ καθ‐ | |
Hist.9.29.4 | όλου λελυπηκότας τι τὴν Μακεδόνων οἰκίαν. ὧν οἱ μὲν ἐκ τῶν ἱερῶν ἀγόμενοι μετὰ βίας, οἱ δ’ ἀπὸ τῶν βωμῶν ἀποσπώμενοι, μετὰ τιμωρίας ἀπέθνη‐ σκον, οἱ δὲ διαφυγόντες ἐκ πάσης ἐξενηλατοῦντο τῆς | |
5 | Ἑλλάδος· φύξιμον γὰρ οὐδὲν ἦν πλὴν ἑνὸς αὐτοῖς | |
Hist.9.29.5 | τοῦ τῶν Αἰτωλῶν ἔθνους. τά γε μὴν Κασσάνδρῳ καὶ Δημητρίῳ πεπραγμένα, σὺν δὲ τούτοις Ἀντιγόνῳ τῷ Γονατᾷ, τίς οὐκ οἶδε; διὰ γὰρ τὸ προσφάτως αὐτὰ γεγονέναι τελέως ἐναργῆ συμβαίνει τὴν γνῶσιν | |
Hist.9.29.6 | αὐτῶν ὑπάρχειν. ὧν οἱ μὲν φρουρὰς εἰσάγοντες εἰς τὰς πόλεις, οἱ δὲ τυράννους ἐμφυτεύοντες οὐδεμίαν πόλιν ἄμοιρον ἐποίησαν τοῦ τῆς δουλείας ὀνόματος. | |
Hist.9.29.7 | ἀφέμενος δὲ τούτων ἐπάνειμι νῦν ἐπὶ τὸν τελευ‐ ταῖον Ἀντίγονον, ἵνα μὴ τὴν ἐκ τούτου πρᾶξιν ἀκά‐ | |
κως τινὲς ὑμῶν θεωροῦντες ὑπόχρεοι χάριτι νομί‐ | ||
Hist.9.29.8 | ζωσιν εἶναι Μακεδόσιν. οὔτε γὰρ Ἀχαιοὺς σῴζειν προαιρούμενος Ἀντίγονος ἐπανείλετο τὸν πρὸς ὑμᾶς πόλεμον οὔτε τῇ Κλεομένους τυραννίδι δυσαρεστού‐ | |
Hist.9.29.9 | μενος, ἵνα Λακεδαιμονίους ἐλευθερώσῃ· καὶ λίαν γὰρ ὅ γε τοιοῦτός ἐστι τρόπος εὐήθης, εἴ τις ἄρα | |
Hist.9.29.10 | ταύτην ὑμῶν ἔχει τὴν διάληψιν· ἀλλ’ ὁρῶν οὐκ ἐν ἀσφαλεῖ τὴν ἑαυτοῦ δυναστείαν ἐσομένην, ἐὰν ὑμεῖς τὴν Πελοποννησίων ἀρχὴν κατακτήσησθε, πρὸς δὲ τοῦτο βλέπων εὖ πεφυκότα τὸν Κλεομένην καὶ τὴν | |
Hist.9.29.11 | τύχην ὑμῖν λαμπρῶς συνεργοῦσαν, ἅμα φοβηθεὶς καὶ φθονήσας παρῆν, οὐ Πελοποννησίοις βοηθή‐ σων, ἀλλὰ τὰς ὑμετέρας ἐλπίδας ἀφελούμενος καὶ | |
Hist.9.29.12 | τὴν ὑμετέραν ὑπεροχὴν ταπεινώσων. διόπερ οὐκ ἐπὶ τοσοῦτον ἀγαπᾶν ὀφείλετε Μακεδόνας, (ὅτι) κυριεύσαντες τῆς πόλεως οὐ διήρπασαν, ἐφ’ ὅσον ἐχθροὺς νομίζειν καὶ μισεῖν, ὅτι δυναμένους ὑμᾶς | |
5 | ἡγεῖσθαι τῆς Ἑλλάδος πλεονάκις ἤδη κεκωλύκασι. | |
Hist.9.30.1 | Περί γε μὴν τῆς Φιλίππου παρανομίας τίς χρεία | |
Hist.9.30.2 | πλείω λέγειν; τῆς μὲν γὰρ εἰς τὸ θεῖον ἀσεβείας ἱκανὸν ὑπόδειγμ’ αἱ περὶ τοὺς ἐν Θέρμῳ ναοὺς ὕβρεις, τῆς δ’ εἰς τοὺς ἀνθρώπους ὠμότητος ἡ περὶ τοὺς Μεσσηνίους ἀθεσία καὶ παρασπόνδησις .... | |
Hist.9.30.3 | Αἰτωλοὶ γὰρ μόνοι μὲν τῶν Ἑλλήνων ἀντωφθάλμη‐ σαν πρὸς Ἀντίπατρον ὑπὲρ τῆς τῶν ἀδίκως ἀκλη‐ ρούντων ἀσφαλείας, μόνοι δὲ πρὸς τὴν Βρέννου καὶ τῶν ἅμα τούτῳ βαρβάρων ἔφοδον ἀντέστησαν, μό‐ | |
Hist.9.30.4 | νοι δὲ καλούμενοι συνηγωνίζοντο, βουλόμενοι τὴν πάτριον ἡγεμονίαν τῶν Ἑλλήνων ὑμῖν συγκατα‐ | |
σκευάζειν. | ||
Hist.9.30.5 | Ταῦτα μὲν οὖν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω. περὶ δὲ τοῦ νῦν ἐνεστῶτος διαβουλίου γράφειν μὲν καὶ χειροτονεῖν ἀναγκαῖόν πώς ἐστιν ὡς περὶ πολέμου βουλευομένοις, τῇ μέντοι γ’ ἀληθείᾳ μὴ νομίζειν | |
Hist.9.30.6 | τοῦτον εἶναι πόλεμον. Ἀχαιοὺς μὲν γὰρ οὐχ οἷον διανοησομένους βλάπτειν ὑμῶν τὴν χώραν, μεγάλην δὲ χάριν ἕξειν αὐτοὺς ὑπολαμβάνω τοῖς θεοῖς, ἐὰν δύνωνται τὴν ἰδίαν τηρεῖν, ἐπειδὰν αὐτοῖς ὁ πόλε‐ | |
5 | μος ὑπ’ Ἠλείων καὶ Μεσσηνίων διὰ τὴν πρὸς ἡμᾶς συμμαχίαν, ἅμα δὲ τούτοις ὑφ’ ἡμῶν περισταθῇ. | |
Hist.9.30.7 | Φίλιππον δὲ πάντως πέπεισμαι λήξειν τῆς ὁρμῆς κατὰ μὲν γῆν ὑπ’ Αἰτωλῶν πολεμούμενον, κατὰ δὲ θάλατταν ὑπό τε Ῥωμαίων καὶ τοῦ βασιλέως Ἀττά‐ | |
Hist.9.30.8 | λου. λίαν δ’ εὐμαρῶς ἔστι συλλογίσασθαι τὸ μέλ‐ | |
Hist.9.30.9 | λον ἐκ τῶν ἤδη γεγονότων. εἰ γὰρ πρὸς μόνους Αἰτωλοὺς πολεμῶν μηδέποτε δυνατὸς ἦν χειρώσα‐ σθαι τούτους, ἦ που συμβεβηκότων ἀξιόχρεως ἂν εἴη πρὸς τὸν ἐνεστῶτα πόλεμον; | |
Hist.9.31.1 | Ταῦτα μὲν οὖν εἰρήσθω μοι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν χάριν τοῦ γνῶναι πάντας ὑμᾶς διότι καὶ μὴ προεισδεδεμένους, ἀλλ’ ἐξ ἀκεραίου βουλευομέ‐ νους, μᾶλλον Αἰτωλοῖς ἡμᾶς ἢ Μακεδόσιν ἐχρῆν | |
Hist.9.31.2 | συμμαχεῖν. εἰ δὲ καὶ προκατέχεσθε καὶ προδιειλή‐ | |
Hist.9.31.3 | φατε περὶ τούτων, τίς ἔτι καταλείπεται λόγος; εἰ γὰρ συνέθεσθε τὴν νῦν ὑπάρχουσαν ὑμῖν πρὸς ἡμᾶς συμμαχίαν πρότερον τῶν ὑπ’ Ἀντιγόνου γε‐ γονότων εἰς ὑμᾶς εὐεργετημάτων, ἴσως ἦν εἰκὸς | |
5 | διαπορεῖν, εἰ δέον ἐστί, τοῖς ἐπιγεγονόσιν εἴκοντας | |
Hist.9.31.4 | παριδεῖν τι τῶν πρότερον ὑπαρχόντων. ἐπεὶ δὲ συντετελεσμένης ὑπ’ Ἀντιγόνου τῆς πολυθρυλήτου ταύτης ἐλευθερίας καὶ σωτηρίας, ἣν οὗτοι παρ’ ἕκα‐ στον ὑμῖν ὀνειδίζουσι, μετὰ δὲ ταῦτα βουλευόμενοι | |
5 | καὶ πολλάκις ἑαυτοῖς δόντες λόγον, ποτέροις ὑμᾶς δεῖ κοινωνεῖν πραγμάτων, Αἰτωλοῖς ἢ Μακεδόσιν, εἵλεσθε μετέχειν Αἰτωλοῖς, οἷς ἐδώκατε περὶ τούτων πίστεις καὶ (κατ)ελάβετε παρ’ ἡμῶν, καὶ συμπεπολε‐ μήκατε τὸν πρῴην συστάντα πόλεμον ἡμῖν πρὸς Μα‐ | |
10 | κεδόνας, τίς ἔτι δύναται περὶ τούτων εἰκότως ἐπα‐ | |
Hist.9.31.5 | πορεῖν; τὰ μὲν γὰρ πρὸς Ἀντίγονον καὶ Φίλιππον | |
Hist.9.31.6 | ὑμῖν ὑπάρχοντα φιλάνθρωπα παρεγράφη τότε. λοι‐ πὸν ἢ δι’ Αἰτωλῶν ἀδίκημά τι δεῖ μετὰ ταῦτα γεγο‐ νὸς εἰς ὑμᾶς δεικνύειν ἢ διὰ Μακεδόνων εὐεργεσίαν ἢ μηδετέρου τούτων ἐπιγεγονότος, πῶς, οἷς πρότε‐ | |
5 | ρον ἐξ ἀκεραίου βουλευόμενοι δικαίως οὐ προσ‐ έσχετε, τούτων νῦν ἐντραπέντες ἀνασκευάζειν μέλλετε συνθήκας, ὅρκους, τὰς μεγίστας πίστεις παρ’ ἀν‐ θρώποις;“ | |
Hist.9.31.7 | Ὁ μὲν οὖν Χλαινέας τοιαῦτα διαλεχθεὶς καὶ δόξας δυσαντιρρήτως εἰρηκέναι κατέπαυσε τὸν λό‐ | |
Hist.9.32.1 | γον. μετὰ δὲ ταῦτα Λυκίσκος ὁ τῶν Ἀκαρνάνων | |
πρεσβευτὴς εἰσελθὼν τὸ μὲν πρῶτον ἐπέσχε, θεω‐ ρῶν τοὺς πολλοὺς ἐν αὑτοῖς διαλαλοῦντας ὑπὲρ τῶν | ||
Hist.9.32.2 | προειρημένων, ἐπεὶ δέ ποτε καθησύχασαν, οὕτως | |
Hist.9.32.3 | πως ἤρξατο τοῦ λέγειν „Ἡμεῖς, ἄνδρες Λακεδαιμό‐ νιοι, παρεγενόμεθα μὲν ὑπὸ τοῦ κοινοῦ τῶν Ἀκαρ‐ νάνων ἀπεσταλμένοι πρὸς ὑμᾶς, μετέχοντες δὲ σχε‐ δὸν ἀεί ποτε Μακεδόσι τῶν αὐτῶν ἐλπίδων καὶ τὴν | |
5 | πρεσβείαν ταύτην κοινὴν ὑπολαμβάνομεν ἡμῖν ὑπάρ‐ | |
Hist.9.32.4 | χειν καὶ Μακεδόσιν. ὥσπερ δὲ καὶ κατὰ τοὺς κιν‐ δύνους διὰ τὴν ὑπεροχὴν καὶ τὸ μέγεθος τῆς Μα‐ κεδόνων δυνάμεως ἐμπεριέχεσθαι συμβαίνει τὴν ἡμετέραν ἀσφάλειαν ἐν ταῖς ἐκείνων ἀρεταῖς, οὕτως | |
5 | καὶ κατὰ τοὺς πρεσβευτικοὺς ἀγῶνας ἐμπεριέχεται τὸ τῶν Ἀκαρνάνων συμφέρον ἐν τοῖς Μακεδόνων | |
Hist.9.32.5 | δικαίοις. διόπερ οὐ δεῖ θαυμάζειν ὑμᾶς, ἐὰν τὸν πλείω λόγον ὑπὲρ Φιλίππου ποιώμεθα καὶ Μακεδό‐ | |
Hist.9.32.6 | νων. Χλαινέας τοιγαροῦν, καταστρέφων τὴν δημη‐ γορίαν, ἀπότομόν τινα συγκεφαλαίωσιν ἐποιήσατο | |
Hist.9.32.7 | τῶν ὑπαρχόντων πρὸς ὑμᾶς δικαίων. ἔφη γάρ, εἰ μὲν ἐπιγέγονέ τι μετὰ τὸ θέσθαι τὴν συμμαχίαν ὑμᾶς τὴν πρὸς τούτους ἤτοι βλαβερὸν καὶ δυσχερὲς ὑπ’ Αἰτωλῶν ἢ καὶ νὴ Δία φιλάνθρωπον ὑπὸ Μα‐ | |
5 | κεδόνων, εἰκότως ἂν καὶ τὸ νῦν διαβούλιον ἐξ ἀκε‐ | |
Hist.9.32.8 | ραίου σκέψεως τυγχάνειν· εἰ δὲ μηδενὸς ἐπιγεγονό‐ τος τοιούτου τὰ κατ’ Ἀντίγονον προφερόμενοι τὰ πρότερον ὑφ’ ὑμῶν δεδοκιμασμένα πεπείσμεθα νῦν ἡμεῖς ἀνασκευάσειν ὅρκους καὶ συνθήκας, εὐηθεστά‐ | |
Hist.9.32.9 | τους πάντων ἡμᾶς ὑπάρχειν. ἐγὼ δ’, εἰ μὲν μηδὲν ἐπιγέγονε κατὰ τὸν τούτου λόγον, μένει δὲ τὰ πράγ‐ | |
ματα τοιαῦτα τοῖς Ἕλλησιν οἷα πρότερον ἦν, ὅτε πρὸς αὐτοὺς Αἰτωλοὺς ἐποιεῖσθε τὴν συμμαχίαν, | ||
5 | ὁμολογῶ πάντων εὐηθέστατος ὑπάρχειν καὶ ματαίους | |
Hist.9.32.10 | μέλλειν διατίθεσθαι λόγους· εἰ δὲ τὴν ἐναντίαν ἔσχηκε διάθεσιν, ὡς ἐγὼ σαφῶς δείξω προϊόντος τοῦ λόγου, καὶ λίαν ἐμὲ μὲν οἴομαι φανήσεσθαί τι λέγειν ὑμῖν τῶν συμφερόντων, Χλαινέαν δ’ ἀγνο‐ | |
Hist.9.32.11 | εῖν. παραγινόμεθα μὲν οὖν ὑπὲρ αὐτοῦ τούτου πεπεισμένοι δεῖν ἡμᾶς ποιεῖσθαι τοὺς λόγους, ὑπὲρ τοῦ δεῖξαι διότι καὶ πρέπον ὑμῖν ἐστι καὶ συμφέρον, εἰ μὲν δυνατόν, ἀκούσαντας τῆς ἐπιφερομένης τοῖς | |
5 | Ἕλλησι περιστάσεως καλόν τι βουλεύσασθαι καὶ πρέ‐ | |
Hist.9.32.12 | πον ἑαυτοῖς, μετασχόντας ἡμῖν τῶν ἐλπίδων· εἰ δὲ | |
Hist.9.33.1 | μή, τούτων τὴν ἡσυχίαν ἔχειν κατὰ τὸ παρόν. ἐπεὶ δ’ ἀνέκαθεν οὗτοι κατηγορεῖν ἐτόλμησαν τῆς Μακε‐ δόνων οἰκίας, ἀναγκαῖον εἶναί μοι δοκεῖ πρότερον ὑπὲρ τούτων βραχέα διαλεχθέντ’ ἀφελέσθαι τὴν | |
5 | ἄγνοιαν τῶν πεπιστευκότων τοῖς εἰρημένοις. | |
Hist.9.33.2 | Ἔφη τοιγαροῦν Χλαινέας Φίλιππον τὸν Ἀμύν‐ του διὰ τῆς Ὀλυνθίων ἀτυχίας κύριον γενέσθαι | |
Hist.9.33.3 | Θετταλίας. ἐγὼ δὲ διὰ Φίλιππον οὐ μόνον Θεττα‐ λούς, ἀλλὰ καὶ τοὺς λοιποὺς Ἕλληνας ὑπολαμβάνω | |
Hist.9.33.4 | σεσῶσθαι. καθ’ οὓς γὰρ καιροὺς Ὀνόμαρχος καὶ Φιλόμηλος καταλαβόμενοι Δελφοὺς ἀσεβῶς καὶ πα‐ ρανόμως ἐγένοντο κύριοι τῶν τοῦ θεοῦ χρημάτων, τότε τίς ὑμῶν οὐκ οἶδε διότι τηλικαύτην συνεστή‐ | |
5 | σαντο δύναμιν, πρὸς ἣν οὐδεὶς ἔτι τῶν Ἑλλήνων | |
Hist.9.33.5 | ἀντοφθαλμεῖν δυνατὸς ἦν; ἀλλ’ ἐκινδύνευον ἅμα ταῖς εἰς τὸ θεῖον ἀσεβείαις καὶ τῆς Ἑλλάδος γενέ‐ | |
Hist.9.33.6 | σθαι κύριοι πάσης. ἐν οἷς καιροῖς Φίλιππος ἐθε‐ λοντὴν αὑτὸν ἐπιδοὺς ἐπανείλετο μὲν τοὺς τυράν‐ | |
νους, ἠσφαλίσατο δὲ τὰ κατὰ τὸ ἱερόν, αἴτιος δ’ ἐγένετο τοῖς Ἕλλησι τῆς ἐλευθερίας, ὡς αὐτὰ τὰ | ||
Hist.9.33.7 | πράγματα μεμαρτύρηκε καὶ τοῖς ἐπιγενομένοις. οὐ γὰρ ὡς ἠδικηκότα Φίλιππον Θετταλούς, καθάπερ οὗτος ἐτόλμα λέγειν, ἀλλ’ ὡς εὐεργέτην ὄντα τῆς Ἑλλάδος, καὶ κατὰ γῆν αὐτὸν ἡγεμόνα καὶ κατὰ | |
5 | θάλατταν εἵλοντο πάντες· οὗ πρότερον ἀνθρώπων | |
Hist.9.33.8 | οὐδεὶς ἔτυχε. νὴ Δί’, ἀλλὰ παρεγένετο μετὰ τῆς | |
Hist.9.33.9 | δυνάμεως εἰς τὴν Λακωνικήν· οὐ κατά γε τὴν αὑτοῦ προαίρεσιν, ὡς ὑμεῖς ἴστε, καλούμενος δὲ καὶ πολ‐ λάκις ὀνομαζόμενος ὑπὸ τῶν ἐν Πελοποννήσῳ φί‐ | |
Hist.9.33.10 | λων καὶ συμμάχων μόλις αὑτὸν ἐπέδωκε. καὶ παρα‐ γενόμενος πῶς τοῖς πράγμασιν ἐχρήσατο, ὦ Χλαι‐ νέα, σκόπει. δυνάμενος γὰρ συγχρήσασθαι ταῖς τῶν ἀστυγειτόνων ὁρμαῖς πρός τε τὴν τῆς χώρας | |
5 | τῆς τούτων καταφθορὰν καὶ τὴν τῆς πόλεως ταπεί‐ νωσιν, καὶ τοῦτο πρᾶξαι μετὰ τῆς μεγίστης χάριτος, | |
Hist.9.33.11 | ἐπὶ μὲν τὴν τοιαύτην αἵρεσιν οὐδαμῶς αὑτὸν ἐνέ‐ δωκε, καταπληξάμενος δὲ κἀκείνους καὶ τούτους ἐπὶ τῷ κοινῇ συμφέροντι διὰ λόγου τὴν ἐξαγωγὴν ἀμ‐ φοτέρους ἠνάγκασε ποιήσασθαι περὶ τῶν ἀμφισβη‐ | |
Hist.9.33.12 | τουμένων, οὐχ αὑτὸν ἀποδείξας κριτὴν ὑπὲρ τῶν ἀντιλεγομένων, ἀλλὰ κοινὸν ἐκ πάντων τῶν Ἑλλή‐ νων καθίσας κριτήριον. ἄξιόν γε τὸ γεγονὸς ὀνεί‐ δους καὶ προφορᾶς. | |
Hist.9.34.1 | Πάλιν Ἀλεξάνδρῳ διότι μὲν ἀδικεῖσθαι δόξας τὴν Θηβαίων πόλιν ἐκόλασε, τοῦτο πικρῶς ὠνείδι‐ | |
Hist.9.34.2 | σας, ὅτι δὲ τιμωρίαν ἔλαβε παρὰ τῶν Περσῶν ὑπὲρ τῆς εἰς ἅπαντας τοὺς Ἕλληνας ὕβρεως, οὐκ ἐποιήσω | |
Hist.9.34.3 | μνήμην, οὐδὲ διότι μεγάλων κακῶν κοινῇ πάντας ἡμᾶς ἔλυσε, καταδουλωσάμενος τοὺς βαρβάρους καὶ παρελόμενος αὐτῶν τὰς χορηγίας, αἷς ἐκεῖνοι χρώ‐ μενοι κατέφθειραν τοὺς Ἕλληνας, ποτὲ μὲν Ἀθηναί‐ | |
5 | ους καὶ τοὺς τούτων προγόνους ἀγωνοθετοῦντες καὶ συμβάλλοντες, ποτὲ δὲ Θηβαίους, καὶ τέλος ὑπήκοον | |
Hist.9.34.4 | ἐποίησε τὴν Ἀσίαν τοῖς Ἕλλησι. περὶ δὲ τῶν δια‐ δεξαμένων πῶς καὶ τολμᾶτε μνημονεύειν; ἐκεῖνοι γὰρ κατὰ τὰς τῶν καιρῶν περιστάσεις οἷς μὲν ἀγα‐ θῶν οἷς δὲ κακῶν ἐγίνοντο παραίτιοι πολλάκις· | |
Hist.9.34.5 | περὶ ὧν τοῖς μὲν ἄλλοις ἴσως ἂν ἐξείη μνησικακεῖν, ὑμῖν δ’ οὐδαμῶς καθήκει τοῦτο ποιεῖν τοῖς ἀγαθοῦ μὲν μηδενὶ μηδενὸς παραιτίοις γεγονόσι, κακῶν δὲ | |
Hist.9.34.6 | πολλοῖς καὶ πολλάκις. ἐπεὶ τίνες οἱ τὸν Ἀντίγονον εἰσὶ τὸν Δημητρίου παρακαλέσαντες ἐπὶ διαιρέσει | |
Hist.9.34.7 | τοῦ τῶν Ἀχαιῶν ἔθνους; τίνες δ’ οἱ πρὸς τὸν Ἀλέξ‐ ανδρον τὸν Ἠπειρώτην ὅρκους ποιησάμενοι καὶ συνθήκας ἐπ’ ἐξανδραποδισμῷ καὶ μερισμῷ τῆς | |
Hist.9.34.8 | Ἀκαρνανίας; οὐχ ὑμεῖς; τίνες δὲ κατὰ κοινὸν τοιού‐ τους ἡγεμόνας ἐξέπεμψαν οἵους ὑμεῖς; οἵ γε καὶ τοῖς | |
Hist.9.34.9 | ἀσύλοις ἱεροῖς ἐτόλμησαν προσάγειν τὰς χεῖρας. ὧν Τίμαιος μὲν τό τ’ ἐπὶ Ταινάρῳ τοῦ Ποσειδῶνος καὶ | |
Hist.9.34.10 | τὸ τῆς ἐν Λούσοις ἱερὸν Ἀρτέμιδος ἐσύλησε, Φάρυ‐ κος δὲ καὶ Πολύκριτος, ὁ μὲν τὸ τῆς Ἥρας ἐν Ἄργει τέμενος, ὁ δὲ τὸ τοῦ Ποσειδῶνος ἐν Μαντινείᾳ διήρ‐ | |
Hist.9.34.11 | πασε. τί δαὶ Λάτταβος καὶ Νικόστρατος; οὐ τὴν τῶν Παμβοιωτίων πανήγυριν εἰρήνης οὔσης παρεσπόν‐ δησαν, Σκυθῶν ἔργα καὶ Γαλατῶν ἐπιτελοῦντες; ὧν οὐδὲν πέπρακται τοῖς διαδεξαμένοις. | |
Hist.9.35.1 | Καὶ πρὸς οὐδὲν τούτων ἀπολογηθῆναι δυνάμε‐ νοι σεμνύνεσθε, διότι τὴν ἐπὶ Δελφοὺς ἔφοδον τῶν βαρβάρων ὑπέστητε, καὶ φατὲ δεῖν διὰ ταῦτα χάριν | |
Hist.9.35.2 | ἔχειν ὑμῖν τοὺς Ἕλληνας. ἀλλ’ εἰ διὰ μίαν ταύτην χρείαν Αἰτωλοῖς χάρις ὀφείλεται, τίνος καὶ πηλίκης δεῖ τιμῆς ἀξιοῦσθαι Μακεδόνας, οἳ τὸν πλείω τοῦ βίου χρόνον οὐ παύονται διαγωνιζόμενοι πρὸς τοὺς | |
Hist.9.35.3 | βαρβάρους ὑπὲρ τῆς τῶν Ἑλλήνων ἀσφαλείας; ὅτι γὰρ αἰεί ποτ’ ἂν ἐν μεγάλοις ἦν κινδύνοις τὰ κατὰ τοὺς Ἕλληνας, εἰ μὴ Μακεδόνας εἴχομεν πρόφραγμα καὶ τὰς (τῶν) παρὰ τούτοις βασιλέων φιλοτιμίας, | |
Hist.9.35.4 | τίς οὐ γινώσκει; μέγιστον δὲ τούτου σημεῖον· ἅμα γὰρ τῷ Γαλάτας καταφρονῆσαι Μακεδόνων νικήσαν‐ τας Πτολεμαῖον τὸν Κεραυνὸν ἐπικαλούμενον, εὐ‐ θέως καταγνόντες τῶν ἄλλων ἧκον οἱ περὶ Βρέννον | |
5 | εἰς μέσην τὴν Ἑλλάδα μετὰ δυνάμεως. ὃ πολλάκις ἂν συνέβαινε γίνεσθαι μὴ προκαθημένων Μακε‐ δόνων. | |
Hist.9.35.5 | Οὐ μὴν ἀλλὰ περὶ μὲν τῶν γεγονότων ἔχων | |
Hist.9.35.6 | πολλὰ λέγειν ἀρκεῖν ἡγοῦμαι· τῶν δὲ Φιλίππῳ πε‐ πραγμένων εἰς ἀσέβειαν ὠνείδισαν τὴν τοῦ ναοῦ καταφθοράν, οὐ προσθέντες τὴν αὑτῶν ὕβριν καὶ παρανομίαν, ἣν ἐπετελέσαντο περὶ τοὺς ἐν Δίῳ καὶ | |
Hist.9.35.7 | Δωδώνῃ ναοὺς καὶ τὰ τεμένη τῶν θεῶν. ἐχρῆν δὲ λέγειν τοῦτο πρῶτον. ὑμεῖς δ’ ἃ μὲν ἐπάθετε, τού‐ τοις ἐξηγήσασθε, μείζω ποιοῦντες τῶν γεγονότων, ἃ δ’ ἐποιήσατε πρότεροι, πολλαπλάσια γεγονότα παρ‐ | |
Hist.9.35.8 | εσιωπήσατε, σαφῶς εἰδότες ὅτι τὰς ἀδικίας καὶ ζημίας ἅπαντες ἀεὶ τοῖς ἄρχουσι χειρῶν ἀδίκων | |
ἐπιφέρουσι. | ||
Hist.9.36.1 | Περὶ δὲ τῶν κατ’ Ἀντίγονον ἕως τούτου βούλο‐ μαι ποιήσασθαι τὴν μνήμην, [ἕως] τοῦ μὴ δόξαι κα‐ ταφρονεῖν τῶν γεγονότων μηδ’ ἐν παρέργῳ τίθεσθαι | |
Hist.9.36.2 | τὴν τηλικαύτην πρᾶξιν. ἔγωγ’ εὐεργεσίαν μείζω τῆς ὑπ’ Ἀντιγόνου γεγενημένης εἰς ὑμᾶς οὐδ’ ἱστορεῖ‐ σθαι νομίζω· δοκεῖ γὰρ ἔμοιγε μηδ’ ὑπερβολὴν ἐπι‐ | |
Hist.9.36.3 | δέχεσθαι τὸ γεγονός. γνοίη δ’ ἄν τις ἐκ τούτων. ἐπολέμησε πρὸς ὑμᾶς Ἀντίγονος, καὶ μετὰ ταῦτα παραταξάμενος ἐνίκησε· διὰ τῶν ὅπλων ἐγένετο κύ‐ | |
Hist.9.36.4 | ριος τῆς χώρας ἅμα καὶ τῆς πόλεως. ὤφειλε ποιεῖν τὰ τοῦ πολέμου· τοσοῦτον ἀπέσχε τοῦ πρᾶξαί τι καθ’ ὑμῶν δεινόν, ὡς πρὸς τοῖς ἄλλοις ἐκβαλὼν τὸν τύραννον καὶ τοὺς νόμους καὶ τὸ πάτριον ὑμῖν | |
Hist.9.36.5 | ἀποκατέστησε πολίτευμα. ἀνθ’ ὧν ὑμεῖς ἐν ταῖς κοιναῖς πανηγύρεσι μάρτυρας ποιησάμενοι τοὺς Ἕλ‐ ληνας εὐεργέτην ἑαυτῶν καὶ σωτῆρα τὸν Ἀντίγονον | |
Hist.9.36.6 | ἀνεκηρύξατε. τί οὖν ἐχρῆν ποιεῖν ὑμᾶς; ἐρῶ γὰρ τὸ φαινόμενον, ἄνδρες. ὑμεῖς δ’ ἀνέξεσθε· ποιήσω γὰρ τοῦτο νῦν οὐκ ἀπροσλόγως ὀνειδίσαι βουλό‐ μενος ὑμῖν, ἀλλ’ ὑπὸ τῆς τῶν πραγμάτων περιστά‐ | |
Hist.9.36.7 | σεως ἀναγκαζόμενος ἐπὶ τῷ κοινῇ συμφέροντι. τί δὴ μέλλω λέγειν; ὅτι καὶ κατὰ τὸν προγεγονότα πό‐ λεμον οὐκ Αἰτωλοῖς, ἀλλὰ Μακεδόσιν ἔδει συμμα‐ χεῖν ὑμᾶς, καὶ νῦν παρακαλουμένους Φιλίππῳ μᾶλ‐ | |
Hist.9.36.8 | λον ἢ τούτοις ἑαυτοὺς προσνέμειν. νὴ Δί’, ἀλλὰ | |
Hist.9.36.9 | παραβήσεσθε τὰς συνθήκας· καὶ πότερα δεινότερον ἂν ποιήσαιτε, τὰ κατ’ ἰδίαν πρὸς Αἰτωλοὺς ὑμῖν | |
συγκείμενα δίκαια παριδόντες ἢ τὰ πάντων τῶν Ἑλλήνων ἐναντίον ἐν στήλῃ γεγονότα καὶ καθιερω‐ | ||
Hist.9.36.10 | μένα; πῶς δὲ τούτους ἀθετεῖν εὐλαβεῖσθε, παρ’ ὧν οὐδεμίαν προειλήφατε χάριν, Φίλιππον δὲ καὶ Μακεδόνας οὐκ ἐντρέπεσθε, δι’ οὓς ἔχετε καὶ τοῦ | |
Hist.9.36.11 | νῦν βουλεύεσθαι τὴν ἐξουσίαν; ἢ τὸ μὲν τοῖς φί‐ | |
Hist.9.36.12 | λοις τὰ δίκαια ποιεῖν ἀναγκαῖον ἡγεῖσθε; καὶ μὴν οὐχ οὕτως ὅσιόν ἐστι τὸ τὰς ἐγγράπτους πίστεις βεβαιοῦν, ὡς ἀνόσιον τὸ τοῖς σώσασι πολεμεῖν· ὃ νῦν Αἰτωλοὶ πάρεισιν ὑμᾶς ἀξιοῦντες. | |
Hist.9.37.1 | Οὐ μὴν ἀλλ’ εἰρήσθω μέν μοι ταῦτα, κρινέσθω δὲ παρὰ τοῖς φιλοτιμότερον διακειμένοις ἐκτὸς εἶναι τῶν ἐνεστώτων. ἐπὶ δὲ τὸ συνέχον, ὡς οὗτοί φασιν, | |
Hist.9.37.2 | ἐπάνιμεν. τοῦτο δ’ ἦν, εἰ μὲν ὡμοίωται τὰ πράγ‐ ματα νῦν καὶ καθ’ οὓς καιροὺς ἐποιεῖσθε τὴν πρὸς τούτους συμμαχίαν, διότι δεῖ μένειν καὶ τὴν ὑμετέ‐ ραν αἵρεσιν ἐπὶ τῶν ὑποκειμένων· ταῦτα γὰρ ἐν ἀρ‐ | |
Hist.9.37.3 | χαῖς εἶναι· εἰ δ’ ὁλοσχερῶς ἠλλοίωται, διότι δίκαιόν ἐστι καὶ νῦν ὑμᾶς ἐξ ἀκεραίου βουλεύεσθαι περὶ | |
Hist.9.37.4 | τῶν παρακελευομένων. ἐρωτῶ τοιγαροῦν ὑμᾶς, ὦ Κλεόνικε καὶ Χλαινέα, τίνας ἔχοντες συμμάχους τότε | |
παρεκαλεῖτε τούτους εἰς τὴν κοινοπραγίαν; ἆρ’ οὐ | ||
Hist.9.37.5 | πάντας Ἕλληνας; τίσι δὲ νῦν κοινωνεῖτε τῶν ἐλπί‐ δων, ἢ πρὸς ποίαν παρακαλεῖτε τούτους συμμα‐ | |
Hist.9.37.6 | χίαν; ἆρ’ οὐ πρὸς τὴν τῶν βαρβάρων; ὅμοιά γε δοκεῖ τὰ πράγμαθ’ ὑμῖν ὑπάρχειν νῦν καὶ πρότερον, | |
Hist.9.37.7 | ἀλλ’ οὐ τἀναντία· τότε μὲν γὰρ ὑπὲρ ἡγεμονίας καὶ δόξης ἐφιλοτιμεῖσθε πρὸς Ἀχαιοὺς καὶ Μακεδόνας ὁμοφύλους καὶ τὸν τούτων ἡγεμόνα Φίλιππον· νῦν δὲ περὶ δουλείας ἐνίσταται πόλεμος τοῖς Ἕλλησι | |
Hist.9.37.8 | πρὸς ἀλλοφύλους ἀνθρώπους, οὓς ὑμεῖς δοκεῖτε μὲν ἐπισπᾶσθαι κατὰ Φιλίππου, λελήθατε δὲ κατὰ σφῶν αὐτῶν ἐπεσπασμένοι καὶ κατὰ πάσης Ἑλλάδος. | |
Hist.9.37.9 | ὥσπερ γὰρ οἱ κατὰ τὰς πολεμικὰς περιστάσεις βαρυ‐ τέρας ἐπαγόμενοι φυλακὰς εἰς τὰς πόλεις τῆς αὑτῶν δυνάμεως χάριν τῆς ἀσφαλείας ἅμα τὸν ἀπὸ τῶν ἐχθρῶν ἀπωθοῦνται φόβον καὶ ποιοῦσιν ὑποχειρίους | |
5 | σφᾶς αὐτοὺς ταῖς τῶν φίλων ἐξουσίαις, τὸν αὐτὸν | |
Hist.9.37.10 | τρόπον καὶ νῦν Αἰτωλοὶ διανοοῦνται. βουλόμενοι γὰρ περιγενέσθαι Φιλίππου καὶ ταπεινῶσαι Μακε‐ δόνας, λελήθασιν αὑτοῖς ἐπισπασάμενοι τηλικοῦτο νέφος ἀπὸ τῆς ἑσπέρας, ὃ κατὰ μὲν τὸ παρὸν ἴσως | |
5 | πρώτοις ἐπισκοτήσει Μακεδόσι, κατὰ δὲ τὸ συνεχὲς πᾶσιν ἔσται τοῖς Ἕλλησι μεγάλων κακῶν αἴτιον. | |
Hist.9.38.1 | Ἅπαντας μὲν οὖν δεῖ τοὺς Ἕλληνας προϊδέσθαι τὸν ἐπιφερόμενον καιρόν, μάλιστα δὲ Λακεδαιμο‐ | |
Hist.9.38.2 | νίους. ἐπεὶ τίνος χάριν ὑπολαμβάνετε τοὺς ὑμετέ‐ ρους προγόνους, ἄνδρες Λακεδαιμόνιοι, καθ’ οὓς καιροὺς ὁ Ξέρξης ἀπέστειλε πρεσβευτὴν πρὸς ὑμᾶς, | |
ὕδωρ καὶ γῆν αἰτούμενος, ἀπώσαντας εἰς τὸ φρέαρ | ||
5 | τὸν παραγεγονότα καὶ προσεπιβαλόντας τῆς γῆς κε‐ λεύειν ἀπαγγεῖλαι τῷ Ξέρξῃ διότι παρὰ Λακεδαι‐ μονίων ἔχει τὰ κατὰ τὴν ἐπαγγελίαν, ὕδωρ καὶ γῆν; | |
Hist.9.38.3 | τίνος πάλιν ἐθελοντὴν καὶ προδήλως ἐξορμᾶν ἀπο‐ | |
Hist.9.38.4 | θανουμένους τοὺς περὶ Λεωνίδην; ἆρ’ οὐχ ἵνα δό‐ ξωσι μὴ μόνον (ὑπὲρ) τῆς αὑτῶν, ἀλλὰ καὶ περὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας προκινδυ‐ | |
Hist.9.38.5 | νεύειν; ἄξιόν γε τοιούτων ἀνδρῶν ἀπογόνους ὑπάρ‐ χοντας, κἄπειτα νῦν συμμαχίαν ποιησαμένους τοῖς βαρβάροις, στρατεύειν μετ’ ἐκείνων καὶ πολεμεῖν Ἠπειρώταις, Ἀχαιοῖς, Ἀκαρνᾶσι, Βοιωτοῖς, Θεττα‐ | |
Hist.9.38.6 | λοῖς σχεδὸν πᾶσι τοῖς Ἕλλησι πλὴν Αἰτωλῶν. τού‐ τοις μὲν οὖν ἔθος ἐστὶ ταῦτα πράττειν καὶ μηδὲν αἰσχρὸν νομίζειν, εἰ μόνον πρόσεστι τὸ πλεονεκτεῖν, | |
Hist.9.38.7 | οὐ μὴν ὑμῖν. καὶ τί δήποτε προσδοκᾶν δεῖ τού‐ τους ἀπεργασομένους, ἐπεὶ τὴν Ῥωμαίων προσειλή‐ | |
Hist.9.38.8 | φασι συμμαχίαν; οἵ γε τῆς Ἰλλυριῶν ἐπιλαβόμενοι ῥοπῆς καὶ βοηθείας κατὰ μὲν θάλατταν βιάζεσθαι καὶ παρασπονδεῖν ἐπεβάλοντο Πύλον, κατὰ δὲ γῆν ἐπολιόρκησαν μὲν τὴν Κλειτορίων πόλιν, ἐξηνδρα‐ | |
Hist.9.38.9 | ποδίσαντο δὲ τὴν Κυναιθέων. καὶ πρότερον μὲν Ἀντιγόνῳ, καθάπερ ἐπάνω προεῖπον, ἐποιήσαντο συνθήκας οὗτοι περί τε τοῦ τῶν Ἀχαιῶν καὶ τοῦ τῶν Ἀκαρνάνων ἔθνους, νῦν δὲ πεποίηνται πρὸς | |
5 | Ῥωμαίους κατὰ πάσης τῆς Ἑλλάδος. | |
Hist.9.39.1 | Ἃ τίς οὐκ ἂν πυθόμενος ὑπίδοιτο μὲν τὴν Ῥω‐ | |
μαίων ἔφοδον, μισήσαι δὲ τὴν Αἰτωλῶν ἀπόνοιαν, | ||
Hist.9.39.2 | ὅτι τοιαύτας ἐθάρρησαν ποιήσασθαι συνθήκας; ἤδη παρῄρηνται μὲν Ἀκαρνάνων Οἰνιάδας καὶ Νᾶσον· κατέσχον δὲ πρῴην τὴν τῶν ταλαιπώρων Ἀντικυ‐ ρέων πόλιν, ἐξανδραποδισάμενοι μετὰ Ῥωμαίων αὐ‐ | |
Hist.9.39.3 | τήν. καὶ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας ἀπάγουσι Ῥωμαῖοι, πεισόμενα δῆλον [ὅτι] ἅπερ εἰκός ἐστι πάσχειν τοῖς ὑπὸ τὰς τῶν ἀλλοφύλων πεσοῦσιν ἐξουσίας· τὰ δ’ ἐδάφη κληρονομοῦσι τῶν ἠτυχηκό‐ | |
Hist.9.39.4 | των Αἰτωλοί. καλόν γε ταύτης τῆς συμμαχίας με‐ τασχεῖν κατὰ προαίρεσιν, ἄλλως τε καὶ Λακεδαι‐ | |
Hist.9.39.5 | μονίους ὑπάρχοντας, οἵ γε Θηβαίους τοὺς κατ’ ἀνάγκην ἡσυχίαν ἄγειν βουλευσαμένους μόνους τῶν Ἑλλήνων κατὰ τὴν τῶν Περσῶν ἔφοδον ἐψηφίσαντο δεκατεύσειν τοῖς θεοῖς κρατήσαντες τῷ πολέμῳ τῶν | |
5 | βαρβάρων. | |
Hist.9.39.6 | Καλὸν μὲν οὖν, ὦ ἄνδρες Λακεδαιμόνιοι, καὶ πρέπον ὑμῖν ἐστι τὸ μνησθέντας μὲν τῶν προγό‐ νων, εὐλαβηθέντας δὲ τὴν Ῥωμαίων ἔφοδον, ὑπ‐ ιδομένους δὲ τὴν Αἰτωλῶν κακοπραγμοσύνην, τὸ δὲ | |
5 | μέγιστον τῶν ἐξ Ἀντιγόνου γεγονότων μνησθέντας, ἔτι καὶ νῦν μισοπονηρῆσαι, καὶ τὴν μὲν Αἰτωλῶν ἀποστραφῆναι φιλίαν, Ἀχαιοῖς δὲ καὶ Μακεδόσι | |
Hist.9.39.7 | κοινωνῆσαι τῶν αὐτῶν ἐλπίδων. εἰ δ’ ἄρα πρὸς τοῦτό τινες ἀντιπράττουσι τῶν πλεῖον δυναμένων παρ’ ὑμῖν, πρός γε τὴν ἡσυχίαν ὁρμήσατε, καὶ μὴ | |
μετάσχητε τῆς τούτων ἀδικίας.“ | ||
Hist.9.40.1 | Τὸ γὰρ τοιοῦτον ἦθος αἰεὶ βούλεται διαφυλάτ‐ τειν ἡ τῶν Ἀθηναίων πόλις. | |
Hist.9.40.2 | Προθυμίαν γὰρ φίλων συμφόρως μὲν γινομένην μεγάλην παρέχεσθαι χρείαν, ἐφελκομένην δὲ καὶ καθυστεροῦσαν τελέως ἀνωφελῆ ποιεῖν τὴν ἐπικου‐ | |
Hist.9.40.3 | ρίαν. εἴπερ οὖν βούλονται μὴ τοῖς γράμμασι μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις τηρεῖν τὴν πρὸς αὐτοὺς συμ‐ μαχίαν .... | |
Hist.9.40.4 | Οἱ δὲ Ἀκαρνᾶνες, πυνθανόμενοι τὴν τῶν Αἰτω‐ λῶν ἔφοδον ἐπὶ σφᾶς, τὰ μὲν ἀπαλγοῦντες ταῖς ἐλπίσι, τὰ δὲ καὶ θυμομαχοῦντες, ἐπί τινα παρά‐ στασιν κατήντησαν. | |
Hist.9.40.5 | Εἰ δέ τις λειπόμενος μὴ θάνοι, φύγοι δὲ τὸν κίνδυνον, τοῦτον μήτε πόλει δέχεσθαι μήτε πῦρ | |
Hist.9.40.6 | ἐναύειν. περὶ τούτων ἀρὰς ἐποιήσαντο πᾶσι μέν, μάλιστα δὲ τοῖς Ἠπειρώταις, εἰς τὸ μηδένα τῶν φευγόντων δέξασθαι τῇ χώρᾳ. | |
Hist.9.41.1 | Προθέμενος δὲ τῆς πόλεως κατὰ δύο πύργους ποιεῖσθαι τὴν προσαγωγὴν κατὰ μὲν τούτους χελώ‐ νας κατεσκεύαζε χωστρίδας καὶ κριούς, κατὰ δὲ τὸ μεσοπύργιον στοὰν ἐποίει μεταξὺ τῶν κριῶν παράλ‐ | |
Hist.9.41.2 | ληλον τῷ τείχει. τῆς δὲ προθέσεως συντελουμένης παραπλήσιος ἡ τῶν ἔργων ἐγίνετο πρόσοψις τῇ τοῦ | |
Hist.9.41.3 | τείχους διαθέσει· τὰ μὲν γὰρ ἐπὶ ταῖς χελώναις κατασκευάσματα πύργων ἐλάμβανε καὶ φαντασίαν καὶ διάθεσιν ἐκ τῆς τῶν γέρρων συνθέσεως, τὸ δὲ | |
μεταξὺ τούτων τείχους, τῶν ἀνωτέρω γέρρων τῆς | ||
Hist.9.41.4 | στοᾶς εἰς ἐπάλξεις τῇ πλοκῇ διῃρημένων. διὰ μὲν οὖν τοῦ κάτω μέρους τῶν πύργων οἵ τε προσχων‐ νύντες τὰς ἀνωμαλίας τῶν τόπων ἐπὶ τῇ τῶν ἐσχα‐ ρίων ἐφόδῳ τὴν γῆν ἐπέβαλλον ὅ τε κριὸς ἐξωθεῖτο. | |
Hist.9.41.5 | τὸ δὲ δεύτερον ὑδρίας καὶ τὰς πρὸς τοὺς ἐμπυρι‐ σμοὺς εἶχε παρασκευὰς καὶ τὰ καταπελτικὰ σὺν | |
Hist.9.41.6 | τούτοις. ἐπὶ δὲ τοῦ τρίτου πλῆθος ἀνδρῶν ἐφει‐ στήκει τῶν ἀπομαχομένων πρὸς τοὺς κακοποιεῖν ἐπι‐ βαλλομένους τὸν κριόν. οὗτοι δ’ ἦσαν ἰσοϋψεῖς τοῖς | |
Hist.9.41.7 | τῆς πόλεως πύργοις. ἐκ δὲ τῆς μεταξὺ τῶν πύργων στοᾶς ὀρύγματα διπλᾶ προσήγετο πρὸς τὸ μεσο‐ | |
Hist.9.41.8 | πύργιον. καὶ τρεῖς ἦσαν βελοστάσεις λιθοβόλοις, ὧν ὁ μὲν εἷς ταλαντιαίους, οἱ δὲ δύο τριακοντα‐ | |
Hist.9.41.9 | μναίους ἐξέβαλλον λίθους. ἀπὸ δὲ τῆς παρεμβολῆς ὡς πρὸς τὰς χελώνας τὰς χωστρίδας ἐπεποίηντο σύριγγες κατάστεγοι χάριν τοῦ μήτε τοὺς προσιόν‐ τας ἐκ τῆς στρατοπεδείας μήτε τοὺς ἀπιόντας ἀπὸ | |
5 | τῶν ἔργων βλάπτεσθαι μηδὲν ὑπὸ τῶν ἐκ τῆς πό‐ | |
Hist.9.41.10 | λεως βελῶν. ἐν ὀλίγαις δὲ τελέως ἡμέραις συνέβη καὶ τὴν τῶν ἔργων ἐπιτελεσθῆναι συντέλειαν διὰ τὸ τὴν χώραν ἀφθόνους ἔχειν τὰς εἰς τοῦτο τὸ | |
Hist.9.41.11 | μέρος χορηγίας. οἱ γὰρ Ἐχιναιεῖς κεῖνται μὲν ἐν τῷ Μηλιεῖ κόλπῳ, τετραμμένοι πρὸς μεσημβρίαν, καταντίπεραν τῆς τῶν Θρονιέων χώρας, καρποῦνται δὲ γῆν πάμφορον. δι’ ἣν αἰτίαν οὐδὲν ἐνέλειπε τὸν | |
Hist.9.41.12 | Φίλιππον τῶν πρὸς τὰς ἐπιβολάς. οὐ μὴν ἀλλά, | |
καθάπερ εἶπον, ἐπιτελεσθέντων τῶν ἔργων προσῆ‐ γον ἅμα τὰς τῶν ὀρυγμάτων καὶ μηχανημάτων κατασκευάς. | ||
Hist.9.42.1 | Πόπλιος ὁ τῶν Ῥωμαίων στρατηγὸς καὶ Δωρί‐ μαχος ὁ τῶν Αἰτωλῶν, τοῦ Φιλίππου πολιορκοῦντος τὴν Ἐχιναιῶν πόλιν, καὶ τὰ πρὸς τὸ τεῖχος καλῶς ἀσφαλισαμένου καὶ τὰ πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν | |
5 | τοῦ στρατοπέδου τάφρῳ καὶ τείχει ὀχυρωσαμένου, | |
Hist.9.42.2 | παραγενόμενοι αὐτοί, ὁ μὲν Πόπλιος στόλῳ, ὁ δὲ Δωρίμαχος πεζικῇ καὶ ἱππικῇ δυνάμει, καὶ προσβα‐ λόντες τῷ χάρακι καὶ ἀποκρουσθέντες, τοῦ Φιλίπ‐ | |
Hist.9.42.3 | που μᾶλλον ἰσχυρῶς ἀγωνισαμένου, ἀπελπίσαντες οἱ | |
Hist.9.42.4 | Ἐχιναιεῖς παρέδοσαν ἑαυτοὺς τῷ Φιλίππῳ. οὐ γὰρ οἷοί τε ἦσαν οἱ περὶ τὸν Δωρίμαχον τῇ τῶν δαπανη‐ μάτων ἐνδείᾳ ἀναγκάζειν τὸν Φίλιππον, ἐκ θαλάττης ταῦτα ποριζόμενον. | |
Hist.9.42.5 | Ὅτι τῆς Αἰγίνης ὑπὸ Ῥωμαίων ἁλούσης, [οἱ] Αἰγινῆται συναθροισθέντες ἐπὶ τὰς ναῦς, ὅσοι μὴ διεκλάπησαν, ἐδέοντο τοῦ στρατηγοῦ συγχωρῆσαι σφίσι πρεσβευτὰς ἐκπέμψαι πρὸς τὰς συγγενεῖς | |
Hist.9.42.6 | πόλεις περὶ λύτρων· ὁ δὲ Πόπλιος τὸ μὲν πρῶτον πικρῶς ἀντέφη, φάσκων, ὅτ’ ἦσαν αὑτῶν κύριοι, τότε (δεῖν) διαπρεσβεύεσθαι πρὸς τοὺς κρείττους | |
Hist.9.42.7 | περὶ σωτηρίας, μὴ νῦν δούλους γεγονότας· τὸ δὲ μικρῷ πρότερον αὐτοὺς μηδὲ λόγου καταξιώσαντας τοὺς παρ’ αὐτοῦ πρεσβευτάς, νῦν ὑποχειρίους γεγο‐ νότας ἀξιοῦν πρεσβεύειν πρὸς τοὺς συγγενεῖς, πῶς | |
Hist.9.42.8 | οὐκ εὔηθες εἶναι; καὶ τότε μὲν ἀπέπεμψε τοὺς ἐν‐ τυγχάνοντας ταῦτ’ εἰπών· τῇ δ’ ἐπαύριον συγκα‐ λέσας ἅπαντας τοὺς αἰχμαλώτους, Αἰγινήταις μὲν (οὐδὲν) ὀφείλειν ἔφη ποιεῖν φιλάνθρωπον, τῶν δὲ | |
5 | λοιπῶν Ἑλλήνων ἕνεκα συγχωρεῖν ἔφη πρεσβεύειν περὶ τῶν λύτρων, ἐπεὶ τοῦτο παρ’ αὐτοῖς ἔθος ἐστίν. | |
Hist.9.43t | VIII. RES ASIAE. | |
Hist.9.43.1 | Ὁ γὰρ Εὐφράτης τὴν μὲν ἀρχὴν λαμβάνει τῆς συστάσεως ἐξ Ἀρμενίας, διαρρεῖ δὲ [τὸν] διὰ Συρίας | |
Hist.9.43.2 | καὶ τῶν ἑξῆς τόπων ὡς ἐπὶ Βαβυλωνίαν. καὶ δοκεῖ μὲν εἰς τὴν Ἐρυθρὰν ἐμβάλλειν θάλατταν, οὐ μὴν ἔστι γε τοῦτο· ταῖς γὰρ διώρυξι ταῖς ἐπὶ τὴν χώ‐ ραν ἀγομέναις προεκδαπανᾶται πρὶν ἐκβολὴν εἰς | |
Hist.9.43.3 | θάλατταν πεποιῆσθαι. διὸ καὶ συμβαίνει τὴν ὑπε‐ ναντίαν φύσιν ἔχειν τοῦτον τοῖς πλείστοις τῶν ποταμῶν. τοῖς μὲν γὰρ ἄλλοις αὔξεται τὸ ῥεῦμα, καθὼς ἂν πλείους διαφέρωνται τόπους, καὶ μέγι‐ | |
5 | στοι μέν εἰσι κατὰ χειμῶνα, ταπεινότατοι δὲ κατὰ | |
Hist.9.43.4 | τὴν ἀκμὴν τοῦ θέρους· οὗτος δὲ καὶ πλεῖστος γίνε‐ ται τῷ ῥεύματι κατὰ κυνὸς ἐπιτολὴν καὶ μέγιστος ἐν τοῖς κατὰ Συρίαν τόποις, αἰεὶ δὲ προϊὼν ἐλάττων. | |
Hist.9.43.5 | αἴτιον δὲ τούτων ὅτι συμβαίνει τὴν μὲν αὔξησιν οὐκ ἐκ τῆς συρρύσεως τῶν χειμερινῶν ὄμβρων, ἀλλ’ ἐκ τῆς ἀνατήξεως τῶν χιόνων (γίνεσθαι), τὴν δὲ μείωσιν διὰ | |
τὰς ἐκτροπὰς τὰς ἐπὶ τὴν χώραν καὶ τὸν μερισμὸν αὐτοῦ | ||
Hist.9.43.6 | τὸν ἐπὶ τὰς ἀρδεύσεις. ᾗ καὶ τότε βραδεῖαν συνέ‐ βαινε γίνεσθαι τὴν κομιδὴν τῶν δυνάμεων, ἅτε καταγόμων μὲν ὄντων τῶν πλοίων, ταπεινοτάτου δὲ τοῦ ποταμοῦ καὶ τελέως βραχύ τι συνεργούσης | |
5 | τῆς τοῦ ῥεύματος βίας πρὸς τὸν πλοῦν. | |
Hist.9.44t | IX. FRAGMENTA INCERTAE SEDIS. | |
Hist.9.44.1 | Ὅτι τοὺς μὴ μετ’ εὐνοίας καὶ προθυμίας ἐμ‐ βαίνοντας οὐδ’ ἐπ’ αὐτῶν εἰκός ἐστι τῶν ἔργων ἀληθεῖς εἶναι συμμάχους. | |
Hist.9.44.2 | Καὶ ἔστιν ἀληθὲς τὸ πολλάκις ὑφ’ ἡμῶν εἰρη‐ μένον ὡς οὐχ οἷόν τε περιλαβεῖν οὐδὲ συνθεάσασθαι τῇ ψυχῇ τὸ κάλλιστον θέαμα τῶν γεγονότων, λέγω δὲ τὴν τῶν ὅλων οἰκονομίαν, ἐκ τῶν τὰς κατὰ | |
5 | μέρος πράξεις γραφόντων. | |
Hist.9.45.1 | Πολύβιος δ’ ἐν τῇ ἐνάτῃ τῶν Ἱστοριῶν καὶ πο‐ ταμόν τινα ἀναγράφει Κύαθον καλούμενον περὶ Ἀρσινόην πόλιν Αἰτωλίας. | |
Hist.9.45.2 | Ἀρσινόη, πόλις Λιβύης .... τὸ ἐθνικὸν Ἀρσινοΐ‐ της, καὶ Ἀρσινοεὺς ἐπὶ τῆς Αἰτωλικῆς, ὡς Πολύβιος ἐνάτῳ. | |
Hist.9.45.3 | Ξυνία, Θετταλίας πόλις. Πολύβιος ἐνάτῳ. | |
Φόρουννα, πόλις Θρᾴκης· Πολύβιος ἐνάτῳ. | ||
Hist.10t1 | FRAGMENTA LIBRI X. | |
Hist.10.1t | I. RES ITALIAE. | |
Hist.10.1.1 | Ὄντων γὰρ ἀπὸ τοῦ πορθμοῦ καὶ τῆς Ῥηγίνων πόλεως σταδίων εἰς Τάραντα πλειόνων ἢ δισχιλίων, εἰς τέλος ἀλίμενον εἶναι συμβαίνει τὴν πλευρὰν τῆς | |
Hist.10.1.2 | Ἰταλίας ταύτην πλὴν τῶν ἐν Τάραντι λιμένων· ἣ τέτραπται μὲν εἰς τὸ Σικελικὸν πέλαγος, νεύει δὲ πρὸς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους, ἔχει δὲ τῶν τε βαρβάρων ἐθνῶν τὰ πολυανθρωπότατα καὶ τῶν | |
Hist.10.1.3 | Ἑλληνίδων πόλεων τὰς ἐπιφανεστάτας. Βρέττιοι γὰρ καὶ Λευκανοὶ καί τινα μέρη τῶν Δαυνίων, ἔτι δὲ Καλαβροὶ καὶ πλείους ἕτεροι τοῦτο τὸ κλῖμα | |
Hist.10.1.4 | νέμονται τῆς Ἰταλίας· ὁμοίως δὲ καὶ τῶν Ἑλληνί‐ δων πόλεων Ῥήγιον καὶ Καυλωνία καὶ Λοκροὶ καὶ Κρότων, ἔτι δὲ Μεταπόντιον καὶ Θούριοι ταύτην | |
Hist.10.1.5 | ἐπέχουσι τὴν παραλίαν, ὥστε καὶ τοὺς ἀπὸ Σικελίας καὶ τοὺς ἀπὸ τῆς Ἑλλάδος φερομένους ἐπί τινα τόπον τῶν προειρημένων κατ’ ἀνάγκην ὁρμεῖν ἐν | |
τοῖς τῶν Ταραντίνων λιμέσι, καὶ τὰς ἀμείψεις καὶ | ||
5 | τὰς οἰκονομίας πρὸς πάντας τοὺς κατέχοντας ταύ‐ την τὴν πλευρὰν τῆς Ἰταλίας ἐν ταύτῃ ποιεῖσθαι | |
Hist.10.1.6 | τῇ πόλει. τεκμήραιτο δ’ ἄν τις τοῦ τόπου τὴν εὐκαιρίαν ἐκ τῆς περὶ Κροτωνιάτας γενομένης εὐδαι‐ μονίας. ἐκεῖνοι γὰρ θερινοὺς ἔχοντες ὅρμους καὶ βραχεῖάν τινα παντελῶς προσαγωγήν, μεγάλην εὐδαι‐ | |
5 | μονίαν δοκοῦσι περιποιήσασθαι δι’ οὐδὲν ἕτερον ἢ διὰ τὴν τῶν τόπων εὐφυΐαν, ἣν οὐδὲ συγκρίνειν | |
Hist.10.1.7 | ἄξιόν ἐστι τοῖς Ταραντίνων λιμέσι καὶ τόποις. τέ‐ τακται δὲ καὶ πρὸς τοὺς κατὰ τὸν Ἀδρίαν λιμένας εὐφυῶς καὶ νῦν μέν, ἔτι δὲ μᾶλλον ἦν πρὸ τοῦ. | |
Hist.10.1.8 | ἀπὸ γὰρ ἄκρας Ἰαπυγίας ἕως εἰς Σιποῦντα πᾶς ὁ προσφερόμενος ἐκ τῶν ἀντιπέρας καὶ καθορμισθεὶς πρὸς τὴν Ἰταλίαν εἰς Τάραντ’ ἐποιεῖτο τὴν ὑπερ‐ βολήν, καὶ ταύτῃ συνεχρῆτο τῇ πόλει πρὸς τὰς ἀλ‐ | |
Hist.10.1.9 | λαγὰς καὶ μεταθέσεις οἷον [εἰ] ἐμπορίῳ· οὐδέπω γὰρ συνέβαινε τότε τὴν τῶν Βρεντεσίνων ἐκτίσθαι | |
Hist.10.1.10 | πόλιν. διόπερ ὁ Φάβιος, ἐν μεγάλῳ τιθέμενος τὴν ἐπιβολήν, τἄλλα παρεὶς πρὸς ταῖς εἰς τοῦτο τὸ μέρος ἦν ἐπινοίαις. | |
Hist.10.2t | II. RES HISPANIAE. | |
Hist.10.2.1 | Ὅτι μέλλοντες ἱστορεῖν τὰ πραχθέντα Ποπλίῳ κατὰ τὴν Ἰβηρίαν, συλλήβδην δὲ πάσας τὰς κατὰ | |
τὸν βίον ἐπιτελεσθείσας αὐτῷ πράξεις, ἀναγκαῖον ἡγούμεθα τὸ προεπιστῆσαι τοὺς ἀκούοντας ἐπὶ τὴν | ||
Hist.10.2.2 | αἵρεσιν καὶ φύσιν τἀνδρός. τῷ γὰρ σχεδὸν ἐπιφα‐ νέστατον αὐτὸν γεγονέναι τῶν πρὸ τοῦ, ζητοῦσι μὲν πάντες εἰδέναι τίς ποτ’ ἦν καὶ ἀπὸ ποίας φύ‐ σεως ἢ τριβῆς ὁρμηθεὶς τὰς τηλικαύτας καὶ τοσαύ‐ | |
Hist.10.2.3 | τας ἐπετελέσατο πράξεις, ἀγνοεῖν δὲ καὶ ψευδοδοξεῖν ἀναγκάζονται διὰ τὸ τοὺς ἐξηγουμένους ὑπὲρ αὐτοῦ | |
Hist.10.2.4 | παραπεπαικέναι τῆς ἀληθείας. ὅτι δ’ ἔστιν ὑγιὲς τὸ νυνὶ λεγόμενον ὑφ’ ἡμῶν δῆλον ἔσται διὰ τῆς ἡμε‐ τέρας ἐξηγήσεως τοῖς ἐπισημαίνεσθαι δυναμένοις τὰ κάλλιστα καὶ παραβολώτατα τῶν ἐκείνῳ πεπραγμέ‐ | |
Hist.10.2.5 | νων. οἱ μὲν οὖν ἄλλοι πάντες αὐτὸν ἐπιτυχῆ τινα καὶ τὸ πλεῖον αἰεὶ παραλόγως καὶ ταὐτομάτῳ κατ‐ | |
Hist.10.2.6 | ορθοῦντα τὰς ἐπιβολὰς παρεισάγουσι, νομίζοντες ὡς ἂν εἰ θειοτέρους εἶναι καὶ θαυμαστοτέρους τοὺς τοιούτους ἄνδρας τῶν κατὰ λόγον ἐν ἑκάστοις πραττόντων, ἀγνοοῦντες ὅτι τὸ μὲν ἐπαινετόν, τὸ | |
5 | δὲ μακαριστὸν εἶναι συμβαίνει τῶν προειρημένων, | |
Hist.10.2.7 | καὶ τὸ μὲν κοινόν ἐστι καὶ τοῖς τυχοῦσι, τὸ δ’ ἐπαινετὸν μόνον ἴδιον ὑπάρχει τῶν εὐλογίστων καὶ φρένας ἐχόντων ἀνδρῶν, οὓς καὶ θειοτάτους εἶναι | |
Hist.10.2.8 | καὶ προσφιλεστάτους τοῖς θεοῖς νομιστέον. ἐμοὶ (δὲ) δοκεῖ Πόπλιος Λυκούργῳ τῷ τῶν Λακεδαιμονίων νομοθέτῃ παραπλησίαν ἐσχηκέναι φύσιν καὶ προ‐ | |
Hist.10.2.9 | αίρεσιν. οὔτε γὰρ Λυκοῦργον ἡγητέον δεισιδαιμο‐ νοῦντα καὶ πάντα προσέχοντα τῇ Πυθίᾳ συστή‐ | |
σασθαι τὸ Λακεδαιμονίων πολίτευμα, οὔτε Πόπλιον ἐξ ἐνυπνίων ὁρμώμενον καὶ κληδόνων τηλικαύτην | ||
Hist.10.2.10 | περιποιῆσαι τῇ πατρίδι δυναστείαν· ἀλλ’ ὁρῶντες ἑκάτεροι τοὺς πολλοὺς τῶν ἀνθρώπων οὔτε (τὰ) παράδοξα προσδεχομένους ῥᾳδίως οὔτε τοῖς δεινοῖς τολμῶντας παραβάλλεσθαι χωρὶς τῆς ἐκ τῶν θεῶν | |
Hist.10.2.11 | ἐλπίδος, Λυκοῦργος μὲν αἰεὶ προσλαμβανόμενος ταῖς ἰδίαις ἐπιβολαῖς τὴν ἐκ τῆς Πυθίας φήμην εὐπαρα‐ δεκτοτέρας καὶ πιστοτέρας ἐποίει τὰς ἰδίας ἐπινοίας, | |
Hist.10.2.12 | Πόπλιος δὲ παραπλησίως ἐνεργαζόμενος αἰεὶ δόξαν τοῖς πολλοῖς ὡς μετά τινος θείας ἐπιπνοίας ποιού‐ μενος τὰς ἐπιβολάς, εὐθαρσεστέρους καὶ προθυμο‐ τέρους κατεσκεύαζε τοὺς ὑποταττομένους πρὸς τὰ | |
Hist.10.2.13 | δεινὰ τῶν ἔργων. ὅτι δ’ ἕκαστα μετὰ λογισμοῦ καὶ προνοίας ἔπραττε, καὶ διότι πάντα κατὰ λόγον ἐξέ‐ βαινε τὰ τέλη τῶν πράξεων αὐτῷ, δῆλον ἔσται διὰ τῶν λέγεσθαι μελλόντων. | |
Hist.10.3.1 | Ἐκεῖνος γὰρ ὅτι μὲν ἦν εὐεργετικὸς καὶ μεγαλό‐ ψυχος ὁμολογεῖται, διότι δ’ ἀγχίνους καὶ νήπτης καὶ τῇ διανοίᾳ περὶ τὸ προτεθὲν ἐντεταμένος, οὐθεὶς ἂν συγχωρήσειε πλὴν τῶν συμβεβιωκότων καὶ τε‐ | |
Hist.10.3.2 | θεαμένων ὑπ’ αὐγὰς αὐτοῦ τὴν φύσιν. ὧν εἷς ἦν Γάιος Λαίλιος, ἀπὸ νέου μετεσχηκὼς αὐτῷ παντὸς ἔργου καὶ λόγου μέχρι τελευτῆς, ὁ ταύτην περὶ αὐτοῦ τὴν δόξαν ἡμῖν ἐνεργασάμενος διὰ τὸ δοκεῖν | |
5 | εἰκότα λέγειν καὶ σύμφωνα τοῖς ὑπ’ ἐκείνου πεπραγ‐ | |
Hist.10.3.3 | μένοις. ἔφη γὰρ πρώτην γεγονέναι Ποπλίου πρᾶξιν ἐπίσημον, καθ’ ὃν καιρὸν ὁ πατὴρ αὐτοῦ τὴν ἱππο‐ μαχίαν συνεστήσατο πρὸς Ἀννίβαν περὶ τὸν Πάδον | |
Hist.10.3.4 | καλούμενον ποταμόν. τότε γάρ, ὡς ἔοικεν, ἑπτακαι‐ δέκατον ἔτος ἔχων καὶ πρῶτον εἰς ὕπαιθρον ἐξελη‐ λυθώς, συστήσαντος αὐτῷ τοῦ πατρὸς διαφερόντων ἱππέων οὐλαμὸν ἀσφαλείας χάριν, συνθεασάμενος | |
5 | ἐν τῷ κινδύνῳ τὸν πατέρα περιειλημμένον ὑπὸ τῶν πολεμίων μετὰ δυεῖν ἢ τριῶν ἱππέων καὶ τετρω‐ μένον ἐπισφαλῶς, τὰς μὲν ἀρχὰς ἐπεβάλετο παρα‐ | |
Hist.10.3.5 | καλεῖν τοὺς μεθ’ αὑτοῦ βοηθῆσαι τῷ πατρί, τῶν δ’ ἐπὶ ποσὸν κατορρωδούντων διὰ τὸ πλῆθος τῶν περιεστώτων πολεμίων, αὐτὸς εἰσελάσαι παραβόλως | |
Hist.10.3.6 | δοκεῖ καὶ τολμηρῶς εἰς τοὺς περικεχυμένους. μετὰ δὲ ταῦτα καὶ τῶν ἄλλων ἀναγκασθέντων ἐμβαλεῖν οἱ μὲν πολέμιοι καταπλαγέντες διέστησαν, ὁ δὲ Πόπλιος ἀνελπίστως σωθεὶς πρῶτος αὐτὸς τὸν υἱὸν | |
Hist.10.3.7 | σωτῆρα προσεφώνησε πάντων ἀκουόντων. περιγενο‐ μένης δ’ αὐτῷ τῆς ἐπ’ ἀνδρείᾳ φήμης ὁμολογου‐ μένης διὰ τὴν προειρημένην χρείαν, λοιπὸν ἤδη πάντως αὑτὸν ἐδίδου κατὰ τοὺς ὕστερον καιροὺς | |
5 | εἰς τοὺς κατ’ ἰδίαν κινδύνους, ὅτ’ εἰς αὐτὸν ἀναρτη‐ θεῖεν ὑπὸ τῆς πατρίδος αἱ τῶν ὅλων ἐλπίδες· ὅπερ ἴδιόν ἐστιν οὐ τῇ τύχῃ πιστεύοντος, ἀλλὰ νοῦν ἔχοντος ἡγεμόνος. | |
Hist.10.4.1 | Μετὰ δὲ ταῦτα, πρεσβύτερον ἔχων ἀδελφὸν Λεύκιον, καὶ τούτου προσπορευομένου πρὸς τὴν ἀγορανομίαν, ἣν σχεδὸν ἐπιφανεστάτην ἀρχὴν εἶναι | |
Hist.10.4.2 | συμβαίνει τῶν νέων παρὰ Ῥωμαίοις, ἔθους δ’ ὄντος δύο πατρικίους καθίστασθαι, τότε δὲ καὶ πλειόνων προσπορευομένων, ἐκ πολλοῦ μὲν οὐκ ἐτόλμα μετα‐ | |
Hist.10.4.3 | πορεύεσθαι τὴν αὐτὴν ἀρχὴν τἀδελφῷ· συνεγγιζού‐ σης δὲ τῆς καταστάσεως, λογιζόμενος ἐκ τῆς τοῦ πλήθους φορᾶς οὐκ εὐμαρῶς τὸν ἀδελφὸν ἐφιξό‐ | |
μενον τῆς ἀρχῆς, τὴν δὲ πρὸς αὑτὸν εὔνοιαν τοῦ | ||
5 | δήμου θεωρῶν μεγάλην ὑπάρχουσαν, καὶ μόνως οὕτως ὑπολαμβάνων κἀκεῖνον καθίξεσθαι τῆς προ‐ θέσεως, εἰ συμφρονήσαντες ἅμα ποιήσαιντο τὴν ἐπι‐ | |
Hist.10.4.4 | βολήν, ἦλθεν ἐπί τινα τοιαύτην ἔννοιαν. θεωρῶν γὰρ τὴν μητέρα περιπορευομένην τοὺς νεὼς καὶ θύουσαν τοῖς θεοῖς ὑπὲρ τἀδελφοῦ καὶ καθόλου μεγάλην προσδοκίαν ἔχουσαν ὑπὲρ τοῦ μέλλοντος, | |
Hist.10.4.5 | ἧς μόνης ἔμελεν αὐτῷ—τὸν μὲν γὰρ πατέρα τότε πλεῖν συνέβαινεν εἰς Ἰβηρίαν στρατηγὸν καθεστα‐ μένον ἐπὶ τὰς προειρημένας πράξεις—οὐ μὴν ἀλλ’ ἔφη πρὸς αὐτὴν ὄνειρον τεθεωρηκέναι δὶς ἤδη τὸν | |
Hist.10.4.6 | αὐτόν. δοκεῖν γὰρ ἅμα τἀδελφῷ καθεσταμένος ἀγορανόμος ἀναβαίνειν ἀπὸ τῆς ἀγορᾶς ὡς ἐπὶ τὴν οἰκίαν, ἐκείνην δὲ συναντᾶν αὐτοῖς εἰς τὰς θύρας | |
Hist.10.4.7 | καὶ περιπτύξασαν ἀσπάσασθαι. τῆς δὲ παθούσης τὸ γυναικεῖον πάθος καί τι προσεπιφθεγξαμένης ‘Εἰ γὰρ ἐμοὶ ταύτην ἰδεῖν γένοιτο τὴν ἡμέραν‘ ‘Βούλει‘ | |
Hist.10.4.8 | φησί ‘μῆτερ, πεῖραν λάβωμεν;‘ τῆς δὲ συγκαταθεμέ‐ νης, ὡς οὐ τολμήσοντος αὐτοῦ, πρὸς δὲ τὸν καιρὸν οἱονεὶ προσπαίζοντος—καὶ γὰρ ἦν κομιδῇ νέος— ἠξίου τήβενναν αὑτῷ λαμπρὰν εὐθέως ἑτοιμάσαι· | |
Hist.10.4.9 | τοῦτο γὰρ ἔθος ἐστὶ τοῖς τὰς ἀρχὰς μεταπορευομένοις. | |
Hist.10.5.1 | καὶ τῇ μὲν οὐδ’ ἐν νῷ τὸ ῥηθὲν ἦν, ὁ δὲ λαβὼν πρῶτον λαμπρὰν ἐσθῆτα κοιμωμένης ἔτι τῆς μητρὸς | |
Hist.10.5.2 | παρῆν εἰς τὴν ἀγοράν. τοῦ δὲ πλήθους καὶ διὰ τὸ παράδοξον καὶ διὰ τὴν προϋπάρχουσαν εὔνοιαν ἐκ‐ πληκτικῶς αὐτὸν ἀποδεξαμένου, καὶ μετὰ ταῦτα προελθόντος εἰς τὸν ἀποδεδειγμένον τόπον καὶ | |
Hist.10.5.3 | στάντος παρὰ τὸν ἀδελφόν, οὐ μόνον τῷ Ποπλίῳ περιέθεσαν οἱ πολλοὶ τὴν ἀρχήν, ἀλλὰ καὶ τἀδελφῷ | |
δι’ ἐκεῖνον, καὶ παρῆσαν ἐπὶ τὴν οἰκίαν ἀμφότεροι | ||
Hist.10.5.4 | γεγονότες ἀγορανόμοι. τῇ δὲ μητρὶ τοῦ πράγματος ἄφνω προσπεσόντος, περιχαρὴς οὖσα πρὸς τὰς θύ‐ ρας ἀπήντα καὶ μετὰ παραστάσεως ἠσπάζετο τοὺς | |
Hist.10.5.5 | νεανίσκους, ὥστε τὸν Πόπλιον ἐκ τοῦ συμβαίνοντος δοκεῖν πᾶσι τοῖς προακηκοόσι τῶν ἐνυπνίων μὴ μόνον κατὰ τὸν ὕπνον, ἔτι (δὲ) μᾶλλον ὕπαρ καὶ | |
Hist.10.5.6 | μεθ’ ἡμέραν διαλέγεσθαι τοῖς θεοῖς. ὧν οὐδὲν ἦν ἐνύπνιον, ἀλλ’ ὑπάρχων εὐεργετικὸς καὶ μεγαλό‐ δωρος καὶ προσφιλὴς κατὰ τὴν ἀπάντησιν συνελο‐ | |
Hist.10.5.7 | γίσατο τὴν τοῦ πλήθους πρὸς αὑτὸν εὔνοιαν. λοι‐ πὸν πρός τε τὸν τοῦ δήμου καὶ τὸν τῆς μητρὸς καιρὸν ἁρμοσάμενος εὐστόχως οὐ μόνον καθίκετο τῆς προθέσεως, ἀλλὰ καὶ μετά τινος ἐδόκει θείας | |
Hist.10.5.8 | ἐπιπνοίας αὐτὸ πράττειν. οἱ γὰρ μὴ δυνάμενοι τοὺς καιροὺς μηδὲ τὰς αἰτίας καὶ διαθέσεις ἑκάστων ἀκριβῶς συνθεωρεῖν, ἢ διὰ φαυλότητα φύσεως ἢ δι’ ἀπειρίαν καὶ ῥᾳθυμίαν, εἰς θεοὺς καὶ τύχας | |
5 | ἀναφέρουσι τὰς αἰτίας τῶν δι’ ἀγχίνοιαν ἐκ λογι‐ σμοῦ (καὶ) προνοίας ἐπιτελουμένων. | |
Hist.10.5.9 | Ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν τῶν ἀκουόν‐ των, ἵνα μὴ συγκαταφερόμενοι ψευδῶς τῇ καθωμιλη‐ μένῃ δόξῃ περὶ αὐτοῦ παραπέμπωσι τὰ σεμνότατα καὶ κάλλιστα τἀνδρός, λέγω δὲ τὴν ἐπιδεξιότητα καὶ | |
Hist.10.5.10 | φιλοπονίαν. ἔτι δὲ μᾶλλον ἔσται τοῦτο συμφανὲς ἐπ’ αὐτῶν τῶν πράξεων. | |
Hist.10.6.1 | Οὐ μὴν ἀλλὰ τότε συνηθροισμένων τῶν δυνά‐ μεων παρεκάλει μὴ καταπεπλῆχθαι τὴν προγεγενη‐ | |
Hist.10.6.2 | μένην περιπέτειαν· οὐ γὰρ ταῖς ἀρεταῖς ἡττῆσθαι Ῥωμαίους ὑπὸ Καρχηδονίων οὐδέποτε, τῇ δὲ προ‐ δοσίᾳ τῇ Κελτιβήρων καὶ τῇ προπετείᾳ, διακλεισθέν‐ των τῶν στρατηγῶν ἀπ’ ἀλλήλων διὰ τὸ πιστεῦσαι | |
Hist.10.6.3 | τῇ συμμαχίᾳ τῶν εἰρημένων. ὧν ἑκάτερα νῦν ἔφη περὶ τοὺς πολεμίους ὑπάρχειν· χωρὶς γὰρ ἀπ’ ἀλλή‐ λων πολὺ διεσπασμένους στρατοπεδεύειν, τοῖς τε συμμάχοις ὑβριστικῶς χρωμένους ἅπαντας ἀπηλλο‐ | |
Hist.10.6.4 | τριωκέναι καὶ πολεμίους αὑτοῖς παρεσκευακέναι. διὸ καὶ τοὺς μὲν ἤδη διαπέμπεσθαι πρὸς σφᾶς, τοὺς δὲ λοιπούς, ὡς ἂν τάχιστα θαρρήσωσι καὶ διαβάντας ἴδωσι τὸν ποταμόν, ἀσμένως ἥξειν, οὐχ οὕτως | |
5 | εὐνοοῦντας σφίσι, τὸ δὲ πλεῖον ἀμύνεσθαι σπουδά‐ | |
Hist.10.6.5 | ζοντας τὴν Καρχηδονίων εἰς αὐτοὺς ἀσέλγειαν, τὸ δὲ μέγιστον, στασιάζοντας πρὸς ἀλλήλους τοὺς τῶν ὑπεναντίων ἡγεμόνας ἅθρους διαμάχεσθαι πρὸς αὐτοὺς οὐ θελήσειν, κατὰ μέρος δὲ κινδυνεύοντας | |
Hist.10.6.6 | εὐχειρώτους ὑπάρχειν. διὸ βλέποντας εἰς ταῦτα παρεκάλει περαιοῦσθαι τὸν ποταμὸν εὐθαρσῶς· περὶ δὲ τῶν ἑξῆς ἀνεδέχετο μελήσειν αὑτῷ καὶ τοῖς ἄλ‐ | |
Hist.10.6.7 | λοις ἡγεμόσι. ταῦτα δ’ εἰπὼν τρισχιλίους μὲν ἔχοντα πεζοὺς καὶ πεντακοσίους ἱππεῖς Μάρκον ἀπέλειπε τὸν συνάρχοντα περὶ τὴν διάβασιν ἐφεδρεύσοντα τοῖς ἐντὸς τοῦ ποταμοῦ συμμάχοις· αὐτὸς δὲ τὴν | |
5 | ἄλλην ἐπεραίου δύναμιν, ἄδηλον πᾶσι ποιῶν τὴν | |
Hist.10.6.8 | αὑτοῦ πρόθεσιν. ἦν γὰρ αὐτῷ κεκριμένον πράττειν ὧν μὲν εἶπε πρὸς τοὺς πολλοὺς μηδέν, προύκειτο | |
δὲ πολιορκεῖν ἐξ ἐφόδου τὴν ἐν Ἰβηρίᾳ Καρχηδόνα | ||
Hist.10.6.9 | προσαγορευομένην. ὃ δὴ καὶ πρῶτον ἄν τις λάβοι καὶ μέγιστον σημεῖον τῆς ὑφ’ ἡμῶν ἄρτι ῥηθείσης | |
Hist.10.6.10 | διαλήψεως. ἔτος γὰρ ἕβδομον ἔχων πρὸς τοῖς εἴκοσι πρῶτον μὲν ἐπὶ πράξεις αὑτὸν ἔδωκε τελέως παρὰ τοῖς πολλοῖς ἀπηλπισμένας διὰ (τὸ) μέγεθος τῶν | |
Hist.10.6.11 | προγεγονότων ἐλαττωμάτων, δεύτερον δοὺς αὑτὸν τὰ μὲν κοινὰ καὶ προφαινόμενα πᾶσι παρέλειπε, τὰ δὲ μήτε παρὰ τοῖς πολεμίοις *, ταῦτ’ ἐπενόει καὶ | |
Hist.10.6.12 | προετίθετο πράττειν. ὧν οὐδὲν ἦν χωρὶς ἐκλογι‐ σμῶν τῶν ἀκριβεστάτων. | |
Hist.10.7.1 | Ἔτι μὲν γὰρ ἀπὸ τῆς ἀρχῆς ἱστορῶν ἐν τῇ Ῥώμῃ καὶ πυνθανόμενος ἐπιμελῶς τήν τε προδοσίαν τῶν Κελτιβήρων καὶ τὸν διαζευγμὸν τῶν ἰδίων στρατο‐ πέδων, καὶ συλλογιζόμενος ὅτι παρὰ τοῦτο συμβαίνει | |
Hist.10.7.2 | τοῖς περὶ τὸν πατέρα γενέσθαι τὴν περιπέτειαν, οὐ κατεπέπληκτο τοὺς Καρχηδονίους οὐδ’ ἥττητο τῇ | |
Hist.10.7.3 | ψυχῇ, καθάπερ οἱ πολλοί. μετὰ δὲ ταῦτα τοὺς ἐν‐ τὸς Ἴβηρος ποταμοῦ συμμάχους ἀκούων μένειν ἐν τῇ πρὸς αὐτοὺς φιλίᾳ, τοὺς δὲ τῶν Καρχηδονίων ἡγε‐ μόνας στασιάζειν μὲν πρὸς σφᾶς, ὑβρίζειν δὲ τοὺς | |
5 | ὑποταττομένους, εὐθαρσῶς διέκειτο πρὸς τὴν ἔξοδον, | |
Hist.10.7.4 | οὐ τῇ τύχῃ πιστεύων, ἀλλὰ τοῖς συλλογισμοῖς. πα‐ ραγενόμενός γε μὴν εἰς τὴν Ἰβηρίαν, πάντας ἀνα‐ κινῶν καὶ παρ’ ἑκάστου πυνθανόμενος τὰ περὶ τοὺς ἐναντίους, ηὕρισκε τὰς μὲν δυνάμεις τῶν Καρχηδο‐ | |
Hist.10.7.5 | νίων εἰς τρία μέρη διῃρημένας· ὧν Μάγωνα μὲν ἐπυνθάνετο διατρίβειν ἐντὸς Ἡρακλείων στηλῶν ἐν τοῖς Κονίοις προσαγορευομένοις, Ἀσδρούβαν δὲ τὸν Γέσκωνος περὶ Τάγου ποταμοῦ στόμα κατὰ τὴν Λυ‐ | |
5 | σιτανήν, τὸν δ’ ἕτερον Ἀσδρούβαν πολιορκεῖν τινα πόλιν ἐν τοῖς Καρπητανοῖς, οὐδένα (δὲ) τῶν προει‐ ρημένων ἐλάττω δέχ’ ἡμερῶν ὁδὸν ἀπέχειν τῆς Και‐ | |
Hist.10.7.6 | νῆς πόλεως. νομίζων οὖν, ἐὰν μὲν εἰς μάχην συνιέ‐ ναι κρίνῃ τοῖς πολεμίοις, τὸ μὲν πρὸς πάντας ἅμα κινδυνεύειν (ἐπισφαλὲς εἶναι) τελέως καὶ διὰ τὸ προηττῆσθαι τοὺς πρὸ αὐτοῦ καὶ διὰ τὸ πολλαπλα‐ | |
Hist.10.7.7 | σίους εἶναι τοὺς ὑπεναντίους, ἐὰν δὲ πρὸς ἕνα συμ‐ βαλεῖν σπεύδων, κἄπειτα τούτου φυγομαχήσαντος, ἐπιγενομένων δὲ τῶν ἄλλων δυνάμεων, συγκλεισθῇ που, κατάφοβος ἦν μὴ ταῖς αὐταῖς Γναΐῳ τῷ θείῳ | |
Hist.10.8.1 | καὶ Ποπλίῳ τῷ πατρὶ περιπέσῃ συμφοραῖς. διὸ τοῦτο μὲν τὸ μέρος ἀπεδοκίμασε, πυνθανόμενος δὲ τὴν προειρημένην Καρχηδόνα μεγίστας μὲν χρείας παρ‐ έχεσθαι τοῖς ὑπεναντίοις, μέγιστα δὲ βλάπτειν καὶ | |
5 | κατὰ τὸν ἐνεστῶτα πόλεμον αὐτόν, ἐξητάκει τὰ κατὰ μέρος ὑπὲρ αὐτῆς ἐν τῇ παραχειμασίᾳ (διὰ) τῶν | |
Hist.10.8.2 | εἰδότων. ἀκούων δὲ πρῶτον μὲν ὅτι λιμένας ἔχει στόλῳ καὶ ναυτικαῖς δυνάμεσι μόνη σχεδὸν τῶν κατὰ τὴν Ἰβηρίαν, ἅμα δὲ καὶ διότι πρὸς τὸν ἀπὸ τῆς Λιβύης πλοῦν καὶ πελάγιον δίαρμα λίαν εὐφυῶς | |
Hist.10.8.3 | κεῖται τοῖς Καρχηδονίοις, μετὰ δὲ ταῦτα διότι καὶ τὸ τῶν χρημάτων πλῆθος καὶ τὰς ἀποσκευὰς τῶν στρατοπέδων ἁπάσας ἐν ταύτῃ τῇ πόλει συνέβαινε τοῖς Καρχηδονίοις ὑπάρχειν, ἔτι δὲ τοὺς ὁμήρους | |
Hist.10.8.4 | τοὺς ἐξ ὅλης τῆς Ἰβηρίας, τὸ δὲ μέγιστον, ὅτι μά‐ χιμοι μὲν ἄνδρες εἴησαν εἰς χιλίους οἱ τὴν ἄκραν τηροῦντες διὰ τὸ μηδένα μηδέποτ’ ἂν ὑπολαμβάνειν ὅτι κρατούντων Καρχηδονίων σχεδὸν ἁπάσης Ἰβη‐ | |
5 | ρίας ἐπινοήσει τις τὸ παράπαν πολιορκῆσαι ταύτην | |
Hist.10.8.5 | τὴν πόλιν, τὸ δ’ ἄλλο πλῆθος ὅτι πολὺ μὲν εἴη διαφερόντως ἐν αὐτῇ, πᾶν δὲ δημιουργικὸν καὶ βάναυσον καὶ θαλαττουργὸν καὶ πλεῖστον ἀπέχον πολεμικῆς ἐμπειρίας, ὃ κατὰ τῆς πόλεως ὑπελάμβα‐ | |
Hist.10.8.6 | νεν εἶναι, παραδόξου γενομένης ἐπιφανείας. καὶ μὴν οὐδὲ τὴν θέσιν τῆς Καρχηδόνος οὐδὲ τὴν κα‐ τασκευὴν οὐδὲ τὴν τῆς περιεχούσης αὐτὴν λίμνης | |
Hist.10.8.7 | διάθεσιν ἠγνόει, διὰ δέ τινων ἁλιέων τῶν ἐνειργα‐ σμένων τοῖς τόποις ἐξητάκει διότι καθόλου μέν ἐστι τεναγώδης ἡ λίμνη καὶ βατὴ κατὰ τὸ πλεῖστον, ὡς δ’ ἐπὶ τὸ πολὺ καὶ γίνεταί τις αὐτῆς ἀποχώρησις | |
Hist.10.8.8 | καθ’ ἡμέραν ἐπὶ δείλην ὀψίαν. ἐξ ὧν συλλογισά‐ μενος ὅτι καθικόμενος μὲν τῆς ἐπιβολῆς οὐ μόνον βλάψει τοὺς ὑπεναντίους, ἀλλὰ καὶ τοῖς σφετέροις | |
Hist.10.8.9 | πράγμασι μεγάλην ἐπίδοσιν παρασκευάσει, διαπεσὼν δὲ τῆς προθέσεως, ὅτι δύναται σῴζειν τοὺς ὑπο‐ ταττομένους διὰ τὸ θαλαττοκρατεῖν, ἐὰν ἅπαξ ἀσφα‐ λίσηται τὴν στρατοπεδείαν—τοῦτο δ’ ἦν εὐχερὲς | |
5 | διὰ τὸ μακρὰν ἀπεσπάσθαι τὰς τῶν ὑπεναντίων δυ‐ | |
Hist.10.8.10 | νάμεις—οὕτως ἀφέμενος τῶν ἄλλων περὶ ταύτην | |
Hist.10.9.1 | ἐγίνετο τὴν παρασκευὴν ἐν τῇ παραχειμασίᾳ. καὶ ταύτην ἔχων τὴν ἐπιβολὴν καὶ τὴν ἡλικίαν, ἣν ἀρ‐ τίως εἶπα, πάντας ἀπεκρύψατο χωρὶς Γαΐου Λαιλίου, μέχρι πάλιν αὐτὸς ἔκρινε φανερὸν ποιεῖν. | |
Hist.10.9.2 | Τούτοις δὲ τοῖς ἐκλογισμοῖς ὁμολογοῦντες οἱ συγγραφεῖς, ὅταν ἐπὶ τὸ τέλος ἔλθωσι τῆς πράξεως, οὐκ οἶδ’ ὅπως οὐκ εἰς τὸν ἄνδρα καὶ τὴν τούτου πρόνοιαν, εἰς δὲ τοὺς θεοὺς καὶ τὴν τύχην ἀναφέ‐ | |
Hist.10.9.3 | ρουσι τὸ γεγονὸς κατόρθωμα, καὶ ταῦτα χωρὶς τῶν εἰκότων καὶ τῆς τῶν συμβεβιωκότων μαρτυρίας, καὶ διὰ τῆς ἐπιστολῆς τῆς πρὸς Φίλιππον αὐτοῦ τοῦ Ποπλίου σαφῶς ἐκτεθεικότος ὅτι τούτοις τοῖς ἐκλο‐ | |
5 | γισμοῖς χρησάμενος, οἷς ἡμεῖς ἀνώτερον ἐξελογισά‐ μεθα, καθόλου τε τοῖς ἐν Ἰβηρίᾳ πράγμασιν ἐπι‐ βάλοιτο καὶ κατὰ μέρος τῇ τῆς Καρχηδόνος πολιορκίᾳ. | |
Hist.10.9.4 | Πλὴν τότε γε τῷ μὲν ἐπὶ τοῦ στόλου Γαΐῳ Λαι‐ λίῳ δι’ ἀπορρήτων ἐντειλάμενος παρήγγειλε πλεῖν | |
Hist.10.9.5 | ἐπὶ τὴν προειρημένην πόλιν—μόνος γὰρ οὗτος αὐτῷ συνῄδει τὴν ἐπιβολήν, καθάπερ ἀνώτερον εἶπον— | |
Hist.10.9.6 | αὐτὸς δὲ τὰς πεζικὰς δυνάμεις ἀναλαβὼν ἐποιεῖτο τὴν πορείαν μετὰ σπουδῆς. εἶχε δὲ τὸ μὲν τῶν πε‐ ζῶν πλῆθος εἰς δισμυρίους καὶ πεντακισχιλίους, ἱπ‐ | |
Hist.10.9.7 | πεῖς δ’ εἰς δισχιλίους καὶ πεντακοσίους. ἀφικόμενος δ’ ἑβδομαῖος κατεστρατοπέδευσε κατὰ τὸ πρὸς ἄρ‐ κτους μέρος τῆς πόλεως, καὶ περιεβάλετο κατὰ μὲν τὴν ἐκτὸς ἐπιφάνειαν τῆς στρατοπεδείας τάφρον καὶ | |
5 | χάρακα διπλοῦν ἐκ θαλάττης εἰς θάλατταν, κατὰ δὲ τὴν πρὸς τὴν πόλιν ἁπλῶς οὐδέν. αὐτὴ γὰρ ἡ τοῦ τόπου φύσις ἱκανὴν ἀσφάλειαν αὐτῷ παρεσκεύαζε. | |
Hist.10.9.8 | μέλλοντες δὲ καὶ τὴν πολιορκίαν καὶ τὴν ἅλωσιν τῆς | |
πόλεως δηλοῦν, ἀναγκαῖον ἡγούμεθ’ εἶναι τὸ καὶ τοὺς παρακειμένους τόπους καὶ τὴν θέσιν αὐτῆς ἐπὶ ποσὸν ὑποδεῖξαι τοῖς ἀκούουσι. | ||
Hist.10.10.1 | Κεῖται μὲν οὖν τῆς Ἰβηρίας κατὰ μέσην τὴν παραλίαν ἐν κόλπῳ νεύοντι πρὸς ἄνεμον λίβα· οὗ τὸ μὲν βάθος ἐστὶν ὡς εἴκοσι σταδίων, τὸ δὲ πλά‐ τος ἐν ταῖς ἀρχαῖς ὡς δέκα· λαμβάνει (δὲ) διάθεσιν | |
Hist.10.10.2 | λιμένος ὁ πᾶς κόλπος διὰ τοιαύτην αἰτίαν. νῆσος ἐπὶ τοῦ στόματος αὐτοῦ κεῖται βραχὺν ἐξ ἑκατέρου | |
Hist.10.10.3 | τοῦ μέρους εἴσπλουν εἰς αὐτὸν ἀπολείπουσα. ταύ‐ της ἀποδεχομένης τὸ πελάγιον κῦμα συμβαίνει τὸν κόλπον ὅλον εὐδίαν ἴσχειν, πλὴν ἐφ’ ὅσον οἱ λίβες καθ’ ἑκάτερον τὸν εἴσπλουν παρεισπίπτοντες κλύ‐ | |
Hist.10.10.4 | δωνας ἀποτελοῦσι. τῶν γε μὴν ἄλλων πνευμάτων ἀκλυδώνιστος ὢν τυγχάνει διὰ τὴν περιέχουσαν | |
Hist.10.10.5 | αὐτὸν ἤπειρον. ἐν δὲ τῷ μυχῷ τοῦ κόλπου πρό‐ κειται χερρονησίζον ὄρος, ἐφ’ οὗ κεῖσθαι συμβαίνει τὴν πόλιν, περιεχομένην θαλάττῃ μὲν ἀπ’ ἀνατολῶν καὶ μεσημβρίας, ἀπὸ δὲ τῶν δύσεων λίμνῃ προσ‐ | |
Hist.10.10.6 | επιλαμβανούσῃ καὶ τοῦ πρὸς ἄρκτον μέρους, ὥστε τὸν λοιπὸν τόπον μέχρι τῆς ἐπὶ θάτερα θαλάττης, ὃς καὶ συνάπτει τὴν πόλιν πρὸς τὴν ἤπειρον, μὴ | |
Hist.10.10.7 | πλέον ὑπάρχειν ἢ δυεῖν σταδίων. ἡ δὲ πόλις αὐτὴ μεσόκοιλός ἐστι· κατὰ δὲ τὴν ἀπὸ μεσημβρίας πλευ‐ ρὰν ἐπίπεδον ἔχει τὴν ἀπὸ θαλάττης πρόσοδον· τὰ δὲ λοιπὰ περιέχεται λόφοις, δυσὶ μὲν ὀρεινοῖς καὶ | |
5 | τραχέσιν, ἄλλοις δὲ τρισὶ πολὺ μὲν χθαμαλωτέροις, | |
Hist.10.10.8 | σπιλώδεσι δὲ καὶ δυσβάτοις· ὧν ὁ μὲν μέγιστος ἀπὸ τῆς ἀνατολῆς αὐτῇ παράκειται, προτείνων εἰς | |
Hist.10.10.9 | θάλατταν, ἐφ’ οὗ καθίδρυται νεὼς Ἀσκληπιοῦ. τούτῳ δ’ ὁ * ἀπὸ τῆς δύσεως ἀντίκειται, παραπλησίαν θέσιν ἔχων, ἐφ’ οὗ καὶ βασίλεια κατεσκεύασται πο‐ λυτελῶς, ἅ φασιν Ἀσδρούβαν ποιῆσαι, μοναρχικῆς | |
Hist.10.10.10 | ὀρεγόμενον ἐξουσίας. αἱ δὲ λοιπαὶ τρεῖς τῶν ἐλατ‐ τόνων βουνῶν ὑπεροχαὶ τὸ πρὸς ἄρκτον αὐτῆς μέρος | |
Hist.10.10.11 | περιέχουσι. καλεῖται δὲ τῶν τριῶν ὁ μὲν πρὸς ἀνα‐ τολὰς νεύων Ἡφαίστου, τούτῳ δ’ ὁ συνεχὴς Ἀλή‐ του—δοκεῖ δ’ οὗτος εὑρετὴς γενόμενος τῶν ἀργυ‐ ρείων μετάλλων ἰσοθέων τετευχέναι τιμῶν—ὁ δὲ | |
Hist.10.10.12 | τρίτος προσαγορεύεται Κρόνου. συμβαίνει δὲ τὴν λίμνην τῇ παρακειμένῃ θαλάττῃ σύρρουν γεγονέναι | |
Hist.10.10.13 | χειροποιήτως χάριν τῶν θαλαττουργῶν. κατὰ δὲ τὴν τοῦ διείργοντος αὐτὰς χείλους διακοπὴν γέφυρα κατεσκεύασται πρὸς τὸ καὶ τὰ ὑποζύγια καὶ τὰς ἁμάξας ταύτῃ ποιεῖσθαι τὴν παρακομιδὴν τῶν ἐκ | |
5 | τῆς χώρας ἀναγκαίων. | |
Hist.10.11.1 | Τοιαύτης δ’ ὑπαρχούσης τῆς διαθέσεως τῶν τό‐ πων, ἀσφαλίζεσθαι συνέβαινε τοῖς Ῥωμαίοις τὴν στρατοπεδείαν κατὰ τὴν ἐντὸς ἐπιφάνειαν ἀκατα‐ σκεύως ὑπό τε τῆς λίμνης καὶ τῆς ἐπὶ θάτερα θα‐ | |
Hist.10.11.2 | λάττης. τὸ δὲ μεταξὺ τούτων διάστημα τὸ συνάπτον τὴν πόλιν πρὸς τὴν ἤπειρον ἀχαράκωτον εἴασε, | |
Hist.10.11.3 | κατὰ μέσην ὑπάρχον τὴν αὑτοῦ στρατοπεδείαν, εἴτε καὶ καταπλήξεως χάριν εἴτε καὶ πρὸς τὴν ἐπιβολὴν ἁρμοζόμενος, ὅπως ἀνεμποδίστους ἔχῃ καὶ τὰς ἐξα‐ γωγὰς καὶ τὰς ἀναχωρήσεις εἰς τὴν παρεμβολήν. | |
Hist.10.11.4 | ὁ δὲ περίβολος τῆς πόλεως οὐ πλεῖον εἴκοσι στα‐ | |
δίων ὑπῆρχε τὸ πρότερον—καίτοι γ’ οὐκ ἀγνοῶ διότι πολλοῖς εἴρηται τετταράκοντα· τὸ δ’ ἐστὶ ψεῦδος. οὐ γὰρ ἐξ ἀκοῆς ἡμεῖς, ἀλλ’ αὐτόπται γεγονότες | ||
5 | μετ’ ἐπιστάσεως ἀποφαινόμεθα—νῦν δὲ καὶ μᾶλλον ἔτι συνῄρηται. | |
Hist.10.11.5 | Πλὴν ὅ γε Πόπλιος, συνάψαντος καὶ τοῦ στόλου πρὸς τὸν δέοντα καιρόν, ἐπεβάλετο συναθροίσας τὰ πλήθη παρακαλεῖν, οὐχ ἑτέροις τισὶ χρώμενος ἀπο‐ λογισμοῖς, ἀλλ’ οἷς ἐτύγχανε πεπεικὼς αὑτόν, ὑπὲρ | |
5 | ὧν ἡμεῖς τὸν κατὰ μέρος ἄρτι πεποιήμεθα λόγον. | |
Hist.10.11.6 | ἀποδείξας δὲ δυνατὴν οὖσαν τὴν ἐπιβολήν, καὶ συγκεφαλαιωσάμενος τὴν ἐκ τοῦ κατορθώματος ἐλάτ‐ τωσιν (τῶν ὑπεναντίων, αὔξησιν) δὲ τῶν σφετέρων πραγμάτων, λοιπὸν χρυσοῦς στεφάνους ἐπηγγείλατο | |
5 | τοῖς πρώτοις ἐπὶ τὸ τεῖχος ἀναβᾶσι καὶ τὰς εἰθι‐ | |
Hist.10.11.7 | σμένας δωρεὰς τοῖς ἐπιφανῶς ἀνδραγαθήσασι· τὸ δὲ τελευταῖον ἐξ ἀρχῆς ἔφη τὴν ἐπιβολὴν αὐτῷ ταύτην ὑποδεδειχέναι τὸν Ποσειδῶνα παραστάντα κατὰ τὸν ὕπνον, καὶ φάναι συνεργήσειν ἐπιφανῶς | |
5 | κατ’ αὐτὸν τὸν τῆς πράξεως καιρὸν οὕτως ὥστε παντὶ τῷ στρατοπέδῳ τὴν ἐξ αὐτοῦ χρείαν ἐναργῆ | |
Hist.10.11.8 | γενέσθαι. τῶν δὲ κατὰ τὴν παράκλησιν λόγων ἅμα μὲν ἀπολογισμοῖς ἀκριβέσι μεμιγμένων, ἅμα δ’ ἐπαγ‐ γελίαις χρυσῶν στεφάνων, ἐπὶ δὲ πᾶσι τούτοις θεοῦ προνοίᾳ, τελέως μεγάλην ὁρμὴν καὶ προθυ‐ | |
5 | μίαν παρίστασθαι συνέβαινε τοῖς νεανίσκοις. | |
Hist.10.12.1 | Τῇ δ’ ἐπαύριον κατὰ μὲν τοὺς ἐκ τῆς θαλάττης τόπους περιστήσας ναῦς παντοδαποῖς βέλεσιν ἐξηρ‐ τυμένας καὶ δοὺς τὴν ἐπιτροπὴν Γαΐῳ, κατὰ δὲ γῆν τοὺς εὐρωστοτάτους τῶν ἀνδρῶν εἰς δισχιλίους | |
5 | ὁμόσε τοῖς κλιμακοφόροις ἐπιστήσας, ἐνήρχετο τῆς | |
Hist.10.12.2 | πολιορκίας κατὰ τρίτην ὥραν. ὁ δὲ Μάγων ὁ τεταγ‐ μένος ἐπὶ τῆς πόλεως τὸ μὲν τῶν χιλίων σύνταγμα διελὼν τοὺς μὲν ἡμίσεις ἐπὶ τῆς ἄκρας ἀπέλιπε, τοὺς δ’ ἄλλους ἐπὶ τοῦ πρὸς ἀνατολὰς λόφου παρεν‐ | |
Hist.10.12.3 | έβαλε· τῶν δὲ λοιπῶν τοὺς εὐρωστοτάτους περὶ δισχιλίους κατεσκευακὼς τοῖς ὑπάρχουσι κατὰ τὴν πόλιν ὅπλοις ἐπέστησε κατὰ τὴν πύλην τὴν φέρου‐ σαν ἐπὶ τὸν ἰσθμὸν καὶ τὴν τῶν πολεμίων στρατο‐ | |
5 | πεδείαν· τοῖς δὲ λοιποῖς παρήγγειλε βοηθεῖν κατὰ | |
Hist.10.12.4 | δύναμιν πρὸς πάντα τὰ μέρη τοῦ τείχους. ἅμα δὲ τῷ τὸν Πόπλιον ταῖς σάλπιγξι διασημῆναι [καὶ] τὸν καιρὸν τῆς προσβολῆς, ἐξαφίησι τοὺς καθωπλισμέ‐ νους ὁ Μάγων διὰ τῆς πύλης, πεπεισμένος ὅτι | |
5 | καταπλήξεται τοὺς ὑπεναντίους καὶ τὸ παράπαν | |
Hist.10.12.5 | ἀφελεῖται τὴν ἐπιβολὴν αὐτῶν. προσπεσόντων δὲ τούτων ἐρρωμένως τοῖς ἐκ τοῦ στρατοπέδου κατὰ τὸν ἰσθμὸν παρατεταγμένοις ἐγίνετο μάχη λαμπρὰ καὶ παρακελευσμὸς ἐξ ἀμφοῖν ἐναγώνιος, τῶν μὲν | |
5 | ἐκ τοῦ στρατοπέδου, τῶν δ’ ἐκ τῆς πόλεως τοῖς | |
Hist.10.12.6 | ἰδίοις ἑκατέρων ἐπιβοώντων. τῆς δὲ διὰ τῶν βοη‐ θούντων ἐπικουρίας οὐχ ὁμοίας ὑπαρχούσης διὰ τὸ τοῖς μὲν Καρχηδονίοις διὰ μιᾶς πύλης καὶ σχεδὸν ἀπὸ δυεῖν σταδίοιν γίνεσθαι τὴν παρουσίαν, τοῖς | |
5 | δὲ Ῥωμαίοις ἐκ χειρὸς καὶ κατὰ πολὺν τόπον, ἄνισος | |
Hist.10.12.7 | ἦν ἡ μάχη παρὰ ταύτην τὴν αἰτίαν. ὁ γὰρ Πόπλιος ἑκὼν ἐπέστησε τοὺς αὑτοῦ παρ’ αὐτὴν τὴν στρατο‐ πεδείαν χάριν τοῦ προκαλέσασθαι τοὺς πολεμίους πορρωτάτω, σαφῶς γινώσκων, ἐὰν διαφθείρῃ τού‐ | |
5 | τους, ὄντας οἷον εἰ στόμα τοῦ κατὰ τὴν πόλιν πλή‐ | |
θους, ὅτι διατραπήσεται τὰ ὅλα καὶ τὴν πύλην | ||
Hist.10.12.8 | οὐκέτι τῶν ἔνδον οὐδεὶς ἐξιέναι θαρρήσει. οὐ μὴν ἀλλ’ ἕως μέν τινος ἐφάμιλλον συνέβαινε γίνεσθαι τὴν μάχην, ὡς ἐξ ἀμφοῖν κατ’ ἐκλογὴν τῶν ἀρίστων ἀνδρῶν προκεκριμένων· τέλος δ’ ἐξωθούμενοι τῷ | |
5 | βάρει διὰ τοὺς ἐκ τῆς παρεμβολῆς προσγινομένους | |
Hist.10.12.9 | ἐτράπησαν οἱ παρὰ τῶν Καρχηδονίων, καὶ πολλοὶ μὲν αὐτῶν ἐν τῷ τῆς μάχης καιρῷ διεφθάρησαν καὶ κατὰ τὴν ἀποχώρησιν, οἱ δὲ πλείους ἐν τῷ παρα‐ | |
Hist.10.12.10 | πίπτειν εἰς τὴν πύλην ὑφ’ αὑτῶν ἠλοήθησαν. οὗ συμβαίνοντος ὁ κατὰ τὴν πόλιν ὄχλος οὕτως ἐπτοήθη | |
Hist.10.12.11 | πᾶς ὥστε καὶ τοὺς ἀπὸ τῶν τειχῶν φεύγειν. παρ’ ὀλίγον μὲν οὖν ἦλθον οἱ Ῥωμαῖοι τοῦ συνεισπεσεῖν τότε μετὰ τῶν φευγόντων· οὐ μὴν ἀλλὰ τάς γε κλίμακας τῷ τείχει μετ’ ἀσφαλείας προσήρεισαν. | |
Hist.10.13.1 | Ὁ δὲ Πόπλιος ἐδίδου μὲν αὑτὸν εἰς τὸν κίνδυ‐ | |
Hist.10.13.2 | νον, ἐποίει δὲ τοῦτο κατὰ δύναμιν ἀσφαλῶς· εἶχε γὰρ μεθ’ αὑτοῦ τρεῖς ἄνδρας θυρεοφοροῦντας, οἳ παρατιθέντες τοὺς θυρεοὺς καὶ τὴν ἀπὸ τοῦ τείχους ἐπιφάνειαν σκεπάζοντες ἀσφάλειαν αὐτῷ παρεσκεύα‐ | |
Hist.10.13.3 | ζον. διὸ παρὰ τὰ πλάγια καὶ τοὺς ὑπερδεξίους τόπους ἐπιπαριὼν μεγάλα συνεβάλλετο πρὸς τὴν | |
Hist.10.13.4 | χρείαν· ἅμα μὲν γὰρ ἑώρα τὸ γινόμενον, ἅμα δ’ αὐτὸς ὑπὸ πάντων ὁρώμενος ἐνειργάζετο προθυμίαν | |
Hist.10.13.5 | τοῖς ἀγωνιζομένοις. ἐξ οὗ συνέβαινε μηδὲν ἐλλιπὲς γίνεσθαι τῶν πρὸς τὸν κίνδυνον, ἀλλ’ ὁπότε τιν’ αὐτῷ πρὸς τὸ προκείμενον ὁ καιρὸς ὑποδείξειε, πᾶν ἐκ χειρὸς ἀεὶ συνηργεῖτο πρὸς τὸ δέον. | |
Hist.10.13.6 | Ὁρμησάντων δὲ ταῖς κλίμαξι περὶ τὴν ἀνάβασιν | |
τῶν πρώτων τεθαρρηκότως, οὐχ οὕτως τὸ πλῆθος τῶν ἀμυνομένων ἐπικίνδυνον ἐποίει τὴν προσβολὴν | ||
Hist.10.13.7 | ὡς τὸ μέγεθος τῶν τειχῶν. διὸ καὶ μᾶλλον ἐπερ‐ ρώσθησαν οἱ κατὰ (τὰ) τείχη, θεωροῦντες τὴν δυσ‐ | |
Hist.10.13.8 | χρηστίαν τῶν συμβαινόντων. ἔνιαι μὲν γὰρ συνε‐ τρίβοντο τῶν κλιμάκων, πολλῶν ἅμα διὰ τὸ μέγεθος συνεπιβαινόντων· ἐφ’ αἷς δ’ οἱ πρῶτοι προσβαίνον‐ τες ἐσκοτοῦντο διὰ τὴν εἰς ὕψος ἀνάτασιν καὶ | |
5 | βραχείας προσδεόμενοι τῆς ἐκ τῶν ἀμυνομένων ἀντι‐ πράξεως ἐρρίπτουν σφᾶς αὐτοὺς ἀπὸ τῶν κλιμάκων. | |
Hist.10.13.9 | ὅτε δὲ καὶ δοκοὺς ἤ τι τοιοῦτον ἐγχειρήσαιεν ἐπιρ‐ ρίπτειν ἀπὸ τῶν ἐπάλξεων, ὁμοῦ πάντες ἀπεσύροντο | |
Hist.10.13.10 | καὶ κατεφέροντο πρὸς τὴν γῆν. οὐ μὴν ἀλλὰ τοιού‐ των ἀπαντωμένων οὐδὲν ἱκανὸν ἦν πρὸς τὸ κωλύειν τὴν ἐπιφορὰν καὶ τὴν ὁρμὴν τῶν Ῥωμαίων, ἀλλ’ ἔτι καταφερομένων τῶν πρώτων ἐπέβαινον οἱ συν‐ | |
Hist.10.13.11 | εχεῖς ἐπὶ τὴν ἐκλείπουσαν ἀεὶ χώραν. ἤδη δὲ τῆς ἡμέρας προβαινούσης, καὶ τῶν στρατιωτῶν τετρυμ‐ μένων ὑπὸ τῆς κακοπαθείας, ἀνεκαλέσατο ταῖς σάλ‐ πιγξιν ὁ στρατηγὸς τοὺς προσβάλλοντας. | |
Hist.10.14.1 | Οἱ μὲν οὖν ἔνδον περιχαρεῖς ἦσαν ὡς ἀποτε‐ | |
Hist.10.14.2 | τριμμένοι τὸν κίνδυνον· ὁ δὲ Πόπλιος, προσδοκῶν ἤδη τὸν τῆς ἀμπώτεως καιρόν, κατὰ μὲν τὴν λίμνην | |
Hist.10.14.3 | ἡτοίμασε πεντακοσίους ἄνδρας μετὰ κλιμάκων, κατὰ δὲ τὴν πύλην καὶ τὸν ἰσθμὸν νεαλεῖς ποιήσας τοὺς στρατιώτας καὶ παρακαλέσας προσανέδωκε κλίμακας πλείους τῶν πρότερον, ὥστε συνεχῶς πλῆρες γενέ‐ | |
Hist.10.14.4 | σθαι τὸ τεῖχος τῶν προσβαινόντων. ἅμα δὲ τῷ ση‐ | |
μῆναι τὸ πολεμικὸν καὶ προσθέντας τῷ τείχει τὰς κλίμακας προσβαίνειν κατὰ πάντα τὰ μέρη τεθαρρη‐ κότως μεγάλην συνέβαινε ταραχὴν καὶ διατροπὴν | ||
Hist.10.14.5 | γίνεσθαι τῶν ἔνδον. νομίζοντες γὰρ ἀπολελύσθαι τῆς περιστάσεως, αὖθις ἀρχὴν ἑώρων λαμβάνοντα | |
Hist.10.14.6 | τὸν κίνδυνον ἐξ ἄλλης ὁρμῆς· ἅμα δὲ καὶ τῶν βελῶν αὐτοὺς ἤδη λειπόντων, καὶ τοῦ πλήθους τῶν ἀπολωλότων εἰς ἀθυμίαν ἄγοντος, δυσχερῶς μὲν ἔφερον τὸ γινόμενον, οὐ μὴν ἀλλ’ ἠμύνοντο δυνα‐ | |
Hist.10.14.7 | τῶς. κατὰ δὲ τὴν ἀκμὴν τοῦ διὰ τῶν κλιμάκων | |
Hist.10.14.8 | ἀγῶνος ἤρχετο τὰ κατὰ τὴν ἄμπωτιν, καὶ τὰ μὲν ἄκρα τῆς λίμνης ἀπέλειπε τὸ ὕδωρ κατὰ βραχύ, διὰ δὲ τοῦ στόματος ὁ ῥοῦς εἰς τὴν συνεχῆ θάλατ‐ ταν ἅθρους ἐφέρετο καὶ πολύς, ὥστε τοῖς ἀπρονοή‐ | |
5 | τως θεωμένοις ἄπιστον φαίνεσθαι τὸ γινόμενον. | |
Hist.10.14.9 | ὁ δὲ Πόπλιος ἔχων ἑτοίμους τοὺς καθηγεμόνας ἐμ‐ βαίνειν παρεκελεύετο καὶ θαρρεῖν τοὺς πρὸς τὴν | |
Hist.10.14.10 | χρείαν ταύτην ἡτοιμασμένους· καὶ γὰρ ἦν εὖ πεφυ‐ κώς, εἰ καὶ πρὸς ἄλλο τι, πρὸς τὸ θάρσος ἐμβαλεῖν | |
Hist.10.14.11 | καὶ συμπαθεῖς ποιῆσαι τοὺς παρακαλουμένους. τότε δὴ πειθαρχησάντων αὐτῶν καὶ διὰ τοῦ τέλματος ἁμιλλωμένων, ἅπαν τὸ στρατόπεδον ὑπέλαβε μετά | |
Hist.10.14.12 | τινος θεοῦ προνοίας γίνεσθαι τὸ συμβαῖνον. ἐξ οὗ καὶ μνησθέντες τῶν κατὰ τὸν Ποσειδῶ καὶ τῆς τοῦ Ποπλίου κατὰ τὴν παράκλησιν ἐπαγγελίας, ἐπὶ τοσ‐ οῦτο ταῖς ψυχαῖς παρωρμήθησαν ὡς συμφράξαν‐ | |
5 | τες καὶ βιασάμενοι πρὸς τὴν πύλην ἔξωθεν ἐπεχεί‐ ρουν διακόπτειν τοῖς πελέκεσι καὶ ταῖς ἀξίναις τὰς | |
Hist.10.14.13 | θύρας. οἱ δὲ διὰ τῶν τελμάτων ἐγγίσαντες τῷ | |
τείχει, καὶ καταλαβόντες ἐρήμους τὰς ἐπάλξεις, οὐ μόνον προσέθεσαν ἀσφαλῶς τὰς κλίμακας, ἀλλὰ καὶ | ||
Hist.10.14.14 | κατέσχον ἀναβάντες ἀμαχητὶ τὸ τεῖχος, ἅτε τῶν ἔνδον περισπωμένων μὲν περὶ τοὺς ἄλλους τόπους, καὶ μάλιστα τοὺς κατὰ τὸν ἰσθμὸν καὶ τὴν ταύτῃ πύλην, οὐδέποτε δ’ ἂν ἐλπισάντων ἐγγίσαι τῷ τείχει | |
Hist.10.14.15 | τοὺς πολεμίους κατὰ τὸν τῆς λίμνης τόπον, τὸ δὲ πλεῖστον, ὑπὸ τῆς ἀτάκτου κραυγῆς καὶ τῆς συμ‐ μίκτου πολυοχλίας οὐ δυναμένων οὔτ’ ἀκούειν οὔτε συνορᾶν τῶν δεόντων οὐδέν. | |
Hist.10.15.1 | Οἱ δὲ Ῥωμαῖοι κρατήσαντες τοῦ τείχους τὸ μὲν πρῶτον ἐπεπορεύοντο κατὰ τὴν ἐφοδείαν ἀποσύρον‐ τες τοὺς πολεμίους, μεγάλα συμβαλλομένης αὐτοῖς | |
Hist.10.15.2 | τῆς ὁπλίσεως πρὸς τοῦτο τὸ γένος τῆς χρείας· ἐπεὶ δ’ ἀφίκοντο πρὸς τὴν πύλην, οἱ μὲν καταβάντες διέ‐ κοπτον τοὺς μοχλούς, οἱ δ’ ἔξωθεν εἰσέπιπτον, οἱ δὲ διὰ τῶν κλιμάκων βιαζόμενοι κατὰ τὸν ἰσθμόν, | |
5 | ἤδη κρατοῦντες τῶν ἀμυνομένων, ἐπέβαινον ἐπὶ τὰς | |
Hist.10.15.3 | ἐπάλξεις. καὶ τέλος τὰ μὲν τείχη τούτῳ τῷ τρόπῳ κατείληπτο, τὸν δὲ λόφον οἱ διὰ τῆς πύλης εἰσπο‐ ρευόμενοι κατελάμβανον τὸν πρὸς τὰς ἀνατολάς, | |
Hist.10.15.4 | τρεψάμενοι τοὺς φυλάττοντας. ὁ δὲ Πόπλιος ἐπεὶ τοὺς εἰσεληλυθότας ἀξιόχρεως ὑπελάμβανεν εἶναι, τοὺς μὲν πλείστους ἐφῆκε κατὰ τὸ παρ’ αὐτοῖς ἔθος ἐπὶ τοὺς ἐν τῇ πόλει, παραγγείλας κτείνειν τὸν | |
5 | παρατυχόντα καὶ μηδενὸς φείδεσθαι, μηδὲ πρὸς τὰς ὠφελείας ὁρμᾶν, μέχρις ἂν ἀποδοθῇ τὸ σύνθημα. | |
Hist.10.15.5 | ποιεῖν δέ μοι δοκοῦσι τοῦτο καταπλήξεως χάριν· διὸ καὶ πολλάκις ἰδεῖν ἔστιν ἐν ταῖς τῶν Ῥωμαίων | |
καταλήψεσι τῶν πόλεων οὐ μόνον τοὺς ἀνθρώπους πεφονευμένους, ἀλλὰ καὶ τοὺς κύνας δεδιχοτομημέ‐ | ||
5 | νους καὶ τῶν ἄλλων ζῴων μέλη παρακεκομμένα. | |
Hist.10.15.6 | τότε δὲ καὶ τελέως πολὺ τὸ τοιοῦτον ἦν διὰ τὸ | |
Hist.10.15.7 | πλῆθος τῶν κατειλημμένων. αὐτὸς δὲ περὶ χιλίους ἔχων ὥρμησε πρὸς τὴν ἄκραν. ἐγγίσαντος δ’ αὐτοῦ τὸ μὲν πρῶτον ἐπεβάλλετο Μάγων ἀμύνεσθαι, μετὰ δὲ ταῦτα συννοήσας βεβαίως ἤδη κατειλημμένην τὴν | |
5 | πόλιν διεπέμψατο περὶ τῆς ἀσφαλείας τῆς αὑτοῦ, | |
Hist.10.15.8 | καὶ παρέδωκε τὴν ἄκραν. οὗ γενομένου, καὶ τοῦ συνθήματος ἀποδοθέντος, τοῦ μὲν φονεύειν ἀπέ‐ | |
Hist.10.15.9 | στησαν, ὥρμησαν δὲ πρὸς τὰς ἁρπαγάς. ἐπιγενομέ‐ νης δὲ τῆς νυκτὸς οἱ μὲν ἐπὶ τῆς παρεμβολῆς ἔμε‐ νον, οἷς ἦν οὕτω διατεταγμένον· μετὰ δὲ τῶν χιλίων ὁ στρατηγὸς ἐπὶ τῆς ἄκρας ηὐλίσθη, τοὺς δὲ λοι‐ | |
5 | ποὺς διὰ τῶν χιλιάρχων ἐκ τῶν οἰκιῶν ἐκκαλεσά‐ μενος ἐπέταξε συναθροίσαντας εἰς τὴν ἀγορὰν τὰ διηρπασμένα κατὰ σημαίας ἐπὶ τούτων κοιτάζεσθαι. | |
Hist.10.15.10 | τοὺς δὲ γροσφομάχους ἐκ τῆς παρεμβολῆς καλέσας ἐπὶ τὸν λόφον ἐπέστησε τὸν ἀπὸ τῶν ἀνατολῶν. | |
Hist.10.15.11 | Καὶ τῆς μὲν κατὰ τὴν Ἰβηρίαν Καρχηδόνος | |
Hist.10.16.1 | τοῦτον τὸν τρόπον ἐγένοντο κύριοι Ῥωμαῖοι· εἰς δὲ τὴν ἐπαύριον ἁθροισθείσης εἰς τὴν ἀγορὰν τῆς τε τῶν στρατευομένων παρὰ τοῖς Καρχηδονίοις ἀποσκευῆς καὶ τῆς τῶν πολιτικῶν καὶ τῶν ἐργαστι‐ | |
5 | κῶν κατασκευῆς, ταῦτα μὲν ἐμέριζον οἱ χιλίαρχοι τοῖς ἰδίοις στρατοπέδοις κατὰ τὸ παρ’ αὑτοῖς ἔθος. | |
Hist.10.16.2 | ἔστι δὲ παρὰ Ῥωμαίοις τοιαύτη τις ἡ περὶ τὰς τῶν | |
πόλεων καταλήψεις οἰκονομία. ποτὲ μὲν γὰρ ἑκάστης σημαίας πρὸς τὴν πρᾶξιν ἀπομερίζονταί τινες τῶν ἀνδρῶν κατὰ τὸ μέγεθος τῆς πόλεως, ποτὲ δὲ κατὰ | ||
Hist.10.16.3 | σημαίας μερίζουσιν αὐτούς. οὐδέποτε (δὲ) πλείους ἀποτάττονται πρὸς τοῦτο τῶν ἡμίσεων· οἱ δὲ λοι‐ ποὶ μένοντες κατὰ τὰς τάξεις ἐφεδρεύουσι, ποτὲ μὲν ἐκτὸς τῆς πόλεως, ποτὲ δὲ πάλιν ἐντός, ἀεὶ | |
Hist.10.16.4 | πρὸς τὸ δεικνύειν. τῆς δὲ δυνάμεως διῃρημένης αὐτοῖς κατὰ μὲν τὸ πλεῖον εἰς δύο στρατόπεδα Ῥωμαϊκὰ καὶ δύο τῶν συμμάχων, τοτὲ δὲ καὶ σπα‐ νίως ἁθροιζομένων ὁμοῦ τῶν τεττάρων, πάντες οἱ | |
5 | πρὸς τὴν ἁρπαγὴν ἀπομερισθέντες ἀναφέρουσι τὰς | |
Hist.10.16.5 | ὠφελείας ἕκαστοι τοῖς ἑαυτῶν στρατοπέδοις, κἄπειτα πραθέντων τούτων οἱ χιλίαρχοι διανέμουσι πᾶσιν ἴσον, οὐ μόνον τοῖς μείνασιν ἐν ταῖς ἐφεδρείαις, ἀλλὰ καὶ τοῖς τὰς σκηνὰς φυλάττουσι τοῖς τ’ ἀρρω‐ | |
5 | στοῦσι καὶ τοῖς ἐπί τινα λειτουργίαν ἀπεσταλμένοις. | |
Hist.10.16.6 | περὶ δὲ τοῦ μηδένα νοσφίζεσθαι μηδὲν τῶν ἐκ τῆς διαρπαγῆς, ἀλλὰ τηρεῖν τὴν πίστιν κατὰ τὸν ὅρκον, (ὃν) ὀμνύουσι πάντες, ὅταν ἁθροισθῶσι πρῶτον εἰς τὴν παρεμβολήν, ἐξιέναι μέλλοντες εἰς τὴν πολε‐ | |
Hist.10.16.7 | μίαν, ὑπὲρ τούτου δὲ τοῦ μέρους εἴρηται πρότερον | |
Hist.10.16.8 | ἡμῖν διὰ πλειόνων ἐν τοῖς περὶ τῆς πολιτείας. λοι‐ πὸν ὅταν οἱ μὲν ἡμίσεις τράπωνται πρὸς τὰς ἁρπα‐ γάς, οἱ δ’ ἡμίσεις διαφυλάττοντες τὰς τάξεις ἐφε‐ δρεύωσι τούτοις, οὐδέποτε κινδυνεύει Ῥωμαίοις τὰ | |
Hist.10.16.9 | ὅλα διὰ πλεονεξίαν. τῆς γὰρ ἐλπίδος τῆς κατὰ τὴν ὠφέλειαν οὐκ ἀπιστουμένης ἀλλήλοις, ἀλλ’ ἐπ’ ἴσης ἑστηκυίας τοῖς μένουσι κατὰ τὰς ἐφεδρείας καὶ τοῖς διαρπάζουσιν, οὐδεὶς ἀπολείπει τὰς τάξεις· ὃ μά‐ | |
Hist.10.17.1 | λιστα τοὺς ἄλλους εἴωθε βλάπτειν. ἐπειδὴ γὰρ οἱ | |
πλεῖστοι τῶν ἀνθρώπων κακοπαθοῦσι καὶ κινδυ‐ νεύουσι τοῦ κέρδους ἕνεκεν, φανερὸν ὡς, ὅταν ὁ καιρὸς οὗτος ὑποπέσῃ, δυσχερῶς εἰκὸς ἀπέχεσθαι | ||
5 | τοὺς ἐν ταῖς ἐφεδρείαις ἢ στρατοπεδείαις ἀπολειπο‐ μένους διὰ τὸ [τοὺς] παρὰ τοῖς πλείστοις πᾶν τὸ | |
Hist.10.17.2 | ληφθὲν εἶναι τοῦ κυριεύσαντος· καὶ γὰρ ἂν ὅλως μόναρχος ἢ στρατηγὸς ἐπιμελὴς ἀναφέρειν εἰς τὸ κοινὸν ἐπιτάξῃ τὰς ὠφελείας, ὅμως τὰ δυνατὰ κρύπτε‐ | |
Hist.10.17.3 | σθαι πάντες ἴδια νομίζουσι. διὸ τῶν πολλῶν ὁρ‐ μώντων ἐπὶ τοῦτο τὸ μέρος οὐ δυνάμενοι κρατεῖν | |
Hist.10.17.4 | κινδυνεύουσι τοῖς ὅλοις· καὶ πολλοὶ δή τινες κατ‐ ορθώσαντες τὰς ἐπιβολάς, καὶ ποτὲ μὲν ἐπιπεσόν‐ τες ταῖς τῶν πολεμίων παρεμβολαῖς, ποτὲ δὲ κατα‐ λαβόμενοι πόλεις, οὐ μόνον ἐξέπεσον, ἀλλὰ καὶ τοῖς | |
5 | ὅλοις ἐσφάλησαν παρ’ οὐδὲν ἢ τὴν προειρημένην | |
Hist.10.17.5 | αἰτίαν. διὸ δεῖ περὶ μηδὲν οὕτω σπουδάζειν καὶ προνοεῖσθαι τοὺς ἡγουμένους ὡς περὶ τοῦτο τὸ μέρος, ἵνα, καθ’ ὅσον ἐστὶ δυνατόν, ὑπάρχῃ παρὰ τοῖς πολλοῖς ἐλπὶς ὡς ἐξ ἴσου πᾶσι τῆς ὠφελείας | |
5 | οὔσης, ἐάν τις ὑποπίπτῃ τοιοῦτος καιρός. | |
Hist.10.17.6 | Πλὴν οἱ μὲν χιλίαρχοι τότε περὶ τὴν τῶν λα‐ φύρων ἦσαν οἰκονομίαν· ὁ δὲ στρατηγὸς τῶν Ῥω‐ μαίων, ἐπεὶ συνήχθη τὸ τῶν αἰχμαλώτων πλῆθος, ὃ συνέβη γενέσθαι μικρῷ λεῖπον τῶν μυρίων, συνέ‐ | |
5 | ταξε χωρισθῆναι πρῶτον μὲν τοὺς πολιτικοὺς ἄν‐ δρας τε καὶ γυναῖκας καὶ τὰ τούτων τέκνα, δεύτε‐ | |
Hist.10.17.7 | ρον δὲ τοὺς χειροτέχνας. γενομένου δὲ τούτου, τοὺς μὲν πολιτικοὺς παρακαλέσας εὐνοεῖν Ῥωμαίοις καὶ μνημονεύειν τῆς εὐεργεσίας ἀπέλυσε πάντας ἐπὶ | |
Hist.10.17.8 | τὰς ἰδίας οἰκήσεις. οὗτοι μὲν οὖν ἅμα δακρύοντες καὶ χαίροντες ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας, προσ‐ | |
Hist.10.17.9 | κυνήσαντες τὸν στρατηγὸν διελύθησαν· τοῖς δὲ χειροτέχναις κατὰ τὸ παρὸν εἶπε διότι δημόσιοι τῆς Ῥώμης εἰσί· παρασχομένοις δὲ τὴν εὔνοιαν καὶ προθυμίαν ἑκάστοις κατὰ τὰς αὑτῶν τέχνας ἐπηγ‐ | |
5 | γείλατο τὴν ἐλευθερίαν, κατὰ νοῦν χωρήσαντος τοῦ | |
Hist.10.17.10 | πρὸς τοὺς Καρχηδονίους πολέμου. καὶ τούτους μὲν ἀπογράφεσθαι προσέταξε πρὸς τὸν ταμίαν, συστή‐ σας Ῥωμαϊκὸν ἐπιμελητὴν κατὰ τριάκοντα· τὸ γὰρ | |
Hist.10.17.11 | πᾶν πλῆθος ἐγένετο τούτων περὶ δισχιλίους. ἐκ δὲ τῶν λοιπῶν αἰχμαλώτων ἐκλέξας τοὺς εὐρωστοτά‐ τους καὶ τοῖς εἴδεσι καὶ ταῖς ἡλικίαις ἀκμαιοτάτους | |
Hist.10.17.12 | προσέμιξε τοῖς αὑτοῦ πληρώμασι, καὶ ποιήσας ἡμιο‐ λίους τοὺς πάντας ναύτας ἢ πρόσθεν συνεπλήρωσε καὶ τὰς αἰχμαλώτους νῆας, ὥστε τοὺς ἄνδρας ἑκά‐ στῳ σκάφει βραχύ τι λείπειν τοῦ διπλασίους εἶναι | |
Hist.10.17.13 | τοὺς ὑπάρχοντας τῶν προγενομένων· αἱ μὲν γὰρ αἰχμάλωτοι νῆες ἦσαν ὀκτωκαίδεκα τὸν ἀριθμόν, αἱ | |
Hist.10.17.14 | δ’ ἐξ ἀρχῆς πέντε καὶ τριάκοντα. παραπλησίως δὲ καὶ τούτοις ἐπηγγείλατο τὴν ἐλευθερίαν, παρασχο‐ μένοις τὴν αὑτῶν εὔνοιαν καὶ προθυμίαν, ἐπειδὰν | |
Hist.10.17.15 | κρατήσωσι τῷ πολέμῳ τῶν Καρχηδονίων. τοῦτον δὲ χειρίσας τὸν τρόπον τὰ κατὰ τοὺς αἰχμαλώτους μεγάλην μὲν εὔνοιαν καὶ πίστιν ἐνειργάσατο τοῖς πολιτικοῖς καὶ πρὸς αὑτὸν καὶ πρὸς τὰ κοινὰ πράγ‐ | |
5 | ματα, μεγάλην δὲ προθυμίαν τοῖς χειροτέχναις διὰ | |
Hist.10.17.16 | τὴν ἐλπίδα τῆς ἐλευθερίας. ἡμιόλιον δὲ ποιήσας τὸ ναυτικὸν ἐκ τοῦ καιροῦ διὰ τὴν αὑτοῦ πρό‐ νοιαν *** | |
Hist.10.18.1 | Μετὰ δὲ ταῦτα Μάγωνα καὶ τοὺς ἅμα τούτῳ | |
Καρχηδονίους ἐχώριζε. δύο μὲν γὰρ ἦσαν κατει‐ λημμένοι τῶν ἐκ τῆς γερουσίας, πέντε δὲ καὶ δέκα | ||
Hist.10.18.2 | τῶν ἐκ τῆς συγκλήτου. καὶ τούτους μὲν συνέστησε Γαΐῳ Λαιλίῳ, συντάξας τὴν ἁρμόζουσαν ἐπιμέλειαν | |
Hist.10.18.3 | ποιεῖσθαι τῶν ἀνδρῶν· ἐπὶ δὲ τούτοις τοὺς ὁμή‐ ρους προσεκαλέσατο, πλείους ὄντας τῶν τριακοσίων. καὶ τοὺς μὲν παῖδας καθ’ ἕνα προσαγαγόμενος καὶ καταψήσας θαρρεῖν ἐκέλευε, διότι μετ’ ὀλίγας ἡμέ‐ | |
Hist.10.18.4 | ρας ἐπόψονται τοὺς αὑτῶν γονεῖς· τοὺς δὲ λοιποὺς ὁμοῦ παρεκάλεσε πάντας θαρρεῖν καὶ γράφειν αὐτοὺς | |
Hist.10.18.5 | εἰς τὰς ἰδίας πόλεις πρὸς αὑτῶν ἀναγκαίους πρῶ‐ τον μὲν ὅτι σῴζονται καὶ καλῶς αὐτοῖς ἐστι, δεύτε‐ ρον δὲ διότι θέλουσι Ῥωμαῖοι πάντας αὐτοὺς εἰς τὴν οἰκείαν ἀποκαταστῆσαι μετ’ ἀσφαλείας, ἑλομένων | |
5 | τῶν ἀναγκαίων σφίσι τὴν πρὸς Ῥωμαίους συμμα‐ | |
Hist.10.18.6 | χίαν. ταῦτα δ’ εἰπών, καὶ παρεσκευακὼς πρότερον ἐκ τῶν λαφύρων τὰ λυσιτελέστερα πρὸς τὴν ἐπί‐ νοιαν, τότε κατὰ γένη καὶ καθ’ ἡλικίαν ἑκάστοις ἐδωρεῖτο τὰ πρέποντα, ταῖς μὲν παισὶ κόνους καὶ | |
5 | ψέλλια, τοῖς δὲ νεανίσκοις ῥαμφὰς καὶ μαχαίρας. | |
Hist.10.18.7 | ἐκ δὲ τῶν αἰχμαλωτίδων τῆς Μανδονίου γυναικός, ὃς ἦν ἀδελφὸς Ἀνδοβάλου τοῦ τῶν Ἰλεργητῶν βασι‐ λέως, προσπεσούσης αὐτῷ καὶ δεομένης μετὰ δα‐ | |
κρύων ἐπιστροφὴν ποιήσασθαι τῆς αὑτῶν εὐσχημο‐ | ||
5 | σύνης ἀμείνω Καρχηδονίων, συμπαθὴς γενόμενος | |
Hist.10.18.8 | ἤρετο τί λείπει τῶν ἐπιτηδείων αὐταῖς· καὶ γὰρ ἦν ἡ γυνὴ πρεσβυτέρα καί τινα προστασίαν ἀξιωματι‐ | |
Hist.10.18.9 | κὴν ἐπιφαίνουσα. τῆς δὲ κατασιωπώσης ἐκάλει τοὺς πρὸς τὴν ἐπιμέλειαν τῶν γυναικῶν ἀποτεταγμένους. | |
Hist.10.18.10 | ὧν παραγενομένων καὶ διασαφούντων ὅτι πάντα τὰ δέοντα δαψιλῶς αὐταῖς παρασκευάζοιεν, πάλιν ὁμοίως ἁψαμένης αὐτοῦ τῶν γονάτων τῆς γυναικὸς καὶ τὸν αὐτὸν εἰπούσης λόγον, μᾶλλον ἔτι διαπορήσας ὁ Πό‐ | |
5 | πλιος, καί τινα λαβὼν ἔννοιαν ὡς ὀλιγωρούντων καὶ ψευδῶς πρὸς τὸ παρὸν ἀποφαινομένων τῶν πρὸς τὴν ἐπιμέλειαν ἀποτεταγμένων, θαρρεῖν ἐκέλευε τὰς γυ‐ | |
Hist.10.18.11 | ναῖκας· αὐτὸς γὰρ ἑτέρους ἐπιστήσειν τοὺς φρον‐ τιοῦντας ἵνα μηδὲν αὐτὰς ἐλλείπῃ τῶν ἐπιτηδείων. | |
Hist.10.18.12 | ἡ δ’ ἐπισχοῦσα μικρόν ‘Οὐκ ὀρθῶσ‘ ἔφη ‘στρατηγέ, τοὺς ἡμετέρους ἐκδέχῃ λόγους, εἰ νομίζεις ἡμᾶς ὑπὲρ | |
Hist.10.18.13 | τῆς γαστρὸς δεῖσθαί σου νῦν‘. καὶ τότε λαβὼν ὁ Πό‐ πλιος ἐν νῷ τὸ βούλημα τῆς γυναικός, καὶ θεωρῶν ὑπὸ τὴν ὄψιν τὴν ἀκμὴν τῶν Ἀνδοβάλου θυγατέρων καὶ πλειόνων ἄλλων δυναστῶν, ἠναγκάσθη δακρῦ‐ | |
5 | σαι, τῆς γυναικὸς ἐν ὀλίγῳ τὴν τῆς περιστάσεως | |
Hist.10.18.14 | ἔμφασιν ὑποδεικνυούσης. διὸ δὴ καὶ τότε φανερὸς γενόμενος ὅτι συνῆκε τὸ ῥηθέν, καὶ λαβόμενος τῆς δεξιᾶς, θαρρεῖν αὐτήν τε ταύτην ἐκέλευε καὶ τὰς | |
Hist.10.18.15 | ἄλλας ὁμοίως· ποιήσεσθαι γὰρ πρόνοιαν ὡς ἰδίων ἀδελφῶν καὶ τέκνων, συστήσεσθαι δὲ καὶ πρὸς τὴν τούτων ἐπιμέλειαν ἀκολούθως τοῖς προειρημένοις πιστοὺς ἄνδρας. | |
Hist.10.19.1 | Μετὰ ταῦτα παρεδίδου τοῖς ταμίαις [τὰ χρήματα], | |
Hist.10.19.2 | ὅσα δημόσια κατελήφθη τῶν Καρχηδονίων. ἦν δὲ ταῦτα πλείω τῶν ἑξακοσίων ταλάντων, ὥστε προσ‐ τεθέντων τούτων οἷς παρῆν αὐτὸς ἐκ Ῥώμης ἔχων τετρακοσίοις, τὴν ὅλην παράθεσιν αὐτῷ γενέσθαι | |
5 | τῆς χορηγίας πλείω τῶν χιλίων. | |
Hist.10.19.3 | Κατὰ δὲ τὸν καιρὸν τοῦτον νεανίσκοι τινὲς τῶν Ῥωμαίων ἐπιτυχόντες παρθένῳ κατὰ τὴν ἀκμὴν καὶ κατὰ τὸ κάλλος διαφερούσῃ τῶν ἄλλων γυναικῶν, καὶ συνιδόντες φιλογύνην ὄντα τὸν Πόπλιον, ἧκον αὐτὴν | |
5 | ἄγοντες καὶ παραστήσαντες ἔφασκον αὐτῷ δωρεῖσθαι | |
Hist.10.19.4 | τὴν κόρην. ὁ δὲ καταπλαγεὶς καὶ θαυμάσας τὸ κάλ‐ λος, ἰδιώτης μὲν ὢν οὐδεμίαν ἥδιον ἂν ἔφη δέξα‐ σθαι ταύτης τῆς δωρεᾶς, στρατηγὸς δ’ ὑπάρχων οὐδ’ | |
Hist.10.19.5 | ὁποίαν ἧττον, ὡς μὲν ἐμοὶ δοκεῖ, τοῦτ’ αἰνιττόμε‐ νος διὰ τῆς ἀποφάσεως, διότι κατὰ μὲν τὰς ἀνα‐ παύσεις ἐνίοτε καὶ ῥᾳθυμίας ἐν τῷ ζῆν ἡδίστας τοῖς νέοις ἀπολαύσεις τὰ τοιαῦτα παρέχεται καὶ | |
5 | διατριβάς, ἐν δὲ τοῖς τοῦ πράττειν καιροῖς μέγιστα γίνεται καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ἐμπόδια | |
Hist.10.19.6 | τοῖς χρωμένοις. τοῖς μὲν οὖν νεανίσκοις ἔφη χάριν ἔχειν, τὸν δὲ τῆς παρθένου πατέρα καλέσας καὶ δοὺς αὐτὴν ἐκ χειρὸς ἐκέλευε συνοικίζειν ᾧ ποτ’ ἂν προ‐ | |
Hist.10.19.7 | αιρῆται τῶν πολιτῶν. δι’ ὧν καὶ τὰ τῆς ἐγκρατείας καὶ τὰ τῆς μετριότητος ἐμφαίνων μεγάλην ἀποδοχὴν ἐνειργάζετο τοῖς ὑποταττομένοις. | |
Hist.10.19.8 | Ταῦτα δὲ διοικησάμενος, καὶ τὰ λοιπὰ τῶν αἰχ‐ | |
μαλώτων παραδοὺς τοῖς χιλιάρχοις, ἐξέπεμψε Γάιον τὸν Λαίλιον ἐπὶ πεντήρους εἰς τὴν Ῥώμην, τούς τε Καρχηδονίους συστήσας καὶ τῶν ἄλλων αἰχμαλώτων | ||
5 | τοὺς ἐπιφανεστάτους, δηλώσοντα τοῖς ἐν τῇ πατρίδι | |
Hist.10.19.9 | τὰ γεγονότα. τὸ γὰρ πλεῖον αὐτῶν ἤδη τὰ κατὰ τὴν Ἰβηρίαν ἀπηλπικότων, σαφῶς ᾔδει διότι τούτων προσαγγελθέντων αὖθις ἀναθαρρήσαντες πολλαπλα‐ σίως συνεπιλήψονται τῶν πραγμάτων. | |
Hist.10.20.1 | Αὐτὸς δὲ χρόνον μέν τιν’ ἐν τῇ Καρχηδόνι τάς τε ναυτικὰς δυνάμεις ἐγύμναζε συνεχῶς καὶ τοῖς χιλιάρχοις ὑπέδειξε τοιοῦτόν τινα τρόπον τῆς τῶν | |
Hist.10.20.2 | πεζικῶν στρατοπέδων γυμνασίας. τὴν μὲν πρώτην ἡμέραν ἐκέλευσε τροχάζειν ἐπὶ τριάκοντα σταδίους ἐν τοῖς ὅπλοις, τὴν δὲ δευτέραν πάντας ἐκτρίβειν καὶ θεραπεύειν καὶ κατασκοπεῖν ἐν τῷ φανερῷ τὰς | |
5 | πανοπλίας, τῇ δ’ ἑξῆς ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν, | |
Hist.10.20.3 | τῇ δὲ μετὰ ταύτην τοὺς μὲν μαχαιρομαχεῖν ξυλίναις ἐσκυτωμέναις μετ’ ἐπισφαιρῶν μαχαίραις, τοὺς δὲ τοῖς ἐσφαιρωμένοις γρόσφοις ἀκοντίζειν, τῇ δὲ πέμ‐ πτῃ πάλιν ἐπὶ τοὺς αὐτοὺς δρόμους καὶ τὴν ἀρχὴν | |
Hist.10.20.4 | ἐπανάγειν. ἵνα δὲ μήτε τῶν πρὸς τὰς μελέτας ὅπλων μήτε τῶν πρὸς τὴν ἀλήθειαν μηδὲν ἐλλείπῃ, τὴν πλείστην ἐποιεῖτο σπουδὴν πρὸς τοὺς χειροτέχνας. | |
Hist.10.20.5 | κατὰ μέρος μὲν οὖν ἄνδρας ἐπιμελεῖς ἐφεστάκει πρὸς ταύτην τὴν χρείαν, καθάπερ ἐπάνω προεῖπον· αὐτὸς δὲ καθ’ ἡμέραν ἐπεπορεύετο, καὶ δι’ αὑτοῦ τὰς χο‐ | |
Hist.10.20.6 | ρηγίας ἑκάστοις παρεσκεύαζε. λοιπὸν τῶν μὲν πε‐ | |
ζικῶν στρατοπέδων κατὰ τοὺς πρὸ τῆς πόλεως τόπους χρωμένων ταῖς μελέταις καὶ ταῖς γυμνασίαις, τῶν δὲ ναυτικῶν δυνάμεων κατὰ θάλατταν ταῖς ἀναπείραις | ||
5 | καὶ ταῖς εἰρεσίαις, τῶν δὲ κατὰ τὴν πόλιν ἀκονών‐ των τε καὶ χαλκευόντων καὶ τεκταινομένων, καὶ συλ‐ λήβδην ἁπάντων σπουδαζόντων περὶ τὰς τῶν ὅπλων | |
Hist.10.20.7 | κατασκευάς, οὐκ ἔσθ’ ὃς οὐκ ἂν εἶπε κατὰ τὸν Ξενο‐ φῶντα τότε θεασάμενος ἐκείνην τὴν πόλιν ἐργαστή‐ | |
Hist.10.20.8 | ριον εἶναι πολέμου. ἐπεὶ δ’ αὐτῷ πάντα καλῶς ἐδόκει καὶ δεόντως ἐξησκῆσθαι τὰ πρὸς τὰς χρείας, μετὰ ταῦτα ταῖς τε φυλακαῖς καὶ ταῖς τῶν τειχῶν κατασκευαῖς ἀσφαλισάμενος τὰ κατὰ τὴν πόλιν, | |
5 | ἀνέζευξε καὶ τῇ πεζικῇ καὶ ναυτικῇ δυνάμει, καὶ προῆγε ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Ταρράκω‐ νος, ἔχων μεθ’ αὑτοῦ καὶ τοὺς ὁμήρους. | |
Hist.10.21t | III. RES GRAECIAE. | |
Hist.10.21.1 | Ὅτι Εὐρυλέων ὁ τῶν Ἀχαιῶν στρατηγὸς ἄτολ‐ | |
Hist.10.21.2 | μος ἦν καὶ πολεμικῆς χρείας ἀλλότριος. τοῦ δὲ και‐ ροῦ τοῦ κατὰ τὴν διήγησιν ἐφεστακότος ἡμᾶς ἐπὶ τὴν ἀρχὴν τῶν Φιλοποίμενος πράξεων, καθήκειν ἡγούμεθα, καθάπερ καὶ περὶ τῶν ἄλλων τῶν ἀξιολό‐ | |
5 | γων ἀνδρῶν τὰς ἑκάστων ἀγωγὰς καὶ φύσεις ἐπει‐ ράθημεν ὑποδεικνύναι, καὶ περὶ τούτου ποιῆσαι τὸ | |
Hist.10.21.3 | παραπλήσιον. καὶ γὰρ ἄτοπον τὰς μὲν τῶν πόλεων κτίσεις τοὺς συγγραφέας, καὶ πότε καὶ πῶς καὶ διὰ τίνων ἐκτίσθησαν, ἔτι δὲ τὰς διαθέσεις καὶ περι‐ | |
στάσεις μετ’ ἀποδείξεως ἐξαγγέλλειν, τὰς δὲ τῶν τὰ | ||
5 | ὅλα χειρισάντων ἀνδρῶν ἀγωγὰς καὶ ζήλους παρα‐ σιωπᾶν, καὶ ταῦτα τῆς χρείας μεγάλην ἐχούσης τὴν | |
Hist.10.21.4 | διαφοράν· ὅσῳ γὰρ ἄν τις καὶ ζηλῶσαι καὶ μιμή‐ σασθαι δυνηθείη μᾶλλον τοὺς ἐμψύχους ἄνδρας τῶν ἀψύχων κατασκευασμάτων, τοσούτῳ καὶ τὸν περὶ αὐτῶν λόγον διαφέρειν εἰκὸς (πρὸς) ἐπανόρθωσιν | |
Hist.10.21.5 | τῶν ἀκουόντων. εἰ μὲν οὖν μὴ κατ’ ἰδίαν ἐπεποι‐ ήμεθα τὴν περὶ αὐτοῦ σύνταξιν, ἐν ᾗ διεσαφοῦμεν καὶ τίς ἦν καὶ τίνων καὶ τίσιν ἀγωγαῖς ἐχρήσατο νέος ὤν, ἀναγκαῖον ἦν ὑπὲρ ἑκάστου τῶν προειρη‐ | |
Hist.10.21.6 | μένων φέρειν ἀπολογισμόν· ἐπεὶ δὲ πρότερον ἐν τρισὶ βυβλίοις ἐκτὸς ταύτης τῆς συντάξεως τὸν ὑπὲρ αὐτοῦ πεποιήμεθα λόγον, τήν τε παιδικὴν ἀγωγὴν διασα‐ | |
Hist.10.21.7 | φοῦντες καὶ τὰς ἐπιφανεστάτας πράξεις, δῆλον ὡς ἐν τῇ νῦν ἐξηγήσει πρέπον ἂν εἴη τῆς μὲν νεωτε‐ ρικῆς ἀγωγῆς καὶ τῶν νεωτερικῶν ζήλων κατὰ μέρος ἀφελεῖν, τοῖς δὲ κατὰ τὴν ἀκμὴν αὐτοῦ κεφαλαιωδῶς | |
5 | ἐκεῖ δεδηλωμένοις ἔργοις προσθεῖναι καὶ κατὰ μέρος, ἵνα τὸ πρέπον ἑκατέρᾳ τῶν συντάξεων τηρῶμεν. | |
Hist.10.21.8 | ὥσπερ γὰρ ἐκεῖνος ὁ τόπος, ὑπάρχων ἐγκωμιαστι‐ κός, ἀπῄτει τὸν κεφαλαιώδη καὶ μετ’ αὐξήσεως τῶν πράξεων ἀπολογισμόν, οὕτως ὁ τῆς ἱστορίας, κοινὸς ὢν ἐπαίνου καὶ ψόγου, ζητεῖ τὸν ἀληθῆ καὶ τὸν | |
5 | μετ’ ἀποδείξεως καὶ τῶν ἑκάστοις παρεπομένων συλ‐ λογισμῶν. | |
Hist.10.22.1 | Φιλοποίμην τοίνυν πρῶτον μὲν ἔφυ καλῶς· ἦν | |
γὰρ ἐξ ἀνδρῶν τῶν ἐπιφανεστάτων κατ’ Ἀρκαδίαν, τραφεὶς δὲ καὶ παιδευθεὶς ὑπὸ Κλέανδρον τὸν Μαν‐ τινέα, πατρικὸν μὲν αὐτῷ ξένον ὑπάρχοντα, φυγα‐ | ||
5 | δεύοντα δὲ κατ’ ἐκείνους τοὺς καιρούς, ὄντα δὲ | |
Hist.10.22.2 | Μαντινέων ἐπιφανέστατον. μετὰ δὲ ταῦτα παραγε‐ νόμενος εἰς ἡλικίαν ἐγένετο ζηλωτὴς Ἐκδήμου καὶ Δημοφάνους, οἳ τὸ μὲν γένος ἦσαν ἐκ Μεγάλης πό‐ λεως, φεύγοντες δὲ τοὺς τυράννους καὶ συμβιώσαν‐ | |
5 | τες Ἀρκεσίλᾳ τῷ φιλοσόφῳ κατὰ τὴν φυγὴν ἠλευθέ‐ ρωσαν μὲν τὴν αὑτῶν πατρίδα, συστησάμενοι κατ’ | |
Hist.10.22.3 | Ἀριστοδήμου τοῦ τυράννου πρᾶξιν, συνεπελάβοντο δὲ καὶ τῆς καταλύσεως τοῦ Σικυωνίων τυράννου Νικοκλέους, κοινωνήσαντες Ἀράτῳ τῆς ἐπιβολῆς· ἔτι δὲ Κυρηναίων αὐτοὺς μεταπεμψαμένων ἐπιφανῶς | |
5 | προύστησαν καὶ διεφύλαξαν αὐτοῖς τὴν ἐλευθερίαν, | |
Hist.10.22.4 | οἷς κατὰ τὴν πρώτην ἡλικίαν ἐπὶ πολὺ συμβιώσας διέφερε μὲν εὐθέως τῶν καθ’ αὑτὸν περί τε τὰς ἐν τοῖς κυνηγίοις κακοπαθείας καὶ τόλμας περί τε τὰς | |
Hist.10.22.5 | ἐν τοῖς πολεμικοῖς, ἦν δὲ καὶ περὶ τὸν βίον ἐπιμε‐ λὴς καὶ λιτὸς κατὰ τὴν περικοπήν, παρειληφὼς παρὰ τῶν προειρημένων ἀνδρῶν τοιαύτας τινὰς δόξας ὡς οὐχ οἷόν τε τῶν κοινῶν προστατεῖν καλῶς τὸν ὀλιγω‐ | |
5 | ροῦντα τῶν κατὰ τὸν ἴδιον βίον, οὔτε μὴν ἀπο‐ σχέσθαι τῶν τῆς πατρίδος, ὅστις πολυτελέστερον ζῇ | |
Hist.10.22.6 | τῆς κατὰ τὴν ἰδίαν ὕπαρξιν χορηγίας. πλὴν κατα‐ σταθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἱππάρχης ἐν τοῖς προει‐ ρημένοις καιροῖς, καὶ παραλαβὼν τὰ συντάγματα τῶν ἱππέων παντὶ τρόπῳ κατεφθαρμένα καὶ τὰς | |
Hist.10.22.7 | ψυχὰς τῶν ἀνδρῶν ἡττημένας, οὐ μόνον αὐτοὺς | |
ἑαυτῶν βελτίους, ἀλλὰ καὶ τῶν ὑπεναντίων κρείτ‐ τους ἐν ὀλίγῳ χρόνῳ κατεσκεύασε, πάντας εἰς ἀλη‐ θινὴν ἄσκησιν καὶ ζῆλον ἐπιτευκτικὸν ἐμβιβάσας. | ||
Hist.10.22.8 | τῶν μὲν γὰρ ἄλλων οἱ πλεῖστοι τῶν καθισταμένων ἐπὶ τὴν προειρημένην ἀρχήν, οἱ μὲν διὰ τὴν ἰδίαν ἀδυναμίαν ἐν τοῖς ἱππικοῖς οὐδὲ τοῖς πλησίον τολ‐ | |
Hist.10.22.9 | μῶσιν οὐδὲν ὧν καθήκει προστάττειν, οἱ δὲ τῆς στρατηγίας ὀρεγόμενοι διὰ ταύτης τῆς ἀρχῆς ἐξερι‐ θεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον, οὐκ ἐπιτιμῶντες τῷ | |
5 | δεομένῳ, δι’ οὗ τρόπου σῴζεται τὰ κοινά, (ἀλλὰ) συμπεριστέλλοντες τὰς ἁμαρτίας καὶ μικρᾷ χάριτι | |
Hist.10.22.10 | μεγάλα βλάπτοντες τοὺς πιστεύοντας. εἰ δέ ποτε γένοιντο τῶν ἀρχόντων τινὲς τῇ τε κατὰ σῶμα χρείᾳ δυνατοὶ πρός τε τὸ τῶν κοινῶν ἀπέχεσθαι πρόθυμοι, πλείω κατὰ τῶν ὀλιγωρούντων διὰ τὴν κακοζηλω‐ | |
5 | σίαν ἀπεργάζονται τοὺς πεζούς, ἔτι δὲ μᾶλλον τοὺς ἱππεῖς. | |
Hist.10.23.1 | Ἦσαν δὲ κινήσεις, ἃς ὑπελάμβανε πρὸς πάντα καιρὸν ἁρμόζειν, αἷς ἔδει συνειθίσθαι τοὺς ἱππεῖς, | |
Hist.10.23.2 | αὗται· αἱ καθ’ ἵππον μὲν κλίσεις ἐφ’ ἡνίαν καὶ πά‐ λιν ἐπὶ δόρυ, πρὸς δὲ τούτοις ἀναστροφὴ καὶ μετα‐ | |
Hist.10.23.3 | βολή, κατ’ οὐλαμὸν δ’ ἐπιστροφὴ καὶ περισπασμός, | |
Hist.10.23.4 | ἔτι δ’ ἐκπερισπασμός, πρὸς δὲ τούτοις ἐξαγωγαὶ κατὰ λόχους καὶ διλοχίας ἀφ’ ἑκατέρων τῶν κεράτων μετὰ τάχους, ποτὲ δ’ ἀπὸ τῶν μέσων, καὶ συναγωγαὶ πάλιν μετ’ ἐποχῆς εἰς οὐλαμούς, εἰς ἴλας, εἰς ἱππαρ‐ | |
Hist.10.23.5 | χίας, ἐπὶ δὲ τούτοις ἐκτάξεις ἐφ’ ἑκατέρων τῶν | |
κεράτων ἢ διὰ παρεμβολῆς ἢ διὰ παραγωγῆς τῆς | ||
Hist.10.23.6 | παρὰ τοὺς οὐραγούς. τὰς μὲν γὰρ κατὰ περίκλασιν οὐ προσδεῖσθαι μελέτης ἔφη· σχεδὸν γὰρ ὡς ἂν εἰ | |
Hist.10.23.7 | πορείας ἔχειν διάθεσιν. ἐκ δὲ τούτου τὰς ἐπαγω‐ γὰς τὰς ἐπὶ τοὺς ἐναντίους καὶ τὰς ἀποχωρήσεις ἔδει συνεθίζειν ἐν πάσαις ταῖς κινήσεσιν ἐπὶ τοσοῦ‐ τον ὥστε δεινῷ τῷ τάχει προσάγειν, ἐφ’ ὅσον συ‐ | |
5 | ζυγοῦντας καὶ συστοιχοῦντας διαμένειν, ἅμα δὲ καὶ | |
Hist.10.23.8 | τὰ διαστήματα κατὰ τοὺς οὐλαμοὺς τηρεῖν, ὡς ἱπ‐ πέων λελυκότων τὴν τάξιν τὴν ἐν οὐλαμοῖς, αἱρου‐ μένων κινδυνεύειν, οὐδὲν ἐπισφαλέστερον ὑπάρχον | |
Hist.10.23.9 | οὐδ’ ἀχρειότερον. ταῦτα δ’ ὑποδείξας τοῖς τε πολ‐ λοῖς καὶ τοῖς ἀποτελείοις, αὖθις ἐπεπορεύετο τὰς πόλεις, ἐξετάζων πρῶτον μὲν εἰ συμπεριφέρονθ’ οἱ πολλοὶ τοῖς παραγγελλομένοις, δεύτερον δ’ εἰ κρα‐ | |
5 | τοῦσιν οἱ κατὰ πόλεις ἄρχοντες τοῦ σαφῶς καὶ | |
Hist.10.23.10 | δεόντως διδόναι τὰ παραγγέλματα, κρίνων πρὸς τὴν ἀλήθειαν οὐδὲν ἀναγκαιότερον εἶναι τῆς τῶν | |
Hist.10.24.1 | κατὰ μέρος ἡγεμόνων ἐμπειρίας. προκατασκευασά‐ μενος δὲ τὰ προειρημένα τοῦτον τὸν τρόπον, συνῆγε τοὺς ἱππεῖς ἐκ τῶν πόλεων εἰς ἕνα τόπον, καὶ δι’ αὑτοῦ τὰς κινήσεις ἐπετέλει καὶ τὸν ὅλον χειρισμὸν | |
Hist.10.24.2 | αὐτὸς ἐποιεῖτο τῆς ἐξοπλισίας, οὐ προηγούμενος πάντων, ὅπερ οἱ νῦν ποιοῦσιν ἡγεμόνες, ὑπολαμβά‐ | |
Hist.10.24.3 | νοντες ἡγεμονικὴν εἶναι τὴν πρώτην χώραν. τί γὰρ ἀπειρότερον, ἅμα δ’ ἐπισφαλέστερον ἄρχοντος, (ὃς) ὁρᾶται μὲν ὑπὸ πάντων τῶν ὑποτεταγμένων, | |
Hist.10.24.4 | ὁρᾷ δ’ οὐδένα; οὐ γὰρ στρατιωτικῆς ἐξουσίας, ἀλλ’ ἡγεμονικῆς ἐμπειρίας, ἅμα δὲ καὶ δυνάμεως δεῖγμα δεῖ φέρειν τὸν ἱππάρχην ἐν ταῖς ἐξοπλισίαις, ποτὲ μὲν ἐν πρώτοις, ποτὲ δ’ ἐν ἐσχάτοις, ποτὲ δὲ κατὰ | |
Hist.10.24.5 | μέσους γινόμενον. ὅπερ ὁ προειρημένος ἀνὴρ ἐποίει, παριππεύων καὶ πάντας ἐφορῶν αὐτός, καὶ προσ‐ διασαφῶν αὐτοῖς ἀποροῦσι καὶ διορθῶν ἐν ἀρχαῖς | |
Hist.10.24.6 | πᾶν τὸ διαμαρτανόμενον. ἦν δὲ τὰ τοιαῦτα τελέως βραχέα καὶ σπάνια διὰ τὴν προγεγενημένην ἐν τοῖς | |
Hist.10.24.7 | κατὰ μέρος ἐπιμέλειαν. Δημήτριος ὁ Φαληρεὺς ἕως λόγου τὸ τοιοῦτον ὑπέδειξε, φήσας ὅτι καθάπερ ἐν οἰκοδομίαις, ἐὰν κατὰ μίαν πλίνθον θῇς καὶ καθ’ ἕνα δόμον ἐπιμελείας τύχῃ τὸ παρατεθέν, οὕτως ἐν | |
5 | στρατοπέδῳ τὸ κατ’ ἄνδρα καὶ κατὰ λόχον ἀκριβω‐ θὲν ὅλην ποιεῖ τὴν δύναμιν ἰσχυράν. — | |
Hist.10.25.1 | Εἶναι γὰρ τὸ νῦν γινόμενον ὁμοιότατον τῇ περὶ | |
Hist.10.25.2 | τὰς παρατάξεις οἰκονομίᾳ καὶ χειρισμῷ. καὶ γὰρ ἐπ’ ἐκείνων προκινδυνεύει μὲν ὡς ἐπίπαν καὶ προαπόλ‐ λυται τὰ κοῦφα καὶ τὰ πρακτικώτατα τῆς δυνάμεως, τὴν δ’ ἐπιγραφὴν τῶν ἐκβαινόντων ἡ φάλαγξ καὶ | |
Hist.10.25.3 | τὰ βαρέα λαμβάνει τῶν ὅπλων. νῦν δὲ παραπλη‐ σίως προκινδυνεύουσι μὲν Αἰτωλοὶ καὶ Πελοπον‐ νησίων οἱ τούτοις συμμαχοῦντες, ἐφεδρεύουσι δὲ | |
Hist.10.25.4 | Ῥωμαῖοι, φάλαγγος ἔχοντες διάθεσιν. κἂν μὲν οὗτοι πταίσαντες καταφθαρῶσιν, ἀναστρέψαντες ἐκ τῶν | |
Hist.10.25.5 | πραγμάτων ἀβλαβεῖς ἀπολυθήσονται Ῥωμαῖοι· νικη‐ σάντων δὲ τούτων, ὃ μὴ δόξειε τοῖς θεοῖς, ἅμα τούτοις καὶ τοὺς ἄλλους Ἕλληνας ὑφ’ αὑτοὺς ἐκεῖ‐ | |
νοι ποιήσονται. — | ||
Hist.10.25.6 | Πᾶσαν γὰρ δημοκρατικὴν συμμαχίαν καὶ φιλίας πολλῆς δεῖσθαι διὰ τὰς ἐν τοῖς πλήθεσι γινομένας ἀλογίας. — | |
Hist.10.26.1 | Ὅτι Φίλιππος ὁ βασιλεὺς Μακεδόνων μετὰ τὸ ἐκτελέσαι τὸν τῶν Νεμέων ἀγῶνα αὖθις εἰς Ἄργος ἐπανῆλθε καὶ τὸ μὲν διάδημα καὶ τὴν πορφύραν ἀπέθετο, βουλόμενος αὑτὸν ἴσον τοῖς πολλοῖς καὶ | |
Hist.10.26.2 | πρᾷόν τινα καὶ δημοτικὸν ὑπογράφειν. ὅσῳ δὲ τὴν ἐσθῆτα δημοτικωτέραν περιετίθετο, τοσούτῳ τὴν | |
Hist.10.26.3 | ἐξουσίαν ἐλάμβανε μείζω καὶ μοναρχικωτέραν. οὐ γὰρ ἔτι τὰς χήρας ἐπείρα γυναῖκας οὐδὲ τὰς ὑπάν‐ δρους ἠρκεῖτο μοιχεύων, ἀλλ’ ἐκ προστάγματος ἣν αὐτῷ φανείη, προσπέμψας ἐκάλει, ταῖς δὲ μὴ προχεί‐ | |
5 | ρως συνυπακουούσαις ἐνύβριζε, κώμους ποιούμενος | |
Hist.10.26.4 | ἐπὶ τὰς οἰκίας. καὶ τῶν μὲν τοὺς υἱεῖς, τῶν δὲ τοὺς ἄνδρας ἀνακαλούμενος ἐπὶ προφάσεσιν ἀλόγοις διέ‐ σειε, καὶ πολλὴν ἀσέλγειαν ἐναπεδείκνυτο καὶ παρα‐ | |
Hist.10.26.5 | νομίαν. διὸ καὶ χρώμενος τῇ κατὰ τὴν παρεπιδη‐ μίαν ἐξουσίᾳ *** ἀνέδην πολλοὺς ἐλύπει τῶν Ἀχαιῶν, | |
Hist.10.26.6 | καὶ μάλιστα τοὺς μετρίους ἄνδρας. πιεζόμενοι δὲ διὰ τὸ πανταχόθεν αὐτοῖς περιεστάναι τὸν πόλεμον ἠναγκάζοντο καρτερεῖν καὶ φέρειν τὰ παρὰ φύσιν. | |
Hist.10.26.7 | Ὅτι [Φιλίππου] οὐκ (ἂν) ἀγαθὰ μείζω τις σχοίη | |
πρὸς βασιλείαν οὐδεὶς τῶν πρότερον οὐδὲ κακὰ | ||
Hist.10.26.8 | τούτου τοῦ βασιλέως. καί μοι δοκεῖ τὰ μὲν ἀγαθὰ φύσει περὶ αὐτὸν ὑπάρξαι, τὰ δὲ κακὰ προβαίνοντι κατὰ τὴν ἡλικίαν ἐπιγενέσθαι, καθάπερ ἐνίοις ἐπι‐ | |
Hist.10.26.9 | γίνεται γηράσκουσι τῶν ἵππων. καίπερ ἡμεῖς οὐκ ἐν τοῖς προοιμίοις, ὥσπερ τῶν λοιπῶν συγγραφέων, προφερόμεθα τὰς τοιαύτας διαλήψεις, ἀλλ’ ἐπ’ αὐτῶν τῶν πραγμάτων ἀεὶ τὸν καθήκοντα λόγον | |
5 | ἁρμόζοντες ἀποφαινόμεθα περί τε τῶν βασιλέων καὶ | |
Hist.10.26.10 | τῶν ἐπιφανῶν ἀνδρῶν, νομίζοντες ταύτην οἰκειοτέ‐ ραν εἶναι καὶ τοῖς γράφουσι καὶ τοῖς ἀναγινώσκουσι τὴν ἐπισημασίαν. | |
Hist.10.27t | IV. RES ASIAE. | |
Hist.10.27.1 | Ἔστι τοίνυν ἡ Μηδία κατά τε τὸ μέγεθος τῆς χώρας ἀξιοχρεωτάτη τῶν κατὰ τὴν Ἀσίαν δυναστειῶν καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὰς ἀρετὰς τῶν ἀνδρῶν, | |
Hist.10.27.2 | ὁμοίως δὲ καὶ τῶν ἵππων· τοῖς γὰρ ζῴοις τούτοις σχεδὸν ἅπασαν χορηγεῖ τὴν Ἀσίαν τῷ καὶ τὰ βασι‐ λικὰ συστήματα τῶν ἱπποτροφιῶν Μήδοις ἐπιτε‐ | |
Hist.10.27.3 | τράφθαι (διὰ τὴν τῶν τόπων) εὐφυΐαν. περιοικεῖται δὲ πόλεσιν Ἑλληνίσι κατὰ τὴν ὑφήγησιν τὴν Ἀλε‐ ξάνδρου, φυλακῆς ἕνεκεν τῶν συγκυρούντων αὐτῇ | |
Hist.10.27.4 | βαρβάρων πλὴν Ἐκβατάνων. αὕτη δ’ ἔκτισται μὲν ἐν τοῖς πρὸς τὰς ἄρκτους μέρεσι τῆς Μηδίας, ἐπί‐ κειται δὲ τοῖς περὶ τὴν Μαιῶτιν καὶ τὸν Εὔξεινον | |
Hist.10.27.5 | μέρεσι τῆς Ἀσίας, ἦν δὲ βασίλειον ἐξ ἀρχῆς Μήδων, | |
πλούτῳ δὲ καὶ τῇ τῆς κατασκευῆς πολυτελείᾳ μέγα | ||
Hist.10.27.6 | τι παρὰ τὰς ἄλλας δοκεῖ διενηνοχέναι πόλεις. κεῖται μὲν οὖν ὑπὸ τὴν παρώρειαν τὴν παρὰ τὸν Ὀρόν‐ την, ἀτείχιστος οὖσα, ἄκραν δ’ ἐν αὑτῇ χειροποίη‐ τον ἔχει, θαυμασίως πρὸς ὀχυρότητα κατεσκευασμέ‐ | |
Hist.10.27.7 | νην. ὑπὸ δὲ ταύτην ἐστὶ βασίλεια, περὶ ὧν καὶ τὸ λέγειν κατὰ μέρος καὶ τὸ παρασιωπᾶν ἔχει τιν’ ἀπο‐ | |
Hist.10.27.8 | ρίαν· τοῖς μὲν γὰρ αἱρουμένοις τὰς ἐκπληκτικὰς τῶν διηγήσεων προφέρεσθαι καὶ μετ’ αὐξήσεως ἔνια καὶ διαθέσεως εἰθισμένοις ἐξαγγέλλειν καλλίστην ὑπόθεσιν ἡ προειρημένη πόλις ἔχει, τοῖς δ’ εὐλαβῶς | |
5 | προσπορευομένοις πρὸς πᾶν (τὸ) παρὰ τὴν κοινὴν ἔννοιαν λεγόμενον ἀπορίαν παρασκευάζει καὶ δυσ‐ | |
Hist.10.27.9 | χρηστίαν. πλὴν ἔστι γε τὰ βασίλεια τῷ μὲν μεγέθει σχεδὸν ἑπτὰ σταδίων ἔχοντα τὴν περιγραφήν, τῇ δὲ τῶν κατὰ μέρος κατασκευασμάτων πολυτελείᾳ μεγά‐ λην ἐμφαίνοντα τὴν τῶν ἐξ ἀρχῆς καταβαλλομένων | |
Hist.10.27.10 | εὐκαιρίαν. οὔσης γὰρ τῆς ξυλείας ἁπάσης κεδρίνης καὶ κυπαριττίνης, οὐδεμίαν αὐτῶν γεγυμνῶσθαι συνέβαινεν, ἀλλὰ καὶ τὰς δοκοὺς καὶ τὰ φατνώματα καὶ τοὺς κίονας τοὺς ἐν ταῖς στοαῖς καὶ περιστύ‐ | |
5 | λοις, τοὺς μὲν ἀργυραῖς, τοὺς δὲ χρυσαῖς λεπίσι περιειλῆφθαι, τὰς δὲ κεραμίδας ἀργυρᾶς εἶναι πάσας. | |
Hist.10.27.11 | τούτων δὲ τὰ μὲν πλεῖστα συνέβη λεπισθῆναι κατὰ τὴν Ἀλεξάνδρου καὶ Μακεδόνων ἔφοδον, τὰ δὲ λοιπὰ κατὰ τὴν Ἀντιγόνου καὶ Σελεύκου τοῦ Νικά‐ | |
Hist.10.27.12 | νορος δυναστείαν. ὅμως δὲ κατὰ τὴν Ἀντιόχου παρ‐ ουσίαν ὅ τε ναὸς αὐτὸς ὁ τῆς Αἴνης προσαγο‐ | |
ρευόμενος ἔτι τοὺς κίονας εἶχε τοὺς πέριξ κεχρυσω‐ μένους, καὶ κεραμίδες ἀργυραῖ καὶ πλείους ἐν | ||
5 | αὐτῷ συνετέθειντο, πλίνθοι δὲ χρυσαῖ τινες ὀλίγαι | |
Hist.10.27.13 | μὲν ἦσαν, ἀργυραῖ δὲ καὶ πλείους ὑπέμενον. ἐκ δὲ πάντων τῶν προειρημένων τὸ χαραχθὲν εἰς τὸ βασι‐ λικὸν ἡθροίσθη νόμισμα μικρῷ λεῖπον τετρακισχι‐ λίων ταλάντων. — | |
Hist.10.28.1 | Ἕως μὲν οὖν τούτων τῶν τόπων ἤλπισεν αὐτὸν ἥξειν Ἀρσάκης, τὴν δ’ ἔρημον τὴν τούτοις πρόσχω‐ ρον οὐ τολμήσειν ἔτι δυνάμει τηλικαύτῃ διεκβαλεῖν, | |
Hist.10.28.2 | καὶ μάλιστα διὰ τὴν ἀνυδρίαν. ἐπιπολῆς μὲν γὰρ οὐδέν ἐστι φαινόμενον ὕδωρ ἐν τοῖς προειρημένοις τόποις, ὑπόνομοι δὲ πλείους εἰσὶ καὶ διὰ τῆς ἐρήμου | |
Hist.10.28.3 | φρεατίας ἔχοντες ἀγνοουμένας τοῖς ἀπείροις. περὶ δὲ τούτων ἀληθὴς παραδίδοται λόγος διὰ τῶν ἐγχωρίων, ὅτι καθ’ οὓς χρόνους Πέρσαι τῆς Ἀσίας ἐπεκράτουν, ἔδωκαν τοῖς ἐπί τινας τόπους τῶν μὴ πρότερον ἀρ‐ | |
5 | δευομένων ἐπεισαγομένοις ὕδωρ πηγαῖον ἐπὶ πέντε | |
Hist.10.28.4 | γενεὰς καρπεῦσαι τὴν χώραν· ὅθεν ἔχοντος τοῦ Ταύρου πολλὰς καὶ μεγάλας ὑδάτων ἀπορρύσεις, πᾶσαν ἐπεδέχοντο δαπάνην καὶ κακοπάθειαν, ἐκ μακροῦ κατασκευάζοντες τοὺς ὑπονόμους, ὥστε κατὰ | |
5 | τοὺς νῦν καιροὺς μηδὲ τοὺς χρωμένους τοῖς ὕδασι γινώσκειν τὰς ἀρχὰς τῶν ὑπονόμων πόθεν ἔχουσι | |
Hist.10.28.5 | τὰς ἐπιρρύσεις. πλὴν ὁρῶν Ἀρσάκης ἐπιβαλόμενον αὐτὸν τῇ διὰ τῆς ἐρήμου πορείᾳ, τὸ τηνικάδε χων‐ | |
Hist.10.28.6 | νύειν καὶ φθείρειν ἐνεχείρησε τὰς φρεατίας. ὁ δὲ | |
βασιλεύς, ἐξαγγελθέντος αὐτῷ, πάλιν ἐξαπέστειλε τοὺς περὶ Νικομήδην μετὰ χιλίων ἱππέων, οἳ καὶ καταλαβόντες τὸν Ἀρσάκην μετὰ τῆς δυνάμεως ὑπο‐ | ||
5 | κεχωρηκότα, τινὰς δὲ τῶν ἱππέων φθείροντας τὰ στόματα τῶν ὑπονόμων, τούτους μὲν ἐξ ἐφόδου τρεψάμενοι φυγεῖν ἠνάγκασαν, αὐτοὶ δὲ πάλιν ἀνε‐ | |
Hist.10.28.7 | χώρησαν ὡς τὸν Ἀντίοχον. ὁ δὲ βασιλεὺς διανύσας τὴν ἔρημον ἧκε πρὸς τὴν Ἑκατόμπυλον προσαγο‐ ρευομένην, ἣ κεῖται μὲν ἐν μέσῃ τῇ Παρθυηνῇ, τῶν δὲ διόδων (τῶν) φερουσῶν ἐπὶ πάντας τοὺς πέριξ | |
5 | τόπους ἐνταῦθα συμπιπτουσῶν ἀπὸ τοῦ συμβαίνον‐ τος ὁ τόπος εἴληφε τὴν προσηγορίαν. | |
Hist.10.29.1 | Πλὴν αὐτοῦ διαναπαύσας τὴν δύναμιν, καὶ συλ‐ λογισάμενος ὡς εἰ μὲν οἷός (τ’) ἦν Ἀρσάκης διὰ μάχης κρίνεσθαι πρὸς σφᾶς, οὔτ’ ἂν ἐξεχώρει λιπὼν τὴν αὑτοῦ χώραν οὔτ’ ἂν ἐπιτηδειοτέρους τόπους | |
5 | ἐζήτει πρὸς ἀγῶνα ταῖς σφετέραις δυνάμεσι τῶν | |
Hist.10.29.2 | περὶ τὴν Ἑκατόμπυλον· ἐπειδὴ δ’ ἐκχωρεῖ, δῆλός ἐστι τοῖς ὀρθῶς σκοπουμένοις ἐπ’ ἄλλης ὢν γνώμης· | |
Hist.10.29.3 | διόπερ ἔκρινε προάγειν εἰς τὴν Ὑρκανίαν. παραγε‐ νόμενος δ’ ἐπὶ Ταγάς, καὶ πυνθανόμενος τῶν ἐγχω‐ ρίων τήν τε δυσχέρειαν τῶν τόπων, οὓς ἔδει διεκ‐ βάλλειν αὐτόν, ἕως εἰς τὰς ὑπερβολὰς διεξίκοιτο | |
5 | τοῦ Λάβου τὰς νευούσας ἐπὶ τὴν Ὑρκανίαν, καὶ τὸ πλῆθος τῶν βαρβάρων τῶν κατὰ τόπους ἐφεστώ‐ | |
Hist.10.29.4 | των ταῖς δυσχωρίαις αὐτοῦ, προέθετο διατάττειν τὸ τῶν εὐζώνων πλῆθος καὶ τοὺς τούτων ἡγεμόνας μερίζειν, ὡς ἑκάστους δεήσει πορεύεσθαι, ὁμοίως δὲ καὶ τοὺς λειτουργούς, οὓς ἔδει παραπορευομένους | |
5 | τὸν καταλαμβανόμενον ὑπὸ τῶν εὐζώνων τόπον εὔβατον παρασκευάζειν τῇ τῶν φαλαγγιτῶν καὶ τῇ | |
Hist.10.29.5 | τῶν ὑποζυγίων πορείᾳ. ταῦτα δὲ διανοηθεὶς τὴν μὲν πρώτην ἔδωκε τάξιν Διογένει, συστήσας αὐτῷ τοξότας καὶ σφενδονήτας καὶ τῶν ὀρείων τοὺς ἀκον‐ τίζειν καὶ λιθάζειν δυναμένους, οἵτινες τάξιν μὲν | |
5 | οὐκ ἔνεμον, αἰεὶ δὲ πρὸς τὸν παρόντα καιρὸν καὶ τόπον κατ’ ἄνδρα ποιούμενοι τὸν κίνδυνον πραγμα‐ τικωτάτην παρείχοντο χρείαν ἐν ταῖς δυσχωρίαις. | |
Hist.10.29.6 | τούτοις δὲ συνεχεῖς Κρῆτας ἀσπιδιώτας ἐπέταξε περὶ δισχιλίους, ὧν ἡγεῖτο Πολυξενίδας Ῥόδιος, τε‐ λευταίους δὲ θωρακίτας καὶ θυρεοφόρους, ὧν εἶχον τὴν ἡγεμονίαν Νικομήδης Κῷος καὶ Νικόλαος | |
5 | Αἰτωλός. | |
Hist.10.30.1 | Προαγόντων δὲ τούτων εἰς τὸ πρόσθεν, πολλῷ δυσχερεστέρας συνέβαινε φαίνεσθαι τὰς τῶν τόπων τραχύτητας καὶ στενότητας τῆς τοῦ βασιλέως προσδο‐ | |
Hist.10.30.2 | κίας. ἦν γὰρ τὸ μὲν ὅλον μῆκος τῆς ἀναβάσεως περὶ τριακοσίους σταδίους· ταύτης δὲ τὸ πλεῖστον μέρος ἔδει ποιεῖσθαι τῆς πορείας διὰ χαράδρας χειμάρρου καὶ βαθείας, εἰς ἣν πολλαὶ μὲν αὐτομάτως ἐκ τῶν | |
5 | ὑπερκειμένων κρημνῶν πέτραι κατενηνεγμέναι καὶ δένδρα δύσβατον ἐποίουν τὴν δι’ αὐτῆς πορείαν, πολλὰ δ’ ὑπὸ τῶν βαρβάρων εἰς τοῦτο τὸ μέρος συν‐ | |
Hist.10.30.3 | ηργεῖτο. καὶ γὰρ ἐκκοπὰς δένδρων ἐπεποίηντο συν‐ εχεῖς καὶ λίθων πλήθη μεγέθει (διαφερόντων) συν‐ ηθροίκεισαν· αὐτοί τε παρ’ ὅλην τὴν φάραγγα τὰς εὐκαίρους ὑπεροχὰς καὶ δυναμένας σφίσιν ἀσφά‐ | |
5 | λειαν παρέχεσθαι κατειληφότες ἐτήρουν, ὥστ’, εἰ μὴ διήμαρτον, ἐντελῶς ἂν ἐξαδυνατήσαντα τὸν Ἀν‐ | |
Hist.10.30.4 | τίοχον ἀποστῆναι τῆς ἐπιβολῆς. ὡς γὰρ δέον τοὺς πολεμίους πάντας κατ’ ἀνάγκην ποιεῖσθαι δι’ αὐτῆς τῆς φάραγγος τὴν ἀνάβασιν, οὕτως παρεσκευάσαντο | |
Hist.10.30.5 | καὶ πρὸς τοῦτο κατελάβοντο τοὺς τόπους. ἐκεῖνο δ’ οὐκ ἔβλεψαν ὅτι τὴν μὲν φάλαγγα (καὶ) τὴν ἀπο‐ σκευὴν οὐκ ἄλλως δυνατὸν ἦν, ἀλλ’ ὡς ἐκεῖνοι διέλαβον, ποιεῖσθαι τὴν πορείαν· πρὸς γὰρ τὰ πα‐ | |
5 | ρακείμενα τῶν ὀρῶν οὐχ οἷόν τ’ ἦν τούτοις προσ‐ βαλεῖν, ἀλλὰ τοῖς ψιλοῖς καὶ τοῖς εὐζώνοις οὐκ ἀδύ‐ νατος ἦν ἡ δι’ αὐτῶν τῶν λευκοπέτρων ἀναβολή. | |
Hist.10.30.6 | ὅθεν ἅμα (τῷ) πρὸς τὸ πρῶτον φυλακεῖον προσμῖ‐ ξαι τοὺς περὶ τὸν Διογένην, ἔξωθεν τῆς χαράδρας ποιουμένους τὴν ἀνάβασιν, ἀλλοιοτέραν ἐλάμβανε | |
Hist.10.30.7 | διάθεσιν. εὐθέως γὰρ κατὰ τὴν συμπλοκὴν αὐτοῦ τοῦ πράγματος διδάσκοντος, ὑπερτιθέμενοι καὶ προσ‐ βαίνοντες πρὸς τὰ πλάγια τῶν χωρίων οἱ περὶ τὸν Διογένην, ὑπερδέξιοι τῶν πολεμίων ἐγίνοντο, καὶ | |
5 | χρώμενοι πυκνοῖς τοῖς ἀκοντίσμασι καὶ τοῖς ἐκ χειρὸς λίθοις κακῶς διετίθεσαν τοὺς βαρβάρους, καὶ μάλιστα ταῖς σφενδόναις ἐκακοποίουν ἐξ ἀπο‐ | |
Hist.10.30.8 | στήματος βάλλοντες. ὅτε δὲ τοὺς πρώτους ἐκβιασά‐ μενοι κατάσχοιεν τὸν τούτων τόπον, ἐδίδοτο τοῖς λειτουργοῖς καιρὸς εἰς τὸ πᾶν τὸ πρὸ ποδῶν ἀνα‐ καθαίρειν καὶ λεαίνειν μετ’ ἀσφαλείας. ἐγίνετο δὲ | |
Hist.10.30.9 | τοῦτο ταχέως διὰ τὴν πολυχειρίαν. οὐ μὴν ἀλλὰ τούτῳ τῷ τρόπῳ τῶν μὲν σφενδονητῶν καὶ τοξο‐ τῶν ἔτι δ’ ἀκοντιστῶν κατὰ τοὺς ὑπερδεξίους τό‐ πους πορευομένων σποράδην, ποτὲ δὲ συναθροιζο‐ | |
5 | μένων καὶ καταλαμβανομένων τοὺς εὐκαίρους τό‐ πους, τῶν (δ’) ἀσπιδιωτῶν ἐφεδρευόντων, καὶ παρ’ | |
αὐτὴν τὴν χαράδραν παραπορευομένων (ἐν) τάξει καὶ βάδην, οὐκ ἔμενον οἱ βάρβαροι, πάντες δὲ λι‐ πόντες τοὺς τόπους ἡθροίσθησαν ἐπὶ τὴν ὑπερβολήν. | ||
Hist.10.31.1 | Οἱ δὲ περὶ τὸν Ἀντίοχον ἀσφαλῶς διέβησαν τὰς δυσχωρίας τῷ προειρημένῳ τρόπῳ, βραδέως δὲ καὶ δυσχερῶς· μόλις γὰρ ὀγδοαῖοι πρὸς τὰς κατὰ τὸν | |
Hist.10.31.2 | Λάβον ὑπεροχὰς ἀφίκοντο. τῶν δὲ βαρβάρων συν‐ ηθροισμένων ἐκεῖ, καὶ πεπεισμένων κωλύειν τῆς ὑπερβολῆς τοὺς πολεμίους, ἀγὼν συνέστη νεανικός. ἐξεώσθησαν δ’ οἱ βάρβαροι διὰ τοιαύτας αἰτίας. | |
Hist.10.31.3 | συστραφέντες γὰρ ἐμάχοντο πρὸς τοὺς φαλαγγίτας κατὰ πρόσωπον ἐκθύμως· τῆς δὲ νυκτὸς ἔτι τῶν εὐζώνων ἐκπεριελθόντων ἐκ πολλοῦ, καὶ καταλα‐ βομένων (τοὺς) ὑπερδεξίους καὶ κατὰ νώτου τόπους, | |
5 | ἅμα τῷ συνιδεῖν οἱ βάρβαροι τὸ γεγονὸς εὐθέως | |
Hist.10.31.4 | πτοηθέντες ὥρμησαν πρὸς φυγήν. ὁ δὲ βασιλεὺς τὴν μὲν ἐπὶ πλεῖον ὁρμὴν τῶν διωκόντων παρα‐ κατέσχε μετὰ πολλῆς σπουδῆς, ἀνακαλεσάμενος ταῖς σάλπιγξι, διὰ τὸ βούλεσθαι καταβαίνειν ἅθρους καὶ | |
Hist.10.31.5 | συντεταγμένους εἰς τὴν Ὑρκανίαν. συστησάμενος δὲ τὴν πορείαν ὡς ἐβούλετο καὶ παραγενόμενος ἐπὶ Τάμβρακα, πόλιν ἀτείχιστον, ἔχουσαν δὲ βασίλεια | |
Hist.10.31.6 | καὶ μέγεθος, αὐτοῦ κατεσκήνωσε. τῶν δὲ πλείστων πεποιημένων τὴν ἀποχώρησιν ἔκ τε τῆς μάχης καὶ τῆς περικειμένης χώρας εἰς τὴν προσαγορευομένην Σίρυγκα πόλιν—συνέβαινε κεῖσθαι (’κείνην) οὐ | |
5 | μακρὰν τῆς Τάμβρακος, εἶναι δὲ τῆς Ὑρκανίας ὡς | |
ἂν εἰ βασίλειον διά τε τὴν ὀχυρότητα καὶ τὴν ἄλλην | ||
Hist.10.31.7 | εὐκαιρίαν—ἔκρινε ταύτην ἐξελεῖν μετὰ βίας. ἀνα‐ λαβὼν οὖν τὴν δύναμιν προῆγε, καὶ περιστρατο‐ | |
Hist.10.31.8 | πεδεύσας ἤρχετο τῆς πολιορκίας. ἦν δὲ τὸ πλεῖστον μέρος τῆς ἐπιβολῆς ἐν ταῖς χωστρίσι χελώναις. τάφροι γὰρ ἦσαν τριτταί, πλάτος μὲν οὐκ ἔλαττον ἔχουσαι τριάκοντα πηχῶν, βάθος δὲ πεντεκαίδεκα· | |
5 | ἐπὶ δὲ τοῖς χείλεσιν ἑκάστης ἐπέκειτο χαρακώματα | |
Hist.10.31.9 | διπλᾶ καὶ τελευταῖον προτείχισμα δυνατόν. συμπλο‐ καὶ μὲν οὖν ἐγίνοντο συνεχεῖς ἐπὶ τῶν ἔργων, ἐν αἷς οὐκ ἤνυον ἑκάτεροι φέροντες τοὺς νεκροὺς καὶ τοὺς τραυματίας διὰ τὸ μὴ μόνον ὑπὲρ γῆς, ἀλλὰ | |
5 | καὶ κατὰ γῆς διὰ τῶν ὀρυγμάτων ἐκ χειρὸς γίνε‐ | |
Hist.10.31.10 | σθαι τοὺς κινδύνους. οὐ μὴν ἀλλὰ τῷ πλήθει καὶ τῇ τοῦ βασιλέως ἐνεργείᾳ ταχέως συνέβη καὶ τὰς τάφρους χωσθῆναι καὶ τὸ τεῖχος πεσεῖν διὰ τῶν | |
Hist.10.31.11 | ὀρυγμάτων. οὗ συμβάντος διατραπέντες οἱ βάρβαροι τοῖς ὅλοις, καὶ τοὺς μὲν Ἕλληνας κατασφάξαντες τοὺς ἐν τῇ πόλει, τὰ δ’ ἐπιφανέστατα τῶν σκευῶν | |
Hist.10.31.12 | διαρπάσαντες, νυκτὸς ἀπεχώρησαν. ὁ δὲ βασιλεὺς συνθεασάμενος Ὑπερβάσαν ἀπέστειλε μετὰ τῶν μισθοφόρων· οὗ συμμίξαντος οἱ βάρβαροι ῥίψαντες | |
Hist.10.31.13 | τὰς ἀποσκευὰς αὖθις εἰς τὴν πόλιν ἔφυγον. τῶν δὲ πελταστῶν ἐνεργῶς βιαζομένων διὰ (τοῦ) πτώ‐ | |
ματος, ἀπελπίσαντες σφᾶς αὐτοὺς παρέδοσαν. | ||
Hist.10.31.14 | Ἀχριανή, πόλις Ὑρκανίας. Πολύβιος δεκάτῳ. | |
Hist.10.31.15 | Καλλιόπη, πόλις Παρθυαίων. Πολύβιος δεκάτῳ. | |
Hist.10.32t | V. RES ITALIAE. | |
Hist.10.32.1 | Βουλόμενοι δ’ οἱ ὕπατοι κατοπτεῦσαι σαφῶς τὰ πρὸς τὴν τῶν ὑπεναντίων στρατοπεδείαν κεκλι‐ μένα μέρη τοῦ λόφου, τοῖς μὲν ἐν τῷ χάρακι μένειν | |
Hist.10.32.2 | κατὰ χώραν ἐπήγγειλαν, αὐτοὶ δὲ τῶν ἱππέων ἀνα‐ λαβόντες ἴλας δύο καὶ γροσφομάχους μετὰ τῶν ῥα‐ βδοφόρων εἰς τριάκοντα προῆγον, κατασκεψόμενοι τοὺς | |
Hist.10.32.3 | τόπους. τῶν δὲ Νομάδων εἰθισμένοι τινὲς τοῖς ἀκρο‐ βολιζομένοις καὶ καθόλου προπορευομένοις ἐκ τοῦ τῶν ὑπεναντίων χάρακος ἐνέδρας ποιεῖν, ὑπεστάλ‐ | |
Hist.10.32.4 | κεισαν κατά τινα συντυχίαν ὑπὸ τὸν λόφον. οἷς τοῦ σκοποῦ σημήναντος ὅτι παραγίνονταί τινες κατ’ ἄκρον τὸν βουνὸν ὑπερδέξιοι ’κείνων, ἐξαναστάντες καὶ παρὰ πλάγια ποιησάμενοι τὴν πορείαν ἀποτέμνονται | |
5 | τοὺς στρατηγοὺς καὶ διακλείουσιν ἀπὸ τῆς ἰδίας | |
Hist.10.32.5 | παρεμβολῆς. καὶ τὸν μὲν Κλαύδιον εὐθέως ἐν τῇ πρώτῃ συμπλοκῇ καί τινας ἑτέρους ἅμα τούτῳ κατέ‐ βαλον, τοὺς δὲ λοιποὺς κατατραυματίσαντες διὰ | |
Hist.10.32.6 | τῶν κρημνῶν ἠνάγκασαν ἄλλον ἄλλῃ φεύγειν. οἱ δ’ ἐν τῷ στρατοπέδῳ θεωροῦντες τὸ γινόμενον οὐ‐ δαμῶς ἠδυνήθησαν ἐπικουρῆσαι τοῖς κινδυνεύουσιν· ἔτι γὰρ ἀναβοώντων καὶ πρὸς τὸ συμβαῖνον ἐκπε‐ | |
5 | πληγμένων, καὶ τῶν μὲν χαλινούντων τοὺς ἵππους, | |
τῶν δὲ καθοπλιζομένων, πέρας εἶχε τὸ πρᾶγμα. καὶ τὸν υἱὸν τοῦ Κλαυδίου τραυματίαν, μόλις καὶ παρα‐ δόξως τὸν κίνδυνον διαπεφευγότα *** | ||
Hist.10.32.7 | Μάρκος μὲν οὖν ἀκακώτερον ἢ στρατηγικώτερον αὑτῷ χρησάμενος τοῖς δεδηλωμένοις περιέπεσε συμ‐ | |
Hist.10.32.8 | πτώμασιν· ἐγὼ δὲ παρ’ ὅλην τὴν πραγματείαν πολ‐ λάκις ἀναγκάζομαι περὶ τῶν τοιούτων ὑπομιμνήσκειν τοὺς ἐντυγχάνοντας, θεωρῶν, εἰ καὶ περί (τι τῶν) τῆς στρατηγίας μερῶν ἄλλο, καὶ περὶ τοῦτο διαμαρ‐ | |
5 | τάνοντας τοὺς ἡγεμόνας, καίτοι προδήλου τῆς ἀγνοίας | |
Hist.10.32.9 | ὑπαρχούσης. τί γὰρ ὄφελος ἡγεμόνος ἢ στρατηγοῦ μὴ διειληφότος διότι τῶν κατὰ μέρος κινδύνων, οἷς μὴ συμπάσχει τὰ ὅλα, πλεῖστον ἀπέχειν δεῖ τὸν | |
Hist.10.32.10 | ἡγούμενον; τί δ’ ἀγνοοῦντος ὅτι, κἄν ποτ’ ἀναγκά‐ ζωσιν οἱ καιροὶ πράττειν τι τῶν κατὰ μέρος, πολ‐ λοὺς δεῖ πρότερον ἀποθανεῖν τῶν συνόντων πρὶν ἢ | |
Hist.10.32.11 | τὸ δεινὸν ἐγγίσαι τοῖς προεστῶσι τῶν ὅλων; δεῖ γὰρ ἐν Καρὶ τὴν πεῖραν, ὡς ἡ παροιμία φησίν, οὐκ | |
Hist.10.32.12 | ἐν τῷ στρατηγῷ γίνεσθαι. τὸ μὲν γὰρ λέγειν ὡς ‘οὐκ ἂν ᾠόμην‘ ‘τίς γὰρ ἂν ἤλπισε τοῦτο γενέσθαι‘; μέγιστον εἶναί μοι δοκεῖ σημεῖον ἀπειρίας στρατη‐ γικῆς καὶ βραδυτῆτος. | |
Hist.10.33.1 | Διὸ καὶ τὸν Ἀννίβαν κατὰ πολλοὺς τρόπους ἀγα‐ | |
Hist.10.33.2 | θὸν ἡγεμόνα κρίνων, κατὰ τοῦτο μάλιστά τις ἂν ἐπισημήναιτο, διότι πολλοὺς μὲν χρόνους ἐν τῇ πο‐ λεμίᾳ διατρίψας, πολλοῖς δὲ καιροῖς καὶ ποικίλοις χρησάμενος, ἔσφηλε μὲν τοὺς ὑπεναντίους πολλάκις | |
5 | ἐν ταῖς κατὰ μέρος χρείαις διὰ τὴν ἰδίαν ἀγχίνοιαν, | |
ἐσφάλη δ’ οὐδέποτε τοσούτους καὶ τηλικούτους ἀγῶ‐ | ||
Hist.10.33.3 | νας χειρίσας· τοιαύτην ἐποιεῖτο τὴν πρόνοιαν, ὡς ἔοικε, περὶ τῆς ἀσφαλείας αὑτοῦ. καὶ μάλ’ εἰκότως· | |
Hist.10.33.4 | ἀκεραίου μὲν γὰρ καὶ σῳζομένου τοῦ προεστῶτος, κἄν ποτε πέσῃ τὰ ὅλα, πολλὰς ἀφορμὰς ἡ τύχη δίδωσι πρὸς τὸ πάλιν ἀνακτήσασθαι τὰς ἐκ τῶν | |
Hist.10.33.5 | περιπετειῶν ἐλαττώσεις· πταίσαντος δέ, καθάπερ ἐν νηὶ τοῦ κυβερνήτου, κἂν [τὸ νικᾶν] ἡ τύχη τοῖς πολλοῖς παραδιδῷ κρατεῖν τῶν ἐχθρῶν, οὐδὲν ὄφε‐ λος γίνεται διὰ τὸ πάσας ἐξηρτῆσθαι τὰς ἐλπίδας | |
Hist.10.33.6 | ἑκάστοις ἐκ τῶν ἡγουμένων. ταῦτα μὲν οὖν εἰρήσθω μοι πρὸς τοὺς ἢ διὰ κενοδοξίαν ἢ μειρακιώδει (παρα)στάσει περιπίπτοντας τοῖς τοιούτοις ἀλογή‐ | |
Hist.10.33.7 | μασιν ἢ δι’ ἀπειρίαν ἢ διὰ καταφρόνησιν· ἓν γὰρ ἀεί τι τῶν προειρημένων αἴτιον γίνεται τῶν τοιού‐ των περιπετειῶν. — | |
Hist.10.33.8 | Οἱ δὲ καταρράκτας, οὓς εἶχον ὀλίγον ἐξωτέρω διὰ μηχανημάτων ἀνημμένους, αἰφνίδιον καθῆκαν καὶ ἐπεβάλοντο, καὶ τούτους κατασχόντες πρὸ τοῦ τείχους ἀνεσκολόπισαν. | |
Hist.10.34t | VI. RES HISPANIAE. | |
Hist.10.34.1 | Κατὰ δὲ τὴν Ἰβηρίαν Πόπλιος ὁ τῶν Ῥωμαίων | |
στρατηγός, ποιούμενος τὴν παραχειμασίαν ἐν Ταρ‐ ράκωνι, καθάπερ ἐν τοῖς πρὸ τούτων δεδηλώκαμεν, πρῶτον μὲν τοὺς Ἴβηρας εἰς τὴν αὑτῶν φιλίαν καὶ | ||
5 | πίστιν ἐνεδήσατο διὰ τῆς τῶν ὁμήρων ἑκάστοις ἀπο‐ | |
Hist.10.34.2 | δόσεως, λαβὼν συναγωνιστὴν ἐκ ταὐτομάτου πρὸς τοῦτο τὸ μέρος Ἐδεκῶνα τὸν Ἐδετανῶν δυνάστην, ὃς ἅμα τῷ προσπεσεῖν τὴν Καρχηδόνος ἅλωσιν καὶ γενέσθαι κύριον τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν | |
5 | τὸν Πόπλιον, εὐθέως συλλογισάμενος τὴν ἐσομένην τῶν Ἰβήρων μεταβολὴν ἀρχηγὸς ἐβουλήθη (γενέσθαι) | |
Hist.10.34.3 | τῆς αὐτῆς ὁρμῆς, μάλιστα πεπεισμένος οὕτως τὴν γυναῖκα καὶ τὰ τέκνα κομιεῖσθαι καὶ δόξειν οὐ κατ’ ἀνάγκην, ἀλλὰ κατὰ πρόθεσιν αἱρεῖσθαι τὰ Ῥωμαίων· | |
Hist.10.34.4 | ἃ καὶ συνέβη γενέσθαι. τῶν γὰρ δυνάμεων ἄρτι διαφειμένων εἰς τὴν παραχειμασίαν παρῆν εἰς τὴν | |
Hist.10.34.5 | Ταρράκωνα μετὰ τῶν οἰκείων καὶ φίλων. ἐλθὼν δ’ εἰς λόγους τῷ Ποπλίῳ ταύτην ἔφη τοῖς θεοῖς μεγίστην χάριν ἔχειν, ὅτι πρῶτος τῶν κατὰ τὴν | |
Hist.10.34.6 | χώραν δυναστῶν ἥκει πρὸς αὐτόν. τοὺς μὲν γὰρ ἄλλους ἀκμὴν διαπέμπεσθαι καὶ βλέπειν πρὸς Καρ‐ χηδονίους, τὰς δὲ χεῖρας ἐκτείνειν Ῥωμαίοις· αὐτὸς δὲ παραγεγονέναι διδοὺς οὐ μόνον αὑτόν, ἀλλὰ καὶ | |
5 | τοὺς φίλους καὶ συγγενεῖς εἰς τὴν Ῥωμαίων πίστιν. | |
Hist.10.34.7 | διόπερ ἂν νομισθῇ παρ’ αὐτῷ φίλος καὶ σύμμαχος, μεγάλην μὲν αὐτῷ πρὸς τὸ παρὸν ἔφη, μεγάλην δ’ | |
Hist.10.34.8 | εἰς τὸ μέλλον παρέξεσθαι χρείαν. παραυτίκα μὲν γὰρ θεασαμένους τοὺς Ἴβηρας πρός τε τὴν φιλίαν αὑτὸν προσδεδεγμένον καὶ τετευχότα τῶν ἀξιου‐ | |
μένων πάντας ἐπὶ τὸ παραπλήσιον ἥξειν, σπουδά‐ | ||
5 | ζοντας κομίσασθαι τοὺς ἀναγκαίους καὶ τυχεῖν τῆς | |
Hist.10.34.9 | Ῥωμαίων συμμαχίας· εἰς δὲ τὸν μετὰ ταῦτα χρόνον προκαταληφθέντας τῇ τοιαύτῃ τιμῇ καὶ φιλανθρω‐ πίᾳ συναγωνιστὰς ἀπροφασίστους ὑπάρξειν αὐτῷ | |
Hist.10.34.10 | πρὸς τὰ κατάλοιπα τῶν ἔργων. διόπερ ἠξίου τὴν γυναῖκα καὶ τὰ τέκνα κομίσασθαι, καὶ κριθεὶς φίλος ἐπανελθεῖν εἰς τὴν οἰκείαν, ἵνα λαβὼν ἀφορμὴν εὔλογον ἐναποδείξηται τὴν αὑτοῦ καὶ τῶν φίλων | |
5 | εὔνοιαν κατὰ δύναμιν εἴς τε τὸν Πόπλιον αὐτὸν | |
Hist.10.34.11 | καὶ τὰ Ῥωμαίων πράγματα. Ἐδεκὼν μὲν οὖν τοιαῦτα | |
Hist.10.35.1 | διαλεχθεὶς ἐπέσχεν· ὁ δὲ Πόπλιος, καὶ πάλαι πρὸς τοῦτο τὸ μέρος ἕτοιμος ὢν καὶ συλλελογισμένος παραπλήσια τοῖς ὑπὸ τοῦ Ἐδεκῶνος εἰρημένοις, τὴν γυναῖκα καὶ τὰ τέκνα παρέδωκεν αὐτῷ καὶ τὴν | |
Hist.10.35.2 | φιλίαν συνέθετο. πρὸς δὲ τούτοις παρὰ τὴν συνου‐ σίαν ποικίλως ψυχαγωγήσας τὸν Ἴβηρα καὶ πᾶσι τοῖς αὐτοῦ μεγάλας εἰς τὸ μέλλον ἐλπίδας ὑπογρά‐ | |
Hist.10.35.3 | ψας, οὕτως εἰς τὴν οἰκείαν ἐξαπέστειλε. τούτου τοῦ πράγματος ταχέως περιβοήτου γενομένου πάντας συνέβη τοὺς ἐντὸς Ἴβηρος ποταμοῦ κατοικοῦντας οἷον ἀπὸ μιᾶς ὁρμῆς ἑλέσθαι τὰ Ῥωμαίων, ὅσοι μὴ | |
5 | πρότερον αὐτῶν ὑπῆρχον φίλοι. | |
Hist.10.35.4 | Ταῦτα μὲν οὖν καλῶς κατὰ νοῦν ἐχώρει τῷ | |
Hist.10.35.5 | Ποπλίῳ· μετὰ δὲ τὸν τούτων χωρισμὸν τὰς μὲν ναυ‐ τικὰς δυνάμεις διέλυσε, θεωρῶν οὐδὲν ἀντίπαλον ὑπάρχον κατὰ θάλατταν, ἐκ δὲ τῶν ναυτῶν ἐκλέξας τοὺς ἐπιτηδείους ἐπὶ τὰς σημαίας ἐμέρισε. καὶ συν‐ | |
5 | ηύξησε τοιούτῳ τρόπῳ τὰς πεζικὰς δυνάμεις. | |
Hist.10.35.6 | Ἀνδοβάλης δὲ καὶ Μανδόνιος, μέγιστοι μὲν ὄντες δυνάσται τότε τῶν κατ’ Ἰβηρίαν, ἀληθινώτατοι δὲ Καρχηδονίων φίλοι δοξαζόμενοι, πάλαι μὲν ὑπούλως διέκειντο καὶ καιρὸν ἐπετήρουν, ἐξ ὅτου προσποιη‐ | |
5 | θέντες οἱ περὶ τὸν Ἀσδρούβαν ἀπιστεῖν αὐτοῖς ᾔτη‐ σαν χρημάτων τε πλῆθος καὶ τὰς γυναῖκας καὶ τὰς θυγατέρας εἰς ὁμηρείαν, καθάπερ ἐν τοῖς πρὸ τούτων | |
Hist.10.35.7 | ἐδηλώσαμεν· τότε δὲ νομίσαντες ἔχειν εὐφυῆ καιρόν, ἀναλαβόντες τὰς ἑαυτῶν δυνάμεις ἐκ τῆς Καρχηδο‐ νίων παρεμβολῆς νυκτὸς ἀπεχώρησαν εἴς τινας ἐρυ‐ μνοὺς τόπους καὶ δυναμένους αὐτοῖς τὴν ἀσφάλειαν | |
Hist.10.35.8 | παρασκευάζειν. οὗ γενομένου καὶ τῶν ἄλλων Ἰβή‐ ρων συνέβη τοὺς πλείστους ἀπολιπεῖν Ἀσδρούβαν, πάλαι μὲν βαρυνομένους ὑπὸ τῆς τῶν Καρχηδονίων ἀγερωχίας, τότε δὲ πρῶτον καιρὸν λαβόντας εἰς τὸ | |
5 | φανερὰν ποιῆσαι τὴν αὑτῶν προαίρεσιν. | |
Hist.10.36.1 | Ὃ δὴ καὶ περὶ πολλοὺς ἤδη γέγονε. μεγάλου γὰρ ὄντος, ὡς πλεονάκις ἡμῖν εἴρηται, τοῦ κατορ‐ θοῦν ἐν πράγμασι καὶ περιγίνεσθαι τῶν ἐχθρῶν ἐν ταῖς ἐπιβολαῖς, πολλῷ μείζονος ἐμπειρίας προσδεῖται | |
5 | καὶ φυλακῆς τὸ καλῶς χρήσασθαι τοῖς κατορθώμασι· | |
Hist.10.36.2 | διὸ καὶ πολλαπλασίους ἂν εὕροι τις τοὺς ἐπὶ προτε‐ ρημάτων γεγονότας τῶν καλῶς τοῖς προτερήμασι κε‐ χρημένων. ὃ καὶ τότε περὶ τοὺς Καρχηδονίους | |
Hist.10.36.3 | συνέβη γενέσθαι. μετὰ γὰρ τὸ νικῆσαι μὲν τὰς Ῥωμαίων δυνάμεις, ἀποκτεῖναι δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους, Πόπλιον καὶ Γνάϊον, ὑπολαβόντες ἀδή‐ | |
ριτον αὐτοῖς ὑπάρχειν τὴν Ἰβηρίαν, ὑπερηφάνως | ||
Hist.10.36.4 | ἐχρῶντο τοῖς κατὰ τὴν χώραν. τοιγαροῦν ἀντὶ συμ‐ μάχων καὶ φίλων πολεμίους ἔσχον τοὺς ὑποταττο‐ | |
Hist.10.36.5 | μένους. καὶ τοῦτ’ εἰκότως ἔπαθον· ἄλλως μὲν (γὰρ ἐπειδήπερ) ὑπέλαβον δεῖν κτᾶσθαι τὰς ἀρχάς, ἄλλως δὲ τηρεῖν, οὐκ ἔμαθον διότι κάλλιστα φυλάττουσι τὰς ὑπεροχὰς οἱ κάλλιστα διαμείναντες ἐπὶ τῶν | |
5 | αὐτῶν προαιρέσεων, αἷς ἐξ ἀρχῆς κατεκτήσαντο τὰς | |
Hist.10.36.6 | δυναστείας, καίτοι γε προφανοῦς ὄντος καὶ ἐπὶ πολ‐ λῶν ἤδη τεθεωρημένου διότι κτῶνται μὲν ἄνθρωποι τὰς εὐκαιρίας εὖ ποιοῦντες καὶ προτεινόμενοι τὴν | |
Hist.10.36.7 | ἀγαθὴν ἐλπίδα τοῖς πέλας, ἐπειδὰν δὲ τῶν ἐπιθυ‐ μουμένων τυχόντες κακῶς ποιῶσι καὶ δεσποτικῶς ἄρχωσι τῶν ὑποτεταγμένων, εἰκότως ἅμα ταῖς τῶν προεστώτων μεταβολαῖς συμμεταπίπτουσι καὶ τῶν | |
5 | ὑποταττομένων αἱ προαιρέσεις. ὃ καὶ τότε συνέβη τοῖς Καρχηδονίοις. | |
Hist.10.37.1 | Ἀσδρούβας μὲν οὖν ἐν τοιαύταις περιστάσεσι πολλὰς καὶ ποικίλας ἐποιεῖτο περὶ τῶν ἐπιφερομένων | |
Hist.10.37.2 | πραγμάτων ἐννοίας. ἐλύπει μὲν γὰρ αὐτὸν ἡ περὶ τὸν Ἀνδοβάλην ἀπόστασις, ἐλύπει δὲ καὶ τὰ κατὰ τὴν ἀντιπαραγωγὴν καὶ τὴν ἀλλοτριότητα τὴν ὑπάρ‐ χουσαν αὐτῷ πρὸς (τοὺς) ἄλλους στρατηγούς· ἠγω‐ | |
Hist.10.37.3 | νία δὲ καὶ τὴν Ποπλίου παρουσίαν. καὶ (τὸ λοιπὸν) | |
ἤδη προσδοκῶν αὐτὸν ἥξειν μετὰ τῶν δυνάμεων, θεωρῶν δ’ αὑτὸν μὲν ἐγκαταλειπόμενον ὑπὸ τῶν Ἰβήρων, τοῖς δὲ Ῥωμαίοις πάντας ὁμοθυμαδὸν προσ‐ | ||
5 | χωροῦντας, ἐπί τινας λογισμοὺς κατήντησε τοιού‐ | |
Hist.10.37.4 | τους. προέθετο γὰρ διότι δεῖ παρεσκευασμένον τὰ δυνατὰ συμβαλεῖν πρὸς μάχην τοῖς ὑπεναντίοις, κἂν μὲν ἡ τύχη δῷ τὸ νικᾶν, βουλεύσασθαι μετὰ | |
Hist.10.37.5 | ταῦτα περὶ τῶν ἑξῆς ἀσφαλῶς· ἂν δ’ ἀντιπίπτῃ (τὰ) κατὰ τὴν μάχην, ποιεῖσθαι τὴν ἀποχώρησιν μετὰ τῶν διασῳζομένων ἐξ αὐτῆς εἰς Γαλατίαν, κἀκεῖθεν παραλαβόντα τῶν βαρβάρων ὡς πλείστους | |
5 | βοηθεῖν εἰς τὴν Ἰταλίαν καὶ κοινωνεῖν Ἀννίβᾳ τἀδελφῷ τῶν αὐτῶν ἐλπίδων. | |
Hist.10.37.6 | Ἀσδρούβας (μὲν) δὴ ταῦτα διανοηθεὶς πρὸς τούτοις ἦν· Πόπλιος δὲ προσδεξάμενος Γάιον τὸν Λαίλιον καὶ διακούσας τῶν παραγγελλομένων ὑπὸ τῆς συγκλήτου, προῇγε τὰς δυνάμεις ἀναλαβὼν ἐκ | |
5 | τῆς παραχειμασίας, ἀπαντώντων αὐτῷ κατὰ τὴν δίο‐ δον τῶν Ἰβήρων, ἑτοίμως καὶ προθύμως συνεξορ‐ | |
Hist.10.37.7 | μώντων. οἱ δὲ περὶ τὸν Ἀνδοβάλην πάλαι μὲν διεπέμποντο πρὸς τὸν Πόπλιον, τότε δὲ πλησιάσαν‐ τος αὐτοῦ τοῖς τόποις ἧκον ὡς αὐτὸν ἐκ τῆς παρ‐ εμβολῆς ἅμα τοῖς φίλοις, καὶ συμμίξαντες ἀπελο‐ | |
5 | γίσαντο περὶ τῆς προγεγενημένης σφίσι φιλίας πρὸς Καρχηδονίους, ὁμοίως δὲ καὶ τὰς χρείας καὶ τὴν ὅλην πίστιν ἐνεφάνιζον, ἣν ἐτύγχανον ἐκείνοις παρ‐ | |
Hist.10.37.8 | εσχημένοι. μετὰ δὲ ταῦτα τὰς ἀδικίας ἐξηγοῦντο | |
Hist.10.37.9 | καὶ τὰς ὕβρεις τὰς ἐξ ἐκείνων ἀπηντημένας. διόπερ ἠξίουν τὸν Πόπλιον αὐτὸν κριτὴν γίνεσθαι τῶν λεγομένων, κἂν μὲν φανῶσιν ἀδίκως ἐγκαλοῦντες Καρχηδονίοις, σαφῶς γινώσκειν αὐτὸν ὡς οὐδὲ τὴν | |
Hist.10.37.10 | πρὸς Ῥωμαίους δύνανται τηρεῖν πίστιν· ἐὰν δὲ πολλὰς ἀδικίας ἀναλογιζόμενοι κατ’ ἀνάγκην ἀφ‐ ιστῶνται τῆς εὐνοίας τῆς ἐκείνων, καλὰς ἐλπίδας ἔχειν διότι νῦν ἑλόμενοι τὰ Ῥωμαίων βεβαίως τη‐ | |
5 | ρήσουσι τὴν πρὸς αὐτοὺς εὔνοιαν. | |
Hist.10.38.1 | Καὶ πλείω πρὸς τοῦτο τὸ μέρος αὐτῶν δια‐ λεχθέντων, ἐπεὶ κατέπαυσαν τὸν λόγον, μεταλαβὼν ὁ Πόπλιος καὶ τοῖς ὑπ’ ἐκείνων εἰρημένοις ἔφη πιστεύειν, μάλιστα δὲ γινώσκειν τὴν Καρχηδονίων | |
5 | ὕβριν ἔκ τε τῆς εἰς τοὺς ἄλλους Ἴβηρας καὶ μάλιστα τῆς εἰς τὰς ἐκείνων γυναῖκας καὶ θυγατέρας ἀσελ‐ | |
Hist.10.38.2 | γείας, ἃς αὐτὸς παρειληφὼς νῦν οὐχ ὁμήρων ἐχούσας διάθεσιν, ἀλλ’ αἰχμαλώτων καὶ δούλων, οὕτως τε‐ τηρηκέναι τὴν πίστιν ὡς οὐδ’ ἂν αὐτοὺς ἐκείνους | |
Hist.10.38.3 | τηρῆσαι πατέρας ὑπάρχοντας. τῶν δ’ ἀνθομολογη‐ σαμένων διότι παρακολουθοῦσι καὶ προσκυνησάν‐ των αὐτὸν καὶ προσφωνησάντων βασιλέα (πάντων), οἱ μὲν παρόντες ἐπεσημήναντο (τὸ) ῥηθέν, ὁ δὲ | |
5 | Πόπλιος ἐντραπεὶς θαρρεῖν αὐτοῖς παρῄνει· τεύ‐ ξεσθαι γὰρ ἔφη σφᾶς ἁπάντων τῶν φιλανθρώπων | |
Hist.10.38.4 | ὑπὸ Ῥωμαίων. καὶ παραυτίκα μὲν ἐκ χειρὸς τὰς θυγατέρας ἀπέδωκε, τῇ δ’ ἐπαύριον ἐποιεῖτο τὰς | |
Hist.10.38.5 | συνθήκας πρὸς αὐτούς. ἦν δὲ τὸ συνέχον τῶν ὁμο‐ λογηθέντων ἀκολουθεῖν τοῖς Ῥωμαίων ἄρχουσι καὶ | |
Hist.10.38.6 | πείθεσθαι τοῖς ὑπὸ τούτων παραγγελλομένοις. γενο‐ | |
μένων δὲ τούτων ἀναχωρήσαντες εἰς τὰς αὑτῶν παρεμβολὰς καὶ παραλαβόντες τὰς δυνάμεις, ἧκον πρὸς τὸν Πόπλιον, καὶ στρατοπεδεύσαντες ὁμοῦ | ||
5 | τοῖς Ῥωμαίοις προῆγον ἐπὶ τὸν Ἀσδρούβαν. | |
Hist.10.38.7 | Ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς ἐτύγχανε μὲν διατρίβων ἐν τοῖς περὶ Κασταλῶνα τόποις περὶ Βαίκυλα πόλιν οὐ μακρὰν τῶν ἀργυρείων μετάλλων· | |
Hist.10.38.8 | πυθόμενος δὲ τὴν παρουσίαν τῶν Ῥωμαίων μετε‐ στρατοπέδευσε, καὶ λαβὼν ἐκ μὲν τῶν ὄπισθεν πο‐ ταμὸν ἀσφαλῆ, παρὰ δὲ τὴν κατὰ πρόσωπον πλευρὰν τοῦ χάρακος ἐπίπεδον τόπον, ὀφρὺν προβεβλημένην | |
5 | ἔχοντα καὶ βάθος ἱκανὸν πρὸς ἀσφάλειαν καὶ μῆκος πρὸς ἔκταξιν, (ἔμενεν) ἐπὶ τῶν ὑποκειμένων, προτι‐ | |
Hist.10.38.9 | θέμενος ἐπὶ τὴν ὀφρὺν ἀεὶ τὰς ἐφεδρείας. ὁ δὲ Πόπλιος ἐγγίσας προθύμως μὲν εἶχε πρὸς τὸ δια‐ κινδυνεύειν, ἀπόρως δὲ διέκειτο, θεωρῶν τοὺς τό‐ πους εὐφυεῖς ὄντας πρὸς τὴν τῶν ἐναντίων ἀσφά‐ | |
Hist.10.38.10 | λειαν. οὐ μὴν ἀλλὰ προσανασχὼν δύ’ ἡμέρας καὶ διαγωνιάσας μὴ συνεπιγενομένων τῶν περὶ τὸν Μάγωνα καὶ τὸν τοῦ Γέσκωνος Ἀσδρούβαν παντα‐ χόθεν αὐτὸν οἱ πολέμιοι περιστῶσιν, ἔκρινε παρα‐ | |
5 | βάλλεσθαι καὶ καταπειράζειν τῶν ὑπεναντίων. | |
Hist.10.39.1 | Τὴν μὲν οὖν ἄλλην δύναμιν ἑτοιμάσας πρὸς μά‐ χην συνεῖχεν ἐν τῷ χάρακι, τοὺς δὲ γροσφομάχους καὶ τῶν πεζῶν τοὺς ἐπιλέκτους ἐξαφιεὶς ἐκέλευε προσ‐ βάλλειν πρὸς τὴν ὀφρὺν καὶ καταπειράζειν τῆς τῶν | |
Hist.10.39.2 | πολεμίων ἐφεδρείας. τῶν δὲ ποιούντων τὸ παραγ‐ | |
γελθὲν εὐψύχως, τὰς μὲν ἀρχὰς ὁ τῶν Καρχηδονίων στρατηγὸς ἐκαραδόκει τὸ συμβαῖνον· θεωρῶν δὲ διὰ τὴν τόλμαν τῶν Ῥωμαίων τοὺς παρ’ αὑτῶν πιεζομέ‐ | ||
5 | νους καὶ κακῶς πάσχοντας, ἐξῆγε τὴν δύναμιν καὶ παρενέβαλε παρὰ τὴν ὀφρύν, πιστεύων τοῖς τόποις. | |
Hist.10.39.3 | κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Πόπλιος τοὺς μὲν εὐζώνους ἅπαντας ἐπαφῆκε, συντάξας βοηθεῖν τοῖς προκινδυνεύουσι, τοὺς δὲ λοιποὺς ἑτοίμους ἔχων, τοὺς μὲν ἡμίσεις αὐτὸς ἔχων, περιελθὼν τὴν ὀφρὺν | |
5 | κατὰ τὸ λαιὸν τῶν ὑπεναντίων, προσέβαλλε τοῖς | |
Hist.10.39.4 | Καρχηδονίοις, τοὺς δ’ ἡμίσεις Λαιλίῳ δοὺς ὁμοίως παρήγγειλε τὴν ἔφοδον ἐπὶ τὰ δεξιὰ μέρη τῶν πολε‐ | |
Hist.10.39.5 | μίων. οὗ συμβαίνοντος ὁ μὲν Ἀσδρούβας ἀκμὴν ἐκ τῆς στρατοπεδείας ἐξῆγε τὴν δύναμιν· τὸν γὰρ πρὸ τούτου χρόνον ἐπέμενε πιστεύων τοῖς τόποις καὶ πεπεισμένος μηδέποτε τολμήσειν τοὺς πολεμίους ἐγ‐ | |
5 | χειρεῖν αὐτοῖς· διὸ παρὰ τὴν προσδοκίαν γεγενημέ‐ | |
Hist.10.39.6 | νης τῆς ἐπιθέσεως καθυστέρει τῆς ἐκτάξεως. οἱ δὲ Ῥωμαῖοι κατὰ κέρας ποιούμενοι τὸν κίνδυνον, οὐδέπω τῶν πολεμίων κατειληφότων τοὺς ἐπὶ τῶν κεράτων τόπους, οὐ μόνον ἐπέβησαν ἀσφαλῶς ἐπὶ τὴν ὀφρύν, | |
5 | ἀλλὰ καὶ προσάγοντες ἔτι παρεμβαλλόντων καὶ κινου‐ μένων τῶν ὑπεναντίων τοὺς μὲν αὐτῶν προσπί‐ πτοντας ἐκ πλαγίων ἐφόνευον, τοὺς δὲ παρεμβάλλον‐ | |
Hist.10.39.7 | τας ἐξ ἐπιστροφῆς φεύγειν ἠνάγκαζον. Ἀσδρούβας δὲ κατὰ τοὺς ἐξ ἀρχῆς διαλογισμούς, θεωρῶν κλι‐ νούσας καὶ διατετραμμένας τὰς αὑτοῦ δυνάμεις, τὸ μὲν ψυχομαχεῖν μέχρι τῆς ἐσχάτης ἐλπίδος ἀπεδο‐ | |
Hist.10.39.8 | κίμαζε, λαβὼν δὲ τά τε χρήματα καὶ τὰ θηρία, καὶ | |
τῶν φευγόντων ὅσους ἠδύνατο πλείστους ἐπισπασά‐ μενος, ἐποιεῖτο τὴν ἀναχώρησιν παρὰ τὸν Τάγον ποταμὸν ὡς ἐπὶ τὰς Πυρήνης ὑπερβολὰς καὶ τοὺς | ||
Hist.10.39.9 | ταύτῃ κατοικοῦντας Γαλάτας. Πόπλιος δὲ τὸ μὲν ἐκ ποδὸς ἕπεσθαι τοῖς περὶ τὸν Ἀσδρούβαν οὐχ ἡγεῖτο συμφέρειν τῷ δεδιέναι τῶν ἄλλων στρατη‐ γῶν (τὴν) ἔφοδον, τὸν δὲ χάρακα τῶν ὑπεναντίων | |
5 | ἐφῆκε τοῖς αὑτοῦ στρατιώταις διαρπάζειν. | |
Hist.10.40.1 | Εἰς δὲ τὴν ἐπαύριον συναθροίσας τὸ τῶν αἰχμα‐ λώτων πλῆθος, ὧν ἦσαν πεζοὶ μὲν εἰς μυρίους, ἱπ‐ πεῖς δὲ πλείους δισχιλίων, ἐγίνετο περὶ τὴν τού‐ | |
Hist.10.40.2 | των οἰκονομίαν. τῶν δ’ Ἰβήρων ὅσοι κατὰ τοὺς προειρημένους τόπους Καρχηδονίοις τότε συνεμά‐ χουν, ἧκον ἐγχειρίζοντες σφᾶς αὐτοὺς εἰς τὴν Ῥω‐ μαίων πίστιν, κατὰ δὲ τὰς ἐντεύξεις βασιλέα προσ‐ | |
Hist.10.40.3 | εφώνουν τὸν Πόπλιον. πρῶτον μὲν οὖν ἐποίησε τοῦτο καὶ προσεκύνησε πρῶτος Ἐδεκών, μετὰ δὲ τοῦτον οἱ περὶ τὸν Ἀνδοβάλην. τότε μὲν οὖν ἀνε‐ | |
Hist.10.40.4 | πιστάτως αὐτὸν παρέδραμε τὸ ῥηθέν· μετὰ δὲ τὴν μάχην ἁπάντων βασιλέα προσφωνούντων, εἰς ἐπίστα‐ | |
Hist.10.40.5 | σιν ἤγαγε τὸν Πόπλιον τὸ γινόμενον. διὸ καὶ συναθροίσας τοὺς Ἴβηρας βασιλικὸς μὲν ἔφη βού‐ λεσθαι καὶ λέγεσθαι παρὰ πᾶσι καὶ ταῖς ἀληθείαις ὑπάρχειν, βασιλεύς γε μὴν οὔτ’ (εἶναι) θέλειν οὔτε | |
5 | λέγεσθαι παρ’ οὐδενί. ταῦτα δ’ εἰπὼν παρήγγειλε | |
Hist.10.40.6 | στρατηγὸν αὑτὸν προσφωνεῖν. ἴσως μὲν οὖν καὶ | |
τότε δικαίως ἄν τις ἐπεσημήνατο τὴν μεγαλοψυχίαν τἀνδρός, ᾗ κομιδῇ νέος ὢν καὶ τῆς τύχης αὐτῷ συνεκδραμούσης ἐπὶ τοσοῦτον ὥστε πάντας τοὺς | ||
5 | ὑποταττομένους ἐξ αὑτῶν ἐπί τε ταύτην κατενε‐ χθῆναι τὴν διάληψιν καὶ τὴν ὀνομασίαν, ὅμως ἐν ἑαυτῷ διέμεινε καὶ παρῃτεῖτο τὴν τοιαύτην ὁρμὴν | |
Hist.10.40.7 | καὶ φαντασίαν. πολὺ δὲ μᾶλλον ἄν τις θαυμάσειε τὴν ὑπερβολὴν τῆς περὶ τὸν ἄνδρα μεγαλοψυχίας, βλέψας εἰς τοὺς ἐσχάτους τοῦ βίου καιρούς, ἡνίκα πρὸς τοῖς κατὰ τὴν Ἰβηρίαν ἔργοις κατεστρέψατο | |
5 | μὲν Καρχηδονίους, καὶ τὰ πλεῖστα καὶ κάλλιστα μέρη τῆς Λιβύης ἀπὸ τῶν Φιλαίνου βωμῶν ἕως Ἡρακλείων στηλῶν ὑπὸ τὴν τῆς πατρίδος ἐξουσίαν ἤγαγε, κατεστρέψατο δὲ τὴν Ἀσίαν καὶ τοὺς τῆς Συρίας βασιλεῖς, καὶ τὸ κάλλιστον καὶ μέγιστον | |
10 | μέρος τῆς οἰκουμένης ὑπήκοον ἐποίησε Ῥωμαίοις, ἔλαβε δὲ καιροὺς εἰς τὸ περιποιήσασθαι δυναστείαν βασιλικὴν ἐν οἷς ἐπιβάλοιτο καὶ βουληθείη τόποις | |
Hist.10.40.8 | τῆς οἰκουμένης. ταῦτα γὰρ οὐ μόνον ἀνθρωπίνην φύσιν, ἀλλὰ καὶ θειοτέραν, εἰ θέμις εἰπεῖν, ὑπερ‐ | |
Hist.10.40.9 | φρονεῖν ἂν ἐποίησεν. Πόπλιος (δὲ) τοσοῦτον ὑπερ‐ έθετο μεγαλοψυχίᾳ τοὺς ἄλλους ἀνθρώπους ὡς οὗ μεῖζον ἀγαθὸν εὔξασθαί τις τοῖς θεοῖς (οὐ) τολ‐ μήσειε, λέγω δὲ βασιλείας, τοῦτ’ ἐκεῖνος πολλάκις | |
5 | ὑπὸ τῆς τύχης αὐτῷ δεδομένον ἀπηξίωσε, καὶ περὶ πλείονος ἐποιήσατο τὴν πατρίδα καὶ τὴν ταύτης πίστιν τῆς περιβλέπτου καὶ μακαριστῆς (βασιλείας). | |
Hist.10.40.10 | πλὴν τότε γε διαλέξας ἐκ τῶν αἰχμαλώτων τοὺς Ἴβηρας, τούτους μὲν ἀπέλυσε χωρὶς λύτρων πάντας εἰς τὰς ἑαυτῶν πατρίδας, τῶν δ’ ἵππων τριακοσίους κελεύσας ἐκλέξαι τοῖς περὶ τὸν Ἀνδοβάλην τοὺς λοι‐ | |
Hist.10.40.11 | ποὺς διέδωκε τοῖς ἀνίπποις. καὶ τὸ λοιπὸν ἤδη μεταλαβὼν τὴν τῶν Καρχηδονίων στρατοπεδείαν διὰ τὴν τῶν τόπων εὐφυΐαν, αὐτὸς μὲν ἔμενε καρα‐ δοκῶν τοὺς καταλειπομένους τῶν Καρχηδονίων στρα‐ | |
5 | τηγούς, ἐπὶ δὲ τὰς ὑπερβολὰς τῶν Πυρηναίων ὀρέων | |
Hist.10.40.12 | ἐξαπέστειλε τοὺς τηρήσοντας τὸν Ἀσδρούβαν. μετὰ δὲ ταῦτα, τῆς ὥρας ἤδη συναπτούσης, ἀνεχώρησε μετὰ τῆς δυνάμεως εἰς Ταρράκων’, ἐν τούτοις τοῖς τόποις ποιεῖσθαι τὴν παραχειμασίαν. | |
Hist.10.41t | VII. RES GRAECIAE. | |
Hist.10.41.1 | Οἱ μὲν Αἰτωλοί, προσφάτως ἐπηρμένοι ταῖς ἐλ‐ πίσιν ἐπὶ τῇ Ῥωμαίων καὶ τῇ τοῦ βασιλέως Ἀττάλου παρουσίᾳ, πάντας ἐξέπληττον καὶ πᾶσιν ἐπέκειντο κατὰ γῆν, οἱ δὲ περὶ τὸν Ἄτταλον καὶ Πόπλιον κατὰ | |
Hist.10.41.2 | θάλατταν. διόπερ ἧκον Ἀχαιοὶ μὲν παρακαλοῦντες τὸν Φίλιππον βοηθεῖν· οὐ γὰρ μόνον τοὺς Αἰτωλοὺς ἠγωνίων, ἀλλὰ καὶ τὸν Μαχανίδαν διὰ τὸ προκαθῆ‐ σθαι μετὰ τῆς δυνάμεως ἐπὶ τοῖς τῶν Ἀργείων ὅροις. | |
Hist.10.41.3 | Βοιωτοὶ (δὲ) δεδιότες τὸν στόλον τῶν ὑπεναντίων, ἡγεμόνα καὶ βοήθειαν ᾔτουν. φιλοπονώτατά γε μὴν | |
οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἠξίουν (ἔχειν) τινὰ πρόνοιαν τῶν πολεμίων. παραπλήσια δ’ Ἀκαρνᾶνες | ||
Hist.10.41.4 | παρεκάλουν. ἦν δὲ καὶ παρ’ Ἠπειρωτῶν πρεσβεία. προσήγγελτο δὲ καὶ Σκερδιλαΐδαν καὶ Πλευρᾶτον ἐξάγειν τὰς δυνάμεις· ἔτι δὲ τοὺς προσοροῦντας τῇ Μακεδονίᾳ Θρᾷκας, καὶ μάλιστα τοὺς Μαιδούς, ἐπι‐ | |
5 | βολὰς ἔχειν ὡς ἐμβαλοῦντας ἐπὶ Μακεδονίαν, ἐὰν βραχύ τι μόνον ὁ βασιλεὺς τῆς οἰκείας ἀποσπασθῇ. | |
Hist.10.41.5 | προκατελάμβανον δὲ καὶ τὰ περὶ Θερμοπύλας στενὰ τάφροις καὶ χάρακι καὶ φυλακαῖς βαρείαις Αἰτωλοί, πεπεισμένοι συγκλείειν τὸν Φίλιππον καὶ καθόλου κωλύειν παραβοηθεῖν τοῖς ἐντὸς Πυλῶν συμμάχοις. | |
Hist.10.41.6 | δοκεῖ δέ μοι τὰς τοιαύτας περιστάσεις εὐλόγως ἄν τις ἐπισημήνασθαι καὶ συνεφιστάνειν τοὺς ἀναγι‐ νώσκοντας, ἐν αἷς πεῖρα καὶ βάσανος ἀληθινὴ γίνε‐ ται κατὰ τάς (τε ψυχικὰς ὁρμὰς καὶ τὰς) σωματικὰς | |
Hist.10.41.7 | δυνάμεις τῶν ἡγεμόνων. καθάπερ (γὰρ) ἐν ταῖς κυνηγεσίαις τὰ ζῷα τότε διάδηλα γίνεται κατὰ τὴν ἀλκὴν καὶ τὴν δύναμιν, ὅταν τὸ δεινὸν αὐτὰ περι‐ στῇ πανταχόθεν, τὸν αὐτὸν τρόπον συμβαίνει καὶ | |
5 | ἐπὶ τῶν ἡγουμένων. ὃ δὴ τότε μάλιστα συνιδεῖν | |
Hist.10.41.8 | ἦν γινόμενον ὑπὸ τοῦ Φιλίππου· τὰς μὲν γὰρ | |
πρεσβείας ἀπέλυσε πάσας, ἑκάστοις τὰ δυνατὰ ποιή‐ σειν ἐπαγγειλάμενος, τῷ (δὲ) πολέμῳ πανταχόθεν ἐπεῖχε, καραδοκῶν πῇ καὶ πρὸς τίνα πρῶτον δεήσει | ||
Hist.10.42.1 | ποιεῖσθαι τὴν ὁρμήν. προσπεσόντος δ’ αὐτῷ κατὰ τὸν καιρὸν τοῦτον τοὺς περὶ τὸν Ἄτταλον διάραντας καὶ προσορμήσαντας τῇ Πεπαρήθῳ κατεσχηκέναι τὴν χώραν, τούτοις μὲν ἐξαπέστειλε τοὺς παραφυλάξον‐ | |
Hist.10.42.2 | τας τὴν πόλιν, εἰς δὲ Φωκέας καὶ τοὺς κατὰ τὴν Βοιωτίαν τόπους Πολυφάνταν ἐξέπεμψε μετὰ συμ‐ μέτρου δυνάμεως, εἰς δὲ Χαλκίδα καὶ τὴν ἄλλην Εὔβοιαν Μένιππον, ἔχοντα πελταστὰς χιλίους, Ἀγριᾶ‐ | |
Hist.10.42.3 | νας πεντακοσίους. αὐτὸς δὲ προῆγε ποιούμενος τὴν πορείαν εἰς Σκοτοῦσαν, παραπλησίως δὲ καὶ τοῖς Μακεδόσιν εἰς ταύτην τὴν πόλιν παρήγγειλεν ἀπαν‐ | |
Hist.10.42.4 | τᾶν. πυθόμενος δὲ τοὺς περὶ τὸν Ἄτταλον εἰς Νί‐ καιαν καταπεπλευκέναι, τῶν δ’ Αἰτωλῶν τοὺς ἄρ‐ χοντας εἰς Ἡράκλειαν ἁθροίζεσθαι χάριν τοῦ κοινο‐ λογηθῆναι πρὸς ἀλλήλους ὑπὲρ τῶν ἐνεστώτων, | |
5 | ἀναλαβὼν τὴν δύναμιν ἐκ τῆς Σκοτούσης ὥρμησε σπεύδων καταταχῆσαι καὶ πτοήσας διασῦραι τὴν | |
Hist.10.42.5 | σύνοδον αὐτῶν. τοῦ μὲν οὖν συλλόγου καθυστέρει, τὸν δὲ σῖτον φθείρας καὶ παρελόμενος τῶν περὶ τὸν | |
Hist.10.42.6 | Αἰνιᾶνα κόλπον κατοικούντων ἐπανῆλθε. καὶ τὴν μὲν δύναμιν ἐν τῇ Σκοτούσῃ πάλιν ἀπέλειπε, μετὰ δὲ τῶν εὐζώνων καὶ τῆς βασιλικῆς ἴλης εἰς Δημη‐ | |
τριάδα καταλύσας ἔμενε, καραδοκῶν (τὰς) τῶν ἐναν‐ | ||
Hist.10.42.7 | τίων ἐπιβολάς. ἵνα δὲ μηδὲν αὐτὸν λανθάνῃ τῶν πραττομένων, διεπέμψατο πρὸς Πεπαρηθίους καὶ πρὸς τοὺς ἐπὶ τῆς Φωκίδος, ὁμοίως δὲ καὶ πρὸς τοὺς ἐπὶ τῆς Εὐβοίας, καὶ παρήγγειλε διασαφεῖν αὑτῷ | |
5 | πάντα τὰ γινόμενα διὰ τῶν πυρσῶν ἐπὶ τὸ Τίσαιον. | |
Hist.10.42.8 | τοῦτο δ’ ἐστὶ τῆς Θετταλίας ὄρος, εὐφυῶς κείμενον πρὸς τὰς τῶν προειρημένων τόπων περιφάσεις. | |
Hist.10.43.1 | Τοῦ δὲ κατὰ τὰς πυρσείας γένους, μεγίστας δὴ παρεχομένου χρείας ἐν τοῖς πολεμικοῖς, ἀνεργάστου πρότερον ὑπάρχοντος, χρήσιμον εἶναί μοι δοκεῖ τὸ μὴ παραδραμεῖν, ἀλλὰ ποιήσασθαι περὶ αὐτοῦ τὴν | |
Hist.10.43.2 | ἁρμόζουσαν μνήμην. ὅτι μὲν οὖν ὁ καιρὸς ἐν πᾶσι μεγάλην ἔχει μερίδα πρὸς τὰς ἐπιβολάς, μεγίστην δ’ ἐν τοῖς πολεμικοῖς, παντὶ δῆλον· τῶν δὲ πρὸς τοῦτο συναγωνισμάτων πλείστην ἔχουσι δύναμιν οἱ πυρσοί. | |
Hist.10.43.3 | ἄρτι (γὰρ) τὰ μὲν γέγονε, τινὰ δ’ ἀκμὴν ἐνεργεῖται καὶ δυνατόν ἐστι γινώσκειν, ᾧ μέλει, ποτὲ μὲν ἡμερῶν τριῶν ἢ τεττάρων ὁδὸν ἀπέχοντι, ποτὲ δὲ | |
Hist.10.43.4 | καὶ πλειόνων. ὥστ’ ἀεὶ τοῖς δεομένοις πράγμασιν ἐπικουρίας παράδοξον γίνεσθαι τὴν βοήθειαν διὰ | |
Hist.10.43.5 | τῆς τῶν πυρσῶν ἀπαγγελίας. τὸν μὲν (οὖν) πρὸ τούτου χρόνον ἁπλῆς γινομένης τῆς πυρσείας κατὰ τὸ πλεῖστον αὐτὴν ἀνωφελῆ συνέβαινε γίνεσθαι τοῖς | |
Hist.10.43.6 | χρωμένοις. διὰ γὰρ συνθημάτων ὡρισμένων ἔδει τὴν χρείαν συντελεῖν· τῶν δὲ πραγμάτων ἀορίστων ὑπαρχόντων τὰ πλεῖστα διέφυγε τὴν τῶν πυρσῶν | |
Hist.10.43.7 | χρείαν, οἷον ἐπ’ αὐτῶν τῶν νῦν εἰρημένων. ὅτι μὲν οὖν εἰς Ὠρεὸν καὶ Πεπάρηθον ἢ Χαλκίδα πάρεστι στόλος, δυνατὸν ἦν διασαφεῖν τοῖς περὶ τούτου | |
Hist.10.43.8 | συνθεμένοις· ὅτι δὲ μεταβάλλονταί τινες τῶν πολι‐ τῶν ἢ προδιδόασιν, ἢ φόνος ἐν τῇ πόλει γέγονεν, ἤ τι τῶν τοιούτων, ἃ δὴ συμβαίνει μὲν πολλάκις, | |
Hist.10.43.9 | πρόληψιν δ’ ἔχειν πάντων ἀδύνατον—μάλιστα δὲ τὰ παραδόξως γινόμενα τῆς ἐκ τοῦ καιροῦ συμβου‐ λίας καὶ ἐπικουρίας προσδεῖται—τὰ τοιαῦτα πάντα | |
Hist.10.43.10 | διέφυγε τὴν τῶν πυρσῶν χρείαν. περὶ ὧν γὰρ οὐκ ἐνεδέχετο προνοηθῆναι, περὶ τούτων οὐδὲ σύνθημα ποιήσασθαι δυνατόν. | |
Hist.10.44.1 | Αἰνείας δὲ βουληθεὶς διορθώσασθαι τὴν τοιαύ‐ την ἀπορίαν, ὁ τὰ περὶ τῶν Στρατηγικῶν ὑπομνή‐ ματα συντεταγμένος, βραχὺ μέν τι προεβίβασε, τοῦ γε μὴν δέοντος ἀκμὴν πάμπολυ τὸ κατὰ τὴν ἐπίνοιαν | |
Hist.10.44.2 | ἀπελείφθη. γνοίη δ’ ἄν τις ἐκ τούτων. φησὶ γὰρ δεῖν τοὺς μέλλοντας ἀλλήλοις διὰ τῶν πυρσῶν δη‐ | |
λοῦν τὸ κατεπεῖγον ἀγγεῖα κατασκευάσαι κεραμεᾶ, κατά τε τὸ πλάτος καὶ κατὰ τὸ βάθος ἰσομεγέθη | ||
5 | πρὸς ἀκρίβειαν· εἶναι δὲ μάλιστα τὸ μὲν βάθος | |
Hist.10.44.3 | τριῶν πηχῶν, τὸ δὲ πλάτος πήχεος. εἶτα παρασκευ‐ άσαι φελλοὺς βραχὺ κατὰ πλάτος ἐνδεεῖς τῶν στο‐ μάτων, ἐν δὲ τούτοις μέσοις ἐμπεπηγέναι (βακτη‐ ρίας διῃρημένας εἰς) ἴσα μέρη τριδάκτυλα, καθ’ | |
Hist.10.44.4 | ἕκαστον δὲ μέρος εἶναι περιγραφὴν εὔσημον. ἐν ἑκάστῳ δὲ μέρει γεγράφθαι τὰ προφανέστατα καὶ καθολικώτατα τῶν ἐν τοῖς πολεμικοῖς συμβαινόν‐ | |
Hist.10.44.5 | των, οἷον εὐθέως ἐν τῷ πρώτῳ, διότι “πάρεισιν ἱππεῖς εἰς τὴν χώραν,” ἐν δὲ τῷ δευτέρῳ διότι “πεζοὶ βαρεῖς,” ἐν δὲ τῷ τρίτῳ “ψιλοί,” τούτων δ’ | |
Hist.10.44.6 | ἑξῆς “πεζοὶ μεθ’ ἱππέων,” εἶτα “πλοῖα,” μετὰ δὲ ταῦτα “σῖτος,” (καὶ) κατὰ τὸ συνεχὲς οὕτω, μέχρις ἂν ἐν πάσαις γραφῇ ταῖς χώραις τὰ μάλιστ’ ἂν ἐκ τῶν εὐλόγων προνοίας τυγχάνοντα καὶ συμβαίνοντα | |
5 | κατὰ τοὺς ἐνεστῶτας καιροὺς ἐκ τῶν πολεμικῶν. | |
Hist.10.44.7 | τούτων δὲ γενομένων ἀμφότερα κελεύει τρῆσαι τὰ ἀγγεῖα πρὸς ἀκρίβειαν, ὥστε τοὺς αὐλίσκους ἴσους εἶναι καὶ κατ’ ἴσον ἀπορρεῖν· εἶτα πληρώσαντας ὕδατος ἐπιθεῖναι τοὺς φελλοὺς ἔχοντας (τὰς) βακτη‐ | |
5 | ρίας, κἄπειτα τοὺς αὐλίσκους ἀφεῖναι ῥεῖν ἅμα. | |
Hist.10.44.8 | τούτου δὲ συμβαίνοντος δῆλον ὡς ἀνάγκη πάντων ἴσων καὶ ὁμοίων ὄντων, καθ’ ὅσον ἂν ἀπορρέῃ τὸ ὑγρόν, κατὰ τοσοῦτον τοὺς φελλοὺς καταβαίνειν καὶ τὰς βακτηρίας κρύπτεσθαι κατὰ τῶν ἀγγείων. | |
Hist.10.44.9 | ὅταν δὲ τὰ προειρημένα γένηται κατὰ τὸν χειρισμὸν ἰσοταχῆ καὶ σύμφωνα, τότε κομίσαντας ἐπὶ τοὺς τόπους, ἐν οἷς ἑκάτεροι μέλλουσι συντηρεῖν τὰς | |
Hist.10.44.10 | πυρσείας, ἑκάτερον θεῖναι τῶν ἀγγείων. εἶτ’ ἐπὰν ἐμπέσῃ τι τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων, πυρ‐ σὸν ἆραι κελεύει, καὶ μένειν, ἕως ἂν ἀνταίρωσιν οἱ συντεταγμένοι· γενομένων δὲ φανερῶν ἀμφοτέ‐ | |
5 | ρων ἅμα τῶν πυρσῶν καθελεῖν. εἶτ’ εὐθέως ἀφεῖ‐ | |
Hist.10.44.11 | ναι τοὺς αὐλίσκους ῥεῖν. ὅταν δὲ καταβαίνοντος τοῦ φελλοῦ καὶ τῆς βακτηρίας ἔλθῃ τῶν γεγραμ‐ μένων ὃ βούλει δηλοῦν κατὰ τὸ χεῖλος τοῦ τεύχους, | |
Hist.10.44.12 | ἆραι κελεύει τὸν πυρσόν· τοὺς δ’ ἑτέρους ἐπιλαβεῖν εὐθέως τὸν αὐλίσκον, καὶ σκοπεῖν τί κατὰ τὸ χεῖ‐ | |
Hist.10.44.13 | λός ἐστι τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων· ἔσται δὲ τοῦτο τὸ δηλούμενον πάντων ἰσοταχῶς παρ’ ἀμφοτέροις κινουμένων. | |
Hist.10.45.1 | Ταῦτα δὲ βραχὺ μέν τι τῆς διὰ τῶν συνθημάτων | |
Hist.10.45.2 | πυρσείας ἐξήλλαχεν, ἀκμὴν δ’ ἐστὶν ἀόριστα. δῆλον γὰρ [ἔσται] ὡς οὔτε προϊδέσθαι τὰ μέλλοντα πάντα δυνατὸν οὔτε προϊδόμενον εἰς τὴν βακτηρίαν γρά‐ ψαι· λοιπὸν ὁπόταν ἐκ τῶν καιρῶν ἀνυπονόητά | |
5 | τινα συμβαίνῃ, φανερὸν ὡς οὐ δύναται δηλοῦσθαι | |
Hist.10.45.3 | κατὰ ταύτην τὴν ἐπίνοιαν. καὶ μὴν οὐδ’ αὐτῶν τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων οὐδέν ἐστιν ὡρισμένον. πόσοι γὰρ ἥκουσιν ἱππεῖς ἢ πόσοι πεζοὶ καὶ ποῦ τῆς χώρας καὶ πόσαι νῆες καὶ πόσος σῖτος, οὐχ οἷόν τε | |
Hist.10.45.4 | διασαφῆσαι· περὶ γὰρ ὧν ἀδύνατον γνῶναι πρὶν ἢ γενέσθαι, περὶ τούτων οὐδὲ συνθέσθαι πρὸ τοῦ | |
Hist.10.45.5 | δυνατόν. τὸ δὲ συνέχον ἐστὶ τοῦτο· πῶς γὰρ ἄν τις βουλεύσαιτο περὶ τοῦ βοηθεῖν μὴ γινώσκων πόσοι πάρεισι τῶν πολεμίων ἢ ποῦ; πῶς δὲ θαρρήσαι πάλιν ἢ τοὐναντίον ἢ καθόλου διανοηθείη τι μὴ | |
5 | συνεὶς πόσαι νῆες ἢ πόσος σῖτος ἥκει παρὰ τῶν συμμάχων; | |
Hist.10.45.6 | Ὁ δὲ τελευταῖος (τρόπος), ἐπινοηθεὶς διὰ Κλεο‐ ξένου καὶ Δημοκλείτου, τυχὼν δὲ τῆς ἐξεργασίας δι’ ἡμῶν, (πάντη πάντως) μέν ἐστιν ὡρισμένος καὶ πᾶν τὸ κατεπεῖγον δυνάμενος ἀκριβῶς διασαφεῖν, | |
5 | κατὰ δὲ τὸν χειρισμὸν ἐπιμελείας δεῖ καὶ παρατη‐ | |
Hist.10.45.7 | ρήσεως ἀκριβεστέρας. ἔστι δὲ τοιοῦτος. τὸ τῶν στοιχείων πλῆθος ἑξῆς δεῖ λαμβάνοντας διελεῖν εἰς πέντε μέρη κατὰ πέντε γράμματα. λείψει δὲ τὸ τε‐ λευταῖον ἑνὶ στοιχείῳ· τοῦτο δ’ οὐ βλάπτει πρὸς | |
Hist.10.45.8 | τὴν χρείαν. μετὰ δὲ ταῦτα πλατεῖα παρεσκευάσθαι πέντε τοὺς μέλλοντας ἀποδιδόναι τὴν πυρσείαν ἀλλήλοις ἑκατέρους καὶ γράψαι τῶν μερῶν ἑξῆς εἰς | |
Hist.10.45.9 | ἕκαστον πλατεῖον, κἄπειτα συνθέσθαι πρὸς αὑτοὺς διότι τοὺς μὲν πρώτους ἀρεῖ πυρσοὺς ὁ μέλλων | |
σημαίνειν ἅμα καὶ δύο καὶ μενεῖ μέχρις ἂν ὁ ἕτερος | ||
Hist.10.45.10 | ἀνταίρῃ. τοῦτο δ’ ἔσται χάριν τοῦ διὰ ταύτης τῆς πυρσείας ἑαυτοῖς ἀνθομολογήσασθαι διότι προσέ‐ | |
Hist.10.45.11 | χουσι. καθαιρεθέντων δὲ τούτων λοιπὸν (ὁ) σημαί‐ νων ἀρεῖ μὲν τοὺς πρώτους ἐκ τῶν εὐωνύμων, δια‐ σαφῶν τὸ πλατεῖον ποῖον δεήσει σκοπεῖν, οἷον ἐὰν μὲν τὸ πρῶτον, ἕν’, ἂν δὲ τὸ δεύτερον, δύο, καὶ | |
Hist.10.45.12 | κατὰ λόγον οὕτω· τοὺς δὲ δευτέρους ἐκ τῶν δεξιῶν κατὰ τὸν αὐτὸν λόγον, ποῖον δεήσει γράμμα τῶν ἐκ τοῦ πλατείου γράφειν αὖ τὸν ἀποδεχόμενον τὴν πυρσείαν. | |
Hist.10.46.1 | Ὅταν δὲ ταῦτα συνθέμενοι χωρισθῶσιν, ἑκάτερον ἐπὶ τοῦ τόπου δεήσει πρῶτον μὲν διόπτραν ἔχειν δύ’ αὐλίσκους ἔχουσαν, ὥστε τοῦ μέλλοντος ἀντιπυρ‐ σεύειν τῷ μὲν τὸν δεξιὸν τόπον, τῷ δὲ τὸν εὐώνυ‐ | |
Hist.10.46.2 | μον δύνασθαι θεωρεῖν. παρὰ δὲ τὴν διόπτραν ἑξῆς | |
Hist.10.46.3 | ὀρθὰ δεῖ τὰ πλατεῖα πεπηγέναι, παραπεφράχθαι δὲ καὶ τὸν δεξιὸν καὶ τὸν εὐώνυμον τόπον ἐπὶ δέκα πόδας, τὸ δὲ βάθος ὡς ἀνδρόμηκες, (εἰς) τὸ τοὺς πυρσοὺς αἰρομένους μὲν παρὰ ταῦτα τὴν φάσιν | |
Hist.10.46.4 | ἀκριβῆ ποιεῖν, καθαιρουμένους δὲ τὴν κρύψιν. τού‐ των δ’ ἑτοιμασθέντων παρ’ ἀμφοτέροις, ὅταν βούλῃ δηλῶσαι λόγου χάριν διότι “τῶν στρατιωτῶν τινες εἰς ἑκατὸν ἀποκεχωρήκασι πρὸς τοὺς ὑπεναντίους,” | |
5 | πρῶτον δεῖ διαλέξαι τῶν λέξεων, ὅσαι δι’ ἐλαχίστων | |
Hist.10.46.5 | γραμμάτων δύνανται ταὐτὸ δηλοῦν, οἷον ἀντὶ τοῦ | |
προειρημένου “Κρῆτες ἑκατὸν ἀφ’ ἡμῶν ηὐτομόλη‐ σαν.” νῦν γὰρ τὰ μὲν γράμματ’ ἐστὶν ἐλάττω τῶν | ||
Hist.10.46.6 | ἡμίσεων, διασαφεῖται δὲ ταὐτόν. τούτου δὲ γραφέν‐ τος εἰς πινάκιον, οὕτω δηλωθήσεται τοῖς πυρσοῖς. | |
Hist.10.46.7 | πρῶτον δ’ ἐστὶ γράμμα τὸ κάππα· τοῦτο δ’ ἐστὶν ἐν τῇ δευτέρᾳ μερίδι καὶ τῷ δευτέρῳ πλατείῳ. δεή‐ σει δὲ καὶ πυρσοὺς ἐκ τῶν εὐωνύμων δύ’ αἴρειν, ὥστε τὸν ἀποδεχόμενον γινώσκειν ὅτι δεῖ τὸ δεύ‐ | |
Hist.10.46.8 | τερον πλατεῖον ἐπισκοπεῖν. εἶτ’ ἐκ τῶν δεξιῶν ἀρεῖ πέντε, διασαφῶν ὅτι κάππα· τοῦτο γὰρ πέμ‐ πτον ἐστὶ τῆς δευτέρας μερίδος, ὃ δεήσει γράφειν εἰς τὸ πινάκιον τὸν ἀποδεχόμενον τοὺς πυρσούς. | |
Hist.10.46.9 | (εἶτα τέτταρας ἐκ τῶν εὐωνύμων, ἐπεὶ) τὸ ῥῶ τῆς τετάρτης ἐστὶ μερίδος. εἶτα δύο πάλιν ἐκ τῶν δε‐ ξιῶν· δεύτερον (γάρ) ἐστι τῆς τετάρτης. ἐξ οὗ τὸ ῥῶ γράφει [ὁ δεχόμενος τοὺς πυρσούς]· καὶ τὰ λοιπὰ | |
Hist.10.46.10 | τὸν αὐτὸν τρόπον. προδηλοῦται μὲν οὖν πᾶν τὸ προσπῖπτον ὡρισμένως κατὰ ταύτην τὴν ἐπίνοιαν, | |
Hist.10.47.1 | πολλοὶ δὲ γίνονθ’ οἱ πυρσοὶ διὰ τὸ δεῖν ὑπὲρ ἑκά‐ | |
Hist.10.47.2 | στου γράμματος διττὰς ποιεῖσθαι τὰς πυρσείας. οὐ μὴν ἀλλ’ ἐάν τις εὐτρεπῆ ποιήσῃ τὰ πρὸς τὸ πρᾶγμα, | |
Hist.10.47.3 | δύναται γίνεσθαι τὸ δέον. καθ’ ἑκατέραν δὲ τὴν ἐπίνοιαν προμελετᾶν δεῖ τοὺς χειρίζοντας, ἵνα τῆς χρείας γινομένης ἀδιαπτώτως δύνωνται διασαφεῖν | |
Hist.10.47.4 | ἀλλήλοις. πηλίκην δὲ συμβαίνει φαίνεσθαι τὴν δια‐ φορὰν ἐπὶ τῶν αὐτῶν πραγμάτων πρῶτον λεγομέ‐ νων καὶ πάλιν κατὰ συνήθειαν γινομένων, ἐκ πολ‐ | |
Hist.10.47.5 | λῶν εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν. πολλὰ γὰρ οὐ μόνον τῶν δυσχερῶν, ἀλλὰ καὶ τῶν ἀδυνάτων | |
εἶναι δοκούντων κατὰ τὰς ἀρχάς, μετὰ ταῦτα χρόνου | ||
Hist.10.47.6 | καὶ συνηθείας τυχόντα ῥᾷστα πάντων ἐπιτελεῖται. τοῦ δὲ τοιούτου λόγου παραδείγματα μὲν πολλὰ καὶ ἕτερα πρὸς πίστιν, ἐναργέστατον δὲ τὸ γινόμενον | |
Hist.10.47.7 | ἐπὶ τῆς ἀναγνώσεως. ἐπὶ γὰρ ἐκείνης, εἴ τις παρα‐ στησάμενος ἄνθρωπον ἄπειρον μὲν καὶ ἀσυνήθη γραμματικῆς, τἄλλα δ’ ἀγχίνουν, κἄπειτα παιδάριον ἕξιν ἔχον παραστήσας καὶ δοὺς βυβλίον κελεύοι | |
Hist.10.47.8 | λέγειν τὰ γεγραμμένα, δῆλον ὡς οὐκ ἂν δύναιτο πιστεῦσαι διότι (δεῖ) πρῶτον ἐπὶ τὰς ὄψεις τὰς ἑνὸς ἑκάστου τῶν γραμμάτων ἐπιστῆσαι τὸν ἀναγι‐ νώσκοντα, δεύτερον ἐπὶ τὰς δυνάμεις, τρίτον ἐπὶ | |
5 | τὰς πρὸς ἄλληλα συμπλοκάς, ὧν ἕκαστον ποσοῦ χρό‐ | |
Hist.10.47.9 | νου τινὸς δεῖται. διόπερ ὅταν ἀνεπιστάτως θεωρῇ τὸ παιδάριον ὑπὸ τὴν ἀναπνοὴν ἑπτὰ καὶ πέντε στί‐ χους συνεῖρον, οὐκ ἂν εὐχερῶς δύναιτο πιστεῦσαι | |
Hist.10.47.10 | διότι πρότερον οὗτος οὐκ ἀνέγνωκε τὸ βυβλίον· εἰ δὲ καὶ τὴν ὑπόκρισιν καὶ τὰς διαιρέσεις, ἔτι δὲ δασύτητας καὶ ψιλότητας δύναιτο συσσῴζειν, οὐδὲ | |
Hist.10.47.11 | τελέως. διόπερ οὐκ ἀποστατέον οὐδενὸς τῶν χρησί‐ μων διὰ τὰς προφαινομένας δυσχερείας, προσακτέον δὲ τὴν ἕξιν, ᾗ πάντα τὰ καλὰ γίνεται θηρατὰ τοῖς ἀνθρώποις, ἄλλως τε καὶ περὶ τῶν τοιούτων, ἐν | |
5 | οἷς πολλάκις κεῖται τὸ συνέχον τῆς σωτηρίας. | |
Hist.10.47.12 | Ταῦτα μὲν οὖν κατὰ τὴν ἐξ ἀρχῆς ἐπαγγελίαν προήχθημεν εἰπεῖν. ἔφαμεν γὰρ πάντα τὰ θεωρή‐ ματα καθ’ ἡμᾶς ἐπὶ τοσοῦτον εἰληφέναι τὰς προ‐ κοπάς, ὥστε τῶν πλείστων τρόπον τινὰ μεθοδικὰς | |
Hist.10.47.13 | εἶναι τὰς ἐπιστήμας. διὸ καὶ τοῦτο γίνεται τῆς | |
δεόντως ἱστορίας συντεταγμένης ὠφελιμώτατον. | ||
Hist.10.48t | VIII. RES ASIAE. | |
Hist.10.48.1 | Οἱ δ’ Ἀπασιάκαι κατοικοῦσι μὲν ἀνὰ μέσον Ὄξου καὶ Τανάιδος, ὧν ὁ μὲν εἰς τὴν Ὑρκανίαν ἐμβάλλει θάλατταν, ὁ δὲ Τάναϊς ἐξίησιν εἰς τὴν Μαιῶτιν λίμνην· εἰσὶ δ’ ἑκάτεροι κατὰ τὸ μέγεθος | |
Hist.10.48.2 | πλωτοί. καὶ δοκεῖ θαυμαστὸν εἶναι πῶς οἱ Νομάδες περαιούμενοι τὸν Ὄξον εἰς τὴν Ὑρκανίαν ἔρχονται | |
Hist.10.48.3 | πεζῇ μετὰ τῶν ἵππων. εἰσὶ δὲ δύο λόγοι περὶ τού‐ του τοῦ πράγματος, ὁ μὲν ἐπιεικής, ὁ δ’ ἕτερος | |
Hist.10.48.4 | παράδοξος, οὐ μὴν ἀδύνατος. ὁ γὰρ Ὄξος ἔχει μὲν ἐκ τοῦ Καυκάσου τὰς πηγάς, ἐπὶ πολὺ δ’ αὐξηθεὶς ἐν τῇ Βακτριανῇ, συρρεόντων εἰς αὐτὸν ὑδάτων, φέρεται διὰ πεδιάδος χώρας πολλῷ καὶ θολερῷ | |
Hist.10.48.5 | ῥεύματι. παραγενόμενος δ’ εἰς τὴν ἔρημον ἐπί τινας πέτρας ἀπορρῶγας ἐξωθεῖ τὸ ῥεῦμα τῇ βίᾳ διὰ τὸ πλῆθος καὶ τὴν καταφορὰν τῶν ὑπερκειμένων τόπων ἐπὶ τοσοῦτον ὥστε τῆς πέτρας ἐν τοῖς κάτω μέρεσι | |
5 | πλεῖον ἢ στάδιον ἀφάλλεσθαι τὴν καταφορὰν αὐτοῦ. | |
Hist.10.48.6 | διὰ δὴ τούτου τοῦ τόπου φασὶ τοὺς Ἀπασιάκας παρ’ αὐτὴν τὴν πέτραν ὑπὸ τὴν καταφορὰν τοῦ ποτα‐ μοῦ πεζεύειν μετὰ τῶν ἵππων εἰς τὴν Ὑρκανίαν. | |
Hist.10.48.7 | ὁ δ’ ἕτερος λόγος ἐπιεικεστέραν ἔχει τοῦ πρόσθεν τὴν ἀπόφασιν. τοῦ γὰρ ὑποκειμένου τόπου μεγάλους | |
ἔχοντος πλαταμῶνας, εἰς οὓς καταρράττει, τούτους φασὶ τῇ βίᾳ τοῦ ῥεύματος ἐκκοιλαίνοντα καὶ διαρ‐ | ||
5 | ρηγνύντα κατὰ βάθος ὑπὸ γῆν φέρεσθαι τόπον οὐ | |
Hist.10.48.8 | πολύν, εἶτ’ ἀναφαίνεσθαι πάλιν. τοὺς δὲ βαρβά‐ ρους διὰ τὴν ἐμπειρίαν κατὰ τὸν διαλείποντα τό‐ πον ποιεῖσθαι τὴν δίοδον ἐπὶ τῶν ἵππων εἰς τὴν Ὑρκανίαν. — | |
Hist.10.49.1 | Γενομένης δὲ τῆς προσαγγελίας διότι συμβαίνει τὸν μὲν Εὐθύδημον μετὰ τῆς δυνάμεως εἶναι περὶ Ταπουρίαν, μυρίους δ’ ἱππεῖς προκαθίζεσθαι φυλάτ‐ τοντας (τὰς) περὶ τὸν Ἄριον ποταμὸν διαβάσεις, | |
5 | ἔκρινε τὴν πολιορκίαν ἀπογνοὺς ἔχεσθαι τῶν προκει‐ | |
Hist.10.49.2 | μένων. ἀπέχοντος δὲ τοῦ ποταμοῦ τριῶν ἡμερῶν ὁδόν, ἐπὶ μὲν ἡμέρας δύο σύμμετρον ἐποιήσατο τὴν πορείαν, τῇ δὲ τρίτῃ μετὰ τὸ δειπνῆσαι τοῖς ἄλλοις ἅμα τῷ φωτὶ ποιεῖσθαι παρήγγειλε τὴν ἀναζυγήν, | |
Hist.10.49.3 | αὐτὸς δ’ ἀναλαβὼν τοὺς ἱππέας καὶ τοὺς εὐζώνους, ἅμα δὲ πελταστὰς μυρίους, προῆγε νυκτός, πορείᾳ | |
Hist.10.49.4 | χρώμενος ἐνεργῷ. τοὺς γὰρ ἱππεῖς ἐπυνθάνετο τῶν ὑπεναντίων τὰς μὲν ἡμέρας ἐφεδρεύειν παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, τὰς δὲ νύκτας ὑποχωρεῖν πρός τινα πόλιν οὐκ ἔλαττον εἴκοσι σταδίων (διέχουσαν). | |
Hist.10.49.5 | διανύσας δὲ νύκτωρ τὴν καταλειπομένην ὁδόν, ἅτε τῶν πεδίων ἱππασίμων ὑπαρχόντων, ἔφθασε περαι‐ ώσας τὸν ποταμὸν ἅμα τῷ φωτὶ τὸ πλεῖστον μέρος | |
Hist.10.49.6 | τῆς μεθ’ ἑαυτοῦ δυνάμεως. οἱ δὲ τῶν Βακτριανῶν ἱππεῖς, σημηνάντων αὐτοῖς τῶν σκοπῶν τὸ γεγονός, | |
ἐξεβοήθουν, καὶ κατὰ πορείαν συνέμισγον τοῖς ὑπεν‐ | ||
Hist.10.49.7 | αντίοις. ὁ δὲ βασιλεύς, θεωρῶν ὅτι δεῖ δέξασθαι τὴν πρώτην ἐπιφορὰν τῶν πολεμίων, παρακαλέσας τοὺς περὶ αὐτὸν εἰθισμένους κινδυνεύειν τῶν ἱπ‐ πέων δισχιλίους, τοῖς μὲν ἄλλοις παρήγγειλε κατὰ | |
5 | σημαίας καὶ κατ’ οὐλαμοὺς αὐτοῦ παρεμβαλεῖν καὶ | |
Hist.10.49.8 | λαμβάνειν ἑκάστους τὰς εἰθισμένας τάξεις, αὐτὸς δὲ μετὰ τῶν προειρημένων ἱππέων ἀπαντήσας συν‐ έβαλε τοῖς πρώτοις ἐπιφερομένοις τῶν Βάκτρων. | |
Hist.10.49.9 | δοκεῖ δὲ κατὰ τοῦτον τὸν κίνδυνον Ἀντίοχος ἀγω‐ | |
Hist.10.49.10 | νίσασθαι διαπρεπέστατα τῶν μεθ’ αὑτοῦ. πολλοὶ μὲν οὖν ἀμφοτέρων διεφθάρησαν, ἐπεκράτησαν δὲ τῆς πρώτης ἱππαρχίας οἱ μετὰ τοῦ βασιλέως· τῆς δὲ δευτέρας καὶ τρίτης ἐπιφερομένης ἐπιέζοντο καὶ | |
Hist.10.49.11 | κακῶς ἀπήλλαττον. κατὰ δὲ τὸν καιρὸν τοῦτον, τῶν πλείστων ἱππέων ἐκτεταγμένων ἤδη, Παναίτωλος ἐπαγαγεῖν παραγγείλας τὸν μὲν βασιλέα καὶ τοὺς μετ’ αὐτοῦ κινδυνεύοντας ἐδέξατο, τοὺς δὲ τῶν | |
5 | Βακτριανῶν ἐπιφερομένους ἀτάκτως ἐκ μεταβολῆς | |
Hist.10.49.12 | προτροπάδην ἠνάγκασε φυγεῖν. ἐκεῖνοι μὲν οὖν, τῶν περὶ τὸν Παναίτωλον αὐτοῖς ἐπικειμένων, οὐ πρό‐ τερον ἔστησαν ἕως οὗ συνέμιξαν τοῖς περὶ τὸν Εὐθύδημον, τοὺς πλείστους ἀπολωλεκότες αὑτῶν· | |
Hist.10.49.13 | οἱ δὲ τοῦ βασιλέως ἱππεῖς, πολλοὺς μὲν φονεύσαν‐ τες, πολλοὺς (δὲ) ζωγρίᾳ λαβόντες, ἀνεχώρουν. καὶ | |
Hist.10.49.14 | τότε μὲν αὐτοῦ παρὰ τὸν ποταμὸν ηὐλίσθησαν· ἐν | |
δὲ τούτῳ τῷ κινδύνῳ τὸν μὲν ἵππον συμβαίνει *** ἀποθανεῖν τραυματισθέντα ***, αὐτὸν δὲ πληγέντα διὰ τοῦ στόματος ἀποβαλεῖν τινας· τῶν ὀδόντων, | ||
5 | καθόλου δὲ φήμην ἐπ’ ἀνδρείᾳ περιποιήσασθαι τότε | |
Hist.10.49.15 | μάλιστα. γενομένης δὲ τῆς μάχης ταύτης ὁ μὲν Εὐθύδημος καταπλαγεὶς ἀνεχώρησε μετὰ τῆς δυνά‐ | |
μεως εἰς πόλιν Ζαριάσπαν τῆς Βακτριανῆς. | ||
Hist.11t1 | FRAGMENTA LIBRI XI. | |
Hist.111at | I. EX PROOEMIO. | |
Hist.111a1 | Ἴσως δέ τινες ἐπιζητοῦσι πῶς ἡμεῖς οὐ προγρα‐ φὰς ἐν ταύτῃ τῇ βίβλῳ, καθάπερ οἱ πρὸ ἡμῶν, ἀλλὰ καὶ προεκθέσεις καθ’ ἑκάστην ὀλυμπιάδα πεποιή‐ | |
Hist.111a2 | καμεν τῶν πράξεων. ἐγὼ δὲ κρίνω χρήσιμον μὲν εἶναι καὶ τὸ τῶν προγραφῶν γένος· καὶ γὰρ εἰς ἐπί‐ στασιν ἄγει τοὺς ἀναγινώσκειν θέλοντας καὶ συν‐ εκκαλεῖται καὶ παρορμᾷ πρὸς τὴν ἀνάγνωσιν τοὺς | |
5 | ἐντυγχάνοντας, πρὸς δὲ τούτοις πᾶν τὸ ζητούμενον | |
Hist.111a3 | ἑτοίμως ἔνεστιν εὑρεῖν διὰ τούτου· θεωρῶν δὲ διὰ πολλὰς αἰτίας καὶ τὰς τυχούσας ὀλιγωρούμενον καὶ φθειρόμενον τὸ τῶν προγραφῶν γένος, οὕτως καὶ | |
Hist.111a4 | διὰ ταῦτα πρὸς τοῦτο τὸ μέρος κατηνέχθην· τῆς | |
γὰρ προεκθέσεως οὐ μόνον ἰσοδυναμούσης (πρὸς) τὴν προγραφήν, ἀλλὰ καὶ πλεῖόν τι δυναμένης, ἅμα δὲ καὶ χώραν ἐχούσης ἀσφαλεστέραν διὰ τὸ συμ‐ | ||
Hist.111a5 | πεπλέχθαι τῇ πραγματείᾳ, τούτῳ μᾶλλον ἐδοκιμά‐ σαμεν χρῆσθαι τῷ μέρει παρ’ ὅλην τὴν σύνταξιν πλὴν ἓξ τῶν πρώτων βυβλίων· ἐν ἐκείνοις (δὲ) προγραφὰς ἐποιησάμεθα διὰ τὸ μὴ λίαν ἐναρμόζειν | |
5 | ἐν αὐτοῖς τὸ τῶν προεκθέσεων γένος. | |
Hist.11.1t | II. RES ITALIAE. | |
Hist.11.1.1 | Ἀλλὰ πολὺ ῥᾳδιεστέραν καὶ συντομωτέραν συνέβη γενέσθαι τὴν Ἀσδρούβου παρουσίαν εἰς Ἰταλίαν. — Διόπερ ὡς οὐδέποτε μᾶλλον ὀρθὴ καὶ περίφο‐ βος ἡ τῶν Ῥωμαίων πόλις ἐγεγόνει, καραδοκοῦσα | |
5 | τὸ συμβησόμενον. — | |
Hist.11.1.2 | Ἀσδρούβᾳ δὲ τούτων μὲν ἤρεσκεν οὐδέν, τῶν δὲ πραγμάτων οὐκέτι διδόντων ἀναστροφὴν διὰ τὸ θεωρεῖν τοὺς πολεμίους ἐκτεταγμένους καὶ προσά‐ γοντας, ἠναγκάζετο παρατάττειν τοὺς Ἴβηρας καὶ | |
Hist.11.1.3 | τοὺς μετ’ αὐτοῦ γεγονότας Γαλάτας. προθέμενος δὲ τὰ θηρία τὸν ἀριθμὸν ὄντα δέκα, καὶ τὸ βάθος αὐξήσας τῶν τάξεων, καὶ ποιήσας ἐν βραχεῖ χώρῳ τὴν ὅλην δύναμιν, πρὸς δὲ τούτοις μέσον αὑτὸν | |
5 | θεὶς τῆς παρατάξεως κατὰ τὴν τῶν θηρίων προστα‐ | |
σίαν, ἐποιεῖτο τὴν ἔφοδον ἐπὶ τὰ λαιὰ τῶν πολε‐ μίων, προδιειληφὼς ὅτι δεῖ κατὰ τὸν παρόντα κίν‐ | ||
Hist.11.1.4 | δυνον νικᾶν ἢ θνήσκειν. ὁ μὲν οὖν Λίβιος ἀντεπ‐ ῄει τοῖς πολεμίοις σοβαρῶς καὶ συμβαλὼν ταῖς | |
Hist.11.1.5 | αὑτοῦ δυνάμεσιν ἐμάχετο γενναίως· ὁ δὲ Κλαύδιος ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγμένος προάγειν μὲν εἰς τοὔμπροσθεν καὶ περικερᾶν τοὺς ὑπεναντίους οὐκ ἐδύνατο διὰ τὰς προκειμένας δυσχωρίας, αἷς πεπι‐ | |
5 | στευκὼς Ἀσδρούβας ἐποιήσατο τὴν ἐπὶ τὰ λαιὰ τῶν | |
Hist.11.1.6 | πολεμίων ἔφοδον. ἀπόρως δὲ διακείμενος ἐπὶ τῷ μηδὲν πράττειν, ὑπ’ αὐτοῦ (τοῦ) συμβαίνοντος | |
Hist.11.1.7 | ἔμαθεν ὃ δέον ἦν πράττειν. διὸ καὶ παραδεξάμενος ἀπὸ τῶν δεξιῶν τοὺς αὑτοῦ στρατιώτας κατὰ τὸν ὄπισθεν τόπον τῆς μάχης, καὶ τὸ λαιὸν ὑπεράρας τῆς ἰδίας παρεμβολῆς, προσέβαλε κατὰ κέρας τοῖς | |
Hist.11.1.8 | Καρχηδονίοις ἐπὶ τὰ θηρία. καὶ μέχρι μὲν [οὖν] τούτων ἀμφίδοξος ἦν ἡ νίκη. οἵ τε γὰρ ἄνδρες ἐφαμίλλως ἐκινδύνευον ἀμφότεροι διὰ τὸ μήτε τοῖς Ῥωμαίοις ἐλπίδα καταλείπεσθαι σωτηρίας, εἰ σφα‐ | |
5 | λεῖεν, μήτε τοῖς Ἴβηρσι καὶ Καρχηδονίοις· τά τε θηρία κοινὴν ἀμφοῖν παρείχοντο τὴν χρείαν ἐν τῇ | |
Hist.11.1.9 | μάχῃ· μέσα γὰρ ἀπειλημμένα καὶ συνακοντιζόμενα διετάραττε καὶ τὰς τῶν Ῥωμαίων καὶ τὰς τῶν Ἰβή‐ | |
Hist.11.1.10 | ρων τάξεις. ἅμα δὲ τῷ τοὺς περὶ τὸν Κλαύδιον προσπεσεῖν κατ’ οὐρὰν τοῖς πολεμίοις ἄνισος ἦν ἡ μάχη, τῶν μὲν κατὰ πρόσωπον, τῶν δὲ κατὰ νώτου | |
Hist.11.1.11 | τοῖς Ἴβηρσι προσκειμένων. ἐξ οὗ καὶ συνέβη τοὺς πλείστους τῶν Ἰβήρων ἐν αὐτῷ τῷ τῆς μάχης καιρῷ | |
Hist.11.1.12 | κατακοπῆναι. τῶν δὲ θηρίων τὰ μὲν ἓξ ἅμα τοῖς ἀνδράσιν ἔπεσε, τὰ δὲ τέτταρα διωσάμενα τὰς τάξεις ὕστερον ἑάλω μεμονωμένα καὶ ψιλὰ τῶν Ἰνδῶν. | |
Hist.11.2.1 | Ἀσδρούβας δὲ καὶ τὸν πρὸ τούτου χρόνον καὶ κατὰ τὸν ἔσχατον καιρὸν ἀνὴρ ἀγαθὸς γενόμενος, ἐν χειρῶν νόμῳ κατέστρεψε τὸν βίον· (ὃν) οὐκ ἄξιον | |
Hist.11.2.2 | ἀνεπισήμαντον παραλιπεῖν. ὅτι μὲν ἀδελφὸς ἦν Ἀννίβου κατὰ φύσιν, καὶ διότι χωριζόμενος εἰς τὴν Ἰταλίαν τούτῳ (τὰς) κατὰ τὴν Ἰβηρίαν πράξεις ἐνε‐ χείρισε, ταῦτα μὲν ἐν (τοῖς πρὸ τούτων) ἡμῖν (δε‐ | |
Hist.11.2.3 | δήλωται). παραπλησίως δὲ καὶ διότι πολλοῖς μὲν χρησάμενος ἀγῶσι πρὸς Ῥωμαίους, πολλαῖς δὲ καὶ ποικίλαις περιστάσεσι παλαίσας διὰ τὸ *** τοὺς ἐπαποστελλομένους ἐκ Καρχηδόνος εἰς Ἰβηρίαν στρα‐ | |
5 | τηγούς, ἐν πᾶσι τοῖς εἰρημένοις καιροῖς ἀξίως μὲν τοῦ πατρὸς Βάρκα, καλῶς δὲ καὶ γενναίως τὰς περι‐ πετείας καὶ τὰς ἐλαττώσεις διετέλει φέρων, καὶ ταῦτα διὰ τῶν πρὸ τοῦ συντάξεων δεδηλώκαμεν. | |
Hist.11.2.4 | περὶ δὲ τῶν τελευταίων ἀγώνων νῦν ἐροῦμεν, καθὸ μάλιστα πέφηνεν ἡμῖν ἄξιος ἐπιστάσεως εἶναι καὶ | |
Hist.11.2.5 | ζήλου. τοὺς γὰρ πλείστους ἰδεῖν ἔστι τῶν στρατη‐ γῶν καὶ τῶν βασιλέων, ἐπειδὰν συνιστῶνται τοὺς ὑπὲρ τῶν ὅλων ἀγῶνας, τὰ μὲν ἐκ τῶν κατορθω‐ μάτων ἔνδοξα καὶ λυσιτελῆ συνεχῶς λαμβάνοντας | |
5 | ὑπὸ τὴν ὄψιν, καὶ πολλάκις ἐφιστάνοντας καὶ δια‐ | |
λογιζομένους πῶς ἑκάστοις χρήσονται, κατὰ λόγον | ||
Hist.11.2.6 | σφίσι χωρησάντων τῶν πραγμάτων, τὰ δ’ ἐκ τῶν ἀποπτωμάτων οὐκέτι πρὸ ὀφθαλμῶν τιθεμένους, οὐδ’ ἐν νῷ λαμβάνοντας πῇ καὶ τί πρακτέον ἑκά‐ στοις ἐστὶ κατὰ τὰς περιπετείας. καίτοι τὸ μὲν | |
Hist.11.2.7 | ἕτοιμόν ἐστι, τὸ δὲ πολλῆς δεῖται προνοίας. τοιγαρ‐ οῦν οἱ πλεῖστοι διὰ τὴν αὑτῶν ἀγεννίαν καὶ τὴν ἐν τούτοις ἀβουλίαν αἰσχρὰς μὲν ἐποίησαν τὰς ἥττας, εὐγενῶς πολλάκις ἠγωνισμένων τῶν στρατιωτῶν, | |
5 | κατῄσχυναν δὲ τὰς πρὸ τούτου πράξεις, ἐπονείδι‐ στον δὲ σφίσι τὸν καταλειπόμενον ἐποίησαν βίον. | |
Hist.11.2.8 | διότι (δὲ) πολλοὶ τῶν ἡγουμένων περὶ τοῦτο τὸ μέρος σφάλλονται, καὶ διότι μεγίστην ἐν τούτοις ἔχει διαφορὰν ἀνὴρ ἀνδρός, εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν· πολλὰ γὰρ ὑποδείγματα τῶν τοιούτων | |
Hist.11.2.9 | πεποίηκεν ὁ προγεγονὼς χρόνος. Ἀσδρούβας δ’, ἕως μὲν ἦν ἐλπὶς ἐκ τῶν κατὰ λόγον τοῦ δύνασθαι πράττειν ἄξιόν τι τῶν προβεβιωμένων, οὐδενὸς μᾶλλον προενοεῖτο κατὰ τοὺς κινδύνους ὡς τῆς | |
Hist.11.2.10 | αὑτοῦ σωτηρίας· ἐπεὶ δὲ πάσας ἀφελομένη τὰς εἰς τὸ μέλλον ἐλπίδας ἡ τύχη συνέκλεισε πρὸς τὸν ἔσχατον καιρόν, οὐδὲν παραλιπὼν οὔτε περὶ τὴν πα‐ ρασκευὴν οὔτε κατὰ τὸν κίνδυνον πρὸς τὸ νικᾶν, οὐχ | |
5 | ἧττον πρόνοιαν εἶχε καὶ τοῦ σφαλεὶς τοῖς ὅλοις ὁμόσε χωρῆσαι τοῖς παροῦσι καὶ μηδὲν ὑπομεῖναι τῶν προ‐ | |
βεβιωμένων ἀνάξιον. | ||
Hist.11.2.11 | Ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω περὶ τῶν ἐν πράγμασιν ἀναστρεφομένων, ἵνα μήτε προπετῶς κινδυνεύοντες σφάλλωσι τὰς τῶν πιστευσάντων ἐλ‐ πίδας μήτε φιλοζωοῦντες παρὰ τὸ δέον αἰσχρὰς καὶ | |
Hist.11.3.1 | ἐπονειδίστους ποιῶσι τὰς αὑτῶν περιπετείας· Ῥω‐ μαῖοι δὲ τῇ μάχῃ κατορθώσαντες παραυτίκα μὲν τὸν χάρακα διήρπαζον τῶν ὑπεναντίων, καὶ πολ‐ λοὺς μὲν τῶν Κελτῶν ἐν ταῖς στιβάσι κοιμωμένους | |
Hist.11.3.2 | διὰ τὴν μέθην κατέκοπτον ἱερείων τρόπον· συνῆγον δὲ καὶ τὴν λοιπὴν τῶν αἰχμαλώτων λείαν, ἀφ’ ἧς εἰς τὸ δημόσιον ἀνήχθη πλείω τῶν τριακοσίων τα‐ | |
Hist.11.3.3 | λάντων. ἀπέθανον δὲ τῶν μὲν Καρχηδονίων κατὰ τὴν μάχην σὺν τοῖς Κελτοῖς οὐκ ἐλάττους μυρίων, τῶν δὲ Ῥωμαίων περὶ δισχιλίους. ἑάλωσαν δὲ καὶ ζωγρίᾳ τινὲς τῶν ἐνδόξων Καρχηδονίων, οἱ δὲ λοιποὶ | |
Hist.11.3.4 | κατεφθάρησαν. τῆς δὲ φήμης ἀφικομένης εἰς τὴν Ῥώμην τὴν μὲν ἀρχὴν ἠπίστουν τῷ λίαν βούλεσθαι | |
Hist.11.3.5 | τοῦτο γενόμενον ἰδεῖν· ἐπειδὴ δὲ καὶ πλείους ἧκον, οὐ μόνον τὸ γεγονός, ἀλλὰ καὶ (τὰ) κατὰ μέρος δια‐ σαφοῦντες, τότε δὴ χαρᾶς ὑπερβαλλούσης ἦν ἡ πόλις πλήρης, καὶ πᾶν μὲν τέμενος ἐκοσμεῖτο, πᾶς δὲ ναὸς | |
Hist.11.3.6 | ἔγεμε πελάνων καὶ θυμάτων, καθόλου δ’ εἰς τοι‐ αύτην εὐελπιστίαν παρεγένοντο καὶ θάρσος ὥστε πάντας τὸν Ἀννίβαν, ὃν μάλιστα πρότερον ἐφοβή‐ | |
θησαν, τότε μηδ’ ἐν Ἰταλίᾳ νομίζειν παρεῖναι. | ||
Hist.11.3t | III. RES GRAECIAE. | |
Hist.11.3.7 | Ὁ δὲ φαντασίαν μὲν ἔχειν ἔφη τοὺς εἰρημένους λόγους, τὴν δ’ ἀλήθειαν οὐ τοιαύτην εἶναι, τὸ δ’ ἐναντίον. — | |
Hist.11.4.1 | “Ὅτι μὲν οὔτε Πτολεμαῖος ὁ βασιλεὺς οὔθ’ ἡ τῶν Ῥοδίων πόλις οὔθ’ ἡ τῶν Βυζαντίων καὶ Χίων καὶ Μυτιληναίων ἐν παρέργῳ τίθενται τὰς ὑμετέρας, ὦ ἄνδρες Αἰτωλοί, διαλύσεις, ἐξ αὐτῶν τῶν πραγμά‐ | |
Hist.11.4.2 | των ὑπολαμβάνω τοῦτ’ εἶναι συμφανές. οὐ γὰρ νῦν πρῶτον οὐδὲ δεύτερον ποιούμεθα πρὸς ὑμᾶς τοὺς ὑπὲρ τῆς εἰρήνης λόγους, ἀλλ’ ἐξ ὅτου τὸν πόλεμον ἐνεστήσασθε, προσεδρεύοντες καὶ πάντα καιρὸν θε‐ | |
5 | ραπεύοντες οὐ διαλείπομεν ὑπὲρ τούτων ποιούμενοι | |
Hist.11.4.3 | πρὸς ὑμᾶς μνήμην, κατὰ μὲν τὸ παρὸν τῆς ὑμετέρας καὶ Μακεδόνων στοχαζόμενοι καταφθορᾶς, πρὸς δὲ τὸ μέλλον καὶ περὶ τῶν σφετέρων πατρίδων καὶ περὶ | |
Hist.11.4.4 | τῶν ἄλλων Ἑλλήνων προνοούμενοι. καθάπερ γὰρ ἐπὶ τοῦ πυρός, ὅταν ὑφάψῃ τις ἅπαξ τὴν ὕλην, οὐκέτι τὸ λοιπὸν ἐπὶ τῇ τούτου προαιρέσει γίνεται τὸ συμ‐ βαῖνον, ἀλλ’ ᾗ ποτ’ ἂν τύχῃ λαμβάνει τὴν νομήν, | |
5 | τὸ πλεῖον τοῖς ἀνέμοις κυβερνώμενον καὶ τῇ τῆς | |
ὑποκειμένης ὕλης διαφθορᾷ, καὶ πολλάκις ἐπ’ αὐτὸν | ||
Hist.11.4.5 | τὸν ἐμπρήσαντα πρῶτον ὥρμησε παραλόγως, τὸν αὐτὸν τρόπον [καὶ] ὁ πόλεμος ὑπό τινων ὅταν ἅπαξ ἐκκαυθῇ, τοτὲ μὲν αὐτοὺς τούτους πρώτους ἀπόλ‐ λυσι, ποτὲ δὲ φέρεται φθείρων ἀδίκως πᾶν τὸ πα‐ | |
5 | ραπεσόν, αἰεὶ καινοποιούμενος καὶ προσφυσώμενος, ὥσπερ ὑπ’ ἀνέμων, ὑπὸ τῆς τῶν πλησιαζόντων | |
Hist.11.4.6 | ἀγνοίας. διόπερ, ὦ ἄνδρες Αἰτωλοί, νομίσαντες καὶ τοὺς νησιώτας πανδημεὶ καὶ τοὺς τὴν Ἀσίαν κατοι‐ κοῦντας Ἕλληνας παρόντας ὑμῶν δεῖσθαι τὸν μὲν πόλεμον ἆραι, τὴν δ’ εἰρήνην ἑλέσθαι, διὰ τὸ καὶ | |
5 | πρὸς σφᾶς ἀνήκειν τὰ γινόμενα, σωφρονήσαντες | |
Hist.11.4.7 | ἐντράπητε καὶ πείσθητε τοῖς παρακαλουμένοις. καὶ γὰρ εἰ κατά τινα τύχην ἐπολεμεῖτε πόλεμον ἀλυσι‐ τελῆ μέν, ἐπειδὴ παντὶ πολέμῳ τοῦτο παρέπεται κατὰ τὸ πλεῖστον, ἔνδοξον δὲ καὶ κατὰ τὴν ἐξ ἀρχῆς | |
5 | ὑπόθεσιν καὶ κατὰ τὴν τῶν ἀποβαινόντων ἐπιγρα‐ φήν, ἴσως ἄν τις ὑμῖν ἔσχε συγγνώμην, φιλοτίμως | |
Hist.11.4.8 | διακειμένοις. εἰ δὲ πάντων αἴσχιστον καὶ πολλῆς ἀδοξίας πλήρη καὶ βλασφημίας, ἆρ’ οὐ μεγάλης | |
Hist.11.4.9 | προσδεῖται τὰ πράγματ’ ἐπιστάσεως; ῥηθήσεται γὰρ τὸ δοκοῦν μετὰ παρρησίας· ὑμεῖς δ’, ἂν εὖ φρονῆτε, | |
Hist.11.4.10 | μεθ’ ἡσυχίας ἀνέξεσθε. πολλῷ γάρ ἐστιν ἄμεινον ὀνειδισθέντας ἐν καιρῷ σωθῆναι μᾶλλον ἢ πρὸς χάριν ἀκούσαντας μετ’ ὀλίγον ἀπολέσθαι μὲν αὐτούς, ἀπολέσαι δὲ καὶ τοὺς λοιποὺς Ἕλληνας. | |
Hist.11.5.1 | Λάβετε τοίνυν πρὸ ὀφθαλμῶν τὴν αὑτῶν ἄγ‐ νοιαν. φατὲ μὲν γὰρ πολεμεῖν ὑπὲρ τῶν Ἑλλήνων πρὸς Φίλιππον, ἵνα σῳζόμενοι μὴ ποιῶσι τούτῳ τὸ προσταττόμενον, πολεμεῖτε δ’ ἐπ’ ἐξανδραποδισμῷ | |
Hist.11.5.2 | καὶ καταφθορᾷ τῆς Ἑλλάδος. ταῦτα γὰρ αἱ συν‐ θῆκαι λέγουσιν ὑμῶν αἱ πρὸς Ῥωμαίους, αἳ πρότε‐ ρον μὲν ἐν τοῖς γράμμασιν ὑπῆρχον, νῦν δ’ ἐν τοῖς | |
Hist.11.5.3 | πράγμασι θεωροῦνται γινόμεναι. καὶ τότε μὲν αὐτὰ τὰ γράμματα τὴν αἰσχύνην ὑμῖν ἐπέφερε, νῦν δὲ διὰ τῶν ἔργων ὑπὸ τὴν ὄψιν τοῦτο γίνεται πᾶσι | |
Hist.11.5.4 | καταφανές. λοιπὸν ὁ μὲν Φίλιππος ὄνομα γίνεται καὶ πρόσχημα τοῦ πολέμου· πάσχει γὰρ οὐδὲν δει‐ νόν· τούτῳ δὲ συμμάχων ὑπαρχόντων Πελοποννη‐ σίων τῶν πλείστων, Βοιωτῶν, Εὐβοέων, Φωκέων, Λο‐ | |
5 | κρῶν, Θετταλῶν, Ἠπειρωτῶν, κατὰ τούτων πεποίησθε | |
Hist.11.5.5 | τὰς συνθήκας ἐφ’ ᾧ τὰ μὲν σώματα καὶ τἄπιπλα Ῥωμαίων ὑπάρχειν, τὰς δὲ πόλεις καὶ τὴν χώραν | |
Hist.11.5.6 | Αἰτωλῶν. καὶ κυριεύσαντες μὲν αὐτοὶ πόλεως οὔτ’ ἂν ὑβρίζειν ὑπομείναιτε τοὺς ἐλευθέρους οὔτ’ ἐμ‐ πιπράναι τὰς πόλεις, νομίζοντες ὠμὸν εἶναι τὸ | |
Hist.11.5.7 | τοιοῦτο καὶ βαρβαρικόν· συνθήκας δὲ πεποίησθε τοιαύτας, δι’ ὧν ἅπαντας τοὺς ἄλλους Ἕλληνας ἐκδότους δεδώκατε τοῖς βαρβάροις εἰς τὰς αἰσχίστας | |
Hist.11.5.8 | ὕβρεις καὶ παρανομίας. καὶ ταῦτα πρότερον μὲν ἠγνοεῖτο· νυνὶ δὲ διὰ τῆς Ὠρειτῶν καὶ τῶν ταλαι‐ πώρων Αἰγινητῶν ἅπασι γεγόνατε καταφανεῖς, τῆς | |
τύχης ὥσπερ ἐπίτηδες ἐπὶ τὴν ἐξώστραν ἀναβιβα‐ | ||
Hist.11.5.9 | ζούσης τὴν ὑμετέραν ἄγνοιαν. ἡ μὲν οὖν ἀρχὴ τοῦ πολέμου καὶ τὰ νῦν ἤδη συμβαίνοντα τοιαῦτ’ ἐστί· τὸ δὲ τέλος, ἂν ὅλως πάντα κατὰ νοῦν ὑμῖν χωρήσῃ, ποῖόν τι δεῖ προσδοκᾶν; ἆρ’ οὐ κακῶν ἀρχὴν μεγά‐ | |
Hist.11.6.1 | λων ἅπασι τοῖς Ἕλλησιν; ὅτι γάρ, ἂν Ῥωμαῖοι τὸν ἐν Ἰταλίᾳ πόλεμον ἀποτρίψωνται—τοῦτο δ’ ἐστὶν ἐν ὀλίγῳ, συγκεκλειμένου τῆς Βρεττίας εἰς πάνυ | |
Hist.11.6.2 | βραχεῖς τόπους Ἀννίβου—λοιπὸν ὅτι πάσῃ τῇ δυ‐ νάμει τὴν ὁρμὴν ἐπὶ τοὺς κατὰ τὴν Ἑλλάδα τόπους ποιήσονται, λόγῳ μὲν Αἰτωλοῖς βοηθήσοντες κατὰ Φιλίππου, τῇ δ’ ἀληθείᾳ πᾶσαν ὑφ’ ἑαυτοὺς ποι‐ | |
5 | ησόμενοι, καὶ λίαν (ὑπολαμβάνω) τοῦτ’ εἶναι κατα‐ | |
Hist.11.6.3 | φανές. ἐάν τε καλῶς προθῶνται ποιεῖν Ῥωμαῖοι κυριεύσαντες, ἐκείνων ἔσεσθαι καὶ τὴν χάριν καὶ τὴν ἐπιγραφήν, ἐάν τε κακῶς, τῶν αὐτῶν ὑπάρξειν καὶ τὰς ὠφελείας ἐκ τῶν ἀπολλυμένων καὶ τὴν ἐξουσίαν | |
Hist.11.6.4 | (τῶν) σῳζομένων. ὑμεῖς δὲ τότε τοὺς θεοὺς ἐπικα‐ λέσεσθε μάρτυρας, ὅταν μήτε τῶν θεῶν βούληται μήτε τῶν ἀνθρώπων ἔτι δύνηται βοηθεῖν ὑμῖν μηδείς. | |
Hist.11.6.5 | Ἴσως μὲν οὖν ἐξ ἀρχῆς ἔδει πάντα προορᾶσθαι· | |
Hist.11.6.6 | τοῦτο γὰρ ἦν ὑμῖν πρέπον· ἐπειδὴ δὲ πολλὰ δια‐ φεύγει τῶν μελλόντων τὴν ἀνθρωπίνην πρόνοιαν, νῦν γε δέον ἂν εἴη, διὰ τούτων τῶν πραγμάτων συνεωρακότας τὸ συμβαῖνον, βέλτιον βουλεύεσθαι | |
Hist.11.6.7 | περὶ τοῦ μέλλοντος. οὐ μὴν ἀλλ’ ἡμεῖς γε κατὰ τὸ παρὸν οὐδὲν ἀπολελοίπαμεν τῶν ἁρμοζόντων ἢ λέ‐ | |
γειν ἢ πράττειν τοῖς ἀληθινοῖς φίλοις, καὶ περὶ τοῦ μέλλοντος τὸ δοκοῦν μετὰ παρρησίας εἰρήκαμεν· | ||
Hist.11.6.8 | ὑμᾶς δ’ ἀξιοῦμεν καὶ παρακαλοῦμεν μήθ’ αὑτοῖς φθονῆσαι μήτε τοῖς ἄλλοις Ἕλλησι τῆς ἐλευθερίας καὶ τῆς σωτηρίας.” | |
Hist.11.6.9 | Τούτου δὲ ποιήσαντος διατροπήν τινα τοῖς πολ‐ λοῖς, ὡς ἐδόκει, μετὰ τοῦτον εἰσῆλθον οἱ παρὰ τοῦ Φιλίππου πρέσβεις, οἳ τοὺς μὲν κατὰ μέρος λόγους ὑπερέθεντο, δύο δ’ ἔφασαν ἥκειν ἔχοντες ἐντολάς, | |
Hist.11.6.10 | αἱρουμένων μὲν τῶν Αἰτωλῶν τὴν εἰρήνην ἑτοίμως δέχεσθαι *** τοὺς θεοὺς καὶ τοὺς πρεσβευτὰς τοὺς παρόντας ἀπὸ τῆς Ἑλλάδος ἐπιμαρτυραμένους χω‐ ρίζεσθαι διότι τῶν μετὰ ταῦτα συμβησομένων τοῖς | |
5 | Ἕλλησιν Αἰτωλούς, ἀλλ’ οὐ Φίλιππον αἴτιον δεήσει νομίζειν. — | |
Hist.11.7.1 | Καὶ πολλὰ μὲν αὑτὸν κατοιμώξας ὅτι παρὰ μι‐ κρὸν ἔλθοι τοῦ λαβεῖν τὸν Ἄτταλον ὑποχείριον. — | |
Hist.11.7.2 | Ὅτι Φίλιππος πορευθεὶς ἐπὶ τὴν Τριχωνίδα λί‐ μνην καὶ παραγενόμενος εἰς τὸν Θέρμον, ἔνθ’ ἦν ἱερὸν Ἀπόλλωνος, ὅσα πρότερον ἀπέλιπε τῶν ἀνα‐ θημάτων, τότε πάλιν ἅπαντα διελωβήσατο, κακῶς | |
Hist.11.7.3 | μὲν πρὸ τοῦ, κακῶς δὲ τότε χρώμενος τῷ θυμῷ· τὸ γὰρ τοῖς ἀνθρώποις ὀργιζόμενον εἰς τὸ θεῖον ἀσεβεῖν τῆς πάσης ἀλογιστίας ἐστὶ σημεῖον. — | |
Hist.11.7.4 | Ἐλλόπιον, πόλις Αἰτωλίας. Πολύβιος ιαʹ. | |
Hist.11.7.5 | Φύταιον, πόλις Αἰτωλίας. Πολύβιος ἑνδεκάτῳ. | |
Hist.11.8.1 | Ὅτι τριῶν ὄντων τρόπων, καθ’ οὓς ἐφίενται πάν‐ τες στρατηγίας οἱ κατὰ λόγον αὐτῇ προσιόντες, πρώ‐ του. μὲν διὰ τῶν ὑπομνημάτων καὶ τῆς ἐκ τούτων | |
Hist.11.8.2 | κατασκευῆς, ἑτέρου δὲ τοῦ μεθοδικοῦ καὶ τῆς παρὰ τῶν ἐμπείρων ἀνδρῶν παραδόσεως, τρίτου δὲ τοῦ διὰ τῆς ἐπ’ αὐτῶν τῶν πραγμάτων ἕξεως καὶ τριβῆς, | |
Hist.11.8.3 | πάντων ἦσαν τούτων ἀνεννόητοι οἱ τῶν Ἀχαιῶν στρατηγοὶ ἁπλῶς. — | |
Hist.11.8.4 | Τοῖς γὰρ πλείστοις ὑπεγεγόνει τις ζῆλος οὐκ εὐτυχὴς ἐκ τῆς τῶν ἄλλων ἀλαζονείας καὶ τῆς ἀκαι‐ | |
Hist.11.8.5 | ρίας· ἐσπούδαζον γὰρ τὰς ἀκολουθίας καὶ τὰς ἐσθῆ‐ τας διαφερόντως, καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμός, ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν. | |
Hist.11.8.6 | ὅπλων δ’ οὐδὲ τὸν ἐλάχιστον ἐποιοῦντο λόγον. — | |
Hist.11.8.7 | Οἱ γὰρ πολλοὶ τὰ μὲν ἔργα τῶν εὐτυχούντων οὐδὲ πειρῶνται μιμεῖσθαι, τὰ δὲ πάρεργα ζηλοῦντες μετὰ βλάβης ἐκθεατρίζουσι τὴν ἑαυτῶν ἀκρισίαν. — | |
Hist.11.9.1 | Μεγάλα μὲν γὰρ ἔφη τὴν λαμπρότητα συμβάλ‐ λεσθαι πρὸς ἔκπληξιν τῶν ὑπεναντίων, πολλὰ δὲ συνεργεῖν τὴν ἐκ τῆς ἐπισκευῆς ἁρμογὴν τῶν ὅπλων | |
Hist.11.9.2 | εἰς τὴν χρείαν. γίνεσθαι δ’ ἂν μάλιστα τὸ δέον, εἰ τὴν μὲν ἐπιμέλειαν, ἣν νῦν ποιοῦνται περὶ τὸν ἱμα‐ τισμόν, ταύτην ποιήσαιντο περὶ τῶν ὅπλων, τὴν δὲ | |
πρότερον ὀλιγωρίαν περὶ τῶν ὅπλων παρ’ αὐτοῖς | ||
5 | ὑπάρχουσαν, ταύτην μετενέγκαιεν ἐπὶ τὰς ἐσθῆτας· | |
Hist.11.9.3 | οὕτως γὰρ ἅμα τούς τε κατ’ ἰδίαν βίους ὠφελήσε‐ σθαι καὶ τὰ κοινὰ πράγμαθ’ ὁμολογουμένως αὐτοὺς | |
Hist.11.9.4 | δυνήσεσθαι σῴζειν. διόπερ ἔφη δεῖν τὸν εἰς ἐξοπλι‐ σίαν ἢ στρατείαν ἐκπορευόμενον, ὅτε μὲν τὰς κνη‐ μῖδας περιτίθεται, σκοπεῖν ὅπως ἀραρυῖαί τε καὶ στίλβουσαι τῶν ὑποδεσμῶν καὶ κρηπίδων ὑπάρχω‐ | |
Hist.11.9.5 | σιν αὗται μᾶλλον, ὅταν δὲ τὴν ἀσπίδα καὶ (τὸν) θώρακα καὶ τὸ κράνος διαλαμβάνῃ, περιβλέπειν ἵνα τῆς χλαμύδος καὶ τοῦ χιτῶνος καθαρειότερα ταῦθ’ | |
Hist.11.9.6 | ὑπάρχῃ καὶ πολυτελέστερα· παρ’ οἷς γὰρ τὰ πρὸς ἐπιφάνειαν αἱρετώτερά [ἐστι] τῶν πρὸς τὴν χρείαν, παρὰ τούτοις αὐτόθεν εὐθέως προφανὲς εἶναι τὸ | |
Hist.11.9.7 | συμβησόμενον ἐν τοῖς κινδύνοις. καθόλου δ’ ἠξίου διαλαμβάνειν ὡς ὁ μὲν ἐν τοῖς ἱματίοις καλλω‐ πισμὸς γυναικός ἐστι, καὶ ταύτης οὐ λίαν σώφρο‐ νος, ἡ δ’ ἐν τοῖς ὅπλοις πολυτέλεια καὶ σεμνότης | |
5 | ἀνδρῶν ἀγαθῶν, προαιρουμένων ἑαυτοὺς καὶ τὰς | |
Hist.11.9.8 | πατρίδας ἐνδόξως σῴζειν. πάντες δ’ οἱ παρόντες οὕτως ἀπεδέξαντο τὰ ῥηθέντα καὶ τὸν νοῦν τῆς παρακλήσεως ἐθαύμασαν, ὡς καὶ παραχρῆμα μὲν ἐκπορευόμενοι τὸ βουλευτήριον εὐθέως ἐνεδείκνυντο | |
5 | (τοὺς) κεκαλλωπισμένους καὶ διακλίνειν ἐνίους ἠνάγ‐ | |
Hist.11.9.9 | καζον τῆς ἀγορᾶς, ἔτι δὲ μᾶλλον ἐν ταῖς ἐξοπλισίαις καὶ στρατείαις παρετήρουν σφᾶς αὐτοὺς ἐν τοῖς προ‐ ειρημένοις. | |
Hist.11.10.1 | Οὕτως εἷς λόγος εὐκαίρως ῥηθεὶς ὑπ’ ἀνδρὸς | |
ἀξιοπίστου πολλάκις οὐ μόνον ἀποτρέπει τῶν χειρί‐ στων, ἀλλὰ καὶ παρορμᾷ πρὸς τὰ κάλλιστα τοὺς ἀν‐ | ||
Hist.11.10.2 | θρώπους. ὅταν δὲ καὶ τὸν ἴδιον βίον ἀκόλουθον εἰσφέρηται τοῖς εἰρημένοις ὁ παρακαλῶν, ἀνάγκη λαμβάνειν τὴν πρώτην πίστιν τὴν παραίνεσιν. ὃ δὴ περὶ ἐκεῖνον τὸν ἄνδρα μάλιστ’ ἄν τις ἴδοι γινό‐ | |
Hist.11.10.3 | μενον. κατά τε γὰρ τὴν ἐσθῆτα καὶ τὴν σίτησιν ἀφελὴς καὶ λιτὸς ἦν, ὁμοίως δὲ καὶ περὶ τὰς τοῦ σώματος θεραπείας, ἔτι δὲ καὶ τὰς ἐντεύξεις, εὐπε‐ | |
Hist.11.10.4 | ρίκοπτος καὶ ἀνεπίφθονος· περί γε μὴν τοῦ παρ’ ὅλον τὸν βίον ἀληθεύειν μεγίστην ἐποιήσατο σπου‐ δήν. τοιγάρτοι βραχέα καὶ τὰ τυχόντ’ ἀποφαινό‐ μενος μεγάλην ἐγκατέλειπε πίστιν τοῖς ἀκούουσι· | |
Hist.11.10.5 | παράδειγμα γὰρ ἐν πᾶσι τὸν ἴδιον βίον εἰσφερό‐ μενος οὐ πολλῶν ἐποίει προσδεῖσθαι λόγων τοὺς | |
Hist.11.10.6 | ἀκούοντας. διὸ καὶ πολλάκις λόγους μακροὺς καὶ δοκοῦντας ὑπὸ τῶν ἀντιπολιτευομένων δεόντως εἰρῆσθαι δι’ ὀλίγων ῥημάτων τῇ πίστει καὶ ταῖς ἐννοίαις τῶν πραγμάτων ὁλοσχερῶς ἐξέβαλε. | |
Hist.11.10.7 | Πλὴν τότε συντελεσθέντος τοῦ διαβουλίου πάν‐ τες ἐπανῆγον ἐπὶ τὰς πόλεις, τά τε ῥηθέντα καὶ τὸν ἄνδρα διαφερόντως ἀποδεδεγμένοι, καὶ νομί‐ ζοντες οὐδ’ ἂν παθεῖν οὐδὲν δεινὸν ἐκείνου προ‐ | |
Hist.11.10.8 | εστῶτος. ὁ δὲ Φιλοποίμην εὐθέως ἐπεπορεύετο τὰς πόλεις, ἐνεργῶς καὶ μετὰ σπουδῆς ποιούμενος τὴν | |
Hist.11.10.9 | ἔφοδον. κἄπειτα συναγαγὼν τοὺς ὄχλους ἅμα μὲν (ἐγύμναζεν ἅμα δὲ) συνέταττε καὶ τέλος οὐδ’ ὅλους ὀκτὼ μῆνας χρησάμενος τῇ τοιαύτῃ παρασκευῇ καὶ μελέτῃ συνῆγε τὰς δυνάμεις εἰς Μαντίνειαν, διαγω‐ | |
5 | νιούμενος πρὸς τὸν τύραννον ὑπὲρ τῆς ἁπάντων Πελοποννησίων ἐλευθερίας. | |
Hist.11.11.1 | Ὁ δὲ Μαχανίδας κατατεθαρρηκώς, καὶ νομίζων ὡς ἂν εἰ κατ’ εὐχὴν αὐτῷ γίνεσθαι τὴν τῶν Ἀχαιῶν ὁρμήν, ἅμα τῷ γνῶναι διότι συνηθροισμένοι τυγχά‐ | |
Hist.11.11.2 | νουσιν εἰς τὴν Μαντίνειαν, παρακαλέσας ἐν Τεγέᾳ τοὺς Λακεδαιμονίους τὰ πρέποντα τοῖς καιροῖς, εὐ‐ θέως εἰς τὴν ἐπιοῦσαν, ἄρτι τῆς ἡμέρας ἐπιφαινού‐ σης, προῆγεν ὡς ἐπὶ τὴν Μαντίνειαν, τῆς μὲν φάλαγ‐ | |
Hist.11.11.3 | γος καθηγούμενος τῷ δεξιῷ κέρατι, τοὺς δὲ μισθο‐ φόρους ἐξ ἑκατέρου τοῦ μέρους τῆς πρωτοπορείας παραλλήλους ἄγων, ἐπὶ δὲ τούτοις ζεύγη πλῆθος | |
Hist.11.11.4 | ὀργάνων καὶ βελῶν κομίζοντα καταπελτικῶν. κατὰ δὲ τὸν αὐτὸν καιρὸν Φιλοποίμην εἰς τρία μέρη διῃ‐ ρηκὼς τὴν δύναμιν ἐξῆγεν ἐκ τῆς Μαντινείας, κατὰ μὲν (τὴν) ἐκ τοῦ Ποσειδῶνος ἱεροῦ φέρουσαν τοὺς | |
5 | Ἰλλυριοὺς καὶ θωρακίτας, ἅμα δὲ τὸ ξενικὸν ἅπαν καὶ τοὺς εὐζώνους, κατὰ δὲ τὴν ἑξῆς ὡς πρὸς τὰς δύσεις τοὺς φαλαγγίτας, ἔτι δὲ κατὰ τὴν ἐχομένην | |
Hist.11.11.5 | τοὺς πολιτικοὺς ἱππεῖς. τοῖς μὲν οὖν εὐζώνοις κατε‐ λάβετο πρώτοις τὸν λόφον τὸν πρὸ τῆς πόλεως, ὃς | |
ἀνατείνων ἱκανὸν ὑπὲρ τὴν ὁδὸν κεῖται τὴν Ξενίδα καὶ τὸ προειρημένον ἱερόν· τοὺς δὲ θωρακίτας συν‐ | ||
5 | άπτων ἐπὶ τὴν μεσημβρίαν κατέστησε. τούτοις δὲ | |
Hist.11.11.6 | συνεχεῖς τοὺς Ἰλλυριοὺς παρενέβαλε. μετὰ δὲ τού‐ τους ἐπὶ τὴν αὐτὴν εὐθεῖαν τὴν φάλαγγα κατὰ τέλη σπειρηδὸν ἐν διαστήμασιν ἐπέστησε παρὰ τὴν τά‐ φρον τὴν φέρουσαν ἐπὶ τοῦ Ποσειδίου διὰ μέσου | |
5 | τοῦ τῶν Μαντινέων πεδίου καὶ συνάπτουσαν τοῖς ὄρεσι τοῖς συντερμονοῦσι τῇ τῶν Ἐλισφασίων χώρᾳ. | |
Hist.11.11.7 | πρὸς μὲν τούτοις ἐπὶ τὸ δεξιὸν κέρας ἐπέστησε τοὺς Ἀχαϊκοὺς ἱππεῖς, ὧν Ἀρισταίνετος ἡγεῖτο Δυμαῖος· κατὰ δὲ τὸ λαιὸν αὐτὸς εἶχε τὸ ξενικὸν ἅπαν ἐν ἐπαλλήλοις τάξεσιν. | |
Hist.11.12.1 | Ἅμα δὲ τῷ σύνοπτον ἤδη καλῶς εἶναι παραγε‐ νομένην τὴν τῶν ὑπεναντίων δύναμιν ἐπιπορευόμε‐ νος τὰ συστήματα τῶν φαλαγγιτῶν παρεκάλει βρα‐ χέως μέν, ἐμφαντικῶς δὲ τοῦ παρόντος κινδύνου. | |
Hist.11.12.2 | τὰ μὲν οὖν πλεῖστα τῶν λεγομένων ἀσαφῆ συνέβαινε γίνεσθαι· διὰ γὰρ τὴν πρὸς αὐτὸν εὔνοιαν καὶ πί‐ στιν τῶν ὄχλων εἰς τοιαύτην ὁρμὴν καὶ προθυμίαν παρέστη τὸ πλῆθος ὥστε παραπλησίαν ἐνθουσια‐ | |
5 | σμῷ. τὴν ἀντιπαράκλησιν γίνεσθαι τῶν δυνάμεων, | |
Hist.11.12.3 | ἄγειν καὶ θαρρεῖν αὐτὸν παρακελευομένων· τοῦτο μέντοι παράπαν ἐπιμελῶς ἐπειρᾶτο διασαφεῖν, ὅτε λάβοι καιρόν, ὅτι τοῖς μὲν ὑπὲρ αἰσχρᾶς καὶ ἐπονει‐ δίστου δουλείας, τοῖς δ’ ὑπὲρ ἀειμνήστου καὶ λαμ‐ | |
5 | πρᾶς ἐλευθερίας συνέστηκεν ὁ παρὼν κίνδυνος. | |
Hist.11.12.4 | Ὁ δὲ Μαχανίδας τὸ μὲν πρῶτον ὑπέδειξεν ὡς ὀρθίᾳ τῇ φάλαγγι προσμίξων πρὸς τὸ δεξιὸν τῶν πολεμίων· ἐπεὶ δ’ ἐπλησίασε, λαβὼν σύμμετρον ἀπό‐ στημα περιέκλα τὴν δύναμιν ἐπὶ δόρυ, καὶ παρεκτεί‐ | |
5 | νας ἴσον ἐποίησε τὸ παρ’ αὑτοῦ δεξιὸν τῷ τῶν Ἀχαιῶν εὐωνύμῳ, τοὺς δὲ καταπέλτας πρὸ πάσης | |
Hist.11.12.5 | ἐπέστησε τῆς δυνάμεως ἐν διαστήμασιν. ὁ δὲ Φιλο‐ ποίμην θεασάμενος αὐτοῦ τὴν ἐπιβολήν, ὅτι τοῖς καταπέλταις ἐπενόει βαλὼν εἰς τὰς σπείρας τῶν φαλαγγιτῶν τραυματίζειν τοὺς ἄνδρας καὶ θόρυβον | |
Hist.11.12.6 | ἐμποιεῖν τοῖς ὅλοις, οὐκέτι χρόνον ἔδωκεν οὐδ’ ἀναστροφήν, ἀλλὰ διὰ τῶν Ταραντίνων ἐνεργῶς ἐχρῆτο τῇ καταρχῇ τοῦ κινδύνου κατὰ τοὺς περὶ τὸ Ποσείδιον τόπους, ὄντας ἐπιπέδους καὶ πρὸς ἱππι‐ | |
Hist.11.12.7 | κὴν εὐφυεῖς χρείαν. ὁ δὲ Μαχανίδας ὁρῶν τὸ γινό‐ μενον ἠναγκάζετο ποιεῖν τὸ παραπλήσιον καὶ συν‐ αφεῖναι τοὺς παρ’ αὑτοῦ Ταραντίνους. | |
Hist.11.13.1 | Τὸ μὲν οὖν πρῶτον αὐτῶν τούτων ἀνδρώδης ἦν ἡ σύμπτωσις· κατὰ βραχὺ δὲ προσγινομένων τοῖς πιεζομένοις τῶν εὐζώνων, ἐν πάνυ βραχεῖ χρόνῳ συνέβη (τὸ) παρ’ ἑκατέρων ξενικὸν ἀναμὶξ γενέσθαι, | |
Hist.11.13.2 | πάντῃ δὲ τούτων συμπλοκῆς ἁθρόως καὶ κατ’ ἄνδρα γινομένης ἐπὶ πολὺν χρόνον πάρισος ἦν ὁ κίνδυ‐ νος οὕτως ὥστε τὰς λοιπὰς δυνάμεις, καραδοκούσας καθ’ ὁποτέρων ὁ κονιορτὸς τραπήσεται, μὴ δύνασθαι | |
5 | συμβαλεῖν διὰ (τὸ) μένειν ἀμφοτέρους ἐπὶ πολὺ διακατέχοντας ἐν τῇ μάχῃ τὸν ἐξ ἀρχῆς τόπον. | |
Hist.11.13.3 | χρόνου δὲ γινομένου κατίσχυον καὶ τῷ πλήθει καὶ ταῖς εὐχειρίαις διὰ τὴν ἕξιν οἱ παρὰ τοῦ τυράννου | |
Hist.11.13.4 | μισθοφόροι. τοῦτο δ’ εἰκότως καὶ τὸ παράπαν εἴωθε | |
Hist.11.13.5 | γίνεσθαι. ὅσῳ γὰρ συμβαίνει τοὺς ἐν ταῖς δημο‐ κρατίαις ὄχλους προθυμοτέρους ὑπάρχειν ἐν τοῖς πολεμικοῖς ἀγῶσι τῶν τοῖς τυράννοις πολιτικῶν ὑπο‐ ταττομένων, τοσούτῳ τὰ παρὰ τοῖς μονάρχοις ξενικὰ | |
5 | τῶν ἐν ταῖς δημοκρατίαις μισθοφορούντων εἰκὸς | |
Hist.11.13.6 | ὑπεράγειν καὶ διαφέρειν. ὥσπερ γὰρ ἐπ’ ἐκείνων οἷς μὲν ὑπὲρ ἐλευθερίας ἐστίν, οἷς δ’ ὑπὲρ δουλείας ὁ κίνδυνος, οὕτως ἐπὶ τῶν μισθοφόρων οἷς μὲν ὑπὲρ ὁμολογουμένης ἐπανορθώσεως, (οἷς δ’) ὑπὲρ προδή‐ | |
Hist.11.13.7 | λου βλάβης γίνεται φιλοτιμία. δημοκρατία μὲν γάρ, ἐπανελομένη τοὺς ἐπιβουλεύσαντας, οὐκέτι μισθοφό‐ ροις τηρεῖ τὴν ἑαυτῆς ἐλευθερίαν· τυραννὶς δ’ ὅσῳ μειζόνων ἐφίεται, τοσούτῳ πλειόνων προσδεῖται μι‐ | |
Hist.11.13.8 | σθοφόρων. πλείονας γὰρ ἀδικοῦσα πλείονας ἔχει καὶ τοὺς ἐπιβουλεύοντας. ἡ δὲ τῶν μονάρχων ἀσφάλεια τὸ παράπαν ἐν τῇ τῶν ξένων εὐνοίᾳ κεῖται καὶ δυ‐ νάμει. | |
Hist.11.14.1 | Διὸ δὴ καὶ τότε συνέβαινε τὸ παρὰ τῷ Μαχα‐ νίδᾳ ξενικὸν οὕτως ἐκθύμως ἀγωνίζεσθαι καὶ βιαίως ὥστε μηδὲ τοὺς ἐφεδρεύοντας τοῖς ξένοις Ἰλλυριοὺς καὶ θωρακίτας δύνασθαι τὴν ἔφοδον αὐτῶν ὑπομεῖ‐ | |
5 | ναι, πάντας δ’ ἐκπιεσθέντας φεύγειν προτροπάδην ὡς ἐπὶ τῆς Μαντινείας, ἀπεχούσης τῆς πόλεως ἑπτὰ | |
Hist.11.14.2 | σταδίους. ἐν ᾧ δὴ καιρῷ τὸ παρ’ ἐνίοις ἀπορούμε‐ νον τότε παρὰ πᾶσιν ὁμολογούμενον ἐγένετο καὶ συμ‐ φανές, ὅτι πλεῖστα τῶν κατὰ πόλεμον συντελουμέ‐ νων (παρὰ τὴν τῶν ἡγουμένων) ἐμπειρίαν καὶ πάλιν | |
Hist.11.14.3 | ἀπειρίαν ἐπιτελεῖται. μέγα μὲν γὰρ ἴσως καὶ τὸ προτερήματος ἀρχὴν λαβόντα προσθεῖναι τἀκόλου‐ | |
θον, πολὺ δὲ μεῖζον τὸ σφαλέντα ταῖς πρώταις ἐπι‐ βολαῖς μεῖναι παρ’ αὑτὸν καὶ συνιδεῖν τὴν τῶν | ||
5 | εὐτυχούντων ἀκρισίαν καὶ συνεπιθέσθαι τοῖς τού‐ | |
Hist.11.14.4 | των ἁμαρτήμασιν. ἰδεῖν γοῦν ἔστι πολλάκις τοὺς μὲν ἤδη δοκοῦντας πεπροτερηκέναι μετ’ ὀλίγον τοῖς ὅλοις ἐσφαλμένους, τοὺς δ’ ἐν ἀρχαῖς δόξαντας ἐπται‐ κέναι πάλιν ἐκ μεταβολῆς παρὰ τὴν αὑτῶν ἀγχί‐ | |
Hist.11.14.5 | νοιαν τὰ ὅλα παραδόξως κατωρθωκότας. ὃ δὴ καὶ τότε προφανῶς ἐδόκει περὶ τοὺς ἡγεμόνας ἀμφοτέ‐ | |
Hist.11.14.6 | ρους γεγονέναι. τοῦ γὰρ ξενικοῦ παντὸς ἐγκεκλι‐ κότος τοῖς Ἀχαιοῖς καὶ παραλελυμένου τοῦ λαιοῦ κέρως, ὁ μὲν Μαχανίδας ἀφέμενος τοῦ μένειν ἐπὶ τῶν ὑποκειμένων, καὶ τοὺς μὲν κατὰ κέρας ὑπεραί‐ | |
5 | ρειν τοῖς δὲ κατὰ πρόσωπον ἀπαντᾶν καὶ πειρᾶσθαι | |
Hist.11.14.7 | τῶν ὅλων, τούτων μὲν οὐδὲν ἔπραξεν, ἀκρατῶς δὲ καὶ μειρακιωδῶς συνεκχυθεὶς τοῖς ἑαυτοῦ μισθοφό‐ ροις ἐπέκειτο τοῖς φεύγουσιν, ὥσπερ οὐκ αὐτὸν τὸν φόβον ἱκανὸν ὄντα τοὺς ἅπαξ ἐγκλίναντας ἄχρι τῶν | |
5 | πυλῶν συνδιώκειν. | |
Hist.11.15.1 | Ὁ δὲ τῶν Ἀχαιῶν στρατηγὸς ἕως μὲν τοῦ δυ‐ νατοῦ διακατεῖχε τοὺς μισθοφόρους, ἐπ’ ὀνόματος | |
Hist.11.15.2 | καλῶν καὶ παροξύνων τοὺς ἡγεμόνας· ἐπεὶ δ’ ἑώρα τούτους ἐκβιαζομένους, οὐ πτοηθεὶς ἔφευγεν οὐδ’ ἀθυμήσας ἀπέστη ***, ἀλλ’ ὑποστείλας αὑτὸν ὑπὸ τὸ τῆς φάλαγγος κέρας, ἅμα τῷ παραπεσεῖν τοὺς | |
5 | διώκοντας καὶ γενέσθαι τὸν τόπον ἔρημον, καθ’ ὃν ὁ κίνδυνος ἦν, εὐθέως τοῖς πρώτοις τέλεσι τῶν φα‐ λαγγιτῶν ἐπ’ ἀσπίδα κλίνων, προῆγε μετὰ δρόμου, | |
Hist.11.15.3 | τηρῶν τὰς τάξεις. καταλαβόμενος δὲ τὸν ἐκλειφθέντα τόπον ὀξέως, ἅμα μὲν ἀπετέτμητο τοὺς διώκοντας, ἅμα δ’ ὑπερδέξιος ἐγεγόνει τοῦ τῶν πολεμίων κέρα‐ | |
Hist.11.15.4 | τος. καὶ τοὺς μὲν φαλαγγίτας αὐτοῦ παρεκάλει θαρ‐ ρεῖν καὶ μένειν, ἕως ἂν παραγγείλῃ ποιεῖσθαι τὴν | |
Hist.11.15.5 | ἐπαγωγὴν ἀναμίξ· Πολυαίνῳ δ’ ἐπέταξε τῷ Μεγα‐ λοπολίτῃ τοὺς περιλειπομένους καὶ τοὺς διακεκλι‐ κότας τὴν φυγὴν Ἰλλυριοὺς καὶ θωρακίτας καὶ μισθοφόρους συναθροίσαντι μετὰ σπουδῆς ἐφεδρεύ‐ | |
5 | ειν τῷ κέρατι τῆς φάλαγγος καὶ τηρεῖν τὴν ἐπάνο‐ | |
Hist.11.15.6 | δον τῶν ἐκ διώγματος ἀναχωρούντων. οἱ δὲ Λακε‐ δαιμόνιοι χωρὶς παραγγέλματος, ἐπαρθέντες ταῖς διανοίαις ἐπὶ τῷ τῶν εὐζώνων προτερήματι, κατα‐ βαλόντες τὰς σαρίσας ὥρμησαν ἐπὶ τοὺς ὑπεναν‐ | |
Hist.11.15.7 | τίους. ὅτε δὲ κατὰ τὴν ἐπαγωγὴν προάγοντες ἧκον ἐπὶ τὸ τῆς τάφρου χεῖλος, τὰ μὲν οὐκέτι διδόντος τοῦ καιροῦ μεταμέλειαν ὥστ’ ἐν χερσὶν ὄντας τῶν πολεμίων ἀναστρέφειν, τὰ δὲ καὶ τῆς τάφρου κατα‐ | |
5 | φρονήσαντες διὰ τὸ τὴν κατάβασιν ἔχειν ἐκ πολλοῦ καὶ μήθ’ ὕδωρ κατὰ τὸ τέλος ἐν αὐτῇ μήτε τιν’ ἀγρίαν ὕλην ὑπάρχειν, ὥρμησαν ἀνεπιστάτως διὰ | |
ταύτης. | ||
Hist.11.16.1 | Ὁ δὲ Φιλοποίμην ἅμα τῷ παραπεσεῖν κατὰ τῶν ὑπεναντίων τὸν ἐκ πολλῶν χρόνων ἑωραμένον ὑπ’ αὐτοῦ καιρόν, τότε πᾶσιν ἐπάγειν τοῖς φαλαγγίταις | |
Hist.11.16.2 | καταβαλοῦσι τὰς σαρίσας παρήγγειλε. τῶν δ’ Ἀχαιῶν ὁμοθυμαδὸν καὶ μετὰ καταπληκτικῆς κραυγῆς ποιη‐ σαμένων τὴν ἔφοδον, οἱ μὲν προδιαλελυκότες τὰς τάξεις τῶν Λακεδαιμονίων ἐν τῇ τῆς τάφρου κατα‐ | |
5 | (βάσει πάλιν ἀνα)βαίνοντες πρὸς ὑπερδεξίους τοὺς | |
Hist.11.16.3 | πολεμίους ἀποδειλιάσαντες ἐτρέποντο· τὸ δὲ πολὺ πλῆθος ἐν αὐτῇ τῇ τάφρῳ διεφθείρετο, τὸ μὲν ὑπὸ | |
Hist.11.16.4 | τῶν Ἀχαιῶν, τὸ δ’ ὑπὸ τῶν ἰδίων. συνέβαινε δὲ τὸ προειρημένον οὐκ αὐτομάτως οὐδ’ ἐκ τοῦ και‐ ροῦ, διὰ δὲ τὴν ἀγχίνοιαν τοῦ προεστῶτος, (ὃς) | |
Hist.11.16.5 | εὐθέως προεβάλετο τὴν τάφρον. ὁ δὲ Φιλοποίμην οὐ φυγομαχῶν, ὥς τινες ὑπελάμβανον, ἀλλὰ καὶ λίαν ἀκριβῶς καὶ στρατηγικῶς ἕκαστα συλλογισά‐ μενος, ὅτι παραγενόμενος ὁ Μαχανίδας, εἰ μὲν προσάξει | |
5 | τὴν δύναμιν οὐ προϊδόμενος τὴν τάφρον, οὕτω συμ‐ βήσεται παθεῖν αὐτῷ τὴν φάλαγγα (τὸ) προειρη‐ | |
Hist.11.16.6 | μένον νῦν, γινόμενον δὲ τότ’ ἐπὶ τῆς ἀληθείας· εἰ δὲ συλλογισάμενος τὴν δυσχρηστίαν τῆς τάφρου, κἄπειτα μεταμεληθεὶς καὶ δόξας ἀποδειλιᾶν, ἐκ πα‐ ρατεταγμένων ἀπολύσει καὶ μακρὰν αὑτὸν ἐν πορείᾳ | |
5 | διδόναι μέλλει, διότι χωρὶς ὁλοσχεροῦς ἀγῶνος αὐτῷ μὲν τὸ νικᾶν, ἐκείνῳ δὲ τἀναντία περιέσται. | |
Hist.11.16.7 | πολλοῖς γὰρ ἤδη τοῦτο συμβέβηκεν, οἵτινες παρα‐ ταξάμενοι μέν, οὐκ ἀξιόχρεως (δὲ νομίσαντες) σφᾶς αὐτοὺς εἶναι τοῖς ὑπεναντίοις ἀγωνίζεσθαι, τινὲς | |
Hist.11.16.8 | μὲν διὰ τόπους, οἱ δὲ διὰ πλῆθος, οἱ δὲ δι’ ἄλλας αἰτίας, μακρὰν ἑαυτοὺς δόντες ἐν πορείᾳ, κατὰ τὴν ἀπόλυσιν δι’ αὐτῶν τῶν οὐραγούντων ἤλπισαν οἱ μὲν προτερήσειν, οἱ δ’ ἀσφαλῶς ἀπολυθήσεσθαι | |
Hist.11.16.9 | τῶν πολεμίων. ἐν οἷς δὴ καὶ μέγιστα συμβαίνει τοὺς ἡγουμένους *** | |
Hist.11.17.1 | Πλὴν ὅ γε Φιλοποίμην οὐ διεψεύσθη τῇ προ‐ νοίᾳ τοῦ συντελεσθησομένου· τροπὴν (γὰρ) ἰσχυρὰν | |
Hist.11.17.2 | συνέβαινε γίνεσθαι τῶν Λακεδαιμονίων. συνορῶν δὲ τὴν φάλαγγα νικῶσαν καὶ τὰ ὅλα καλῶς αὑτῷ προχωροῦντα καὶ λαμπρῶς, ἐπὶ τὸ καταλειπόμενον ὥρμησε τῆς ὅλης ἐπιβολῆς· τοῦτο δ’ ἦν τὸ μὴ δια‐ | |
Hist.11.17.3 | φυγεῖν τὸν Μαχανίδαν. εἰδὼς οὖν αὐτὸν κατὰ (τὴν) τοῦ διώγματος παράπτωσιν ἀποτετμημένον ἐν τοῖς πρὸς τὴν πόλιν μέρεσι τῆς τάφρου μετὰ τῶν ἰδίων | |
Hist.11.17.4 | μισθοφόρων, ἐκαραδόκει τὴν τούτου παρουσίαν. ὁ δὲ Μαχανίδας, συνθεωρήσας κατὰ τὴν ἀπόλυσιν τὴν ἀπὸ τοῦ διώγματος φεύγουσαν τὴν αὑτοῦ δύναμιν, καὶ συλλογισάμενος διότι προπέπτωκε καὶ διέψευσται | |
5 | τῆς ὅλης ἐλπίδος, εὐθέως ἐπειρᾶτο συστραφεὶς μεθ’ ὧν εἶχε περὶ αὑτὸν ξένων, ἅθρους διαπεσεῖν διὰ τῶν | |
Hist.11.17.5 | ἐσκεδασμένων καὶ διωκόντων. εἰς ἃ καὶ συνορῶντες ἔνιοι συνέμενον αὐτῷ τὰς ἀρχάς, ταύτην ἔχοντες τὴν | |
Hist.11.17.6 | ἐλπίδα τῆς σωτηρίας. ὡς δὲ παραγενόμενοι συνεῖδον τοὺς Ἀχαιοὺς τηροῦντας τὴν ἐπὶ τῆς τάφρου γέφυ‐ ραν, τότε δὴ πάντες ἐξαθυμήσαντες ἀπέρρεον ἀπ’ αὐτοῦ, καὶ καθ’ ἑαυτὸν ἕκαστος ἐπορίζετο τὴν σωτη‐ | |
Hist.11.17.7 | ρίαν. καθ’ ὃν δὴ καιρὸν ὁ τύραννος ἀπογνοὺς τὴν διὰ τῆς γεφύρας ὁδὸν παρήλαυνε παρὰ τὴν τάφρον, ἐνεργῶς διάβασιν ζητῶν. | |
Hist.11.18.1 | Ὁ δὲ Φιλοποίμην, ἐπιγνοὺς τὸν Μαχανίδαν ἀπό τε τῆς πορφυρίδος καὶ τοῦ περὶ τὸν ἵππον κόσμου, τοὺς μὲν περὶ τὸν Ἀναξίδαμον ἀπολείπει, παρακαλέ‐ σας τηρεῖν ἐπιμελῶς τὴν δίοδον καὶ μηδενὸς φείδε‐ | |
5 | σθαι τῶν μισθοφόρων διὰ τὸ τούτους εἶναι τοὺς συναύξοντας αἰεὶ τὰς ἐν τῇ Σπάρτῃ τυραννίδας· | |
Hist.11.18.2 | αὐτὸς δὲ παραλαβὼν Πολύαινον τὸν Κυπαρισσέα καὶ Σιμίαν, οἷς ἐχρῆτο τότε παρασπισταῖς, ἐκ τοῦ πέραν τῆς τάφρου τὴν ἀντιπαραγωγὴν ἐποιεῖτο τῷ | |
Hist.11.18.3 | τυράννῳ καὶ τοῖς μετ’ αὐτοῦ· δύο γὰρ ἦσαν οἱ τότε τῷ Μαχανίδᾳ συμμίξαντες, Ἀρηξίδαμος καὶ τῶν μισθο‐ | |
Hist.11.18.4 | φόρων εἷς. ἅμα δὲ τῷ τὸν Μαχανίδαν κατά τινα τόπον εὔβατον τῆς τάφρου, προσθέντα τοὺς μύωπας, βίᾳ τὸν ἵππον ἐπάγειν καὶ διαπερᾶν, συναγαγὼν ἐκ μεταβολῆς ὁ Φιλοποίμην αὐτῷ καὶ πατάξας τῷ δό‐ | |
5 | ρατι καιρίως, καὶ προσενεγκὼν τῷ σαυρωτῆρι πλη‐ γὴν ἄλλην ἐκ διαλήψεως, ἐν χειρῶν νόμῳ διέφθειρε | |
Hist.11.18.5 | τὸν τύραννον. τὸ δὲ παραπλήσιον ἐγίνετο καὶ περὶ τὸν Ἀρηξίδαμον ὑπὸ τῶν παρίππων. ὁ δὲ τρίτος ἀπογνοὺς τὴν διάβασιν διέφυγε τὸν κίνδυνον κατὰ | |
Hist.11.18.6 | τὸν τῶν προειρημένων φόνον. πεσόντων δ’ ἀμφο‐ τέρων, εὐθέως οἱ περὶ τὸν Σιμίαν, σκυλεύσαντες | |
τοὺς νεκροὺς καὶ συναφελόντες ἅμα τοῖς ὅπλοις τὴν τοῦ τυράννου κεφαλήν, ἠπείγοντο πρὸς τοὺς διώ‐ | ||
Hist.11.18.7 | κοντας, σπεύδοντες ἐπιδεῖξαι τοῖς ὄχλοις τὴν ἀπώ‐ λειαν τοῦ τῶν ὑπεναντίων ἡγεμόνος χάριν τοῦ πιστεύσαντας ἔτι μᾶλλον ἀνυπόπτως καὶ τεθαρρη‐ κότως ποιήσασθαι τὸν ἐπιδιωγμὸν τῶν ὑπεναντίων | |
Hist.11.18.8 | ἕως τῆς Τεγεατῶν πόλεως. ὃ καὶ μεγάλα συνεβάλετο πρὸς τὴν ὁρμὴν τῶν ὄχλων· οὐ γὰρ ἥκιστα διὰ τούτων τῆς μὲν Τεγέας ἐξ ἐφόδου κύριοι κατέστη‐ σαν, ταῖς δ’ ἐχομέναις παρὰ τὸν Εὐρώταν ἐστρα‐ | |
5 | τοπέδευον, κρατοῦντες ἤδη τῶν ὑπαίθρων ἀναμ‐ | |
Hist.11.18.9 | φισβητήτως. καὶ πολλῶν χρόνων οὐ δυνάμενοι τοὺς πολεμίους ἐκ τῆς οἰκείας ἀπώσασθαι, τότε πᾶσαν | |
Hist.11.18.10 | ἀδεῶς ἐπόρθουν αὐτοὶ τὴν Λακωνικήν, τῶν μὲν ἰδίων οὐ πολλοὺς ἀπολωλεκότες ἐν τῇ μάχῃ, τῶν δὲ Λακεδαιμονίων ἀπεκτακότες μὲν οὐκ ἐλάττους τῶν τετρακισχιλίων, ζωγρίᾳ δ’ εἰληφότες ἔτι πλείους | |
5 | τούτων, ὁμοίως δὲ καὶ τῆς ἀποσκευῆς κεκυριευκότες ἁπάσης καὶ τῶν ὅπλων. | |
Hist.1118at | IV. RES ITALIAE. | |
Hist.1118a1 | Ὅτι φησὶν ὁ Πολύβιος, τί γὰρ ὄφελός ἐστι τοῖς ἀναγινώσκουσι διεξιέναι πολέμους καὶ μάχας καὶ πόλεων ἐξανδραποδισμοὺς καὶ πολιορκίας, εἰ μὴ τὰς | |
αἰτίας ἐπιγνώσονται, παρ’ ἃς ἐν ἑκάστοις οἱ μὲν | ||
Hist.1118a2 | κατώρθωσαν, οἱ δ’ ἐσφάλησαν; τὰ γὰρ τέλη τῶν πράξεων ψυγαγωγεῖ μόνον τοὺς ἀκούοντας, αἱ δὲ πρόσθεν διαλήψεις τῶν ἐπιβαλλομένων ἐξεταζόμεναι | |
Hist.1118a3 | δεόντως ὠφελοῦσι τοὺς φιλομαθοῦντας. μάλιστα δὲ πάντων ὁ κατὰ μέρος χειρισμὸς ἑκάστων ἐπιδεικνύ‐ μενος ἐπανορθοῖ τοὺς συνεφιστάνοντας. — | |
Hist.11.19.1 | Τίς οὐκ ἂν ἐπισημήναιτο τὴν ἡγεμονίαν καὶ τὴν ἀρετὴν καὶ τὴν δύναμιν ἐν τοῖς ὑπαίθροις τἀνδρός, | |
Hist.11.19.2 | βλέψας εἰς τὸ μῆκος τούτου τοῦ χρόνου, καὶ συνεπι‐ στήσας αὑτὸν ἐπί τε τὰς καθόλου καὶ τὰς κατὰ μέ‐ ρος μάχας καὶ πολιορκίας καὶ πόλεων μεταβολὰς καὶ περιστάσεις καιρῶν, ἐπί τε τὴν περιοχὴν τῆς ὅλης | |
Hist.11.19.3 | ἐπιβολῆς καὶ πράξεως, ἐν ᾗ συνεχῶς Ἀννίβας ἑκκαί‐ δεκα πολεμήσας ἔτη Ῥωμαίοις κατὰ τὴν Ἰταλίαν οὐδέποτε διέλυσε τὰς δυνάμεις ἐκ τῶν ὑπαίθρων, ἀλλὰ συνέχων ὑφ’ αὑτόν, ὥσπερ ἀγαθὸς κυβερνήτης, | |
5 | ἀστασίαστα διετήρησε τοσαῦτα πλήθη καὶ πρὸς αὑτὸν καὶ πρὸς ἄλληλα, καίπερ οὐχ οἷον ὁμοεθνέ‐ σιν, ἀλλ’ οὐδ’ ὁμοφύλοις χρησάμενος στρατοπέδοις. | |
Hist.11.19.4 | εἶχε γὰρ Λίβυας, Ἴβηρας, Λιγυστίνους, Κελτούς, Φοίνικας, Ἰταλούς, Ἕλληνας, οἷς οὐ νόμος, οὐκ ἔθος, οὐ λόγος, οὐχ ἕτερον οὐδὲν ἦν κοινὸν ἐκ φύσεως | |
Hist.11.19.5 | πρὸς ἀλλήλους. ἀλλ’ ὅμως ἡ τοῦ προεστῶτος ἀγχί‐ νοια τὰς τηλικαύτας καὶ τοιαύτας διαφορὰς ἑνὸς ἐποίει προστάγματος ἀκούειν καὶ μιᾷ πείθεσθαι | |
γνώμῃ, καίπερ οὐχ ἁπλῆς οὔσης τῆς περιστάσεως, | ||
5 | ἀλλὰ καὶ ποικίλης, καὶ πολλάκις μὲν αὐτοῖς λαμπρᾶς | |
Hist.11.19.6 | ἐπιπνεούσης τῆς τύχης, ποτὲ δὲ τοὐναντίον. ἐξ ὧν εἰκότως ἄν τις θαυμάσειε τὴν τοῦ προεστῶτος δύνα‐ μιν ἐν τούτῳ τῷ μέρει, καὶ θαρρῶν εἴπειεν ὡς εἴπερ ποιησάμενος τὴν ἀρχὴν ἐπ’ ἄλλα μέρη τῆς οἰκου‐ | |
5 | μένης ἐπὶ τελευταίους ἦλθε Ῥωμαίους, οὐδὲν ἂν | |
Hist.11.19.7 | τῶν προτεθέντων αὐτὸν διέφυγε. νῦν δ’, ἐφ’ οὓς ἔδει τελευταίους ἐλθεῖν, ἀπὸ τούτων ἀρξάμενος, ἐν τούτοις ἐποιήσατο καὶ τὴν ἀρχὴν τῶν πράξεων καὶ τὸ τέλος. | |
Hist.11.20t | V. RES HISPANIAE. | |
Hist.11.20.1 | Οἱ μὲν οὖν περὶ τὸν Ἀσδρούβαν, ἁθροίσαντες τὴν στρατιὰν ἐκ τῶν πόλεων, ἐν αἷς ἐποιοῦντο τὴν παραχειμασίαν, προῆλθον, καὶ κατεστρατοπέδευσαν οὐ μακρὰν ἀπὸ τῆς πόλεως τῆς προσαγορευομένης | |
5 | Ἰλίπας, βαλόμενοι τὸν χάρακα πρὸς ταῖς ὑπωρείαις, καὶ προθέμενοι πεδία πρὸς ἀγῶνα καὶ μάχην εὐφυῆ. | |
Hist.11.20.2 | πλῆθος δὲ πεζῶν μὲν εἶχον εἰς ἑπτὰ μυριάδας, ἱπ‐ πεῖς δὲ τετρακισχιλίους, θηρία δὲ δυσὶ πλείω τῶν | |
Hist.11.20.3 | τριάκοντα. Πόπλιος δὲ Μάρκον μὲν Ἰούνιον ἐξαπ‐ | |
έστειλε πρὸς Κολίχαντα, παραληψόμενον τὰς ἑτοι‐ μασθείσας αὐτῷ παρὰ τούτου δυνάμεις· αὗται δ’ ἦσαν πεζοὶ μὲν τρισχίλιοι, ἱππεῖς δὲ πεντακόσιοι· | ||
Hist.11.20.4 | τοὺς δὲ λοιποὺς συμμάχους αὐτὸς παρελάμβανε, προάγων καὶ ποιούμενος τὴν πορείαν ἐπὶ τὸ προ‐ | |
Hist.11.20.5 | κείμενον. ἐγγίσας δὲ τῷ Κασταλῶνι καὶ τοῖς περὶ Βαίκυλα τόποις, καὶ συμμίξας ἐνθάδε τῷ Μάρκῳ καὶ ταῖς παρὰ τοῦ Κολίχαντος δυνάμεσιν, εἰς πολ‐ | |
Hist.11.20.6 | λὴν ἀπορίαν ἐνέπιπτε περὶ τῶν ἐνεστώτων. χωρὶς γὰρ τῶν συμμάχων οὐκ ἀξιόχρεοι (παρ)ῆσαν αἱ Ῥωμαϊκαὶ δυνάμεις αὐτῷ πρὸς τὸ διακινδυνεύειν· τὸ δ’ ἐπὶ τοῖς συμμάχοις ἔχοντας τὰς ἐλπίδας ὑπὲρ | |
5 | τῶν ὅλων κινδυνεύειν ἐπισφαλὲς ἐδόκει καὶ λίαν | |
Hist.11.20.7 | εἶναι παράβολον. οὐ μὴν ἀλλὰ διαπορήσας, ὑπὸ δὲ τῶν πραγμάτων συγκλειόμενος, ἐπὶ τὸ συγχρῆσθαι κατηνέχθη τοῖς Ἴβηρσιν οὕτως ὥστε φαντασίαν μὲν | |
Hist.11.20.8 | παρασκευάζειν τοῖς ὑπεναντίοις, τὸν δ’ ἀγῶνα ποι‐ εῖσθαι διὰ τῶν ἰδίων στρατοπέδων. ταῦτα δὲ προ‐ θέμενος ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν εἰς τετρακισμυρίους καὶ πεντακισχιλίους, | |
Hist.11.20.9 | ἱππεῖς δὲ περὶ τρισχιλίους. ἐγγίσας δὲ τοῖς Καρχη‐ δονίοις καὶ γενόμενος σύνοπτος ἐστρατοπέδευσε περί τινας γεωλόφους καταντικρὺ τῶν πολεμίων. | |
Hist.11.21.1 | Μάγων δὲ νομίσας εὐφυῆ καιρὸν ἐπιθέσθαι κα‐ ταστρατοπεδεύουσι τοῖς Ῥωμαίοις, ἀναλαβὼν τὸ πλεῖ‐ στον μέρος τῶν ἰδίων ἱππέων καὶ Μασαννάσαν μετὰ τῶν Νομάδων, ἤλαυνε πρὸς τὴν παρεμβολήν, | |
5 | πεπεισμένος ἀφυλακτοῦντα λήψεσθαι τὸν Πόπλιον. | |
Hist.11.21.2 | ὁ δὲ πάλαι προορώμενος τὸ μέλλον, ὑπό τινα βου‐ | |
νὸν ὑπεστάλκει τοὺς ἱππεῖς, ἴσους (τοῖς) τῶν Καρ‐ | ||
Hist.11.21.3 | χηδονίων· ὧν ἀνυπονοήτως ἐμπεσόντων πολλοὶ μὲν ἐν ταῖς ἀρχαῖς ἀναστρέφοντες διὰ τὸ παράδοξον τῆς ἐπιφανείας (τῆς) ἄφνω τῶν ἱππέων ἀπέπεσον, οἱ δὲ λοιποὶ συμβάλλοντες τοῖς πολεμίοις ἐμάχοντο | |
Hist.11.21.4 | γενναίως. τῇ δὲ παρὰ τῶν καταβαινόντων ἐν τοῖς Ῥωμαϊκοῖς ἱππεῦσιν εὐχειρίᾳ δυσχρηστούμενοι καὶ πολλοὺς ἀπολλύντες οἱ Καρχηδόνιοι, βραχὺ προσ‐ | |
Hist.11.21.5 | αντισχόντες ἐνέκλιναν. καὶ τὸ μὲν πρῶτον ἐν τάξει τὴν ἀναχώρησιν ἐποιοῦντο, τῶν δὲ Ῥωμαίων ἐγκειμένων αὐτοῖς λύσαντες τὰς ἴλας κατέφυγον | |
Hist.11.21.6 | ὑπὸ τὴν αὑτῶν παρεμβολήν. οἱ μὲν οὖν Ῥωμαῖοι τούτου γενομένου θαρραλεώτερον διέκειντο πρὸς τὸν | |
Hist.11.21.7 | κίνδυνον, οἱ δὲ Καρχηδόνιοι τοὐναντίον. οὐ μὴν ἀλλὰ ταῖς ἑξῆς ἐπί τινας ἡμέρας τάς τε δυνάμεις ἐκτάξαντες ἐν τῷ μεταξὺ πεδίῳ (καὶ) διὰ τῶν ἱπ‐ πέων καὶ διὰ τῶν εὐζώνων ἀκροβολισμοὺς ποιησά‐ | |
5 | μενοι καὶ καταπειράσαντες ἀλλήλων, ὥρμησαν ἐπὶ τὸ κρίνειν τὰ ὅλα. | |
Hist.11.22.1 | Κατὰ δὲ τὸν καιρὸν τοῦτον δυσὶ δοκεῖ κεχρῆσθαι | |
Hist.11.22.2 | στρατηγήμασιν ὁ Πόπλιος. θεωρῶν γὰρ τὸν Ἀσδρού‐ βαν ὀψὲ ποιούμενον τὰς ἐξαγωγάς, καὶ μέσους Λίβυας, τὰ δὲ θηρία προτιθέμενον ἑκατέρων τῶν κεράτων, | |
Hist.11.22.3 | αὐτὸς εἰωθὼς τῇ μὲν ὥρᾳ προσανατείνειν, τοὺς δὲ Ῥωμαίους μέσους ἀντιτάττειν τοῖς Λίβυσι, τοὺς δ’ Ἴβηρας ἐπὶ τῶν κεράτων παρεμβάλλειν, ᾗ προέ‐ | |
θετο κρίνειν ἡμέρᾳ, τἀναντία τοῖς προειρημένοις | ||
5 | ποιήσας μεγάλα συνήργησε ταῖς σφετέραις δυνάμεσι πρὸς τὸ νικᾶν, οὐκ ὀλίγα δ’ ἠλάττωσε τοὺς πολε‐ | |
Hist.11.22.4 | μίους. ἅμα γὰρ τῷ φωτὶ διαπεμψάμενος τοὺς ὑπη‐ ρέτας παρήγγειλε πᾶσι τοῖς χιλιάρχοις καὶ τοῖς στρα‐ τιώταις ἀριστοποιησαμένους καὶ καθοπλισαμένους | |
Hist.11.22.5 | ἐξάγειν πρὸ τοῦ χάρακος. γενομένου δὲ τούτου καὶ προθύμως πειθαρχησάντων διὰ τὴν ὑπόνοιαν τοῦ μέλλοντος, τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους προ‐ απέστειλε, συντάξας ἐγγίζειν τῇ παρεμβολῇ τῶν | |
Hist.11.22.6 | ὑπεναντίων καὶ προσακροβολίζεσθαι θρασέως, αὐτὸς δὲ τοὺς πεζοὺς ἔχων ἄρτι τῆς κατὰ τὸν ἥλιον ἀνα‐ τολῆς ἐπιφαινομένης προῆγε, καὶ παραγενόμενος εἰς μέσον τὸ πεδίον παρενέβαλε, τάττων ἐναντίως ἢ | |
5 | πρόσθεν· μέσους μὲν γὰρ ἐτίθει τοὺς Ἴβηρας, ἐπὶ | |
Hist.11.22.7 | δὲ τῶν κεράτων τὰ τῶν Ῥωμαίων. τοῖς δὲ Καρχη‐ δονίοις, ἄφνω συνεγγιζόντων πρὸς τὸν χάρακα τῶν ἱππέων, ἅμα δὲ καὶ τῆς ἄλλης δυνάμεως ἐκταττο‐ μένης ἐν ὄψει, μόλις ἐδόθη καιρὸς εἰς τὸ καθοπλί‐ | |
Hist.11.22.8 | σασθαι. διόπερ ἠναγκάσθησαν οἱ περὶ τὸν Ἀσδρού‐ βαν ἔτι νήστεις ἔχοντες τοὺς ἄνδρας ἀπαρασκεύως ἐκ τοῦ καιροῦ τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους ἐπαφιέναι τοῖς ἱππεῦσι τῶν ὑπεναντίων εἰς τὰ πεδία, | |
5 | τὰς δὲ πεζικὰς δυνάμεις παρατάττειν, οὐ πολὺ τῆς παρωρείας ἐν τοῖς ἐπιπέδοις ποιούμενοι τὴν ἔκταξιν, | |
Hist.11.22.9 | καθάπερ ἦν ἔθος αὐτοῖς. ἕως μὲν οὖν τινος ἔμενον οἱ Ῥωμαῖοι τὴν ἡσυχίαν ἔχοντες· ἐπειδὴ δὲ τὸ μὲν τῆς ἡμέρας προύβαινε, τῶν δ’ εὐζώνων ἄκριτος ἦν καὶ πάρισος ἡ συμπλοκὴ διὰ τὸ τοὺς πιεζομένους | |
5 | καταφεύγοντας ὑπὸ τὰς ἰδίας φάλαγγας ἐκ μεταβο‐ | |
Hist.11.22.10 | λῆς κινδυνεύειν, τὸ τηνικαῦτα δὲ διαδεξάμενος ὁ | |
Πόπλιος διὰ τῶν διαστημάτων ἐν ταῖς σημαίαις εἴσω τοὺς ἀκροβολιζομένους, καὶ μερίσας ἐφ’ ἑκάτερον κέρας ὀπίσω τῶν παρατεταγμένων, πρῶτον μὲν τοὺς | ||
5 | γροσφομάχους, ἐπὶ δὲ τούτοις ἐπιβάλλει τοὺς ἱππεῖς, τὰς μὲν ἀρχὰς μετωπηδὸν ποιούμενος τὴν ἔφο‐ | |
Hist.11.22.11 | δον· ἀποσχὼν δὲ περὶ (τετρα)στάδιον τῶν ὑπεναν‐ τίων, τοὺς μὲν Ἴβηρας τηροῦντας τὰς τάξεις τὸν αὐτὸν τρόπον ποιεῖσθαι τὴν ἐπαγωγὴν *** παρήγ‐ γειλε, τῷ μὲν δεξιῷ τὰς σημαίας καὶ τὰς ἴλας ἐπι‐ | |
Hist.11.23.1 | στρέφειν ἐπὶ δόρυ, τῷ δ’ εὐωνύμῳ τἀναντία. καὶ λαβὼν αὐτὸς μὲν ἀπὸ τοῦ δεξιοῦ, Λεύκιος δὲ Μάρ‐ κιος καὶ Μάρκος Ἰούνιος ἀπὸ τῶν εὐωνύμων τρεῖς ἴλας ἱππέων τὰς ἡγουμένας, καὶ πρὸ τούτων γρο‐ | |
5 | σφομάχους τοὺς εἰθισμένους καὶ τρεῖς σπείρας— τοῦτο δὲ καλεῖται τὸ σύνταγμα τῶν πεζῶν παρὰ | |
Hist.11.23.2 | Ῥωμαίοις κοόρτις—πλὴν οἱ μὲν ἐπ’ ἀσπίδα περι‐ κλάσαντες τούτους, οἱ δ’ ἐπὶ δόρυ, προῆγον ὀρθίους ἐπὶ τοὺς πολεμίους, ἐνεργῆ ποιούμενοι τὴν ἔφοδον, ἀεὶ τῶν ἑξῆς ἐπιβαλλόντων καὶ κατὰ περίκλασιν | |
Hist.11.23.3 | ἑπομένων. ἐπεὶ δὲ τούτους μὲν οὐ πολὺ συνέβαινε τῶν πολεμίων ἀπέχειν, τοὺς δ’ Ἴβηρας ἐν τῇ κατὰ πρόσωπον πλευρᾷ τόπον ἱκανὸν ἔτι διεστάναι τῷ βάδην ποιεῖσθαι τὴν ἐπαγωγήν, προσέβαλλον τοῖς | |
5 | κέρασιν ἀμφοτέροις ἅμα τοῖς τῶν ὑπεναντίων ὀρθίαις ταῖς Ῥωμαϊκαῖς δυνάμεσι κατὰ τὴν ἐξ ἀρχῆς πρό‐ | |
Hist.11.23.4 | θεσιν. αἱ δὲ μετὰ ταῦτα κινήσεις, δι’ ὧν συνέβαινε τοὺς ἑπομένους, ἐπιπαρεμβάλλοντας (ἐπὶ) τὴν αὐτὴν | |
εὐθεῖαν τοῖς ἡγουμένοις, συγκαθίστασθαι τοῖς πο‐ λεμίοις εἰς τὴν μάχην, τὴν ἐναντίαν εἶχον διάθεσιν | ||
5 | ἀλλήλαις, καὶ καθόλου τὸ δεξιὸν κέρας τῷ λαιῷ | |
Hist.11.23.5 | (καὶ) κατὰ μέρος οἱ πεζοὶ τοῖς ἱππεῦσιν. οἱ μὲν γὰρ ἐπὶ τοῦ δεξιοῦ κέρως ἱππεῖς μετὰ τῶν εὐζώνων, ἐκ δόρατος ἐπιπαρεμβάλλοντες, ὑπερκερᾶν ἐπειρῶντο τοὺς πολεμίους, οἱ δὲ πεζοὶ τοὐναντίον ἐξ ἀσπίδος | |
Hist.11.23.6 | παρενέβαλλον· τῶν δὲ κατὰ τὸ λαιὸν οἱ μὲν ἐν ταῖς σπείραις ἐκ δόρατος, οἱ δ’ ἱππεῖς μετὰ τῶν γροσφο‐ | |
Hist.11.23.7 | μάχων ἐξ ἡνίας. ἐγεγόνει μὲν οὖν ἐκ τῶν ἱππέων καὶ τῶν εὐζώνων ἀμφοτέρων τῶν κεράτων ἐκ ταύ‐ | |
Hist.11.23.8 | της τῆς κινήσεως τὸ δεξιὸν εὐώνυμον. οὗ μικρὸν λόγον θέμενος ὁ στρατηγὸς τοῦ μείζονος ἐποιήσατο πρόνοιαν, τοῦ κατὰ τὴν ὑπερκέρασιν, ὀρθῶς λογι‐ | |
Hist.11.23.9 | ζόμενος· εἰδέναι μὲν γὰρ δεῖ τὸ γινόμενον, χρῆσθαι δὲ ταῖς πρὸς τὸν καιρὸν ἁρμοζούσαις κινήσεσιν. | |
Hist.11.24.1 | Ἐκ δὲ τῆς τούτων συμπλοκῆς τὰ μὲν θηρία διὰ τῶν γροσφομάχων καὶ τῶν ἱππέων ἀκοντιζόμενα καὶ διαταραττόμενα πανταχόθεν ἔπασχε μὲν κακῶς, ἔβλαπτε δ’ οὐδὲν ἧττον τοὺς φίλους ἢ τοὺς πολε‐ | |
5 | μίους· φερόμενα γὰρ εἰκῇ τοὺς ὑποπεσόντας ἐξ ἀμ‐ | |
Hist.11.24.2 | φοῖν αἰεὶ διέφθειρε. τῆς δὲ πεζικῆς δυνάμεως τὰ μὲν κέρατα τῶν Καρχηδονίων ἐθραύετο, τὸ δὲ μέσον τὸ κατὰ τοὺς Λίβυας, ὅπερ ἦν χρησιμώτατον, εἰς | |
Hist.11.24.3 | τέλος ἄπρακτον ἦν· οὔτε γὰρ παραβοηθεῖν ἠδύναντο τοῖς ἐπὶ τῶν κεράτων, λιπόντες τὸν ἴδιον τόπον διὰ τὴν τῶν Ἰβήρων ἔφοδον, οὔτε μένοντες ἐπὶ τῶν ὑποκειμένων ἐνεργεῖν τι τῶν δεόντων οἷοί τ’ ἦσαν | |
5 | διὰ τὸ μὴ συνιέναι τοὺς κατὰ πρόσωπον πολεμίους | |
Hist.11.24.4 | αὐτοῖς εἰς τὰς χεῖρας. οὐ μὴν ἀλλὰ χρόνον μέν τινα διηγωνίζοντο τὰ κέρατα γενναίως διὰ τὸ περὶ τῶν | |
Hist.11.24.5 | ὅλων ἑκατέροις συνεστάναι τὸν κίνδυνον. ἤδη δὲ τοῦ καύματος ἐφεστῶτος κατὰ τὴν ἀκμήν, οἱ μὲν Καρχηδόνιοι παρελύοντο διὰ τὸ μὴ πεποιῆσθαι τὴν ἔξοδον κατὰ τὴν ἰδίαν προαίρεσιν, κεκωλῦσθαι δὲ | |
Hist.11.24.6 | τῆς ἁρμοζούσης παρασκευῆς, οἱ δὲ Ῥωμαῖοι καὶ τῇ δυνάμει καὶ ταῖς εὐψυχίαις καθυπερεῖχον, καὶ μά‐ λιστα τῷ τοῖς χρησιμωτάτοις πρὸς τοὺς ἀχρειοτά‐ τους τῶν πολεμίων συμβεβληκέναι διὰ τὴν τοῦ | |
Hist.11.24.7 | στρατηγοῦ πρόνοιαν. τὰς μὲν οὖν ἀρχὰς οἱ περὶ τὸν Ἀσδρούβαν κατὰ πόδα πιεζούμενοι τὴν ἀνα‐ χώρησιν ἐποιοῦντο, μετὰ δὲ ταῦτα κλίναντες ἁθρόοι πρὸς τὴν παρώρειαν ἀπεχώρουν· ἐγκειμένων δὲ τῶν | |
5 | Ῥωμαίων βιαιότερον ἔφευγον εἰς τὸν χάρακα προ‐ | |
Hist.11.24.8 | τροπάδην. εἰ μὲν οὖν μὴ θεὸς αὐτοῖς τις συνεπε‐ λάβετο τῆς σωτηρίας, παραχρῆμ’ ἂν ἐξέπεσον ἐκ τῆς | |
Hist.11.24.9 | παρεμβολῆς. ἐπιγενομένης δὲ κατὰ τὸν ἀέρα συστρο‐ φῆς ἐξαισίου, καὶ καταρραγέντος ὄμβρου λάβρου καὶ συνεχοῦς, μόλις εἰς τὴν αὑτῶν στρατοπεδείαν ἀνεκομίσθησαν οἱ Ῥωμαῖοι. — | |
Hist.11.24.10 | Ἰλούργεια, πόλις Ἰβηρίας, Πολύβιος ἑνδεκάτῃ. | |
Hist.11.24.11 | Τὸ δὲ τετηκὸς καὶ συνερρυηκὸς ἀργύριον καὶ χρυσίον ἀναζητοῦντες ὑπὸ τοῦ πυρὸς πλεῖστοι Ῥω‐ μαίων διεφθάρησαν. — | |
Hist.1124a1 | Ὅτι πάντων εὐδαιμονιζόντων τὸν Πόπλιον μετὰ τὸ τοὺς Καρχηδονίους ἐξελάσαι τῆς Ἰβηρίας, καὶ πα‐ | |
ρακαλούντων ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν, ἐπεὶ πέρας ἐπιτέθεικε τῷ πολέμῳ, μακαρίζειν αὐτοὺς ἔφη διότι | ||
Hist.1124a2 | τοιαύτας ἔχουσι τὰς ἐλπίδας, αὐτὸς δὲ νῦν καὶ μά‐ λιστα βουλεύεσθαι τίνα τρόπον ἄρξηται τοῦ πρὸς | |
Hist.1124a3 | Καρχηδονίους πολέμου· τὸν μὲν γὰρ πρὸ τούτου χρόνον Καρχηδονίους Ῥωμαίοις πεπολεμηκέναι, νυνὶ δὲ τὴν τύχην παραδεδωκέναι καιρὸν εἰς τὸ Ῥω‐ μαίους Καρχηδονίοις ἐξενεγκεῖν πόλεμον. — | |
Hist.1124a4 | Ὅτι ὁ Πόπλιος διαλεχθεὶς τῷ Σόφακι, ἅτε δὴ πρὸς τοῦτο τὸ μέρος εὐφυὴς ὑπάρχων, οὕτω φιλαν‐ θρώπως ὡμίλησε καὶ ἐπιδεξίως ὥστε τὸν Ἀσδρούβαν εἰπεῖν ταῖς ὕστερον ἡμέραις πρὸς τὸν Σόφακα διότι | |
5 | φοβερώτερος αὐτῷ Πόπλιος πέφηνε κατὰ τὴν ὁμι‐ λίαν ἤπερ ἐν τοῖς ὅπλοις. — | |
Hist.11.25.1 | Ὅτι στάσεως γενομένης τινῶν ἐν τῷ στρατοπέδῳ τῷ Ῥωμαϊκῷ, ὁ Πόπλιος, καίπερ ἤδη πεῖραν εἰλη‐ φὼς τῶν πραγμάτων ἐφ’ ἱκανόν, ὅμως οὐδέποτε μᾶλλον εἰς ἀπορίαν ἧκε καὶ δυσχρηστίαν. καὶ τοῦτ’ | |
Hist.11.25.2 | ἔπασχε κατὰ λόγον· καθάπερ (γὰρ) ἐπὶ τῶν σωμάτων τὰς μὲν ἐκτὸς αἰτίας τοῦ βλάπτειν, λέγω δ’ οἷον ψύχους, καύματος, κόπου, τραυμάτων, καὶ πρὶν γίνεσθαι φυλάξασθαι δυνατὸν καὶ γενομέναις εὐμα‐ | |
5 | ρὲς βοηθῆσαι, τὰ δ’ ἐξ αὐτῶν τῶν σωμάτων γινό‐ μενα φύματα καὶ νόσους δυσχερὲς μὲν προϊδέσθαι, | |
Hist.11.25.3 | δυσχερὲς δὲ γενομένοις βοηθεῖν, τὸν αὐτὸν δὴ τρό‐ | |
πον καὶ περὶ πολιτείας καὶ περὶ στρατοπέδων δια‐ | ||
Hist.11.25.4 | ληπτέον. πρὸς μὲν γὰρ τὰς ἔξωθεν ἐπιβουλὰς καὶ πολέμους πρόχειρος ὁ τρόπος τῆς παρασκευῆς καὶ | |
Hist.11.25.5 | βοηθείας τοῖς ἐφιστάνουσι, πρὸς δὲ τὰς ἐν αὐτοῖς γενομένας ἀντιπολιτείας καὶ στάσεις καὶ ταραχὰς δύσχρηστος ἡ βοήθεια καὶ μεγάλης ἐπιδεξιότητος | |
Hist.11.25.6 | καὶ διαφερούσης ἀγχινοίας δεομένη· πλὴν ἑνὸς παρ‐ αγγέλματος, ὃ πᾶσιν ἁρμόσει, (δεῖ) καὶ στρατοπέ‐ | |
Hist.11.25.7 | δοις καὶ πόλεσι καὶ σώμασιν, ὡς ἐμὴ δόξα. τοῦτο δ’ ἐστὶ τὸ μηδέποτ’ ἐᾶν ἐπὶ πολὺ ῥᾳθυμεῖν καὶ σχολάζειν περὶ μηδὲν τῶν προειρημένων, ἥκιστα δ’ ἐν ταῖς εὐροίαις τῶν πραγμάτων καὶ ἐν ταῖς δαψι‐ | |
Hist.11.25.8 | λείαις τῶν ἐπιτηδείων. πλὴν ὅ γε Πόπλιος, ἅτε δια‐ φερόντως ἐπιμελὴς ὤν, καθάπερ ἐξ ἀρχῆς εἶπον, ἔτι δ’ ἀγχίνους καὶ πρακτικός, συναθροίσας τοὺς χιλιάρχους τοιάνδε τινὰ τῶν ἐνεστώτων εἰσηγεῖτο | |
Hist.11.25.9 | λύσιν. ἔφη γὰρ δεῖν ἀναδέξασθαι τοῖς στρατιώταις τὴν τῶν ὀψωνίων ἀπόδοσιν· χάριν δὲ τοῦ πιστεύ‐ εσθαι τὴν ἐπαγγελίαν, τὰς ἐπιτεταγμένας εἰσφορὰς ταῖς πόλεσι πρότερον εἰς τὴν τοῦ παντὸς στρατο‐ | |
5 | πέδου χορηγίαν ταύτας νῦν ἁθροίζειν ἐπιφανῶς καὶ μετὰ σπουδῆς, ὡς πρὸς τὴν διόρθωσιν τῶν | |
Hist.11.25.10 | ὀψωνίων γινομένης τῆς παρασκευῆς· τοὺς δὲ χιλιάρ‐ χους τοὺς αὐτοὺς πάλιν πορευθέντας ἀξιοῦν καὶ πα‐ ρακαλεῖν μετατίθεσθαι τὴν ἄγνοιαν καὶ κομίζεσθαι τὰς σιταρχίας, παραγινομένους ὡς αὐτόν, ἄν τε κατὰ | |
5 | μέρη βούλωνται τοῦτο ποιεῖν ἄν θ’ ὁμοῦ πάντες. | |
Hist.11.25.11 | γενομένου δὲ τούτου τὸ λοιπὸν ἤδη παρ’ αὐτὸν τὸν καιρὸν ἔφη δεῖν βουλεύεσθαι τί δέον ἐστὶ πράττειν. | |
Hist.11.26.1 | Οὗτοι μὲν οὖν ταῦτα διανοηθέντες ἐγίνοντο | |
Hist.11.26.2 | περὶ τὴν τῶν χρημάτων ἐπιμέλειαν· ......... τῶν δὲ χιλιάρχων διασαφούντων τὰ δεδογμένα, γνοὺς ὁ Πόπλιος ἀνεκοινοῦτο τῷ συνεδρίῳ τί δέον ἐστὶ | |
Hist.11.26.3 | ποιεῖν. ἔδοξεν οὖν αὐτοῖς, ἡμέραν διασαφήσαντας εἰς ἣν δεήσει παρεῖναι, πρὸς μὲν τὸ πλῆθος δια‐ λύεσθαι, τοὺς δ’ αἰτίους κολάζειν πικρῶς· οὗτοι | |
Hist.11.26.4 | δ’ ἦσαν εἰς πέντε καὶ τριάκοντα τὸν ἀριθμόν. τῆς δ’ ἡμέρας ἐπελθούσης, καὶ παραγενομένων τῶν ἀπο‐ στατῶν ἐπί τε τὰς διαλύσεις καὶ τὴν κομιδὴν τῶν | |
Hist.11.26.5 | ὀψωνίων, τοῖς μὲν χιλιάρχοις τοῖς πρεσβεύσασι συνέ‐ ταξε δι’ ἀπορρήτων ὁ Πόπλιος ἀπαντᾶν τοῖς ἀπο‐ στάταις καὶ διελομένους ἕκαστον πέντε τῶν ἀρχη‐ γῶν τῆς στάσεως εὐθέως κατὰ τὴν ἀπάντησιν φιλ‐ | |
5 | ανθρωπεῖν καὶ καλεῖν ὡς αὑτούς, μάλιστα μὲν πρὸς κατασκήνωσιν· οἳ δ’ ἂν μὴ δύνωνται τοῦτο, | |
Hist.11.26.6 | πρός γε δεῖπνον καὶ τοιαύτην συνουσίαν. τῷ δὲ μεθ’ αὑτοῦ στρατοπέδῳ παρήγγειλε πρὸ ἡμερῶν τριῶν ἐφόδια παρεσκευάσθαι κατὰ πλείω χρόνον ὡς ἐπὶ τὸν Ἀνδοβάλην αὐτῶν μετὰ Μάρκου πορευομέ‐ | |
Hist.11.26.7 | νων. ὃ καὶ θαρραλεωτέρους αὐτοὺς ἀκούσαντας | |
ἐποίησε τοὺς ἀποστάτας· ἐν αὑτοῖς γὰρ ὑπέλαβον ἔσεσθαι τὴν πλείστην ἐξουσίαν, ἐπειδὰν συμμί‐ ξωσι τῷ στρατηγῷ τῶν ἄλλων στρατοπέδων κεχω‐ | ||
5 | ρισμένων. | |
Hist.11.27.1 | Συνεγγιζόντων δ’ αὐτῶν τῇ πόλει, τοῖς μὲν ἄλλοις στρατιώταις εἰς τὴν ἐπαύριον ἅμα τῷ φωτὶ | |
Hist.11.27.2 | παρηγγέλλετο μετὰ τῆς παρασκευῆς ἐξάγειν, τοῖς δὲ χιλιάρχοις καὶ τοῖς ἐπάρχοις, ὅταν ἐκπορευομέ‐ νοις *** μετὰ τοῦτο τὸ πρῶτον τὰς μὲν ἀποσκευὰς ἀποτιθέναι, τοὺς δὲ στρατιώτας κατέχειν ἐν τοῖς | |
5 | ὅπλοις ἐπὶ τῆς πύλης, κἄπειτα διελεῖν σφᾶς ἐφ’ ἑκάστην τῶν πυλῶν καὶ φροντίζειν ἵνα μηδεὶς ἐκ‐ | |
Hist.11.27.3 | πορεύηται τῶν ἀποστατῶν. οἱ δὲ πρὸς τὴν ἀπάν‐ τησιν ἀποτεταγμένοι, συμμίξαντες τοῖς παραγινο‐ μένοις πρὸς αὐτούς, ἀπῆγον μετὰ φιλανθρωπίας | |
Hist.11.27.4 | τοὺς ἐν ταῖς αἰτίαις κατὰ τὸ συντεταγμένον. τού‐ τοις μὲν οὖν ὑπ’ αὐτὸν τὸν καιρὸν ἐρρήθη συλλα‐ βεῖν τοὺς πέντε καὶ τριάκοντ’ ἄνδρας, ἐπειδὰν δει‐ πνήσωσι, δήσαντάς (τε) τηρεῖν, μηδενὸς ἔτι τῶν | |
5 | ἔνδον ἐκπορευομένου πλὴν τοῦ διασαφήσοντος τῷ | |
Hist.11.27.5 | στρατηγῷ παρ’ ἑκάστου τὸ γεγονός. πραξάντων δὲ τῶν χιλιάρχων τὸ συνταχθέν, εἰς τὴν ἐπιοῦσαν ὁ στρατηγὸς ἅμα τῷ φωτὶ θεωρῶν τοὺς παραγινο‐ μένους ἡθροισμένους εἰς τὴν ἀγοράν, συνεκάλει τὴν | |
Hist.11.27.6 | ἐκκλησίαν. πάντων δὲ συντρεχόντων κατὰ τὸν ἐθισμὸν ἅμα τῷ σημῆναι, καὶ μετεώρων ὄντων ταῖς | |
διανοίαις (οἷόν) ποτ’ ὄψονται τὸν στρατηγὸν καὶ τί | ||
Hist.11.27.7 | ποτ’ ἀκούσονται περὶ τῶν ἐνεστώτων, πρὸς μὲν τοὺς ἐπὶ τῶν πυλῶν χιλιάρχους ὁ Πόπλιος διεπέμψατο, κελεύων αὐτοὺς ἄγειν τοὺς στρατιώτας ἐν τοῖς ὅπλοις καὶ περιστῆναι τὴν ἐκκλησίαν, αὐτὸς δὲ προ‐ | |
5 | πορευθεὶς ἐξέστησε ταῖς διανοίαις πάντας εὐθέως | |
Hist.11.27.8 | κατὰ τὴν πρώτην φαντασίαν· ἔτι γὰρ ὑπολαμβά‐ νοντες αὐτὸν ἀσθενῶς ἔχειν οἱ πολλοί, κἄπειτα παρὰ τὴν προσδοκίαν αἰφνιδίως ἐρρωμένον θεασά‐ μενοι κατὰ τὴν ἐπίφασιν κατεπλάγησαν. | |
Hist.11.28.1 | Οὐ μὴν ἀλλ’ οὕτω πως ἤρξατο τῶν λόγων. ἔφη γὰρ θαυμάζειν τίνι δυσαρεστήσαντες ἢ ποίαις ἐλπί‐ σιν ἐπαρθέντες ἐπεβάλοντο ποιεῖσθαι τὴν ἀπόστα‐ | |
Hist.11.28.2 | σιν. τρεῖς γὰρ αἰτίας εἶναι, δι’ ἃς τολμῶσι στασιά‐ ζειν ἄνθρωποι πρὸς πατρίδα καὶ τοὺς ἡγουμένους, ὅταν (τοῖς) προεστῶσι μέμφωνταί τι καὶ δυσχεραί‐ νωσιν, ἢ τοῖς ὑποκειμένοις πράγμασι δυσαρεστῶσιν, | |
5 | ἢ καὶ νὴ Δία μειζόνων ὀρεχθῶσι καὶ καλλιόνων | |
Hist.11.28.3 | ἐλπίδων. “ἐρωτῶ δὲ τί τούτων ὑμῖν ὑπῆρξεν; ἐμοὶ δῆλον ὅτι δυσηρεστήσασθε, διότι τὰς σιταρχίας ὑμῖν | |
Hist.11.28.4 | οὐκ ἀπεδίδουν· ἀλλὰ τοῦτ’ ἐμὸν μὲν οὐκ ἦν ἔγ‐ κλημα· κατὰ γὰρ τὴν ἐμὴν ἀρχὴν οὐδὲν ὑμῖν ἐνέ‐ | |
Hist.11.28.5 | λειπε τῶν ὀψωνίων· εἰ δ’ ἄρ’ ἦν ἐκ τῆς Ῥώμης, διότι τὰ πάλαι προσοφειλόμενα νῦν οὐ διωρθοῦτο— | |
Hist.11.28.6 | πότερον οὖν ἐχρῆν ἀποστάτας γενομένους τῆς πατρί‐ δος καὶ πολεμίους τῆς θρεψάσης οὕτως ἐγκαλεῖν ἢ παρόντας λέγειν μὲν περὶ τούτων πρὸς ἐμέ, παρα‐ | |
καλεῖν δὲ τοὺς φίλους συνεπιλαβέσθαι καὶ βοηθεῖν | ||
Hist.11.28.7 | ὑμῖν; δοκῶ γάρ, ἦν τοῦτο βέλτιον. τοῖς μὲν γὰρ μισθοῦ παρά τισι στρατευομένοις ἔστιν ὅτε συγγνώ‐ μην δοτέον ἀφισταμένοις τῶν μισθοδοτῶν, τοῖς δ’ ὑπὲρ ἑαυτῶν πολεμοῦσι καὶ γυναικῶν ἰδίων καὶ | |
Hist.11.28.8 | τέκνων οὐδαμῶς συγχωρητέον· ἔστι γὰρ παραπλή‐ σιον ὡς ἂν εἴ τις ὑπὸ γονέως ἰδίου φάσκων εἰς ἀργυρίου λόγον ἀδικεῖσθαι παρείη μετὰ τῶν ὅπλων, | |
Hist.11.28.9 | ἀποκτενῶν τοῦτον παρ’ οὗ τὸ ζῆν αὐτὸς ἔλαβε. νὴ Δί’ ἀλλ’ ἐγὼ τὰς μὲν κακοπαθείας ὑμῖν καὶ τοὺς κινδύνους πλείους ἢ τοῖς ἄλλοις ἐπέταττον, τὰ δὲ λυσιτελῆ καὶ τὰς ὠφελείας ἑτέροις μᾶλλον ἐμέριζον· | |
Hist.11.28.10 | ἀλλ’ οὔτε τολμᾶτε τοῦτο λέγειν οὔτε τολμήσαντες | |
Hist.11.28.11 | δύναισθ’ ἂν ἀποδεῖξαι. τί οὖν ἐστιν, ἐφ’ ᾧ δυσα‐ ρεστούμενοι κατὰ τὸ παρὸν ἡμῖν τὰς ἀποστάσεις ἐποιήσασθε; τοῦτ’ ἤδη βούλομαι πυθέσθαι· δοκῶ μὲν γὰρ οὐδὲν οὔτ’ ἐρεῖν οὔτ’ ἐπινοήσειν ὑμῶν | |
Hist.11.29.1 | οὐδένα. καὶ μὴν οὐδὲ τοῖς ὑποκειμένοις ἀσχάλλον‐ τες· πότε γὰρ εὔροια πραγμάτων μείζων; πότε δὲ πλείω προτερήματα γέγονε τῇ Ῥώμῃ; πότε δὲ τοῖς | |
Hist.11.29.2 | στρατευομένοις μείζους ἐλπίδες ἢ νῦν; ἀλλ’ ἴσως (ἐρεῖ) τις τῶν ἀπηλπικότων ὅτι πλείω τὰ λυσιτελῆ τὰ παρὰ τοῖς ἐχθροῖς προυφαίνετο καὶ μείζους ἐλ‐ | |
Hist.11.29.3 | πίδες καὶ βεβαιότεραι· παρὰ τίσι δὴ τούτοις; ἢ παρ’ Ἀνδοβάλῃ καὶ Μανδονίῳ; καὶ τίς ὑμῶν οὐκ οἶδε διότι πρότερον μὲν οὗτοι παρασπονδήσαντες Καρχηδονίους πρὸς ἡμᾶς ἀπέστησαν, νῦν δὲ πάλιν | |
5 | ἀθετήσαντες τοὺς ὅρκους καὶ (τὴν) πίστιν ἐχθροὺς | |
Hist.11.29.4 | ἡμῖν σφᾶς αὐτοὺς ἀναδεδείχασι; καλόν γε τούτοις | |
πιστεύσαντας πολεμίους γενέσθαι τῆς ἑαυτῶν πατρί‐ | ||
Hist.11.29.5 | δος. οὐ μὴν οὐδ’ ἐν αὑτοῖς εἴχετε τὰς ἐλπίδας ὡς κρατήσοντες τῆς Ἰβηρίας· οὐδὲ γὰρ μετ’ Ἀνδοβάλου ταχθέντες ἱκανοὶ πρὸς ἡμᾶς ἦτε διακινδυνεύειν, μή | |
Hist.11.29.6 | τι καὶ καθ’ ἑαυτοὺς ταττόμενοι. τί οὖν ἦν ᾧ προσ‐ είχετε; πυθέσθαι γὰρ ἂν βουλοίμην ὑμῶν. εἰ μὴ νὴ Δία ταῖς ἐμπειρίαις τῶν νῦν προχειρισθέντων ἡγεμόνων καὶ ταῖς ἀρεταῖς πιστεύοντες ἢ καὶ ταῖς | |
5 | ῥάβδοις καὶ τοῖς πελέκεσι τοῖς προηγουμένοις αὐτῶν· | |
Hist.11.29.7 | ὑπὲρ ὧν οὐδὲ λέγειν πλείω καλόν. ἀλλ’ οὐκ ἔστι τούτων, ὦ ἄνδρες, οὐδέν· οὐδ’ ἂν ἔχοιθ’ ὑμεῖς δίκαιον οὐδὲ τοὐλάχιστον εἰπεῖν οὔτε πρὸς ἡμᾶς | |
Hist.11.29.8 | οὔτε πρὸς τὴν πατρίδα. διόπερ ἐγὼ περὶ ὑμῶν πρός τε τὴν Ῥώμην καὶ πρὸς αὑτὸν ἀπολογήσομαι, τὰ παρὰ πᾶσιν ἀνθρώποις ὁμολογούμενα δίκαια προ‐ | |
Hist.11.29.9 | θέμενος. ταῦτα δ’ ἐστὶ διότι πᾶς ὄχλος εὐπαρα‐ λόγιστος ὑπάρχει καὶ πρὸς πᾶν εὐάγωγος. ὅθεν αἰεὶ τὸ παραπλήσιον πάθος συμβαίνει περί τε τοὺς | |
Hist.11.29.10 | ὄχλους καὶ τὴν θάλατταν. καθάπερ γὰρ κἀκείνης ἡ μὲν ἰδία φύσις ἐστὶν ἀβλαβὴς τοῖς χρωμένοις καὶ στάσιμος, ὅταν δ’ εἰς αὐτὴν ἐμπέσῃ τὰ πνεύματα βίᾳ, τοιαύτη φαίνεται τοῖς χρωμένοις οἷοί τινες ἂν | |
Hist.11.29.11 | ὦσιν οἱ κυκλοῦντες αὐτὴν ἄνεμοι, τὸν αὐτὸν τρό‐ πον καὶ τὸ πλῆθος ἀεὶ καὶ φαίνεται καὶ γίνεται πρὸς τοὺς χρωμένους οἵους ἂν ἔχῃ προστάτας καὶ | |
Hist.11.29.12 | συμβούλους. διὸ κἀγὼ νῦν καὶ πάντες οἱ προεστῶ‐ τες τοῦ στρατοπέδου πρὸς μὲν ὑμᾶς διαλυόμεθα | |
Hist.11.29.13 | καὶ πίστιν δίδομεν ἐφ’ ᾧ μὴ μνησικακήσειν. πρὸς | |
δὲ τοὺς αἰτίους ἀκαταλλάκτως διακείμεθα, κολάζειν αὐτοὺς ἀξίως καὶ τῶν εἰς τὴν πατρίδα καὶ τῶν εἰς ἡμᾶς ἡμαρτημένων.” | ||
Hist.11.30.1 | Ἀκμὴν δὲ ταῦτ’ ἔλεγε καὶ κύκλῳ μὲν οἱ στρα‐ τιῶται περιεστῶτες ἐν τοῖς ὅπλοις ἀπὸ παραγγέλμα‐ τος συνεψόφησαν ταῖς μαχαίραις τοὺς θυρεούς, ἅμα δὲ τούτοις δεδεμένοι γυμνοὶ *** οἱ τῆς στάσεως | |
Hist.11.30.2 | αἴτιοι γεγονότες εἰσήγοντο. τῷ δὲ πλήθει τοιοῦτον παρέστη δέος ὑπό τε τοῦ πέριξ φόβου καὶ τῶν κατὰ πρόσωπον δεινῶν, ὥστε τῶν μὲν μαστιγουμένων, τῶν δὲ πελεκιζομένων μήτε τὴν ὄψιν ἀλλοιῶσαι | |
5 | μήτε φωνὴν προέσθαι μηδένα, μένειν δὲ πάντας | |
Hist.11.30.3 | ἀχανεῖς, ἐκπεπληγμένους πρὸς τὸ συμβαῖνον. οἱ μὲν οὖν ἀρχηγοὶ τῶν κακῶν αἰκισθέντες εἵλκοντο διὰ μέσων, ἀπηλλαγμένοι τοῦ ζῆν· οἱ δὲ λοιποὶ παρὰ μὲν τοῦ στρατηγοῦ καὶ τῶν ἄλλων ἀρχόντων | |
Hist.11.30.4 | κατὰ κοινὸν ἔλαβον τὰς πίστεις ἐφ’ ᾧ μηδένα μηδενὶ μνησικακήσειν, αὐτοὶ δὲ καθ’ ἕνα προϊόντες ὤμνυον τοῖς χιλιάρχοις ἦ μὴν πειθαρχήσειν τοῖς παραγγελ‐ λομένοις ὑπὸ τῶν ἀρχόντων καὶ μηδὲν ὑπεναντίον | |
5 | φρονήσειν τῇ Ῥώμῃ. | |
Hist.11.30.5 | Πόπλιος μὲν οὖν, μεγάλων κινδύνων ἀρχὴν φυο‐ μένων καλῶς διορθωσάμενος, πάλιν ἀποκατέστησε τὰς οἰκείας δυνάμεις εἰς τὴν ἐξ ἀρχῆς διάθεσιν. — | |
Hist.11.31.1 | Ὁ δὲ Πόπλιος συναθροίσας εὐθέως ἐν αὐτῇ τῇ | |
Καρχηδόνι τὰς δυνάμεις εἰς ἐκκλησίαν ἔλεγε περί τε τῆς Ἀνδοβάλου τόλμης καὶ τῆς εἰς αὐτοὺς ἀθε‐ | ||
Hist.11.31.2 | σίας, καὶ πολλὰ πρὸς τοῦτο τὸ μέρος ἐνεγκάμενος παρώξυνε τοὺς πολλοὺς πρὸς τὴν (κατὰ) τῶν προ‐ | |
Hist.11.31.3 | ειρημένων δυναστῶν ὁρμήν. ἐπὶ δὲ τούτοις ἐξηρι‐ θμήσατο τοὺς προγεγενημένους αὐτοῖς ἀγῶνας πρὸς Ἴβηρας ὁμοῦ καὶ πρὸς Καρχηδονίους, στρατηγούν‐ | |
Hist.11.31.4 | των Καρχηδονίων, ἐν οἷς ἀεὶ νικῶντας οὐ καθή‐ κειν ἔφη νυνὶ διαπορεῖν, μήποτε πρὸς αὐτοὺς Ἴβη‐ ρας Ἀνδοβάλου στρατηγοῦντος μαχόμενοι λειφθῶσι. | |
Hist.11.31.5 | διόπερ οὐδὲ προσδέξασθαι συναγωνιστὴν Ἰβήρων οὐδένα καθάπαξ ἔφη, δι’ αὐτῶν δὲ Ῥωμαίων συστή‐ | |
Hist.11.31.6 | σασθαι τὸν κίνδυνον, ἵνα φανερὸν γένηται πᾶσιν ὡς οὐκ Ἴβηρσι Καρχηδονίους καταπολεμησάμενοι, καθάπερ ἔνιοί φασιν, ἐξεβάλομεν ἐξ Ἰβηρίας, ἀλλὰ καὶ Καρχηδονίους καὶ Κελτίβηρας ταῖς Ῥωμαίων | |
5 | ἀρεταῖς καὶ τῇ σφετέρᾳ γενναιότητι νενικήκαμεν. | |
Hist.11.31.7 | ταῦτα δ’ εἰπὼν ὁμονοεῖν παρῄνει καὶ θαρροῦντας, εἰ καὶ πρὸς ἄλλον τινά, καὶ πρὸς τοῦτον ἰέναι τὸν κίνδυνον. περὶ δὲ τοῦ νικᾶν αὐτὸς ἔφη μετὰ τῶν | |
Hist.11.31.8 | θεῶν ποιήσασθαι τὴν καθήκουσαν πρόνοιαν. τῷ δὲ πλήθει τοιαύτη παρέστη προθυμία καὶ θάρσος ὥστε παραπλησίους εἶναι πάντας ἐκ τῆς ἀπόψεως τοῖς ὁρῶσι τοὺς πολεμίους καὶ μέλλουσιν ὅσον οὔπω | |
5 | πρὸς αὐτοὺς διακινδυνεύειν. | |
Hist.11.32.1 | Τότε μὲν οὖν ταῦτ’ εἰπὼν διαφῆκε τὴν ἐκκλη‐ σίαν. τῇ δ’ ἐπαύριον ἀναζεύξας προῆγε, καὶ παρα‐ γενηθεὶς ἐπὶ τὸν Ἴβηρα ποταμὸν δεκαταῖος καὶ περαιωθεὶς τῇ τετάρτῃ μετὰ ταύτην προσεστρατο‐ | |
5 | πέδευσε τοῖς ὑπεναντίοις, λαβὼν αὐλῶνά τινα μεταξὺ | |
Hist.11.32.2 | τῆς αὑτοῦ καὶ τῶν πολεμίων στρατοπεδείας. τῇ δ’ | |
ἑξῆς εἰς τὸν προειρημένον αὐλῶνα προσέβαλέ τινα θρέμματα τῶν παρεπομένων τῷ στρατοπέδῳ, συν‐ τάξας ἑτοίμους ἔχειν τοὺς ἱππεῖς τῷ Γαΐῳ, τοὺς (δὲ) | ||
5 | γροσφομάχους ἐπέταξε τῶν χιλιάρχων τισὶ παρα‐ | |
Hist.11.32.3 | σκευάζειν. ταχὺ δὲ τῶν Ἰβήρων ἐπιπεσόντων ἐπὶ τὰ θρέμματ’ ἐξαφῆκε τῶν γροσφομάχων τινάς. γινο‐ μένης δὲ διὰ τούτων συμπλοκῆς καὶ προσβοηθούν‐ των ἑκατέροις πλειόνων, συνέστη μέγας ἀκροβο‐ | |
Hist.11.32.4 | λισμὸς τῶν πεζῶν περὶ τὸν αὐλῶνα. τοῦ δὲ καιροῦ παραδιδόντος εὐλόγους ἀφορμὰς πρὸς ἐπίθεσιν, ἔχων ὁ Γάιος ἑτοίμους τοὺς ἱππεῖς κατὰ τὸ συνταχθὲν ἐπεβάλετο τοῖς ἀκροβολιζομένοις, ἀποτεμόμενος ἀπὸ | |
5 | τῆς παρωρείας, ὥστε τοὺς πλείους αὐτῶν κατὰ τὸν αὐλῶνα σκεδασθέντας ὑπὸ τῶν ἱππέων διαφθαρῆναι. | |
Hist.11.32.5 | γενομένου δὲ τούτου, παροξυνθέντες οἱ βάρβαροι, καὶ διαγωνιάσαντες μὴ διὰ τὸ προηττῆσθαι δόξωσι καταπεπλῆχθαι τοῖς ὅλοις, ἐξῆγον ἅμα τῷ φωτὶ καὶ | |
Hist.11.32.6 | παρέταττον εἰς μάχην ἅπασαν τὴν δύναμιν. ὁ δὲ Πόπλιος ἕτοιμος μὲν ἦν πρὸς τὴν χρείαν, θεωρῶν δὲ τοὺς Ἴβηρας ἀλογίστως συγκαταβαίνοντας εἰς τὸν αὐλῶνα καὶ τάττοντας οὐ μόνον τοὺς ἱππεῖς, | |
5 | ἀλλὰ καὶ τοὺς πεζοὺς ἐν τοῖς ἐπιπέδοις, ἐπέμενε, βουλόμενος ὡς πλείστους ταύτῃ χρήσασθαι τῇ παρ‐ | |
Hist.11.32.7 | εμβολῇ, πιστεύων μὲν καὶ τοῖς ἱππεῦσι τοῖς ἰδίοις, ἔτι δὲ μᾶλλον τοῖς πεζοῖς, διὰ (τὸ κατὰ) τὰς ἐξ ὁμολόγου καὶ συστάδην μάχας τόν τε καθοπλισμὸν καὶ τοὺς ἄνδρας τοὺς παρ’ αὑτοῦ πολὺ διαφέρειν | |
5 | τῶν Ἰβήρων. | |
Hist.11.33.1 | Ἐπεὶ δ’ ἔδοξε τὸ δέον αὐτῷ γίνεσθαι, πρὸς μὲν | |
τοὺς ἐν τῇ παρωρείᾳ τεταγμένους τῶν πολεμίων ἀντέταττε *** πρὸς δὲ τοὺς εἰς τὸν αὐλῶνα κατα‐ βεβηκότας ἅθρους ἄγων ἐκ τῆς παρεμβολῆς ἐπὶ | ||
5 | τέτταρας κοόρτις προσέβαλε τοῖς πεζοῖς τῶν ὑπεν‐ | |
Hist.11.33.2 | αντίων. κατὰ δὲ τὸν καιρὸν τοῦτον καὶ Γάιος Λαί‐ λιος, ἔχων τοὺς ἱππεῖς, προῆγε διὰ τῶν λόφων τῶν ἀπὸ τῆς παρεμβολῆς ἐπὶ τὸν αὐλῶνα κατατεινόντων, καὶ προσέβαλλε τοῖς τῶν Ἰβήρων ἱππεῦσι κατὰ | |
5 | νώτου, καὶ συνεῖχε τούτους ἐν τῇ πρὸς αὑτὸν μάχῃ. | |
Hist.11.33.3 | λοιπὸν οἱ μὲν πεζοὶ τῶν ὑπεναντίων, ἐρημωθέντες τῆς τῶν ἱππέων χρείας, οἷς πιστεύσαντες εἰς τὸν αὐλῶνα κατέβησαν, ἐπιεζοῦντο καὶ κατεβαροῦντο τῇ | |
Hist.11.33.4 | μάχῃ, οἱ δ’ ἱππεῖς τὸ παραπλήσιον ἔπασχον· ἀπει‐ λημμένοι γὰρ ἐν στενῷ καὶ δυσχρηστούμενοι πλείους ὑφ’ αὑτῶν ἢ τῶν πολεμίων διεφθείροντο, τῶν μὲν ἰδίων πεζῶν ἐκ πλαγίου προσκειμένων αὐτοῖς, τῶν | |
5 | δὲ πολεμίων τῶν πεζῶν κατὰ πρόσωπον, τῶν δ’ | |
Hist.11.33.5 | ἱππέων κατὰ νώτου περιεστώτων. τοιαύτης δὲ γενο‐ μένης τῆς μάχης οἱ μὲν εἰς τὸν αὐλῶνα καταβάντες σχεδὸν ἅπαντες διεφθάρησαν, οἱ δ’ ἐν τῇ παρω‐ | |
Hist.11.33.6 | ρείᾳ διέφυγον. οὗτοι δ’ ἦσαν εὔζωνοι, τρίτον δὲ μέρος τῆς ἁπάσης δυνάμεως, μεθ’ ὧν καὶ τὸν Ἀνδοβάλην συνέβη διασωθέντα φυγεῖν εἴς τι χωρίον ὀχυρόν. — | |
Hist.11.33.7 | Πόπλιος δέ, συντέλειαν ἐπιτεθεικὼς τοῖς κατὰ | |
τὴν Ἰβηρίαν ἔργοις, παρῆν εἰς τὸν Ταρράκωνα (μετὰ) μεγίστης χαρᾶς, κάλλιστον θρίαμβον καὶ καλλίστην | ||
Hist.11.33.8 | νίκην τῇ πατρίδι κατάγων. σπεύδων δὲ μὴ καθυ‐ στερεῖν τῆς ἐν τῇ Ῥώμῃ καταστάσεως τῶν ὑπάτων, πάντα τὰ κατὰ τὴν Ἰβηρίαν διατάξας καὶ παραδοὺς τὸ στρατόπεδον τοῖς περὶ τὸν Ἰούνιον καὶ Μάρκιον, | |
5 | αὐτὸς ἀπέπλευσε μετὰ Γαΐου καὶ τῶν ἄλλων φίλων εἰς τὴν Ῥώμην. | |
Hist.11.34t | VI. RES ASIAE. | |
Hist.11.34.1 | Καὶ γὰρ αὐτὸς ἦν ὁ Εὐθύδημος Μάγνης, πρὸς ὃν ἀπελογίζετο φάσκων ὡς οὐ δικαίως αὐτὸν Ἀντί‐ | |
Hist.11.34.2 | οχος ἐκ τῆς βασιλείας ἐκβαλεῖν σπουδάζει· γεγονέναι γὰρ οὐκ αὐτὸς ἀποστάτης τοῦ βασιλέως, ἀλλ’ ἑτέρων ἀποστάντων ἐπανελόμενος τοὺς ἐκείνων ἐκγόνους, | |
Hist.11.34.3 | οὕτως κρατῆσαι τῆς Βακτριανῶν ἀρχῆς. καὶ πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς ἠξίου τὸν Τηλέαν μεσιτεῦσαι τὴν διάλυσιν εὐνοϊκῶς, παρακα‐ λέσαντα τὸν Ἀντίοχον μὴ φθονῆσαι τῆς ὀνομασίας | |
Hist.11.34.4 | αὑτῷ τῆς τοῦ βασιλέως (καὶ) προστασίας, ὥς γ’ ἐὰν μὴ συγχωρῇ τοῖς ἀξιουμένοις, οὐδετέρῳ τῆς ἀσφα‐ | |
Hist.11.34.5 | λείας ὑπαρχούσης· πλήθη γὰρ οὐκ ὀλίγα παρεῖναι τῶν Νομάδων, δι’ ὧν κινδυνεύειν μὲν ἀμφοτέρους, ἐκβαρβαρωθήσεσθαι δὲ τὴν χώραν ὁμολογουμένως, | |
Hist.11.34.6 | ἐὰν ἐκείνους προσδέχωνται. ταῦτα δ’ εἰπὼν ἐξαπέ‐ | |
Hist.11.34.7 | στειλε τὸν Τηλέαν πρὸς τὸν Ἀντίοχον. ὁ δὲ βασι‐ λεύς, πάλαι περιβλεπόμενος λύσιν τῶν πραγμάτων, | |
πυθόμενος ταῦτα παρὰ τοῦ Τηλέου, προθύμως ὑπή‐ κουσε πρὸς τὰς διαλύσεις διὰ τὰς προειρημένας | ||
Hist.11.34.8 | αἰτίας. τοῦ δὲ Τηλέου προσανακάμψαντος καὶ πολ‐ λάκις πρὸς ἀμφοτέρους, τέλος Εὐθύδημος ἐξέπεμψε Δημήτριον τὸν υἱὸν βεβαιώσοντα τὰς ὁμολογίας· | |
Hist.11.34.9 | ὃν ὁ βασιλεὺς ἀποδεξάμενος, καὶ νομίσας ἄξιον εἶναι τὸν νεανίσκον βασιλείας καὶ κατὰ τὴν ἐπι‐ φάνειαν καὶ κατὰ τὴν ἔντευξιν (καὶ) προστασίαν, πρῶτον μὲν ἐπηγγείλατο δώσειν αὐτῷ μίαν τῶν | |
5 | ἑαυτοῦ θυγατέρων· δεύτερον δὲ συνεχώρησε τῷ | |
Hist.11.34.10 | πατρὶ τὸ τῆς βασιλείας ὄνομα. περὶ δὲ τῶν λοιπῶν ἐγγράπτους ποιησάμενος ὁμολογίας καὶ συμμαχίαν ἔνορκον, ἀνέζευξε σιτομετρήσας δαψιλῶς τὴν δύνα‐ μιν, προσλαβὼν καὶ τοὺς ὑπάρχοντας ἐλέφαντας | |
Hist.11.34.11 | τοῖς περὶ τὸν Εὐθύδημον. ὑπερβαλὼν δὲ τὸν Καύ‐ κασον καὶ κατάρας εἰς τὴν Ἰνδικήν, τήν τε φιλίαν ἀνενεώσατο τὴν πρὸς τὸν Σοφαγασῆνον τὸν βασιλέα | |
Hist.11.34.12 | τῶν Ἰνδῶν, καὶ λαβὼν ἐλέφαντας, ὥστε γενέσθαι τοὺς ἅπαντας εἰς ἑκατὸν καὶ πεντήκοντ’, ἔτι δὲ σιτομετρήσας πάλιν ἐνταῦθα τὴν δύναμιν, αὐτὸς μὲν ἀνέζευξε μετὰ τῆς στρατιᾶς, Ἀνδροσθένην δὲ | |
5 | τὸν Κυζικηνὸν ἐπὶ τῆς ἀνακομιδῆς ἀπέλιπε τῆς γάζης τῆς ὁμολογηθείσης αὐτῷ παρὰ τοῦ βασιλέως. | |
Hist.11.34.13 | διελθὼν δὲ τὴν Ἀραχωσίαν καὶ περαιωθεὶς τὸν Ἐρύμανθον ποταμόν, ἧκε διὰ τῆς Δραγγηνῆς εἰς τὴν Καρμανίαν, οὗ καὶ συνάπτοντος ἤδη τοῦ χει‐ | |
Hist.11.34.14 | μῶνος ἐποιήσατο τὴν παραχειμασίαν. τὸ μὲν οὖν πέρας τῆς εἰς τοὺς ἄνω τόπους στρατείας Ἀντιόχου | |
τοιαύτην ἔλαβε τὴν συντέλειαν, δι’ ἧς οὐ μόνον τοὺς ἄνω σατράπας ὑπηκόους ἐποιήσατο τῆς ἰδίας | ||
5 | ἀρχῆς, ἀλλὰ καὶ τὰς ἐπιθαλαττίους πόλεις καὶ τοὺς | |
Hist.11.34.15 | ἐπὶ τάδε τοῦ Ταύρου δυνάστας, καὶ συλλήβδην ἠσφαλίσατο τὴν βασιλείαν, καταπληξάμενος τῇ τόλμῃ | |
Hist.11.34.16 | καὶ φιλοπονίᾳ πάντας τοὺς ὑποταττομένους· διὰ γὰρ ταύτης τῆς στρατείας ἄξιος ἐφάνη τῆς βασιλείας οὐ μόνον τοῖς κατὰ τὴν Ἀσίαν, ἀλλὰ καὶ τοῖς κατὰ | |
τὴν Εὐρώπην. | ||
Hist.12t1 | FRAGMENTA LIBRI XII. | |
Hist.12.1t | I. RES AFRICAE. | |
Hist.12.1.1 | Πολύβιος .. Βυζακίδα χώραν εἶναί φησι περὶ τὰς Σύρτεις ἐν δωδεκάτῳ· “σταδίων μὲν οὖσα τὴν περίμετρον δισχιλίων, τῷ δὲ σχήματι περιφερής.” | |
Hist.12.1.2 | Ἱππών, Λιβύης πόλις. Πολύβιος δωδεκάτῳ. | |
Hist.12.1.3 | Σίγγα, πόλις, Λιβύης, ὡς Πολύβιος δωδεκάτῳ. | |
Hist.12.1.4 | Τάβρακα, πόλις Λιβύης. Πολύβιος δωδεκάτῳ. | |
Hist.12.1.5 | Χαλκεῖα, πόλις Λιβύης· ὁ πολυΐστωρ ἐν Λιβυκῶν τρίτῳ, ὡς Δημοσθένης· ᾧ μεμφόμενος Πολύβιος ἐν τῷ δωδεκάτῳ ὧδε γράφει· “ἀγνοεῖ δὲ μεγάλως καὶ περὶ τῶν Χαλκείων· οὐδὲ γὰρ πόλις ἐστίν, ἀλλὰ | |
5 | χαλκουργεῖα.” | |
Hist.12.2.1 | Τὰ παραπλήσια τοῖς περὶ τὸν Ἡρόδοτον ἱστορεῖ περὶ τοῦ ἐν Λιβύῃ καλουμένου λωτοῦ αὐτόπτης γενό‐ μενος ὁ Μεγαλοπολίτης Πολύβιος ἐν τῇ ιβʹ τῶν ἱστο‐ | |
Hist.12.2.2 | ριῶν λέγων οὕτως· “Ἔστι δὲ τὸ δένδρον ὁ λωτὸς οὐ μέγα, τραχὺ δὲ καὶ ἀκανθῶδες, ἔχει δὲ φύλλον χλω‐ | |
ρὸν παραπλήσιον τῇ ῥάμνῳ, μικρὸν βαθύτερον καὶ | ||
Hist.12.2.3 | πλατύτερον. ὁ δὲ καρπὸς τὰς μὲν ἀρχὰς ὅμοιός ἐστι καὶ τῇ χρόᾳ καὶ τῷ μεγέθει ταῖς λευκαῖς μυρτίσι | |
Hist.12.2.4 | ταῖς τετελειωμέναις, αὐξανόμενος δὲ τῷ μὲν χρώ‐ ματι γίνεται φοινικοῦς, τῷ δὲ μεγέθει ταῖς γογγύ‐ λαις ἐλαίαις παραπλήσιος, πυρῆνα δὲ ἔχει τελέως | |
Hist.12.2.5 | μικρόν. ἐπὰν δὲ πεπανθῇ, συνάγουσι, καὶ τὸν μὲν τοῖς οἰκέταις μετὰ χόνδρου κόψαντες σάττουσιν εἰς ἀγγεῖα, τὸν δὲ τοῖς ἐλευθέροις ἐξελόντες τὸν πυρῆνα | |
Hist.12.2.6 | συντιθέασιν ὡσαύτως, καὶ σιτεύονται τοῦτον. ἔστι δὲ τὸ βρῶμα παραπλήσιον σύκῳ καὶ φοινικοβαλάνῳ, | |
Hist.12.2.7 | τῇ δὲ εὐωδίᾳ βέλτιον. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτοῦ βρεχομένου καὶ τριβομένου δι’ ὕδατος, κατὰ μὲν τὴν γεῦσιν ἡδὺς καὶ ἀπολαυστικός, οἰνομέλιτι χρη‐ | |
Hist.12.2.8 | στῷ παραπλήσιος, ᾧ χρῶνται χωρὶς ὕδατος. οὐ δύναται δὲ πλέον δέκα μένειν ἡμερῶν· διὸ καὶ ποιοῦσι κατὰ βραχὺ πρὸς τὴν χρείαν. ποιοῦσι δὲ καὶ ὄξος ἐξ αὐτῶν.” | |
Hist.12.3t | II. TIMAEI DE AFRICA ET CORSICA ERRORES. | |
Hist.12.3.1 | Τὴν μὲν τῆς χώρας ἀρετὴν πᾶς ἄν τις θαυμά‐ | |
Hist.12.3.2 | σειε, τὸν δὲ Τίμαιον εἴποι τις ἂν οὐ μόνον ἀνιστό‐ ρητον γεγονέναι περὶ τῶν κατὰ τὴν Λιβύην, ἀλλὰ καὶ παιδαριώδη καὶ τελέως ἀσυλλόγιστον καὶ ταῖς | |
ἀρχαίαις φήμαις ἀκμὴν ἐνδεδεμένον, ἃς παρειλήφα‐ | ||
5 | μεν, ὡς ἀμμώδους πάσης καὶ ξηρᾶς καὶ ἀκάρπου | |
Hist.12.3.3 | καθυπαρχούσης τῆς Λιβύης. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν ζῴων. τό τε γὰρ τῶν ἵππων καὶ τῶν βοῶν καὶ προβάτων, ἅμα δὲ τούτοις αἰγῶν πλῆθος τοσοῦτόν ἐστι κατὰ τὴν χώραν ὅσον οὐκ οἶδ’ εἰ | |
5 | δύναιτ’ ἂν εὑρεθῆναι κατὰ τὴν λοιπὴν οἰκουμένην, | |
Hist.12.3.4 | διὰ τὸ πολλὰ τῶν κατὰ Λιβύην ἐθνῶν τοῖς μὲν ἡμέροις μὴ χρῆσθαι καρποῖς, ἀπὸ δὲ τῶν θρεμμά‐ | |
Hist.12.3.5 | των καὶ σὺν τοῖς θρέμμασιν ἔχειν τὸν βίον. καὶ μὴν τὸ τῶν ἐλεφάντων καὶ λεόντων καὶ παρδάλεων πλῆθος καὶ τὴν ἀλκήν, ἔτι δὲ βουβάλων κάλλος καὶ στρουθῶν μεγέθη, τίς οὐχ ἱστόρησεν; ὧν κατὰ | |
5 | μὲν τὴν Εὐρώπην τὸ παράπαν οὐδέν ἐστιν, ἡ δὲ | |
Hist.12.3.6 | Λιβύη πλήρης ἐστὶ τῶν προειρημένων. περὶ ὧν οὐδὲν ἱστορήσας Τίμαιος ὥσπερ ἐπίτηδες τἀναντία | |
Hist.12.3.7 | τοῖς κατ’ ἀλήθειαν ὑπάρχουσιν ἐξηγεῖται. καθάπερ δὲ καὶ περὶ τῶν κατὰ Λιβύην ἀπεσχεδίακεν, οὕτως καὶ περὶ τῶν κατὰ τὴν νῆσον τὴν προσαγορευομέ‐ | |
Hist.12.3.8 | νην Κύρνον. καὶ γὰρ ὑπὲρ ἐκείνης μνημονεύων ἐν τῇ δευτέρᾳ βύβλῳ φησὶν αἶγας ἀγρίας καὶ πρόβατα καὶ βοῦς ἀγρίους ὑπάρχειν ἐν αὐτῇ πολλούς, ἔτι δ’ ἐλάφους καὶ λαγὼς καὶ λύκους καί τινα τῶν | |
5 | ἄλλων ζῴων, καὶ τοὺς ἀνθρώπους περὶ ταῦτα δια‐ τρίβειν κυνηγετοῦντας καὶ τὴν ὅλην τοῦ βίου δια‐ | |
Hist.12.3.9 | γωγὴν ἐν τούτοις ἔχειν. κατὰ δὲ τὴν προειρημένην νῆσον οὐχ οἷον αἲξ ἄγριος ἢ βοῦς, ἀλλ’ οὐδὲ λαγὼς | |
οὐδὲ λύκος οὐδ’ ἔλαφος οὐδ’ ἄλλο τῶν τοιούτων ζῴων οὐδέν ἐστι, πλὴν ἀλωπέκων καὶ κυνίκλων καὶ | ||
Hist.12.3.10 | προβάτων ἀγρίων. ὁ δὲ κύνικλος πόρρωθεν μὲν ὁρώμενος εἶναι δοκεῖ λαγὼς μικρός, ὅταν δ’ εἰς τὰς χεῖρας λάβῃ τις, μεγάλην ἔχει διαφορὰν καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν βρῶσιν· γίνεται δὲ τὸ | |
Hist.12.4.1 | πλεῖον μέρος κατὰ γῆς. δοκεῖ γε μὴν πάντ’ εἶναι τὰ ζῷα κατὰ τὴν νῆσον ἄγρια διὰ τοιαύτην αἰτίαν. | |
Hist.12.4.2 | οὐ δύνανται κατὰ τὰς νομὰς συνακολουθεῖν οἱ ποι‐ μαίνοντες τοῖς θρέμμασι διὰ τὸ σύνδενδρον καὶ κρημνώδη καὶ τραχεῖαν εἶναι τὴν νῆσον· ἀλλ’ ὅταν βούλωνται συναθροῖσαι, κατὰ τοὺς εὐκαίρους τόπους | |
5 | ἐφιστάμενοι τῇ σάλπιγγι συγκαλοῦσι τὰ ζῷα, καὶ πάντα πρὸς τὴν ἰδίαν ἀδιαπτώτως συντρέχει σάλ‐ | |
Hist.12.4.3 | πιγγα. λοιπὸν ὅταν τινὲς προσπλεύσαντες πρὸς τὴν νῆσον αἶγας ἢ βοῦς θεάσωνται νεμομένας ἐρήμους, κἄπειτα βουληθῶσι καταλαβεῖν, οὐ προσίεται τὰ ζῷα | |
Hist.12.4.4 | διὰ τὴν ἀσυνήθειαν, ἀλλὰ φεύγει. ὅταν δὲ καὶ συν‐ ιδὼν ὁ ποιμὴν τοὺς ἀποβαίνοντας σαλπίσῃ, προτρο‐ πάδην ἅμα φέρεται καὶ συντρέχει πρὸς τὴν σάλπιγγα. διὸ φαντασίαν ἀγρίων ποιεῖ· ὑπὲρ ὧν Τίμαιος κακῶς | |
Hist.12.4.5 | καὶ παρέργως ἱστορήσας ἐσχεδίασε. τὸ δὲ τῇ σάλ‐ πιγγι πειθαρχεῖν οὐκ ἔστι θαυμάσιον· καὶ γὰρ κατὰ τὴν Ἰταλίαν οἱ τὰς ὗς τρέφοντες οὕτω χειρίζουσι | |
Hist.12.4.6 | τὰ κατὰ τὰς νομάς. οὐ γὰρ ἕπονται κατὰ πόδας οἱ συοφορβοὶ τοῖς θρέμμασιν, ὥσπερ παρὰ τοῖς Ἕλλη‐ σιν, ἀλλὰ προηγοῦνται φωνοῦντες τῇ βυκάνῃ κατὰ | |
διάστημα, τὰ δὲ θρέμματα κατόπιν ἀκολουθεῖ καὶ | ||
Hist.12.4.7 | συντρέχει πρὸς τὴν φωνήν, καὶ τηλικαύτη γίνεται συνήθεια τοῖς ζῴοις πρὸς τὴν ἰδίαν βυκάνην ὥστε θαυμάζειν καὶ δυσπαραδέκτως ἔχειν τοὺς πρώτους | |
Hist.12.4.8 | ἀκούσαντας. διὰ γὰρ τὴν πολυχειρίαν καὶ τὴν λοι‐ πὴν χορηγίαν μεγάλα συμβαίνει τὰ συβόσια κατὰ τὴν Ἰταλίαν ὑπάρχειν, καὶ μάλιστα [τὴν παλαίαν], παρά τε τοῖς Τυρρηνικοῖς καὶ Γαλάταις, ὥστε τὴν | |
5 | μίαν τοκάδα χιλίους ἐκτρέφειν ὗς, ποτὲ δὲ καὶ πλεί‐ | |
Hist.12.4.9 | ους. διὸ καὶ κατὰ γένη ποιοῦνται καὶ καθ’ ἡλικίαν | |
Hist.12.4.10 | τὰς ἐκ τῶν νυκτερευμάτων ἐξαγωγάς. ὅθεν εἰς τὸν αὐτὸν τόπον προαγομένων καὶ πλειόνων συστημά‐ των οὐ δύνανται ταῦτα κατὰ γένη τηρεῖν, ἀλλά γε συμπίπτει κατά τε τὰς ἐξελασίας καὶ νομὰς ἀλλή‐ | |
Hist.12.4.11 | λοις, ὁμοίως δὲ κατὰ τὰς προσαγωγάς. ἐξ ὧν αὐτοῖς ἐπινενόηται πρὸς τὸ διακρίνειν, ὅταν συμπέσῃ, χω‐ | |
Hist.12.4.12 | ρὶς κόπου καὶ πραγματείας τὸ κατὰ βυκάνην. ἐπει‐ δὰν γὰρ τῶν νεμόντων ὁ μὲν ἐπὶ τοῦτο τὸ μέρος προάγῃ φωνῶν, ὁ δ’ ἐφ’ ἕτερον ἀποκλίνας, αὐτὰ δι’ αὑτῶν χωρίζεται τὰ θρέμματα καὶ κατακολουθεῖ | |
5 | ταῖς ἰδίαις βυκάναις μετὰ τοιαύτης προθυμίας ὥστε μὴ δυνατὸν εἶναι βιάσασθαι μηδὲ κωλῦσαι μηδενὶ | |
Hist.12.4.13 | τρόπῳ τὴν ὁρμὴν αὐτῶν. παρὰ δὲ τοῖς Ἕλλησι κατὰ τοὺς δρυμούς, ἐπειδὰν ἀλλήλοις συμπέσῃ διώ‐ κοντα τὸν καρπόν, ὁ πλείονας ἔχων χεῖρας καὶ κατευκαιρήσας περιλαβὼν τοῖς ἰδίοις θρέμμασιν | |
Hist.12.4.14 | ἀπάγει τὰ τοῦ πλησίον. ποτὲ δὲ κλέπτης ὑποκαθί‐ | |
σας ἀπήλασεν, οὐδ’ ἐπιγινώσκοντος τοῦ περιάγοντος πῶς ἀπέβαλε, διὰ τὸ μακρὰν ἀποσπᾶσθαι τὰ κτήνη τῶν περιαγόντων, ἁμιλλώμενα περὶ τὸν καρπόν, | ||
5 | ὅταν ἀκμὴν ἄρχηται ῥεῖν. πλὴν ταῦτα μὲν ἐπὶ τοσοῦτον. | |
Hist.124at | III. DE ALIIS TIMAEI ERRORIBUS. | |
Hist.124a1 | Ὅτι διασύρας ὁ Πολύβιος τὸν Τίμαιον ἐν πολλοῖς αὖθίς φησι· Τίς ἂν ἔτι δοίη συγγνώμην (ἐπὶ) τοῖς τοιούτοις ἁμαρτήμασιν ἄλλως τε καὶ Τιμαίῳ τῷ προσφυομένῳ τοῖς ἄλλοις πρὸς τὰς τοιαύτας παρω‐ | |
Hist.124a2 | νυχίας; ἐν αἷς Θεοπόμπου μὲν κατηγορεῖ διότι Διο‐ νυσίου ποιησαμένου τὴν ἀνακομιδὴν ἐκ Σικελίας εἰς Κόρινθον ἐν μακρᾷ νηί, Θεόπομπός φησιν ἐν στρογ‐ | |
Hist.124a3 | γύλῃ παραγενέσθαι τὸν Διονύσιον, Ἐφόρου δὲ πά‐ λιν ἄγνοιαν καταψεύδεται, φάσκων λέγειν αὐτὸν ὅτι Διονύσιος ὁ πρεσβύτερος παρελάμβανε τὴν ἀρχὴν ἐτῶν εἴκοσι τριῶν ὑπάρχων, δυναστεύσαι δὲ τεττα‐ | |
5 | ράκοντα καὶ δύο, μεταλλάξαι δὲ τὸν βίον προσλα‐ | |
Hist.124a4 | βὼν τοῖς ἑξήκοντα τρία· τοῦτο γὰρ οὐδεὶς ἂν εἴπειε δήπου τοῦ συγγραφέως εἶναι τὸ διάπτωμα, τοῦ δὲ | |
Hist.124a5 | γραφέως ὁμολογουμένως· ἢ γὰρ δεῖ τὸν Ἔφορον ὑπερβεβηκέναι τῇ μωρίᾳ καὶ τὸν Κόροιβον καὶ τὸν Μαργίτην, εἰ μὴ δυνατὸς ἦν συλλογίζεσθαι διότι τὰ τετταράκοντα καὶ δύο προστεθέντα τοῖς εἴκοσι καὶ | |
Hist.124a6 | τρισὶν ἑξήκοντα γίνεται καὶ πέντε· ἢ τούτου μηδα‐ μῶς ἂν πιστευθέντος ὑπὲρ Ἐφόρου φανερὸν ὅτι τὸ μὲν ἁμάρτημα *** ἐστι τοῦ γραφέως, τὸ δὲ Τιμαίου φιλεπίτιμον καὶ φιλέγκλημον οὐδεὶς ἂν ἀποδέξαιτο. | |
Hist.124b1 | Καὶ μὴν ἐν τοῖς περὶ Πύρρου πάλιν φησὶ τοὺς Ῥωμαίους ἔτι νῦν ὑπόμνημα ποιουμένους τῆς κατὰ τὸ Ἴλιον ἀπωλείας ἐν ἡμέρᾳ τινὶ κατακοντίζειν ἵπ‐ πον πολεμιστὴν πρὸ τῆς πόλεως ἐν τῷ Κάμπῳ | |
5 | καλουμένῳ, διὰ τὸ τῆς Τροίας τὴν ἅλωσιν διὰ τὸν ἵππον γενέσθαι τὸν δούριον προσαγορευόμενον, | |
Hist.124b2 | πρᾶγμα πάντων παιδαριωδέστατον· οὕτω μὲν γὰρ δεήσει πάντας τοὺς βαρβάρους λέγειν Τρώων ἀπο‐ | |
Hist.124b3 | γόνους ὑπάρχειν· σχεδὸν γὰρ πάντες, εἰ δὲ μή γ’, οἱ πλείους, ὅταν ἢ πολεμεῖν μέλλωσιν ἐξ ἀρχῆς ἢ διακινδυνεύειν πρός τινας ὁλοσχερῶς, ἵππον προ‐ θύονται καὶ σφαγιάζονται, σημειούμενοι τὸ μέλλον | |
Hist.124c1 | ἐκ τῆς τοῦ ζῴου πτώσεως. ὁ δὲ Τίμαιος περὶ τοῦτο τὸ μέρος τῆς ἀλογίας οὐ μόνον ἀπειρίαν, ἔτι δὲ μᾶλλον ὀψιμαθίαν δοκεῖ μοι πολλὴν ἐπιφαίνειν, ὅς γε, διότι θύουσιν ἵππον, εὐθέως ὑπέλαβε τοῦτο | |
5 | ποιεῖν αὐτοὺς διὰ τὸ τὴν Τροίαν ἀφ’ ἵππου δοκεῖν ἑαλωκέναι. | |
Hist.124c2 | Πλὴν ὅτι γε κακῶς ἱστόρηκε καὶ τὰ περὶ τὴν | |
Λιβύην καὶ τὰ περὶ τὴν Σαρδόνα, καὶ μάλιστα τὰ | ||
Hist.124c3 | κατὰ τὴν Ἰταλίαν, ἐκ τούτων ἐστὶ συμφανές, καὶ καθόλου διότι τὸ περὶ τὰς ἀνακρίσεις μέρος ἐπι‐ σέσυρται παρ’ αὐτῷ τελέως· ὅπερ ἐστὶ κυριώτατον | |
Hist.124c4 | τῆς ἱστορίας. ἐπειδὴ γὰρ αἱ μὲν πράξεις ἅμα πολ‐ λαχῇ συντελοῦνται, παρεῖναι δὲ τὸν αὐτὸν ἐν πλεί‐ οσι τόποις κατὰ τὸν αὐτὸν καιρὸν ἀδύνατον, ὁμοίως γε μὴν οὐδ’ αὐτόπτην γενέσθαι πάντων τῶν κατὰ | |
5 | τὴν οἰκουμένην τόπων καὶ τῶν ἐν τοῖς τόποις | |
Hist.124c5 | ἰδιωμάτων τὸν ἕνα δυνατόν, καταλείπεται πυν‐ θάνεσθαι μὲν ὡς παρὰ πλείστων, πιστεύειν δὲ τοῖς ἀξίοις πίστεως, κριτὴν δ’ εἶναι τῶν προσπιπτόντων μὴ κακόν. | |
Hist.124d1 | Ἐν ᾧ γένει μεγίστην ἐπίφασιν ἕλκων Τίμαιος | |
Hist.124d2 | πλεῖστον ἀπολείπεσθαί μοι δοκεῖ τῆς ἀληθείας· τοσ‐ οῦτο γὰρ ἀπέχει τοῦ δι’ ἑτέρων ἀκριβῶς τὴν ἀλή‐ θειαν ἐξετάζειν ὡς οὐδὲ τούτων ὧν αὐτόπτης γέγονε καὶ ἐφ’ οὓς αὐτὸς ἥκει τόπους, οὐδὲ περὶ τούτων | |
Hist.124d3 | οὐδὲν ὑγιὲς ἡμῖν ἐξηγεῖται. τοῦτο δ’ ἔσται δῆλον, ἐὰν ἐν τοῖς κατὰ τὴν Σικελίαν δείξωμεν αὐτὸν | |
Hist.124d4 | ἀγνοοῦντα περὶ ὧν ἀποφαίνεται· σχεδὸν γὰρ οὐ πολλῶν ἔτι προσδεήσει λόγων ὑπέρ γε τῆς ψευδολο‐ γίας, ἐὰν ἐν οἷς ἔφυ καὶ ἐτράφη τόποις, καὶ τούτων ἐν τοῖς ἐπιφανεστάτοις [ἐν τούτοις] ἀγνοῶν εὑρεθῇ | |
Hist.124d5 | καὶ παραπαίων τῆς ἀληθείας. φησὶ τοιγαροῦν τὴν Ἀρέθουσαν κρήνην τὴν ἐν ταῖς Συρακούσαις ἔχειν τὰς πηγὰς ἐκ τοῦ κατὰ Πελοπόννησον διά τε τῆς | |
Ἀρκαδίας καὶ διὰ τῆς Ὀλυμπίας ῥέοντος [ποταμοῦ] | ||
Hist.124d6 | Ἀλφειοῦ· ἐκεῖνον γὰρ δύντα κατὰ γῆς (καὶ) τετρα‐ κισχιλίους σταδίους ὑπὸ τὸ Σικελικὸν ἐνεχθέντα | |
Hist.124d7 | πέλαγος ἀναδύνειν ἐν ταῖς Συρακούσαις, γενέσθαι δὲ τοῦτο δῆλον ἐκ τοῦ κατά τινα χρόνον οὐρανίων ὄμβρων ῥαγέντων κατὰ τὸν τῶν Ὀλυμπίων καιρὸν καὶ τοῦ ποταμοῦ τοὺς κατὰ τὸ τέμενος ἐπικλύσαν‐ | |
Hist.124d8 | τος τόπους, ὄνθου τε πλῆθος ἀναβλύζειν τὴν Ἀρέ‐ θουσαν ἐκ τῶν κατὰ τὴν πανήγυριν θυομένων βοῶν καὶ φιάλην χρυσῆν ἀναβαλεῖν, ἣν ἐπιγνόντες εἶναι τῆς ἑορτῆς ἀνείλοντο. | |
Hist.12.5t | IV. DE TIMAEI ERRORIBUS COMMISSIS DE REBUS LOCRENSIUM. | |
Hist.12.5.1 | Ἐμοὶ δὴ συμβαίνει καὶ παραβεβληκέναι πλεονά‐ κις εἰς τὴν τῶν Λοκρῶν πόλιν καὶ παρεσχῆσθαι | |
Hist.12.5.2 | χρείας αὐτοῖς ἀναγκαίας· καὶ γὰρ τῆς εἰς Ἰβηρίαν στρατείας αὐτοὺς παραλυθῆναι συνέβη δι’ ἐμὲ καὶ τῆς εἰς Δαλματεῖς, ἣν ὤφειλον κατὰ θάλατταν ἐκ‐ | |
Hist.12.5.3 | πέμπειν Ῥωμαίοις κατὰ τὰς συνθήκας. ἐξ ὧν καὶ κακοπαθείας καὶ κινδύνου καὶ δαπάνης ἱκανῆς τινος ἀπολυθέντες πᾶσιν ἡμᾶς ἠμείψαντο τοῖς τιμίοις καὶ φιλανθρώποις· διόπερ ὀφείλω μᾶλλον εὐλογεῖν Λο‐ | |
Hist.12.5.4 | κροὺς ἢ τοὐναντίον. ἀλλ’ ὅμως οὐκ ὤκνησα καὶ λέγειν καὶ γράφειν ὅτι τὴν ὑπ’ Ἀριστοτέλους παρα‐ διδομένην ἱστορίαν περὶ τῆς ἀποικίας ἀληθινωτέραν | |
Hist.12.5.5 | εἶναι συμβαίνει τῆς ὑπὸ Τιμαίου λεγομένης. σύν‐ | |
οιδα γὰρ τοῖς ἀνθρώποις ὁμολογοῦσιν ὅτι παραδό‐ σιμος αὐτοῖς ἐστιν αὕτη περὶ τῆς ἀποικίας ἡ φήμη παρὰ πατέρων, ἣν Ἀριστοτέλης εἴρηκεν, οὐ Τίμαιος. | ||
Hist.12.5.6 | καὶ τούτων γε τοιαύτας ἔφερον ἀποδείξεις. πρῶτον μὲν ὅτι πάντα τὰ διὰ προγόνων ἔνδοξα παρ’ αὐτοῖς ἀπὸ τῶν γυναικῶν, οὐκ ἀπὸ τῶν ἀνδρῶν ἐστιν, οἷον εὐθέως εὐγενεῖς παρὰ σφίσι νομίζεσθαι τοὺς ἀπὸ | |
Hist.12.5.7 | τῶν ἑκατὸν οἰκιῶν λεγομένους· ταύτας δ’ εἶναι τὰς ἑκατὸν οἰκίας τὰς προκριθείσας ὑπὸ τῶν Λοκρῶν πρὶν ἢ τὴν ἀποικίαν ἐξελθεῖν, ἐξ ὧν ἔμελλον οἱ Λοκροὶ κατὰ τὸν χρησμὸν κληροῦν τὰς ἀποσταλη‐ | |
Hist.12.5.8 | σομένας παρθένους εἰς Ἴλιον. τούτων δή τινας τῶν γυναικῶν συνεξᾶραι μετὰ τῆς ἀποικίας, ὧν τοὺς ἀπογόνους ἔτι νῦν εὐγενεῖς νομίζεσθαι καὶ καλεῖ‐ | |
Hist.12.5.9 | σθαι τοὺς ἀπὸ τῶν ἑκατὸν οἰκιῶν. πάλιν ὑπὲρ τῆς φιαληφόρου παρ’ αὐτοῖς λεγομένης τοιαύτη τις | |
Hist.12.5.10 | ἱστορία παραδέδοτο, διότι καθ’ ὃν καιρὸν τοὺς Σικε‐ λοὺς ἐκβάλοιεν τοὺς κατασχόντας τὸν τόπον τοῦτον τῆς Ἰταλίας, ὧν καὶ ταῖς θυσίαις προηγεῖτο τῶν ἐνδοξοτάτων καὶ τῶν εὐγενεστάτων ὑπάρχων παῖς, | |
5 | αὐτοὶ καὶ πλείω τῶν Σικελικῶν ἐθῶν παραλαβόν‐ τες διὰ τὸ μηδὲν αὐτοῖς πάτριον ὑπάρχειν καὶ τοῦτο | |
Hist.12.5.11 | διαφυλάττοιεν ἀπ’ ἐκείνων, αὐτὸ δὲ τοῦτο διορθώ‐ σαιντο, τὸ μὴ παῖδα ποιεῖν ἐξ αὑτῶν τὸν φιαληφό‐ ρον, ἀλλὰ παρθένον, διὰ τὴν ἀπὸ τῶν γυναικῶν εὐγένειαν. | |
Hist.12.6.1 | Συνθῆκαι δὲ πρὸς μὲν τοὺς κατὰ τὴν Ἑλλάδα Λοκροὺς οὔτ’ ἦσαν οὔτ’ ἐλέγοντο παρ’ αὐτοῖς γεγο‐ | |
νέναι, πρὸς μέντοι Σικελοὺς πάντες εἶχον ἐν παρα‐ | ||
Hist.12.6.2 | δόσει. περὶ ὧν ἔλεγον διότι, καθ’ ὃν καιρὸν ἐκ τῆς πρώτης παρουσίας καταλάβοιεν Σικελοὺς κατέχοντας ταύτην τὴν χώραν, ἐν ᾗ νῦν κατοικοῦσι, καταπλα‐ γέντων αὐτοὺς ἐκείνων καὶ προσδεξαμένων διὰ τὸν | |
Hist.12.6.3 | φόβον, ὁμολογίας ποιήσαιντο τοιαύτας, ἦ μὴν εὐνοή‐ σειν αὐτοῖς καὶ κοινῇ τὴν χώραν ἕξειν, ἕως ἂν ἐπι‐ βαίνωσι τῇ γῇ ταύτῃ καὶ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις | |
Hist.12.6.4 | φορῶσι. τοιούτων δὲ τῶν ὅρκων γινομένων φασὶ τοὺς Λοκροὺς εἰς μὲν τὰ πέλματα τῶν ὑποδημάτων ἐμβαλόντας γῆν, ἐπὶ δὲ τοὺς ὤμους σκόρδων κεφα‐ λὰς ἀφανεῖς ὑποθεμένους οὕτως ποιήσασθαι τοὺς | |
Hist.12.6.5 | ὅρκους, κἄπειτα τὴν μὲν γῆν ἐκβαλόντας ἐκ τῶν ὑποδημάτων, τὰς δὲ κεφαλὰς τῶν σκόρδων ἀπορ‐ ρίψαντας μετ’ οὐ πολὺ καιροῦ παραπεσόντος ἐκβα‐ | |
Hist.12.6.6 | λεῖν τοὺς Σικελοὺς ἐκ τῆς χώρας. ταῦτα μὲν οὖν λέγεται παρὰ Λοκροῖς. — | |
Hist.126a1 | Ἐκ τούτων ἄν τις συλλογιζόμενος Ἀριστοτέλει πρόσσχοι μᾶλλον ἢ Τιμαίῳ· καὶ μὴν τὸ συνεχὲς | |
Hist.126a2 | τούτῳ τελέως ἄτοπον· τὸ γὰρ ὑπολαμβάνειν, καθά‐ περ ἐκεῖνος ὑποδείκνυσιν, ὡς οὐκ εἰκὸς ἦν τοὺς οἰκέτας τῶν Λακεδαιμονίοις συμμαχησάντων τὴν τῶν κυρίων εὔνοιαν ἀναφέρειν πρὸς τοὺς ἐκείνων | |
Hist.126a3 | φίλους εὔηθες· οὐ γὰρ μόνον τὰς εὐνοίας, ἀλλὰ καὶ τὰς ξενίας καὶ τὰς συγγενείας τῶν δεσποτῶν οἱ δουλεύσαντες, ὅταν εὐτυχήσωσι παραδόξως καὶ χρόνος ἐπιγένηται, πειρῶνται προσποιεῖσθαι καὶ | |
5 | συνανανεοῦσθαι τῶν κατὰ φύσιν ἀναγκαίων μᾶλλον, | |
Hist.126a4 | αὐτῷ τούτῳ σπουδάζοντες τὴν προγεγενημένην περὶ αὐτοὺς ἐλάττωσιν καὶ τὴν ἀδοξίαν ἐξαλείφειν, τῷ βούλεσθαι τῶν δεσποτῶν ἀπόγονοι μᾶλλον ἐπιφαί‐ | |
Hist.126b1 | νειν ἤπερ ἀπελεύθεροι. τοῦτο δὲ μάλιστα περὶ τοὺς Λοκροὺς εἰκός ἐστι γεγονέναι· πολὺ γὰρ ἐκ‐ τοπίσαντες ἐκ τῶν συνειδότων καὶ προσλαβόντες συνεργὸν τὸν χρόνον, οὐχ οὕτως ἄφρονες (ἦσαν) | |
5 | ὥστε ταῦτ’ ἐπιτηδεύειν, δι’ ὧν ἔμελλον ἀνανέωσιν ποιεῖσθαι τῶν ἰδίων ἐλαττωμάτων, ἀλλὰ μὴ τοὐναν‐ | |
Hist.126b2 | τίον δι’ ὧν ἐπικαλύψειν ταῦτα. διὸ καὶ τὴν ὀνομα‐ σίαν τῇ πόλει τὴν ἀπὸ τῶν γυναικῶν εἰκότως ἐπέ‐ θεσαν καὶ τὴν οἰκειότητα τὴν κατὰ τὰς γυναῖκας προσεποιήθησαν, ἔτι δὲ τὰς φιλίας καὶ τὰς συμμα‐ | |
5 | χίας τὰς προγονικὰς τὰς ἀπὸ τῶν γυναικῶν ἀνε‐ | |
Hist.126b3 | νεοῦντο. ᾗ καὶ τὸ τοὺς Ἀθηναίους πορθῆσαι τὴν χώραν αὐτῶν οὐδέν ἐστι σημεῖον ψευδῆ λέγειν τὸν | |
Hist.126b4 | Ἀριστοτέλην· εὐλόγου γὰρ ὄντος ἐκ τῶν προειρημέ‐ νων, εἰ καὶ δεκάκις ἦσαν οἰκέται, τοῦ προσπεποιῆ‐ σθαι τὴν τῶν Λακεδαιμονίων φιλίαν τοὺς ἐξάραντας ἐκ τῶν Λοκρῶν καὶ κατασχόντας εἰς τὴν Ἰταλίαν, | |
5 | εὔλογος γίνεται καὶ [ἡ] τῶν Ἀθηναίων ἀλλοτριότης ἡ πρὸς (πάντας) τοὺς προειρημένους, οὐχ (οὕτως) | |
Hist.126b5 | ἐξεταζόντων τὸ γένος ὡς τὴν προαίρεσιν. νὴ Δί’ ἀλλὰ πῶς αὐτοὶ μὲν ἐξαπέστελλον οἱ Λακεδαιμόνιοι τοὺς ἀκμάζοντας εἰς τὴν πατρίδα τεκνοποιίας χάριν, τοὺς δὲ Λοκροὺς τὸ παραπλήσιον οὐκ εἴων ποιεῖν; | |
Hist.126b6 | ἕκαστα δὲ τούτων οὐ μόνον κατὰ τὸ πιθανόν, ἀλλὰ | |
Hist.126b7 | καὶ κατὰ τὴν ἀλήθειαν μεγάλην ἔχει διαφοράν. οὔτε γὰρ κωλύειν τοὺς Λοκροὺς ἔμελλον, αὐτοὶ τὸ ὅμοιον ποιοῦντες—ἄτοπον γάρ—οὐδὲ μὴν κελευόντων αὐτῶν οἱ Λοκροὶ πάντως ποιήσειν ἐκείνοις τὸ παρα‐ | |
Hist.126b8 | πλήσιον. παρὰ μὲν γὰρ τοῖς Λακεδαιμονίοις καὶ πάτριον ἦν καὶ σύνηθες τρεῖς ἄνδρας ἔχειν τὴν γυναῖκα καὶ τέτταρας, τοτὲ δὲ καὶ πλείους ἀδελφοὺς ὄντας, καὶ τὰ τέκνα τούτων εἶναι κοινά, καὶ γεννή‐ | |
5 | σαντα παῖδας ἱκανοὺς ἐκδόσθαι γυναῖκά τινι τῶν | |
Hist.126b9 | φίλων καλὸν καὶ σύνηθες. διόπερ οἱ Λοκροὶ μήτε ταῖς ἀραῖς ὄντες ἔνοχοι μήτε τοῖς ὅρκοις, (οἷς) ὤμοσαν οἱ Λακεδαιμόνιοι μὴ πρότερον εἰς τὴν οἰκείαν ἐπανήξειν πρὶν ἢ τὴν Μεσσήνην κατὰ κρά‐ | |
5 | τος ἑλεῖν, τῆς μὲν κατὰ τὸ κοινὸν ἐξαποστολῆς | |
Hist.126b10 | εὐλόγως οὐ μετέσχον, κατὰ δὲ μέρος τὰς ἐπανόδους ποιούμενοι καὶ σπανίως ἔδοσαν ἀναστροφὴν ταῖς | |
γυναιξὶ πρὸς οἰκέτας γενέσθαι συνηθεστέραν ἢ πρὸς τοὺς ἐξ ἀρχῆς ἄνδρας, ταῖς δὲ παρθένοις καὶ μᾶλ‐ | ||
5 | λον· ὃ καὶ τῆς ἐξαναστάσεως αἴτιον γέγονεν. — | |
Hist.12.7.1 | Ὅτι πολλὰ ἱστορεῖ ψευδῆ ὁ Τίμαιος, καὶ δοκεῖ τὸ παράπαν οὐκ ἄπειρος ὢν οὐδενὸς τῶν τοιούτων, ὑπὸ δὲ τῆς φιλονεικίας ἐπισκοτούμενος, ὅταν ἅπαξ ἢ ψέγειν ἢ τοὐναντίον ἐγκωμιάζειν τινὰ πρόθηται, | |
5 | πάντων ἐπιλανθάνεται καὶ πολύ τι τοῦ καθήκοντος | |
Hist.12.7.2 | παρεκβαίνει. πλὴν ταῦτα μὲν ἡμῖν ὑπὲρ Ἀριστο‐ τέλους εἰρήσθω πῶς καὶ τίσι προσέχων τοιαύτην | |
Hist.12.7.3 | ἐποιήσατο τὴν περὶ τῶν Λοκρῶν ἐξήγησιν· τὰ δὲ λέγεσθαι μέλλοντα περὶ Τιμαίου καὶ τῆς ὅλης συν‐ τάξεως αὐτοῦ καὶ καθόλου περὶ τοῦ καθήκοντος τοῖς πραγματευομένοις ἱστορίαν τοιάνδε τινὰ λήψε‐ | |
Hist.12.7.4 | ται τὴν ἀπάντησιν. ὅτι μὲν οὖν ἀμφότεροι κατὰ τὸν εἰκότα λόγον πεποίηνται τὴν ἐπιχείρησιν, καὶ διότι πλείους εἰσὶ πιθανότητες ἐν τῇ κατ’ Ἀριστο‐ τέλην ἱστορίᾳ, δοκῶ, πᾶς ἄν τις ἐκ τῶν εἰρημένων | |
5 | ὁμολογήσειεν· ἀληθὲς μέντοι γε καὶ καθάπαξ δια‐ | |
Hist.12.7.5 | στεῖλαι περί τινος οὐδὲν ἔστιν ἐν τούτοις. οὐ μὴν ἀλλ’ ἔστω τὸν Τίμαιον εἰκότα λέγειν μᾶλλον. διὰ ταύτην οὖν τὴν αἰτίαν δεήσει πᾶν ῥῆμα καὶ πᾶσαν φωνὴν ἀκούειν καὶ μόνον οὐ θανάτου κρίσιν ὑπέ‐ | |
5 | χειν τοὺς ἐν ταῖς ἱστορίαις ἧττον εἰκότα λέγοντας; | |
Hist.12.7.6 | οὐ δήπου. τοῖς μὲν γὰρ κατ’ ἄγνοιαν ψευδογρα‐ | |
φοῦσιν ἔφαμεν δεῖν διόρθωσιν εὐμενικὴν καὶ συγ‐ γνώμην ἐξακολουθεῖν, τοῖς δὲ κατὰ προαίρεσιν ἀπαρ‐ αίτητον κατηγορίαν. | ||
Hist.12.8.1 | Ἢ δεικτέον οὖν τὸν Ἀριστοτέλην κατὰ τὸν ἄρτι λόγον τὰ περὶ Λοκρῶν εἰρηκότα χάριτος ἢ κέρδους ἢ διαφορᾶς ἕνεκεν ἢ μηδὲ τολμῶντας τοῦτο λέγειν ὁμολογητέον ἀγνοεῖν καὶ παραπαίειν τοὺς τοιαύτῃ | |
5 | χρωμένους ἀπεχθείᾳ καὶ πικρίᾳ κατὰ τῶν πέλας οἵᾳ | |
Hist.12.8.2 | κέχρηται Τίμαιος κατ’ Ἀριστοτέλους. φησὶ γὰρ αὐτὸν εἶναι θρασύν, εὐχερῆ, προπετῆ, πρὸς δὲ τού‐ τοις κατατετολμηκέναι τῆς τῶν Λοκρῶν πόλεως, εἰπόντα τὴν ἀποικίαν αὐτῶν εἶναι δραπετῶν, οἰκε‐ | |
Hist.12.8.3 | τῶν, μοιχῶν, ἀνδραποδιστῶν. καὶ ταῦτα λέγειν αὐτόν φησιν οὕτως ἀξιοπίστως ὥστε δοκεῖν ἕνα τῶν ἐστρατηγηκότων ὑπάρχειν καὶ τοὺς Πέρσας ἐν ταῖς Κιλικίαις πύλαις ἄρτι παρατάξει νενικηκότα | |
Hist.12.8.4 | διὰ τῆς αὑτοῦ δυνάμεως, ἀλλ’ οὐ σοφιστὴν ὀψιμαθῆ καὶ μισητὸν ὑπάρχοντα καὶ τὸ πολυτίμητον ἰατρεῖον ἀρτίως ἀποκεκλεικότα, πρὸς δὲ τούτοις εἰς πᾶσαν αὐλὴν καὶ σκηνὴν ἐμπεπηδηκότα, πρὸς δὲ γαστρί‐ | |
5 | μαργον, ὀψαρτυτήν, ἐπὶ στόμα φερόμενον ἐν πᾶσι. | |
Hist.12.8.5 | δοκεῖ δή μοι τὰ τοιαῦτα μόλις (ἂν) ἄνθρωπος ἀγύρ‐ της καὶ προπετὴς ἐπὶ δικαστηρίου ῥιψολογῶν | |
Hist.12.8.6 | ἀνεκτὸς φανῆναι· μέτριος μὲν γὰρ οὐ δοκεῖ. συγ‐ | |
γραφεὺς δὲ κοινῶν πράξεων καὶ προστάτης ἱστορίας ἀληθινὸς οὐδ’ ἂν αὐτὸς ἐν αὑτῷ διανοηθῆναι μή τι δὴ καὶ γράφειν τολμήσαι τοιοῦτον. | ||
Hist.12.9.1 | Σκεψώμεθα δὴ καὶ τὴν αὐτοῦ τοῦ Τιμαίου προ‐ αίρεσιν, καὶ τὰς ἀποφάσεις συγκρίνωμεν ἐκ παρα‐ θέσεως, ἃς πεποίηται περὶ τῆς αὐτῆς ἀποικίας, ἵνα γνῶμεν πότερος ἄξιος ἔσται τῆς τοιαύτης κατηγορίας. | |
Hist.12.9.2 | φησὶ τοιγαροῦν κατὰ τὴν αὐτὴν βύβλον, οὐκέτι κατὰ τὸν αὐτὸν εἰκότα λόγον χρώμενος τοῖς ἐλέγχοις, ἀλλ’ ἀληθινῶς αὐτὸς ἐπιβαλὼν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα | |
Hist.12.9.3 | Λοκρούς, ἐξετάζειν τὰ περὶ τῆς ἀποικίας. τοὺς δὲ πρῶτον μὲν ἐπιδεικνύειν αὐτῷ συνθήκας ἐγγρά‐ πτους, ἔτι καὶ νῦν διαμενούσας, πρὸς τοὺς ἐξαπεσταλ‐ μένους, αἷς ὑπογεγράφθαι τὴν ἀρχὴν τοιαύτην “ὡς | |
Hist.12.9.4 | γονεῦσι πρὸς τέκνα.” πρὸς δὲ τούτοις εἶναι δόγ‐ ματα, καθ’ ἃ πολιτείαν ὑπάρχειν ἑκατέροις παρ’ ἑκατέροις. καθόλου διακούοντας τὴν Ἀριστοτέλους ἐξήγησιν περὶ τῆς ἀποικίας θαυμάζειν τὴν ἰταμό‐ | |
Hist.12.9.5 | τητα τοῦ συγγραφέως. μεταβὰς δὲ πάλιν ἐπὶ τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς εὑρίσκειν ἀκολούθους καὶ τοὺς νόμους φησὶ τοὺς παρ’ αὐτοῖς καὶ τοὺς ἐθισμοὺς οὐ τῇ τῶν οἰκετῶν ῥᾳδιουργίᾳ, τῇ δὲ τῶν ἐλευθέ‐ | |
Hist.12.9.6 | ρων ἀποικίᾳ· πάντως γὰρ καὶ τοῖς ἀνδραποδισταῖς ἐπιτίμια τετάχθαι παρ’ αὐτοῖς, ὁμοίως τοῖς μοιχοῖς, τοῖς δραπέταις· ὧν οὐδὲν ἂν ὑπάρχειν, εἰ συνῄδει‐ σαν αὑτοῖς ἐκ τοιούτων πεφυκόσι. | |
Hist.12.10.1 | Πρῶτον δὴ διαπορήσαι τις ἂν πρὸς τίνας τῶν | |
Λοκρῶν παραγενόμενος ἐπυνθάνετο περὶ τούτων. | ||
Hist.12.10.2 | εἰ μὲν γὰρ συνέβαινε, καθάπερ τοὺς ἐν Ἰταλίᾳ Λο‐ κρούς, οὕτω καὶ τοὺς κατὰ τὴν Ἑλλάδα μίαν πόλιν ἔχειν, τάχ’ ἂν οὐκ ἔδει διαπορεῖν, ἀλλ’ ἦν ἂν εὐθεώ‐ | |
Hist.12.10.3 | ρητον· ἐπεὶ δὲ δύ’ ἔθνη Λοκρῶν ἐστι, πρὸς ποτέ‐ ρους ἦλθε καὶ πρὸς ποίας πόλεις τῶν ἑτέρων, καὶ παρὰ τίσιν εὗρε τὰς συνθήκας ἀναγεγραμμένας; | |
Hist.12.10.4 | οὐδὲν γὰρ ἡμῖν διασαφεῖται τούτων. καίτοι διότι τοῦτ’ ἴδιόν ἐστι Τιμαίου καὶ ταύτῃ παρημίλληται τοὺς ἄλλους συγγραφέας καὶ καθόλου τῇδέ πῃ τῆς ἀποδοχῆς *** —λέγω δὲ κατὰ τὴν ἐν τοῖς χρόνοις | |
5 | καὶ ταῖς ἀναγραφαῖς ἐπίφασιν τῆς ἀκριβείας καὶ τὴν περὶ τοῦτο τὸ μέρος ἐπιμέλειαν—δοκῶ, πάντες | |
Hist.12.10.5 | γινώσκομεν. διὸ καὶ θαυμάζειν ἐστὶν ἄξιον πῶς οὔτε τὸ τῆς πόλεως ὄνομα, παρ’ οἷς εὗρεν, οὔτε (τὸν) τόπον, ἐν ᾧ συμβαίνει τὴν συνθήκην ἀνα‐ γεγράφθαι, διεσάφησεν ἡμῖν, οὔτε τοὺς ἄρχοντας | |
5 | τοὺς δείξαντας αὐτῷ τὴν ἀναγραφὴν καὶ πρὸς οὓς ἐποιεῖτο τὸν λόγον, ἵνα μηδενὶ διαπορεῖν ἐξῇ (μηδέν), ἀλλ’ ὡρισμένου τοῦ τόπου καὶ τῆς πόλεως ἐνῇ τοῖς | |
Hist.12.10.6 | ἀμφισβητοῦσιν εὑρεῖν τὴν ἀκρίβειαν. ὁ δὲ πάντα ταῦτα παραλελοιπὼς δῆλός ἐστι συνειδὼς αὑτῷ κατὰ πρόθεσιν ἐψευσμένῳ. διότι γὰρ τῶν τοιού‐ των ἐπιλαβόμενος οὐδὲν ἂν παρέλειπε Τίμαιος, ἀλλ’ | |
5 | ἀπρίξ, τὸ δὴ λεγόμενον, ἀμφοῖν τοῖν χεροῖν ἐπέφυ, | |
Hist.12.10.7 | προφανὲς ἐκ τούτων. ὁ γὰρ πρὸς τὴν Ἐχεκράτους | |
πίστιν ἀπερεισάμενος ἐπ’ ὀνόματος, πρὸς ὅν φησι περὶ τῶν ἐν Ἰταλίᾳ Λοκρῶν ποιήσασθαι τοὺς λόγους | ||
Hist.12.10.8 | καὶ παρ’ οὗ πυθέσθαι περὶ τούτων, καὶ προσεξειρ‐ γασμένος, ἵνα μὴ φανῇ τοῦ τυχόντος ἀκηκοὼς ὅτι συνέβαινε τὸν τούτου πατέρα πρεσβείας κατηξιῶσθαι | |
Hist.12.10.9 | πρότερον ὑπὸ Διονυσίου, ἦ πού γ’ ἂν οὗτος δημοσίας ἀναγραφῆς ἐπιλαβόμενος ἢ παραδοσίμου στήλης | |
Hist.12.11.1 | παρεσιώπησεν; ὁ γὰρ τὰς συγκρίσεις ποιούμενος ἀνέκαθεν τῶν ἐφόρων πρὸς τοὺς βασιλεῖς τοὺς ἐν Λακεδαίμονι καὶ τοὺς ἄρχοντας τοὺς Ἀθήνησι καὶ τὰς ἱερείας τὰς ἐν Ἄργει παραβάλλων πρὸς τοὺς | |
5 | ὀλυμπιονίκας, καὶ τὰς ἁμαρτίας τῶν πόλεων περὶ τὰς ἀναγραφὰς τὰς τούτων ἐξελέγχων, παρὰ τρί‐ | |
Hist.12.11.2 | μηνον ἐχούσας τὸ διαφέρον, οὗτός ἐστι. καὶ μὴν ὁ τὰς ὀπισθοδόμους στήλας καὶ τὰς ἐν ταῖς φλιαῖς | |
Hist.12.11.3 | τῶν νεῶν προξενίας ἐξευρηκὼς Τίμαιός ἐστιν. ὃν οὔθ’ ὑπάρχον τι τῶν τοιούτων ἀγνοεῖν οὔθ’ εὑρόντα παραλιπεῖν πιστευτέον οὔτε ψευσαμένῳ συγγνώμην | |
Hist.12.11.4 | δοτέον οὐδαμῶς· πικρὸς γὰρ γεγονὼς καὶ ἀπαραίτη‐ τος ἐπιτιμητὴς τῶν πέλας εἰκότως ἂν καὶ ὑπὸ τῶν πλησίον αὐτὸς ἀπαραιτήτου τυγχάνοι κατηγορίας. | |
Hist.12.11.5 | οὐ μὴν ἀλλὰ προφανῶς ἐν τούτοις ἐψευσμένος, μεταβὰς ἐπὶ τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς πρῶτον μέν φησι τήν τε πολιτείαν καὶ τὰ λοιπὰ φιλάνθρωπα τοῖς Λοκροῖς ἀμφοτέροις *** Ἀριστοτέλη καὶ Θεό‐ | |
Hist.12.11.6 | φραστον κατεψεῦσθαι τῆς πόλεως. ἐγὼ δ’ οὐκ ἀγνοῶ μὲν ὅτι καὶ ταύτῃ τῆς πραγματείας ἀναγκασθήσο‐ μαι παρεκβαίνειν, διοριζόμενος καὶ διαβεβαιούμενος | |
Hist.12.11.7 | περὶ τούτων· οὐ μὴν ἀλλὰ διὰ ταύτην τὴν αἰτίαν | |
εἰς ἕνα τόπον ὑπερεθέμην τὸν περὶ Τιμαίου λόγον, ἵνα μὴ πολλάκις ἀναγκάζωμαι τοῦ καθήκοντος ὀλι‐ γωρεῖν. — | ||
Hist.12.11.8 | Ὅτι Τίμαιός φησι μέγιστον ἁμάρτημα περὶ τὴν ἱστορίαν εἶναι τὸ ψεῦδος· διὸ καὶ παραινεῖ τούτοις, οὓς ἂν ἐξελέγξῃ διεψευσμένους ἐν τοῖς συγγράμμα‐ σιν, ἕτερόν τι ζητεῖν ὄνομα τοῖς βυβλίοις, πάντα δὲ | |
5 | μᾶλλον ἢ καλεῖν ἱστορίαν. — | |
Hist.12.12.1 | Καθάπερ γὰρ ἐπὶ τῶν κανόνων, κἂν ἐλάττων ᾖ τῷ μήκει κἂν τῷ πλάτει ταπεινότερος, μετέχῃ δὲ τῆς τοῦ κανόνος ἰδιότητος, κανόνα φησὶ δεῖν προσ‐ αγορεύειν ὅμως, ὅταν (δὲ) τῆς εὐθείας καὶ τῆς πρὸς | |
5 | ταύτην οἰκειότητος ἐκπέσῃ, πάντα μᾶλλον δεῖν ἢ | |
Hist.12.12.2 | κανόνα καλεῖν, τὸν αὐτὸν τρόπον καὶ τῶν συγγραμ‐ μάτων ὅσα μὲν ἂν ἢ κατὰ τὴν λέξιν ἢ κατὰ τὸν χειρισμὸν ἢ κατ’ ἄλλο τι διαμαρτάνηται τῶν ἰδίων μερῶν, ἀντέχηται δὲ τῆς ἀληθείας, προσίεσθαί φησι | |
5 | τὸ τῆς ἱστορίας ὄνομα τὰς βύβλους, ὅταν δὲ ταύτης | |
Hist.12.12.3 | παραπέσῃ, μηκέτι καλεῖσθαι δεῖν ἱστορίαν. ἐγὼ δὲ διότι μὲν ἡγεῖσθαι δεῖ τῶν τοιούτων συγγραμμάτων τὴν ἀλήθειαν ὁμολογῶ, καὶ κατὰ τὴν πραγματείαν αὐτός που κέχρημαι λέγων οὕτως, ὅτι, καθάπερ | |
5 | ἐμψύχου σώματος τῶν ὄψεων ἐξαιρεθεισῶν ἀχρει‐ | |
οῦται τὸ ὅλον, οὕτως ἐξ ἱστορίας ἐὰν ἄρῃς τὴν ἀλήθειαν, τὸ καταλειπόμενον αὐτῆς ἀνωφελὲς γίνε‐ ται διήγημα. — | ||
Hist.12.12.4 | Δύο μέντοι τρόπους ἔφαμεν εἶναι ψεύδους, ἕνα μὲν τὸν κατ’ ἄγνοιαν, ἕτερον δὲ τὸν κατὰ προαίρε‐ | |
Hist.12.12.5 | σιν, καὶ τούτων δεῖν τοῖς μὲν κατ’ ἄγνοιαν παρα‐ παίουσι τῆς ἀληθείας διδόναι συγγνώμην, τοῖς δὲ κατὰ προαίρεσιν ἀκαταλλάκτως ἔχειν. — | |
Hist.12.12.6 | Τούτων δ’ ἡμῖν ὁμολογουμένων, αὐτοῦ τούτου τοῦ ψεύδους μεγάλην ὑπολαμβάνω διαφορὰν εἶναι τοῦ κατ’ ἄγνοιαν γινομένου καὶ τοῦ κατὰ προαίρε‐ σιν, καὶ τὸ μὲν ἐπιδέχεσθαι συγγνώμην καὶ διόρθω‐ | |
5 | σιν εὐμενικήν, τὸ δ’ ἀπαραιτήτου δικαίως ἂν τυγ‐ | |
Hist.12.12.7 | χάνειν κατηγορίας· ᾧ γένει μάλιστ’ ἂν εὕροι τις ἔνοχον αὐτὸν ὄντα τὸν Τίμαιον· διότι δ’ ἐστὶ τοιοῦ‐ τος σκοπεῖν ἤδη πάρεστιν. — | |
Hist.1212a1 | Ἐπὶ τῶν ἀθετούντων τὰς ὁμολογίας προφερό‐ μεθα ταύτην τὴν παροιμίαν “Λοκροὶ τὰς συνθή‐ κας.” τοῦτο δέ τις ἐξεύρηκεν ὅτι καὶ παρὰ τοῖς συγγραφεῦσι καὶ παρὰ τοῖς ἄλλοις ἀνθρώποις ὁμο‐ | |
Hist.1212a2 | λογούμενόν ἐστι, διότι κατὰ τὴν τῶν Ἡρακλειδῶν ἔφοδον συνθεμένων τῶν Λοκρῶν τοῖς Πελοποννη‐ σίοις πολεμίους πυρσοὺς αἴρειν, ἐὰν συμβῇ τοὺς Ἡρακλείδας μὴ κατὰ τὸν Ἰσθμόν, ἀλλὰ κατὰ τὸ | |
5 | Ῥίον ποιεῖσθαι τὴν διάβασιν, χάριν τοῦ προαισθο‐ | |
Hist.1212a3 | μένους φυλάξασθαι τὴν ἔφοδον αὐτῶν, οὐ ποιησάν‐ των δὲ τῶν Λοκρῶν, πᾶν δὲ τοὐναντίον φιλίους ἀράντων πυρσούς, ὅτε παρῆσαν, τοὺς μὲν Ἡρακλεί‐ | |
δας συνέβη μετ’ ἀσφαλείας χρῆσθαι τῇ διαβάσει, | ||
5 | τοὺς δὲ Πελοποννησίους κατολιγωρήσαντας λαθεῖν παραδεξαμένους εἰς τὴν οἰκείαν τοὺς ὑπεναντίους παρασπονδηθέντας ὑπὸ τῶν Λοκρῶν. | |
Hist.1212b1 | *** κατηγορεῖν καὶ θειασ(μὸν δια)σύρειν τῶν ὀνειρωττόντων καὶ δαιμονώντων ἐν τοῖς ὑπομνή‐ μασιν· ὅσοι γε μὴν αὐτοὶ πολλὴν τῆς τοιαύτης ἐμπεποίηνται φλυαρίας, τοὺς τοιούτους ἀγαπᾶν ἂν | |
5 | δέοι μὴ τυγχάνοντας κατηγορίας, μηδ’ ὅτι καὶ τῶν ἄλλων αὐτοὺς κατατρέχειν· ὃ συμβέβηκε περὶ Τί‐ | |
Hist.1212b2 | μαιον. ἐκεῖνος γὰρ κόλακα μὲν εἶναί φησι τὸν Καλ‐ λισθένην τοιαῦτα γράφοντα καὶ πλεῖστον ἀπέχειν φιλοσοφίας, κόρδαξί τε προσέχοντα καὶ κορυβαν‐ τιώσαις γυναιξί· δικαίως δ’ αὐτὸν ὑπ’ Ἀλεξάνδρου | |
5 | τετευχέναι τιμωρίας διεφθαρκότα τὴν ἐκείνου ψυχὴν | |
Hist.1212b3 | καθ’ ὅσον οἷός τ’ ἦν· καὶ Δημοσθένην μὲν καὶ τοὺς ἄλλους ῥήτορας τοὺς κατ’ ἐκεῖνον τὸν καιρὸν ἀκμάσαντας ἐπαινεῖ καί φησι τῆς Ἑλλάδος ἀξίους γεγονέναι, διότι ταῖς Ἀλεξάνδρου τιμαῖς ταῖς ἰσο‐ | |
5 | θέοις ἀντέλεγον, τὸν δὲ φιλόσοφον αἰγίδα καὶ κεραυνὸν περιθέντα θνητῇ φύσει δικαίως αὐτὸν ὑπὸ τοῦ δαιμονίου τετευχέναι τούτων ὧν ἔτυχεν. — | |
Hist.12.13.1 | Ὅτι Τίμαιός φησι Δημοχάρην ἡταιρηκέναι μὲν τοῖς ἄνω μέρεσι τοῦ σώματος, οὐκ εἶναι δ’ ἄξιον | |
τὸ ἱερὸν πῦρ φυσᾶν, ὑπερβεβηκέναι δὲ τοῖς ἐπιτη‐ δεύμασι τὰ Βότρυος ὑπομνήματα καὶ τὰ Φιλαινίδος | ||
Hist.12.13.2 | καὶ τῶν ἄλλων ἀναισχυντογράφων· ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλ’ οὐδὲ τῶν ἀπὸ τέγους ἀπὸ | |
Hist.12.13.3 | τοῦ σώματος εἰργασμένων οὐδείς. ὁ δ’ ἵνα πιστὸς φανῇ κατὰ τὴν αἰσχρολογίαν καὶ τὴν ὅλην ἀναισχυν‐ τίαν, καὶ προσκατέψευσται τἀνδρός, κωμικόν τινα | |
Hist.12.13.4 | μάρτυρα προσεπισπασάμενος ἀνώνυμον. πόθεν δ’ ἐγὼ καταστοχάζομαι τοῦτο; πρῶτον μὲν ἐκ τοῦ καὶ πεφυκέναι καὶ τεθράφθαι καλῶς Δημοχάρην, ἀδελ‐ | |
Hist.12.13.5 | φιδοῦν ὄντα Δημοσθένους, δεύτερον ἐκ τοῦ μὴ μόνον στρατηγίας αὐτὸν ἠξιῶσθαι παρ’ Ἀθηναίοις, ἀλλὰ καὶ τῶν ἄλλων τιμῶν, ὧν οὐδὲν ἂν αὐτῷ | |
Hist.12.13.6 | συνεξέδραμε τοιαύταις ἀτυχίαις παλαίοντι. διὸ καὶ δοκεῖ μοι Τίμαιος οὐχ οὕτως Δημοχάρους κατηγο‐ ρεῖν ὡς Ἀθηναίων, εἰ τοιοῦτον ἄνδρα προῆγον καὶ τοιούτῳ τὴν πατρίδα καὶ τοὺς ἰδίους βίους ἐνεχεί‐ | |
Hist.12.13.7 | ριζον. ἀλλ’ οὐκ ἔστι τούτων οὐδέν. οὐ γὰρ ἂν Ἀρχέδικος ὁ κωμῳδιογράφος ἔλεγε ταῦτα μόνος περὶ | |
Hist.12.13.8 | Δημοχάρους, ὡς Τίμαιός φησιν, ἀλλὰ πολλοὶ μὲν ἂν τῶν Ἀντιπάτρου φίλων, καθ’ οὗ πεπαρρησίασται πολλὰ καὶ δυνάμενα λυπεῖν οὐ μόνον αὐτὸν Ἀντί‐ πατρον, ἀλλὰ καὶ τοὺς ἐκείνου διαδόχους καὶ φίλους | |
5 | γεγονότας, πολλοὶ δὲ τῶν ἀντιπεπολιτευμένων, ὧν | |
Hist.12.13.9 | ἦν καὶ Δημήτριος ὁ Φαληρεύς. οὗ ’κεῖνος οὐ τὴν τυχοῦσαν πεποίηται κατηγορίαν ἐν ταῖς ἱστορίαις, φάσκων αὐτὸν γεγονέναι τοιοῦτον προστάτην τῆς πατρίδος καὶ ἐπὶ τούτοις σεμνύνεσθαι κατὰ τὴν | |
5 | πολιτείαν, ἐφ’ οἷς ἂν καὶ τελώνης σεμνυνθείη βά‐ | |
Hist.12.13.10 | ναυσος. ἐπὶ γὰρ τῷ πολλὰ καὶ λυσιτελῶς πωλεῖσθαι κατὰ τὴν πόλιν καὶ δαψιλῆ τὰ πρὸς τὸν βίον ὑπάρ‐ χειν πᾶσιν, ἐπὶ τούτοις φησὶ μεγαλαυχεῖν αὐτόν· | |
Hist.12.13.11 | καὶ διότι κοχλίας αὐτομάτως βαδίζων προηγεῖτο τῆς πομπῆς αὐτῷ, σίαλον ἀναπτύων, σὺν δὲ τούτοις ὄνοι διεπέμποντο διὰ τοῦ θεάτρου, διότι δὴ πάν‐ των τῶν τῆς Ἑλλάδος καλῶν ἡ πατρὶς παρακεχω‐ | |
5 | ρηκυῖα τοῖς ἄλλοις ἐποίει Κασσάνδρῳ τὸ προσταττό‐ μενον, ἐπὶ τούτοις αὐτὸν οὐκ αἰσχύνεσθαί φησιν. | |
Hist.12.13.12 | ἀλλ’ ὅμως οὔτε Δημήτριος οὔτ’ ἄλλος οὐδεὶς εἰρή‐ | |
Hist.12.14.1 | κει περὶ Δημοχάρους τοιοῦτον οὐδέν. ἐξ ὧν ἐγώ, βεβαιοτέραν τὴν τῆς πατρίδος ἡγούμενος μαρτυρίαν ἢ τὴν Τιμαίου πικρίαν, θαρρῶν ἀποφαίνομαι μηδενὶ τὸν Δημοχάρους βίον ἔνοχον εἶναι τῶν τοιούτων | |
Hist.12.14.2 | κατηγορημάτων. καίπερ εἰ κατ’ ἀλήθειαν ὑπῆρχέ τι τοιοῦτον ἀτύχημα περὶ Δημοχάρην, ποῖος καιρὸς ἢ ποία πρᾶξις ἠνάγκασε Τίμαιον ταῦτα κατατάττειν | |
Hist.12.14.3 | εἰς τὴν ἱστορίαν; καθάπερ γὰρ οἱ νοῦν ἔχοντες, ἐπὰν ἀμύνασθαι κρίνωσι τοὺς ἐχθρούς, οὐ τοῦτο πρῶτον σκοποῦνται τί παθεῖν ἄξιός ἐστιν ὁ πλη‐ σίον, ἀλλὰ τί ποιεῖν αὐτοῖς πρέπει, τοῦτο μᾶλ‐ | |
Hist.12.14.4 | λον *** οὕτως καὶ περὶ τῶν λοιδοριῶν, οὐ τί τοῖς ἐχθροῖς ἀκούειν ἁρμόζει, τοῦτο πρῶτον ἡγητέον, | |
ἀλλὰ τί λέγειν ἡμῖν πρέπει, τοῦτ’ ἀναγκαιότατον | ||
Hist.12.14.5 | λογιστέον. περὶ δὲ τῶν πάντα μετρούντων ταῖς ἰδίαις ὀργαῖς καὶ φιλοτιμίαις ἀνάγκη πάνθ’ ὑπ‐ οπτεύειν ἐστὶ καὶ πᾶσι διαπιστεῖν πέρα τοῦ δέοντος | |
Hist.12.14.6 | λεγομένοις. διὸ δὴ καὶ νῦν ἡμεῖς μὲν εἰκότως ἂν δόξαιμεν ἀθετεῖν τοῖς ὑπὸ Τιμαίου κατὰ Δημοχά‐ | |
Hist.12.14.7 | ρους εἰρημένοις· ἐκεῖνος δ’ ἂν οὐκ εἰκότως τυγχά‐ νοι συγγνώμης οὐδὲ πίστεως ὑπ’ οὐδενὸς διὰ τὸ προφανῶς ἐν ταῖς λοιδορίαις ἐκπίπτειν τοῦ καθή‐ κοντος διὰ τὴν ἔμφυτον πικρίαν. | |
Hist.12.15.1 | Καὶ γὰρ οὐδὲ ταῖς κατ’ Ἀγαθοκλέους ἔγωγε λοι‐ δορίαις, εἰ καὶ πάντων γέγονεν ἀσεβέστατος, εὐδοκῶ. | |
Hist.12.15.2 | λέγω δ’ ἐν τούτοις, ἐν οἷς ἐπὶ καταστροφῇ τῆς ὅλης ἱστορίας φησὶ γεγονέναι τὸν Ἀγαθοκλέα κατὰ τὴν πρώτην ἡλικίαν κοινὸν πόρνον, ἕτοιμον τοῖς ἀκρατε‐ στάτοις, κολοιόν, τριόρχην, πάντων τῶν βουλομένων | |
Hist.12.15.3 | τοῖς ὄπισθεν ἔμπροσθεν γεγονότα. πρὸς δὲ τούτοις, ὅτ’ ἀπέθανε, τὴν γυναῖκά φησι κατακλαιομένην αὐτὸν οὕτως θρηνεῖν· “Τί δ’ οὐκ ἐγὼ σέ; τί δ’ οὐκ ἐμὲ | |
Hist.12.15.4 | σύ;” ἐν γὰρ τούτοις πάλιν οὐ μόνον ἄν τις ἐπι‐ φθέγξαιτο τὰ καὶ περὶ Δημοχάρους, ἀλλὰ καὶ τὴν | |
Hist.12.15.5 | ὑπερβολὴν θαυμάσειε τῆς πικρίας. ὅτι γὰρ ἐκ φύ‐ σεως ἀνάγκη μεγάλα προτερήματα γεγονέναι περὶ τὸν Ἀγαθοκλέα, τοῦτο δῆλόν ἐστιν ἐξ αὐτῶν ὧν ὁ | |
Hist.12.15.6 | Τίμαιος ἀποφαίνεται. εἰ γὰρ εἰς τὰς Συρακούσας παρεγενήθη φεύγων τὸν τροχόν, τὸν καπνόν, τὸν | |
πηλόν, περὶ ἔτη τὴν ἡλικίαν ὀκτωκαίδεκα γεγονώς, | ||
Hist.12.15.7 | καὶ μετά τινα χρόνον ὁρμηθεὶς ἀπὸ τοιαύτης ὑπο‐ θέσεως κύριος μὲν ἐγενήθη πάσης Σικελίας, μεγί‐ στους δὲ κινδύνους περιέστησε Καρχηδονίοις, τέλος ἐγγηράσας τῇ δυναστείᾳ κατέστρεψε τὸν βίον βασι‐ | |
Hist.12.15.8 | λεὺς προσαγορευόμενος, ἆρ’ οὐκ ἀνάγκη μέγα τι γεγονέναι χρῆμα καὶ θαυμάσιον τὸν Ἀγαθοκλέα καὶ πολλὰς ἐσχηκέναι ῥοπὰς καὶ δυνάμεις πρὸς τὸν | |
Hist.12.15.9 | πραγματικὸν τρόπον; ὑπὲρ ὧν δεῖ τὸν συγγραφέα μὴ μόνον τὰ πρὸς διαβολὴν κυροῦντα καὶ κατηγο‐ ρίαν ἐξηγεῖσθαι τοῖς ἐπιγινομένοις, ἀλλὰ καὶ τὰ πρὸς ἔπαινον ἥκοντα περὶ τὸν ἄνδρα· τοῦτο γὰρ | |
Hist.12.15.10 | ἴδιόν ἐστι τῆς ἱστορίας. ὁ δ’ ἐπεσκοτημένος ὑπὸ τῆς ἰδίας πικρίας τὰ μὲν ἐλαττώματα δυσμενικῶς καὶ μετ’ αὐξήσεως ἡμῖν ἐξήγγελκε, τὰ δὲ κατορθώματα | |
Hist.12.15.11 | συλλήβδην παραλέλοιπεν, ἀγνοῶν ὅτι τὸ ψεῦδος οὐχ ἧττόν ἐστι περὶ τοὺς τὰ γεγονότα *** γράφοντας | |
Hist.12.15.12 | ἐν ταῖς ἱστορίαις. ἡμεῖς δὲ τὸ μὲν ἐπιμετρεῖν τῆς ἀπεχθείας αὐτοῦ χάριν ἀφήκαμεν, τὰ δ’ οἰκεῖα τῆς | |
προθέσεως αὑτῶν οὐ παρελείψαμεν. — | ||
Hist.12.16.1 | Νεανίσκων δυεῖν περί τινος οἰκέτου διαφερομέ‐ νων συνέβαινε παρὰ μὲν τὸν ἕτερον καὶ πλείω χρό‐ | |
Hist.12.16.2 | νον γεγονέναι τὸν παῖδα, τὸν δ’ ἕτερον ἡμέραις δυσὶ πρότερον εἰς τὸν ἀγρὸν ἐλθόντα μὴ παρόντος τοῦ δεσπότου μετὰ βίας εἰς οἶκον ἀπηχέναι τὸν | |
Hist.12.16.3 | δοῦλον, κἄπειτα τὸν ἕτερον αἰσθόμενον ἐλθεῖν ἐπὶ τὴν οἰκίαν, καὶ λαβόντ’ ἀπάγειν ἐπὶ τὴν ἀρχήν, καὶ φάναι δεῖν κύριον αὐτὸν εἶναι διδόντα τοὺς ἐγγυη‐ | |
Hist.12.16.4 | τάς· κελεύειν γὰρ τὸν Ζαλεύκου νόμον τοῦτον δεῖν κρατεῖν τῶν ἀμφισβητουμένων ἕως τῆς κρίσεως παρ’ | |
Hist.12.16.5 | οὗ τὴν ἀγωγὴν συμβαίνει γίνεσθαι. τοῦ δ’ ἑτέρου κατὰ τὸν αὐτὸν νόμον παρ’ αὑτοῦ φάσκοντος γεγο‐ νέναι τὴν ἀγωγήν—ἐκ γὰρ τῆς οἰκίας τῆς ἐκείνου τὸ | |
Hist.12.16.6 | σῶμα πρὸς τὴν ἀρχὴν ἥκειν ἀπαγόμενον—τοὺς προ‐ καθημένους ἄρχοντας διαποροῦντας ὑπὲρ τοῦ πράγ‐ ματος ἐπισπάσασθαι καὶ συμμεταδοῦναι τῷ κοσμο‐ | |
Hist.12.16.7 | πόλιδι. τὸν δὲ διαστείλασθαι τὸν νόμον, φήσαντα παρὰ τούτων τὴν ἀγωγὴν αἰεὶ γίνεσθαι, παρ’ οἷς ἂν ἔσχατον ἀδήριτον ᾖ χρόνον τινὰ γεγονὸς τὸ | |
Hist.12.16.8 | διαμφισβητούμενον· ἐὰν δέ τις ἀφελόμενος βίᾳ παρά τινος ἀπαγάγῃ πρὸς αὑτόν, κἄπειτα παρὰ τούτου τὴν ἀγωγὴν ὁ προϋπάρχων ποιῆται δεσπότης, οὐκ | |
Hist.12.16.9 | εἶναι ταύτην κυρίαν. τοῦ δὲ νεανίσκου δεινοπα‐ θοῦντος καὶ μὴ φάσκοντος εἶναι τοῦ νομοθέτου ταύτην τὴν προαίρεσιν, προκαλέσασθαί φασι τὸν κοσμόπολιν, εἴ τι βούλεται λέγειν ὑπὲρ τῆς γνώμης | |
Hist.12.16.10 | κατὰ τὸν Ζαλεύκου νόμον. τοῦτο δ’ ἐστὶ καθισάν‐ των τῶν χιλίων καὶ βρόχων κρεμασθέντων λέγειν | |
Hist.12.16.11 | ὑπὲρ τῆς τοῦ νομοθέτου γνώμης· ὁπότερος δ’ ἂν αὐτῶν φανῇ τὴν προαίρεσιν ἐπὶ τὸ χεῖρον ἐκδεχό‐ μενος, τὸν τοιοῦτον διὰ τῆς ἀγχόνης ἀπόλλυσθαι | |
Hist.12.16.12 | βλεπόντων τῶν χιλίων. ταῦτα προτείναντος τοῦ κοσμοπόλιδος, τὸν νεανίσκον εἰπεῖν φασιν ἄνισον εἶναι τὴν συνθήκην· τῷ μὲν γὰρ ἔτη δύ’ ἢ τρία | |
Hist.12.16.13 | καταλείπεσθαι τοῦ ζῆν· συνέβαινε γὰρ εἶναι τὸν κοσμόπολιν οὐ πολὺ λεῖπον τῶν ἐνενήκοντ’ ἐτῶν· αὑτῷ δὲ τοῦ βίου τὸ πλεῖον ἐκ τῶν εὐλόγων ἔτι | |
Hist.12.16.14 | μένειν. ὁ μὲν οὖν νεανίσκος οὕτως εὐτραπελευ‐ σάμενος ἐξέλυσε τὴν σπουδήν, οἱ δ’ ἄρχοντες ἔκρι‐ ναν τὴν ἀγωγὴν κατὰ τὴν τοῦ κοσμοπόλιδος γνώμην. | |
Hist.12.17t | V. DE CALLISTHENIS IMPERITIA IN NAR‐ RANDIS REBUS MILITARIBUS. | |
Hist.12.17.1 | Ἵνα δὲ μὴ δόξωμεν τῶν τηλικούτων ἀνδρῶν καταξιοπιστεῖσθαι, μνησθησόμεθα μιᾶς παρατάξεως, ἣν ἅμα μὲν οἵαν ἐπιφανεστάτην εἶναι συμβέβηκεν, ἅμα δὲ τοῖς καιροῖς οὐ μακρὰν ἀπηρτῆσθαι, τὸ δὲ | |
Hist.12.17.2 | μέγιστον, παρατετευχέναι τὸν Καλλισθένη. λέγω δὲ περὶ τῆς ἐν Κιλικίᾳ γενομένης Ἀλεξάνδρῳ πρὸς Δαρεῖον, ἐν ᾗ φησὶ μὲν Ἀλέξανδρον ἤδη διαπε‐ πορεῦσθαι τὰ στενὰ καὶ τὰς λεγομένας ἐν τῇ Κιλικίᾳ | |
5 | Πύλας, Δαρεῖον δὲ χρησάμενον τῇ διὰ τῶν Ἀμα‐ νίδων λεγομένων Πυλῶν πορείᾳ κατᾶραι μετὰ τῆς | |
Hist.12.17.3 | δυνάμεως εἰς Κιλικίαν· πυθόμενον δὲ παρὰ τῶν | |
ἐγχωρίων προάγειν τὸν Ἀλέξανδρον ὡς ἐπὶ Συρίαν, ἀκολουθεῖν, καὶ συνεγγίσαντα τοῖς στενοῖς στρατο‐ | ||
Hist.12.17.4 | πεδεῦσαι παρὰ τὸν Πίναρον ποταμόν. εἶναι δὲ τοῦ μὲν τόπου τὸ διάστημ’ οὐ πλείω τῶν τεττάρων καὶ δέκα σταδίων ἀπὸ θαλάττης ἕως πρὸς τὴν παρ‐ | |
Hist.12.17.5 | ώρειαν· διὰ δὲ τούτου φέρεσθαι τὸν προειρημένον ποταμὸν ἐπικάρσιον, ἀπὸ μὲν τῶν ὀρῶν εὐθέως ἐκρήγματα τῶν πλευρῶν, διὰ δὲ τῶν ἐπιπέδων ἕως εἰς θάλατταν ἀποτόμους ἔχοντα καὶ δυσβάτους λό‐ | |
Hist.12.17.6 | φους. ταῦτα δ’ ὑποθέμενος, ἐπεὶ συνεγγίζοιεν οἱ περὶ τὸν Ἀλέξανδρον ἐξ ὑποστροφῆς ἐπ’ αὐτοὺς ἀναχωροῦντες, κρῖναί φησι Δαρεῖον καὶ τοὺς ἡγε‐ μόνας τὴν μὲν φάλαγγα τάξαι πᾶσαν ἐν αὐτῇ τῇ | |
5 | στρατοπεδείᾳ, καθάπερ ἐξ ἀρχῆς εἶχε, χρήσασθαι δὲ τῷ ποταμῷ προβλήματι διὰ τὸ παρ’ αὐτὴν ῥεῖν τὴν | |
Hist.12.17.7 | στρατοπεδείαν. μετὰ δὲ ταῦτά φησι τοὺς μὲν ἱπ‐ πεῖς τάξαι παρὰ θάλατταν, τοὺς δὲ μισθοφόρους ἑξῆς τούτοις παρ’ αὐτὸν τὸν ποταμόν, ἐχομένους τούτων τοὺς πελταστὰς συνάπτοντας τοῖς ὄρεσι. | |
Hist.12.18.1 | πῶς δὲ προέταξε τούτους πρὸ τῆς φάλαγγος, τοῦ ποταμοῦ ῥέοντος παρ’ αὐτὴν τὴν στρατοπεδείαν, δυσχερὲς κατανοῆσαι, καὶ ταῦτα τῷ πλήθει τοσού‐ | |
Hist.12.18.2 | των ὑπαρχόντων. τρισμύριοι μὲν γὰρ ἱππεῖς ὑπῆρ‐ χον, ὡς αὐτὸς ὁ Καλλισθένης φησί, τρισμύριοι δὲ μισθοφόροι· πόσου δ’ εἶχον οὗτοι τόπου χρείαν, | |
Hist.12.18.3 | εὐχερὲς καταμαθεῖν. πλεῖστον μὲν γὰρ ἱππέων τάτ‐ τεται βάθος ἐπ’ ὀκτὼ πρὸς ἀληθινὴν χρείαν, καὶ | |
μεταξὺ τῶν ἰλῶν ἑκάστης ἴσον ὑπάρχειν δεῖ διά‐ στημα τοῖς μετώποις πρὸς τὸ ταῖς ἐπιστροφαῖς δύ‐ | ||
Hist.12.18.4 | νασθαι καὶ τοῖς περισπασμοῖς εὐχρηστεῖν. ἐξ ὧν τὸ στάδιον ὀκτακοσίους λαμβάνει, τὰ δὲ δέκα τοὺς ὀκτακισχιλίους, τὰ δὲ τέτταρα τρισχιλίους διακο‐ σίους, ὥστ’ ἀπὸ τῶν μυρίων χιλίων διακοσίων | |
5 | πεπληρῶσθαι τὸν τῶν τετταρεσκαίδεκα σταδίων | |
Hist.12.18.5 | τόπον. ἐὰν δὲ πάντας ἐκτάττῃ τοὺς τρισμυρίους, βραχὺ λείπει τοῦ τριφαλαγγίαν ἐπάλληλον εἶναι | |
Hist.12.18.6 | τῶν ἱππέων αὐτῶν. εἰς ποῖον οὖν τόπον ἐτάττετο τὸ τῶν μισθοφόρων πλῆθος; εἰ μὴ νὴ Δία κατόπιν τῶν ἱππέων. ἀλλ’ οὔ φησιν, ἀλλὰ συμπεπτωκέναι | |
Hist.12.18.7 | τούτους τοῖς Μακεδόσι κατὰ τὴν ἐπαγωγήν. ἐξ ὧν ἀνάγκη ποιεῖσθαι τὴν ἐκδοχὴν διότι τὸ μὲν ἥμισυ τοῦ τόπου τὸ παρὰ θάλατταν ἡ τῶν ἱππέων ἐπεῖχε τάξις, τὸ δ’ ἥμισυ τὸ πρὸς τοῖς ὄρεσιν ἡ τῶν | |
Hist.12.18.8 | μισθοφόρων. ἐκ δὲ τούτων εὐσυλλόγιστον πόσον ὑπῆρχε τὸ βάθος τῶν ἱππέων καὶ ποῖον ἔδει τόπον | |
Hist.12.18.9 | ἀπέχειν τὸν ποταμὸν ἀπὸ τῆς στρατοπεδείας. μετὰ δὲ ταῦτα συνεγγιζόντων τῶν πολεμίων φησὶ τὸν Δαρεῖον αὐτόν, κατὰ μέσην ὑπάρχοντα τὴν τάξιν, καλεῖν τοὺς μισθοφόρους ἀπὸ τοῦ κέρατος πρὸς | |
Hist.12.18.10 | αὑτόν. πῶς δὲ λέγεται τοῦτο, διαπορεῖν ἔστι· τῶν γὰρ μισθοφόρων ἀνάγκη καὶ τῶν ἱππέων τὴν συν‐ αφὴν κατὰ μέσον ὑπάρχειν τὸν τόπον, ὥστ’ ἐν αὐτοῖς ὢν τοῖς μισθοφόροις ὁ Δαρεῖος ποῦ καὶ | |
Hist.12.18.11 | πρὸς τί καὶ πῶς ἐκάλει τοὺς μισθοφόρους; τὸ δὲ τελευταῖόν φησι τοὺς ἀπὸ τοῦ δεξιοῦ κέρατος ἱππεῖς ἐπαγαγόντας ἐμβαλεῖν τοῖς περὶ τὸν Ἀλέξανδρον, | |
τοὺς δὲ γενναίως δεξαμένους ἀντεπάγειν καὶ ποιεῖν | ||
Hist.12.18.12 | μάχην ἰσχυράν. ὅτι δὲ ποταμὸς ἦν ἐν μέσῳ, καὶ ποταμὸς οἷον ἀρτίως εἶπεν, ἐπελάθετο. | |
Hist.12.19.1 | Τούτοις δ’ ἐστὶ παραπλήσια τὰ κατὰ τὸν Ἀλέ‐ ξανδρον. φησὶ γὰρ αὐτὸν ποιήσασθαι τὴν εἰς τὴν Ἀσίαν διάβασιν, πεζῶν μὲν ἔχοντα τέτταρας μυριά‐ δας, ἱππεῖς δὲ τετρακισχιλίους καὶ πεντακοσίους, | |
Hist.12.19.2 | μέλλοντι δ’ εἰς Κιλικίαν ἐμβάλλειν ἄλλους ἐλθεῖν ἐκ Μακεδονίας πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς | |
Hist.12.19.3 | δ’ ὀκτακοσίους. ἀφ’ ὧν εἴ τις ἀφέλοι τρισχιλίους μὲν πεζούς, τριακοσίους δ’ ἱππεῖς, ἐπὶ τὸ πλεῖον ποιῶν τὴν ἀπουσίαν πρὸς τὰς γεγενημένας χρείας, ὅμως πεζοὶ μὲν ἀπολειφθήσονται τετρακισμύριοι | |
Hist.12.19.4 | δισχίλιοι, (πεντακισχίλιοι δ’ ἱππεῖς). τούτων οὖν ὑποκειμένων, φησὶ τὸν Ἀλέξανδρον πυθέσθαι τὴν Δαρείου παρουσίαν εἰς Κιλικίαν ἑκατὸν ἀπέχοντα σταδίους ἀπ’ αὐτοῦ, διαπεπορευμένον ἤδη τὰ στενά· | |
Hist.12.19.5 | διόπερ ἐξ ὑποστροφῆς πάλιν ποιεῖσθαι τὴν πορείαν διὰ τῶν στενῶν, ἄγοντα πρῶτον μὲν τὴν φάλαγγα, μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς, ἐπὶ πᾶσι τὸ σκευοφόρον. | |
Hist.12.19.6 | ἅμα δὲ τῷ πρῶτον εἰς τὰς εὐρυχωρίας ἐκπεσεῖν, διασκευάζεσθαι παραγγείλαντα πᾶσιν ἐπιπαρεμβα‐ λεῖν τὴν φάλαγγα, καὶ ποιῆσαι τὸ βάθος αὐτῆς ἐπὶ τριάκοντα καὶ δύο, μετὰ δὲ ταῦτα πάλιν εἰς ἑκ‐ | |
5 | καίδεκα, τὸ δὲ τελευταῖον, ἐγγίζοντα τοῖς πολεμίοις, | |
Hist.12.19.7 | εἰς ὀκτώ. ταῦτα δ’ ἐστὶ μείζω τῶν προειρημένων ἀλογήματα. τοῦ γὰρ σταδίου λαμβάνοντος ἄνδρας ἐν τοῖς πορευτικοῖς διαστήμασιν, ὅταν εἰς ἑκκαίδεκα | |
τὸ βάθος ὦσι, χιλίους ἑξακοσίους, ἑκάστου τῶν | ||
Hist.12.19.8 | ἀνδρῶν ἓξ πόδας ἐπέχοντος, φανερὸν ὅτι τὰ δέκα στάδια λήψεται μυρίους ἑξακισχιλίους, τὰ δ’ εἴκοσι | |
Hist.12.19.9 | τοὺς διπλασίους. ἐκ δὲ τούτων εὐθεώρητον ὅτι καθ’ ὃν καιρὸν ἐποίησε τὴν δύναμιν Ἀλέξανδρος ἑκκαίδεκα τὸ βάθος, ἀναγκαῖον ἦν εἴκοσι σταδίων ὑπάρχειν τὸ τοῦ τόπου διάστημα καὶ περιττεύειν | |
5 | ἔτι τοὺς μὲν ἱππεῖς πάντας, τῶν δὲ πεζῶν μυ‐ ρίους. | |
Hist.12.20.1 | Μετὰ δὲ ταῦτά φησι μετωπηδὸν ἄγειν τὴν δύ‐ ναμιν, ἀπέχοντα τῶν πολεμίων περὶ τετταράκοντα | |
Hist.12.20.2 | σταδίους. τούτου δὲ μεῖζον ἀλόγημα δυσχερὲς ἐπι‐ νοῆσαι· ποῦ γὰρ ἂν εὕροι τις τοιούτους τόπους, ἄλ‐ λως τε καὶ κατὰ Κιλικίαν, ὥστ’ ἐπὶ σταδίους εἴκοσι μὲν τὸ πλάτος τετταράκοντα δὲ τὸ μῆκος μετωπηδὸν | |
Hist.12.20.3 | ἄγειν φάλαγγα σαρισοφόρον; τοσαῦτα γάρ ἐστιν ἐμπόδια πρὸς τὴν τοιαύτην τάξιν καὶ χρείαν, ἅ τις οὐδ’ ἂν ἐξαριθμήσαιτο ῥᾳδίως. ἓν δὲ τῶν ὑπ’ αὐτοῦ Καλλισθένους λεγομένων ἱκανὸν ὑπάρχει πρὸς πίστιν· | |
Hist.12.20.4 | τοὺς γὰρ ἀπὸ τῶν ὀρῶν χειμάρρους καταφερομέ‐ νους τοσαῦτά φησι ποιεῖν ἐκρήγματα κατὰ τὸ πεδίον ὥστε καὶ τῶν Περσῶν κατὰ τὴν φυγὴν διαφθαρῆ‐ ναι λέγουσι τοὺς πλείστους ἐν τοῖς τοιούτοις κοι‐ | |
Hist.12.20.5 | λώμασι. νὴ Δί’, ἀλλ’ ἕτοιμος ἐβούλετ’ εἶναι πρὸς | |
Hist.12.20.6 | τὴν τῶν πολεμίων ἐπιφάνειαν. τί δ’ ἀνετοιμότερον φάλαγγος ἐν μετώπῳ διαλελυμένης καὶ διεσταμέ‐ νης; πόσῳ γὰρ ἐκ πορευτικῆς ἀγωγῆς ἁρμοζούσης παρατάξαι ῥᾷον ἢ διαλελυμένην ἐν μετώπῳ καὶ διε‐ | |
5 | σπασμένην δύναμιν ἐπὶ τὴν αὐτὴν εὐθεῖαν ἀγαγεῖν καὶ συστῆσαι πρὸς μάχην ἐν τόποις ὑλώδεσι καὶ | |
Hist.12.20.7 | περικεκλασμένοις; διόπερ οὐδὲ παρὰ μικρὸν ἦν | |
κρεῖττον ἄγειν διφαλαγγίαν ἢ τετραφαλαγγίαν ἁρ‐ μόζουσαν, ᾗ καὶ τόπον πορείας εὑρεῖν οὐκ ἀδύνα‐ τον, καὶ τὸ παρατάξαι ταχέως ῥᾴδιόν γε, δυνάμενον | ||
5 | διὰ τῶν προδρόμων ἐκ πολλοῦ γινώσκειν τὴν τῶν | |
Hist.12.20.8 | πολεμίων παρουσίαν. ὁ δὲ χωρὶς τῶν ἄλλων οὐδὲ τοὺς ἱππεῖς προέθετο, μετωπηδὸν ἄγων τὴν δύναμιν ἐν τόποις ἐπιπέδοις, ἀλλ’ ἐξ ἴσου ποιεῖ τοῖς πεζοῖς. | |
Hist.12.21.1 | Τὸ δὲ δὴ πάντων μέγιστον· ἤδη γὰρ σύνεγγυς ὄντα τοῖς πολεμίοις αὐτὸν εἰς ὀκτὼ ποιῆσαί φησι τὸ | |
Hist.12.21.2 | βάθος. ἐξ οὗ δῆλον ὅτι κατ’ ἀνάγκην ἐπὶ τετταρά‐ κοντα σταδίους ἔδει γενέσθαι τὸ μῆκος τῆς φάλαγ‐ | |
Hist.12.21.3 | γος. εἰ δ’ ὅλως συνήσπισαν κατὰ τὸν ποιητὴν οὕτως ὥστε συνερεῖσαι πρὸς ἀλλήλους, ὅμως εἴκοσι | |
Hist.12.21.4 | σταδίων ἔδει τὸν τόπον ὑπάρχειν. αὐτὸς δέ φησι | |
Hist.12.21.5 | λείπειν τῶν δεκατεττάρων σταδίων *** καὶ τούτου μέρος μέν τι πρὸς θαλάττῃ τοὺς ἡμίσεας ἐπὶ τοῦ δεξιοῦ· *** ἔτι δὲ τὴν ὅλην τάξιν ἀπὸ τῶν ὀρῶν ἱκανὸν τόπον ἀφεστάναι πρὸς τὸ μὴ τοῖς πολεμίοις | |
Hist.12.21.6 | ὑποπεπτωκέναι τοῖς κατέχουσι τὰς παρωρείας. ἴσμεν γὰρ ὃ ποιεῖ πρὸς τούτους ἐπικάμπιον. Ὑπολειπόμεθα καὶ νῦν ἡμεῖς τοὺς μυρίους πε‐ | |
Hist.12.21.7 | ζούς, πλείους ὄντας τῆς ἐκείνου προθέσεως. ὥστ’ ἐκ τούτων ἕνδεκα σταδίους ἐπὶ τὸ πλεῖον ἀπολεί‐ πεσθαι τὸ τῆς φάλαγγος μῆκος κατ’ αὐτὸν τὸν | |
Καλλισθένην, ἐν οἷς ἀνάγκη τοὺς τρισμυρίους καὶ | ||
5 | δισχιλίους ἐπὶ τριάκοντα τὸ βάθος ὑπάρχειν συν‐ | |
Hist.12.21.8 | ησπικότας. ὁ δέ φησιν εἰς ὀκτὼ τεταγμένων γενέ‐ | |
Hist.12.21.9 | σθαι τὴν μάχην. τὰ δὲ τοιαῦτα τῶν ἁμαρτημάτων οὐδ’ ἀπολογίαν ἐπιδέχεται· τὸ γὰρ ἀδύνατον ἐν | |
Hist.12.21.10 | πράγμασιν αὐτόθεν ἔχει τὴν πίστιν. διόπερ ὅταν καὶ τὰ κατ’ ἄνδρα διαστήματα καὶ τὸ πᾶν τοῦ τόπου μέγεθος ὡρισμένον ὑποθῶσι καὶ τὸν ἀριθμὸν τῶν ἀνδρῶν, ἀναπολόγητον γίνεται τὸ ψεῦδος. | |
Hist.12.22.1 | Τὰ μὲν γὰρ ἅμα τούτοις ἀλογήματα μακρὸν ἂν | |
Hist.12.22.2 | εἴη λέγειν πάντα πλὴν τελέως ὀλίγων. φησὶ γὰρ τὸν Ἀλέξανδρον σπουδάζειν κατὰ τὴν τάξιν, ἵνα κατὰ τὸν Δαρεῖον αὐτὸν ποιήσηται τὴν μάχην· ὁμοίως δὲ κατὰ μὲν ἀρχὰς καὶ τὸν Δαρεῖον αὐτὸν βούλεσθαι | |
Hist.12.22.3 | κατὰ τὸν Ἀλέξανδρον, ὕστερον δὲ μετανοῆσαι. πῶς δ’ ἐπέγνωσαν ἀλλήλους οὗτοι ποῦ τῆς ἰδίας δυνά‐ μεως ἔχουσι τὴν τάξιν, ἢ ποῦ μετέβη πάλιν ὁ Δα‐ | |
Hist.12.22.4 | ρεῖος, ἁπλῶς οὐδὲν λέγεται. πῶς δὲ προσανέβη πρὸς τὴν ὀφρὺν τοῦ ποταμοῦ φαλαγγιτῶν τάξις, ἀπότο‐ μον οὖσαν καὶ βατώδη; καὶ γὰρ τοῦτο παρὰ λόγον. | |
Hist.12.22.5 | Ἀλεξάνδρῳ μὲν οὖν οὐκ ἐποιστέον τὴν τοιαύτην ἀτοπίαν (διὰ τὸ πᾶσιν) ὁμολογουμένην παραλαμ‐ βάνεσθαι περὶ αὐτοῦ τὴν ἐν τοῖς πολεμικοῖς ἐμπει‐ | |
Hist.12.22.6 | ρίαν καὶ τριβὴν ἐκ παιδός, τῷ δὲ συγγραφεῖ μᾶλ‐ λον, ὃς διὰ τὴν ἀπειρίαν οὐδὲ τὸ δυνατὸν καὶ τὸ μὴ δυνατὸν ἐν τοῖς τοιούτοις δύναται διευκρινεῖν. | |
Hist.12.22.7 | περὶ μὲν οὖν Ἐφόρου καὶ Καλλισθένους ταῦθ’ | |
ἡμῖν εἰρήσθω. | ||
Hist.12.23t | VI. DE TIMAEO HISTORICO. | |
Hist.12.23.1 | Ὅτι κατὰ τοῦ Ἐφόρου Τίμαιος πλείστην πεποίη‐ ται καταδρομήν, αὐτὸς ὢν δυσὶν ἁμαρτήμασιν ἔνο‐ | |
Hist.12.23.2 | χος, τῷ μὲν ὅτι πικρῶς κατηγορεῖ τῶν πέλας ἐπὶ τούτοις οἷς αὐτὸς ἔνοχός ἐστι, τῷ δὲ διότι καθόλου διέφθαρται τῇ ψυχῇ, τοιαύτας ἀποφάσεις ἐκτιθέμε‐ νος ἐν τοῖς ὑπομνήμασι καὶ τοιαύτας ἐντίκτων δό‐ | |
Hist.12.23.3 | ξας τοῖς ἐντυγχάνουσι. πλὴν εἰ τὸν Καλλισθένην θετέον εἰκότως κολασθέντα μεταλλάξαι τὸν βίον, τί χρὴ πάσχειν Τίμαιον; πολὺ γὰρ ἂν δικαιότερον | |
Hist.12.23.4 | τούτῳ νεμεσήσαι τὸ δαιμόνιον ἢ Καλλισθένει. ἐκεῖ‐ νος μὲν οὖν ἀποθεοῦν Ἀλέξανδρον ἐβουλήθη, Τί‐ μαιος δὲ μείζω ποιεῖ Τιμολέοντα τῶν ἐπιφανεστά‐ | |
Hist.12.23.5 | των θεῶν, καὶ Καλλισθένης μὲν ἄνδρα τοιοῦτον, ὃν πάντες μεγαλοφυέστερον ἢ κατ’ ἄνθρωπον γεγο‐ | |
Hist.12.23.6 | νέναι τῇ ψυχῇ συγχωροῦσιν, οὗτος δὲ Τιμολέοντα τὸν οὐχ οἷον δόξαντά τι πεπραχέναι μεγαλεῖον, ἀλλ’ οὐδ’ ἐπιβαλόμενον, μίαν δ’ ἐν τῷ βίῳ γραμμὴν διανύσαντα, καὶ ταύτην οὐδὲ σπουδαίαν τρόπον | |
5 | τινὰ πρὸς τὸ μέγεθος τῆς οἰκουμένης, λέγω δὲ τὴν | |
Hist.12.23.7 | ἐκ τῆς πατρίδος εἰς Συρακούσας. ἀλλά μοι δοκεῖ πεισθῆναι Τίμαιος ὡς, ἂν Τιμολέων, πεφιλοδοξη‐ κὼς ἐν αὐτῇ Σικελίᾳ, καθάπερ ἐν ὀξυβάφῳ, σύγ‐ κριτος φανῇ τοῖς ἐπιφανεστάτοις τῶν ἡρώων, κἂν | |
5 | αὐτὸς ὑπὲρ Ἰταλίας μόνον καὶ Σικελίας πραγμα‐ τευόμενος εἰκότως παραβολῆς ἀξιωθῆναι τοῖς ὑπὲρ | |
τῆς οἰκουμένης καὶ τῶν καθόλου πράξεων πεποιη‐ | ||
Hist.12.23.8 | μένοις τὰς συντάξεις. περὶ μὲν οὖν Ἀριστοτέλους καὶ Θεοφράστου καὶ Καλλισθένους, ἔτι δ’ Ἐφόρου καὶ Δημοχάρους, ἱκανὰ ταῦθ’ ἡμῖν ἐστι πρὸς τὴν Τιμαίου καταδρομήν, ὁμοίως δὲ καὶ πρὸς τοὺς | |
5 | ἀφιλοτίμως πεπεισμένους ἀληθεύειν τὸν συγγραφέα τοῦτον. — | |
Hist.12.24.1 | Ὅτι διαπορεῖν ἔστι περὶ τῆς αἱρέσεως Τιμαίου. φησὶ γὰρ τοὺς ποιητὰς καὶ συγγραφέας διὰ τῶν ὑπεράνω πλεονασμῶν ἐν τοῖς ὑπομνήμασι διαφαί‐ | |
Hist.12.24.2 | νειν τὰς ἑαυτῶν φύσεις. λέγων τὸν μὲν ποιητὴν ἐκ τοῦ δαιτρεύειν πολλαχοῦ τῆς ποιήσεως ὡς ἂν εἰ γαστρίμαργον παρεμφαίνειν, τὸν δ’ Ἀριστοτέλην, ὀψαρτύοντα πλεονάκις ἐν τοῖς συγγράμμασιν, ὀψο‐ | |
Hist.12.24.3 | φάγον εἶναι καὶ λίχνον. τὸν αὐτὸν τρόπον ἐπὶ *** τοῦ Διονυσίου τοῦ τυράννου, κλινοκοσμοῦντος καὶ τὰς τῶν ὑφασμάτων ἰδιότητας καὶ ποικιλίας ἐξεργα‐ | |
Hist.12.24.4 | ζομένου συνεχῶς. *** ἀνάγκη τὴν ἀκόλουθον ποι‐ εῖσθαι διάληψιν *** καὶ δυσαρεστεῖσθαι *** κατὰ | |
Hist.12.24.5 | τὴν προαίρεσιν. οὗτος γὰρ ἐν μὲν ταῖς τῶν πέλας κατηγορίαις πολλὴν ἐπιφαίνει δεινότητα καὶ τόλμαν, ἐν δὲ ταῖς ἰδίαις ἀποφάσεσιν ἐνυπνίων καὶ τεράτων καὶ μύθων ἀπιθάνων καὶ συλλήβδην δεισιδαιμονίας | |
5 | ἀγεννοῦς καὶ τερατείας γυναικώδους ἐστὶ πλήρης. | |
Hist.12.24.6 | οὐ μὴν ἀλλὰ διότι γε συμβαίνει διὰ τὴν ἀπειρίαν | |
καὶ κακοκρισίαν πολλοὺς ἐνίοτε καθάπερ εἰ παρόν‐ τας τρόπον τινὰ μὴ παρεῖναι καὶ βλέποντας μὴ βλέπειν ἐκ τῶν εἰρημένων τε νῦν καὶ τῶν Τιμαίῳ | ||
5 | συμβεβηκότων γέγονε φανερόν. — | |
Hist.12.25.1 | Ὅτι περὶ τοῦ ταύρου τοῦ χαλκοῦ τοῦ παρὰ Φαλά‐ ριδος κατασκευασθέντος ἐν Ἀκράγαντι, εἰς ὃν ἐνεβί‐ βαζεν ἀνθρώπους, κἄπειτα πῦρ ὑποκαίων ἐλάμβανε | |
Hist.12.25.2 | τιμωρίαν παρὰ τῶν ὑποταττομένων τοιαύτην ὥστ’ ἐκπυρουμένου τοῦ χαλκοῦ τὸν μὲν ἄνθρωπον παντα‐ χόθεν παροπτώμενον καὶ περιφλεγόμενον διαφθεί‐ ρεσθαι, κατὰ δὲ τὴν ὑπερβολὴν τῆς ἀλγηδόνος, ὁπότ’ | |
5 | ἀναβοήσειε, μυκηθμῷ παραπλήσιον τὸν ἦχον ἐκ τοῦ | |
Hist.12.25.3 | κατασκευάσματος προσπίπτειν τοῖς ἀκούουσι. τούτου δὲ τοῦ ταύρου κατὰ τὴν ἐπικράτειαν Καρχηδονίων μετενεχθέντος ἐξ Ἀκράγαντος εἰς Καρχηδόνα, καὶ τῆς θυρίδος διαμενούσης περὶ τὰς συνωμίας, δι’ ἧς | |
5 | συνέβαινε καθίεσθαι τοὺς ἐπὶ τὴν τιμωρίαν, καὶ ἑτέ‐ ρας αἰτίας, δι’ ἣν ἐν Καρχηδόνι κατεσκευάσθη τοι‐ οῦτος ταῦρος, οὐδαμῶς δυναμένης εὑρεθῆναι τὸ | |
Hist.12.25.4 | παράπαν, ὅμως Τίμαιος ἐπεβάλετο καὶ τὴν κοινὴν φήμην ἀνασκευάζειν καὶ τὰς ἀποφάσεις τῶν ποιητῶν καὶ συγγραφέων ψευδοποιεῖν, φάσκων μήτ’ εἶναι τὸν ἐν Καρχηδόνι ταῦρον ἐξ Ἀκράγαντος μήτε γεγονέναι | |
Hist.12.25.5 | τοιοῦτον ἐν τῇ προειρημένῃ πόλει· καὶ πολλοὺς δή τινας εἰς τοῦτο τὸ μέρος διατέθειται λόγους. — Κατὰ τῆς Τιμαίου τί ποτε δεῖ λέγειν ὄνομα καὶ ῥῆμα; πάντα γὰρ ἐπιδέχεσθαί μοι δοκεῖ τὰ πικρό‐ | |
5 | τατα τὸ γένος, οἷς ἐκεῖνος κέχρηται κατὰ τῶν πλη‐ | |
Hist.12.25.6 | σίον. ὅτι μὲν οὖν ἐστι φιλαπεχθὴς καὶ ψεύστης καὶ τολμηρός, σχεδὸν ἱκανῶς ἐκ τῶν προειρημένων ὑπε‐ δείχθη· διότι δ’ ἀφιλόσοφός ἐστι καὶ συλλήβδην ἀνάγωγος συγγραφεύς, ἐκ τῶν λέγεσθαι μελλόντων | |
Hist.12.25.7 | ἔσται συμφανές. ἐν γὰρ τῇ μιᾷ καὶ εἰκοστῇ βύβλῳ, καὶ ταύτης ἐπὶ τελευτῇ, λέγει κατὰ τὴν τοῦ Τιμο‐ λέοντος παράκλησιν ταῦτα, διότι τῆς γῆς τῆς ὑπὸ τῷ κόσμῳ κειμένης εἰς τρία μέρη διῃρημένης, καὶ τῆς | |
5 | μὲν Ἀσίας, τῆς δὲ Λιβύης, τῆς δ’ Εὐρώπης προσα‐ | |
Hist.12.25.8 | γορευομένης. ταῦτα γὰρ οὐχ οἷον Τίμαιον εἰρηκέναι τίς ἂν πιστεύσειεν, ἀλλ’ οὐδὲ τὸν λεγόμενον Μαρ‐ | |
Hist.12.25.9 | γίτην ἐκεῖνον. τίς γὰρ οὕτως ἐστὶν ἀδαής, οὐ λέγω τῶν πρὸς ὑπομνήμασι γεγονότων *** | |
Hist.1225a1 | Ὅτι περὶ Τιμαίου φησὶν ὁ Πολύβιος ὁ Μεγαλοπο‐ λίτης· Καθάπερ γὰρ ἐκ τῶν παροιμιῶν ἱκανὸν εἶναί φασι σταλαγμὸν ἕνα τοῦ μεγίστου τεύχους εἰς τὸ γνῶναι τὸ πᾶν ἔγχυμα, τὸν αὐτὸν τρόπον καὶ | |
Hist.1225a2 | περὶ τῶν ὑποκειμένων χρὴ διαλαμβάνειν· ἐπειδὰν γὰρ ἓν ἢ δεύτερον εὑρεθῇ ψεῦδος ἐν τοῖς συγγράμ‐ μασι, καὶ τοῦτο γεγονὸς ᾖ κατὰ προαίρεσιν, δῆλον ὡς οὐδὲν ἂν ἔτι βέβαιον οὐδ’ ἀσφαλὲς γένοιτο τῶν | |
Hist.1225a3 | ὑπὸ τοῦ τοιούτου συγγραφέως λεγομένων. ἵνα δὲ καὶ τοὺς φιλοτιμότερον διακειμένους μεταπείσωμεν, ῥητέον ἂν εἴη περὶ τῆς αἱρέσεως αὐτοῦ καὶ μελέτης | |
τῆς κατὰ τὰς δημηγορίας καὶ τὰς παρακλήσεις, ἔτι | ||
5 | δὲ τοὺς πρεσβευτικοὺς λόγους, καὶ συλλήβδην πᾶν (τὸ) τοιοῦτο γένος, ἃ σχεδὸν ὡς εἰ κεφάλαια τῶν | |
Hist.1225a4 | πράξεών ἐστι καὶ συνέχει τὴν ὅλην ἱστορίαν· διότι γὰρ ταῦτα παρ’ ἀλήθειαν ἐν τοῖς ὑπομνήμασι κατα‐ τέταχε Τίμαιος, καὶ τοῦτο πεποίηκε κατὰ πρόθεσιν, | |
Hist.1225a5 | τίς οὐ παρακολουθεῖ τῶν ἀνεγνωκότων; οὐ γὰρ τὰ ῥηθέντα γέγραφεν, οὐδ’ ὡς ἐρρήθη κατ’ ἀλήθειαν, ἀλλὰ προθέμενος ὡς δεῖ ῥηθῆναι, πάντας ἐξαριθμεῖ‐ ται τοὺς ῥηθέντας λόγους καὶ τὰ παρεπόμενα τοῖς | |
5 | πράγμασιν οὕτως ὡς ἂν εἴ τις ἐν διατριβῇ πρὸς ὑπόθεσιν ἐπιχειροίη *** ὥσπερ ἀπόδειξιν τῆς ἑαυ‐ τοῦ δυνάμεως ποιούμενος, ἀλλ’ οὐκ ἐξήγησιν τῶν κατ’ ἀλήθειαν εἰρημένων. — | |
Hist.1225b1 | Ὅτι τῆς ἱστορίας ἰδίωμα τοῦτ’ ἐστὶ τὸ πρῶτον μὲν αὐτοὺς τοὺς κατ’ ἀλήθειαν εἰρημένους, οἷοί ποτ’ ἂν ὦσι, γνῶναι λόγους, δεύτερον τὴν αἰτίαν πυνθά‐ νεσθαι, παρ’ ἣν ἢ διέπεσεν ἢ κατωρθώθη τὸ πρα‐ | |
Hist.1225b2 | χθὲν ἢ ῥηθέν· ἐπεὶ ψιλῶς λεγόμενον αὐτὸ τὸ γεγο‐ νὸς ψυχαγωγεῖ μέν, ὠφελεῖ δ’ οὐδέν· προστεθείσης δὲ τῆς αἰτίας ἔγκαρπος ἡ τῆς ἱστορίας γίνεται χρῆ‐ | |
Hist.1225b3 | σις. ἐκ γὰρ τῶν ὁμοίων ἐπὶ τοὺς οἰκείους μετα‐ φερομένων καιροὺς ἀφορμαὶ γίνονται καὶ προλή‐ ψεις εἰς τὸ προϊδέσθαι τὸ μέλλον, καὶ ποτὲ μὲν εὐλαβηθῆναι, ποτὲ δὲ μιμούμενον τὰ προγεγονότα | |
Hist.1225b4 | θαρραλεώτερον ἐγχειρεῖν τοῖς ἐπιφερομένοις· ὁ δὲ καὶ τοὺς ῥηθέντας λόγους καὶ τὴν αἰτίαν παρασι‐ ωπῶν, ψευδῆ δ’ ἀντὶ τούτων ἐπιχειρήματα καὶ διεξ‐ | |
οδικοὺς λέγων λόγους, ἀναιρεῖ τὸ τῆς ἱστορίας | ||
5 | ἴδιον· ὃ μάλιστα ποιεῖ Τίμαιος· καὶ διότι τούτου τοῦ γένους ἐστὶ πλήρη τὰ βυβλία παρ’ αὐτῷ, πάν‐ τες γινώσκομεν. | |
Hist.1225c1 | Ἴσως δ’ οὖν ἄν τις ἐναπορήσειε πῶς τοιοῦτος ὢν οἷον ἡμεῖς ὑποδείκνυμεν τοιαύτης παρ’ ἐνίοις | |
Hist.1225c2 | ἀποδοχῆς τέτευχε καὶ πίστεως. τούτου δ’ ἐστὶν αἴτιον διότι πλεοναζούσης αὐτῷ κατὰ τὴν πραγμα‐ τείαν τῆς κατὰ τῶν ἄλλων ἐπιτιμήσεως καὶ λοιδο‐ ρίας οὐκ ἐκ τῆς αὑτοῦ θεωρεῖται πραγματείας οὐδ’ | |
5 | ἐκ τῶν ἰδίων ἀποφάσεων, ἀλλ’ ἐκ τῆς τῶν πέλας κατηγορίας, πρὸς ὃ γένος καὶ πολυπραγμοσύνην δοκεῖ μοι καὶ φύσιν προσενέγκασθαι διαφέρουσαν· | |
Hist.1225c3 | παραπλήσιον γὰρ δή τι τοιοῦτο συμβέβηκε καὶ Στράτωνι τῷ φυσικῷ· καὶ γὰρ ἐκεῖνος ὅταν ἐγχει‐ ρήσῃ τὰς τῶν ἄλλων δόξας διαστέλλεσθαι καὶ ψευ‐ δοποιεῖν, θαυμάσιός ἐστιν· ὅταν δ’ ἐξ αὑτοῦ τι | |
5 | προφέρηται καί (τι) τῶν ἰδίων ἐπινοημάτων ἐξηγῆ‐ ται, παρὰ πολὺ φαίνεται τοῖς ἐπιστήμοσιν εὐηθέστε‐ | |
Hist.1225c4 | ρος αὑτοῦ καὶ νωθρότερος. καί μοι δοκεῖ παν‐ τάπασιν ὅμοιόν τι γίνεσθαι περὶ τοὺς γράφοντας | |
Hist.1225c5 | τῷ περὶ τὸν ὅλον ἡμῶν βίον συμβαίνοντι· καὶ γὰρ ἐν τούτῳ τὸ μὲν ἐπιτιμῆσαι τοῖς πέλας ἐστὶ ῥᾴδιον, τὸ δ’ αὑτὸν ἀναμάρτητον παρέχεσθαι χαλεπόν, καὶ σχεδὸν ὡς ἔπος εἰπεῖν ἴδοι τις ἂν τοὺς προχειρό‐ | |
5 | τατα τοῖς πέλας ἐπιτιμῶντας πλεῖστα περὶ τὸν ἴδιον βίον ἁμαρτάνοντας. | |
Hist.1225d1 | Τῷ δὲ Τιμαίῳ καὶ ἕτερόν τι χωρὶς τῶν προγε‐ γραμμένων συμβέβηκεν· ἀποκαθίσας γὰρ Ἀθήνησι | |
σχεδὸν ἔτη πεντήκοντα καὶ πρὸς τοῖς τῶν προγεγο‐ νότων ὑπομνήμασι γενόμενος ὑπέλαβε τὰς μεγίστας | ||
5 | ἀφορμὰς ἔχειν πρὸς τὴν ἱστορίαν, ἀγνοῶν, ὥς γ’ | |
Hist.1225d2 | ἐμοὶ δοκεῖ. ἐχούσης γάρ τι παραπλήσιον τῆς ἱστορίας καὶ τῆς ἰατρικῆς διὰ τὸ κατὰ τὰς ὁλοσχερεῖς δια‐ φορὰς ἑκατέραν αὐτῶν ὑπάρχειν τριμερῆ, παραπλη‐ σίους εἶναι συμβαίνει καὶ τὰς τῶν ἐπιβαλλομένων | |
Hist.1225d3 | ἐπ’ αὐτὰς διαθέσεις· οἷον εὐθέως τῆς ἰατρικῆς, ἑνὸς μὲν μέρους αὐτῆς ὑπάρχοντος λογικοῦ, τοῦ δ’ ἑξῆς διαιτητικοῦ, τοῦ δὲ τρίτου χειρουργικοῦ καὶ φαρ‐ μακευτικοῦ, γένους *** ὁλοσχερῶς. ε ..... μαι τῶι | |
Hist.1225d4 | καταψεύδεσθαι τοῦ ἐπιτηδεύματος *** τὸ δὲ λογι‐ κόν, ὃ δὴ πλεῖστον ἀπὸ τῆς Ἀλεξανδρείας ἄρχεται παρὰ τῶν Ἡροφιλείων καὶ Καλλιμαχείων ἐκεῖ προσ‐ αγορευομένων, τοῦτο μέρος μέν τι κατέχει τῆς | |
5 | ἰατρικῆς, κατὰ δὲ τὴν ἐπίφασιν καὶ τὴν ἐπαγγελίαν τοιαύτην ἐφέλκεται φαντασίαν ὥστε δοκεῖν μηδένα | |
Hist.1225d5 | τῶν ἄλλων κρατεῖν τοῦ πράγματος· οὓς ὅταν ἐπὶ τὴν ἀλήθειαν ἀπαγαγὼν ἄρρωστον ἐγχειρίσῃς, τοσ‐ οῦτον ἀπέχοντες εὑρίσκονται τῆς χρείας ὅσον [καὶ] οἱ μηδὲν ἀνεγνωκότες ἁπλῶς ἰατρικὸν ὑπόμνημα· | |
5 | οἷς ἤδη τινὲς τῶν ἀρρώστων ἐπιτρέψαντες αὑτοὺς διὰ τὴν ἐν λόγῳ δύναμιν οὐδὲν ἔχοντες δεινὸν τοῖς | |
Hist.1225d6 | ὅλοις πολλάκις ἐκινδύνευσαν. εἰσὶ γὰρ ἀληθῶς ὅμοιοι τοῖς ἐκ βυβλίου κυβερνῶσιν· ἀλλ’ ὅμως | |
οὗτοι μετὰ φαντασίας ἐπιπορευόμενοι τὰς πόλεις, ἐπειδὰν ἁθροίσωσι τοὺς ὄχλους *** ἐπ’ ὀνόματος, | ||
5 | τοὺς ἐπ’ αὐτῶν τῶν ἔργων ἀληθινὴν πεῖραν δεδω‐ κότας αὑτῶν εἰς τὴν ἐσχάτην ἄγουσιν ἀπορίαν καὶ καταφρόνησιν παρὰ τοῖς ἀκούουσι, τῆς τοῦ λόγου πιθανότητος καταγωνιζομένης πολλάκις τὴν ἐπ’ | |
Hist.1225d7 | αὐτῶν τῶν ἔργων δοκιμασίαν. τὸ δὲ τρίτον, τὸ τὴν ἀληθινὴν προσφερόμενον ἕξιν ἐν ἑκάστοις τῶν ἐπιτηδευμάτων, οὐ μόνον ὑπάρχει σπάνιον, ἀλλὰ καὶ πολλάκις ὑπὸ τῆς στωμυλίας καὶ τόλμης ἐπισκο‐ | |
Hist.1225e1 | τεῖται διὰ τὴν τῶν πολλῶν ἀκρισίαν. τὸν αὐτὸν δὴ τρόπον καὶ τῆς πραγματικῆς ἱστορίας ὑπαρχούσης τριμεροῦς, τῶν δὲ μερῶν αὐτῆς ἑνὸς μὲν ὄντος τοῦ περὶ τὴν ἐν τοῖς ὑπομνήμασι πολυπραγμοσύνην | |
5 | καὶ τὴν παράθεσιν τῆς ἐκ τούτων ὕλης, ἑτέρου δὲ τοῦ περὶ τὴν θέαν τῶν πόλεων καὶ τῶν τόπων περί τε ποταμῶν καὶ λιμένων καὶ καθόλου τῶν κατὰ γῆν καὶ κατὰ θάλατταν ἰδιωμάτων καὶ διαστη‐ μάτων, τρίτου δὲ τοῦ περὶ τὰς πράξεις τὰς πολιτι‐ | |
Hist.1225e2 | κάς, παραπλησίως ἐφίενται μὲν ταύτης πολλοὶ διὰ τὴν προγεγενημένην περὶ αὐτῆς δόξαν, προσφέρον‐ ται δὲ πρὸς τὴν ἐπιβολὴν οἱ μὲν πλεῖστοι τῶν γρα‐ φόντων ἁπλῶς δίκαιον οὐδὲν πλὴν εὐχέρειαν καὶ | |
Hist.1225e3 | τόλμαν καὶ ῥᾳδιουργίαν, παραπλήσιον τοῖς φαρμα‐ | |
κοπώλαις δοξοκοποῦντες καὶ πρὸς χάριν λέγοντες ἀεὶ τὰ πρὸς τοὺς καιροὺς ἕνεκα τοῦ πορίζειν τὸν βίον διὰ τούτων· περὶ ὧν οὐκ ἄξιον πλείω ποι‐ | ||
Hist.1225e4 | εῖσθαι λόγον. ἔνιοι δὲ τῶν δοκούντων εὐλόγως προσάγειν πρὸς τὴν ἱστορίαν, καθάπερ οἱ λογικοὶ τῶν ἰατρῶν ἐνδιατρίψαντες ταῖς βυβλιοθήκαις καὶ καθόλου τὴν ἐκ τῶν ὑπομνημάτων περιποιησάμενοι | |
5 | πολυπειρίαν πείθουσιν αὑτοὺς ὡς ὄντες ἱκανοὶ πρὸς τὴν ἐπιβολήν, καὶ τοῖς ἐκτὸς ἀρκούντως δοκοῦσι προσφέρεσθαι, *** μέρος, ὡς ἐμοὶ δοκεῖ, πρὸς | |
Hist.1225e5 | τὴν (πραγματικὴν) ἱστορίαν· τὸ γὰρ ἐποπτεῦσαι τὰ πρότε(ρον ὑπομνήματα) πρὸς (μὲν τὸ γνῶναι) τὰς τῶν ἀρχαίων διαλήψεις καὶ τὰς ἐννοίας (ἃς πρὶν) εἶχον ὑπὲρ (διαθ)έσεων, τόπων, ἐθνῶν, πολιτειῶν, | |
5 | πράξεων, (ἔτι δὲ) πρὸς τὸ (συνεῖναι) τὰς ἑκάστων περιστάσεις καὶ τύχας, αἷς κέχρηνται κατὰ τοὺς | |
Hist.1225e6 | ἀνωτέρω χρόνους, εὔχρηστόν ἐστι· συνεφίστησι γὰρ τὰ προγεγονότα πρὸς τὸ μέλλον ἡμᾶς οἰκείως, ἐάν τις ὑπὲρ ἑκάστων ἀληθινῶς ἱστορῇ τὰ παρεληλυ‐ | |
Hist.1225e7 | θότα· τό γε μὴν ἀπ’ αὐτῆς ταύτης (τῆς) δυνάμεως ὁρμηθέντα πεπεῖσθαι γράφειν τὰς ἐπιγινομένας | |
πράξεις καλῶς, ὃ πέπεισται Τίμαιος, τελέως εὔηθες καὶ παραπλήσιον ὡς ἂν εἴ τις τὰ τῶν ἀρχαίων | ||
5 | ζωγράφων ἔργα θεασάμενος ἱκανὸς οἴοιτο ζωγράφος εἶναι καὶ προστάτης τῆς τέχνης. | |
Hist.1225f1 | Δῆλον (δ’) ἔσται τὸ λεγόμενον ἔτι μᾶλλον ἐκ τῶν ἐπιφερομένων, οἷον εὐθέως ἐκ τῶν συμβεβηκότων Ἐφόρῳ κατὰ τόπους τινὰς τῆς ἱστορίας. ἐκεῖνος γὰρ ἐν τοῖς πολεμικοῖς τῶν μὲν κατὰ θάλατταν ἔργων | |
5 | ἐπὶ ποσὸν ὑπόνοιαν ἐσχηκέναι μοι δοκεῖ, τῶν δὲ | |
Hist.1225f2 | κατὰ γῆν ἀγώνων ἄπειρος εἶναι τελέως. τοιγαροῦν ὅταν μὲν πρὸς τὰς περὶ Κύπρον ναυμαχίας καὶ τὰς περὶ Κνίδον ἀτενίσῃ τις, αἷς ἐχρήσανθ’ οἱ βασιλέως στρατηγοὶ πρὸς Εὐαγόραν τὸν Σαλαμίνιον καὶ πά‐ | |
5 | λιν πρὸς Λακεδαιμονίους θαυμάζειν τὸν συγγραφέα καὶ κατὰ τὴν δύναμιν καὶ κατὰ τὴν ἐμπειρίαν (εἰκὸς) καὶ πολλὰ τῶν χρησίμων ἀπενέγκασθαι πρὸς τὰς | |
Hist.1225f3 | ὁμοίας περιστάσεις· ὅταν δὲ τὴν περὶ Λεῦκτρα μάχην ἐξηγῆται Θηβαίων καὶ Λακεδαιμονίων ἢ τὴν ἐν Μαντινείᾳ πάλιν τῶν αὐτῶν τούτων, ἐν ᾗ καὶ μετήλλαξε τὸν βίον Ἐπαμινώνδας, ἐν τούτοις ἐὰν | |
5 | ἐπὶ τὰ κατὰ μέρος ἐπιστήσας τις θεωρῇ τὰς ἐκτά‐ ξεις καὶ μετατάξεις τὰς κατ’ αὐτοὺς τοὺς κινδύνους, γελοῖος φαίνεται καὶ παντελῶς ἄπειρος καὶ ἀόρατος | |
Hist.1225f4 | τῶν τοιούτων ὤν. ὁ μὲν οὖν ἐν τοῖς Λεύκτροις κίνδυνος ἁπλοῦς γεγονὼς καὶ καθ’ ἕν τι μέρος τῆς δυνάμεως οὐ λίαν ἐκφανῆ ποιεῖ τὴν τοῦ συγγρα‐ φέως ἀπειρίαν· ὁ δὲ περὶ τὴν Μαντίνειαν τὴν μὲν | |
5 | ἔμφασιν ἔχει ποικίλην καὶ στρατηγικήν, ἔστι δ’ ἀνυπόστατος καὶ τελέως ἀδιανόητος τῷ συγγραφεῖ. | |
Hist.1225f5 | τοῦτο δ’ ἔσται δῆλον, ἐάν τις τοὺς τόπους ὑποθέ‐ μενος ἀληθινῶς ἐπιμετρῇ τὰς κινήσεις τὰς ὑπ’ | |
Hist.1225f6 | αὐτοῦ δηλουμένας. τὸ δ’ αὐτὸ συμβαίνει καὶ Θεο‐ πόμπῳ καὶ μάλιστα Τιμαίῳ, περὶ οὗ νῦν ὁ λόγος· | |
Hist.1225f7 | οὗ μὲν γὰρ ἂν ὑπὲρ τῶν τοιούτων κεφαλαιώδη ποιήσωνται τὴν ὑπόθεσιν, διαλανθάνουσιν, οὗ δ’ ἂν βουληθῶσι διαθέσθαι καὶ συνυποδεῖξαί τι τῶν κατὰ μέρος, τοιοῦτοι φαίνονται καὶ πάντως οἷος | |
5 | Ἔφορος. — | |
Hist.1225g1 | Ὅτι οὔτε περὶ τῶν κατὰ πόλεμον συμβαινόντων δυνατόν ἐστι γράψαι καλῶς τὸν μηδεμίαν ἐμπειρίαν ἔχοντα τῶν πολεμικῶν ἔργων οὔτε περὶ τῶν ἐν ταῖς πολιτείαις τὸν μὴ πεπειραμένον τῶν τοιούτων πρά‐ | |
Hist.1225g2 | ξεων καὶ περιστάσεων. λοιπὸν οὔτ’ ἐμπείρως ὑπὸ τῶν βυβλιακῶν οὔτ’ ἐμφαντικῶς οὐδενὸς γραφομένου συμβαίνει τὴν πραγματείαν ἄπρακτον γίνεσθαι τοῖς ἐντυγχάνουσιν· εἰ γὰρ ἐκ τῆς ἱστορίας ἐξέλοι τις | |
5 | τὸ δυνάμενον ὠφελεῖν ἡμᾶς, τὸ λοιπὸν αὐτῆς ἄζη‐ | |
Hist.1225g3 | λον καὶ ἀνωφελὲς γίνεται παντελῶς. ἔτι δὲ περὶ τῶν πόλεων καὶ τόπων ὅταν ἐπιβάλωνται γράφειν τὰ κατὰ μέρος, ὄντες ἀτριβεῖς τῆς τοιαύτης ἐμπει‐ ρίας, δῆλον ὡς ἀνάγκη συμβαίνειν τὸ παραπλή‐ | |
5 | σιον, καὶ πολλὰ μὲν ἀξιόλογα παραλείπειν, περὶ πολλῶν δὲ ποιεῖσθαι πολὺν λόγον οὐκ ἀξίων ὄντων· | |
Hist.1225g4 | ὃ δὴ συμβαίνει μάλιστα Τιμαίῳ διὰ τὴν ἀορασίαν. — | |
Hist.1225h1 | Ὅτι Τίμαιός φησιν ἐν τῇ τριακοστῇ καὶ τετάρτῃ βύβλῳ ‘πεντήκοντα συνεχῶς ἔτη διατρίψας Ἀθή‐ νησι ξενιτεύων καὶ πάσης ὁμολογουμένως ἄπειρος [ἐγένετο] πολεμικῆς χρείας, ἔτι δὲ καὶ τῆς τῶν τό‐ | |
Hist.1225h2 | πων θέασ‘. λοιπὸν ὅταν εἴς τι τῶν μερῶν τούτων ἐμπέσῃ κατὰ τὴν ἱστορίαν, πολλὰ μὲν ἀγνοεῖ καὶ ψεύδεται· κἄν ποτε δὲ τῆς ἀληθείας ἐπιψαύσῃ, παρα‐ πλήσιός ἐστι τοῖς ζωγράφοις τοῖς ἀπὸ τῶν (ἀνασε‐ | |
5 | σ)αγμένων θυλάκων ποιουμένοις τὰς ὑπογραφάς· | |
Hist.1225h3 | καὶ γὰρ ἐπ’ ἐκείνων ἡ μὲν ἐκτὸς ἐνίοτε γραμμὴ σῴζεται, τὸ δὲ τῆς ἐμφάσεως καὶ τῆς ἐνεργείας τῶν ἀληθινῶν ζῴων ἄπεστιν, ὅπερ ἴδιον ὑπάρχει τῆς ζωγραφικῆς τέχνης. τὸ δ’ αὐτὸ συμβαίνει καὶ περὶ | |
5 | Τίμαιον καὶ καθόλου τοὺς ἀπὸ ταύτης τῆς βυβλια‐ | |
Hist.1225h4 | κῆς ἕξεως ὁρμωμένους· ἡ γὰρ ἔμφασις τῶν πραγ‐ μάτων αὐτοῖς ἄπεστι διὰ τὸ μόνον ἐκ τῆς αὐτο‐ παθείας τοῦτο γίνεσθαι τῆς τῶν συγγραφέων· ὅθεν οὐκ ἐντίκτουσιν ἀληθινοὺς ζήλους τοῖς ἀκούουσιν | |
Hist.1225h5 | οἱ μὴ δι’ αὐτῶν πεπορευμένοι τῶν πραγμάτων. ᾗ καὶ τοιαύτας ᾤοντο δεῖν ἐν τοῖς ὑπομνήμασιν ὑπ‐ άρχειν ἐμφάσεις οἱ πρὸ ἡμῶν ὥσθ’, ὅτε μὲν ὑπὲρ πολιτικῶν ὁ λόγος εἴη πραγμάτων, ἐπιφθέγγεσθαι | |
5 | διότι κατ’ ἀνάγκην ὁ γράφων πεπολίτευται καὶ πεῖραν ἔσχηκε τῶν ἐν τούτῳ τῷ μέρει συμβαινόν‐ των, ὅτε δὲ περὶ πολεμικῶν, ὅτι πάλιν ἐστράτευκε καὶ κεκινδύνευκε, καὶ μὴν ὅτε περὶ βιωτικῶν, ὅτι | |
τέτραφε τέκνα καὶ μετὰ γυναικὸς ἔζηκε. τὸ δὲ | ||
10 | παραπλήσιον καὶ (περὶ) τῶν ἄλλων τοῦ βίου μερῶν· | |
Hist.1225h6 | ὃ παρὰ μόνοις εἰκὸς εὑρίσκεσθαι τῶν συγγραφέων τοῖς δι’ αὐτῶν πεπορευμένοις τῶν πραγμάτων καὶ τοῦτο τὸ μέρος περιπεποιημένοις τῆς ἱστορίας. πάν‐ των μὲν οὖν οἷον αὐτουργὸν γενέσθαι καὶ δράστην | |
5 | δυσχερὲς ἴσως, τῶν μέντοι μεγίστων καὶ κοινοτά‐ | |
Hist.1225i1 | των ἀναγκαῖον. ὅτι δὲ τὸ λεγόμενον οὐκ ἀδύνατον, ἱκανὸν ὑπόδειγμα πρὸς πίστιν ὁ ποιητής, παρ’ ᾧ πολὺ τὸ τῆς τοιαύτης ἐμφάσεως ἴδοι τις ἂν ὑπάρ‐ | |
Hist.1225i2 | χον. ἐξ ὧν πᾶς ἂν εἰκότως συγκατάθοιτο τρίτον εἶναι μέρος τῆς ἱστορίας καὶ τρίτην ἔχειν τάξιν τὴν | |
Hist.1225i3 | ἐκ τῶν ὑπομνημάτων πολυπραγμοσύνην. ὡς δ’ ἀληθές ἐστι τὸ νυνὶ λεγόμενον καὶ ἐκφανέστατον γένοιτ’ ἂν ἐπί τε τῶν συμβουλευτικῶν καὶ παρα‐ κλητικῶν, ἔτι δὲ πρεσβευτικῶν λόγων, οἷς κέχρη‐ | |
Hist.1225i4 | ται Τίμαιος. ὀλίγοι μὲν γὰρ καιροὶ πάντας ἐπι‐ δέχονται διαθέσθαι τοὺς ἐνόντας λόγους, οἱ δὲ πλεῖστοι βραχεῖς [καί] τινας τῶν ὑπόντων, καὶ τού‐ των τινὰς μὲν οἱ νῦν, ἄλλους δ’ οἱ προγεγονότες, | |
5 | καὶ τινὰς μὲν Αἰτωλοὶ προσίενται, τινὰς δὲ Πελο‐ | |
Hist.1225i5 | ποννήσιοι, τινὰς δ’ Ἀθηναῖοι. καὶ τὸ μὲν ματαίως καὶ ἀκαίρως [καὶ] πρὸς πάντα πάντας διεξιέναι τοὺς ἐνόντας λόγους, ὃ ποιεῖ Τίμαιος πρὸς πᾶσαν ὑπό‐ | |
θεσιν εὑρεσιλογῶν, τελέως ἀνάληθες καὶ μειρακι‐ | ||
5 | ῶδες καὶ διατριβικόν—ἅμα καὶ πολλοῖς ἀποτυχίας αἴτιον ἤδη τοῦτο γέγονε καὶ καταφρονήσεως—τὸ δὲ τοὺς ἁρμόζοντας καὶ καιρίους ἀεὶ λαμβάνειν, τοῦτ’ | |
Hist.1225i6 | ἀναγκαῖον. ἀστάτου δὲ τῆς χρείας οὔσης καὶ πόσοις καὶ ποίοις τῶν ἐνόντων χρηστέον, ἀλλοιοτέρου τινὸς δεῖ ζήλου καὶ παραγγέλματος, εἰ μέλλομεν μὴ βλά‐ | |
Hist.1225i7 | πτειν, ἀλλ’ ὠφελεῖν τοὺς ἀναγινώσκοντας. ἔστι μὲν οὖν ὁ καιρὸς ἐν πᾶσι δυσπαράγγελτος, οὐ μὴν ἀδύνατος εἰς ὑπόνοιαν ἀχθῆναι διὰ τῶν ἐκ τῆς αὐτοπαθείας καὶ τριβῆς θεωρημάτων· ἐπὶ δὲ τοῦ | |
5 | παρόντος μάλιστ’ ἂν ὑπονοηθείη τὸ λεγόμενον ἐκ | |
Hist.1225i8 | τούτων. εἰ γὰρ οἱ συγγραφεῖς ὑποδείξαντες τοὺς καιροὺς καὶ τὰς ὁρμὰς καὶ διαθέσεις τῶν βουλευο‐ μένων, κἄπειτα τοὺς κατ’ ἀλήθειαν ῥηθέντας λόγους ἐκθέντες διασαφήσαιεν ἡμῖν τὰς αἰτίας, δι’ ἃς ἢ | |
5 | κατευστοχῆσαι συνέβη τοὺς εἰπόντας ἢ διαπεσεῖν, γένοιτ’ ἄν τις ἔννοια τοῦ πράγματος ἀληθινή, καὶ δυναίμεθ’ ἂν ἅμα μὲν διακρίνοντες, ἅμα δὲ μετα‐ φέροντες ἐπὶ τὰ παραπλήσια κατευστοχεῖν ἀεὶ τῶν | |
Hist.1225i9 | προκειμένων. ἀλλ’ ἔστιν, οἶμαι, τὸ μὲν αἰτιολογεῖν δυσχερές, τὸ δὲ ῥησικοπεῖν (ἐν) τοῖς βυβλίοις ῥᾴ‐ διον, καὶ τὸ μὲν ὀλίγα καιρίως εἰπεῖν καὶ τούτου παραγγελίαν εὑρεῖν ὀλίγοις ἐφικτόν, τὸ δὲ πολλὰ | |
5 | διαθέσθαι καὶ ματαίως τῶν ἐν μέσῳ κειμένων καὶ κοινόν. | |
Hist.1225k1 | Ἵνα δὲ καὶ περὶ ταῦτα βεβαιωσώμεθα τὴν ἀπό‐ φασιν τὴν ὑπὲρ Τιμαίου, καθάπερ καὶ τὴν ὑπὲρ τῆς ἀγνοίας, ἔτι δὲ τῆς ἑκουσίου ψευδογραφίας, βραχέα | |
προοισόμεθα τῶν ὁμολογουμένων αὐτοῦ λόγων ἐπ’ | ||
Hist.1225k2 | ὀνόματος. —ὅτι τῶν δεδυναστευκότων ἐν Σικελίᾳ μετὰ Γέλωνα τὸν ἀρχαῖον πραγματικωτάτους ἄνδρας παρειλήφαμεν Ἑρμοκράτην, Τιμολέοντα, Πύρρον τὸν Ἠπειρώτην, οἷς ἥκιστ’ ἂν δέοι περιάπτειν μειρα‐ | |
Hist.1225k3 | κιώδεις καὶ διατριβικοὺς λόγους. ὁ δέ φησιν ἐν τῇ μιᾷ καὶ εἰκοστῇ βύβλῳ, καθ’ ὃν καιρὸν Εὐρυ‐ μέδων παραγενόμενος εἰς Σικελίαν παρεκάλει τὰς πόλεις εἰς τὸν κατὰ τῶν Συρακοσίων πόλεμον, τότε | |
5 | τοὺς Γελῴους κάμνοντας τῷ πολέμῳ διαπέμψασθαι | |
Hist.1225k4 | πρὸς τοὺς Καμαριναίους ὑπὲρ ἀνοχῶν· τῶν δὲ προ‐ θύμως δεξαμένων, μετὰ ταῦτα πρεσβεύειν ἑκατέρους πρὸς τοὺς ἑαυτῶν συμμάχους καὶ παρακαλεῖν ἄν‐ δρας ἐκπέμψαι πιστούς, οἵτινες εἰσελθόντες εἰς | |
5 | Γέλαν βουλεύσονται περὶ διαλύσεως καὶ τῶν κοινῇ | |
Hist.1225k5 | συμφερόντων. παραγενομένων δὲ τῶν συνέδρων, καὶ διαβουλίου προτεθέντος τοιούτοις τισὶ χρώμενον | |
Hist.1225k6 | εἰσάγει λόγοις τὸν Ἑρμοκράτην. ἐπαινέσας γὰρ ὁ προειρημένος ἀνὴρ τοὺς Γελῴους καὶ τοὺς Καμα‐ ριναίους, πρῶτον μὲν ὡς αὐτῶν ποιησάντων τὰς ἀνοχάς, δεύτερον ὅτι τοῦ περὶ διαλύσεως γενέσθαι | |
5 | λόγους αἴτιοι καθεστήκασι, τρίτον ὅτι προνοηθεῖεν τοῦ μὴ βουλεύεσθαι τὰ (πλήθη περὶ τῶν δι)αλύ‐ σεων, ἀλλὰ (τοὺς προεστῶ)τας τῶν πολιτῶν (τοὺς) σαφῶς εἰδότας τίνα διαφορὰν ὁ πόλεμος ἔχει τῆς | |
Hist.1225k7 | εἰρήνης, μετὰ δὲ ταῦτα δύ’ ἢ τρία λαβὼν ἐπιχει‐ ρήματα πραγματικά, λοιπόν (φησιν) αὐτοὺς ἐπιστή‐ σαντας μαθεῖν ἡλίκην ὁ πόλεμος διαφορὰν ἔχει τῆς | |
εἰρήνης, μικρῷ πρότερον εἰρηκὼς ὅτι κατ’ (αὐτὸ | ||
5 | τοῦτο) χάριν ἔχει τοῖς Γελῴοις τὸ μὴ γίνεσθαι τοὺς λόγους (ἐν τοῖς πολλοῖς ἀλλ’) ἐν συνεδρίῳ καλῶς | |
Hist.1225k8 | γινώσκοντι τὰς τοιαύτας περιπετείας. ἐξ ὧν ὁ Τίμαιος οὐ μόνον τῆς πραγματικῆς ἂν δόξειεν ἀπο‐ λείπεσθαι δυνάμεως, ἀλλὰ καὶ τῶν ἐν ταῖς διατρι‐ | |
Hist.1225k9 | βαῖς ἐπι(χειρήσεων οὐκ ὀλίγον) ἐλαττοῦσθαι. πάντες γὰρ δήπουθεν οἴονται δεῖν τὰς ἀποδείξεις φέρειν τῶν ἀγνοουμένων καὶ τῶν ἀπιστουμένων παρὰ τοῖς ἀκροαταῖς, περὶ δὲ τῶν ἤδη γινωσκομένων μαται‐ | |
5 | ότατον εἶναι πάντων καὶ παιδαριωδέστατον τὸ καθ‐ ευρεσιλογεῖν .............. μενον ἢ τὸ γινω‐ | |
Hist.1225k10 | σκόμενον. ὁ δὲ χωρὶς τῆς ὅλης παραπτώσεως τοῦ (διατε)θεῖσθαι τὸ πλεῖστον μέρος τοῦ λόγου πρὸς τὰ καθάπαξ μὴ προσδεόμενα λόγου καὶ λήμμασι | |
Hist.1225k11 | κέχρηται τοιούτοις, οἷς τὸν μὲν Ἑρμοκράτην τίς ἂν κεχρῆσθαι πιστεύσειε, τὸν συναγωνισάμενον μὲν Λακεδαιμονίοις τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, αὐτανδρὶ δὲ χειρωσάμενον τὰς Ἀθηναίων δυνάμεις | |
5 | καὶ τοὺς στρατηγοὺς κατὰ Σικελίαν, ἀλλ’ οὐδὲ μει‐ | |
Hist.12.26.1 | ράκιον τὸ τυχόν; ὅς γε πρῶτον μὲν οἴεται δεῖν ἀναμνησθῆναι τοὺς συνέδρους διότι τοὺς κοιμωμέ‐ νους τὸν ὄρθρον ἐν μὲν τῷ πολέμῳ διεγείρουσιν | |
Hist.12.26.2 | αἱ σάλπιγγες, κατὰ δὲ τὴν εἰρήνην οἱ ὄρνιθες. μετὰ δὲ ταῦτα τὸν Ἡρακλέα φησὶ τὸν μὲν Ὀλυμπίων ἀγῶνα θεῖναι καὶ τὴν ἐκεχειρίαν δεῖγμα ποιούμενον τῆς αὑτοῦ προαιρέσεως, ὅσοις δ’ ἐπολέμησε, τού‐ | |
5 | τους πάντας βεβλαφέναι κατὰ τὴν ἀνάγκην καὶ κατ’ ἐπιταγήν, ἑκουσίως δὲ παραίτιον οὐδενὶ γεγονέναι | |
Hist.12.26.3 | κακοῦ τῶν ἀνθρώπων. ἑξῆς δὲ τούτοις παρὰ μὲν τῷ ποιητῇ τὸν Δία παρεισάγεσθαι δυσαρεστούμενον τῷ Ἄρει καὶ λέγοντα ἔχθιστος δέ μοί ἐσσι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν· | |
5 | αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε. | |
Hist.12.26.4 | ὁμοίως δὲ καὶ τὸν φρονιμώτατον τῶν ἡρώων λέγειν ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. | |
Hist.12.26.5 | ὁμογνωμονεῖν δὲ τῷ ποιητῇ καὶ τὸν Εὐριπίδην, ἐν οἷς φησιν, εἰρήνα βαθύπλουτε, καλλίστα μακάρων θεῶν, | |
5 | ζῆλός μοι σέθεν, ὡς χρονίζεις. δέδοικα δὲ μὴ πρὶν ὑπερβάλῃ με γῆρας, πρὶν σὰν χαρίεσσαν προσιδεῖν ὥραν καὶ καλλιχόρους ἀοιδὰς φιλοστεφάνους τε κώμους. | |
Hist.12.26.6 | ἔτι δὲ πρὸς τούτοις ὁμοιότατον εἶναί φησι τὸν μὲν πόλεμον τῇ νόσῳ, τὴν δ’ εἰρήνην τῇ ὑγιείᾳ· τὴν μὲν γὰρ καὶ τοὺς κάμνοντας ἀναλαμβάνειν, ἐν ᾧ | |
Hist.12.26.7 | δὲ καὶ τοὺς ὑγιαίνοντας ἀπόλλυσθαι. καὶ κατὰ μὲν τὴν εἰρήνην τοὺς πρεσβυτέρους ὑπὸ τῶν νέων θάπτεσθαι κατὰ φύσιν, ἐν δὲ τῷ πολέμῳ τἀναντία, | |
Hist.12.26.8 | τὸ δὲ μέγιστον ἐν μὲν τῷ πολέμῳ μηδ’ ἄχρι τῶν | |
τειχῶν εἶναι τὴν ἀσφάλειαν, κατὰ δὲ τὴν εἰρήνην μέχρι τῶν τῆς χώρας ὅρων, καὶ τούτοις ἕτερα παρα‐ | ||
Hist.12.26.9 | πλήσια. θαυμάζω δὴ τίσι ποτ’ ἂν ἄλλοις ἐχρήσατο λόγοις ἢ προφοραῖς μειράκιον ἄρτι γενόμενον περὶ διατριβὰς καὶ (τὰς) ἐκ τῶν ὑπομνημάτων πολυ‐ πραγμοσύνας καὶ βουλόμενον παραγγελματικῶς ἐκ | |
5 | τῶν παρεπομένων τοῖς προσώποις ποιεῖσθαι τὴν ἐπιχείρησιν· δοκεῖ γὰρ (οὐχ ἑτ)έροις, ἀλλὰ τούτοις οἷς Τίμαιος Ἑρμοκράτην κεχρῆσθαί φησι. | |
Hist.1226a1 | Τί δὲ πάλιν ὅταν ὁ Τιμολέων ἐν τῇ αὐτῇ βύβλῳ παρακαλῶν τοὺς Ἕλληνας πρὸς τὸν ἐπὶ τοὺς Καρ‐ χηδονίους κίνδυνον, καὶ μόνον οὐκ ἤδη μελλόντων συνάγειν εἰς τὰς χεῖρας τοῖς ἐχθροῖς πολλαπλασίοις | |
5 | οὖσι, πρῶτον μὲν ἀξιοῖ μὴ βλέπειν αὐτοὺς πρὸς τὸ πλῆθος τῶν ὑπεναντίων, ἀλλὰ πρὸς τὴν ἀνανδρίαν; | |
Hist.1226a2 | καὶ γὰρ τῆς Λιβύης ἁπάσης συνεχῶς οἰκουμένης καὶ πληθυούσης ἀνθρώπων, ὅμως ἐν ταῖς παροιμίαις, ὅταν περὶ ἐρημίας ἔμφασιν βουλώμεθα ποιῆσαι, λέ‐ γειν ἡμᾶς ‘ἐρημότερα τῆς Λιβύησ‘, οὐκ ἐπὶ τὴν | |
5 | ἐρημίαν φέροντας τὸν λόγον, ἀλλ’ ἐπὶ τὴν ἀναν‐ | |
Hist.1226a3 | δρίαν τῶν κατοικούντων. καθόλου δέ, φησί, τίς ἂν φοβηθείη τοὺς ἄνδρας, οἵτινες τῆς φύσεως τοῦτο τοῖς ἀνθρώποις δεδωκυίας ἴδιον παρὰ τὰ | |
λοιπὰ τῶν ζῴων, λέγω δὲ τὰς χεῖρας, ταύτας παρ’ | ||
5 | ὅλον τὸν βίον ἐντὸς τῶν χιτώνων ἔχοντες ἀπρά‐ | |
Hist.1226a4 | κτους περιφέρουσι; τὸ δὲ μέγιστον ὅτι καὶ ὑπὸ τοῖς χιτωνίσκοις, φησί, περιζώματα φοροῦσιν, ἵνα μηδ’ ὅταν ἀποθάνωσιν ἐν ταῖς μάχαις φανεροὶ γέ‐ νωνται τοῖς ὑπεναντίοις .... | |
Hist.1226b1 | Ὅτι Γέλωνος ἐπαγγελλομένου τοῖς Ἕλλησι δισ‐ μυρίοις πεζοῖς, διακοσίαις δὲ ναυσὶ καταφράκτοις βοηθήσειν, ἐὰν αὐτῷ τῆς ἡγεμονίας ἢ τῆς κατὰ γῆν ἢ τῆς κατὰ θάλατταν παραχωρήσωσι, φασὶ τοὺς | |
5 | προκαθημένους ἐν Κορίνθῳ τῶν Ἑλλήνων πραγ‐ ματικώτατον ἀπόκριμα δοῦναι τοῖς παρὰ τοῦ Γέ‐ | |
Hist.1226b2 | λωνος πρεσβευταῖς· ἐκέλευον γὰρ ὡς ἐπίκουρον ἔρ‐ χεσθαι τὸν Γέλωνα μετὰ τῶν δυνάμεων, τὴν δ’ ἡγεμονίαν ἀνάγκῃ τὰ πράγματα περιθήσειν τοῖς | |
Hist.1226b3 | ἀρίστοις τῶν ἀνδρῶν· τοῦτο δ’ ἐστὶν οὐ καταφευ‐ γόντων ἐπὶ τὰς Συρακοσίων ἐλπίδας, ἀλλὰ πιστευ‐ όντων αὑτοῖς καὶ προκαλουμένων τὸν βουλόμενον ἐπὶ τὸν τῆς ἀνδρείας ἀγῶνα καὶ τὸν περὶ τῆς ἀρε‐ | |
Hist.1226b4 | τῆς στέφανον. ἀλλ’ ὅμως Τίμαιος εἰς ἕκαστα τῶν προειρημένων τοσούτους ἐκτείνει λόγους καὶ τοι‐ αύτην ποιεῖται σπουδὴν περὶ τοῦ τὴν μὲν Σικελίαν μεγαλομερεστέραν ποιῆσαι τῆς συμπάσης Ἑλλάδος, | |
5 | τὰς δ’ ἐν αὐτῇ πράξεις ἐπιφανεστέρας καὶ καλλίους τῶν κατὰ τὴν ἄλλην οἰκουμένην, τῶν δ’ ἀνδρῶν τῶν μὲν σοφίᾳ διενηνοχότων σοφωτάτους τοὺς ἐν Σικελίᾳ, τῶν δὲ πραγματικῶν ἡγεμονικωτάτους καὶ | |
Hist.1226b5 | θειοτάτους τοὺς ἐκ Συρακουσῶν, ὥστε μὴ κατα‐ λιπεῖν ὑπερβολὴν τοῖς μειρακίοις τοῖς ἐν ταῖς δια‐ τριβαῖς καὶ τοῖς (περι)πάτοις πρὸς τὰς παραδόξους ἐπιχειρήσεις, ὅταν ἢ Θερσίτου λέγειν ἐγκώμιον ἢ | |
5 | Πηνελόπης πρόθωνται ψόγον ἤ τινος ἑτέρου τῶν τοιούτων. | |
Hist.1226c1 | Λοιπὸν ἐκ τούτων διὰ τὴν ὑπερβολὴν τῆς παρα‐ δοξολογίας οὐκ εἰς σύγκρισιν, ἀλλ’ εἰς καταμώκησιν ἄγει καὶ τοὺς ἄνδρας καὶ τὰς πράξεις ὧν βούλεται προΐστασθαι, καὶ σχεδὸν εἰς τὸ παραπλήσιον ἐμ‐ | |
5 | πίπτει τοῖς περὶ τοὺς ἐν Ἀκαδημείᾳ λόγους (πρὸς) | |
Hist.1226c2 | τὸν προχειρότατον λόγον ἠσκηκόσι. καὶ γὰρ ἐκεί‐ νων τινὲς βουλόμενοι περί τε τῶν προφανῶς κατα‐ ληπτῶν εἶναι δοκούντων καὶ περὶ τῶν ἀκαταλήπτων εἰς ἀπορίαν ἄγειν τοὺς προσδιαλεγομένους τοιαύ‐ | |
5 | ταις χρῶνται παραδοξολογίαις καὶ τοιαύτας εὐπο‐ ροῦσι πιθανότητας ὥστε διαπορεῖν εἰ δυνατόν ἐστι τοὺς ἐν Ἀθήναις ὄντας ὀσφραίνεσθαι τῶν ἑψομένων ᾠῶν ἐν Ἐφέσῳ καὶ διστάζειν μή πως, καθ’ ὃν και‐ | |
ρὸν ἐν Ἀκαδημείᾳ διαλέγονται περὶ τούτων, οὐχ | ||
10 | ὕπαρ, ἀλλ’ ὄναρ ἐν οἴκῳ κατακείμενοι τούτους δια‐ | |
Hist.1226c3 | τίθενται τοὺς λόγους. ἐξ ὧν διὰ τὴν ὑπερβολὴν τῆς παραδοξολογίας εἰς διαβολὴν ἤχασι τὴν ὅλην αἵρεσιν, ὥστε καὶ τὰ καλῶς ἀπορούμενα παρὰ τοῖς | |
Hist.1226c4 | ἀνθρώποις εἰς ἀπιστίαν ἦχθαι. καὶ χωρὶς τῆς ἰδίας ἀστοχίας καὶ τοῖς νέοις τοιοῦτον ἐντετόκασι ζῆλον, ὥστε τῶν μὲν ἠθικῶν καὶ πραγματικῶν λόγων μηδὲ τὴν τυχοῦσαν ἐπίνοιαν ποιεῖσθαι (συμβαίνει), δι’ | |
5 | ὧν ὄνησις τοῖς φιλοσοφοῦσι, περὶ δὲ τὰς ἀνωφελεῖς καὶ παραδόξους εὑρεσιλογίας κενοδοξοῦντες κατα‐ τρίβουσι τοὺς βίους. | |
Hist.1226d1 | Τὸ δ’ αὐτὸ καὶ Τιμαίῳ συμβέβηκε περὶ τὴν ἱστορίαν καὶ τοῖς τούτου ζηλωταῖς· παραδοξολόγος γὰρ ὢν καὶ φιλόνεικος περὶ τὸ προτεθὲν τοὺς μὲν πολλοὺς καταπέπληκται τοῖς λόγοις, ἠνάγκακε δ’ | |
5 | αὑτῷ (προσέχειν) διὰ τὴν ἐπίφασιν τῆς ἀληθινο‐ λογίας, τινὰς δὲ καὶ προσκέκληται καὶ μετ’ ἀπο‐ | |
Hist.1226d2 | δείξεως δοκεῖ πείσειν. καὶ μάλιστα ταύτην γ’ ἐν‐ είργασται τὴν δόξαν ἐκ τῶν περὶ τὰς ἀποικίας καὶ | |
Hist.1226d3 | κτίσεις καὶ συγγενείας ἀποφάσεων· ἐν γὰρ τούτοις τηλικαύτην ἐπίφασιν ποιεῖ διὰ τῆς ἀκριβολογίας καὶ τῆς πικρίας τῆς ἐπὶ τῶν ἐλέγχων, οἷς χρῆται κατὰ τῶν πέλας, ὥστε δοκεῖν τοὺς ἄλλους συγγραφέας | |
5 | ἅπαντας συγκεκοιμῆσθαι τοῖς πράγμασι καὶ κατεσχε‐ διακέναι τῆς οἰκουμένης, αὐτὸν δὲ μόνον ἐξητακέναι τὴν ἀκρίβειαν καὶ διευκρινηκέναι τὰς ἐν ἑκάστοις | |
ἱστορίας, ἐν οἷς πολλὰ μὲν ὑγιῶς λέγεται, πολλὰ | ||
Hist.1226d4 | δὲ καὶ ψευδῶς. οὐ μὴν ἀλλ’ οἱ πλείω χρόνον συν‐ τραφέντες αὐτοῦ τοῖς πρώτοις ὑπομνήμασιν, ἐν οἷς αἱ περὶ τῶν προειρημένων εἰσὶ συντάξεις, ὅταν ἅπασαν συνταξαμένῳ τὴν ὑπερβολὴν τῆς ἐπαγγελίας | |
5 | ἀποπιστεύσωσι, κἄπειτά τις αὐτοῖς ἀποδεικνύῃ τὸν Τίμαιον, ἐν οἷς πικρότατός ἐστι κατὰ τῶν πέλας, αὐτὸν ἔνοχον ὄντα, καθάπερ ἡμεῖς ἀρτίως ἐπὶ τῶν Λοκρῶν καὶ τῶν ἑξῆς παραπαίοντα συνεστήσαμεν, | |
Hist.1226d5 | δυσέριδες γίνονται καὶ φιλόνεικοι καὶ δυσμετάθε‐ τοι, καὶ σχεδὸν ὡς ἔπος εἰπεῖν οἱ φιλοπονώτατα προσεδρεύσαντες τοῖς ὑπομνήμασιν αὐτοῦ τοῦτ’ | |
Hist.1226d6 | ἀποφέρονται τὸ λυσιτελὲς ἐκ τῆς ἀναγνώσεως. οἵ γε μὴν ταῖς δημηγορίαις προσσχόντες αὐτοῦ καὶ καθόλου τοῖς διεξοδικοῖς λόγοις μειρακιώδεις καὶ διατριβικοὶ καὶ τελέως ἀναλήθεις γίνονται διὰ τὰς | |
5 | ἄρτι ῥηθείσας αἰτίας. | |
Hist.1227a1 | Λοιπὸν δὲ τὸ πραγματικὸν αὐτῷ μέρος τῆς ἱστο‐ ρίας ἐκ πάντων σύγκειται τῶν ἁμαρτημάτων, ὧν τὰ | |
Hist.1227a2 | πλεῖστα διεληλύθαμεν· τὴν δ’ αἰτίαν τῆς ἁμαρτίας νῦν ἐροῦμεν, ἥτις οὐκ ἔνδοξος μὲν φανεῖται τοῖς πλείστοις, ἀληθινωτάτη δ’ εὑρεθήσεται τῶν Τιμαίου | |
Hist.1227a3 | κατηγορημάτων. δοκεῖ μὲν γὰρ καὶ τὴν ἐμπειρικὴν περὶ ἕκαστα δύναμιν καὶ τὴν ἐπὶ τῆς πολυπραγμο‐ σύνης ἕξιν παρεσκευάσθαι καὶ συλλήβδην φιλοπό‐ νως προσεληλυθέναι πρὸς τὸ γράφειν τὴν ἱστορίαν, | |
Hist.1227a4 | ἐν ἐνίοις δ’ οὐδεὶς οὔτ’ ἀπειρότερος οὔτ’ ἀφιλοπο‐ νώτερος φαίνεται γεγονέναι τῶν ἐπ’ ὀνόματος συγ‐ γραφέων. δῆλον δ’ ἔσται τὸ λεγόμενον ἐκ τούτων. | |
Hist.12.27.1 | δυεῖν γὰρ ὄντων κατὰ φύσιν ὡς ἂν εἴ τινων ὀρ‐ γάνων ἡμῖν, οἷς πάντα πυνθανόμεθα καὶ πολυπραγ‐ μονοῦμεν [ἀκοῆς καὶ ὁράσεως], ἀληθινωτέρας δ’ οὔσης οὐ μικρῷ τῆς ὁράσεως κατὰ τὸν Ἡράκλειτον | |
5 | —ὀφθαλμοὶ γὰρ τῶν ὤτων ἀκριβέστεροι μάρτυρες— | |
Hist.12.27.2 | τούτων Τίμαιος τὴν ἡδίω μέν, ἥττω δὲ τῶν ὁδῶν | |
Hist.12.27.3 | ὥρμησε πρὸς τὸ πολυπραγμονεῖν. τῶν μὲν γὰρ διὰ τῆς ὁράσεως εἰς τέλος ἀπέστη, τῶν δὲ διὰ τῆς ἀκοῆς ἀντεποιήσατο. καὶ ταύτης (δι)μερ(οῦς) οὔσης τινός, τοῦ μὲν διὰ τῶν ὑπομνημάτων *** τὸ δὲ περὶ τὰς | |
5 | ἀνακρίσεις ῥᾳθύμως ἀνεστράφη, καθάπερ ἐν τοῖς | |
Hist.12.27.4 | ἀνώτερον ἡμῖν δεδήλωται. δι’ ἣν δ’ αἰτίαν ταύτην ἔσχε τὴν αἵρεσιν εὐχερὲς καταμαθεῖν· ὅτι τὰ μὲν ἐκ τῶν βυβλίων δύναται πολυπραγμονεῖσθαι χωρὶς κινδύνου καὶ κακοπαθείας, ἐάν τις αὐτὸ τοῦτο προ‐ | |
5 | νοηθῇ μόνον ὥστε λαβεῖν ἢ πόλιν ἔχουσαν ὑπομνη‐ | |
Hist.12.27.5 | μάτων πλῆθος ἢ βυβλιοθήκην που γειτνιῶσαν. λοι‐ πὸν κατακείμενον ἐρευνᾶν δεῖ τὸ ζητούμενον καὶ συγκρίνειν τὰς τῶν προγεγονότων συγγραφέων | |
Hist.12.27.6 | ἀγνοίας ἄνευ πάσης κακοπαθείας. ἡ δὲ πολυπραγ‐ μοσύνη πολλῆς μὲν προσδεῖται ταλαιπωρίας καὶ δαπάνης, μέγα δέ τι συμβάλλεται καὶ μέγιστόν ἐστι | |
Hist.12.27.7 | μέρος τῆς ἱστορίας. δῆλον δὲ τοῦτ’ ἐστὶν ἐξ αὐ‐ τῶν τῶν τὰς συντάξεις πραγματευομένων. ὁ μὲν γὰρ Ἔφορός φησιν, εἰ δυνατὸν ἦν αὐτοὺς παρεῖναι | |
πᾶσι τοῖς πράγμασι, ταύτην ἂν διαφέρειν πολὺ τῶν | ||
Hist.12.27.8 | ἐμπειριῶν· ὁ δὲ Θεόπομπος τοῦτον μὲν ἄριστον ἐν τοῖς πολεμικοῖς τὸν πλείστοις κινδύνοις παρατετευ‐ χότα, τοῦτον δὲ δυνατώτατον ἐν λόγῳ τὸν πλείστων | |
Hist.12.27.9 | μετεσχηκότα πολιτικῶν ἀγώνων. τὸν αὐτὸν δὲ τρό‐ | |
Hist.12.27.10 | πον συμβαίνειν ἐπ’ ἰατρικῆς καὶ κυβερνητικῆς. ἔτι δὲ τούτων ἐμφαντικώτερον ὁ ποιητὴς εἴρηκε περὶ τούτου τοῦ μέρους. ἐκεῖνος γὰρ βουλόμενος ὑπο‐ δεικνύειν ἡμῖν οἷον δεῖ τὸν ἄνδρα τὸν πραγματι‐ | |
5 | κὸν εἶναι, προθέμενος τὸ τοῦ Ὀδυσσέως πρόσωπον λέγει πως οὕτως· ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ πλάγχθη, | |
Hist.12.27.11 | καὶ προβάς, πολλῶν δ’ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω, πολλὰ δ’ ὅγ’ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, καὶ ἔτι | |
5 | ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων. | |
Hist.12.28.1 | Δοκεῖ δέ μοι καὶ τὸ τῆς ἱστορίας πρόσχημα τοι‐ | |
Hist.12.28.2 | οῦτον ἄνδρα ζητεῖν. ὁ μὲν οὖν Πλάτων φησὶ τότε τἀνθρώπεια καλῶς ἕξειν, ὅταν ἢ οἱ φιλόσοφοι βασι‐ | |
Hist.12.28.3 | λεύσωσιν ἢ οἱ βασιλεῖς φιλοσοφήσωσι· κἀγὼ δ’ ἂν εἴποιμι διότι τὰ τῆς ἱστορίας ἕξει τότε καλῶς, ὅταν ἢ οἱ πραγματικοὶ τῶν ἀνδρῶν γράφειν ἐπιχειρήσωσι | |
Hist.12.28.4 | τὰς ἱστορίας, μὴ καθάπερ νῦν παρέργως, νομίσαν‐ τες δὲ καὶ τοῦτ’ εἶναι σφίσι τῶν ἀναγκαιοτάτων | |
καὶ καλλίστων, ἀπερίσπαστοι *** παράσχωνται πρὸς | ||
Hist.12.28.5 | τοῦτο τὸ μέρος κατὰ τὸν βίον, ἢ οἱ γράφειν ἐπι‐ βαλλόμενοι τὴν ἐξ αὐτῶν τῶν πραγμάτων ἕξιν ἀναγ‐ καίαν ἡγήσωνται πρὸς τὴν ἱστορίαν. πρότερον δ’ οὐκ ἔσται παῦλα τῆς τῶν ἱστοριογράφων ἀγνοίας. | |
Hist.12.28.6 | ὧν Τίμαιος οὐδὲ τὴν ἐλαχίστην πρόνοιαν θέμενος, ἀλλὰ καταβιώσας ἐν ἑνὶ τόπῳ ξενιτεύων, καὶ σχεδὸν ὡς εἰ κατὰ πρόθεσιν ἀπειπάμενος καὶ τὴν ἐνεργη‐ τικὴν τὴν περὶ τὰς πολεμικὰς καὶ πολιτικὰς πράξεις | |
5 | καὶ τὴν ἐκ τῆς πλάνης καὶ θέας αὐτοπάθειαν, οὐκ οἶδ’ ὅπως ἐκφέρεται δόξαν ὡς ἕλκων τὴν τοῦ συγ‐ | |
Hist.12.28.7 | γραφέως προστασίαν. καὶ διότι τοιοῦτός ἐστιν αὐτὸν ἀνθομολογούμενον εὐχερὲς παραστῆσαι τὸν | |
Hist.12.28.8 | Τίμαιον. κατὰ γὰρ τὸ προοίμιον τῆς ἕκτης βύβλου φησί τινας ὑπολαμβάνειν διότι τινὸς μείζονος δεῖται φύσεως καὶ φιλοπονίας καὶ παρασκευῆς τὸ τῶν ἐπι‐ δεικτικῶν λόγων γένος ἢ τὸ τῆς ἱστορίας· ταύτας | |
5 | δὲ τὰς δόξας πρότερον μὲν Ἐφόρῳ φησὶ προσπεσεῖν, | |
Hist.12.28.9 | οὐ δυνηθέντος δ’ ἱκανῶς ἐκείνου πρὸς τοὺς ταῦτα λέγοντας ἀπαντῆσαι, πειρᾶται συγκρίνειν αὐτὸς ἐκ παραβολῆς τὴν ἱστορίαν τοῖς ἐπιδεικτικοῖς λόγοις, | |
Hist.12.28.10 | πρᾶγμα ποιῶν πάντων ἀτοπώτατον, πρῶτον μὲν τὸ καταψεύσασθαι τοῦ συγγραφέως. ὁ γὰρ Ἔφορος | |
παρ’ ὅλην τὴν πραγματείαν θαυμάσιος ὢν καὶ κατὰ τὴν φράσιν καὶ κατὰ τὸν χειρισμὸν καὶ κατὰ τὴν | ||
5 | ἐπίνοιαν τῶν λημμάτων, δεινότατός ἐστιν ἐν ταῖς παρεκβάσεσι καὶ ταῖς ἀφ’ αὑτοῦ γνωμολογίαις, καὶ συλλήβδην ὅταν που τὸν ἐπιμετροῦντα λόγον δια‐ | |
Hist.12.28.11 | τίθηται· κατὰ δέ τινα συντυχίαν εὐχαριστότατα καὶ πιθανώτατα περὶ τῆς συγκρίσεως εἴρηκε τῆς τῶν | |
Hist.12.28.12 | ἱστοριογράφων καὶ λογογράφων. ὁ δ’ ἵνα μὴ δόξῃ κατακολουθεῖν Ἐφόρῳ, πρὸς τῷ κατεψεῦσθαι ’κείνου καὶ τῶν λοιπῶν (ἅμα) κατέγν(ωκε· τὰ γὰρ παρ’) ἄλλων δεόντως κεχειρισμένα μακρῶς καὶ ἀσαφῶς | |
5 | καὶ τρόπῳ παντὶ χεῖρον ἐξηγούμενος οὐδένα τῶν | |
Hist.1228a1 | ζώντων ὑπέλαβε τοῦτο παρατηρήσειν. οὐ μὴν ἀλλὰ βουλόμενος αὔξειν τὴν ἱστορίαν πρῶτον μὲν τηλι‐ καύτην εἶναί φησι διαφορὰν τῆς ἱστορίας πρὸς τοὺς ἐπιδεικτικοὺς λόγους, ἡλίκην ἔχει τὰ κατ’ ἀλήθειαν | |
5 | ᾠκοδομημένα καὶ κατεσκευασμένα τῶν ἐν ταῖς σκη‐ | |
Hist.1228a2 | νογραφίαις φαινομένων τόπων καὶ διαθέσεων· δεύ‐ τερον αὐτὸ τὸ συναθροῖσαί φησι τὴν παρασκευὴν τὴν πρὸς τὴν ἱστορίαν μεῖζον ἔργον εἶναι τῆς ὅλης πραγματείας τῆς περὶ τοὺς ἐπιδεικτικοὺς λόγους· | |
Hist.1228a3 | αὐτὸς γοῦν τηλικαύτην ὑπομεμενηκέ(ναι) δαπάνην καὶ κακοπάθειαν τοῦ συναγαγεῖν τὰ παρὰ Κυρνίων ὑπομνήματα καὶ πολυπραγμονῆσαι τὰ Λιγύων ἔθη | |
καὶ Κελτῶν, ἅμα δὲ τούτοις Ἰβήρων, ὥστε μήτ’ ἂν | ||
5 | αὐτὸς ἐλπίσαι μήτ’ ἂν ἑτέρους ἐξηγουμένους πιστευ‐ | |
Hist.1228a4 | θῆναι περὶ τούτων. ἡδέως δέ τις ἂν ἔροιτο τὸν συγγραφέα πότερον ὑπολαμβάνει μείζονος δεῖσθαι δαπάνης καὶ κακοπαθείας τὸ καθήμενον ἐν ἄστει συνάγειν ὑπομνήματα καὶ πολυπραγμονεῖν τὰ Λι‐ | |
5 | γύων ἔθη καὶ Κελτῶν ἢ τὸ πειραθῆναι τῶν πλεί‐ | |
Hist.1228a5 | στων ἐθνῶν καὶ τόπων αὐτόπτην γενέσθαι. τί δ’ αὖ τὸ πυνθάνεσθαι τὰς παρατάξεις καὶ πολιορκίας, ἔτι δὲ ναυμαχίας, τῶν παρατετυχηκότων τοῖς κιν‐ δύνοις, ἢ τὸ πεῖραν λαβεῖν τῶν δεινῶν καὶ τῶν | |
5 | ἅμα τούτοις συμβαινόντων ἐπ’ αὐτῶν τῶν ἔργων; | |
Hist.1228a6 | ἐγὼ μὲν γὰρ οὐκ οἴομαι τηλικαύτην διαφορὰν ἔχειν τὰ κατ’ ἀλήθειαν οἰκοδομήματα τῶν ἐν ταῖς σκηνο‐ γραφίαις τόπων, οὐδὲ τὴν ἱστορίαν τῶν ἐπιδεικτι‐ κῶν λόγων, ἡλίκην ἐπὶ πασῶν τῶν συντάξεων τὴν | |
5 | ἐξ αὐτουργίας καὶ τὴν ἐξ αὐτοπαθείας ἀπόφασιν | |
Hist.1228a7 | τῶν ἐξ ἀκοῆς καὶ διηγήματος γραφομένων· ἧς εἰς τέλος ἄπειρος ὢν εἰκότως ὑπέλαβε τὸ πάντων ἐλά‐ χιστον καὶ ῥᾷστον εἶναι (μέγιστον καὶ χαλεπώτατον) τοῖς πραγματευομένοις (τὴν) ἱστορίαν, λέγω δὲ τὸ | |
5 | συνάγειν ὑπομνήματα καὶ πυνθάνεσθαι παρὰ τῶν | |
Hist.1228a8 | εἰδότων ἕκαστα τῶν πραγμάτων. καίτοι γε περὶ τοῦτο τὸ μέρος ἀνάγκη μεγάλα διαψεύδεσθαι τοὺς ἀπείρους· πῶς γὰρ οἷόν τε καλῶς ἀνακρῖναι περὶ παρατάξεως ἢ πολιορκίας ἢ ναυμαχίας; πῶς δὲ συν‐ | |
5 | εῖναι τῶν ἐξηγουμένων τὰ κατὰ μέρος ἀνεννόητον | |
Hist.1228a9 | ὄντα τῶν προειρημένων; οὐ γὰρ ἔλαττον ὁ πυνθα‐ νόμενος τῶν ἀπαγγελλόντων συμβάλλεται πρὸς τὴν ἐξήγησιν· ἡ γὰρ τῶν παρεπομένων τοῖς πράγμασιν ὑπόμνησις αὐτὴ χειραγωγεῖ τὸν ἐξηγούμενον ἐφ’ | |
Hist.1228a10 | ἕκαστα τῶν συμβεβηκότων· ὑπὲρ ὧν ὁ μὲν ἄπειρος οὔτ’ ἀνακρῖναι τοὺς παραγεγονότας ἱκανός ἐστιν οὔτε συμπαρὼν γνῶναι τὸ γινόμενον, ἀλλὰ κἂν | |
παρῇ, τρόπον τινὰ παρὼν (οὐ πάρεστιν). | ||
Hist.13t1 | FRAGMENTA LIBRI XIII. | |
Hist.13.1t | I. RES GRAECIAE. | |
Hist.13.1.1 | Ὅτι Αἰτωλοὶ διά τε τὴν συνέχειαν τῶν πολέμων καὶ διὰ τὴν πολυτέλειαν τῶν βίων ἔλαθον οὐ μόνον ἄλλους, ἀλλὰ καὶ σφᾶς αὐτοὺς κατάχρεοι γενηθέν‐ | |
Hist.13.1.2 | τες. διόπερ οἰκείως διακείμενοι πρὸς καινοτομίαν τῆς οἰκείας πολιτείας εἵλοντο νομογράφους Δωρί‐ | |
Hist.13.1.3 | μαχον καὶ Σκόπαν, θεωροῦντες τούτους κατά τε τὰς προαιρέσεις κινητικοὺς ὑπάρχοντας καὶ κατὰ τὰς οὐσίας ἐνδεδεμένους εἰς πολλὰ τῶν βιωτικῶν συναλλαγμάτων. οἳ καὶ παραλαβόντες τὴν ἐξουσίαν | |
5 | ταύτην ἔγραψαν νόμους. — | |
Hist.131a1 | Ὅτι Ἀλέξανδρος ὁ Αἰτωλὸς νομοθετοῦντος Δω‐ ριμάχου καὶ Σκόπα ἀντέλεγε τοῖς γραφομένοις, ἐκ πολλῶν ἐπιδεικνύμενος ὅτι παρ’ οἷς ἔφυ τοῦτο τὸ φυτόν, οὐδέποτε κατέληξε πρότερον ἢ μεγάλοις | |
5 | κακοῖς περιβαλεῖν τοὺς ἅπαξ αὐτῷ χρησαμένους· | |
Hist.131a2 | διόπερ ἠξίου μὴ μόνον πρὸς τὸ παρὸν ἀποβλέπειν, εἰ κουφισθήσονται τῶν ἐνεστώτων συναλλαγμάτων, | |
Hist.131a3 | ἀλλὰ καὶ πρὸς τὸ μέλλον· ἄτοπον γὰρ εἶναι πολε‐ μοῦντας μὲν καὶ τὸ πνεῦμα προΐεσθαι χάριν τῆς τῶν τέκνων ἀσφαλείας, βουλευομένους δὲ μηδένα ποιεῖσθαι λόγον τοῦ μετὰ ταῦτα χρόνου. — | |
Hist.13.2.1 | Ὅτι Σκόπας Αἰτωλῶν στρατηγὸς ἀποτυχὼν τῆς ἀρχῆς, ἧς χάριν ἐτόλμα γράφειν τοὺς νόμους, με‐ τέωρος ἦν εἰς τὴν Ἀλεξάνδρειαν, ταῖς ἐκεῖθεν ἐλ‐ πίσι πεπεισμένος ἀναπληρώσειν τὰ λείποντα τοῦ | |
5 | βίου καὶ τὴν τῆς ψυχῆς πρὸς τὸ πλεῖον ἐπιθυμίαν, | |
Hist.13.2.2 | οὐκ εἰδὼς ὅτι, καθάπερ ἐπὶ τῶν ὑδρωπικῶν οὐδέ‐ ποτε ποιεῖ παῦλαν οὐδὲ κόρον τῆς ἐπιθυμίας ἡ τῶν ἔξωθεν ὑγρῶν παράθεσις, ἐὰν μὴ τὴν ἐν αὐτῷ τῷ σώματι διάθεσιν ὑγιάσῃ τις, τὸν αὐτὸν τρόπον | |
5 | οὐδὲ τὴν πρὸς τὸ πλεῖον ἐπιθυμίαν οἷόν τε κορέσαι μὴ οὐ τὴν ἐν τῇ ψυχῇ κακίαν λόγῳ τινὶ διορθω‐ σάμενον. ἐμφανέστατον δὲ τοῦτο συνέβη γενέσθαι | |
Hist.13.2.3 | περὶ τὸν ἄνδρα τοῦτον, ὑπὲρ οὗ νῦν ὁ λόγος. τούτῳ γὰρ εἰς Ἀλεξάνδρειαν ἀφικομένῳ πρὸς ταῖς ἐκ τῶν ὑπαίθρων ὠφελείαις, ὧν ἦν αὐτὸς κύριος διὰ τὸ πιστεύεσθαι περὶ τῶν ὅλων, καὶ τῆς ἡμέρας ἑκάστης | |
5 | ὀψώνιον ἐξέθηκεν ὁ βασιλεὺς αὐτῷ μὲν δεκαμναι‐ αῖον, τοῖς δ’ ἐπί τινος ἡγεμονίας μετ’ αὐτὸν τεταγ‐ | |
Hist.13.2.4 | μένοις μναιαῖον. ἀλλ’ ὅμως οὐκ ἠρκεῖτο τούτοις, ὃς τὸ πρότερον προσκαρτερῶν τῷ πλείονι διετέλεσε, | |
Hist.13.2.5 | μέχρι διὰ τὴν ἀπληστίαν καὶ παρ’ αὐτοῖς τοῖς δι‐ δοῦσι φθονηθεὶς τὸ πνεῦμα προσέθηκε τῷ χρυσίῳ. — | |
Hist.13.3.1 | Ἐγένετο περὶ τὴν τοιαύτην κακοπραγμοσύνην, ἣν δὴ βασιλικὴν μὲν οὐδαμῶς οὐδεὶς ἂν εἶναι φή‐ σειεν, ἀναγκαίαν δὲ βούλονται λέγειν ἔνιοι πρὸς τὸν πραγματικὸν τρόπον διὰ τὴν νῦν ἐπιπολάζου‐ | |
Hist.13.3.2 | σαν κακοπραγμοσύνην. οἱ μὲν γὰρ ἀρχαῖοι πολύ τι τοῦ τοιούτου μέρους ἐκτὸς ἦσαν· τοσοῦτο γὰρ ἀπηλλοτρίωντο τοῦ κακομηχανεῖν περὶ τοὺς φίλους χάριν τοῦ τῷ τοιούτῳ συναύξειν τὰς σφετέρας δυ‐ | |
5 | ναστείας, ὥστ’ οὐδὲ τοὺς πολεμίους ᾑροῦντο δι’ | |
Hist.13.3.3 | ἀπάτης νικᾶν, ὑπολαμβάνοντες (οὐδὲν) οὔτε λαμ‐ πρὸν οὐδὲ μὴν βέβαιον εἶναι τῶν κατορθωμάτων, ἐὰν μή τις ἐκ τοῦ προφανοῦς μαχόμενος ἡττήσῃ | |
Hist.13.3.4 | ταῖς ψυχαῖς τοὺς ἀντιταττομένους. διὸ καὶ συνε‐ τίθεντο πρὸς σφᾶς μήτ’ ἀδήλοις βέλεσι μήθ’ ἑκη‐ βόλοις χρήσασθαι κατ’ ἀλλήλων, μόνην δὲ τὴν ἐκ χειρὸς καὶ συστάδην γινομένην μάχην ἀληθινὴν | |
Hist.13.3.5 | ὑπελάμβανον εἶναι κρίσιν πραγμάτων. ᾗ καὶ τοὺς πολέμους ἀλλήλοις προύλεγον καὶ τὰς μάχας, ὅτε πρόθοιντο διακινδυνεύειν, καὶ τοὺς τόπους, (εἰς) | |
Hist.13.3.6 | οὓς μέλλοιεν ἐξιέναι παραταξόμενοι. νῦν δὲ καὶ φαύλου φασὶν εἶναι στρατηγοῦ τὸ προφανῶς τι | |
Hist.13.3.7 | πράττειν τῶν πολεμικῶν. βραχὺ δέ τι λείπεται | |
παρὰ Ῥωμαίοις ἴχνος ἔτι τῆς ἀρχαίας αἱρέσεως περὶ τὰ πολεμικά· καὶ γὰρ προλέγουσι τοὺς πολέμους καὶ ταῖς ἐνέδραις σπανίως χρῶνται καὶ τὴν μάχην ἐκ | ||
Hist.13.3.8 | χειρὸς ποιοῦνται καὶ (συ)στάδην. ταῦτα μὲν οὖν εἰρήσθω πρὸς τὸν ἐπιπολάζοντα νῦν ὑπὲρ τὸ δέον ἐν τῇ κακοπραγμοσύνῃ ζῆλον περὶ τοὺς ἡγουμένους ἔν τε ταῖς πολιτικαῖς καὶ πολεμικαῖς οἰκονομίαις. | |
Hist.13.4.1 | Ὁ δὲ Φίλιππος Ἡρακλείδῃ μέν, καθάπερ ὑπόθε‐ σιν δούς, ἐπέταξε φροντίζειν πῶς ἂν κακοποιήσαι | |
Hist.13.4.2 | καὶ διαφθείραι τὰς τῶν Ῥοδίων νῆας, εἰς δὲ τὴν Κρήτην πρεσβευτὰς ἐξαπέστειλε τοὺς ἐρεθιοῦντας καὶ παρορμήσοντας ἐπὶ τὸν κατὰ τῶν Ῥοδίων πόλε‐ | |
Hist.13.4.3 | μον. ὁ δ’ Ἡρακλείδης, ἄνθρωπος εὖ πεφυκὼς πρὸς τὸ κακόν, ἑρμαῖον ἡγησάμενος τὴν ἐπιταγήν, καὶ διανοηθεὶς ἅττα δήποτ’ οὖν παρ’ αὑτῷ, μετά τινα χρόνον ὥρμησε καὶ παρῆν καταπλέων εἰς τὴν Ῥόδον. | |
Hist.13.4.4 | συνέβαινε δὲ τὸν Ἡρακλείδην τοῦτον τὸ μὲν γένος ἀνέκαθεν εἶναι Ταραντῖνον, πεφυκέναι δ’ ἐκ βαναύ‐ σων καὶ χειροτεχνῶν ἀνθρώπων, μεγάλα δ’ ἐσχη‐ κέναι προτερήματα πρὸς ἀπόνοιαν καὶ ῥᾳδιουργίαν· | |
Hist.13.4.5 | πρῶτον μὲν γὰρ ἀναφανδὸν τῷ σώματι παρεκέχρητο κατὰ τὴν πρώτην ἡλικίαν, εἶτ’ ἀγχίνους ὑπῆρχε καὶ μνήμων, καὶ πρὸς μὲν τοὺς ταπεινοτέρους κατα‐ πληκτικώτατος καὶ τολμηρότατος, πρὸς δὲ τοὺς | |
Hist.13.4.6 | ὑπερέχοντας κολακικώτατος. οὗτος ἀρχῆθεν μὲν ἐκ τῆς πατρίδος ἐξέπεσε δόξας τὸν Τάραντα πράττειν Ῥωμαίοις, οὐ πολιτικὴν ἔχων δύναμιν, ἀλλ’ ἀρχι‐ | |
τέκτων ὑπάρχων καὶ διά τινας ἐπισκευὰς τῶν τειχῶν | ||
5 | κύριος γενόμενος τῶν κλειδῶν τῆς πύλης τῆς ἐπὶ | |
Hist.13.4.7 | τὸ μεσόγαιον φερούσης· καταφυγὼν δὲ πρὸς Ῥω‐ μαίους, καὶ πάλιν ἐκεῖθεν γράφων καὶ διαπεμπό‐ μενος εἰς τὸν Τάραντα καὶ πρὸς Ἀννίβαν, ἐπεὶ καταφανὴς ἐγένετο, προαισθόμενος τὸ μέλλον αὖθις | |
Hist.13.4.8 | ἔφυγε πρὸς τὸν Φίλιππον. παρ’ ᾧ τοιαύτην περι‐ εποιήσατο πίστιν καὶ δύναμιν ὥστε τοῦ καταστρα‐ φῆναι τὴν τηλικαύτην βασιλείαν σχεδὸν αἰτιώτατος γεγονέναι. — | |
Hist.13.5.1 | Διαπιστοῦντες δ’ οἱ πρυτάνεις ἤδη τῷ Φιλίππῳ διὰ τὴν περὶ τὰ Κρητικὰ κακοπραγμοσύνην, καὶ τὸν Ἡρακλείδην ὑπώπτευον ἐγκάθετον εἶναι. — | |
Hist.13.5.2 | Ὁ δ’ εἰσελθὼν ἀπελογίζετο τὰς αἰτίας, δι’ ἃς πεφευγὼς εἴη τὸν Φίλιππον. — | |
Hist.13.5.3 | Πᾶν γὰρ βουληθῆναι τὸν Φίλιππον ἀναδέξασθαι ἢ καταφανῆ γενέσθαι Ῥοδίοις τὴν ἐν τούτοις αὐτοῦ προαίρεσιν. ᾗ καὶ τὸν Ἡρακλείδην ἀπέλυσε τῆς ὑποψίας. — | |
Hist.13.5.4 | Καί μοι δοκεῖ μεγίστην θεὸν τοῖς ἀνθρώποις ἡ φύσις ἀποδεῖξαι τὴν ἀλήθειαν καὶ μεγίστην αὐτῇ | |
Hist.13.5.5 | προσθεῖναι δύναμιν. πάντων γοῦν αὐτὴν καταγω‐ νιζομένων, ἐνίοτε καὶ πασῶν τῶν πιθανοτήτων μετὰ | |
τοῦ ψεύδους ταττομένων, οὐκ οἶδ’ ὅπως αὐτὴ δι’ | ||
Hist.13.5.6 | αὑτῆς εἰς τὰς ψυχὰς εἰσδύεται τῶν ἀνθρώπων, καὶ ποτὲ μὲν παραχρῆμα δείκνυσι τὴν αὑτῆς δύναμιν, ποτὲ δὲ καὶ πολὺν χρόνον ἐπισκοτισθεῖσα, τέλος αὐτὴ δι’ ἑαυτῆς ἐπικρατεῖ καὶ καταγωνίζεται τὸ | |
5 | ψεῦδος, ὡς συνέβη γενέσθαι περὶ τὸν Ἡρακλείδην τὸν παρὰ τοῦ Φιλίππου τοῦ βασιλέως εἰς Ῥόδον ἀφικόμενον. — | |
Hist.13.5.7 | Ὅτι Δαμοκλῆς ὁ μετὰ Πυθίωνος πεμφθεὶς κατά‐ σκοπος πρὸς Ῥωμαίους ὑπηρετικὸν ἦν σκεῦος εὐφυὲς καὶ πολλὰς ἔχον ἀφορμὰς εἰς πραγμάτων οἰκονομίαν. — | |
Hist.13.6.1 | Ὁ δὲ τῶν Λακεδαιμονίων τύραννος Νάβις, ἔτος ἤδη τρίτον ἔχων τὴν ἀρχήν, ὁλοσχερὲς μὲν οὐδὲν ἐπεβάλλετο πράττειν οὐδὲ τολμᾶν διὰ τὸ πρόσφατον εἶναι τὴν ὑπὸ τῶν Ἀχαιῶν ἧτταν τοῦ Μαχανίδου, | |
Hist.13.6.2 | καταβολὴν δ’ ἐποιεῖτο καὶ θεμέλιον ὑπεβάλλετο πο‐ | |
Hist.13.6.3 | λυχρονίου καὶ βαρείας τυραννίδος. διέφθειρε γὰρ τοὺς λοιποὺς ἄρδην ἐκ τῆς Σπάρτης, ἐφυγάδευσε δὲ τοὺς κατὰ πλέον πλούτῳ διαφέροντας ἢ δόξῃ προγονικῇ, τὰς δὲ τούτων οὐσίας καὶ γυναῖκας | |
5 | διεδίδου τῶν ἄλλων τοῖς ἐπιφανεστάτοις καὶ τοῖς | |
Hist.13.6.4 | μισθοφόροις. οὗτοι δ’ ἦσαν ἀνδροφόνοι καὶ πα‐ ρασχίσται, λωποδύται, τοιχωρύχοι. καθόλου γὰρ τοῦτο τὸ γένος ἡθροίζετο πρὸς αὐτὸν ἐπιμελῶς ἐκ τῆς οἰκουμένης, οἷς ἄβατος ἦν ἡ θρέψασα δι’ ἀσέ‐ | |
Hist.13.6.5 | βειαν καὶ παρανομίαν. ὧν προστάτην [καὶ βασιλέα] αὑτὸν ἀναδείξας, καὶ χρώμενος δορυφόροις καὶ σωματοφύλαξι τούτοις, δῆλον ἔμελλε πολυχρόνιον | |
Hist.13.6.6 | ἔχειν τὴν ἐπ’ ἀσεβείᾳ φήμην καὶ δυναστείαν. ὅς γε χωρὶς τῶν προειρημένων οὐκ ἐξηρκεῖτο φυγαδεύειν τοὺς πολίτας, ἀλλ’ οὐδὲ τοῖς φεύγουσιν οὐδεὶς τό‐ | |
Hist.13.6.7 | πος ἦν ἀσφαλὴς οὐδὲ καταφυγὴ βέβαιος. τοὺς μὲν γὰρ ἐν ταῖς ὁδοῖς ἐπαποστέλλων ἀνῄρει, τοὺς δ’ ἐκ | |
Hist.13.6.8 | τῶν τόπων ἐπανάγοντας ἐφόνευε. τὸ δὲ τελευταῖον ἐν ταῖς πόλεσι τὰς σύνεγγυς οἰκίας, ὅπου τις τυγ‐ χάνοι κατοικῶν τῶν φυγάδων, μισθούμενος δι’ ἀν‐ υπονοήτων ἀνθρώπων, εἰς ταύτας εἰσέπεμπε Κρῆ‐ | |
5 | τας, οἵτινες ῥήγματα ποιοῦντες ἐν τοῖς τοίχοις καὶ διὰ τῶν ὑπαρχουσῶν θυρίδων τοξεύοντες τοὺς μὲν ἑστῶτας τῶν φυγάδων, τοὺς δ’ ἀνακειμένους ἐν | |
Hist.13.6.9 | ταῖς ἰδίαις οἰκίαις διέφθειρον, ὥστε μήτε τόπον εἶναι μηδένα φύξιμον μήτε καιρὸν ἀσφαλῆ τοῖς | |
Hist.13.6.10 | ταλαιπώροις Λακεδαιμονίοις. καὶ δὴ τῷ τοιούτῳ | |
Hist.13.7.1 | τρόπῳ τοὺς μὲν πλείστους αὐτῶν ἠφάνισε. κατεσκευ‐ άσατο δὲ καί τινα μηχανήν, εἰ μηχανὴν ταύτην χρὴ | |
Hist.13.7.2 | λέγειν. ἦν γὰρ εἴδωλον γυναικεῖον, πολυτελέσιν ἱματίοις ἠμφιεσμένον, κατὰ δὲ τὴν μορφὴν εἰς ὁμοι‐ ότητα τῇ τοῦ Νάβιδος γυναικὶ διαφόρως ἀπειρ‐ | |
Hist.13.7.3 | γασμένον. ὁπότε δέ τινας τῶν πολιτικῶν ἀνακαλέ‐ σαιτο, βουλόμενος εἰσπρᾶξαι χρήματα, τὰς μὲν ἀρχὰς | |
Hist.13.7.4 | διετίθετο λόγους πλείονας καὶ φιλανθρώπους, ὑπο‐ δεικνύων μὲν τὸν ὑπὸ τῶν Ἀχαιῶν ἐπικρεμάμενον | |
τῇ χώρᾳ καὶ τῇ πόλει φόβον, διασαφῶν δὲ τὸ πλῆ‐ θος τῶν μισθοφόρων τὸ τρεφόμενον τῆς ἐκείνων | ||
5 | ἀσφαλείας χάριν, ἔτι δὲ τὰς εἰς τοὺς θεοὺς καὶ τὰς | |
Hist.13.7.5 | κοινὰς τῆς πόλεως δαπάνας. εἰ μὲν οὖν ἐντρέ‐ ποιντο διὰ τῶν τοιούτων λόγων, εἶχεν ἀποχρώντως | |
Hist.13.7.6 | αὐτῷ πρὸς τὸ προκείμενον· εἰ δέ τινες ἐξαρνούμενοι διωθοῖντο τὴν ἐπιταγήν, ἐπεφθέγγετο λόγον τοιοῦ‐ τον ‘ἴσως ἐγὼ μὲν οὐ δύναμαί σε πείθειν, Ἀπῆγαν μέντοι ταύτην δοκῶ σε πείσειν‘ τοῦτο δ’ ἦν ὄνομα | |
Hist.13.7.7 | τῇ γυναικὶ τοῦ Νάβιδος. καὶ τοῦτ’ ἔλεγε, καὶ παρῆν | |
Hist.13.7.8 | ὃ μικρῷ πρότερον ἔλεγον εἴδωλον. καὶ δεξιωσά‐ μενος, ἐπειδὰν ἐκ τῆς καθέδρας ἀνέστησε τὴν γυ‐ ναῖκα καὶ περιέπτυξε ταῖς χερσί, προσήγετο κατὰ | |
Hist.13.7.9 | βραχὺ πρὸς τὰ στέρνα. τοὺς δὲ πήχεις εἶχε καὶ τὰς χεῖρας πλήρεις σιδηρῶν γόμφων ὑπὸ τοῖς ἱμα‐ | |
Hist.13.7.10 | τίοις, ὁμοίως καὶ κατὰ τοὺς μαστούς. ὅταν προσ‐ ήρεισε ταῖς χερσὶ πρὸς τὰ νῶτα τῆς γυναικός, κἄπειτα διὰ τῶν ὀργάνων ἑλκόμενον ἐπέτεινε καὶ προσῆγε πρὸς τοὺς μαστοὺς κατ’ ἐλάχιστον, πᾶσαν | |
Hist.13.7.11 | ἠνάγκαζε φωνὴν προΐεσθαι τὸν πιεζόμενον. καὶ πολλοὺς δή τινας τῷ τοιούτῳ τρόπῳ διέφθειρε τῶν ἐξαρνουμένων. | |
Hist.13.8.1 | Καὶ τὰ λοιπὰ δ’ ἦν τούτοις ὅμοια καὶ σύστοιχα | |
Hist.13.8.2 | κατὰ τὴν ἀρχήν. ἐκοινώνει μὲν γὰρ τοῖς Κρησὶ τῶν κατὰ θάλατταν λῃστειῶν· εἶχε δὲ καθ’ ὅλην | |
τὴν Πελοπόννησον ἱεροσύλους, ὁδοιδόκους, φονέας, οἷς μερίτης γινόμενος τῶν ἐκ τῆς ῥᾳδιουργίας λυ‐ | ||
5 | σιτελῶν ὁρμητήριον καὶ καταφυγὴν παρείχετο τού‐ | |
Hist.13.8.3 | τοις τὴν Σπάρτην. πλὴν κατά γε τοὺς καιροὺς τούτους ξένοι τῶν ἀπὸ τῆς Βοιωτίας εἰς τὴν Λακε‐ δαίμονα παρεπιδημήσαντες ἐψυχαγώγησάν τινα τῶν τοῦ Νάβιδος ἱπποκόμων ὥστε συναποχωρῆσαι μεθ’ | |
5 | ἑαυτῶν ἔχοντα λευκὸν ἵππον, ὃς ἐδόκει γενναιότα‐ | |
Hist.13.8.4 | τος εἶναι τῶν ἐκ τῆς τυραννικῆς ἱπποστάσεως. τοῦτο δὲ πεισθέντος καὶ πράξαντος τοῦ προειρημένου, καταδιώξαντες οἱ παρὰ τοῦ Νάβιδος εἰς τὴν Με‐ γάλην πόλιν καὶ καταλαβόντες τὸν μὲν ἵππον εὐθὺς | |
5 | ἀπῆγον καὶ τὸν ἱπποκόμον, οὐδενὸς ἀντιποιουμένου, μετὰ δὲ ταῦτα καὶ τοῖς ξένοις ἐπέβαλον τὰς χεῖρας. | |
Hist.13.8.5 | οἱ δὲ Βοιωτοὶ τὸ μὲν πρῶτον ἠξίουν ἄγειν αὑτοὺς ἐπὶ τὴν ἀρχήν· οὐδενὸς δὲ προσέχοντος ἀνεβόα τις | |
Hist.13.8.6 | τῶν ξένων ‘βοήθεια‘. συνδραμόντων δὲ τῶν ἐγχω‐ ρίων καὶ μαρτυρομένων τοὺς ἄνδρας ἐπανάγειν ἐπὶ τὴν ἀρχήν, ἠναγκάσθησαν προιέμενοι τοὺς ἀνθρώ‐ | |
Hist.13.8.7 | πους οἱ παρὰ τοῦ Νάβιδος ἀπελθεῖν. ὁ δὲ πάλαι ζητῶν ἀφορμὰς ἐγκλημάτων καὶ πρόφασιν εὔλογον διαφορᾶς, τότε λαβόμενος ταύτης εὐθέως ἤλαυνε τὰ Προαγόρου θρέμματα καί τινων ἑτέρων. ἐξ ὧν | |
5 | ἐγένετο (κατ)αρχὴ τοῦ πολέμου. | |
Hist.13.9t | II. RES ASIAE. | |
Hist.13.9.1 | Λάβαι, ὡς Σάβαι, Χαττηνίας πόλις. Πολύβιος | |
τρισκαιδεκάτῳ. τὸ ἐθνικὸν Λαβαῖος ὡς Σαβαῖος. τῆς αὐτῆς χώρας ἀμφότεραι· ἡ γὰρ Χαττηνία τῶν Γερ‐ ραίων ἐστὶ χώρα. — | ||
Hist.13.9.2 | Χαττηνία, χώρα τρίτη Γερραίων. Πολύβιος ιγʹ ‘ἔστι δ’ ἡ Χαττηνία τἄλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὐκαιρίαν τῶν | |
Hist.13.9.3 | Γερραίων· οὗτοι γὰρ αὐτὴν νέμονται‘. ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Χαττηνοί, ὡς αὐτός· ‘τούτοις μὲν γὰρ παρήγγειλε φείδεσθαι τῆς τῶν Χαττηνῶν χώρασ‘. — | |
Hist.13.9.4 | Οἱ δὲ Γερραῖοι ἀξιοῦσι τὸν βασιλέα μὴ καταλῦσαι τὰ παρὰ τῶν θεῶν αὐτοῖς δεδομένα, τοῦτ’ ἔστιν ἀΐδιον εἰρήνην καὶ ἐλευθερίαν. ὁ δὲ ἑρμηνευθείσης οἱ τῆς ἐπιστολῆς ἔφη συγχωρεῖν τοῖς ἀξιουμένοις. — | |
Hist.13.9.5 | Κυρωθείσης δὲ τῆς ἐλευθερίας τοῖς Γερραίοις ἐστεφάνωσαν παραχρῆμα τὸν Ἀντίοχον τὸν βασιλέα πεντακοσίοις ἀργυρίου ταλάντοις, χιλίοις δὲ λιβα‐ νωτοῦ καὶ διακοσίοις τῆς λεγομένης στακτῆς. καὶ | |
5 | ἐποίει τὸν πλοῦν ἐπὶ Τύλον τὴν νῆσον καὶ ἐποίει τὸν ἀπόπλουν ἐπὶ Σελευκείας. ἦσαν δὲ τὰ ἀρώματα ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ. | |
Hist.13.10t | III. VARIA FRAGMENTA GEOGRAPHICA. | |
Hist.13.10.1(t) | A. RES ITALIAE. | |
1 | Βάδιζα, πόλις τῆς Βρεττίας, Πολύβιος τρισκαι‐ δεκάτῳ. | |
Hist.13.10.2 | Λαμπέτεια, πόλις Βρεττίας, Πολύβιος τρισκαι‐ | |
δεκάτῳ. | ||
Hist.13.10.3 | Ἔστι γὰρ καὶ Ταμέση πόλις τῆς Ἰταλίας καὶ ποτα‐ μός. Πολύβιος δ’ ἐν τῷ ιγʹ Τεμέσειαν τὴν πόλιν καλεῖ. | |
Hist.13.10.4(t) | B. RES GRAECIAE ET MACEDONIAE. | |
1 | Ἀλλαρία, πόλις τῆς Κρήτης, Πολύβιος τρισκαιδε‐ κάτῃ. τὸ ἐθνικὸν Ἀλλαριάτης, ὡς αὐτός φησιν. | |
Hist.13.10.5 | Ἰλαττία, πόλις Κρήτης, Πολύβιος τρισκαιδεκάτῳ. | |
Hist.13.10.6 | Σίβυρτος, πόλις Κρήτης. τὸ ἐθνικὸν Σιβύρτιος, ὡς Πολύβιος ἐν τρισκαιδεκάτῳ. | |
Hist.13.10.7 | Ἀδράνη, πόλις Θρᾴκης ... Πολύβιος δὲ διὰ τοῦ η τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη. | |
Hist.13.10.8 | Ἄρειον πεδίον .. ἔστι καὶ Θρᾴκης ἔρημον πεδίον χαμαιπετῆ δένδρα ἔχον, ὡς Πολύβιος τρισκαιδεκάτῃ. | |
Hist.13.10.9 | Δίγηροι, ἔθνος Θρᾴκιον, Πολύβιος ιγʹ. | |
Hist.13.10.10 | Καβύλη, πόλις Θρᾴκης οὐ πόρρω τῆς τῶν Ἀστῶν χώρας. Πολύβιος τρισκαιδεκάτῃ. | |
Hist.13.10.11(t) | C. FRAGMENTUM INCERTAE SEDIS. | |
1 | Μελίτουσσα, πόλις Ἰλλυρίας. Πολύβιος τρισκαι‐ | |
δεκάτῳ. | ||
Hist.14t1 | FRAGMENTA LIBRI XIV. | |
Hist.141at | I. EX PROOEMIO. | |
Hist.141a1 | Ὅτι φησὶν ὁ Πολύβιος περὶ ἑαυτοῦ καὶ περὶ τῆς τῶν βίβλων ὑποθετικῆς ἐξηγήσεως· Ἴσως μὲν οὖν ἐπὶ πάσαις ταῖς ὀλυμπιάσιν αἱ προεκθέσεις τῶν πρά‐ ξεων εἰς ἐπίστασιν ἄγουσι τοὺς ἐντυγχάνοντας καὶ | |
5 | διὰ τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν γεγονότων, ὡς ἂν ὑπὸ μίαν σύνοψιν ἀγομένων τῶν ἐξ ὅλης | |
Hist.141a2 | τῆς οἰκουμένης ἔργων· οὐ μὴν (ἀλλὰ) τὰ κατὰ ταύ‐ την τὴν ὀλυμπιάδα μάλιστα νομίζω συνεπιστήσειν τοὺς ἀναγινώσκοντας διὰ τὸ πρῶτον μὲν τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην πολέμους ἐν τούτοις τοῖς | |
5 | χρόνοις εἰληφέναι τὴν συντέλειαν· ὑπὲρ ὧν τίς οὐκ ἂν ἱστορῆσαι βουληθείη ποία τις ἡ καταστροφὴ καὶ | |
Hist.141a3 | τί τὸ τέλος αὐτῶν ἐγένετο; φύσει γὰρ πάντες ἄν‐ θρωποι, κἂν ὁλοσχερῶς (παρα)δέχωνται τὰ κατὰ μέρος ἔργα καὶ λόγους, ὅμως ἑκάστων τὸ τέλος | |
Hist.141a4 | ἱμείρουσι μαθεῖν· πρὸς δὲ τούτοις συμβαίνει καὶ | |
τὰς προαιρέσεις τῶν βασιλέων ἐκφανεστάτας γεγο‐ νέναι κατὰ τοὺς αὐτοὺς χρόνους· ἃ γὰρ πρότερον ἐλέγετο περὶ αὐτῶν, τότε σαφῶς ἐπεγνώσθη πάντα | ||
5 | παρὰ πᾶσι καὶ τοῖς μηδ’ ὅλως ἐθέλουσι πολυπραγ‐ | |
Hist.141a5 | μονεῖν. διὸ καὶ βουλόμενοι κατ’ ἀξίαν τῶν ἔργων ποιήσασθαι τὴν ἐξήγησιν, οὐ τὰς ἐκ τῶν δυεῖν ἐτῶν πράξεις κατατετάχαμεν εἰς μίαν βύβλον, καθάπερ ἐν τοῖς πρὸ τούτων ἀποδεδώκαμεν. | |
Hist.14.1t | II. RES A SCIPIONE IN AFRICA GESTAE. | |
Hist.14.1.1 | Οἱ μὲν οὖν ὕπατοι περὶ ταύτας ἐγίνοντο τὰς | |
Hist.14.1.2 | πράξεις, ὁ δὲ Πόπλιος ἐν τῇ Λιβύῃ κατὰ τὴν παρα‐ χειμασίαν πυνθανόμενος ἐξαρτύειν στόλον τοὺς Καρχηδονίους, ἐγίνετο μὲν καὶ περὶ ταύτην τὴν παρασκευήν, οὐχ ἧττον δὲ καὶ περὶ τὴν τῆς Ἰτύκης | |
Hist.14.1.3 | πολιορκίαν. οὐ μὴν οὐδὲ τῆς κατὰ τὸν Σόφακα τελέως ἐλπίδος ἀφίστατο, διεπέμπετο δὲ συνεχῶς διὰ τὸ μὴ πολὺ ἀφεστάναι τὰς δυνάμεις ἀλλήλων, πεπεισμένος μετακαλέσειν αὐτὸν ἀπὸ τῆς τῶν Καρ‐ | |
Hist.14.1.4 | χηδονίων συμμαχίας· οὐ γὰρ ἀπεγίνωσκε καὶ τῆς παιδίσκης αὐτὸν ἤδη κόρον ἔχειν, δι’ ἣν εἵλετο τὰ Καρχηδονίων, καὶ καθόλου τῆς πρὸς τοὺς Φοίνικας φιλίας διά τε τὴν φυσικὴν τῶν Νομάδων ἁψικορίαν | |
5 | καὶ διὰ τὴν πρός τε τοὺς θεοὺς καὶ τοὺς ἀνθρώ‐ | |
Hist.14.1.5 | πους ἀθεσίαν. ὢν δὲ περὶ πολλὰ τῇ διανοίᾳ καὶ ποικίλας ἔχων ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος διὰ τὸ κατορρωδεῖν τὸν ἔξω κίνδυνον τῷ πολλαπλασίους εἶναι τοὺς ὑπεναντίους, ἐπελάβετό τινος ἀφορμῆς | |
Hist.14.1.6 | τοιαύτης. τῶν γὰρ διαπεμπομένων πρὸς τὸν Σό‐ φακά τινες ἀνήγγειλαν αὐτῷ διότι συμβαίνει τοὺς μὲν Καρχηδονίους ἐκ παντοδαπῶν ξύλων καὶ φυλ‐ λάδος ἄνευ γῆς ἐν τῇ παραχειμασίᾳ κατεσκευακέναι | |
Hist.14.1.7 | τὰς σκηνάς, τῶν δὲ Νομάδων τοὺς μὲν ἐξ ἀρχῆς ἐκ καλάμων, τοὺς δ’ ἐ(πι)συναγομένους ἐκ τῶν πόλεων κατὰ τὸ παρὸν ἐξ αὐτῆς τῆς φυλλάδος σκη‐ νοποιεῖσθαι, τοὺς μὲν ἐντός, τοὺς δὲ πλείους αὐ‐ | |
Hist.14.1.8 | τῶν ἐκτὸς τῆς τάφρου καὶ τοῦ χάρακος. νομίσας οὖν ὁ Πόπλιος παραδοξοτάτην μὲν τοῖς πολεμίοις, πραγματικωτάτην δὲ σφίσιν εἶναι τὴν διὰ τοῦ πυ‐ ρὸς ἐπιβολήν, ἐγένετο περὶ ταύτην τὴν κατασκευήν. | |
Hist.14.1.9 | ὁ δὲ Σόφαξ ἐν ταῖς πρὸς τὸν Πόπλιον διαποστο‐ λαῖς ἀεί πως ἐπὶ ταύτην κατήντα τὴν γνώμην ὅτι δέοι Καρχηδονίους μὲν ἐκ τῆς Ἰταλίας ἀπαλλάτ‐ τεσθαι, Ῥωμαίους δὲ παραπλησίως ἐκ τῆς Λιβύης, | |
5 | τὰ δὲ μεταξὺ τούτων ἔχειν ἀμφοτέρους ὡς τότε | |
Hist.14.1.10 | κατεῖχον. ὧν ὁ Πόπλιος ἀκούων ἐν τοῖς πρὸ τοῦ χρόνοις οὐδαμῶς ἀνείχετο· τότε δὲ τῷ Νομάδι βρα‐ χεῖαν ἔμφασιν ἐποιήσατο διὰ τῶν ἀποστελλομένων ὡς οὐκ ἀδυνάτου τῆς ἐπιβολῆς οὔσης, ἧς ἐπιβάλ‐ | |
Hist.14.1.11 | λεται. δι’ οὗ συνέβη τὸν Σόφακα κουφισθέντα πολλαπλασίως ἐπιρρωσθῆναι πρὸς τὴν ἐπιπλοκήν. | |
Hist.14.1.12 | οὗ γινομένου πλείους ἦσαν οἱ διαπεμπόμενοι καὶ | |
πλεονάκις· ἔστι δ’ ὅτε καί τινας ἡμέρας ἔμενον παρ’ | ||
Hist.14.1.13 | ἀλλήλοις ἀπαρατηρήτως. ἐν αἷς ὁ Πόπλιος ἀεί τινας μὲν τῶν πραγματικῶν, οὓς δὲ καὶ στρατιω‐ τικῶν, ῥυπῶντας καὶ ταπεινούς, εἰς δουλικὰς ἐσθῆ‐ τας διασκευάζων, μετὰ τῶν ἀποστελλομένων ἐξέπεμπε | |
5 | χάριν τοῦ τὰς προσόδους καὶ τὰς εἰσόδους τὰς εἰς ἑκατέραν τὴν παρεμβολὴν ἀσφαλῶς ἐξερευνῆσαι καὶ | |
Hist.14.1.14 | κατοπτεῦσαι. δύο γὰρ ἦσαν στρατοπεδεῖαι, μία μὲν ἣν Ἀσδρούβας εἶχε μετὰ πεζῶν τρισμυρίων καὶ τρισχιλίων ἱππέων, ἄλλη δὲ περὶ δέκα σταδίους ἀφεστῶσα ταύτης, ἡ τῶν Νομάδων, ἱππεῖς μὲν εἰς | |
5 | μυρίους ἔχουσα, πεζοὺς δὲ περὶ πεντακισμυρίους. | |
Hist.14.1.15 | ἣ δὴ καὶ μᾶλλον εὐέφοδος ἦν καὶ τὰς σκηνὰς εἶχε τελέως εὐφυεῖς πρὸς ἐμπυρισμὸν διὰ (τὸ) τοὺς Νο‐ μάδας, ὡς ἀρτίως εἶπον, μὴ διὰ ξύλων μηδὲ διὰ γῆς, ἁπλῶς δὲ κάνναις καὶ καλάμοις χρῆσθαι πρὸς | |
5 | τὰς σκηνοποιίας. | |
Hist.14.2.1 | Ἐπειδὴ δὲ τὰ μὲν τῆς ἐαρινῆς ὥρας ὑπέφαινεν ἤδη, τῷ δὲ Σκιπίωνι πάντα διηρεύνητο πρὸς τὴν προειρημένην ἐπιβολὴν τὰ κατὰ τοὺς ὑπεναντίους, | |
Hist.14.2.2 | τὰς μὲν νῆας καθεῖλκε καὶ μηχανὰς κατεσκεύαζε ταύταις ὡς πολιορκήσων ἐκ θαλάττης τὴν Ἰτύκην, | |
Hist.14.2.3 | τοῖς δὲ πεζοῖς, οὖσιν ὡς δισχιλίοις, κατελάβετο πάλιν τὸν ὑπὲρ τὴν πόλιν κείμενον λόφον, καὶ τοῦ‐ | |
Hist.14.2.4 | τον ὠχυροῦτο καὶ διετάφρευε πολυτελῶς, τοῖς μὲν ὑπεναντίοις ποιῶν φαντασίαν ὡς τοῦτο πράττων τῆς πολιορκίας ἕνεκα, τῇ δ’ ἀληθείᾳ βουλόμενος | |
ἐφεδρεύειν τοῖς κατὰ τὸν τῆς πράξεως καιρόν, ἵνα | ||
5 | μὴ τῶν στρατοπέδων ἐκ τῆς παρεμβολῆς χωρισθέν‐ των οἱ τὴν Ἰτύκην παραφυλάττοντες στρατιῶται τολμήσαιεν ἐξελθόντες ἐκ τῆς πόλεως ἐγχειρεῖν τῷ χάρακι διὰ τὸ σύνεγγυς εἶναι, καὶ πολιορκεῖν τοὺς | |
Hist.14.2.5 | φυλάττοντας. ταῦτα δὲ παρασκευαζόμενος ἅμα δι‐ επέμπετο πρὸς τὸν Σόφακα, πυνθανόμενος, ἐὰν συγ‐ χωρῇ τοῖς παρακαλουμένοις, εἰ καὶ τοῖς Καρχηδο‐ νίοις ἔσται ταῦτα κατὰ νοῦν καὶ μὴ πάλιν ἐκεῖνοι | |
5 | φήσουσι βουλεύσεσθαι περὶ τῶν συγχωρουμένων. | |
Hist.14.2.6 | ἅμα δὲ τούτοις προσενετείλατο τοῖς πρεσβευταῖς μὴ πρότερον ὡς αὑτὸν ἀπιέναι πρὶν ἢ λαβεῖν ἀπόκρι‐ | |
Hist.14.2.7 | σιν ὑπὲρ τούτων. ὧν ἀφικομένων διακούσας ὁ Νομὰς ἐπείσθη διότι πρὸς τὸ συντελεῖν ἐστι τὰς διαλύσεις ὁ Σκιπίων, ἔκ τε τοῦ φάναι τοὺς πρέσβεις μὴ πρότερον ἀπαλλαγήσεσθαι πρὶν ἢ λαβεῖν παρ’ | |
5 | αὐτοῦ τὰς ἀποκρίσεις, ἔκ τε τοῦ διευλαβεῖσθαι τὴν | |
Hist.14.2.8 | τῶν Καρχηδονίων συγκατάθεσιν. διὸ καὶ πρὸς μὲν τὸν Ἀσδρούβαν ἐξ αὐτῆς ἔπεμπε, διασαφῶν τὰ γι‐ νόμενα καὶ παρακαλῶν δέχεσθαι τὴν εἰρήνην, αὐτὸς δὲ ῥᾳθύμως διῆγε, καὶ τοὺς ἐπισυναγομένους Νο‐ | |
5 | μάδας ἐκτὸς εἴα τῆς παρεμβολῆς αὐτοῦ κατασκηνοῦν. | |
Hist.14.2.9 | ὁ δὲ Πόπλιος κατὰ μὲν τὴν ἐπίφασιν ἐποίει τὸ παραπλήσιον, κατὰ δὲ τὴν ἀλήθειαν (ἐν) τοῖς μά‐ | |
Hist.14.2.10 | λιστα περὶ τὰς παρασκευὰς ἦν. ἐπειδὴ δὲ παρὰ μὲν τῶν Καρχηδονίων τῷ Σόφακι διεσαφήθη συν‐ τελεῖν τὰ κατὰ τὰς συνθήκας, ὁ δὲ Νομὰς περι‐ | |
χαρὴς ὢν εἶπε τοῖς πρεσβευταῖς ὑπὲρ τούτων, εὐ‐ | ||
5 | θέως οἱ πρέσβεις ἀπῄεσαν εἰς τὴν ἰδίαν παρεμβο‐ λήν, μηνύσοντες τῷ Ποπλίῳ τὰ πραχθέντα παρὰ | |
Hist.14.2.11 | τοῦ βασιλέως. ὧν ἀκούσας ὁ τῶν Ῥωμαίων στρα‐ τηγὸς αὖθις ἐκ ποδὸς ἔπεμπε πρέσβεις, δηλώσοντας τῷ Σόφακι διότι συμβαίνει τὸν μὲν Πόπλιον εὐ‐ δοκεῖν καὶ σπουδάζειν ὑπὲρ τῆς εἰρήνης, τοὺς δ’ | |
5 | ἐν τῷ συνεδρίῳ διαφέρεσθαι καὶ φάναι διαμένειν | |
Hist.14.2.12 | ἐπὶ τῶν ὑποκειμένων· οἳ καὶ παραγενόμενοι διεσά‐ | |
Hist.14.2.13 | φησαν ταῦτα τῷ Νομάδι. τὴν δ’ ἀποστολὴν ταύ‐ την ὁ Σκιπίων ἐποιήσατο χάριν τοῦ μὴ δόξαι παρα‐ σπονδεῖν, ἐὰν ἔτι μενούσης τῆς ὑπὲρ τῶν διαλύσεων ἐπικηρυκείας πρὸς ἀλλήλους πράξῃ τι τῶν πολεμι‐ | |
Hist.14.2.14 | κῶν ἔργων. γενομένης δὲ τῆς ἀπορρήσεως ταύτης ἅπαν τὸ γινόμενον ἀνεπίληπτον ἕξειν ὑπέλαβε τὴν προαίρεσιν. | |
Hist.14.3.1 | Ὁ δὲ Σόφαξ ταῦτα διακούσας ἔφερε μὲν δυσ‐ χερῶς διὰ τὸ προκατηλπικέναι περὶ τῶν διαλύσεων, συνῄει δὲ πρὸς τὸν Ἀσδρούβαν εἰς λόγους, καὶ διεσάφει τὰ παρὰ τῶν Ῥωμαίων αὐτῷ προσαγγελ‐ | |
Hist.14.3.2 | λόμενα. περὶ ὧν πολλὰ διαπορήσαντες ἐβουλεύοντο πῶς σφίσι καθήκει χρῆσθαι τοῖς ἑξῆς πράγμασι, πλεῖστον ἀπέχοντες ταῖς ἐννοίαις καὶ ταῖς ἐπιβολαῖς | |
Hist.14.3.3 | τοῦ μέλλοντος· περὶ φυλακῆς μὲν γὰρ ἢ τοῦ πεί‐ σεσθαί τι δεινὸν οὐδ’ ἡντινοῦν εἶχον πρόληψιν, περὶ δὲ τοῦ δρᾶσαί τι καὶ προκαλέσασθαι τοὺς πολεμίους εἰς ὁμαλὸν τόπον πολλή τις ἦν αὐτῶν | |
Hist.14.3.4 | ὁρμὴ καὶ προθυμία. Πόπλιος δὲ κατὰ τὸν καιρὸν τοῦτον τοῖς μὲν πολλοῖς ὑπεδείκνυε διά τε τῆς παρασκευῆς καὶ τῶν παραγγελμάτων ὡς κατὰ τῆς | |
Hist.14.3.5 | Ἰτύκης ἔχων πρᾶξιν, τῶν δὲ χιλιάρχων τοὺς ἐπι‐ τηδειοτάτους καὶ πιστοτάτους καλέσας περὶ μέσον ἡμέρας ἐξέθηκε τὴν ἐπιβολήν, καὶ παρήγγειλε δει‐ πνοποιησαμένους καθ’ ὥραν ἐξάγειν τὰ στρατόπεδα | |
5 | πρὸ τοῦ χάρακος, ἐπειδὰν κατὰ τὸν ἐθισμὸν οἱ | |
Hist.14.3.6 | σαλπιγκταὶ σημαίνωσιν ἅμα πάντες· ἔστι γὰρ ἔθος Ῥωμαίοις κατὰ τὸν τοῦ δείπνου καιρὸν τοὺς βυκα‐ νητὰς καὶ σαλπιγκτὰς πάντας σημαίνειν παρὰ τὴν τοῦ στρατηγοῦ σκηνήν, χάριν τοῦ τὰς νυκτερινὰς | |
5 | φυλακὰς κατὰ τὸν καιρὸν τοῦτον ἵστασθαι κατὰ | |
Hist.14.3.7 | τοὺς ἰδίους τόπους. μετὰ δὲ ταῦτα τοὺς κατασκό‐ πους ἀνακαλεσάμενος, οὓς ἐτύγχανε διαπεμπόμενος εἰς τὰ τῶν πολεμίων στρατόπεδα, συνέκρινε καὶ διηρεύνα τὰ λεγόμενα περί τε τῶν προσβάσεων καὶ | |
5 | τῶν εἰσόδων τῶν εἰς τὰς παρεμβολάς, χρώμενος ἐπικριτῇ τῶν λεγομένων καὶ συμβούλῳ Μασαννάσᾳ διὰ τὴν τῶν τόπων ἐμπειρίαν. | |
Hist.14.4.1 | Ἐπειδὴ δὲ πάντ’ ἦν εὐτρεπῆ τὰ πρὸς τὴν χρείαν αὐτῷ τὴν ἐνεστῶσαν, ἀπολιπὼν τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους ἐπὶ τῆς παρεμβολῆς, ἀναλαβὼν τὰς δυνάμεις προῆγεν ἄρτι ληγούσης τῆς πρώτης | |
5 | φυλακῆς· περὶ γὰρ ἑξήκοντα σταδίους ἀπεῖχον οἱ | |
Hist.14.4.2 | πολέμιοι. συνεγγίσας δὲ τοῖς πολεμίοις περὶ τρίτην φυλακὴν λήγουσαν, Γαίῳ μὲν Λαιλίῳ καὶ Μασαν‐ νάσᾳ τοὺς ἡμίσεις ἀπονείμας τῶν στρατιωτῶν καὶ πάντας τοὺς Νομάδας ἐπέταξε ποιεῖσθαι τὴν προσ‐ | |
Hist.14.4.3 | βολὴν πρὸς τὸν τοῦ Σόφακος χάρακα, παρακαλέσας ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ μηδὲν εἰκῇ πράττειν, σαφῶς εἰδότας ὅτι, καθ’ ὅσον ἐμποδίζει καὶ κωλύει τὰ τῆς ὁράσεως τὸ σκότος, κατὰ τοσοῦτον δεῖ συν‐ | |
5 | εκπληροῦν τῇ διανοίᾳ καὶ τῇ τόλμῃ τὰς νυκτερινὰς | |
Hist.14.4.4 | ἐπιβολάς· αὐτὸς δὲ τὴν λοιπὴν στρατιὰν ἀναλαβὼν ἐποιεῖτο τὴν ὁρμὴν ἐπὶ τὸν Ἀσδρούβαν. ἦν δ’ αὐτῷ συλλελογισμένον μὴ πρότερον ἐγχειρεῖν, ἕως ἂν οἱ περὶ τὸν Λαίλιον πρῶτοι τὸ πῦρ ἐμβάλωσι τοῖς πο‐ | |
Hist.14.4.5 | λεμίοις. οὗτος μὲν τοιαύτας ἔχων ἐπινοίας βάδην ἐποιεῖτο τὴν πορείαν· οἱ δὲ περὶ τὸν Λαίλιον εἰς δύο μέρη σφᾶς αὐτοὺς διελόντες ἅμα προσέβαλλον | |
Hist.14.4.6 | τοῖς πολεμίοις. τῆς δὲ τῶν σκηνῶν διαθέσεως οἷον ἐπίτηδες πρὸς ἐμπυρισμὸν κατεσκευασμένης, καθά‐ περ ἀνώτερον εἶπον, ὡς οἱ προηγούμενοι τὸ πῦρ ἐνέβαλλον, κατανεμηθὲν εἰς τὰς πρώτας σκηνὰς εὐ‐ | |
5 | θέως ἀβοήθητον ἐποίει τὸ κακὸν διά τε τὴν συν‐ έχειαν τῶν σκηνῶν καὶ διὰ τὸ πλῆθος τῆς ὑπο‐ | |
Hist.14.4.7 | κειμένης ὕλης. ὁ μὲν οὖν Λαίλιος ἔχων ἐφεδρείας τάξιν ἔμενεν· ὁ δὲ Μασαννάσας εἰδὼς τοὺς τόπους, καθ’ οὓς ἔμελλον οἱ φεύγοντες τὸ πῦρ ποιήσασθαι τὴν ἀποχώρησιν, ἐν τούτοις ἐπέστησε τοὺς αὑτοῦ | |
Hist.14.4.8 | στρατιώτας. τῶν δὲ Νομάδων οὐδεὶς ἁπλῶς συνυπ‐ ώπτευσε τὸ γινόμενον, οὐδ’ αὐτὸς ὁ Σόφαξ, ἀλλ’ | |
ὡς αὐτομάτως ἐμπεπρησμένου τοῦ χάρακος, ταύτην | ||
Hist.14.4.9 | ἔσχον τὴν διάληψιν. ὅθεν ἀνυπονοήτως οἱ μὲν ἐκ τῶν ὕπνων, οἱ δ’ ἀκμὴν ἔτι μεθυσκόμενοι καὶ πί‐ | |
Hist.14.4.10 | νοντες ἐξεπήδων ἐκ τῶν σκηνῶν. καὶ πολλοὶ μὲν ὑφ’ αὑτῶν περὶ τὰς τοῦ χάρακος ἐξόδους συνεπατή‐ θησαν, πολλοὶ δὲ περικαταληφθέντες ὑπὸ τῆς φλο‐ γὸς κατεπρήσθησαν· οἱ δὲ καὶ διαφυγόντες τὴν | |
5 | φλόγα, πάντες εἰς τοὺς πολεμίους ἐμπίπτοντες, οὔθ’ ὃ πάσχουσιν οὔθ’ ὃ ποιοῦσι γινώσκοντες διεφθεί‐ ροντο. | |
Hist.14.5.1 | Κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ Καρχηδόνιοι, θεωροῦντες τὸ πλῆθος τοῦ πυρὸς καὶ τὸ μέγεθος τῆς ἐξαιρομένης φλογός, ὑπολαβόντες αὐτομάτως ἀνῆφθαι τὸν τῶν Νομάδων χάρακα, τινὲς μὲν ἐβο‐ | |
Hist.14.5.2 | ήθουν ἐξ αὐτῆς, οἱ δὲ λοιποὶ πάντες ἐκτρέχοντες ἐκ τῆς παρεμβολῆς ἄνοπλοι συνίσταντο πρὸ τῆς ἰδίας στρατοπεδείας, ἐκπλαγεῖς ὄντες ἐπὶ τοῖς γινο‐ | |
Hist.14.5.3 | μένοις. ὁ δὲ Σκιπίων, τῶν πραγμάτων ὡς ἂν εἰ κατ’ εὐχὴν αὐτῷ προχωρησάντων, ἐπιπεσὼν τοῖς ἐξεληλυθόσιν, οὓς μὲν ἐφόνευεν, οὓς δὲ καταδιώ‐ | |
Hist.14.5.4 | κων ἅμα τὸ πῦρ ἐνέβαλλε ταῖς σκηναῖς. οὗ γενο‐ μένου παραπλήσια συνέβαινε πάσχειν τοὺς Φοίνικας ὑπὸ τοῦ πυρὸς καὶ τῆς ὅλης περιστάσεως τοῖς ἄρτι | |
Hist.14.5.5 | ῥηθεῖσι περὶ τῶν Νομάδων. οἱ δὲ περὶ τὸν Ἀσδρού‐ βαν τοῦ μὲν τῷ πυρὶ βοηθεῖν αὐτόθεν εὐθέως ἀπέστησαν, γνόντες ἐκ τοῦ συμβαίνοντος ὅτι καὶ περὶ τοὺς Νομάδας οὐκ αὐτομάτως, καθάπερ ὑπ‐ | |
5 | έλαβον, ἀλλ’ ἐκ τῆς (τῶν) πολεμίων ἐπιβολῆς καὶ | |
Hist.14.5.6 | τόλμης ἐγεγόνει τὸ δεινόν· ἐγίνοντο δὲ περὶ τὸ σῴζειν ἑαυτούς, βραχείας σφίσι καὶ περὶ τοῦτο τὸ | |
Hist.14.5.7 | μέρος ἐλπίδος ἔτι καταλειπομένης. τό τε γὰρ πῦρ ταχέως ἐπενέμετο καὶ περιελάμβανε πάντας τοὺς τόπους, αἵ τε δίοδοι πλήρεις ἦσαν ἵππων, ὑποζυ‐ γίων, ἀνδρῶν, τῶν μὲν ἡμιθνήτων καὶ διεφθαρ‐ | |
5 | μένων ὑπὸ τοῦ πυρός, τῶν δ’ ἐξεπτοημένων καὶ | |
Hist.14.5.8 | παρεστώτων ταῖς διανοίαις, ὥστε καὶ τοῖς ἀνδραγα‐ θεῖν προαιρουμένοις ἐμπόδια ταῦτα γίνεσθαι, καὶ διὰ τὴν ταραχὴν καὶ σύγχυσιν ἀνέλπιστον εἶναι τὴν | |
Hist.14.5.9 | σωτηρίαν. παραπλήσια δὲ τούτοις ἦν καὶ τὰ περὶ τὸν Σόφακα καὶ τοὺς ἄλλους ἡγεμόνας. πλὴν οὗτοι μὲν ἀμφότεροι μετ’ ὀλίγων ἱππέων ἐξέσωσαν αὑ‐ | |
Hist.14.5.10 | τούς· αἱ δὲ λοιπαὶ μυριάδες ἀνδρῶν, ἵππων, ὑπο‐ ζυγίων, ἀτυχῶς μὲν καὶ ἐλεεινῶς ὑπὸ τοῦ πυρὸς | |
Hist.14.5.11 | ἀπώλλυντο· αἰσχρῶς δὲ καὶ ἐπονειδίστως ἔνιοι τῶν ἀνδρῶν, τὴν τοῦ πυρὸς βίαν φεύγοντες, ὑπὸ τῶν πολεμίων διεφθείροντο, χωρὶς οὐ μόνον τῶν ὅπλων, | |
Hist.14.5.12 | ἀλλὰ καὶ τῶν ἱματίων, γυμνοὶ φονευόμενοι. καθό‐ λου δὲ πᾶς ἦν ὁ τόπος οἰμωγῆς, βοῆς ἀτάκτου, φόβου, ψόφου παρηλλαγμένου, σὺν δὲ τούτοις πυρὸς | |
Hist.14.5.13 | ἐνεργοῦ καὶ φλογὸς ὑπερβαλλούσης πλήρης· ὧν ἓν ἱκανὸν [ὂν] ἐκπλῆξαι τὴν ἀνθρωπίνην φύσιν, μηδ’ | |
Hist.14.5.14 | ὅτι καὶ πάνθ’ ὁμοῦ συγκυρήσαντα παραδόξως. διὸ καὶ τὸ γεγονὸς οὐδὲ καθ’ ὑπερβολὴν εἰκάσαι δυνα‐ τὸν οὐδενὶ τῶν ὄντων ἐστίν· οὕτως ὑπερπεπαίκει | |
Hist.14.5.15 | τῇ δεινότητι πάσας τὰς προειρημένας πράξεις. ᾗ καὶ πολλῶν καὶ καλῶν διειργασμένων Σκιπίωνι κάλλιστον εἶναί μοι δοκεῖ τοῦτο τοὔργον καὶ παρα‐ βολώτατον τῶν ἐκείνῳ πεπραγμένων *** | |
Hist.14.6.1 | Οὐ μὴν ἀλλὰ τῆς ἡμέρας ἐπιγενομένης, καὶ τῶν πολεμίων τῶν μὲν ἀπολωλότων, τῶν δὲ προτροπά‐ δην πεφευγότων, παρακαλέσας τοὺς χιλιάρχους ἐκ | |
Hist.14.6.2 | ποδὸς ἐπηκολούθει. τὰς μὲν οὖν ἀρχὰς ὁ Καρχη‐ δόνιος ὑπέμενε, καίπερ αὐτῷ προσαγγελίας γενο‐ μένης· τοῦτο δ’ ἐποίει πιστεύων τῇ τῆς πόλεως | |
Hist.14.6.3 | ὀχυρότητι. μετὰ δὲ ταῦτα συνθεωρήσας τοὺς ἐγ‐ χωρίους στασιάζοντας, καταπλαγεὶς τὴν ἔφοδον τοῦ Σκιπίωνος, ἔφευγε μετὰ τῶν διασεσωσμένων· οὗτοι δ’ ἦσαν ἱππεῖς μὲν οὐκ ἐλάττους πεντακοσίων, πεζοὶ | |
Hist.14.6.4 | δὲ περὶ δισχιλίους. οἱ δ’ ἐγχώριοι συμφρονήσαντες | |
Hist.14.6.5 | ἐπέτρεψαν περὶ σφῶν αὐτῶν τοῖς Ῥωμαίοις. ὁ δὲ Πόπλιος τούτων μὲν ἐφείσατο, δύο δὲ τὰς παρα‐ κειμένας πόλεις ἐφῆκε τοῖς στρατοπέδοις διαρπάζειν, καὶ ταῦτα διαπραξάμενος αὖθις ἐπὶ τὴν ἐξ ἀρχῆς | |
Hist.14.6.6 | ἐπανῄει παρεμβολήν. οἱ δὲ Καρχηδόνιοι, παλιν‐ τρόπου τῆς ἐλπίδος αὐτοῖς ἀποβαινούσης πρὸς τὰς | |
Hist.14.6.7 | ἐξ ἀρχῆς ἐπιβολάς, βαρέως ἔφερον τὸ γεγονός· ἐλ‐ πίσαντες γὰρ πολιορκήσειν τοὺς Ῥωμαίους συγκλεί‐ σαντες εἰς τὴν ἄκραν τὴν προσοῦσαν τῆς Ἰτύκης, | |
ἐν ᾗ τὴν παραχειμασίαν ἐποιοῦντο, κατὰ γῆν μὲν | ||
5 | τοῖς πεζοῖς στρατεύμασι, κατὰ θάλατταν δὲ ταῖς ναυτικαῖς δυνάμεσι, καὶ πρὸς τοῦτο πάσας ἡτοι‐ | |
Hist.14.6.8 | μακότες τὰς παρασκευάς, ἅμα τῷ μὴ μόνον τῶν ὑπαίθρων οὕτως ἀλόγως καὶ παραδόξως ἐκχωρῆσαι τοῖς ὑπεναντίοις, ἀλλὰ καὶ τὸν περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ὅσον οὐκ ἤδη προσδοκᾶν κίνδυνον, | |
5 | τελέως ἐκπλαγεῖς ἦσαν καὶ περίφοβοι ταῖς ψυχαῖς. | |
Hist.14.6.9 | οὐ μὴν ἀλλὰ τῶν πραγμάτων ἀναγκαζόντων ποι‐ εῖσθαι πρόνοιαν καὶ βουλὴν ὑπὲρ τοῦ μέλλοντος, ἦν τὸ συνέδριον ἀπορίας καὶ ποικίλων καὶ τεταραγ‐ | |
Hist.14.6.10 | μένων ἐπινοημάτων πλῆρες. οἱ μὲν γὰρ ἔφασαν δεῖν πέμπειν ἐπὶ τὸν Ἀννίβαν καὶ καλεῖν ἐκ τῆς Ἰταλίας, ὡς μιᾶς ἔτι καταλειπομένης ἐλπίδος τῆς ἐν ἐκείνῳ τῷ στρατηγῷ καὶ ταῖς μετ’ ἐκείνου δυ‐ | |
Hist.14.6.11 | νάμεσιν, οἱ δὲ διαπρεσβεύεσθαι πρὸς τὸν Πόπλιον ὑπὲρ ἀνοχῶν καὶ λαλεῖν ὑπὲρ διαλύσεων καὶ συν‐ θηκῶν, ἕτεροι δὲ θαρρεῖν καὶ συνάγειν τὰς δυνά‐ | |
Hist.14.6.12 | μεις καὶ διαπέμπεσθαι πρὸς τὸν Σόφακα· καὶ γὰρ πλησίον αὐτὸν εἰς τὴν Ἄββαν ἀποκεχωρηκέναι, συν‐ αθροίζειν δὲ τοὺς ἀπὸ τοῦ κινδύνου διαφυγόντας. καὶ δὴ καὶ τέλος αὕτη τῶν γνωμῶν ἐπεκράτησεν. | |
Hist.14.6.13 | Οὗτοι μὲν οὖν τάς τε δυνάμεις ἥθροιζον, ἐκ‐ πέμψαντες τὸν Ἀσδρούβαν, καὶ διεπέμψαντο πρὸς τὸν Σόφακα, δεόμενοι σφίσι βοηθεῖν καὶ μένειν ἐπὶ τῶν ὑποκειμένων κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ὡς | |
5 | αὐτίκα μάλα τοῦ στρατηγοῦ μετὰ τῶν δυνάμεων | |
Hist.14.7.1 | πρὸς αὐτὸν συνάψοντος· ὁ δὲ τῶν Ῥωμαίων στρα‐ τηγὸς ἐγίνετο μὲν καὶ περὶ τὴν τῆς Ἰτύκης πολιορ‐ κίαν, τὸ δὲ πλεῖον, ἀκούων ἐπιμένειν τὸν Σόφακα καὶ τοὺς Καρχηδονίους πάλιν ἁθροίζειν στρατιάν, | |
5 | ἐξῆγε τὰς δυνάμεις καὶ παρενέβαλλε πρὸ τῆς Ἰτύκης. | |
Hist.14.7.2 | ἅμα δὲ καὶ νείμας τῶν λαφύρων *** τοὺς μὲν *** | |
Hist.14.7.3 | ἐμπόρους ἐξαπέστειλε *** λυσιτελῶς· καλῆς γὰρ τῆς ὑπὲρ τῶν ὅλων ἐλπίδος ὑπογραφομένης ἐκ τοῦ γε‐ γονότος εὐτυχήματος, ἑτοίμως τὴν παροῦσαν ὠφέ‐ λειαν οἱ στρατιῶται παρ’ οὐδὲν ποιούμενοι διετί‐ | |
Hist.14.7.4 | θεντο τοῖς ἐμπόροις. τῷ δὲ βασιλεῖ τῶν Νομάδων καὶ τοῖς φίλοις τὸ μὲν πρῶτον ἐδόκει κατὰ τὸ συνεχὲς εἰς τὴν οἰκείαν ποιεῖσθαι τὴν ἀναχώρησιν· | |
Hist.14.7.5 | τῶν δὲ Κελτιβήρων αὐτοῖς ἀπαντησάντων περὶ τὴν Ἄββαν, οἵτινες ἐτύγχανον ὑπὸ τῶν Καρχηδονίων ἐξενολογημένοι, πλείους ὄντες τῶν τετρακισχιλίων, πιστεύοντες ταῖς χερσὶ ταύταις οὕτως ἐπέστησαν | |
Hist.14.7.6 | καὶ βραχύ τι ταῖς ψυχαῖς ἐθάρρησαν. σὺν δὲ τού‐ τοις ἅμα καὶ τῆς παιδίσκης, ἥτις ἦν θυγάτηρ μὲν Ἀσδρούβου (τοῦ) στρατηγοῦ, γυνὴ δὲ τοῦ Σόφακος, καθάπερ ἐπάνω. προεῖπον, δεομένης καὶ λιπαρούσης | |
5 | μεῖναι καὶ μὴ καταλιπεῖν ἐν τοιούτοις καιροῖς τοὺς Καρχηδονίους, ἐπείσθη καὶ προσέσχε τοῖς παρακα‐ | |
Hist.14.7.7 | λουμένοις ὁ Νομάς. οὐ μικρὰ δὲ καὶ τοὺς Καρχη‐ δονίους ἐλπίζειν παρεσκεύασαν οἱ Κελτίβηρες· ἀντὶ μὲν γὰρ τῶν τετρακισχιλίων μυρίους αὑτοὺς ἀπήγ‐ γελλον εἶναι, κατὰ δὲ τοὺς κινδύνους ἀνυποστάτους | |
5 | ὑπάρχειν καὶ ταῖς ψυχαῖς καὶ τοῖς καθοπλισμοῖς. | |
Hist.14.7.8 | ἐκ δὲ ταύτης τῆς φήμης καὶ τῆς χυδαίου καὶ παν‐ δήμου λαλιᾶς μετεωρισθέντες οἱ Καρχηδόνιοι δι‐ πλασίως ἐπερρώσθησαν πρὸς τὸ πάλιν ἀντιποιήσα‐ | |
Hist.14.7.9 | σθαι τῶν ὑπαίθρων. καὶ τέλος ἐν ἡμέραις τριά‐ κοντα περὶ τὰ Μεγάλα πεδία καλούμενα βαλόμενοι χάρακα συνεστρατοπέδευον ὁμοῦ τοῖς Νομάσι καὶ τοῖς Κελτίβηρσιν, ὄντες οὐκ ἐλάττους οἱ πάντες | |
5 | τρισμυρίων. | |
Hist.14.8.1 | Ὧν διασαφηθέντων εἰς τὸ τῶν Ῥωμαίων στρα‐ τόπεδον εὐθέως ὁ Πόπλιος ἐγίνετο περὶ τὴν ἔξοδον, καὶ συντάξας τοῖς πολιορκοῦσι τὴν Ἰτύκην ἃ δέον ἦν πράττειν καὶ τοῖς κατὰ θάλατταν ἐξώρμησε, τὸ | |
Hist.14.8.2 | στράτευμα πᾶν ἔχων εὔζωνον. ἀφικόμενος δὲ πεμ‐ πταῖος ἐπὶ τὰ Μεγάλα πεδία καὶ συνεγγίσας τοῖς πολεμίοις, τὴν μὲν πρώτην ἡμέραν ἐπί τινος λόφου κατεστρατοπέδευσε, περὶ τριάκοντα σταδίους ἀπο‐ | |
Hist.14.8.3 | σχὼν τῶν πολεμίων, τῇ δ’ ἑξῆς καταβὰς εἰς τὰ πεδία καὶ προθέμενος τοὺς ἱππέας (ἐν) ἑπτὰ στα‐ | |
Hist.14.8.4 | δίοις παρενέβαλε. δύο δὲ τὰς κατὰ πόδας ἡμέρας μείναντες καὶ βραχέα διὰ τῶν ἀκροβολισμῶν κατα‐ πειράσαντες ἀλλήλων, τῇ τετάρτῃ κατὰ πρόθεσιν ἐξῆγον ἀμφότεροι καὶ παρενέβαλλον τὰς δυνάμεις. | |
Hist.14.8.5 | ὁ μὲν οὖν Πόπλιος ἁπλῶς κατὰ τὸ παρ’ αὐτοῖς ἔθος ἔθηκε πρῶτον μὲν τὰς τῶν ἁστάτων σημαίας, ἐπὶ δὲ ταύταις τὰς τῶν πριγκίπων, τελευταίας δ’ ἐπ‐ | |
Hist.14.8.6 | έστησε κατόπιν τὰς τῶν τριαρίων· τῶν δ’ ἱππέων τοὺς μὲν Ἰταλικοὺς ἐπὶ τὸ δεξιὸν ἔθηκε, τοὺς δὲ | |
Hist.14.8.7 | Νομάδας καὶ Μασαννάσαν ἐπὶ τὸ λαιόν. οἱ δὲ περὶ τὸν Σόφακα καὶ τὸν Ἀσδρούβαν τοὺς μὲν Κελτί‐ βηρας μέσους ἔταξαν ἀντίους ταῖς τῶν Ῥωμαίων | |
σπείραις, τοὺς δὲ Νομάδας ἐξ εὐωνύμου, τοὺς δὲ | ||
Hist.14.8.8 | Καρχηδονίους ἐκ τῶν δεξιῶν. ἅμα δὲ τῷ γενέσθαι τὴν πρώτην ἔφοδον εὐθέως οἱ Νομάδες ἐνέκλιναν τοὺς Ἰταλικοὺς ἱππεῖς, οἵ τε Καρχηδόνιοι τοὺς περὶ τὸν Μασαννάσαν, ἅτε πλεονάκις ἤδη προηττημένοι | |
Hist.14.8.9 | ταῖς ψυχαῖς. οἱ δὲ Κελτίβηρες ἐμάχοντο γενναίως, συστάντες τοῖς Ῥωμαίοις. οὔτε γὰρ φεύγοντες ἐλ‐ πίδα σωτηρίας εἶχον διὰ τὴν ἀπειρίαν τῶν τόπων οὔτε ζωγρίᾳ κρατηθέντες διὰ τὴν ἀθεσίαν τὴν εἰς | |
Hist.14.8.10 | τὸν Πόπλιον· οὐδὲν γὰρ πολέμιον πεπονθότες ὑπ’ αὐτοῦ κατὰ τὰς ἐν Ἰβηρίᾳ πράξεις ἀδίκως ἐφαί‐ νοντο καὶ παρασπόνδως ἥκειν κατὰ Ῥωμαίων συμ‐ | |
Hist.14.8.11 | μαχήσοντες τοῖς Καρχηδονίοις. οὐ μὴν ἀλλ’ ἅμα τῷ κλῖναι τοὺς ἀπὸ τῶν κεράτων ταχέως κυκλω‐ θέντες ὑπὸ τῶν πριγκίπων καὶ τριαρίων αὐτοῦ κατ‐ | |
Hist.14.8.12 | εκόπησαν πάντες πλὴν τελέως ὀλίγων. οἱ μὲν οὖν Κελτίβηρες τοῦτον τὸν τρόπον ἀπώλοντο, μεγάλην [παρ’ ὅλην] παρασχόμενοι χρείαν τοῖς Καρχηδονίοις οὐ μόνον κατὰ τὴν μάχην, ἀλλὰ καὶ κατὰ τὴν | |
Hist.14.8.13 | φυγήν. εἰ μὴ γὰρ τοῦτ’ ἐμπόδιον ἐγένετο τοῖς Ῥωμαίοις, ἀλλ’ εὐθέως ἐκ ποδὸς ἠκολούθησαν τοῖς φεύγουσι, παντελῶς ἂν ὀλίγοι (δι)έφυγον τῶν ὑπ‐ | |
Hist.14.8.14 | εναντίων. νῦν δὲ περὶ τούτους γενομένης ἐπιστά‐ σεως οἵ τε περὶ τὸν Σόφακα μετὰ τῶν ἱππέων ἀσφαλῶς ἐποιήσαντο τὴν ἀποχώρησιν εἰς τὴν οἰ‐ κείαν, οἵ τε περὶ τὸν Ἀσδρούβαν μετὰ τῶν δια‐ | |
5 | σῳζομένων εἰς τὴν Καρχηδόνα. | |
Hist.14.9.1 | Ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων, ἐπεὶ τὰ σκῦλα καὶ τοὺς αἰχμαλώτους εὐτρεπεῖς ἔθετο, συγκαλέσας τὸ συνέδριον ἐβουλεύετο περὶ τῶν ἑξῆς, τί δέον ἦν | |
Hist.14.9.2 | ποιεῖν. ἔδοξεν οὖν αὐτοῖς τὸν μὲν στρατηγὸν Πό‐ πλιον καὶ μέρος τι τῆς δυνάμεως μένειν ἐπιπορευό‐ μενον τὰς πόλεις, τὸν δὲ Λαίλιον καὶ τὸν Μασαν‐ νάσαν, λαβόντας τούς τε Νομάδας καὶ μέρος τῶν | |
5 | Ῥωμαϊκῶν στρατοπέδων, ἕπεσθαι τοῖς περὶ τὸν Σό‐ φακα καὶ μὴ δοῦναι χρόνον εἰς ἐπίστασιν καὶ παρα‐ | |
Hist.14.9.3 | σκευήν. οὗτοι μὲν ταῦτα βουλευσάμενοι διεχωρί‐ σθησαν, οἱ μὲν ἐπὶ τὸν Σόφακα μετὰ τῶν προει‐ ρημένων στρατιωτῶν, ὁ δὲ στρατηγὸς ἐπὶ τὰς πόλεις. | |
Hist.14.9.4 | ὧν αἱ μὲν ἐθελοντὴν προσετίθεντο τοῖς Ῥωμαίοις διὰ τὸν φόβον, ἃς δὲ πολιορκῶν ἐξ ἐφόδου κατὰ | |
Hist.14.9.5 | κράτος ᾕρει. πάντα δ’ ἦν οἰκεῖα μεταβολῆς τὰ κατὰ τὴν χώραν, ἅτε συνεχῶς [τε] ἐκκείμενα ταῖς κακο‐ παθείαις καὶ ταῖς εἰσφοραῖς διὰ τὸ πολυχρονίους γεγονέναι τοὺς κατὰ τὴν Ἰβηρίαν πολέμους. | |
Hist.14.9.6 | Ἐν δὲ τῇ Καρχηδόνι μεγάλης καὶ πρότερον ὑπ‐ αρχούσης ἀκαταστασίας, ἔτι μείζω τότε συνέβαινε γίνεσθαι τὴν ταραχήν, ὡς ἂν ἐκ δευτέρου τηλι‐ καύτῃ πληγῇ (περι)πεπτωκότων ἤδη καὶ ἀπειπόντων | |
Hist.14.9.7 | τὰς ἐν αὑτοῖς ἐλπίδας. οὐ μὴν ἀλλ’ οἱ μὲν ἀνδρω‐ δέστατοι δοκοῦντες εἶναι τῶν συμβούλων ταῖς μὲν ναυσὶν ἐκέλευον ἤδη πλεῖν ἐπὶ τοὺς τὴν Ἰτύκην πολιορκοῦντας, καὶ τήν τε πολιορκίαν πειρᾶσθαι | |
5 | λύειν καὶ ναυμαχεῖν τοῖς ὑπεναντίοις, ἀπαρασκεύοις | |
Hist.14.9.8 | οὖσι πρὸς τοῦτο τὸ μέρος· ἐπί τε τὸν Ἀννίβαν πέμπειν ἠξίουν καὶ μηδεμίαν ὑπερβολὴν ποιησαμέ‐ νους ἐξελέγχειν καὶ ταύτην τὴν ἐλπίδα· μεγάλας γὰρ ἀμφοτέραις εἶναι ταῖς ἐπιβολαῖς ἐκ τῶν κατὰ | |
Hist.14.9.9 | λόγον ἀφορμὰς πρὸς σωτηρίαν. τινὲς δὲ ταύτας μὲν ἔφασαν μηκέτι φέρειν τοὺς καιρούς, τὴν δὲ πόλιν ὀχυροῦν καὶ παρασκευάζεσθαι πρὸς πολιορ‐ κίαν· πολλὰς γὰρ δώσειν ἀφορμὰς ταὐτόματον, ἂν | |
Hist.14.9.10 | ὁμονοῶσιν. ἅμα δὲ βουλεύεσθαι περὶ διαλύσεως καὶ συνθηκῶν παρῄνουν, ἐπὶ τίσι καὶ πῶς ἂν λύσιν | |
Hist.14.9.11 | ποιήσαιντο τῶν ἐνεστώτων κακῶν. γενομένων δὲ καὶ πλειόνων λόγων περὶ ταῦτα, πάσας ἐκύρωσαν | |
Hist.14.10.1 | ἅμα τὰς γνώμας. κριθέντων δὲ τούτων οἱ μὲν εἰς τὴν Ἰταλίαν μέλλοντες πλεῖν εὐθέως ἐκ τοῦ βου‐ λευτηρίου προῆγον ἐπὶ θάλατταν, ὁ δὲ ναύαρχος ἐπὶ τὰς ναῦς· οἱ δὲ λοιποὶ περί τε τῆς κατὰ τὴν | |
5 | πόλιν ἀσφαλείας προενοοῦντο καὶ περὶ τῶν κατὰ μέρος ἐβουλεύοντο συνεχῶς. | |
Hist.14.10.2 | Καὶ [ὁ] Πόπλιος, καταγέμοντος ἤδη τοῦ στρατο‐ πέδου τῆς λείας διὰ τὸ μηδέν’ ἀντιπράττειν, ἀλλὰ πάντας εἴκειν ταῖς ἐπιβολαῖς, ἔκρινε τὸ μὲν τῶν λαφύρων πλεῖον εἰς τὴν ἐξ ἀρχῆς παραπέμψαι παρεμ‐ | |
Hist.14.10.3 | βολήν, αὐτὸς δὲ τὴν στρατείαν ἀναλαβὼν εὔζωνον καταλαβέσθαι τὸν ἐπὶ Τύνητι χάρακα καὶ στρατο‐ πεδεῦσαι τοῖς Καρχηδονίοις ἐν συνόψει· μάλιστα γὰρ οὕτως ἐκφοβήσειν ὑπελάμβανε καὶ καταπλήξειν | |
Hist.14.10.4 | αὐτούς. οἱ μὲν οὖν Καρχηδόνιοι μετ’ ὀλίγας ἡμέρας τά τε πληρώματα καὶ τὰς σιταρχίας ἑτοίμας ἔχοντες | |
ἐν ταῖς ναυσὶν ἐγίνοντο πρὸς ἀναγωγῇ καὶ τοῖς προκειμένοις· ὁ δὲ Πόπλιος ἧκε πρὸς τὸν Τύνητα, | ||
5 | καὶ φυγόντων τὴν ἔφοδον αὐτοῦ τῶν παραφυλατ‐ | |
Hist.14.10.5 | τόντων κατέλαβε τὸν τόπον. ὁ δὲ Τύνης ἀπέχει μὲν τῆς Καρχηδόνος ὡς ἑκατὸν εἴκοσι σταδίους, ἔστι δὲ σύνοπτος σχεδὸν ἐξ ὅλης τῆς πόλεως, δια‐ φέρει δ’ ὀχυρότητι καὶ φυσικῇ καὶ χειροποιήτῳ, | |
Hist.14.10.6 | καθάπερ καὶ πρότερον ἡμῖν εἴρηται. τῶν δὲ Ῥω‐ μαίων ἄρτι κατεστρατοπεδευκότων ἀνήγοντο ταῖς ναυσὶν οἱ Καρχηδόνιοι, ποιούμενοι τὸν πλοῦν εἰς | |
Hist.14.10.7 | τὴν Ἰτύκην. ὁ δὲ Πόπλιος ὁρῶν τὸν ἀνάπλουν τῶν ὑπεναντίων, καὶ δεδιὼς μή τι περὶ (τὸ) σφέ‐ τερον αὐτῶν ναυτικὸν συμβῇ, διεταράττετο πάντων ἀνυπονοήτως διακειμένων καὶ ἀπαρασκεύως πρὸς τὸ | |
Hist.14.10.8 | μέλλον. αὖθις δ’ ἐκ μεταβολῆς ἀναστρατοπεδεύσας | |
Hist.14.10.9 | ἠπείγετο βοηθήσων τοῖς ἰδίοις πράγμασι. κατα‐ λαβὼν δὲ τὰς καταφράκτους ναῦς πρὸς μὲν τὰς ἐξαιρέσεις καὶ προσαγωγὰς τῶν ὀργάνων καὶ καθόλου πρὸς πολιορκίαν εὖ καὶ δεόντως ἐξηρτυμένας, πρὸς | |
5 | δὲ ναυμαχίαν ἥκιστα παρεσκευασμένας, τὸν δὲ τῶν ὑπεναντίων στόλον ἐξ ὅλου τοῦ χειμῶνος πρὸς αὐτὸ | |
Hist.14.10.10 | τοῦτο κατηρτισμένον, τὸ μὲν ἀντανάγεσθαι καὶ ναυ‐ μαχεῖν ἀπογνούς, συνορμίσας δὲ τὰς καταφράκτους νῆας περιέστησε ταύταις τὰς φορτηγοὺς ἐπὶ τρεῖς | |
Hist.14.10.11 | καὶ τέτταρας τὸ βάθος, κἄπειτα καθελόμενος τοὺς ἱστοὺς καὶ τὰς κεραίας ἔζευξε τούτοις βιαίως πρὸς | |
Hist.14.10.12 | ἀλλήλας, βραχὺ διάστημα ποιῶν, ὥσθ’ ὑπηρετικοῖς | |
ἐκπλεῖν δύνασθαι καὶ διαπλεῖν. | ||
Hist.14.11t | III. RES AEGYPTI. | |
Hist.14.11.1 | 〈Πολύβιοσ〉 ἐν τῇ τεσσαρεσκαιδεκάτῃ 〈φησὶν〉 Ἀγα‐ θοκλέους τοῦ Οἰνάνθης υἱοῦ, ἑταίρου δὲ τοῦ Φιλο‐ πάτορος βασιλέως, 〈κόλακα γενέσθαι〉 Φίλωνα. — | |
Hist.14.11.2 | Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ἱστο‐ ριῶν Κλεινοῦς φησι τῆς οἰνοχοούσης αὑτῷ 〈Πτο‐ λεμαίῳ τῷ Φιλαδέλφῳ〉 εἰκόνας πολλὰς ἀνακεῖσθαι κατὰ τὴν Ἀλεξάνδρειαν μονοχίτωνας καὶ ῥυτὸν | |
Hist.14.11.3 | ἐχούσας ἐν ταῖς χερσίν. αἱ δὲ κάλλισται τῶν οἰ‐ κιῶν, φησίν, οὐ Μυρτίου καὶ Μνησίδος καὶ Ποθει‐ | |
Hist.14.11.4 | νῆς προσαγορεύονται; καίτοι Μνησὶς μὲν ἦν αὐ‐ λητρὶς καὶ Ποθεινή. Μύρτιον δὲ μία τῶν ἀπο‐ | |
Hist.14.11.5 | δεδειγμένων καὶ κοινῶν δεικτηριάδων. τοῦ δὲ Φιλοπάτορος βασιλέως Πτολεμαίου οὐκ Ἀγαθόκλεια ἡ ἑταίρα ἐκράτει ἡ καὶ πᾶσαν ἀνατρέψασα τὴν βα‐ σιλείαν; — | |
Hist.14.12.1 | Ἴσως δέ τινες ἐπαπορήσουσι πῶς ἡμεῖς τὰς ἄλ‐ λας πράξεις ἁπάσας κατ’ ἐνιαυτὸν γράφοντες τὰς καταλλήλους περὶ μόνων τῶν κατ’ Αἴγυπτον ἐν καιρῷ τῷ νῦν ἐκ πλείονος χρόνου πεποιήμεθα τὴν | |
Hist.14.12.2 | ἐξήγησιν. ἡμεῖς δὲ τοῦτο πεποιήκαμεν διά τινας | |
Hist.14.12.3 | τοιαύτας αἰτίας. Πτολεμαῖος ὁ βασιλεύς, περὶ οὗ νῦν ὁ λόγος, ὁ Φιλοπάτωρ, μετὰ τὸ συντελεσθῆναι τὸν περὶ Κοίλην Συρίαν πόλεμον ἀποστὰς πάντων τῶν καλῶν ἐτράπη πρὸς βίον ἄσωτον καὶ τοιοῦτον | |
Hist.14.12.4 | οἷον ἀρτίως διεληλύθαμεν. ὀψὲ δέ ποτε βιασθεὶς ὑπὸ τῶν πραγμάτων ἐνέπεσεν εἰς τὸν νῦν δεδηλω‐ μένον πόλεμον, ὃς χωρὶς τῆς εἰς ἀλλήλους ὠμότητος καὶ παρανομίας οὔτε παράταξιν οὔτε ναυμαχίαν οὔτε | |
5 | πολιορκίαν οὔθ’ ἕτερον οὐδὲν ἔσχε μνήμης ἄξιον. | |
Hist.14.12.5 | διόπερ ὑπέδραμεν οὕτω κἀμοὶ τῷ γράφοντι ῥᾳδίαν ἔσεσθαι καὶ τοῖς ἀναγινώσκουσιν εὐμαθεστέραν τὴν διήγησιν, εἰ μὴ κατ’ ἐνιαυτὸν ἐπιψαύων μικρῶν [καὶ] οὐκ ἀξίων ἐπιστάσεως πραγμάτων ἀποδιδοίην τὸν | |
5 | λόγον, ἀλλ’ εἰσάπαξ οἷον εἰ σωματοειδῆ ποιήσας τὴν | |
τοῦ βασιλέως προαίρεσιν ἀπαγγείλαιμι περὶ αὐτῆς. | ||
Hist.15t1 | FRAGMENTA LIBRI XV. | |
Hist.15.1t | I. RES ITALIAE ET AFRICAE. | |
Hist.15.1.1 | Ὅτι τῶν Καρχηδονίων λαβόντων αἰχμαλώτους τὰς φορτηγοὺς νῆας τῶν Ῥωμαίων καὶ χορηγίας πλῆ‐ θος ἐξαίσιον ὁ Πόπλιος βαρέως μὲν ἔφερεν ἐπὶ τῷ μὴ μόνον σφίσι παρῃρῆσθαι τὴν χορηγίαν, ἀλλὰ καὶ | |
5 | τοῖς ἐχθροῖς παρεσκευάσθαι δαψίλειαν τῶν ἀναγ‐ | |
Hist.15.1.2 | καίων, ἔτι δὲ βαρύτερον ἐπὶ τῷ παραβεβηκέναι τοὺς ὅρκους καὶ τὰς συνθήκας τοὺς Καρχηδονίους καὶ | |
Hist.15.1.3 | πάλιν ἐξ ἄλλης ἀρχῆς ἐγείρεσθαι τὸν πόλεμον. διὸ καὶ παραυτίκα προχειρισάμενος πρεσβευτὰς Λεύκιον Σέργιον καὶ Λεύκιον Βαίβιον καὶ Λεύκιον Φάβιον ἐξαπέστειλε διαλεξομένους τοῖς Καρχηδονίοις ὑπὲρ | |
5 | τῶν γεγονότων, ἅμα δὲ καὶ δηλώσοντας ὅτι κεκύ‐ | |
Hist.15.1.4 | ρωκε τὰς συνθήκας ὁ δῆμος τῶν Ῥωμαίων· ἄρτι γὰρ ἧκε τῷ Ποπλίῳ γράμματα διασαφοῦντα περὶ | |
Hist.15.1.5 | τῶν προειρημένων. οἱ δὲ παραγενηθέντες εἰς τὴν Καρχηδόνα τὸ μὲν πρῶτον εἰς τὴν σύγκλητον, μετὰ δὲ ταῦτα πάλιν ἐπὶ τοὺς πολλοὺς παραχθέντες, | |
Hist.15.1.6 | ἔλεγον ὑπὲρ τῶν ἐνεστώτων μετὰ παρρησίας, πρῶ‐ τον μὲν ἀναμιμνήσκοντες ὡς οἱ παρ’ ἐκείνων πρε‐ σβευταί, παραγενηθέντες εἰς Τύνητα πρὸς σφᾶς καὶ παρελθόντες εἰς τὸ συνέδριον, οὐ μόνον τοὺς θεοὺς | |
5 | ἀσπάσαιντο καὶ τὴν γῆν προσκυνήσαιεν, καθάπερ | |
Hist.15.1.7 | ἔστιν ἔθος τοῖς ἄλλοις ἀνθρώποις, ἀλλὰ καὶ πεσόν‐ τες ἐπὶ τὴν γῆν ἀγεννῶς τοὺς πόδας καταφιλοῖεν τῶν ἐν τῷ συνεδρίῳ, μετὰ δὲ ταῦτα πάλιν ἀναστάν‐ τες [ὡς] κατηγορήσαιεν σφῶν αὐτῶν, διότι καὶ τὰς | |
5 | ἐξ ἀρχῆς γενομένας συνθήκας Ῥωμαίοις καὶ Καρχη‐ | |
Hist.15.1.8 | δονίοις ἀθετήσαιεν αὐτοί. διόπερ ἔφασαν οὐκ ἀγνοεῖν ὅτι πᾶν εἰκότως ἂν πάθοιεν ὑπὸ Ῥωμαίων, ἀλλὰ τῆς τύχης ἕνεκα τῶν ἀνθρώπων ἐδέοντο μηδὲν παθεῖν ἀνήκεστον· ἔσεσθαι γὰρ τὴν σφετέραν ἀβου‐ | |
Hist.15.1.9 | λίαν ἀπόδειξιν τῆς Ῥωμαίων καλοκἀγαθίας. ὧν μνημονεύοντα τὸν στρατηγὸν ἔφασαν [τὸν] αὐτὸν οἱ πρέσβεις καὶ τοὺς ἐν τῷ συνεδρίῳ τότε γεγο‐ νότας ἐκπλήττεσθαι, τίνι ποτὲ πιστεύοντες ἐπελαν‐ | |
5 | θάνοντο μὲν τῶν τότε ῥηθέντων, ἀθετεῖν δὲ τολ‐ | |
Hist.15.1.10 | μῶσι τοὺς ὅρκους καὶ τὰς συνθήκας. σχεδὸν δὲ τοῦτ’ εἶναι δῆλον ὡς Ἀννίβᾳ πεποιθότες καὶ ταῖς μετὰ τούτου παρούσαις δυνάμεσι ταῦτα τολμῶσι ποιεῖν, | |
Hist.15.1.11 | κακῶς φρονοῦντες· σαφῶς γὰρ εἰδέναι πάντας ὅτι ἐκεῖνοι δεύτερον ἔτος ἤδη φεύγοντες ἐκ πάσης Ἰτα‐ λίας εἰς τοὺς περὶ Λακίνιον τόπους, κἀκεῖ συγκε‐ κλεισμένοι καὶ μόνον οὐ πολιορκούμενοι, μόλις ἑαυ‐ | |
Hist.15.1.12 | τοὺς ἐκσεσωκότες ἥκουσι νῦν. “οὐ μὴν ἀλλ’ εἰ καὶ νενικηκότες τοὺς ἐκεῖ παρῆσαν, καὶ πρὸς ἡμᾶς ἔμελ‐ | |
λον διακινδυνεύειν τοὺς δυσὶ μάχαις ἑξῆς ὑμᾶς ἤδη νενικηκότας, ὅμως ἀμφιδόξους ἔχειν (ἔ)δει τὰς ἐλ‐ | ||
5 | πίδας ὑπὲρ τοῦ μέλλοντος, καὶ μὴ μόνον τοῦ νικᾶν ἔννοιαν λαμβάνειν, ἀλλὰ καὶ τοῦ σφαλῆναι πάλιν. | |
Hist.15.1.13 | οὗ συμβάντος ποίους ἐπικαλέσεσθε” ἔφη “θεούς; ποίοις δὲ χρώμενοι λόγοις τὸν ἐκ τῶν κρατούντων | |
Hist.15.1.14 | ἔλεον ἐπισπάσεσθε πρὸς τὰς ἑαυτῶν συμφοράς; πά‐ σης εἰκὸς ὑμᾶς ἐλπίδος ἀποκλεισθήσεσθαι καὶ παρὰ θεῶν καὶ παρ’ ἀνθρώπων διὰ τὴν ἀθεσίαν καὶ τὴν ἀβουλίαν.” | |
Hist.15.2.1 | Οἱ μὲν οὖν πρέσβεις τοιαῦτα διαλεχθέντες ἀνε‐ | |
Hist.15.2.2 | χώρησαν· τῶν δὲ Καρχηδονίων ὀλίγοι μὲν ἦσαν οἱ συναινοῦντες μὴ παραβαίνειν τὰς ὁμολογίας, οἱ δὲ πλείους καὶ τῶν πολιτευομένων καὶ τῶν βουλευο‐ μένων βαρέως μὲν ἔφερον τὰς ἐν ταῖς συνθήκαις | |
5 | ἐπιταγάς, δυσχερῶς δ’ ἀνείχοντο τὴν τῶν πρεσβευ‐ τῶν παρρησίαν, πρὸς δὲ τούτοις οὐχ οἷοί τ’ ἦσαν προέσθαι τὰ κατηγμένα πλοῖα καὶ τὰς ἐκ τούτων | |
Hist.15.2.3 | χορηγίας. τὸ δὲ συνέχον, οὐ μικρὰς ἀλλὰ μεγάλας εἶχον ἐλπίδας νικήσειν διὰ τῶν περὶ τὸν Ἀννίβαν. | |
Hist.15.2.4 | τοῖς μὲν οὖν πολλοῖς ἔδοξε τοὺς πρέσβεις ἀναπο‐ κρίτους ἐξαποστέλλειν· τῶν δὲ πολιτευομένων οἷς ἦν προκείμενον ἐκ παντὸς τρόπου συγχέαι πάλιν τὸν πόλεμον, οὗτοι συνεδρεύσαντες μηχανῶνταί τι τοι‐ | |
Hist.15.2.5 | οῦτον. ἔφασαν δεῖν πρόνοιαν ποιήσασθαι τῶν πρεσβευτῶν, ἵνα μετ’ ἀσφαλείας ἀνακομισθῶσιν εἰς | |
Hist.15.2.6 | τὴν ἰδίαν παρεμβολήν. καὶ παραυτίκα τούτοις μὲν ἡτοίμαζον δύο τριήρεις παραπόμπους, πρὸς δὲ τὸν ναύαρχον Ἀσδρούβαν διεπέμψαντο παρακαλοῦντες | |
ἑτοιμάσαι πλοῖα μὴ μακρὰν τῆς τῶν Ῥωμαίων παρ‐ | ||
5 | εμβολῆς, ἵν’ ἐπειδὰν αἱ παραπέμπουσαι νῆες ἀπο‐ λίπωσι τοὺς Ῥωμαίους, ἐπαναχθέντα ταῦτα κατα‐ | |
Hist.15.2.7 | ποντίσῃ τοὺς πρεσβευτάς. ἐφώρμει γὰρ αὐτοῖς τὸ ναυτικὸν κατὰ τοὺς πρὸ τῆς Ἰτύκης ἐγκειμένους | |
Hist.15.2.8 | τόπους. οὗτοι μὲν οὖν ταῦτα διαταξάμενοι πρὸς τὸν Ἀσδρούβαν ἐξέπεμπον τοὺς Ῥωμαίους, ἐντειλά‐ μενοι τοῖς ἐπὶ τῶν τριήρων, [ὡς] ἐὰν παραλλάξωσι τὸν Μακάραν ποταμόν, αὖθις ἀπολιπόντας ἀποπλεῖν | |
Hist.15.2.9 | ἐν τῷ πόρῳ τοὺς πρεσβευτάς· καὶ γὰρ ἦν ἐκ τούτων τῶν τόπων συνορᾶν ἤδη τὴν τῶν ὑπεναντίων παρ‐ | |
Hist.15.2.10 | εμβολήν· οἱ δὲ παραπέμποντες, ἐπεὶ κατὰ τὸ συν‐ ταχθὲν παρήλλαξαν τὸν ποταμόν, ἀσπασάμενοι τοὺς | |
Hist.15.2.11 | Ῥωμαίους αὖθις ἐπανέπλεον. οἱ δὲ περὶ τὸν Λεύ‐ κιον ἄλλο μὲν οὐδὲν ὑφεωρῶντο δεινόν, νομίσαντες δὲ τοὺς παραπέμποντας δι’ ὀλιγωρίαν αὐτοὺς προ‐ | |
Hist.15.2.12 | απολιπεῖν ἐπὶ ποσὸν ἐδυσχέραινον. ἅμα δὲ τῷ μονωθέντας αὐτοὺς πλεῖν ἐπανάγονται τρισὶ τριή‐ ρεσιν ἐξ ὑποβολῆς οἱ Καρχηδόνιοι, καὶ παραβαλόν‐ τες τῇ Ῥωμαϊκῇ πεντήρει τρῶσαι μὲν οὐχ οἷοί τ’ | |
5 | ἦσαν, ὑποχωρούσης τῆς νεώς, οὐδὲ τοῦ καταστρώ‐ ματος ἐπιβῆναι διὰ τὸ γενναίως ἀμύνεσθαι τοὺς | |
Hist.15.2.13 | ἄνδρας· ἐκ παραβολῆς δὲ καὶ πέριξ προσμαχόμενοι κατετίτρωσκον τοὺς ἐπιβάτας καὶ διέφθειρον πολ‐ | |
Hist.15.2.14 | λοὺς αὐτῶν, ἕως οὗ κατιδόντες οἱ Ῥωμαῖοι τοὺς προνομεύοντας τὴν παραλίαν ἀπὸ τῆς ἰδίας στρατο‐ πεδείας παραβοηθοῦντας ἐπὶ τὸν αἰγιαλὸν ἐξέβαλον | |
Hist.15.2.15 | τὴν ναῦν εἰς τὴν γῆν. τῶν μὲν οὖν ἐπιβατῶν οἱ πλεῖστοι διεφθάρησαν, οἱ δὲ πρεσβευταὶ παραδόξως ἐξεσώθησαν. | |
Hist.15.3.1 | Γενομένων δὲ τούτων αὖθις ὁ πόλεμος ἄλλην | |
ἀρχὴν εἰλήφει βαρυτέραν τῆς πρόσθεν καὶ δυσμενι‐ | ||
Hist.15.3.2 | κωτέραν. οἵ τε γὰρ Ῥωμαῖοι δοκοῦντες παρεσπον‐ δῆσθαι φιλοτίμως διέκειντο πρὸς τὸ περιγενέσθαι τῶν Καρχηδονίων, οἵ τε Καρχηδόνιοι συνειδότες σφίσι τὰ πεπραγμένα πρὸς πᾶν ἑτοίμως εἶχον πρὸς | |
Hist.15.3.3 | τὸ μὴ τοῖς ἐχθροῖς ὑποχείριοι γενηθῆναι. τοιαύτης δὲ τῆς ἐξ ἀμφοῖν παραστάσεως ὑπαρχούσης προφα‐ νὲς ἦν ὅτι δεήσει μάχῃ κρίνεσθαι περὶ τῶν ἐνεστώ‐ | |
Hist.15.3.4 | των. ἐξ οὗ συνέβαινε μὴ μόνον τοὺς κατὰ τὴν Ἰτα‐ λίαν καὶ Λιβύην πάντας, ἀλλὰ καὶ τοὺς κατὰ τὴν Ἰβηρίαν καὶ Σικελίαν καὶ Σαρδόνα μετεώρους εἶναι καὶ περισπᾶσθαι ταῖς διανοίαις, καραδοκοῦντας τὸ | |
Hist.15.3.5 | συμβησόμενον. κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀννίβας, ἐλλείπων τοῖς ἱππικοῖς, διέπεμπε πρός τινα Νομάδα Τυχαῖον, ὃς ἦν μὲν οἰκεῖος Σόφακος, ἱππεῖς δὲ μαχιμωτάτους ἔχειν ἐδόκει τῶν κατὰ τὴν Λιβύην, | |
Hist.15.3.6 | παρακαλῶν αὐτὸν βοηθεῖν καὶ συνεπιλαμβάνεσθαι τοῦ καιροῦ, σαφῶς γινώσκοντα διότι Καρχηδονίων κρατησάντων δύναται διαφυλάττειν τὴν ἀρχήν, Ῥω‐ μαίων δ’ ἐκνικησάντων καὶ τῷ βίῳ κινδυνεύσει διὰ | |
Hist.15.3.7 | τὴν Μασαννάσου φιλαρχίαν. οὗτος οὖν πεισθεὶς τοῖς παρακαλουμένοις ἧκε μετὰ δισχιλίων ἱππέων πρὸς τὸν Ἀννίβαν. | |
Hist.15.4.1 | Πόπλιος δὲ τὰ περὶ τὴν ναυτικὴν δύναμιν ἀσφα‐ λισάμενος καὶ καταλιπὼν Βαίβιον ἀντιστράτηγον, | |
Hist.15.4.2 | αὐτὸς μὲν ἐπεπορεύετο τὰς πόλεις, οὐκέτι παραλαμ‐ βάνων εἰς τὴν πίστιν τοὺς ἐθελοντὴν σφᾶς αὐτοὺς ἐγχειρίζοντας, ἀλλὰ μετὰ βίας ἀνδραποδιζόμενος καὶ | |
φανερὰν ποιῶν τὴν ὀργήν, ἣν εἶχε πρὸς τοὺς πολε‐ | ||
Hist.15.4.3 | μίους διὰ τὴν Καρχηδονίων παρασπόνδησιν· πρὸς δὲ Μασαννάσαν διεπέμπετο συνεχῶς, ἀποδηλῶν αὐτῷ τίνα τρόπον παραβεβηκότες εἶεν οἱ Φοίνικες τὰς σπονδάς, καὶ παρακαλῶν ἁθροίζειν δύναμιν ὡς | |
Hist.15.4.4 | πλείστην καὶ συνάπτειν αὐτῷ κατὰ σπουδήν. ὁ γὰρ Μασαννάσας ἅμα τῷ γενέσθαι τὰς συνθήκας, καθά‐ περ εἴρηται πρότερον, εὐθέως ἀφώρμησε μετὰ τῆς ἰδίας δυνάμεως, προσλαβὼν δέκα σημαίας Ῥωμαϊκὰς | |
5 | ἱππέων καὶ πεζῶν καὶ πρεσβευτὰς παρὰ τοῦ στρα‐ τηγοῦ, χάριν τοῦ μὴ μόνον τὴν πατρῴαν ἀρχὴν ἀπολαβεῖν, ἀλλὰ καὶ τὴν τοῦ Σόφακος προσκατα‐ κτήσασθαι διὰ τῆς Ῥωμαίων ἐπικουρίας· ὃ καὶ συν‐ έβη γενέσθαι. | |
Hist.15.4.5 | Συνέτυχε δὲ καὶ τοὺς ἐκ Ῥώμης πρεσβευτὰς περὶ τοὺς αὐτοὺς καιροὺς εἰς τὸν ναυτικὸν χάρακα τὸν | |
Hist.15.4.6 | τῶν Ῥωμαίων καταπλεῦσαι. τοὺς μὲν οὖν παρ’ αὑτῶν ὁ Βαίβιος παραχρῆμα πρὸς τὸν Πόπλιον ἐξέπεμψε, τοὺς δὲ τῶν Καρχηδονίων παρακατεῖχε, τά τε λοιπὰ δυσθύμως διακειμένους καὶ νομίζοντας | |
Hist.15.4.7 | ἐν τοῖς μεγίστοις εἶναι κινδύνοις· πυθόμενοι γὰρ τὴν γεγενημένην ἐκ τῶν Καρχηδονίων ἀσέβειαν πρὸς τοὺς τῶν Ῥωμαίων πρέσβεις, πρόδηλον ἐδόκουν | |
Hist.15.4.8 | εἶναι σφίσι τὴν ἐκ τούτων τιμωρίαν. ὁ δὲ Πόπλιος, διακούσας τῶν παραγεγονότων ὅτι προθύμως ἥ τε σύγκλητος ὅ τε δῆμος ἀποδέξαιντο τὰς γενομένας δι’ αὑτοῦ συνθήκας πρὸς τοὺς Καρχηδονίους καὶ διότι | |
5 | πρὸς πᾶν τὸ παρακαλούμενον ἑτοίμως ἔχοιεν, ἐπὶ | |
Hist.15.4.9 | μὲν τούτοις ἔχαιρε μεγάλως, τοὺς δὲ τῶν Καρχη‐ δονίων προσέταξε τῷ Βαιβίῳ μετὰ πάσης φιλαν‐ θρωπίας ἀποπέμπειν εἰς τὴν οἰκείαν, πάνυ καλῶς βουλευσάμενος, ὥς γ’ ἐμοὶ δοκεῖ, καὶ φρονίμως. | |
Hist.15.4.10 | θεωρῶν (γὰρ) τὴν σφετέραν πατρίδα περὶ πλείστου ποιουμένην τὴν περὶ τοὺς πρεσβευτὰς πίστιν, ἐσκο‐ πεῖτο παρ’ αὑτῷ συλλογιζόμενος οὐχ οὕτως τί δέον παθεῖν Καρχηδονίους, ὡς τί δέον ἦν πρᾶξαι Ῥω‐ | |
Hist.15.4.11 | μαίους. διὸ παρακατασχὼν τὸν ἴδιον θυμὸν καὶ τὴν ἐπὶ τοῖς γεγονόσι πικρίαν, ἐπειράθη διαφυλάξαι, κατὰ τὴν παροιμίαν “πατέρων εὖ κείμενα ἔργα.” | |
Hist.15.4.12 | τοιγαροῦν καὶ τοὺς ἐν τῇ Καρχηδόνι πάντας ἥττησε ταῖς ψυχαῖς καὶ τὸν Ἀννίβαν αὐτόν, ὑπερθέμενος τῇ καλοκἀγαθίᾳ τὴν ἐκείνων ἄνοιαν. | |
Hist.15.5.1 | Οἱ δὲ Καρχηδόνιοι θεωροῦντες τὰς πόλεις ἐκ‐ πορθουμένας, ἔπεμπον πρὸς τὸν Ἀννίβαν, δεόμενοι μὴ μέλλειν, ἀλλὰ προσπελάζειν τοῖς πολεμίοις καὶ | |
Hist.15.5.2 | κρίνειν τὰ πράγματα διὰ μάχης. ὁ δὲ διακούσας τοῖς μὲν παροῦσιν ἀπεκρίθη τἄλλα σκοπεῖν, περὶ δὲ τούτου ῥᾳθυμεῖν· διαλήψεσθαι (γὰρ) τὸν καιρὸν | |
Hist.15.5.3 | αὐτός. μετὰ δέ τινας ἡμέρας ἀναζεύξας ἐκ τῶν παρὰ τὸν Ἀδρύμητα τόπων προῆλθε καὶ κατεστρατο‐ πέδευσε περὶ Ζάμαν· αὕτη δ’ ἐστὶ πόλις ἀπέχουσα Καρχηδόνος ὡς πρὸς τὰς δύσεις ὁδὸν ἡμερῶν πέντε. | |
Hist.15.5.4 | κἀκεῖθεν ἐξέπεμψε τρεῖς κατασκόπους, βουλόμενος ἐπιγνῶναι ποῦ στρατοπεδεύουσι καὶ πῶς χειρίζει τὰ κατὰ τὰς παρεμβολὰς ὁ τῶν Ῥωμαίων στρατηγός. | |
Hist.15.5.5 | Πόπλιος δ’, ἐπαναχθέντων ὡς αὐτὸν τῶν κατα‐ σκόπων, τοσοῦτον ἀπέσχε τοῦ κολάζειν τοὺς ἑαλω‐ | |
κότας, καθάπερ ἔθος ἐστὶ τοῖς ἄλλοις, ὡς τοὐναν‐ τίον συστήσας αὐτοῖς χιλίαρχον ἐπέταξε πάντα | ||
Hist.15.5.6 | καθαρίως ὑποδεῖξαι τὰ κατὰ τὴν παρεμβολήν. γενο‐ μένου δὲ τούτου προσεπύθετο τῶν ἀνθρώπων εἰ πάντα φιλοτίμως αὐτοῖς ὑποδέδειχεν ὁ συσταθείς· | |
Hist.15.5.7 | τῶν δὲ φησάντων, δοὺς ἐφόδια καὶ παραπομπὴν ἐξαπέστειλε προστάξας ἐπιμελῶς Ἀννίβᾳ διασαφεῖν | |
Hist.15.5.8 | περὶ τῶν ἀπηντημένων αὐτοῖς. ὧν παραγενηθέν‐ των θαυμάσας ὁ Ἀννίβας τὴν μεγαλοψυχίαν καὶ τόλμαν τἀνδρὸς οὐκ οἶδ’ ὅπως εἰς ὁρμὴν ἔπεσε τοῦ | |
Hist.15.5.9 | βούλεσθαι συνελθεῖν εἰς λόγους τῷ Ποπλίῳ. κρί‐ νας δὲ τοῦτο διεπέμψατο κήρυκα, φάσκων βούλεσθαι | |
Hist.15.5.10 | κοινολογηθῆναι πρὸς αὐτὸν ὑπὲρ τῶν ὅλων. ὁ δὲ Πόπλιος ἀκούσας ταῦτα τοῦ κήρυκος συγκατετίθετο τοῖς παρακαλουμένοις, ἔφη δὲ πέμψειν πρὸς αὐτὸν διασαφῶν, ἐπειδὰν μέλλῃ συμπορεύεσθαι, τὸν τόπον | |
Hist.15.5.11 | καὶ τὸν καιρόν. ταῦτα μὲν οὖν ἀκούσας ὁ κῆρυξ | |
Hist.15.5.12 | ἐπανῆλθε πάλιν εἰς τὴν ἰδίαν παρεμβολήν· τῇ δ’ ἐπαύριον ἧκε Μασαννάσας, ἔχων πεζοὺς μὲν εἰς | |
Hist.15.5.13 | ἑξακισχιλίους, ἱππεῖς δὲ περὶ τετρακισχιλίους. ὃν ἀποδεξάμενος ὁ Πόπλιος φιλανθρώπως καὶ συγχα‐ ρεὶς ἐπὶ τῷ πάντας ὑπηκόους πεποιῆσθαι τοὺς πρό‐ | |
Hist.15.5.14 | τερον Σόφακι πειθομένους, ἀνέζευξε, καὶ παραγε‐ νηθεὶς πρὸς πόλιν Ναράγαρα κατεστρατοπέδευσε, πρός τε τἄλλα τόπον εὐφυῆ καταλαβόμενος καὶ τὴν | |
Hist.15.6.1 | ὑδρείαν ἐντὸς βέλους ποιησάμενος. κἀντεῦθεν ἐξέ‐ πεμψε πρὸς τὸν τῶν Καρχηδονίων στρατηγόν, φά‐ σκων ἕτοιμος εἶναι συμπορεύεσθαι πρὸς αὐτὸν εἰς | |
Hist.15.6.2 | λόγους. ὧν ἀκούσας Ἀννίβας ἀνέζευξε, καὶ συνεγ‐ | |
γίσας, ὥστε μὴ πλεῖον ἀπέχειν τριάκοντα σταδίων, κατεστρατοπέδευσε πρός τινα λόφον, ὃς τὰ μὲν λοιπὰ πρὸς τὸν παρόντα καιρὸν ὀρθῶς ἔχειν ἐδόκει, τὴν δ’ | ||
5 | ὑδρείαν ἀπωτέρω μικρὸν εἶχε· καὶ πολλὴν ταλαιπω‐ ρίαν ὑπέμενον οἱ στρατιῶται περὶ τοῦτο τὸ μέρος, | |
Hist.15.6.3 | κατὰ δὲ τὴν ἑξῆς ἡμέραν προῆλθον ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἀμφότεροι μετ’ ὀλίγων ἱππέων, κἄπειτα χωρισθέντες ἀπὸ τούτων αὐτοὶ συνῆλθον εἰς τὸ | |
Hist.15.6.4 | μέσον ἔχοντες ἑρμηνέα μεθ’ αὑτῶν. δεξιωσάμενος δὲ πρῶτος Ἀννίβας ἤρξατο λέγειν ὡς ἐβούλετο μὲν ἂν μήτε Ῥωμαίους ἐπιθυμῆσαι μηδέποτε μηδενὸς τῶν ἐκτὸς Ἰταλίας μήτε Καρχηδονίους τῶν ἐκτὸς | |
Hist.15.6.5 | Λιβύης· ἀμφοτέροις γὰρ εἶναι ταύτας καὶ καλλίστας δυναστείας καὶ συλλήβδην ὡς ἂν εἰ περιωρισμένας | |
Hist.15.6.6 | ὑπὸ τῆς φύσεως. “ἐπεὶ δὲ πρῶτον μὲν ὑπὲρ τῶν κατὰ Σικελίαν ἀμφισβητήσαντες ἐξεπολεμώσαμεν ἀλλήλους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν κατ’ Ἰβη‐ ρίαν, τὸ δὲ τέλος ὑπὸ τῆς τύχης οὔπω νουθετού‐ | |
5 | μενοι μέχρι τούτου προβεβήκαμεν ὥστε καὶ περὶ τοῦ τῆς πατρίδος ἐδάφους οὓς μὲν κεκινδυνευκέναι, τοὺς | |
Hist.15.6.7 | δ’ ἀκμὴν ἔτι καὶ νῦν κινδυνεύειν, λοιπόν ἐστιν, εἴ πως δυνάμεθα δι’ αὑτῶν παραιτησάμενοι τοὺς θεοὺς | |
Hist.15.6.8 | διαλύσασθαι τὴν ἐνεστῶσαν φιλοτιμίαν. ἐγὼ μὲν οὖν ἕτοιμός εἰμι τῷ πεῖραν εἰληφέναι δι’ αὐτῶν τῶν πραγμάτων ὡς (εὐ)μετάθετός ἐστιν ἡ τύχη καὶ | |
παρὰ μικρὸν εἰς ἑκάτερα ποιεῖ μεγάλας ῥοπάς, καθά‐ | ||
Hist.15.7.1 | περ εἰ νηπίοις παισὶ χρωμένη· σὲ δ’ ἀγωνιῶ, Πόπλιε, λίαν” ἔφη “καὶ διὰ τὸ νέον εἶναι κομιδῇ καὶ διὰ τὸ πάντα σοι κατὰ λόγον κεχωρηκέναι καὶ τὰ κατὰ τὴν Ἰβηρίαν καὶ τὰ κατὰ τὴν Λιβύην καὶ | |
5 | μηδέπω μέχρι γε τοῦ νῦν εἰς τὴν τῆς τύχης ἐμπε‐ πτωκέναι παλιρρύμην, μήποτ’ οὐ πεισθῇς διὰ ταῦτα | |
Hist.15.7.2 | τοῖς ἐμοῖς λόγοις, καίπερ οὖσι πιστοῖς. σκόπει δ’ ἀφ’ ἑνὸς τῶν λόγων τὰ πράγματα, μὴ τὰ τῶν προ‐ | |
Hist.15.7.3 | γεγονότων, ἀλλὰ τὰ καθ’ ἡμᾶς αὐτούς. εἰμὶ τοιγαρ‐ οῦν Ἀννίβας ἐκεῖνος, ὃς μετὰ τὴν ἐν Κάνναις μάχην σχεδὸν ἁπάσης Ἰταλίας ἐγκρατὴς γενόμενος μετά τινα χρόνον ἧκον πρὸς αὐτὴν τὴν Ῥώμην, καὶ | |
5 | στρατοπεδεύσας ἐν τετταράκοντα σταδίοις ἐβουλευ‐ όμην ὑπὲρ ὑμῶν καὶ τοῦ τῆς ὑμετέρας πατρίδος | |
Hist.15.7.4 | ἐδάφους πῶς ἐστί μοι χρηστέον, ὃς νῦν ἐν Λιβύῃ πάρειμι πρὸς σὲ Ῥωμαῖον ὄντα περὶ τῆς ἐμαυτοῦ καὶ τῶν Καρχηδονίων σωτηρίας κοινολογησόμενος. | |
Hist.15.7.5 | εἰς ἃ βλέποντα παρακαλῶ σε μὴ μέγα φρονεῖν, ἀλλ’ ἀνθρωπίνως βουλεύεσθαι περὶ τῶν ἐνεστώτων· τοῦτο δ’ ἐστὶ τῶν μὲν ἀγαθῶν ἀεὶ τὸ μέγιστον, τῶν κακῶν | |
Hist.15.7.6 | δὲ τοὐλάχιστον αἱρεῖσθαι. τίς οὖν ἂν ἕλοιτο νοῦν ἔχων πρὸς τοιοῦτον ὁρμᾶν κίνδυνον οἷος σοὶ νῦν ἐνέστηκεν; ἐν ᾧ νικήσας μὲν οὔτε τῇ σαυτοῦ δόξῃ μέγα τι προσθήσεις οὔτε τῇ τῆς πατρίδος, ἡττηθεὶς | |
5 | δὲ πάντα τὰ πρὸ τούτου σεμνὰ καὶ καλὰ δι’ αὑτὸν | |
Hist.15.7.7 | ἄρδην ἀναιρήσεις. τί οὖν ἐστιν ὃ προτίθεμαι τέλος | |
Hist.15.7.8 | τῶν νυνὶ λόγων; πάντα περὶ ὧν πρότερον ἠμφισβη‐ | |
τήσαμεν, Ῥωμαίων ὑπάρχειν—ταῦτα δ’ ἦν Σικε‐ λία, Σαδρώ, τὰ κατὰ τὴν Ἰβηρίαν—καὶ μηδέποτε Καρχηδονίους Ῥωμαίοις ὑπὲρ τούτων ἀντᾶραι πόλε‐ | ||
5 | μον· ὁμοίως δὲ καὶ τὰς ἄλλας νήσους, ὅσαι μεταξὺ κεῖνται τῆς Ἰταλίας καὶ Λιβύης, Ῥωμαίων ὑπάρχειν. | |
Hist.15.7.9 | ταύτας γὰρ πέπεισμαι τὰς συνθήκας καὶ πρὸς τὸ μέλλον ἀσφαλεστάτας μὲν εἶναι Καρχηδονίοις, ἐνδο‐ ξοτάτας δὲ σοὶ καὶ πᾶσι Ῥωμαίοις.” | |
Hist.15.8.1 | Ἀννίβας μὲν οὖν ταῦτ’ εἶπεν. ὁ δὲ Πόπλιος ὑπολαβὼν οὔτε τοῦ περὶ Σικελίας ἔφη πολέμου Ῥω‐ μαίους οὔτε τοῦ περὶ τῆς Ἰβηρίας αἰτίους γεγονέ‐ | |
Hist.15.8.2 | ναι, Καρχηδονίους δὲ προφανῶς· ὑπὲρ ὧν κάλλιστα γινώσκειν αὐτὸν τὸν Ἀννίβαν. μάρτυρας δὲ καὶ τοὺς θεοὺς γεγονέναι τούτων, περιθέντας τὸ κράτος οὐ τοῖς ἄρχουσι χειρῶν ἀδίκων, ἀλλὰ τοῖς ἀμυνο‐ | |
Hist.15.8.3 | μένοις. βλέπειν δὲ καὶ τὰ τῆς τύχης οὐδενὸς ἧττον καὶ τῶν ἀνθρωπίνων στοχάζεσθαι κατὰ δύναμιν. | |
Hist.15.8.4 | “ἀλλ’ εἰ μὲν πρὸ τοῦ τοὺς Ῥωμαίους διαβαίνειν εἰς Λιβύην αὐτὸς ἐξ Ἰταλίας ἐκχωρήσας προύτεινας τὰς διαλύσεις ταύτας, οὐκ ἂν οἴομαί σε διαψευσθῆ‐ | |
Hist.15.8.5 | ναι τῆς ἐλπίδος. ἐπεὶ δὲ σὺ μὲν ἄκων ἐκ τῆς Ἰτα‐ λίας ἀπηλλάγης, ἡμεῖς δὲ διαβάντες εἰς τὴν Λιβύην τῶν ὑπαίθρων ἐκρατήσαμεν, δῆλον ὡς μεγάλην εἴ‐ | |
Hist.15.8.6 | ληφε τὰ πράγματα παραλλαγήν. τὸ δὲ δὴ μέγιστον | |
Hist.15.8.7 | ἤλθομεν ἐπὶ τί πέρας; ἡττηθέντων καὶ δεηθέντων τῶν παρὰ σοῦ πολιτῶν ἐθέμεθα συνθήκας ἐγγρά‐ πτους, ἐν αἷς ἦν πρὸς τοῖς ὑπὸ σοῦ νῦν προτεινο‐ μένοις τοὺς αἰχμαλώτους ἀποδοῦναι χωρὶς λύτρων | |
5 | Καρχηδονίους, τῶν πλοίων παραχωρῆσαι τῶν κατα‐ φράκτων, πεντακισχίλια τάλαντα προσενεγκεῖν, ὅμηρα | |
Hist.15.8.8 | δοῦναι περὶ τούτων. ταῦτ’ ἦν ἃ συνεθέμεθα πρὸς | |
ἀλλήλους· ὑπὲρ τούτων ἐπρεσβεύσαμεν ἀμφότεροι πρός τε τὴν σύγκλητον τὴν ἡμετέραν καὶ πρὸς τὸν δῆμον, ἡμεῖς μὲν ὁμολογοῦντες εὐδοκεῖν τοῖς γε‐ | ||
5 | γραμμένοις, Καρχηδόνιοι δὲ δεόμενοι τούτων τυχεῖν. | |
Hist.15.8.9 | ἐπείσθη τὸ συνέδριον τούτοις, ὁ δὲ δῆμος συγκατ‐ ῄνεσε. τυχόντες ὧν ἠξίουν ἠθέτησαν ταῦτα Καρ‐ | |
Hist.15.8.10 | χηδόνιοι, παρασπονδήσαντες ἡμᾶς. τί λείπεται ποι‐ | |
Hist.15.8.11 | εῖν; σὺ τὴν ἐμὴν χώραν μεταλαβὼν εἶπον. ἀφελεῖν τὰ βαρύτατα τῶν ὑποκειμένων ἐπιταγμάτων; ἵνα δὴ λαβόντες ἆθλα τῆς παρανομίας διδαχθῶσι τοὺς εὖ ποιοῦντας εἰς τὸ λοιπὸν παρασπονδεῖν· ἀλλ’ ἵνα | |
Hist.15.8.12 | τυχόντες ὧν ἀξιοῦσι χάριν ὀφείλωσιν ἡμῖν; ἀλλὰ νυνὶ μεθ’ ἱκετηρίας τυχόντες ὧν παρεκάλουν, ὅτι βραχείας ἐλπίδος ἐπελάβοντο τῆς κατὰ σέ, παρὰ πόδας ὡς ἐχθροῖς ἡμῖν κέχρηνται καὶ πολεμίοις. | |
Hist.15.8.13 | ἐν οἷς βαρυτέρου μέν τινος προσεπιταχθέντος δυνα‐ τὸν ἀνενεγκεῖν τῷ δήμῳ περὶ διαλύσεως, ὑφαίρεσιν δὲ ποιουμένοις τῶν ὑποκειμένων οὐδ’ ἀναφορὰν ἔχει | |
Hist.15.8.14 | τὸ διαβούλιον. τί πέρας οὖν πάλιν τῶν ἡμετέρων λόγων; ἢ τὴν ἐπιτροπὴν ὑμᾶς διδόναι περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ἢ μαχομένους νικᾶν”. | |
Hist.15.9.1 | Ταῦτα μὲν οὖν διαλεχθέντες αὑτοῖς Ἀννίβας καὶ Πόπλιος ἐχωρίσθησαν, ἀσύμβατον ποιησάμενοι | |
Hist.15.9.2 | τὴν κοινολογίαν. εἰς δὲ τὴν ἐπαύριον ἅμα τῷ φωτὶ τὰς δυνάμεις ἐξῆγον ἀμφότεροι καὶ συνίσταντο τὸν ἀγῶνα, Καρχηδόνιοι μὲν ὑπὲρ τῆς σφετέρας σωτη‐ ρίας καὶ τῶν κατὰ τὴν Λιβύην πραγμάτων, Ῥωμαῖοι | |
Hist.15.9.3 | δὲ περὶ τῆς τῶν ὅλων ἀρχῆς καὶ δυναστείας. ἐφ’ | |
ἃ τίς οὐκ ἂν ἐπιστήσας συμπαθὴς γένοιτο κατὰ τὴν | ||
Hist.15.9.4 | ἐξήγησιν; οὔτε γὰρ δυνάμεις πολεμικωτέρας οὔθ’ ἡγεμόνας ἐπιτυχεστέρους τούτων καὶ μᾶλλον ἀθλη‐ τὰς γεγονότας τῶν κατὰ πόλεμον ἔργων εὕροι τις ἂν ἑτέρους, οὐδὲ μὴν ἆθλα μείζω τὴν τύχην ἐκτε‐ | |
5 | θεικυῖαν τοῖς ἀγωνιζομένοις τῶν τότε προκειμένων· | |
Hist.15.9.5 | οὐ γὰρ τῆς Λιβύης αὐτῆς οὐδὲ τῆς Εὐρώπης ἔμελ‐ λον κυριεύειν οἱ τῇ μάχῃ κρατήσαντες, ἀλλὰ καὶ τῶν ἄλλων μερῶν τῆς οἰκουμένης, ὅσα νῦν πέπτω‐ κεν ὑπὸ τὴν ἱστορίαν. ὃ καὶ συνέβη γενέσθαι μετ’ | |
Hist.15.9.6 | ὀλίγον. πλὴν ὁ μὲν Πόπλιος ἔθηκε τὰς τάξεις τῶν | |
Hist.15.9.7 | ἰδίων δυνάμεων τὸν τρόπον τοῦτον. πρῶτον μὲν τοὺς ἁστάτους καὶ τὰς τούτων σημαίας ἐν διαστή‐ μασιν, ἐπὶ δὲ τούτοις τοὺς πρίγκιπας, τιθεὶς τὰς σπείρας οὐ κατὰ τὸ τῶν πρώτων σημαιῶν διάστημα, | |
5 | καθάπερ ἔθος ἐστὶ τοῖς Ῥωμαίοις, ἀλλὰ καταλλήλους ἐν ἀποστάσει διὰ τὸ πλῆθος τῶν παρὰ τοῖς ἐναν‐ τίοις ἐλεφάντων· τελευταίους δ’ ἐπέστησε τοὺς τρια‐ | |
Hist.15.9.8 | ρίους. ἐπὶ δὲ τῶν κεράτων ἔταξε κατὰ μὲν τὸ λαιὸν Γάιον Λαίλιον, ἔχοντα τοὺς Ἰταλικοὺς ἱππέας, κατὰ δὲ τὸ δεξιὸν μέρος Μασαννάσαν μετὰ πάντων τῶν | |
Hist.15.9.9 | ὑφ’ ἑαυτὸν ταττομένων Νομάδων. τὰ δὲ διαστή‐ ματα τῶν πρώτων σημαιῶν ἀνεπλήρωσε ταῖς τῶν γροσφομάχων σπείραις, παραγγείλας τούτοις προ‐ | |
Hist.15.9.10 | κινδυνεύειν, ἐὰν δ’ ἐκβιάζωνται κατὰ τὴν τῶν θη‐ ρίων ἔφοδον, ἀποχωρεῖν, τοὺς μὲν καταταχοῦντας διὰ τῶν ἐπ’ εὐθείας διαστημάτων εἰς τοὐπίσω τῆς ὅλης δυνάμεως, τοὺς δὲ περικαταλαμβανομένους | |
5 | εἰς τὰ πλάγια παρίστασθαι διαστήματα κατὰ τὰς | |
σημαίας. | ||
Hist.15.10.1 | Ταῦτα δ’ ἑτοιμασάμενος (ἐπ)επορεύετο παρακα‐ λῶν τὰς δυνάμεις βραχέως μέν, οἰκείως δὲ τῆς ὑπο‐ | |
Hist.15.10.2 | κειμένης περιστάσεως. ἠξίου γὰρ μνημονεύοντας τῶν προγεγονότων ἀγώνων ἄνδρας ἀγαθοὺς γίνε‐ σθαι, σφῶν καὶ τῆς πατρίδος ἀξίους, καὶ λαμβάνειν πρὸ ὀφθαλμῶν ὅτι κρατήσαντες μὲν τῶν ἐχθρῶν | |
5 | οὐ μόνον τῶν ἐν Λιβύῃ πραγμάτων ἔσονται κύριοι βεβαίως, ἀλλὰ καὶ τῆς ἄλλης οἰκουμένης τὴν ἡγε‐ μονίαν καὶ δυναστείαν ἀδήριτον αὑτοῖς τε καὶ τῇ | |
Hist.15.10.3 | πατρίδι περιποιήσουσιν· ἐὰν δ’ ὡς ἄλλως ἐκβῇ τὰ κατὰ τὸν κίνδυνον, οἱ μὲν ἀποθανόντες εὐγενῶς ἐν τῇ μάχῃ κάλλιστον ἐντάφιον ἕξουσι τὸν ὑπὲρ τῆς πατρίδος θάνατον, οἱ δὲ διαφυγόντες αἴσχιστον | |
Hist.15.10.4 | καὶ ἐλεεινότατον τὸν ἐπίλοιπον βίον. ἀσφάλειαν γὰρ τοῖς φυγοῦσιν οὐδεὶς ἱκανὸς περιποιῆσαι τόπος τῶν ἐν τῇ Λιβύῃ· πεσοῦσι δ’ ὑπὸ τὰς τῶν Καρχη‐ δονίων χεῖρας οὐκ ἄδηλα [εἶναι] τὰ συμβησόμενα | |
5 | τοῖς ὀρθῶς λογιζομένοις· “ὧν” ἔφη “μηδενὶ γέ‐ | |
Hist.15.10.5 | νοιτο πεῖραν ὑμῶν λαβεῖν. τῆς δ’ οὖν τύχης ἡμῖν τὰ μέγιστα τῶν ἄθλων εἰς ἑκάτερον τὸ μέρος ἐκ‐ τεθεικυίας, πῶς οὐκ ἂν εἴημεν ἀγεννέστατοι καὶ συλλήβδην ἀφρονέστατοι πάντων, εἰ παρέντες τὰ | |
5 | κάλλιστα τῶν ἀγαθῶν ἑλοίμεθα τὰ μέγιστα τῶν | |
Hist.15.10.6 | κακῶν διὰ φιλοζωίαν;” διόπερ ἠξίου δύο προθεμέ‐ νους, ταῦτα δ’ ἐστὶν ἢ νικᾶν ἢ θνήσκειν, ὁμόσε | |
Hist.15.10.7 | χωρεῖν εἰς τοὺς πολεμίους. τοὺς γὰρ τοιαύτας ἔχον‐ τας διαλήψεις κατ’ ἀνάγκην ἀεὶ κρατεῖν τῶν ἀντι‐ ταττομένων, ἐπειδὰν ἀπελπίσαντες τοῦ ζῆν ἴωσιν | |
εἰς τὴν μάχην. | ||
Hist.15.11.1 | Ὁ μὲν οὖν Πόπλιος τοιαύτην ἐποιήσατο τὴν παραίνεσιν. ὁ δ’ Ἀννίβας τὰ μὲν θηρία πρὸ πάσης τῆς δυνάμεως, ὄντα πλείω τῶν ὀγδοήκοντα, μετὰ δὲ ταῦτα τοὺς μισθοφόρους ἐπέστησε, περὶ μυρίους | |
5 | ὄντας καὶ δισχιλίους τὸν ἀριθμόν. οὗτοι δ’ ἦσαν | |
Hist.15.11.2 | Λιγυστῖνοι, Κελτοί, Βαλιαρεῖς, Μαυρούσιοι. τού‐ των δὲ κατόπιν παρενέβαλε τοὺς ἐγχωρίους Λίβυας καὶ Καρχηδονίους, ἐπὶ δὲ πᾶσι τοὺς ἐξ Ἰταλίας ἥκοντας μεθ’ αὑτοῦ, πλεῖον ἢ στάδιον ἀποστήσας | |
Hist.15.11.3 | τῶν προτεταγμένων. τὰ δὲ κέρατα διὰ τῶν ἱππέων ἠσφαλίσατο, θεὶς ἐπὶ μὲν τὸ λαιὸν τοὺς συμμάχους Νομάδας, ἐπὶ δὲ τὸ δεξιὸν τοὺς τῶν Καρχηδονίων | |
Hist.15.11.4 | ἱππεῖς. παρήγγειλε δὲ τοὺς ἰδίους στρατιώτας ἕκα‐ στον παρακαλεῖν, ἀναφέροντας τὴν ἐλπίδα τῆς νίκης ἐφ’ ἑαυτὸν καὶ τὰς μεθ’ αὑτοῦ παραγεγενημένας | |
Hist.15.11.5 | δυνάμεις· τοῖς δὲ Καρχηδονίοις ἐκέλευσε τοὺς ἡγου‐ μένους τὰ συμβησόμενα περὶ τέκνων καὶ γυναικῶν ἐξαριθμεῖσθαι καὶ τιθέναι πρὸ ὀφθαλμῶν, ἐὰν ἄλλως πως ἐκβῇ τὰ τῆς μάχης. οὗτοι μὲν οὖν οὕτως | |
Hist.15.11.6 | ἐποίουν τὸ παραγγελθέν. Ἀννίβας δὲ τοὺς μεθ’ αὑτοῦ παραγεγονότας ἐπιπορευόμενος ἠξίου καὶ παρ‐ εκάλει διὰ πλειόνων μνησθῆναι μὲν τῆς πρὸς ἀλ‐ λήλους ἑπτακαιδεκαέτους συνηθείας, μνησθῆναι δὲ | |
5 | τοῦ πλήθους τῶν προγεγονότων αὐτοῖς πρὸς Ῥω‐ | |
Hist.15.11.7 | μαίους ἀγώνων· ἐν οἷς ἀηττήτους γεγονότας οὐδ’ ἐλπίδα τοῦ νικᾶν οὐδέποτ’ ἔφη Ῥωμαίοις αὐτοὺς | |
Hist.15.11.8 | ἀπολελοιπέναι. τὸ δὲ μέγιστον, ἠξίου λαμβάνειν πρὸ ὀφθαλμῶν χωρὶς τῶν κατὰ μέρος κινδύνων καὶ | |
τῶν ἀναριθμήτων προτερημάτων τήν τε περὶ τὸν Τρεβίαν ποταμὸν μάχην πρὸς τὸν πατέρα τοῦ νῦν | ||
5 | ἡγουμένου Ῥωμαίων, ὁμοίως τὴν ἐν Τυρρηνίᾳ πρὸς Φλαμίνιον μάχην, ἔτι δὲ τὴν περὶ Κάννας γενομέ‐ | |
Hist.15.11.9 | νην πρὸς Αἰμίλιον, ἃς οὔτε κατὰ πλῆθος τῶν ἀν‐ δρῶν οὔτε κατὰ τὰς ἀρετὰς ἀξίας εἶναι συγκρίσεως | |
Hist.15.11.10 | πρὸς τὸν νῦν ἐπιφερόμενον κίνδυνον. καὶ ταῦτα λέγων ἀναβλέπειν αὐτοὺς ἐκέλευε (καὶ) τὴν τῶν ὑπεναντίων κατοπτεύειν τάξιν· οὐ γὰρ οἷον ἐλάτ‐ τους, ἀλλ’ οὐδὲ πολλοστὸν μέρος εἶναι τῶν τότε | |
5 | πρὸς αὐτοὺς ἀγωνισαμένων, ταῖς γε μὴν ἀρεταῖς | |
Hist.15.11.11 | οὐδὲ σύγκρισιν ἔχειν. ἐκείνους μὲν γὰρ ἀηττήτους ὄντας ἐξ ἀκεραίου διηγωνίσθαι πρὸς σφᾶς, τούτων δὲ τοὺς μὲν ἐκγόνους εἶναι, τοὺς δὲ λείψανα τῶν ἡττημένων ἐν Ἰταλίᾳ καὶ πεφευγότων αὐτὸν πλεο‐ | |
Hist.15.11.12 | νάκις. διόπερ [ᾤετο] δεῖν μὴ καταλῦσαι μήτε τὴν σφῶν αὐτῶν μήτε τὴν τοῦ προεστῶτος δόξαν καὶ προσηγορίαν, ἀλλ’ ἀγωνισαμένους εὐψύχως βεβαι‐ ῶσαι τὴν διαδεδομένην περὶ αὐτῶν φήμην, ὡς ὄν‐ | |
5 | των ἀηττήτων. | |
Hist.15.11.13 | Ταῦτα μὲν οὖν καὶ τοιαῦτα παρεκάλεσαν ἀμφό‐ | |
Hist.15.12.1 | τεροι. ἐπειδὴ δ’ ἑκατέροις ἦν εὐτρεπῆ τὰ πρὸς τὸν κίνδυνον, πάλαι τῶν Νομαδικῶν ἱππέων πρὸς ἀλ‐ λήλους ἀκροβολιζομένων, τότε παρήγγειλε τοῖς ἐπὶ τῶν ἐλεφάντων Ἀννίβας ποιεῖσθαι τὴν ἔφοδον ἐπὶ | |
Hist.15.12.2 | τοὺς ὑπεναντίους. ἅμα δὲ τῷ πανταχόθεν τὰς σάλ‐ πιγγας καὶ τὰς βυκάνας ἀναβοῆσαι τινὰ μὲν δια‐ ταραχθέντα τῶν θηρίων ἐξ αὐτῆς ὥρμησε παλίσσυτα κατὰ τῶν βεβοηθηκότων τοῖς Καρχηδονίοις Νομά‐ | |
5 | δων· *** τῶν περὶ τὸν Μασαννάσαν ταχέως ἐψι‐ | |
Hist.15.12.3 | λώθη τὸ λαιὸν κέρας τῶν Καρχηδονίων. τὰ δὲ λοιπὰ συμπεσόντα τοῖς τῶν Ῥωμαίων γροσφομάχοις ἐν τῷ μεταξὺ χωρίῳ τῶν παρατάξεων πολλὰ μὲν ἔπασχε κακά, πολλὰ δ’ ἐποίει τοὺς ὑπεναντίους, | |
Hist.15.12.4 | ἕως ὅτου πεφοβημένα τὰ μὲν διὰ τῶν διαστημάτων ἐξέπεσε, δεξαμένων αὐτὰ τῶν Ῥωμαίων ἀσφαλῶς κατὰ τὴν τοῦ στρατηγοῦ πρόνοιαν, τὰ δ’ ἐπὶ τὸ δε‐ ξιὸν μέρος παραφυγόντα διὰ τῶν ἱππέων συνακοντι‐ | |
5 | ζόμενα τέλος εἰς τὸν ἔξω τόπον τῶν στρατοπέδων | |
Hist.15.12.5 | ἐξέπεσεν, ὅτε δὴ καὶ Λαίλιος ἅμα τῇ περὶ τοὺς ἐλέ‐ φαντας ταραχῇ συμβαλὼν ἠνάγκασε φυγεῖν τοὺς | |
Hist.15.12.6 | τῶν Καρχηδονίων ἱππεῖς προτροπάδην. οὗτος μὲν οὖν ἐπέκειτο τοῖς φεύγουσιν ἐκθύμως· τὸ δ’ ὅμοιον | |
Hist.15.12.7 | ἐποίει καὶ Μασαννάσας. κατὰ δὲ τὸν καιρὸν τοῦτον αἱ φάλαγγες ἀμφότεραι βάδην ἀλλήλαις καὶ σοβαρῶς ἐπῄεσαν, πλὴν τῶν (ἐκ) τῆς Ἰταλίας μετ’ Ἀννίβου παραγεγονότων· οὗτοι δ’ ἔμενον ἐπέχοντες τὸν ἐξ | |
Hist.15.12.8 | ἀρχῆς τόπον. ἐπειδὴ δ’ ἐγγὺς ἦσαν ἀλλήλων, οἱ μὲν Ῥωμαῖοι κατὰ τὰ πάτρια συναλαλάξαντες καὶ συμ‐ ψοφήσαντες τοῖς ξίφεσι τοὺς θυρεοὺς προσέβαλλον | |
Hist.15.12.9 | τοῖς ὑπεναντίοις, οἱ δὲ μισθοφόροι τῶν Καρχηδο‐ νίων ἀδιάκριτον ἐποίουν τὴν φωνὴν καὶ παρηλλαγ‐ μένην· οὐ γὰρ πάντων ἦν κατὰ τὸν ποιητὴν ὁ αὐ‐ τὸς θροῦς | |
5 | οὐδ’ ἴα γῆρυς, ἄλλη δ’ ἄλλων γλῶσσα, πολύκλητοι δ’ ἔσαν ἄνδρες, | |
καθάπερ ἀρτίως ἐξηριθμησάμην. | ||
Hist.15.13.1 | Πάσης δ’ οὔσης ἐκ χειρὸς καὶ κατ’ ἄνδρα τῆς μάχης [διὰ τὸ μὴ δόρασι μηδὲ ξίφεσι χρῆσθαι τοὺς ἀγωνιζομένους], τῇ μὲν εὐχερείᾳ καὶ τόλμῃ προ‐ εῖχον οἱ μισθοφόροι τὰς ἀρχάς, καὶ πολλοὺς κατ‐ | |
Hist.15.13.2 | ετραυμάτιζον τῶν Ῥωμαίων, τῷ δὲ τῆς συντάξεως ἀκριβεῖ καὶ τῷ καθοπλισμῷ πιστεύοντες οἱ Ῥωμαῖοι | |
Hist.15.13.3 | μᾶλλον ἐπέβαινον εἰς τὸ πρόσθεν. ἅμα δὲ τοῖς μὲν Ῥωμαίοις ἑπομένων καὶ παρακαλούντων τῶν κατόπιν, τοῖς δὲ μισθοφόροις τῶν Καρχηδονίων οὐ συνεγγιζόντων οὐδὲ παραβοηθούντων, ἀλλ’ ἀποδει‐ | |
Hist.15.13.4 | λιώντων ταῖς ψυχαῖς, πέρας ἐνέκλιναν οἱ βάρβαροι, καὶ δόξαντες ἐγκαταλείπεσθαι προφανῶς ὑπὸ τῶν ἰδίων, ἐπιπεσόντες κατὰ τὴν ἀποχώρησιν εἰς τοὺς | |
Hist.15.13.5 | ἐφεστῶτας ἔκτεινον τούτους. ὃ καὶ πολλοὺς ἠνάγ‐ κασε τῶν Καρχηδονίων ἀνδρωδῶς ἀποθανεῖν· φο‐ νευόμενοι γὰρ ὑπὸ τῶν μισθοφόρων ἐμάχοντο παρὰ τὴν αὑτῶν προαίρεσιν ἅμα πρός τε τοὺς ἰδίους καὶ | |
Hist.15.13.6 | πρὸς τοὺς Ῥωμαίους. ποιούμενοι δὲ τὸν κίνδυνον ἐκστατικῶς καὶ παρηλλαγμένως οὐκ ὀλίγους διέφθει‐ | |
Hist.15.13.7 | ραν καὶ τῶν ἰδίων καὶ τῶν ὑπεναντίων. καὶ δὴ τῷ τοιούτῳ τρόπῳ συνέχεαν ἐπιπεσόντες τὰς τῶν ἁστάτων σημαίας· οἱ μέντοι τῶν πριγκίπων ἡγεμό‐ νες συνθεασάμενοι τὸ γεγονὸς ἐπέστησαν τὰς αὑτῶν | |
Hist.15.13.8 | τάξεις. τῶν δὲ μισθοφόρων καὶ τῶν Καρχηδονίων τὸ πλεῖστον μέρος τὸ μὲν ὑφ’ αὑτῶν, τὸ δ’ ὑπὸ | |
Hist.15.13.9 | τῶν ἁστάτων αὐτοῦ κατεκόπη. τοὺς δὲ διασῳζο‐ μένους καὶ φεύγοντας οὐκ εἴασε καταμιγῆναι ταῖς δυνάμεσιν Ἀννίβας, ἀλλὰ προβαλέσθαι παραγγείλας | |
τοῖς ἐπιστάταις ἐκώλυσε μὴ παραδέξασθαι τοὺς ἐγ‐ | ||
Hist.15.13.10 | γίζοντας. ὅθεν ἠναγκάσθησαν οὗτοι μὲν ποιεῖσθαι τὴν ἀποχώρησιν ἐπὶ τὰ κέρατα καὶ τὰς ἐκ τούτων | |
Hist.15.14.1 | εὐρυχωρίας, γενομένου δὲ τοῦ μεταξὺ τόπου τῶν καταλειπομένων στρατοπέδων πλήρους αἵματος, φό‐ νου, νεκρῶν, πολλὴν ἀπορίαν παρεῖχε τῷ τῶν Ῥω‐ | |
Hist.15.14.2 | μαίων στρατηγῷ τὸ τῆς τροπῆς ἐμπόδιον· ὅ τε γὰρ τῶν νεκρῶν ὄλισθος, ὡς ἂν αἱμοφύρτων καὶ σωρη‐ δὸν πεπτωκότων, ἥ τε τῶν χύδην ἐρριμμένων ὅπλων ὁμοῦ τοῖς πτώμασιν ἀλογία δυσχερῆ τὴν δίοδον | |
Hist.15.14.3 | ἔμελλε ποιήσειν τοῖς ἐν τάξει διαπορευομένοις. οὐ μὴν ἀλλὰ τοὺς μὲν τραυματίας εἰς τοὐπίσω τῆς παρατάξεως κομισάμενος, τοὺς δ’ ἐπιδιώκοντας τῶν ἁστάτων ἀνακαλεσάμενος διὰ τῆς σάλπιγγος, τοὺς | |
5 | μὲν αὐτοῦ πρὸ τῆς μάχης κατὰ μέσους τοὺς πολε‐ | |
Hist.15.14.4 | μίους ἐπέστησε, τοὺς δὲ πρίγκιπας καὶ τριαρίους πυκνώσας ἐφ’ ἑκάτερον τὸ κέρας προάγειν παρήγ‐ | |
Hist.15.14.5 | γειλε διὰ τῶν νεκρῶν. ἐπειδὴ δ’ ὑπερβάντες ἐξ ἴσου τοῖς ἁστάτοις ἐγένοντο, συνέβαλον αἱ φάλαγγες ἀλλήλαις μετὰ τῆς μεγίστης ὁρμῆς καὶ προθυμίας. | |
Hist.15.14.6 | ὄντων δὲ καὶ τῷ πλήθει καὶ τοῖς φρονήμασι καὶ ταῖς ἀρεταῖς καὶ τοῖς καθοπλισμοῖς παραπλησίων ἀμφοτέρων, ἄκριτον ἐπὶ πολὺ συνέβαινε γενέσθαι τὴν μάχην, ἐν αὐταῖς ταῖς χώραις ἐναποθνησκόντων | |
Hist.15.14.7 | τῶν ἀνδρῶν διὰ φιλοτιμίαν, ἕως οἱ περὶ τὸν Μα‐ σαννάσαν καὶ Λαίλιον ἀπὸ τοῦ διώγματος τῶν ἱπ‐ πέων ἀνακάμπτοντες [καὶ] δαιμονίως εἰς δέοντα | |
Hist.15.14.8 | καιρὸν συνῆψαν. ὧν προσπεσόντων τοῖς περὶ τὸν Ἀννίβαν κατόπιν οἱ μὲν πλεῖστοι κατεκόπησαν ἐν τῇ τάξει, τῶν δὲ πρὸς φυγὴν ὁρμησάντων ὀλίγοι μὲν τελέως διέφυγον, ἅτε τῶν ἱππέων ἐν χερσὶν | |
Hist.15.14.9 | ὄντων καὶ τῶν τόπων ἐπιπέδων ὑπαρχόντων. ἔπεσον δὲ τῶν μὲν Ῥωμαίων ὑπὲρ τοὺς χιλίους πεντακο‐ σίους, τῶν δὲ Καρχηδονίων ὑπὲρ δισμυρίους, αἰχμά‐ λωτοι δ’ ἑάλωσαν οὐ πολὺ τούτων ἐλάττους. | |
Hist.15.15.1 | Ἡ μὲν οὖν ἐπὶ πᾶσι γενομένη μάχη καὶ τὰ ὅλα κρίνασα Ῥωμαίοις διὰ τῶν προειρημένων ἡγεμόνων | |
Hist.15.15.2 | τοιοῦτον ἔσχε τὸ τέλος· μετὰ δὲ τὴν μάχην Πόπλιος μὲν ἐπακολουθήσας καὶ διαρπάσας τὸν χάρακα τῶν Καρχηδονίων αὖτις ἀνεχώρησεν εἰς τὴν ἰδίαν παρ‐ | |
Hist.15.15.3 | εμβολήν. Ἀννίβας δὲ μετ’ ὀλίγων ἱππέων κατὰ τὸ συνεχὲς ποιούμενος τὴν ἀναχώρησιν εἰς Ἀδρύ‐ μητα διεσώθη, πάντα τὰ δυνατὰ ποιήσας κατὰ τὸν κίνδυνον, ὅσα τὸν ἀγαθὸν ἔδει στρατηγὸν καὶ πολ‐ | |
Hist.15.15.4 | λῶν ἤδη πραγμάτων πεῖραν εἰληφότα. πρῶτον μὲν γὰρ εἰς λόγους συνελθὼν ἐπειράθη δι’ αὑτοῦ λύσιν | |
Hist.15.15.5 | ποιήσασθαι τῶν ἐνεστώτων· τοῦτο δ’ ἐστὶ τοῦ προ‐ ειδότος τὰ κατορθώματα, ἀλλ’ ἀπιστοῦντος τῇ τύχῃ καὶ προορωμένου τὰ περὶ τὰς μάχας ἐκβαίνοντα | |
Hist.15.15.6 | παράλογα. μετὰ δὲ ταῦτα συγκαταστὰς εἰς τὸν κίν‐ δυνον οὕτως ἐχρήσατο τοῖς πράγμασιν ὥστε μὴ δυ‐ νατὸν εἶναι βέλτιον πρὸς Ῥωμαίους ἀγῶνα συστή‐ σασθαι, παραπλησίῳ καθοπλισμῷ χρώμενον, οὗ τότε | |
Hist.15.15.7 | συνεστήσατ’ Ἀννίβας. οὔσης γὰρ δυσδιασπάστου τῆς Ῥωμαίων τάξεως καὶ δυνάμεως, τὸν ἄνδρα συνέβη καὶ καθόλου καὶ κατὰ μέρη μάχεσθαι πρὸς | |
πάσας τὰς ἐπιφανείας διὰ τῆς μιᾶς ἐκτάξεως, ἀεὶ | ||
5 | (τῶν) ἔγγιστα τῷ δεινῷ σημαιῶν συνεπιστρεφουσῶν | |
Hist.15.15.8 | πρὸς τὸ δεόμενον. ἔτι δὲ τοῦ καθοπλισμοῦ σκέπην καὶ θράσος παρασκευάζοντος καὶ διὰ τὸ μέγεθος τοῦ θυρεοῦ καὶ τὴν τῆς μαχαίρας ὑπομονὴν τῶν πληγῶν, δύσμαχοι γίνονται καὶ δυσκαταγώνιστοι | |
Hist.15.16.1 | διὰ τὰς προειρημένας αἰτίας. ἀλλ’ ὅμως πρὸς ἕκα‐ στα τούτων οὕτως ἐνδεχομένως Ἀννίβας ἐκ τῶν κατὰ λόγον ἡρμόσατο παρ’ αὐτὸν τὸν καιρὸν ὥσθ’ | |
Hist.15.16.2 | ὑπερβολὴν μὴ καταλιπεῖν. τὸ μὲν γὰρ τῶν ἐλεφάν‐ των πλῆθος ἐξ αὐτῆς παρεσκευάσατο καὶ τότε προ‐ εβάλετο χάριν τοῦ συνταράξαι καὶ διασπάσαι τὰς | |
Hist.15.16.3 | τάξεις τῶν ὑπεναντίων· τοὺς δὲ μισθοφόρους προ‐ έταξε καὶ τοὺς Καρχηδονίους ἔθηκε μετὰ τούτους ἕνεκα τοῦ προεκλῦσαι μὲν τῷ κόπῳ τὰ σώματα τῶν πολεμίων, ἀχρειῶσαι δὲ τὰς ἀκμὰς τῶν ὅπλων διὰ | |
5 | τὸ πλῆθος τῶν φονευομένων, ἀναγκάσαι δὲ τοὺς Καρχηδονίους μέσους ὄντας μένειν καὶ μάχεσθαι κατὰ τὸν ποιητὴν ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. | |
Hist.15.16.4 | τοὺς δὲ μαχιμωτάτους καὶ στασιμωτάτους τῶν ἀν‐ δρῶν ἐν ἀποστάσει παρενέβαλε χάριν τοῦ προορω‐ μένους ἐκ πολλοῦ τὸ συμβαῖνον καὶ διαμένοντας ἀκεραίους τοῖς τε σώμασι καὶ ταῖς ψυχαῖς σὺν καιρῷ | |
Hist.15.16.5 | χρήσασθαι ταῖς σφετέραις ἀρεταῖς. εἰ δὲ πάντα τὰ δυνατὰ ποιήσας πρὸς τὸ νικᾶν ἐσφάλη τὸν πρὸ τούτου χρόνον ἀήττητος ὤν, συγγνώμην δοτέον· | |
Hist.15.16.6 | ἔστι μὲν γὰρ ὅτε καὶ ταὐτόματον ἀντέπραξε ταῖς ἐπιβολαῖς τῶν ἀγαθῶν ἀνδρῶν, ἔστι δ’ ὅτε πάλιν κατὰ τὴν παροιμίαν ἐσθλὸς ἐὼν ἄλλου κρείττονος ἀντέτυχεν· | |
5 | ὃ δὴ καὶ τότε γεγονέναι περὶ ἐκεῖνον φήσειεν ἄν τις. — | |
Hist.15.17.1 | Τὰ γὰρ ὑπεραίροντα τὴν κοινὴν συνήθειαν τῶν παρ’ ἐνίοις ἐθισμῶν, ὅταν μὲν αὐτοπαθῶς δόξῃ γί‐ νεσθαι διὰ τὸ μέγεθος τῶν συμπτωμάτων, ἔλεον ἐκκαλεῖται παρὰ τοῖς ὁρῶσι καὶ τοῖς ἀκούουσι, καὶ | |
Hist.15.17.2 | συγκινεῖ πως ἕκαστον ἡμῶν ὁ ξενισμός· ἐπὰν δὲ φαίνηται γοητείας χάριν καὶ καθ’ ὑπόκρισιν γί‐ νεσθαι τὸ τοιοῦτον, οὐκ ἔλεον, ἀλλ’ ὀργὴν ἐξεργά‐ ζεται καὶ μῖσος. ὃ καὶ τότε συνέβη γενέσθαι περὶ | |
5 | τοὺς πρεσβευτὰς τῶν Καρχηδονίων. — | |
Hist.15.17.3 | Ὁ δὲ Πόπλιος διὰ βραχέων ἤρξατο λέγειν πρὸς αὐτούς, ὡς ἐκείνων μὲν χάριν οὐδὲν ὀφείλουσι ποι‐ εῖν φιλάνθρωπον, ὁμολογούντων αὐτῶν διότι καὶ τὸν πόλεμον ἐξ ἀρχῆς ἐπενέγκαιεν Ῥωμαίοις, παρὰ | |
5 | τὰς συνθήκας ἐξανδραποδισάμενοι τὴν Ζακανθαίων πόλιν, καὶ πρῴην παρασπονδήσαιεν, ἀθετήσαντες | |
Hist.15.17.4 | τοὺς ὅρκους καὶ τὰς ἐγγράπτους ὁμολογίας· αὑτῶν δὲ χάριν ἔφησε καὶ τῆς τύχης καὶ τῶν ἀνθρωπίνων κεκρίσθαι σφίσι πρᾴως χρῆσθαι καὶ μεγαλοψύχως | |
Hist.15.17.5 | τοῖς πράγμασι. φανήσεσθαι δὲ τοῦτο κἀκείνοις | |
ἔφησεν, ἐὰν ὀρθῶς διαλαμβάνωσι περὶ τῶν ἐνεστώ‐ των· οὐ γὰρ εἴ τι πάσχειν ἢ ποιεῖν ἢ διδόναι σφί‐ σιν ἐπιταχθήσεται, τοῦτο δεῖν νομίζειν δεινόν, ἀλλ’ | ||
5 | εἴ τι συγχωρηθήσεται φιλάνθρωπον, τοῦτο μᾶλλον | |
Hist.15.17.6 | ἡγεῖσθαι παράδοξον, ἐπείπερ ἡ τύχη παρελομένη τὸν ἔλεον αὐτῶν καὶ τὴν συγγνώμην διὰ τὴν σφετέραν | |
Hist.15.17.7 | ἀδικίαν ὑποχειρίους πεποίηκε τοῖς ἐχθροῖς. ταῦτα δ’ εἰπὼν ἔλεγε τὰ φιλάνθρωπα τὰ διδόμενα, καὶ πάλιν ἃ δέον ἦν ὑπομένειν αὐτούς. | |
Hist.15.18.1 | Ἦν δὲ τὰ κεφάλαια τῶν προτεινομένων ταῦτα. πόλεις ἔχειν κατὰ Λιβύην ἃς καὶ πρότερον εἶχον ἢ τὸν τελευταῖον πόλεμον ἐξενεγκεῖν Ῥωμαίοις, καὶ χώραν ἣν καὶ τὸ παλαιὸν εἶχον, κτήνη καὶ σώματα | |
Hist.15.18.2 | καὶ τὴν ἄλλην ὕπαρξιν, ἀπὸ δὲ τῆς ἡμέρας ἐκείνης ἀσινεῖς Καρχηδονίους ὑπάρχειν, ἔθεσι καὶ νόμοις | |
Hist.15.18.3 | χρῆσθαι τοῖς ἰδίοις, ἀφρουρήτους ὄντας. ταῦτα μὲν οὖν ἦν τὰ φιλάνθρωπα, τὰ δ’ ἐναντία τούτοις πά‐ λιν τὰ κατὰ τὰς ἀνοχὰς ἀδικήματα γενόμενα πάντα Καρχηδονίους ἀποκαταστῆσαι Ῥωμαίοις, τοὺς αἰχμα‐ | |
5 | λώτους καὶ δραπέτας ἐκ παντὸς ἀποδοῦναι τοῦ χρόνου, τὰ μακρὰ πλοῖα παραδοῦναι πάντα πλὴν | |
Hist.15.18.4 | δέκα τριήρων, ὁμοίως καὶ πάντας τοὺς ἐλέφαντας. πόλεμον μηδενὶ τῶν ἔξω τῆς Λιβύης ἐπιφέρειν καθ‐ όλου μηδὲ τῶν ἐν τῇ Λιβύῃ χωρὶς τῆς Ῥωμαίων | |
Hist.15.18.5 | γνώμης· οἰκίας καὶ χώραν καὶ πόλεις, καὶ εἴ τι | |
ἕτερόν ἐστι Μασαννάσου τοῦ βασιλέως ἢ τῶν προ‐ γόνων ἐντὸς τῶν ἀποδειχθησομένων ὅρων αὐτοῖς | ||
Hist.15.18.6 | πάντα ἀποδοῦναι Μασαννάσᾳ· σιτομετρῆσαί τε τὴν δύναμιν τριμήνου καὶ μισθοδοτῆσαι μέχρι ἂν ἐκ | |
Hist.15.18.7 | Ῥώμης ἀντιφωνηθῇ τι κατὰ τὰς συνθήκας· ἐξενεγκεῖν ἀργυρίου τάλαντα μύρια Καρχηδονίους ἐν ἔτεσι πεν‐ τήκοντα, φέροντας καθ’ ἕκαστον ἐνιαυτὸν Εὐβοϊκὰ | |
Hist.15.18.8 | τάλαντα διακόσια· ὁμήρους δοῦναι πίστεως χάριν ἑκατὸν οὓς ἂν προγράψῃ τῶν νέων ὁ στρατηγὸς τῶν Ῥωμαίων, μὴ νεωτέρους τετταρεσκαίδεκα ἐτῶν μηδὲ πρεσβυτέρους τριάκοντα. | |
Hist.15.19.1 | Ταῦτα μὲν οὖν ὁ στρατηγὸς εἶπε τῶν Ῥωμαίων τοῖς πρεσβευταῖς· οἱ δ’ ἀκούσαντες ἠπείγοντο καὶ | |
Hist.15.19.2 | διεσάφουν τοῖς ἐν τῇ πατρίδι. καθ’ ὃν δὴ καιρὸν λέγεται, μέλλοντός τινος τῶν ἐκ τῆς γερουσίας ἀντιλέγειν τοῖς προτεινομένοις καὶ καταρχομένου, προελθόντα τὸν Ἀννίβαν κατασπάσαι τὸν ἄνθρωπον | |
Hist.15.19.3 | ἀπὸ τοῦ βήματος. τῶν δὲ λοιπῶν ἐξοργισθέντων διὰ τὸ παρὰ τὴν συνήθειαν αὐτὸν τοῦτο πρᾶξαι, πάλιν τὸν Ἀννίβαν ἀναστάντα φασὶν ἀγνοεῖν (μὲν ὁμολογῆσαι, δεῖν δὲ) συγγνώμην ἔχειν, εἴ τι παρὰ | |
5 | τοὺς ἐθισμοὺς πράττει, γινώσκοντας ὅτι τὴν μὲν ἔξοδον ἐκ τῆς πατρίδος ἐνναέτης ὢν ποιήσαιτο, πλείω δὲ τῶν πέντε καὶ τετταράκοντ’ ἐτῶν ἔχων εἰς αὐτὴν | |
Hist.15.19.4 | ἐπανήκει. διόπερ ἠξίου μὴ τοῦτο σκοπεῖν, εἴ τι | |
παραπέπαικε τῆς συνηθείας, πολὺ δὲ μᾶλλον, εἰ τοῖς τῆς πατρίδος πράγμασιν ἀληθινῶς συμπάσχει· διὰ γὰρ ταῦτα καὶ νῦν εἰς τὴν ἀλογίαν ἐμπεπτω‐ | ||
Hist.15.19.5 | κένει ταύτην. θαυμαστὸν γὰρ αὐτῷ φανῆναι καὶ τελέως ἐξηλλαγμένον, εἴ τις ὑπάρχων Καρχηδόνιος καὶ συνειδὼς τὰ βεβουλευμένα καὶ κοινῇ τῇ πατρίδι καὶ κατ’ ἰδίαν ἑκάστοις ἡμῶν κατὰ Ῥωμαίων οὐ | |
5 | προσκυνεῖ τὴν τύχην, εἰ γεγονὼς ὑποχείριος τοι‐ | |
Hist.15.19.6 | ούτων τυγχάνει φιλανθρώπων· οὓς εἴ τις ὀλίγαις πρότερον ἡμέραις ἤρετο πός’ ἐλπίζουσι πείσεσθαι τὴν πατρίδα κρατησάντων Ῥωμαίων, οὐδ’ ἂν εἰπεῖν οἷοί τ’ ἦσαν διὰ τὸ μέγεθος καὶ τὴν ὑπερβολὴν | |
Hist.15.19.7 | τῶν προφαινομένων αὐτοῖς κακῶν. διόπερ ἠξίου καὶ νῦν μηδ’ ἐπὶ λόγον ἄγειν, ἀλλ’ ὁμοθυμαδὸν δεξαμένους τὰ προτεινόμενα θύειν τοῖς θεοῖς, καὶ πάντας εὔχεσθαι βεβαιῶσαι ταῦτα τὸν δῆμον τῶν | |
Hist.15.19.8 | Ῥωμαίων. φανέντος δὲ φρονίμως αὐτοῦ καὶ τοῖς καιροῖς οἰκείως συμβουλεύειν, ἔδοξε ποιεῖσθαι τὰς | |
Hist.15.19.9 | συνθήκας ἐπὶ τοῖς προειρημένοις. καὶ τὸ μὲν συν‐ έδριον παραυτίκα πρεσβευτὰς ἐξέπεμπε τοὺς ἀνθ‐ ομολογησομένους ὑπὲρ τούτων. | |
Hist.15.20t | II. RES MACEDONIAE ET GRAECIAE. | |
Hist.15.20.1 | Τοῦτο δὲ τίς οὐκ ἂν θαυμάσειε, πῶς, ὅτε μὲν αὐτὸς ὁ Πτολεμαῖος ζῶν οὐ προσεδεῖτο τῆς τούτων | |
Hist.15.20.2 | ἐπικουρίας, ἕτοιμοι βοηθεῖν ἦσαν, ὅτε δ’ ἐκεῖνος μετ‐ ήλλαξε καταλιπὼν παιδίον νήπιον, ᾧ κατὰ φύσιν ἀμφοῖν ἐπέβαλλε συσσῴζειν τὴν βασιλείαν, τότε παρακαλέσαντες ἀλλήλους ὥρμησαν ἐπὶ τὸ διελόμενοι | |
5 | τὴν τοῦ παιδὸς ἀρχὴν ἐπανελέσθαι τὸν ἀπολελειμ‐ | |
Hist.15.20.3 | μένον, οὐδ’ οὖν, καθάπερ οἱ τύραννοι, βραχεῖαν δή τινα προβαλλόμενοι τῆς αἰσχύνης πρόφασιν, ἀλλ’ ἐξ αὐτῆς ἀνέδην καὶ θηριωδῶς οὕτως ὥστε προσ‐ οφλεῖν τὸν λεγόμενον τῶν ἰχθύων βίον, ἐν οἷς | |
5 | φασιν ὁμοφύλοις οὖσι τὴν τοῦ μείονος ἀπώλειαν | |
Hist.15.20.4 | τῷ μείζονι τροφὴν γίνεσθαι καὶ βίον. ἐξ ὧν τίς οὐκ ἂν ἐμβλέψας οἷον εἰς κάτοπτρον εἰς τὴν συν‐ θήκην ταύτην αὐτόπτης δόξειε γίνεσθαι τῆς πρὸς τοὺς θεοὺς ἀσεβείας καὶ τῆς πρὸς τοὺς ἀνθρώπους | |
5 | ὠμότητος, ἔτι δὲ τῆς ὑπερβαλλούσης πλεονεξίας τῶν | |
Hist.15.20.5 | προειρημένων βασιλέων; οὐ μὴν ἀλλὰ τίς οὐκ ἂν εἰκότως τῇ τύχῃ μεμψάμενος ἐπὶ τῶν ἀνθρωπείων πραγμάτων ἐν τούτοις ἀντικαταλλαγείη, διότι ἐκεί‐ νοις μὲν ἐπέθηκε μετὰ ταῦτα τὴν ἁρμόζουσαν δίκην, | |
5 | τοῖς δ’ ἐπιγενομένοις ἐξέθηκε κάλλιστον ὑπόδειγμα πρὸς (ἐπ)ανόρθωσιν τὸν τῶν προειρημένων βασιλέων | |
Hist.15.20.6 | παραδειγματισμόν; ἔτι γὰρ αὐτῶν παρασπονδούντων μὲν ἀλλήλους, διασπωμένων δὲ τὴν τοῦ παιδὸς ἀρ‐ χήν, ἐπιστήσασα Ῥωμαίους, ἁκεῖνοι κατὰ τῶν πέλας ἐβουλεύσαντο παρανόμως, ταῦτα κατ’ ἐκείνων δι‐ | |
Hist.15.20.7 | καίως ἐκύρωσε καὶ καθηκόντως. παραυτίκα γὰρ ἑκά‐ τεροι διὰ τῶν ὅπλων ἡττηθέντες οὐ μόνον ἐκωλύ‐ θησαν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας, ἀλλὰ καὶ συγ‐ | |
κλεισθέντες εἰς φόρους ὑπέμειναν Ῥωμαίοις τὸ προσ‐ | ||
Hist.15.20.8 | ταττόμενον (ποιεῖν). τὸ τελευταῖον ἐν πάνυ βραχεῖ χρόνῳ τὴν μὲν Πτολεμαίου βασιλείαν ἡ τύχη δι‐ ώρθωσε, τὰς δὲ τούτων δυναστείας καὶ τοὺς δια‐ δόχους τοὺς μὲν ἄρδην ἀναστάτους ἐποίησε καὶ πανω‐ | |
5 | λέθρους, τοὺς δὲ μικροῦ δεῖν τοῖς αὐτοῖς περιέβαλε συμπτώμασι. — | |
Hist.15.21.1 | Ὅτι Μολπαγόρας τις ἦν παρὰ τοῖς Κι(αν)οῖς, ἀνὴρ καὶ λέγειν καὶ πράττειν ἱκανός, κατὰ δὲ τὴν | |
Hist.15.21.2 | αἵρεσιν δημαγωγικὸς καὶ πλεονέκτης. ὃς πρὸς χάριν ὁμιλῶν τῷ πλήθει καὶ τοὺς εὐκαιροῦντας τοῖς βίοις ὑποβάλλων τοῖς ὄχλοις, καὶ τινὰς μὲν εἰς τέλος ἀναιρῶν, τινὰς δὲ φυγαδεύων καὶ τὰς οὐσίας τὰς | |
5 | τούτων δημεύων καὶ διαδιδοὺς τοῖς πολλοῖς, ταχέως τῷ τοιούτῳ τρόπῳ περιεποιήσατο μοναρχικὴν ἐξ‐ ουσίαν. — | |
Hist.15.21.3 | Κιανοὶ μὲν οὖν περιέπεσον τηλικαύταις συμφο‐ ραῖς οὐχ οὕτως διὰ τὴν τύχην οὐδὲ διὰ τὴν τῶν πέλας ἀδικίαν, τὸ δὲ πλεῖον διὰ τὴν αὑτῶν ἀβου‐ | |
Hist.15.21.4 | λίαν καὶ κακοπολιτείαν, προάγοντες ἀεὶ τοὺς χει‐ ρίστους καὶ κολάζοντες τοὺς ἐναντιουμένους τούτοις, | |
Hist.15.21.5 | ἵνα διαιρῶνται τὰς ἀλλήλων οὐσίας, εἰς ταύτας οἷον ἐθελοντὴν ἐνέπεσον τὰς ἀτυχίας, εἰς ἃς οὐκ οἶδ’ ὅπως πάντες ἄνθρωποι προφανῶς ἐμπίπτοντες οὐ δύνανται λῆξαι τῆς ἀνοίας, ἀλλ’ οὐδὲ βραχὺ δια‐ | |
5 | πιστῆσαι [ῥᾴδιον], καθάπερ ἔνια τῶν ἀλόγων ζῴων. | |
Hist.15.21.6 | ἐκεῖνα γὰρ οὐ μόνον ἐὰν αὐτά που δυσχρηστήσῃ περὶ τὰ δελέατα καὶ τὰς ἄρκυς, ἀλλὰ κἂν ἕτερον ἴδῃ κινδυνεῦον, οὐκ ἂν ἔτι ῥᾳδίως αὐτὰ προσαγά‐ γοις πρὸς οὐδὲν τῶν τοιούτων, ἀλλὰ καὶ τὸν τόπον | |
Hist.15.21.7 | ὑποπτεύει καὶ παντὶ τῷ φαινομένῳ διαπιστεῖ. οἱ δ’ ἄνθρωποι τὰς μὲν ἀκούοντες ἀπολλυμένας πόλεις ἄρδην τῷ προειρημένῳ τρόπῳ, τὰς δ’ ἀκμὴν ὁρῶν‐ τες, ὅμως, ὅταν τις χρησάμενος τῷ πρὸς χάριν λόγῳ | |
5 | προτείνῃ τὴν ἐλπίδα τῆς ἐξ ἀλλήλων ἐπανορθώσεως, | |
Hist.15.21.8 | προσίασι πρὸς τὸ δέλεαρ ἀνεπιστάτως, σαφῶς εἰδό‐ τες ὅτι τῶν τὰ τοιαῦτα δελέατα καταπιόντων οὐδεὶς οὐδέποτε σέσωσται, πᾶσι δ’ ὁμολογουμένως ὄλεθρον ἐπήνεγκαν αἱ τοιαῦται πολιτεῖαι. | |
Hist.15.22.1 | Ὁ δὲ Φίλιππος κύριος γενόμενος τῆς πόλεως περιχαρὴς ἦν, ὡς καλήν τινα καὶ σεμνὴν πρᾶξιν ἐπιτετελεσμένος καὶ βεβοηθηκὼς μὲν προθύμως τῷ κηδεστῇ, καταπεπληγμένος δὲ πάντας τοὺς ἀλλο‐ | |
5 | τριάζοντας, σωμάτων δὲ καὶ χρημάτων εὐπορίαν ἐκ | |
Hist.15.22.2 | τοῦ δικαίου περιπεποιημένος. τὰ δ’ ἐναντία τούτοις οὐ καθεώρα, καίπερ ὄντα προφανῆ, πρῶτον μὲν (ὡς) οὐκ ἀδικουμένῳ, παρασπονδοῦντι δὲ τῷ κη‐ | |
Hist.15.22.3 | δεστῇ τοὺς πέλας ἐβοήθει, δεύτερον ὅτι πόλιν Ἑλλη‐ νίδα περιβαλὼν τοῖς μεγίστοις ἀτυχήμασιν ἀδίκως ἔμελλε κυρώσειν τὴν περὶ αὐτοῦ διαδεδομένην φή‐ μην ὑπὲρ τῆς εἰς τοὺς φίλους ὠμότητος, ἐξ ἀμφοῖν | |
5 | δὲ δικαίως καὶ κληρονομήσειν παρὰ πᾶσι τοῖς Ἕλλησι | |
Hist.15.22.4 | τὴν ἐπ’ ἀσεβείᾳ δόξαν, τρίτον ὡς ἐνυβρίκει τοῖς ἀπὸ τῶν προειρημένων πόλεων πρεσβευταῖς, οἳ παρῆσαν ἐξελούμενοι τοὺς Κιανοὺς ἐκ τῶν περιεστώ‐ | |
των κακῶν, ὑπὸ δ’ ἐκείνου παρακαλούμενοι καὶ δια‐ | ||
5 | γελώμενοι καθ’ ἡμέραν (ἠναγκάσθησαν) αὐτόπται | |
Hist.15.22.5 | γενέσθαι τούτων, ὧν ἥκιστ’ ἂν ἐβουλήθησαν, πρὸς δὲ τούτοις ὅτι τοὺς Ῥοδίους οὕτως ἀπετεθηριώκει τότε πρὸς αὑτὸν ὥστε μηδένα λόγον ἔτι προσίεσθαι | |
Hist.15.23.1 | περὶ Φιλίππου. καὶ γὰρ ἡ τύχη πρός γε τοῦτο τὸ | |
Hist.15.23.2 | μέρος αὐτῷ συνήργησε προφανῶς. ὅτε γὰρ ὁ πρε‐ σβευτὴν ἐν τῷ θεάτρῳ τὸν ἀπολογισμὸν ἐποιεῖτο πρὸς τοὺς Ῥοδίους, ἐμφανίζων τὴν τοῦ Φιλίππου μεγαλοψυχίαν, καὶ διότι τρόπον τινὰ κρατῶν ἤδη | |
5 | τῆς πόλεως δίδωσι τῷ δήμῳ τὴν χάριν ταύτην, ποιεῖ δὲ τοῦτο βουλόμενος ἐλέγξαι μὲν τὰς τῶν ἀντι‐ πραττόντων αὐτῷ διαβολάς, φανερὰν δὲ τῇ πόλει | |
Hist.15.23.3 | καταστῆσαι τὴν αὑτοῦ προαίρεσιν· καὶ παρῆν τις ἐκ κατάπλου πρὸς τὸ πρυτανεῖον ἀναγγέλλων τὸν ἐξανδραποδισμὸν τῶν Κιανῶν καὶ (τὴν) ὠμότητα | |
Hist.15.23.4 | τοῦ Φιλίππου τὴν ἐν τούτοις γεγενημένην, ὥστε τοὺς Ῥοδίους, ἔτι μεταξὺ τοῦ πρεσβευτοῦ τὰ προ‐ ειρημένα λέγοντος, ἐπεὶ προελθὼν ὁ πρύτανις διε‐ σάφει τὰ προσηγγελμένα, μὴ δύνασθαι πιστεῦσαι | |
Hist.15.23.5 | διὰ τὴν ὑπερβολὴν τῆς ἀθεσίας. Φίλιππος μὲν οὖν, παρασπονδήσας οὐχ οὕτως Κιανοὺς ὡς ἑαυτόν, εἰς τοιαύτην ἄγνοιαν ἢ καὶ παράπτωσιν τοῦ καθ‐ ήκοντος ἧκεν ὥστ’ ἐφ’ οἷς ἐχρῆν αἰσχύνεσθαι καθ’ | |
5 | ὑπερβολήν, ἐπὶ τούτοις ὡς καλοῖς σεμνύνεσθαι καὶ | |
Hist.15.23.6 | μεγαλαυχεῖν· ὁ δὲ τῶν Ῥοδίων δῆμος ἀπὸ ταύτης τῆς ἡμέρας ὡς περὶ πολεμίου διελάμβανε τοῦ Φι‐ λίππου, καὶ πρὸς τοῦτον τὸν σκοπὸν ἐποιεῖτο τὰς | |
Hist.15.23.7 | παρασκευάς. παραπλήσιον δὲ καὶ τοῖς Αἰτωλοῖς μῖσος ἐκ ταύτης τῆς πράξεως ἐνειργάσατο πρὸς | |
Hist.15.23.8 | αὑτόν· ἄρτι γὰρ διαλελυμένος καὶ τὰς χεῖρας ἐκ‐ | |
τείνων πρὸς τὸ ἔθνος, οὐδεμιᾶς προφάσεως ἐγγινο‐ μένης, φίλων ὑπαρχόντων καὶ συμμάχων Αἰτωλῶν, | ||
Hist.15.23.9 | Λυσιμαχέων, Καλχηδονίων, Κιανῶν, βραχεῖ χρόνῳ πρότερον, πρῶτον μὲν προσηγάγετο τὴν Λυσιμαχέων πόλιν, ἀποσπάσας ἀπὸ τῆς τῶν Αἰτωλῶν συμμαχίας, δευτέραν δὲ τὴν Καλχηδονίων, τρίτην δὲ τὴν Κια‐ | |
5 | νῶν ἐξηνδραποδίσατο, στρατηγοῦ παρ’ Αἰτωλῶν ἐν αὐτῇ διατρίβοντος καὶ προεστῶτος τῶν κοινῶν. | |
Hist.15.23.10 | Προυσίας δέ, καθὸ μὲν ἡ πρόθεσις αὐτοῦ συντε‐ λείας ἔτυχε, περιχαρὴς ἦν, καθὸ δὲ τὰ μὲν ἆθλα τῆς ἐπιβολῆς ἕτερος ἀπέφερεν, αὐτὸς δὲ πόλεως οἰκόπεδον ἔρημον ἐκληρονόμει, δυσχερῶς διέκειτο, | |
5 | ποιεῖν δ’ οὐδὲν οἷός τ’ ἦν. — | |
Hist.15.24.1 | Ὅτι Φίλιππος κατὰ τὸν ἀνάπλουν ἕτερον ἐφ’ ἑτέρῳ παρασπόνδημα μεταχειριζόμενος προσέσχε περὶ μέσον ἡμέρας πρὸς τὴν τῶν Θασίων πόλιν, καὶ ταύ‐ την φιλίαν οὖσαν ἐξηνδραποδίσατο. — | |
Hist.15.24.2 | Θάσιοι εἶπον πρὸς Μητρόδωρον τὸν Φιλίππου στρατηγὸν παραδοῦναι τὴν πόλιν εἰ διατηρήσοι αὐ‐ τοὺς ἀφρουρήτους, ἀφορολογήτους, ἀνεπισταθμεύ‐ τους, νόμοις χρῆσθαι τοῖς ἰδίοις. — | |
Hist.15.24.3 | Συγχωρεῖν τὸν βασιλέα Θασίους ἀφρουρήτους, ἀφορολογήτους, ἀνεπισταθμεύτους, νόμοις χρῆσθαι τοῖς ἰδίοις. ἐπισημηναμένων δὲ μετὰ κραυγῆς πάν‐ των τὰ ῥηθέντα παρήγαγον τὸν Φίλιππον εἰς τὴν | |
5 | πόλιν. — | |
Hist.15.24.4 | Ἴσως μὲν γὰρ πάντες οἱ βασιλεῖς κατὰ τὰς πρώ‐ τας ἀρχὰς πᾶσι προτείνουσι τὸ τῆς ἐλευθερίας ὄνομα καὶ φίλους προσαγορεύουσι καὶ συμμάχους (τοὺς) κοινωνήσαντας σφίσι τῶν αὐτῶν ἐλπίδων, καθικό‐ | |
5 | μενοι δὲ τῶν πράξεων παρὰ πόδας οὐ συμμαχικῶς, | |
Hist.15.24.5 | ἀλλὰ δεσποτικῶς χρῶνται τοῖς πιστεύσασι· διὸ καὶ τοῦ μὲν καλοῦ διαψεύδονται, τοῦ δὲ παραυτὰ συμ‐ | |
Hist.15.24.6 | φέροντος ὡς ἐπίπαν οὐκ ἀποτυγχάνουσι· τὸ δ’ ἐπι‐ βαλλόμενον τοῖς μεγίστοις καὶ περιλαμβάνοντα ταῖς ἐλπίσι τὴν οἰκουμένην καὶ πάσας ἀκμὴν ἀκεραίους ἔχοντα τὰς ἐπιβολὰς εὐθέως ἐν τοῖς ἐλαχίστοις καὶ | |
5 | πρώτοις τῶν ὑποπιπτόντων ἐπικηρύττειν ἅπασι τὴν ἀθεσίαν αὑτοῦ καὶ τὴν ἀβεβαιότητα πῶς οὐκ ἂν δόξειεν ἀλόγιστον εἶναι καὶ μανικόν; | |
Hist.1524at | III. RES AEGYPTI. | |
Hist.1524a1 | Ὅτι ἐπεὶ πάσας καθ’ ἕκαστον ἔτος τὰς κατάλ‐ ληλα πράξεις γενομένας κατὰ τὴν οἰκουμένην ἐξη‐ γούμεθα, δῆλον ὡς ἀναγκαῖόν ἐστι τὸ τέλος ἐπ’ ἐνίων πρότερον ἐκφέρειν τῆς ἀρχῆς, ἐπειδὰν πρό‐ | |
5 | τερος ὁ τόπος ὑποπέσῃ κατὰ τὸν τῆς ὅλης ὑποθέ‐ σεως μερισμὸν καὶ κατὰ τὴν τῆς διηγήσεως ἔφοδον ὁ τὴν συντέλειαν τῆς πράξεως ἔχων τοῦ τὴν ἀρχὴν καὶ τὴν ἐπιβολὴν περιέχοντος. — | |
Hist.15.25.1 | Ὅτι Σωσίβιος ὁ ψευδεπίτροπος Πτολεμαίου ἐδό‐ κει γεγονέναι σκεῦος ἀγχίνουν καὶ πολυχρόνιον, ἔτι | |
Hist.15.25.2 | δὲ κακοποιὸν ἐν βασιλείᾳ, καὶ πρώτῳ μὲν ἀρτῦσαι | |
φόνον Λυσιμάχῳ, ὃς ἦν υἱὸς Ἀρσινόης τῆς Λυσι‐ μάχου καὶ Πτολεμαίου, δευτέρῳ δὲ Μάγᾳ τῷ Πτο‐ λεμαίου καὶ Βερενίκης τῆς Μάγα, τρίτῃ δὲ Βερενίκῃ | ||
5 | τῇ Πτολεμαίου μητρὶ τοῦ Φιλοπάτορος, τετάρτῳ Κλεομένει τῷ Σπαρτιάτῃ, πέμπτῃ θυγατρὶ Βερενί‐ κης Ἀρσινόῃ. — | |
Hist.15.25.3 | Μετὰ δ’ ἡμέρας τρεῖς ἢ τέτταρας ἐν τῷ μεγίστῳ περιστύλῳ τῆς αὐλῆς οἰκοδομήσαντες βῆμα συνεκά‐ λεσαν τοὺς ὑπασπιστὰς καὶ τὴν θεραπείαν, ἅμα δὲ τούτοις τοὺς πεζῶν καὶ τοὺς ἱππέων ἡγεμόνας. | |
Hist.15.25.4 | ἁθροισθέντων δὲ τούτων ἀναβὰς Ἀγαθοκλῆς καὶ Σωσίβιος ἐπὶ τὸ βῆμα πρῶτον μὲν τὸν τοῦ βασι‐ λέως καὶ τὸν τῆς βασιλίσσης θάνατον ἀνθωμολο‐ γήσαντο καὶ τὸ πένθος ἀνέφηναν τοῖς πολλοῖς κατὰ | |
Hist.15.25.5 | τὸ παρ’ αὐτοῖς ἔθος. μετὰ δὲ ταῦτα διάδημα τῷ παιδὶ περιθέντες ἀνέδειξαν βασιλέα, καὶ διαθήκην τινὰ παρανέγνωσαν πεπλασμένην, ἐν ᾗ γεγραμμένον ἦν ὅτι καταλείπει τοῦ παιδὸς ἐπιτρόπους ὁ βασιλεὺς | |
Hist.15.25.6 | Ἀγαθοκλέα καὶ Σωσίβιον· καὶ παρεκάλουν τοὺς ἡγε‐ μόνας εὐνοεῖν καὶ διαφυλάττειν τῷ παιδὶ τὴν ἀρ‐ χήν· ἐπὶ δὲ τούτοις δύο κάλπιδας ἀργυρᾶς εἰσήνεγ‐ καν, ὡς τῆς μὲν μιᾶς ἐχούσης τὰ τοῦ βασιλέως | |
Hist.15.25.7 | ὀστᾶ, τῆς δ’ ἑτέρας τὰ τῆς Ἀρσινόης· εἶχε δ’ ἡ μὲν μία κατ’ ἀλήθειαν τὰ τοῦ βασιλέως, ἡ δ’ ἑτέρα πλήρης ἦν ἀρωμάτων. ταῦτα δὲ ποιήσαντες εὐθέως ἐπετέλουν τὴν ἐκφοράν. ἐν ᾧ καιρῷ πᾶσι τὰ κατὰ | |
Hist.15.25.8 | τὴν Ἀρσινόην συνέβη γενέσθαι δῆλα. τοῦ γὰρ θα‐ νάτου φωτισθέντος ὁ τρόπος ἐπεζητεῖτο τῆς ἀπω‐ | |
λείας· οὐκ οὔσης δὲ προφάσεως ἄλλης οὐδεμιᾶς, τῆς ἀληθινῆς φήμης προσπεπτωκυίας, ἀκμὴν δ’ ἀμ‐ | ||
5 | φισβητουμένης, τὸ κατ’ ἀλήθειαν γεγονὸς ἐν ταῖς ἑκάστων γνώμαις ἐπεσφραγίσθη. διὸ καὶ συνέβη | |
Hist.15.25.9 | μεγάλην γενέσθαι τὴν σύγχυσιν τῶν ὄχλων. τοῦ μὲν γὰρ βασιλέως οὐθεὶς οὐθένα λόγον ἐποιεῖτο, περὶ δὲ τῆς Ἀρσινόης, ἀνανεούμενοι τινὲς μὲν τὴν ὀρφανίαν αὐτῆς, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐν τῷ ζῆν | |
5 | ὕβριν, ἣν ὑπέμεινε, καὶ τὴν αἰκίαν, σὺν δὲ τούτοις τὸ περὶ τὴν τελευτὴν ἀτύχημα, εἰς τοσαύτην παρά‐ στασιν ἐνέπιπτον καὶ δυσθυμίαν ὥστε πλήρη γε‐ νέσθαι τὴν πόλιν στεναγμοῦ, δακρύων, οἰμωγῆς | |
Hist.15.25.10 | ἀκαταπαύστου. ταῦτα δ’ ἦν τοῖς ὀρθῶς λογιζο‐ μένοις οὐχ οὕτω τῆς πρὸς Ἀρσινόην εὐνοίας τε‐ κμήρια, πολὺ δὲ μᾶλλον τοῦ πρὸς τοὺς περὶ τὸν | |
Hist.15.25.11 | Ἀγαθοκλέα μίσους· ὁ δὲ προειρημένος, ἐπειδὴ τὰς ὑδρίας εἰς τοὺς βασιλικοὺς οἴκους ἔθηκε, παραγγεί‐ λας ἀποθέσθαι τὰ φαιά, πρῶτον μὲν διμήνου τὰς δυνάμεις ὠψωνίασε, πεπεισμένος τὸ παρὰ τοῖς | |
5 | πολλοῖς μῖσος ἀμβλύνειν διὰ τῆς πρὸς τὸ λυσιτελὲς ὁρμῆς αὐτῶν, εἶτ’ ἐπεξώρκισε τὸν ὅρκον ὃν ἦσαν ὀμνύειν εἰθισμένοι κατὰ τὰς ἀναδείξεις τῶν βασι‐ | |
Hist.15.25.12 | λέων. ἐξαπέστειλε δὲ καὶ Φιλάμμωνα τὸν ἐπιστάντα τῷ τῆς Ἀρσινόης φόνῳ, ποιήσας αὐτὸν Λιβυάρχην τῶν κατὰ Κυρήνην τόπων, τὸ δὲ παιδίον ἐνεχείρισε | |
Hist.15.25.13 | ταῖς περὶ τὴν Οἰνάνθην καὶ Ἀγαθόκλειαν. μετὰ δὲ ταῦτα Πέλοπα μὲν ἐξέπεμψε τὸν Πέλοπος εἰς τὴν Ἀσίαν πρὸς Ἀντίοχον τὸν βασιλέα, παρακαλέσοντα συντηρεῖν τὴν φιλίαν καὶ μὴ παραβαίνειν τὰς πρὸς | |
5 | τὸν τοῦ παιδὸς πατέρα συνθήκας, Πτολεμαῖον δὲ τὸν Σωσιβίου πρὸς Φίλιππον τά τε περὶ τῆς ἐπι‐ | |
γαμίας συνθησόμενον καὶ παρακαλέσοντα βοηθεῖν, ἐὰν ὁλοσχερέστερον αὐτοὺς Ἀντίοχος ἐπιβάληται | ||
Hist.15.25.14 | παρασπονδεῖν. προεχειρίσατο δὲ καὶ Πτολεμαῖον τὸν Ἀγησάρχου πρεσβευτὴν πρὸς Ῥωμαίους, οὐχ ὡς ἐπισπεύσοντα τὴν πρεσβείαν, ἀλλ’ ὡς, ἂν ἅψηται τῆς Ἑλλάδος καὶ συμμίξῃ τοῖς ἐκεῖ φίλοις καὶ συγ‐ | |
Hist.15.25.15 | γενέσιν, αὐτοῦ καταμενοῦντα. προέκειτο γὰρ αὐτῷ πάντας τοὺς ἐπιφανεῖς ἄνδρας ἐκποδὼν ποιῆσαι. | |
Hist.15.25.16 | ἐξαπέστειλε δὲ καὶ Σκόπαν τὸν Αἰτωλὸν ἐπὶ ξενο‐ λογίαν εἰς τὴν Ἑλλάδα, πλῆθος χρυσίου συνθεὶς | |
Hist.15.25.17 | εἰς τὰ προδόματα. δύο γὰρ ἔσχε προθέσεις ὑπὲρ ταύτης τῆς ἐπιβολῆς, μίαν μὲν ἀποχρῆσθαι τοῖς ξενολογηθεῖσιν εἰς τὸν πρὸς Ἀντίοχον πόλεμον, ἄλλην δὲ τοὺς ἀρχαίους καὶ προϋπάρχοντας ξένους | |
5 | ἐπὶ τὰ κατὰ τὴν χώραν φρούρια καὶ τὰς κατοικίας ἀποστεῖλαι, τοῖς δὲ παραγενομένοις ἀναπληρῶσαι καὶ καινοποιῆσαι τὴν θεραπείαν καὶ τὰ περὶ τὴν αὐλὴν φυλακεῖα, παραπλησίως δὲ καὶ κατὰ τὴν | |
Hist.15.25.18 | ἄλλην πόλιν, νομίζων τοὺς δι’ αὑτοῦ ξενολογηθέν‐ τας καὶ μισθοδοτουμένους τῶν μὲν προγεγονότων μηδενὶ συμπαθήσοντας διὰ τὸ μηδὲν γινώσκειν, ἐν αὐτῷ δὲ τὰς ἐλπίδας ἔχοντας καὶ τῆς σωτηρίας καὶ | |
5 | τῆς ἐπανορθώσεως, ἑτοίμους ἕξειν συναγωνιστὰς | |
Hist.15.25.19 | καὶ συνεργοὺς πρὸς τὸ παραγγελλόμενον. ταῦτα δ’ ἐγενήθη πρότερα τοῦ παρὰ Φιλίππῳ διαβουλίου ***, ὡς ἐδηλώσαμεν· ἀλλ’ ἐκείνων κατὰ τὴν τῆς διηγήσεως τάξιν προτέρων λαμβανομένων ἀναγκαῖον | |
5 | ἦν οὕτως ταῦτα χειρίζειν ὥστε πρότερον ἐξηγεῖσθαι | |
τὰς ἐντεύξεις καὶ τοὺς χρηματισμοὺς τῶν πρεσβευ‐ | ||
Hist.15.25.20 | τῶν καὶ τῆς καταστάσεως καὶ τῆς ἐξαποστολῆς. ὁ δ’ Ἀγαθοκλῆς ἐπεὶ τοὺς ἐπιφανεστάτους τῶν ἀν‐ δρῶν ἐκποδὼν ἐποίησε, καὶ τὸ πολὺ τῆς τοῦ πλή‐ θους ὀργῆς παρακατέσχε τῇ τῶν ὀψωνίων ἀποδόσει, | |
5 | παρὰ πόδας εἰς τὴν ἐξ ἀρχῆς συνήθειαν ἐπανῆλθε. | |
Hist.15.25.21 | καὶ τὰς μὲν τῶν φίλων χώρας ἀνεπλήρωσε, παρ‐ εισαγαγὼν ἐκ τῆς διακονίας καὶ τῆς ἄλλης ὑπηρε‐ | |
Hist.15.25.22 | σίας τοὺς εἰκαιοτάτους καὶ θρασυτάτους· αὐτὸς δὲ τὸ πολὺ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐν μέθῃ διέτριβε καὶ ταῖς τῇ μέθῃ παρεπομέναις ἀκρασίαις, οὐ φει‐ δόμενος οὔτ’ ἀκμαζούσης γυναικὸς οὔτε νύμφης | |
5 | οὔτε παρθένου, καὶ πάντα ταῦτ’ ἔπραττε μετὰ τῆς | |
Hist.15.25.23 | ἐπαχθεστάτης φαντασίας. ὅθεν πολλῆς μὲν καὶ παν‐ τοδαπῆς γινομένης δυσαρεστήσεως, οὐδεμιᾶς δὲ θε‐ ραπείας οὐδὲ βοηθείας προσαγομένης, τὸ δ’ ἐναντίον ἀεὶ προσεπαγομένης ὕβρεως, ὑπερηφανίας, ῥᾳθυ‐ | |
Hist.15.25.24 | μίας, ἀνεθυμιᾶτο πάλιν ἐν τοῖς πολλοῖς τὸ προ‐ ϋπάρχον μῖσος καὶ πάντες ἀνενεοῦντο τὰ προγεγε‐ νημένα περὶ τὴν βασιλείαν ἀτυχήματα διὰ τοὺς | |
Hist.15.25.25 | ἀνθρώπους τούτους. τῷ δὲ μηδὲν ἔχειν πρόσωπον ἀξιόχρεων τὸ προστησόμενον, καὶ δι’ οὗ τὴν ὀργὴν εἰς τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν ἀπερεί‐ σονται, τὴν ἡσυχίαν ἦγον, ἔτι μίαν ἐλπίδα καρα‐ | |
5 | δοκοῦντες τὴν κατὰ τὸν Τληπόλεμον καὶ ταύτῃ | |
Hist.15.25.26 | προσανέχοντες. ὁ δὲ Τληπόλεμος, ἕως μὲν ὁ βασι‐ λεὺς ἔζη, τὰ καθ’ αὑτὸν ἔπραττεν· ἅμα δὲ τῷ μετ‐ | |
αλλάξαι ’κεῖνον ταχέως ἐξομαλίσας τὰ πλήθη στρα‐ τηγὸς πάλιν ἐγενήθη τῶν κατὰ Πηλούσιον τόπων. | ||
Hist.15.25.27 | καὶ τὰς μὲν ἀρχὰς ἐποιεῖτο τὴν ἀναφορὰν τῶν πρατ‐ τομένων ἐπὶ τὸ τοῦ βασιλέως συμφέρον, πεπεισμένος ὑπάρξειν τι συνέδριον ὃ τήν τε τοῦ παιδὸς ἐπι‐ | |
Hist.15.25.28 | τροπείαν ἕξει καὶ τὴν τῶν ὅλων προστασίαν. ὡς δ’ ἑώρα τοὺς μὲν ἀξίους ἐπιτροπῆς ἄνδρας ἐκποδὼν γεγονότας, τῆς δὲ τῶν ὅλων ἀρχῆς κατατολμῶντα τὸν Ἀγαθοκλέα, ταχέως ἐφ’ ἑτέρας ἐγένετο γνώμης, | |
5 | ὑφορώμενος τὸν προεστῶτα κίνδυνον διὰ τὴν ὑπο‐ κειμένην αὐτοῖς ἔχθραν, καὶ τάς τε δυνάμεις περὶ αὑτὸν ἥθροιζε καὶ περὶ πόρον ἐγίνετο χρημάτων, | |
Hist.15.25.29 | ἵνα μηδενὶ τῶν ἐχθρῶν εὐχείρωτος ᾖ. ἅμα δὲ καὶ τὴν τοῦ παιδὸς ἐπιτροπείαν καὶ τὴν τῶν ὅλων προ‐ στασίαν εἰς ἑαυτὸν ἥξειν οὐκ ἀπήλπιζε, νομίζων καὶ κατὰ τὴν ἰδίαν μὲν κρίσιν αὐτὸς ἀξιοχρεώτερος | |
5 | ὑπάρχειν Ἀγαθοκλέους πρὸς πᾶν, ἔτι μᾶλλον δὲ πυνθανόμενος καὶ τὰς ὑφ’ ἑαυτὸν ταττομένας δυ‐ νάμεις καὶ τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἐπ’ ἐκείνῳ τὰς ἐλπίδας ἔχειν τοῦ καταλύειν τὴν Ἀγαθοκλέους | |
Hist.15.25.30 | ὕβριν. οὔσης δὲ περὶ αὐτὸν οἵας εἴρηκα διαλήψεως, ταχέως τὰ τῆς διαφορᾶς αὔξησιν ἔλαβε συνεργούν‐ | |
Hist.15.25.31 | των ἀμφοτέρων πρὸς τὴν τοιαύτην ὑπόθεσιν. ὁ μὲν γὰρ Τληπόλεμος, ἐξιδιάζεσθαι σπεύδων τοὺς ἡγε‐ μόνας καὶ ταξιάρχους καὶ τοὺς ἐπὶ τούτων ταττο‐ μένους, συνῆγε πότους ἐπιμελῶς, καὶ παρὰ τὰς | |
5 | συνουσίας τὰ μὲν ὑπὸ τῶν πρὸς χάριν λεγόντων | |
αἰκαλλόμενος, τὰ δ’ ὑπὸ τῆς ἰδίας ὁρμῆς, ἅτε νέος ὢν καὶ παρὰ τὸν οἶνον γινομένης τῆς ὁμιλίας, ἐρ‐ ρίπτει λόγους κατὰ τῆς συγγενείας τῆς τῶν περὶ τὸν Ἀγαθοκλέα, τὰς μὲν ἀρχὰς αἰνιγματώδεις, εἶτ’ | ||
10 | ἀμφιβόλους, τὸ δὲ τελευταῖον ἐκφανεῖς καὶ τὴν | |
Hist.15.25.32 | πικροτάτην ἔχοντας λοιδορίαν. ἐπεχεῖτο γὰρ τοῦ θρανογράφου καὶ τῆς σαμβυκιστρίας καὶ τῆς κου‐ ρίδος, ἔτι δὲ τοῦ παιδαρίου τοῦ πάντα πεποιηκότος καὶ πεπονθότος παρὰ τοὺς πότους, ὅτ’ ἐῳνοχόει τῷ | |
Hist.15.25.33 | βασιλεῖ παῖς ὤν. ἐπὶ δὲ τούτοις ἀεὶ τῶν συμπαρ‐ όντων γελώντων καὶ συμβαλλομένων τι πρὸς τὸν χλευασμόν, ταχέως εἰς τοὺς περὶ τὸν Ἀγαθοκλέα | |
Hist.15.25.34 | τὸ πρᾶγμα παρεγενήθη. γενομένης δ’ ἔχθρας ὁμο‐ λογουμένης εὐθέως ὁ Ἀγαθοκλῆς διαβολὴν εἰσῆγε κατὰ τοῦ Τληπολέμου, φάσκων αὐτὸν ἀλλοτριάζειν τοῦ βασιλέως καὶ καλεῖν Ἀντίοχον ἐπὶ τὰ πράγματα. | |
Hist.15.25.35 | καὶ πολλὰς εἰς τοῦτο τὸ μέρος εὐπόρει πιθανότη‐ τας, τὰς μὲν ἐκ τῶν συμβαινόντων παρεκδεχόμενος καὶ διαστρέφων, τὰς δ’ ἐκ καταβολῆς πλάττων καὶ | |
Hist.15.25.36 | διασκευάζων. ταῦτα δ’ ἐποίει βουλόμενος τὰ πλήθη παροξύνειν κατὰ τοῦ Τληπολέμου· συνέβαινε δὲ τοὐ‐ ναντίον. πάλαι γὰρ ἐπὶ τῷ προειρημένῳ τὰς ἐλπί‐ δας ἔχοντες οἱ πολλοὶ καὶ λίαν ἡδέως ἑώρων ἐκ‐ | |
Hist.15.25.37 | καιομένην τὴν διαφοράν. ἐγένετο δ’ ἡ καταρχὴ τοῦ περὶ τὰ πλήθη κινήματος διά τινας τοιαύτας αἰτίας. Νίκων ὁ συγγενὴς τῶν περὶ τὸν Ἀγαθοκλέα ζῶντος ἔτι τοῦ βασιλέως καθεσταμένος ἦν ἐπὶ τοῦ ναυτικοῦ· | |
5 | τότε δὲ τῶν *** | |
Hist.1526a1 | Ὅτι Δείνωνα τὸν Δείνωνος ἐπανείλετο Ἀγαθο‐ | |
κλῆς, καὶ τοῦτο ἔπραξε τῶν ἀδίκων ἔργων, ὡς ἡ παροιμία φησί, δικαιότατον· καθ’ ὃν μὲν γὰρ και‐ ρόν, τῶν γραμμάτων αὐτῷ προσπεσόντων ὑπὲρ τῆς | ||
5 | ἀναιρέσεως τῆς Ἀρσινόης, ἐξουσίαν ἔσχε μηνῦσαι τὴν πρᾶξιν καὶ σῶσαι τὰ κατὰ τὴν βασιλείαν, τότε δὴ συνεργήσας τοῖς περὶ τὸν Φιλάμμωνα, πάντων | |
Hist.1526a2 | ἐγένετο τῶν ἐπιγενομένων κακῶν αἴτιος, μετὰ δὲ τὸ συντελεσθῆναι τὸν φόνον ἀνανεούμενος καὶ πρὸς πολλοὺς οἰκτιζόμενος καὶ μεταμελόμενος ἐπὶ τῷ τοι‐ οῦτον καιρὸν παραλιπεῖν δῆλος ἐγένετο τοῖς περὶ | |
5 | τὸν Ἀγαθοκλέα· διὸ καὶ παραυτίκα τυχὼν τῆς ἁρ‐ μοζούσης τιμωρίας μετήλλαξε τὸν βίον. — | |
Hist.15.26.1 | Πρώτους δὲ συναθροίσας τοὺς Μακεδόνας, εἰς τούτους εἰσῆλθε μετὰ τοῦ βασιλέως καὶ τῆς Ἀγαθο‐ | |
Hist.15.26.2 | κλείας. καὶ τὰς μὲν ἀρχὰς ὑπεκρίνετο τὸν οὐ δυ‐ νάμενον εἰπεῖν ἃ βούλεται διὰ τὸ πλῆθος τῶν ἐπι‐ | |
Hist.15.26.3 | φερομένων δακρύων· ἐπεὶ δὲ πλεονάκις ἀπομάττων τῇ χλαμύδι κατεκράτησε τῆς ἐπιφορᾶς, βαστάσας τὸ παιδίον ‘Λάβετε‘ ἔφη ‘τοῦτον, ὃν ὁ πατὴρ ἀποθνή‐ σκων εἰς μὲν τὰς ἀγκάλας ἔδωκε ταύτῃ‘ δείξας τὴν | |
5 | ἀδελφὴν ‘παρακατέθετο δ’ εἰς τὴν ὑμετέραν, ὦ ἄν‐ | |
Hist.15.26.4 | δρες Μακεδόνες, πίστιν. ἡ μὲν οὖν [καὶ] ταύτης εὔνοια βραχεῖάν τινα ῥοπὴν ἔχει πρὸς τὴν τούτου σωτηρίαν, ἐν ὑμῖν δὲ κεῖται καὶ ταῖς ὑμετέραις χερσὶ | |
Hist.15.26.5 | τὰ τούτου νυνὶ πράγματα. Τληπόλεμος γὰρ πάλαι μὲν ἦν δῆλος τοῖς ὀρθῶς σκοπουμένοις μειζόνων ἐφιέμενος ἢ καθ’ ἑαυτὸν πραγμάτων, νῦν δὲ καὶ | |
τὴν ἡμέραν καὶ τὸν καιρὸν ὥρικεν, ἐν ᾗ μέλλει τὸ | ||
Hist.15.26.6 | διάδημ’ ἀναλαμβάνειν.‘ καὶ περὶ τούτων οὐχ αὑτῷ πιστεύειν ἐκέλευεν, ἀλλὰ τοῖς εἰδόσι τὴν ἀλήθειαν | |
Hist.15.26.7 | καὶ παροῦσι νῦν ἐξ αὐτῶν τῶν πραγμάτων. καὶ τοῦτ’ εἰπὼν εἰσῆγε τὸν Κριτόλαον, ὃς ἔφη καὶ τοὺς βωμοὺς αὐτὸς ἑωρακέναι κατασκευαζομένους καὶ τὰ θύματα παρὰ τοῖς πλήθεσιν ἑτοιμαζόμενα πρὸς τὴν | |
Hist.15.26.8 | τοῦ διαδήματος ἀνάδειξιν. ὧν οἱ Μακεδόνες ἀκού‐ οντες οὐχ οἷον ἠλέουν αὐτόν, ἀλλ’ ἁπλῶς οὐδὲν προσεῖχον τῶν λεγομένων, μυχθίζοντες (δὲ καὶ) δια‐ ψιθυρίζοντες ἐξελήρησαν οὕτως ὥστε μηδ’ αὐτὸν | |
5 | εἰδέναι [μήτε] πῶς τὸ παράπαν ἐκ τῆς ἐκκλησίας | |
Hist.15.26.9 | ἀπελύθη. παραπλήσια δὲ τούτοις ἐγίνετο καὶ περὶ | |
Hist.15.26.10 | τὰ λοιπὰ συστήματα κατὰ τοὺς ἐκκλησιασμούς. ἐν δὲ τῷ μεταξὺ πολὺς ἦν ὁ καταπλέων ἐκ τῶν ἄνω στρατοπέδων, καὶ παρεκάλουν οἱ μὲν συγγενεῖς, οἱ δὲ φίλους, βοηθεῖν τοῖς ὑποκειμένοις, καὶ μὴ περι‐ | |
5 | ιδεῖν σφᾶς ἀνέδην ὑφ’ οὕτως ἀναξίων ὑβριζομένους. | |
Hist.15.26.11 | μάλιστα δὲ παρώξυνε τοὺς πολλοὺς πρὸς τὴν κατὰ τῶν προεστώτων τιμωρίαν τὸ γινώσκειν ὅτι τὸ μέλ‐ λειν καθ’ αὑτῶν ἐστι διὰ τὸ πάντων τῶν παρακο‐ μιζομένων ἐπιτηδείων εἰς τὴν Ἀλεξάνδρειαν κρατεῖν | |
Hist.15.27.1 | τοὺς περὶ τὸν Τληπόλεμον. ἐγένετο δέ τι καὶ ἐξ αὐτῶν (τῶν) περὶ τὸν Ἀγαθοκλέα συνέργημα πρὸς τὸ τὴν ὀργὴν ἐπιτεῖναι τήν τε τῶν πολλῶν καὶ τὴν | |
Hist.15.27.2 | τοῦ Τληπολέμου· τὴν γὰρ Δανάην, ἥτις ἦν πενθερὰ τοῦ προειρημένου, λαβόντες ἐκ τοῦ τῆς Δήμητρος ἱεροῦ καὶ διὰ μέσου τῆς πόλεως ἑλκύσαντες ἀκατα‐ κάλυπτον εἰς φυλακὴν ἀπέθεντο, βουλόμενοι φανε‐ | |
5 | ρὰν ποιεῖν τὴν πρὸς τὸν Τληπόλεμον διαφοράν. | |
Hist.15.27.3 | ἐφ’ οἷς τὸ πλῆθος ἀγανακτοῦν οὐκέτι κατ’ ἰδίαν οὐδὲ δι’ ἀπορρήτων ἐποιεῖτο τοὺς λόγους, ἀλλ’ οἱ μὲν τὰς νύκτας εἰς πάντα τόπον ἐπέγραφον, οἱ δὲ τὰς ἡμέρας συστρεφόμενοι κατὰ μέρη φανερῶς ἐξ‐ | |
5 | έφερον ἤδη τὸ μῖσος εἰς τοὺς προεστῶτας. | |
Hist.15.27.4 | Οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα βλέποντες τὰ συμ‐ βαίνοντα, καὶ μοχθηρὰς ἐλπίδας ἔχοντες περὶ αὑτῶν, τοτὲ μὲν ἐγίνοντο περὶ δρασμόν, οὐδενὸς δ’ αὐτοῖς ἡτοιμασμένου πρὸς τοῦτο τὸ μέρος διὰ τὴν | |
Hist.15.27.5 | σφετέραν ἀβουλίαν ἀφίσταντο τῆς ἐπιβολῆς· τοτὲ δὲ συνωμότας κατέγραφον καὶ κοινωνοὺς τῆς τόλ‐ μης, ὡς αὐτίκα μάλα τῶν ἐχθρῶν τοὺς μὲν κατα‐ σφάξοντες, τοὺς δὲ συλληψόμενοι, μετὰ δὲ ταῦτα | |
Hist.15.27.6 | τυραννικὴν ἐξουσίαν περιποιησόμενοι. ταῦτα δ’ αὐτῶν διανοουμένων προσέπεσε διαβολὴ κατά τινος Μοιραγένους, ἑνὸς τῶν σωματοφυλάκων, διότι μη‐ νύοι πάντα τῷ Τληπολέμῳ καὶ συνεργοίη διὰ τὴν | |
5 | πρὸς Ἀδαῖον οἰκειότητα τὸν ἐπὶ τῆς Βουβαστοῦ τότε | |
Hist.15.27.7 | καθεσταμένον. ὁ δ’ Ἀγαθοκλῆς εὐθέως συνέταξε Νικοστράτῳ τῷ πρὸς τοῖς γράμμασι τεταγμένῳ συλ‐ λαβόντι τὸν Μοιραγένη φιλοτίμως ἐξετάσαι, πᾶσαν | |
Hist.15.27.8 | προτιθέντα βάσανον. οὗτος μὲν οὖν παραχρῆμα συλληφθεὶς ὑπὸ τοῦ Νικοστράτου καὶ παραχθεὶς εἴς τινα μέρη τῆς αὐλῆς ἀποκεχωρηκότα, τὸ μὲν πρῶτον ἐξ ὀρθῆς ἀνεκρίνετο περὶ τῶν προσπεπτω‐ | |
Hist.15.27.9 | κότων, πρὸς οὐδὲν δὲ τῶν λεγομένων ἀνθομολο‐ | |
γούμενος ἐξεδύθη· καὶ τινὲς μὲν τὰ πρὸς τὰς βα‐ σάνους ὄργανα διεσκεύαζον, οἱ δὲ τὰς μάστιγας | ||
Hist.15.27.10 | ἔχοντες μετὰ χεῖρας ἀπεδύοντο τὰς χλαμύδας. κατὰ δὲ τὸν καιρὸν τοῦτον προστρέχει τις τῶν ὑπηρετῶν πρὸς τὸν Νικόστρατον, καὶ ψιθυρίσας πρὸς τὴν ἀκοὴν ἅττα δήποτ’ οὖν ἀπηλλάττετο μετὰ σπουδῆς. | |
Hist.15.27.11 | ὁ δὲ Νικόστρατος ἐκ ποδὸς ἐπηκολούθει τούτῳ, λέ‐ γων μὲν οὐδέν, τύπτων δὲ συνεχῶς τὸν μηρόν. | |
Hist.15.28.1 | περὶ δὲ τὸν Μοιραγένην ἄφατον ἦν καὶ παράλογον | |
Hist.15.28.2 | τὸ συμβαῖνον. οἱ μὲν γὰρ μόνον οὐ διατεταμένοι τὰς μάστιγας παρέστασαν, οἱ δὲ πρὸ ποδῶν αὐτοῦ | |
Hist.15.28.3 | τὰ πρὸς ἀνάγκας ὄργανα διεσκεύαζον· τοῦ δὲ Νικο‐ στράτου παραχωρήσαντος ἕστασαν ἀχανεῖς πάντες, ἐμβλέποντες ἀλλήλοις, προσδοκῶντες ἀεί ποτε τὸν | |
Hist.15.28.4 | προειρημένον ἀνακάμψειν. χρόνου δὲ γινομένου κατὰ βραχὺ διέρρεον οἱ παρεστῶτες, τέλος δ’ ὁ Μοιραγένης ἀπελείφθη. καὶ μετὰ ταῦτα διελθὼν τὴν αὐλὴν ἀνελπίστως παρέπεσε γυμνὸς εἴς τινα | |
5 | σκηνὴν τῶν Μακεδόνων, σύνεγγυς κειμένην τῆς | |
Hist.15.28.5 | αὐλῆς. καταλαβὼν δὲ κατὰ τύχην ἀριστῶντας καὶ συνηθροισμένους, ἔλεγε τὰ περὶ αὑτὸν συμβεβηκότα | |
Hist.15.28.6 | καὶ τὸ παράλογον τῆς σωτηρίας. οἱ δὲ τὰ μὲν ἠπί‐ στουν, τὰ δὲ πάλιν ὁρῶντες αὐτὸν γυμνὸν ἠναγκά‐ | |
Hist.15.28.7 | ζοντο πιστεύειν. ἐκ δὲ ταύτης τῆς περιπετείας ὅ τε Μοιραγένης μετὰ δακρύων ἐδεῖτο τῶν Μακεδό‐ νων μὴ μόνον τῆς αὑτοῦ συνεπιλαβέσθαι σωτηρίας, ἀλλὰ καὶ τῆς τοῦ βασιλέως, καὶ μάλιστα τῆς σφῶν | |
Hist.15.28.8 | αὐτῶν· πρόδηλον γὰρ εἶναι πᾶσι τὸν ὄλεθρον, ἐὰν μὴ συνάψωνται τοῦ καιροῦ, καθ’ ὃν ἀκμάζει τὸ | |
τῶν πολλῶν μῖσος καὶ πᾶς ἕτοιμός ἐστι πρὸς τὴν | ||
Hist.15.28.9 | κατ’ Ἀγαθοκλέους τιμωρίαν. ἀκμάζειν δὲ νῦν μά‐ | |
Hist.15.29.1 | λιστ’ ἔφη καὶ προσδεῖσθαι τῶν καταρξομένων. οἱ δὲ Μακεδόνες ἀκούσαντες τούτων παροξύνονται, καὶ πέρας ἐπείσθησαν τῷ Μοιραγένει, καὶ πρώτας μὲν εὐθέως ἐπῄεσαν τὰς τῶν Μακεδόνων σκηνάς, μετὰ | |
Hist.15.29.2 | δὲ ταῦτα τὰς τῶν ἄλλων στρατιωτῶν· εἰσὶ δ’ αὗται συνεχεῖς, πρὸς ἓν μέρος ἀπονενευκυῖαι τῆς πόλεως. | |
Hist.15.29.3 | οὔσης δὲ τῆς μὲν ὁρμῆς πάλαι προχείρου τῆς τῶν πολλῶν, προσδεομένης δὲ τοῦ προκαλεσομένου μό‐ νον καὶ τολμήσοντος, ἅμα τῷ λαβεῖν ἀρχὴν τὸ | |
Hist.15.29.4 | πρᾶγμα ταχέως οἷον εἰ πῦρ ἐξέλαμψεν. οὐ γὰρ ἐγενήθησαν ὧραι τέτταρες καὶ πάντα τὰ γένη συμ‐ πεφωνήκει καὶ τὰ στρατιωτικὰ καὶ τὰ πολιτικὰ πρὸς | |
Hist.15.29.5 | τὴν ἐπίθεσιν. συνήργησε γὰρ μεγάλα καὶ ταὐτό‐ | |
Hist.15.29.6 | ματον ἐν τῷ καιρῷ τούτῳ πρὸς τὴν συντέλειαν. ὁ μὲν γὰρ Ἀγαθοκλῆς, ἀνενεχθείσης πρὸς αὐτὸν ἐπι‐ στολῆς καὶ κατασκόπων ἐπαναχθέντων, καὶ τῆς μὲν ἐπιστολῆς γεγραμμένης πρὸς τὰς δυνάμεις παρὰ τοῦ | |
5 | Τληπολέμου καὶ δηλούσης ὅτι παρέσται ταχέως, τῶν | |
Hist.15.29.7 | δὲ κατασκόπων διασαφούντων ὅτι πάρεστιν, οὕτως ἐξέστη τῶν φρενῶν ὥστ’ ἀφέμενος τοῦ πράττειν τι καὶ διανοεῖσθαι περὶ τῶν προσπεπτωκότων ἀπῆλθε κατὰ τὸν εἰθισμένον καιρὸν εἰς τὸν πότον, κἀκεῖ | |
5 | κατὰ τὴν εἰθισμένην ἀγωγὴν ἐπετέλει τὴν συνου‐ | |
Hist.15.29.8 | σίαν. ἡ δ’ Οἰνάνθη περικακοῦσα παρῆν εἰς τὸ Θεσμοφορεῖον, ἀνεῳγμένου τοῦ νεὼ διά τινα θυ‐ | |
Hist.15.29.9 | σίαν ἐπέτειον. καὶ τὸ μὲν πρῶτον ἐλιπάρει γονυ‐ πετοῦσα καὶ μαγγανεύουσα πρὸς τὰς θεάς, μετὰ δὲ | |
ταῦτα καθίσασα πρὸς τὸν βωμὸν εἶχε τὴν ἡσυχίαν. | ||
Hist.15.29.10 | αἱ μὲν οὖν πολλαὶ τῶν γυναικῶν, ἡδέως ὁρῶσαι τὴν δυσθυμίαν καὶ περικάκησιν αὐτῆς, ἀπεσιώπων· αἱ δὲ τοῦ Πολυκράτους συγγενεῖς καί τινες ἕτεραι τῶν ἐνδόξων, ἀδήλου τῆς περιστάσεως αὐταῖς ἀκμὴν | |
5 | ὑπαρχούσης, προσελθοῦσαι παρεμυθοῦντο τὴν Οἰ‐ | |
Hist.15.29.11 | νάνθην. ἡ δ’ ἀναβοήσασα μεγάλῃ τῇ φωνῇ “Μή μοι πρόσιτέ” φησι “θηρία· καλῶς γὰρ ὑμᾶς γινώ‐ σκω, διότι καὶ φρονεῖθ’ ἡμῖν ἐναντία καὶ ταῖς θε‐ | |
Hist.15.29.12 | αῖς εὔχεσθε τὰ δυσχερέστατα καθ’ ἡμῶν. οὐ μὴν ἀλλ’ ἔτι πέποιθα τῶν θεῶν βουλομένων γεύσειν | |
Hist.15.29.13 | ὑμᾶς τῶν ἰδίων τέκνων”. καὶ ταῦτ’ εἰποῦσα ταῖς ῥαβδούχοις ἀνείργειν προσέταξε καὶ παίειν τὰς μὴ | |
Hist.15.29.14 | πειθαρχούσας. αἱ δ’ ἐπιλαβόμεναι τῆς προφάσεως ταύτης ἀπηλλάττοντο πᾶσαι, τοῖς θεοῖς ἀνίσχουσαι τὰς χεῖρας καὶ καταρώμεναι λαβεῖν αὐτὴν ἐκείνην πεῖραν τούτων, ἃ κατὰ τῶν πέλας ἐπανετείνετο | |
5 | πράξειν. | |
Hist.15.30.1 | Ἤδη δὲ κεκριμένου τοῦ καινοτομεῖν τοῖς ἀνδρά‐ σιν, ἐπιγενομένης καθ’ ἑκάστην οἰκίαν καὶ τῆς ἐκ τῶν γυναικῶν ὀργῆς διπλάσιον ἐξεκαύθη τὸ μῖσος. | |
Hist.15.30.2 | ἅμα δὲ τῷ μεταλαβεῖν τὸ τῆς νυκτὸς πᾶσα πλήρης | |
Hist.15.30.3 | ἦν ἡ πόλις θορύβου καὶ φώτων καὶ διαδρομῆς· οἱ μὲν γὰρ εἰς τὸ στάδιον ἡθροίζοντο μετὰ κραυγῆς, οἱ δὲ παρεκάλουν ἀλλήλους, οἱ δὲ κατεδύοντο δια‐ διδράσκοντες εἰς ἀνυπονοήτους οἰκίας καὶ τόπους· | |
Hist.15.30.4 | ἤδη δὲ τῶν περὶ τὴν αὐλὴν εὐρυχωριῶν καὶ τοῦ σταδίου καὶ τῆς πλατείας πλήρους ὑπαρχούσης ὄχλου παντοδαποῦ καὶ τῆς περὶ τὸ Διονυσιακὸν θέατρον | |
Hist.15.30.5 | προστασίας, πυθόμενος τὸ συμβαῖνον Ἀγαθοκλῆς ἐξηγέρθη μεθύων, ἄρτι καταλελυκὼς τὸν πότον, καὶ παραλαβὼν τοὺς συγγενεῖς πάντας πλὴν Φίλωνος | |
Hist.15.30.6 | ἧκε πρὸς τὸν βασιλέα. καὶ βραχέα πρὸς τοῦτον οἰκτισάμενος καὶ λαβόμενος αὐτοῦ τῆς χειρός, ἀνέ‐ βαινεν εἰς τὴν σύριγγα τὴν μεταξὺ τοῦ Μαιάνδρου καὶ τῆς παλαίστρας κειμένην καὶ φέρουσαν ἐπὶ τὴν | |
Hist.15.30.7 | τοῦ θεάτρου πάροδον. μετὰ δὲ ταῦτα, δύο θύρας ἀσφαλισάμενος τὰς πρώτας, εἰς τὴν τρίτην ἀνεχώ‐ ρησε μετὰ δυεῖν ἢ τριῶν σωματοφυλάκων καὶ τοῦ | |
Hist.15.30.8 | βασιλέως καὶ τῆς αὑτοῦ συγγενείας. συνέβαινε δὲ τὰς θύρας εἶναι δικτυωτὰς διαφανεῖς, ἀποκλειομένας | |
Hist.15.30.9 | δὲ διττοῖς μοχλοῖς. κατὰ δὲ τὸν καιρὸν τοῦτον ἡθροισμένου τοῦ πλήθους ἐξ ἁπάσης τῆς πόλεως, ὥστε μὴ μόνον τοὺς ἐπιπέδους τόπους, ἀλλὰ καὶ τὰ βάθρα καὶ τὰ τέγη καταγέμειν ἀνθρώπων, ἐγί‐ | |
5 | νετο βοὴ καὶ κραυγὴ σύμμικτος, ὡς ἂν γυναικῶν | |
Hist.15.30.10 | ὁμοῦ καὶ παίδων ἀνδράσιν ἀναμεμιγμένων· οὐ γὰρ ἐλάττω ποιεῖ τὰ παιδάρια τῶν ἀνδρῶν περὶ τὰς τοιαύτας ταραχὰς ἔν τε τῇ Καρχηδονίων πόλει καὶ κατὰ τὴν Ἀλεξάνδρειαν. | |
Hist.15.31.1 | Ἤδη δὲ τῆς ἡμέρας ὑποφαινούσης ἦν μὲν ἄκρι‐ τος ἡ κραυγή, μάλιστα δ’ ἐξ αὐτῆς ἐξέλαμψε τὸ | |
Hist.15.31.2 | καλεῖν τὸν βασιλέα. τὸ μὲν οὖν πρῶτον οἱ Μακε‐ δόνες ἐξαναστάντες κατελάβοντο τὸν χρηματιστικὸν | |
Hist.15.31.3 | πυλῶνα τῶν βασιλείων· μετὰ δέ τινα χρόνον ἐπι‐ γνόντες ποῦ τῆς αὐλῆς (ἦν) ὁ βασιλεύς, περιελθόν‐ τες τὰς μὲν πρώτας τῆς [πρώτης] σύριγγος ἐξέβαλον | |
θύρας, ἐγγίσαντες δὲ τῆς δευτέρας ᾐτοῦντο τὸν | ||
Hist.15.31.4 | παῖδα μετὰ κραυγῆς. οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα, βλέποντες ἤδη τὰ καθ’ αὑτούς, ἐδέοντο τῶν σωμα‐ τοφυλάκων πρεσβεῦσαι περὶ αὑτῶν πρὸς τοὺς Μακε‐ δόνας, δηλοῦντας ὅτι τῆς ἐπιτροπείας ἐκχωροῦσι | |
5 | καὶ τῆς ἄλλης ἐξουσίας καὶ τῶν τιμῶν, ἔτι δὲ τῶν | |
Hist.15.31.5 | χορηγίων ὧν ἔχουσι πάντων, αὐτὸ δὲ τὸ πνευμάτιον δέονται συγχωρηθῆναι σφίσι μετὰ τῆς ἀναγκαίας τροφῆς, ἵνα χωρήσαντες εἰς τὴν ἐξ ἀρχῆς διάθεσιν | |
Hist.15.31.6 | μηδὲ βουληθέντες ἔτι δύνωνται λυπεῖν μηδένα. τῶν μὲν οὖν ἄλλων σωματοφυλάκων οὐδεὶς ὑπήκουσεν, Ἀριστομένης δὲ μόνος ὑπέστη τὴν χρείαν ταύτην ὁ μετά τινα χρόνον ἐπὶ τῶν πραγμάτων γενόμενος. | |
Hist.15.31.7 | ὁ δ’ ἀνὴρ οὗτος τὸ μὲν γένος ἦν Ἀκαρνάν, καθ’ ὅσον δὲ προβαίνων κατὰ τὴν ἡλικίαν, γενόμενος κύριος τῶν ὅλων πραγμάτων, κάλλιστα καὶ σεμνό‐ τατα δοκεῖ προστῆναι τοῦ τε βασιλέως καὶ τῆς βα‐ | |
5 | σιλείας, κατὰ τοσοῦτον κεκολακευκέναι τὴν Ἀγαθο‐ | |
Hist.15.31.8 | κλέους εὐκαιρίαν. πρῶτος μὲν γὰρ ὡς ἑαυτὸν ἐπὶ δεῖπνον καλέσας τὸν Ἀγαθοκλέα χρυσοῦν στέφανον ἀνέδωκε μόνῳ τῶν παρόντων, ὃ τοῖς βασιλεῦσιν | |
Hist.15.31.9 | αὐτοῖς ἔθος ἐστὶ μόνοις συγχωρεῖσθαι, πρῶτος δὲ τὴν εἰκόνα τοῦ προειρημένου φέρειν ἐτόλμησεν ἐν τῷ δακτυλίῳ· γενομένης δὲ θυγατρὸς αὐτῷ ταύτην | |
Hist.15.31.10 | Ἀγαθόκλειαν προσηγόρευσεν. ἀλλ’ ἴσως ὑπὲρ μὲν τούτων ἐξαρκεῖ καὶ τὰ νῦν εἰρημένα· λαβὼν δὲ τὰς προειρημένας ἐντολὰς καὶ διά τινος ῥινοπύλης ἐξελ‐ | |
Hist.15.31.11 | θών, ἧκε πρὸς τοὺς Μακεδόνας. βραχέα δ’ αὐτοῦ διαλεχθέντος καὶ δηλώσαντος τὴν προαίρεσιν, ἐπ‐ εβάλοντο μὲν οἱ Μακεδόνες παραχρῆμα συγκεντῆσαι, ταχὺ δέ τινων ὑπερεχόντων αὐτοῦ τὰς χεῖρας καὶ | |
5 | παραιτησαμένων τοὺς πολλούς, ἐπανῆλθε λαβὼν ἐν‐ τολὴν ἢ τὸν βασιλέα πρὸς αὐτοὺς ἄγονθ’ ἥκειν ἢ | |
Hist.15.31.12 | μηδ’ αὐτὸν ἐξιέναι. τὸν μὲν οὖν Ἀριστομένην ταῦτ’ εἰπόντες οἱ Μακεδόνες ἀπέπεμψαν, αὐτοὶ δὲ ταῖς δευτέραις θύραις ἐγγίσαντες ἐξέωσαν καὶ ταύτας. | |
Hist.15.31.13 | οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα θεωροῦντες τὴν τῶν Μακεδόνων βίαν διά τε τῶν ἐνεργουμένων καὶ διὰ τῆς ἀποκρίσεως, τὸ μὲν πρῶτον ἐπεβάλοντο διὰ τῆς θύρας προτείναντες τὰς χεῖρας, ἡ δ’ Ἀγαθόκλεια | |
5 | καὶ τοὺς μασθούς, οἷς ἔφη θρέψαι τὸν βασιλέα, δεῖσθαι τῶν Μακεδόνων, πᾶσαν προϊέμενοι φωνὴν | |
Hist.15.32.1 | πρὸς τὸ περιποιήσασθαι τὸ ζῆν αὐτὸ μόνον· ἐπεὶ δὲ πολλὰ κατολοφυρόμενοι τὴν αὑτῶν τύχην οὐδὲν ἤνυον, τέλος ἐξέπεμψαν τὸν παῖδα μετὰ τῶν σωμα‐ | |
Hist.15.32.2 | τοφυλάκων. οἱ δὲ Μακεδόνες, παραλαβόντες τὸν βασιλέα καὶ ταχέως ἐφ’ ἵππον ἀναβιβάσαντες, ἦγον | |
Hist.15.32.3 | εἰς τὸ στάδιον. ἅμα δὲ τῷ φανῆναι μεγάλης κραυγῆς καὶ κρότου γενηθέντος, ἐπιστήσαντες τὸν ἵππον καθεῖλον τὸν παῖδα, καὶ προαγαγόντες ἐκάθισαν | |
Hist.15.32.4 | εἰς τὴν βασιλικὴν θέαν. περὶ δὲ τοὺς ὄχλους ἐγέ‐ νετό τις ἅμα χαρὰ καὶ λύπη· τὰ μὲν γὰρ ἦσαν περι‐ χαρεῖς ἐπὶ τῷ κεκομίσθαι τὸν παῖδα, τὰ δὲ πάλιν δυσηρέστουν τῷ μὴ συνειλῆφθαι τοὺς αἰτίους μηδὲ | |
Hist.15.32.5 | τυγχάνειν τῆς ἁρμοζούσης τιμωρίας. διὸ καὶ συνε‐ χῶς ἐβόων, ἄγειν κελεύοντες καὶ παραδειγματίζειν | |
Hist.15.32.6 | τοὺς πάντων τῶν κακῶν αἰτίους. ἤδη δὲ τῆς ἡμέ‐ ρας προβαινούσης, καὶ τοῦ πλήθους ἐπ’ οὐδένα δυναμένου πέρας ἀπερείσασθαι τὴν ὁρμήν, Σωσί‐ | |
βιος, ὃς ἦν μὲν υἱὸς Σωσιβίου, τότε δὲ σωματο‐ | ||
5 | φύλαξ ὑπάρχων μάλιστα τὸν νοῦν προσεῖχε τῷ τε | |
Hist.15.32.7 | βασιλεῖ καὶ τοῖς πράγμασι, θεωρῶν τήν τε τοῦ πλήθους ὁρμὴν ἀμετάθετον οὖσαν καὶ τὸ παιδίον δυσχρηστούμενον διά τε τὴν τῶν παρεστώτων ἀσυνή‐ θειαν καὶ διὰ τὴν περὶ τὸν ὄχλον ταραχήν, ἐπύθετο | |
5 | τοῦ βασιλέως εἰ παραδώσει τοῖς πολλοῖς τοὺς εἰς | |
Hist.15.32.8 | αὐτὸν ἢ τὴν μητέρα τι πεπλημμεληκότας. τοῦ δὲ κατανεύσαντος, τῶν μὲν σωματοφυλάκων τισὶν εἶπε δηλῶσαι τὴν τοῦ βασιλέως γνώμην, τὸ δὲ παιδίον ἀναστήσας ἀπῆγε πρὸς τὴν θεραπείαν εἰς τὴν ἰδίαν | |
Hist.15.32.9 | οἰκίαν, σύνεγγυς οὖσαν. τῶν δὲ διασαφούντων τὰ παρὰ τοῦ βασιλέως, κατερρήγνυτο πᾶς ὁ τόπος ὑπὸ | |
Hist.15.32.10 | τοῦ κρότου καὶ τῆς κραυγῆς. οἱ δὲ περὶ τὸν Ἀγα‐ θοκλέα καὶ τὴν Ἀγαθόκλειαν ἐν τούτῳ τῷ καιρῷ διεχωρίσθησαν ἀλλήλων εἰς τὰς ἰδίας καταλύσεις. | |
Hist.15.32.11 | ταχὺ δὲ τῶν στρατιωτῶν τινες, οἱ μὲν ἐθελοντήν, οἱ δ’ ὑπὸ τοῦ πλήθους ἐξωθούμενοι, (παρ)ώρμησαν ἐπὶ τὸ ζητεῖν τοὺς προειρημένους. | |
Hist.15.33.1 | Τοῦ δὲ ποιεῖν αἷμα καὶ φόνους ἐγένετό τις ἐκ | |
Hist.15.33.2 | ταὐτομάτου καταρχὴ τοιαύτη. τῶν γὰρ Ἀγαθοκλέ‐ ους ὑπηρετῶν καὶ κολάκων τις ὄνομα Φίλων ἐξῆλθε | |
Hist.15.33.3 | κραιπαλῶν εἰς τὸ στάδιον. οὗτος θεωρῶν τὴν ὁρ‐ μὴν τῶν ὄχλων εἶπε πρὸς τοὺς παρεστῶτας ὅτι πάλιν αὐτοῖς, καθάπερ καὶ πρῴην, ἐὰν Ἀγαθοκλῆς | |
Hist.15.33.4 | ἐξέλθῃ, μεταμελήσει. τῶν δ’ ἀκουσάντων οἱ μὲν ἀπελοιδόρουν αὐτόν, οἱ δὲ προώθουν. ἐπιβαλομένου δ’ ἀμύνεσθαι ταχέως οἱ μὲν τὴν χλαμύδα περιέρ‐ | |
ρηξαν, οἱ δὲ τὰς λόγχας προσερείσαντες ἐξεκέντησαν. | ||
Hist.15.33.5 | ἅμα δὲ τῷ τοῦτον εἰς τὸ μέσον ἑλκυσθῆναι μεθ’ ὕβρεως ἔτι σπαίροντα, καὶ γεύσασθαι τὰ πλήθη φόνου, πάντες ἐκαραδόκουν τὴν τῶν ἄλλων παρου‐ | |
Hist.15.33.6 | σίαν. μετ’ οὐ πολὺ δὲ παρῆν ἀγόμενος πρῶτος Ἀγαθοκλῆς δέσμιος· ὃν εὐθέως εἰσιόντα προσδρα‐ μόντες τινὲς ἄφνω συνεκέντησαν, ἔργον ποιοῦντες οὐκ ἐχθρῶν, ἀλλ’ εὐνοούντων· αἴτιοι γὰρ ἐγένοντο | |
5 | τοῦ μὴ τυχεῖν αὐτὸν τῆς ἁρμοζούσης καταστροφῆς· | |
Hist.15.33.7 | μετὰ δὲ τοῦτον ἤχθη Νίκων, εἶτ’ Ἀγαθόκλεια γυμνὴ σὺν ταῖς ἀδελφαῖς, ἑξῆς δὲ τούτοις πάντες οἱ συγ‐ | |
Hist.15.33.8 | γενεῖς. ἐπὶ δὲ πᾶσιν ἐκ τοῦ Θεσμοφορείου τὴν Οἰνάνθην ἀποσπάσαντες ἧκον εἰς τὸ στάδιον, ἄγοντες | |
Hist.15.33.9 | γυμνὴν ἐφ’ ἵππου. παραδοθέντων δὲ πάντων ὁμοῦ τοῖς ὄχλοις, οἱ μὲν ἔδακνον, οἱ δ’ ἐκέντουν, οἱ δὲ τοὺς ὀφθαλμοὺς ἐξέκοπτον· ἀεὶ δὲ τοῦ πεσόντος τὰ μέλη διέσπων, ἕως ὅτου κατελώβησαν πάντας αὐ‐ | |
Hist.15.33.10 | τούς· δεινὴ γάρ τις ἡ περὶ τοὺς θυμοὺς ὠμότης | |
Hist.15.33.11 | γίνεται τῶν κατὰ τὴν Αἴγυπτον ἀνθρώπων. κατὰ δὲ τὸν καιρὸν τοῦτον σύντροφοι τῆς Ἀρσινόης γε‐ γενημέναι τινὲς παιδίσκαι, πυθόμεναι παραγεγονέ‐ ναι τὸν Φιλάμμωνα τριταῖον ἀπὸ Κυρήνης τὸν ἐπι‐ | |
5 | στάντα τῷ φόνῳ τῆς βασιλίσσης, ὥρμησαν ἐπὶ τὴν | |
Hist.15.33.12 | οἰκίαν αὐτοῦ, καὶ βιασάμεναι τὸν μὲν Φιλάμμωνα τύπτουσαι τοῖς λίθοις καὶ τοῖς ξύλοις ἀπέκτειναν, τὸν δ’ υἱὸν ἀπέπνιξαν, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα, σὺν δὲ τούτοις τὴν γυναῖκα τοῦ Φιλάμμωνος γυμνὴν | |
5 | εἰς τὴν πλατεῖαν ἐξέλκουσαι διέφθειραν. | |
Hist.15.33.13 | Καὶ τὰ μὲν περὶ τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγα‐ | |
θόκλειαν καὶ τοὺς τούτων συγγενεῖς τοιοῦτον ἔσχε | ||
Hist.15.34.1 | τὸ τέλος. ἐγὼ δ’ οὐκ ἀγνοῶ μὲν τὰς τερατείας καὶ διασκευάς, αἷς κέχρηνται πρὸς ἔκπληξιν τῶν ἀκου‐ όντων ἔνιοι τῶν γεγραφότων τὰς πράξεις ταύτας, πλείω τὸν ἐπιμετροῦντα λόγον διατιθέμενοι τοῦ | |
Hist.15.34.2 | συνέχοντος τὰ πράγματα καὶ κυρίου, τινὲς μὲν ἐπὶ τὴν τύχην ἀναφέροντες τὰ γεγονότα καὶ τιθέντες ὑπὸ τὴν ὄψιν τὸ ταύτης ἀβέβαιον καὶ δυσφύλακτον, οἱ δὲ τὸ παράδοξον τῶν συμβεβηκότων ὑπὸ λόγον | |
5 | ἄγοντες, πειρώμενοι τοῖς γεγονόσιν αἰτίας καὶ πι‐ | |
Hist.15.34.3 | θανότητας ὑποτάττειν. οὐ μὴν ἔγωγε προεθέμην τούτῳ χρήσασθαι τῷ χειρισμῷ περὶ τῶν προειρη‐ μένων διὰ τὸ μήτε πολεμικὴν τόλμαν καὶ δύναμιν ἐπίσημον γεγονέναι περὶ τὸν Ἀγαθοκλέα μήτε χει‐ | |
Hist.15.34.4 | ρισμὸν πραγμάτων ἐπιτυχῆ καὶ ζηλωτὸν μήτε τὸ τελευταῖον τὴν αὐλικὴν ἀγχίνοιαν καὶ κακοπραγ‐ μοσύνην διαφέρουσαν, ἐν ᾗ Σωσίβιος καὶ πλείους ἕτεροι κατεβίωσαν, βασιλεῖς ἐκ βασιλέων μεταχειρι‐ | |
5 | ζόμενοι, τὰ δ’ ἐναντία τούτοις συμβεβηκέναι περὶ | |
Hist.15.34.5 | τὸν προειρημένον ἄνδρα. προαγωγῆς μὲν γὰρ ἔτυχε παραδόξου διὰ τὴν τοῦ Φιλοπάτορος ἀδυναμίαν τοῦ | |
Hist.15.34.6 | βασιλεύειν· τυχὼν δὲ ταύτης καὶ παραλαβὼν εὐ‐ φυέστατον καιρὸν μετὰ τὸν ἐκείνου θάνατον πρὸς τὸ συντηρῆσαι τὴν ἐξουσίαν, ἅμα τὰ πράγματα καὶ τὸ ζῆν ἀπέβαλε διὰ τὴν ἰδίαν ἀνανδρίαν καὶ ῥᾳθυ‐ | |
5 | μίαν, ἐν πάνυ βραχεῖ χρόνῳ καταγνωσθείς. | |
Hist.15.35.1 | Διόπερ οὐ χρὴ τοῖς τοιούτοις προσάπτειν τὸν | |
ἐπιμετροῦντα λόγον, καθάπερ εἶπα, τῷ δ’ Ἀγαθο‐ κλεῖ καὶ Διονυσίῳ τοῖς Σικελιώταις καί τισιν ἑτέ‐ ροις τῶν ἐν πράγμασιν ἐπ’ ὀνόματος γεγονότων. | ||
Hist.15.35.2 | ἐκείνων γὰρ ὁ μὲν ἕτερος ἐκ δημοτικῆς καὶ ταπεινῆς ὑποθέσεως ὁρμηθείς, ὁ δ’ Ἀγαθοκλῆς, ὡς ὁ Τίμαιος ἐπισκώπτων φησί, κεραμεὺς ὑπάρχων καὶ καταλι‐ πὼν τὸν τροχὸν (καὶ τὸν) πηλὸν καὶ τὸν καπνόν, | |
Hist.15.35.3 | ἧκε νέος ὢν εἰς τὰς Συρακούσας. καὶ τὸ μὲν πρῶ‐ τον ἐγενήθησαν ἀμφότεροι κατὰ τοὺς ἰδίους καιροὺς τύραννοι Συρακουσῶν, πόλεως τῆς μέγιστον ἀξίωμα | |
Hist.15.35.4 | τότε καὶ μέγιστον πλοῦτον περιποιησαμένης, μετὰ δὲ ταῦτα βασιλεῖς ἁπάσης Σικελίας νομισθέντες καί | |
Hist.15.35.5 | τινων καὶ τῆς Ἰταλίας μερῶν κυριεύσαντες. Ἀγα‐ θοκλῆς δ’ οὐ μόνον καὶ τῶν τῆς Λιβύης ἀπεπείρα‐ σεν, ἀλλὰ καὶ τέλος ἐναπέθανε ταῖς ὑπεροχαῖς ταύ‐ | |
Hist.15.35.6 | ταις. διὸ καὶ Πόπλιον Σκιπίωνά φασι τὸν πρῶτον καταπολεμήσαντα Καρχηδονίους ἐρωτηθέντα τίνας ὑπολαμβάνει πραγματικωτάτους ἄνδρας γεγονέναι καὶ σὺν νῷ τολμηροτάτους, εἰπεῖν τοὺς περὶ Ἀγα‐ | |
Hist.15.35.7 | θοκλέα καὶ Διονύσιον τοὺς Σικελιώτας. καὶ περὶ μὲν τῶν τοιούτων ἀνδρῶν εἰς ἐπίστασιν ἄγειν τοὺς ἀναγινώσκοντας, καί που καὶ τῆς τύχης ποιήσασθαι μνήμην, ἔτι δὲ τῶν ἀνθρωπείων πραγμάτων, καὶ | |
5 | καθόλου προστιθέναι τὸν ἐπεκδιδάσκοντα λόγον, ἐπὶ δὲ τῶν προειρημένων ἀνδρῶν οὐδαμῶς ἁρμόζει. | |
Hist.15.36.1 | Διὰ δὴ ταύτας τὰς αἰτίας τὸν μετ’ αὐξήσεως | |
Hist.15.36.2 | λόγον ἀπεδοκιμάσαμεν ὑπὲρ Ἀγαθοκλέους, οὐχ ἥκι‐ | |
στα δὲ καὶ διὰ τὸ πάσας τὰς ἐκπληκτικὰς περιπε‐ τείας μίαν ἔχειν φαντασίαν τὴν πρώτην ἀξίαν ἐπι‐ στάσεως, τὸ δὲ λοιπὸν οὐ μόνον ἀνωφελῆ γίνεσθαι | ||
5 | τὴν ἀκρόασιν καὶ θέαν αὐτῶν, ἀλλὰ καὶ μετά τινος ὀχλήσεως ἐπιτελεῖσθαι τὴν ἐνέργειαν τῶν τοιούτων. | |
Hist.15.36.3 | δυεῖν (γὰρ) ὑπαρχόντων τελῶν, ὠφελείας καὶ τέρ‐ ψεως, πρὸς ἃ δεῖ τὴν ἀναφορὰν ποιεῖσθαι τοὺς διὰ τῆς ἀκοῆς ἢ διὰ τῆς ὁράσεως βουλομένους τι πολυ‐ πραγμονεῖν, καὶ μάλιστα τῷ τῆς ἱστορίας γένει | |
5 | τούτου καθήκοντος, ἀμφοτέρων τούτων ὁ πλεονασμὸς ὑπὲρ τῶν ἐκπληκτικῶν συμπτωμάτων ἐκτὸς πίπτει. | |
Hist.15.36.4 | ζηλοῦν μὲν γὰρ τίς ἂν βουληθείη τὰς παραλόγους περιπετείας; οὐδὲ μὴν θεώμενος οὐδ’ ἀκούων ἥδεται συνεχῶς οὐδεὶς τῶν παρὰ φύσιν γενομένων πραγ‐ μάτων καὶ παρὰ τὴν κοινὴν ἔννοιαν τῶν ἀνθρώπων. | |
Hist.15.36.5 | ἀλλ’ εἰσάπαξ μὲν καὶ πρῶτον σπουδάζομεν ἃ μὲν ἰδεῖν, ἃ δ’ ἀκοῦσαι, χάριν τοῦ γνῶναι τὸ μὴ δοκοῦν | |
Hist.15.36.6 | δυνατὸν εἶναι διότι δυνατόν ἐστιν· ὅταν δὲ πιστεύ‐ ωμεν, οὐδεὶς τοῖς παρὰ φύσιν ἐγχρονίζων εὐδοκεῖ· τῷ δ’ αὐτῷ πλεονάκις ἐγκυρεῖν οὐδ’ ὅλως ἂν βου‐ | |
Hist.15.36.7 | ληθείη. διόπερ ἢ ζηλωτὸν εἶναι δεῖ τὸ λεγόμενον ἢ τερπνόν· ὁ δὲ τῆς ἐκτὸς τούτων συμφορᾶς πλεο‐ νασμὸς οἰκειότερόν ἐστι τραγῳδίας ἤπερ ἱστορίας. | |
Hist.15.36.8 | ἀλλ’ ἴσως ἀναγκαῖόν ἐστι συγγνώμην ἔχειν τοῖς μὴ συνεφιστάνουσι μήτ’ ἐπὶ τὰ τῆς φύσεως μήτ’ ἐπὶ | |
Hist.15.36.9 | τὰ καθόλου κατὰ τῆς οἰκουμένης πράγματα· δοκεῖ γὰρ αὐτοῖς ταῦτ’ εἶναι μέγιστα καὶ θαυμαστότατα τῶν προγεγονότων οἷς ἂν αὐτοὶ παρατυχόντες ἐγ‐ κυρήσωσιν ἢ πυθόμενοι παρά τινων πρὸς αὐτὰ | |
Hist.15.36.10 | ταῦτα προσέχωσι τὸν νοῦν. διὸ καὶ λανθάνουσι πλείω τοῦ καθήκοντος διατιθέμενοι λόγον ὑπὲρ τῶν | |
μήτε καινῶν ὄντων διὰ τὸ καὶ ἑτέροις πρότερον εἰρῆσθαι μήτ’ ὠφελεῖν μήτε τέρπειν δυναμένων. | ||
Hist.15.36.11 | περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω. | |
Hist.15.37t | IV. RES ASIAE. | |
Hist.15.37.1 | Ὅτι Ἀντίοχος ὁ βασιλεὺς ἐδόκει κατὰ μὲν τὰς ἀρχὰς γεγονέναι μεγαλεπίβολος καὶ τολμηρὸς καὶ | |
Hist.15.37.2 | τοῦ προτεθέντος ἐξεργαστικός, προβαίνων δὲ κατὰ τὴν ἡλικίαν ἐφάνη πολὺ καταδεέστερος αὑτοῦ καὶ | |
τῆς τῶν ἐκτὸς προσδοκίας. | ||
Hist.16t1 | FRAGMENTA LIBRI XVI. | |
Hist.16.1t | I. RES MACEDONIAE. | |
Hist.16.1.1 | Ὅτι Φίλιππος ὁ βασιλεὺς παραγενόμενος εἰς τὸ Πέργαμον καὶ νομίζων οἷον αὐτόχειρ Ἀττάλου γενέ‐ | |
Hist.16.1.2 | σθαι πᾶσαν αἰκίαν ἐναπεδείκνυτο. χαριζόμενος γὰρ οἷον εἰ λυττῶντι τῷ θυμῷ, τὸ πλεῖον τῆς ὀργῆς οὐκ εἰς τοὺς ἀνθρώπους, ἀλλ’ εἰς τοὺς θεοὺς διετίθετο. | |
Hist.16.1.3 | κατὰ μὲν γὰρ τοὺς ἀκροβολισμοὺς εὐχερῶς αὐτὸν ἀπήρυκον διὰ τὰς τῶν τόπων ὀχυρότητας οἱ τὸ Πέρ‐ γαμον παραφυλάττοντες· ἀπὸ δὲ τῆς χώρας οὐδὲν ὠφελεῖτο τῷ προνενοῆσθαι τὸν Ἄτταλον ὑπὲρ τού‐ | |
Hist.16.1.4 | των ἐπιμελῶς. λοιπὸν εἰς τὰ τῶν θεῶν ἕδη καὶ τε‐ μένη διετίθετο τὴν ὀργήν, ὑβρίζων οὐκ Ἄτταλον, | |
Hist.16.1.5 | ὥς γ’ ἐμοὶ δοκεῖ, πολὺ δὲ μᾶλλον ἑαυτόν. οὐ γὰρ μόνον ἐνεπίμπρα καὶ κατασπῶν ἐρρίπτει τοὺς νεὼς καὶ τοὺς βωμούς, ἀλλὰ καὶ τοὺς λίθους ἔθραυε πρὸς τὸ μηδὲ πάλιν ἀνασταθῆναι μηδὲν τῶν κατε‐ | |
Hist.16.1.6 | φθαρμένων. ἐπεὶ δὲ τὸ Νικηφόριον ἐλυμήνατο, τὸ μὲν ἄλσος ἐκτεμών, τὸν δὲ περίβολον διαρρίψας, | |
τούς τε ναοὺς ἐκ θεμελίων ἀνέσκαψε, πολλοὺς καὶ | ||
Hist.16.1.7 | πολυτελεῖς ὑπάρχοντας, ὥρμησε τὰς μὲν ἀρχὰς ἐπὶ Θυατείρων· ἐκεῖθεν δὲ ποιησάμενος τὴν ἀναζυγὴν εἰς τὸ Θήβης πεδίον εἰσέβαλε, νομίζων εὐπορήσειν | |
Hist.16.1.8 | λείας μάλιστα περὶ τούτους τοὺς τόπους. ἀποπεσὼν δὲ καὶ ταύτης τῆς ἐλπίδος, καὶ παραγενόμενος εἰς Ἱερὰν κώμην, διεπέμπετο πρὸς Ζεῦξιν, παρακαλῶν αὐτὸν σῖτον χορηγῆσαι καὶ τὰ λοιπὰ συμπράττειν | |
Hist.16.1.9 | κατὰ τὰς συνθήκας. ὁ δὲ Ζεῦξις ὑπεκρίνετο μὲν ποιεῖν τὰ κατὰ τὰς συνθήκας, οὐκ ἐβούλετο δὲ σω‐ ματοποιεῖν ἀληθινῶς τὸν Φίλιππον. — | |
Hist.16.2.1 | Ὁ δὲ Φίλιππος, τῶν μὲν κατὰ τὴν πολιορκίαν ἀντιπιπτόντων αὐτῷ, τῶν δὲ πολεμίων ἐφορμούντων πλείοσι καταφράκτοις ναυσίν, ἠπορεῖτο καὶ δυσχρή‐ | |
Hist.16.2.2 | στως διέκειτο περὶ τοῦ μέλλοντος. οὐκ ἐπιδεχομέ‐ νων δὲ τῶν παρόντων αἵρεσιν, ἀνήχθη παρὰ τὴν | |
Hist.16.2.3 | τῶν πολεμίων προσδοκίαν· ἔτι γὰρ αὐτὸν ἤλπιζον οἱ περὶ τὸν Ἄτταλον προσκαρτερήσειν τῇ τῶν μετάλ‐ | |
Hist.16.2.4 | λων κατασκευῇ. μάλιστα δ’ ἐσπούδαζε ποιήσασθαι τὸν ἀνάπλουν αἰφνίδιον, πεπεισμένος καταταχήσειν καὶ τὸ λοιπὸν ἀσφαλῶς ἤδη κομισθήσεσθαι παρὰ | |
Hist.16.2.5 | τὴν γῆν εἰς τὴν Σάμον. διεψεύσθη δὲ παρὰ πολὺ τοῖς λογισμοῖς· οἱ γὰρ περὶ τὸν Ἄτταλον καὶ Θεο‐ φιλίσκον, ἅμα τῷ συνιδεῖν αὐτὸν ἀναγόμενον, | |
Hist.16.2.6 | εἴχοντο τῶν προκειμένων εὐθέως. συνέβη δὲ τὸν | |
ἀνάπλουν αὐτῶν γενέσθαι διαλελυμένον, ἅτε πε‐ πεισμένων τὸν Φίλιππον, καθάπερ εἶπον, ἔτι μένειν | ||
Hist.16.2.7 | ἐπὶ τῶν ὑποκειμένων. οὐ μὴν ἀλλὰ χρησάμενοι ταῖς εἰρεσίαις ἐνεργῶς προσέβαλλον, Ἄτταλος μὲν τῷ δεξιῷ καὶ καθηγουμένῳ τῶν πολεμίων, Θεοφιλίσκος | |
Hist.16.2.8 | δὲ τοῖς εὐωνύμοις. Φίλιππος δὲ περικαταλαμβανό‐ μενος τοῖς καιροῖς, δοὺς τὸ σύνθημα τοῖς ἐπὶ τοῦ δεξιοῦ καὶ παραγγείλας ἀντιπρώρρους ποιεῖν τὰς ναῦς καὶ συμπλέκεσθαι τοῖς πολεμίοις ἐρρωμένως, αὐτὸς | |
5 | ὑπὸ τὰς νησίδας ἀναχωρήσας μετά τινων λέμβων, τὰς μεταξὺ τοῦ πόρου κειμένας, ἀπεκαραδόκει τὸν | |
Hist.16.2.9 | κίνδυνον. ἦν δὲ τῶν μὲν τοῦ Φιλίππου νεῶν τὸ πλῆθος τὸ συγκαταστὰν εἰς τὸν ἀγῶνα κατάφρακτοι τρεῖς καὶ πεντήκοντα, σὺν δὲ τούτοις ἄφρακτα *** λέμβοι δὲ σὺν ταῖς πρίστεσιν ἑκατὸν καὶ πεντή‐ | |
5 | κοντα· τὰς γὰρ ἐν τῇ Σάμῳ ναῦς οὐκ ἠδυνήθη | |
Hist.16.2.10 | καταρτίσαι πάσας. τὰ δὲ τῶν πολεμίων σκάφη κατάφρακτα μὲν ἦν ἑξήκοντα καὶ πέντε σὺν τοῖς τῶν Βυζαντίων, μετὰ δὲ τούτων ἐννέα τριημιολίαι καὶ τριήρεις τρεῖς ὑπῆρχον. | |
Hist.16.3.1 | Λαβούσης δὲ τὴν καταρχὴν τῆς ναυμαχίας ἐκ τῆς Ἀττάλου νεώς, εὐθέως πάντες οἱ σύνεγγυς ἀπαρ‐ | |
Hist.16.3.2 | αγγέλτως συνέβαλον ἀλλήλοις. Ἄτταλος μὲν οὖν συμπεσὼν ὀκτήρει, καὶ προεμβαλὼν ταύτῃ καιρίαν καὶ ὕφαλον πληγήν, ἐπὶ πολὺ τῶν ἐπὶ τοῦ καταστρώ‐ | |
Hist.16.3.3 | ματος ἀγωνισαμένων τέλος ἐβύθισε τὴν ναῦν. ἡ δὲ τοῦ Φιλίππου δεκήρης, ναυαρχὶς οὖσα, παραλόγως | |
Hist.16.3.4 | ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος. ὑποπεσούσης γὰρ αὐτῇ τριημιολίας, ταύτῃ δοῦσα πληγὴν βιαίαν κατὰ | |
μέσον τὸ κύτος ὑπὸ τὸν θρανίτην σκαλμὸν ἐδέθη, τοῦ κυβερνήτου τὴν ὁρμὴν τῆς νεὼς οὐκέτι δυνηθέν‐ | ||
Hist.16.3.5 | τος ἀναλαβεῖν· διὸ καὶ προσκρεμαμένου τοῦ πλοίου τοῖς ὅλοις ἐδυσχρηστεῖτο καὶ δυσκίνητος ἦν πρὸς πᾶν. | |
Hist.16.3.6 | ἐν ᾧ καιρῷ δύο πεντήρεις προσπεσοῦσαι, καὶ τρώ‐ σασαι τὴν ναῦν ἐξ ἀμφοῖν τοῖν μεροῖν, καὶ τὸ σκά‐ φος καὶ τοὺς ἐπιβάτας τοὺς ἐν αὐτῷ διέφθειραν, ἐν οἷς ἦν καὶ Δημοκράτης ὁ τοῦ Φιλίππου ναύαρχος. | |
Hist.16.3.7 | κατὰ δὲ τὸν αὐτὸν καιρὸν Διονυσόδωρος καὶ Δεινο‐ κράτης, ὄντες ἀδελφοὶ καὶ ναυαρχοῦντες παρ’ Ἀτ‐ τάλῳ, συμπεσόντες ὁ μὲν ἑπτήρει τῶν πολεμίων, ὁ δ’ ὀκτήρει, παραβόλως ἐχρήσαντο τῇ ναυμαχίᾳ. | |
Hist.16.3.8 | Δεινοκράτης μὲν πρὸς ὀκτήρη συμπεσὼν αὐτὸς μὲν ἔξαλον ἔλαβε τὴν πληγήν, ἀναστείρου τῆς νεὼς οὔσης, τὴν δὲ τῶν πολεμίων τρώσας ναῦν ὑπὸ τὰ * βίαχα τὸ μὲν πρῶτον οὐκ ἐδύνατο χωρισθῆναι, | |
Hist.16.3.9 | καίπερ πολλάκις ἐπιβαλόμενος πρύμναν κρούειν· διὸ καὶ τῶν Μακεδόνων εὐψύχως ἀγωνιζομένων εἰς τὸν | |
Hist.16.3.10 | ἔσχατον παρεγένετο κίνδυνον. Ἀττάλου δ’ ἐπιβοη‐ θήσαντος αὐτῷ, καὶ διὰ τῆς εἰς τὴν πολεμίαν ναῦν ἐμβολῆς λύσαντος τὴν συμπλοκὴν τῶν σκαφῶν, ὁ | |
Hist.16.3.11 | μὲν Δεινοκράτης ἀπελύθη παραδόξως, οἱ δὲ τῆς πολεμίας νεὼς ἐπιβάται πάντες εὐψύχως διαγωνισά‐ μενοι διεφθάρησαν, τὸ δὲ σκάφος ἔρημον ἀπολειφθὲν | |
Hist.16.3.12 | ὑποχείριον ἐγένετο τοῖς περὶ τὸν Ἄτταλον. ὁ δὲ Διονυσόδωρος μετὰ βίας ἐπιφερόμενος εἰς ἐμβολὴν αὐτὸς μὲν ἥμαρτε τοῦ τρῶσαι, παραπεσὼν δὲ τοῖς πολεμίοις ἀπέβαλε τὸν δεξιὸν ταρσὸν τῆς νεώς, ὁμοῦ | |
Hist.16.3.13 | συρραγέντων καὶ τῶν πυργούχων· οὗ γενομένου | |
Hist.16.3.14 | περιέστησαν αὐτὸν πανταχόθεν οἱ πολέμιοι. κραυ‐ γῆς δὲ καὶ θορύβου γενομένου τὸ μὲν λοιπὸν πλῆ‐ θος τῶν ἐπιβατῶν ἅμα τῷ σκάφει διεφθάρη, τρίτος δ’ αὐτὸς ὁ Διονυσόδωρος ἀπενήξατο πρὸς τὴν ἐπι‐ | |
5 | βοηθοῦσαν αὐτῷ τριημιολίαν. | |
Hist.16.4.1 | Τῶν δὲ λοιπῶν νεῶν τοῦ πλήθους ὁ κίνδυνος | |
Hist.16.4.2 | ἐφάμιλλος ἦν· καθ’ ὅσον γὰρ ἐπλεόναζον οἱ παρὰ τοῦ Φιλίππου λέμβοι, κατὰ τοσοῦτον διέφερον οἱ περὶ τὸν Ἄτταλον τῷ τῶν καταφράκτων νεῶν πλή‐ | |
Hist.16.4.3 | θει. καὶ τὰ μὲν περὶ τὸ δεξιὸν κέρας τοῦ Φιλίππου τοιαύτην εἶχε τὴν διάθεσιν ὥστ’ ἀκμὴν ἄκριτα μέ‐ νειν τὰ ὅλα, πολὺ δὲ τοὺς περὶ τὸν Ἄτταλον ἐπικυ‐ | |
Hist.16.4.4 | δεστέρας ἔχειν τὰς ἐλπίδας. οἱ δὲ Ῥόδιοι κατὰ μὲν τὰς ἀρχὰς εὐθέως ἐκ τῆς ἀναγωγῆς ἀπεσπάσθησαν τῶν πολεμίων, καθάπερ ἀρτίως εἶπα, τῷ δὲ ταχυ‐ ναυτεῖν παρὰ πολὺ διαφέροντες τῶν ἐναντίων συν‐ | |
Hist.16.4.5 | ῆψαν τοῖς ἐπὶ τῆς οὐραγίας Μακεδόσι. καὶ τὸ μὲν πρῶτον ὑποχωροῦσι τοῖς σκάφεσι κατὰ πρύμναν ἐπι‐ | |
Hist.16.4.6 | φερόμενοι τοὺς ταρσοὺς παρέλυον· ὡς δ’ οἱ μὲν παρὰ τοῦ Φιλίππου συνεπιστρέφειν ἤρξαντο παρα‐ βοηθοῦντες τοῖς κινδυνεύουσι, τῶν δὲ Ῥοδίων οἱ καθυστεροῦντες ἐκ τῆς ἀναγωγῆς συνῆψαν τοῖς περὶ | |
Hist.16.4.7 | τὸν Θεοφιλίσκον, τότε κατὰ πρόσωπον ἀντιπρώρρους τάξαντες τὰς ναῦς ἀμφότεροι συνέβαλον εὐψύχως, ὁμοῦ ταῖς σάλπιγξι καὶ τῇ κραυγῇ παρακαλοῦντες | |
Hist.16.4.8 | ἀλλήλους. εἰ μὲν οὖν μὴ μεταξὺ τῶν καταφράκτων νεῶν ἔταξαν οἱ Μακεδόνες τοὺς λέμβους, ῥᾳδίαν ἂν καὶ σύντομον ἔλαβε κρίσιν ἡ ναυμαχία· νῦν δὲ ταῦτ’ ἐμπόδια πρὸς τὴν χρείαν τοῖς Ῥοδίοις ἐγίνετο | |
Hist.16.4.9 | κατὰ πολλοὺς τρόπους. μετὰ γὰρ τὸ κινηθῆναι τὴν ἐξ ἀρχῆς τάξιν ἐκ τῆς πρώτης συμβολῆς πάντες | |
Hist.16.4.10 | ἦσαν ἀναμὶξ ἀλλήλοις, ὅθεν οὔτε διεκπλεῖν εὐχερῶς οὔτε στρέφειν ἐδύναντο τὰς ναῦς οὔτε καθόλου χρῆσθαι τοῖς ἰδίοις προτερήμασιν, ἐμπιπτόντων αὐτοῖς τῶν λέμβων ποτὲ μὲν εἰς τοὺς ταρσούς, | |
5 | ὥστε δυσχρηστεῖν ταῖς εἰρεσίαις, ποτὲ δὲ πάλιν εἰς τὰς πρώρρας, ἔστι δ’ ὅτε κατὰ πρύμναν, ὥστε παραποδίζεσθαι καὶ τὴν τῶν κυβερνητῶν καὶ τὴν | |
Hist.16.4.11 | τῶν ἐρετῶν χρείαν. κατὰ δὲ τὰς ἀντιπρώρρους | |
Hist.16.4.12 | συμπτώσεις ἐποίουν τι τεχνικόν· αὐτοὶ μὲν γὰρ ἔμπρωρρα τὰ σκάφη ποιοῦντες ἐξάλους ἐλάμβανον τὰς πληγάς, τοῖς δὲ πολεμίοις ὕφαλα τὰ τραύματα | |
Hist.16.4.13 | διδόντες ἀβοηθήτους ἐσκεύαζον τὰς πληγάς. σπα‐ νίως δ’ εἰς τοῦτο συγκατέβαινον· καθόλου γὰρ ἐξέκλινον τὰς συμπλοκὰς διὰ τὸ γενναίως ἀμύνε‐ σθαι τοὺς Μακεδόνας ἀπὸ τῶν καταστρωμάτων ἐν | |
Hist.16.4.14 | ταῖς συστάδην γινομέναις μάχαις. τὸ δὲ πολὺ κατὰ μὲν τοὺς διέκπλους παρασύροντες τῶν πολεμίων νεῶν τοὺς ταρσοὺς ἠχρείουν· μετὰ δὲ ταῦτα πάλιν ἐκπεριπλέοντες, καὶ τοῖς μὲν κατὰ πρύμναν ἐμβάλ‐ | |
5 | λοντες, τοῖς δὲ πλαγίοις καὶ στρεφομένοις ἀκμὴν προσπίπτοντες οὓς μὲν ἐτίτρωσκον, οἷς δὲ παρέλυον | |
Hist.16.4.15 | ἀεί τι τῶν πρὸς τὴν χρείαν ἀναγκαίων. καὶ δὴ τῷ τοιούτῳ τρόπῳ μαχόμενοι παμπληθεῖς τῶν πολεμίων ναῦς διέφθειραν. | |
Hist.16.5.1 | Ἐπιφανέστατα δ’ ἐκινδύνευσαν τρεῖς πεντήρεις τῶν Ῥοδίων, ἥ τε ναυαρχίς, ἐφ’ ἧς ἔπλει Θεοφιλί‐ σκος, μετὰ δὲ ταύτην ἧς ἐτριηράρχει Φιλόστρατος, | |
τρίτη δ’ ἣν ἐκυβέρνα μὲν Αὐτόλυκος, ἐπέπλει δὲ | ||
Hist.16.5.2 | Νικόστρατος. ταύτης γὰρ ἐμβαλούσης εἰς πολεμίαν ναῦν καὶ καταλιπούσης ἐν τῷ σκάφει τὸν ἔμβολον, συνέβη δὴ τὴν μὲν πληγεῖσαν αὔτανδρον καταδῦναι, τοὺς δὲ περὶ τὸν Αὐτόλυκον, εἰσρεούσης εἰς τὴν | |
5 | ναῦν τῆς θαλάττης διὰ τῆς πρώρρας, κυκλωθέντας ὑπὸ τῶν πολεμίων τὰς μὲν ἀρχὰς ἀγωνίζεσθαι γεν‐ | |
Hist.16.5.3 | ναίως, τέλος δὲ τὸν μὲν Αὐτόλυκον ἐκπεσεῖν τρω‐ θέντα μετὰ τῶν ὅπλων εἰς τὴν θάλατταν, τοὺς δὲ λοιποὺς ἐπιβάτας ἀποθανεῖν μαχομένους γενναίως. | |
Hist.16.5.4 | ἐν ᾧ καιρῷ Θεοφιλίσκος, βοηθήσας μετὰ τριῶν πεν‐ τήρων, τὴν μὲν ναῦν οὐκ ἠδυνήθη σῶσαι διὰ τὸ πλήρη θαλάττης εἶναι, δύο δὲ ναῦς πολεμίας τρώ‐ | |
Hist.16.5.5 | σας τοὺς ἐπιβάτας ἐξέβαλε. ταχὺ δὲ περιχυθέντων αὐτῷ λέμβων πλειόνων καὶ καταφράκτων νεῶν, τοὺς μὲν πλείστους ἀπέβαλε τῶν ἐπιβατῶν ἐπιφανῶς | |
Hist.16.5.6 | ἀγωνισαμένους, αὐτὸς δὲ τρία τραύματα λαβὼν καὶ παραβόλως τῇ τόλμῃ κινδυνεύσας μόλις ἐξέσωσε τὴν ἰδίαν ναῦν ἐπιβοηθήσαντος αὐτῷ Φιλοστράτου καὶ συναναδεξαμένου τὸν ἐνεστῶτα κίνδυνον εὐψύχως. | |
Hist.16.5.7 | συνάψας δὲ τοῖς αὑτοῦ σκάφεσι πάλιν ἐξ ἄλλης ὁρμῆς συνεπλέκετο τοῖς πολεμίοις, τῇ μὲν σωματικῇ δυνάμει παραλυόμενος ὑπὸ τῶν τραυμάτων, τῇ δὲ τῆς ψυχῆς γενναιότητι λαμπρότερος ὢν καὶ παρα‐ | |
Hist.16.5.8 | στατικώτερος ἢ πρόσθεν. συνέβη δὲ δύο γενέσθαι ναυμαχίας πολὺ διεστώσας ἀλλήλων· τὸ μὲν γὰρ δεξιὸν κέρας τοῦ Φιλίππου κατὰ τὴν ἐξ ἀρχῆς πρό‐ θεσιν ἀεὶ τῆς γῆς ὀρεγόμενον οὐ μακρὰν ἀπεῖχε | |
Hist.16.5.9 | τῆς Ἀσίας, τὸ δ’ εὐώνυμον διὰ τὸ παραβοηθῆσαι τοῖς ἐπὶ τῆς οὐραγίας ἐξ ὑποστροφῆς οὐ πολὺ τῆς Χίας ἀπέχον ἐναυμάχει τοῖς Ῥοδίοις. | |
Hist.16.6.1 | Οὐ μὴν ἀλλὰ παρὰ πολὺ τοῦ δεξιοῦ κέρατος κατακρατούντων τῶν περὶ τὸν Ἄτταλον, καὶ συνεγ‐ γιζόντων ἤδη πρὸς τὰς νησίδας ὑφ’ αἷς ὁ Φίλιππος | |
Hist.16.6.2 | ὥρμει καραδοκῶν τὸ συμβησόμενον, συνιδὼν Ἄττα‐ λος μίαν πεντήρη τῶν ἰδίων ἐκτὸς τοῦ κινδύνου τετρωμένην καὶ βαπτιζομένην ὑπὸ νεὼς πολεμίας, ὥρμησε παραβοηθήσων ταύτῃ μετὰ δύο τετρήρων. | |
Hist.16.6.3 | τοῦ δὲ πολεμίου σκάφους ἐγκλίναντος καὶ ποιου‐ μένου τὴν ἀποχώρησιν ὡς πρὸς τὴν γῆν, ἐπέκειτο φιλοτιμότερον, ἐγκρατὴς γενέσθαι σπουδάζων τῆς | |
Hist.16.6.4 | νεώς. ὁ δὲ Φίλιππος, συνθεασάμενος ἀπεσπασμένον πολὺ τὸν Ἄτταλον ἀπὸ τῶν ἰδίων, παραλαβὼν τέτ‐ ταρας πεντήρεις καὶ τρεῖς ἡμιολίας, ἔτι δὲ τῶν λέμ‐ βων τοὺς ἐγγὺς ὄντας, ὥρμησε, καὶ διακλείσας τὸν | |
5 | Ἄτταλον ἀπὸ τῶν οἰκείων νεῶν ἠνάγκασε μετὰ με‐ γάλης ἀγωνίας εἰς τὴν γῆν ἐκβαλεῖν τὰ σκάφη. | |
Hist.16.6.5 | τούτου δὲ συμβάντος αὐτὸς μὲν ὁ βασιλεὺς μετὰ τῶν πληρωμάτων εἰς τὰς Ἐρυθρὰς ἀπεχώρησε, τῶν δὲ πλοίων καὶ τῆς βασιλικῆς κατασκευῆς ἐγκρατὴς ὁ | |
Hist.16.6.6 | Φίλιππος ἐγένετο. καὶ γὰρ ἐποίησάν τι τεχνικὸν ἐν τούτοις τοῖς καιροῖς οἱ περὶ τὸν Ἄτταλον· τὰ γὰρ ἐπιφανέστατα τῆς βασιλικῆς κατασκευῆς ἐπὶ τὸ | |
Hist.16.6.7 | κατάστρωμα τῆς νεὼς ἐξέβαλον. ὅθεν οἱ πρῶτοι τῶν Μακεδόνων, συνάψαντες ἐν τοῖς λέμβοις, συνθεα‐ σάμενοι ποτηρίων πλῆθος καὶ πορφυρῶν ἱματίων καὶ τῶν τούτοις παρεπομένων σκευῶν, ἀφέμενοι τοῦ | |
Hist.16.6.8 | διώκειν ἀπένευσαν ἐπὶ τὴν τούτων ἁρπαγήν. διὸ συνέβη τὸν Ἄτταλον ἀσφαλῆ ποιήσασθαι τὴν ἀπο‐ | |
Hist.16.6.9 | χώρησιν εἰς τὰς Ἐρυθράς. Φίλιππος δὲ τοῖς μὲν ὅλοις ἠλαττωμένος παρὰ πολὺ τὴν ναυμαχίαν, τῇ δὲ περιπετείᾳ τῇ κατὰ τὸν Ἄτταλον ἐπαρθείς, ἐπ‐ ανέπλει, καὶ πολὺς ἦν συναθροίζων τὰς σφετέρας | |
5 | ναῦς καὶ παρακαλῶν τοὺς ἄνδρας εὐθαρσεῖς εἶναι, | |
Hist.16.6.10 | διότι νικῶσι τῇ ναυμαχίᾳ· καὶ γὰρ ὑπέδραμέ τις ἔννοια καὶ πιθανότης τοῖς ἀνθρώποις ὡς ἀπολωλό‐ τος τοῦ (βασιλέως) Ἀττάλου διὰ τὸ κατάγειν τοὺς περὶ τὸν Φίλιππον ἀναδεδεμένους τὴν βασιλικὴν | |
Hist.16.6.11 | ναῦν. ὁ δὲ Διονυσόδωρος ὑπονοήσας τὸ περὶ τὸν αὑτοῦ βασιλέα γεγονός, ἥθροιζε τὰς οἰκείας ναῦς ἐξαίρων σύνθημα· ταχὺ δὲ συλλεχθεισῶν πρὸς αὐτὸν ἀπέπλει μετ’ ἀσφαλείας εἰς τοὺς κατὰ τὴν Ἀσίαν | |
Hist.16.6.12 | ὅρμους. κατὰ δὲ τὸν αὐτὸν καιρὸν οἱ πρὸς τοὺς Ῥοδίους ἀγωνιζόμενοι τῶν Μακεδόνων, πάλαι κακῶς πάσχοντες, ἐξέλυον αὑτοὺς ἐκ τοῦ κινδύνου μετὰ προφάσεως κατὰ μέρη ποιούμενοι τὴν ἀποχώρησιν, | |
Hist.16.6.13 | ὡς ταῖς οἰκείαις σπεύδοντες ἐπικουρῆσαι ναυσίν. οἱ δὲ Ῥόδιοι, τὰς μὲν ἀναδησάμενοι τῶν νεῶν, τὰς δὲ προδιαφθείραντες ταῖς ἐμβολαῖς, ἀπέπλευσαν εἰς τὴν Χίον. | |
Hist.16.7.1 | Ἐφθάρησαν δὲ τοῦ μὲν Φιλίππου ναῦς ἐν μὲν τῇ πρὸς Ἄτταλον ναυμαχίᾳ δεκήρης, ἐννήρης, ἑπτή‐ ρης, ἑξήρης, τῶν δὲ λοιπῶν κατάφρακτοι μὲν δέκα καὶ τριημιολίαι τρεῖς, λέμβοι δὲ πέντε καὶ εἴκοσι καὶ | |
Hist.16.7.2 | τὰ τούτων πληρώματα· ἐν δὲ τῇ πρὸς Ῥοδίους διε‐ φθάρησαν κατάφρακτοι μὲν δέκα, λέμβοι δὲ περὶ τετταράκοντα τὸν ἀριθμόν· ἥλωσαν δὲ δύο τετρή‐ | |
Hist.16.7.3 | ρεις καὶ λέμβοι σὺν τοῖς πληρώμασιν ἑπτά. τῶν δὲ παρ’ Ἀττάλου κατέδυσαν μὲν τριημιολία μία καὶ δύο πεντήρεις, (ἥλωσαν δὲ δύο τετρήρεις) καὶ τὸ | |
Hist.16.7.4 | τοῦ βασιλέως σκάφος. τῶν δὲ Ῥοδίων διεφθάρησαν | |
Hist.16.7.5 | μὲν δύο πεντήρεις καὶ τριήρης, ἥλω δ’ οὐδέν. ἄν‐ δρες δὲ τῶν μὲν Ῥοδίων ἀπέθανον εἰς ἑξήκοντα, τῶν δὲ παρ’ Ἀττάλου πρὸς ἑβδομήκοντα, τῶν δὲ τοῦ Φιλίππου Μακεδόνες μὲν εἰς τρισχιλίους, τῶν | |
Hist.16.7.6 | δὲ πληρωμάτων εἰς ἑξακισχιλίους. ἑάλωσαν δὲ ζω‐ γρίᾳ τῶν μὲν συμμάχων καὶ Μακεδόνων εἰς δισχι‐ λίους, τῶν δ’ ὑπεναντίων εἰς ἑπτακοσίους. | |
Hist.16.8.1 | Καὶ τὸ μὲν τέλος τῆς περὶ Χίον ναυμαχίας τοι‐ | |
Hist.16.8.2 | οῦτον συνέβη γενέσθαι, τῆς δὲ νίκης ὁ Φίλιππος ἀντεποιεῖτο κατὰ δύο προφάσεις, κατὰ μίαν μέν, ᾗ τὸν Ἄτταλον εἰς τὴν γῆν ἐκβαλὼν ἐγκρατὴς τῆς νεὼς ἐγεγόνει, καθ’ ἑτέραν δ’, ᾗ καθορμισθεὶς ἐπὶ | |
5 | τὸ καλούμενον Ἄργεννον ἐδόκει πεποιῆσθαι τὸν | |
Hist.16.8.3 | ὅρμον ἐπὶ τῶν ναυαγίων. ἀκόλουθα δὲ τούτοις ἔπραττε καὶ κατὰ τὴν ἑξῆς ἡμέραν συνάγων τὰ ναυ‐ άγια καὶ τῶν νεκρῶν ποιούμενος ἀναίρεσιν τῶν ἐπιγινωσκομένων, χάριν τοῦ συναύξειν τὴν προειρη‐ | |
Hist.16.8.4 | μένην φαντασίαν. ὅτι γὰρ οὐδ’ αὐτὸς ἐπέπειστο νικᾶν, ἐξήλεγξαν αὐτὸν οἵ τε Ῥόδιοι καὶ Διονυσό‐ | |
Hist.16.8.5 | δωρος μετ’ ὀλίγον· κατὰ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν ἔτι περὶ ταῦτα γινομένου τοῦ βασιλέως διαπεμψά‐ μενοι πρὸς ἀλλήλους ἐπέπλευσαν αὐτῷ, καὶ στή‐ σαντες ἐν μετώπῳ τὰς ναῦς, οὐδενὸς ἐπ’ αὐτοὺς | |
Hist.16.8.6 | ἀνταναγομένου πάλιν ἀπέπλευσαν εἰς τὴν Χίον. ὁ δὲ Φίλιππος, οὐδέποτε τοσούτους ἄνδρας ἀπολω‐ | |
λεκὼς οὔτε κατὰ (γῆν οὔτε κατὰ) θάλατταν ἑνὶ καιρῷ, βαρέως μὲν ἔφερε τὸ γεγονὸς καὶ τὸ πολὺ | ||
Hist.16.8.7 | τῆς ὁρμῆς αὐτοῦ παρῄρητο, πρὸς μέντοι γε τοὺς ἐκτὸς ἐπειρᾶτο κατὰ πάντα τρόπον ἐπικρύπτεσθαι τὴν αὑτοῦ διάληψιν, καίπερ οὐκ ἐώντων αὐτῶν | |
Hist.16.8.8 | τῶν πραγμάτων. χωρὶς γὰρ τῶν ἄλλων καὶ τὰ μετὰ τὴν μάχην συμβαίνοντα πάντας ἐξέπληττε τοὺς θεω‐ | |
Hist.16.8.9 | μένους· γενομένης γὰρ τοσαύτης φθορᾶς ἀνθρώπων, παρ’ αὐτὸν μὲν τὸν καιρὸν πᾶς ὁ πόρος ἐπληρώθη νεκρῶν, αἵματος, ὅπλων, ναυαγίων, ταῖς δ’ ἑξῆς ἡμέραις τοὺς αἰγιαλοὺς ἦν ἰδεῖν φύρδην σεσωρευ‐ | |
Hist.16.8.10 | μένους ἀναμὶξ πάντων τῶν προειρημένων. ἐξ ὧν οὐ μόνον αὐτός, ἀλλὰ καὶ πάντες οἱ Μακεδόνες εἰς διατροπὴν ἐνέπιπτον οὐ τὴν τυχοῦσαν. | |
Hist.16.9.1 | Θεοφιλίσκος δὲ μίαν ἡμέραν ἐπιβιώσας, καὶ τῇ πατρίδι γράψας ὑπὲρ τῶν κατὰ τὴν ναυμαχίαν, καὶ Κλεωναῖον ἡγεμόνα συστήσας ἀνθ’ ἑαυτοῦ ταῖς δυ‐ νάμεσι, μετήλλαξε τὸν βίον ἐκ τῶν τραυμάτων, | |
Hist.16.9.2 | ἀνὴρ καὶ κατὰ τὸν κίνδυνον ἀγαθὸς γενόμενος καὶ | |
Hist.16.9.3 | κατὰ τὴν προαίρεσιν μνήμης ἄξιος. μὴ γὰρ ἐκείνου τολμήσαντος προεπιβαλεῖν τῷ Φιλίππῳ τὰς χεῖρας πάντες ἂν καταπροεῖντο τοὺς καιρούς, δεδιότες τὴν | |
Hist.16.9.4 | τοῦ Φιλίππου τόλμαν. νῦν δ’ ἐκεῖνος ἀρχὴν πολέμου ποιήσας ἠνάγκασε μὲν τὴν αὑτοῦ πατρίδα συνεξανα‐ στῆναι τοῖς καιροῖς, ἠνάγκασε δὲ τὸν Ἄτταλον μὴ μέλλειν καὶ παρασκευάζεσθαι τὰ πρὸς τὸν πόλεμον, | |
Hist.16.9.5 | ἀλλὰ πολεμεῖν ἐρρωμένως καὶ κινδυνεύειν. τοι‐ γαροῦν εἰκότως αὐτὸν οἱ Ῥόδιοι καὶ μεταλλάξαντα | |
τοιαύταις ἐτίμησαν τιμαῖς δι’ ὧν οὐ μόνον τοὺς ζῶντας, ἀλλὰ καὶ τοὺς ἐπιγενομένους ἐξεκαλέσαντο | ||
5 | πρὸς τοὺς ὑπὲρ τῆς πατρίδος καιρούς. — | |
Hist.16.10.1 | Ὅτι μετὰ τὸ συντελεσθῆναι τὴν περὶ τὴν Λάδην ναυμαχίαν καὶ τοὺς μὲν Ῥοδίους ἐκποδὼν γενέσθαι, τὸν δ’ Ἄτταλον μηδέπω συμμεμιχέναι, δῆλον ὡς ἐξῆν γε τελεῖν τῷ Φιλίππῳ τὸν εἰς τὴν Ἀλεξάνδρειαν | |
5 | πλοῦν. ἐξ οὗ δὴ καὶ μάλιστ’ ἄν τις καταμάθοι τὸ μανιώδη γενόμενον Φίλιππον τοῦτο πρᾶξαι. — | |
Hist.16.10.2 | Τί οὖν ἦν τὸ τῆς ὁρμῆς ἐπιλαβόμενον; οὐδὲν | |
Hist.16.10.3 | ἕτερον ἀλλ’ ἡ φύσις τῶν πραγμάτων. ἐκ πολλοῦ μὲν γὰρ ἐνίοτε πολλοὶ τῶν ἀδυνάτων ἐφίενται διὰ τὸ μέγεθος τῶν προφαινομένων ἐλπίδων, κρατούσης | |
Hist.16.10.4 | τῆς ἐπιθυμίας τῶν ἑκάστου λογισμῶν· ὅταν δ’ ἐγγί‐ σωσι τοῖς ἔργοις, οὐδενὶ λόγῳ πάλιν ἀφίστανται τῶν προθέσεων, ἐπισκοτούμενοι καὶ παραλογιζόμενοι τοῖς λογισμοῖς διὰ τὴν ἀμηχανίαν καὶ τὴν δυσχρη‐ | |
5 | στίαν τῶν ἀπαντωμένων. — | |
Hist.16.11.1 | Μετὰ ταῦτα δὲ ποιησάμενος ὁ Φίλιππός τινας ἀπράκτους προσβολὰς διὰ τὴν ὀχυρότητα τοῦ πολί‐ σματος αὖθις ἀπεχώρει, πορθῶν τὰ φρούρια καὶ | |
Hist.16.11.2 | τὰς κατὰ τὴν χώραν συνοικίας. ὅθεν ἀπαλλαττόμενος προσεστρατοπέδευσε τῇ Πρινασσῷ. ταχὺ δὲ γέρρα καὶ τὴν τοιαύτην ἑτοιμάσας παρασκευὴν ἤρξατο | |
Hist.16.11.3 | πολιορκεῖν διὰ τῶν μετάλλων. οὔσης δ’ ἀπράκτου | |
τῆς ἐπιβολῆς αὐτῷ διὰ τὸ πετρώδη τὸν τόπον ὑπ‐ | ||
Hist.16.11.4 | άρχειν ἐπινοεῖ τι τοιοῦτον. τὰς μὲν ἡμέρας ψόφον ἐποίει κατὰ γῆς, ὡς ἐνεργουμένων τῶν μετάλλων, τὰς δὲ νύκτας ἔξωθεν ἔφερε χοῦν καὶ παρέβαλλε παρὰ τὰ στόμια τῶν ὀρυγμάτων, ὥστε διὰ τοῦ | |
5 | πλήθους τῆς σωρευομένης γῆς στοχαζομένους κατα‐ | |
Hist.16.11.5 | πλαγεῖς γενέσθαι τοὺς ἐν τῇ πόλει. τὰς μὲν οὖν ἀρχὰς ὑπέμενον οἱ Πρινασσεῖς εὐγενῶς· ἐπεὶ δὲ προσπέμψας ὁ Φίλιππος ἐνεφάνιζε διότι πρὸς δύο πλέθρα τοῦ τείχους αὐτοῖς ἐξήρεισται, καὶ προσ‐ | |
5 | επυνθάνετο πότερα βούλονται λαβόντες τὴν ἀσφά‐ λειαν ἐκχωρεῖν ἢ μετὰ τῆς πόλεως συναπολέσθαι | |
Hist.16.11.6 | πανδημεί, τῶν ἐρεισμάτων ἐμπρησθέντων, τηνικάδε πιστεύσαντες τοῖς λεγομένοις παρέδοσαν τὴν πόλιν. — | |
Hist.16.12.1 | Ἡ δὲ τῶν Ἰασέων πόλις κεῖται μὲν ἐπὶ τῆς Ἀσίας ἐν τῷ κόλπῳ τῷ μεταξὺ κειμένῳ τοῦ τῆς Μιλησίας Ποσειδίου καὶ τῆς Μυνδίων πόλεως, προσαγορευ‐ ομένῳ ***, παρὰ δὲ τοῖς πλείστοις Βαργυλιητικῷ | |
5 | συνωνύμως ταῖς περὶ τὸν μυχὸν αὐτοῦ πόλεσιν | |
Hist.16.12.2 | ἐκτισμέναις. εὔχονται δὲ τὸ μὲν ἀνέκαθεν Ἀργείων ἄποικοι γεγονέναι, μετὰ δὲ ταῦτα Μιλησίων, ἐπαγα‐ γομένων τῶν προγόνων τὸν Νηλέως υἱὸν τοῦ κτί‐ σαντος Μίλητον διὰ τὴν ἐν τῷ Καρικῷ πολέμῳ | |
5 | γενομένην φθορὰν αὐτῶν. τὸ δὲ μέγεθος τῆς πόλεώς | |
Hist.16.12.3 | ἐστι δέκα στάδια. καταπεφήμισται δὲ καὶ πεπίστευ‐ ται παρὰ μὲν τοῖς Βαργυλιήταις διότι τὸ τῆς Κιν‐ δυάδος Ἀρτέμιδος ἄγαλμα, καίπερ ὂν ὑπαίθριον, | |
Hist.16.12.4 | οὔτε νίφεται τὸ παράπαν οὔτε βρέχεται, παρὰ δὲ τοῖς Ἰασεῦσι τὸ τῆς Ἀστιάδος· καὶ ταῦτά τινες | |
Hist.16.12.5 | εἰρήκασι καὶ τῶν συγγραφέων. ἐγὼ δὲ πρὸς τὰς τοιαύτας ἀποφάσεις τῶν ἱστοριογράφων οὐκ οἶδ’ ὅπως παρ’ ὅλην τὴν πραγματείαν ἐναντιούμενος καὶ | |
Hist.16.12.6 | δυσανασχετῶν διατελῶ. δοκεῖ γάρ μοι τὰ τοιαῦτα παντάπασι παιδικῆς εὐηθείας ὅσα μὴ μόνον τῆς τῶν εὐλόγων ἐκτὸς πίπτει θεωρίας, ἀλλὰ καὶ τῆς | |
Hist.16.12.7 | τοῦ δυνατοῦ. τὸ γὰρ φάσκειν ἔνια τῶν σωμάτων ἐν φωτὶ τιθέμενα μὴ ποιεῖν σκιὰν ἀπηλγηκυίας ἐστὶ ψυχῆς· ὃ πεποίηκε Θεόπομπος, φήσας τοὺς εἰς τὸ τοῦ Διὸς ἄβατον ἐμβάντας κατ’ Ἀρκαδίαν ἀσκίους | |
Hist.16.12.8 | γίνεσθαι. τούτῳ δὲ παραπλήσιόν ἐστι καὶ τὸ νυνὶ | |
Hist.16.12.9 | λεγόμενον. ὅσα μὲν οὖν συντείνει πρὸς τὸ δια‐ σῴζειν τὴν τοῦ πλήθους εὐσέβειαν πρὸς τὸ θεῖον, δοτέον ἐστὶ συγγνώμην ἐνίοις τῶν συγγραφέων τερατευομένοις καὶ λογοποιοῦσι περὶ τὰ τοιαῦτα· | |
Hist.16.12.10 | τὸ δ’ ὑπεραῖρον οὐ συγχωρητέον. τάχα μὲν οὖν ἐν παντὶ δυσπαράγραφός ἐστιν ἡ ποσότης, οὐ μὴν | |
Hist.16.12.11 | ἀπαράγραφός γε. διὸ καὶ παρὰ βραχὺ μὲν εἰ καὶ ἀγνοεῖται καὶ ψευδοδοξεῖται, δεδόσθω συγγνώμη, τὸ δ’ ὑπεραῖρον ἀθετείσθω κατά γε τὴν ἐμὴν δόξαν. | |
Hist.16.13t | II. RES GRAECIAE. | |
Hist.16.13.1 | Ὅτι κατὰ τὴν Πελοπόννησον τίνα μὲν ἐξ ἀρχῆς | |
προαίρεσιν ἐνεστήσατο Νάβις ὁ τῶν Λακεδαιμονίων τύραννος, καὶ πῶς ἐκβαλὼν τοὺς πολίτας ἠλευθέ‐ ρωσε τοὺς δούλους καὶ συνῴκισε ταῖς τῶν δεσπο‐ | ||
Hist.16.13.2 | τῶν γυναιξὶ καὶ θυγατράσιν, ὁμοίως δὲ καὶ τίνα τρόπον ἀναδείξας τὴν ἑαυτοῦ δύναμιν οἷον ἄσυλον ἱερὸν τοῖς ἢ δι’ ἀσέβειαν ἢ πονηρίαν φεύγουσι τὰς ἑαυτῶν πατρίδας ἥθροισε πλῆθος ἀνθρώπων ἀνο‐ | |
5 | σίων εἰς τὴν Σπάρτην, ἐν τοῖς πρὸ τούτων δεδη‐ | |
Hist.16.13.3 | λώκαμεν. πῶς δὲ καὶ τίνα τρόπον κατὰ τοὺς προ‐ ειρημένους καιροὺς σύμμαχος ὑπάρχων Αἰτωλοῖς, Ἠλείοις, Μεσσηνίοις, καὶ πᾶσι τούτοις ὀφείλων καὶ κατὰ τοὺς ὅρκους καὶ κατὰ τὰς συνθήκας βοηθεῖν, | |
5 | εἴ τις ἐπ’ αὐτοὺς ἴοι, παρ’ οὐδὲν ποιησάμενος τὰς προειρημένας πίστεις ἐπεβάλετο παρασπονδῆσαι τὴν τῶν Μεσσηνίων πόλιν, νῦν ἐροῦμεν. — | |
Hist.16.14.1 | Ὅτι φησὶ Πολύβιος ἐπεὶ δέ τινες τῶν τὰς κατὰ μέρος γραφόντων πράξεις γεγράφασι καὶ περὶ τού‐ των τῶν καιρῶν, ἐν οἷς τά τε κατὰ Μεσσηνίους καὶ τὰ κατὰ τὰς προειρημένας ναυμαχίας συνετελέσθη, | |
Hist.16.14.2 | βούλομαι βραχέα περὶ αὐτῶν διαλεχθῆναι. ποιήσο‐ μαι δ’ οὐ πρὸς ἅπαντας, ἀλλ’ ὅσους ὑπολαμβάνω μνήμης ἀξίους εἶναι καὶ διαστολῆς· εἰσὶ δ’ οὗτοι | |
Hist.16.14.3 | Ζήνων καὶ Ἀντισθένης οἱ Ῥόδιοι. τούτους δ’ ἀξίους εἶναι κρίνω διὰ πλείους αἰτίας. καὶ γὰρ κατὰ τοὺς καιροὺς γεγόνασι καὶ προσέτι πεπολίτευνται καὶ καθόλου πεποίηνται τὴν πραγματείαν οὐκ ὠφελείας | |
5 | χάριν, ἀλλὰ δόξης καὶ τοῦ καθήκοντος ἀνδράσι πολι‐ | |
Hist.16.14.4 | τικοῖς. τῷ δὲ τὰς αὐτὰς γράφειν ἡμῖν πράξεις ἀναγκαῖόν ἐστι μὴ παρασιωπᾶν, ἵνα μὴ τῷ τῆς πατρίδος ὀνόματι καὶ τῷ δοκεῖν οἰκειοτάτας εἶναι Ῥοδίοις τὰς κατὰ θάλατταν πράξεις, ἡμῶν ἀντι‐ | |
5 | δοξούντων πρὸς αὐτοὺς ἐνίοτε, μᾶλλον ἐπακολου‐ | |
Hist.16.14.5 | θήσωσιν ἐκείνοις ἤπερ ἡμῖν οἱ φιλομαθοῦντες. οὗτοι τοιγαροῦν ἀμφότεροι πρῶτον μὲν τὴν περὶ Λάδην ναυμαχίαν οὐχ ἥττω τῆς περὶ Χίον, ἀλλ’ ἐνεργε‐ στέραν καὶ παραβολωτέραν ἀποφαίνουσι καὶ τῇ κατὰ | |
5 | μέρος τοῦ κινδύνου χρείᾳ καὶ συντελείᾳ καὶ καθόλου | |
Hist.16.14.6 | φασὶ τὸ νίκημα γεγονέναι κατὰ τοὺς Ῥοδίους. ἐγὼ δὲ διότι μὲν δεῖ ῥοπὰς διδόναι ταῖς αὑτῶν πατρίσι τοὺς συγγραφέας, συγχωρήσαιμ’ ἄν, οὐ μὴν τὰς ἐναντίας τοῖς συμβεβηκόσιν ἀποφάσεις ποιεῖσθαι | |
Hist.16.14.7 | περὶ αὐτῶν. ἱκανὰ γὰρ τὰ κατ’ ἄγνοιαν γινόμενα τοῖς γράφουσιν, ἃ διαφυγεῖν ἄνθρωπον δυσχερές· | |
Hist.16.14.8 | ἐὰν δὲ κατὰ προαίρεσιν ψευδογραφῶμεν ἢ πατρίδος ἕνεκεν ἢ φίλων [ἢ] χάριτος, τί διοίσομεν τῶν ἀπὸ | |
Hist.16.14.9 | τούτου τὸν βίον ποριζομένων; ὥσπερ γὰρ ἐκεῖνοι τῷ λυσιτελεῖ μετροῦντες ἀδοκίμους ποιοῦσι τὰς αὑτῶν συντάξεις, οὕτως οἱ πολιτικοὶ τῷ μισεῖν ἢ τῷ φιλεῖν ἑλκόμενοι πολλάκις εἰς ταὐτὸ τέλος ἐμ‐ | |
Hist.16.14.10 | πίπτουσι τοῖς προειρημένοις. διὸ δεῖ καὶ τοῦτο τὸ μέρος ἐπιμελῶς τοὺς μὲν ἀναγινώσκοντας παρατη‐ ρεῖν, τοὺς δὲ γράφοντας αὐτοὺς παραφυλάττεσθαι. | |
Hist.16.15.1 | Δῆλον δ’ ἔστι τὸ λεγόμενον ἐκ τῶν ἐνεστώτων. | |
ὁμολογοῦντες γὰρ οἱ προειρημένοι διὰ τῶν κατὰ μέρος ἐν τῇ περὶ Λάδην ναυμαχίᾳ δύο μὲν αὐτάν‐ δρους πεντήρεις τῶν Ῥοδίων ὑποχειρίους γενέσθαι | ||
Hist.16.15.2 | τοῖς πολεμίοις, ἐκ δὲ τοῦ κινδύνου μιᾶς νηὸς ἐπ‐ αραμένης τὸν δόλωνα διὰ τὸ τετρωμένην αὐτὴν θαλαττοῦσθαι, πολλοὺς καὶ τῶν ἐγγὺς τὸ παρα‐ πλήσιον ποιοῦντας ἀποχωρεῖν πρὸς τὸ πέλαγος, | |
Hist.16.15.3 | τέλος δὲ μετ’ ὀλίγων καταλειφθέντα τὸν ναύαρχον ἀναγκασθῆναι ταὐτὸ τοῖς προειρημένοις πράττειν, | |
Hist.16.15.4 | καὶ τότε μὲν εἰς τὴν Μυνδίαν ἀπουρώσαντας καθ‐ ορμισθῆναι, τῇ δ’ ἐπαύριον ἀναχθέντας εἰς Κῶ | |
Hist.16.15.5 | διᾶραι, τοὺς δὲ πολεμίους τὰς πεντήρεις ἐνάψασθαι καὶ καθορμισθέντας ἐπὶ τὴν Λάδην ἐπὶ τῇ ’κείνων | |
Hist.16.15.6 | στρατοπεδείᾳ ποιήσασθαι τὴν ἔπαυλιν, ἔτι δὲ τοὺς Μιλησίους, καταπλαγέντας τὸ γεγονός, οὐ μόνον τὸν Φίλιππον, ἀλλὰ καὶ τὸν Ἡρακλείδην στεφανῶσαι | |
Hist.16.15.7 | διὰ τὴν ἔφοδον, ταῦτα δ’ εἰρηκότες ἃ προφανῶς ἐστιν ἴδια τῶν ἡττημένων, ὅμως καὶ διὰ τῶν κατὰ μέρος καὶ διὰ τῆς καθολικῆς ἀποφάσεως νικῶντας | |
Hist.16.15.8 | ἀποφαίνουσι τοὺς Ῥοδίους, καὶ ταῦτα τῆς ἐπιστολῆς ἔτι μενούσης ἐν τῷ πρυτανείῳ τῆς ὑπ’ αὐτοὺς τοὺς καιροὺς ὑπὸ τοῦ ναυάρχου πεμφθείσης περὶ τούτων τῇ τε βουλῇ καὶ τοῖς πρυτάνεσιν, οὐ ταῖς Ἀντι‐ | |
5 | σθένους καὶ Ζήνωνος ἀποφάσεσι (συμφωνούσης) ἀλλὰ ταῖς ἡμετέραις. | |
Hist.16.16.1 | Ἑξῆς δὲ τοῖς προειρημένοις γράφουσι περὶ τοῦ | |
Hist.16.16.2 | κατὰ Μεσσηνίους παρασπονδήματος. ἐν ᾧ φησιν ὁ | |
Ζήνων ὁρμήσαντα τὸν Νάβιν ἐκ τῆς. Λακεδαίμονος καὶ διαβάντα τὸν Εὐρώταν ποταμὸν παρὰ τὸν Ὁπλί‐ την προσαγορευόμενον πορεύεσθαι διὰ τῆς ὁδοῦ τῆς | ||
5 | στενῆς παρὰ τὸ Πολιάσιον, ἕως ἐπὶ τοὺς κατὰ Σελ‐ | |
Hist.16.16.3 | λασίαν ἀφίκετο τόπους· ἐντεῦθεν δ’ ἐπὶ Θαλάμας ἐπιβαλόντα κατὰ Φαρὰς παραγενέσθαι πρὸς τὸν | |
Hist.16.16.4 | Πάμισον ποταμόν. ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν· τοιαύτην γὰρ φύσιν ἔχει τὰ προειρημένα πάντα συλλήβδην ὥστε μηδὲν διαφέρειν τοῦ λέγειν ὅτι ποιησάμενός τις ἐκ Κορίνθου τὴν ὁρμὴν καὶ | |
5 | διαπορευθεὶς τὸν Ἰσθμὸν καὶ συνάψας ταῖς Σκειρω‐ νίσιν εὐθέως ἐπὶ τὴν Κοντοπορίαν ἐπέβαλε καὶ παρὰ τὰς Μυκήνας ἐποιεῖτο τὴν πορείαν εἰς Ἄργος. | |
Hist.16.16.5 | ταῦτα γὰρ οὐχ οἷον παρὰ μικρόν ἐστιν, ἀλλὰ τὴν ἐναντίαν διάθεσιν ἔχει πρὸς ἄλληλα, καὶ τὰ μὲν κατὰ τὸν Ἰσθμόν ἐστι καὶ τὰς Σκιράδας πρὸς ἀνα‐ τολὰς τοῦ Κορίνθου, τὰ δὲ κατὰ τὴν Κοντοπορίαν | |
Hist.16.16.6 | καὶ Μυκήνας ἔγγιστα πρὸς δύσεις χειμερινάς, ὥστ’ εἶναι τελέως ἀδύνατον ἀπὸ τῶν προηγουμένων ἐπι‐ | |
Hist.16.16.7 | βαλεῖν τοῖς προειρημένοις τόποις. τὸ δ’ αὐτὸ καὶ | |
Hist.16.16.8 | περὶ τοὺς κατὰ τὴν Λακεδαίμονα συμβέβηκεν· ὁ μὲν γὰρ Εὐρώτας καὶ τὰ περὶ τὴν Σελλασίαν κεῖται τῆς Σπάρτης ὡς πρὸς τὰς θερινὰς ἀνατολάς, τὰ δὲ κατὰ Θαλάμας καὶ Φαρὰς καὶ Πάμισον ὡς πρὸς τὰς | |
Hist.16.16.9 | χειμερινὰς δύσεις, ὅθεν οὐχ οἷον ἐπὶ τὴν Σελλασίαν, ἀλλ’ οὐδὲ τὸν Εὐρώταν δέον ἐστὶ διαβαίνειν τὸν προτιθέμενον παρὰ Θαλάμας ποιεῖσθαι τὴν πορείαν εἰς τὴν Μεσσηνίαν. | |
Hist.16.17.1 | Πρὸς δὲ τούτοις φησὶ τὴν ἐπάνοδον ἐκ τῆς Μεσσήνης πεποιῆσθαι τὸν Νάβιν κατὰ τὴν πύλην | |
Hist.16.17.2 | τὴν φέρουσαν ἐπὶ Τεγέαν. τοῦτο δ’ ἔστιν ἄλογον· | |
πρόκειται γὰρ τῆς Τεγέας ἡ Μεγάλη πόλις ὡς πρὸς τὴν Μεσσήνην, ὥστ’ ἀδύνατον εἶναι καλεῖσθαί τινα | ||
Hist.16.17.3 | πύλην παρὰ τοῖς Μεσσηνίοις ἐπὶ Τεγέαν. ἀλλ’ ἔστι παρ’ αὐτοῖς πύλη Τεγεᾶτις προσαγορευομένη, καθ’ ἣν ἐποιήσατο τὴν ἐπάνοδον Νάβις· ᾧ πλανηθεὶς | |
Hist.16.17.4 | ἔγγιον ὑπέλαβε τὴν Τεγέαν εἶναι Μεσσηνίων. τὸ δ’ ἔστιν οὐ τοιοῦτον, ἀλλ’ ἡ Λακωνικὴ καὶ [ἡ] Μεγαλοπολῖτις χώρα μεταξὺ κεῖται τῆς Μεσσηνίας | |
Hist.16.17.5 | καὶ Τεγεάτιδος. τὸ δὲ τελευταῖον· φησὶ γὰρ τὸν Ἀλφειὸν ἐκ τῆς πηγῆς εὐθέως κρυφθέντα καὶ πολὺν ἐνεχθέντα τόπον ὑπὸ γῆς ἐκβάλλειν περὶ Λυκόαν | |
Hist.16.17.6 | τῆς Ἀρκαδίας. ὁ δὲ ποταμὸς οὐ πολὺν τόπον ἀπο‐ σχὼν τῆς πηγῆς, καὶ κρυφθεὶς ἐπὶ δέκα στάδια, | |
Hist.16.17.7 | πάλιν ἐκπίπτει, καὶ τὸ λοιπὸν φερόμενος διὰ τῆς Μεγαλοπολίτιδος τὰς μὲν ἀρχὰς ἐλαφρός, εἶτα λαμ‐ βάνων αὔξησιν καὶ διανύσας ἐπιφανῶς πᾶσαν τὴν προειρημένην χώραν ἐπὶ διακοσίους σταδίους γίνεται | |
5 | πρὸς Λυκόαν, ἤδη προσειληφὼς καὶ τὸ τοῦ Λουσίου ῥεῦμα καὶ παντελῶς ἄβατος ὢν καὶ βαρύς. *** | |
Hist.16.17.8 | Οὐ μὴν ἀλλὰ καὶ πάντα μοι δοκεῖ τὰ προειρη‐ μένα διαπτώματα μὲν εἶναι, πρόφασιν δ’ ἐπιδέχε‐ σθαι καὶ παραίτησιν· τὰ μὲν γὰρ δι’ ἄγνοιαν γέ‐ γονε, τὸ δὲ περὶ τὴν ναυμαχίαν διὰ τὴν πρὸς τὴν | |
Hist.16.17.9 | πατρίδα φιλοστοργίαν. τί τις οὖν εἰκότως ἂν Ζή‐ νωνι μέμψαιτο; διότι τὸ πλεῖον οὐ περὶ τὴν τῶν πραγμάτων ζήτησιν οὐδὲ περὶ τὸν χειρισμὸν τῆς | |
ὑποθέσεως, ἀλλὰ περὶ τὴν τῆς λέξεως κατασκευὴν | ||
5 | ἐσπούδακε, καὶ δῆλός ἐστι πολλάκις ἐπὶ τούτῳ σεμνυ‐ νόμενος, καθάπερ καὶ πλείους ἕτεροι τῶν ἐπιφανῶν | |
Hist.16.17.10 | συγγραφέων; ἐγὼ δὲ φημὶ μὲν δεῖν πρόνοιαν ποι‐ εῖσθαι καὶ σπουδάζειν ὑπὲρ τοῦ δεόντως ἐξαγγέλλειν τὰς πράξεις—δῆλον γὰρ ὡς οὐ μικρά, μεγάλα δὲ συμβάλλεται τοῦτο πρὸς τὴν ἱστορίαν—οὐ μὴν | |
5 | ἡγεμονικώτατόν γε καὶ πρῶτον αὐτὸ παρὰ τοῖς | |
Hist.16.17.11 | μετρίοις ἀνδράσι τίθεσθαι· πολλοῦ γε δεῖν· ἄλλα γὰρ ἂν εἴη καλλίω μέρη τῆς ἱστορίας, ἐφ’ οἷς ἂν μᾶλλον σεμνυνθείη πολιτικὸς ἀνήρ. | |
Hist.16.18.1 | Ὃ δὲ λέγειν βούλομαι, γένοιτ’ ἂν οὕτω μάλιστα | |
Hist.16.18.2 | καταφανές. ἐξηγούμενος γὰρ ὁ προειρημένος συγ‐ γραφεὺς τήν τε Γάζης πολιορκίαν καὶ τὴν γενομέ‐ νην παράταξιν Ἀντιόχου πρὸς Σκόπαν ἐν Κοίλῃ Συρίᾳ περὶ τὸ Πάνιον, περὶ μὲν τὴν τῆς λέξεως | |
5 | κατασκευὴν δῆλός ἐστιν ἐπὶ τοσοῦτον ἐσπουδακὼς ὡς ὑπερβολὴν τερατείας μὴ καταλιπεῖν τοῖς τὰς ἐπι‐ δεικτικὰς καὶ πρὸς ἔκπληξιν τῶν πολλῶν συντάξεις | |
Hist.16.18.3 | ποιουμένοις, τῶν γε μὴν πραγμάτων ἐπὶ τοσοῦτον ὠλιγώρηκεν ὥστε πάλιν ἀνυπέρβλητον εἶναι τὴν | |
Hist.16.18.4 | εὐχέρειαν καὶ τὴν ἀπειρίαν τοῦ συγγραφέως. προ‐ θέμενος γὰρ πρώτην διασαφεῖν τὴν τῶν περὶ τὸν Σκόπαν ἔκταξιν, τῷ μὲν δεξιῷ κέρατί φησι τῆς ὑπωρείας ἔχεσθαι τὴν φάλαγγα μετ’ ὀλίγων ἱππέων, | |
5 | τὸ δ’ εὐώνυμον αὐτῆς καὶ τοὺς ἱππεῖς πάντας τοὺς ἐπὶ τούτου τεταγμένους ἐν τοῖς ἐπιπέδοις κεῖσθαι. | |
Hist.16.18.5 | τὸν δ’ Ἀντίοχον ἐπὶ μὲν τὴν ἑωθινὴν ἐκπέμψαι φησὶ τὸν πρεσβύτερον υἱὸν Ἀντίοχον ἔχοντα μέρος | |
τι τῆς δυνάμεως, ἵνα προκαταλάβηται τῆς ὀρεινῆς | ||
Hist.16.18.6 | τοὺς ὑπερκειμένους τῶν πολεμίων τόπους, τὴν δὲ λοιπὴν δύναμιν ἅμα τῷ φωτὶ διαβιβάσαντα τὸν ποταμὸν (τὸν) μεταξὺ τῶν στρατοπέδων ἐν τοῖς ἐπι‐ πέδοις ἐκτάττειν, τιθέντα τοὺς μὲν φαλαγγίτας ἐπὶ | |
5 | μίαν εὐθεῖαν κατὰ μέσην τὴν τῶν πολεμίων τάξιν, τῶν δ’ ἱππέων τοὺς μὲν ἐπὶ τὸ λαιὸν κέρας τῆς φάλαγγος, τοὺς δ’ ἐπὶ τὸ δεξιόν, ἐν οἷς εἶναι καὶ τὴν κατάφρακτον ἵππον, ἧς ἡγεῖτο πάσης ὁ νεώ‐ | |
Hist.16.18.7 | τερος Ἀντίοχος τῶν υἱῶν. μετὰ δὲ ταῦτά φησι τὰ θηρία προτάξαι τῆς φάλαγγος ἐν διαστήματι καὶ τοὺς μετ’ Ἀντιπάτρου Ταραντίνους, τὰ δὲ μεταξὺ τῶν θηρίων πληρῶσαι τοῖς τοξόταις καὶ σφενδονή‐ | |
5 | ταις, αὐτὸν δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν | |
Hist.16.18.8 | ὑπασπιστῶν κατόπιν ἐπιστῆναι τοῖς θηρίοις. ταῦτα δ’ ὑποθέμενος, τὸν μὲν νεώτερον Ἀντίοχόν φησιν, ὃν ἐν τοῖς ἐπιπέδοις ἔθηκε κατὰ τὸ λαιὸν τῶν πολε‐ μίων ἔχοντα τὴν κατάφρακτον ἵππον, τοῦτον ἐκ τῆς | |
5 | ὀρεινῆς ἐπενεχθέντα τρέψασθαι τοὺς ἱππέας τοὺς περὶ τὸν Πτολεμαῖον τὸν Ἀερόπου καὶ καταδιώκειν, ὃς ἐτύγχανε τοῖς Αἰτωλοῖς ἐπιτεταγμένος ἐν τοῖς | |
Hist.16.18.9 | ἐπιπέδοις ἐπὶ τῶν εὐωνύμων, τὰς δὲ φάλαγγας, ἐπεὶ | |
Hist.16.18.10 | συνέβαλλον ἀλλήλαις, μάχην ποιεῖν ἰσχυράν. ὅτι δὲ συμβαλεῖν ἀδύνατον ἦν τῶν θηρίων καὶ τῶν ἱπ‐ πέων καὶ τῶν εὐζώνων προτεταγμένων, τοῦτ’ οὐκέτι συνορᾷ. | |
Hist.16.19.1 | Μετὰ δὲ ταῦτά φησι καταπροτερουμένην τὴν φάλαγγα ταῖς εὐχειρίαις καὶ πιεζομένην ὑπὸ τῶν Αἰτωλῶν ἀναχωρεῖν ἐπὶ πόδα, τὰ (δὲ) θηρία τοὺς | |
ἐγκλίνοντας ἐκδεχόμενα καὶ συμπίπτοντα τοῖς πολε‐ | ||
Hist.16.19.2 | μίοις μεγάλην παρέχεσθαι χρείαν. πῶς δὲ ταῦτα γέγονεν ὀπίσω τῆς φάλαγγος οὐ ῥᾴδιον καταμαθεῖν, | |
Hist.16.19.3 | ἢ πῶς γενόμενα παρείχετο χρείαν μεγάλην· ὅτε γὰρ ἅπαξ αἱ φάλαγγες συνέπεσον ἀλλήλαις, οὐκέτι δυ‐ νατὸν ἦν κρῖναι τὰ θηρία τίς (τῶν) ὑποπιπτόντων | |
Hist.16.19.4 | φίλιος ἢ πολέμιός ἐστι. πρὸς δὲ τούτοις φησὶ τοὺς Αἰτωλῶν ἱππέας δυσχρηστεῖσθαι κατὰ τὸν κίνδυνον διὰ τὴν ἀσυνήθειαν τῆς τῶν θηρίων φαντασίας. | |
Hist.16.19.5 | ἀλλ’ οἱ μὲν ἐπὶ τοῦ δεξιοῦ ταχθέντες ἐξ ἀρχῆς ἀκέραιοι διέμενον, ὡς αὐτός φησι· τὸ δὲ λοιπὸν πλῆθος τῶν ἱππέων τὸ μερισθὲν ἐπὶ τὸ λαιὸν ἐπε‐ φεύγει πᾶν ὑπὸ τῶν περὶ τὸν Ἀντίοχον ἡττημένον. | |
Hist.16.19.6 | ποῖον οὖν μέρος τῶν ἱππέων ἦν κατὰ μέσην τὴν | |
Hist.16.19.7 | φάλαγγα τὸ τοὺς ἐλέφαντας ἐκπληττόμενον; ποῦ δ’ ὁ βασιλεὺς γέγονεν, ἢ τίνα παρέσχηται χρείαν ἐν τῇ μάχῃ, τὸ κάλλιστον σύστημα περὶ αὑτὸν ἐσχηκὼς καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων; ἁπλῶς γὰρ οὐδὲν | |
Hist.16.19.8 | εἴρηται περὶ τούτων. ποῦ δ’ ὁ πρεσβύτερος τῶν υἱῶν Ἀντίοχος ὁ μετὰ μέρους τινὸς τῆς δυνάμεως | |
Hist.16.19.9 | προκαταλαβόμενος τοὺς ὑπερδεξίους τόπους; οὗτος μὲν γὰρ οὐδ’ εἰς τὴν στρατοπεδείαν ἀνακεχώρηκεν αὐτῷ μετὰ τὴν μάχην. εἰκότως· δύο γὰρ Ἀντιόχους ὑπέθετο τοῦ βασιλέως υἱούς, ὄντος ἑνὸς τοῦ τότε | |
Hist.16.19.10 | συνεστρατευμένου. πῶς δ’ ὁ Σκόπας ἅμα μὲν αὐτῷ πρῶτος, ἅμα δ’ ἔσχατος ἀναλέλυκεν ἐκ τοῦ κινδύ‐ νου; φησὶ γὰρ αὐτὸν ἰδόντα τοὺς περὶ τὸν νεώ‐ τερον Ἀντίοχον ἐκ τοῦ διώγματος ἐπιφαινομένους | |
5 | κατὰ νώτου τοῖς φαλαγγίταις, καὶ διὰ τοῦτο τὰς τοῦ νικᾶν ἐλπίδας ἀπογνόντα, ποιεῖσθαι τὴν ἀπο‐ | |
Hist.16.19.11 | χώρησιν· μετὰ δὲ ταῦτα συστῆναι τὸν μέγιστον | |
κίνδυνον, κυκλωθείσης τῆς φάλαγγος ὑπό τε τῶν θηρίων καὶ τῶν ἱππέων, καὶ τελευταῖον ἀποχωρῆσαι τὸν Σκόπαν ἀπὸ τοῦ κινδύνου. | ||
Hist.16.20.1 | Ταῦτα δέ μοι δοκεῖ, καὶ καθόλου τὰ τοιαῦτα τῶν ἀλογημάτων, πολλὴν ἐπιφέρειν αἰσχύνην τοῖς | |
Hist.16.20.2 | συγγραφεῦσι. διὸ δεῖ μάλιστα μὲν πειρᾶσθαι πάν‐ των κρατεῖν τῶν τῆς ἱστορίας μερῶν· καλὸν γάρ· εἰ δὲ μὴ τοῦτο δυνατόν, τῶν ἀναγκαιοτάτων καὶ τῶν μεγίστων ἐν αὐτῇ πλείστην ποιεῖσθαι πρόνοιαν. | |
Hist.16.20.3 | Ταῦτα μὲν οὖν προήχθην εἰπεῖν, θεωρῶν νῦν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ ἐπιτηδευμά‐ των, τὸ μὲν ἀληθινὸν καὶ πρὸς τὴν χρείαν ἀνῆκον | |
Hist.16.20.4 | ἐν ἑκάστοις ἐπισεσυρμένον, τὸ δὲ πρὸς ἀλαζονείαν καὶ φαντασίαν ἐπαινούμενον καὶ ζηλούμενον, ὡς μέγα τι καὶ θαυμάσιον, ὃ καὶ τὴν κατασκευὴν ἔχει ῥᾳδιεστέραν καὶ τὴν εὐδόκησιν ὀλιγοδεεστέραν, | |
Hist.16.20.5 | καθάπερ αἱ λοιπαὶ τῶν γραφῶν. περὶ δὲ τῆς τῶν τόπων ἀγνοίας τῶν κατὰ τὴν Λακωνικὴν διὰ τὸ μεγάλην εἶναι τὴν παράπτωσιν οὐκ ὤκνησα γράψαι | |
Hist.16.20.6 | καὶ πρὸς αὐτὸν Ζήνωνα, κρίνων καλὸν εἶναι τὸ μὴ τὰς τῶν πέλας ἁμαρτίας ἴδια προτερήματα νομίζειν, καθάπερ ἔνιοι ποιεῖν εἰώθασιν, ἀλλὰ μὴ μόνον τῶν ἰδίων ὑπομνημάτων, ἀλλὰ καὶ τῶν ἀλλοτρίων, καθ’ | |
5 | ὅσον οἷοί τ’ ἐσμέν, ποιεῖσθαι πρόνοιαν καὶ διόρ‐ | |
Hist.16.20.7 | θωσιν χάριν τῆς κοινῆς ὠφελείας. ὁ δὲ λαβὼν τὴν ἐπιστολήν, καὶ γνοὺς ἀδύνατον οὖσαν τὴν μετάθεσιν διὰ τὸ προεκδεδωκέναι τὰς συντάξεις, ἐλυπήθη μὲν ὡς ἔνι μάλιστα, ποιεῖν δ’ οὐδὲν εἶχε, τήν γε μὴν | |
Hist.16.20.8 | ἡμετέραν αἵρεσιν ἀπεδέξατο φιλοφρόνως. ὃ δὴ κἂν | |
ἐγὼ παρακαλέσαιμι περὶ αὑτοῦ (τοὺς) καθ’ ἡμᾶς καὶ τοὺς ἐπιγινομένους, ἐὰν μὲν κατὰ πρόθεσιν εὑρι‐ σκώμεθά που κατὰ τὴν πραγματείαν διαψευδόμενοι | ||
5 | καὶ παρορῶντες τὴν ἀλήθειαν, ἀπαραιτήτως ἐπιτι‐ | |
Hist.16.20.9 | μᾶν, ἐὰν δὲ κατ’ ἄγνοιαν, συγγνώμην ἔχειν, καὶ μάλιστα πάντων ἡμῖν διὰ τὸ μέγεθος τῆς συντάξεως καὶ διὰ τὴν καθόλου περιβολὴν τῶν πραγμάτων. | |
Hist.16.21t | III. RES AEGYPTI. | |
Hist.16.21.1 | Ὅτι ὁ Τληπόλεμος ὁ τὰ τῆς βασιλείας τῶν Αἰγυπτίων πράγματα μεταχειριζόμενος ἦν μὲν κατὰ τὴν ἡλικίαν νέος καὶ κατὰ τὸ συνεχὲς ἐν στρατιω‐ | |
Hist.16.21.2 | τικῷ βίῳ διεγεγόνει μετὰ φαντασίας, ἦν δὲ καὶ τῇ φύσει μετέωρος καὶ φιλόδοξος, καὶ καθόλου πολλὰ μὲν εἰς πραγμάτων λόγον ἀγαθὰ προσεφέρετο, πολλὰ | |
Hist.16.21.3 | δὲ καὶ κακά. στρατηγεῖν μὲν γὰρ ἐν τοῖς ὑπαίθροις καὶ χειρίζειν πολεμικὰς πράξεις δυνατὸς ἦν, καὶ *** ἀνδρώδης ὑπῆρχε τῇ φύσει, καὶ πρὸς τὰς στρατιω‐ | |
Hist.16.21.4 | τικὰς ὁμιλίας εὐφυῶς διέκειτο· πρὸς δὲ ποικίλων πραγμάτων χειρισμόν, δεόμενον ἐπιστάσεως καὶ νή‐ ψεως, καὶ πρὸς φυλακὴν χρημάτων καὶ καθόλου τὴν περὶ τὸ λυσιτελὲς οἰκονομίαν, ἀφυέστατος ὑπῆρχε | |
Hist.16.21.5 | πάντων. ᾗ καὶ ταχέως οὐ μόνον ἔσφηλεν, ἀλλὰ καὶ | |
Hist.16.21.6 | τὴν βασιλείαν ἠλάττωσε. παραλαβὼν γὰρ τὴν τῶν χρημάτων ἐξουσίαν, τὸ μὲν πλεῖστον μέρος τῆς ἡμέρας κατέτριβε σφαιρομαχῶν καὶ πρὸς τὰ μειρά‐ | |
Hist.16.21.7 | κια διαμιλλώμενος ἐν τοῖς ὅπλοις, ἀπὸ δὲ τούτων | |
γινόμενος εὐθέως πότους συνῆγε καὶ τὸ πλεῖον μέρος τοῦ βίου περὶ ταῦτα καὶ σὺν τούτοις εἶχε τὴν δια‐ | ||
Hist.16.21.8 | τριβήν. ὃν δέ ποτε χρόνον τῆς ἡμέρας ἀπεμέριζε πρὸς ἐντεύξεις, ἐν τούτῳ διεδίδου, μᾶλλον δ’, εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν, διερρίπτει τὰ βασιλικὰ χρήματα τοῖς ἀπὸ τῆς Ἑλλάδος παραγεγονόσι πρε‐ | |
5 | σβευταῖς καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις, μάλιστα δὲ τοῖς περὶ τὴν αὐλὴν ἡγεμόσι καὶ στρα‐ | |
Hist.16.21.9 | τιώταις. καθόλου γὰρ ἀνανεύειν οὐκ ᾔδει, τῷ δὲ πρὸς χάριν ὁμιλήσαντι πᾶν ἐξ ἑτοίμου τὸ φανὲν | |
Hist.16.21.10 | ἐδίδου. τὸ λοιπὸν ηὐξάνετο (τὸ) κακόν, ἐξ αὑτοῦ | |
Hist.16.21.11 | λαμβάνον τὴν ἐπίδοσιν. πᾶς γὰρ ὁ παθὼν εὖ παρὰ τὴν προσδοκίαν καὶ τοῦ γεγονότος χάριν καὶ τοῦ μέλλοντος ὑπερεβάλλετο ταῖς τῶν λόγων εὐχαριστίαις· | |
Hist.16.21.12 | ὁ δὲ πυνθανόμενος τὸν γινόμενον ἐκ πάντων ἔπαι‐ νον ὑπὲρ αὑτοῦ καὶ τὰς ἐν τοῖς πότοις ἐπιχύσεις, ἔτι δὲ τὰς ἐπιγραφὰς καὶ τὰ διὰ τῶν ἀκροαμάτων εἰς αὑτὸν ᾀδόμενα παίγνια καθ’ ὅλην τὴν πόλιν, | |
5 | εἰς τέλος ἐχαυνοῦτο καὶ μᾶλλον ἀεὶ καὶ μᾶλλον ἐξετυφοῦτο, καὶ προχειρότερος ἐγίνετο πρὸς τὰς | |
Hist.16.22.1 | ξενικὰς καὶ στρατιωτικὰς χάριτας. ἐφ’ οἷς οἱ περὶ τὴν αὐλὴν ἀσχάλλοντες πάντα παρεσημαίνοντο καὶ βαρέως αὐτοῦ τὴν αὐθάδειαν ὑπέφερον, τὸν δὲ Σω‐ | |
Hist.16.22.2 | σίβιον ἐκ παραθέσεως ἐθαύμαζον. ἐδόκει γὰρ οὗτος τοῦ τε βασιλέως προεστάναι φρονιμώτερον ἢ κατὰ τὴν ἡλικίαν, τήν τε πρὸς τοὺς ἐκτὸς ἀπάντησιν ἀξίαν ποιεῖσθαι τῆς ἐγκεχειρισμένης αὐτῷ πίστεως· | |
5 | αὕτη δ’ ἦν ἡ σφραγὶς καὶ τὸ τοῦ βασιλέως σῶμα. | |
Hist.16.22.3 | κατὰ δὲ τὸν καιρὸν τοῦτον ἀνακομιζόμενος ἥκει | |
Hist.16.22.4 | παρὰ τοῦ Φιλίππου Πτολεμαῖος ὁ Σωσιβίου. καὶ πρὶν μὲν οὖν ἐκ τῆς Ἀλεξανδρείας ἐκπλεῦσαι πλήρης ἦν τύφου διά τε τὴν ἰδίαν φύσιν καὶ διὰ τὴν προσ‐ | |
Hist.16.22.5 | γεγενημένην ἐκ τοῦ πατρὸς εὐκαιρίαν· ὡς δὲ κατα‐ πλεύσας εἰς τὴν Μακεδονίαν συνέμιξε τοῖς περὶ τὴν αὐλὴν νεανίσκοις, ὑπολαβὼν εἶναι τὴν Μακεδόνων ἀνδρείαν ἐν τῇ τῆς ὑποδέσεως καὶ τῇ τῆς ἐσθῆτος | |
5 | διαφορᾷ, παρῆν ταῦτα πάντ’ ἐζηλωκὼς καὶ πεπει‐ σμένος αὑτὸν μὲν ἄνδρα γεγονέναι διὰ τὴν ἐκδημίαν καὶ διὰ τὸ Μακεδόσιν ὡμιληκέναι, τοὺς δὲ κατὰ τὴν Ἀλεξάνδρειαν ἀνδράποδα καὶ βλᾶκας διαμένειν. | |
Hist.16.22.6 | διόπερ εὐθέως ἐζηλοτύπει καὶ παρετρίβετο πρὸς τὸν | |
Hist.16.22.7 | Τληπόλεμον. πάντων δ’ αὐτῷ συγκατατιθεμένων τῶν περὶ τὴν αὐλὴν διὰ τὸ τὸν Τληπόλεμον καὶ τὰ πράγματα καὶ τὰ χρήματα μὴ ὡς ἐπίτροπον, ἀλλ’ ὡς κληρονόμον χειρίζειν, ταχέως ηὐξήθη τὰ τῆς δια‐ | |
Hist.16.22.8 | φορᾶς. καθ’ ὃν καιρὸν ὁ Τληπόλεμος, προσπιπτόν‐ των αὐτῷ λόγων δυσμενικῶν ἐκ τῆς τῶν αὐλικῶν παρατηρήσεως καὶ κακοπραγμοσύνης, τὰς μὲν ἀρχὰς | |
Hist.16.22.9 | παρήκουε καὶ κατεφρόνει τῶν λεγομένων. ὡς δέ ποτε καὶ κοινῇ συνεδρεύσαντες ἐτόλμησαν ἐν τῷ μέσῳ καταμέμφεσθαι τὸν Τληπόλεμον, ὡς κακῶς χειρίζοντα τὰ κατὰ τὴν βασιλείαν, οὐ παρόντος | |
Hist.16.22.10 | αὐτοῦ, τότε δὴ παροξυνθεὶς συνῆγε τὸ συνέδριον καὶ παρελθὼν ἐκείνους μὲν ἔφη λάθρᾳ καὶ κατ’ ἰδίαν ποιεῖσθαι κατ’ αὐτοῦ τὰς διαβολάς, αὐτὸς δ’ ἔκρινε κοινῇ καὶ κατὰ πρόσωπον αὐτῶν ποιήσασθαι τὴν | |
5 | κατηγορίαν. — | |
Hist.16.22.11 | Ὅτι μετὰ τὴν δημηγορίαν ἔλαβε καὶ τὴν σφρα‐ | |
γῖδα παρὰ Σωσιβίου, καὶ ταύτην παρειληφὼς ὁ Τληπόλεμος λοιπὸν ἤδη πάντα τὰ πράγματα κατὰ τὴν αὑτοῦ προαίρεσιν ἔπραττεν. | ||
Hist.1622at | IV. RES SYRIAE. | |
Hist.1622a1 | Ὅτι Ἀντιόχου τοῦ βασιλέως τὴν τῶν Γαζαίων | |
Hist.1622a2 | πόλιν πορθήσαντος φησὶν ὁ Πολύβιος· ἐμοὶ δὲ καὶ δίκαιον ἅμα καὶ πρέπον εἶναι δοκεῖ τὸ τοῖς Γαζαίοις | |
Hist.1622a3 | ἀποδοῦναι τὴν καθήκουσαν μαρτυρίαν. οὐδὲν γὰρ διαφέροντες ἀνδρείᾳ τῶν κατὰ Κοίλην Συρίαν πρὸς τὰς πολεμικὰς πράξεις, ἐν κοινωνίᾳ πραγμάτων καὶ τῷ τηρεῖν τὴν πίστιν πολὺ διαφέρουσι καὶ συλ‐ | |
Hist.1622a4 | λήβδην ἀνυπόστατον ἔχουσι τὴν τόλμαν. κατὰ γὰρ τὴν Περσῶν ἔφοδον ἐκπλαγέντων τῶν ἄλλων διὰ τὸ μέγεθος τῆς δυναστείας, καὶ πάντων ἐγχειρισάν‐ των σφᾶς αὐτοὺς καὶ τὰς πατρίδας Μήδοις, μόνοι | |
5 | τὸ δεινὸν ὑπέμειναν πάντες, τὴν πολιορκίαν ἀνα‐ | |
Hist.1622a5 | δεξάμενοι. κατὰ δὲ τὴν Ἀλεξάνδρου παρουσίαν οὐ μόνον τῶν ἄλλων παραδεδωκότων αὑτούς, ἀλλὰ καὶ Τυρίων ἐξηνδραποδισμένων μετὰ βίας, καὶ σχεδὸν ἀνελπίστου τῆς σωτηρίας ὑπαρχούσης τοῖς ἐναντιου‐ | |
5 | μένοις πρὸς τὴν ὁρμὴν καὶ βίαν τὴν Ἀλεξάνδρου, μόνοι τῶν κατὰ Συρίαν ὑπέστησαν καὶ πάσας ἐξή‐ | |
Hist.1622a6 | λεγξαν τὰς ἐλπίδας. τὸ δὲ παραπλήσιον ἐποίησαν καὶ κατὰ τοὺς ἐνεστῶτας καιρούς· οὐδὲν γὰρ ἀπέλει‐ πον τῶν ἐνδεχομένων, σπουδάζοντες διαφυλάξαι τὴν | |
Hist.1622a7 | πρὸς τὸν Πτολεμαῖον πίστιν. διὸ καθάπερ καὶ κατ’ ἰδίαν ἐπισημαινόμεθα τοὺς ἀγαθοὺς ἄνδρας ἐν τοῖς ὑπομνήμασι, τὸν αὐτὸν τρόπον χρὴ καὶ κοινῇ τῶν | |
πόλεων τὴν ἐπ’ ἀγαθῷ ποιήσασθαι μνήμην, ὅσαι | ||
5 | τῶν καλῶν ἐκ παραδόσεώς τι καὶ προθέσεως πράτ‐ τειν εἰώθασιν. | |
Hist.16.23t | V. RES ITALIAE. | |
Hist.16.23.1 | Πόπλιος δὲ Σκιπίων ἧκεν ἐκ Λιβύης οὐ πολὺ | |
Hist.16.23.2 | κατόπιν τῶν προειρημένων καιρῶν. οὔσης δὲ τῆς προσδοκίας τῶν πολλῶν ἀκολούθου τῷ μεγέθει τῶν πράξεων, μεγάλην εἶναι συνέβαινε καὶ τὴν φαντα‐ σίαν περὶ τὸν ἄνδρα καὶ τὴν τοῦ πλήθους εὔνοιαν | |
Hist.16.23.3 | πρὸς αὐτόν. καὶ τοῦτ’ εἰκότως ἐκ τῶν κατὰ λόγον | |
Hist.16.23.4 | ἐγίνετο καὶ καθηκόντως· οὐδέποτε γὰρ ἂν ἐλπίσαν‐ τες Ἀννίβαν ἐκβαλεῖν ἐξ Ἰταλίας οὐδ’ ἀποτρίψασθαι τὸν ὑπὲρ αὑτῶν καὶ τῶν ἀναγκαίων κίνδυνον, τότε δοκοῦντες ἤδη βεβαίως οὐ μόνον ἐκτὸς γεγονέναι | |
5 | παντὸς φόβου καὶ πάσης περιστάσεως, ἀλλὰ καὶ κρατεῖν τῶν ἐχθρῶν, ὑπερβολὴν οὐ κατέλιπον χαρᾶς. | |
Hist.16.23.5 | ὡς δὲ καὶ τὸν θρίαμβον εἰσῆγε, τότε καὶ μᾶλλον ἔτι διὰ τῆς τῶν εἰσαγομένων ἐνεργείας μιμνησκό‐ μενοι τῶν προγεγονότων κινδύνων ἐκπαθεῖς ἐγίνοντο κατά τε τὴν πρὸς θεοὺς εὐχαριστίαν καὶ κατὰ τὴν | |
5 | πρὸς τὸν αἴτιον τῆς τηλικαύτης μεταβολῆς εὔνοιαν. | |
Hist.16.23.6 | καὶ γὰρ ὁ Σόφαξ ὁ τῶν Μασαισυλίων βασιλεὺς ἤχθη τότε διὰ τῆς πόλεως ἐν τῷ θριάμβῳ μετὰ τῶν αἰχμα‐ λώτων· ὃς καὶ μετά τινα χρόνον ἐν τῇ φυλακῇ τὸν | |
Hist.16.23.7 | βίον μετήλλαξε. τούτων δὲ συντελεσθέντων οἱ μὲν ἐν τῇ Ῥώμῃ κατὰ τὸ συνεχὲς ἐπὶ πολλὰς ἡμέρας ἀγῶνας ἦγον καὶ πανηγύρεις ἐπιφανῶς, χορηγὸν | |
ἔχοντες εἰς ταῦτα τὴν Σκιπίωνος μεγαλοψυχίαν. | ||
Hist.16.24t | VI. RES MACEDONIAE ET GRAECIAE. | |
Hist.16.24.1 | Ὅτι Φίλιππος ὁ βασιλεὺς τοῦ χειμῶνος ἤδη καταρχομένου, καθ’ ὃν Πόπλιος Σολπίκιος ὕπατος κατεστάθη ἐν Ῥώμῃ, ποιούμενος τὴν διατριβὴν ἐν τοῖς Βαργυλίοις, θεωρῶν καὶ τοὺς Ῥοδίους καὶ τὸν | |
5 | Ἄτταλον οὐχ οἷον διαλύοντας τὸ ναυτικόν, ἀλλὰ καὶ προσπληροῦντας ναῦς καὶ φιλοτιμότερον προσ‐ κειμένους ταῖς φυλακαῖς, δυσχρήστως διέκειτο καὶ πολλὰς καὶ ποικίλας εἶχε περὶ τοῦ μέλλοντος ἐπι‐ | |
Hist.16.24.2 | νοίας. ἅμα μὲν γὰρ ἠγωνία τὸν ἐκ τῶν Βαργυλίων ἔκπλουν καὶ προεωρᾶτο τὸν κατὰ θάλατταν κίνδυ‐ νον, ἅμα δὲ τοῖς κατὰ τὴν Μακεδονίαν πράγμασι διαπιστῶν οὐδαμῶς ἐβούλετο παραχειμάζειν κατὰ | |
5 | τὴν Ἀσίαν, φοβούμενος [μὲν οὖν] καὶ τοὺς Αἰτω‐ | |
Hist.16.24.3 | λοὺς καὶ τοὺς Ῥωμαίους· καὶ γὰρ οὐδ’ ἠγνόει τὰς ἐξαποστελλομένας κατ’ αὐτοῦ πρεσβείας εἰς Ῥώμην, | |
Hist.16.24.4 | *** διόπερ πέρας ἔχει τὰ κατὰ τὴν Λιβύην. ἐξ ὧν ἐδυσχρηστεῖτο μὲν ὑπερβαλλόντως, ἠναγκάζετο δὲ κατὰ τὸ παρὸν ἐπιμένων αὐτοῦ, τὸ δὴ λεγόμενον, | |
Hist.16.24.5 | λύκου βίον ζῆν. παρ’ ὧν μὲν γὰρ ἁρπάζων καὶ κλέπτων, τοὺς δ’ ἀποβιαζόμενος, ἐνίους δὲ παρὰ φύσιν αἰκάλλων διὰ τὸ λιμώττειν αὐτῷ τὸ στρά‐ τευμα, ποτὲ μὲν ἐσιτεῖτο κρέα, ποτὲ δὲ σῦκα, ποτὲ | |
Hist.16.24.6 | δὲ σιτάρια βραχέα παντελῶς· ὧν τινὰ μὲν αὐτῷ Ζεῦξις ἐχορήγει, τὰ δὲ Μυλασεῖς καὶ Ἀλαβανδεῖς καὶ Μάγνητες, οὕς, ὁπότε μέν τι δοῖεν, ἔσαινεν, ὅτε | |
Hist.16.24.7 | δὲ μὴ δοῖεν, ὑλάκτει καὶ ἐπεβούλευεν αὐτοῖς. τέλος ἐπὶ τὴν Μυλασέων πόλιν πράξεις συνεστήσατο διὰ Φιλοκλέους, ἐσφάλη δὲ διὰ τὴν ἀλογίαν τῆς ἐπι‐ | |
Hist.16.24.8 | βολῆς. τὴν δ’ Ἀλαβανδέων χώραν ὡς πολεμίαν κατέφθειρε, φήσας ἀναγκαῖον εἶναι πορίζειν τῷ στρατεύματι τὰ πρὸς τὴν τροφήν. — | |
Hist.16.24.9 | Πολύβιος δ’ ὁ Μεγαλοπολίτης ἐν τῇ ιϛʹ τῶν ἱστοριῶν ‘Φίλιπποσ‘ φησὶν ‘ὁ Περσέως πατήρ, ὅτε τὴν Ἀσίαν κατέτρεχεν, ἀπορῶν τροφῶν τοῖς στρατιώ‐ ταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα | |
5 | ἔλαβε. διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων‘. — | |
Hist.16.25.1 | Ὅτι ὁ τῶν Ἀθηναίων δῆμος ἐξέπεμπε πρεσβευτὰς πρὸς Ἄτταλον τὸν βασιλέα τοὺς ἅμα μὲν εὐχαρι‐ στήσοντας ἐπὶ τοῖς γεγονόσιν, ἅμα δὲ παρακαλέσον‐ τας αὐτὸν ἐλθεῖν Ἀθήναζε χάριν τοῦ συνδιαλαβεῖν | |
Hist.16.25.2 | περὶ τῶν ἐνεστώτων. ὁ δὲ βασιλεὺς μετά τινας ἡμέρας πυθόμενος καταπεπλευκέναι Ῥωμαίων πρε‐ σβευτὰς εἰς τὸν Πειραιᾶ, καὶ νομίζων ἀναγκαῖον εἶναι τὸ συμμῖξαι τούτοις, ἀνήχθη κατὰ σπουδήν. | |
Hist.16.25.3 | ὁ δὲ τῶν Ἀθηναίων δῆμος γνοὺς τὴν παρουσίαν αὐτοῦ μεγαλομερῶς ἐψηφίσατο περὶ τῆς ἀπαντήσεως | |
Hist.16.25.4 | καὶ τῆς ὅλης ἀποδοχῆς τοῦ βασιλέως. Ἄτταλος δὲ καταπλεύσας εἰς τὸν Πειραιᾶ τὴν μὲν πρώτην ἡμέραν ἐχρημάτισε τοῖς ἐκ τῆς Ῥώμης πρεσβευταῖς, θεωρῶν δ’ αὐτοὺς καὶ τῆς προγεγενημένης κοινοπραγίας | |
5 | μνημονεύοντας καὶ πρὸς τὸν κατὰ τοῦ Φιλίππου | |
Hist.16.25.5 | πόλεμον ἑτοίμους ὄντας περιχαρὴς ἦν. τῇ δ’ ἐπ‐ αύριον ἅμα τοῖς Ῥωμαίοις καὶ τοῖς τῶν Ἀθηναίων | |
ἄρχουσιν ἀνέβαινεν εἰς ἄστυ μετὰ μεγάλης προστα‐ σίας· οὐ γὰρ μόνον οἱ τὰς ἀρχὰς ἔχοντες μετὰ τῶν | ||
5 | ἱππέων, ἀλλὰ καὶ πάντες οἱ πολῖται μετὰ τῶν τέκνων | |
Hist.16.25.6 | καὶ γυναικῶν ἀπήντων αὐτοῖς. ὡς δὲ συνέμιξαν, τοιαύτη παρὰ τῶν πολλῶν ἐγένετο κατὰ τὴν ἀπάν‐ τησιν φιλανθρωπία πρός τε Ῥωμαίους καὶ ἔτι μᾶλλον πρὸς τὸν Ἄτταλον ὥσθ’ ὑπερβολὴν μὴ καταλιπεῖν. | |
Hist.16.25.7 | ἐπεὶ δ’ εἰσῄει κατὰ τὸ Δίπυλον, ἐξ ἑκατέρου τοῦ μέρους παρέστησαν τὰς ἱερείας καὶ τοὺς ἱερεῖς. μετὰ δὲ ταῦτα πάντας μὲν τοὺς ναοὺς ἀνέῳξαν, ἐπὶ δὲ πᾶσι θύματα τοῖς βωμοῖς παραστήσαντες ἠξίωσαν | |
Hist.16.25.8 | αὐτὸν θῦσαι. τὸ δὲ τελευταῖον ἐψηφίσαντο τιμὰς τηλικαύτας ἡλίκας οὐδενὶ ταχέως τῶν πρότερον εἰς | |
Hist.16.25.9 | αὐτοὺς εὐεργετῶν γεγονότων· πρὸς γὰρ τοῖς ἄλλοις καὶ φυλὴν ἐπώνυμον ἐποίησαν Ἀττάλῳ, καὶ κατέ‐ νειμαν αὐτὸν εἰς τοὺς ἐπωνύμους τῶν ἀρχηγετῶν. | |
Hist.16.26.1 | Μετὰ δὲ ταῦτα συναγαγόντες ἐκκλησίαν ἐκάλουν | |
Hist.16.26.2 | τὸν προειρημένον. παραιτουμένου δὲ καὶ φάσκον‐ τος εἶναι φορτικὸν τὸ κατὰ πρόσωπον εἰσελθόντα διαπορεύεσθαι τὰς εὐεργεσίας τὰς αὑτοῦ τοῖς εὖ | |
Hist.16.26.3 | πεπονθόσι, τῆς εἰσόδου παρῆκαν, γράψαντα δ’ αὐτὸν ἠξίουν ἐκδοῦναι περὶ ὧν ὑπολαμβάνει συμφέρειν | |
Hist.16.26.4 | πρὸς τοὺς ἐνεστῶτας καιρούς. τοῦ δὲ πεισθέντος καὶ γράψαντος εἰσήνεγκαν τὴν ἐπιστολὴν οἱ προ‐ | |
Hist.16.26.5 | εστῶτες. ἦν δὲ (τὰ) κεφάλαια τῶν γεγραμμένων ἀνάμνησις τῶν πρότερον ἐξ αὐτοῦ γεγονότων εὐερ‐ γετημάτων εἰς τὸν δῆμον, ἐξαρίθμησις τῶν πεπραγ‐ μένων αὐτῷ πρὸς Φίλιππον κατὰ τοὺς ἐνεστῶτας | |
Hist.16.26.6 | καιρούς, τελευταία δὲ παράκλησις εἰς τὸν κατὰ Φι‐ | |
λίππου πόλεμον, καὶ διορκισμός, ὡς ἐὰν μὴ νῦν ἕλωνται συνεμβαίνειν εὐγενῶς εἰς τὴν ἀπέχθειαν ἅμα Ῥοδίοις καὶ Ῥωμαίοις καὶ αὐτῷ, μετὰ δὲ ταῦτα | ||
5 | παρέντες τοὺς καιροὺς κοινωνεῖν βούλωνται τῆς εἰρή‐ νης, ἄλλων αὐτὴν κατεργασαμένων, ἀστοχήσειν αὐτοὺς | |
Hist.16.26.7 | τοῦ τῇ πατρίδι συμφέροντος. τῆς δ’ ἐπιστολῆς ταύ‐ της ἀναγνωσθείσης ἕτοιμον ἦν τὸ πλῆθος ψηφίζε‐ σθαι τὸν πόλεμον καὶ διὰ τὰ λεγόμενα καὶ διὰ τὴν | |
Hist.16.26.8 | εὔνοιαν τὴν πρὸς τὸν Ἄτταλον. οὐ μὴν ἀλλὰ καὶ τῶν Ῥοδίων ἐπεισελθόντων καὶ πολλοὺς πρὸς τὴν αὐτὴν ὑπόθεσιν διαθεμένων λόγους, ἔδοξε τοῖς Ἀθη‐ | |
Hist.16.26.9 | ναίοις ἐκφέρειν τῷ Φιλίππῳ τὸν πόλεμον. ἀπεδέ‐ ξαντο δὲ καὶ τοὺς Ῥοδίους μεγαλομερῶς καὶ τόν τε δῆμον ἐστεφάνωσαν ἀριστείων στεφάνῳ καὶ πᾶσι Ῥοδίοις ἰσοπολιτείαν ἐψηφίσαντο διὰ τὸ κἀκείνους | |
5 | αὐτοῖς χωρὶς τῶν ἄλλων τάς τε ναῦς ἀποκαταστῆσαι | |
Hist.16.26.10 | τὰς αἰχμαλώτους γενομένας καὶ τοὺς ἄνδρας. οἱ μὲν οὖν πρέσβεις οἱ παρὰ τῶν Ῥοδίων ταῦτα διαπράξαν‐ τες ἀνήχθησαν εἰς τὴν Κέων ἐπὶ τὰς νήσους μετὰ τοῦ στόλου. — | |
Hist.16.27.1 | Ὅτι καθ’ ὃν χρόνον οἱ τῶν Ῥωμαίων πρέσβεις ἐν ταῖς Ἀθήναις ἐποιοῦντο τὴν διατριβήν, Νικάνορος τοῦ παρὰ Φιλίππου κατατρέχοντος τὴν Ἀττικὴν ἕως τῆς Ἀκαδημείας, προδιαπεμψάμενοι πρὸς αὐτὸν οἱ | |
Hist.16.27.2 | Ῥωμαῖοι κήρυκα συνέμιξαν αὐτῷ καὶ παρεκάλεσαν ἀναγγεῖλαι τῷ Φιλίππῳ διότι Ῥωμαῖοι παρακαλοῦσι τὸν βασιλέα τῶν μὲν Ἑλλήνων μηδενὶ πολεμεῖν, | |
τῶν δὲ γεγονότων εἰς Ἄτταλον ἀδικημάτων δίκας | ||
Hist.16.27.3 | ὑπέχειν ἐν ἴσῳ κριτηρίῳ, καὶ διότι πράξαντι μὲν ταῦτα τὴν εἰρήνην ἄγειν ἔξεστι πρὸς Ῥωμαίους, μὴ βουλομένῳ δὲ πείθεσθαι τἀναντία συνεξακολουθή‐ σειν ἔφασαν. ὁ μὲν οὖν Νικάνωρ ταῦτ’ ἀκούσας | |
Hist.16.27.4 | ἀπηλλάγη· τὸν αὐτὸν δὲ λόγον τοῦτον οἱ Ῥωμαῖοι καὶ πρὸς Ἠπειρώτας εἶπαν περὶ Φιλίππου παραπλέ‐ οντες ἐν Φοινίκῃ καὶ πρὸς Ἀμύνανδρον ἀναβάντες εἰς Ἀθαμανίαν· παραπλησίως καὶ πρὸς Αἰτωλοὺς ἐν | |
Hist.16.27.5 | Ναυπάκτῳ καὶ πρὸς τοὺς Ἀχαιοὺς ἐν Αἰγίῳ. τότε δὲ διὰ τοῦ Νικάνορος τῷ Φιλίππῳ ταῦτα δηλώσαν‐ τες αὐτοὶ μὲν ἀπέπλευσαν ὡς Ἀντίοχον καὶ Πτολε‐ μαῖον ἐπὶ τὰς διαλύσεις. — | |
Hist.16.28.1 | Ἀλλ’ ἐμοὶ δοκεῖ τὸ μὲν ἄρξασθαι καλῶς καὶ συνακμάσαι ταῖς ὁρμαῖς πρὸς τὴν τῶν πραγμάτων | |
Hist.16.28.2 | αὔξησιν ἐπὶ πολλῶν ἤδη γεγονέναι, τὸ δ’ ἐπὶ τέλος ἀγαγεῖν τὸ προτεθὲν καί που καὶ τῆς τύχης ἀντι‐ πιπτούσης συνεκπληρῶσαι τῷ λογισμῷ τὸ τῆς προ‐ | |
Hist.16.28.3 | θυμίας ἐλλιπὲς ἐπ’ ὀλίγων γίνεσθαι. διὸ καὶ τότε δικαίως ἄν τις τὴν μὲν Ἀττάλου καὶ Ῥοδίων ὀλιγο‐ πονίαν καταμέμψαιτο, τὸ δὲ Φιλίππου βασιλικὸν καὶ μεγαλόψυχον καὶ τὸ τῆς προθέσεως ἐπίμονον | |
5 | ἀποδέξαιτο, οὐχ ὡς καθόλου τὸν τρόπον ἐπαινῶν, ἀλλ’ ὡς τὴν πρὸς τὸ παρὸν ὁρμὴν ἐπισημαινόμενος. | |
Hist.16.28.4 | ποιοῦμαι δὲ τὴν τοιαύτην διαστολήν, ἵνα μή τις ἡμᾶς ὑπολάβῃ μαχόμενα λέγειν ἑαυτοῖς, ἄρτι μὲν ἐπαινοῦντας Ἄτταλον καὶ Ῥοδίους, Φίλιππον δὲ | |
Hist.16.28.5 | καταμεμφομένους, νῦν δὲ τοὐναντίον. τούτου γὰρ χάριν ἐν ἀρχαῖς τῆς πραγματείας διεστειλάμην, φή‐ | |
σας ἀναγκαῖον εἶναι ποτὲ μὲν εὐλογεῖν, ποτὲ δὲ | ||
Hist.16.28.6 | ψέγειν τοὺς αὐτούς, ἐπειδὴ πολλάκις μὲν αἱ πρὸς τὸ χεῖρον τῶν πραγμάτων ῥοπαὶ καὶ περιστάσεις ἀλλοιοῦσι τὰς προαιρέσεις τῶν ἀνθρώπων, πολλάκις | |
Hist.16.28.7 | δ’ αἱ πρὸς τὸ βέλτιον, ἔστι δ’ ὅτε κατὰ τὴν ἰδίαν φύσιν ἄνθρωποι ποτὲ μὲν ἐπὶ τὸ δέον ὁρμῶσι, ποτὲ δ’ ἐπὶ τοὐναντίον. ὧν ἕν τί μοι δοκεῖ καὶ τότε | |
Hist.16.28.8 | γεγονέναι περὶ τὸν Φίλιππον· ἀσχάλλων γὰρ ἐπὶ τοῖς γεγονόσιν ἐλαττώμασι, καὶ τὸ πλεῖον ὀργῇ καὶ θυμῷ χρώμενος, παραστατικῶς καὶ δαιμονίως ἐνήρ‐ μοσεν εἰς τοὺς ἐνεστῶτας καιρούς, καὶ τούτῳ τῷ | |
5 | τρόπῳ κατανέστη τῶν Ῥοδίων καὶ τοῦ βασιλέως | |
Hist.16.28.9 | Ἀττάλου, καὶ καθίκετο τῶν ἑξῆς πράξεων. ταῦτα μὲν οὖν προήχθην εἰπεῖν διὰ τὸ τινὰς μὲν πρὸς τῷ τέρματι, καθάπερ οἱ κακοὶ τῶν σταδιέων, ἐγκατα‐ λιπεῖν τὰς ἑαυτῶν προθέσεις, τινὰς δ’ ἐν τούτῳ | |
5 | μάλιστα νικᾶν τοὺς ἀντιπάλους. — | |
Hist.16.29.1 | Ὁ δὲ Φίλιππος ἐβούλετο παρελέσθαι Ῥωμαίων τὰς ἐν τούτοις τοῖς τόποις ἀφορμὰς καὶ τὰς ἐπι‐ βάθρας. — | |
Hist.16.29.2 | Ἵνα, ἐὰν πρόθηται διαβαίνειν αὖθις εἰς τὴν Ἀσίαν, ἐπιβάθραν ἔχοι τὴν Ἄβυδον. — | |
Hist.16.29.3 | Τὴν δὲ τῆς Ἀβύδου καὶ Σηστοῦ θέσιν καὶ τὴν εὐκαιρίαν τῶν πόλεων τὸ μὲν διὰ πλειόνων ἐξαριθ‐ μεῖσθαι μάταιον εἶναί μοι δοκεῖ διὰ τὸ πάντας, ὧν καὶ μικρὸν ὄφελος, ἱστορηκέναι διὰ τὴν ἰδιότητα | |
Hist.16.29.4 | τῶν τόπων· κεφαλαιωδῶς γε μὴν ὑπομνῆσαι τοὺς ἀναγινώσκοντας ἐπιστάσεως χάριν οὐκ ἄχρηστον | |
Hist.16.29.5 | εἶναι νομίζω πρὸς τὸ παρόν. γνοίη δ’ ἄν τις τὰ περὶ τὰς προειρημένας πόλεις οὐχ οὕτως ἐξ αὐτῶν τῶν ὑποκειμένων τόπων ὡς ἐκ τῆς παραθέσεως καὶ | |
Hist.16.29.6 | συγκρίσεως τῶν λέγεσθαι μελλόντων. καθάπερ γὰρ οὐδ’ ἐκ τοῦ παρὰ μέν τισιν Ὠκεανοῦ προσαγο‐ ρευομένου, παρὰ δέ τισιν Ἀτλαντικοῦ πελάγους. δυνατὸν εἰς τὴν καθ’ ἡμᾶς θάλατταν εἰσπλεῦσαι | |
5 | μὴ οὐχὶ διὰ τοῦ καθ’ Ἡρακλέους στήλας περαιω‐ | |
Hist.16.29.7 | θέντα στόματος, οὕτως οὐδ’ ἐκ τῆς καθ’ ἡμᾶς εἰς τὴν Προποντίδα καὶ τὸν Πόντον ἀφικέσθαι μὴ οὐχὶ διὰ τοῦ μεταξὺ Σηστοῦ καὶ Ἀβύδου διαστή‐ | |
Hist.16.29.8 | ματος ποιησάμενον τὸν εἴσπλουν. ὥσπερ δὲ πρός τινα λόγον τῆς τύχης ποιουμένης τὴν κατασκευὴν ἀμφοτέρων τῶν πορθμῶν, πολλαπλάσιον εἶναι συμ‐ βαίνει τὸν καθ’ Ἡρακλέους στήλας πόρον τοῦ κατὰ | |
Hist.16.29.9 | τὸν Ἑλλήσποντον· ὁ μὲν γάρ ἐστιν ἑξήκοντα στα‐ δίων, ὁ δὲ κατὰ τὴν Ἄβυδον δυεῖν, ὡς ἂν εἴ τινος τεκμαιρομένου διὰ τὸ πολλαπλασίαν εἶναι τὴν ἔξω | |
Hist.16.29.10 | θάλατταν τῆς καθ’ ἡμᾶς. εὐκαιρότερον μέντοι γε τοῦ καθ’ Ἡρακλείους στήλας στόματός ἐστι τὸ κατὰ | |
Hist.16.29.11 | τὴν Ἄβυδον. τὸ μὲν γὰρ ἐξ ἀμφοῖν ὑπ’ ἀνθρώπων οἰκούμενον πύλης ἔχει διάθεσιν διὰ τὴν πρὸς ἀλ‐ λήλους ἐπιμιξίαν, ποτὲ μὲν γεφυρούμενον ὑπὸ τῶν πεζεύειν ἐπ’ ἀμφοτέρας τὰς ἠπείρους προαιρουμέ‐ | |
Hist.16.29.12 | νων, ποτὲ δὲ πλωτευόμενον συνεχῶς· τὸ δὲ καθ’ | |
Ἡρακλείους στήλας σπάνιον ἔχει τὴν χρῆσιν καὶ σπανίοις διὰ τὴν ἀνεπιμιξίαν τῶν ἐθνῶν τῶν πρὸς τοῖς πέρασι κατοικούντων τῆς Λιβύης καὶ τῆς Εὐρώ‐ | ||
Hist.16.29.13 | πης καὶ διὰ τὴν ἀγνωσίαν τῆς ἐκτὸς θαλάττης. αὐτὴ δ’ ἡ τῶν Ἀβυδηνῶν πόλις περιέχεται μὲν ἐξ ἀμφοῖν τοῖν μεροῖν ὑπὸ τῶν τῆς Εὐρώπης ἀκρωτηρίων, ἔχει δὲ λιμένα δυνάμενον σκέπειν ἀπὸ παντὸς ἀνέμου | |
Hist.16.29.14 | τοὺς ἐνορμοῦντας. ἐκτὸς δὲ τῆς εἰς τὸν λιμένα καταγωγῆς οὐδαμῶς οὐδαμῇ δυνατόν ἐστιν ὁρμῆσαι πρὸς τὴν πόλιν διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ ῥοῦ τοῦ κατὰ τὸν πόρον. | |
Hist.16.30.1 | Οὐ μὴν ἀλλ’ ὅ γε Φίλιππος τὰ μὲν ἀποσταυρώ‐ σας, τὰ δὲ περιχαρακώσας τοὺς Ἀβυδηνοὺς ἐπολιόρ‐ | |
Hist.16.30.2 | κει καὶ κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. ἡ δὲ πρᾶ‐ ξις αὕτη κατὰ μὲν τὸ μέγεθος τῆς παρασκευῆς καὶ τὴν ποικιλίαν τῶν ἐν τοῖς ἔργοις ἐπινοημάτων, δι’ ὧν οἵ τε (πολιορκοῦντες καὶ) πολιορκούμενοι πρὸς | |
5 | ἀλλήλους εἰώθασιν ἀντιμηχανᾶσθαι καὶ φιλοτεχνεῖν, | |
Hist.16.30.3 | οὐ γέγονε θαυμάσιος, κατὰ δὲ τὴν γενναιότητα τῶν πολιορκουμένων καὶ τὴν ὑπερβολὴν τῆς εὐψυχίας, | |
Hist.16.30.4 | εἰ καί τις ἄλλη, μνήμης ἀξία καὶ παραδόσεως. τὰς μὲν γὰρ ἀρχὰς πιστεύοντες αὑτοῖς οἱ τὴν Ἄβυδον κατοικοῦντες ὑπέμενον ἐρρωμένως τὰς τοῦ Φιλίππου παρασκευάς, καὶ τῶν τε κατὰ θάλατταν προσαχθέν‐ | |
5 | των μηχανημάτων τὰ μὲν τοῖς πετροβόλοις τύπτον‐ τες διεσάλευσαν, τὰ δὲ τῷ πυρὶ διέφθειραν, οὕτως ὥστε καὶ τὰς ναῦς μόλις ἀνασπάσαι τοὺς πολεμίους | |
Hist.16.30.5 | ἐκ τοῦ κινδύνου. τοῖς δὲ κατὰ γῆν ἔργοις ἕως μέν | |
τινος προσαντεῖχον εὐψύχως, οὐκ ἀπελπίζοντες κατα‐ | ||
Hist.16.30.6 | κρατήσειν τῶν πολεμίων. ἐπειδὴ δὲ τὸ μὲν ἐκτὸς τοῦ τείχους ἔπεσε διὰ τῶν ὀρυγμάτων, μετὰ δὲ ταῦτα διὰ τῶν μετάλλων ἤγγιζον οἱ Μακεδόνες τῷ κατὰ (τὸ) πεπτωκὸς ὑπὸ τῶν ἔνδοθεν ἀντῳκοδο‐ | |
Hist.16.30.7 | μημένῳ τείχει, τὸ τηνικάδε πέμψαντες πρεσβευτὰς Ἰφιάδην καὶ Παντάγνωτον ἐκέλευον παραλαμβάνειν τὸν Φίλιππον τὴν πόλιν, τοὺς μὲν στρατιώτας ὑποσπόνδους ἀφέντα τοὺς παρὰ Ῥοδίων καὶ παρ’ | |
5 | Ἀττάλου, τὰ δ’ ἐλεύθερα τῶν σωμάτων ἐάσαντα σῴζεσθαι κατὰ δύναμιν οὗ ποτ’ ἂν ἕκαστος προ‐ | |
Hist.16.30.8 | αιρῆται μετὰ τῆς ἐσθῆτος τῆς περὶ τὸ σῶμα. τοῦ δὲ Φιλίππου προστάττοντος περὶ πάντων ἐπιτρέπειν | |
Hist.16.31.1 | ἢ μάχεσθαι γενναίως, οὗτοι μὲν ἐπανῆλθον. οἱ δ’ Ἀβυδηνοὶ πυθόμενοι τὰ λεγόμενα, συνελθόντες εἰς ἐκκλησίαν ἐβουλεύοντο περὶ τῶν ἐνεστώτων ἀπο‐ | |
Hist.16.31.2 | νοηθέντες ταῖς γνώμαις. ἔδοξεν οὖν αὐτοῖς πρῶ‐ τον μὲν τοὺς δούλους ἐλευθεροῦν, ἵνα συναγω‐ νιστὰς ἔχοιεν ἀπροφασίστους, ἔπειτα συναθροῖσαι τὰς μὲν γυναῖκας εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἁπά‐ | |
5 | σας, τὰ δὲ τέκνα σὺν ταῖς τροφοῖς εἰς τὸ γυμνάσιον, | |
Hist.16.31.3 | ἑξῆς δὲ τούτοις τὸν ἄργυρον καὶ τὸν χρυσὸν εἰς τὴν ἀγορὰν συναγαγεῖν, ὁμοίως δὲ καὶ τὸν ἱματισμὸν τὸν ἀξιόλογον εἰς τὴν τετρήρη (τὴν) τῶν Ῥοδίων καὶ | |
Hist.16.31.4 | τὴν τριήρη τὴν τῶν Κυζικηνῶν. ταῦτα δὲ προθέ‐ μενοι καὶ πράξαντες ὁμοθυμαδὸν κατὰ τὸ δόγμα πάλιν συνηθροίσθησαν εἰς τὴν ἐκκλησίαν, καὶ πεν‐ τήκοντα προεχειρίσαντο τῶν πρεσβυτέρων ἀνδρῶν | |
5 | καὶ μάλιστα πιστευομένων, ἔτι δὲ τὴν σωματικὴν | |
δύναμιν ἐχόντων πρὸς τὸ δύνασθαι τὸ κριθὲν ἐπι‐ | ||
Hist.16.31.5 | τελεῖν, καὶ τούτους ἐξώρκισαν ἐναντίον ἁπάντων τῶν πολιτῶν ἦ μήν, ἐὰν ἴδωσι τὸ διατείχισμα κατα‐ λαμβανόμενον ὑπὸ τῶν ἐχθρῶν, κατασφάξειν μὲν τὰ τέκνα καὶ τὰς γυναῖκας, ἐμπρήσειν δὲ τὰς προ‐ | |
5 | ειρημένας ναῦς, ῥίψειν δὲ κατὰ τὰς ἀρὰς τὸν ἄργυρον | |
Hist.16.31.6 | καὶ τὸν χρυσὸν εἰς τὴν θάλατταν. μετὰ δὲ ταῦτα παραστησάμενοι τοὺς ἱερέας ὤμνυον πάντες ἢ κρα‐ τήσειν τῶν ἐχθρῶν ἢ τελευτήσειν μαχόμενοι περὶ | |
Hist.16.31.7 | τῆς πατρίδος. ἐπὶ δὲ πᾶσι σφαγιασάμενοι κατάρας ἠνάγκασαν ἐπὶ τῶν ἐμπύρων ποιεῖσθαι τοὺς ἱερέας | |
Hist.16.31.8 | καὶ τὰς ἱερείας περὶ τῶν προειρημένων. ταῦτα δ’ ἐπικυρώσαντες τοῦ μὲν ἀντιμεταλλεύειν τοῖς πολε‐ μίοις ἀπέστησαν, ἐπὶ δὲ τοιαύτην γνώμην κατέστη‐ σαν ὥστ’ ἐπειδὰν πέσῃ τὸ διατείχισμα, τότ’ ἐπὶ τοῦ | |
5 | πτώματος διαμάχεσθαι καὶ διαποθνήσκειν πρὸς τοὺς βιαζομένους. | |
Hist.16.32.1 | Ἐξ ὧν εἴποι τις ἂν καὶ τὴν λεγομένην Φωκικὴν ἀπόνοιαν καὶ τὴν Ἀκαρνάνων εὐψυχίαν ὑπερηρκέναι | |
Hist.16.32.2 | τὴν τῶν Ἀβυδηνῶν τόλμαν. Φωκεῖς τε γὰρ δοκοῦσι τὰ παραπλήσια βουλεύσασθαι περὶ τῶν ἀναγκαίων, οὐκ εἰς τέλος ἀπηλπισμένας ἔχοντες τὰς τοῦ νικᾶν ἐλπίδας διὰ τὸ μέλλειν ποιεῖσθαι τὸν κίνδυνον πρὸς | |
5 | τοὺς Θετταλοὺς ἐν τοῖς ὑπαίθροις ἐκ παρατάξεως· | |
Hist.16.32.3 | ὁμοίως δὲ καὶ τὸ τῶν Ἀκαρνάνων ἔθνος, ὅτε προ‐ ιδόμενοι τὴν Αἰτωλῶν ἔφοδον, ἐβουλεύσαντο παρα‐ πλήσια περὶ τῶν ἐνεστώτων· ὑπὲρ ὧν τὰ κατὰ μέρος | |
Hist.16.32.4 | ἡμεῖς ἐν τοῖς πρὸ τούτων ἱστορήκαμεν. Ἀβυδηνοὶ δέ, συγκεκλεισμένοι καὶ σχεδὸν ἀπηλπικότες τὴν | |
σωτηρίαν, πανδημεὶ προείλοντο τῆς εἱμαρμένης τυ‐ χεῖν μετὰ τῶν τέκνων καὶ τῶν γυναικῶν μᾶλλον ἢ | ||
5 | ζῶντες ἔτι πρόληψιν ἔχειν τοῦ πεσεῖσθαι τὰ σφέτερα τέκνα καὶ τὰς γυναῖκας ὑπὸ τὴν τῶν ἐχθρῶν ἐξου‐ | |
Hist.16.32.5 | σίαν. διὸ καὶ μάλιστ’ ἄν τις ἐπὶ τῆς Ἀβυδηνῶν περιπετείας μέμψαιτο τῇ τύχῃ, διότι τὰς μὲν τῶν προειρημένων συμφορὰς οἷον ἐλεήσασα παραυτίκα διωρθώσατο, περιθεῖσα τὴν νίκην ἅμα καὶ τὴν | |
5 | σωτηρίαν τοῖς ἀπηλπισμένοις, περὶ δ’ Ἀβυδηνῶν | |
Hist.16.32.6 | τὴν ἐναντίαν εἶχε διάληψιν. οἱ μὲν γὰρ ἄνδρες ἀπέθανον, ἡ δὲ πόλις ἑάλω, τὰ δὲ τέκνα σὺν αὐταῖς μητράσιν ἐγένετο τοῖς ἐχθροῖς ὑποχείρια. | |
Hist.16.33.1 | Πεσόντος γὰρ τοῦ διατειχίσματος, ἐπιβάντες ἐπὶ τὸ πτῶμα κατὰ τοὺς ὅρκους διεμάχοντο τοῖς πολε‐ μίοις οὕτω τετολμηκότως ὥστε τὸν Φίλιππον, καί‐ περ ἐκ διαδοχῆς προβαλόμενον τοὺς Μακεδόνας ἕως | |
5 | νυκτός, τέλος ἀποστῆναι τῆς μάχης, δυσελπιστή‐ | |
Hist.16.33.2 | σαντα καὶ περὶ τῆς ὅλης ἐπιβολῆς. οὐ γὰρ μόνον ἐπὶ τοὺς θνήσκοντας τῶν πολεμίων ἐπιβαίνοντες ἠγωνίζοντο μετὰ παραστάσεως οἱ προκινδυνεύοντες τῶν Ἀβυδηνῶν, οὐδὲ τοῖς ξίφεσι καὶ τοῖς δόρασιν | |
Hist.16.33.3 | αὐτοῖς ἐμάχοντο παραβόλως, ἀλλ’ ὅτε τι τούτων ἀχρειωθὲν ἀδυνατήσειεν ἢ μετὰ βίας προοῖντ’ ἐκ τῶν χειρῶν, συμπλεκόμενοι τοῖς Μακεδόσιν οὓς μὲν ἀνέτρεπον ὁμοῦ τοῖς ὅπλοις, ὧν δὲ συντρίβοντες | |
5 | τὰς σαρίσας αὐτοῖς τοῖς ἐκείνων κλάσμασιν ἐκ δια‐ λήψεως *** τύπτοντες αὐτῶν ταῖς ἐπιδορατίσι τὰ πρόσωπα καὶ τοὺς γυμνοὺς τόπους εἰς ὁλοσχερῆ | |
Hist.16.33.4 | διατροπὴν ἦγον. ἐπιγενομένης δὲ τῆς νυκτὸς καὶ | |
διαλυθείσης τῆς μάχης, τῶν μὲν πλείστων τεθνεώ‐ των ἐπὶ τοῦ πτώματος, τῶν δὲ λοιπῶν ὑπὸ τοῦ κόπου καὶ τῶν τραυμάτων ἀδυνατούντων, συναγα‐ | ||
5 | γόντες ὀλίγους τινὰς τῶν πρεσβυτέρων Γλαυκίδης καὶ Θεόγνητος κατέβαλον τὸ σεμνὸν καὶ θαυμάσιον τῆς τῶν πολιτῶν προαιρέσεως διὰ τὰς ἰδίας ἐλπί‐ | |
Hist.16.33.5 | δας· ἐβουλεύσαντο γὰρ τὰ μὲν τέκνα καὶ τὰς γυ‐ ναῖκας ζωγρεῖν, ἅμα δὲ τῷ φωτὶ τοὺς ἱερεῖς καὶ τὰς ἱερείας ἐκπέμπειν μετὰ στεμμάτων πρὸς τὸν Φίλιππον, δεησομένους καὶ παραδιδόντας αὐτῷ τὴν | |
5 | πόλιν. | |
Hist.16.34.1 | Κατὰ δὲ τοὺς καιροὺς τούτους Ἄτταλος ὁ βασι‐ λεὺς ἀκούσας πολιορκεῖσθαι τοὺς Ἀβυδηνούς, δι’ Αἰγαίου ποιησάμενος τὸν πλοῦν εἰς Τένεδον, ὁμοίως δὲ καὶ τῶν Ῥωμαίων Μάρκος Αἰμίλιος ὁ νεώτατος | |
Hist.16.34.2 | ἧκε καταπλέων εἰς αὐτὴν τὴν Ἄβυδον. οἱ γὰρ Ῥω‐ μαῖοι τὸ σαφὲς ἀκούσαντες ἐν τῇ Ῥόδῳ περὶ τῆς τῶν Ἀβυδηνῶν πολιορκίας καὶ βουλόμενοι πρὸς αὐτὸν τὸν Φίλιππον ποιήσασθαι τοὺς λόγους κατὰ | |
5 | τὰς ἐντολάς, ἐπιστήσαντες τὴν πρὸς τοὺς βασιλέας | |
Hist.16.34.3 | ὁρμὴν ἐξέπεμψαν τὸν προειρημένον, ὃς καὶ συμμίξας περὶ τὴν Ἄβυδον διεσάφει τῷ βασιλεῖ διότι δέδοκται τῇ συγκλήτῳ παρακαλεῖν αὐτὸν μήτε τῶν Ἑλλήνων μηδενὶ πολεμεῖν μήτε τοῖς Πτολεμαίου πράγμασιν | |
5 | ἐπιβάλλειν τὰς χεῖρας, περὶ δὲ τῶν εἰς Ἄτταλον | |
Hist.16.34.4 | καὶ Ῥοδίους ἀδικημάτων δίκας ὑποσχεῖν, καὶ διότι ταῦτα μὲν οὕτω πράττοντι τὴν εἰρήνην ἄγειν ἐξέσται, μὴ βουλομένῳ δὲ πειθαρχεῖν ἑτοίμως ὑπάρξειν τὸν | |
Hist.16.34.5 | πρὸς Ῥωμαίους πόλεμον. τοῦ δὲ Φιλίππου βουλο‐ | |
μένου διδάσκειν ὅτι Ῥόδιοι τὰς χεῖρας ἐπιβάλοιεν αὐτῷ, μεσολαβήσας ὁ Μάρκος ἤρετο “Τί δαὶ Ἀθη‐ ναῖοι; τί δαὶ Κιανοί; τί δαὶ νῦν Ἀβυδηνοί; καὶ | ||
5 | τούτων τίς” ἔφη “σοὶ πρότερος ἐπέβαλε τὰς χεῖρας;” | |
Hist.16.34.6 | ὁ δὲ βασιλεὺς ἐξαπορήσας κατὰ τρεῖς τρόπους ἔφησεν αὐτῷ συγγνώμην ἔχειν ὑπερηφάνως ὁμιλοῦντι, πρῶ‐ τον μὲν ὅτι νέος ἐστὶ καὶ πραγμάτων ἄπειρος, δεύ‐ τερον ὅτι κάλλιστος ὑπάρχει τῶν καθ’ αὑτὸν—καὶ | |
5 | γὰρ ἦν τοῦτο κατ’ ἀλήθειαν—(μάλιστα δ’ ὅτι Ῥω‐ | |
Hist.16.34.7 | μαῖος. “ἐγὼ δὲ) μάλιστα μὲν ἀξιῶ Ῥωμαίους” ἔφη “μὴ παραβαίνειν τὰς συνθήκας μηδὲ πολεμεῖν ἡμῖν· ἐὰν δὲ καὶ τοῦτο ποιῶσιν, ἀμυνούμεθα γενναίως, παρακαλέσαντες τοὺς θεούς”. | |
5 | Οὗτοι μὲν οὖν ταῦτ’ εἰπόντες διεχωρίσθησαν | |
Hist.16.34.8 | ἀπ’ ἀλλήλων· ὁ δὲ Φίλιππος κυριεύσας τῆς πόλεως, τὴν ὕπαρξιν ἅπασαν καταλαβὼν συνηθροισμένην | |
Hist.16.34.9 | ὑπὸ τῶν Ἀβυδηνῶν ἐξ ἑτοίμου παρέλαβε. θεωρῶν δὲ τὸ πλῆθος καὶ τὴν ὁρμὴν τῶν σφᾶς αὐτοὺς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἀποσφαττόντων, κατα‐ καόντων, ἀπαγχόντων, εἰς τὰ φρέατα ῥιπτούντων, | |
Hist.16.34.10 | κατακρημνιζόντων ἀπὸ τῶν τεγῶν, ἐκπλαγὴς ἦν, καὶ διαλγῶν ἐπὶ τοῖς γινομένοις παρήγγειλε διότι τρεῖς ἡμέρας ἀναστροφὴν δίδωσι τοῖς βουλομένοις ἀπάγ‐ | |
Hist.16.34.11 | χεσθαι καὶ σφάττειν αὑτούς. οἱ δ’ Ἀβυδηνοί, προ‐ διειληφότες ὑπὲρ αὑτῶν κατὰ τὴν ἐξ ἀρχῆς στάσιν, καὶ νομίζοντες οἷον εἰ προδόται γίνεσθαι τῶν ὑπὲρ τῆς πατρίδος ἠγωνισμένων καὶ τεθνεώτων, οὐδαμῶς | |
5 | ὑπέμενον τὸ ζῆν, ὅσοι μὴ δεσμοῖς ἢ τοιαύταις ἀνάγ‐ | |
Hist.16.34.12 | καις προκατελήφθησαν· οἱ δὲ λοιποὶ πάντες ὥρμων | |
ἀμελλήτως κατὰ συγγενείας ἐπὶ τὸν θάνατον. — | ||
Hist.16.35.1 | Ὅτι παρῆσαν μετὰ τὴν ἅλωσιν Ἀβύδου παρὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους εἰς τὴν Ῥόδον πρεσβευταί, παρακαλοῦντες τὸν δῆμον εἰς τὰς πρὸς τὸν Φίλιππον | |
Hist.16.35.2 | διαλύσεις. οἷς ἐπελθόντων (τῶν) ἐκ τῆς Ῥώμης πρεσβευτῶν καὶ διαλεγομένων ὑπὲρ τοῦ μὴ ποι‐ εῖσθαι διαλύσεις πρὸς Φίλιππον ἄνευ Ῥωμαίων, ἔδοξε προσέχειν τῷ δήμῳ τοῖς Ῥωμαίοις καὶ στοχά‐ | |
5 | ζεσθαι τῆς τούτων φιλίας. — | |
Hist.16.36.1 | Ὁ δὲ Φιλοποίμην ἐξελογίσατο τὰ διαστήματα τῶν Ἀχαϊκῶν πόλεων ἁπασῶν καὶ ποῖαι δύνανται κατὰ τὰς αὐτὰς ὁδοὺς εἰς τὴν Τεγέαν παραγίνεσθαι. | |
Hist.16.36.2 | λοιπὸν ἐπιστολὰς ἔγραψε πρὸς πάσας τὰς πόλεις, καὶ ταύτας διέδωκε ταῖς πορρωτάτω πόλεσι, μερίσας οὕτως ὥστε καθ’ ἑκάστην ἔχειν μὴ μόνον τὰς ἑαυ‐ τῆς, ἀλλὰ καὶ τὰς τῶν ἄλλων πόλεων, ὅσαι κατὰ | |
Hist.16.36.3 | τὴν αὐτὴν ὁδὸν ἔπιπτον. ἐγέγραπτο δ’ ἐν ταῖς πρώταις τοῖς ἀποτελείοις τοιαῦτα. “ὅταν κομίσησθε τὴν ἐπιστολήν, παραχρῆμα ποιήσασθε τοὺς ἐν ταῖς ἡλικίαις ἔχοντας τὰ ὅπλα καὶ πένθ’ ἡμερῶν ἐφόδια | |
5 | καὶ πέντ’ ἀργύριον, ἁθροίζεσθαι παραυτίκα πάντας | |
Hist.16.36.4 | εἰς τὴν ἀγοράν. ἐπειδὰν δὲ συλλεχθῶσιν οἱ παρόν‐ τες, ἀναλαβόντες αὐτοὺς ἄγετ’ εἰς τὴν ἑξῆς πόλιν· ὅταν δ’ ἐκεῖ παραγένησθε, τὴν ἐπιστολὴν ἀπόδοτε τὴν ἐπιγεγραμμένην τῷ παρ’ ἐκείνων ἀποτελείῳ καὶ | |
Hist.16.36.5 | πειθαρχεῖτε τοῖς ἐγγεγραμμένοις”. ἐγγέγραπτο δ’ ἐν ταύτῃ ταὐτὰ τοῖς πρόσθεν, πλὴν διότι τὸ τῆς ἑξῆς κειμένης ὄνομα πόλεως οὐ ταὐτὸν εἶχεν, εἰς ἣν ἔδει | |
Hist.16.36.6 | προάγειν. τοιούτου δὲ τοῦ χειρισμοῦ γενομένου κατὰ τὸ συνεχές, πρῶτον μὲν οὐδεὶς ἐγίνωσκε πρὸς τίνα πρᾶξιν ἢ πρὸς ποίαν ἐπιβολήν ἐστιν ἡ παρα‐ σκευή, εἶτα ποῦ πορεύεται, πλὴν τῆς ἑξῆς πόλεως, | |
Hist.16.36.7 | οὐδεὶς ἁπλῶς ᾔδει, πάντες δὲ διαποροῦντες καὶ παρα‐ λαμβάνοντες ἀλλήλους προῆγον εἰς τοὔμπροσθεν. | |
Hist.16.36.8 | τῷ δὲ μὴ τὸ ἴσον ἀπέχειν τῆς Τεγέας τὰς πορρω‐ τάτω κειμένας πόλεις οὐχ ἅμα πάσαις ἀπεδόθη τὰ | |
Hist.16.36.9 | γράμματα ταύταις, ἀλλὰ κατὰ λόγον ἑκάσταις. ἐξ ὧν συνέβη, μήτε τῶν Τεγεατῶν εἰδότων τὸ μέλλον μήτε τῶν παραγινομένων, ἅμα πάντας τοὺς Ἀχαιοὺς καὶ κατὰ πάσας τὰς πύλας εἰς τὴν Τεγέαν εἰσπο‐ | |
Hist.16.37.1 | ρεύεσθαι σὺν τοῖς ὅπλοις. ταῦτα δὲ διεστρατήγει καὶ περιεβάλλετο τῇ διανοίᾳ διὰ τὸ πλῆθος τῶν (ὠτ)ακουστῶν καὶ κατασκόπων τοῦ τυράννου. | |
Hist.16.37.2 | Κατὰ δὲ τὴν ἡμέραν, ἐν ᾗ συναθροίζεσθαι τὸ πλῆθος ἔμελλε τῶν Ἀχαιῶν εἰς Τεγέαν, ἐξαπέστειλε τοὺς ἐπιλέκτους, ὥστε νυκτερεύσαντας περὶ Σελλα‐ σίαν ἅμα τῷ φωτὶ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἐπι‐ | |
Hist.16.37.3 | τρέχειν τὴν Λακωνικήν. ἐὰν δ’ οἱ μισθοφόροι βοη‐ θήσαντες παρενοχλῶσιν αὐτούς, συνέταξε ποιεῖσθαι τὴν ἀποχώρησιν ἐπὶ τὸν Σκοτίταν καὶ τὰ λοιπὰ πειθαρχεῖν Διδασκαλώνδᾳ τῷ Κρητί· τούτῳ γὰρ | |
5 | ἐπεπιστεύκει καὶ διετέτακτο περὶ τῆς ὅλης ἐπιβολῆς. | |
Hist.16.37.4 | οὗτοι μὲν οὖν προῆγον εὐθαρσῶς ἐπὶ τὸ συντεταγ‐ μένον· ὁ δὲ Φιλοποίμην ἐν ὥρᾳ παραγγείλας δει‐ πνοποιεῖσθαι τοῖς Ἀχαιοῖς ἐξῆγε τὴν δύναμιν ἐκ τῆς Τεγέας, καὶ νυκτοπορήσας ἐνεργῶς περὶ τὴν | |
5 | ἑωθινὴν ἐνεκάθισε τὴν στρατιὰν ἐν τοῖς περὶ τὸν Σκοτίταν προσαγορευομένοις τόποις, ὅς ἐστι μεταξὺ | |
Hist.16.37.5 | τῆς Τεγέας καὶ τῆς Λακεδαίμονος. οἱ δ’ ἐν τῇ | |
Πελλήνῃ μισθοφόροι κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἅμα τῷ σημῆναι τοὺς σκοποὺς τὴν καταδρομὴν τῶν πο‐ λεμίων ἐκ χειρὸς ἐβοήθουν, καθάπερ ἔθος ἦν αὐτοῖς, | ||
Hist.16.37.6 | καὶ προσέκειντο τοῖς ὑπεναντίοις. τῶν δ’ Ἀχαιῶν κατὰ τὸ συνταχθὲν ὑποχωρούντων εἵποντο κατόπιν | |
Hist.16.37.7 | ἐπικείμενοι θρασέως καὶ τετολμηκότως. ἅμα δὲ τῷ παραβάλλειν εἰς τοὺς κατὰ τὴν ἐνέδραν τόπους, διαναστάντων τῶν Ἀχαιῶν οἱ μὲν κατεκόπησαν, οἱ δ’ ἑάλωσαν αὐτῶν. — | |
Hist.16.38.1 | Ὁ δὲ Φίλιππος ὁρῶν τοὺς Ἀχαιοὺς εὐλαβῶς διακειμένους πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον, ἐσπούδαζε κατὰ πάντα τρόπον ἐμβιβάσαι αὐτοὺς εἰς ἀπέχθειαν. | |
Hist.16.39t | VII. RES ASIAE. | |
Hist.16.39.1 | Μαρτυρεῖ τούτοις ἡμῶν τοῖς λόγοις Πολύβιος ὁ Μεγαλοπολίτης· ἐν γὰρ τῇ ἑξκαιδεκάτῃ τῶν ἱστοριῶν αὐτοῦ φησιν οὕτως· “ὁ δὲ τοῦ Πτολεμαίου στρατη‐ γὸς Σκόπας ὁρμήσας εἰς τοὺς ἄνω τόπους κατεστρέ‐ | |
5 | ψατο ἐν τῷ χειμῶνι τὸ Ἰουδαίων ἔθνος.” — | |
Hist.16.39.2 | Τῆς δὲ πολιορκίας ῥεμβώδους γενομένης ὁ μὲν Σκόπας ἠδόξει καὶ διεβέβλητο νεανικῶς. — | |
Hist.16.39.3 | Λέγει δὲ ἐν τῇ αὐτῇ βίβλῳ ὡς “τοῦ Σκόπα νικη‐ θέντος ὑπ’ Ἀντιόχου τὴν μὲν Βατανέαν καὶ Σαμά‐ ρειαν καὶ Ἄβιλα καὶ Γάδαρα παρέλαβεν Ἀντίοχος· | |
Hist.16.39.4 | μετ’ ὀλίγον δὲ προσεχώρησαν αὐτῷ καὶ τῶν Ἰου‐ δαίων οἱ περὶ τὸ ἱερὸν τὸ προσαγορευόμενον Ἱερο‐ | |
Hist.16.39.5 | σόλυμα κατοικοῦντες. ὑπὲρ οὗ καὶ πλείω λέγειν ἔχοντες, καὶ μάλιστα περὶ τῆς γενομένης περὶ τὸ ἱερὸν ἐπιφανείας, εἰς ἕτερον καιρὸν ὑπερθησόμεθα τὴν διήγησιν.” | |
Hist.16.40t | VIII. FRAGMENTA INCERTAE SEDIS. | |
Hist.16.40.1 | Βαβράντιον, τόπος περὶ Χίον. Πολύβιος ἑκκαι‐ δεκάτῳ. | |
Hist.16.40.2 | Γίττα, πόλις Παλαιστίνης. Πολύβιος ἑκκαιδεκάτῳ. | |
Hist.16.40.3 | Ἕλλα, χωρίον Ἀσίας, Ἀττάλου βασιλέως ἐμπό‐ ριον. Πολύβιος ιϛʹ. | |
Hist.16.40.4 | Ἴνσοβροι, ἔθνος Ἰταλικόν. Πολύβιος ιϛʹ. | |
Hist.16.40.5 | Κάνδασα ... φρούριον Καρίας. Πολύβιος ἑκκαι‐ δεκάτῳ. | |
Hist.16.40.6 | Κάρθαια, μία τῆς ἐν Κέῳ τετραπόλεως ... οἱ οἰκοῦντες Καρθαεῖς. Πολύβιος ιϛʹ. | |
Hist.16.40.7 | Μάντυα, πόλις Ῥωμαίων. τὸ ἐθνικὸν Μαντυανός. | |
Πολύβιος ἑκκαιδεκάτῳ. | ||
Hist.18t1 | FRAGMENTA LIBRI XVIII. | |
Hist.18.1t | I. RES MACEDONIAE ET GRAECIAE. | |
Hist.18.1.1 | Ἐπελθόντος δὲ τοῦ τεταγμένου καιροῦ παρῆν ὁ μὲν Φίλιππος ἐκ Δημητριάδος ἀναχθεὶς εἰς τὸν Μηλιέα κόλπον, πέντε λέμβους ἔχων καὶ μίαν πρί‐ | |
Hist.18.1.2 | στιν, ἐφ’ ἧς αὐτὸς ἐπέπλει. συνῆσαν δ’ αὐτῷ Μακε‐ δόνες μὲν Ἀπολλόδωρος καὶ Δημοσθένης οἱ γραμ‐ ματεῖς, ἐκ Βοιωτίας Βραχύλλης, Ἀχαιὸς δὲ Κυκλι‐ άδας, ἐκπεπτωκὼς ἐκ Πελοποννήσου διὰ τὰς πρό‐ | |
Hist.18.1.3 | τερον ὑφ’ ἡμῶν εἰρημένας αἰτίας. μετὰ δὲ τοῦ Τίτου παρῆν ὅ τε βασιλεὺς Ἀμύνανδρος καὶ παρ’ | |
Hist.18.1.4 | Ἀττάλου Διονυσόδωρος, ἀπὸ δὲ τῶν ἐθνῶν καὶ πόλεων τῶν μὲν Ἀχαιῶν Ἀρίσταινος καὶ Ξενοφῶν, παρὰ δὲ Ῥοδίων Ἀκεσίμβροτος ὁ ναύαρχος, παρὰ δὲ τῶν Αἰτωλῶν Φαινέας ὁ στρατηγός, καὶ πλείους | |
Hist.18.1.5 | δ’ ἕτεροι τῶν πολιτευομένων. συνεγγίσαντες δὲ κατὰ Νίκαιαν πρὸς τὴν θάλατταν, οἱ μὲν περὶ τὸν Τίτον ἐπέστησαν παρ’ αὐτὸν (τὸν) αἰγιαλόν, ὁ δὲ | |
Hist.18.1.6 | Φίλιππος ἐγγίσας τῇ γῇ μετέωρος ἔμενε. τοῦ δὲ Τίτου κελεύοντος αὐτὸν ἀποβαίνειν, διαναστὰς ἐκ | |
Hist.18.1.7 | τῆς νεὼς οὐκ ἔφησεν ἀποβήσεσθαι. τοῦ δὲ πάλιν ἐρομένου τίνα φοβεῖται, φοβεῖσθαι μὲν ἔφησεν ὁ Φίλιππος οὐδένα πλὴν τοὺς θεούς, ἀπιστεῖν δὲ τοῖς | |
Hist.18.1.8 | πλείστοις τῶν παρόντων, μάλιστα δ’ Αἰτωλοῖς. τοῦ δὲ τῶν Ῥωμαίων στρατηγοῦ θαυμάσαντος καὶ φή‐ σαντος ἴσον εἶναι πᾶσι τὸν κίνδυνον καὶ κοινὸν τὸν καιρόν, μεταλαβὼν ὁ Φίλιππος οὐκ ἔφησεν αὐτὸν | |
Hist.18.1.9 | ὀρθῶς λέγειν· Φαινέου μὲν γὰρ παθόντος τι πολλοὺς εἶναι τοὺς στρατηγήσοντας Αἰτωλῶν, Φιλίππου δ’ ἀπολομένου κατὰ τὸ παρὸν οὐκ εἶναι τὸν βασιλεύ‐ | |
Hist.18.1.10 | σοντα Μακεδόνων. ἐδόκει μὲν οὖν πᾶσι φορτικῶς κατάρχεσθαι τῆς ὁμιλίας. ὅμως δὲ λέγειν αὐτὸν | |
Hist.18.1.11 | ἐκέλευεν ὁ Τίτος ὑπὲρ ὧν πάρεστιν. ὁ δὲ Φίλιππος οὐκ ἔφη τὸν λόγον αὑτῷ καθήκειν, ἀλλ’ ἐκείνῳ· διόπερ ἠξίου διασαφεῖν τὸν Τίτον τί δεῖ ποιήσαντα | |
Hist.18.1.12 | τὴν εἰρήνην ἄγειν. ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς αὑτῷ μὲν ἁπλοῦν τινα λόγον ἔφη καθήκειν καὶ | |
Hist.18.1.13 | φαινόμενον. κελεύειν γὰρ αὐτὸν ἐκ μὲν τῆς Ἑλλά‐ δος ἁπάσης ἐκχωρεῖν, ἀποδόντα τοὺς αἰχμαλώτους | |
Hist.18.1.14 | καὶ τοὺς αὐτομόλους ἑκάστοις οὓς ἔχει, τοὺς δὲ κατὰ τὴν Ἰλλυρίδα τόπους παραδοῦναι Ῥωμαίοις, ὧν γέγονε κύριος μετὰ τὰς ἐν Ἠπείρῳ διαλύσεις· ὁμοίως δὲ καὶ Πτολεμαίῳ τὰς πόλεις ἀποκαταστῆσαι | |
5 | πάσας, ἃς παρῄρηται μετὰ τὸν Πτολεμαίου τοῦ Φι‐ λοπάτορος θάνατον. | |
Hist.18.2.1 | Ταῦτα δ’ εἰπὼν ὁ Τίτος αὐτὸς μὲν ἐπέσχε, πρὸς δὲ τοὺς ἄλλους ἐπιστραφεὶς ἐκέλευε λέγειν ἅπερ ἑκάστοις αὐτῶν οἱ πέμψαντες εἴησαν ἐντεταλμένοι. | |
Hist.18.2.2 | πρῶτος δὲ Διονυσόδωρος ὁ παρ’ Ἀττάλου μεταλα‐ βὼν τὸν λόγον τάς τε ναῦς ἔφη δεῖν αὐτὸν ἀπο‐ δοῦναι τὰς τοῦ βασιλέως τὰς γενομένας αἰχμαλώ‐ τους ἐν τῇ περὶ Χίον ναυμαχίᾳ καὶ τοὺς ἅμα ταύ‐ | |
5 | ταις ἄνδρας, ἀποκαταστῆσαι δὲ καὶ τὸ τῆς Ἀφρο‐ δίτης ἱερὸν ἀκέραιον καὶ τὸ Νικηφόριον, ἃ κατ‐ | |
Hist.18.2.3 | έφθειρε. μετὰ δὲ τοῦτον ὁ τῶν Ῥοδίων ναύαρχος Ἀκεσίμβροτος τῆς μὲν Περαίας ἐκέλευεν ἐκχωρεῖν τὸν Φίλιππον, ἧς αὐτῶν παρῄρηται, τὰς δὲ φρου‐ ρὰς ἐξάγειν ἐξ Ἰασοῦ καὶ Βαργυλίων καὶ τῆς Εὐρω‐ | |
Hist.18.2.4 | μέων πόλεως, ἀποκαταστῆσαι δὲ καὶ Περινθίους εἰς τὴν Βυζαντίων συμπολιτείαν, παραχωρεῖν δὲ καὶ Σηστοῦ καὶ Ἀβύδου καὶ τῶν ἐμπορίων καὶ λιμένων | |
Hist.18.2.5 | τῶν κατὰ τὴν Ἀσίαν ἁπάντων. ἐπὶ δὲ τοῖς Ῥοδίοις Ἀχαιοὶ Κόρινθον ἀπῄτουν καὶ τὴν τῶν Ἀργείων | |
Hist.18.2.6 | πόλιν ἀβλαβῆ. μετὰ δὲ τούτους Αἰτωλοὶ πρῶτον μὲν τῆς Ἑλλάδος ἁπάσης ἐκέλευον ἐξίστασθαι, καθά‐ περ καὶ Ῥωμαῖοι, δεύτερον αὑτοῖς ἀποκαθιστάναι τὰς πόλεις ἀβλαβεῖς τὰς πρότερον μετασχούσας τῆς | |
5 | τῶν Αἰτωλῶν συμπολιτείας. | |
Hist.18.3.1 | Ταῦτα δ’ εἰπόντος τοῦ Φαινέου τοῦ τῶν Αἰτω‐ λῶν στρατηγοῦ, μεταλαβὼν Ἀλέξανδρος ὁ προσαγο‐ ρευόμενος Ἴσιος, ἀνὴρ δοκῶν πραγματικὸς εἶναι καὶ | |
Hist.18.3.2 | λέγειν ἱκανός, οὔτε διαλύεσθαι νῦν ἔφησε τὸν Φί‐ λιππον ἀληθινῶς οὔτε πολεμεῖν γενναίως, ὅταν δέῃ τοῦτο πράττειν, ἀλλ’ ἐν μὲν τοῖς συλλόγοις καὶ ταῖς ὁμιλίαις ἐνεδρεύειν καὶ παρατηρεῖν καὶ ποιεῖν τὰ | |
5 | τοῦ πολεμοῦντος ἔργα, κατ’ αὐτὸν δὲ τὸν πόλεμον | |
Hist.18.3.3 | ἀδίκως ἵστασθαι καὶ λίαν ἀγεννῶς· ἀφέντα γὰρ τοῦ κατὰ πρόσωπον ἀπαντᾶν τοῖς πολεμίοις, φεύγοντα τὰς πόλεις ἐμπιπράναι καὶ διαρπάζειν καὶ διὰ ταύ‐ | |
της τῆς προαιρέσεως ἡττώμενον τὰ τῶν νικώντων | ||
Hist.18.3.4 | ἆθλα λυμαίνεσθαι. καίτοι γε τοὺς πρότερον Μακε‐ δόνων βεβασιλευκότας οὐ ταύτην ἐσχηκέναι τὴν πρόθεσιν, ἀλλὰ τὴν ἐναντίαν· μάχεσθαι μὲν γὰρ πρὸς ἀλλήλους συνεχῶς ἐν τοῖς ὑπαίθροις, τὰς δὲ | |
Hist.18.3.5 | πόλεις σπανίως ἀναιρεῖν καὶ καταφθείρειν. τοῦτο δ’ εἶναι πᾶσι φανερὸν ἔκ τε τοῦ πολέμου τοῦ περὶ τὴν Ἀσίαν, ὃν Ἀλέξανδρος ἐπολέμησε πρὸς Δαρεῖον, ἔκ τε τῆς τῶν διαδεξαμένων ἀμφισβητήσεως, καθ’ | |
5 | ἣν ἐπολέμησαν πάντες πρὸς Ἀντίγονον ὑπὲρ τῆς | |
Hist.18.3.6 | Ἀσίας. παραπλησίως δὲ καὶ τοὺς τούτους διαδεξα‐ μένους μέχρι Πύρρου κεχρῆσθαι τῇ προαιρέσει | |
Hist.18.3.7 | ταύτῃ· διακινδυνεύειν μὲν γὰρ πρὸς αὑτοὺς ἐν τοῖς ὑπαίθροις προχείρως καὶ πάντα ποιεῖν εἰς τὸ κατα‐ γωνίσασθαι διὰ τῶν ὅπλων ἀλλήλους, τῶν δὲ πό‐ λεων φείδεσθαι χάριν τοῦ τοὺς νικήσαντας ἡγεῖσθαι | |
Hist.18.3.8 | τούτων καὶ τιμᾶσθαι παρὰ τοῖς ὑποταττομένοις. τὸ δ’ ἀναιροῦντα περὶ ὧν ὁ πόλεμός ἐστι τὸν πόλεμον αὐτὸν καταλιπεῖν μανίας ἔργον εἶναι, καὶ ταύτης | |
Hist.18.3.9 | ἐρρωμένης, ὃ νῦν ποιεῖν τὸν Φίλιππον· τοσαύτας γὰρ διεφθαρκέναι πόλεις ἐν Θετταλίᾳ, φίλον ὄντα καὶ σύμμαχον, καθ’ ὃν καιρὸν ἐκ τῶν ἐν Ἠπείρῳ στενῶν ἐποιεῖτο τὴν σπουδήν, ὅσας οὐδείς ποτε | |
Hist.18.3.10 | τῶν Θετταλοῖς πεπολεμηκότων διέφθειρε. πολλὰ δὲ καὶ ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς | |
Hist.18.3.11 | τελευταίοις ἐχρήσατο τούτοις. ἤρετο γὰρ τὸν Φί‐ λιππον διὰ τί Λυσιμάχειαν μετ’ Αἰτωλῶν ταττομένην καὶ στρατηγὸν ἔχουσαν παρ’ αὐτῶν ἐκβαλὼν τοῦτον | |
Hist.18.3.12 | κατάσχοι φρουρᾷ τὴν πόλιν· διὰ τί δὲ Κιανούς, παραπλησίως μετ’ Αἰτωλῶν συμπολιτευομένους ἐξανδραποδίσαιτο, φίλος ὑπάρχων Αἰτωλοῖς· τί δὲ λέγων κατέχει νῦν Ἐχῖνον καὶ Θήβας τὰς Φθίας | |
5 | καὶ Φάρσαλον καὶ Λάρισαν. | |
Hist.18.4.1 | Ὁ μὲν οὖν Ἀλέξανδρος ταῦτ’ εἰπὼν ἀπεσιώπη‐ σεν. ὁ δὲ Φίλιππος ἐγγίσας τῇ γῇ μᾶλλον ἢ πρό‐ σθεν καὶ διαναστὰς ἐπὶ τῆς νεὼς Αἰτωλικὸν ἔφη καὶ θεατρικὸν διατεθεῖσθαι τὸν Ἀλέξανδρον λόγον. | |
Hist.18.4.2 | σαφῶς γὰρ πάντας γινώσκειν ὅτι τοὺς ἰδίους συμ‐ μάχους ἑκὼν μὲν οὐδεὶς διαφθείρει, κατὰ δὲ τὰς τῶν καιρῶν περιστάσεις πολλὰ ποιεῖν ἀναγκάζεσθαι | |
Hist.18.4.3 | τοὺς ἡγουμένους παρὰ τὰς ἑαυτῶν προαιρέσεις. ἔτι δὲ ταῦτα λέγοντος τοῦ βασιλέως ὁ Φαινέας, ἠλατ‐ τωμένος τοῖς ὄμμασιν ἐπὶ πλεῖον, ὑπέκρουε τὸν Φίλιππον, φάσκων αὐτὸν ληρεῖν· δεῖν γὰρ ἢ μαχό‐ | |
5 | μενον νικᾶν ἢ ποιεῖν τοῖς κρείττοσι τὸ προσταττό‐ | |
Hist.18.4.4 | μενον. ὁ δὲ Φίλιππος, καίπερ ἐν κακοῖς ὤν, ὅμως οὐκ ἀπέσχετο τοῦ καθ’ αὑτὸν ἰδιώματος, ἀλλ’ ἐπι‐ στραφείς “Τοῦτο μὲν” ἔφησεν “ὦ Φαινέα, καὶ τυφλῷ δῆλον”. ἦν γὰρ εὔθικτος καὶ πρὸς τοῦτο | |
5 | τὸ μέρος εὖ πεφυκὼς πρὸς τὸ διαχλευάζειν ἀνθρώ‐ | |
Hist.18.4.5 | πους. αὖθις δὲ πρὸς τὸν Ἀλέξανδρον ἐπιστρέψας “Ἐρωτᾷς με” φησὶν “Ἀλέξανδρε, διὰ τί Λυσιμάχειαν | |
Hist.18.4.6 | προσέλαβον; ἵνα μὴ διὰ τὴν ὑμετέραν ὀλιγωρίαν ἀνάστατος ὑπὸ Θρᾳκῶν γένηται, καθάπερ νῦν γέ‐ γονεν ἡμῶν ἀπαγαγόντων τοὺς στρατιώτας διὰ τοῦ‐ | |
τον τὸν πόλεμον, οὐ τοὺς φρουροῦντας αὐτήν, ὡς | ||
Hist.18.4.7 | σὺ φής, ἀλλὰ τοὺς παραφυλάττοντας. Κιανοῖς δ’ ἐγὼ μὲν οὐκ ἐπολέμησα, Προυσίου δὲ πολεμοῦντος βοηθῶν ἐκείνῳ συνεξεῖλον αὐτούς, ὑμῶν αἰτίων | |
Hist.18.4.8 | γενομένων· πολλάκις γὰρ κἀμοῦ καὶ τῶν ἄλλων Ἑλλήνων διαπρεσβευομένων πρὸς ὑμᾶς, ἵνα τὸν νόμον ἄρητε τὸν διδόντα τὴν ἐξουσίαν ὑμῖν ἄγειν λάφυρον ἀπὸ λαφύρου, πρότερον ἔφατε τὴν Αἰτω‐ | |
5 | λίαν ἐκ τῆς Αἰτωλίας ἀρεῖν ἢ τοῦτον τὸν νόμον.” | |
Hist.18.5.1 | Τοῦ δὲ Τίτου θαυμάσαντος τί τοῦτ’ ἐστίν, ὁ βασιλεὺς ἐπειρᾶτο διασαφεῖν αὐτῷ, λέγων ὅτι τοῖς Αἰτωλοῖς ἔθος ὑπάρχει μὴ μόνον πρὸς οὓς ἂν αὐτοὶ πολεμῶσι, τούτους αὐτοὺς ἄγειν καὶ τὴν τούτων | |
Hist.18.5.2 | χώραν, ἀλλὰ κἂν ἕτεροί τινες πολεμῶσι πρὸς ἀλλή‐ λους, ὄντες Αἰτωλῶν φίλοι καὶ σύμμαχοι, μηδὲν ἧττον ἐξεῖναι τοῖς Αἰτωλοῖς ἄνευ κοινοῦ δόγματος καὶ παρ(αβοηθεῖν) ἀμφοτέροις τοῖς πολεμοῦσι καὶ | |
Hist.18.5.3 | τὴν χώραν ἄγειν τὴν ἀμφοτέρων, ὥστε παρὰ μὲν τοῖς Αἰτωλοῖς μήτε φιλίας ὅρους ὑπάρχειν μήτ’ ἔχθρας, ἀλλὰ πᾶσι τοῖς ἀμφισβητοῦσι περί τινος ἑτοίμους ἐχθροὺς εἶναι τούτους καὶ πολεμίους. | |
Hist.18.5.4 | “πόθεν οὖν ἔξεστι τούτοις ἐγκαλεῖν νῦν, εἰ φίλος ὑπάρχων Αἰτωλοῖς ἐγώ, Προυσίου δὲ σύμμαχος, ἔπραξά τι κατὰ Κιανῶν, βοηθῶν τοῖς αὑτοῦ συμ‐ | |
Hist.18.5.5 | μάχοις; τὸ δὲ δὴ πάντων δεινότατον, οἱ ποιοῦντες ἑαυτοὺς ἐφαμίλλους Ῥωμαίοις καὶ κελεύοντες ἐκχω‐ | |
Hist.18.5.6 | ρεῖν Μακεδόνας ἁπάσης τῆς Ἑλλάδος· τοῦτο γὰρ ἀναφθέγξασθαι καὶ καθόλου μέν ἐστιν ὑπερήφανον, οὐ μὴν ἀλλὰ Ῥωμαίων μὲν λεγόντων ἀνεκτόν, Αἰτω‐ | |
Hist.18.5.7 | λῶν δ’ οὐκ ἀνεκτόν· ποίας δὲ κελεύετέ με” φησὶν | |
Hist.18.5.8 | “ἐκχωρεῖν Ἑλλάδος καὶ πῶς ἀφορίζετε ταύτην; αὐτῶν | |
γὰρ Αἰτωλῶν οὐκ εἰσὶν Ἕλληνες οἱ πλείους· τὸ γὰρ τῶν Ἀγραῶν ἔθνος καὶ τὸ τῶν Ἀποδωτῶν, ἔτι δὲ | ||
Hist.18.5.9 | τῶν Ἀμφιλόχων, οὐκ ἔστιν Ἑλλάς. ἢ τούτων μὲν παραχωρεῖτέ μοι;” | |
Hist.18.6.1 | Τοῦ δὲ Τίτου γελάσαντος “Ἀλλὰ δὴ πρὸς μὲν Αἰτωλοὺς ἀρκείτω μοι ταῦτ’” ἔφη· “πρὸς δὲ Ῥο‐ δίους καὶ πρὸς Ἄτταλον ἐν μὲν ἴσῳ κριτῇ δικαιό‐ τερον ἂν νομισθείη τούτους ἡμῖν ἀποδιδόναι τὰς | |
5 | αἰχμαλώτους ναῦς καὶ τοὺς ἄνδρας ἤπερ ἡμᾶς τού‐ | |
Hist.18.6.2 | τοις· οὐ γὰρ ἡμεῖς Ἀττάλῳ πρότεροι καὶ Ῥοδίοις τὰς χεῖρας ἐπεβάλομεν, οὗτοι δ’ ἡμῖν ὁμολογου‐ | |
Hist.18.6.3 | μένως. οὐ μὴν ἀλλὰ σοῦ κελεύοντος Ῥοδίοις μὲν ἀποδίδωμι τὴν Περαίαν, Ἀττάλῳ δὲ τὰς ναῦς καὶ | |
Hist.18.6.4 | τοὺς ἄνδρας τοὺς διασῳζομένους. τὴν δὲ τοῦ Νικη‐ φορίου καταφθορὰν καὶ τοῦ τῆς Ἀφροδίτης τεμένους ἄλλως μὲν οὐκ εἰμὶ δυνατὸς ἀποκαταστῆσαι, φυτὰ δὲ καὶ κηπουροὺς πέμψω τοὺς φροντιοῦντας θερα‐ | |
5 | πείας τοῦ τόπου καὶ τῆς αὐξήσεως τῶν ἐκκοπέντων | |
Hist.18.6.5 | δένδρων”. πάλιν δὲ τοῦ Τίτου γελάσαντος ἐπὶ τῷ χλευασμῷ, μεταβὰς ὁ Φίλιππος ἐπὶ τοὺς Ἀχαιοὺς πρῶτον μὲν τὰς εὐεργεσίας ἐξηριθμήσατο τὰς ἐξ Ἀντιγόνου γεγενημένας εἰς αὐτούς, εἶτα τὰς ἰδίας· | |
Hist.18.6.6 | ἑξῆς δὲ τούτοις προηνέγκατο τὸ μέγεθος τῶν τιμῶν | |
Hist.18.6.7 | τῶν ἀπηντημένων αὐτοῖς παρὰ τῶν Ἀχαιῶν. τελευ‐ ταῖον δ’ ἀνέγνω τὸ περὶ τῆς ἀποστάσεως ψήφισμα καὶ τῆς πρὸς Ῥωμαίους μεταθέσεως, ᾗ χρησάμενος ἀφορμῇ πολλὰ κατὰ τῶν Ἀχαιῶν εἰς ἀθεσίαν εἶπε | |
Hist.18.6.8 | καὶ ἀχαριστίαν. ὅμως δ’ ἔφη τὸ μὲν Ἄργος ἀπο‐ δώσειν, περὶ δὲ τοῦ Κορίνθου βουλεύσεσθαι μετὰ τοῦ Τίτου. | |
Hist.18.7.1 | Ταῦτα δὲ διαλεχθεὶς πρὸς τοὺς ἄλλους ἤρετο τὸν Τίτον, φήσας πρὸς ἐκεῖνον αὑτῷ τὸν λόγον εἶναι καὶ πρὸς Ῥωμαίους, πότερον οἴεται δεῖν ἐκ‐ χωρεῖν ὧν ἐπέκτηται πόλεων καὶ τόπων ἐν τοῖς | |
5 | Ἕλλησιν, ἢ καὶ τούτων ὅσα παρὰ τῶν γονέων παρεί‐ | |
Hist.18.7.2 | ληφε. τοῦ δ’ ἀποσιωπήσαντος ἐκ χειρὸς ἀπαντᾶν οἷοί τ’ ἦσαν ὁ μὲν Ἀρίσταινος ὑπὲρ τῶν Ἀχαιῶν, | |
Hist.18.7.3 | ὁ δὲ Φαινέας ὑπὲρ τῶν Αἰτωλῶν. ἤδη δὲ τῆς ὥρας συγκλειούσης ὁ μὲν τούτων λόγος ἐκωλύθη διὰ τὸν καιρόν, ὁ δὲ Φίλιππος ἠξίου γράψαντας αὑτῷ δοῦ‐ ναι πάντας ἐφ’ οἷς δεήσει γίνεσθαι τὴν εἰρήνην· | |
Hist.18.7.4 | μόνος γὰρ ὢν οὐκ ἔχειν μεθ’ ὧν βουλεύηται· διὸ θέλειν αὑτῷ λόγον δοῦναι περὶ τῶν ἐπιταττομένων. | |
Hist.18.7.5 | ὁ δὲ Τίτος οὐκ ἀηδῶς μὲν ἤκουε τοῦ Φιλίππου χλευάζοντος· μὴ βουλόμενος δὲ τοῖς ἄλλοις [μὴ] δοκεῖν ἀντεπέσκωψε τὸν Φίλιππον εἰπὼν οὕτως· | |
Hist.18.7.6 | “Εἰκότως” ἔφη “Φίλιππε, μόνος εἶ νῦν· τοὺς γὰρ φίλους τοὺς τὰ κράτιστά σοι συμβουλεύσοντας ἀπώ‐ λεσας ἅπαντας”. ὁ δὲ Μακεδὼν ὑπομειδιάσας σαρ‐ δάνιον ἀπεσιώπησε. | |
Hist.18.7.7 | Καὶ τότε μὲν ἅπαντες, ἐγγράπτους δόντες τῷ Φιλίππῳ τὰς ἑαυτῶν προαιρέσεις ἀκολούθως τοῖς προειρημένοις, ἐχωρίσθησαν, ταξάμενοι κατὰ τὴν | |
Hist.18.7.8 | ἐπιοῦσαν εἰς Νίκαιαν πάλιν ἀπαντήσειν· τῇ δ’ αὔριον οἱ μὲν περὶ τὸν Τίτον ἧκον ἐπὶ τὸν ταχθέντα τό‐ πον ἐν ὥ(ρᾳ) πάντες [ἦσαν], ὁ δὲ Φίλιππος οὐ | |
παρεγίνετο. | ||
Hist.18.8.1 | Τῆς δ’ ἡμέρας ἤδη προαγούσης ἐπὶ πολὺ καὶ σχεδὸν ἀπεγνωκότων τῶν περὶ τὸν Τίτον, παρῆν ὁ Φίλιππος δείλης ὀψίας ἐπιφαινόμενος μεθ’ ὧν καὶ | |
Hist.18.8.2 | πρότερον, κατατετριφὼς τὴν ἡμέραν, ὡς μὲν αὐτὸς ἔφη, διὰ τὴν ἀπορίαν καὶ δυσχρηστίαν τῶν ἐπι‐ ταττομένων, ὡς δὲ τοῖς ἄλλοις ἐδόκει, βουλόμενος ἐκκλεῖσαι τῷ καιρῷ τήν τε τῶν Ἀχαιῶν καὶ τὴν | |
Hist.18.8.3 | τῶν Αἰτωλῶν κατηγορίαν· ἑώρα γὰρ τῇ πρόσθεν ἀπαλλαττόμενος ἀμφοτέρους τούτους ἑτοίμους ὄντας | |
Hist.18.8.4 | πρὸς τὸ συμπλέκεσθαι καὶ μεμψιμοιρεῖν αὐτῷ. διὸ καὶ τότε συνεγγίσας ἠξίου τὸν τῶν Ῥωμαίων στρα‐ τηγὸν ἰδίᾳ πρὸς αὐτὸν διαλεχθῆναι περὶ τῶν ἐνε‐ στώτων, ἵνα μὴ λόγοι γένωνται μόνον ἐξ ἀμφοτέρων | |
5 | ἁψιμαχούντων, ἀλλὰ καὶ τέλος τι τοῖς ἀμφισβητου‐ | |
Hist.18.8.5 | μένοις ἐπιτεθῇ. πλεονάκις δ’ αὐτοῦ παρακαλοῦντος καὶ προσαξιοῦντος, ἤρετο τοὺς συμπαρόντας ὁ Τίτος | |
Hist.18.8.6 | τί δέον εἴη ποιεῖν. τῶν δὲ κελευόντων συνελθεῖν καὶ διακοῦσαι τῶν λεγομένων, παραλαβὼν ὁ Τίτος Ἄππιον Κλαύδιον χιλίαρχον ὄντα τότε, τοῖς μὲν ἄλλοις μικρὸν ἀπὸ τῆς θαλάττης ἀναχωρήσασιν | |
5 | εἶπεν αὐτόθι μένειν, αὐτὸς δὲ τὸν Φίλιππον ἐκέ‐ | |
Hist.18.8.7 | λευσεν ἐκβαίνειν. ὁ δὲ βασιλεὺς παραλαβὼν Ἀπολ‐ λόδωρον καὶ Δημοσθένην ἀπέβη, συμμίξας δὲ τῷ | |
Hist.18.8.8 | Τίτῳ διελέγετο καὶ πλείω χρόνον. τίνα μὲν οὖν ἦν τὰ τότε ῥηθέντα παρ’ ἑκατέρου, δυσχερὲς εἰπεῖν· ἔφη δ’ οὖν ὁ Τίτος μετὰ τὸ χωρισθῆναι τὸν Φί‐ λιππον, διασαφῶν τοῖς ἄλλοις τὰ παρὰ τοῦ βασι‐ | |
Hist.18.8.9 | λέως, Αἰτωλοῖς μὲν ἀποδοῦναι Φάρσαλον καὶ Λάρι‐ σαν, Θήβας δ’ οὐκ ἀποδιδόναι, Ῥοδίοις δὲ τῆς μὲν Περαίας παραχωρεῖν, Ἰασοῦ δὲ καὶ Βαργυλίων οὐκ ἐκχωρεῖν· Ἀχαιοῖς δὲ παραδιδόναι τὸν Κόρινθον | |
Hist.18.8.10 | καὶ τὴν τῶν Ἀργείων πόλιν. Ῥωμαίοις δὲ τὰ κατὰ τὴν Ἰλλυρίδα φάναι παραδώσειν καὶ τοὺς αἰχμα‐ λώτους πάντας, Ἀττάλῳ δὲ τάς τε ναῦς ἀποκατα‐ στήσειν καὶ τῶν ἀνδρῶν τῶν ἐν ταῖς ναυμαχίαις | |
5 | ἁλόντων ὅσοι περίεισι. | |
Hist.18.9.1 | Πάντων δὲ τῶν παρόντων δυσαρεστουμένων τῇ διαλύσει καὶ φασκόντων δεῖν τὸ κοινὸν ἐπίταγμα πρῶτον ποιεῖν—τοῦτο δ’ ἦν ἁπάσης ἐκχωρεῖν τῆς Ἑλλάδος—εἰ δὲ μή, διότι τὰ κατὰ μέρος μάταια | |
Hist.18.9.2 | γίνεται καὶ πρὸς οὐδέν, θεωρῶν ὁ Φίλιππος τὴν ἐν αὐτοῖς ἀμφισβήτησιν καὶ δεδιὼς ἅμα τὰς κατ‐ ηγορίας, ἠξίου τὸν Τίτον ὑπερθέσθαι τὴν σύνοδον εἰς τὴν αὔριον διὰ τὸ καὶ τὴν ὥραν εἰς ὀψὲ συγ‐ | |
5 | κλείειν· ἢ γὰρ πείσειν ἢ πεισθήσεσθαι τοῖς παρα‐ | |
Hist.18.9.3 | καλουμένοις. τοῦ δὲ συγχωρήσαντος, ταξάμενοι συμ‐ πορεύεσθαι πρὸς τὸν κατὰ Θρόνιον αἰγιαλόν, τότε μὲν ἐχωρίσθησαν, τῇ δ’ ὑστεραίᾳ πάντες ἧκον ἐπὶ | |
Hist.18.9.4 | τὸν ταχθέντα τόπον ἐν ὥρᾳ. καὶ βραχέα διαλεχθεὶς ὁ Φίλιππος ἠξίου πάντας, μάλιστα δὲ τὸν Τίτον, μὴ διακόψαι τὴν διάλυσιν, τῶν γε δὴ πλείστων εἰς | |
Hist.18.9.5 | συμβατικὴν διάθεσιν ἠγμένων, ἀλλ’ εἰ μὲν ἐνδέχεται δι’ αὑτῶν συμφώνους γενέσθαι περὶ τῶν ἀντιλεγο‐ μένων· εἰ δὲ μή, πρεσβεύσειν ἔφη πρὸς τὴν σύγ‐ κλητον, κἀκείνην πείσειν περὶ τῶν ἀμφισβητου‐ | |
Hist.18.9.6 | μένων, ἢ ποιήσειν ὅ, τι ποτ’ ἂν ἐπιτάττῃ. ταῦτα | |
δ’ αὐτοῦ προτείνοντος, οἱ μὲν ἄλλοι πάντες ἔφασαν δεῖν πράττειν τὰ τοῦ πολέμου καὶ μὴ προσέχειν | ||
Hist.18.9.7 | τοῖς ἀξιουμένοις. ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς οὐκ ἀγνοεῖν μὲν οὐδ’ αὐτὸς ἔφη διότι τὸν Φίλιππον οὐκ εἰκός ἐστι ποιῆσαι τῶν παρακαλουμένων οὐδέν· | |
Hist.18.9.8 | τῷ δ’ ἁπλῶς μηδὲν ἐμποδίζειν τὰς σφετέρας πράξεις τὴν αἰτουμένην χάριν ὑπὸ τοῦ βασιλέως ἐκποιεῖν | |
Hist.18.9.9 | ἔφη χαρίζεσθαι. κυρωθῆναι μὲν γὰρ οὐδ’ ὣς εἶναι δυνατὸν οὐδὲν τῶν νῦν λεγομένων ἄνευ τῆς συγ‐ κλήτου, πρὸς δὲ τὸ λαβεῖν πεῖραν τῆς ἐκείνων γνώ‐ | |
Hist.18.9.10 | μης εὐφυῶς ἔχειν τὸν ἐπιφερόμενον καιρόν· τῶν γὰρ στρατοπέδων οὐδ’ ὣς δυναμένων οὐδὲν πράτ‐ τειν διὰ τὸν χειμῶνα, τοῦτον ἀποθέσθαι τὸν χρόνον εἰς τὸ προσανενεγκεῖν τῇ συγκλήτῳ περὶ τῶν προσ‐ | |
5 | πιπτόντων, οὐκ ἄθετον, ἀλλ’ οἰκεῖον εἶναι πᾶσι. | |
Hist.18.10.1 | Ταχὺ δὲ συγκαταθεμένων ἁπάντων διὰ τὸ θεω‐ ρεῖν τὸν Τίτον οὐκ ἀλλότριον ὄντα τῆς ἐπὶ τὴν | |
Hist.18.10.2 | σύγκλητον ἀναφορᾶς, ἔδοξε συγχωρεῖν τῷ Φιλίππῳ πρεσβεύειν εἰς τὴν Ῥώμην, ὁμοίως δὲ καὶ παρ’ αὑτῶν πέμπειν ἑκάστους πρεσβευτὰς τοὺς διαλεχθη‐ σομένους τῇ συγκλήτῳ καὶ κατηγορήσοντας τοῦ | |
5 | Φιλίππου. | |
Hist.18.10.3 | Τοῦ δὲ πράγματος τῷ Τίτῳ τοῦ κατὰ τὸν σύλ‐ λογον κατὰ νοῦν καὶ κατὰ τοὺς ἐξ ἀρχῆς διαλο‐ γισμοὺς προκεχωρηκότος, παραυτίκα τὸ συνεχὲς τῆς ἐπιβολῆς ἐξύφαινε, τά τε καθ’ αὑτὸν ἀσφαλιζόμενος | |
5 | ἐπιμελῶς καὶ πρόλημμα τῷ Φιλίππῳ ποιῶν οὐδέν. | |
Hist.18.10.4 | δοὺς γὰρ ἀνοχὰς διμήνους αὐτῷ τὴν μὲν πρεσβείαν τὴν εἰς τὴν Ῥώμην ἐν τούτῳ τῷ χρόνῳ συντελεῖν | |
ἐπέταξε, τὰς δὲ φρουρὰς ἐξάγειν παραχρῆμα τὰς ἐκ | ||
Hist.18.10.5 | τῆς Φωκίδος καὶ Λοκρίδος ἐκέλευσε. διετάξατο δὲ καὶ περὶ τῶν ἰδίων συμμάχων φιλοτίμως, ἵνα κατὰ μηδένα τρόπον μηδὲν εἰς αὐτοὺς ἀδίκημα γίνηται | |
Hist.18.10.6 | κατὰ τοῦτον τὸν χρόνον ὑπὸ Μακεδόνων. ταῦτα δὲ ποιήσας πρὸς τὸν Φίλιππον ἔγγραπτα, λοιπὸν | |
Hist.18.10.7 | αὐτὸς ἤδη δι’ αὑτοῦ τὸ προκείμενον ἐπετέλει. καὶ τὸν μὲν Ἀμύνανδρον εἰς τὴν Ῥώμην ἐξέπεμπε παρα‐ χρῆμα, γινώσκων αὐτὸν εὐάγωγον μὲν ὄντα καὶ ῥᾳδίως ἐξακολουθήσοντα τοῖς ἐκεῖ φίλοις, ἐφ’ ὁπό‐ | |
5 | τερ’ ἂν ἄγωσιν αὐτόν, φαντασίαν δὲ ποιήσοντα καὶ | |
Hist.18.10.8 | προσδοκίαν διὰ τὸ τῆς βασιλείας ὄνομα. μετὰ δὲ τοῦτον ἐξέπεμπε τοὺς παρ’ αὑτοῦ πρέσβεις, Κόιν‐ τόν τε τὸν Φάβιον, ὃς ἦν αὐτῷ τῆς γυναικὸς ἀδελ‐ φιδοῦς, καὶ Κόιντον Φολούιον, σὺν δὲ τούτοις Ἄπ‐ | |
Hist.18.10.9 | πιον Κλαύδιον ἐπικαλούμενον Νέρωνα. παρὰ δὲ τῶν Αἰτωλῶν ἐπρέσβευον Ἀλέξανδρος Ἴσιος, Δαμό‐ κριτος Καλυδώνιος, Δικαίαρχος Τριχωνιεύς, Πολέ‐ | |
Hist.18.10.10 | μαρχος Ἀρσινοεύς, Λάμιος Ἀμβρακιώτης, Νικόμαχος Ἀκαρνὰν τῶν ἐκ Θουρίου πεφευγότων κατοικούντων δ’ ἐν Ἀμβρακίᾳ, Θεόδοτος Φεραῖος, φυγὰς ἐκ Θετ‐ | |
Hist.18.10.11 | ταλίας, κατοικῶν δ’ ἐν Στράτῳ, παρὰ δὲ τῶν Ἀχαιῶν Ξενοφῶν Αἰγιεύς, παρὰ δὲ τοῦ βασιλέως Ἀττάλου μόνος Ἀλέξανδρος, παρὰ δὲ τοῦ δήμου τῶν Ἀθη‐ ναίων οἱ περὶ Κηφισόδωρον. | |
Hist.18.11.1 | Οὗτοι δὲ παρεγενήθησαν εἰς τὴν Ῥώμην πρὸ τοῦ τὴν σύγκλητον διαλαβεῖν ὑπὲρ τῶν εἰς τοῦτον τὸν ἐνιαυτὸν καθεσταμένων ὑπάτων, πότερον ἀμ‐ φοτέρους εἰς τὴν Γαλατίαν ἢ τὸν ἕτερον αὐτῶν | |
Hist.18.11.2 | δεήσει πέμπειν ἐπὶ Φίλιππον. πεπεισμένων δὲ τῶν τοῦ Τίτου φίλων μένειν τοὺς ὑπάτους ἀμφοτέρους κατὰ τὴν Ἰταλίαν διὰ τὸν ἀπὸ τῶν Κελτῶν φόβον, εἰσελθόντες εἰς τὴν σύγκλητον πάντες κατηγόρουν | |
Hist.18.11.3 | ἀποτόμως τοῦ Φιλίππου. τὰ μὲν οὖν ἄλλα παρα‐ πλήσια τοῖς καὶ πρὸς αὐτὸν τὸν βασιλέα πρότερον | |
Hist.18.11.4 | εἰρημένοις ἦν· τοῦτο δ’ ἐπιμελῶς ἐντίκτειν ἐπει‐ ρῶντο τῇ συγκλήτῳ πάντες, διότι τῆς Χαλκίδος καὶ τοῦ Κορίνθου καὶ τῆς Δημητριάδος ὑπὸ τῷ Μακε‐ δόνι ταττομένων οὐχ οἷόν τε τοὺς Ἕλληνας ἔννοιαν | |
Hist.18.11.5 | λαβεῖν ἐλευθερίας. ὃ γὰρ αὐτὸς Φίλιππος εἶπε, τοῦτο καὶ λίαν ἀληθὲς ἔφασαν ὑπάρχειν· ὃς ἔφη τοὺς προειρημένους τόπους εἶναι πέδας Ἑλληνικάς, | |
Hist.18.11.6 | ὀρθῶς ἀποφαινόμενος. οὔτε γὰρ Πελοποννησίους ἀναπνεῦσαι δυνατὸν ἐν Κορίνθῳ βασιλικῆς φρουρᾶς ἐγκαθημένης, οὔτε Λοκροὺς καὶ Βοιωτοὺς καὶ Φω‐ κέας θαρρῆσαι Φιλίππου Χαλκίδα κατέχοντος καὶ | |
Hist.18.11.7 | τὴν ἄλλην Εὔβοιαν, οὐδὲ μὴν Θετταλοὺς οὐδὲ Μά‐ γνητας δυνατὸν ἐπαύρασθαι τῆς ἐλευθερίας οὐδέ‐ ποτε, Δημητριάδα Φιλίππου κατέχοντος καὶ Μακε‐ | |
Hist.18.11.8 | δόνων. διὸ καὶ τὸ παραχωρεῖν τῶν ἄλλων τόπων τὸν Φίλιππον φαντασίαν εἶναι χάριν τοῦ τὸν παρόντα καιρὸν ἐκφυγεῖν· ᾗ δ’ ἂν ἡμέρᾳ βουληθῇ, ῥᾳδίως πάλιν ὑφ’ αὑτὸν ποιήσεσθαι τοὺς Ἕλληνας, ἐὰν | |
Hist.18.11.9 | κρατῇ τῶν προειρημένων τόπων. διόπερ ἠξίουν τὴν σύγκλητον ἢ τούτων τῶν πόλεων ἀναγκάσαι τὸν Φίλιππον ἐκχωρεῖν ἢ μένειν ἐπὶ τῶν ὑποκειμένων | |
Hist.18.11.10 | καὶ πολεμεῖν ἐρρωμένως πρὸς αὐτόν. καὶ γὰρ ἠνύ‐ | |
σθαι τὰ μέγιστα τοῦ πολέμου, τῶν τε Μακεδόνων προηττημένων δὶς ἤδη καὶ κατὰ γῆν πλείστων αὐτοῖς | ||
Hist.18.11.11 | χορηγιῶν ἐκδεδαπανημένων. ταῦτα δ’ εἰπόντες παρε‐ κάλουν μήτε τοὺς Ἕλληνας ψεῦσαι τῶν περὶ τῆς ἐλευθερίας ἐλπίδων μήθ’ ἑαυτοὺς ἀποστερῆσαι τῆς | |
Hist.18.11.12 | καλλίστης ἐπιγραφῆς. οἱ μὲν οὖν παρὰ τῶν Ἑλλή‐ νων πρέσβεις ταῦτα καὶ τούτοις παραπλήσια διελέ‐ χθησαν, οἱ δὲ παρὰ τοῦ Φιλίππου παρεσκευάσαντο μὲν ὡς ἐπὶ πλεῖον ποιησόμενοι τοὺς λόγους, ἐν | |
Hist.18.11.13 | ἀρχαῖς δ’ εὐθέως ἐκωλύθησαν· ἐρωτηθέντες γὰρ εἰ παραχωροῦσι Χαλκίδος καὶ Κορίνθου καὶ Δημητρι‐ άδος, ἀπεῖπαν μηδεμίαν ἔχειν περὶ τούτων ἐντολήν. | |
Hist.18.11.14 | Οὗτοι μὲν οὖν ἐπιτμηθέντες οὕτως κατέπαυσαν | |
Hist.18.12.1 | τὸν λόγον. ἡ δὲ σύγκλητος τοὺς μὲν ὑπάτους ἀμ‐ φοτέρους εἰς Γαλατίαν ἐξαπέστειλε, καθάπερ ἐπάνω προεῖπα, τὸν δὲ πρὸς τὸν Φίλιππον πόλεμον ἐψη‐ φίσατο κατάμονον εἶναι, δοῦσα τῷ Τίτῳ τὴν ἐπι‐ | |
Hist.18.12.2 | τροπὴν ὑπὲρ τῶν Ἑλληνικῶν. ταχὺ δὲ τούτων εἰς τὴν Ἑλλάδα διασαφηθέντων ἐγεγόνει τῷ Τίτῳ πάντα κατὰ νοῦν, ἐπὶ βραχὺ μὲν καὶ ταὐτομάτου συνεργή‐ σαντος, τὸ δὲ πολὺ διὰ τῆς αὐτοῦ προνοίας ἁπάν‐ | |
Hist.18.12.3 | των κεχειρισμένων. πάνυ γὰρ ἀγχίνους, εἰ καί τις ἕτερος Ῥωμαίων, [καὶ] ὁ προειρημένος ἀνὴρ γέγο‐ | |
Hist.18.12.4 | νεν· οὕτως γὰρ εὐστόχως ἐχείριζε καὶ νουνεχῶς οὐ μόνον τὰς κοινὰς ἐπιβολάς, ἀλλὰ καὶ τὰς κατ’ ἰδίαν | |
Hist.18.12.5 | ἐντεύξεις, ὥσθ’ ὑπερβολὴν μὴ καταλιπεῖν. καίτοι | |
γε [καὶ] νέος ἦν κομιδῇ· πλείω γὰρ τῶν τριάκοντ’ ἐτῶν οὐκ εἶχε· καὶ πρῶτος εἰς τὴν Ἑλλάδα διαβε‐ βήκει μετὰ στρατοπέδων. — | ||
Hist.18.13.1 | Ἔμοιγε πολλάκις μὲν καὶ ἐπὶ πολλοῖς θαυμάζειν ἐπέρχεται τῶν ἀνθρωπείων ἁμαρτημάτων, μάλιστα | |
Hist.18.13.2 | δ’ ἐπὶ τῷ κατὰ τοὺς προδότας. διὸ καὶ βούλομαι τὰ πρέποντα τοῖς καιροῖς διαλεχθῆναι περὶ αὐτῶν. | |
Hist.18.13.3 | καίτοι γ’ οὐκ ἀγνοῶ διότι δυσθεώρητον ὁ τόπος ἔχει τι καὶ δυσπαράγραφον· τίνα γὰρ ὡς ἀληθῶς | |
Hist.18.13.4 | προδότην δεῖ νομίζειν, οὐ ῥᾴδιον ἀποφήνασθαι. δῆ‐ λον γὰρ ὡς οὔτε τοὺς ἐξ ἀκεραίου συντιθεμένους τῶν ἀνδρῶν πρός τινας βασιλεῖς ἢ δυνάστας κοι‐ | |
Hist.18.13.5 | νωνίαν πραγμάτων εὐθέως προδότας νομιστέον, οὔτε τοὺς κατὰ (τὰς) περιστάσεις μετατιθέντας τὰς αὑτῶν πατρίδας ἀπό τινων ὑποκειμένων πρὸς ἑτέρας φιλίας | |
Hist.18.13.6 | καὶ συμμαχίας, οὐδὲ τούτους. πολλοῦ γε δεῖν· ἐπεί‐ τοι γε πολλάκις οἱ τοιοῦτοι τῶν μεγίστων ἀγαθῶν | |
Hist.18.13.7 | γεγόνασιν αἴτιοι ταῖς ἰδίαις πατρίσιν. ἵνα δὲ μὴ πόρρωθεν τὰ παραδείγματα φέρωμεν, ἐξ αὐτῶν τῶν ἐνεστώτων ῥᾳδίως ἔσται τὸ λεγόμενον κατανοεῖν. | |
Hist.18.13.8 | εἰ γὰρ μὴ σὺν καιρῷ τότε μετέρριψε τοὺς Ἀχαιοὺς Ἀρίσταινος ἀπὸ τῆς Φιλίππου συμμαχίας πρὸς τὴν | |
Hist.18.13.9 | Ῥωμαίων, φανερῶς ἄρδην ἀπολώλει τὸ ἔθνος. νῦν δὲ χωρὶς τῆς παρ’ αὐτὸν τὸν καιρὸν ἀσφαλείας | |
ἑκάστοις περιγενομένης, αὐξήσεως τῶν Ἀχαιῶν ὁμο‐ λογουμένως ὁ προειρημένος ἀνὴρ κἀκεῖνο τὸ δια‐ | ||
Hist.18.13.10 | βούλιον αἴτιος ἐδόκει γεγονέναι· διὸ καὶ πάντες αὐτὸν οὐχ ὡς προδότην, ἀλλ’ ὡς εὐεργέτην καὶ σω‐ | |
Hist.18.13.11 | τῆρα τῆς χώρας ἐτίμων. ὁ δ’ αὐτὸς ἂν εἴη λόγος καὶ περὶ τῶν ἄλλων, ὅσοι κατὰ τὰς τῶν καιρῶν περιστάσεις τὰ παραπλήσια τούτοις πολιτεύονται καὶ πράττουσιν. | |
Hist.18.14.1 | Ἧι καὶ Δημοσθένην κατὰ πολλά τις ἂν ἐπαι‐ νέσας ἐν τούτῳ μέμψαιτο, διότι πικρότατον ὄνειδος τοῖς ἐπιφανεστάτοις τῶν Ἑλλήνων εἰκῇ καὶ ἀκρίτως | |
Hist.18.14.2 | προσέρριψε, φήσας ἐν μὲν Ἀρκαδίᾳ τοὺς περὶ Κερ‐ κιδᾶν καὶ Ἱερώνυμον καὶ Εὐκαμπίδαν προδότας γε‐ | |
Hist.18.14.3 | νέσθαι τῆς Ἑλλάδος, ὅτι Φιλίππῳ συνεμάχουν, ἐν δὲ Μεσσήνῃ τοὺς Φιλιάδου παῖδας Νέωνα καὶ Θρασύλοχον, ἐν Ἄργει δὲ τοὺς περὶ Μύρτιν καὶ | |
Hist.18.14.4 | Τελέδαμον καὶ Μνασέαν, παραπλησίως ἐν Θετταλίᾳ μὲν τοὺς περὶ Δάοχον καὶ Κινέαν, παρὰ δὲ Βοιω‐ | |
Hist.18.14.5 | τοῖς τοὺς περὶ Θεογείτονα καὶ Τιμόλαν· σὺν δὲ τούτοις καὶ πλείους ἑτέρους ἐξηρίθμηται, κατὰ πόλιν ὀνομάζων, καίτοι γε πάντων μὲν τῶν προειρημένων ἀνδρῶν πολὺν ἐχόντων λόγον καὶ φαινόμενον ὑπὲρ | |
5 | τῶν καθ’ αὑτοὺς δικαίων, πλεῖστον δὲ τῶν ἐξ Ἀρ‐ | |
Hist.18.14.6 | καδίας καὶ Μεσσήνης. οὗτοι γὰρ ἐπισπασάμενοι Φίλιππον εἰς Πελοπόννησον καὶ ταπεινώσαντες Λακεδαιμονίους πρῶτον μὲν ἐποίησαν ἀναπνεῦσαι καὶ λαβεῖν ἐλευθερίας ἔννοιαν πάντας τοὺς τὴν | |
Hist.18.14.7 | Πελοπόννησον κατοικοῦντας, ἔπειτα δὲ τὴν χώραν ἀνακομισάμενοι καὶ τὰς πόλεις, ἃς παρῄρηντο Λακε‐ | |
δαιμόνιοι κατὰ τὴν εὐκαιρίαν Μεσσηνίων, Μεγαλο‐ πολιτῶν, Τεγεατῶν, Ἀργείων, ηὔξησαν τὰς ἑαυτῶν | ||
Hist.18.14.8 | πατρίδας ὁμολογουμένως· ἀνθ’ ὧν οὐ πολεμεῖν ὤφειλον Φιλίππῳ καὶ Μακεδόσιν, ἀλλὰ πάντα κατὰ δύναμιν ἐνεργεῖν ὅσα πρὸς δόξαν καὶ τιμὴν ἀνῆκεν. | |
Hist.18.14.9 | εἰ μὲν οὖν ταῦτ’ ἔπραττον ἢ φρουρὰν παρὰ Φιλίππου δεχόμενοι ταῖς πατρίσιν ἢ καταλύοντες τοὺς νόμους ἀφῃροῦντο τὴν ἐλευθερίαν καὶ παρρησίαν τῶν πολι‐ τῶν χάριν τῆς ἰδίας πλεονεξίας ἢ δυναστείας, ἄξιοι | |
Hist.18.14.10 | τῆς προσηγορίας ἦσαν ταύτης· εἰ δὲ τηροῦντες τὰ πρὸς τὰς πατρίδας δίκαια κρίσει πραγμάτων διεφέ‐ ροντο, νομίζοντες οὐ ταὐτὸ συμφέρον Ἀθηναίοις εἶναι καὶ ταῖς ἑαυτῶν πόλεσιν, οὐ δήπου διὰ τοῦτο | |
5 | καλεῖσθαι προδότας ἐχρῆν αὐτοὺς ὑπὸ Δημοσθέ‐ | |
Hist.18.14.11 | νους. ὁ δὲ πάντα μετρῶν πρὸς τὸ τῆς ἰδίας πατρί‐ δος συμφέρον, καὶ πάντας ἡγούμενος δεῖν τοὺς Ἕλληνας ἀποβλέπειν πρὸς Ἀθηναίους, εἰ δὲ μή, προδότας ἀποκαλῶν, ἀγνοεῖν μοι δοκεῖ καὶ πολὺ | |
Hist.18.14.12 | παραπαίειν τῆς ἀληθείας [ὃ πεποίηκε Δημοσθένης], ἄλλως τε δὴ καὶ τῶν συμβάντων τότε τοῖς Ἕλλησιν οὐ Δημοσθένει μεμαρτυρηκότων ὅτι καλῶς πρου‐ νοήθη τοῦ μέλλοντος, ἀλλ’ Εὐκαμπίδᾳ καὶ Ἱερω‐ | |
Hist.18.14.13 | νύμῳ καὶ Κερκιδᾷ καὶ τοῖς Φιλιάδου παισίν. Ἀθη‐ ναίοις μὲν γὰρ τῆς πρὸς Φίλιππον ἀντιπαραγωγῆς τὸ τέλος ἀπέβη τὸ πεῖραν λαβεῖν τῶν μεγίστων συμπτωμάτων πταίσασι τῇ μάχῃ τῇ περὶ Χαιρώ‐ | |
Hist.18.14.14 | νειαν· εἰ δὲ μὴ διὰ τὴν τοῦ βασιλέως μεγαλοψυχίαν καὶ φιλοδοξίαν, καὶ πορρωτέρω τὰ τῆς ἀτυχίας ἂν αὐτοῖς προύβη διὰ τὴν Δημοσθένους πολιτείαν. | |
Hist.18.14.15 | διὰ δὲ τοὺς προειρημένους ἄνδρας κοινῇ μὲν Ἀρ‐ κάσι καὶ Μεσσηνίοις ἀπὸ Λακεδαιμονίων ἀσφάλεια | |
καὶ ῥᾳστώνη παρεσκευάσθη, κατ’ ἰδίαν δὲ ταῖς αὐτῶν πατρίσι πολλὰ καὶ λυσιτελῆ συνεξηκολού‐ | ||
5 | θησε. | |
Hist.18.15.1 | Τίσιν οὖν εἰκότως ἂν ἐπιφέροι τις τὴν ὀνομα‐ | |
Hist.18.15.2 | σίαν ταύτην, ἔστι μὲν δυσπαράγραφον· μάλιστα δ’ ἂν προστρέχοι πρὸς τὴν ἀλήθειαν ἐπὶ τοὺς τοιού‐ τους φέρων, ὅσοι τῶν ἀνδρῶν κατὰ τὰς ὁλοσχερεῖς περιστάσεις ἢ τῆς ἰδίας ἀσφαλείας καὶ λυσιτελείας | |
5 | χάριν ἢ τῆς πρὸς τοὺς ἀντιπολιτευομένους διαφορᾶς | |
Hist.18.15.3 | ἐγχειρίζουσι τοῖς ἐχθροῖς τὰς πόλεις, ἢ καὶ νὴ Δία πάλιν ὅσοι φρουρὰν εἰσδεχόμενοι καὶ συγχρώμενοι ταῖς ἔξωθεν ἐπικουρίαις πρὸς τὰς ἰδίας ὁρμὰς καὶ προθέσεις ὑποβάλλουσι τὰς πατρίδας ὑπὸ τὴν τῶν | |
Hist.18.15.4 | πλεῖον δυναμένων ἐξουσίαν. τοὺς τοιούτους ὑπὸ τὸ τῆς προδοσίας ὄνομα μετρίως ἄν τις ὑποτάττοι | |
Hist.18.15.5 | πάντας. οἷς λυσιτελὲς μὲν ἀληθῶς ἢ καλὸν οὐδὲν οὐδέποτε συνεξηκολούθησε, τὰ δ’ ἐναντία πᾶσιν | |
Hist.18.15.6 | ὁμολογουμένως. ᾗ καὶ θαυμάζειν ἔστι πρὸς τὸν ἐξ ἀρχῆς λόγον, πρὸς τί ποτε βλέποντες ἢ τίσι χρώ‐ μενοι διαλογισμοῖς ὁρμῶσι πρὸς τὴν τοιαύτην ἀτυ‐ | |
Hist.18.15.7 | χίαν. οὔτε γὰρ ἔλαθε πώποτε προδοὺς οὐδεὶς πόλιν ἢ στρατόπεδον ἢ φρούριον, ἀλλὰ κἂν παρ’ αὐτὸν τὸν τῆς πράξεως καιρὸν ἀγνοηθῇ τις, ὅ γ’ ἐπιγινό‐ | |
Hist.18.15.8 | μενος χρόνος ἐποίησε φανεροὺς ἅπαντας· οὐδὲ μὴν γνωσθεὶς οὐδεὶς οὐδέποτε μακάριον ἔσχε βίον, ἀλλ’ ὡς μὲν ἐπίπαν ὑπ’ αὐτῶν τούτων οἷς χαρίζονται | |
Hist.18.15.9 | τυγχάνουσι τῆς ἁρμοζούσης τιμωρίας. χρῶνται μὲν γὰρ τοῖς προδόταις οἱ στρατηγοὶ καὶ δυνάσται πολ‐ | |
λάκις διὰ τὸ συμφέρον· ὅταν γε μὴν ἀποχρήσωνται, χρῶνται λοιπὸν ὡς προδόταις, κατὰ τὸν Δημοσθέ‐ | ||
Hist.18.15.10 | νην, μάλ’ εἰκότως ἡγούμενοι τὸν ἐγχειρίσαντα τοῖς ἐχθροῖς τὴν πατρίδα καὶ τοὺς ἐξ ἀρχῆς φίλους μη‐ δέποτ’ ἂν εὔνουν σφίσι γενέσθαι μηδὲ διαφυλάξαι | |
Hist.18.15.11 | τὴν πρὸς αὐτοὺς πίστιν. οὐ μὴν ἀλλ’ ἐὰν καὶ τὰς τούτων διαφύγωσι χεῖρας, τάς γε δὴ τῶν παρα‐ | |
Hist.18.15.12 | σπονδηθέντων οὐ ῥᾳδίως ἐκφυγγάνουσιν. ἐὰν δέ ποτε καὶ τὰς ἀμφοτέρων τούτων ἐπιβουλὰς διολί‐ σθωσιν, ἥ γε παρὰ τοῖς ἄλλοις ἀνθρώποις φήμη τιμωρὸς αὐτοῖς ἕπεται παρ’ ὅλον τὸν βίον, πολλοὺς | |
5 | μὲν φόβους ψευδεῖς, πολλοὺς δ’ ἀληθεῖς παριστά‐ νουσα καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν, πᾶσι δὲ συν‐ εργοῦσα καὶ συνυποδεικνύουσα τοῖς κακόν τι κατ’ | |
Hist.18.15.13 | ἐκείνων βουλευομένοις, τὸ δὲ τελευταῖον οὐδὲ κατὰ τοὺς ὕπνους ἐῶσα λήθην αὐτοὺς ἔχειν τῶν ἡμαρτη‐ μένων, ἀλλ’ ὀνειρώττειν ἀναγκάζουσα πᾶν γένος ἐπιβουλῆς καὶ περιπετείας, ἅτε συνειδότας ἑαυτοῖς | |
5 | τὴν ὑπάρχουσαν ἐκ πάντων ἀλλοτριότητα πρὸς σφᾶς | |
Hist.18.15.14 | καὶ τὸ κοινὸν μῖσος. ἀλλ’ ὅμως τούτων οὕτως ἐχόν‐ των οὐδεὶς οὐδέποτε δεηθεὶς ἠπόρησε προδότου πλὴν | |
Hist.18.15.15 | τελέως ὀλίγων τινῶν. ἐξ ὧν εἰκότως εἴποι τις ἂν ὅτι τὸ τῶν ἀνθρώπων γένος, δοκοῦν πανουργότατον εἶναι τῶν ζῴων, πολὺν ἔχει λόγον τοῦ φαυλότατον | |
Hist.18.15.16 | ὑπάρχειν. τὰ μὲν γὰρ ἄλλα ζῷα, ταῖς τοῦ σώματος ἐπιθυμίαις αὐταῖς δουλεύοντα, διὰ μόνας ταύτας σφάλλεται· τὸ δὲ τῶν ἀνθρώπων γένος, καίπερ δε‐ | |
δοξοποιημένον, οὐχ ἧττον διὰ τὴν ἀλογιστίαν ἢ διὰ | ||
Hist.18.15.17 | τὴν φύσιν ἁμαρτάνει. καὶ ταῦτα μὲν ἡμῖν ἐπὶ τοσ‐ οῦτον εἰρήσθω. — | |
Hist.18.16.1 | Ὅτι ὁ βασιλεὺς Ἄτταλος ἐτιμᾶτο μὲν καὶ πρό‐ τερον ὑπὸ τῆς τῶν Σικυωνίων πόλεως διαφερόντως, ἐξ οὗ τὴν ἱερὰν χώραν τοῦ Ἀπόλλωνος ἐλυτρώσατο | |
Hist.18.16.2 | χρημάτων αὐτοῖς οὐκ ὀλίγων, ἀνθ’ ὧν καὶ τὸν κολοσσὸν αὐτοῦ τὸν δεκάπηχυν ἔστησαν παρὰ τὸν | |
Hist.18.16.3 | Ἀπόλλωνα τὸν κατὰ τὴν ἀγοράν. τότε δὲ πάλιν αὐτοῦ δέκα τάλαντα δόντος καὶ μυρίους μεδίμνους πυρῶν, πολλαπλασίως ἐπιταθέντες ταῖς εὐνοίαις εἰκόνα τε χρυσῆν ἐψηφίσαντο καὶ θυσίαν αὐτῷ συν‐ | |
Hist.18.16.4 | τελεῖν κατ’ ἔτος ἐνομοθέτησαν. Ἄτταλος μὲν οὖν τυχὼν τῶν τιμῶν τούτων ἀπῆρεν εἰς Κεγχρεάς. — | |
Hist.18.17.1 | Ὅτι Νάβις ὁ τύραννος ἀπολιπὼν ἐπὶ τῆς τῶν Ἀργείων πόλεως Τιμοκράτην τὸν Πελληνέα διὰ τὸ μάλιστα τούτῳ πιστεύειν καὶ χρῆσθαι πρὸς τὰς ἐπι‐ φανεστάτας πράξεις, ἐπανῆλθεν εἰς τὴν Σπάρτην, | |
Hist.18.17.2 | καὶ μετά τινας ἡμέρας ἐξέπεμψε τὴν γυναῖκα, δοὺς ἐντολὰς παραγενομένην εἰς Ἄργος περὶ πόρον γί‐ | |
Hist.18.17.3 | νεσθαι χρημάτων. ἡ δ’ ἀφικομένη πολὺ κατὰ τὴν | |
Hist.18.17.4 | ὠμότητα Νάβιν ὑπερέθετο· ἀνακαλεσαμένη γὰρ τῶν γυναικῶν τινὰς μὲν κατ’ ἰδίαν, τινὰς δὲ κατὰ συγγένειαν, πᾶν γένος αἰκίας καὶ βίας προσέφερε, | |
Hist.18.17.5 | μέχρι σχεδὸν ἁπασῶν οὐ μόνον τὸν χρυσοῦν ἀφείλετο κόσμον, ἀλλὰ καὶ τὸν ἱματισμὸν τὸν πο‐ λυτελέστατον. — | |
Hist.18.17.6 | Ὁ δὲ Ἄτταλος περιβαλλόμενος πλείω λόγον, ὑπ‐ εμίμνησκεν αὐτοὺς τῆς ἀνέκαθεν τῶν προγόνων ἀρετῆς. — | |
Hist.18.18.1 | Ὁ δὲ Τίτος οὐ δυνάμενος ἐπιγνῶναι τοὺς πολε‐ μίους ᾗ στρατοπεδεύουσι, τοῦτο δὲ σαφῶς εἰδὼς ὅτι πάρεισιν εἰς Θετταλίαν, προσέταξε κόπτειν χάρακα πᾶσιν ἕνεκα τοῦ παρακομίζειν μεθ’ αὑτῶν πρὸς τὰς | |
Hist.18.18.2 | ἐκ τοῦ καιροῦ χρείας. τοῦτο δὲ κατὰ μὲν τὴν Ἑλλη‐ νικὴν ἀγωγὴν ἀδύνατον εἶναι δοκεῖ, κατὰ δὲ τὴν | |
Hist.18.18.3 | τῶν Ῥωμαίων εὔκοπον. οἱ μὲν γὰρ Ἕλληνες μόλις αὐτῶν κρατοῦσι τῶν σαρισῶν ἐν ταῖς πορείαις καὶ | |
Hist.18.18.4 | μόλις ὑπομένουσι τὸν ἀπὸ τούτων κόπον, Ῥωμαῖοι δὲ τοὺς μὲν θυρεοὺς τοῖς ὀχεῦσι τοῖς σκυτίνοις ἐκ τῶν ὤμων ἐξηρτηκότες, ταῖς δὲ χερσὶν αὐτοὺς τοὺς γαίσους φέροντες, ἐπιδέχονται τὴν παρακομιδὴν τοῦ | |
Hist.18.18.5 | χάρακος. ἅμα δὲ καὶ μεγάλην εἶναι συμβαίνει τὴν | |
Hist.18.18.6 | διαφορὰν τούτων· οἱ μὲν γὰρ Ἕλληνες τοῦτον ἡγοῦνται χάρακα βέλτιστον, ὃς ἂν ἔχῃ πλείστας ἐκ‐ | |
Hist.18.18.7 | φύσεις καὶ μεγίστας πέριξ τοῦ πρέμνου, παρὰ δὲ Ῥωμαίοις δύο κεραίας ἢ τρεῖς ἔχουσιν οἱ χάρακες, ὁ δὲ πλείστας τέτταρας· καὶ ταύτας *** ἔχοντες λαμ‐ | |
Hist.18.18.8 | βάνονται *** οὐκ ἐναλλάξ. ἐκ δὲ τούτου συμβαίνει τήν τε κομιδὴν εὐχερῆ γίνεσθαι τελέως—ὁ γὰρ εἷς ἀνὴρ φέρει τρεῖς καὶ τέτταρας συνθεὶς ἐπ’ ἀλλή‐ | |
Hist.18.18.9 | λους—τήν τε χρείαν ἀσφαλῆ διαφερόντως. ὁ μὲν (γὰρ) τῶν Ἑλλήνων ὅταν τεθῇ πρὸ τῆς παρεμβολῆς, | |
Hist.18.18.10 | πρῶτον μέν ἐστιν εὐδιάσπαστος· ὅταν γὰρ τὸ μὲν | |
κρατοῦν καὶ πιεζούμενον ὑπὸ τῆς γῆς ἓν ὑπάρχῃ μόνον, αἱ δ’ ἀποφύσεις ἐκ τούτου πολλαὶ καὶ με‐ γάλαι, κἄπειτα δύο παραστάντες ἢ τρεῖς ἐκ τῶν | ||
5 | ἀποφύσεων ἐπισπάσωνται τὸν αὐτὸν χάρακα, ῥᾳδίως | |
Hist.18.18.11 | ἐκσπᾶται. τούτου δὲ συμβάντος εὐθέως πύλη γί‐ νεται διὰ τὸ μέγεθος καὶ τὰ παρακείμενα λέλυται, τῷ βραχείας τὰς εἰς ἀλλήλους ἐμπλοκὰς καὶ τὰς | |
Hist.18.18.12 | ἐπαλλάξεις γίνεσθαι τοῦ τοιούτου χάρακος. παρὰ δὲ Ῥωμαίοις συμβαίνει τοὐναντίον. τιθέασι γὰρ εὐθέως ἐμπλέκοντες εἰς ἀλλήλους οὕτως ὥστε μήτε τὰς κεραίας εὐχερῶς ἐπιγνῶναι, ποίας εἰσὶν ἐκφύ‐ | |
5 | σεως τῶν ἐν τῇ γῇ κατωρυγμένων, μήτε τὰς ἐκφύ‐ | |
Hist.18.18.13 | σεις, ποίων κεραιῶν. λοιπὸν οὔτ’ ἐπιλαβέσθαι παρεί‐ ραντα τὴν χεῖρα δυνατόν, ἅτε πυκνῶν οὐσῶν καὶ προσπιπτουσῶν αὑταῖς, ἔτι δὲ φιλοπόνως ἀπωξυμ‐ | |
Hist.18.18.14 | μένων τῶν κεραιῶν, οὔτ’ ἐπιλαβόμενον ἐκσπάσαι ῥᾴδιον διὰ τὸ πρῶτον μὲν πάσας τὰς προσβολὰς σχεδὸν αὐτοκράτορα τὴν ἐκ τῆς γῆς δύναμιν ἔχειν, | |
Hist.18.18.15 | δεύτερον δὲ τῷ τὸν μίαν ἐπισπώμενον κεραίαν πολλοὺς ἀναγκάζεσθαι πειθομένους ἅμα βαστάζειν διὰ τὴν εἰς ἀλλήλους ἐμπλοκήν· δύο δὲ καὶ τρεῖς | |
Hist.18.18.16 | ἐπιλαβέσθαι ταὐτοῦ χάρακος οὐδ’ ὅλως εἰκός. ἐὰν δέ ποτε καὶ κατακρατήσας ἐκσπάσῃ τις ἕνα καὶ δεύ‐ | |
Hist.18.18.17 | τερον, ἀνεπιγνώστως γίνεται τὸ διάστημα. διὸ καὶ μεγάλης (οὔσης) διαφορᾶς τῷ καὶ τὴν εὕρεσιν ἑτοί‐ μην εἶναι τοῦ τοιούτου χάρακος καὶ τὴν κομιδὴν | |
Hist.18.18.18 | εὐχερῆ καὶ τὴν χρείαν ἀσφαλῆ καὶ μόνιμον, φανε‐ ρὸν ὡς εἰ καί τι τῶν ἄλλων πολεμικῶν ἔργων ἄξιον ζήλου καὶ μιμήσεως ὑπάρχει παρὰ Ῥωμαίοις, καὶ | |
τοῦτο, κατά γε τὴν ἐμὴν γνώμην. | ||
Hist.18.19.1 | Πλὴν ὅ γε Τίτος ἑτοιμασάμενος ταῦτα πρὸς τὰς ἐκ τοῦ καιροῦ χρείας, προῆγε παντὶ τῷ στρατεύματι βάδην, ἀποσχὼν δὲ περὶ πεντήκοντα στάδια τῆς τῶν | |
Hist.18.19.2 | Φεραίων πόλεως αὐτοῦ παρενέβαλε. κατὰ δὲ τὴν ἐπιοῦσαν ὑπὸ τὴν ἑωθινὴν ἐξέπεμπε τοὺς κατοπτεύ‐ σοντας καὶ διερευνησομένους, εἴ τινα δυνηθεῖεν λα‐ βεῖν ἀφορμὴν εἰς τὸ γνῶναι ποῦ ποτ’ εἰσὶ καὶ τί | |
Hist.18.19.3 | πράττουσιν οἱ πολέμιοι. Φίλιππος δὲ [καὶ] κατὰ τὸν αὐτὸν καιρὸν πυνθανόμενος τοὺς Ῥωμαίους στρατοπεδεύειν περὶ τὰς Θήβας, ἐξάρας ἀπὸ τῆς Λαρίσης παντὶ τῷ στρατεύματι προῆγε, ποιούμενος | |
Hist.18.19.4 | τὴν πορείαν ὡς ἐπὶ τὰς Φεράς. ἀποσχὼν δὲ περὶ τριάκοντα στάδια, τότε μὲν αὐτοῦ καταστρατοπεδεύ‐ σας ἐν ὥρᾳ παρήγγειλε πᾶσι γίνεσθαι περὶ τὴν τοῦ | |
Hist.18.19.5 | σώματος θεραπείαν, ὑπὸ δὲ τὴν ἑωθινὴν ἐξεγείρας τὴν δύναμιν τοὺς μὲν εἰθισμένους προπορεύεσθαι τῆς δυνάμεως προεξαπέστειλε, συντάξας ὑπερβάλλειν τὰς ὑπὲρ τὰς Φερὰς ἀκρολοφίας, αὐτὸς δὲ τῆς ἡμέ‐ | |
5 | ρας διαφαινούσης ἐκίνει τὴν δύναμιν ἐκ τοῦ χάρακος. | |
Hist.18.19.6 | παρ’ ὀλίγον μὲν οὖν ἦλθον ἀμφοτέρων οἱ προεξαπε‐ σταλμένοι τοῦ συμπεσεῖν ἀλλήλοις περὶ τὰς ὑπερβο‐ | |
Hist.18.19.7 | λάς· προϊδόμενοι γὰρ σφᾶς αὐτοὺς ὑπὸ τὴν ὄρφνην ἐκ πάνυ βραχέος διαστήματος ἐπέστησαν, καὶ ταχέως ἔπεμπον, ἀποδηλοῦντες ἀμφότεροι τοῖς ἡγεμόσι τὸ | |
Hist.18.19.8 | γεγονὸς καὶ πυνθανόμενοι τί δέον εἴη ποιεῖν. *** ἐπὶ τῶν ὑποκειμένων στρατοπεδειῶν κἀκείνους ἀνα‐ | |
Hist.18.19.9 | καλεῖσθαι. τῇ δ’ ἐπαύριον ἐξέπεμψαν ἀμφότεροι κατασκοπῆς ἕνεκα τῶν ἱππέων καὶ τῶν εὐζώνων περὶ | |
τριακοσίους ἑκατέρων, ἐν οἷς ὁ Τίτος καὶ τῶν Αἰτω‐ λῶν δύ’ οὐλαμοὺς ἐξαπέστειλε διὰ τὴν ἐμπειρίαν | ||
Hist.18.19.10 | τῶν τόπων· οἳ καὶ συμμίξαντες ἀλλήλοις ἐπὶ τάδε τῶν Φερῶν ὡς πρὸς Λάρισαν συνέβαλλον ἐκθύμως. | |
Hist.18.19.11 | τῶν δὲ περὶ τὸν Εὐπόλεμον τὸν Αἰτωλὸν εὐρώστως κινδυνευόντων καὶ συνεκκαλουμένων τοὺς Ἰταλικοὺς πρὸς τὴν χρείαν, θλίβεσθαι συνέβαινε τοὺς Μακε‐ | |
Hist.18.19.12 | δόνας. καὶ τότε μὲν ἐπὶ πολὺν χρόνον ἀκροβολι‐ σάμενοι διεχωρίσθησαν εἰς τὰς αὑτῶν παρεμβολάς· | |
Hist.18.20.1 | κατὰ δὲ τὴν ἐπιοῦσαν ἀμφότεροι δυσαρεστούμενοι τοῖς περὶ τὰς Φερὰς τόποις διὰ τὸ καταφύτους εἶναι καὶ πλήρεις αἱμασιῶν καὶ κηπίων ἀνέζυξαν. | |
Hist.18.20.2 | ὁ μὲν οὖν Φίλιππος ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τὴν Σκοτοῦσσαν, σπεύδων ἐκ ταύτης τῆς πόλεως ἐφο‐ διάσασθαι, μετὰ δὲ ταῦτα γενόμενος εὐτρεπὴς λα‐ | |
Hist.18.20.3 | βεῖν τόπους ἁρμόζοντας ταῖς αὑτοῦ δυνάμεσιν· ὁ δὲ Τίτος ὑποπτεύσας τὸ μέλλον ἐκίνει τὴν δύναμιν ἅμα τῷ Φιλίππῳ, σπεύδων προκαταφθεῖραι τὸν ἐν | |
Hist.18.20.4 | τῇ Σκοτουσσαίᾳ σῖτον. τῆς δ’ ἑκατέρων πορείας μεταξὺ κειμένων ὄχθων ὑψηλῶν, οὔθ’ οἱ Ῥωμαῖοι συνεώρων τοὺς Μακεδόνας, ποῖ ποιοῦνται τὴν πο‐ | |
Hist.18.20.5 | ρείαν, οὔθ’ οἱ Μακεδόνες τοὺς Ῥωμαίους. ταύτην μὲν (οὖν) τὴν ἡμέραν ἑκάτεροι διανύσαντες, ὁ μὲν Τίτος ἐπὶ τὴν προσαγορευομένην Ἐρέτριαν τῆς (Φθιώτιδος χώρας), ὁ δὲ Φίλιππος ἐπὶ τὸν Ὀγχη‐ | |
5 | στὸν ποταμόν, αὐτοῦ κατέζευξαν, ἀγνοοῦντες ἀμ‐ | |
Hist.18.20.6 | φότεροι τὰς ἀλλήλων παρεμβολάς· τῇ δ’ ὑστεραίᾳ προελθόντες ἐστρατοπέδευσαν, Φίλιππος μὲν ἐπὶ τὸ | |
Μελάμβιον προσαγορευόμενον τῆς Σκοτουσσαίας, Τίτος δὲ περὶ τὸ Θετίδειον τῆς Φαρσαλίας, ἀκμὴν | ||
Hist.18.20.7 | ἀγνοοῦντες ἀλλήλους. ἐπιγενομένου δ’ ὄμβρου καὶ βροντῶν ἐξαισίων, πάντα συνέβη τὸν ἀέρα τὸν ἐκ τῶν νεφῶν κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ὑπὸ τὴν ἑωθινὴν πεσεῖν ἐπὶ τὴν γῆν, ὥστε διὰ τὸν ἐφε‐ | |
5 | στῶτα ζόφον μηδὲ τοὺς ἐν ποσὶ δύνασθαι βλέπειν. | |
Hist.18.20.8 | οὐ μὴν ἀλλ’ ὅ γε Φίλιππος κατανύσαι σπεύδων ἐπὶ τὸ προκείμενον, ἀναζεύξας προῄει μετὰ πάσης τῆς | |
Hist.18.20.9 | στρατιᾶς. δυσχρηστούμενος δὲ κατὰ τὴν πορείαν διὰ τὴν ὀμίχλην, βραχὺν τόπον διανύσας τὴν μὲν δύνα‐ μιν εἰς χάρακα παρενέβαλε, τὴν δ’ ἐφεδρείαν ἀπέ‐ στειλε, συντάξας ἐπὶ τοὺς ἄκρους ἐπιβαλεῖν τῶν | |
5 | μεταξὺ κειμένων βουνῶν. | |
Hist.18.21.1 | Ὁ δὲ Τίτος στρατοπεδεύων περὶ τὸ Θετίδειον, καὶ διαπορούμενος ὑπὲρ τῶν πολεμίων ποῦ ποτ’ εἰσί, δέκα προθέμενος οὐλαμοὺς καὶ τῶν εὐζώνων εἰς χιλίους ἐξαπέστειλε, παρακαλέσας εὐλαβῶς ἐξε‐ | |
Hist.18.21.2 | ρευνωμένους ἐπιπορεύεσθαι τὴν χώραν· οἳ καὶ προάγοντες ὡς ἐπὶ τὰς ὑπερβολὰς ἔλαθον ἐμπεσόν‐ τες εἰς τὴν τῶν Μακεδόνων ἐφεδρείαν διὰ τὸ δύσ‐ | |
Hist.18.21.3 | οπτον τῆς ἡμέρας. οὗτοι μὲν οὖν ἐν ταῖς ἀρ‐ χαῖς ἐπὶ βραχὺ διαταραχθέντες ἀμφότεροι μετ’ ὀλί‐ γον ἤρξαντο καταπειράζειν ἀλλήλων, διεπέμψαντο δὲ καὶ πρὸς τοὺς ἑαυτῶν ἡγεμόνας ἑκάτεροι τοὺς | |
Hist.18.21.4 | διασαφήσοντας τὸ γεγονός· ἐπειδὴ δὲ κατὰ τὴν συμ‐ πλοκὴν οἱ Ῥωμαῖοι κατεβαροῦντο καὶ κακῶς ἔπασχον ὑπὸ τῆς τῶν Μακεδόνων ἐφεδρείας, πέμποντες εἰς | |
Hist.18.21.5 | τὴν ἑαυτῶν παρεμβολὴν ἐδέοντο σφίσι βοηθεῖν. ὁ δὲ Τίτος, παρακαλέσας τοὺς περὶ τὸν Ἀρχέδαμον καὶ τὸν Εὐπόλεμον Αἰτωλοὺς καὶ δύο τῶν παρ’ αὑτοῦ χιλιάρχων, ἐξέπεμψε μετὰ πεντακοσίων ἱππέων | |
Hist.18.21.6 | καὶ δισχιλίων πεζῶν. ὧν προσγενομένων τοῖς ἐξ ἀρχῆς ἀκροβολιζομένοις, παραυτίκα τὴν ἐναντίαν ἔσχε | |
Hist.18.21.7 | διάθεσιν ὁ κίνδυνος· οἱ μὲν γὰρ Ῥωμαῖοι, προσλα‐ βόντες τὴν ἐκ τῆς βοηθείας ἐλπίδα διπλασίως ἐπερ‐ | |
Hist.18.21.8 | ρώσθησαν πρὸς τὴν χρείαν, οἱ δὲ Μακεδόνες ἠμύνοντο μὲν γενναίως, πιεζούμενοι δὲ πάλιν οὗτοι καὶ κατα‐ βαρούμενοι τοῖς ὅλοις προσέφυγον πρὸς τοὺς ἄκρους καὶ διεπέμποντο πρὸς τὸν βασιλέα περὶ βοηθείας. | |
Hist.18.22.1 | Ὁ δὲ Φίλιππος οὐδέποτ’ ἂν ἐλπίσας κατ’ ἐκεί‐ νην τὴν ἡμέραν ὁλοσχερῆ γενέσθαι κίνδυνον διὰ τὰς προειρημένας αἰτίας, ἀφεικὼς ἔτυχε καὶ πλείους ἐκ | |
Hist.18.22.2 | τῆς παρεμβολῆς ἐπὶ χορτολογίαν. τότε δὲ πυνθανό‐ μενος τὰ συμβαίνοντα παρὰ τῶν διαποστελλομένων, καὶ τῆς ὀμίχλης ἤδη διαφαινούσης, παρακαλέσας Ἡρακλείδην τε τὸν Γυρτώνιον, ὃς ἡγεῖτο τῆς Θεττα‐ | |
5 | λικῆς ἵππου, καὶ Λέοντα τὸν τῶν Μακεδόνων ἱπ‐ πάρχην ἐξέπεμπε, σὺν δὲ τούτοις Ἀθηναγόραν ἔχοντα πάντας τοὺς μισθοφόρους πλὴν τῶν Θρᾳ‐ | |
Hist.18.22.3 | κῶν. συναψάντων δὲ τούτων τοῖς ἐν ταῖς ἐφεδρεί‐ αις, καὶ προσγενομένης τοῖς Μακεδόσι βαρείας χει‐ ρός, ἐνέκειντο τοῖς πολεμίοις· καὶ πάλιν οὗτοι τοὺς Ῥωμαίους ἤλαυνον ἐκ μεταβολῆς ἀπὸ τῶν ἄκρων. | |
Hist.18.22.4 | μέγιστον δ’ αὐτοῖς ἐμπόδιον ἦν τοῦ μὴ τρέψασθαι τοὺς πολεμίους ὁλοσχερῶς ἡ τῶν Αἰτωλικῶν ἱππέων φιλοτιμία· πάνυ γὰρ ἐκθύμως οὗτοι καὶ παραβόλως | |
Hist.18.22.5 | ἐκινδύνευον. Αἰτωλοὶ γάρ, καθ’ ὅσον ἐν τοῖς πεζικοῖς ἐλλιπεῖς εἰσι καὶ τῷ καθοπλισμῷ καὶ τῇ συντάξει πρὸς τοὺς ὁλοσχερεῖς ἀγῶνας, κατὰ τοσοῦ‐ τον τοῖς ἱππικοῖς διαφέρουσι πρὸς τὸ βέλτιον τῶν | |
5 | ἄλλων Ἑλλήνων ἐν τοῖς κατὰ μέρος καὶ κατ’ ἰδίαν | |
Hist.18.22.6 | κινδύνοις. διὸ καὶ τότε τούτων παρακατασχόντων τὴν ἐπιφορὰν τῶν πολεμίων, οὐκέτι συνηλάσθησαν ἕως εἰς τοὺς ἐπιπέδους τόπους, βραχὺ δ’ ἀποσχόν‐ | |
Hist.18.22.7 | τες ἐκ μεταβολῆς ἔστησαν. ὁ δὲ Τίτος, θεωρῶν οὐ μόνον τοὺς εὐζώνους καὶ τοὺς ἱππέας ἐγκεκλικότας, ἀλλὰ διὰ τούτους καὶ τὴν ὅλην δύναμιν ἐπτοημένην, ἐξῆγε τὸ στράτευμα πᾶν καὶ παρενέβαλε πρὸς τοῖς | |
Hist.18.22.8 | βουνοῖς. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἕτερος ἐφ’ ἑτέρῳ τῶν ἐκ τῆς ἐφεδρείας Μακεδόνων ἔθει πρὸς τὸν Φίλιππον, ἀναβοῶν “Βασιλεῦ, φεύγουσιν οἱ πολέμιοι· μὴ παρῇς τὸν καιρόν· οὐ μένουσιν ἡμᾶς | |
5 | οἱ βάρβαροι· σὴ νῦν ἐστιν ἡμέρα, σὸς ὁ καιρός.” | |
Hist.18.22.9 | ὥστε τὸν Φίλιππον, καίπερ οὐκ εὐδοκούμενον τοῖς τόποις, ὅμως ἐκκληθῆναι πρὸς τὸν κίνδυνον. οἱ γὰρ προειρημένοι λόφοι καλοῦνται μὲν Κυνὸς Κεφαλαί, τραχεῖς δ’ εἰσὶ καὶ περικεκλασμένοι καὶ πρὸς ὕψος | |
Hist.18.22.10 | ἱκανὸν ἀνατείνοντες. διὸ καὶ προορώμενος ὁ Φίλιπ‐ πος τὴν δυσχρηστίαν τῶν τόπων, ἐξ ἀρχῆς μὲν οὐδαμῶς ἡρμόζετο πρὸς ἀγῶνα· τότε δὲ παρορ‐ μηθεὶς διὰ τὴν ὑπερβολὴν τῆς εὐελπιστίας τῶν | |
5 | ἀγγελλόντων ἕλκειν παρήγγελλε τὴν δύναμιν ἐκ τοῦ χάρακος. | |
Hist.18.23.1 | Ὁ δὲ Τίτος παρεμβαλὼν τὴν αὑτοῦ στρατιὰν ἑξῆς ἅπασαν, ἅμα μὲν ἐφήδρευε τοῖς προκινδυνεύ‐ ουσιν, ἅμα δὲ παρεκάλει τὰς τάξεις ἐπιπορευόμενος. | |
Hist.18.23.2 | ἡ δὲ παράκλησις ἦν αὐτοῦ βραχεῖα μέν, ἐμφαντικὴ δὲ καὶ γνώριμος τοῖς ἀκούουσιν. ἐναργῶς γὰρ ὑπὸ τὴν ὄψιν ἐνδεικνύμενος ἔλεγε τοῖς αὑτοῦ στρατιώ‐ | |
Hist.18.23.3 | ταις “Οὐχ οὗτοι Μακεδόνες εἰσίν, ὦ ἄνδρες, οὓς ὑμεῖς προκατέχοντας ἐν Μακεδονίᾳ τὰς εἰς τὴν Ἐορ‐ δαίαν ὑπερβολὰς ἐκ τοῦ προφανοῦς μετὰ Σολπικίου βιασάμενοι πρὸς τόπους ὑπερδεξίους ἐξεβάλετε, | |
Hist.18.23.4 | πολλοὺς αὐτῶν ἀποκτείναντες; οὐχ οὗτοι Μακεδόνες εἰσίν, οὓς ὑμεῖς προκατέχοντας τὰς ἀπηλπισμένας ἐν Ἠπείρῳ δυσχωρίας ἐκβιασάμενοι ταῖς ἑαυτῶν ἀρεταῖς φεύγειν ἠναγκάσατε ῥίψαντας τὰ ὅπλα, τέως | |
Hist.18.23.5 | εἰς Μακεδονίαν ἀνεκομίσθησαν; πῶς οὖν ὑμᾶς εὐλα‐ βεῖσθαι καθήκει, μέλλοντας ἐξ ἴσου ποιεῖσθαι τὸν κίνδυνον πρὸς τοὺς αὐτούς; τί δὲ προορᾶσθαι τῶν προγεγονότων, ἀλλ’ οὐ τἀναντία δι’ ἐκεῖνα καὶ νῦν | |
Hist.18.23.6 | θαρρεῖν; διόπερ, ὦ ἄνδρες, παρακαλέσαντες σφᾶς αὐτοὺς ὁρμᾶσθε πρὸς τὸν κίνδυνον ἐρρωμένως· θεῶν γὰρ βουλομένων ταχέως πέπεισμαι ταὐτὸ τέλος ἀπο‐ βήσεσθαι τῆς παρούσης μάχης τοῖς προγεγονόσι | |
Hist.18.23.7 | κινδύνοις”. οὗτος μὲν οὖν ταῦτ’ εἰπὼν τὸ μὲν δεξιὸν μέρος ἐκέλευε μένειν κατὰ χώραν καὶ τὰ θηρία πρὸ τούτων, τῷ δ’ εὐωνύμῳ μετὰ τῶν εὐζώ‐ | |
Hist.18.23.8 | νων ἐπῄει σοβαρῶς τοῖς πολεμίοις· οἱ δὲ προκιν‐ δυνεύοντες τῶν Ῥωμαίων, προσλαβόντες τὴν τῶν πεζῶν στρατοπέδων ἐφεδρείαν, ἐκ μεταβολῆς ἐν‐ | |
έκειντο τοῖς ὑπεναντίοις. | ||
Hist.18.24.1 | Φίλιππος δὲ κατὰ τὸν αὐτὸν καιρόν, ἐπειδὴ τὸ πλέον μέρος ἤδη τῆς ἑαυτοῦ δυνάμεως ἑώρα παρ‐ εμβεβληκὸς πρὸ τοῦ χάρακος, αὐτὸς μὲν ἀναλαβὼν τοὺς πελταστὰς καὶ τὸ δεξιὸν τῆς φάλαγγος προ‐ | |
5 | ῆγε, σύντονον ποιούμενος τὴν πρὸς τοὺς λόφους | |
Hist.18.24.2 | ἀνάβασιν, τοῖς δὲ περὶ τὸν Νικάνορα τὸν ἐπικαλού‐ μενον ἐλέφαντα συνέταξε φροντίζειν ἵνα τὸ λοιπὸν | |
Hist.18.24.3 | μέρος τῆς δυνάμεως ἐκ ποδὸς ἕπηται. ἅμα δὲ τῷ τοὺς πρώτους ἅψασθαι τῆς ὑπερβολῆς εὐθέως ἐξ ἀσπίδος παρενέβαλε καὶ προκατελάμβανε τοὺς ὑπερ‐ δεξίους· τῶν γὰρ προκινδυνευόντων Μακεδόνων | |
5 | ἐπὶ πολὺ τεθλιφότων τοὺς Ῥωμαίους ἐπὶ θάτερα μέρη τῶν λόφων, ἐρήμους κατέλαβε τοὺς ἄκρους. | |
Hist.18.24.4 | ἔτι δὲ παρεμβάλλοντος αὐτοῦ τὰ δεξιὰ μέρη τῆς στρατιᾶς, παρῆσαν οἱ μισθοφόροι, πιεζούμενοι κατὰ | |
Hist.18.24.5 | κράτος ὑπὸ τῶν πολεμίων· προσγενομένων γὰρ τοῖς τῶν Ῥωμαίων εὐζώνοις τῶν ἐν τοῖς βαρέσιν ὅπλοις ἀνδρῶν, καθάπερ ἀρτίως εἶπα, καὶ συνεργούντων κατὰ τὴν μάχην, προσλαβόντες οἷον εἰ σήκωμα τὴν | |
5 | τούτων χρείαν, βαρέως ἐπέκειντο τοῖς πολεμίοις καὶ | |
Hist.18.24.6 | πολλοὺς αὐτῶν ἔκτεινον. ὁ δὲ βασιλεὺς ἐν μὲν ταῖς ἀρχαῖς, ὅτε παρεγίνετο, θεωρῶν οὐ μακρὰν τῆς τῶν πολεμίων παρεμβολῆς συνεστῶτα τὸν τῶν εὐζώνων | |
Hist.18.24.7 | κίνδυνον περιχαρὴς ἦν· ὡς δὲ πάλιν ἐκ μεταβολῆς ἑώρα κλίνοντας τοὺς ἰδίους καὶ προσδεομένους ἐπι‐ κουρίας, ἠναγκάζετο βοηθεῖν καὶ κρίνειν ἐκ τοῦ | |
καιροῦ τὰ ὅλα, καίπερ ἔτι τῶν πλείστων μερῶν τῆς | ||
5 | φάλαγγος κατὰ πορείαν ὄντων καὶ προσβαινόντων | |
Hist.18.24.8 | πρὸς τοὺς βουνούς. προσδεξάμενος δὲ τοὺς ἀγω‐ νιζομένους, τούτους μὲν ἥθροιζε πάντας ἐπὶ τὸ δεξιὸν κέρας, καὶ τοὺς πεζοὺς καὶ τοὺς ἱππέας, τοῖς δὲ πελτασταῖς καὶ τοῖς φαλαγγίταις παρήγγελλε δι‐ | |
5 | πλασιάζειν τὸ βάθος καὶ πυκνοῦν ἐπὶ τὸ δεξιόν. | |
Hist.18.24.9 | γενομένου δὲ τούτου, καὶ τῶν πολεμίων ἐν χερσὶν ὄντων, τοῖς μὲν φαλαγγίταις ἐδόθη παράγγελμα καταβαλοῦσι τὰς σαρίσας ἐπάγειν, τοῖς δ’ εὐζώνοις | |
Hist.18.24.10 | κερᾶν. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Τίτος, δεξά‐ μενος εἰς τὰ διαστήματα τῶν σημαιῶν τοὺς προ‐ κινδυνεύοντας, προσέβαλε τοῖς πολεμίοις. | |
Hist.18.25.1 | Γενομένης δὲ τῆς ἐξ ἀμφοῖν συμπτώσεως μετὰ βίας καὶ κραυγῆς ὑπερβαλλούσης, ὡς ἂν ἀμφοτέρων ὁμοῦ συναλαλαζόντων, ἅμα δὲ καὶ τῶν ἐκτὸς τῆς μάχης ἐπιβοώντων τοῖς ἀγωνιζομένοις, ἦν τὸ γινό‐ | |
Hist.18.25.2 | μενον ἐκπληκτικὸν καὶ παραστατικὸν ἀγωνίας. τὸ μὲν οὖν δεξιὸν τοῦ Φιλίππου λαμπρῶς ἀπήλλαττε κατὰ τὸν κίνδυνον, ἅτε καὶ τὴν ἔφοδον ἐξ ὑπερ‐ δεξίου ποιούμενον καὶ τῷ βάρει τῆς συντάξεως | |
5 | ὑπερέχον καὶ τῇ διαφορᾷ τοῦ καθοπλισμοῦ πρὸς | |
Hist.18.25.3 | τὴν ἐνεστῶσαν χρείαν πολὺ παραλλάττον· τὰ δὲ λοιπὰ μέρη τῆς δυνάμεως αὐτῷ τὰ μὲν ἐχόμενα τῶν κιν‐ δυνευόντων ἐν ἀποστάσει τῶν πολεμίων ἦν, τὰ δ’ ἐπὶ τῶν εὐωνύμων ἄρτι διηνυκότα τὰς ὑπερβολὰς | |
Hist.18.25.4 | ἐπεφαίνετο τοῖς ἄκροις. ὁ δὲ Τίτος, θεωρῶν οὐ δυναμένους τοὺς παρ’ αὑτοῦ στέγειν τὴν τῆς φά‐ λαγγος ἔφοδον, ἀλλ’ ἐκπιεζουμένους τοὺς ἐπὶ τῶν | |
εὐωνύμων, καὶ τοὺς μὲν ἀπολωλότας ἤδη, τοὺς δ’ | ||
5 | ἐπὶ πόδα ποιουμένους τὴν ἀναχώρησιν, ἐν δὲ τοῖς δεξιοῖς μέρεσι καταλειπομένας τῆς σωτηρίας τὰς ἐλ‐ | |
Hist.18.25.5 | πίδας, ταχέως ἀφορμήσας πρὸς τούτους, καὶ συν‐ θεασάμενος [τῆς] τῶν πολεμίων τὰ μὲν συνεχῆ τοῖς διαγωνιζομένοις ***, τὰ δ’ ἐκ τῶν ἄκρων ἀκμὴν ἐπι‐ καταβαίνοντα, τὰ δ’ ἔτι τοῖς ἄκροις ἐφεστῶτα, προ‐ | |
5 | θέμενος τὰ θηρία προσῆγε τὰς σημαίας τοῖς πολε‐ | |
Hist.18.25.6 | μίοις. οἱ δὲ Μακεδόνες, οὔτε τὸν παραγγελοῦντ’ ἔχοντες οὔτε συστῆναι δυνάμενοι καὶ λαβεῖν τὸ τῆς φάλαγγος ἴδιον σχῆμα διά τε τὰς τῶν τόπων δυσ‐ χερείας καὶ διὰ τὸ τοῖς ἀγωνιζομένοις ἑπόμενοι | |
Hist.18.25.7 | πορείας ἔχειν διάθεσιν καὶ μὴ παρατάξεως, οὐδὲ προσεδέξαντο τοὺς Ῥωμαίους εἰς τὰς χεῖρας ἔτι, δι’ αὐτῶν δὲ τῶν θηρίων πτοηθέντες καὶ διασπασθέν‐ τες ἐνέκλιναν. | |
Hist.18.26.1 | Οἱ μὲν οὖν πλείους τῶν Ῥωμαίων ἑπόμενοι τού‐ | |
Hist.18.26.2 | τους ἔκτεινον· εἷς δὲ τῶν χιλιάρχων τῶν ἅμα τού‐ τοις, σημαίας ἔχων οὐ πλείους εἴκοσι, καὶ παρ’ αὐτὸν τὸν τῆς χρείας καιρὸν συμφρονήσας ὃ δέον εἴη ποιεῖν, μεγάλα συνεβάλετο πρὸς τὴν τῶν ὅλων | |
Hist.18.26.3 | κατόρθωσιν. θεωρῶν γὰρ τοὺς περὶ τὸν Φίλιππον ἐπὶ πολὺ προπεπτωκότας τῶν ἄλλων καὶ πιεζοῦντας τῷ βάρει τὸ σφέτερον εὐώνυμον, ἀπολιπὼν τοὺς ἐπὶ τοῦ δεξιοῦ νικῶντας ἤδη καταφανῶς, ἐπιστρέψας | |
5 | ἐπὶ τοὺς ἀγωνιζομένους καὶ κατόπιν ἐπιγενόμενος | |
Hist.18.26.4 | προσέβαλλε κατὰ νώτου τοῖς Μακεδόσι. τῆς δὲ τῶν φαλαγγιτῶν χρείας ἀδυνάτου καθεστώσης ἐκ μετα‐ | |
βολῆς καὶ κατ’ ἄνδρα κινδυνεύειν, οὗτος μὲν ἐπέ‐ κειτο κτείνων τοὺς ἐν ποσίν, οὐ δυναμένους αὑτοῖς | ||
Hist.18.26.5 | βοηθεῖν, ἕως οὗ ῥίψαντες τὰ ὅπλα φεύγειν ἠναγ‐ κάσθησαν οἱ Μακεδόνες, συνεπιθεμένων αὐτοῖς ἐκ μεταβολῆς καὶ τῶν κατὰ πρόσωπον ἐγκεκλικότων. | |
Hist.18.26.6 | ὁ δὲ Φίλιππος ἐν μὲν ταῖς ἀρχαῖς, καθάπερ εἶπα, τεκμαιρόμενος ἐκ τοῦ καθ’ αὑτὸν μέρους ἐπέπειστο | |
Hist.18.26.7 | τελέως νικᾶν· τότε δὲ συνθεασάμενος ἄφνω ῥιπτοῦν‐ τας τὰ ὅπλα τοὺς Μακεδόνας καὶ τοὺς πολεμίους κατὰ νώτου προσβεβληκότας, βραχὺ γενόμενος ἐκ τοῦ κινδύνου μετ’ ὀλίγων ἱππέων καὶ πεζῶν συνε‐ | |
Hist.18.26.8 | θεώρει τὰ ὅλα. κατανοήσας δὲ τοὺς Ῥωμαίους κατὰ τὸ δίωγμα τοῦ λαιοῦ κέρως τοῖς ἄκροις ἤδη προσ‐ πελάζοντας, ἐγίνετο (πρὸς τὸ φεύγειν, ὅσους ἐδύ‐ νατο) πλείστους ἐκ τοῦ καιροῦ συναθροίσας τῶν | |
Hist.18.26.9 | Θρᾳκῶν καὶ Μακεδόνων. Τίτος δὲ τοῖς φεύγουσιν ἑπόμενος, καὶ καταλαβὼν ἐν ταῖς ὑπερβολαῖς ἄρτι τοῖς ἄκροις ἐπιβαλλούσας τὰς εὐωνύμους τάξεις τῶν Μακεδόνων τὰς μὲν (ἀρχὰς) *** ἐπέστη, τῶν πολε‐ | |
Hist.18.26.10 | μίων ὀρθὰς ἀνασχόντων τὰς σαρίσας, ὅπερ ἔθος ἐστὶ ποιεῖν τοῖς Μακεδόσιν, ὅταν ἢ παραδιδῶσιν αὑτοὺς | |
Hist.18.26.11 | ἢ μεταβάλλωνται πρὸς τοὺς ὑπεναντίους· μετὰ δὲ ταῦτα πυθόμενος τὴν αἰτίαν τοῦ συμβαίνοντος παρα‐ κατεῖχε τοὺς μεθ’ αὑτοῦ φείσασθαι κρίνων τῶν ἀπο‐ | |
Hist.18.26.12 | δεδειλιακότων. ἀκμὴν δὲ τοῦ Τίτου ταῦτα διανο‐ ουμένου τῶν προηγουμένων τινὲς ἐπιπεσόντες αὐτοῖς ἐξ ὑπερδεξίου προσέφερον τὰς χεῖρας, καὶ τοὺς μὲν πλείους διέφθειρον, ὀλίγοι δέ τινες διέφυγον ῥίψαν‐ | |
5 | τες τὰ ὅπλα. | |
Hist.18.27.1 | Πανταχόθεν δὲ τοῦ κινδύνου συντέλειαν εἰλη‐ φότος καὶ κρατούντων τῶν Ῥωμαίων, ὁ μὲν Φίλιππος | |
Hist.18.27.2 | ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὰ Τέμπη. καὶ τῇ μὲν πρώτῃ περὶ τὸν Ἀλεξάνδρου καλούμενον πύργον ηὐλίσθη, τῇ δ’ ὑστεραίᾳ προελθὼν εἰς Γόννους ἐπὶ τὴν εἰσβολὴν τῶν Τεμπῶν ἐπέμεινε, βουλόμενος | |
Hist.18.27.3 | ἀναδέξασθαι τοὺς ἐκ τῆς φυγῆς ἀνασῳζομένους. οἱ δὲ Ῥωμαῖοι, μέχρι μέν τινος ἐπακολουθήσαντες τοῖς φεύγουσιν, οἱ μὲν ἐσκύλευον τοὺς τεθνεῶτας, οἱ δὲ τοὺς αἰχμαλώτους ἥθροιζον, οἱ δὲ πλείους ὥρμησαν | |
Hist.18.27.4 | ἐπὶ τὴν διαρπαγὴν τοῦ τῶν πολεμίων χάρακος· ἔνθα δὴ καταλαβόντες τοὺς Αἰτωλοὺς προεμπεπτωκότας καὶ δόξαντες στέρεσθαι τῆς σφίσι καθηκούσης ὠφε‐ λείας, ἤρξαντο καταμέμφεσθαι τοὺς Αἰτωλοὺς καὶ | |
5 | λέγειν πρὸς τὸν στρατηγὸν ὅτι τοὺς μὲν κινδύνους αὐτοῖς ἐπιτάττει, τῆς δ’ ὠφελείας ἄλλοις παρακεχώ‐ | |
Hist.18.27.5 | ρηκε. καὶ τότε μὲν ἐπανελθόντες εἰς τὴν ἑαυτῶν στρατοπεδείαν ηὐλίσθησαν, εἰς δὲ τὴν ἐπαύριον ἅμα μὲν ἥθροιζον τοὺς αἰχμαλώτους καὶ τὰ λειπόμενα τῶν σκύλων, ἅμα δὲ προῆγον ποιούμενοι τὴν πο‐ | |
Hist.18.27.6 | ρείαν ὡς ἐπὶ Λαρίσης. ἔπεσον δὲ τῶν Ῥωμαίων πρὸς τοὺς ἑπτακοσίους· τῶν δὲ Μακεδόνων ἀπέθα‐ νον μὲν οἱ πάντες εἰς ὀκτακισχιλίους, ζωγρίᾳ δ’ ἑάλωσαν οὐκ ἐλάττους πεντακισχιλίων. | |
Hist.18.27.7 | Καὶ τῆς μὲν ἐν Θετταλίᾳ γενομένης περὶ Κυνὸς Κεφαλὰς Ῥωμαίων καὶ Φιλίππου μάχης τοιοῦτον | |
Hist.18.28.1 | ἀπέβη τὸ τέλος· ἐγὼ δὲ κατὰ μὲν τὴν ἕκτην βύβλον ἐν ἐπαγγελίᾳ καταλιπὼν ὅτι λαβὼν τὸν ἁρμόζοντα καιρὸν σύγκρισιν ποιήσομαι τοῦ καθοπλισμοῦ Ῥω‐ μαίων καὶ Μακεδόνων, ὁμοίως δὲ καὶ τῆς συντάξεως | |
5 | τῆς ἑκατέρων, τί διαφέρουσιν ἀλλήλων πρὸς τὸ χεῖρον καὶ τί πρὸς τὸ βέλτιον, νῦν ἐπ’ αὐτῶν τῶν πράξεων πειράσομαι τὴν ἐπαγγελίαν ἐπὶ τέλος ἀγα‐ | |
Hist.18.28.2 | γεῖν. ἐπεὶ γὰρ ἡ μὲν Μακεδόνων σύνταξις ἐν τοῖς πρὸ τοῦ χρόνοις, δι’ αὐτῶν τῶν ἔργων διδοῦσα τὴν πεῖραν, ἐκράτει τῶν τε κατὰ τὴν Ἀσίαν καὶ τῶν Ἑλληνικῶν συντάξεων, ἡ δὲ Ῥωμαίων τῶν τε | |
5 | κατὰ τὴν Λιβύην καὶ τῶν κατὰ τὴν Εὐρώπην προσ‐ | |
Hist.18.28.3 | εσπερίων ἐθνῶν ἁπάντων, ἐν δὲ τοῖς καθ’ ἡμᾶς καιροῖς οὐχ ἅπαξ, ἀλλὰ πλεονάκις γέγονε τούτων τῶν τάξεων καὶ τῶν ἀνδρῶν πρὸς ἀλλήλους διάκρι‐ | |
Hist.18.28.4 | σις, χρήσιμον καὶ καλὸν ἂν εἴη τὸ τὴν διαφορὰν ἐρευνῆσαι, καὶ παρὰ τί συμβαίνει Ῥωμαίους ἐπι‐ κρατεῖν καὶ τὸ πρωτεῖον ἐκφέρεσθαι τῶν κατὰ πό‐ | |
Hist.18.28.5 | λεμον ἀγώνων, ἵνα μὴ τύχην λέγοντες μόνον μακα‐ ρίζωμεν τοὺς κρατοῦντας ἀλόγως, καθάπερ οἱ μάταιοι τῶν ἀνθρώπων, ἀλλ’ εἰδότες τὰς ἀληθεῖς αἰτίας ἐπαι‐ νῶμεν καὶ θαυμάζωμεν κατὰ λόγον τοὺς ἡγουμένους. | |
Hist.18.28.6 | Περὶ μὲν οὖν τῶν πρὸς Ἀννίβαν ἀγώνων γε‐ γονότων Ῥωμαίοις καὶ τῶν ἐν τούτοις ἐλαττωμάτων οὐδὲν ἂν δέοι πλείω λέγειν· οὐ γὰρ παρὰ τὸν καθο‐ πλισμὸν οὐδὲ παρὰ τὴν σύνταξιν, ἀλλὰ παρὰ τὴν | |
5 | ἐπιδεξιότητα τὴν Ἀννίβου καὶ τὴν ἀγχίνοιαν περι‐ | |
Hist.18.28.7 | έπιπτον τοῖς ἐλαττώμασι. δῆλον δὲ τοῦτο πεποι‐ ήκαμεν ἡμεῖς ἐπ’ αὐτῶν ὑποδεικνύοντες τῶν ἀγώ‐ | |
Hist.18.28.8 | νων. μαρτυρεῖ δὲ τοῖς ἡμετέροις λόγοις πρῶτον μὲν τὸ τέλος τοῦ πολέμου· προσγενομένου γὰρ στρα‐ τηγοῦ τοῖς Ῥωμαίοις παραπλησίαν δύναμιν ἔχοντος Ἀννίβᾳ, ταχέως καὶ τὸ νικᾶν συνεξηκολούθησε τοῖς | |
Hist.18.28.9 | προειρημένοις· εἶτα καὶ αὐτὸς Ἀννίβας ἀποδοκιμά‐ σας τὸν ἐξ ἀρχῆς αὐτοῖς ὑπάρχοντα καθοπλισμόν, ἅμα τῷ νικῆσαι τῇ πρώτῃ μάχῃ παραχρῆμα τοῖς Ῥω‐ μαίων ὅπλοις καθοπλίσας τὰς οἰκείας δυνάμεις, τού‐ | |
Hist.18.28.10 | τοις διετέλεσε χρώμενος τὸν ἑξῆς χρόνον. Πύρρος γε μὴν οὐ μόνον ὅπλοις, ἀλλὰ καὶ δυνάμεσιν Ἰτα‐ λικαῖς συγκέχρηται, τιθεὶς ἐναλλὰξ σημαίαν καὶ σπεῖραν φαλαγγιτικὴν ἐν τοῖς πρὸς Ῥωμαίους ἀγῶ‐ | |
Hist.18.28.11 | σιν. ἀλλ’ ὅμως οὐδ’ οὕτως ἐδύνατο νικᾶν, ἀλλ’ ἀεί πως ἀμφίδοξα τὰ τέλη τῶν κινδύνων αὐτοῖς ἀπέβαινε. | |
Hist.18.28.12 | Περὶ μὲν οὖν τούτων ἀναγκαῖον ἦν προειπεῖν χάριν τοῦ μηδὲν ἀντεμφαίνειν ταῖς ἡμετέραις ἀπο‐ φάσεσιν· ἐπάνειμι δ’ ἐπὶ τὴν προκειμένην σύγκρισιν. | |
Hist.18.29.1 | Ὅτι μὲν ἐχούσης τῆς φάλαγγος τὴν αὑτῆς ἰδιό‐ τητα καὶ δύναμιν οὐδὲν ἂν ὑποσταίη κατὰ πρόσ‐ ωπον οὐδὲ μείναι τὴν ἔφοδον αὐτῆς, εὐχερὲς κατα‐ | |
Hist.18.29.2 | μαθεῖν ἐκ πολλῶν. ἐπεὶ γὰρ ὁ μὲν ἀνὴρ ἵσταται σὺν τοῖς ὅπλοις ἐν τρισὶ ποσὶ κατὰ τὰς ἐναγωνίους πυκνώσεις, τὸ δὲ τῶν σαρισῶν μέγεθός ἐστι κατὰ μὲν τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἑκκαίδεκα πηχῶν, κατὰ | |
5 | δὲ τὴν ἁρμογὴν τὴν πρὸς τὴν ἀλήθειαν δεκατεττά‐ | |
Hist.18.29.3 | ρων, τούτων δὲ τοὺς τέτταρας ἀφαιρεῖ τὸ μεταξὺ τοῖν χεροῖν διάστημα καὶ τὸ κατόπιν σήκωμα τῆς | |
Hist.18.29.4 | προβολῆς, φανερὸν ὅτι τοὺς δέκα πήχεις προπίπτειν | |
ἀνάγκη τὴν σάρισαν πρὸ τῶν σωμάτων ἑκάστου τῶν ὁπλιτῶν, ὅταν ἴῃ δι’ ἀμφοῖν τοῖν χεροῖν προ‐ | ||
Hist.18.29.5 | βαλόμενος ἐπὶ τοὺς πολεμίους. ἐκ δὲ τούτου συμ‐ βαίνει τὰς μὲν τοῦ δευτέρου καὶ τρίτου καὶ τετάρ‐ του πλεῖον, τὰς δὲ τοῦ πέμπτου ζυγοῦ σαρίσας δύο προπίπτειν πήχεις πρὸ τῶν πρωτοστατῶν, ἐχούσης | |
5 | τῆς φάλαγγος τὴν αὑτῆς ἰδιότητα καὶ πύκνωσιν | |
Hist.18.29.6 | κατ’ ἐπιστάτην καὶ κατὰ παραστάτην, ὡς Ὅμηρος ὑποδείκνυσιν ἐν τούτοις· ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ· ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι | |
5 | νευόντων· ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι. | |
Hist.18.29.7 | τούτων δ’ ἀληθινῶς καὶ καλῶς λεγομένων, δῆλον ὡς ἀνάγκη καθ’ ἕκαστον τῶν πρωτοστατῶν σαρίσας προπίπτειν πέντε, δυσὶ πήχεσι διαφερούσας ἀλλήλων κατὰ μῆκος. | |
Hist.18.30.1 | Ἐκ δὲ τούτου ῥᾴδιον ὑπὸ τὴν ὄψιν λαβεῖν τὴν τῆς ὅλης φάλαγγος ἔφοδον καὶ προβολήν, ποίαν τιν’ εἰκὸς εἶναι καὶ τίνα δύναμιν ἔχειν, ἐφ’ ἑκκαί‐ | |
Hist.18.30.2 | δεκα τὸ βάθος οὖσαν. ὧν ὅσοι (τὸ) πέμπτον ζυγὸν ὑπεραίρουσι, ταῖς μὲν σαρίσαις οὐδὲν οἷοί τ’ εἰσὶ συμβαλέσθαι πρὸς τὸν κίνδυνον· διόπερ οὐδὲ ποι‐ | |
Hist.18.30.3 | οῦνται κατ’ ἄνδρα τὴν προβολήν, παρὰ δὲ τοὺς ὤμους τῶν προηγουμένων ἀνανενευκυίας φέρουσι χάριν τοῦ τὸν κατὰ κορυφὴν τόπον ἀσφαλίζειν τῆς ἐκτάξεως, εἰργουσῶν τῇ πυκνώσει τῶν σαρισῶν ὅσα | |
5 | τῶν βελῶν ὑπερπετῆ τῶν πρωτοστατῶν φερόμενα | |
Hist.18.30.4 | δύναται προσπίπτειν πρὸς τοὺς ἐφεστῶτας. αὐτῷ γε μὴν τῷ τοῦ σώματος βάρει κατὰ τὴν ἐπαγωγὴν πιεζοῦντες οὗτοι τοὺς προηγουμένους βιαίαν μὲν ποιοῦσι τὴν ἔφοδον, ἀδύνατον δὲ τοῖς πρωτοστάταις | |
5 | τὴν εἰς τοὔπισθεν μεταβολήν. | |
Hist.18.30.5 | Τοιαύτης περὶ τὴν φάλαγγα διαθέσεως καὶ καθό‐ λου καὶ κατὰ μέρος (οὔσης), ῥητέον ἂν εἴη καὶ τοῦ Ῥωμαίων καθοπλισμοῦ καὶ τῆς ὅλης συντάξεως τὰς | |
Hist.18.30.6 | ἰδιότητας καὶ διαφορὰς ἐκ παραθέσεως. ἵστανται μὲν οὖν ἐν τρισὶ ποσὶ μετὰ τῶν ὅπλων καὶ Ῥω‐ | |
Hist.18.30.7 | μαῖοι· τῆς μάχης δ’ αὐτοῖς κατ’ ἄνδρα τὴν κίνησιν λαμβανούσης διὰ τὸ τῷ μὲν θυρεῷ σκέπειν τὸ σῶμα, συμμετατιθεμένους αἰεὶ πρὸς τὸν τῆς πληγῆς καιρόν, τῇ μαχαίρᾳ δ’ ἐκ καταφορᾶς καὶ διαιρέσεως | |
Hist.18.30.8 | ποιεῖσθαι τὴν μάχην, προφανὲς ὅτι χάλασμα καὶ διάστασιν ἀλλήλων ἔχειν δεήσει τοὺς ἄνδρας ἐλά‐ χιστον τρεῖς πόδας κατ’ ἐπιστάτην καὶ κατὰ παρα‐ | |
Hist.18.30.9 | στάτην, εἰ μέλλουσιν εὐχρηστεῖν πρὸς τὸ δέον. ἐκ δὲ τούτου συμβήσεται τὸν ἕνα Ῥωμαῖον ἵστασθαι κατὰ δύο πρωτοστάτας τῶν φαλαγγιτῶν, ὥστε πρὸς δέκα σαρίσας αὐτῷ γίνεσθαι τὴν ἀπάντησιν καὶ τὴν | |
Hist.18.30.10 | μάχην, ἃς οὔτε κόπτοντα τὸν ἕνα καταταχῆσαι δυ‐ νατόν, ὅταν ἅπαξ συνάψωσιν εἰς τὰς χεῖρας, οὔτε βιάσασθαι ῥᾴδιον, μηδέν γε τῶν ἐφεστώτων δυνα‐ μένων συμβάλλεσθαι τοῖς πρωτοστάταις μήτε πρὸς | |
5 | τὴν βίαν μήτε πρὸς τὴν τῶν μαχαιρῶν ἐνέργειαν. | |
Hist.18.30.11 | ἐξ ὧν εὐκατανόητον ὡς οὐχ οἷόν τε μεῖναι κατὰ | |
πρόσωπον τὴν τῆς φάλαγγος ἔφοδον οὐδέν, διατη‐ ρούσης τὴν αὑτῆς ἰδιότητα καὶ δύναμιν, ὡς ἐν ἀρ‐ χαῖς εἶπα. | ||
Hist.18.31.1 | Τίς οὖν αἰτία τοῦ νικᾶν Ῥωμαίους καὶ τί τὸ | |
Hist.18.31.2 | σφάλλον ἐστὶ τοὺς ταῖς φάλαγξι χρωμένους; ὅτι συμβαίνει τὸν μὲν πόλεμον ἀορίστους ἔχειν καὶ τοὺς καιροὺς καὶ τοὺς τόπους τοὺς πρὸς τὴν χρείαν, τῆς δὲ φάλαγγος ἕνα καιρὸν εἶναι καὶ τόπων ἓν | |
5 | γένος, ἐν οἷς δύναται τὴν αὑτῆς χρείαν ἐπιτελεῖν. | |
Hist.18.31.3 | εἰ μὲν οὖν τις ἦν ἀνάγκη τοῖς ἀντιπάλοις εἰς τοὺς τῆς φάλαγγος καιροὺς καὶ τόπους συγκαταβαίνειν, ὅτε μέλλοιεν κρίνεσθαι περὶ τῶν ὅλων, εἰκὸς ἦν κατὰ τὸν ἄρτι λόγον ἀεὶ φέρεσθαι τὸ πρωτεῖον τοὺς | |
Hist.18.31.4 | ταῖς φάλαγξι χρωμένους· εἰ δὲ δυνατὸν ἐκκλίνειν καὶ τοῦτο ποιεῖν ῥᾳδίως, πῶς ἂν ἔτι φοβερὸν εἴη | |
Hist.18.31.5 | τὸ προειρημένον σύνταγμα; καὶ μὴν ὅτι χρείαν ἔχει τόπων ἐπιπέδων καὶ ψιλῶν ἡ φάλαγξ, πρὸς δὲ τού‐ τοις μηδὲν ἐμπόδιον ἐχόντων, λέγω δ’ οἷον τάφρους, ἐκρήγματα, συναγκείας, ὀφρῦς, ῥεῖθρα ποταμῶν, | |
Hist.18.31.6 | ὁμολογούμενόν ἐστι. πάντα γὰρ τὰ προειρημένα παραποδίζειν καὶ λύειν τὴν τοιαύτην τάξιν ἱκανὰ | |
Hist.18.31.7 | γίνεται. διότι δ’ εὑρεῖν τόπους ποτὲ μὲν ἐπὶ στα‐ δίους εἴκοσι, ποτὲ δὲ καὶ πλείους, ἐν οἷς μηδέν τι τοιοῦτον ὑπάρχει, σχεδόν, ὡς εἰπεῖν, ἀδύνατόν ἐστιν, εἰ δὲ μή γε, τελέως σπάνιον, καὶ τοῦτο πᾶς ἄν τις | |
Hist.18.31.8 | ὁμολογήσειεν. οὐ μὴν ἀλλ’ ἔστω τόπους εὑρῆσθαι τοιούτους. ἐὰν οὖν οἱ [μὲν] πολεμοῦντες εἰς μὲν τούτους μὴ συγκαταβαίνωσι, περιπορευόμενοι δὲ πορθῶσι τὰς πόλεις καὶ τὴν χώραν τὴν τῶν συμ‐ | |
5 | μάχων, τί τῆς τοιαύτης ὄφελος ἔσται συντάξεως; | |
Hist.18.31.9 | μένουσα μὲν γὰρ ἐν τοῖς ἐπιτηδείοις αὑτῇ τόποις οὐχ οἷον ὠφελεῖν δύναιτ’ ἂν τοὺς φίλους, ἀλλ’ | |
Hist.18.31.10 | οὐδ’ ἑαυτὴν σῴζειν. αἱ γὰρ τῶν ἐπιτηδείων παρα‐ κομιδαὶ κωλυθήσονται ῥᾳδίως ὑπὸ τῶν πολεμίων, | |
Hist.18.31.11 | ὅταν ἀκονιτὶ κρατῶσι τῶν ὑπαίθρων· ἐὰν δ’ ἀπο‐ λιποῦσα τοὺς οἰκείους τόπους βούληταί τι πράττειν, | |
Hist.18.31.12 | εὐχείρωτος ἔσται τοῖς πολεμίοις. οὐ μὴν ἀλλὰ κἂν εἰς τοὺς ἐπιπέδους συγκαταβάς τις τόπους μὴ πᾶν ἅμα τὸ σφέτερον στρατόπεδον ὑπὸ τὴν ἐπαγωγὴν τῆς φάλαγγος καὶ τὸν ἕνα καιρὸν ὑποβάλῃ, βραχέα | |
5 | δὲ φυγομαχήσῃ κατ’ αὐτὸν τὸν τοῦ κινδύνου και‐ ρόν, εὐθεώρητον γίνεται τὸ συμβησόμενον ἐξ ὧν | |
Hist.18.32.1 | ποιοῦσι Ῥωμαῖοι νῦν. οὐκέτι γὰρ ἐκ τοῦ λόγου δεῖ τεκμαίρεσθαι τὸ νυνὶ λεγόμενον ὑφ’ ἡμῶν, ἀλλ’ ἐκ | |
Hist.18.32.2 | τῶν ἤδη γεγονότων. οὐ γὰρ ἐξισώσαντες τὴν παρά‐ ταξιν πᾶσιν ἅμα συμβάλλουσι τοῖς στρατοπέδοις μετωπηδὸν πρὸς τὰς φάλαγγας, ἀλλὰ τὰ μὲν ἐφε‐ δρεύει τῶν μερῶν αὐτοῖς, τὰ δὲ συμμίσγει τοῖς | |
Hist.18.32.3 | πολεμίοις. λοιπόν, ἄν τ’ ἐκπιέσωσιν οἱ φαλαγγῖται τοὺς καθ’ αὑτοὺς προσβάλλοντες ἄν τ’ ἐκπιεσθῶσιν | |
Hist.18.32.4 | ὑπὸ τούτων, λέλυται τὸ τῆς φάλαγγος ἴδιον· ἢ γὰρ ἑπόμενοι τοῖς ὑποχωροῦσιν ἢ φεύγοντες τοὺς προσ‐ κειμένους ἀπολείπουσι τὰ λοιπὰ μέρη τῆς οἰκείας | |
Hist.18.32.5 | δυνάμεως, οὗ γενομένου δέδοται τοῖς ἐφεδρεύουσι τῶν πολεμίων διάστημα καὶ τόπος, ὃν οὗτοι κατ‐ εῖχον, πρὸς τὸ μηκέτι κατὰ πρόσωπον ὁρμᾶν, ἀλλὰ παρεισπεσόντας πλαγίους παρίστασθαι καὶ κατὰ νώ‐ | |
Hist.18.32.6 | του τοῖς φαλαγγίταις. ὅταν δὲ τοὺς μὲν τῆς φά‐ | |
λαγγος καιροὺς καὶ τὰ προτερήματα ῥᾴδιον ᾖ φυλάξα‐ σθαι, τοὺς δὲ κατὰ τῆς φάλαγγος ἀδύνατον, πῶς οὐ μεγάλην εἰκὸς εἶναι τὴν διαφορὰν ἐπὶ τῆς ἀλη‐ | ||
Hist.18.32.7 | θείας τῶν προειρημένων; καὶ μὴν πορευθῆναι διὰ τόπων παντοδαπῶν ἀναγκαῖον τοὺς χρωμένους φά‐ λαγγι καὶ καταστρατοπεδεῦσαι, ἔτι δὲ τόπους εὐκαί‐ ρους προκαταλαβέσθαι καὶ πολιορκῆσαί τινας καὶ | |
5 | πολιορκηθῆναι καὶ παραδόξοις ἐπιφανείαις περι‐ | |
Hist.18.32.8 | πεσεῖν· ἅπαντα γὰρ ταῦτ’ ἐστὶ πολέμου μέρη καὶ ῥοπὰς ποιεῖ πρὸς τὸ νικᾶν, ποτὲ μὲν ὁλοσχερεῖς, | |
Hist.18.32.9 | ποτὲ δὲ μεγάλας. ἐν οἷς πᾶσιν ἡ μὲν Μακεδόνων ἐστὶ σύνταξις δύσχρηστος, ποτὲ δ’ ἄχρηστος, διὰ τὸ μὴ δύνασθαι τὸν φαλαγγίτην μήτε κατὰ τάγμα μήτε κατ’ ἄνδρα παρέχεσθαι χρείαν, ἡ δὲ Ῥωμαίων | |
Hist.18.32.10 | εὔχρηστος· πᾶς γὰρ Ῥωμαῖος, ὅταν ἅπαξ καθοπλι‐ σθεὶς ὁρμήσῃ πρὸς τὴν χρείαν, ὁμοίως ἥρμοσται πρὸς πάντα τόπον καὶ καιρὸν καὶ πρὸς πᾶσαν ἐπι‐ | |
Hist.18.32.11 | φάνειαν. καὶ μὴν ἕτοιμός ἐστι καὶ τὴν αὐτὴν ἔχει διάθεσιν, ἄν τε μετὰ πάντων δέῃ κινδυνεύειν ἄν τε μετὰ μέρους ἄν τε κατὰ σημαίαν ἄν τε καὶ κατ’ | |
Hist.18.32.12 | ἄνδρα. διὸ καὶ παρὰ πολὺ τῆς κατὰ μέρος εὐχρη‐ στίας διαφερούσης, παρὰ πολὺ καὶ τὰ τέλη συνεξα‐ κολουθεῖ ταῖς Ῥωμαίων προθέσεσι μᾶλλον ἢ ταῖς | |
Hist.18.32.13 | τῶν ἄλλων. περὶ μὲν (οὖν) τούτων ἀναγκαῖον ἡγη‐ σάμην εἶναι τὸ διὰ πλειόνων ποιήσασθαι μνήμην διὰ τὸ καὶ παρ’ αὐτὸν τὸν καιρὸν πολλοὺς τῶν Ἑλλήνων διαλαμβάνειν, ὅτε Μακεδόνες ἡττήθησαν, | |
5 | ἀπίστῳ τὸ γεγονὸς ἐοικέναι, καὶ μετὰ ταῦτα πολλοὺς διαπορήσειν διὰ τί καὶ πῶς λείπεται τὸ σύνταγμα | |
τῆς φάλαγγος ὑπὸ τοῦ Ῥωμαίων καθοπλισμοῦ. | ||
Hist.18.33.1 | Φίλιππος δέ, τὰ δυνατὰ πεποιηκὼς πρὸς τὸν ἀγῶνα, τοῖς δ’ ὅλοις πράγμασιν ἐσφαλμένος, ἀνα‐ δεξάμενος ὅσους ἐδύνατο πλείστους τῶν ἐκ τῆς μάχης ἀνασῳζομένων, αὐτὸς μὲν ὥρμησε διὰ τῶν Τεμπῶν | |
Hist.18.33.2 | εἰς Μακεδονίαν. εἰς δὲ τὴν Λάρισαν ἔτι τῇ προτε‐ ραίᾳ νυκτὶ διεπέμψατό τινα τῶν ὑπασπιστῶν, ἐν‐ τειλάμενος ἀφανίσαι καὶ κατακαῦσαι τὰ βασιλικὰ γράμματα, ποιῶν πρᾶγμα βασιλικὸν τὸ μηδ’ ἐν τοῖς | |
Hist.18.33.3 | δεινοῖς λήθην ποιεῖσθαι τοῦ καθήκοντος· σαφῶς γὰρ ᾔδει διότι πολλὰς ἀφορμὰς δώσει τοῖς ἐχθροῖς καὶ καθ’ ἑαυτοῦ καὶ κατὰ τῶν φίλων, ἐὰν κρατή‐ | |
Hist.18.33.4 | σωσι Ῥωμαῖοι τῶν ὑπομνημάτων. ἴσως μὲν οὖν καὶ ἑτέροις ἤδη τοῦτο συμβέβηκε, τὸ τὰς μὲν ἐν ταῖς ἐπιτυχίαις ἐξουσίας μὴ δύνασθαι φέρειν ἀνθρωπί‐ νως, ἐν δὲ ταῖς περιπετείαις εὐλαβῶς ἵστασθαι καὶ | |
Hist.18.33.5 | νουνεχῶς· ἐν τοῖς δὲ μάλιστα καὶ περὶ Φίλιππον τοῦτο γέγονε. δῆλον δ’ ἔσται τοῦτο διὰ τῶν μετὰ | |
Hist.18.33.6 | ταῦτα ῥηθησομένων· καθάπερ γὰρ καὶ τὰς ἐξ ἀρχῆς ὁρμὰς ἐπὶ τὸ δέον αὐτοῦ σαφῶς ἐδηλώσαμεν, καὶ πάλιν τὴν ἐπὶ τὸ χεῖρον μεταβολήν, καὶ πότε καὶ διὰ τί καὶ πῶς ἐγένετο, καὶ τὰς ἐν ταύτῃ πράξεις | |
Hist.18.33.7 | μετ’ ἀποδείξεως ἐξηγησάμεθα, τὸν αὐτὸν τρόπον χρὴ καὶ τὴν μετάνοιαν αὐτοῦ δηλῶσαι καὶ τὴν εὐστο‐ χίαν, καθ’ ἣν μεταθέμενος τοῖς ἐκ τῆς τύχης ἐλατ‐ | |
τώμασιν εὐλογιστότατα δοκεῖ κεχρῆσθαι τοῖς καθ’ | ||
Hist.18.33.8 | αὑτὸν καιροῖς. Τίτος δὲ μετὰ τὴν μάχην ποιησά‐ μενος τὴν καθήκουσαν πρόνοιαν περί τε τῶν αἰχμα‐ λώτων καὶ τῶν ἄλλων λαφύρων, ᾔει πρὸς Λάρισαν. — | |
Hist.18.34.1 | *** καθόλου τῇ περὶ τὰ λάφυρα πλεονεξίᾳ τῶν Αἰτωλῶν *** εἴτ’ οὐκ ἐβούλετο Φίλιππον ἐκβαλὼν ἐκ τῆς ἀρχῆς Αἰτωλοὺς καταλιπεῖν δεσπότας τῶν Ἑλλή‐ | |
Hist.18.34.2 | νων. δυσχερῶς δ’ ἔφερε καὶ τὴν ἀλαζονείαν αὐτῶν, θεωρῶν ἀντεπιγραφομένους ἐπὶ τὸ νίκημα καὶ πλη‐ | |
Hist.18.34.3 | ροῦντας τὴν Ἑλλάδα τῆς αὑτῶν ἀνδραγαθίας. διὸ καὶ κατά τε τὰς ἐντεύξεις ἀγερωχότερον αὐτοῖς ἀπήντα καὶ περὶ τῶν κοινῶν ἀπεσιώπα, τὰ δὲ προ‐ κείμενα συνετέλει καὶ δι’ αὑτοῦ καὶ διὰ τῶν ἰδίων | |
Hist.18.34.4 | φίλων. τοιαύτης δ’ οὔσης δυσχρηστίας ἐν ἀμφοτέ‐ ροις, ἧκον πρεσβευταὶ μετά τινας ἡμέρας παρὰ τοῦ | |
Hist.18.34.5 | Φιλίππου Δημοσθένης καὶ Κυκλιάδας καὶ Λιμναῖος. πρὸς οὓς κοινολογηθεὶς ὁ Τίτος ἐπὶ πλεῖον μετὰ τῶν χιλιάρχων πεντεκαιδεχημέρους ἀνοχὰς ἐποιήσατο παραχρῆμα, συνετάξατο δὲ καὶ συμπορεύεσθαι τῷ | |
5 | Φιλίππῳ κοινολογησόμενος ὑπὲρ τῶν καθεστώτων | |
Hist.18.34.6 | ἐν ταύταις. γενομένης δὲ ταύτης τῆς ἐντεύξεως φιλανθρώπου, διπλασίως ἐξεκάετο τὰ τῆς ὑποψίας | |
Hist.18.34.7 | κατὰ τοῦ Τίτου· ἤδη γὰρ κατὰ τὴν Ἑλλάδα τῆς δωροδοκίας ἐπιπολαζούσης καὶ τοῦ μηδένα μηδὲν δωρεὰν πράττειν, καὶ τοῦ χαρακτῆρος τούτου νομι‐ στευομένου παρὰ τοῖς Αἰτωλοῖς, οὐκ ἐδύναντο πι‐ | |
5 | στεύειν διότι χωρὶς δώρων ἡ τηλικαύτη μεταβολὴ | |
Hist.18.34.8 | γέγονε τοῦ Τίτου πρὸς τὸν Φίλιππον, οὐκ εἰδότες τὰ Ῥωμαίων ἔθη καὶ νόμιμα περὶ τοῦτο τὸ μέρος, ἀλλ’ ἐξ αὑτῶν τεκμαιρόμενοι καὶ συλλογιζόμενοι διότι τὸν μὲν Φίλιππον εἰκὸς ἦν προτείνειν πλῆθος | |
5 | χρημάτων διὰ τὸν καιρόν, τὸν δὲ Τίτον μὴ δύνα‐ σθαι τούτοις ἀντοφθαλμεῖν. | |
Hist.18.35.1 | Ἐγὼ δὲ κατὰ μὲν τοὺς ἀνωτέρω χρόνους καὶ κοινὴν ἂν ποιούμενος ἀπόφασιν ἐθάρρησα περὶ πάν‐ των Ῥωμαίων εἰπεῖν ὡς οὐδὲν ἂν πράξαιεν τοιοῦ‐ τον, λέγω δὲ πρότερον ἢ τοῖς διαποντίοις αὐτοὺς | |
5 | ἐγχειρῆσαι πολέμοις, ἕως ἐπὶ τῶν ἰδίων ἐθῶν καὶ | |
Hist.18.35.2 | νομίμων ἔμενον. ἐν δὲ τοῖς νῦν καιροῖς περὶ πάν‐ των μὲν οὐκ ἂν τολμήσαιμι τοῦτ’ εἰπεῖν· κατ’ ἰδίαν μέντοι γε περὶ πλειόνων ἀνδρῶν ἐν Ῥώμῃ θαρρή‐ σαιμ’ ἂν ἀποφήνασθαι διότι δύνανται τὴν πίστιν | |
Hist.18.35.3 | ἐν τούτῳ τῷ μέρει διαφυλάττειν. μαρτυρίας δὲ χάριν ὁμολογούμενα δύ’ ὀνόματα *** τοῦ μὴ δοκεῖν | |
Hist.18.35.4 | ἀδύνατα λέγειν. Λεύκιος μὲν γὰρ Αἰμίλιος ὁ Περσέα νικήσας, κύριος γενόμενος τῆς Μακεδόνων βασι‐ λείας, ἐν ᾗ τῆς ἄλλης χωρὶς κατασκευῆς καὶ χορη‐ γίας ἐν αὐτοῖς εὑρέθη τοῖς θησαυροῖς ἀργυρίου καὶ | |
Hist.18.35.5 | χρυσίου πλείω τῶν ἑξακισχιλίων ταλάντων, οὐχ οἷον ἐπεθύμησε τούτων τινός, ἀλλ’ οὐδ’ αὐτόπτης ἠβου‐ λήθη γενέσθαι, δι’ ἑτέρων δὲ τὸν χειρισμὸν ἐποι‐ ήσατο τῶν προειρημένων, καίτοι κατὰ τὸν ἴδιον | |
5 | βίον οὐ περιττεύων τῇ χορηγίᾳ, τὸ δ’ ἐναντίον | |
Hist.18.35.6 | ἐλλείπων μᾶλλον. μεταλλάξαντος γοῦν αὐτοῦ τὸν βίον οὐ πολὺ κατόπιν τοῦ πολέμου, βουληθέντες οἱ κατὰ φύσιν υἱοὶ Πόπλιος Σκιπίων καὶ Κόιντος Μάξιμος ἀποδοῦναι τῇ γυναικὶ τὴν φερνήν, εἴκοσι | |
5 | τάλαντα καὶ πέντε, ἐπὶ τοσοῦτον ἐδυσχρηστήθησαν ὡς οὐδ’ εἰς τέλος ἐδυνήθησαν, εἰ μὴ τὴν ἐνδουχίαν ἀπέδοντο καὶ τὰ σώματα καὶ σὺν τούτοις ἔτι τινὰς | |
Hist.18.35.7 | τῶν κτήσεων. εἰ δέ τισιν ἀπίστῳ τὸ λεγόμενον ἐοικέναι δόξει, ῥᾴδιον ὑπὲρ τούτου λαβεῖν πίστιν· | |
Hist.18.35.8 | πολλῶν γὰρ ἀμφισβητουμένων παρὰ Ῥωμαίοις καὶ μάλιστα περὶ τοῦτο τὸ μέρος διὰ τὰς πρὸς ἀλλήλους ἀντιπαραγωγάς, ὅμως τὸ νῦν εἰρημένον ὑφ’ ἡμῶν | |
Hist.18.35.9 | ὁμολογούμενον εὑρήσει παρὰ πᾶσιν ὁ ζητῶν. καὶ μὴν Πόπλιος Σκιπίων, ὁ τούτου μὲν κατὰ φύσιν υἱός, Ποπλίου δὲ τοῦ μεγάλου κληθέντος κατὰ θέ‐ σιν υἱωνός, κύριος γενόμενος τῆς Καρχηδόνος, ἥτις | |
5 | ἐδόκει πολυχρημονεστάτη τῶν κατὰ τὴν οἰκουμένην εἶναι πόλεων, ἁπλῶς τῶν ἐξ ἐκείνης οὐδὲν εἰς τὸν ἴδιον βίον μετήγαγεν, οὔτ’ ὠνησάμενος οὔτ’ ἄλλῳ | |
Hist.18.35.10 | τρόπῳ κτησάμενος οὐδέν, καίπερ οὐχ ὅλως εὐπο‐ ρούμενος κατὰ τὸν βίον, ἀλλὰ μέτριος ὢν κατὰ τὴν | |
Hist.18.35.11 | ὕπαρξιν, ὡς Ῥωμαῖος. οὐχ οἷον δὲ τῶν ἐξ αὐτῆς τῆς Καρχηδόνος ἀπέσχετο μόνον, ἀλλὰ καὶ καθόλου τῶν ἐκ τῆς Λιβύης οὐδὲν ἐπιμιχθῆναι πρὸς τὸν | |
Hist.18.35.12 | ἴδιον εἴασε βίον. περὶ δὲ τούτου πάλιν τἀνδρὸς ὁ ζητῶν ἀληθινῶς ἀναμφισβήτητον εὑρήσει παρὰ Ῥωμαίοις τὴν περὶ τοῦτο τὸ μέρος δόξαν. | |
Hist.18.36.1 | Ἀλλὰ γὰρ ὑπὲρ μὲν τούτων οἰκειότερον λαβόντες | |
καιρὸν ποιησόμεθα (τὴν) ἐπὶ πλεῖον διαστολήν. ὁ δὲ Τίτος ταξάμενος ἡμέραν πρὸς τὸν Φίλιππον τοῖς μὲν συμμάχοις ἔγραψε παραχρῆμα, διασαφῶν πότε | ||
5 | δεήσει παρεῖναι πρὸς τὸν σύλλογον, αὐτὸς δὲ μετά τινας ἡμέρας ἧκε πρὸς τὴν εἰσβολὴν τῶν Τεμπῶν | |
Hist.18.36.2 | εἰς τὸν ταχθέντα χρόνον. ἁθροισθέντων δὲ τῶν συμμάχων καὶ τοῦ συνεδρίου συναχθέντος ἐξ αὐτῶν τούτων, ἀναστὰς ὁ τῶν Ῥωμαίων στρατηγὸς ἐκέλευε λέγειν ἕκαστον ἐφ’ οἷς δεῖ ποιεῖσθαι τὰς πρὸς τὸν | |
Hist.18.36.3 | Φίλιππον διαλύσεις. Ἀμύνανδρος μὲν οὖν ὁ βασι‐ λεὺς βραχέα διαλεχθεὶς καὶ μέτρια κατέπαυσε τὸν | |
Hist.18.36.4 | λόγον· ἠξίου γὰρ πρόνοιαν αὑτοῦ ποιήσασθαι πάν‐ τας, ἵνα μὴ χωρισθέντων Ῥωμαίων ἐκ τῆς Ἑλλάδος εἰς ἐκεῖνον ἀπερείδηται τὴν ὀργὴν ὁ Φίλιππος· εἶναι γὰρ εὐχειρώτους Ἀθαμᾶνας αἰεὶ Μακεδόσι διά τε | |
Hist.18.36.5 | τὴν ἀσθένειαν καὶ γειτνίασιν τῆς χώρας. μετὰ δὲ τοῦτον Ἀλέξανδρος ὁ Αἰτωλὸς ἀναστάς, καθότι μὲν ἥθροικε τοὺς συμμάχους ἐπὶ τὸ περὶ τῶν διαλύσεων διαβούλιον καὶ καθόλου νῦν ἑκάστους ἀξιοῖ λέγειν | |
Hist.18.36.6 | τὸ φαινόμενον, ἐπῄνεσε τὸν Τίτον, τοῖς δ’ ὅλοις πράγμασιν ἀγνοεῖν ἔφη καὶ παραπίπτειν αὐτόν, εἰ πέπεισται διαλύσεις ποιησάμενος πρὸς Φίλιππον ἢ Ῥωμαίοις τὴν εἰρήνην ἢ τοῖς Ἕλλησι τὴν ἐλευθερίαν | |
5 | βέβαιον ἀπολείψειν· οὐδέτερον γὰρ εἶναι τούτων | |
Hist.18.36.7 | δυνατόν, ἀλλ’ εἰ βούλεται καὶ τὴν τῆς πατρίδος πρόθεσιν ἐπιτελῆ ποιεῖν καὶ τὰς ἰδίας ὑποσχέσεις, ἃς ὑπέσχηται πᾶσι τοῖς Ἕλλησι, μίαν ὑπάρχειν ἔφη διάλυσιν πρὸς Μακεδόνας τὸ Φίλιππον ἐκβάλλειν | |
Hist.18.36.8 | ἐκ τῆς ἀρχῆς. τοῦτο δ’ εἶναι καὶ λίαν εὐχερές, ἐὰν | |
Hist.18.36.9 | μὴ παρῇ τὸν ἐνεστῶτα καιρόν. πλείω δὲ πρὸς ταύ‐ την τὴν ὑπόθεσιν διαλεχθεὶς κατέπαυσε τὸν λόγον. | |
Hist.18.37.1 | Ὁ δὲ Τίτος ἀναδεξάμενος ἀστοχεῖν αὐτὸν ἔφη‐ σεν οὐ μόνον τῆς Ῥωμαίων προαιρέσεως, ἀλλὰ καὶ τῆς αὑτοῦ προθέσεως καὶ μάλιστα τοῦ τῶν Ἑλλή‐ | |
Hist.18.37.2 | νων συμφέροντος. οὔτε γὰρ Ῥωμαίους οὐδενὶ τὸ πρῶτον πολεμήσαντας εὐθέως ἀναστάτους ποιεῖν | |
Hist.18.37.3 | τούτους· πίστιν δ’ ἔχειν τὸ λεγόμενον ἔκ [τε] τῶν κατ’ Ἀννίβαν καὶ Καρχηδονίους, ὑφ’ ὧν τὰ δεινό‐ τατα παθόντας Ῥωμαίους, καὶ μετὰ ταῦτα γενομέ‐ νους κυρίους ὃ βουληθεῖεν πρᾶξαι κατ’ αὐτῶν | |
5 | ἁπλῶς, οὐδὲν ἀνήκεστον βουλεύσασθαι περὶ Καρχη‐ | |
Hist.18.37.4 | δονίων· καὶ μὴν οὐδ’ αὐτὸς οὐδέποτε ταύτην ἐσχη‐ κέναι τὴν αἵρεσιν, ὅτι δεῖ πολεμεῖν πρὸς τὸν Φί‐ λιππον ἀδιαλύτως· ἀλλ’ εἴπερ ἐβουλήθη ποιεῖν τὰ παρακαλούμενα πρὸ τῆς μάχης, ἑτοίμως ἂν διαλε‐ | |
Hist.18.37.5 | λύσθαι πρὸς αὐτόν. διὸ καὶ θαυμάζειν ἔφη πῶς μετέχοντες τότε τῶν περὶ τῆς διαλύσεως συλλόγων | |
Hist.18.37.6 | ἅπαντες νῦν ἀκαταλλάκτως ἔχουσιν. “ἢ δῆλον ὅτι νενικήκαμεν; ἀλλὰ τοῦτό γ’ ἐστὶ πάντων ἀγνωμονέ‐ | |
Hist.18.37.7 | στατον· πολεμοῦντας γὰρ δεῖ τοὺς ἀγαθοὺς ἄνδρας βαρεῖς εἶναι καὶ θυμικούς, ἡττωμένους δὲ γενναί‐ ους καὶ μεγαλόφρονας, νικῶντάς γε μὴν μετρίους καὶ πραεῖς καὶ φιλανθρώπους. ὑμεῖς δὲ τἀναντία | |
Hist.18.37.8 | παρακαλεῖτε νῦν. ἀλλὰ μὴν καὶ τοῖς Ἕλλησι ταπει‐ νωθῆναι μὲν ἐπὶ πολὺ συμφέρει τὴν Μακεδόνων | |
Hist.18.37.9 | ἀρχήν, ἀρθῆναί γε μὴν οὐδαμῶς”. τάχα γὰρ αὐτοὺς πεῖραν λήψεσθαι τῆς Θρᾳκῶν καὶ Γαλατῶν παρα‐ νομίας· τοῦτο γὰρ ἤδη καὶ πλεονάκις γεγονέναι. | |
Hist.18.37.10 | καθόλου δ’ αὐτὸς μὲν ἔφη καὶ τοὺς παρόντας Ῥω‐ μαίων κρίνειν, ἐὰν Φίλιππος ὑπομένῃ πάντα ποιεῖν τὰ πρότερον ὑπὸ τῶν συμμάχων ἐπιταττόμενα, δι‐ δόναι τὴν εἰρήνην αὐτῷ, προσλαβόντας καὶ τὴν τῆς | |
5 | συγκλήτου γνώμην· Αἰτωλοὺς δὲ κυρίους εἶναι βου‐ | |
Hist.18.37.11 | λευομένους ὑπὲρ σφῶν αὐτῶν. τοῦ δὲ Φαινέου μετὰ ταῦτα βουλομένου λέγειν ὅτι μάταια πάντα τὰ πρὸ τοῦ γέγονε· τὸν γὰρ Φίλιππον, ἐὰν διολίσθῃ τὸν παρόντα καιρόν, ἤδη πάλιν ἀρχὴν ἄλλην ποι‐ | |
Hist.18.37.12 | ήσεσθαι πραγμάτων· ὁ Τίτος αὐτόθεν ἐξ ἕδρας καὶ θυμικῶς “Παῦσαι” φησὶ “Φαινέα, ληρῶν· ἐγὼ γὰρ οὕτως χειριῶ τὰς διαλύσεις ὥστε μηδὲ βουληθέντα τὸν Φίλιππον ἀδικεῖν δύνασθαι τοὺς Ἕλληνας.” | |
Hist.18.38.1 | Καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν. τῇ δ’ ὑστεραίᾳ παραγενομένου τοῦ βασιλέως, καὶ τῇ τρίτῃ πάντων εἰς τὸν σύλλογον ἁθροισθέντων, εἰσελθὼν ὁ Φίλιππος εὐστόχως καὶ συνετῶς ὑπετέμετο τὰς | |
Hist.18.38.2 | πάντων ὁρμάς· ἔφη γὰρ τὰ μὲν πρότερον ὑπὸ Ῥω‐ μαίων καὶ τῶν συμμάχων ἐπιταττόμενα πάντα συγ‐ χωρεῖν καὶ ποιήσειν, περὶ δὲ τῶν λοιπῶν διδόναι | |
Hist.18.38.3 | τῇ συγκλήτῳ τὴν ἐπιτροπήν. τούτων δὲ ῥηθέντων οἱ μὲν ἄλλοι πάντες ἀπεσιώπησαν, ὁ δὲ τῶν Αἰτω‐ λῶν Φαινέας “Τί οὖν ἡμῖν οὐκ ἀποδίδως, Φίλιππε” ἔφη “Λάρισαν τὴν Κρεμαστήν, Φάρσαλον, Θήβας | |
Hist.18.38.4 | τὰς Φθίας, Ἐχῖνον”; ὁ μὲν οὖν Φίλιππος ἐκέλευε παραλαμβάνειν αὐτούς, ὁ δὲ Τίτος τῶν μὲν ἄλλων οὐκ ἔφη δεῖν οὐδεμίαν, Θήβας δὲ μόνον τὰς Φθίας· | |
Hist.18.38.5 | Θηβαίους γὰρ ἐγγίσαντος αὐτοῦ μετὰ τῆς δυνάμεως καὶ παρακαλοῦντος σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν οὐ βουληθῆναι· διὸ νῦν, κατὰ πόλεμον ὑποχειρίων ὄντων, ἔχειν ἐξουσίαν ἔφη βουλεύεσθαι περὶ αὐτῶν | |
Hist.18.38.6 | ὡς ἂν προαιρῆται. τῶν δὲ περὶ τὸν Φαινέαν ἀγα‐ νακτούντων, καὶ λεγόντων ὅτι δέον αὐτοὺς εἴη, πρῶτον μέν, καθότι συνεπολέμησαν νῦν, κομίζεσθαι τὰς πόλεις τὰς πρότερον μεθ’ αὑτῶν συμπολιτευο‐ | |
Hist.18.38.7 | μένας, ἔπειτα κατὰ τὴν ἐξ ἀρχῆς συμμαχίαν, καθ’ ἣν ἔδει τῶν κατὰ πόλεμον ἑλόντων τὰ μὲν ἔπιπλα Ῥω‐ μαίων εἶναι, τὰς δὲ πόλεις Αἰτωλῶν, ὁ Τίτος ἀγνο‐ | |
Hist.18.38.8 | εῖν αὐτοὺς ἔφη κατ’ ἀμφότερα. τήν τε γὰρ συμμα‐ χίαν λελύσθαι, καθ’ ὃν καιρὸν τὰς διαλύσεις ἐποι‐ ήσαντο πρὸς Φίλιππον ἐγκαταλείποντες Ῥωμαίους, | |
Hist.18.38.9 | εἴ τε καὶ μένειν ἔτι τὴν συμμαχίαν, δεῖν αὐτοὺς κομίζεσθαι καὶ παραλαμβάνειν, οὐκ εἴ τινες ἐθελον‐ τὴν σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν ἐνεχείρισαν, ὅπερ αἱ κατὰ Θετταλίαν πόλεις ἅπασαι πεποιήκασι νῦν, | |
5 | ἀλλ’ εἴ τινες κατὰ κράτος ἑάλωσαν. | |
Hist.18.39.1 | Τοῖς μὲν οὖν ἄλλοις ὁ Τίτος ἤρεσκε ταῦτα λέ‐ γων, οἱ δ’ Αἰτωλοὶ βαρέως ἤκουον καί τις οἷον | |
Hist.18.39.2 | ἀρχὴ κακῶν ἐγεννᾶτο μεγάλων· ἐκ γὰρ ταύτης τῆς διαφορᾶς καὶ τούτου τοῦ σπινθῆρος μετ’ ὀλίγον ὅ τε πρὸς Αἰτωλοὺς ὅ τε πρὸς Ἀντίοχον ἐξεκαύθη | |
Hist.18.39.3 | πόλεμος. τὸ δὲ συνέχον ἦν τῆς ὁρμῆς τῆς τοῦ Τίτου | |
πρὸς τὰς διαλύσεις, ἐπυνθάνετο τὸν Ἀντίοχον ἀπὸ Συρίας (ἀν)ῆχθαι μετὰ δυνάμεως, ποιούμενον τὴν | ||
Hist.18.39.4 | ὁρμὴν ἐπὶ τὴν Εὐρώπην. διόπερ ἠγωνία μὴ ταύτης ὁ Φίλιππος τῆς ἐλπίδος ἀντιλαμβανόμενος ἐπὶ τὸ πολιοφυλακεῖν ὁρμήσῃ καὶ τρίβειν τὸν πόλεμον, εἶθ’ ἑτέρου παραγενηθέντος ὑπάτου τὸ κεφάλαιον τῶν | |
Hist.18.39.5 | πράξεων εἰς ἐκεῖνον ἀνακλασθῇ. διὸ συνεχωρήθη τῷ βασιλεῖ, καθάπερ ἠξίου, λαβόντα τετραμήνους ἀνοχὰς παραχρῆμα μὲν δοῦναι τῷ Τίτῳ τὰ διακόσια τάλαντα καὶ Δημήτριον τὸν υἱὸν εἰς ὁμηρείαν καί | |
5 | τινας ἑτέρους τῶν φίλων, περὶ δὲ τῶν ὅλων πέμπειν εἰς τὴν Ῥώμην καὶ διδόναι τῇ συγκλήτῳ τὴν ἐπι‐ | |
Hist.18.39.6 | τροπήν. καὶ τότε μὲν ἐχωρίσθησαν πιστωσάμενοι περὶ τῶν ὅλων πρὸς ἀλλήλους, ἐφ’ ᾧ Τίτον, ἐὰν μὴ συντελῆται τὰ κατὰ τὰς διαλύσεις, ἀποδοῦναι Φι‐ | |
Hist.18.39.7 | λίππῳ τὰ διακόσια τάλαντα καὶ τοὺς ὁμήρους· μετὰ δὲ ταῦτα πάντες ἔπεμπον εἰς τὴν Ῥώμην, οἱ μὲν συνεργοῦντες, οἱ δ’ ἀντιπράττοντες τῇ διαλύσει. — | |
Hist.18.40.1 | Τί δήποτ’ ἐστὶν ὅτι τοῖς αὐτοῖς καὶ διὰ τῶν αὐτῶν ἀπατώμενοι πάντες οὐ δυνάμεθα λῆξαι (τῆς) | |
Hist.18.40.2 | ἀνοίας; τοῦτο γὰρ τὸ γένος τῆς ῥᾳδιουργίας πολ‐ | |
Hist.18.40.3 | λάκις ὑπὸ πολλῶν ἤδη γέγονε· καὶ τὸ μὲν παρὰ τοῖς ἄλλοις διαχωρεῖν ἴσως οὐ θαυμαστόν, τὸ δέ, παρ’ οἷς ἡ πηγὴ τῆς τοιαύτης ὑπάρχει κακοπραγμο‐ | |
Hist.18.40.4 | σύνης. ἀλλ’ ἔστιν αἴτιον τὸ μὴ πρόχειρον ὑπάρχειν | |
τὸ παρ’ Ἐπιχάρμῳ καλῶς εἰρημένον νᾶφε καὶ μέμνας’ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν. — | ||
Hist.18.40.5 | Μεδίων, πόλις πρὸς τῇ Αἰτωλίᾳ. Πολύβιος ὀκτω‐ καιδεκάτῳ. | |
Hist.1841at | II. RES ASIAE. | |
Hist.1841a1 | ... κωλύειν δὲ τὸν Ἀντίοχον παραπλεῖν, οὐκ ἀπεχθείας χάριν, ἀλλ’ ὑφορώμενοι μὴ Φιλίππῳ συν‐ επισχύσας ἐμπόδιον γένηται τῇ τῶν Ἑλλήνων ἐλευ‐ θερίᾳ. — | |
Hist.1841a2 | Ὅτι Ἀντίοχος ὁ βασιλεὺς πάνυ ὠρέγετο τῆς Ἐφέσου διὰ τὴν εὐκαιρίαν, τῷ δοκεῖν μὲν κατὰ τῆς Ἰωνίας καὶ τῶν ἐφ’ Ἑλλησπόντου πόλεων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἀκροπόλεως ἔχειν θέσιν, | |
5 | κατὰ δὲ τῆς Εὐρώπης ἀμυντήριον ὑπάρχειν ἀεὶ τοῖς Ἀσίας βασιλεῦσιν εὐκαιρότατον. — | |
Hist.18.41.1 | Ὅτι φησὶν ὁ Πολύβιος ἐν τῷ ιηʹ λόγῳ. Ὅτι Ἄτταλος ἐτελεύτησε τὸν βίον· ὑπὲρ οὗ δίκαιόν ἐστι, καθάπερ περὶ τῶν ἄλλων εἰθίσμεθα ποιεῖν, καὶ περὶ τούτου νῦν ἐπιφθέγξασθαι τὸν ἁρμόζοντα λόγον. | |
Hist.18.41.2 | ἐκείνῳ γὰρ ἐξ ἀρχῆς ἄλλο μὲν οὐδὲν ἐφόδιον ὑπ‐ ῆρξε πρὸς βασιλείαν τῶν ἐκτός, πλοῦτος δὲ μόνον, | |
Hist.18.41.3 | ὃς μετὰ νοῦ μὲν καὶ τόλμης χειριζόμενος ὡς ἀλη‐ θῶς μεγάλην παρέχεται χρείαν πρὸς πᾶσαν ἐπι‐ βολήν, ἄνευ δὲ τῶν προειρημένων τοῖς πλείστοις κακῶν παραίτιος πέφυκε γίνεσθαι καὶ συλλήβδην | |
Hist.18.41.4 | ἀπωλείας. καὶ γὰρ φθόνους γεννᾷ καὶ ἐπιβουλὰς καὶ πρὸς διαφθορὰν σώματος καὶ ψυχῆς μεγίστας ἔχει ῥοπάς. ὀλίγαι δέ τινές εἰσι ψυχαὶ παντάπασιν αἱ ταῦτα δυνάμεναι διωθεῖσθαι τῇ τοῦ πλούτου | |
Hist.18.41.5 | δυνάμει. διὸ καὶ τοῦ προειρημένου ἄξιον ἀγασθῆ‐ ναι τὴν μεγαλοψυχίαν, ὅτι πρὸς οὐδὲν τῶν ἄλλων ἐπεβάλετο χρήσασθαι τοῖς χορηγίοις ἀλλὰ πρὸς βασι‐ λείας κατάκτησιν, οὗ μεῖζον ἢ κάλλιον οὐδὲν οἷόν | |
Hist.18.41.6 | τ’ ἐστὶν οὐδ’ εἰπεῖν· ὃς τὴν ἀρχὴν ἐνεστήσατο τῆς προειρημένης ἐπιβολῆς οὐ μόνον διὰ τῆς εἰς τοὺς φίλους εὐεργεσίας καὶ χάριτος, ἀλλὰ καὶ διὰ τῶν | |
Hist.18.41.7 | κατὰ πόλεμον ἔργων. νικήσας γὰρ μάχῃ Γαλάτας, ὃ βαρύτατον καὶ μαχιμώτατον ἔθνος ἦν τότε κατὰ τὴν Ἀσίαν, ταύτην ἀρχὴν ἐποιήσατο καὶ τότε πρῶ‐ | |
Hist.18.41.8 | τον αὑτὸν ἔδειξε βασιλέα. τυχὼν δὲ τῆς τιμῆς ταύτης καὶ βιώσας ἔτη δύο πρὸς τοῖς ἑβδομήκοντα, τούτων δὲ βασιλεύσας τετταράκοντα καὶ τέτταρα, σωφρονέστατα μὲν ἐβίωσε καὶ σεμνότατα πρὸς γυ‐ | |
Hist.18.41.9 | ναῖκα καὶ τέκνα, διεφύλαξε δὲ τὴν πρὸς πάντας τοὺς συμμάχους καὶ φίλους πίστιν, ἐναπέθανε δ’ ἐν αὐτοῖς τοῖς καλλίστοις ἔργοις, ἀγωνιζόμενος ὑπὲρ | |
Hist.18.41.10 | τῆς τῶν Ἑλλήνων ἐλευθερίας. τὸ δὲ μέγιστον, τέτταρας υἱοὺς ἐν ἡλικίᾳ καταλιπὼν οὕτως ἡρμό‐ σατο τὰ κατὰ τὴν ἀρχὴν ὥστε παισὶ παίδων ἀστα‐ σίαστον παραδοθῆναι τὴν βασιλείαν. | |
Hist.18.42t | III. RES ITALIAE. | |
Hist.18.42.1 | Ὅτι ἐπὶ Μαρκέλλου Κλαυδίου ὑπάτου παρειλη‐ | |
φότος τὴν ὕπατον ἀρχὴν ἧκον εἰς τὴν Ῥώμην οἵ τε παρὰ τοῦ Φιλίππου πρέσβεις οἵ τε παρὰ τοῦ Τίτου καὶ τῶν συμμάχων ὑπὲρ τῶν πρὸς Φίλιππον συν‐ | ||
Hist.18.42.2 | θηκῶν. λόγων δὲ πλειόνων γενομένων ἐν τῇ συγ‐ κλήτῳ, ταύτῃ μὲν ἐδόκει βεβαιοῦν τὰς ὁμολογίας· | |
Hist.18.42.3 | εἰς δὲ τὸν δῆμον εἰσενεχθέντος τοῦ διαβουλίου Μάρκος, αὐτὸς ἐπιθυμῶν τῆς εἰς τὴν Ἑλλάδα δια‐ βάσεως, ἀντέλεγε καὶ πολλὴν ἐποιεῖτο σπουδὴν εἰς | |
Hist.18.42.4 | τὸ διακόψαι τὰς συνθήκας. οὐ μὴν ἀλλ’ ὅ γε δῆ‐ μος κατὰ τὴν τοῦ Τίτου προαίρεσιν ἐπεκύρωσε τὰς | |
Hist.18.42.5 | διαλύσεις. ὧν ἐπιτελεσθεισῶν εὐθέως ἡ σύγκλητος ἄνδρας δέκα καταστήσασα τῶν ἐπιφανῶν ἐξέπεμπε τοὺς χειριοῦντας τὰ κατὰ τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου καὶ βεβαιώσοντας τοῖς Ἕλλησι τὴν ἐλευθε‐ | |
Hist.18.42.6 | ρίαν. ἐποιήσαντο δὲ λόγους ἐν τῇ συγκλήτῳ καὶ περὶ τῆς συμμαχίας οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις, | |
Hist.18.42.7 | οἱ περὶ Δαμόξενον τὸν Αἰγιέα· γενομένης δ’ ἀντιρρή‐ σεως κατὰ τὸ παρὸν διὰ τὸ κατὰ πρόσωπον Ἠλεί‐ ους μὲν ἀμφισβητεῖν τοῖς Ἀχαιοῖς ὑπὲρ τῆς Τρι‐ φυλίας, Μεσσηνίους δ’ ὑπὲρ Ἀσίνης καὶ Πύλου, | |
5 | συμμάχους τότε Ῥωμαίων ὑπάρχοντας, Αἰτωλοὺς δὲ περὶ τῆς Ἡραιῶν πόλεως, ὑπέρθεσιν ἔλαβε τὸ δια‐ | |
Hist.18.42.8 | βούλιον ἐπὶ τοὺς δέκα. καὶ τὰ μὲν κατὰ τὴν σύγ‐ κλητον ἐπὶ τούτοις ἦν. | |
Hist.18.43t | IV. RES GRAECIAE. | |
Hist.18.43.1 | Ὅτι κατὰ τὴν Ἑλλάδα μετὰ τὴν μάχην Τίτου παραχειμάζοντος ἐν Ἐλατείᾳ Βοιωτοί, σπουδάζοντες ἀνακομίσασθαι τοὺς ἄνδρας τοὺς παρ’ αὐτῶν στρα‐ | |
τευσαμένους παρὰ τῷ Φιλίππῳ, διεπρεσβεύοντο περὶ | ||
Hist.18.43.2 | τῆς ἀσφαλείας αὐτῶν πρὸς Τίτον. ὁ δὲ βουλόμενος ἐκκαλεῖσθαι τοὺς Βοιωτοὺς πρὸς τὴν σφετέραν εὔνοιαν διὰ τὸ προορᾶσθαι τὸν Ἀντίοχον, ἑτοίμως | |
Hist.18.43.3 | συνεχώρησεν. ταχὺ δὲ πάντων ἀνακομισθέντων ἐκ τῆς Μακεδονίας, ἐν οἷς ἦν καὶ Βραχύλλης, τοῦτον μὲν εὐθέως βοιωτάρχην κατέστησαν, παραπλησίως δὲ καὶ τοὺς ἄλλους τοὺς δοκοῦντας εἶναι φίλους | |
5 | τῆς Μακεδόνων οἰκίας ἐτίμων καὶ προῆγον οὐχ | |
Hist.18.43.4 | ἧττον ἢ πρότερον. ἔπεμψαν δὲ καὶ πρεσβείαν πρὸς τὸν Φίλιππον τὴν εὐχαριστήσουσαν ἐπὶ τῇ τῶν νεα‐ νίσκων ἐπανόδῳ, λυμαινόμενοι τὴν τοῦ Τίτου χάριν. | |
Hist.18.43.5 | ἃ συνορῶντες οἱ περὶ τὸν Ζεύξιππον καὶ Πεισίστρα‐ τον, καὶ πάντες οἱ δοκοῦντες εἶναι Ῥωμαίοις φίλοι δυσχερῶς ἔφερον, προορώμενοι τὸ μέλλον καὶ δεδιό‐ | |
Hist.18.43.6 | τες περὶ σφῶν αὐτῶν καὶ τῶν ἀναγκαίων· σαφῶς γὰρ ᾔδεισαν ὡς, ἐὰν μὲν οἱ Ῥωμαῖοι χωρισθῶσιν ἐκ τῆς Ἑλλάδος, ὁ δὲ Φίλιππος μένῃ παρὰ πλευράν, συνεπισχύων αἰεὶ τοῖς πρὸς σφᾶς ἀντιπολιτευομέ‐ | |
5 | νοις, οὐδαμῶς ἀσφαλῆ σφίσιν ἐσομένην τὴν ἐν τῇ | |
Hist.18.43.7 | Βοιωτίᾳ πολιτείαν. διὸ καὶ συμφρονήσαντες ἐπρέ‐ | |
Hist.18.43.8 | σβευον πρὸς Τίτον εἰς τὴν Ἐλάτειαν. συμμίξαντες δὲ τῷ προειρημένῳ πολλοὺς καὶ ποικίλους εἰς τοῦτο τὸ μέρος διετίθεντο λόγους, ὑποδεικνύντες τὴν ὁρ‐ μὴν τοῦ πλήθους τὴν οὖσαν ἤδη νῦν καθ’ αὑτῶν | |
Hist.18.43.9 | καὶ τὴν ἀχαριστίαν τῶν ὄχλων. καὶ τέλος ἐθάρρη‐ σαν εἰπεῖν (ὡς), ἐὰν μὴ τὸν Βραχύλλην ἐπανελόμενοι καταπλήξωνται τοὺς πολλούς, οὐκ ἔστιν ἀσφάλεια τοῖς Ῥωμαίων φίλοις χωρισθέντων τῶν στρατοπέ‐ | |
Hist.18.43.10 | δων. ὁ δὲ Τίτος ταῦτα διακούσας αὐτὸς μὲν οὐκ ἔφη κοινωνεῖν τῆς πράξεως ταύτης, τοὺς δὲ βουλο‐ | |
Hist.18.43.11 | μένους πράττειν οὐ κωλύειν· καθόλου δὲ λαλεῖν αὐτοὺς ἐκέλευε περὶ τούτων Ἀλεξαμενῷ τῷ τῶν | |
Hist.18.43.12 | Αἰτωλῶν στρατηγῷ. τῶν δὲ περὶ τὸν Ζεύξιππον πειθαρχησάντων καὶ διαλεγομένων, ταχέως ὁ προ‐ ειρημένος πεισθεὶς καὶ συγκαταθέμενος τοῖς λεγο‐ μένοις τρεῖς μὲν τῶν Αἰτωλικῶν συνέστησε, τρεῖς | |
5 | δὲ τῶν Ἰταλικῶν νεανίσκων τοὺς προσοίσοντας τὰς χεῖρας τῷ Βραχύλλῃ. — | |
Hist.18.43.13 | Οὐδεὶς γὰρ οὕτως οὔτε μάρτυς ἐστι φοβερὸς οὔτε κατήγορος δεινὸς ὡς ἡ σύνεσις ἡ κατοικοῦς’ ἐν ταῖς ἑκάστων ψυχαῖς. — | |
Hist.18.44.1 | Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον ἐκ τῆς Ῥώμης οἱ δέκα, δι’ ὧν ἔμελλε χειρίζεσθαι τὰ κατὰ τοὺς Ἕλληνας, κομίζοντες τὸ τῆς συγκλήτου (δόγμα) τὸ | |
Hist.18.44.2 | περὶ τῆς πρὸς Φίλιππον εἰρήνης. ἦν δὲ τὰ συνέ‐ χοντα τοῦ δόγματος ταῦτα, τοὺς μὲν ἄλλους Ἕλλη‐ νας πάντας, τούς τε κατὰ τὴν Ἀσίαν καὶ κατὰ τὴν Εὐρώπην, ἐλευθέρους ὑπάρχειν καὶ νόμοις χρῆσθαι | |
Hist.18.44.3 | τοῖς ἰδίοις· τοὺς δὲ ταττομένους ὑπὸ Φίλιππον καὶ τὰς πόλεις τὰς ἐμφρούρους παραδοῦναι Φίλιππον | |
Hist.18.44.4 | Ῥωμαίοις πρὸ τῆς τῶν Ἰσθμίων πανηγύρεως, Εὔρω‐ μον δὲ καὶ Πήδασα καὶ Βαργύλια καὶ τὴν Ἰασέων πόλιν, ὁμοίως Ἄβυδον, Θάσον, Μύριναν, Πέρινθον, ἐλευθέρας ἀφεῖναι τὰς φρουρὰς ἐξ αὐτῶν μεταστη‐ | |
Hist.18.44.5 | σάμενον· περὶ δὲ τῆς τῶν Κιανῶν ἐλευθερώσεως Τίτον γράψαι πρὸς Προυσίαν κατὰ τὸ δόγμα τῆς | |
Hist.18.44.6 | συγκλήτου· τὰ δ’ αἰχμάλωτα καὶ τοὺς αὐτομόλους ἅπαντας ἀποκαταστῆσαι Φίλιππον Ῥωμαίοις ἐν τοῖς | |
αὐτοῖς χρόνοις, ὁμοίως δὲ καὶ τὰς καταφράκτους ναῦς πλὴν πέντε σκαφῶν καὶ τῆς ἑκκαιδεκήρους· | ||
Hist.18.44.7 | δοῦναι δὲ καὶ χίλια τάλαντα, τούτων τὰ μὲν ἡμίση παραυτίκα, τὰ δ’ ἡμίση κατὰ φόρους ἐν ἔτεσι δέκα. | |
Hist.18.45.1 | Τούτου δὲ τοῦ δόγματος διαδοθέντος εἰς τοὺς Ἕλληνας οἱ μὲν ἄλλοι πάντες εὐθαρσεῖς ἦσαν καὶ περιχαρεῖς, μόνοι δ’ Αἰτωλοί, δυσχεραίνοντες ἐπὶ τῷ μὴ τυγχάνειν ὧν ἤλπιζον, κατελάλουν τὸ δόγμα, | |
5 | φάσκοντες οὐ πραγμάτων, ἀλλὰ γραμμάτων μόνον | |
Hist.18.45.2 | ἔχειν αὐτὸ διάθεσιν. καί τινας ἐλάμβανον πιθανό‐ τητας ἐξ αὐτῶν τῶν ἐγγράπτων πρὸς τὸ διασείειν | |
Hist.18.45.3 | τοὺς ἀκούοντας τοιαύτας. ἔφασκον γὰρ εἶναι δύο γνώμας ἐν τῷ δόγματι περὶ τῶν ὑπὸ Φιλίππου φρουρουμένων πόλεων, τὴν μὲν μίαν ἐπιτάττουσαν ἐξάγειν τὰς φρουρὰς τὸν Φίλιππον, τὰς δὲ πόλεις | |
5 | παραδιδόναι Ῥωμαίοις, τὴν δ’ ἑτέραν ἐξάγοντα τὰς | |
Hist.18.45.4 | φρουρὰς ἐλευθεροῦν τὰς πόλεις. τὰς μὲν οὖν ἐλευ‐ θερουμένας ἐπ’ ὀνόματος δηλοῦσθαι, ταύτας δ’ εἶναι τὰς κατὰ τὴν Ἀσίαν, τὰς δὲ παραδιδομένας Ῥωμαίοις φανερὸν ὅτι τὰς κατὰ τὴν Εὐρώπην. | |
Hist.18.45.5 | εἶναι δὲ ταύτας Ὠρεόν, Ἐρέτριαν, Χαλκίδα, Δημη‐ | |
Hist.18.45.6 | τριάδα, Κόρινθον. ἐκ δὲ τούτων εὐθεώρητον ὑπάρ‐ χειν πᾶσιν ὅτι μεταλαμβάνουσι τὰς Ἑλληνικὰς πέδας παρὰ Φιλίππου Ῥωμαῖοι, καὶ γίνεται μεθάρ‐ μοσις δεσποτῶν, οὐκ ἐλευθέρωσις τῶν Ἑλλήνων. | |
Hist.18.45.7 | Ταῦτα μὲν οὖν ὑπ’ Αἰτωλῶν ἐλέγετο κατακόρως. ὁ δὲ Τίτος ὁρμήσας ἐκ τῆς Ἐλατείας μετὰ τῶν δέκα καὶ κατάρας εἰς τὴν Ἀντίκυραν, παραυτίκα διέ‐ πλευσεν εἰς τὸν Κόρινθον, κἀκεῖ παραγενόμενος | |
5 | συνήδρευε μετὰ τούτων καὶ διελάμβανε περὶ τῶν | |
Hist.18.45.8 | ὅλων. πλεοναζούσης δὲ τῆς τῶν Αἰτωλῶν διαβο‐ | |
λῆς καὶ πιστευομένης παρ’ ἐνίοις, πολλοὺς καὶ ποικίλους ἠναγκάζετο ποιεῖσθαι λόγους ὁ Τίτος ἐν | ||
Hist.18.45.9 | τῷ συνεδρίῳ, διδάσκων ὡς εἴπερ βούλονται καὶ τὴν τῶν Ἑλλήνων εὔκλειαν ὁλόκληρον περιποιή‐ σασθαι, καὶ καθόλου πιστευθῆναι παρὰ πᾶσι διότι καὶ τὴν ἐξ ἀρχῆς ἐποιήσαντο διάβασιν οὐ τοῦ συμ‐ | |
5 | φέροντος ἕνεκεν, ἀλλὰ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, ἐκχωρητέον εἴη πάντων τῶν τόπων καὶ πάσας ἐλευθερωτέον τὰς πόλεις τὰς νῦν ὑπὸ Φιλίππου | |
Hist.18.45.10 | φρουρουμένας. ταύτην δὲ συνέβαινε γίνεσθαι τὴν ἀπορίαν ἐν τῷ συνεδρίῳ διὰ τὸ περὶ μὲν τῶν ἄλλων ἐν τῇ Ῥώμῃ προδιειλῆφθαι καὶ ῥητὰς ἔχειν τοὺς δέκα παρὰ τῆς συγκλήτου τὰς ἐντολάς, περὶ | |
5 | δὲ Χαλκίδος καὶ Κορίνθου καὶ Δημητριάδος ἐπιτρο‐ πὴν αὐτοῖς δεδόσθαι διὰ τὸν Ἀντίοχον, ἵνα βλέ‐ ποντες πρὸς τοὺς καιροὺς βουλεύωνται περὶ τῶν προειρημένων πόλεων κατὰ τὰς αὑτῶν προαιρέσεις· | |
Hist.18.45.11 | ὁ γὰρ προειρημένος βασιλεὺς δῆλος ἦν ἐπέχων | |
Hist.18.45.12 | πάλαι τοῖς κατὰ τὴν Εὐρώπην πράγμασιν. οὐ μὴν ἀλλὰ τὸν μὲν Κόρινθον ὁ Τίτος ἔπεισε τὸ συνέ‐ δριον ἐλευθεροῦν παραχρῆμα καὶ τοῖς Ἀχαιοῖς ἐγχει‐ ρίζειν διὰ τὰς ἐξ ἀρχῆς ὁμολογίας, τὸν δ’ Ἀκροκό‐ | |
5 | ρινθον καὶ Δημητριάδα καὶ Χαλκίδα παρακατέσχεν. | |
Hist.18.46.1 | Δοξάντων δὲ τούτων, καὶ τῆς Ἰσθμίων πανηγύ‐ ρεως ἐπελθούσης, καὶ σχεδὸν ἀπὸ πάσης τῆς οἰκου‐ μένης τῶν ἐπιφανεστάτων ἀνδρῶν συνεληλυθότων διὰ τὴν προσδοκίαν τῶν ἀποβησομένων, πολλοὶ καὶ | |
5 | ποικίλοι καθ’ ὅλην τὴν πανήγυριν ἐνέπιπτον λόγοι, | |
Hist.18.46.2 | τῶν μὲν ἀδύνατον εἶναι φασκόντων Ῥωμαίους ἐνίων ἀποστῆναι τόπων καὶ πόλεων, τῶν δὲ διοριζομένων ὅτι τῶν μὲν ἐπιφανῶν εἶναι δοκούντων τόπων ἀπο‐ | |
στήσονται, τοὺς δὲ φαντασίαν μὲν ἔχοντας ἐλάττω, | ||
5 | χρείαν δὲ τὴν αὐτὴν παρέχεσθαι δυναμένους καθέ‐ | |
Hist.18.46.3 | ξουσι. καὶ τούτους εὐθέως ἐπεδείκνυσαν αὐτοὶ καθ’ | |
Hist.18.46.4 | αὑτῶν διὰ τῆς πρὸς ἀλλήλους εὑρεσιλογίας. τοιαύ‐ της δ’ οὔσης ἐν τοῖς ἀνθρώποις τῆς ἀπορίας, ἁθροι‐ σθέντος τοῦ πλήθους εἰς τὸ στάδιον ἐπὶ τὸν ἀγῶνα, προελθὼν ὁ κῆρυξ καὶ (κατα)σιωπησάμενος τὰ πλήθη | |
5 | διὰ τοῦ σαλπικτοῦ τόδε (τὸ) κήρυγμ’ ἀνηγόρευσεν· | |
Hist.18.46.5 | “Ἡ σύγκλητος ἡ Ῥωμαίων καὶ Τίτος Κοΐντιος στρα‐ τηγὸς ὕπατος, καταπολεμήσαντες βασιλέα Φίλιππον καὶ Μακεδόνας, ἀφιᾶσιν ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους, νόμοις χρωμένους τοῖς πατρίοις, | |
5 | Κορινθίους, Φωκέας, Λοκρούς, Εὐβοεῖς, Ἀχαιοὺς τοὺς Φθιώτας, Μάγνητας, Θετταλούς, Περραιβούς”. | |
Hist.18.46.6 | κρότου δ’ ἐν ἀρχαῖς εὐθέως ἐξαισίου γενομένου τινὲς μὲν οὐδ’ ἤκουσαν τοῦ κηρύγματος, τινὲς δὲ | |
Hist.18.46.7 | πάλιν ἀκούειν ἐβούλοντο. τὸ δὲ πολὺ μέρος τῶν ἀνθρώπων διαπιστούμενον καὶ δοκοῦν ὡς ἂν εἰ καθ’ ὕπνον ἀκούειν τῶν λεγομένων διὰ τὸ παρά‐ | |
Hist.18.46.8 | δοξον τοῦ συμβαίνοντος, πᾶς τις ἐξ ἄλλης ὁρμῆς ἐβόα προάγειν τὸν κήρυκα καὶ τὸν σαλπικτὴν εἰς μέσον τὸ στάδιον καὶ λέγειν πάλιν ὑπὲρ τῶν αὐτῶν, ὡς μὲν ἐμοὶ δοκεῖ, βουλομένων τῶν ἀνθρώπων μὴ | |
5 | μόνον ἀκούειν, ἀλλὰ καὶ βλέπειν τὸν λέγοντα διὰ | |
Hist.18.46.9 | τὴν ἀπιστίαν τῶν ἀναγορευομένων. ὡς δὲ πάλιν ὁ κῆρυξ, προελθὼν εἰς τὸ μέσον καὶ κατασιωπησάμε‐ νος διὰ τοῦ σαλπικτοῦ τὸν θόρυβον, ἀνηγόρευσε ταὐτὰ καὶ ὡσαύτως τοῖς πρόσθεν, τηλικοῦτον συνέβη | |
5 | καταρραγῆναι τὸν κρότον ὥστε καὶ μὴ ῥᾳδίως ἂν | |
ὑπὸ τὴν ἔννοιαν ἀγαγεῖν τοῖς νῦν ἀκούουσι τὸ γε‐ | ||
Hist.18.46.10 | γονός. ὡς δέ ποτε κατέληξεν ὁ κρότος, τῶν μὲν ἀθλητῶν ἁπλῶς οὐδεὶς οὐδένα λόγον εἶχεν ἔτι, πάν‐ τες δὲ διαλαλοῦντες, οἱ μὲν ἀλλήλοις, οἱ δὲ πρὸς σφᾶς αὐτούς, οἷον εἰ παραστατικοὶ τὰς διανοίας | |
Hist.18.46.11 | ἦσαν. ᾗ καὶ μετὰ τὸν ἀγῶνα διὰ τὴν ὑπερβολὴν τῆς χαρᾶς μικροῦ διέφθειραν τὸν Τίτον εὐχαρι‐ | |
Hist.18.46.12 | στοῦντες· οἱ μὲν γὰρ ἀντοφθαλμῆσαι κατὰ πρόσω‐ πον καὶ σωτῆρα προσφωνῆσαι βουλόμενοι, τινὲς δὲ τῆς δεξιᾶς ἅψασθαι σπουδάζοντες, οἱ δὲ πολλοὶ στεφάνους ἐπιρριπτοῦντες καὶ λημνίσκους, παρ’ ὀλί‐ | |
Hist.18.46.13 | γον διέλυσαν τὸν ἄνθρωπον. δοκούσης δὲ τῆς εὐχα‐ ριστίας ὑπερβολικῆς γενέσθαι, θαρρῶν ἄν τις εἶπε διότι πολὺ καταδεεστέραν εἶναι συνέβαινε τοῦ τῆς | |
Hist.18.46.14 | πράξεως μεγέθους. θαυμαστὸν γὰρ ἦν καὶ τὸ Ῥω‐ μαίους ἐπὶ ταύτης γενέσθαι τῆς προαιρέσεως καὶ τὸν ἡγούμενον αὐτῶν Τίτον, ὥστε πᾶσαν ὑπομεῖναι δαπάνην καὶ πάντα κίνδυνον χάριν τῆς τῶν Ἑλλή‐ | |
5 | νων ἐλευθερίας· μέγα δὲ καὶ τὸ δύναμιν ἀκόλουθον | |
Hist.18.46.15 | τῇ προαιρέσει προσενέγκασθαι· τούτων δὲ μέγιστον ἔτι τὸ μηδὲν ἐκ τῆς τύχης ἀντιπαῖσαι πρὸς τὴν ἐπιβολήν, ἀλλ’ ἁπλῶς ἅπαντα πρὸς ἕνα καιρὸν ἐκ‐ δραμεῖν, ὥστε διὰ κηρύγματος ἑνὸς ἅπαντας καὶ | |
5 | τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας καὶ τοὺς τὴν Εὐρώπην ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους γενέσθαι, νόμοις χρωμένους τοῖς ἰδίοις. | |
Hist.18.47.1 | Διελθούσης δὲ τῆς πανηγύρεως πρώτοις μὲν ἐχρημάτισαν τοῖς παρ’ Ἀντιόχου πρεσβευταῖς, δια‐ κελευόμενοι τῶν ἐπὶ τῆς Ἀσίας πόλεων τῶν μὲν | |
αὐτονόμων ἀπέχεσθαι καὶ μηδεμιᾷ πολεμεῖν, ὅσας | ||
5 | δὲ νῦν παρείληφε τῶν ὑπὸ Πτολεμαῖον καὶ Φί‐ | |
Hist.18.47.2 | λιππον ταττομένων, ἐκχωρεῖν. σὺν δὲ τούτοις προ‐ ηγόρευον μὴ διαβαίνειν εἰς τὴν Εὐρώπην μετὰ δυ‐ νάμεως· οὐδένα γὰρ ἔτι τῶν Ἑλλήνων οὔτε πολε‐ μεῖσθαι νῦν ὑπ’ οὐδενὸς οὔτε δουλεύειν οὐδενί. | |
Hist.18.47.3 | καθόλου δὲ καὶ ἐξ αὑτῶν τινας ἔφασαν ἥξειν πρὸς | |
Hist.18.47.4 | τὸν Ἀντίοχον. ταύτας μὲν οὖν οἱ περὶ τὸν Ἡγη‐ σιάνακτα καὶ Λυσίαν λαβόντες τὰς ἀποκρίσεις ἐπ‐ | |
Hist.18.47.5 | ανῆλθον· μετὰ δὲ τούτους εἰσεκαλοῦντο πάντας τοὺς ἀπὸ τῶν ἐθνῶν καὶ πόλεων παραγεγονότας, καὶ τὰ | |
Hist.18.47.6 | δόξαντα τῷ συνεδρίῳ διεσάφουν. Μακεδόνων μὲν οὖν τοὺς Ὀρέστας καλουμένους διὰ τὸ προσχωρῆσαι σφίσι κατὰ τὸν πόλεμον αὐτονόμους ἀφεῖσαν, ἠλευ‐ θέρωσαν δὲ Περραιβοὺς καὶ Δόλοπας καὶ Μάγνη‐ | |
Hist.18.47.7 | τας. Θετταλοῖς δὲ μετὰ τῆς ἐλευθερίας καὶ τοὺς Ἀχαιοὺς τοὺς Φθιώτας προσένειμαν, ἀφελόμενοι | |
Hist.18.47.8 | Θήβας τὰς Φθίας καὶ Φάρσαλον· οἱ γὰρ Αἰτωλοὶ περί τε τῆς Φαρσάλου μεγάλην ἐποιοῦντο φιλοτι‐ μίαν, φάσκοντες αὑτῶν δεῖν ὑπάρχειν κατὰ τὰς ἐξ | |
Hist.18.47.9 | ἀρχῆς συνθήκας, ὁμοίως δὲ καὶ περὶ Λευκάδος. οἱ δ’ ἐν τῷ συνεδρίῳ περὶ μὲν τούτων τῶν πόλεων ὑπερέθεντο τοῖς Αἰτωλοῖς τὸ διαβούλιον πάλιν ἐπὶ τὴν σύγκλητον, τοὺς δὲ Φωκέας καὶ τοὺς Λοκροὺς | |
5 | συνεχώρησαν αὐτοῖς ἔχειν, καθάπερ εἶχον καὶ πρό‐ | |
Hist.18.47.10 | τερον, ἐν τῇ συμπολιτείᾳ. Κόρινθον δὲ καὶ τὴν Τριφυλίαν καὶ (τὴν Ἡραιῶν πόλιν Ἀχαιοῖς ἀπέδω‐ καν. Ὠρεὸν δ’), ἔτι δὲ τὴν Ἐρετριέων πόλιν ἐδόκει | |
Hist.18.47.11 | μὲν τοῖς πλείοσιν Εὐμένει δοῦναι· Τίτου δὲ πρὸς τὸ συνέδριον διαστείλαντος οὐκ ἐκυρώθη τὸ δια‐ βούλιον· διὸ καὶ μετά τινα χρόνον ἠλευθερώθησαν | |
αἱ πόλεις αὗται διὰ τῆς συγκλήτου καὶ σὺν ταύταις | ||
Hist.18.47.12 | Κάρυστος. ἔδωκαν δὲ καὶ Πλευράτῳ Λυχνίδα καὶ Πάρθον, οὔσας μὲν Ἰλλυρίδας, ὑπὸ Φίλιππον δὲ | |
Hist.18.47.13 | ταττομένας. Ἀμυνάνδρῳ δὲ συνεχώρησαν, ὅσα παρε‐ σπάσατο κατὰ πόλεμον ἐρύματα τοῦ Φιλίππου, κρατεῖν τούτων. | |
Hist.18.48.1 | Ταῦτα δὲ διοικήσαντες ἐμέρισαν σφᾶς αὐτούς, | |
Hist.18.48.2 | καὶ Πόπλιος μὲν Λέντλος εἰς Βαργύλια πλεύσας ἠλευθέρωσε τούτους, Λεύκιος δὲ Στερτίνιος εἰς Ἡφαιστίαν καὶ Θάσον ἀφικόμενος καὶ τὰς ἐπὶ Θρᾴ‐ | |
Hist.18.48.3 | κης πόλεις ἐποίησε τὸ παραπλήσιον. πρὸς δὲ τὸν Ἀντίοχον ὥρμησαν Πόπλιος Οὐίλλιος καὶ Λεύκιος Τερέντιος, οἱ δὲ περὶ Γνάιον τὸν Κορνήλιον πρὸς | |
Hist.18.48.4 | τὸν βασιλέα Φίλιππον. ᾧ καὶ συμμίξαντες πρὸς τοῖς Τέμπεσι περί τε τῶν ἄλλων διελέχθησαν ὑπὲρ ὧν εἶχον τὰς ἐντολάς, καὶ συνεβούλευον αὐτῷ πρεσβευτὰς πέμπειν εἰς τὴν Ῥώμην ὑπὲρ συμμαχίας, | |
5 | ἵνα μὴ δοκῇ τοῖς καιροῖς ἐφεδρεύων ἀποκαραδοκεῖν | |
Hist.18.48.5 | τὴν Ἀντιόχου παρουσίαν. τοῦ δὲ βασιλέως συγ‐ καταθεμένου τοῖς ὑποδεικνυμένοις, εὐθέως ἀπ’ ἐκεί‐ νου χωρισθέντες ἧκον ἐπὶ τὴν τῶν Θερμικῶν σύν‐ | |
Hist.18.48.6 | οδον, καὶ παρελθόντες εἰς τὰ πλήθη παρεκάλουν τοὺς Αἰτωλοὺς διὰ πλειόνων μένειν ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως καὶ διαφυλάττειν τὴν πρὸς Ῥωμαί‐ | |
Hist.18.48.7 | ους εὔνοιαν. πολλῶν δὲ παρισταμένων, καὶ τῶν μὲν πρᾴως καὶ πολιτικῶς μεμψιμοιρούντων αὐτοῖς ἐπὶ τῷ μὴ κοινωνικῶς χρῆσθαι τοῖς εὐτυχήμασι | |
Hist.18.48.8 | μηδὲ τηρεῖν τὰς ἐξ ἀρχῆς συνθήκας, τῶν δὲ λοιδο‐ ρούντων καὶ φασκόντων οὔτ’ ἂν ἐπιβῆναι τῆς Ἑλλά‐ | |
δος οὐδέποτε Ῥωμαίους οὔτ’ ἂν νικῆσαι Φίλιππον, | ||
Hist.18.48.9 | εἰ μὴ δι’ ἑαυτούς, τὸ μὲν ἀπολογεῖσθαι πρὸς ἕκαστα τούτων οἱ περὶ τὸν Γνάιον ἀπεδοκίμασαν, παρεκά‐ λουν δ’ αὐτοὺς πρεσβεύειν εἰς τὴν Ῥώμην, διότι πάντων παρὰ τῆς συγκλήτου τεύξονται τῶν δικαίων· | |
Hist.18.48.10 | ὃ καὶ πεισθέντες ἐποίησαν. καὶ τὸ μὲν τέλος τοῦ πρὸς Φίλιππον (πολέμου) τοιαύτην ἔσχε διάθεσιν. | |
Hist.18.49t | V. RES ASIAE. | |
Hist.18.49.1 | Ἐάν, τὸ δὴ λεγόμενον, τρέχωσι τὴν ἐσχάτην, ἐπὶ τοὺς Ῥωμαίους καταφεύξονται καὶ τούτοις ἐγ‐ χειριοῦσι σφᾶς αὐτοὺς καὶ τὴν πόλιν. — | |
Hist.18.49.2 | Ὅτι προχωρούσης τῷ Ἀντιόχῳ κατὰ νοῦν τῆς ἐπιβολῆς παρόντι ἐν Θρᾴκῃ τῷ Ἀντιόχῳ κατέπλευ‐ σαν εἰς Σηλυβρίαν οἱ περὶ Λεύκιον Κορνήλιον. | |
Hist.18.49.3 | οὗτοι δ’ ἦσαν παρὰ τῆς συγκλήτου πρέσβεις ἐπὶ τὰς διαλύσεις ἐξαπεσταλμένοι τὰς Ἀντιόχου καὶ | |
Hist.18.50.1 | Πτολεμαίου. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἧκον καὶ τῶν δέκα Πόπλιος μὲν Λέντλος ἐκ Βαργυλίων, Λεύ‐ κιος δὲ Τερέντιος καὶ Πόπλιος Οὐίλλιος ἐκ Θάσου. | |
Hist.18.50.2 | ταχὺ δὲ τῷ βασιλεῖ διασαφηθείσης τῆς τούτων παρ‐ ουσίας, πάντες ἐν ὀλίγαις ἡμέραις ἡθροίσθησαν εἰς | |
Hist.18.50.3 | τὴν Λυσιμάχειαν. συνεκύρησαν δὲ καὶ οἱ περὶ τὸν Ἡγησιάνακτα καὶ Λυσίαν οἱ πρὸς τὸν Τίτον ἀπο‐ | |
Hist.18.50.4 | σταλέντες εἰς τὸν καιρὸν τοῦτον. αἱ μὲν οὖν κατ’ ἰδίαν ἐντεύξεις τοῦ τε βασιλέως καὶ τῶν Ῥωμαίων | |
τελέως ἦσαν ἀφελεῖς καὶ φιλάνθρωποι· μετὰ δὲ ταῦτα γενομένης συνεδρείας κοινῆς ὑπὲρ τῶν ὅλων ἀλλοι‐ | ||
Hist.18.50.5 | οτέραν ἔλαβε τὰ πράγματα διάθεσιν. ὁ γὰρ Λεύκιος ὁ Κορνήλιος ἠξίου μὲν καὶ τῶν ὑπὸ Πτολεμαῖον ταττομένων πόλεων, ὅσας νῦν εἴληφε κατὰ τὴν Ἀσίαν, παραχωρεῖν τὸν Ἀντίοχον, τῶν δ’ ὑπὸ Φίλιππον | |
Hist.18.50.6 | διεμαρτύρετο φιλοτίμως ἐξίστασθαι· γελοῖον γὰρ εἶναι τὰ Ῥωμαίων ἆθλα τοῦ γεγονότος αὐτοῖς πο‐ λέμου πρὸς Φίλιππον Ἀντίοχον ἐπελθόντα παραλαμ‐ | |
Hist.18.50.7 | βάνειν. παρῄνει δὲ καὶ τῶν αὐτονόμων ἀπέχεσθαι | |
Hist.18.50.8 | πόλεων. καθόλου δ’ ἔφη θαυμάζειν τίνι λόγῳ τοσ‐ αύταις μὲν πεζικαῖς, τοσαύταις δὲ ναυτικαῖς δυνά‐ | |
Hist.18.50.9 | μεσι πεποίηται τὴν εἰς τὴν Εὐρώπην διάβασιν· πλὴν γὰρ τοῦ προτίθεσθαι Ῥωμαίοις ἐγχειρεῖν αὐτόν, οὐδ’ ἔννοιαν ἑτέραν καταλείπεσθαι παρὰ τοῖς ὀρθῶς λογι‐ ζομένοις. οἱ μὲν οὖν Ῥωμαῖοι ταῦτ’ εἰπόντες ἀπε‐ | |
Hist.18.51.1 | σιώπησαν· ὁ δὲ βασιλεὺς πρῶτον μὲν διαπορεῖν ἔφη κατὰ τίνα λόγον ἀμφισβητοῦσι πρὸς αὐτὸν ὑπὲρ τῶν ἐπὶ τῆς Ἀσίας πόλεων· πᾶσι γὰρ μᾶλλον ἐπι‐ | |
Hist.18.51.2 | βάλλειν τοῦτο ποιεῖν ἢ Ῥωμαίοις. δεύτερον δ’ ἠξίου μηδὲν αὐτοὺς πολυπραγμονεῖν καθόλου τῶν κατὰ τὴν Ἀσίαν· οὐδὲ γὰρ αὐτὸς περιεργάζεσθαι τῶν κατὰ | |
Hist.18.51.3 | τὴν Ἰταλίαν ἁπλῶς οὐδέν. εἰς δὲ τὴν Εὐρώπην ἔφη διαβεβηκέναι μετὰ τῶν δυνάμεων ἀνακτησόμε‐ νος τὰ κατὰ τὴν Χερρόνησον καὶ τὰς ἐπὶ Θρᾴκης πόλεις· τὴν γὰρ τῶν τόπων τούτων ἀρχὴν μάλιστα | |
Hist.18.51.4 | πάντων αὑτῷ καθήκειν. εἶναι μὲν γὰρ ἐξ ἀρχῆς τὴν δυναστείαν ταύτην Λυσιμάχου, Σελεύκου δὲ πολεμήσαντος πρὸς αὐτὸν καὶ κρατήσαντος τῷ πο‐ λέμῳ πᾶσαν τὴν Λυσιμάχου βασιλείαν δορίκτητον | |
Hist.18.51.5 | γενέσθαι Σελεύκου. κατὰ δὲ τοὺς τῶν αὑτοῦ προ‐ | |
γόνων περισπασμοὺς ἐν τοῖς ἑξῆς χρόνοις πρῶτον μὲν Πτολεμαῖον παρασπασάμενον σφετερίσασθαι | ||
Hist.18.51.6 | τοὺς τόπους τούτους, δεύτερον δὲ Φίλιππον. αὐτὸς δὲ νῦν οὐ κτᾶσθαι τοῖς Φιλίππου καιροῖς συνεπι‐ τιθέμενος, ἀλλ’ ἀνακτᾶσθαι τοῖς ἰδίοις δικαίοις συγ‐ | |
Hist.18.51.7 | χρώμενος. Λυσιμαχεῖς δέ, παραλόγως ἀναστάτους γεγονότας ὑπὸ Θρᾳκῶν, οὐκ ἀδικεῖν Ῥωμαίους κατ‐ | |
Hist.18.51.8 | άγων καὶ συνοικίζων· ποιεῖν γὰρ τοῦτ’ ἔφη βουλό‐ μενος οὐ Ῥωμαίοις τὰς χεῖρας ἐπιβαλεῖν, Σελεύκῳ | |
Hist.18.51.9 | δ’ οἰκητήριον ἑτοιμάζειν. τὰς δ’ αὐτονόμους τῶν κατὰ τὴν Ἀσίαν πόλεων οὐ διὰ τῆς Ῥωμαίων ἐπι‐ ταγῆς δέον εἶναι τυγχάνειν τῆς ἐλευθερίας, ἀλλὰ | |
Hist.18.51.10 | διὰ τῆς αὑτοῦ χάριτος. τὰ δὲ πρὸς Πτολεμαῖον αὐτὸς ἔφη διεξάξειν εὐδοκουμένως ἐκείνῳ· κρίνειν γὰρ οὐ φιλίαν μόνον, ἀλλὰ καὶ μετὰ τῆς φιλίας ἀναγκαιότητα συντίθεσθαι πρὸς αὐτόν. | |
Hist.18.52.1 | Τῶν δὲ περὶ τὸν Λεύκιον οἰομένων δεῖν καλεῖ‐ σθαι τοὺς Λαμψακηνοὺς καὶ τοὺς Σμυρναίους καὶ | |
Hist.18.52.2 | δοῦναι λόγον αὐτοῖς, ἐγένετο τοῦτο. παρῆσαν δὲ παρὰ μὲν Λαμψακηνῶν οἱ περὶ Παρμενίωνα καὶ Πυθόδωρον, παρὰ δὲ Σμυρναίων οἱ περὶ Κοίρανον. | |
Hist.18.52.3 | ὧν μετὰ παρρησίας διαλεγομένων, δυσχεράνας ὁ βασιλεὺς ἐπὶ τῷ δοκεῖν λόγον ὑπέχειν ἐπὶ Ῥωμαίων τοῖς πρὸς αὐτὸν ἀμφισβητοῦσι, μεσολαβήσας τὸν | |
Hist.18.52.4 | Παρμενίωνα “Παῦσαι” φησὶ “τῶν πολλῶν· οὐ γὰρ ἐπὶ Ῥωμαίων, ἀλλ’ ἐπὶ Ῥοδίων ὑμῖν εὐδοκῶ δια‐ | |
Hist.18.52.5 | κριθῆναι περὶ τῶν ἀντιλεγομένων.” καὶ τότε μὲν ἐπὶ τούτοις διέλυσαν τὸν σύλλογον, οὐδαμῶς εὐδο‐ | |
κήσαντες ἀλλήλοις. | ||
Hist.18.53t | VI. RES AEGYPTI. | |
Hist.18.53.1 | Τῶν γὰρ παραβόλων καὶ καλῶν ἔργων ἐφίενται | |
Hist.18.53.2 | μὲν πολλοί, τολμῶσι δ’ ὀλίγοι ψαύειν. καίτοι πολὺ καλλίους ἀφορμὰς εἶχε Σκόπας Κλεομένους πρὸς τὸ | |
Hist.18.53.3 | παραβάλλεσθαι καὶ τολμᾶν. ἐκεῖνος μὲν γὰρ προ‐ καταληφθεὶς εἰς αὐτὰς συνεκλείσθη τὰς ἐν τοῖς ἰδίοις οἰκέταις καὶ φίλοις ἐλπίδας· ἀλλ’ ὅμως οὐδὲ ταύτας ἐγκατέλιπεν, ἀλλ’ ἐφ’ ὅσον ἦν δυνατὸς ἐξή‐ | |
5 | λεγξε, τὸ καλῶς ἀποθανεῖν τοῦ ζῆν αἰσχρῶς περὶ | |
Hist.18.53.4 | πλείονος ποιησάμενος. Σκόπας δέ, καὶ χεῖρα βα‐ ρεῖαν ἔχων συνεργὸν καὶ καιρόν, ἅτε τοῦ βασιλέως ἔτι παιδὸς ὄντος, μέλλων καὶ βουλευόμενος προ‐ | |
Hist.18.53.5 | κατελήφθη. γνόντες γὰρ αὐτὸν οἱ περὶ τὸν Ἀριστο‐ μένην συναθροίζοντα τοὺς φίλους εἰς τὴν ἰδίαν οἰκίαν καὶ συνεδρεύοντα μετὰ τούτων, πέμψαντές τινας τῶν ὑπασπιστῶν ἐκάλουν εἰς τὸ συνέδριον. | |
Hist.18.53.6 | ὁ δ’ οὕτως παρειστήκει τῶν φρενῶν ὡς οὔτε πράτ‐ τειν ἐτόλμα τῶν ἑξῆς οὐδὲν οὔτε καλούμενος ὑπὸ τοῦ βασιλέως οἷός τ’ ἦν πειθαρχεῖν, ὃ πάντων ἐστὶν | |
Hist.18.53.7 | ἔσχατον, ἕως οἱ περὶ τὸν Ἀριστομένην γνόντες αὐτοῦ τὴν ἀλογίαν τοὺς μὲν στρατιώτας καὶ τὰ θηρία | |
Hist.18.53.8 | περιέστησαν περὶ τὴν οἰκίαν, Πτολεμαῖον δὲ τὸν Εὐμένους πέμψαντες μετὰ νεανίσκων ἄγειν αὐτὸν ἐκέλευον, ἐὰν μὲν ἑκὼν βούληται πειθαρχεῖν, εἰ δὲ | |
Hist.18.53.9 | μή, μετὰ βίας. τοῦ δὲ Πτολεμαίου παρεισελθόντος εἰς τὴν οἰκίαν καὶ δηλοῦντος ὅτι καλεῖ Σκόπαν ὁ βασιλεύς, τὰς μὲν ἀρχὰς οὐ προσεῖχε τοῖς λεγο‐ | |
μένοις, ἀλλὰ καὶ βλέπων εἰς τὸν Πτολεμαῖον ἀτενὲς | ||
5 | ἔμενε καὶ πλείω χρόνον ὡς ἂν εἰ προσανατεινόμενος | |
Hist.18.53.10 | αὐτῷ καὶ θαυμάζων τὴν τόλμαν. ὡς δ’ ἐπελθὼν ὁ Πτολεμαῖος θρασέως ἐπελάβετο τῆς χλαμύδος | |
Hist.18.53.11 | αὐτοῦ, τότε βοηθεῖν ἠξίου τοὺς παρόντας. ὄντων δὲ καὶ τῶν εἰσελθόντων νεανίσκων πλειόνων καὶ τὴν ἔξω περίστασιν διασαφήσαντός τινος, συνείξας τοῖς παροῦσιν ἠκολούθει μετὰ τῶν φίλων. | |
Hist.18.54.1 | Ἅμα δὲ τῷ παρελθεῖν εἰς τὸ συνέδριον βραχέα μὲν ὁ βασιλεὺς κατηγόρησε, μετὰ δὲ τοῦτον Πολυ‐ κράτης, ἄρτι παραγεγονὼς ἀπὸ Κύπρου, τελευταῖος | |
Hist.18.54.2 | δ’ Ἀριστομένης. ἦν δὲ τὰ μὲν ἄλλα παραπλήσιος ἡ κατηγορία πάντων τοῖς ἄρτι ῥηθεῖσι, προσετέθη δὲ τοῖς προειρημένοις ἡ μετὰ τῶν φίλων συνεδρεία καὶ τὸ μὴ πειθαρχῆσαι καλούμενον ὑπὸ τοῦ βασι‐ | |
Hist.18.54.3 | λέως. ἐφ’ οἷς οὐ μόνον οἱ τοῦ συνεδρίου κατεγί‐ νωσκον αὐτοῦ πάντες, ἀλλὰ καὶ τῶν ἔξωθεν τῶν | |
Hist.18.54.4 | πρεσβευτῶν οἱ συμπαρόντες. ὁ δ’ Ἀριστομένης, ὅτε κατηγορεῖν ἔμελλε, πολλοὺς μὲν καὶ ἑτέρους παρ‐ έλαβε τῶν ἐπιφανῶν ἀνδρῶν ἀπὸ τῆς Ἑλλάδος, καὶ τοὺς παρὰ τῶν Αἰτωλῶν δὲ πρεσβεύοντας ἐπὶ τὰς | |
5 | διαλύσεις, ἐν οἷς ἦν καὶ Δωρίμαχος ὁ Νικοστράτου. | |
Hist.18.54.5 | ῥηθέντων δὲ τούτων μεταλαβὼν ὁ Σκόπας ἐπειρᾶτο μὲν φέρειν τινὰς ἀπολογισμούς, οὐδενὸς δὲ προσ‐ έχοντος αὐτῷ διὰ τὴν τῶν πραγμάτων ἀλογίαν, εὐθέως οὗτος μὲν εἰς φυλακὴν ἀπήγετο μετὰ τῶν | |
Hist.18.54.6 | φίλων· ὁ δ’ Ἀριστομένης ἐπιγενομένης τῆς νυκτὸς | |
τὸν μὲν Σκόπαν καὶ τοὺς συγγενεῖς αὐτοῦ καὶ φί‐ | ||
Hist.18.54.7 | λους πάντας διέφθειρε φαρμάκῳ, Δικαιάρχῳ δὲ καὶ στρέβλας καὶ μάστιγας προσαγαγὼν οὕτως αὐτὸν ἐπανείλετο, λαβὼν παρ’ αὐτοῦ δίκην καθήκουσαν | |
Hist.18.54.8 | καὶ κοινὴν ὑπὲρ πάντων τῶν Ἑλλήνων. ὁ γὰρ Δι‐ καίαρχος οὗτος ἦν, ὃν Φίλιππος, ὅτε προέθετο παρασπονδεῖν τὰς Κυκλάδας νήσους καὶ τὰς ἐφ’ Ἑλλησπόντου πόλεις, ἀπέδειξε τοῦ στόλου παντὸς | |
Hist.18.54.9 | ἡγεμόνα καὶ τῆς ὅλης πράξεως προστάτην. ὃς ἐπὶ πρόδηλον ἀσέβειαν ἐκπεμπόμενος οὐχ οἷον ἄτοπόν τι πράττειν ἐνόμιζεν, ἀλλὰ τῇ τῆς ἀπονοίας ὑπερ‐ βολῇ καὶ τοὺς θεοὺς ὑπέλαβε καταπλήξεσθαι καὶ | |
Hist.18.54.10 | τοὺς ἀνθρώπους· οὗ γὰρ ὁρμίσειε τὰς ναῦς, δύο κατεσκεύαζε βωμούς, τὸν μὲν Ἀσεβείας, τὸν δὲ Παρανομίας, καὶ ἐπὶ τούτοις ἔθυε καὶ τούτους | |
Hist.18.54.11 | προσεκύνει καθάπερ ἂν εἰ δαίμονας. διὸ καὶ δοκεῖ μοι τυχεῖν τῆς ἁρμοζούσης δίκης καὶ παρὰ θεῶν καὶ (παρ’) ἀνθρώπων· παρὰ φύσιν γὰρ ἐνστησά‐ μενος τὸν αὑτοῦ βίον εἰκότως παρὰ φύσιν καὶ τῆς | |
Hist.18.54.12 | εἱμαρμένης ἔτυχε. τῶν δὲ λοιπῶν Αἰτωλῶν τοὺς βουλομένους εἰς τὴν οἰκείαν ἀπαλλάττεσθαι πάντας | |
Hist.18.55.1 | ἀπέλυσεν ὁ βασιλεὺς μετὰ τῶν ὑπαρχόντων. Σκόπα δὲ καὶ ζῶντος μὲν ἐπίσημος ἦν ἡ φιλαργυρία—πολὺ γὰρ δή τι τοὺς ἄλλους ἀνθρώπους ὑπερέθετο κατὰ τὴν πλεονεξίαν—ἀποθανόντος δὲ καὶ μᾶλλον | |
5 | ἐγενήθη διὰ τοῦ πλήθους τοῦ χρυσίου καὶ τῆς | |
Hist.18.55.2 | κατασκευῆς τῆς εὑρημένης παρ’ αὐτῷ. λαβὼν γὰρ συνεργὸν τὴν ἀγριότητα τὴν Χαριμόρτου καὶ τὴν | |
μέθην, ἄρδην ἐξετοιχωρύχησε τὴν βασιλείαν. | ||
Hist.18.55.3 | Ἐπειδὴ δὲ τὰ κατὰ τοὺς Αἰτωλοὺς ἔθεντο καλῶς οἱ περὶ τὴν αὐλήν, εὐθέως ἐγίνοντο περὶ τὸ ποιεῖν Ἀνακλητήρια τοῦ βασιλέως, οὐδέπω μὲν τῆς ἡλικίας κατεπειγούσης, νομίζοντες δὲ λήψεσθαί τινα τὰ | |
5 | πράγματα κατάστασιν καὶ πάλιν ἀρχὴν τῆς ἐπὶ τὸ βέλτιον προκοπῆς, δόξαντος αὐτοκράτορος ἤδη γε‐ | |
Hist.18.55.4 | γονέναι τοῦ βασιλέως. χρησάμενοι δὲ ταῖς παρα‐ σκευαῖς μεγαλομερῶς, ἐπετέλουν τὴν πρᾶξιν ἀξίως τοῦ τῆς βασιλείας προσχήματος, πλεῖστα Πολυκρά‐ τους δοκοῦντος εἰς τὴν ἐπιβολὴν ταύτην αὐτοῖς | |
Hist.18.55.5 | συνηργηκέναι. ὁ γὰρ προειρημένος ἀνὴρ καὶ κατὰ τὸν πατέρα μὲν ἔτι νέος ὢν οὐδενὸς ἐδόκει τῶν περὶ τὴν αὐλὴν δευτερεύειν οὔτε κατὰ τὴν πίστιν οὔτε κατὰ τὰς πράξεις, ὁμοίως δὲ κατὰ τὸν ἐν‐ | |
Hist.18.55.6 | εστῶτα βασιλέα. πιστευθεὶς γὰρ τῆς Κύπρου καὶ τῶν ἐν ταύτῃ προσόδων ἐν καιροῖς ἐπισφαλέσι καὶ ποικίλοις, οὐ μόνον διεφύλαξε τῷ παιδὶ τὴν νῆσον, ἀλλὰ καὶ πλῆθος ἱκανὸν ἥθροισε χρημάτων, ἃ τότε | |
5 | παραγεγόνει κομίζων τῷ βασιλεῖ, παραδεδωκὼς τὴν ἀρχὴν τῆς Κύπρου Πτολεμαίῳ τῷ Μεγαλοπολίτῃ. | |
Hist.18.55.7 | τυχὼν δὲ διὰ ταῦτα μεγάλης ἀποδοχῆς καὶ περι‐ ουσίας ἐν τοῖς ἑξῆς χρόνοις, μετὰ ταῦτα προβαι‐ νούσης τῆς ἡλικίας ὁλοσχερῶς εἰς ἀσέλγειαν ἐξώ‐ | |
Hist.18.55.8 | κειλε καὶ βίον ἀσυρῆ. παραπλησίαν δέ τινα τούτῳ φήμην ἐκληρονόμησεν ἐπὶ γήρως καὶ Πτολεμαῖος | |
Hist.18.55.9 | ὁ Ἀγησάρχου. περὶ ὧν, ὅταν ἐπὶ τοὺς καιροὺς ἔλ‐ θωμεν, οὐκ ὀκνήσομεν διασαφεῖν τὰ παρακολουθή‐ | |
σαντα ταῖς ἐξουσίαις αὐτῶν ἀπρεπῆ. | ||
Hist.19t1 | FRAGMENTA LIBRI XIX. | |
Hist.19.1t | I. RES ITALIAE. | |
Hist.19.1.1 | Πολύβιος μέν γέ φησι τῶν ἐντὸς Βαίτιος ποτα‐ μοῦ πόλεων ἡμέρᾳ μιᾷ τὰ τείχη κελεύσαντος αὐτοῦ περιαιρεθῆναι· πάμπολλαι δ’ ἦσαν αὗται καὶ γέμου‐ σαι μαχίμων ἀνδρῶν. | |
Hist.19.2t | II. RES GRAECIAE. | |
Hist.19.2.1 | Ingens numerus erat bello Punico captorum, quos Hannibal, cum ab suis non redimerentur, venum dederat. multitudinis eorum argumentum est, quod Polybius scribit centum talentis eam rem Achaeis | |
5 | stetisse, cum quingenos denarios pretium in capita, | |
quod redderetur dominis, statuissent. | ||
Hist.20t1 | FRAGMENTA LIBRI XX. | |
Hist.20.1t | OLYMP. 147, 1. I. RES GRAECIAE. | |
Hist.20.1.1 | Καὶ αὖθις Πολύβιος· Τριάκοντα τῶν ἀποκλή‐ των προεχειρίσαντο τοὺς συνεδρεύσοντας μετὰ τοῦ βασιλέως. Καὶ αὖθις· Ὁ δὲ συνῆγε τοὺς ἀποκλήτους καὶ διαβούλιον ἀνεδίδου περὶ τῶν ἐνεστώτων. — | |
Hist.20.2.1 | Ὅτι φιλίππου πρεσβεύσαντος πρὸς Βοιωτοὺς οἱ Βοιωτοὶ ἀπεκρίθησαν τοῖς πρεσβευταῖς διότι παρα‐ γενομένου τοῦ βασιλέως πρὸς αὐτούς, τότε βουλεύ‐ σονται περὶ τῶν παρακαλουμένων. — | |
Hist.20.3.1 | Ὅτι Ἀντιόχου διατρίβοντος ἐν τῇ Χαλκίδι καὶ τοῦ χειμῶνος καταρχομένου παρεγένοντο πρὸς αὐτὸν πρε‐ σβευταὶ παρὰ μὲν τοῦ τῶν Ἠπειρωτῶν ἔθνους οἱ περὶ Χάροπα, παρὰ δὲ τῆς τῶν Ἠλείων πόλεως οἱ περὶ | |
Hist.20.3.2 | Καλλίστρατον. οἱ μὲν οὖν Ἠπειρῶται παρεκάλουν | |
αὐτὸν μὴ προεμβιβάζειν σφᾶς εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον, θεωροῦντα διότι πρόκεινται πάσης τῆς Ἑλλά‐ | ||
Hist.20.3.3 | δος πρὸς τὴν Ἰταλίαν· ἀλλ’ εἰ μὲν αὐτὸς δύναται προ‐ καθίσας τῆς Ἠπείρου παρασκευάζειν σφίσι τὴν ἀσφά‐ λειαν, ἔφασαν αὐτὸν δέξασθαι καὶ ταῖς πόλεσι καὶ | |
Hist.20.3.4 | τοῖς λιμέσιν· εἰ δὲ μὴ κρίνει τοῦτο πράττειν κατὰ τὸ παρόν, συγγνώμην ἔχειν ἠξίουν αὐτοῖς δεδιόσι τὸν | |
Hist.20.3.5 | ἀπὸ Ῥωμαίων πόλεμον. οἱ δ’ Ἠλεῖοι παρεκάλουν πέμπειν τῇ πόλει βοήθειαν· ἐψηφισμένων γὰρ τῶν Ἀχαιῶν τὸν πόλεμον εὐλαβεῖσθαι τὴν τούτων ἔφοδον. | |
Hist.20.3.6 | ὁ δὲ βασιλεὺς τοῖς μὲν Ἠπειρώταις ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς διαλεχθησομένους αὐτοῖς ὑπὲρ | |
Hist.20.3.7 | τῶν κοινῇ συμφερόντων, τοῖς δ’ Ἠλείοις ἐξαπέστειλε χιλίους πεζούς, ἡγεμόνα συστήσας Εὐφάνη τὸν Κρῆτα. — | |
Hist.20.4.1 | Ὅτι Βοιωτοὶ ἐκ πολλῶν ἤδη χρόνων καχεκτοῦντες ἦσαν καὶ μεγάλην εἶχον διαφορὰν πρὸς τὴν γεγενημένην | |
Hist.20.4.2 | εὐεξίαν καὶ δόξαν αὐτῶν τῆς πολιτείας. οὗτοι γὰρ μεγά‐ λην περιποιησάμενοι καὶ δόξαν καὶ δύναμιν ἐν τοῖς Λευκτρικοῖς καιροῖς, οὐκ οἶδ’ ὅπως κατὰ τὸ συνεχὲς ἐν τοῖς ἑξῆς χρόνοις ἀφῄρουν ἀμφοτέρων αἰεὶ τῶν | |
Hist.20.4.3 | προειρημένων, ἔχοντες στρατηγὸν Ἀβαιόκριτον. ἀπὸ δὲ τούτων τῶν καιρῶν οὐ μόνον ἀφῄρουν, ἀλλ’ ἁπλῶς εἰς τἀναντία τραπέντες καὶ τὴν πρὸ τοῦ δόξαν ἐφ’ ὅσον | |
Hist.20.4.4 | οἷοί τ’ ἦσαν ἠμαύρωσαν. Ἀχαιῶν γὰρ αὐτοὺς πρὸς Αἰτωλοὺς ἐκπολεμωσάντων, μετασχόντες τούτοις τῆς αὐτῆς αἱρέσεως καὶ ποιησάμενοι συμμαχίαν, μετὰ ταῦτα | |
Hist.20.4.5 | κατὰ τὸ συνεχὲς ἐπολέμουν πρὸς Αἰτωλούς. ἐμβαλόν‐ των δὲ μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν τῶν Αἰτωλῶν ἐκστρατεύσαντες πανδημεί, καὶ τῶν Ἀχαιῶν ἡθροισμένων καὶ μελλόντων παραβοηθεῖν οὐκ ἐκδεξάμενοι τὴν | |
Hist.20.4.6 | τούτων παρουσίαν συνέβαλον τοῖς Αἰτωλοῖς, ἡττηθέν‐ τες δὲ κατὰ τὸν κίνδυνον οὕτως ἀνέπεσον ταῖς ψυχαῖς ὥστ’ ἀπ’ ἐκείνης τῆς χρείας ἁπλῶς οὐδενὸς ἔτι τῶν καλῶν ἀμφισβητεῖν ἐτόλμησαν οὐδ’ ἐκοινώνησαν οὔτε | |
5 | πράξεως οὔτ’ ἀγῶνος οὐδενὸς ἔτι τοῖς Ἕλλησι μετὰ | |
Hist.20.4.7 | κοινοῦ δόγματος, ἀλλ’ ὁρμήσαντες πρὸς εὐωχίαν καὶ μέθας οὐ μόνον τοῖς σώμασιν ἐξελύθησαν, ἀλλὰ καὶ ταῖς ψυχαῖς. | |
Hist.20.5.1 | Τὰ δὲ κεφάλαια τῆς κατὰ μέρος ἀγνοίας ἐχειρίσθη | |
Hist.20.5.2 | παρ’ αὐτοῖς τὸν τρόπον τοῦτον. μετὰ γὰρ τὴν προ‐ ειρημένην ἧτταν εὐθέως ἐγκαταλιπόντες τοὺς Ἀχαιοὺς | |
Hist.20.5.3 | προσένειμαν Αἰτωλοῖς τὸ ἔθνος. ἀνελομένων δὲ καὶ τούτων πόλεμον μετά τινα χρόνον πρὸς Δημήτριον τὸν Φιλίππου πατέρα, πάλιν ἐγκαταλιπόντες τούτους, καὶ παραγενομένου Δημητρίου μετὰ δυνάμεως εἰς τὴν | |
5 | Βοιωτίαν οὐδενὸς πεῖραν λαβόντες τῶν δεινῶν, ὑπέτα‐ | |
Hist.20.5.4 | ξαν σφᾶς αὐτοὺς ὁλοσχερῶς Μακεδόσι. βραχέος (δ’) | |
αἰθύγματος ἐγκαταλειπομένου τῆς προγονικῆς δόξης, ἦσάν τινες οἳ δυσηρεστοῦντο τῇ παρούσῃ καταστάσει | ||
Hist.20.5.5 | καὶ τῷ πάντα πείθεσθαι Μακεδόσι. διὸ καὶ μεγάλην ἀντιπολιτείαν εἶναι συνέβαινε τούτοις πρὸς τοὺς περὶ τὸν Ἀσκώνδαν καὶ Νέωνα, τοὺς Βραχύλλου προγόνους· | |
Hist.20.5.6 | οὗτοι γὰρ ἦσαν οἱ μάλιστα τότε μακεδονίζοντες. οὐ μὴν ἀλλὰ τέλος κατίσχυσαν οἱ περὶ τὸν Ἀσκώνδαν | |
Hist.20.5.7 | γενομένης τινὸς περιπετείας τοιαύτης. Ἀντίγονος μετὰ τὸν Δημητρίου θάνατον ἐπιτροπεύσας Φιλίππου, πλέων ἐπί τινας πράξεις πρὸς τὰς ἐσχατιὰς τῆς Βοιωτίας πρὸς Λάρυμναν, παραδόξου γενομένης ἀμπώτεως ἐκάθισαν | |
Hist.20.5.8 | εἰς τὸ ξηρὸν αἱ νῆες αὐτοῦ. κατὰ δὲ τὸν καιρὸν τοῦ‐ τον προσπεπτωκυίας φήμης ὅτι μέλλει κατατρέχειν τὴν χώραν Ἀντίγονος, Νέων, ἱππαρχῶν τότε καὶ πάν‐ τας τοὺς Βοιωτῶν ἱππεῖς μεθ’ αὑτοῦ περιαγόμενος | |
5 | χάριν τοῦ παραφυλάττειν τὴν χώραν, ἐπεγένετο τοῖς περὶ τὸν Ἀντίγονον ἀπορουμένοις καὶ δυσχρηστου‐ | |
Hist.20.5.9 | μένοις διὰ τὸ συμβεβηκός, καὶ δυνάμενος μεγάλα βλάψαι τοὺς Μακεδόνας ἔδοξε φείσασθαι παρὰ τὴν προσδοκίαν | |
Hist.20.5.10 | αὐτῶν. τοῖς μὲν οὖν ἄλλοις Βοιωτοῖς ἤρεσκε τοῦτο πράξας, τοῖς δὲ Θηβαίοις οὐχ ὅλως εὐδόκει τὸ γεγονός. | |
Hist.20.5.11 | ὁ δ’ Ἀντίγονος, ἐπελθούσης μετ’ ὀλίγον τῆς πλήμης καὶ κουφισθεισῶν τῶν νεῶν, τῷ μὲν Νέωνι μεγάλην εἶχε χάριν ἐπὶ τῷ μὴ συνεπιτεθεῖσθαι σφίσι κατὰ τὴν | |
περιπέτειαν, αὐτὸς δὲ τὸν προκείμενον ἐτέλει πλοῦν | ||
Hist.20.5.12 | εἰς τὴν Ἀσίαν. διὸ καὶ μετὰ ταῦτα, νικήσας Κλεο‐ μένη τὸν Σπαρτιάτην καὶ κύριος γενόμενος τῆς Λα‐ κεδαίμονος, ἐπιστάτην ἀπέλειπε τῆς πόλεως Βραχύλλην, ταύτην αὐτῷ χάριν ἀποδιδοὺς τῆς τοῦ πατρὸς Νέωνος | |
5 | εὐεργεσίας· ἐξ ὧν οὐδὲ κατὰ μικρὸν συνέβη τὴν οἰκίαν | |
Hist.20.5.13 | ἐπανορθωθῆναι τὴν περὶ τὸν Βραχύλλην. οὐ μόνον δὲ ταύτην αὐτῶν ἔσχε τὴν πρόνοιαν, ἀλλὰ καὶ κατὰ τὸ συνεχές, ὁτὲ μὲν αὐτός, ὁτὲ δὲ Φιλίππος, χορηγοῦντες καὶ συνεπισχύοντες αἰεί, ταχέως κατηγωνίσαντο τοὺς | |
5 | ἐν ταῖς Θήβαις αὐτοῖς ἀντιπολιτευομένους καὶ πάντας ἠνάγκασαν μακεδονίζειν πλὴν τελέως ὀλίγων τινῶν. | |
Hist.20.5.14 | Τὰ μὲν οὖν κατὰ τὴν οἰκίαν τὴν Νέωνος τοιαύτην ἔλαβε τὴν ἀρχὴν καὶ τῆς πρὸς Μακεδόνας συστάσεως | |
Hist.20.6.1 | καὶ τῆς κατὰ τὴν οὐσίαν ἐπιδόσεως· τὰ δὲ κοινὰ τῶν Βοιωτῶν εἰς τοσαύτην παραγεγόνει καχεξίαν ὥστε σχεδὸν εἴκοσι καὶ πέντ’ ἐτῶν τὸ δίκαιον μὴ διεξῆχθαι παρ’ αὐτοῖς μήτε περὶ τῶν ἰδιωτικῶν συμβολαίων μήτε | |
Hist.20.6.2 | περὶ τῶν κοινῶν ἐγκλημάτων, ἀλλ’ οἱ μὲν φρουρὰς παραγγέλλοντες τῶν ἀρχόντων, οἱ δὲ στρατείας κοινάς, ἐξέκοπτον ἀεὶ τὴν δικαιοδοσίαν· ἔνιοι δὲ τῶν στρατη‐ γῶν καὶ μισθοδοσίας ἐποίουν ἐκ τῶν κοινῶν τοῖς | |
Hist.20.6.3 | ἀπόροις τῶν ἀνθρώπων. ἐξ ὧν ἐδιδάχθη τὰ πλήθη τούτοις προσέχειν καὶ τούτοις περιποιεῖν τὰς ἀρχάς, δι’ ὧν ἔμελλε τῶν μὲν ἀδικημάτων καὶ τῶν | |
ὀφειλημάτων οὐχ ὑφέξειν δίκας, προσλήψεσθαι (δὲ) | ||
5 | τῶν κοινῶν αἰεί τι διὰ τὴν τῶν ἀρχόντων χάριν. | |
Hist.20.6.4 | πλεῖστα δὲ συνεβάλετο πρὸς τὴν τοιαύτην *** Ὀφέλτας, αἰεί τι προσεπινοῶν ὃ κατὰ τὸ παρὸν ἐδόκει τοὺς πολλοὺς ὠφελεῖν, μετὰ δὲ ταῦτα πάντας ἀπολεῖν ἔμελλεν | |
Hist.20.6.5 | ὁμολογουμένως. τούτοις δ’ ἠκολούθησε καὶ ἕτερος ζῆλος οὐκ εὐτυχής. οἱ μὲν γὰρ ἄτεκνοι τὰς οὐσίας οὐ τοῖς κατὰ γένος ἐπιγενομένοις τελευτῶντες ἀπέλει‐ πον, ὅπερ ἦν ἔθος παρ’ αὐτοῖς πρότερον, ἀλλ’ εἰς | |
5 | εὐωχίας καὶ μέθας διετίθεντο καὶ κοινὰς τοῖς φίλοις | |
Hist.20.6.6 | ἐποίουν· πολλοὶ δὲ καὶ τῶν ἐχόντων γενεὰς ἀπεμέριζον τοῖς συσσιτίοις τὸ πλεῖον μέρος τῆς οὐσίας, ὥστε πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δεῖπνα τοῦ μηνὸς | |
Hist.20.6.7 | πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. διὸ καὶ Μεγαρεῖς, μισήσαντες μὲν τὴν τοιαύτην κατάστα‐ σιν, μνησθέντες δὲ τῆς προγεγενημένης αὐτοῖς μετὰ τῶν Ἀχαιῶν συμπολιτείας, αὖτις ἀπένευσαν πρὸς τοὺς | |
Hist.20.6.8 | Ἀχαιοὺς καὶ τὴν ἐκείνων αἵρεσιν. Μεγαρεῖς γὰρ ἐξ ἀρχῆς μὲν ἐπολιτεύοντο μετὰ τῶν Ἀχαιῶν ἀπὸ τῶν κατ’ Ἀντίγονον τὸν Γονατᾶν χρόνων· ὅτε δὲ Κλεο‐ μένης εἰς τὸν Ἰσθμὸν προεκάθισεν, διακλεισθέντες | |
5 | προσέθεντο τοῖς Βοιωτοῖς μετὰ τῆς τῶν Ἀχαιῶν | |
Hist.20.6.9 | γνώμης. βραχὺ δὲ πρὸ τῶν νῦν λεγομένων καιρῶν δυσαρεστήσαντες τῇ πολιτείᾳ τῶν Βοιωτῶν αὖτις | |
Hist.20.6.10 | ἀπένευσαν πρὸς τοὺς Ἀχαιούς. οἱ δὲ Βοιωτοὶ διορ‐ γισθέντες ἐπὶ τῷ καταφρονεῖσθαι δοκεῖν ἐξῆλθον ἐπὶ | |
Hist.20.6.11 | τοὺς Μεγαρεῖς πανδημεὶ σὺν τοῖς ὅπλοις. οὐδένα δὲ ποιουμένων λόγον τῶν Μεγαρέων τῆς παρουσίας αὐτῶν, οὕτω θυμωθέντες πολιορκεῖν ἐπεβάλοντο καὶ προσ‐ | |
Hist.20.6.12 | βολὰς ποιεῖσθαι τῇ πόλει. πανικοῦ δ’ ἐμπεσόντος αὐτοῖς καὶ φήμης ὅτι πάρεστιν Φιλοποίμην τοὺς Ἀχαιοὺς ἔχων, ἀπολιπόντες πρὸς τῷ τείχει τὰς κλίμα‐ κας ἔφυγον προτροπάδην εἰς τὴν οἰκείαν. | |
Hist.20.7.1 | Τοιαύτην δ’ ἔχοντες οἱ Βοιωτοὶ τὴν διάθεσιν τῆς πολιτείας, εὐτυχῶς πως διώλισθον καὶ τοὺς κατὰ | |
Hist.20.7.2 | Φίλιππον καὶ τοὺς κατ’ Ἀντίοχον καιρούς. ἔν γε μὴν τοῖς ἑξῆς οὐ διέφυγον, ἀλλ’ ὥσπερ ἐπίτηδες ἀντα‐ πόδοσιν ἡ τύχη ποιουμένη βαρέως ἔδοξεν αὐτοῖς ἐπεμ‐ βαίνειν· ὑπὲρ ὧν ἡμεῖς ἐν τοῖς ἑξῆς ποιησόμεθα μνήμην. — | |
Hist.20.7.3 | Ὅτι οἱ πολλοὶ πρόφασιν μὲν εἶχον τῆς πρὸς Ῥω‐ μαίους ἀλλοτριότητος τὴν ἐπαναίρεσιν τὴν Βραχύλλου καὶ τὴν στρατείαν, ἣν ἐποιήσατο Τίτος ἐπὶ Κορώνειαν διὰ τοὺς ἐπιγινομένους φόνους ἐν ταῖς ὁδοῖς τῶν | |
Hist.20.7.4 | Ῥωμαίων, τῇ δ’ ἀληθείᾳ καχεκτοῦντες (ἦσαν) ταῖς | |
Hist.20.7.5 | ψυχαῖς διὰ τὰς προειρημένας αἰτίας. καὶ γὰρ τοῦ βασιλέως συνεγγίζοντος ἐξῄεσαν ἐπὶ τὴν ἀπάντησιν οἱ τῶν Βοιωτῶν ἄρξαντες· συμμίξαντες δὲ καὶ φιλ‐ | |
ανθρώπως ὁμιλήσαντες ἦγον αὐτὸν εἰς τὰς Θήβας. — | ||
Hist.20.8.1 | Ἀντίοχος δὲ ὁ μέγας ἐπικαλούμενος, ὃν Ῥωμαῖοι καθεῖλον, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ εἰκοστῇ, παρ‐ ελθὼν εἰς Χαλκίδα τῆς Εὐβοίας συνετέλει γάμους, πεντήκοντα μὲν ἔτη γεγονὼς καὶ δύο τὰ μέγιστα τῶν | |
5 | ἔργων ἀνειληφώς, τήν τε τῶν Ἑλλήνων ἐλευθέρωσιν, ὡς αὐτὸς ἐπηγγέλλετο, καὶ τὸν πρὸς Ῥωμαίους πόλεμον. | |
Hist.20.8.2 | ἐρασθεὶς οὖν παρθένου Χαλκιδικῆς κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐφιλοτιμήσατο γῆμαι αὐτήν, οἰνοπότης | |
Hist.20.8.3 | ὢν καὶ μέθαις χαίρων. ἦν δ’ αὕτη Κλεοπτολέμου μὲν θυγάτηρ, ἑνὸς τῶν ἐπιφανῶν, κάλλει δὲ πάσας ὑπερ‐ | |
Hist.20.8.4 | βάλλουσα. καὶ τοὺς γάμους συντελῶν ἐν τῇ Χαλκίδι αὐτόθι διέτριψε τὸν χειμῶνα, τῶν ἐνεστώτων οὐδ’ ἡντινοῦν ποιούμενος πρόνοιαν, ἔθετο δὲ καὶ τῇ | |
Hist.20.8.5 | παιδὶ ὄνομα Εὔβοιαν. ἡττηθεὶς οὖν τῷ πολέμῳ ἔφυγεν εἰς Ἔφεσον μετὰ τῆς νεογάμου. | |
Hist.20.8.6 | Nec praeter quingentos, qui circa regem fuerunt, ex toto exercitu quisquam effugit, etiam ex decem milibus militum, quos Polybio auctore traiecisse secum regem in Graeciam scripsimus, exiguus numerus. | |
Hist.20.9.1 | Ὅτι οἱ περὶ τὸν Φαινέαν τὸν τῶν Αἰτωλῶν στρατη‐ γὸν μετὰ τὸ γενέσθαι τὴν Ἡράκλειαν ὑποχείριον τοῖς Ῥωμαίοις, ὁρῶντες τὸν περιεστῶτα καιρὸν τὴν Αἰτωλίαν καὶ λαμβάνοντες πρὸ ὀφθαλμῶν τὰ συμβησόμενα ταῖς | |
5 | ἄλλαις πόλεσιν, ἔκριναν διαπέμπεσθαι πρὸς τὸν Μάνιον | |
Hist.20.9.2 | ὑπὲρ ἀνοχῶν καὶ διαλύσεως. ταῦτα δὲ διαλαβόντες ἐξαπέστειλαν Ἀρχέδαμον καὶ Πανταλέοντα καὶ Χάλε‐ | |
Hist.20.9.3 | πον· οἳ συμμίξαντες τῷ στρατηγῷ τῶν Ῥωμαίων προ‐ έθεντο μὲν καὶ πλείους ποιεῖσθαι λόγους, μεσολαβη‐ | |
Hist.20.9.4 | θέντες δὲ κατὰ τὴν ἔντευξιν ἐκωλύθησαν. ὁ γὰρ Μάνιος κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασκεν εὐκαιρεῖν, περισπώμενος ὑπὸ τῆς τῶν ἐκ τῆς Ἡρακλείας λαφύρων | |
Hist.20.9.5 | οἰκονομίας· δεχημέρους δὲ ποιησάμενος ἀνοχὰς ἐκπέμ‐ ψειν ἔφη μετ’ αὐτῶν Λεύκιον, πρὸς ὃν ἐκέλευε λέγειν | |
Hist.20.9.6 | ὑπὲρ ὧν ἂν δέοιντο. γενομένων δὲ τῶν ἀνοχῶν, καὶ τοῦ Λευκίου συνελθόντος εἰς τὴν Ὑπάταν, ἐγένοντο | |
Hist.20.9.7 | λόγοι καὶ πλείους ὑπὲρ τῶν ἐνεστώτων. οἱ μὲν οὖν Αἰτωλοὶ συνίσταντο τὴν δικαιολογίαν ἀνέκαθεν προ‐ φερόμενοι τὰ προγεγονότα σφίσι φιλάνθρωπα πρὸς | |
Hist.20.9.8 | τοὺς Ῥωμαίους· ὁ δὲ Λεύκιος ἐπιτεμὼν αὐτῶν τὴν ὁρμὴν οὐκ ἔφη τοῖς παροῦσι καιροῖς ἁρμόζειν τοῦτο τὸ γένος τῆς δικαιολογίας· λελυμένων γὰρ τῶν ἐξ ἀρχῆς φιλανθρώπων δι’ ἐκείνους, καὶ τῆς ἐνεστώσης | |
5 | ἔχθρας δι’ Αἰτωλοὺς γεγενημένης, οὐδὲν ἔτι συμβάλ‐ λεσθαι τὰ τότε φιλάνθρωπα πρὸς τοὺς νῦν καιρούς. | |
Hist.20.9.9 | διόπερ ἀφεμένους τοῦ δικαιολογεῖσθαι συνεβούλευε τρέπεσθαι πρὸς τὸν ἀξιωματικὸν λόγον καὶ δεῖσθαι τοῦ στρατηγοῦ συγγνώμης τυχεῖν ἐπὶ τοῖς ἡμαρτημένοις. | |
Hist.20.9.10 | οἱ δ’ Αἰτωλοὶ καὶ πλείω λόγον ποιησάμενοι περὶ τῶν ὑποπιπτόντων ἔκριναν ἐπιτρέπειν τὰ ὅλα Μανίῳ, | |
Hist.20.9.11 | δόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων πίστιν, οὐκ εἰδότες | |
τίνα δύναμιν ἔχει τοῦτο, τῷ δὲ τῆς πίστεως ὀνόματι πλανηθέντες, ὡς ἂν διὰ τοῦτο τελειοτέρου σφίσιν | ||
Hist.20.9.12 | ἐλέους ὑπάρξοντος. παρὰ (δὲ) Ῥωμαίοις ἰσοδυναμεῖ τό τ’ εἰς τὴν πίστιν αὑτὸν ἐγχειρίσαι καὶ τὸ τὴν ἐπιτροπὴν δοῦναι περὶ αὑτοῦ τῷ κρατοῦντι. | |
Hist.20.10.1 | Πλὴν ταῦτα κρίναντες ἐξέπεμψαν ἅμα τῷ Λευκίῳ τοὺς περὶ Φαινέαν διασαφήσοντας τὰ δεδογμένα τῷ | |
Hist.20.10.2 | Μανίῳ κατὰ σπουδήν· οἳ καὶ συμμίξαντες τῷ στρατηγῷ καὶ πάλιν ὁμοίως δικαιολογηθέντες ὑπὲρ αὑτῶν, ἐπὶ καταστροφῆς εἶπαν διότι κέκριται τοῖς Αἰτωλοῖς σφᾶς | |
Hist.20.10.3 | αὐτοὺς ἐγχειρίζειν εἰς τὴν Ῥωμαίων πίστιν. ὁ δὲ Μάνιος μεταλαβών “Οὐκοῦν οὕτως ἔχει ταῦτα,” φησίν, | |
Hist.20.10.4 | “ὦ ἄνδρες Αἰτωλοί;” τῶν δὲ κατανευσάντων, “Τοι‐ γαροῦν πρῶτον μὲν δεήσει μηδένα διαβαίνειν ὑμῶν εἰς τὴν Ἀσίαν, μήτε κατ’ ἰδίαν μήτε μετὰ κοινοῦ | |
Hist.20.10.5 | δόγματος, δεύτερον Δικαίαρχον ἔκδοτον δοῦναι καὶ Μενέστρατον τὸν Ἠπειρώτην,” ὃς ἐτύγχανε τότε παρα‐ βεβοηθηκὼς εἰς Ναύπακτον, “σὺν δὲ τούτοις Ἀμύ‐ νανδρον τὸν βασιλέα καὶ τῶν Ἀθαμάνων τοὺς ἅμα | |
Hist.20.10.6 | τούτῳ συναποχωρήσαντας πρὸς αὐτούς.” ὁ δὲ Φαινέας μεσολαβήσας “Ἀλλ’ οὔτε δίκαιον,” ἔφησεν, “οὔθ’ Ἑλληνικόν ἐστιν, ὦ στρατηγέ, τὸ παρακαλούμενον.” | |
Hist.20.10.7 | ὁ δὲ Μάνιος οὐχ οὕτως ὀργισθεὶς ὡς βουλόμενος εἰς ἔννοιαν αὐτοὺς ἀγαγεῖν τῆς περιστάσεως καὶ καταπλήξασθαι τοῖς ὅλοις, “Ἔτι γὰρ ὑμεῖς ἑλληνο‐ κοπεῖτε” φησὶ “καὶ περὶ τοῦ πρέποντος καὶ καθ‐ | |
5 | ήκοντος ποιεῖσθε λόγον, δεδωκότες ἑαυτοὺς εἰς τὴν πίστιν; οὓς ἐγὼ δήσας εἰς τὴν ἅλυσιν ἀπάξω πάν‐ | |
Hist.20.10.8 | τας, ἂν τοῦτ’ ἐμοὶ δόξῃ.” ταῦτα λέγων φέρειν ἅλυσιν ἐκέλευσε καὶ σκύλακα σιδηροῦν ἑκάστῳ περι‐ | |
Hist.20.10.9 | θεῖναι περὶ τὸν τράχηλον. οἱ μὲν οὖν περὶ τὸν Φαινέαν ἔκθαμβοι γεγονότες ἕστασαν ἄφωνοι πάντες, οἱονεὶ παραλελυμένοι καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς | |
Hist.20.10.10 | διὰ τὸ παράδοξον τῶν ἀπαντωμένων· ὁ δὲ Λεύκιος καί τινες ἕτεροι τῶν συμπαρόντων χιλιάρχων ἐδέοντο τοῦ Μανίου μηδὲν βουλεύσασθαι δυσχερὲς ὑπὲρ τῶν παρόντων ἀνδρῶν, ἐπεὶ τυγχάνουσιν ὄντες πρεσβευταί. | |
Hist.20.10.11 | τοῦ δὲ συγχωρήσαντος ἤρξατο λέγειν ὁ Φαινέας· ἔφη γὰρ αὑτὸν καὶ τοὺς ἀποκλήτους ποιήσειν τὰ προσ‐ ταττόμενα, προσδεῖσθαι δὲ καὶ τῶν πολλῶν, εἰ μέλλει | |
Hist.20.10.12 | κυρωθῆναι τὰ παραγγελλόμενα. τοῦ δὲ Μανίου φήσαν‐ τος αὐτὸν ὀρθῶς λέγειν, ἠξίου πάλιν ἀνοχὰς αὑτοῖς δοθῆναι δεχημέρους. συγχωρηθέντος δὲ καὶ τούτου, | |
Hist.20.10.13 | τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν· παραγενόμενοι δ’ εἰς τὴν Ὑπάταν διεσάφουν τοῖς ἀποκλήτοις τὰ γεγονότα καὶ τοὺς ῥηθέντας λόγους. ὧν ἀκούσαντες τότε πρῶ‐ τον ἔννοιαν ἔλαβον Αἰτωλοὶ τῆς αὑτῶν ἀγνοίας καὶ | |
Hist.20.10.14 | τῆς ἐπιφερομένης αὐτοῖς ἀνάγκης. διὸ γράφειν ἔδοξεν εἰς τὰς πόλεις καὶ συγκαλεῖν τοὺς Αἰτωλοὺς χάριν τοῦ | |
Hist.20.10.15 | βουλεύσασθαι περὶ τῶν προσταττομένων. διαδοθείσης δὲ τῆς φήμης ὑπὲρ τῶν ἀπηντημένων τοῖς περὶ τὸν Φαινέαν, οὕτως ἀπεθηριώθη τὸ πλῆθος ὥστ’ οὐδ’ | |
Hist.20.10.16 | ἀπαντᾶν οὐδεὶς ἐπεβάλετο πρὸς τὸ διαβούλιον. τοῦ δ’ ἀδυνάτου κωλύσαντος βουλεύσασθαι περὶ τῶν ἐπι‐ ταττομένων, ἅμα δὲ καὶ τοῦ Νικάνδρου κατὰ τὸν καιρὸν τοῦτον καταπλεύσαντος ἐκ τῆς Ἀσίας εἰς τὰ Φάλαρα | |
5 | τοῦ κόλπου τοῦ Μηλιέως, ὅθεν καὶ τὴν ὁρμὴν ἐποιήσατο, καὶ διασαφοῦντος (τὴν) τοῦ βασιλέως εἰς αὑτὸν προ‐ θυμίαν καὶ τὰς εἰς τὸ μέλλον ἐπαγγελίας, ἔτι μᾶλλον ὠλιγώρησαν, τοῦ μηδὲν γενέσθαι πέρας ὑπὲρ τῆς | |
Hist.20.10.17 | εἰρήνης. ὅθεν ἅμα τῷ διελθεῖν τὰς ἐν ταῖς ἀνοχαῖς ἡμέρας κατάμονος αὖθις ὁ πόλεμος ἐγεγόνει τοῖς Αἰτωλοῖς. | |
Hist.20.11.1 | Περὶ δὲ τῆς συμβάσης τῷ Νικάνδρῳ περιπετείας | |
Hist.20.11.2 | οὐκ ἄξιον παρασιωπῆσαι. παρεγενήθη μὲν γὰρ ἐκ τῆς Ἐφέσου δωδεκαταῖος εἰς τὰ Φάλαρα πάλιν, ἀφ’ ἧς | |
Hist.20.11.3 | ὥρμηθ’ ἡμέρας· καταλαβὼν δὲ τοὺς Ῥωμαίους ἔτι περὶ τὴν Ἡράκλειαν, τοὺς (δὲ) Μακεδόνας ἀφεστῶτας μὲν ἀπὸ τῆς Λαμίας, οὐ μακρὰν δὲ στρατοπεδεύοντας | |
Hist.20.11.4 | τῆς πόλεως, τὰ μὲν χρήματ’ εἰς τὴν Λαμίαν διεκόμισε παραδόξως, αὐτὸς δὲ τῆς νυκτὸς ἐπεβάλετο κατὰ τὸν μεταξὺ τόπον τῶν στρατοπέδων διαπεσεῖν εἰς τὴν | |
Hist.20.11.5 | Ὑπάταν. ἐμπεσὼν δ’ εἰς τοὺς προκοίτους τῶν Μακε‐ δόνων ἀνήγετο πρὸς τὸν Φίλιππον ἔτι τῆς συνουσίας ἀκμαζούσης, προσδο(κῶν) πείσεσθαί τι δεινὸν πεσὼν ὑπὸ τοῦ Φιλίππου τὸν θυμὸν ἢ παραδοθήσεσθαι τοῖς | |
Hist.20.11.6 | Ῥωμαίοις. τοῦ δὲ πράγματος ἀγγελθέντος τῷ βασιλεῖ, ταχέως ἐκέλευσε τοὺς ἐπὶ τούτων ὄντας θεραπεῦσαι τὸν Νίκανδρον καὶ τὴν λοιπὴν ἐπιμέλειαν αὐτοῦ | |
Hist.20.11.7 | ποιήσασθαι φιλάνθρωπον. μετὰ δέ τινα χρόνον αὐτὸς ἐξαναστὰς συνέμιξε τῷ Νικάνδρῳ καὶ πολλὰ κατα‐ μεμψάμενος τὴν κοινὴν τῶν Αἰτωλῶν ἄγνοιαν, ἐξ ἀρχῆς μέν, ὅτι Ῥωμαίους ἐπαγάγοιεν τοῖς Ἕλλησι, μετὰ δὲ | |
5 | ταῦτα πάλιν Ἀντίοχον, ὅμως ἔτι καὶ νῦν παρεκάλει λήθην ποιησαμένους τῶν προγεγονότων ἀντέχεσθαι τῆς πρὸς αὑτὸν εὐνοίας καὶ μὴ θελῆσαι συνεπεμβαίνειν | |
Hist.20.11.8 | τοῖς κατ’ ἀλλήλων καιροῖς. ταῦτα μὲν οὖν παρῄνει τοῖς προεστῶσι τῶν Αἰτωλῶν ἀναγγέλλειν· αὐτὸν δὲ τὸν Νίκανδρον παρακαλέσας μνημονεύειν τῆς εἰς αὐτὸν γεγενημένης εὐεργεσίας ἐξέπεμπε μετὰ προπομπῆς | |
5 | ἱκανῆς, παραγγείλας τοῖς ἐπὶ τούτῳ τεταγμένοις ἀσφα‐ | |
Hist.20.11.9 | λῶς εἰς τὴν Ὑπάταν αὐτὸν ἀποκαταστῆσαι. ὁ δὲ Νίκανδρος, τελέως ἀνελπίστου καὶ παραδόξου φανείσης αὐτῷ τῆς ἀπαντήσεως, τότε μὲν ἀνεκομίσθη πρὸς τοὺς οἰκείους, κατὰ δὲ τὸν ἑξῆς χρόνον ἀπὸ | |
5 | ταύτης τῆς συστάσεως εὔνους ὢν διετέλει τῇ Μακε‐ | |
Hist.20.11.10 | δόνων οἰκίᾳ. διὸ καὶ μετὰ ταῦτα κατὰ τοὺς Περσικοὺς καιροὺς ἐνδεδεμένος τῇ προειρημένῃ χάριτι καὶ δυσ‐ χερῶς ἀντιπράττων ταῖς τοῦ Περσέως ἐπιβολαῖς, εἰς ὑποψίας καὶ διαβολὰς ἐμπεσὼν καὶ τέλος ἀνακληθεὶς | |
5 | εἰς Ῥώμην ἐκεῖ μετήλλαξε τὸν βίον. — | |
Hist.20.11.11 | Κόραξ, ὄρος μεταξὺ Καλλιπόλεως καὶ Ναυπάκτου. Πολύβιος εἰκοστῷ. — | |
Hist.20.11.12 | Ἀπεράντεια, πόλις Θεσσαλίας. Πολύβιος εἰκοστῷ. — | |
Hist.20.12.1 | ** ἐξ αὑτῶν τὸν ἐροῦντα περὶ τούτων πρὸς αὐτόν· ἀλλ’ ὥσπερ (τοῖς) ἐπὶ τῶν πλεί‐ στων ἐργολαβοῦσι πολλοὶ προσφέρουσι τὰς τοιαύτας χάριτας καὶ ταύτην ἀρχὴν ποιοῦνται φιλίας καὶ | |
5 | συστάσεως, οὕτως ἐπὶ Φιλοποίμενος ὁ προσοίσων | |
ταύτην τὴν χάριν ἑκὼν οὐχ εὑρίσκετο τὸ παράπαν, | ||
Hist.20.12.2 | ἕως [ἂν] ἐξαπορήσαντες ψήφῳ προεχειρίσαντο Τιμό‐ λαον, ὃς ὑπάρχων καὶ ξένος πατρικὸς καὶ συνήθης ἐπὶ πολὺ τῷ Φιλοποίμενι, δὶς εἰς τὴν Μεγάλην πόλιν ἐκδημήσας αὐτοῦ τούτου χάριν οὐκ ἐτόλμησε φθέγξα‐ | |
5 | σθαι περὶ τούτων οὐδέν, μέχρις ὅτε μυωπίσας ἑαυτὸν καὶ τρίτον ἐλθὼν ἐθάρρησε μνησθῆναι τῆς δωρεᾶς. | |
Hist.20.12.3 | τοῦ δὲ Φιλοποίμενος παραδόξως αὐτὸν ἐπὶ τούτοις ἀποδεξαμένου καὶ φιλανθρώπως, ὁ μὲν Τιμόλαος περι‐ | |
Hist.20.12.4 | χαρὴς ἦν, ὑπολαβὼν καθῖχθαι τῆς ἐπιβολῆς, ὁ δὲ Φιλοποίμην ἥξειν ἔφη μετ’ ὀλίγας ἡμέρας εἰς τὴν Λακεδαίμονα· θέλειν γὰρ εὐχαριστῆσαι πᾶσι τοῖς | |
Hist.20.12.5 | ἄρχουσι περὶ τούτων. ἐλθὼν δὲ μετὰ ταῦτα καὶ κλη‐ θεὶς εἰς τὸ συνέδριον πάλαι μὲν ἔφη γινώσκειν τὴν τῶν Λακεδαιμονίων πρὸς αὑτὸν εὔνοιαν, μάλιστα δ’ ἐκ τοῦ νῦν προτεινομένου στεφάνου καὶ τῆς τοιαύτης | |
Hist.20.12.6 | τιμῆς. τὴν μὲν οὖν προαίρεσιν αὐτῶν ἔφησεν ἀποδέχε‐ σθαι, τῷ δὲ χειρισμῷ δυσωπεῖσθαι. δεῖν γὰρ οὐ τοῖς φίλοις δίδοσθαι τὰς τοιαύτας τιμὰς καὶ τοὺς στεφάνους, ἐξ ὧν ὁ περιθέμενος οὐδέποτε μὴ τὸν ἰὸν ἐκνίψηται, | |
Hist.20.12.7 | πολὺ δὲ μᾶλλον τοῖς ἐχθροῖς, ἵν’ οἱ μὲν φίλοι τηροῦν‐ | |
τες τὴν παρρησίαν πιστεύωνται παρὰ τοῖς Ἀχαιοῖς, ἐπὰν προθῶνται τῇ πόλει βοηθεῖν, οἱ δ’ ἐχθροὶ καταπιόντες τὸ δέλεαρ ἢ συνηγορεῖν αὐτοῖς ἀναγκά‐ | ||
5 | ζωνται ἢ σιωπῶντες μηδὲν δύνωνται βλάπτειν. | |
Hist.20.12.8(t) | II. FRAGMENTUM INCERTAE SEDIS. | |
1 | Ὅτι οὐχ ὅμοιόν ἐστιν ἐξ ἀκοῆς περὶ πραγμάτων διαλαμβάνειν καὶ γενόμενον αὐτόπτην, ἀλλὰ καὶ μεγάλα διαφέρει, πολὺ δέ τι συμβάλλεσθαι πέφυκεν ἑκάστοις | |
ἡ κατὰ τὴν ἐνάργειαν πίστις. | ||
Hist.21t1 | FRAGMENTA LIBRI XXI. | |
Hist.21.1t | A. OLYMP. 147, 2. I. RES ITALIAE. | |
Hist.21.1.1 | Ὅτι κατὰ τὸν καιρὸν τοῦτον συνέβη καὶ τὴν ἐκ τῆς Ῥώμης πρεσβείαν, ἣν ἀπέστειλαν οἱ Λακεδαιμόνιοι, παραγενέσθαι διεψευσμένην τῶν ἐλ‐ | |
Hist.21.1.2 | πίδων. ἐπρέσβευον μὲν γὰρ περὶ τῶν ὁμήρων | |
Hist.21.1.3 | καὶ τῶν κωμῶν· ἡ δὲ σύγκλητος περὶ μὲν τῶν κωμῶν ἔφησεν ἐντολὰς δώσειν τοῖς παρ’ αὐτῶν ἀποστελ‐ λομένοις πρέσβεσιν, περὶ δὲ τῶν ὁμήρων ἔτι βουλεύσα‐ | |
Hist.21.1.4 | σθαι θέλειν. περὶ δὲ τῶν φυγάδων τῶν ἀρχαίων θαυμάζειν ἔφησαν, πῶς οὐ κατάγουσιν αὐτοὺς εἰς τὴν οἰκείαν, ἠλευθερωμένης τῆς Σπάρτης. — | |
Hist.21.2.1 | Ὅτι τοῖς Ῥωμαίοις τῆς κατὰ τὴν ναυμαχίαν νίκης ἄρτι προσηγγελμένης, πρῶτον μὲν τῷ δήμῳ παρήγγειλαν | |
Hist.21.2.2 | ἐλινύας ἄγειν ἡμέρας ἐννέα—τοῦτο δ’ ἔστιν σχολάζειν πανδημεὶ καὶ θύειν τοῖς θεοῖς χαριστήρια τῶν εὐτυχημά‐ | |
Hist.21.2.3 | των—μετὰ δὲ ταῦτα τοὺς παρὰ τῶν Αἰτωλῶν πρέσβεις καὶ τοὺς παρὰ τοῦ Μανίου προσῆγον τῇ συγκλήτῳ. | |
Hist.21.2.4 | γενομένων δὲ πλειόνων παρ’ ἀμφοῖν λόγων, ἔδοξε τῷ συνεδρίῳ δύο προτείνειν γνώμας τοῖς Αἰτωλοῖς, ἢ διδόναι τὴν ἐπιτροπὴν περὶ πάντων τῶν καθ’ αὑτοὺς ἢ χίλια τάλαντα παραχρῆμα δοῦναι καὶ τὸν αὐτὸν | |
Hist.21.2.5 | ἐχθρὸν καὶ φίλον νομίζειν Ῥωμαίοις. τῶν δ’ Αἰτωλῶν ἀξιούντων διασαφῆσαι ῥητῶς ἐπὶ τίσι δεῖ διδόναι τὴν ἐπιτροπήν, οὐ προσδέχεται τὴν διαστολὴν ἡ σύγκλητος. | |
Hist.21.2.6 | διὸ καὶ τούτοις γέγονε κατάμονος ὁ πόλεμος. — | |
Hist.21.3.1 | Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἡ σύγκλητος | |
Hist.21.3.2 | ἐχρημάτισε τοῖς παρὰ Φιλίππου πρεσβευταῖς· ἧκον γὰρ παρ’ αὐτοῦ πρέσβεις ἀπολογιζόμενοι τὴν εὔνοιαν καὶ προθυμίαν, ἣν παρέσχηται Ῥωμαίοις ὁ βασιλεὺς | |
Hist.21.3.3 | ἐν τῷ πρὸς Ἀντίοχον πολέμῳ. ὧν διακούσασα τὸν μὲν υἱὸν Δημήτριον ἀπέλυσε τῆς ὁμηρείας παραχρῆμα· ὁμοίως δὲ καὶ τῶν φόρων ἐπηγγείλατο παραλύσειν, διαφυλάξαντος αὐτοῦ τὴν πίστιν ἐν τοῖς ἐνεστῶσι | |
Hist.21.3.4 | καιροῖς. παραπλησίως δὲ καὶ τοὺς τῶν Λακεδαιμονίων ὁμήρους ἀφῆκε πλὴν Ἀρμένα τοῦ Νάβιδος υἱοῦ· τοῦτον | |
δὲ μετὰ ταῦτα συνέβη νόσῳ μεταλλάξαι τὸν βίον. | ||
Hist.213bt | II. RES GRAECIAE. | |
Hist.213b1 | Ὅτι καὶ κατὰ τὴν Ἑλλάδα, πρεσβείας παραγενομένης εἰς Ἀχαΐαν παρ’ Εὐμένους τοῦ | |
Hist.213b2 | βασιλέως ὑπὲρ συμμαχίας, ἁθροισθέντες εἰς ἐκκλησίαν οἱ πολλοὶ τῶν Ἀχαιῶν τήν τε συμμαχίαν ἐπεκύρωσαν καὶ νεανίσκους ἐξαπέστειλαν, πεζοὺς μὲν χιλίους ἱππεῖς δ’ ἑκατόν, ὧν ἡγεῖτο Διοφάνης ὁ Μεγαλοπολίτης. — | |
Hist.21.4.1 | Ὅτι πολιορκουμένων τῶν Ἀμφισσέων ὑπὸ Μανίου τοῦ Ῥωμαίων στρατηγοῦ, κατὰ τὸν καιρὸν τοῦτον ὁ τῶν Ἀθηναίων δῆμος, πυνθανόμενος τήν τε τῶν Ἀμφισσέων ταλαιπωρίαν καὶ τὴν τοῦ | |
5 | Ποπλίου παρουσίαν, ἐξαπέστειλε πρεσβευτὰς τοὺς περὶ | |
Hist.21.4.2 | τὸν Ἐχέδημον, ἐντειλάμενος ἅμα μὲν ἀσπάσασθαι τοὺς περὶ τὸν Λεύκιον καὶ Πόπλιον, ἅμα δὲ καταπειράζειν | |
Hist.21.4.3 | τῆς πρὸς Αἰτωλοὺς διαλύσεως. ὧν παραγενομένων ἀσμένως ἀποδεξάμενος ὁ Πόπλιος ἐφιλανθρώπει τοὺς ἄνδρας, θεωρῶν ὅτι παρέξονται χρείαν αὐτῷ πρὸς τὰς | |
Hist.21.4.4 | προκειμένας ἐπιβολάς. ὁ γὰρ προειρημένος ἀνὴρ ἐβούλετο θέσθαι μὲν καλῶς τὰ κατὰ τοὺς Αἰτωλούς· εἰ δὲ μὴ συνυπακούοιεν, πάντως διειλήφει παραλιπὼν | |
Hist.21.4.5 | ταῦτα διαβαίνειν εἰς τὴν Ἀσίαν, σαφῶς γινώσκων | |
διότι τὸ τέλος ἐστὶ τοῦ πολέμου καὶ τῆς ὅλης ἐπιβολῆς οὐκ ἐν τῷ χειρώσασθαι τὸ τῶν Αἰτωλῶν ἔθνος, ἀλλ’ ἐν τῷ νικήσαντας τὸν Ἀντίοχον κρατῆσαι τῆς Ἀσίας. | ||
Hist.21.4.6 | διόπερ ἅμα τῷ μνησθῆναι τοὺς Ἀθηναίους ὑπὲρ τῆς διαλύσεως, ἑτοίμως προσδεξάμενος τοὺς λόγους ἐκέλευσε | |
Hist.21.4.7 | παραπλησίως πειράζειν αὐτοὺς καὶ τῶν Αἰτωλῶν. οἱ δὲ περὶ τὸν Ἐχέδημον, προδιαπεμψάμενοι καὶ μετὰ ταῦτα πορευθέντες εἰς τὴν Ὑπάταν αὐτοί, διελέγοντο | |
Hist.21.4.8 | περὶ τῆς διαλύσεως τοῖς ἄρχουσι τῶν Αἰτωλῶν. ἑτοίμως δὲ κἀκείνων συνυπακουόντων κατεστάθησαν οἱ συμμί‐ | |
Hist.21.4.9 | ξοντες τοῖς Ῥωμαίοις· οἳ καὶ παραγενόμενοι πρὸς τοὺς περὶ τὸν Πόπλιον, καταλαβόντες αὐτοὺς στρατοπεδεύον‐ τας ἐν ἑξήκοντα σταδίοις ἀπὸ τῆς Ἀμφίσσης, πολλοὺς διετίθεντο λόγους, ἀναμιμνήσκοντες τῶν γεγονότων | |
Hist.21.4.10 | σφίσι φιλανθρώπων πρὸς Ῥωμαίους. ἔτι δὲ πρᾳότερον καὶ φιλανθρωπότερον ὁμιλήσαντος τοῦ Ποπλίου καὶ προφερομένου τάς τε κατὰ τὴν Ἰβηρίαν καὶ τὴν Λιβύην πράξεις καὶ διασαφοῦντος τίνα τρόπον | |
5 | κέχρηται τοῖς κατ’ ἐκείνους τοὺς τόπους αὐτῷ πιστεύσα‐ σιν καὶ τέλος οἰομένου δεῖν ἐγχειρίζειν σφᾶς αὑτῷ | |
Hist.21.4.11 | καὶ πιστεύειν, τὰς μὲν ἀρχὰς ἅπαντες οἱ παρόντες | |
εὐέλπιδες ἐγενήθησαν, ὡς αὐτίκα μάλα τελεσιουργη‐ | ||
Hist.21.4.12 | θησομένης τῆς διαλύσεως· ἐπεὶ δέ, πυθομένων τῶν Αἰτωλῶν ἐπὶ τίσι δεῖ ποιεῖσθαι τὴν εἰρήνην, ὁ Λεύ‐ κιος διεσάφησεν διότι δυεῖν προκειμένων αὐτοῖς αἵρεσις | |
Hist.21.4.13 | ὑπάρχει—δεῖν γὰρ ἢ τὴν ἐπιτροπὴν διδόναι περὶ πάν‐ των τῶν καθ’ αὑτοὺς ἢ χίλια τάλαντα παραχρῆμα καὶ τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον Ῥωμαίοις— | |
Hist.21.4.14 | ἐδυσχρήστησαν μὲν οἱ παρόντες τῶν Αἰτωλῶν ὡς ἔνι μάλιστα διὰ τὸ μὴ γίνεσθαι τὴν ἀπόφασιν ἀκόλουθον τῇ προγενομένῃ λαλιᾷ, πλὴν ἐπανοίσειν ἔφασαν ὑπὲρ τῶν ἐπιταττομένων τοῖς Αἰτωλοῖς. | |
Hist.21.5.1 | Οὗτοι μὲν οὖν ἐπανῄεσαν βουλευσόμενοι περὶ τῶν | |
Hist.21.5.2 | προειρημένων· οἱ (δὲ) περὶ τὸν Ἐχέδημον συμμίξαντες τοῖς ἀποκλήτοις ἐβουλεύοντο περὶ τῶν προειρημένων. | |
Hist.21.5.3 | ἦν δὲ τῶν ἐπιταττομένων τὸ μὲν ἀδύνατον διὰ τὸ πλῆθος τῶν χρημάτων, τὸ δὲ φοβερὸν διὰ τὸ πρό‐ τερον αὐτοὺς ἀπατηθῆναι, καθ’ ὃν καιρὸν ἐπινεύσαντες ὑπὲρ τῆς ἐπιτροπῆς παρὰ μικρὸν εἰς τὴν ἅλυσιν | |
Hist.21.5.4 | ἐνέπεσον. διόπερ ἀπορούμενοι καὶ δυσχρηστούμενοι περὶ ταῦτα πάλιν ἐξέπεμπον τοὺς αὐτοὺς δεησομένους ἢ τῶν χρημάτων ἀφελεῖν, ἵνα δύνωνται τελεῖν, ἢ τῆς ἐπιτροπῆς ἐκτὸς ποιῆσαι τοὺς πολιτικοὺς ἄνδρας καὶ | |
Hist.21.5.5 | τὰς γυναῖκας. οἳ καὶ συμμίξαντες τοῖς περὶ τὸν | |
Hist.21.5.6 | Πόπλιον διεσάφουν τὰ δεδογμένα. τοῦ δὲ Λευκίου φήσαντος ἐπὶ τούτοις ἔχειν παρὰ τῆς συγκλήτου τὴν | |
ἐξουσίαν, ἐφ’ οἷς ἀρτίως εἶπεν, οὗτοι μὲν αὖθις ἐπαν‐ | ||
Hist.21.5.7 | ῆλθον, οἱ δὲ περὶ τὸν Ἐχέδημον ἐπακολουθήσαντες εἰς τὴν Ὑπάταν συνεβούλευσαν τοῖς Αἰτωλοῖς, ἐπεὶ τὰ τῆς διαλύσεως ἐμποδίζοιτο κατὰ τὸ παρόν, ἀνοχὰς αἰτησαμένους καὶ τῶν ἐνεστώτων κακῶν ὑπέρθεσιν | |
5 | ποιησαμένους πρεσβεύειν πρὸς τὴν σύγκλητον, κἂν | |
Hist.21.5.8 | μὲν ἐπιτυγχάνωσι περὶ τῶν ἀξιουμένων· εἰ δὲ μή, | |
Hist.21.5.9 | τοῖς καιροῖς ἐφεδρεύειν. χείρω μὲν γὰρ ἀδύνατον γενέσθαι τῶν ὑποκειμένων τὰ περὶ σφᾶς, βελτίω γε | |
Hist.21.5.10 | μὴν οὐκ ἀδύνατον διὰ πολλὰς αἰτίας. φανέντων δὲ καλῶς λέγειν τῶν περὶ τὸν Ἐχέδημον, ἔδοξε πρεσβεύειν | |
Hist.21.5.11 | τοῖς Αἰτωλοῖς ὑπὲρ τῶν ἀνοχῶν. ἀφικόμενοι δὲ πρὸς τὸν Λεύκιον ἐδέοντο συγχωρηθῆναι σφίσι κατὰ τὸ παρὸν ἑξαμήνους ἀνοχάς, ἵνα πρεσβεύσωσι πρὸς τὴν | |
Hist.21.5.12 | σύγκλητον. ὁ δὲ Πόπλιος, πάλαι πρὸς τὰς κατὰ τὴν Ἀσίαν πράξεις παρωρμημένος, ταχέως ἔπεισε τὸν ἀδελ‐ | |
Hist.21.5.13 | φὸν ὑπακοῦσαι τοῖς ἀξιουμένοις. γραφεισῶν δὲ τῶν ὁμολογιῶν, ὁ μὲν Μάνιος, λύσας τὴν πολιορκίαν καὶ παραδοὺς ἅπαν τὸ στράτευμα καὶ τὰς χορηγίας τοῖς περὶ τὸν Λεύκιον, εὐθέως ἀπηλλάττετο μετὰ τῶν | |
5 | χιλιάρχων εἰς τὴν Ῥώμην. | |
Hist.21.6t | III. RES ASIAE. | |
Hist.21.6.1 | Οἱ δὲ Φωκαιεῖς, τὰ μὲν ὑπὸ τῶν ἀπολειφθέντων Ῥωμαίων ἐν ταῖς ναυσὶν ἐπισταθμευόμενοι, τὰ δὲ τὰς | |
ἐπιταγὰς δυσχερῶς φέροντες, ἐστασίαζον. — | ||
Hist.21.6.2 | Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους οἱ τῶν Φωκαιέων ἄρχοντες, δεδιότες τάς τε τῶν πολλῶν ὁρμὰς διὰ τὴν σιτοδείαν καὶ τὴν τῶν Ἀντιοχιστῶν φιλοτιμίαν, ἐξέ‐ πεμψαν πρεσβευτὰς πρὸς Σέλευκον, ὄντα πρὸς τοῖς | |
Hist.21.6.3 | ὅροις τῆς χώρας αὐτῶν, ἀξιοῦντες μὴ πελάζειν τῆς πόλεως, ὅτι πρόκειται σφίσι τὴν ἡσυχίαν ἄγειν καὶ καραδοκεῖν τὴν τῶν ὅλων κρίσιν, μετὰ δὲ ταῦτα πειθ‐ | |
Hist.21.6.4 | αρχεῖν τοῖς εἰρημένοις. ἦσαν δὲ τῶν πρεσβευτῶν ἴδιοι μὲν τοῦ Σελεύκου καὶ ταύτης τῆς ὑποθέσεως Ἀρίσταρχος καὶ Κάσσανδρος καὶ Ῥόδων, ἐναντίοι δὲ καὶ πρὸς Ῥωμαίους ἀπονενευκότες Ἡγίας καὶ Γε‐ | |
Hist.21.6.5 | λίας. ὧν συμμιξάντων ὁ Σέλευκος εὐθέως τοὺς μὲν περὶ τὸν Ἀρίσταρχον ἀνὰ χεῖρας εἶχε, τοὺς δὲ περὶ | |
Hist.21.6.6 | τὸν Ἡγίαν παρεώρα. πυθόμενος δὲ τὴν ὁρμὴν τῶν πολλῶν καὶ τὴν σπάνιν τοῦ σίτου, παρεὶς τὸν χρη‐ ματισμὸν καὶ τὴν ἔντευξιν τῶν παραγεγονότων προῆγε πρὸς τὴν πόλιν. — | |
Hist.21.6.7 | Ἐξελθόντες μὲν Γάλλοι δύο μετὰ τύπων καὶ προ‐ στηθιδίων ἐδέοντο μηδὲν ἀνήκεστον βουλεύεσθαι | |
περὶ τῆς πόλεως. — | ||
Hist.21.7.1 | Πυρφόρος, ᾧ ἐχρήσατο Παυσίστρατος ὁ τῶν Ῥοδίων | |
Hist.21.7.2 | ναύαρχος. ἦν δὲ κημός· ἐξ ἑκατέρου δὲ τοῦ μέρους τῆς πρώρρας ἀγκύλαι δύο παρέκειντο παρὰ τὴν ἐντὸς ἐπιφάνειαν τῶν τοίχων, εἰς ἃς ἐνηρμόζοντο κοντοὶ | |
Hist.21.7.3 | προτείνοντες τοῖς κέρασιν εἰς θάλατταν. ἐπὶ δὲ τὸ τούτων ἄκρον ὁ κημὸς ἁλύσει σιδηρᾷ προσήρτητο | |
Hist.21.7.4 | πλήρης πυρός, ὥστε κατὰ τὰς ἐμβολὰς καὶ παραβολὰς εἰς μὲν τὴν πολεμίαν ναῦν ἐκτινάττεσθαι πῦρ, ἀπὸ δὲ τῆς οἰκείας πολὺν ἀφεστάναι τόπον διὰ τὴν ἔγκλισιν. — | |
Hist.21.7.5 | Ὅτι Παμφιλίδας ὁ τῶν Ῥοδίων ναύαρχος ἐδόκει πρὸς πάντας τοὺς καιροὺς εὐαρμοστότερος εἶναι τοῦ Παυσιστράτου διὰ τὸ βαθύτερος τῇ φύσει καὶ στα‐ | |
Hist.21.7.6 | σιμώτερος μᾶλλον ἢ τολμηρότερος ὑπάρχειν. ἀγαθοὶ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ τῶν κατὰ λόγον, ἀλλ’ ἐκ τῶν συμβαινόντων ποιεῖσθαι τὰς δια‐ | |
Hist.21.7.7 | λήψεις. ἄρτι γὰρ δι’ αὐτὸ τοῦτο προκεχειρισμένοι τὸν | |
Παυσίστρατον, διὰ τὸ πρᾶξιν ἔχειν τινὰ καὶ τόλμαν, παραχρῆμα μετέπιπτον εἰς τἀναντία ταῖς γνώμαις διὰ τὴν περιπέτειαν. — | ||
Hist.21.8.1 | Ὅτι κατὰ τὸν καιρὸν τοῦτον εἰς τὴν Σάμον προσ‐ έπεσε γράμματα τοῖς περὶ τὸν Λεύκιον καὶ τὸν Εὐμένη παρά τε τοῦ Λευκίου τοῦ τὴν ὕπατον ἀρχὴν ἔχοντος | |
Hist.21.8.2 | καὶ παρὰ Ποπλίου Σκιπίωνος, δηλοῦντα τὰς πρὸς τοὺς Αἰτωλοὺς γεγενημένας συνθήκας ὑπὲρ τῶν ἀνοχῶν καὶ τὴν ἐπὶ τὸν Ἑλλήσποντον πορείαν τῶν πεζικῶν | |
Hist.21.8.3 | στρατοπέδων. ὁμοίως δὲ καὶ τοῖς περὶ τὸν Ἀντίοχον καὶ Σέλευκον ταῦτα διεσαφεῖτο παρὰ τῶν Αἰτωλῶν. — | |
Hist.21.9.1 | Ὅτι Διοφάνης ὁ Μεγαλοπολίτης μεγάλην ἕξιν εἶχεν ἐν τοῖς πολεμικοῖς διὰ τὸ πολυχρονίου γεγονότος τοῦ πρὸς Νάβιν πολέμου τοῖς Μεγαλοπολίταις ἀστυγείτονος πάντα συνεχῶς τὸν χρόνον ὑπὸ τὸν Φιλο‐ | |
5 | ποίμενα τεταγμένος τριβὴν ἐσχηκέναι τῶν κατὰ πόλεμον | |
Hist.21.9.2 | ἔργων ἀληθινήν. χωρίς τε τούτων κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν σωματικὴν χρείαν ἦν ὁ προειρημένος | |
Hist.21.9.3 | ἀνὴρ δυνατὸς καὶ καταπληκτικός. τὸ δὲ κυ‐ ριώτατον, πρὸς πόλεμον ὑπῆρχεν ἀνὴρ ἀγαθὸς καὶ τοῖς ὅπλοις ἐχρῆτο διαφερόντως. — | |
Hist.21.10.1 | Ὅτι Ἀντίοχος ὁ βασιλεὺς εἰς τὸν Πέργαμον ἐμ‐ | |
βαλών, πυθόμενος δὲ τὴν παρουσίαν Εὐμένους τοῦ βασιλέως καὶ θεωρῶν οὐ μόνον τὰς ναυτικάς, ἀλλὰ καὶ τὰς πεζικὰς δυνάμεις ἐπ’ αὐτὸν παραγινομένας, ἐβου‐ | ||
5 | λεύετο λόγους ποιήσασθαι περὶ διαλύσεως ὁμοῦ πρός | |
Hist.21.10.2 | τε Ῥωμαίους καὶ τὸν Εὐμένη καὶ τοὺς Ῥοδίους. ἐξάρας οὖν ἅπαντι τῷ στρατεύματι παρῆν πρὸς τὴν Ἐλαίαν καὶ λαβὼν λόφον τινὰ καταντικρὺ τῆς πόλεως τὸ μὲν πεζικὸν ἐπὶ τούτου κατέστησε, τοὺς δ’ ἱππεῖς παρ’ | |
5 | αὐτὴν τὴν πόλιν παρενέβαλε, πλείους ὄντας ἑξακισ‐ | |
Hist.21.10.3 | χιλίων. αὐτὸς δὲ μεταξὺ τούτων γενόμενος διεπέμπετο πρὸς τοὺς περὶ τὸν Λεύκιον εἰς τὴν πόλιν ὑπὲρ δια‐ | |
Hist.21.10.4 | λύσεων. ὁ δὲ στρατηγὸς ὁ τῶν Ῥωμαίων συναγαγὼν τούς τε Ῥοδίους καὶ τὸν Εὐμένην ἠξίου λέγειν περὶ | |
Hist.21.10.5 | τῶν ἐνεστώτων τὸ φαινόμενον. οἱ μὲν οὖν περὶ τὸν Εὔδαμον καὶ Παμφιλίδαν οὐκ ἀλλότριοι τῆς διαλύσεως ἦσαν· ὁ δὲ βασιλεὺς οὔτ’ εὐσχήμονα τὴν διάλυσιν οὔτε | |
Hist.21.10.6 | δυνατὴν ἔφησε κατὰ τὸ παρὸν εἶναι. “εὐσχήμονα γάρ” ἔφη “πῶς οἷόν τε γίνεσθαι τὴν ἔκβασιν, ἐὰν | |
Hist.21.10.7 | τειχήρεις ὄντες ποιώμεθα τὰς διαλύσεις;” καὶ μὴν οὐδὲ δυνατὴν ἔφησε κατὰ τὸ παρόν· “πῶς γὰρ ἐνδέχεται, μὴ προσδεξαμένους ὕπατον, ἄνευ τῆς ἐκείνου γνώμης | |
Hist.21.10.8 | βεβαιῶσαι τὰς ὁμολογηθείσας συνθήκας; χωρίς τε τούτων, ἐὰν ὅλως γένηταί τι σημεῖον ὁμολογίας πρὸς | |
Ἀντίοχον, οὔτε τὰς ναυτικὰς δυνάμεις δυνατὸν ἐπανελθεῖν δήπουθεν εἰς τὴν ἰδίαν οὔτε τὰς | ||
5 | πεζικάς, ἐὰν μὴ πρότερον ὅ τε δῆμος ἥ τε σύγκλητος | |
Hist.21.10.9 | ἐπικυρώσῃ τὰ δοχθέντα. λείπεται δὴ καραδοκοῦντας τὴν ἐκείνων ἀπόφασιν παραχειμάζειν ἐνθάδε καὶ πράτ‐ τειν μὲν μηδέν, ἐκδαπανᾶν δὲ τὰς τῶν ἰδίων συμμά‐ | |
Hist.21.10.10 | χων χορηγίας καὶ παρασκευάς· ἔπειτ’, ἂν μὴ σφίσι παρῇ τῇ συγκλήτῳ διαλύεσθαι, καινοποιεῖν πάλιν ἀπ’ ἀρχῆς τὸν πόλεμον, παρέντας τοὺς ἐνεστῶτας καιρούς, ἐν οἷς δυνάμεθα θεῶν βουλομένων πέρας ἐπιθεῖναι | |
Hist.21.10.11 | τοῖς ὅλοις.” ὁ μὲν οὖν Εὐμένης ταῦτ’ εἶπεν· ὁ δὲ Λεύκιος ἀποδεξάμενος τὴν συμβουλίαν, ἀπεκρίθη τοῖς περὶ τὸν Ἀντίοχον ὅτι πρὸ τοῦ τὸν ἀνθύπατον ἐλθεῖν οὐκ | |
Hist.21.10.12 | ἐνδέχεται γενέσθαι τὰς διαλύσεις. ὧν ἀκούσαντες οἱ περὶ τὸν Ἀντίοχον παραυτίκα μὲν ἐδῄουν τὴν τῶν | |
Hist.21.10.13 | Ἐλαϊτῶν χώραν· ἑξῆς δὲ τούτοις Σέλευκος μὲν ἐπὶ τούτων ἔμεινε τῶν τόπων, Ἀντίοχος δὲ κατὰ τὸ συνεχὲς ἐπιπορευόμενος ἐνέβαλεν εἰς τὸ Θήβης καλούμενον | |
Hist.21.10.14 | πεδίον, καὶ παραβεβληκὼς εἰς χώραν εὐδαίμονα καὶ γέ‐ μουσαν ἀγαθῶν ἐπλήρου τὴν στρατιὰν παντοδαπῆς λείας. — | |
Hist.21.11.1 | Ὅτι Ἀντίοχος ὁ βασιλεὺς παραγενόμενος εἰς τὰς | |
Σάρδεις ἀπὸ τῆς προρρηθείσης στρατείας διεπέμπετο συνεχῶς πρὸς Προυσίαν, παρακαλῶν αὐτὸν εἰς τὴν | ||
Hist.21.11.2 | σφετέραν συμμαχίαν. ὁ δὲ Προυσίας κατὰ μὲν τοὺς ἀνώτερον χρόνους οὐκ ἀλλότριος ἦν τοῦ κοινωνεῖν τοῖς περὶ τὸν Ἀντίοχον· πάνυ γὰρ ἐδεδίει τοὺς Ῥωμαίους, μὴ ποιῶνται τὴν εἰς Ἀσίαν διάβασιν ἐπὶ καταλύσει | |
Hist.21.11.3 | πάντων τῶν δυναστῶν. παραγενομένης δ’ ἐπιστολῆς αὐτῷ παρά τε Λευκίου καὶ Ποπλίου τῶν ἀδελφῶν, κομισάμενος ταύτην καὶ δια(να)γνοὺς ἐπὶ ποσὸν ἔστη | |
Hist.21.11.4 | τῇ διανοίᾳ καὶ προείδετο τὸ μέλλον ἐνδεχομένως, ἅτε τῶν περὶ τὸν Πόπλιον ἐναργέσι κεχρημένων καὶ πολ‐ λοῖς μαρτυρίοις πρὸς πίστιν διὰ τῶν ἐγγράπτων. | |
Hist.21.11.5 | οὐ γὰρ μόνον ὑπὲρ τῆς ἰδίας προαιρέσεως ἔφερον ἀπολογισμούς, ἀλλὰ καὶ περὶ τῆς κοινῆς ἁπάντων | |
Hist.21.11.6 | Ῥωμαίων, δι’ ὧν παρεδείκνυον οὐχ οἷον ἀφῃρημένοι τινὸς τῶν ἐξ ἀρχῆς βασιλέων τὰς δυναστείας, ἀλλὰ τινὰς μὲν καὶ προσκατεσκευακότες αὐτοὶ δυνάστας, ἐνίους δ’ ηὐξηκότες καὶ πολλαπλασίους αὐτῶν τὰς | |
Hist.21.11.7 | ἀρχὰς πεποιηκότες. ὧν κατὰ μὲν τὴν Ἰβηρίαν Ἀνδο‐ βάλην καὶ Κολίχαντα προεφέροντο, κατὰ δὲ τὴν Λιβύην Μασαννάσαν, ἐν δὲ τοῖς κατὰ τὴν Ἰλλυρίδα τόποις | |
Hist.21.11.8 | Πλευρᾶτον· οὓς ἅπαντας ἔφασαν ἐξ ἐλαφρῶν καὶ τῶν τυχόντων δυναστῶν πεποιηκέναι βασιλεῖς ὁμολογου‐ | |
Hist.21.11.9 | μένως. ὁμοίως κατὰ τὴν Ἑλλάδα Φίλιππον καὶ Νάβιν, ὧν Φίλιππον μὲν καταπολεμήσαντες καὶ συγκλείσαντες εἰς ὅμηρα καὶ φόρους, βραχεῖαν αὐτοῦ νῦν λαβόντες ἀπόδειξιν εὐνοίας ἀποκαθεστακέναι μὲν αὐτῷ τὸν υἱὸν | |
5 | καὶ τοὺς ἅμα τούτῳ συνομηρεύοντας νεανίσκους, ἀπο‐ λελυκέναι δὲ τῶν φόρων, πολλὰς δὲ τῶν πόλεων ἀπο‐ | |
Hist.21.11.10 | δεδωκέναι τῶν ἁλουσῶν κατὰ πόλεμον· Νάβιν δὲ δυνηθέντες ἄρδην ἐπανελέσθαι, τοῦτο μὲν οὐ ποιῆσαι, φείσασθαι δ’ αὐτοῦ, καίπερ ὄντος τυράννου, λαβόντες | |
Hist.21.11.11 | πίστεις τὰς εἰθισμένας. εἰς ἃ βλέποντα παρεκάλουν τὸν Προυσίαν διὰ τῆς ἐπιστολῆς μὴ δεδιέναι περὶ τῆς ἀρχῆς, θαρροῦντα δ’ αἱρεῖσθαι τὰ Ῥωμαίων· ἔσεσθαι | |
Hist.21.11.12 | γὰρ ἀμεταμέλητον αὐτῷ τὴν τοιαύτην προαίρεσιν. ὧν ὁ Προυσίας διακούσας ἐπ’ ἄλλης ἐγένετο γνώμης. ὡς δὲ καὶ παρεγενήθησαν πρὸς αὐτὸν πρέσβεις οἱ περὶ τὸν Γάιον Λίβιον, τελέως ἀπέστη τῶν κατὰ τὸν Ἀντί‐ | |
5 | οχον ἐλπίδων, συμμίξας τοῖς προειρημένοις ἀνδράσιν. | |
Hist.21.11.13 | Ἀντίοχος δὲ ταύτης ἀποπεσὼν τῆς ἐλπίδος παρῆν εἰς Ἔφεσον καὶ συλλογιζόμενος ὅτι μόνως ἂν οὕτω δύναιτο κωλῦσαι τὴν τῶν πεζικῶν στρατοπέδων διά‐ | |
βασιν καὶ καθόλου τὸν πόλεμον ἀπὸ τῆς Ἀσίας | ||
5 | ἀποτρίβεσθαι *** βεβαίως κρατοίη τῆς θαλάττης, προέθετο ναυμαχεῖν καὶ κρίνειν τὰ πράγματα διὰ τῶν κατὰ θάλατταν κινδύνων. — | |
Hist.21.12.1 | Πολύβιος· οἱ δὲ πειραταὶ θεασάμενοι τὸν ἐπίπλουν τῶν Ῥωμαϊκῶν πλοίων, ἐκ μεταβολῆς ἐποιοῦντο τὴν ἀναχώρησιν. — | |
Hist.21.13.1 | Ὅτι ὁ Ἀντίοχος μετὰ τὴν κατὰ τὴν ναυμαχίαν γενομένην ἧτταν ἐν ταῖς Σάρδεσιν παριεὶς τοὺς και‐ | |
Hist.21.13.2 | ροὺς καὶ καταμέλλων ἐν τοῖς ὅλοις, ἅμα τῷ πυθέσθαι τῶν πολεμίων τὴν διάβασιν συντριβεὶς τῇ διανοίᾳ καὶ δυσελπιστήσας ἔκρινεν διαπέμπεσθαι πρὸς τοὺς περὶ | |
Hist.21.13.3 | τὸν Λεύκιον καὶ Πόπλιον ὑπὲρ διαλύσεων. προ‐ χειρισάμενος οὖν Ἡρακλείδην τὸν Βυζάντιον ἐξέπεμψε, δοὺς ἐντολὰς ὅτι παραχωρεῖ τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς Ἀλεξανδρέων πόλεως, | |
Hist.21.13.4 | ἐξ ὧν ὁ πόλεμος ἔλαβε τὰς ἀρχάς· ὁμοίως δὲ κἄν τινας ἑτέρας ὑφαιρεῖσθαι βούλωνται τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι τἀκείνων ᾕρηνται κατὰ | |
Hist.21.13.5 | τὸν ἐνεστῶτα πόλεμον. πρὸς δὲ τούτοις ὅτι τὴν ἡμί‐ σειαν δώσει τῆς γεγενημένης σφίσι δαπάνης εἰς τὴν | |
Hist.21.13.6 | πρὸς αὐτὸν διαφοράν. ταύτας μὲν οὖν ὁ πεμπόμενος εἶχε τὰς ἐντολὰς πρὸς τὴν κατὰ κοινὸν ἔντευξιν, ἰδίᾳ | |
δὲ πρὸς τὸν Πόπλιον ἑτέρας, ὑπὲρ ὧν τὰ κατὰ μέρος | ||
Hist.21.13.7 | ἐν τοῖς ἑξῆς δηλώσομεν. ἀφικόμενος δ’ εἰς τὸν Ἑλλήσ‐ ποντον ὁ προειρημένος πρεσβευτὴς καὶ καταλαβὼν τοὺς Ῥωμαίους μένοντας ἐπὶ τῆς στρατοπεδείας, οὗ | |
Hist.21.13.8 | πρῶτον κατεσκήνωσαν ἀπὸ τῆς διαβάσεως, τὰς μὲν ἀρχὰς ἥσθη, νομίζων αὑτῷ συνεργὸν εἶναι πρὸς τὴν ἔντευξιν τὸ μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ πρὸς | |
Hist.21.13.9 | μηδὲν ὡρμηκέναι τῶν ἑξῆς τοὺς ὑπεναντίους, πυθό‐ μενος δὲ τὸν Πόπλιον ἔτι μένειν ἐν τῷ πέραν ἐδυσ‐ χρήστησε διὰ τὸ τὴν πλείστην ῥοπὴν κεῖσθαι τῶν | |
Hist.21.13.10 | πραγμάτων ἐν τῇ ’κείνου προαιρέσει. αἴτιον δ’ ἦν καὶ τοῦ μένειν τὸ στρατόπεδον ἐπὶ τῆς πρώτης παρεμβολῆς καὶ τοῦ κεχωρίσθαι τὸν Πόπλιον ἀπὸ τῶν δυνάμεων τὸ σάλιον εἶναι τὸν προειρημένον ἄνδρα. | |
Hist.21.13.11 | τοῦτο δ’ ἔστιν, καθάπερ ἡμῖν ἐν τοῖς περὶ τῆς πολι‐ τείας εἴρηται, τῶν τριῶν ἓν σύστημα, δι’ ὧν συμβαίνει τὰς ἐπιφανεστάτας θυσίας ἐν τῇ Ῥώμῃ συντελεῖσθαι | |
Hist.21.13.12 | τοῖς θεοῖς· *** τριακονθήμερον μὴ μεταβαίνειν κατὰ τὸν καιρὸν τῆς θυσίας, ἐν ᾗ (ποτ’) ἂν χώρᾳ κατα‐ | |
Hist.21.13.13 | ληφθῶσιν [οἱ σάλιοι οὗτοι]. ὃ καὶ τότε συνέβη γενέ‐ σθαι Ποπλίῳ· τῆς γὰρ δυνάμεως μελλούσης περαιοῦ‐ | |
σθαι κατέλαβεν αὐτὸν οὗτος ὁ χρόνος, ὥστε μὴ | ||
Hist.21.13.14 | δύνασθαι μεταβαλεῖν τὴν χώραν. διὸ συνέβη τόν τε Σκιπίωνα χωρισθῆναι τῶν στρατοπέδων καὶ μεῖναι κατὰ τὴν Εὐρώπην, τὰς δὲ δυνάμεις περαιωθείσας μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ μὴ δύνασθαι πράττειν | |
5 | τῶν ἑξῆς μηθέν, προσαναδεχομένας τὸν προειρημένον ἄνδρα. | |
Hist.21.14.1 | Ὁ δ’ Ἡρακλείδης, μετά τινας ἡμέρας παραγενομένου τοῦ Ποπλίου, κληθεὶς πρὸς τὸ συνέδριον εἰς ἔντευξιν | |
Hist.21.14.2 | διελέγετο περὶ ὧν εἶχε τὰς ἐντολάς, φάσκων τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς τῶν Ἀλεξανδρέων πόλεως ἐκχωρεῖν τὸν Ἀντίοχον, ὁμοίως δὲ καὶ τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι | |
Hist.21.14.3 | τυγχάνουσιν ᾑρημέναι τὰ Ῥωμαίων· πρὸς δὲ τούτοις τὴν ἡμίσειαν ἀναδέχεσθαι τῆς γεγενημένης αὐτοῖς | |
Hist.21.14.4 | δαπάνης εἰς τὸν ἐνεστῶτα πόλεμον. πολλὰ δὲ καὶ ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διελέχθη, παρακαλῶν τοὺς Ῥωμαίους μήτε τὴν τύχην λίαν ἐξελέγχειν ἀνθρώ‐ πους ὑπάρχοντας, μήτε τὸ μέγεθος τῆς αὑτῶν ἐξουσίας | |
5 | ἀόριστον ποιεῖν, ἀλλὰ περιγράφειν, μάλιστα μὲν τοῖς | |
Hist.21.14.5 | τῆς Εὐρώπης ὅροις· καὶ γὰρ ταύτην μεγάλην ὑπάρχειν καὶ παράδοξον διὰ τὸ μηδένα καθῖχθαι τῶν προ‐ | |
Hist.21.14.6 | γεγονότων αὐτῆς· εἰ δὲ πάντως καὶ τῆς Ἀσίας βούλον‐ ταί τινα προσεπιδράττεσθαι, διορίσαι ταῦτα· πρὸς πᾶν | |
Hist.21.14.7 | γὰρ τὸ δυνατὸν προσελεύσεσθαι τὸν βασιλέα. ῥηθέν‐ | |
των δὲ τούτων, ἔδοξε τῷ συνεδρίῳ τὸν στρατηγὸν ἀπο‐ κριθῆναι διότι τῆς μὲν δαπάνης οὐ τὴν ἡμίσειαν, ἀλλὰ πᾶσαν δίκαιόν ἐστιν Ἀντίοχον ἀποδοῦναι· φῦναι γὰρ | ||
5 | τὸν πόλεμον ἐξ ἀρχῆς οὐ δι’ αὑτούς, ἀλλὰ δι’ ἐκεῖνον· | |
Hist.21.14.8 | τῶν δὲ πόλεων μὴ τὰς κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν μόνον ἐλευθεροῦν, ἀλλὰ πάσης τῆς ἐπὶ τάδε | |
Hist.21.14.9 | τοῦ Ταύρου δυναστείας ἐκχωρεῖν. ὁ μὲν οὖν πρεσβευ‐ τὴς ταῦτ’ ἀκούσας παρὰ τοῦ συνεδρίου, διὰ τὸ πολὺ τῶν ἀξιουμένων τὰς ἐπιταγὰς ὑπεραίρειν οὐδένα λόγον ποιησάμενος, τῆς μὲν κοινῆς ἐντεύξεως ἀπέστη, τὸν | |
5 | δὲ Πόπλιον ἐθεράπευσε φιλοτίμως. | |
Hist.21.15.1 | Λαβὼν δὲ καιρὸν ἁρμόζοντα διελέγετο περὶ ὧν | |
Hist.21.15.2 | εἶχε τὰς ἐντολάς. αὗται δ’ ἦσαν διότι πρῶτον μὲν χωρὶς λύτρων ὁ βασιλεὺς αὐτῷ τὸν υἱὸν ἀποδώσει | |
Hist.21.15.3 | συνέβαινε γὰρ ἐν ἀρχαῖς τοῦ πολέμου τὸν υἱὸν τὸν τοῦ Σκιπίωνος γεγονέναι τοῖς περὶ Ἀντίχον ὑπο‐ | |
Hist.21.15.4 | χείριον· δεύτερον δὲ διότι καὶ κατὰ τὸ παρὸν ἕτοιμός ἐστιν ὁ βασιλεὺς ὅσον ἂν ἀποδείξῃ διδόναι πλῆθος χρημάτων καὶ μετὰ ταῦτα κοινὴν ποιεῖν τὴν ἐκ τῆς βασιλείας χορηγίαν, ἐὰν συνεργήσῃ ταῖς ὑπὸ τοῦ βασι‐ | |
Hist.21.15.5 | λέως προτεινομέναις διαλύσεσιν. ὁ δὲ Πόπλιος τὴν μὲν κατὰ τὸν υἱὸν ἐπαγγελίαν ἔφη δέχεσθαι καὶ μεγάλην χάριν ἕξειν ἐπὶ τούτοις, ἐὰν βεβαιώσῃ τὴν | |
Hist.21.15.6 | ὑπόσχεσιν· περὶ δὲ τῶν ἄλλων ἀγνοεῖν αὐτὸν ἔφη καὶ | |
παραπαίειν ὁλοσχερῶς τοῦ σφετέρου συμφέροντος οὐ μόνον κατὰ τὴν πρὸς αὑτὸν ἔντευξιν, ἀλλὰ (καὶ) κατὰ | ||
Hist.21.15.7 | τὴν πρὸς τὸ συνέδριον. εἰ μὲν γὰρ ἔτι Λυσιμαχείας καὶ τῆς εἰς τὴν Χερρόνησον εἰσόδου κύριος ὑπάρχων | |
Hist.21.15.8 | ταῦτα προύτεινε, ταχέως ἂν αὐτὸν ἐπιτυχεῖν. ὁμοίως, εἰ καὶ τούτων ἐκχωρήσας παραγεγόνει πρὸς τὸν Ἑλλήσ‐ ποντον μετὰ τῆς δυνάμεως καὶ δῆλος ὢν ὅτι κωλύσει τὴν διάβασιν ἡμῶν ἐπρέσβευε περὶ τῶν αὐτῶν τού‐ | |
5 | των, ἦν ἂν οὕτως αὐτὸν ἐφικέσθαι τῶν ἀξιουμένων. | |
Hist.21.15.9 | ὅτε δ’ ἐάσας ἐπιβῆναι τῆς Ἀσίας τὰς ἡμετέρας δυνά‐ μεις καὶ προσδεξάμενος οὐ μόνον τὸν χαλινόν, ἀλλὰ καὶ τὸν ἀναβάτην παραγίνεται πρεσβεύων περὶ διαλύ‐ σεων ἴσων, εἰκότως αὐτὸν ἀποτυγχάνειν καὶ διεψεῦσθαι | |
Hist.21.15.10 | τῶν ἐλπίδων. διόπερ αὐτῷ παρῄνει βέλτιον βουλεύε‐ σθαι περὶ τῶν ἐνεστώτων καὶ βλέπειν τοὺς καιροὺς | |
Hist.21.15.11 | ἀληθινῶς. ἀντὶ δὲ τῆς κατὰ τὸν υἱὸν ἐπαγγελίας ὑπισχνεῖτο δώσειν αὐτῷ συμβουλίαν ἀξίαν τῆς προ‐ τεινομένης χάριτος· παρεκάλει γὰρ αὐτὸν εἰς πᾶν συγ‐ καταβαίνειν, μάχεσθαι δὲ κατὰ μηδένα τρόπον Ῥωμαίοις. | |
Hist.21.15.12 | ὁ μὲν (οὖν) Ἡρακλείδης ταῦτ’ ἀκούσας ἐπανῆλθε καὶ | |
Hist.21.15.13 | συμμίξας διεσάφει τῷ βασιλεῖ τὰ κατὰ μέρος· Ἀντίοχος (δὲ) νομίσας οὐδὲν ἂν βαρύτερον αὑτῷ γενέσθαι πρόσ‐ | |
ταγμα τῶν νῦν ἐπιταττομένων, εἰ λειφθείη μαχόμενος, τῆς μὲν περὶ τὰς διαλύσεις ἀσχολίας ἀπέστη, τὰ δὲ | ||
5 | πρὸς ἀγῶνα πάντα καὶ πανταχόθεν ἡτοίμαζεν. — | |
Hist.21.16.1 | Ὅτι μετὰ τὴν νίκην οἱ Ῥωμαῖοι τὴν αὑτῶν πρὸς Ἀντίοχον παρειληφότες καὶ τὰς Σάρδεις καὶ τὰς ἀκρο‐ πόλεις ἄρτι *** ἧκε Μουσαῖος ἐπικηρυκευόμενος παρ’ | |
Hist.21.16.2 | Ἀντιόχου. τῶν δὲ περὶ τὸν Πόπλιον φιλανθρώπως προσδεξαμένων αὐτόν, ἔφη βούλεσθαι τὸν Ἀντίοχον ἐξαποσταλῆναι πρεσβευτὰς τοὺς διαλεχθησομένους ὑπὲρ | |
Hist.21.16.3 | τῶν ὅλων. διόπερ ἀσφάλειαν ἠξίου δοθῆναι τοῖς παραγινομένοις. τῶν δὲ συγχωρησάντων οὗτος μὲν | |
Hist.21.16.4 | ἐπανῆλθεν, μετὰ δέ τινας ἡμέρας ἧκον πρέσβεις παρὰ τοῦ βασιλέως Ἀντιόχου Ζεῦξις ὁ πρότερον ὑπάρχων | |
Hist.21.16.5 | Λυδίας σατράπης καὶ Ἀντίπατρος ἀδελφιδοῦς. οὗτοι δὲ πρῶτον μὲν ἔσπευδον ἐντυχεῖν Εὐμένει τῷ βασιλεῖ, διευλαβούμενοι μὴ διὰ τὴν προγεγενημένην παρα‐ τριβὴν φιλοτιμότερος ᾖ πρὸς τὸ βλάπτειν αὐτούς. | |
Hist.21.16.6 | εὑρόντες δὲ παρὰ τὴν προσδοκίαν μέτριον αὐτὸν καὶ πρᾷον, εὐθέως ἐγίνοντο περὶ τὴν κοινὴν ἔντευξιν. | |
Hist.21.16.7 | κληθέντες δ’ εἰς τὸ συνέδριον πολλὰ μὲν καὶ ἕτερα διελέχθησαν, παρακαλοῦντες πρᾴως χρήσασθαι καὶ | |
Hist.21.16.8 | μεγαλοψύχως τοῖς εὐτυχήμασι, φάσκοντες οὐχ οὕτως Ἀντιόχῳ τοῦτο συμφέρειν ὡς αὐτοῖς Ῥωμαίοις, ἐπείπερ | |
ἡ τύχη παρέδωκεν αὐτοῖς τὴν τῆς οἰκουμένης ἀρχὴν | ||
Hist.21.16.9 | καὶ δυναστείαν· τὸ δὲ συνέχον ἠρώτων τί δεῖ ποιή‐ σαντας τυχεῖν τῆς εἰρήνης καὶ τῆς φιλίας τῆς πρὸς | |
Hist.21.16.10 | Ῥωμαίους. οἱ δ’ ἐν τῷ συνεδρίῳ πρότερον ἤδη συνη‐ δρευκότες καὶ βεβουλευμένοι περὶ τούτων, τότ’ ἐκέλευον διασαφεῖν τὰ δεδογμένα τὸν Πόπλιον. | |
Hist.21.17.1 | Ὁ δὲ προειρημένος ἀνὴρ οὔτε νικήσαντας ἔφη | |
Hist.21.17.2 | Ῥωμαίους οὐδέποτε γενέσθαι βαρυτέρους, *** διὸ καὶ νῦν αὐτοῖς τὴν αὐτὴν ἀπόκρισιν δοθήσεσθαι παρὰ Ῥωμαίων, ἣν καὶ πρότερον ἔλαβον, ὅτε πρὸ τῆς μάχης | |
Hist.21.17.3 | παρεγενήθησαν ἐπὶ τὸν Ἑλλήσποντον. δεῖν γὰρ αὐτοὺς ἔκ τε τῆς Εὐρώπης ἐκχωρεῖν καὶ (τῆς Ἀσίας) τῆς ἐπὶ | |
Hist.21.17.4 | τάδε τοῦ Ταύρου πάσης. πρὸς δὲ τούτοις Εὐβοϊκὰ τάλαντ’ ἐπιδοῦναι μύρια καὶ πεντακισχίλια Ῥωμαίοις | |
Hist.21.17.5 | ἀντὶ τῆς εἰς τὸν πόλεμον δαπάνης. τούτων δὲ πεντα‐ κόσια μὲν παραχρῆμα, δισχίλια δὲ καὶ πεντακόσια πάλιν, ἐπειδὰν ὁ δῆμος κυρώσῃ τὰς διαλύσεις, τὰ δὲ λοιπὰ τελεῖν ἐν ἔτεσι δώδεκα, διδόντα καθ’ ἕκαστον | |
Hist.21.17.6 | ἔτος χίλια τάλαντα. ἀποδοῦναι δὲ καὶ Εὐμένει τετρα‐ κόσια τάλαντα (τὰ) προσοφειλόμενα καὶ τὸν ἐλλείποντα | |
Hist.21.17.7 | σῖτον κατὰ τὰς πρὸς τὸν πατέρα συνθήκας. σὺν δὲ | |
τούτοις Ἀννίβαν ἐκδοῦναι τὸν Καρχηδόνιον καὶ Θόαντα τὸν Αἰτωλὸν καὶ Μνασίλοχον Ἀκαρνᾶνα καὶ Φίλωνα | ||
Hist.21.17.8 | καὶ Εὐβουλίδαν τοὺς Χαλκιδέας. πίστιν δὲ τούτων ὁμήρους εἴκοσι δοῦναι παραχρῆμα τὸν Ἀντίοχον | |
Hist.21.17.9 | τοὺς παραγραφέντας. ταῦτα μὲν οὖν ὁ Πόπλιος ἀπε‐ φήναθ’ ὑπὲρ παντὸς τοῦ συνεδρίου. συγκαταθεμένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον καὶ Ζεῦξιν, ἔδοξε πᾶσιν ἐξαποστεῖλαι πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς παρα‐ | |
5 | καλέσοντας τὴν σύγκλητον καὶ τὸν δῆμον ἐπικυρῶσαι τὰς | |
Hist.21.17.10 | συνθήκας. καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν, ταῖς δ’ ἑξῆς ἡμέραις οἱ Ῥωμαῖοι διεῖλον τὰς δυνάμεις | |
Hist.21.17.11 | *** μετὰ δέ τινας ἡμέρας παραγενομένων (τῶν) ὁμήρων εἰς τὴν Ἔφεσον, εὐθέως ἐγίνοντο περὶ τὸ πλεῖν εἰς τὴν Ῥώμην ὅ τ’ Εὐμένης οἵ τε παρ’ Ἀντιόχου πρε‐ | |
Hist.21.17.12 | σβευταί, παραπλησίως δὲ καὶ παρὰ Ῥοδίων καὶ παρὰ Σμυρναίων καὶ σχεδὸν τῶν ἐπὶ τάδε τοῦ Ταύρου πάντων τῶν κατοικούντων ἐθνῶν καὶ πολιτευμάτων ἐπρέσβευον εἰς τὴν Ῥώμην. | |
Hist.21.18t | B. OLYMP. 147, 3. I. RES ITALIAE. | |
Hist.21.18.1 | Ὅτι ἤδη τῆς θερείας ἐνισταμένης μετὰ τὴν | |
νίκην τῶν Ῥωμαίων τὴν πρὸς Ἀντίοχον παρῆν ὅ τε βασιλεὺς Εὐμένης οἵ τε παρ’ Ἀντιόχου πρέσβεις οἵ τε παρὰ τῶν Ῥοδίων, ὁμοίως δὲ καὶ παρὰ τῶν | ||
Hist.21.18.2 | ἄλλων· σχεδὸν γὰρ ἅπαντες οἱ κατὰ τὴν Ἀσίαν εὐθέως μετὰ τὸ γενέσθαι τὴν μάχην ἔπεμπον πρεσβευτὰς εἰς τὴν Ῥώμην, διὰ τὸ πᾶσιν τότε καὶ πάσας τὰς ὑπὲρ | |
Hist.21.18.3 | τοῦ μέλλοντος ἐλπίδας ἐν τῇ συγκλήτῳ κεῖσθαι. ἅπαν‐ τας μὲν οὖν τοὺς παραγενομένους ἐπεδέχετο φιλαν‐ θρώπως ἡ σύγκλητος, μεγαλομερέστατα δὲ καὶ κατὰ τὴν ἀπάντησιν καὶ τὰς τῶν ξενίων παροχὰς Εὐμένη | |
Hist.21.18.4 | τὸν βασιλέα, μετὰ δὲ τοῦτον τοὺς Ῥοδίους. ἐπειδὴ δ’ ὁ τῆς ἐντεύξεως καιρὸς ἦλθεν, εἰσεκαλέσαντο πρῶτον τὸν βασιλέα καὶ λέγειν ἠξίουν μετὰ παρρησίας ὧν | |
Hist.21.18.5 | βούλεται τυχεῖν παρὰ τῆς συγκλήτου. τοῦ δ’ Εὐμένους φήσαντος διότι εἰ καὶ παρ’ ἑτέρων τυχεῖν τινος ἐβού‐ λετο φιλανθρώπου, Ῥωμαίοις ἂν ἐχρήσατο συμ‐ βούλοις πρὸς τὸ μήτ’ ἐπιθυμεῖν μηδενὸς παρὰ τὸ δέον | |
Hist.21.18.6 | μήτ’ ἀξιοῦν μηδ’ ἓν πέρα τοῦ καθήκοντος· ὁπότε δ’ αὐτῶν πάρεστι δεόμενος Ῥωμαίων, ἄριστον εἶναι νομίζει τὸ διδόναι τὴν ἐπιτροπὴν ἐκείνοις καὶ περὶ αὑτοῦ καὶ | |
Hist.21.18.7 | περὶ τῶν ἀδελφῶν· τῶν δὲ πρεσβυτέρων τινὸς ἀναστάν‐ τος καὶ κελεύοντος μὴ κατορρωδεῖν, ἀλλὰ λέγειν τὸ φαινόμενον, διότι πρόκειται τῇ συγκλήτῳ πᾶν αὐτῷ χαρίζεσθαι τὸ δυνατόν, ἔμεινεν ἐπὶ τῆς αὐτῆς γνώμης. | |
Hist.21.18.8 | χρόνου δ’ ἐγγινομένου ὁ μὲν βασιλεὺς ἐξεχώρησεν, ἡ | |
Hist.21.18.9 | δὲ ἐντὸς ἐβουλεύετο τί δεῖ ποιεῖν. ἔδοξεν οὖν τὸν Εὐμένη παρακαλεῖν αὐτὸν ὑποδεικνύναι θαρροῦντα περὶ ὧν πάρεστιν· καὶ γὰρ εἰδέναι τὰ διαφέροντα τοῖς ἰδίοις πράγμασιν ἐκεῖνον ἀκριβέστερον τὰ κατὰ τὴν | |
Hist.21.18.10 | Ἀσίαν. δοξάντων δὲ τούτων εἰσεκλήθη, καὶ τῶν πρε‐ σβυτέρων τινὸς ἀποδείξαντος τὰ δεδογμένα λέγειν | |
Hist.21.19.1 | ἠναγκάσθη περὶ τῶν προκειμένων. ἔφασκεν οὖν ἄλλο μὲν οὐδὲν ἂν εἰπεῖν περὶ τῶν καθ’ αὑτόν, ἀλλὰ μεῖναι *** τελέως διδοὺς ἐκείνοις τὴν ἐξουσίαν· | |
Hist.21.19.2 | ἕνα δὲ τόπον ἀγωνιᾶν τὸν κατὰ τοὺς Ῥοδίους· διὸ καὶ προῆχθαι νῦν εἰς τὸ λέγειν ὑπὲρ τῶν ἐνεστώτων. | |
Hist.21.19.3 | ἐκείνους γὰρ παρεῖναι μὲν οὐδὲν ἧττον ὑπὲρ τῆς σφετέρας πατρίδος συμφερόντως σπουδάζοντας ἤπερ αὑτοὺς ὑπὲρ τῆς ἰδίας ἀρχῆς φιλοτιμεῖσθαι κατὰ τὸ | |
Hist.21.19.4 | παρόν· τοὺς δὲ λόγους αὐτῶν τὴν ἐναντίαν ἔμφασιν ἔχειν τῇ προθέσει τῇ κατὰ τὴν ἀλήθειαν. τοῦτο δ’ | |
Hist.21.19.5 | εἶναι ῥᾴδιον καταμαθεῖν. ἐρεῖν μὲν γὰρ αὐτούς, ἐπει‐ δὰν εἰσπορευθῶσιν, διότι πάρεισιν οὔτε παρ’ ὑμῶν αἰτούμενοι τὸ παράπαν οὐδὲν οὔθ’ ἡμᾶς βλάπτειν θέλοντες κατ’ οὐδένα τρόπον, πρεσβεύονται δὲ περὶ | |
5 | τῆς ἐλευθερίας τῶν τὴν Ἀσίαν κατοικούντων Ἑλλήνων. | |
Hist.21.19.6 | “τοῦτο δ’ οὐχ οὕτως αὐτοῖς εἶναι κεχαρισμένον φήσου‐ σιν ὡς ὑμῖν καθῆκον καὶ τοῖς γεγονόσιν ἔργοις | |
Hist.21.19.7 | ἀκόλουθον. ἡ μὲν οὖν διὰ τῶν λόγων φαντασία τοι‐ αύτη τις αὐτῶν ἔσται· τὰ δὲ κατὰ τὴν ἀλήθειαν τὴν | |
Hist.21.19.8 | ἐναντίαν ἔχοντα τούτοις εὑρεθήσεται διάθεσιν. τῶν γὰρ πόλεων ἐλευθερωθεισῶν, ὡς αὐτοὶ παρακαλοῦσιν, τὴν μὲν τούτων συμβήσεται δύναμιν αὐξηθῆναι πολ‐ λαπλασίως, τὴν δ’ ἡμετέραν τρόπον τινὰ καταλυθῆναι. | |
Hist.21.19.9 | τὸ γὰρ τῆς ἐλευθερίας ὄνομα καὶ τῆς αὐτονομίας ἡμῖν μὲν ἄρδην ἀποσπάσει πάντας οὐ μόνον τοὺς νῦν ἐλευθερωθησομένους, ἀλλὰ καὶ τοὺς πρότερον ἡμῖν ὑποταττομένους, ἐπειδὰν ὑμεῖς ἐπὶ ταύτης ὄντες φανεροὶ | |
5 | γένησθε τῆς προαιρέσεως, τούτοις δὲ προσθήσει πάν‐ | |
Hist.21.19.10 | τας. τὰ γὰρ πράγματα φύσιν ἔχει τοιαύτην· δόξαντες γὰρ ἠλευθερῶσθαι διὰ τούτους ὀνόματι μὲν ἔσονται σύμμαχοι τούτων, τῇ δ’ ἀληθείᾳ πᾶν ποιήσουσι τὸ κελευόμενον ἑτοίμως, τῇ μεγίστῃ χάριτι γεγονότες | |
Hist.21.19.11 | ὑπόχρεοι. διόπερ, ὦ ἄνδρες, ἀξιοῦμεν ὑμᾶς τοῦτον τὸν τόπον ὑπιδέσθαι, μὴ λάθητε τοὺς μὲν παρὰ τὸ δέον αὔξοντες, τοὺς δ’ ἐλαττοῦντες τῶν φίλων ἀλόγως, | |
Hist.21.19.12 | ἅμα δὲ τούτοις τοὺς μὲν πολεμίους γεγονότας εὐεργε‐ τοῦντες, τοὺς δ’ ἀληθινοὺς φίλους παρορῶντες καὶ | |
Hist.21.20.1 | κατολιγωροῦντες τούτων. ἐγὼ δὲ περὶ μὲν τῶν ἄλλων, ὅτου δέοι, παντὸς (ἂν) παραχωρήσαιμι τοῖς πέλας ἀφιλονίκως, περὶ δὲ τῆς ὑμετέρας φιλίας καὶ | |
τῆς εἰς ὑμᾶς εὐνοίας ἁπλῶς οὐδέποτ’ ἂν οὐδενὶ τῶν | ||
Hist.21.20.2 | ὄντων ἐκχωρήσαιμι κατὰ δύναμιν. δοκῶ δὲ καὶ τὸν πατέρα τὸν ἡμέτερον, εἴπερ ἔζη, τὴν αὐτὴν ἂν προέσθαι | |
Hist.21.20.3 | φωνὴν ἐμοί. καὶ γὰρ ἐκεῖνος, πρῶτος μετασχὼν τῆς ὑμετέρας φιλίας καὶ συμμαχίας, σχεδὸν πάντων τῶν [κατὰ] τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα νεμομένων, εὐγενέ‐ στατα διεφύλαξε ταύτην ἕως τῆς τελευταίας ἡμέρας, | |
5 | οὐ μόνον κατὰ τὴν προαίρεσιν, ἀλλὰ καὶ κατὰ τὰς | |
Hist.21.20.4 | πράξεις. πάντων γὰρ ὑμῖν ἐκοινώνησε τῶν κατὰ τὴν Ἑλλάδα πολέμων καὶ πλείστας μὲν εἰς τούτους καὶ πεζικὰς καὶ ναυτικὰς δυνάμεις παρέσχετο τῶν ἄλλων συμμάχων, πλείστην δὲ συνεβάλετο χορηγίαν | |
Hist.21.20.5 | καὶ μεγίστους ὑπέμεινε κινδύνους· τέλος δ’ εἰπεῖν, κατ‐ έστρεψε τὸν βίον ἐν αὐτοῖς τοῖς ἔργοις κατὰ τὸν Φιλιππικὸν πόλεμον, παρακαλῶν Βοιωτοὺς εἰς τὴν | |
Hist.21.20.6 | ὑμετέραν φιλίαν καὶ συμμαχίαν. ἐγὼ δὲ διαδεξάμενος τὴν ἀρχὴν τὴν μὲν προαίρεσιν τὴν τοῦ πατρὸς διεφύ‐ λαξα—ταύτην γὰρ οὐχ οἷόν τ’ ἦν ὑπερθέσθαι—τοῖς | |
Hist.21.20.7 | δὲ πράγμασιν ὑπερεθέμην. οἱ γὰρ καιροὶ τὴν ἐκ πυρὸς βάσανον ἐμοὶ μᾶλλον ἢ ’κείνῳ προσῆγον. | |
Hist.21.20.8 | Ἀντιόχου γὰρ σπουδάζοντος ἡμῖν θυγατέρα δοῦναι καὶ συνοικειωθῆναι τοῖς ὅλοις, διδόντος (δὲ) παρα‐ χρῆμα μὲν τὰς πρότερον ἀπηλλοτριωμένας ἀφ’ ἡμῶν | |
πόλεις, μετὰ δὲ ταῦτα πᾶν ὑπισχνουμένου ποιήσειν, | ||
Hist.21.20.9 | εἰ μετάσχοιμεν τοῦ πρὸς ὑμᾶς πολέμου, τοσοῦτον ἀπέ‐ σχομεν τοῦ προσδέξασθαί τι τούτων, ὡς πλείσταις μὲν καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν τῶν ἄλλων συμμάχων ἠγωνίσμεθα μεθ’ ὑμῶν πρὸς Ἀντίοχον, | |
5 | πλείστας δὲ χορηγίας συμβεβλήμεθα πρὸς τὰς ὑμετέ‐ ρας χρείας ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς, εἰς πάντας δὲ τοὺς κινδύνους δεδώκαμεν αὑτοὺς ἀπροφασίστως | |
Hist.21.20.10 | μετά γε τῶν ὑμετέρων ἡγεμόνων. τὸ δὲ τελευταῖον ὑπεμείναμεν συγκλεισθέντες εἰς αὐτὸν τὸν Πέργαμον πολιορκεῖσθαι καὶ κινδυνεύειν ἅμα περὶ τοῦ βίου καὶ τῆς ἀρχῆς διὰ τὴν πρὸς τὸν ὑμέτερον δῆμον εὔνοιαν. | |
Hist.21.21.1 | ὥσθ’ ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, πολλοὺς μὲν γεγονότας αὐτόπτας, πάντας δὲ γινώσκοντας διότι λέγομεν ἀλη‐ θῆ, δίκαιόν ἐστι τὴν ἁρμόζουσαν πρόνοιαν ποιήσασθαι | |
Hist.21.21.2 | περὶ ἡμῶν. καὶ γὰρ ἂν πάντων γένοιτο δεινότατον, εἰ Μασαννάσαν μὲν τὸν οὐ μόνον ὑπάρξαντα πολέ‐ μιον ὑμῖν, ἀλλὰ καὶ τὸ τελευταῖον καταφυγόντα πρὸς ὑμᾶς μετά τινων ἱππέων, τοῦτον, ὅτι καθ’ ἕνα | |
5 | πόλεμον τὸν πρὸς Καρχηδονίους ἐτήρησε τὴν πίστιν, βασιλέα τῶν πλείστων μερῶν τῆς Λιβύης πεποιήκατε, | |
Hist.21.21.3 | Πλευρᾶτον δέ, πράξαντα μὲν ἁπλῶς οὐδέν, διαφυλάξαντα | |
δὲ μόνον τὴν πίστιν, μέγιστον τῶν κατὰ τὴν Ἰλλυρίδα | ||
Hist.21.21.4 | δυναστῶν ἀναδεδείχατε, ἡμᾶς δὲ τοὺς διὰ προγόνων τὰ μέγιστα καὶ κάλλιστα τῶν ἔργων ὑμῖν συγκατειργα‐ | |
Hist.21.21.5 | σμένους παρ’ οὐδὲν ποιήσεσθε. τί οὖν ἐστιν ὃ παρα‐ καλῶ, καὶ τίνος φημὶ δεῖν ἡμᾶς τυγχάνειν παρ’ ὑμῶν; | |
Hist.21.21.6 | ἐρῶ μετὰ παρρησίας, ἐπείπερ ἡμᾶς ἐξεκαλέσασθε πρὸς | |
Hist.21.21.7 | τὸ λέγειν ὑμῖν τὸ φαινόμενον. εἰ μὲν αὐτοὶ κρίνετέ τινας τόπους διακατέχειν τῆς Ἀσίας τῶν ὄντων μὲν ἐπὶ τάδε τοῦ Ταύρου, ταττομένων δὲ πρότερον ὑπ’ Ἀντίοχον, τοῦτο καὶ μάλιστα βουλοίμεθ’ ἂν ἰδεῖν | |
Hist.21.21.8 | γενόμενον· καὶ γὰρ ἀσφαλέστατα βασιλεύσειν ὑμῖν γειτνιῶντες ὑπολαμβάνομεν καὶ μάλιστα μετέχοντες | |
Hist.21.21.9 | τῆς ὑμετέρας ἐξουσίας. εἰ δὲ τοῦτο μὴ κρίνετε ποιεῖν, ἀλλ’ ἐκχωρεῖν τῆς Ἀσίας ὁλοσχερῶς, οὐδενί φαμεν δικαιότερον εἶναι παραχωρεῖν ὑμᾶς τῶν ἐκ τοῦ πο‐ | |
Hist.21.21.10 | λέμου γεγονότων ἄθλων ἤπερ ἡμῖν. νὴ Δί’, ἀλλὰ κάλλιόν ἐστι τοὺς δουλεύοντας ἐλευθεροῦν. εἴγε μὴ | |
Hist.21.21.11 | μετ’ Ἀντιόχου πολεμεῖν ὑμῖν ἐτόλμησαν. ἐπεὶ δὲ τοῦθ’ ὑπέμειναν, πολλῷ κάλλιον τὸ τοῖς ἀληθινοῖς φίλοις τὰς ἁρμοζούσας χάριτας ἀποδιδόναι μᾶλλον ἢ τοὺς πολεμίους γεγονότας εὐεργετεῖν.” | |
Hist.21.22.1 | Ὁ μὲν οὖν Εὐμένης ἱκανῶς εἰπὼν ἀπηλλάγη, τὸ δὲ συνέδριον αὐτόν τε τὸν βασιλέα καὶ τὰ ῥηθέντα φιλοφρόνως ἀπεδέχετο καὶ πᾶν τὸ δυνατὸν προθύμως | |
Hist.21.22.2 | εἶχεν αὐτῷ χαρίζεσθαι. μετὰ δὲ τοῦτον ἐβούλοντο μὲν εἰσάγειν Ῥοδίους. ἀφυστεροῦντος δέ τινος τῶν | |
Hist.21.22.3 | πρεσβευτῶν εἰσεκαλέσαντο τοὺς Σμυρναίους. οὗτοι δὲ πολλοὺς μὲν ἀπολογισμοὺς εἰσήνεγκαν περὶ τῆς αὑτῶν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχηνται Ῥωμαίοις | |
Hist.21.22.4 | κατὰ τὸν ἐνεστῶτα πόλεμον· οὔσης δὲ τῆς περὶ αὐτῶν δόξης ὁμολογουμένης, διότι γεγόνασι πάντων ἐκ‐ τενέστατοι τῶν ἐπὶ τῆς Ἀσίας αὐτονομουμένων, οὐκ ἀναγκαῖον ἡγούμεθ’ εἶναι τοὺς κατὰ μέρος ἐκτίθε‐ | |
Hist.21.22.5 | σθαι λόγους. ἐπὶ δὲ τούτοις εἰσῆλθον οἱ Ῥόδιοι καὶ βραχέα προενεγκάμενοι περὶ τῶν κατ’ ἰδίαν σφίσι πεπραγ‐ μένων εἰς Ῥωμαίους, ταχέως εἰς τὸν περὶ τῆς πατρί‐ | |
Hist.21.22.6 | δος ἐπανῆλθον λόγον. ἐν ᾧ μέγιστον αὑτοῖς ἔφασαν γεγονέναι σύμπτωμα κατὰ τὴν πρεσβείαν, πρὸς ὃν οἰκειότατα διάκεινται βασιλέα καὶ κοινῇ καὶ κατ’ ἰδίαν, πρὸς τοῦτον αὐτοῖς ἀντιπεπτωκέναι τὴν φύσιν τῶν | |
Hist.21.22.7 | πραγμάτων. τῇ μὲν γὰρ αὑτῶν πατρίδι δοκεῖν τοῦτο κάλλιστον εἶναι καὶ μάλιστα πρέπον Ῥωμαίοις, τὸ τοὺς ἐπὶ τῆς Ἀσίας Ἕλληνας ἐλευθερωθῆναι (καὶ) τυχεῖν τῆς αὐτονομίας τῆς ἅπασιν ἀνθρώποις προσφιλεστάτης, | |
5 | Εὐμένει δὲ καὶ τοῖς ἀδελφοῖς ἥκιστα τοῦτο συμφέρειν· | |
Hist.21.22.8 | φύσει γὰρ πᾶσαν μοναρχίαν τὸ μὲν ἴσον ἐχθαίρειν, ζητεῖν δὲ πάντας, εἰ δὲ μή γ’ ὡς πλείστους, ὑπηκόους | |
Hist.21.22.9 | εἶναι σφίσι καὶ πειθαρχεῖν. ἀλλὰ καίπερ τοιούτων ὄντων τῶν πραγμάτων, ὅμως ἔφασαν πεπεῖσθαι διότι | |
καθίξονται τῆς προθέσεως, οὐ τῷ πλεῖον Εὐμένους δύνασθαι παρὰ Ῥωμαίοις, ἀλλὰ τῷ δικαιότερα φαίνε‐ | ||
5 | σθαι λέγοντες καὶ συμφορώτερα πᾶσιν ὁμολογουμένως. | |
Hist.21.22.10 | εἰ μὲν γὰρ μὴ δυνατὸν ἦν ἄλλως Εὐμένει χάριν ἀπο‐ δοῦναι Ῥωμαίους, εἰ μὴ παραδοῖεν αὐτῷ τὰς αὐτονο‐ μουμένας πόλεις, ἀπορεῖν εἰκὸς ἦν περὶ τῶν ἐνεστώτων· | |
Hist.21.22.11 | ἢ γὰρ φίλον ἀληθινὸν ἔδει παριδεῖν, ἢ τοῦ καλοῦ καὶ καθήκοντος αὑτοῖς ὀλιγωρῆσαι καὶ τὸ τέλος τῶν ἰδίων | |
Hist.21.22.12 | πράξεων ἀμαυρῶσαι καὶ καταβαλεῖν. “εἰ δ’ ἀμφοτέρων τούτων ἱκανῶς ἔξεστιν προνοηθῆναι, τίς ἂν ἔτι περὶ | |
Hist.21.22.13 | τούτου διαπορήσειεν; καὶ μὴν ὥσπερ ἐν δείπνῳ πολυτελεῖ, πάντ’ ἔνεστιν ἱκανὰ πᾶσιν καὶ πλείω τῶν | |
Hist.21.22.14 | ἱκανῶν. καὶ γὰρ Λυκαονίαν καὶ Φρυγίαν τὴν ἐφ’ Ἑλλησπόντου καὶ τὴν Πισιδικήν, πρὸς δὲ ταύταις Χερρόνησον καὶ τὰ προσοροῦντα ταύτῃ τῆς Εὐρώπης | |
Hist.21.22.15 | ἔξεστιν ὑμῖν οἷς ἂν βούλησθε *** προστεθέντα πρὸς τὴν Εὐμένους βασιλείαν δεκαπλασίαν αὐτὴν δύναται ποιεῖν τῆς νῦν ὑπαρχούσης· πάντων δὲ τούτων ἢ τῶν πλείστων αὐτῇ προσμερισθέντων, οὐδεμιᾶς ἂν γένοιτο | |
Hist.21.23.1 | τῶν ἄλλων δυναστειῶν καταδεεστέρα. ἔξεστιν οὖν, ὦ ἄνδρες Ῥωμαῖοι, καὶ τοὺς φίλους μεγαλομερῶς | |
σωματοποιῆσαι καὶ τὸ τῆς ἰδίας ὑποθέσεως λαμπρὸν | ||
Hist.21.23.2 | (μὴ) καταβαλεῖν. οὐ γάρ ἐστιν ὑμῖν καὶ τοῖς ἄλλοις | |
Hist.21.23.3 | ἀνθρώποις ταὐτὸν τέλος τῶν ἔργων, ἀλλ’ ἕτερον. οἱ μὲν γὰρ ἄλλοι πάντες ὁρμῶσιν πρὸς τὰς πράξεις ὀρε‐ γόμενοι τοῦ καταστρέψασθαι καὶ προσλαβεῖν πόλεις, | |
Hist.21.23.4 | χορηγίαν, ναῦς· ὑμᾶς δὲ πάντων τούτων ἀπροσδεήτους (οἱ θεοὶ) πεποιήκασι, πάντα τὰ κατὰ τὴν οἰκουμένην | |
Hist.21.23.5 | τεθεικότες [μὲν] ὑπὸ τὴν ὑμετέραν ἐξουσίαν. τίνος οὖν ἔτι προσδεῖσθε, καὶ τίνος ἂν ἔτι δέοι πρόνοιαν | |
Hist.21.23.6 | ὑμᾶς ποιεῖσθαι τὴν ἰσχυροτάτην; δῆλον ὡς ἐπαίνου καὶ δόξης παρ’ ἀνθρώποις, ἃ καὶ κτήσασθαι μέν ἐστι (δυσχερές), δυσχερέστερον δὲ κτησαμένους δια‐ | |
Hist.21.23.7 | φυλάξαι. γνοίητε δ’ ἂν τὸ λεγόμενον οὕτως. ἐπο‐ λεμήσατε πρὸς Φίλιππον καὶ πᾶν ὑπεμείνατε χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας· τοῦτο γὰρ προέθεσθε, καὶ τοῦθ’ ὑμῖν ἆθλον ἐξ ἐκείνου τοῦ πολέμου περι‐ | |
Hist.21.23.8 | γέγονεν, ἕτερον δ’ ἁπλῶς οὐδέν. ἀλλ’ ὅμως εὐδοκεῖτε τούτῳ μᾶλλον ἢ τοῖς παρὰ Καρχηδονίων φόροις· καὶ | |
Hist.21.23.9 | μάλα δικαίως· τὸ μὲν γὰρ ἀργύριόν ἐστι κοινόν τι | |
πάντων ἀνθρώπων κτῆμα, τὸ δὲ καλὸν καὶ πρὸς ἔπαι‐ νον καὶ τιμὴν ἀνῆκον θεῶν καὶ τῶν ἔγγιστα | ||
Hist.21.23.10 | τούτοις πεφυκότων ἀνδρῶν ἐστιν. τοιγαροῦν σεμνότα‐ τον τῶν ὑμετέρων ἔργων ἡ τῶν Ἑλλήνων ἐλευθέρωσις. τούτῳ νῦν ἐὰν μὲν προσθῆτε τἀκόλουθον, τελειωθήσεται τὰ τῆς ὑμετέρας δόξης. ἐὰν δὲ παρίδητε, καὶ (τὰ) πρὶν | |
Hist.21.23.11 | ἐλαττωθήσεται φανερῶς. ἡμεῖς μὲν οὖν, ὦ ἄνδρες, καὶ τῆς προαιρέσεως γεγονότες αἱρετισταὶ καὶ τῶν μεγίστων ἀγώνων καὶ κινδύνων ἀληθινῶς ὑμῖν μετε‐ σχηκότες, καὶ νῦν οὐκ ἐγκαταλείπομεν (τὴν) τῶν φίλων | |
Hist.21.23.12 | τάξιν, ἀλλ’ ἅ γε νομίζομεν ὑμῖν καὶ πρέπειν καὶ συμ‐ φέρειν, οὐκ ὠκνήσαμεν ὑπομνῆσαι μετὰ παρρησίας, οὐδενὸς στοχασάμενοι τῶν ἄλλων οὐδὲ περὶ πλείονος οὐδὲν ποιησάμενοι τοῦ καθήκοντος αὑτοῖς.” | |
Hist.21.23.13 | Οἱ μὲν οὖν Ῥόδιοι ταῦτ’ εἰπόντες πᾶσιν ἐδόκουν μετρίως καὶ καλῶς διειλέχθαι περὶ τῶν προκειμένων. | |
Hist.21.24.1 | ἐπὶ δὲ τούτοις εἰσήγαγον τοὺς παρ’ Ἀντιόχου | |
Hist.21.24.2 | πρεσβευτὰς Ἀντίπατρον καὶ Ζεῦξιν. ὧν μετ’ ἀξιώσεως καὶ παρακλήσεως ποιησαμένων τοὺς λόγους, εὐδόκησαν ταῖς γεγενημέναις ὁμολογίαις πρὸς τοὺς | |
Hist.21.24.3 | περὶ τὸν Σκιπίωνα κατὰ τὴν Ἀσίαν, καὶ μετά τινας | |
ἡμέρας τοῦ δήμου συνεπικυρώσαντος ἔτεμον ὅρκια | ||
Hist.21.24.4 | περὶ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον. μετὰ δὲ ταῦτα καὶ τοὺς ἄλλους εἰσῆγον, ὅσοι παρῆσαν ἀπὸ τῆς Ἀσίας πρεσβεύοντες· ὧν ἐπὶ βραχὺ μὲν διήκουσαν, | |
Hist.21.24.5 | ἅπασιν δὲ τὴν αὐτὴν ἔδωκαν ἀπόκρισιν. αὕτη δ’ ἦν ὅτι δέκα πρεσβεύοντας ἐξαποστελοῦσι τοὺς ὑπὲρ ἁπάν‐ των τῶν ἀμφισβητουμένων ταῖς πόλεσι διαγνωσομένους. | |
Hist.21.24.6 | δόντες δὲ ταύτας τὰς ἀποκρίσεις μετὰ ταῦτα κατέστη‐ σαν δέκα πρεσβευτάς, οἷς περὶ μὲν τῶν κατὰ μέρος | |
Hist.21.24.7 | ἔδωκαν τὴν ἐπιτροπήν, περὶ δὲ τῶν ὅλων αὐτοὶ διέλα‐ βον ὅτι δεῖ τῶν ἐπὶ τάδε τοῦ Ταύρου κατοικούντων, ὅσοι μὲν ὑπ’ Ἀντίοχον ἐτάττοντο, τούτους Εὐμένει δοθῆναι πλὴν Λυκίαν καὶ Καρίας τὰ μέχρι τοῦ Μαι‐ | |
Hist.21.24.8 | άνδρου ποταμοῦ, ταῦτα δὲ Ῥοδίων ὑπάρχειν, τῶν (δὲ) πόλεων τῶν Ἑλληνίδων ὅσαι μὲν Ἀττάλῳ φόρον ὑπετέλουν, ταύτας τὸν αὐτὸν Εὐμένει τελεῖν, ὅσαι δ’ | |
Hist.21.24.9 | Ἀντιόχῳ, μόνον ταύταις ἀφεῖσθαι τὸν φόρον. δόντες δὲ τοὺς τύπους τούτους ὑπὲρ τῆς ὅλης διοικήσεως, ἐξέπεμπον τοὺς δέκα πρὸς Γνάιον τὸν ὕπατον εἰς τὴν | |
Hist.21.24.10 | Ἀσίαν. ἤδη δὲ τούτων διῳκημένων, προσῆλθον αὖθις οἱ Ῥόδιοι πρὸς τὴν σύγκλητον, ἀξιοῦντες περὶ Σόλων τῶν Κιλικίων· διὰ γὰρ τὴν συγγένειαν ἔφασαν καθή‐ | |
Hist.21.24.11 | κειν αὑτοῖς προνοεῖσθαι τῆς πόλεως ταύτης. εἶναι γὰρ Ἀργείων ἀποίκους Σολεῖς, καθάπερ καὶ Ῥοδίους· ἐξ ὧν ἀδελφικὴν οὖσαν ἀπεδείκνυον τὴν συγγένειαν | |
Hist.21.24.12 | πρὸς ἀλλήλους. ὧν ἕνεκα δίκαιον ἔφασαν εἶναι τυχεῖν αὐτοὺς τῆς ἐλευθερίας ὑπὸ Ῥωμαίων διὰ τῆς Ῥοδίων | |
Hist.21.24.13 | χάριτος. ἡ δὲ σύγκλητος διακούσασα περὶ τούτων εἰσεκαλέσατο τοὺς παρ’ Ἀντιόχου πρεσβευτάς, καὶ τὸ μὲν πρῶτον ἐπέταττε πάσης Κιλικίας ἐκχωρεῖν τὸν Ἀντίοχον· οὐ προσδεχομένων δὲ τῶν περὶ τὸν Ἀντί‐ | |
5 | πατρον διὰ τὸ παρὰ τὰς συνθήκας εἶναι, πάλιν ὑπὲρ | |
Hist.21.24.14 | αὐτῶν Σόλων ἐποιοῦντο τὸν λόγον. φιλοτίμως δὲ πρὸς τοῦτο διερειδομένων τῶν πρεσβευτῶν, τούτους μὲν ἀπέλυσαν, τοὺς δὲ Ῥοδίους εἰσκαλεσάμενοι διεσά‐ φουν τὰ συναντώμενα παρὰ τῶν περὶ τὸν Ἀντίπατρον | |
5 | καὶ προσεπέλεγον ὅτι πᾶν ὑπομενοῦσιν, εἰ πάντως | |
Hist.21.24.15 | τοῦτο κέκριται Ῥοδίοις. τῶν δὲ πρεσβευτῶν εὐδο‐ κουμένων τῇ φιλοτιμίᾳ τῆς συγκλήτου καὶ φασκόντων οὐδὲν ἔτι πέρα ζητεῖν, ταῦτα μὲν ἐπὶ τῶν ὑποκειμένων ἔμεινεν. | |
Hist.21.24.16 | Ἤδη δὲ πρὸς ἀναζυγὴν τῶν δέκα καὶ τῶν ἄλλων πρεσβευτῶν ὄντων, κατέπλευσαν τῆς Ἰταλίας εἰς Βρεν‐ τέσιον οἵ τε περὶ τὸν Σκιπίωνα καὶ Λεύκιον οἱ τῇ | |
Hist.21.24.17 | ναυμαχίᾳ νικήσαντες τὸν Ἀντίοχον· οἳ καὶ μετά τινας ἡμέρας εἰσελθόντες εἰς τὴν Ῥώμην ἦγον θριάμ‐ | |
βους. | ||
Hist.21.25t | II. RES GRAECIAE. | |
Hist.21.25.1 | Ὅτι Ἀμύνανδρος ὁ τῶν Ἀθαμάνων βασιλεύς, δοκῶν ἤδη τὴν ἀρχὴν ἀνειληφέναι βεβαίως, εἰς Ῥώ‐ μην ἐξέπεμπε πρεσβευτὰς καὶ πρὸς τοὺς Σκιπίωνας εἰς τὴν Ἀσίαν—ἔτι γὰρ ἦσαν περὶ τοὺς κατὰ τὴν Ἔφε‐ | |
Hist.21.25.2 | σον τόπους—τὰ μὲν ἀπολογούμενος τῷ δοκεῖν δι’ Αἰτωλῶν πεποιῆσθαι τὴν κάθοδον, τὰ δὲ κατηγορῶν τοῦ Φιλίππου, τὸ δὲ πολὺ παρακαλῶν προσδέξασθαι | |
Hist.21.25.3 | πάλιν αὐτὸν εἰς τὴν συμμαχίαν. οἱ δ’ Αἰτωλοὶ νομί‐ σαντες ἔχειν εὐφυῆ καιρὸν πρὸς τὸ τὴν Ἀμφιλοχίαν καὶ τὴν Ἀπεραντίαν ἀνακτήσασθαι, προέθεντο στρα‐ | |
Hist.21.25.4 | τεύειν εἰς τοὺς προειρημένους τόπους. ἁθροίσαντος δὲ Νικάνδρου τοῦ στρατηγοῦ πάνδημον στρατιάν, | |
Hist.21.25.5 | ἐνέβαλον εἰς τὴν Ἀμφιλοχίαν. τῶν δὲ πλείστων αὐ‐ τοῖς ἐθελοντὴν προσχωρησάντων μετῆλθον εἰς τὴν Ἀπεραντίαν. καὶ τούτων δὲ προσθεμένων ἑκουσίως | |
Hist.21.25.6 | ἐστράτευσαν εἰς τὴν Δολοπίαν. οὗτοι δὲ βραχὺν μέν τινα χρόνον ὑπέδειξαν ὡς ἀντιποιησόμενοι, τηρήσαντες τὴν πρὸς Φίλιππον πίστιν· λαβόντες δὲ πρὸ ὀφθαλμῶν | |
τὰ περὶ τοὺς Ἀθαμᾶνας καὶ τὴν τοῦ Φιλίππου ***, | ||
5 | ταχέως μετενόησαν καὶ προσέθεντο πρὸς τοὺς Αἰτω‐ | |
Hist.21.25.7 | λούς. γενομένης δὲ τῆς τῶν πραγμάτων εὐροίας τοι‐ αύτης, ἀπήγαγε τὴν στρατιὰν ὁ Νίκανδρος εἰς τὴν οἰ‐ κείαν, δοκῶν ἠσφαλίσθαι (τὰ) κατὰ τὴν Αἰτωλίαν τοῖς προειρημένοις ἔθνεσι καὶ τόποις τοῦ μηδένα δύνασθαι | |
Hist.21.25.8 | κακοποιεῖν τὴν χώραν αὐτῶν. ἄρτι δὲ τούτων συμ‐ βεβηκότων καὶ τῶν Αἰτωλῶν ἐπὶ τοῖς γεγονόσι φρονηματιζομένων, προσέπεσε φήμη περὶ τῆς κατὰ τὴν Ἀσίαν μάχης, ἐν ᾗ γνόντες ἡττημένον ὁλοσχερῶς τὸν | |
Hist.21.25.9 | Ἀντίοχον αὖθις ἀνετράπησαν ταῖς ψυχαῖς. ὡς δὲ παραγενηθεὶς ἐκ τῆς Ῥώμης ὁ Δαμοτέλης τόν τε πό‐ λεμον ἀνήγγειλε διότι μένει κατάμονος, καὶ τὴν τοῦ Μάρκου καὶ τῶν δυνάμεων διάβασιν ἐπ’ αὐτούς, τότε | |
5 | δὴ παντελῶς εἰς ἀμηχανίαν ἐνέπιπτον καὶ διηπόρουν πῶς δεῖ χρήσασθαι τοῖς ἐπιφερομένοις πράγμασιν. | |
Hist.21.25.10 | ἔδοξεν οὖν αὐτοῖς πρός τε Ῥοδίους πέμπειν καὶ πρὸς Ἀθηναίους, ἀξιοῦντας καὶ παρακαλοῦντας πρεσβεῦσαι περὶ αὐτῶν εἰς τὴν Ῥώμην καὶ παραιτησαμένους τὴν ὀργὴν τῶν Ῥωμαίων ποιήσασθαί τινα λύσιν τῶν περι‐ | |
Hist.21.25.11 | εστώτων κακῶν τὴν Αἰτωλίαν. ὁμοίως δὲ καὶ παρ’ αὑτῶν ἐξέπεμψαν πάλιν πρεσβευτὰς εἰς τὴν Ῥώμην, | |
Ἀλέξανδρον τὸν Ἴσιον ἐπικαλούμενον καὶ Φαινέαν, σὺν δὲ τούτοις Χάλεπον. ἔτι δ’ Ἄλυπον τὸν Ἀμβρακιώτην | ||
5 | καὶ Λύκωπον. — | |
Hist.21.26.1 | Ὅτι παραγενομένων πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξ (Ἠπείρου) πρεσβευτῶν, ἐκοινολογεῖτο | |
Hist.21.26.2 | τούτοις περὶ τῆς ἐπὶ τοὺς Αἰτωλοὺς στρατείας. τῶν δὲ πρεσβευτῶν στρατεύειν ἐπὶ τὴν Ἀμβρακίαν συμ‐ βουλευόντων—συνέβαινε γὰρ τότε πολιτεύεσθαι τοὺς | |
Hist.21.26.3 | Ἀμβρακιώτας μετὰ τῶν Αἰτωλῶν—καὶ φερόντων ἀπολογισμοὺς διότι καὶ πρὸς τὸ μάχεσθαι τοῖς στρα‐ τοπέδοις, ἐὰν εἰς τοῦτο βούλωνται συγκαταβαίνειν Αἰ‐ τωλοί, καλλίστους εἶναι τόπους συμβαίνει περὶ τὴν | |
Hist.21.26.4 | προειρημένην πόλιν, κἂν ἀποδειλιῶσιν, εὐφυῶς αὐτὴν κεῖσθαι πρὸς πολιορκίαν· καὶ γὰρ ἀφθόνους ἔχειν τὴν χώραν τὰς χορηγίας πρὸς τὰς τῶν ἔργων παρασκευάς, καὶ τὸν Ἄρατθον ποταμὸν ῥέοντα παρὰ τὴν πόλιν | |
5 | συνεργήσειν πρός τε τὰς τοῦ στρατοπέδου χρείας, ἅτε θέρους ὄντος καὶ πρὸς τὴν τῶν ἔργων ἀσφάλειαν· | |
Hist.21.26.5 | δοξάντων δὲ τῶν πρεσβευτῶν καλῶς συμβουλεύειν, | |
ἀναζεύξας ὁ στρατηγὸς ἦγε διὰ τῆς Ἠπείρου τὸν στρα‐ | ||
Hist.21.26.6 | τὸν ἐπὶ τὴν Ἀμβρακίαν. ἀφικόμενος δέ, καὶ τῶν Αἰτωλῶν οὐ τολμώντων ἀπαντᾶν, περιῄει κατ‐ οπτεύων τὴν πόλιν καὶ ἐνήργει τὰ τῆς πολιορκίας φιλο‐ | |
Hist.21.26.7 | τίμως. καὶ οἱ (μὲν ὑπὸ τῶν Αἰτωλῶν) εἰς τὴν Ῥώμην ἀποσταλέντες πρέσβεις, παρατηρηθέντες ὑπὸ Σιβύρτου τοῦ Πετραίου περὶ τὴν Κεφαλληνίαν, κατήχθησαν εἰς | |
Hist.21.26.8 | Χάραδρον. τοῖς δ’ Ἠπειρώταις ἔδοξεν τὰς μὲν ἀρχὰς εἰς Βούχετον ἀποθέσθαι καὶ φυλάττειν ἐπιμελῶς τοὺς ἄνδρας· μετὰ δέ τινας ἡμέρας ἀπῄτουν αὐτοὺς λύτρα διὰ τὸ πόλεμον ὑπάρχειν σφίσιν πρὸς τοὺς Αἰτωλούς. | |
Hist.21.26.9 | συνέβαινε δὲ τὸν μὲν Ἀλέξανδρον πλουσιώτατον εἶναι πάντων τῶν Ἑλλήνων, τοὺς δὲ λοιποὺς (οὐ) καθυστε‐ ρεῖν τοῖς βίοις, πολὺ δὲ λείπεσθαι τοῦ προειρημένου | |
Hist.21.26.10 | ταῖς οὐσίαις. καὶ τὸ μὲν πρῶτον ἐκέλευον ἕκαστον ἀποδοῦναι πέντε τάλαντα. τοῦτο δὲ τοῖς μὲν ἄλλοις οὐδ’ ὅλως ἀπήρεσκεν, ἀλλ’ ἐβούλοντο, περὶ πλείστου | |
Hist.21.26.11 | ποιούμενοι τὴν σφῶν αὐτῶν σωτηρίαν· ὁ δ’ Ἀλέξαν‐ δρος οὐκ ἂν ἔφη συγχωρῆσαι, πολὺ γὰρ εἶναι τἀργύ‐ | |
ριον [φαίνεται], καὶ τὰς νύκτας διαγρυπνῶν διωλοφύ‐ ρετο πρὸς αὑτόν, εἰ δεήσει πέντε τάλαντα καταβάλλειν. | ||
Hist.21.26.12 | οἱ δ’ Ἠπειρῶται προορώμενοι τὸ μέλλον καὶ διαγω‐ νιῶντες μὴ γνόντες οἱ Ῥωμαῖοι διότι πρεσβεύοντας πρὸς αὐτοὺς κατεσχήκασι, κἄπειτα γράψαντες παρα‐ καλῶσι καὶ κελεύωσιν ἀπολύειν τοὺς ἄνδρας, συγκατα‐ | |
Hist.21.26.13 | βάντες τρία τάλαντα πάλιν ἀπῄτουν ἕκαστον. ἀσμένως δὲ τῶν ἄλλων προσδεξαμένων, οὗτοι μὲν διεγγυηθέντες ἐπανῆλθον, ὁ δ’ Ἀλέξανδρος οὐκ ἂν ἔφη δοῦναι πλεῖον | |
Hist.21.26.14 | ταλάντου· καὶ γὰρ τοῦτ’ εἶναι πολύ. καὶ τέλος ἀπο‐ γνοὺς αὑτὸν ἔμεινεν ἐν τῇ φυλακῇ, πρεσβύτερος ἄν‐ θρωπος, πλειόνων ἢ διακοσίων ταλάντων ἔχων οὐσίαν· καί μοι δοκεῖ κἂν ἐκλιπεῖν τὸν βίον ἐφ’ ᾧ μὴ | |
Hist.21.26.15 | δοῦναι τὰ τρία τάλαντα. τοσαύτη τις ἐνίοις πρὸς τὸ | |
Hist.21.26.16 | πλεῖον ὁρμὴ παρίσταται καὶ προθυμία. τότε δ’ ἐκείνῳ καὶ ταὐτόματον συνήργησεν πρὸς τὴν φιλαργυρίαν, ὥστε παρὰ πᾶσιν ἐπαίνου καὶ συγκαταθέσεως τυχεῖν | |
Hist.21.26.17 | τὴν ἀλογιστίαν αὐτοῦ διὰ τὴν περιπέτειαν· μετὰ γὰρ ὀλίγας ἡμέρας γραμμάτων παραγενηθέντων ἐκ τῆς Ῥώμης περὶ τῆς ἀφέσεως, αὐτὸς μόνος ἀπελύθη χωρὶς | |
Hist.21.26.18 | λύτρων. οἱ δ’ Αἰτωλοί, γνόντες τὴν αὐτοῦ περιπέ‐ τειαν, Δαμοτέλη προεχειρίσαντο πάλιν εἰς τὴν Ῥώμην | |
Hist.21.26.19 | πρεσβευτήν. ὃς ἐκπλεύσας μέχρι τῆς Λευκάδος καὶ γνοὺς προάγοντα διὰ τῆς Ἠπείρου μετὰ τῶν δυνάμεων Μάρκον ἐπὶ τὴν Ἀμβρακίαν, ἀπογνοὺς τὴν πρεσβείαν αὖθις ἀνεχώρησεν εἰς τὴν Αἰτωλίαν. — | |
Hist.21.27.1 | Αἰτωλοὶ ὑπὸ τοῦ τῶν Ῥωμαίων ὑπάτου Μάρκου πολιορκούμενοι τῇ προσβολῇ τῶν μηχανημάτων καὶ | |
Hist.21.27.2 | τῶν κριῶν γενναίως ἀντιπαρετάξαντο. οὗτος γὰρ ἀσφα‐ λισάμενος τὰ κατὰ τὰς στρατοπεδείας συνίστατο μεγα‐ λομερῶς τὴν πολιορκίαν καὶ τρία μὲν ἔργα κατὰ τὸ Πύρρειον προσῆγεν διὰ τῶν ἐπιπέδων [τόπων], δι‐ | |
5 | εστῶτα μὲν ἀπ’ ἀλλήλων, παράλληλα δέ, τέταρτον δὲ κατὰ τὸ Ἀσκληπιεῖον, πέμπτον δὲ κατὰ τὴν ἀκρόπολιν. | |
Hist.21.27.3 | γινομένης δὲ τῆς προσαγωγῆς ἐνεργοῦ κατὰ πάντας ἅμα τοὺς τόπους, ἐκπληκτικὴν συνέβαινε γίνεσθαι τοῖς | |
Hist.21.27.4 | ἔνδον τὴν τοῦ μέλλοντος προσδοκίαν. τῶν δὲ κριῶν τυπτόντων ἐνεργῶς τὰ τείχη, καὶ τῶν δορυδρεπάνων ἀποσυρόντων τὰς ἐπάλξεις, ἐπειρῶντο μὲν οἱ κατὰ τὴν | |
πόλιν ἀντιμηχανᾶσθαι πρὸς ταῦτα, τοῖς μὲν κριοῖς διὰ | ||
5 | κεραιῶν ἐνιέντες σηκώματα μολιβδᾶ καὶ λίθους | |
Hist.21.27.5 | καὶ στύπη δρύινα· τοῖς δὲ δρεπάνοις σιδηρᾶς περιτιθέντες ἀγκύρας καὶ κατασπῶντες ταῦτ’ ἔσω τοῦ τείχους, ὥστ’ ἐπὶ τὴν ἔπαλξιν συντριβέντος | |
Hist.21.27.6 | τοῦ δόρατος ἐγκρατεῖς γίνεσθαι τῶν δρεπάνων. τὸ δὲ πλεῖον ἐπεξιόντες ἐμάχοντο γενναίως, ποτὲ μὲν ἐπιτιθέμενοι νύκτωρ τοῖς ἐπικοιτοῦσιν ἐπὶ τῶν ἔργων, ποτὲ δὲ τοῖς ἐφημερεύουσι μεθ’ ἡμέραν | |
5 | προφανῶς ἐγχειροῦντες, καὶ τριβὴν ἐνεποίουν τῇ πολιορκίᾳ. — | |
Hist.21.27.7 | Τοῦ γὰρ Νικάνδρου ἐκτὸς ἀναστρεφομένου καὶ πέμ‐ ψαντος πεντακοσίους ἱππεῖς εἰς τὴν πόλιν, οἳ καὶ παρα‐ βιασάμενοι τὸν μεταξὺ χάρακα τῶν πολεμίων εἰσέφρη‐ | |
Hist.21.27.8 | σαν εἰς τὴν πόλιν, *** παραγγείλας, καθ’ ἣν ἐτάξαντο ἡμέραν, αὐτοὺς μὲν ἐξελθόντας *** ποιήσασθαι, συν‐ | |
Hist.21.27.9 | επιλαβέσθαι δὲ αὐτὸν τούτοις τοῦ κινδύνου. *** αὐτῶν μὲν εὐψύχως τῆς πόλεως ἐξορμησάντων καὶ γεν‐ ναίως ἀγωνισαμένων, τοῦ δὲ Νικάνδρου καθυστερή‐ σαντος, εἴτε καταπλαγέντος τὸν κίνδυνον εἴτε καὶ | |
5 | ἀναγκαῖα νομίσαντος τὰ ἐν οἷς διέτριβε πράγμασιν, | |
ἡττήθησαν τῆς ἐπιβολῆς. — | ||
Hist.21.28.1 | Οἱ δὲ Ῥωμαῖοι συνεχῶς ἐνεργοῦντες τοῖς κριοῖς | |
Hist.21.28.2 | ἀεί τι παρέλυον τῶν τειχῶν· οὐ μὴν εἴς γε τὴν πόλιν ἐδύναντο βιάσασθαι διὰ τῶν πτωμάτων, τῷ καὶ τὴν ἀντοικοδομίαν ὑπὸ τῶν ἔνδον ἐνεργὸν εἶναι καὶ μάχεσθαι γενναίως ἐπὶ τοῦ πίπτοντος μέρους τοὺς Αἰ‐ | |
Hist.21.28.3 | τωλούς. διόπερ ἀπορούμενοι κατήντησαν ἐπὶ τὸ με‐ | |
Hist.21.28.4 | ταλλεύειν καὶ χρῆσθαι τοῖς ὀρύγμασιν ὑπὸ γῆς. ἀσφα‐ λισάμενοι δὲ τὸ μέσον ἔργον τῶν τριῶν τῶν προ‐ ϋπαρχόντων καὶ σκεπάσαντες ἐπιμελῶς [τὴν σύριγγα] τοῖς γέρροις, προεβάλοντο στοὰν παράλληλον τῷ τείχει | |
Hist.21.28.5 | σχεδὸν ἐπὶ δύο πλέθρα. καὶ λαβόντες ἀρχὴν ἐκ ταύ‐ της ὤρυττον ἀδιαπαύστως καὶ τὴν νύκτα καὶ τὴν ἡμέ‐ | |
Hist.21.28.6 | ραν ἐκ διαδοχῆς. ἐφ’ ἱκανὰς μὲν οὖν ἡμέρας ἐλάνθανον | |
τοὺς ἔνδον φέροντες ἔξω τὸν χοῦν διὰ τῆς σύριγγος. | ||
Hist.21.28.7 | ὡς δὲ μέγας ὁ σωρὸς ἐγένετο τῆς ἐκφερομένης γῆς καὶ σύνοπτος τοῖς ἐκ τῆς πόλεως, οἱ προεστῶτες τῶν πολιορκουμένων ὤρυττον τάφρον ἔσωθεν ἐνεργῶς παρ‐ άλληλον τῷ τείχει καὶ τῇ στοᾷ τῇ πρὸ τῶν πύργων. | |
Hist.21.28.8 | ἐπειδὴ δὲ βάθος ἔσχεν ἱκανόν, ἑξῆς ἔθηκαν παρὰ τὸν ἕνα τοῖχον τῆς τάφρου τὸν ἐγγὺς τῷ τείχει χαλκώματα συνεχῆ, λεπτότατα ταῖς κατασκευαῖς, καὶ παρὰ ταῦτα διὰ τῆς τάφρου παριόντες ἠκροῶντο τοῦ ψόφου τῶν | |
Hist.21.28.9 | ὀρυττόντων ἔξωθεν. ἐπεὶ δ’ ἐσημειώσαντο τὸν τόπον, καθ’ ὃν ἐδήλου τινὰ τῶν χαλκωμάτων διὰ τῆς συμπα‐ θείας, ὤρυττον ἔσωθεν ἐπικαρσίαν πρὸς τὴν ὑπάρχου‐ σαν ἄλλην κατὰ γῆς τάφρον ὑπὸ τὸ τεῖχος, στοχαζό‐ | |
Hist.21.28.10 | μενοι τοῦ συμπεσεῖν ἐναντίοι τοῖς πολεμίοις. ταχὺ δὲ τούτου γενομένου, διὰ τὸ τοὺς Ῥωμαίους μὴ μόνον ἀφῖχθαι πρὸς τὸ τεῖχος ὑπὸ γῆς, ἀλλὰ καὶ διεστυ‐ λωκέναι τόπον ἱκανὸν τοῦ τείχους ἐφ’ ἑκάτερον | |
Hist.21.28.11 | τὸ μέρος τοῦ μετάλλου, συνέπεσον ἀλλήλοις. καὶ τὸ μὲν πρῶτον ἐμάχοντο ταῖς σαρίσαις ὑπὸ γῆν· ἐπεὶ δ’ οὐδὲν ἠδύναντο μέγα ποιεῖν διὰ τὸ προβάλλεσθαι θυ‐ | |
Hist.21.28.12 | ρεοὺς καὶ γέρρα πρὸ αὑτῶν ἀμφότεροι, τὸ τηνικάδ’ | |
ὑπέθετό τις τοῖς πολιορκουμένοις πίθον προθεμένους ἁρμοστὸν κατὰ τὸ πλάτος τῷ μετάλλῳ τρυπῆσαι τὸν πυθμένα καὶ διώσαντας αὐλίσκον σιδηροῦν ἴσον τῷ | ||
5 | τεύχει πλῆσαι τὸν πίθον ὅλον πτίλων λεπτῶν καὶ πυρὸς παντελῶς μικρὸν ἐμβαλεῖν ὑπ’ αὐτὸ τὸ τοῦ πί‐ | |
Hist.21.28.13 | θου περιστόμιον· κἄπειτα σιδηροῦν πῶμα τρημάτων πλῆρες τῷ στόματι περιθέντας ἀσφαλῶς εἰσάγειν διὰ τοῦ μετάλλου, νεύοντι τῷ στόματι πρὸς τοὺς ὑπεναν‐ | |
Hist.21.28.14 | τίους· ὁπότε δ’ ἐγγίσαιεν τοῖς πολεμίοις, περισάξαντας τὰ χείλη τοῦ πίθου πανταχόθεν τρήματα δύο καταλι‐ πεῖν ἐξ ἑκατέρου τοῦ μέρους, δι’ ὧν διωθοῦντες τὰς σαρίσας οὐκ ἐάσουσι προσιέναι τῷ πίθῳ τοὺς ὑπεναν‐ | |
Hist.21.28.15 | τίους· μετὰ δὲ ταῦτα λαβόντας ἀσκόν, ᾧπερ οἱ χαλκεῖς χρῶνται, καὶ προσαρμόσαντας πρὸς τὸν αὐλὸν τὸν σι‐ δηροῦν φυσᾶν ἐνεργῶς τὸ πρὸς τῷ στόματι πῦρ ἐν τοῖς πτίλοις ἐγκείμενον, κατὰ τοσοῦτον ἐπαγομένους | |
5 | ἀεὶ τὸν αὐλὸν ἐκτός, καθ’ ὅσον ἂν ἐκκάηται τὰ πτίλα. | |
Hist.21.28.16 | γενομένων δὲ πάντων καθάπερ προείρηται, τό τε πλῆθος τοῦ καπνοῦ συνέβαινε πολὺ γίνεσθαι καὶ τῇ | |
δριμύτητι διαφέρον διὰ τὴν φύσιν τῶν πτίλων, φέρε‐ | ||
Hist.21.28.17 | σθαί τε πᾶν εἰς τὸ τῶν πολεμίων μέταλλον. ὥστε καὶ λίαν κακοπαθεῖν καὶ δυσχρηστεῖσθαι τοὺς Ῥωμαίους, οὔτε κωλύειν οὔθ’ ὑπομένειν δυναμένους ἐν τοῖς ὀρύγ‐ | |
Hist.21.28.18 | μασι τὸν καπνόν. τοιαύτην δὲ λαμβανούσης τριβὴν τῆς πολιορκίας ὁ στρατηγὸς τῶν Αἰτωλῶν πρεσβεύειν ἔγνω πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων. — | |
Hist.21.29.1 | Ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ παρὰ τῶν Ἀθη‐ ναίων καὶ τῶν Ῥοδίων πρέσβεις ἧκον ἐπὶ τὸ στρα‐ τόπεδον τῶν Ῥωμαίων, συνεπιληψόμενοι τῶν διαλύσεων. | |
Hist.21.29.2 | ὅ τε βασιλεὺς τῶν Ἀθαμάνων Ἀμύνανδρος παρεγένετο σπουδάζων ἐξελέσθαι τοὺς Ἀμβρακιώτας ἐκ τῶν περι‐ εστώτων κακῶν, δοθείσης αὐτῷ τῆς ἀσφαλείας ὑπὸ τοῦ | |
Hist.21.29.3 | Μάρκου διὰ τὸν καιρόν· πάνυ γὰρ οἰκείως εἶχε πρὸς τοὺς Ἀμβρακιώτας διὰ τὸ καὶ πλείω χρόνον ἐν τῇ | |
Hist.21.29.4 | πόλει ταύτῃ διατετριφέναι κατὰ φυγήν. ἧκον δὲ καὶ παρὰ τῶν Ἀκαρνάνων μετ’ ὀλίγας ἡμέρας ἄγοντές τινες τοὺς περὶ Δαμοτέλην· ὁ γὰρ Μάρκος πυθόμενος τὴν περιπέτειαν αὐτῶν ἔγραψε τοῖς Θυρρειεῦσιν ἀνακομί‐ | |
Hist.21.29.5 | ζειν τοὺς ἄνδρας ὡς αὑτόν. πάντων δὲ τούτων ἡθροι‐ | |
Hist.21.29.6 | σμένων ἐνηργεῖτο φιλοτίμως τὰ πρὸς τὰς διαλύσεις. ὁ | |
μὲν οὖν Ἀμύνανδρος κατὰ τὴν αὑτοῦ πρόθεσιν εἴχετο τῶν Ἀμβρακιωτῶν, παρακαλῶν σῴζειν σφᾶς αὐτούς *** εἶναι δὲ τοῦτον οὐ μακράν, ἐὰν μὴ βουλεύσωνται βέλ‐ | ||
Hist.21.29.7 | τιον περὶ αὑτῶν. πλεονάκις δὲ προσπελάζοντος αὐτοῦ τῷ τείχει καὶ διαλεγομένου περὶ τούτων, ἔδοξε τοῖς Ἀμβρακιώταις εἰσκαλέσασθαι τὸν Ἀμύνανδρον εἰς τὴν | |
Hist.21.29.8 | πόλιν. τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος τῷ βασιλεῖ τὴν εἴσοδον, οὗτος μὲν εἰσελθὼν διελέγετο τοῖς Ἀμ‐ | |
Hist.21.29.9 | βρακιώταις περὶ τῶν ἐνεστώτων, οἱ δὲ παρὰ τῶν Ἀθηναίων καὶ τῶν Ῥοδίων πρέσβεις λαμβάνοντες εἰς τὰς χεῖρας τὸν στρατηγὸν τῶν Ῥωμαίων καὶ ποικίλως | |
Hist.21.29.10 | ὁμιλοῦντες, πραΰνειν ἐπειρῶντο τὴν ὀργὴν αὐτοῦ. τοῖς δὲ περὶ τὸν Δαμοτέλη καὶ Φαινέαν ὑπέθετό τις ἔχε‐ | |
Hist.21.29.11 | σθαι καὶ θεραπεύειν τὸν Γάιον Οὐαλέριον· οὗτος δ’ ἦν Μάρκου μὲν υἱὸς τοῦ πρώτου συνθεμένου πρὸς Αἰτωλοὺς τὴν συμμαχίαν, Μάρκου δὲ τοῦ τότε στρα‐ τηγοῦντος ἀδελφὸς ἐκ μητρός· ἄλλως δὲ πρᾶξιν ἔχων | |
5 | νεανικὴν ἦν μάλιστα παρὰ τῷ στρατηγῷ πιστευόμενος. | |
Hist.21.29.12 | ὃς παρακληθεὶς ὑπὸ τῶν περὶ τὸν Δαμοτέλη καὶ νο‐ μίσας ἴδιον εἶναι τὸ πρᾶγμα καὶ καθήκειν αὑτῷ τὸ προστατῆσαι τῶν Αἰτωλῶν, πᾶσαν εἰσεφέρετο σπουδὴν | |
καὶ φιλοτιμίαν, ἐξελέσθαι σπουδάζων τὸ ἔθνος ἐκ τῶν | ||
Hist.21.29.13 | περιεστώτων κακῶν. ἐνεργῶς δὲ πανταχόθεν προσαγο‐ | |
Hist.21.29.14 | μένης τῆς φιλοτιμίας, ἔλαβε τὸ πρᾶγμα συντέλειαν. οἱ μὲν γὰρ Ἀμβρακιῶται πεισθέντες ὑπὸ τοῦ βασιλέως ἐπέτρεψαν τὰ καθ’ αὑτοὺς τῷ στρατηγῷ τῶν Ῥωμαίων καὶ παρέδωκαν τὴν πόλιν ἐφ’ ᾧ τοὺς Αἰτωλοὺς ὑπο‐ | |
Hist.21.29.15 | σπόνδους ἀπελθεῖν· τοῦτο γὰρ ὑφείλοντο πρῶτον, τη‐ | |
Hist.21.30.1 | ροῦντες τὴν πρὸς τοὺς συμμάχους πίστιν. ὁ δὲ Μάρκος συγκατέθετο τοῖς Αἰτωλοῖς ἐπὶ τούτῳ ποιή‐ | |
Hist.21.30.2 | σασθαι τὰς διαλύσεις, ὥστε διακόσια μὲν Εὐβοϊκὰ τά‐ λαντα παραχρῆμα λαβεῖν, τριακόσια δ’ ἐν ἔτεσιν ἕξ, | |
Hist.21.30.3 | πεντήκοντα καθ’ ἕκαστον ἔτος· ἀποκατασταθῆναι δὲ (καὶ τοὺς αἰχμαλώτους) καὶ τοὺς αὐτομόλους Ῥωμαίοις ἅπαντας τοὺς παρ’ αὐτοῖς ὄντας ἐν ἓξ μησὶ χωρὶς | |
Hist.21.30.4 | λύτρων· πόλιν δὲ μηδεμίαν ἔχειν ἐν τῇ συμπολιτείᾳ μηδὲ μετὰ ταῦτα προσλαβέσθαι τούτων, ὅσαι μετὰ τὴν Λευκίου Κορνηλίου διάβασιν ἑάλωσαν ὑπὸ Ῥωμαίων | |
Hist.21.30.5 | ἢ φιλίαν ἐποιήσαντο πρὸς Ῥωμαίους· Κεφαλλη‐ νίους δὲ πάντας ἐκσπόνδους εἶναι τούτων τῶν συν‐ θηκῶν. | |
Hist.21.30.6 | Ταῦτα μὲν οὖν ὑπετυπώθη τότε κεφαλαιωδῶς περὶ τῶν διαλύσεων· ἔδει δὲ τούτοις πρῶτον μὲν εὐδοκῆσαι | |
τοὺς Αἰτωλούς, μετὰ δὲ ταῦτα γίνεσθαι τὴν ἀναφορὰν | ||
Hist.21.30.7 | ἐπὶ Ῥωμαίους. οἱ μὲν οὖν Ἀθηναῖοι καὶ Ῥόδιοι παρέ‐ μενον αὐτοῦ, καραδοκοῦντες τὴν τῶν Αἰτωλῶν ἀπό‐ φασιν· οἱ δὲ περὶ τὸν Δαμοτέλην ἐπανελθόντες διε‐ | |
Hist.21.30.8 | σάφουν τοῖς Αἰτωλοῖς περὶ τῶν συγκεχωρημένων. τοῖς μὲν οὖν ὅλοις εὐδόκουν· καὶ γὰρ ἦν αὐτοῖς ἅπαντα παρὰ τὴν προσδοκίαν· περὶ δὲ τῶν πόλεων τῶν πρό‐ τερον συμπολιτευομένων αὐτοῖς διαπορήσαντες ἐπὶ πο‐ | |
Hist.21.30.9 | σὸν τέλος συγκατέθεντο τοῖς προτεινομένοις. ὁ δὲ Μάρκος παραλαβὼν τὴν Ἀμβρακίαν τοὺς μὲν Αἰτωλοὺς ἀφῆκεν ὑποσπόνδους, τὰ δ’ ἀγάλματα καὶ τοὺς ἀν‐ δριάντας καὶ τὰς γραφὰς ἀπήγαγεν ἐκ τῆς πόλεως, | |
5 | ὄντα καὶ πλείω διὰ τὸ γεγονέναι βασίλειον Πύρρου | |
Hist.21.30.10 | τὴν Ἀμβρακίαν. ἐδόθη δ’ αὐτῷ καὶ στέφανος ἀπὸ τα‐ | |
Hist.21.30.11 | λάντων ἑκατὸν καὶ πεντήκοντα. ταῦτα δὲ διοικησά‐ μενος ἐποιεῖτο τὴν πορείαν εἰς τὴν μεσόγειον τῆς Αἰτωλίας, θαυμάζων ἐπὶ τῷ μηδὲν αὐτῷ παρὰ τῶν | |
Hist.21.30.12 | Αἰτωλῶν ἀπαντᾶσθαι. παραγενόμενος δὲ πρὸς Ἄργος τὸ καλούμενον Ἀμφιλοχικὸν κατεστρατοπέδευσεν, ὅπερ ἀπέχει τῆς Ἀμβρακίας ἑκατὸν ὀγδοήκοντα σταδίους. | |
Hist.21.30.13 | ἐκεῖ δὲ συμμιξάντων αὐτῷ τῶν περὶ τὸν Δαμοτέλην καὶ διασαφούντων ὅτι δέδοκται τοῖς Αἰτωλοῖς βεβαιοῦν | |
τὰς δι’ ἑαυτῶν γεγενημένας ὁμολογίας, διεχωρίσθησαν, Αἰτωλοὶ μὲν εἰς τὴν οἰκείαν, Μάρκος δ’ εἰς τὴν Ἀμ‐ | ||
Hist.21.30.14 | βρακίαν. κἀκεῖσε παραγενόμενος οὗτος μὲν ἐγίνετο περὶ τὸ περαιοῦν τὴν δύναμιν εἰς τὴν Κεφαλληνίαν, | |
Hist.21.30.15 | οἱ δ’ Αἰτωλοὶ προχειρισάμενοι Φαινέαν καὶ Νίκαν‐ δρον πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ῥώμην περὶ τῆς | |
Hist.21.30.16 | εἰρήνης· ἁπλῶς γὰρ οὐδὲν ἦν κύριον τῶν προει‐ ρημένων, εἰ μὴ καὶ τῷ δήμῳ δόξαι τῷ τῶν Ῥωμαίων. | |
Hist.21.31.1 | Οὗτοι μὲν οὖν παραλαβόντες τούς τε Ῥοδίους καὶ τοὺς Ἀθηναίους ἔπλεον ἐπὶ τὸ προκείμενον· | |
Hist.21.31.2 | παραπλησίως δὲ καὶ Μάρκος ἐξαπέστειλε Γάιον τὸν Οὐαλέριον καί τινας ἑτέρους τῶν φίλων πράξοντας | |
Hist.21.31.3 | τὰ περὶ τῆς εἰρήνης. ἀφικομένων δ’ εἰς τὴν Ῥώμην, πάλιν ἐκαινοποιήθη τὰ τῆς ὀργῆς πρὸς Αἰτωλοὺς διὰ | |
Hist.21.31.4 | Φιλίππου τοῦ βασιλέως· ἐκεῖνος γὰρ δοκῶν ἀδίκως ὑπὸ τῶν Αἰτωλῶν ἀφῃρῆσθαι τὴν Ἀθαμανίαν καὶ τὴν Δολοπίαν διεπέμψατο πρὸς τοὺς φίλους, ἀξιῶν αὐτοὺς συνοργισθῆναι καὶ μὴ προσδέξασθαι τὰς διαλύσεις. | |
Hist.21.31.5 | διὸ καὶ τῶν μὲν Αἰτωλῶν εἰσπορευθέντων παρήκουεν ἡ σύγκλητος, τῶν δὲ Ῥοδίων καὶ τῶν Ἀθηναίων ἀξι‐ | |
Hist.21.31.6 | ούντων ἐνετράπη καὶ προσέσχε τὸν νοῦν. καὶ γὰρ ἐδόκει (μετὰ) Δάμων’ ὁ Κιχησίου (Λέ)ων ἄλλα τε κα‐ | |
λῶς εἰπεῖν καὶ παραδείγματι πρὸς τὸ παρὸν οἰκείῳ | ||
Hist.21.31.7 | χρήσασθαι κατὰ τὸν λόγον. ἔφη γὰρ ὀργίζεσθαι μὲν εἰκότως τοῖς Αἰτωλοῖς· πολλὰ γὰρ εὖ πεπονθότας τοὺς Αἰτωλοὺς ὑπὸ Ῥωμαίων οὐ χάριν ἀποδεδωκέναι τού‐ των, ἀλλ’ εἰς μέγαν ἐνηνοχέναι κίνδυνον τὴν Ῥωμαίων | |
5 | ἡγεμονίαν ἐκκαύσαντας τὸν πρὸς Ἀντίοχον πόλεμον· | |
Hist.21.31.8 | ἐν τούτῳ δὲ διαμαρτάνειν τὴν σύγκλητον, ἐν ᾧ τὴν | |
Hist.21.31.9 | ὀργὴν φέρειν ἐπὶ τοὺς πολλούς. εἶναι γὰρ τὸ συμ‐ βαῖνον ἐν ταῖς πολιτείαις περὶ τὰ πλήθη παραπλήσιον | |
Hist.21.31.10 | τῷ γινομένῳ περὶ τὴν θάλατταν. καὶ γὰρ ἐκείνην κατὰ μὲν τὴν αὑτῆς φύσιν ἀεί ποτ’ εἶναι γαληνὴν καὶ καθεστηκυῖαν καὶ συλλήβδην τοιαύτην ὥστε μηδέποτ’ ἂν ἐνοχλῆσαι μηδένα τῶν προσπελαζόντων αὐτῇ καὶ | |
Hist.21.31.11 | χρωμένων· ἐπειδὰν δ’ ἐμπεσόντες εἰς αὐτὴν ἄνεμοι βίαιοι ταράξωσι καὶ παρὰ φύσιν ἀναγκάσωσι κινεῖ‐ σθαι, τότε μηθὲν ἔτι δεινότερον εἶναι μηδὲ φοβερώτερον θαλάττης· ὃ καὶ νῦν τοῖς κατὰ τὴν Αἰτωλίαν συμπε‐ | |
Hist.21.31.12 | σεῖν. “ἕως μὲν γὰρ ἦσαν ἀκέραιοι, πάντων τῶν Ἑλ‐ λήνων ὑπῆρχον ὑμῖν εὐνούστατοι καὶ βεβαιότατοι | |
Hist.21.31.13 | συνεργοὶ πρὸς τὰς πράξεις· ἐπεὶ δ’ ἀπὸ μὲν τῆς Ἀσίας πνεύσαντες Θόας καὶ Δικαίαρχος, ἀπὸ δὲ τῆς Εὐρώπης Μενεστᾶς καὶ Δαμόκριτος συνετάραξαν τοὺς ὄχλους καὶ παρὰ φύσιν ἠνάγκασαν πᾶν καὶ λέγειν καὶ πράτ‐ | |
Hist.21.31.14 | τειν, τότε δὴ κακῶς φρονοῦντες ἐβουλήθησαν μὲν ὑμῖν, | |
Hist.21.31.15 | ἐγένοντο δ’ αὑτοῖς αἴτιοι κακῶν. (ἀνθ’ ὧν ὑμᾶς) δεῖ πρὸς ἐκείνους ἔχειν ἀπαραιτήτως, ἐλεεῖν δὲ τοὺς πολ‐ λοὺς καὶ διαλύεσθαι πρὸς αὐτούς, εἰδότας ὅτι γενό‐ μενοι πάλιν ἀκέραιοι, καὶ πρὸς τοῖς ἄλλοις ἔτι νῦν | |
5 | ὑφ’ ὑμῶν σωθέντες, εὐνούστατοι πάλιν ἔσονται πάν‐ | |
Hist.21.31.16 | των Ἑλλήνων.” ὁ μὲν οὖν Ἀθηναῖος ταῦτ’ εἰπὼν ἔπεισε τὴν σύγκλητον διαλύεσθαι πρὸς τοὺς Αἰτωλούς. | |
Hist.21.32.1 | Δόξαντος δὲ τῷ συνεδρίῳ, καὶ τοῦ δήμου συν‐ επιψηφίσαντος, ἐκυρώθη τὰ κατὰ τὰς διαλύσεις. τὰ | |
Hist.21.32.2 | δὲ κατὰ μέρος ἦν τῶν συνθηκῶν ταῦτα. “ὁ δῆμος ὁ τῶν Αἰτωλῶν τὴν ἀρχὴν καὶ τὴν δυναστείαν τοῦ δή‐ | |
Hist.21.32.3 | μου τῶν Ῥωμαίων ***. (πολεμίους) μὴ διιέτω διὰ τῆς χώρας καὶ τῶν πόλεων ἐπὶ Ῥωμαίους ἢ τοὺς συμ‐ μάχους καὶ φίλους αὐτῶν, μηδὲ χορηγείτω μηδὲν δη‐ | |
Hist.21.32.4 | μοσίᾳ βουλῇ. *** καὶ ἐὰν πολεμῶσιν πρός τινας Ῥω‐ μαῖοι, πολεμείτω πρὸς αὐτοὺς ὁ δῆμος ὁ τῶν Αἰτωλῶν. | |
Hist.21.32.5 | τοὺς δὲ (αὐτομόλους, τοὺς) δραπέτας, τοὺς αἰχμαλώ‐ τους πάντας τοὺς Ῥωμαίων καὶ τῶν συμμάχων | |
Hist.21.32.6 | ἀποδότωσαν Αἰτωλοί, χωρὶς τῶν ὅσοι κατὰ πόλεμον | |
ἁλόντες εἰς τὴν ἰδίαν ἀπῆλθον καὶ πάλιν ἑάλωσαν, καὶ χωρὶς τῶν ὅσοι πολέμιοι Ῥωμαίων ἐγένοντο, καθ’ ὃν καιρὸν Αἰτωλοὶ μετὰ Ῥωμαίων συνεπολέμουν, (ἐν) ἡμέ‐ | ||
5 | ραις ἑκατὸν ἀφ’ ἧς ἂν τὰ ὅρκια τελεσθῇ, τῷ ἄρχοντι | |
Hist.21.32.7 | τῷ ἐν Κερκύρᾳ· ἐὰν δὲ μὴ εὑρεθῶσίν τινες ἐν τῷ χρόνῳ τούτῳ, ὅταν ἐμφανεῖς γένωνται, τότε ἀποδότω‐ σαν χωρὶς δόλου· καὶ τούτοις μετὰ (τὰ) ὅρκια μὴ | |
Hist.21.32.8 | ἔστω ἐπάνοδος εἰς τὴν Αἰτωλίαν. δότωσαν δὲ Αἰτωλοὶ ἀργυρίου μὴ χείρονος Ἀττικοῦ παραχρῆμα μὲν τάλαντα Εὐβοϊκὰ διακόσια τῷ στρατηγῷ τῷ ἐν τῇ Ἑλλάδι, ἀντὶ τρίτου μέρους τοῦ ἀργυρίου χρυσίον, ἐὰν βού‐ | |
5 | λωνται, διδόντες, τῶν δέκα μνῶν ἀργυρίου χρυσίου | |
Hist.21.32.9 | μνᾶν διδόντες, ἀφ’ ἧς (δ’) ἂν ἡμέρας τὰ ὅρκια τμηθῇ ἐν ἔτεσι τοῖς πρώτοις ἓξ κατὰ ἔτος ἕκαστον τάλαντα πεντήκοντα· καὶ τὰ χρήματα καθιστάτωσαν ἐν Ῥώμῃ. | |
Hist.21.32.10 | δότωσαν Αἰτωλοὶ ὁμήρους τῷ στρατηγῷ τετταράκοντα, μὴ νεωτέρους ἐτῶν δώδεκα μηδὲ πρεσβυτέρους τεττα‐ ράκοντα, εἰς ἔτη ἕξ, οὓς ἂν Ῥωμαῖοι προκρίνωσιν, χωρὶς στρατηγοῦ καὶ ἱππάρχου καὶ δημοσίου γραμμα‐ | |
5 | τέως καὶ τῶν ὡμηρευκότων ἐν Ῥώμῃ. καὶ τὰ ὅμηρα | |
Hist.21.32.11 | καθιστάτωσαν εἰς Ῥώμην· ἐὰν δέ τις ἀποθάνῃ τῶν | |
Hist.21.32.12 | ὁμήρων, ἄλλον ἀντικαθιστάτωσαν. περὶ δὲ Κεφαλλη‐ | |
Hist.21.32.13 | νίας μὴ ἔστω ἐν ταῖς συνθήκαις. ὅσαι χῶραι καὶ πό‐ λεις καὶ ἄνδρες, οἷς οὗτοι ἐχρῶντο, ἐπὶ Λευκίου Κοϊν‐ τίου καὶ Γναΐου Δομετίου στρατηγῶν ἢ ὕστερον ἑάλωσαν ἢ εἰς φιλίαν ἦλθον Ῥωμαίοις, τούτων τῶν πόλεων καὶ | |
Hist.21.32.14 | τῶν ἐν ταύταις μηδένα προσλαβέτωσαν Αἰτωλοί. ἡ δὲ πόλις καὶ ἡ χώρα ἡ τῶν Οἰνιαδῶν Ἀκαρνάνων ἔστω.” | |
Hist.21.32.15 | τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις συνετετέ‐ λεστο τὰ τῆς εἰρήνης. καὶ τὰ μὲν κατὰ τοὺς Αἰτωλοὺς καὶ καθόλου τοὺς Ἕλληνας τοιαύτην ἔσχε τὴν ἐπι‐ γραφήν. — | |
Hist.2132b1 | Ὁ δὲ Φολούιος πραξικοπήσας νυκτὸς κατέλαβε τὸ μέρος τῆς ἀκροπόλεως καὶ τοὺς Ῥωμαίους εἰσήγαγε. — | |
Hist.2132c1 | Ὅτι τὸ καλὸν καὶ τὸ συμφέρον σπανίως εἴωθε συντρέχειν, καὶ σπάνιοι τῶν ἀνδρῶν εἰ‐ σιν οἱ δυνάμενοι ταῦτα συνάγειν καὶ συναρμόζειν πρὸς | |
Hist.2132c2 | ἄλληλα. κατὰ μὲν γὰρ τὸ πολὺ πάντες ἴσμεν διότι τό τε καλὸν φεύγει τὴν τοῦ παραυτίκα λυσιτελοῦς φύσιν | |
Hist.2132c3 | καὶ τὸ λυσιτελὲς τὴν τοῦ καλοῦ. πλὴν ὁ Φιλο‐ ποίμην προέθετο ταῦτα καὶ καθίκετο τῆς ἐπιβολῆς· καλὸν μὲν γὰρ τὸ κατάγειν τοὺς αἰχμαλώτους φυγάδας | |
εἰς τὴν Σπάρτην, συμφέρον δὲ τὸ ταπεινῶσαι τὴν τῶν | ||
5 | Λακεδαιμονίων πόλιν, (καταφονεύσαντ)α τοὺς δεδορυ‐ | |
Hist.2132c4 | φορηκότας τῇ τῶν τυ(ράν)ν(ω)ν (δυναστείᾳ). θεωρῶν δ’ ὅτι πάσης βασιλείας ἐπανορθ(ώσεως αἴτια) τὰ χρή‐ ματα (γέγονεν, ἅ)τε φύσει νουνεχὴς ὢν καὶ στρατηγι‐ κός, περιεβα ................. | γένοιτο κομιδὴ τῶν | |
5 | ἔξω (πορι)ζομένων χρημάτων. | |
Hist.21.33t | III. RES ASIAE. | |
Hist.21.33.1 | Ὅτι καθ’ ὃν καιρὸν ἐν τῇ Ῥώμῃ τὰ περὶ τὰς συνθήκας τὰς πρὸς Ἀντίοχον καὶ καθόλου περὶ τῆς Ἀσίας αἱ πρεσβεῖαι διεπράττοντο, κατὰ δὲ τὴν Ἑλλάδα τὸ τῶν Αἰτωλῶν ἔθνος ἐπολεμεῖτο, κατὰ τοῦ‐ | |
5 | τον συνέβη τὸν περὶ τὴν Ἀσίαν πρὸς τοὺς Γαλάτας πόλεμον ἐπιτελεσθῆναι, περὶ οὗ νῦν ἐνιστάμεθα τὴν | |
διήγησιν. — | ||
Hist.21.33.2 | Ὁ δὲ κατευδοκήσας τῷ νεανίσκῳ κατὰ τὴν ἀπάν‐ τησιν, τοῦτον ἀπέλυσε παραχρῆμ’ εἰς τὸ Πέργαμον. — | |
Hist.21.34.1 | Ὅτι Μοαγέτης ἦν τύραννος Κιβύρας, ὠμὸς γε‐ | |
Hist.21.34.2 | γονὼς καὶ δόλιος, καὶ οὐκ ἄξιός ἐστιν ἐκ παραδρο‐ μῆς, ἀλλὰ μετ’ ἐπιστάσεως τυχεῖν τῆς ἁρμοζούσης μνή‐ μης. — | |
Hist.21.34.3 | Πλὴν συνεγγίζοντος Γναΐου ὑπάτου Ῥωμαίων τῇ Κιβύρᾳ, καὶ τοῦ Ἑλουίου πεμφθέντος εἰς ἀπόπειραν ἐπὶ τίνος ἐστὶ γνώμης, πρεσβευτὰς ἐξέπεμψε, παρακαλῶν μὴ φθεῖραι τὴν χώραν, ὅτι φίλος ὑπάρχει Ῥωμαίων | |
Hist.21.34.4 | καὶ πᾶν ποιήσει τὸ παραγγελλόμενον. καὶ ταῦτα λέγων ἅμα προύτεινε στέφανον ἀπὸ πεντεκαίδεκα τα‐ | |
Hist.21.34.5 | λάντων. ὧν ἀκούσας αὐτὸς μὲν ἀφέξεσθαι τῆς χώρας ἔφη, πρὸς δὲ τὸν στρατηγὸν ἐκέλευσε πρεσβεύειν ὑπὲρ τῶν ὅλων· ἕπεσθαι γὰρ αὐτὸν μετὰ τῆς στρατείας κατὰ | |
Hist.21.34.6 | πόδας. γενομένου δὲ τούτου, καὶ πέμψαντος τοῦ Μοα‐ γέτου μετὰ τῶν πρεσβευτῶν καὶ τὸν ἀδελφόν, ἀπαν‐ τήσας κατὰ πορείαν ὁ Γνάιος ἀνατατικῶς καὶ πικρῶς | |
Hist.21.34.7 | ὡμίλησε τοῖς πρεσβευταῖς, φάσκων οὐ μόνον ἀλ‐ | |
λοτριώτατον γεγονέναι Ῥωμαίων τὸν Μοαγέτην πάν‐ των τῶν κατὰ τὴν Ἀσίαν δυναστῶν, ἀλλὰ καὶ κατὰ τὴν ῥώμην ὅλην* εἰς καθαίρεσιν τῆς ἀρχῆς καὶ ἐπιστροφῆς | ||
Hist.21.34.8 | εἶναι καὶ κολάσεως. οἱ δὲ πρεσβευταὶ καταπλαγέντες τὴν ἐπίφασιν τῆς ὀργῆς τῶν μὲν ἄλλων ἐντολῶν ἀπέ‐ | |
Hist.21.34.9 | στησαν, ἠξίουν δ’ αὐτὸν εἰς λόγους ἐλθεῖν. συγχωρή‐ | |
Hist.21.34.10 | σαντος δὲ τότε μὲν ἐπανῆλθον εἰς τὴν Κιβύραν, εἰς δὲ τὴν ἐπαύριον ἐξῆλθεν μετὰ τῶν φίλων ὁ τύραννος κατά τε τὴν ἐσθῆτα καὶ τὴν ἄλλην προστασίαν λιτὸς καὶ ταπεινός, ἔν τε τοῖς ἀπολογισμοῖς κατολοφυρόμενος | |
5 | τὴν ἀδυναμίαν τὴν αὑτοῦ καὶ τὴν ἀσθένειαν ὧν ἐπῆρχε πόλεων, καὶ (πρὸς τούτοις) ἠξίου προσδέξασθαι τὰ | |
Hist.21.34.11 | πεντεκαίδεκα τάλαντα τὸν Γνάιον· ἐκράτει δὲ τῆς | |
Hist.21.34.12 | Κιβύρας καὶ Συλείου καὶ τῆς ἐν Λίμνῃ πόλεως. ὁ δὲ Γνάιος καταπλαγεὶς τὴν ἀπόνοιαν ἄλλο μὲν οὐδὲν εἶπε πρὸς αὐτόν, ἐὰν δὲ μὴ διδῷ πεντακόσια τάλαντα μετὰ μεγάλης χάριτος, οὐ τὴν χώραν ἔφη φθερεῖν, ἀλλὰ τὴν | |
Hist.21.34.13 | πόλιν αὐτὴν πολιορκήσειν καὶ διαρπάσειν. ὅθεν ὁ Μοα‐ γέτης κατορρωδήσας τὸ μέλλον ἐδεῖτο μηδὲν ποιῆσαι τοιοῦτον, καὶ προσετίθει κατὰ βραχὺ τῶν χρημάτων, καὶ τέλος ἔπεισε τὸν Γνάιον ἑκατὸν τάλαντα καὶ μυ‐ | |
5 | ρίους μεδίμνους λαβόντα πυρῶν προσδέξασθαι πρὸς τὴν φιλίαν αὐτόν. — | |
Hist.21.35.1 | Ὅτι κατὰ τὸν καιρὸν ἡνίκα Γνάιος διῄει τὸν Κολοβάτον προσαγορευόμενον ποταμόν, ἦλθον πρὸς αὐτὸν πρέσβεις ἐκ τῆς Ἰσίνδης προσαγορευομένης πό‐ | |
Hist.21.35.2 | λεως, δεόμενοι σφίσι βοηθῆσαι· τοὺς γὰρ Τερμησσεῖς, ἐπισπασαμένους Φιλόμηλον, τήν τε χώραν ἔφασαν αὑτῶν ἀνάστατον πεποιηκέναι καὶ τὴν πόλιν διηρ‐ πακέναι, νῦν τε πολιορκεῖν τὴν ἄκραν, συμπεφευγότων | |
5 | εἰς αὐτὴν πάντων τῶν πολιτῶν ὁμοῦ γυναιξὶ καὶ τέκ‐ | |
Hist.21.35.3 | νοις. ὧν διακούσας ὁ Γνάιος ἐκείνοις μὲν ὑπέσχετο βοηθήσειν μετὰ μεγάλης χάριτος, αὐτὸς δὲ νομίσας ἑρ‐ μαῖον εἶναι τὸ προσπεπτωκὸς ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τῆς Παμφυλίας. | |
Hist.21.35.4 | Ὁ δὲ Γνάιος συνεγγίσας τῇ Τερμησσῷ, πρὸς μὲν τούτους συνέθετο φιλίαν, λαβὼν πεντήκοντα τάλαντα, | |
Hist.21.35.5 | παραπλησίως δὲ καὶ πρὸς Ἀσπενδίους. ἀποδεξάμενος δὲ καὶ τοὺς παρὰ τῶν ἄλλων πόλεων πρεσβευτὰς κατὰ τὴν Παμφυλίαν καὶ τὴν προειρημένην δόξαν ἐνεργα‐ | |
σάμενος ἑκάστοις κατὰ τὰς ἐντεύξεις, ἅμα δὲ καὶ τοὺς | ||
5 | Ἰσινδεῖς ἐξελόμενος ἐκ τῆς πολιορκίας, αὖθις ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τοὺς Γαλάτας. — | |
Hist.21.36.1 | Ὅτι Κύρμασα πόλιν λαβὼν ὁ Γνάιος καὶ λείαν | |
Hist.21.36.2 | ἄφθονον ἀνέζευξεν. προαγόντων δ’ αὐτῶν παρὰ τὴν λίμνην, παρεγένοντο πρέσβεις ἐκ Λυσινόης διδόντες | |
Hist.21.36.3 | αὑτοὺς εἰς τὴν πίστιν. οὓς προσδεξάμενος ἐνέβαλεν εἰς τὴν τῶν Σαγαλασσέων γῆν καὶ πολὺ πλῆθος ἐξελα‐ σάμενος λείας ἀπεκαραδόκει τοὺς ἐκ τῆς πόλεως ἐπὶ | |
Hist.21.36.4 | τίνος ἔσονται γνώμης. παραγενομένων δὲ πρεσβευτῶν ὡς αὐτόν, ἀποδεξάμενος τοὺς ἄνδρας καὶ λαβὼν πεντή‐ κοντα ταλάντων στέφανον καὶ δισμυρίους κριθῶν με‐ δίμνους καὶ δισμυρίους πυρῶν, προσεδέξατο τούτους | |
5 | εἰς τὴν φιλίαν. — | |
Hist.21.37.1 | Ὅτι Γνάιος ὁ στρατηγὸς τῶν Ῥωμαίων πρέσβεις ἐξαπέστειλε πρὸς τὸν Ἐποσόγνατον τὸν Γαλάτην, | |
Hist.21.37.2 | ὅπως πρεσβεύσῃ πρὸς τοὺς τῶν Γαλατῶν βασιλεῖς. καὶ [ὁ] Ἐποσόγνατος ἔπεμψε πρὸς Γνάιον πρέσβεις καὶ | |
παρεκάλει [τὸν Γνάιον] τὸν τῶν Ῥωμαίων στρατηγὸν μὴ προεξαναστῆναι μηδ’ ἐπιβαλεῖν χεῖρας τοῖς Τολι‐ | ||
Hist.21.37.3 | στοβογίοις Γαλάταις, καὶ διότι πρεσβεύσει πρὸς τοὺς βασιλεῖς αὐτῶν Ἐποσόγνατος καὶ ποιήσεται λόγους ὑπὲρ τῆς φιλίας, καὶ πεπεῖσθαι πρὸς πᾶν αὐτοὺς παρα‐ στήσεσθαι τὸ καλῶς ἔχον. — | |
Hist.21.37.4 | Γνάιος ὁ ὕπατος Ῥωμαίων διερχόμενος ἐγεφύρωσε τὸν Σαγγάριον ποταμόν, τελέως κοῖλον ὄντα καὶ | |
Hist.21.37.5 | δύσβατον. καὶ παρ’ αὐτὸν τὸν ποταμὸν στρατοπεδευ‐ σαμένου παραγίνονται Γάλλοι παρ’ Ἄττιδος καὶ Βατ‐ τάκου τῶν ἐκ Πεσσινοῦντος ἱερέων τῆς Μητρὸς τῶν | |
Hist.21.37.6 | θεῶν, ἔχοντες προστηθίδια καὶ τύπους, φάσκοντες | |
Hist.21.37.7 | προσαγγέλλειν τὴν θεὸν νίκην καὶ κράτος. οὓς ὁ Γνάιος φιλανθρώπως ὑπεδέξατο. — | |
Hist.21.37.8 | Ὄντος δὲ τοῦ Γναΐου πρὸς τὸ πολισμάτιον τὸ κα‐ λούμενον Γορδίειον, ἧκον παρ’ Ἐποσογνάτου πρέσβεις ἀποδηλοῦντες ὅτι πορευθεὶς διαλεχθείη τοῖς τῶν Γα‐ | |
Hist.21.37.9 | λατῶν βασιλεῦσιν, οἱ δ’ ἁπλῶς εἰς οὐδὲν συγκαταβαί‐ νοιεν φιλάνθρωπον, ἀλλ’ ἡθροικότες ὁμοῦ |τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἅπασαν εἰς τὸ καλού‐ | |
μενον ὄρος Ὄλυμπον ἕτοιμοι πρὸς μάχην εἰσίν. — | ||
Hist.21.38.1 | Χιομάραν δὲ συνέβη τὴν Ὀρτιάγοντος αἰχμά‐ λωτον γενέσθαι μετὰ τῶν ἄλλων γυναικῶν, ὅτε Ῥω‐ μαῖοι καὶ Γνάιος ἐνίκησαν μάχῃ τοὺς ἐν Ἀσίᾳ Γαλάτας. | |
Hist.21.38.2 | ὁ δὲ λαβὼν αὐτὴν ταξίαρχος ἐχρήσατο τῇ τύχῃ στρα‐ | |
Hist.21.38.3 | τιωτικῶς καὶ κατῄσχυνεν. ἦν δ’ ἄρα καὶ πρὸς ἡδονὴν καὶ ἀργύριον ἀμαθὴς καὶ ἀκρατὴς ἄνθρωπος, ἡττήθη δ’ ὅμως ὑπὸ τῆς φιλαργυρίας, καὶ χρυσίου συχνοῦ διομολογηθέντος ὑπὲρ τῆς γυναικὸς ἦγεν αὐτὴν ἀπο‐ | |
Hist.21.38.4 | λυτρώσων, ποταμοῦ τινος ἐν μέσῳ διείργοντος. ὡς δὲ διαβάντες οἱ Γαλάται τὸ χρυσίον ἔδωκαν αὐτῷ καὶ παρελάμβανον τὴν Χιομάραν, ἡ μὲν ἀπὸ νεύματος προσέταξεν ἑνὶ παῖσαι τὸν Ῥωμαῖον ἀσπαζόμενον | |
Hist.21.38.5 | αὐτὴν καὶ φιλοφρονούμενον, ἐκείνου δὲ πεισθέντος καὶ τὴν κεφαλὴν ἀποκόψαντος, ἀραμένη καὶ περιστείλασα | |
Hist.21.38.6 | τοῖς κόλποις ἀπήλαυνεν. ὡς δ’ ἦλθε πρὸς τὸν ἄνδρα καὶ τὴν κεφαλὴν αὐτῷ προύβαλεν, ἐκείνου θαυμάσαν‐ τος καὶ εἰπόντος “Ὦ γύναι, καλὸν ἡ πίστις” “ναί”, εἶπεν “ἀλλὰ κάλλιον ἕνα μόνον ζῆν ἐμοὶ συγγεγενημένον”. | |
Hist.21.38.7 | ταύτῃ μὲν ὁ Πολύβιός φησι διὰ λόγων ἐν Σάρδεσι γενό‐ μενος θαυμάσαι τό τε φρόνημα καὶ τὴν σύνεσιν. — | |
Hist.21.39.1 | Ὅτι τῶν Ῥωμαίων μετὰ τὴν τῶν Γαλατῶν νίκην αὐτῶν πραχθεῖσαν στρατοπεδευόντων περὶ τὴν Ἄγ‐ κυραν πόλιν, καὶ τοῦ Γναΐου τοῦ στρατηγοῦ προάγειν | |
Hist.21.39.2 | εἰς τοὔμπροσθεν μέλλοντος, παραγίνονται πρέσβεις παρὰ τῶν Τεκτοσάγων, ἀξιοῦντες τὸν Γνάιον τὰς μὲν | |
δυνάμεις ἐᾶσαι κατὰ χώραν, αὐτὸν δὲ κατὰ τὴν ἐπιοῦ‐ σαν ἡμέραν προελθεῖν εἰς τὸν μεταξὺ τόπον τῶν στρα‐ | ||
5 | τοπέδων· ἥξειν δὲ καὶ τοὺς παρ’ αὑτῶν βασιλεῖς κοινο‐ | |
Hist.21.39.3 | λογησομένους ὑπὲρ τῶν διαλύσεων. τοῦ δὲ Γναΐου συγκαταθεμένου καὶ παραγενηθέντος κατὰ τὸ συν‐ ταχθὲν μετὰ πεντακοσίων ἱππέων, τότε μὲν οὐκ ἦλθον | |
Hist.21.39.4 | οἱ βασιλεῖς· ἀνακεχωρηκότος δ’ αὐτοῦ πρὸς τὴν ἰδίαν παρεμβολήν, αὖθις ἧκον οἱ πρέσβεις ὑπὲρ μὲν τῶν βασιλέων σκήψεις τινὰς λέγοντες, ἀξιοῦντες δὲ πάλιν ἐλθεῖν αὐτόν, ἐπειδὴ τοὺς πρώτους ἄνδρας ἐκπέμψουσιν | |
Hist.21.39.5 | κοινολογησομένους ὑπὲρ τῶν ὅλων. ὁ δὲ Γνάιος κατα‐ νεύσας ἥξειν αὐτὸς μὲν ἔμεινεν ἐπὶ τῆς ἰδίας στρατο‐ πεδείας, Ἄτταλον δὲ καὶ τῶν χιλιάρχων τινὰς ἐξαπ‐ | |
Hist.21.39.6 | έστειλεν μετὰ τριακοσίων ἱππέων. οἱ δὲ τῶν Γαλατῶν (πρέσβεις) ἦλθον μὲν κατὰ τὸ συνταχθὲν καὶ λόγους ἐποιήσαντο περὶ τῶν πραγμάτων, τέλος δ’ ἐπιθεῖναι τοῖς προειρημένοις ἢ κυρῶσαί τι τῶν δοξάντων οὐκ | |
Hist.21.39.7 | ἔφασαν εἶναι δυνατόν· τοὺς δὲ βασιλεῖς τῇ κατὰ πό‐ δας ἥξειν διωρίζοντο, συνθησομένους καὶ πέρας ἐπι‐ θήσοντας, εἰ καὶ Γνάιος ὁ στρατηγὸς ἔλθοι πρὸς αὐ‐ | |
Hist.21.39.8 | τούς. τῶν δὲ περὶ τὸν Ἄτταλον ἐπαγγειλαμένων ἥξειν τὸν Γνάιον, τότε μὲν ἐπὶ τούτοις διελύθησαν. | |
Hist.21.39.9 | ἐποιοῦντο δὲ (τὰς) ὑπερθέσεις ταύτας οἱ Γαλάται καὶ διεστρατήγουν τοὺς Ῥωμαίους βουλόμενοι τῶν τε σω‐ | |
μάτων τινὰ τῶν ἀναγκαίων καὶ τῶν χρημάτων ὑπερ‐ θέσθαι πέραν Ἅλυος ποταμοῦ, μάλιστα δὲ τὸν στρα‐ | ||
5 | τηγὸν τῶν Ῥωμαίων, εἰ δυνηθεῖεν, λαβεῖν ὑποχείριον· | |
Hist.21.39.10 | εἰ δὲ μή γε, πάντως ἀποκτεῖναι. ταῦτα δὲ προθέ‐ μενοι κατὰ τὴν ἐπιοῦσαν ἐκαραδόκουν τὴν παρουσίαν | |
Hist.21.39.11 | τῶν Ῥωμαίων, ἑτοίμους ἔχοντες ἱππεῖς εἰς χιλίους. ὁ δὲ Γνάιος διακούσας τῶν περὶ τὸν Ἄτταλον καὶ πει‐ σθεὶς ἥξειν τοὺς βασιλεῖς, ἐξῆλθεν, καθάπερ εἰώθει, | |
Hist.21.39.12 | μετὰ πεντακοσίων ἱππέων. συνέβη δὲ ταῖς πρότερον ἡμέραις τοὺς ἐπὶ τὰς ξυλείας καὶ χορτολογίας ἐκπο‐ ρευομένους ἐκ τοῦ τῶν Ῥωμαίων χάρακος ἐπὶ ταῦτα τὰ μέρη πεποιῆσθαι τὴν ἔξοδον, ἐφεδρείᾳ χρωμένους | |
Hist.21.39.13 | τοῖς ἐπὶ τὸν σύλλογον πορευομένοις ἱππεῦσιν. οὗ καὶ τότε γενομένου καὶ πολλῶν ἐξεληλυθότων, συνέταξαν οἱ χιλίαρχοι (καὶ) τοὺς εἰθισμένους ἐφεδρεύειν τοῖς προνομεύουσιν ἱππεῖς ἐπὶ ταῦτα τὰ μέρη ποιήσασθαι | |
Hist.21.39.14 | τὴν ἔξοδον. ὧν ἐκπορευθέντων, αὐτομάτως τὸ δέον ἐγενήθη πρὸς τὴν ἐπιφερομένην χρείαν. — | |
Hist.21.40.1 | Ἐν ...... η ... τῆς | πράξεως τῆς περὶ τὸν Ἀριαράθην εἰς τὴν παροιμίαν· ἔχοντες γὰρ π .. | διετε | |
...... οι τοῖς πολεμίοις ἐγένοντο. | ||
Hist.21.41t | C. OLYMP. 147, 4. RES ASIAE. | |
Hist.21.41.1 | Ὅτι κατὰ τοὺς καιροὺς τούτους κατὰ τὴν Ἀσίαν Γναΐου τοῦ τῶν Ῥωμαίων στρατηγοῦ παραχειμάζοντος ἐν Ἐφέσῳ, κατὰ τὸν τελευταῖον ἐνι‐ αυτὸν τῆς ὑποκειμένης ὀλυμπιάδος, παρεγένοντο πρε‐ | |
5 | σβεῖαι παρά τε τῶν Ἑλληνίδων πόλεων τῶν ἐπὶ τῆς Ἀσίας καὶ παρ’ ἑτέρων πλειόνων, συμφοροῦσαι στε‐ φάνους τῷ Γναΐῳ διὰ τὸ νενικηκέναι τοὺς Γαλάτας. | |
Hist.21.41.2 | ἅπαντες γὰρ οἱ τὴν ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦντες οὐχ οὕτως ἐχάρησαν Ἀντιόχου λειφθέντος ἐπὶ τῷ δο‐ κεῖν ἀπολελύσθαι τινὲς μὲν φόρων, οἱ δὲ φρουρᾶς, καθόλου δὲ πάντες βασιλικῶν προσταγμάτων, ὡς ἐπὶ | |
5 | τῷ τὸν ἀπὸ τῶν βαρβάρων αὐτοῖς φόβον ἀφῃρῆ‐ σθαι καὶ δοκεῖν ἀπηλλάχθαι τῆς τούτων ὕβρεως καὶ | |
Hist.21.41.3 | παρανομίας. ἦλθε δὲ καὶ παρ’ Ἀντιόχου Μουσαῖος καὶ παρὰ τῶν Γαλατῶν πρεσβευταί, βουλόμενοι μαθεῖν ἐπὶ | |
Hist.21.41.4 | τίσιν αὐτοὺς δεῖ ποιεῖσθαι τὴν φιλίαν. ὁμοίως δὲ καὶ παρ’ Ἀριαράθου τοῦ τῶν Καππαδοκῶν βασιλέως· καὶ γὰρ οὗτος, μετασχὼν Ἀντιόχῳ τῶν αὐτῶν ἐλπίδων καὶ | |
κοινωνήσας τῆς πρὸς Ῥωμαίους μάχης, ἐδεδίει καὶ διη‐ | ||
Hist.21.41.5 | πορεῖτο περὶ τῶν καθ’ αὑτόν. διὸ καὶ πλεονάκις πέμ‐ πων πρεσβευτὰς ἐβούλετο μαθεῖν τί δοὺς ἢ τί πράξας | |
Hist.21.41.6 | δύναιτ’ ἂν παραιτήσασθαι τὴν σφετέραν ἄγνοιαν. ὁ δὲ στρατηγὸς τὰς μὲν παρὰ τῶν πόλεων πρεσβείας πάσας ἐπαινέσας καὶ φιλανθρώπως ἀποδεξάμενος ἐξαπ‐ | |
Hist.21.41.7 | έστειλε, τοῖς δὲ Γαλάταις ἀπεκρίθη διότι προσδεξά‐ μενος Εὐμένη τὸν βασιλέα, τότε ποιήσεται τὰς πρὸς αὐτοὺς συνθήκας. τοῖς δὲ περὶ Ἀριαράθην εἶπεν ἑξα‐ | |
Hist.21.41.8 | κόσια τάλαντα δόντας τὴν εἰρήνην ἔχειν. πρὸς δὲ τὸν Ἀντιόχου πρεσβευτὴν συνετάξατο μετὰ τῆς δυνάμεως ἥξειν ἐπὶ τοὺς τῆς Παμφυλίας ὅρους, τά τε δισχίλια τάλαντα καὶ πεντακόσια κομιούμενος καὶ τὸν σῖτον ὃν | |
5 | ἔδει δοῦναι τοῖς στρατιώταις αὐτοῦ πρὸ τῶν συνθηκῶν | |
Hist.21.41.9 | κατὰ τὰς πρὸς Λεύκιον ὁμολογίας. μετὰ δὲ ταῦτα κα‐ θαρμὸν ποιησάμενος τῆς δυνάμεως, καὶ τῆς ὥρας παρα‐ διδούσης, παραλαβὼν Ἄτταλον ἀνέζευξεν καὶ παραγενό‐ μενος εἰς Ἀπάμειαν ὀγδοαῖος ἐπέμεινε τρεῖς ἡμέρας, | |
5 | κατὰ δὲ τὴν τετάρτην ἀναζεύξας προῆγε, χρώμενος ἐνερ‐ | |
Hist.21.41.10 | γοῖς ταῖς πορείαις. ἀφικόμενος δὲ τριταῖος εἰς τὸν συν‐ ταχθέντα τόπον τοῖς περὶ Ἀντίοχον, αὐτοῦ κατεστρατο‐ | |
Hist.21.41.11 | πέδευσε. συμμιξάντων δὲ τῶν περὶ τὸν Μουσαῖον καὶ παρακαλούντων αὐτὸν ἐπιμεῖναι, διότι καθυστεροῦσιν αἵ θ’ ἅμαξαι καὶ τὰ κτήνη τὰ παρακομίζοντα τὸν | |
σῖτον καὶ τὰ χρήματα, πεισθεὶς τούτοις ἐπέμεινε | ||
Hist.21.41.12 | τρεῖς ἡμέρας. τῆς δὲ χορηγίας ἐλθούσης τὸν μὲν σῖτον ἐμέτρησε ταῖς δυνάμεσι, τὰ δὲ χρήματα παραδούς τινι τῶν χιλιάρχων συνέταξεν παρακομίζειν εἰς Ἀπάμειαν. | |
Hist.21.42.1 | Αὐτὸς δὲ πυνθανόμενος τὸν ἐπὶ τῆς Πέργης καθεσταμένον ὑπ’ Ἀντιόχου φρούραρχον οὔτε τὴν φρουρὰν ἐξάγειν οὔτ’ αὐτὸν ἐκχωρεῖν ἐκ τῆς πόλεως, | |
Hist.21.42.2 | ὥρμησε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Πέργην. ἐγγίζοντος δ’ αὐτοῦ τῇ πόλει, παρῆν ἀπαντῶν ὁ τεταγμένος ἐπὶ τῆς φρουρᾶς, ἀξιῶν καὶ δεόμενος μὴ προκαταγινώσκειν | |
Hist.21.42.3 | αὑτοῦ· ποιεῖν γὰρ ἕν τι τῶν καθηκόντων· παραλαβὼν γὰρ ἐν πίστει παρ’ Ἀντιόχου τὴν πόλιν τηρεῖν ἔφη ταύτην, ἕως ἂν διασαφηθῇ πάλιν παρὰ τοῦ πιστεύ‐ σαντος τί δεῖ ποιεῖν· μέχρι δὲ τοῦ νῦν ἁπλῶς οὐδὲν | |
Hist.21.42.4 | αὐτῷ παρ’ οὐδενὸς ἀποδεδηλῶσθαι. διόπερ ἠξίου τριά‐ κονθ’ ἡμέρας χάριν τοῦ διαπεμψάμενος ἐρέσθαι τὸν | |
Hist.21.42.5 | βασιλέα τί δεῖ πράττειν. ὁ δὲ Γνάιος, θεωρῶν τὸν Ἀντίοχον ἐν πᾶσι τοῖς ἄλλοις εὐσυνθετοῦντα, συν‐ εχώρησε πέμπειν καὶ πυνθάνεσθαι τοῦ βασιλέως· καὶ μετά τινας ἡμέρας πυθόμενος παρέδωκε τὴν πόλιν. | |
Hist.21.42.6 | Κατὰ |δὲ τὸν καιρὸν τοῦτον οἱ δέκα πρεσβευταὶ καὶ [ὁ] βασιλεὺς Εὐμένης εἰς Ἔφεσον κατέπλευσαν, ἤδη τῆς θερείας ἐναρχομένης· καὶ δύ’ ἡμέρας ἐκ τοῦ | |
πλοῦ προσαναλαβόντες αὑτοὺς ἀνέβαινον εἰς τὴν Ἀπά‐ | ||
Hist.21.42.7 | μειαν. ὁ δὲ Γνάιος, προσπεσούσης αὐτῷ τῆς τούτων παρουσίας, Λεύκιον μὲν τὸν ἀδελφὸν μετὰ τετρακισχι‐ λίων ἐξαπέστειλε πρὸς τοὺς Ὀροανδεῖς, πειθανάγκης ἔχοντας διάθεσιν χάριν τοῦ κομίσασθαι τὰ προσοφει‐ | |
Hist.21.42.8 | λόμενα τῶν ὁμολογηθέντων χρημάτων, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἠπείγετο, σπεύδων συνάψαι | |
Hist.21.42.9 | τοῖς περὶ τὸν Εὐμένη. παραγενόμενος δ’ εἰς τὴν Ἀπά‐ μειαν καὶ καταλαβὼν τόν τε βασιλέα καὶ τοὺς δέκα, | |
Hist.21.42.10 | συνήδρευεν περὶ τῶν πραγμάτων. ἔδοξεν οὖν αὐτοῖς κυρῶσαι πρῶτον τὰ πρὸς Ἀντίοχον ὅρκια καὶ τὰς συνθήκας, ὑπὲρ ὧν οὐδὲν ἂν δέοι πλείω διατίθε‐ σθαι λόγον, ἀλλ’ ἐξ αὐτῶν τῶν ἐγγράπτων ποιεῖσθαι | |
5 | τὰς διαλήψεις. | |
Hist.21.43.1 | Ἦν δὲ τοιαύτη τις ἡ τῶν κατὰ μέρος διάταξις· φιλίαν ὑπάρχειν Ἀντιόχῳ καὶ Ῥωμαίοις εἰς ἅπαντα τὸν χρόνον ποιοῦντι τὰ κατὰ | |
Hist.21.43.2 | τὰς συνθήκας. μὴ διιέναι βασιλέα Ἀντίοχον καὶ τοὺς ὑποταττομένους διὰ τῆς αὑτῶν χώρας ἐπὶ Ῥωμαίους καὶ τοὺς συμμάχους πολεμίους μηδὲ χορηγεῖν αὐτοῖς | |
Hist.21.43.3 | μηδέν· ὁμοίως δὲ καὶ Ῥωμαίους καὶ τοὺς συμμάχους ἐπ’ Ἀντίοχον καὶ τοὺς ὑπ’ ἐκεῖνον ταττομένους. | |
Hist.21.43.4 | μὴ πολεμῆσαι δὲ Ἀντίοχον τοῖς ἐπὶ ταῖς νήσοις | |
Hist.21.43.5 | μηδὲ τοῖς κατὰ τὴν Εὐρώπην. ἐκχωρείτω δὲ | |
Hist.21.43.6 | πόλεων καὶ χώρας ***. μὴ ἐξαγέτω μηδὲν πλὴν τῶν ὅπλων ὧν φέρουσιν οἱ στρατιῶται· εἰ δέ τι τυγχάνουσιν ἀπενηνεγμένοι, καθιστάτωσαν πάλιν εἰς | |
Hist.21.43.7 | τὰς αὐτὰς πόλεις. μηδ’ ὑποδεχέσθωσαν τοὺς ἐκ τῆς Εὐμένους τοῦ βασιλέως μήτε στρατιώτας μήτ’ ἄλλον | |
Hist.21.43.8 | μηδένα. εἰ δέ τινες ἐξ ὧν ἀπολαμβάνουσιν οἱ Ῥωμαῖοι πόλεων μετὰ δυνάμεώς εἰσιν Ἀντιόχου, τούτους εἰς | |
Hist.21.43.9 | Ἀπάμειαν ἀποκαταστησάτωσαν. τοῖς δὲ Ῥωμαίοις καὶ τοῖς συμμάχοις εἴ τινες εἶεν (ἐκ τῆς Ἀντιόχου βασι‐ λείας), εἶναι τὴν ἐξουσίαν καὶ μένειν, εἰ βούλονται, | |
Hist.21.43.10 | καὶ ἀποτρέχειν. τοὺς δὲ δούλους Ῥωμαίων καὶ τῶν συμμάχων ἀποδότω Ἀντίοχος καὶ οἱ ὑπ’ αὐτὸν ταττό‐ μενοι, καὶ τοὺς ἁλόντας καὶ τοὺς αὐτομολήσαντας, καὶ | |
Hist.21.43.11 | εἴ τινα αἰχμάλωτόν ποθεν εἰλήφασιν. ἀποδότω δὲ Ἀν‐ τίοχος, ἐὰν ᾖ δυνατὸν αὐτῷ, καὶ Ἀννίβαν Ἀμίλκου Καρχηδόνιον καὶ Μνασίλοχον Ἀκαρνᾶνα (καὶ Θόαντα) Αἰτωλόν, (καὶ) Εὐβουλίδαν καὶ Φίλωνα Χαλκιδεῖς, καὶ | |
Hist.21.43.12 | τῶν Αἰτωλῶν ὅσοι κοινὰς εἰλήφασιν ἀρχάς, καὶ τοὺς ἐλέφαντας τοὺς ἐν Ἀπαμείᾳ πάντας, καὶ μηκέτι ἄλλους | |
Hist.21.43.13 | ἐχέτω. ἀποδότω δὲ καὶ τὰς ναῦς τὰς μακρὰς καὶ τὰ ἐκ τούτων ἄρμενα καὶ τὰ σκεύη, καὶ μηκέτι ἐχέτω πλὴν δέκα καταφράκτων· μηδὲ (λέμβον πλείοσι) τριάκοντα κωπῶν ἐχέτω ἐλαυνόμενον, μηδὲ μονήρη πολέμου ἕνε‐ | |
Hist.21.43.14 | κεν, (οὗ) αὐτὸς κατάρχει. μηδὲ πλείτωσαν ἐπὶ τάδε τοῦ Καλυκάδνου (καὶ Σαρπηδονίου) ἀκρωτηρίου, εἰ μὴ | |
Hist.21.43.15 | φόρους ἢ πρέσβεις ἢ ὁμήρους ἄγοιεν. μὴ ἐξέστω δὲ Ἀντιόχῳ μηδὲ ξενολογεῖν ἐκ τῆς ὑπὸ Ῥωμαίους ταττο‐ | |
Hist.21.43.16 | μένης μηδ’ ὑποδέχεσθαι τοὺς φεύγοντας. ὅσαι δὲ οἰκίαι Ῥοδίων ἢ τῶν συμμάχων ἦσαν ἐν τῇ ὑπὸ βασιλέα Ἀντίοχον ταττομένῃ ταύτας εἶναι Ῥοδίων, ὡς καὶ πρὸ | |
Hist.21.43.17 | τοῦ (τὸν πόλεμον) ἐξενεγκεῖν. καὶ εἴ τι χρῆμα ὀφείλετ’ αὐτοῖς, ὁμοίως ἔστω πράξιμον· καὶ εἴ τι ἀπελήφθη ἀπ’ αὐτῶν, ἀναζητηθὲν ἀποδοθήτω. ἀτελῆ δὲ ὁμοίως (ὡς) καὶ πρὸ τοῦ πολέμου τὰ πρὸς τοὺς Ῥοδίους ὑπαρχέτω. | |
Hist.21.43.18 | εἰ δέ τινας τῶν πόλεων, ἃς ἀποδοῦναι δεῖ Ἀντίοχον, ἑτέροις δέδωκεν Ἀντίοχος, ἐξαγέτω καὶ ἐκ τούτων τὰς | |
φρουρὰς καὶ τοὺς ἄνδρας. ἐὰν δέ τινες ὕστερον ἀπο‐ | ||
Hist.21.43.19 | τρέχειν βούλωνται, μὴ προσδεχέσθω. ἀργυρίου δὲ δότω Ἀντίοχος Ἀττικοῦ Ῥωμαίοις ἀρίστου τάλαντα μύρια δισχίλια ἐν ἔτεσι δώδεκα, διδοὺς καθ’ ἕκαστον ἔτος χίλια· μὴ ἔλαττον δ’ ἑλκέτω τὸ τάλαντον λιτρῶν | |
5 | Ῥωμαϊκῶν ὀγδοήκοντα· καὶ μοδίους σίτου πεντηκοντα‐ | |
Hist.21.43.20 | κισμυρίους καὶ τετρακισμυρίους. (δότω δὲ Εὐμένει τῷ βασιλεῖ τάλαντα) τριακόσια πεντήκοντα ἐν ἔτεσι τοῖς πρώτοις πέντε, (ἑβδομήκοντα) κατὰ τὸ ἔτος, τῷ ἐπι‐ βαλλομένῳ * καιρῷ, (ᾧ) καὶ τοῖς Ῥωμαίοις ἀποδίδωσι, | |
Hist.21.43.21 | καὶ τοῦ σίτου, καθὼς ἐτίμησεν ὁ βασιλεὺς Ἀντίοχος, τάλαντα ἑκατὸν εἴκοσιν ἑπτὰ καὶ δραχμὰς χιλίας δια‐ κοσίας ὀκτώ· ἃ συνεχώρησεν Εὐμένης λαβεῖν, γάζαν | |
Hist.21.43.22 | εὐαρεστουμένην ἑαυτῷ. ὁμήρους δὲ (εἴκοσι) διδότω Ἀντίοχος, δι’ ἐτῶν τριῶν ἄλλους ἀνταποστέλλων, μὴ νεωτέρους ἐτῶν ὀκτωκαίδεκα μηδὲ πρεσβυτέρους τεττα‐ | |
Hist.21.43.23 | ράκοντα πέντε. ἐὰν δέ τι διαφωνήσῃ τῶν ἀποδιδομένων | |
Hist.21.43.24 | χρημάτων, τῷ ἐχομένῳ ἔτει ἀποδότωσαν. ἂν δέ τινες τῶν πόλεων ἢ τῶν ἐθνῶν, πρὸς ἃ γέγραπται μὴ πο‐ λεμεῖν Ἀντίοχον, πρότεροι ἐκφέρωσι πόλεμον, ἐξέστω | |
Hist.21.43.25 | πολεμεῖν Ἀντιόχῳ. τῶν δὲ ἐθνῶν καὶ πόλεων τούτων μὴ ἐχέτω τὴν κυρίαν αὐτὸς μηδ’ εἰς φιλίαν προσαγέσθω. | |
Hist.21.43.26 | περὶ δὲ τῶν ἀδικημάτων τῶν πρὸς ἀλλήλους γινομένων | |
Hist.21.43.27 | εἰς κρίσιν προκαλείσθωσαν. ἐὰν δέ τι θέλωσι πρὸς τὰς συνθήκας ἀμφότεροι κοινῷ δόγματι προστεθῆναι ἢ ἀφαιρεθῆναι ἀπ’ αὐτῶν, ἐξέστω. | |
Hist.21.44.1 | Τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις, εὐθέως ὁ στρατηγὸς Κόιντον Μινύκιον Θέρμον καὶ Λεύ‐ κιον τὸν ἀδελφόν, ἄρτι κεκομικότα τὰ χρήματα παρὰ | |
Hist.21.44.2 | τῶν Ὀροανδέων, εἰς Συρίαν ἐξαπέστειλε, συντάξας κομίζεσθαι τοὺς |ὅρκους παρὰ τοῦ βασιλέως καὶ δια‐ | |
Hist.21.44.3 | βεβαιώσασθαι τὰ κατὰ μέρος ὑπὲρ τῶν συνθηκῶν. πρὸς δὲ Κόιντον Φάβιον τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν ἐξέπεμψε γραμματοφόρους, κελεύων πάλιν πλεῖν αὐτὸν εἰς Πάταρα καὶ παραλαβόντα τὰς ὑπαρχούσας αὐτόθι | |
5 | ναῦς διαπρῆσαι. — | |
Hist.21.45.1 | Μάλιος ὁ ἀνθύπατος τριακόσια τάλαντα πραξάμενος παρ’ Ἀριαράθου φίλον αὐτὸν ἐποιήσατο | |
Ῥωμαίων. — | ||
Hist.21.46.1 | Ὅτι κατὰ τὴν Ἀπάμειαν οἵ τε δέκα καὶ Γνάιος ὁ στρατηγὸς τῶν Ῥωμαίων, διακούσαντες πάντων τῶν ἀπηντηκότων, τοῖς μὲν περὶ χώρας ἢ χρημάτων ἤ τινος ἑτέρου διαφερομένοις πόλεις ἀπέδωκαν ὁμολογουμένας | |
5 | ἀμφοτέροις, ἐν αἷς διακριθήσονται περὶ τῶν ἀμφισβη‐ τουμένων· τὴν δὲ περὶ τῶν ὅλων ἐποιήσαντο διάληψιν | |
Hist.21.46.2 | τοιαύτην. ὅσαι μὲν τῶν αὐτονόμων πόλεων πρότερον ὑπετέλουν Ἀντιόχῳ φόρον, τότε δὲ διεφύλαξαν τὴν πρὸς Ῥωμαίους πίστιν, ταύτας μὲν ἀπέλυσαν τῶν φόρων· ὅσαι δ’ Ἀττάλῳ σύνταξιν ἐτέλουν, ταύταις ἐπέταξαν | |
Hist.21.46.3 | τὸν αὐτὸν Εὐμένει διδόναι φόρον. εἰ δέ τινες ἀπο‐ στᾶσαι τῆς Ῥωμαίων φιλίας Ἀντιόχῳ συνεπολέμουν, ταύτας ἐκέλευσαν Εὐμένει διδόναι τοὺς Ἀντιόχῳ δια‐ | |
Hist.21.46.4 | τεταγμένους φόρους. (Κολοφωνίους) δὲ τοὺς τὸ Νότιον οἰκοῦντας καὶ Κυμαίους καὶ Μυλασεῖς ἀφορολογήτους | |
Hist.21.46.5 | ἀφῆκαν, Κλαζομενίοις δὲ καὶ δωρεὰν προσέθηκαν τὴν Δρυμοῦσσαν καλουμένην νῆσον, Μιλησίοις δὲ τὴν ἱερὰν χώραν ἀποκατέστησαν, ἧς διὰ τοὺς πολέμους πρότερον | |
Hist.21.46.6 | ἐξεχώρησαν. Χίους δὲ καὶ Σμυρναίους, ἔτι δ’ Ἐρυ‐ θραίους, ἔν τε τοῖς ἄλλοις προῆγον καὶ χώραν | |
προσένειμαν, ἧς ἕκαστοι κατὰ τὸ παρὸν ἐπεθύμουν καὶ σφίσι καθήκειν ὑπελάμβανον, ἐντρεπόμενοι τὴν εὔνοιαν | ||
5 | καὶ σπουδήν, ἣν παρέσχηντο κατὰ τὸν πόλεμον αὐτοῖς. | |
Hist.21.46.7 | ἀπέδωκαν δὲ καὶ Φωκαιεῦσι τὸ πάτριον πολίτευμα καὶ | |
Hist.21.46.8 | τὴν χώραν, ἣν καὶ πρότερον εἶχον. μετὰ δὲ ταῦτα Ῥοδίοις ἐχρημάτισαν, διδόντες Λυκίαν καὶ Καρίας τὰ | |
Hist.21.46.9 | μέχρι Μαιάνδρου ποταμοῦ πλὴν Τελμεσσοῦ. περὶ δὲ τοῦ βασιλέως Εὐμένους καὶ τῶν ἀδελφῶν ἔν τε ταῖς πρὸς Ἀντίοχον συνθήκαις τὴν ἐνδεχομένην πρόνοιαν ἐποιήσαντο καὶ τότε τῆς μὲν Εὐρώπης αὐτῷ προσέ‐ | |
5 | θηκαν Χερρόνησον καὶ Λυσιμάχειαν καὶ τὰ προσοροῦντα | |
Hist.21.46.10 | τούτοις ἐρύματα καὶ χώραν, ἧς Ἀντίοχος ἐπῆρχεν· τῆς δ’ Ἀσίας Φρυγίαν τὴν ἐφ’ Ἑλλησπόντου, Φρυγίαν τὴν μεγάλην, Μυσούς, οὓς (Προυσίας) πρότερον αὐτοῦ παρεσπάσατο, Λυκαονίαν, Μιλυάδα, Λυδίαν, Τράλλεις, | |
Hist.21.46.11 | Ἔφεσον, Τελμεσσόν. ταύτας μὲν οὖν ἔδωκαν Εὐμένει τὰς δωρεάς· περὶ δὲ τῆς Παμφυλίας, Εὐμένους μὲν εἶναι φάσκοντος αὐτὴν ἐπὶ τάδε τοῦ Ταύρου, τῶν (δὲ) | |
παρ’ Ἀντιόχου πρεσβευτῶν ἐπέκεινα, διαπορήσαντες | ||
Hist.21.46.12 | ἀνέθεντο περὶ τούτων εἰς τὴν σύγκλητον. σχεδὸν δὲ τῶν ἀναγκαιοτάτων καὶ πλείστων αὐτοῖς διῳκημένων, ἀναζεύξαντες προῆγον ἐφ’ Ἑλλήσποντον, βουλόμενοι κατὰ τὴν πάροδον ἔτι τὰ πρὸς τοὺς Γαλάτας ἀσφαλί‐ | |
5 | σασθαι. — | |
Hist.21.47.1 | (Ὅ)τι τῶν Ῥωμαίων κατὰ τὴν ἐπάνοδον παρὰ τῶν Θρᾳκῶν πολλὰ δεινὰ .................. | ναρ.. Ῥωμαίων στρατιω............................ | .. .... οὐκ ἂν φήσειε κα.......................... | |
5 | .. | εὐμαρὲς φυ̣λα...δι ....................... ....... | ἂν περὶ τὰς ἰδίας ................... βαιν... .............. | .. εστιν ..... ν .....ησα̣μενου̣ς ... ...ν................ | .εναιρομ..ν..ς πράξεις ... | |
................. | | ||
Hist.22t1 | FRAGMENTA LIBRI XXII. | |
Hist.22.1t | A. OLYMP. 147, 4. RES GRAECIAE. | |
Hist.22.1.1 | Ὅτι κατὰ τὴν ὀγδόην καὶ μʹ ὀλυμπιάδα πρὸς ταῖς ρʹ πρεσβειῶν παρουσίαι ἐγένοντο πρὸς Ῥωμαίους παρὰ Φιλίππου καὶ παρὰ τῶν· προσορούντων τῇ Μακεδονίᾳ. τὰ δόξαντα τῇ συγκλήτῳ περὶ τῶν πρέσβεων. | |
Hist.22.1.2 | Ὅτι κατὰ τὴν Ἑλλάδα Φιλίππου διαφορὰ πρὸς Θετταλοὺς καὶ Περραιβοὺς περὶ τῶν πόλεων ὧν κατεῖχε Φίλιππος ἐκ τῶν | |
Hist.22.1.3 | Ἀντιοχικῶν καιρῶν τῆς Θετταλίας καὶ Περραιβίας. ἡ γενομένη δικαιολογία περὶ τούτων ἐπὶ Κοΐντου Καικιλίου περὶ τὰ Τέμπη. τὰ κριθέντα διὰ (τῶν περὶ) τὸν Καικίλιον. | |
Hist.22.1.4 | Κρίσις ἄλλη περὶ τῶν ἐπὶ Θρᾴκης πόλεων Φιλίππῳ πρὸς | |
τοὺς παρ’ Εὐμένους πρεσβευτὰς καὶ τοὺς ἐκ Μαρωνείας φυγάδας, καὶ τὰ ῥηθέντα περὶ τούτων ἐν Θετταλονίκῃ καὶ τὰ δόξαντα τοῖς περὶ τὸν Καικίλιον. | ||
Hist.22.1.5 | Ἡ γενομένη σφαγὴ διὰ Φιλίππου τοῦ βασιλέως ἐν Μαρω‐ νείᾳ. παρουσία πρεσβευτῶν ἐκ Ῥώμης καὶ τὰ προσταχθέντα διὰ τούτων. αἰτίαι δι’ ἃς ἐγένετο Ῥωμαίοις πρὸς Περσέα πόλεμος. | |
Hist.22.1.6 | Κατὰ τὴν Πελοπόννησον πρεσβευτῶν παρουσία παρά τε Πτολεμαίου τοῦ βασιλέως καὶ παρὰ Εὐμένους καὶ παρὰ | |
Hist.22.1.7 | Σελεύκου. καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ὑπέρ τε τῆς πρὸς Πτολεμαῖον συμμαχίας καὶ τῶν δωρεῶν τῶν προτεινομένων | |
Hist.22.1.8 | αὐτοῖς ὑπὸ τῶν προειρημένων βασιλέων. παρουσία Κοίντου Καικιλίου καὶ μέμψις ὑπὲρ τῶν (κατὰ) Λακεδαίμονα διῳ‐ κημένων. | |
Hist.22.1.9 | Ὡς Ἀρεὺς καὶ Ἀλκιβιάδης ὄντες τῶν ἀρχαίων φυγάδων ἐκ Λακεδαίμονος ἐπρέσβευσαν εἰς τὴν Ῥώμην καὶ κατηγορίαν ἐποιήσαντο Φιλοποίμενος καὶ τῶν Ἀχαιῶν. Quae ex Polybii libro XXII. excerpenda et titulo Constan‐ | |
5 | tiniano περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς sint inserenda. | |
Hist.22.2.1 | Ὅτι κατὰ τὴν ὀγδόην καὶ μʹ ὀλυμπιάδα πρὸς ταῖς ρʹ παρουσία ἐγένετο πρεσβευτῶν Ῥωμαίων εἰς Κλείτορα καὶ σύνοδος τῶν Ἀχαιῶν. καὶ οἱ ῥηθέντες ὑπὸ ἀμφοτέρων λόγοι περὶ τῶν κατὰ Λακεδαίμονα πραγμάτων καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς. | |
5 | ταῦτα κεφαλαιωδῶς. | |
Hist.22.3.1 | Ὅτι μετὰ τὴν ἐν τῷ Κομπασίῳ τῶν ἀνθρώπων ἐπαναίρεσιν δυσαρεστήσαντές τινες τῶν ἐν τῇ Λα‐ κεδαίμονι τοῖς γεγονόσι καὶ νομίσαντες ὑπὸ τοῦ Φι‐ λοποίμενος ἅμα τὴν δύναμιν καὶ τὴν προστασίαν κατα‐ | |
5 | λελύσθαι τὴν Λακεδαιμονίων, ἐλθόντες εἰς Ῥώμην κατηγορίαν ἐποιήσαντο τῶν διῳκημένων καὶ τοῦ Φι‐ | |
Hist.22.3.2 | λοποίμενος. καὶ τέλος ἐξεπορίσαντο γράμματα πρὸς τοὺς Ἀχαιοὺς παρὰ Μάρκου Λεπέδου τοῦ μετὰ ταῦτα γενηθέντος ἀρχιερέως, τότε δὲ τὴν ὕπατον ἀρχὴν | |
Hist.22.3.3 | εἰληφότος· ὃς ἔγραφε τοῖς Ἀχαιοῖς, φάσκων οὐκ ὀρθῶς αὐτοὺς κεχειρικέναι τὰ κατὰ τοὺς Λακεδαιμονίους. | |
Hist.22.3.4 | ὧν πρεσβευόντων, εὐθέως ὁ Φιλοποίμην πρεσβευτὰς καταστήσας τοὺς περὶ Νικόδημον τὸν Ἠλεῖον ἐξέπεμψεν εἰς τὴν Ῥώμην. | |
Hist.22.3.5 | Κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκε καὶ παρὰ Πτο‐ λεμαίου πρεσβευτὴς Δημήτριος Ἀθηναῖος, ἀνανεωσό‐ μενος τὴν προϋπάρχουσαν συμμαχίαν τῷ βασιλεῖ πρὸς | |
Hist.22.3.6 | τὸ ἔθνος τῶν Ἀχαιῶν. (ὧν) προθύμως ἀναδεξαμένων τὴν ἀνανέωσιν, κατεστάθησαν πρεσβευταὶ πρὸς Πτο‐ λεμαῖον Λυκόρτας ὁ παρ’ ἡμῶν πατὴρ καὶ Θεοδωρίδας καὶ Ῥωσιτέλης Σικυώνιοι χάριν τοῦ δοῦναι τοὺς ὅρ‐ | |
5 | κους ὑπὲρ τῶν Ἀχαιῶν καὶ λαβεῖν παρὰ τοῦ βασιλέως. | |
Hist.22.3.7 | ἐγενήθη δέ τι κατὰ τὸν καιρὸν τοῦτον πάρεργον μὲν ἴσως, ἄξιον δὲ μνήμης. μετὰ γὰρ τὸ συντελεσθῆναι τὴν ἀνανέωσιν τῆς συμμαχίας, ὑπὲρ τῶν Ἀχαιῶν ὑπε‐ | |
Hist.22.3.8 | δέξατο τὸν πρεσβευτὴν ὁ Φιλοποίμην· γενομένης δὲ παρὰ τὴν συνουσίαν μνήμης τοῦ βασιλέως, ἐπιβαλὼν ὁ πρεσβευτὴς πολλούς τινας διετίθετο λόγους ἐγκω‐ μιάζων τὸν Πτολεμαῖον καί τινας ἀποδείξεις προ‐ | |
5 | εφέρετο τῆς τε περὶ τὰς κυνηγίας εὐχερείας καὶ τόλ‐ μης, ἑξῆς τε (τῆς) περὶ τοὺς ἵππους καὶ τὰ ὅπλα | |
Hist.22.3.9 | δυνάμεως καὶ τῆς ἐν τούτοις ἀσκήσεως. τελευταίῳ δ’ ἐχρήσατο μαρτυρίῳ πρὸς πίστιν τῶν εἰρημένων· ἔφη γὰρ αὐτὸν κυνηγετοῦντα ταῦρον βαλεῖν ἀφ’ ἵππου | |
μεσαγκύλῳ. — | ||
Hist.22.4.1 | Ὅτι κατὰ τὴν Βοιωτίαν μετὰ τὸ συντελεσθῆναι τὰς πρὸς Ἀντίοχον Ῥωμαίοις συνθήκας ἀποκοπεισῶν τῶν ἐλπίδων πᾶσι τοῖς καινοτομεῖν ἐπιβαλλομένοις, | |
Hist.22.4.2 | ἄλλην ἀρχὴν καὶ διάθεσιν ἐλάμβανον αἱ πολιτεῖαι. διὸ καὶ τῆς δικαιοδοσίας ἑλκομένης παρ’ αὐτοῖς σχεδὸν ἐξ εἴκοσι καὶ πέντ’ ἐτῶν, τότε λόγοι διεδίδοντο κατὰ τὰς πόλεις, φασκόντων τινῶν διότι δεῖ γίνεσθαι διέξοδον | |
Hist.22.4.3 | καὶ συντέλειαν τῶν πρὸς ἀλλήλους. πολλῆς δὲ περὶ τούτων ἀμφισβητήσεως ὑπαρχούσης διὰ τὸ πλείους εἶναι τοὺς καχέκτας τῶν εὐπόρων, ἐγίνετό τι συν‐ έργημα τοῖς τὰ βέλτισθ’ αἱρουμένοις ἐκ ταὐτομάτου | |
Hist.22.4.4 | τοιοῦτον. ὁ γὰρ Τίτος ἐν τῇ Ῥώμῃ πάλαι μὲν ἐσπού‐ δαζε περὶ τοῦ καταπορευθῆναι τὸν Ζεύξιππον εἰς τὴν Βοιωτίαν, ἅτε κεχρημένος αὐτῷ συνεργῷ πρὸς πολλὰ | |
Hist.22.4.5 | κατὰ τοὺς Ἀντιοχικοὺς καὶ Φιλιππικοὺς καιρούς. κατὰ δὲ τοὺς τότε χρόνους ἐξείργαστο γράψαι τὴν σύγκλητον τοῖς Βοιωτοῖς διότι δεῖ κατάγειν Ζεύξιππον | |
Hist.22.4.6 | καὶ τοὺς ἅμ’ αὐτῷ φυγόντας εἰς τὴν οἰκείαν. ὧν προσπεσόντων, δείσαντες οἱ Βοιωτοὶ μὴ κατελθόντων τῶν προειρημένων ἀποσπασθῶσιν ἀπὸ τῆς Μακεδόνων εὐνοίας, βουλόμενοι κατακηρυχθῆναι τὰς κρίσεις τὰς | |
5 | κατὰ τῶν περὶ τὸν Ζεύξιππον, ἃς ἦσαν πρότερον | |
Hist.22.4.7 | αὐτοῖς ἐπιγεγραμμένοι, *** καὶ τούτῳ τῷ τρόπῳ τῶν δικῶν μίαν μὲν αὐτῶν κατεδίκασαν ἱεροσυλίας, διότι λεπίσαιεν τὴν τοῦ Διὸς τράπεζαν ἀργυρᾶν οὖσαν, μίαν | |
Hist.22.4.8 | δὲ θανάτου διὰ τὸν Βραχύλλου φόνον. ταῦτα δὲ διοι‐ κήσαντες οὐκέτι προσεῖχον τοῖς γραφομένοις, ἀλλ’ ἔπεμ‐ πον πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς περὶ Καλλίκριτον, φάσκοντες οὐ δύνασθαι τὰ κατὰ τοὺς νόμους ᾠκονο‐ | |
Hist.22.4.9 | μημένα παρ’ αὑτοῖς ἄκυρα ποιεῖν. ἐν δὲ τοῖς καιροῖς τούτοις πρεσβεύσαντος αὐτοῦ τοῦ Ζευξίππου πρὸς τὴν σύγκλητον, οἱ Ῥωμαῖοι τὴν τῶν Βοιωτῶν προαίρεσιν ἔγραψαν πρός τε τοὺς Αἰτωλοὺς καὶ πρὸς Ἀχαιούς, | |
Hist.22.4.10 | κελεύοντες κατάγειν Ζεύξιππον εἰς τὴν οἰκείαν. οἱ δ’ Ἀχαιοὶ τοῦ μὲν (διὰ) στρατοπέδων ποιεῖσθαι τὴν ἔφοδον ἀπέσχον, πρεσβευτὰς δὲ προεχειρίσαντο πέμπειν τοὺς παρακαλέσοντας τοὺς Βοιωτοὺς τοῖς λεγομένοις | |
5 | ὑπὸ τῶν Ῥωμαίων πειθαρχεῖν καὶ τὴν δικαιοδοσίαν, καθάπερ καὶ τὴν ἐν αὐτοῖς, οὕτω καὶ τὴν πρὸς αὐ‐ | |
Hist.22.4.11 | τοὺς ἐπὶ τέλος ἀγαγεῖν. συνέβαινε γὰρ καὶ τὰ πρὸς τούτους συναλλάγματα παρέλκεσθαι πολὺν ἤδη χρόνον. | |
Hist.22.4.12 | ὧν διακούσαντες οἱ Βοιωτοί, στρατηγοῦντος Ἱπ‐ πίου παρ’ αὐτοῖς, παραχρῆμα μὲν ὑπέσχοντο ποιήσειν τὰ παρακαλούμενα, μετ’ ὀλίγον δὲ πάντων ὠλιγώρησαν. | |
Hist.22.4.13 | διόπερ ὁ Φιλοποίμην, Ἱππίου μὲν ἀποτεθειμένου τὴν ἀρχήν, Ἀλκέτου δὲ παρειληφότος, ἀπέδωκε τοῖς αἰτου‐ | |
Hist.22.4.14 | μένοις τὰ ῥύσια κατὰ τῶν Βοιωτῶν. ἐξ ὧν ἐγίνετο καταρχὴ διαφορᾶς τοῖς ἔθνεσιν οὐκ εὐκαταφρόνητος. | |
Hist.22.4.15 | παραυτίκα γὰρ ἔλαχε *** τῶν Μυρρίχου θρεμμάτων καὶ τοῦ Σίμωνος· καὶ περὶ ταῦτα γενομένης συμπλοκῆς, οὐκέτι πολιτικῆς διαφορᾶς, ἀλλὰ πολεμικῆς ἔχθρας | |
Hist.22.4.16 | ἐγένετο καταρχὴ καὶ προοίμιον. εἰ μὲν οὖν (ἡ) σύγ‐ κλητος προσέθηκε τἀκόλουθον περὶ τῆς καθόδου τῶν περὶ τὸν Ζεύξιππον, ταχέως ἂν ἐξεκαύθη πόλεμος· | |
Hist.22.4.17 | νῦν δ’ ἐκείνη τε παρεσιώπησεν, οἵ τε Μεγαρεῖς ἐπέ‐ σχον τὰ ῥύσια, διαπρεσβευσαμένων *** τοῖς συναλλάγ‐ μασιν. — | |
Hist.22.5.1 | Ὅτι ἐγένετο Λυκίοις διαφορὰ πρὸς Ῥοδίους διὰ | |
Hist.22.5.2 | τοιαύτας αἰτίας. καθ’ οὓς καιροὺς οἱ δέκα διῴκουν τὰ περὶ τὴν Ἀσίαν, τότε παρεγενήθησαν πρέσβεις, παρὰ μὲν Ῥοδίων Θεαίδητος καὶ Φιλόφρων, ἀξιοῦντες αὑτοῖς | |
δοθῆναι τὰ κατὰ Λυκίαν καὶ Καρίαν χάριν τῆς εὐνοίας | ||
5 | καὶ προθυμίας, ἣν παρέσχηνται σφίσι κατὰ τὸν Ἀντι‐ | |
Hist.22.5.3 | οχικὸν πόλεμον· παρὰ δὲ τῶν Ἰλιέων ἧκον Ἵππαρχος καὶ Σάτυρος, ἀξιοῦντες διὰ τὴν πρὸς αὑτοὺς οἰκειό‐ τητα συγγνώμην δοθῆναι Λυκίοις τῶν ἡμαρτημένων. | |
Hist.22.5.4 | ὧν οἱ δέκα διακούσαντες ἐπειράθησαν ἑκατέρων στοχά‐ σασθαι κατὰ τὸ δυνατόν. διὰ μὲν γὰρ τοὺς Ἰλιεῖς οὐθὲν ἐβουλεύσαντο περὶ αὐτῶν ἀνήκεστον, τοῖς δὲ Ῥοδίοις χαριζόμενοι προσένειμαν ἐν δωρεᾷ τοὺς Λυ‐ | |
Hist.22.5.5 | κίους. ἐκ ταύτης τῆς διαλήψεως ἐγενήθη στάσις καὶ διαφορὰ τοῖς Λυκίοις πρὸς αὐτοὺς τοὺς Ῥοδίους οὐκ | |
Hist.22.5.6 | εὐκαταφρόνητος. οἱ μὲν γὰρ Ἰλιεῖς ἐπιπορευόμενοι τὰς πόλεις αὐτῶν ἀπήγγελλον ὅτι παρῄτηνται τὴν ὀργὴν τῶν Ῥωμαίων καὶ παραίτιοι γεγόνασιν αὐτοῖς τῆς | |
Hist.22.5.7 | ἐλευθερίας· οἱ δὲ περὶ τὸν Θεαίδητον ἐποιήσαντο τὴν ἀγγελίαν ἐν τῇ πατρίδι, φάσκοντες Λυκίαν καὶ Καρίας (τὰ) μέχρι τοῦ Μαιάνδρου δεδόσθαι Ῥοδίοις ὑπὸ Ῥω‐ | |
Hist.22.5.8 | μαίων ἐν δωρεᾷ. λοιπὸν οἱ μὲν Λύκιοι πρεσβεύοντες ἧκον εἰς τὴν Ῥόδον ὑπὲρ συμμαχίας, οἱ δὲ Ῥόδιοι προ‐ χειρισάμενοί τινας τῶν πολιτῶν ἐξαπέστελλον τοὺς δια‐ τάξοντας ταῖς κατὰ Λυκίαν καὶ Καρίαν πόλεσιν ὡς | |
Hist.22.5.9 | ἕκαστα δεῖ γενέσθαι. μεγάλης δ’ οὔσης τῆς παραλ‐ | |
λαγῆς περὶ τὰς ἑκατέρων ὑπολήψεις, ἕως μέν τινος οὐ πᾶσιν ἔκδηλος ἦν ἡ διαφορὰ τῶν προειρημένων· | ||
Hist.22.5.10 | ὡς δ’ εἰσελθόντες εἰς τὴν ἐκκλησίαν οἱ Λύκιοι διελέ‐ γοντο περὶ συμμαχίας, καὶ μετὰ τούτους Ποθίων ὁ πρύτανις τῶν Ῥοδίων ἀναστὰς ἐφώτισε τὴν ἑκατέρων αἵρεσιν καὶ προσεπετίμησε τοῖς Λυκίοις *** πᾶν γὰρ | |
5 | ὑπομένειν ἔφασαν μᾶλλον ἢ ποιήσειν Ῥοδίοις τὸ προσ‐ ταττόμενον. | |
Hist.22.6t | B. OLYMP. 148, 1. I. RES ITALIAE. | |
Hist.22.6.1 | Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἧκον εἰς τὴν Ῥώμην παρά τε τοῦ βασιλέως Εὐμένους πρεσβευ‐ ταὶ διασαφοῦντες τὸν ἐξιδιασμὸν τοῦ Φιλίππου τῶν | |
Hist.22.6.2 | ἐπὶ Θρᾴκης πόλεων, καὶ παρὰ Μαρωνειτῶν οἱ φυ‐ γάδες κατηγοροῦντες καὶ τὴν αἰτίαν ἀναφέροντες τῆς | |
Hist.22.6.3 | αὑτῶν ἐκπτώσεως ἐπὶ τὸν Φίλιππον, ἅμα δὲ τούτοις Ἀθαμᾶνες, Περραιβοί, Θετταλοί, φάσκοντες κομί‐ | |
ζεσθαι δεῖν αὑτοὺς τὰς πόλεις, ἃς παρείλετο Φίλιππος | ||
Hist.22.6.4 | αὐτῶν κατὰ τὸν Ἀντιοχικὸν πόλεμον. ἧκον δὲ καὶ παρὰ τοῦ Φιλίππου πρέσβεις πρὸς ἅπαντας τοὺς κατη‐ | |
Hist.22.6.5 | γορήσαντας ἀπολογησόμενοι. γενομένων δὲ πλειόνων λόγων πᾶσι τοῖς προειρημένοις πρὸς τοὺς παρὰ τοῦ Φιλίππου πρεσβευτάς, ἔδοξε τῇ συγκλήτῳ παραυτίκα καταστῆσαι πρεσβείαν τὴν ἐπισκεψομένην τὰ κατὰ τὸν | |
5 | Φίλιππον καὶ παρέξουσαν ἀσφάλειαν τοῖς βουλομένοις κατὰ πρόσωπον λέγειν τὸ φαινόμενον καὶ κατηγορεῖν | |
Hist.22.6.6 | τοῦ βασιλέως. καὶ κατεστάθησαν οἱ περὶ τὸν Κόιντον Καικίλιον καὶ Μάρκον Βαίβιον καὶ Τεβέριον Κλαύ‐ διον. — | |
Hist.22.6.7 | Συνέβαινε τοὺς Αἰνίους πάλαι μὲν στασιάζειν, προσφάτως δ’ ἀπονεύειν τοὺς μὲν πρὸς Εὐμένη, τοὺς δὲ πρὸς Μακεδονίαν. | |
Hist.22.7t | II. RES GRAECIAE. | |
Hist.22.7.1 | Ὅτι κατὰ τὴν Πελοπόννησον ὡς μέν, ἔτι Φιλο‐ ποίμενος στρατηγοῦντος, εἴς τε τὴν Ῥώμην ἐξαπέ‐ στειλε πρεσβευτὰς τὸ τῶν Ἀχαιῶν ἔθνος ὑπὲρ τῆς Λακε‐ | |
δαιμονίων πόλεως πρός τε τὸν βασιλέα Πτολεμαῖον τοὺς | ||
5 | ἀνανεωσομένους τὴν προϋπάρχουσαν αὐτῷ συμμαχίαν, | |
Hist.22.7.2 | ἐδηλώσαμεν, φησὶν ὁ Πολύβιος. κατὰ δὲ τὸν ἐνεστῶτα χρόνον, Ἀρισταίνου στρατηγοῦντος, οἵ τε παρὰ Πτολε‐ μαίου τοῦ βασιλέως (πρέσβεις ἧκον), ἐν Μεγάλῃ πόλει | |
Hist.22.7.3 | τῆς συνόδου τῶν Ἀχαιῶν ὑπαρχούσης· ἐξαπεστάλκει δὲ (καὶ πρὸς τούτοις) ὁ βασιλεὺς Εὐμένης πρεσβευτάς, ἐπαγγελλόμενος ἑκατὸν καὶ εἴκοσι τάλαντα δώσειν τοῖς Ἀχαιοῖς, ἐφ’ ᾧ, δανειζομένων τούτων, ἐκ τῶν τό‐ | |
5 | κων μισθοδοτεῖσθαι τὴν βουλὴν τῶν Ἀχαιῶν ἐπὶ ταῖς | |
Hist.22.7.4 | κοιναῖς συνόδοις. ἧκον δὲ καὶ παρὰ Σελεύκου τοῦ βασιλέως πρεσβευταί, τήν τε φιλίαν ἀνανεωσόμενοι καὶ δεκαναΐαν μακρῶν πλοίων ἐπαγγελλόμενοι δώσειν | |
Hist.22.7.5 | τοῖς Ἀχαιοῖς. ἐχούσης δὲ τῆς συνόδου πραγματικῶς, πρῶτοι παρῆλθον οἱ περὶ Νικόδημον τὸν Ἠλεῖον καὶ τούς τε ῥηθέντας ἐν τῇ συγκλήτῳ λόγους ὑφ’ αὑ‐ τῶν ὑπὲρ τῆς τῶν Λακεδαιμονίων πόλεως διῆλθον | |
Hist.22.7.6 | τοῖς Ἀχαιοῖς καὶ τὰς ἀποκρίσεις ἀνέγνωσαν, ἐξ ὧν ἦν λαμβάνειν ἐκδοχὴν ὅτι δυσαρεστοῦνται μὲν καὶ τῇ τῶν | |
τειχῶν συντελέσει* καὶ τῇ καταλύσει *** τῶν ἐν τῷ Κομπασίῳ διαφθαρέντων, οὐ μὴν ἄκυρόν τι ποιεῖν. | ||
Hist.22.7.7 | οὐθενὸς δ’ οὔτ’ ἀντειπόντος οὔτε συνηγορήσαντος, οὕτω πως παρεπέμφθη. | |
Hist.22.7.8 | Μετὰ δὲ τούτους εἰσῆλθον οἱ παρ’ Εὐμένους πρέ‐ σβεις καὶ τήν τε συμμαχίαν τὴν πατρικὴν ἀνενεώσαντο καὶ τὴν ὑπὲρ τῶν χρημάτων ἐπαγγελίαν διεσάφησαν | |
Hist.22.7.9 | τοῖς πολλοῖς. καὶ πλείω δὲ πρὸς ταύτας (τὰς) ὑπο‐ θέσεις διαλεχθέντες καὶ μεγάλην εὔνοιαν καὶ φιλαν‐ θρωπίαν τοῦ βασιλέως ἐμφήναντες πρὸς τὸ ἔθνος, | |
Hist.22.8.1 | κατέπαυσαν τὸν λόγον. μεθ’ οὓς Ἀπολλωνίδας ὁ Σικυώνιος ἀναστὰς κατὰ μὲν τὸ πλῆθος τῶν διδο‐ μένων χρημάτων ἀξίαν ἔφη τὴν δωρεὰν τῶν Ἀχαιῶν, | |
Hist.22.8.2 | κατὰ δὲ τὴν προαίρεσιν τοῦ διδόντος καὶ τὴν χρείαν, εἰς ἣν δίδοται, πασῶν αἰσχίστην καὶ παρανομωτάτην. | |
Hist.22.8.3 | τῶν γὰρ νόμων κωλυόντων μηθένα μήτε (τῶν) ἰδιω‐ τῶν μήτε τῶν ἀρχόντων παρὰ βασιλέως δῶρα λαμβά‐ νειν κατὰ μηδ’ ὁποίαν πρόφασιν, πάντας ἅμα δωρο‐ δοκεῖσθαι προφανῶς, προσδεξαμένους τὰ χρήματα, πάν‐ | |
5 | των εἶναι παρανομώτατον, πρὸς δὲ τούτοις αἴσχιστον | |
Hist.22.8.4 | ὁμολογουμένως. τὸ γὰρ ὀψωνιάζεσθαι τὴν βουλὴν ὑπ’ Εὐμένους καθ’ ἕκαστον ἔτος καὶ βουλεύεσθαι περὶ τῶν κοινῶν καταπεπωκότας οἱονεὶ δέλεαρ, πρόδηλον | |
Hist.22.8.5 | ἔχειν τὴν αἰσχύνην καὶ τὴν βλάβην. νῦν μὲν γὰρ Εὐ‐ μένη διδόναι χρήματα, μετὰ δὲ ταῦτα Προυσίαν δώ‐ | |
Hist.22.8.6 | σειν, καὶ πάλιν Σέλευκον. τῶν δὲ πραγμάτων ἐναν‐ τίαν φύσιν ἐχόντων τοῖς βασιλεῦσι καὶ ταῖς δημοκρα‐ τίαις, καὶ τῶν πλείστων καὶ μεγίστων διαβουλίων αἰεὶ γινομένων (περὶ τῶν) πρὸς τοὺς βασιλεῖς ἡμῖν δια‐ | |
Hist.22.8.7 | φερόντων, φανερῶς ἀνάγκη δυεῖν θάτερον ἢ τὸ τῶν βασιλέων λυσιτελὲς ἐπίπροσθεν γίνεσθαι τοῦ (κατ’) ἰδίαν συμφέροντος ἢ τούτου μὴ συμβαίνοντος ἀχαρί‐ στους φαίνεσθαι πᾶσιν, ἀντιπράττοντας τοῖς αὑτῶν | |
Hist.22.8.8 | μισθοδόταις. διὸ μὴ μόνον ἀπείπασθαι παρεκάλει τοὺς Ἀχαιούς, ἀλλὰ καὶ μισεῖν τὸν Εὐμένη διὰ τὴν ἐπίνοιαν τῆς δόσεως. | |
Hist.22.8.9 | Μετὰ δὲ τοῦτον ἀναστὰς Κάσσανδρος Αἰγινήτης ἀνέμνησε τοὺς Ἀχαιοὺς τῆς Αἰγινητῶν ἀκληρίας, ᾗ περιέπεσον διὰ τὸ μετὰ τῶν Ἀχαιῶν συμπολιτεύεσθαι, ὅτε Πόπλιος Σολπίκιος ἐπιπλεύσας τῷ στόλῳ πάντας | |
Hist.22.8.10 | ἐξηνδραποδίσατο τοὺς ταλαιπώρους Αἰγινήτας· ὑπὲρ ὧν διεσαφήσαμεν, τίνα τρόπον Αἰτωλοί, κύριοι γενό‐ μενοι τῆς πόλεως κατὰ τὰς πρὸς Ῥωμαίους συνθήκας, | |
Ἀττάλῳ παραδοῖεν, τριάκοντα τάλαντα παρ’ αὐτοῦ λα‐ | ||
Hist.22.8.11 | βόντες. ταῦτ’ οὖν τιθεὶς τοῖς Ἀχαιοῖς πρὸ ὀφθαλμῶν ἠξίου τὸν Εὐμένη μὴ διάφορα προτείνοντα θηρεύειν τὴν τῶν Ἀχαιῶν εὔνοιαν, ἀλλὰ τὴν πόλιν ἀποδιδόντα τυγχάνειν πάντων τῶν φιλανθρώπων ἀναντιρρήτως. | |
Hist.22.8.12 | τοὺς δ’ Ἀχαιοὺς παρεκάλει μὴ δέχεσθαι τοιαύτας δω‐ ρεάς, δι’ ὧν φανήσονται καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀφαιρούμενοι τῆς Αἰγινητῶν σωτηρίας. | |
Hist.22.8.13 | Τοιούτων δὲ γενομένων λόγων, ἐπὶ τοσοῦτον παρ‐ έστη τὸ πλῆθος ὥστε μὴ τολμῆσαι μηθένα συνειπεῖν τῷ βασιλεῖ, πάντας δὲ μετὰ κραυγῆς ἐκβαλεῖν τὴν προ‐ τεινομένην δωρεάν, καίτοι δοκούσης αὐτῆς ἔχειν | |
5 | τι δυσαντοφθάλμητον διὰ τὸ πλῆθος τῶν προτεινο‐ μένων χρημάτων. | |
Hist.22.9.1 | Ἐπὶ δὲ τοῖς προειρημένοις εἰσήχθη τὸ περὶ | |
Hist.22.9.2 | Πτολεμαίου διαβούλιον· ἐν ᾧ προκληθέντων τῶν ἀποσταλέντων πρεσβευτῶν ὑπὸ τῶν Ἀχαιῶν πρὸς Πτο‐ λεμαῖον, προελθὼν Λυκόρτας μετὰ τῶν πρεσβευτῶν ἀπελογίσατο πρῶτον μὲν τίνα τρόπον καὶ δοῖεν καὶ | |
Hist.22.9.3 | λάβοιεν τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας, εἶτα (δι)ότι κομίζοιεν δωρεὰν κοινῇ τοῖς Ἀχαιοῖς ἑξακισχίλια μὲν ὅπλα χαλκᾶ πελταστικά, διακόσια δὲ τάλαντα νομί‐ | |
Hist.22.9.4 | σματος ἐπισήμου χαλκοῦ· πρὸς δὲ τούτοις ἐπῄνεσε τὸν βασιλέα καὶ βραχέα περὶ τῆς εὐνοίας αὐτοῦ καὶ προ‐ θυμίας τῆς εἰς τὸ ἔθνος εἰπὼν κατέστρεψε τὸν λόγον. | |
Hist.22.9.5 | ἐφ’ οἷς ἀναστὰς ὁ τῶν Ἀχαιῶν στρατηγὸς Ἀρίσταινος ἤρετο τόν τε παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴν καὶ τοὺς ἐξαπεσταλμένους ὑπὸ τῶν Ἀχαιῶν ἐπὶ τὴν ἀνα‐ | |
Hist.22.9.6 | νέωσιν, ποίαν ἧκε συμμαχίαν ἀνανεωσάμενος. οὐδενὸς δ’ ἀποκρινομένου, πάντων δὲ διαλαλούντων πρὸς ἀλ‐ | |
Hist.22.9.7 | λήλους, πλῆρες ἦν τὸ βουλευτήριον ἀπορίας. ἦν δὲ τὸ ποιοῦν τὴν ἀλογίαν τοιοῦτον. οὐσῶν καὶ πλειόνων συμμαχιῶν τοῖς Ἀχαιοῖς πρὸς τὴν Πτολεμαίου βασι‐ λείαν, καὶ τούτων ἐχουσῶν μεγάλας διαφορὰς κατὰ | |
Hist.22.9.8 | τὰς τῶν καιρῶν περιστάσεις, οὔθ’ ὁ παρὰ τοῦ Πτολε‐ μαίου πρεσβευτὴς οὐδεμίαν ἐποιήσατο διαστολήν, ὅτ’ ἀνενεοῦτο, καθολικῶς δὲ περὶ τοῦ πράγματος ἐλάλησεν, | |
Hist.22.9.9 | οὔθ’ οἱ πεμφθέντες πρέσβεις, ἀλλ’ ὡς μιᾶς ὑπαρχούσης αὐτοί τε τοὺς ὅρκους ἔδοσαν καὶ παρὰ τοῦ βασιλέως | |
Hist.22.9.10 | ἔλαβον. ὅθεν προφερομένου τοῦ στρατηγοῦ πάσας τὰς συμμαχίας καὶ κατὰ μέρος ἐν ἑκάστῃ διαστελλομένου, μεγάλης οὔσης διαφορᾶς, ἐζήτει τὸ πλῆθος εἰδέναι | |
Hist.22.9.11 | ποίαν ἀνανεοῖτο συμμαχίαν. οὐ δυναμένου δὲ λόγον ὑποσχεῖν οὔτε τοῦ Φιλοποίμενος, ὃς ἐποιήσατο στρατηγῶν τὴν ἀνανέωσιν, οὔτε τῶν περὶ τὸν Λυκόρταν | |
Hist.22.9.12 | τῶν πρεσβευσάντων εἰς τὴν Ἀλεξάνδρειαν, οὗτοι μὲν | |
ἐσχεδιακότες ἐφαίνοντο τοῖς κοινοῖς πράγμασιν, ὁ δ’ Ἀρίσταινος μεγάλην ἐφείλκετο φαντασίαν ὡς μόνος εἰδὼς τί λέγει, καὶ τέλος οὐκ εἴασε κυρωθῆναι τὸ δια‐ | ||
5 | βούλιον, ἀλλ’ εἰς ὑπέρθεσιν ἤγαγε (διὰ) τὴν προειρη‐ | |
Hist.22.9.13 | μένην ἀλογίαν. τῶν δὲ παρὰ τοῦ Σελεύκου πρέσβεων εἰσελθόντων, ἔδοξε τοῖς Ἀχαιοῖς τὴν μὲν φιλίαν ἀνα‐ νεώσασθαι (πρὸς) τὸν Σέλευκον, τὴν δὲ τῶν πλοίων | |
Hist.22.9.14 | δωρεὰν κατὰ τὸ παρὸν ἀπείπασθαι. καὶ τότε μὲν περὶ τούτων βουλευσάμενοι διέλυσαν εἰς τὰς ἰδίας ἕκαστοι πόλεις. | |
Hist.22.10.1 | Μετὰ δὲ ταῦτα, τῆς πανηγύρεως ἀκμαζού‐ σης, ἦλθε Κόιντος Καικίλιος ἐκ Μακεδονίας, ἀνακάμπτων ἀπὸ τῆς πρεσβείας ἧς ἐπρέσβευσε πρὸς | |
Hist.22.10.2 | Φίλιππον. καὶ συναγαγόντος Ἀρισταίνου τοῦ στρα‐ τηγοῦ τὰς ἀρχὰς εἰς τὴν τῶν Ἀργείων πόλιν, εἰσελθὼν ὁ Κόιντος ἐμέμφετο, φάσκων αὐτοὺς βαρύτερον καὶ πικρότερον τοῦ δέοντος κεχρῆσθαι τοῖς Λακεδαιμονίοις, | |
5 | καὶ παρεκάλει διὰ πλειόνων διορθώσασθαι τὴν | |
Hist.22.10.3 | προγεγενημένην ἄγνοιαν. ὁ μὲν οὖν Ἀρίσταινος εἶχε τὴν ἡσυχίαν, δῆλος ὢν ἐξ αὐτοῦ τοῦ σιωπᾶν ὅτι δυσ‐ αρεστεῖται τοῖς ᾠκονομημένοις καὶ συνευδοκεῖ τοῖς ὑπὸ | |
Hist.22.10.4 | Καικιλίου λεγομένοις· ὁ δὲ Διοφάνης ὁ Μεγαλοπολίτης, | |
ἄνθρωπος στρατιωτικώτερος ἢ πολιτικώτερος, ἀναστὰς οὐχ οἷον ἀπελογήθη τι περὶ τῶν Ἀχαιῶν, ἀλλὰ καὶ προσυπέδειξε τῷ Καικιλίῳ διὰ τὴν πρὸς τὸν Φιλο‐ | ||
5 | ποίμενα παρατριβὴν ἕτερον ἔγκλημα κατὰ τῶν Ἀχαιῶν. | |
Hist.22.10.5 | ἔφη γὰρ οὐ μόνον τὰ κατὰ Λακεδαίμονα κεχειρίσθαι | |
Hist.22.10.6 | κακῶς, ἀλλὰ καὶ τὰ κατὰ Μεσσήνην· ἦσαν δὲ περὶ τῶν φυγαδικῶν τοῖς Μεσσηνίοις ἀντιρρήσεις τινὲς πρὸς ἀλλήλους περὶ τὸ τοῦ Τίτου διάγραμμα καὶ τὴν τοῦ | |
Hist.22.10.7 | Φιλοποίμενος διόρθωσιν. ὅθεν ὁ Καικίλιος, δοκῶν ἔχειν καὶ τῶν Ἀχαιῶν αὐτῶν τινας ὁμογνώμονας, μᾶλλον ἠγανάκτει τῷ μὴ κατακολουθεῖν ἑτοίμως τοῖς ὑπ’ αὐ‐ | |
Hist.22.10.8 | τοῦ παρακαλουμένοις τοὺς συνεληλυθότας. τοῦ δὲ Φι‐ λοποίμενος καὶ Λυκόρτα, σὺν (δὲ) τούτοις Ἄρχωνος, πολλοὺς καὶ ποικίλους διαθεμένων λόγους ὑπὲρ τοῦ καλῶς μὲν διῳκῆσθαι τὰ κατὰ τὴν Σπάρτην καὶ συμ‐ | |
5 | φερόντως αὐτοῖς μάλιστα τοῖς Λακεδαιμονίοις, ἀδύνα‐ τον δ’ εἶναι τὸ κινῆσαί τι τῶν ὑποκειμένων ἄνευ τοῦ παραβῆναι καὶ τὰ πρὸς τοὺς ἀνθρώπους δίκαια καὶ τὰ | |
Hist.22.10.9 | πρὸς τοὺς θεοὺς ὅσια, μένειν ἔδοξε τοῖς παροῦσιν ἐπὶ τῶν ὑποκειμένων καὶ ταύτην δοῦναι τῷ πρεσβευτῇ | |
Hist.22.10.10 | τὴν ἀπόκρισιν. ὁ δὲ Καικίλιος ὁρῶν τὴν τούτων προ‐ αίρεσιν, ἠξίου τοὺς πολλοὺς αὑτῷ συναγαγεῖν εἰς ἐκ‐ | |
Hist.22.10.11 | κλησίαν. οἱ δὲ τῶν Ἀχαιῶν ἄρχοντες ἐκέλευον αὐτὸν δεῖξαι τὰς ἐντολάς, ἃς εἶχε παρὰ τῆς συγκλήτου περὶ τούτων. τοῦ δὲ παρασιωπῶντος, οὐκ ἔφασαν αὐτῷ | |
Hist.22.10.12 | συνάξειν τὴν ἐκκλησίαν· τοὺς γὰρ νόμους οὐκ ἐᾶν, ἐὰν μὴ φέρῃ τις ἔγγραπτα παρὰ τῆς συγκλήτου, περὶ | |
Hist.22.10.13 | ὧν οἴεται δεῖν συνάγειν. ὁ δὲ Καικίλιος ἐπὶ τοσοῦτον ὠργίσθη διὰ τὸ μηθὲν αὐτῷ συγχωρεῖσθαι τῶν ἀξιου‐ μένων, ὥστ’ οὐδὲ τὴν ἀπόκρισιν ἠβουλήθη δέξασθαι | |
Hist.22.10.14 | παρὰ τῶν ἀρχόντων, ἀλλ’ ἀναπόκριτος ἀπῆλθεν. οἱ δ’ Ἀχαιοὶ τὴν αἰτίαν ἀνέφερον καὶ τῆς πρότερον παρ‐ ουσίας ἅμα τῆς Μάρκου τοῦ Φολουίου καὶ τῆς τότε τῶν περὶ τὸν Καικίλιον ἐπὶ τὸν Ἀρίσταινον καὶ τὸν | |
5 | Διοφάνην, ὡς τούτους ἀντισπασαμένους διὰ τὴν ἀντι‐ | |
Hist.22.10.15 | πολιτείαν τὴν πρὸς τὸν Φιλοποίμενα· καί τις ἦν ὑπο‐ ψία τῶν πολλῶν πρὸς τοὺς προειρημένους ἄνδρας. καὶ τὰ μὲν κατὰ Πελοπόννησον ἐν τούτοις ἦν. | |
Hist.22.11t | C. OLYMP. 148, 2. I. RES ITALIAE. | |
Hist.22.11.1 | Ὅτι τῶν περὶ τὸν Καικίλιον ἀνακεχωρηκότων ἐκ τῆς Ἑλλάδος καὶ διασεσαφηκότων τῇ συγ‐ κλήτῳ περί τε τῶν κατὰ Μακεδονίαν καὶ τῶν κατὰ Πελοπόννησον, εἰσῆγον εἰς τὴν σύγκλητον τοὺς περὶ | |
Hist.22.11.2 | τούτων (παρα)γεγονότας πρεσβευτάς. εἰσελθόντων δὲ | |
πρῶτον τῶν παρὰ τοῦ Φιλίππου καὶ παρ’ Εὐμένους, ἔτι δὲ τῶν ἐξ Αἴνου καὶ Μαρωνείας φυγάδων, καὶ ποιησαμένων τοὺς λόγους ἀκολούθως τοῖς ἐν Θεττα‐ | ||
Hist.22.11.3 | λονίκῃ ῥηθεῖσιν ἐπὶ τῶν περὶ τὸν Καικίλιον, ἔδοξε τῇ συγκλήτῳ πέμπειν πάλιν ἄλλους πρεσβευτὰς πρὸς τὸν Φίλιππον τοὺς ἐπισκεψομένους πρῶτον μὲν εἰ παρα‐ κεχώρηκε τῶν ἐν (Θετταλίᾳ καὶ) Περραιβίᾳ πόλεων | |
Hist.22.11.4 | κατὰ τὴν τῶν περὶ τὸν Καικίλιον ἀπόκρισιν, εἶτα τοὺς ἐπιτάξοντας αὐτῷ τὰς φρουρὰς ἐξάγειν ἐξ Αἴνου καὶ Μαρωνείας, καὶ συλλήβδην ἀποβαίνειν ἀπὸ τῶν παραθαλαττίων τῆς Θρᾴκης ἐρυμάτων καὶ τόπων καὶ | |
Hist.22.11.5 | πόλεων. μετὰ δὲ τούτους εἰσῆγον τοὺς ἀπὸ Πελο‐ | |
Hist.22.11.6 | ποννήσου παραγεγονότας. οἵ τε γὰρ Ἀχαιοὶ πρεσβευ‐ τὰς ἀπεστάλκεισαν τοὺς περὶ Ἀπολλωνίδαν τὸν Σικυώ‐ νιον δικαιολογησομένους πρὸς τὸν Καικίλιον ὑπὲρ τοῦ μὴ λαβεῖν αὐτὸν ἀπόκρισιν καὶ καθόλου διδάξοντας | |
Hist.22.11.7 | ὑπὲρ τῶν κατὰ Λακεδαίμονα πραγμάτων, ἔκ τε τῆς Σπάρτης Ἀρεὺς καὶ Ἀλκιβιάδης ἐπρέσβευσαν· οὗτοι δ’ ἦσαν τῶν ἀρχαίων φυγάδων τῶν ὑπὸ τοῦ Φιλοποί‐ μενος καὶ τῶν Ἀχαιῶν νεωστὶ κατηγμένων εἰς τὴν | |
Hist.22.11.8 | οἰκείαν. ὃ καὶ μάλιστα τοὺς Ἀχαιοὺς εἰς ὀργὴν ἦγε τῷ δοκεῖν, μεγάλης οὔσης καὶ προσφάτου τῆς εἰς τοὺς | |
φυγάδας εὐεργεσίας, ἐξ αὐτῆς ἐπὶ τοσοῦτον ἀχαριστεῖ‐ σθαι παρ’ αὐτοῖς ὥστε καὶ καταπρεσβεύειν καὶ κατη‐ | ||
5 | γορίαν ποιεῖσθαι πρὸς τοὺς κρατοῦντας τῶν ἀνελπίστως αὐτοὺς σωσάντων καὶ καταγαγόντων εἰς τὴν πατρίδα. | |
Hist.22.12.1 | ποιησαμένων δὲ καὶ τούτων πρὸς ἀλλήλους ἐκ συγκαταθέσεως τὴν δικαιολογίαν, καὶ διδασκόν‐ των τὴν σύγκλητον τῶν μὲν περὶ τὸν Ἀπολλωνίδαν τὸν Σικυώνιον ὡς ἀδύνατον εἴη τὸ παράπαν ἄμεινον | |
5 | χειρισθῆναι τὰ κατὰ τὴν Σπάρτην ἢ νῦν κεχείρισται | |
Hist.22.12.2 | διὰ τῶν Ἀχαιῶν καὶ διὰ Φιλοποίμενος, τῶν δὲ περὶ τὸν Ἀρέα τἀναντία πειρωμένων λέγειν καὶ φασκόντων πρῶτον μὲν καταλελύσθαι τὴν τῆς πόλεως δύναμιν ἐξηγμένου τοῦ πλήθους μετὰ βίας, εἶτ’ ἐν αὐτοῖς ἐπι‐ | |
5 | σφαλῆ καὶ ἀπαρρησίαστον καταλείπεσθαι τὴν πολιτείαν, | |
Hist.22.12.3 | ἐπισφαλῆ μὲν ὀλίγοις οὖσιν καὶ τούτοις τῶν τειχῶν περιῃρημένων, ἀπαρρησίαστον δὲ διὰ τὸ μὴ μόνον τοῖς κοινοῖς δόγμασιν τῶν Ἀχαιῶν πειθαρχεῖν, ἀλλὰ καὶ κατ’ ἰδίαν ὑπηρετεῖν τοῖς ἀεὶ καθισταμένοις ἄρ‐ | |
Hist.22.12.4 | χουσιν, διακούσασα καὶ τούτων ἡ σύγκλητος ἔκρινε τοῖς αὐτοῖς πρεσβευταῖς δοῦναι καὶ περὶ τούτων ἐν‐ τολάς, καὶ κατέστησεν πρεσβευτὰς ἐπὶ τὴν (Μακεδονίαν | |
καὶ τὴν) Ἑλλάδα τοὺς περὶ Ἄππιον Κλαύδιον. | ||
Hist.22.12.5 | Ἀπελογήθησαν δὲ καὶ πρὸς τὸν Καικίλιον ὑπὲρ τῶν ἀρχόντων οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἐν τῇ συγκλήτῳ, φάσκοντες οὐθὲν ἀδικεῖν αὐτοὺς οὐδ’ ἀξίους ἐγκλήματος ὑπάρχειν ἐπὶ τῷ μὴ συνάγειν τὴν ἐκκλη‐ | |
Hist.22.12.6 | σίαν· νόμον γὰρ εἶναι παρὰ τοῖς Ἀχαιοῖς μὴ συγ‐ καλεῖν τοὺς πολλούς, ἐὰν μὴ περὶ συμμαχίας ἢ πολέμου δέῃ γίνεσθαι διαβούλιον ἢ παρὰ (τῆς) συγ‐ | |
Hist.22.12.7 | κλήτου τις ἐνέγκῃ γράμματα. διὸ καὶ δικαίως τότε βουλεύσασθαι μὲν τοὺς ἄρχοντας συγκαλεῖν τοὺς Ἀχαι‐ οὺς εἰς ἐκκλησίαν, κωλύεσθαι δ’ ὑπὸ τῶν νόμων διὰ τὸ μήτε γράμματα φέρειν αὐτὸν παρὰ (τῆς) συγκλήτου | |
5 | μήτε τὰς ἐντολὰς ἐγγράπτους ἐθέλειν δοῦναι τοῖς ἄρ‐ | |
Hist.22.12.8 | χουσιν. ὧν ῥηθέντων ἀναστὰς Καικίλιος τῶν τε περὶ τὸν Φιλοποίμενα καὶ Λυκόρταν κατηγόρησεν καὶ καθ‐ όλου τῶν Ἀχαιῶν καὶ τῆς οἰκονομίας, ᾗ περὶ τῆς | |
Hist.22.12.9 | τῶν Λακεδαιμονίων ἐκέχρηντο πόλεως. ἡ δὲ σύγκλη‐ τος διακούσασα τῶν λεγομένων ἔδωκε τοῖς Ἀχαιοῖς ἀπόκρισιν ὅτι περὶ μὲν τῶν κατὰ Λακεδαίμονα πέμ‐ | |
Hist.22.12.10 | ψει τοὺς ἐπισκεψομένους· τοῖς δὲ πρεσβευταῖς τοῖς αἰεὶ παρ’ ἑαυτῶν ἐκπεμπομένοις παρῄνει προσέχειν τὸν νοῦν καὶ καταδοχὴν ποιεῖσθαι τὴν ἁρμόζουσαν, καθάπερ καὶ Ῥωμαῖοι ποιοῦνται τῶν παραγινομένων πρὸς αὐτοὺς | |
5 | πρεσβευτῶν. | |
Hist.22.13t | II. RES MACEDONIAE. | |
Hist.22.13.1 | Ὅτι Φίλιππος ὁ βασιλεύς, διαπεμψαμένων πρὸς αὐτὸν ἐκ τῆς Ῥώμης τῶν ἰδίων πρεσβευτῶν καὶ δηλούντων ὅτι δεήσει κατ’ ἀνάγκην ἀποβαίνειν ἀπὸ | |
Hist.22.13.2 | τῶν ἐπὶ Θρᾴκης πόλεων, πυθόμενος ταῦτα καὶ βα‐ ρέως φέρων ἐπὶ τῷ δοκεῖν πανταχόθεν αὐτοῦ περι‐ τέμνεσθαι τὴν ἀρχήν, ἐναπηρείσατο τὴν ὀργὴν εἰς τοὺς | |
Hist.22.13.3 | ταλαιπώρους Μαρωνείτας. μεταπεμψάμενος γὰρ Ὀνό‐ μαστον τὸν ἐπὶ Θρᾴκης τεταγμένον ἐκοινολογήθη τούτῳ | |
Hist.22.13.4 | περὶ τῆς πράξεως. ὁ δ’ Ὀνόμαστος ἀναχωρήσας ἐξ‐ απέστειλε Κάσσανδρον εἰς Μαρώνειαν, συνήθη τοῖς πολλοῖς ὑπάρχοντα διὰ τὸ ποιεῖσθαι τὸν πλείονα χρό‐ | |
Hist.22.13.5 | νον ἐκεῖ τὴν διατριβήν, ἅτε τοῦ Φιλίππου πάλαι τοὺς αὐλικοὺς ἐγκαθεικότος εἰς τὰς πόλεις ταύτας καὶ συν‐ ήθεις πεποιηκότος τοὺς ἐγχωρίους ταῖς τούτων παρε‐ | |
Hist.22.13.6 | πιδημίαις. μετὰ δέ τινας ἡμέρας ἑτοιμασθέντων τῶν Θρᾳκῶν, καὶ τούτων ἐπεισελθόντων διὰ τοῦ Κασσάν‐ δρου νυκτός, ἐγένετο μεγάλη σφαγὴ καὶ πολλοὶ τῶν | |
Hist.22.13.7 | Μαρωνειτῶν ἀπέθανον. κολασάμενος δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς ἀντιπράττοντας ὁ Φίλιππος καὶ πληρώσας | |
τὸν ἴδιον θυμόν, ἐκαραδόκει τὴν τῶν πρεσβευτῶν παρουσίαν [πεπεισμένος μηδένα τολμήσειν κατηγορή‐ | ||
Hist.22.13.8 | σειν αὐτοῦ διὰ τὸν φόβον]. μετὰ δέ τινα χρόνον παραγενομένων τῶν περὶ τὸν Ἄππιον καὶ ταχέως πυ‐ θομένων τὰ γεγονότα κατὰ τὴν Μαρώνειαν καὶ πικρῶς τῷ Φιλίππῳ μεμψιμοιρούντων ἐπὶ τούτοις, ἐβούλετο | |
Hist.22.13.9 | μὲν ἀπολογεῖσθαι, φάσκων μὴ κεκοινωνηκέναι τῆς πα‐ ρανομίας, ἀλλ’ αὐτοὺς ἐν αὑτοῖς στασιάζοντας Μαρω‐ νείτας, [καὶ] τοὺς μὲν ἀποκλίνοντας (πρὸς) Εὐμένη κατὰ τὴν εὔνοιαν, τοὺς δὲ πρὸς ἑαυτόν, εἰς ταύτην | |
Hist.22.13.10 | ἐμπεπτωκέναι τὴν ἀτυχίαν. καλεῖν δ’ ἐκέλευε κατὰ | |
Hist.22.13.11 | πρόσωπον, εἴ τις αὐτοῦ κατηγορεῖ. τοῦτο δ’ ἐποίει πεπεισμένος μηδένα τολμήσειν διὰ τὸν φόβον, τῷ δο‐ κεῖν τὴν μὲν ἐκ Φιλίππου τιμωρίαν ἐκ χειρὸς ἔσεσθαι τοῖς ἀντιπράξασιν, τὴν δὲ Ῥωμαίων ἐπικουρίαν μακρὰν | |
Hist.22.13.12 | ἀφεστάναι. τῶν δὲ περὶ τὸν Ἄππιον οὐ φασκόν‐ των προσδεῖσθαι δικαιολογίας, σαφῶς γὰρ εἰδέναι τὰ γεγονότα καὶ τὸν αἴτιον τούτων, εἰς ἀπορίαν ἐνέπιπτεν | |
Hist.22.13.13 | ὁ Φίλιππος. καὶ τὴν μὲν πρώτην ἔντευξιν ἄχρι τού‐ | |
Hist.22.14.1 | του προβάντες ἔλυσαν· κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν οἱ περὶ τὸν Ἄππιον πέμπειν ἐπέταττον τῷ Φιλίππῳ τὸν Ὀνόμαστον καὶ τὸν Κάσσανδρον ἐξ αὐτῆς εἰς τὴν Ῥώμην [ἵνα πύθηται περὶ τῶν γεγο‐ | |
Hist.22.14.2 | νότων]. ὁ δὲ βασιλεύς, διατραπεὶς ὡς ἔνι μάλιστα καὶ ἀπορήσας ἐπὶ πολὺν χρόνον, τὸν μὲν Κάσσανδρον ἔφη πέμψειν, τὸν αὐθέντην γεγονότα τῆς πράξεως, ὡς ἐκεῖ‐ νοί φασιν, ἵνα πύθηται παρὰ τούτου τὰς ἀληθείας ἡ | |
Hist.22.14.3 | σύγκλητος. τὸν δ’ Ὀνόμαστον ἐξῃρεῖτο καὶ παρ’ αὐτὰ καὶ μετὰ ταῦτα τοῖς πρεσβευταῖς ἐντυγχάνων, ἀφορμῇ μὲν χρώμενος τῷ μὴ οἷον ἐν τῇ Μαρωνείᾳ παραγεγο‐ νέναι τὸν Ὀνόμαστον κατὰ τὸν τῆς σφαγῆς καιρόν, | |
Hist.22.14.4 | ἀλλὰ μηδ’ ἐπὶ τῶν σύνεγγυς τόπων γεγονέναι, τῇ δ’ ἀληθείᾳ δεδιὼς μὴ παραγενηθεὶς εἰς τὴν Ῥώμην, καὶ πολλῶν ἔργων αὐτῷ κεκοινωνηκὼς τοιούτων, οὐ μόνον τὰ κατὰ τοὺς Μαρωνείτας, ἀλλὰ καὶ τἄλλα πάντα δια‐ | |
Hist.22.14.5 | σαφήσῃ τοῖς Ῥωμαίοις. καὶ τέλος τὸν μὲν Ὀνόμαστον ἐξείλετο, τὸν δὲ Κάσσανδρον μετὰ τὸ τοὺς πρεσβευτὰς ἀπελθεῖν ἀποστείλας καὶ παραπέμψας ἕως Ἠπείρου | |
Hist.22.14.6 | φαρμάκῳ διέφθειρεν. οἱ δὲ περὶ τὸν Ἄππιον, κατε‐ γνωκότες τοῦ Φιλίππου καὶ περὶ τῆς εἰς τοὺς Μαρω‐ νείτας παρανομίας καὶ περὶ τῆς πρὸς Ῥωμαίους ἀλλο‐ τριότητος, τοιαύτας ἔχοντες διαλήψεις ἐχωρίσθησαν. | |
Hist.22.14.7 | Ὁ δὲ βασιλεὺς γενόμενος καθ’ ἑαυτὸν καὶ συμμε‐ ταδοὺς τῶν φίλων Ἀπελλῇ καὶ Φιλοκλεῖ περὶ τῶν ἐνεστώτων, ἔγνω σαφῶς ἐπὶ πολὺ προβεβηκυῖαν αὑτοῦ τὴν πρὸς Ῥωμαίους διαφοράν, καὶ ταύτην οὐκέτι λαν‐ | |
5 | θάνουσαν, ἀλλὰ καταφανῆ τοῖς πλείστοις οὖσαν. | |
Hist.22.14.8 | καθόλου μὲν οὖν πρόθυμος ἦν εἰς τὸ κατὰ πάντα τρό‐ πον ἀμύνασθαι καὶ μετελθεῖν αὐτούς· πρὸς ἔνια δὲ τῶν ἐπινοουμένων ἀπόχειρος ὢν ἐπεβάλετο πῶς ἂν ἔτι γένοιτό τις ἀναστροφὴ καὶ λάβοι χρόνον πρὸς τὰς εἰς | |
Hist.22.14.9 | τὸν πόλεμον παρασκευάς. ἔδοξεν οὖν αὐτῷ τὸν νεώ‐ τατον υἱὸν Δημήτριον πέμπειν εἰς τὴν Ῥώμην, τὰ μὲν ἀπολογησόμενον ὑπὲρ τῶν ἐγκαλουμένων, τὰ δὲ καὶ παραιτησόμενον, εἰ καί τις ἄγνοιά (ποτ’) ἐγεγόνει περὶ | |
Hist.22.14.10 | αὐτόν. πάνυ γὰρ ἐπέπειστο διὰ τούτου πᾶν τὸ προ‐ τεθὲν ἀνύεσθαι παρὰ τῆς συγκλήτου διὰ τὴν ὑπεροχὴν τὴν γεγενημένην τοῦ νεανίσκου κατὰ τὴν ὁμηρείαν. | |
Hist.22.14.11 | ταῦτα δὲ διανοηθεὶς ἅμα μὲν ἐγίνετο περὶ τὴν ἐκπομ‐ πὴν τούτου καὶ τῶν ἅμα τούτῳ συνεξαποσταλησομένων | |
Hist.22.14.12 | φίλων, ἅμα δὲ τοῖς Βυζαντίοις ὑπέσχετο βοηθήσειν, οὐχ οὕτως ἐκείνων στοχαζόμενος ὡς ἐπὶ τῇ ’κείνων προφάσει βουλόμενος καταπλήξασθαι τοὺς τῶν Θρᾳκῶν δυνάστας τῶν ὑπὲρ τὴν Προποντίδα κατοικούντων χά‐ | |
5 | ριν τῆς προκειμένης ἐπιβολῆς. | |
Hist.22.15t | III. RES GRAECIAE. | |
Hist.22.15.1 | Ὅτι κατὰ τὴν Κρήτην, κοσμοῦντος ἐν Γορ‐ | |
τύνῃ Κύδα τοῦ Ἀντάλκους, κατὰ πάντα τρόπον ἐλαττούμενοι Γορτύνιοι τοὺς Κνωσίους, ἀποτεμόμενοι τῆς χώρας αὐτῶν τὸ μὲν καλούμενον Λυκάστιον προσέ‐ | ||
Hist.22.15.2 | νειμαν Ῥαυκίοις, τὸ (δὲ) Διατόνιον Λυττίοις. κατὰ δὲ τὸν καιρὸν τοῦτον παραγενομένων πρεσβευτῶν ἐκ τῆς Ῥώμης εἰς τὴν Κρήτην τῶν περὶ τὸν Ἄππιον χάριν τοῦ διαλῦσαι τὰς ἐνεστώσας αὐτοῖς πρὸς ἀλλή‐ | |
5 | λους διαφοράς, καὶ ποιησαμένων λόγους ὑπὲρ τού‐ των (ἐν) τῇ Κνωσίων καὶ Γορτυνίων, πεισθέντες οἱ Κρηταιεῖς ἐπέτρεψαν τὰ καθ’ αὑτοὺς τοῖς περὶ τὸν | |
Hist.22.15.3 | Ἄππιον. οἱ δὲ [πεισθέντες] Κνωσίοις μὲν ἀποκατ‐ έστησαν τὴν χώραν, Κυδωνιάταις δὲ προσέταξαν τοὺς μὲν ὁμήρους ἀπολαβεῖν, οὓς ἐγκατέλειπον δόντες τοῖς περὶ Χαρμίωνα πρότερον, τὴν δὲ Φαλάσαρναν ἀφεῖναι | |
Hist.22.15.4 | μηδὲν ἐξ αὐτῆς νοσφισαμένους. περὶ δὲ τῶν κατὰ κοινοδίκιον συνεχώρησαν αὐτοῖς βουλομένοις μὲν [αὐ‐ | |
Hist.22.15.5 | τοῖς] ἐξεῖναι μετέχειν, μὴ βουλομένοις δὲ καὶ τοῦτ’ | |
Hist.22.15.6 | ἐξεῖναι, πάσης ἀπεχομένοις τῆς ἄλλης Κρήτης αὐτοῖς τε καὶ τοῖς ἐκ Φαλασάρνης φυγάσιν. *** ἀπέκτει‐ ναν τοὺς περὶ Μενοίτιον, ἐπιφανεστάτους ὄντας τῶν πολιτῶν. | |
Hist.22.16t | D. OLYMP. 148, 3. RES AEGYPTI. | |
Hist.22.16.1 | βασιλέα καὶ θ̣ε̣ω̣ν̣ α̣ι̣μ̣α̣ τοῦτον λέγοντες καταχ(ρώ)μενοι τ̣ε̣υ̣ξ̣ε̣σ̣θ̣α̣ι̣ | τινος ἐλέους καὶ συγ‐ γνώμης ἐπὶ τῳ ........................|σασθαι τ̣ο̣ν̣ β̣α̣σ̣ι̣λεα ................................... | |
5 | | ων γε μὴν καὶ βασιλικώτερος. ................... ονων ων | ἀθετηθῆναι γὰρ υ̣φ̣ ε̣τ̣ε̣ρων κ̣ρ̣ε̣ι̣τ̣τ̣ον ἦν ἢ πρότερον αὐτὸν ἀθετεῖν τὰς | πίστεις καὶ μὴν ἀδικεῖ‐ σθαι μᾶλλον η ........................ | ........ ........................... και ανους φασιν | συμ‐ | |
10 | πάσχειν τοις αδικοις π.......................... | ἔγγιστα τῆς θείας φυσεως εἶναι ................, | |
.... | νους τυγχάνειν τιμῶν η υ̣π̣.................. θεὸς γὰρ οὐδεὶς | πρότερος κακῶς ποιεῖ τοὺς ανους .. ....................... | ................τα̣ του | ||
15 | προς ............ ς` θαυμάζουσι μὲν πάντες Φί|λιππον | |
Hist.22.16.2 | διὰ τὴν ορ ... ς` μεγαλοψυχίαν ὅτι κακῶς οὐ μόνον ἀκούων, ἀλλὰ καὶ πάσχων ὑπ’ Ἀθηναίων, νικήσας αὐ‐ τοὺς τὴν περὶ Χαιρώνειαν μάχην τοσοῦτον ἀπέσχε τοῦ χρήσασθαι τῷ καιρῷ πρὸς τὴν κατὰ τῶν | |
5 | ἐχθρῶν βλάβην ὥστε τοὺς μὲν τεθνεῶτας τῶν Ἀθη‐ ναίων κηδεύσας ἔθαψε, τοὺς δ’ αἰχμαλώτους χωρὶς | |
Hist.22.16.3 | λύτρων προσαμφιέσας ἐξαπέστειλε τοῖς ἀναγκαίοις· μι‐ μοῦνται δ’ ἥκιστα τὴν τοιαύτην προαίρεσιν, ἁμιλλῶν‐ ται δὲ τοῖς θυμοῖς καὶ ταῖς τιμωρίαις πρὸς τούτους, | |
Hist.22.16.4 | οἷς πολεμοῦσι τούτων αὐτῶν ἕνεκα. *** πλὴν ὅγε Πτολεμαῖος δήσας τοὺς ἀνθρώπους γυμνοὺς ταῖς ἁμά‐ ξαις εἷλκε καὶ μετὰ ταῦτα τιμωρησάμενος ἀπέκτεινεν. — | |
Hist.22.17.1 | Ὅτι Πτολεμαῖος ὁ βασιλεὺς Αἰγύπτου ὅτε τὴν Λύκων πόλιν ἐπολιόρκησε, καταπλαγέντες τὸ γεγονὸς οἱ δυνάσται τῶν Αἰγυπτίων ἔδωκαν σφᾶς | |
Hist.22.17.2 | αὐτοὺς εἰς τὴν τοῦ βασιλέως πίστιν. οἷς κακῶς ἐχρή‐ | |
Hist.22.17.3 | σατο καὶ εἰς κινδύνους πολλοὺς ἐνέπεσεν. παραπλήσιον δέ τι συνέβη καὶ κατὰ τοὺς καιρούς, ἡνίκα Πολυκράτης | |
Hist.22.17.4 | τοὺς ἀποστάτας ἐχειρώσατο. οἱ γὰρ περὶ τὸν Ἀθίνιν καὶ Παυσίραν καὶ Χέσουφον καὶ τὸν Ἰρόβαστον, οἵπερ ἦσαν ἔτι διασῳζόμενοι τῶν δυναστῶν, εἴξαντες τοῖς πράγμασι παρῆσαν εἰς τὴν Σάιν, σφᾶς αὐτοὺς εἰς τὴν | |
Hist.22.17.5 | τοῦ βασιλέως ἐγχειρίζοντες (πίστιν)· ὁ δὲ Πτολεμαῖος ἀθετήσας τὰς πίστεις καὶ δήσας τοὺς ἀνθρώπους γυμ‐ νοὺς ταῖς ἁμάξαις εἷλκε καὶ μετὰ ταῦτα τιμωρησά‐ | |
Hist.22.17.6 | μενος ἀπέκτεινεν. καὶ παραγενόμενος εἰς τὴν Ναύκρατιν μετὰ τῆς στρατιᾶς, καὶ παραστήσαντος αὐτῷ τοὺς ἐξενολογημένους ἄνδρας ἐκ τῆς Ἑλλάδος Ἀριστονίκου, προσδεξάμενος τούτους ἀπέπλευσεν εἰς Ἀλεξάνδρειαν, | |
Hist.22.17.7 | τῶν μὲν τοῦ πολέμου πράξεων οὐδεμιᾶς κεκοινωνηκὼς διὰ τὴν Πολυκράτους ἀδικοδοξίαν, καίπερ ἔχων ἔτη πέντε καὶ εἴκοσιν. | |
Hist.22.18t | E. OLYMP. 148, 4. I. RES MACEDONIAE ET GRAECIAE. | |
Hist.22.18.1 | Ὅτι φησὶν ὁ Πολύβιος ἐν τῷ εἰκοστῷ δευ‐ τέρῳ· περὶ δὲ τὴν τῶν ἐν Μακεδονίᾳ βασιλέων οἰκίαν ἤδη τις ἀπὸ τούτων τῶν καιρῶν ἐφύετο κακῶν | |
Hist.22.18.2 | ἀνηκέστων ἀρχή. καίτοι γ’ οὐκ ἀγνοῶ διότι τινὲς τῶν συγγραφόντων περὶ τοῦ (συστάντος) Ῥωμαίοις πολέμου πρὸς Περσέα, βουλόμενοι τὰς αἰτίας ἡμῖν ἐπιδεικνύναι τῆς διαφορᾶς, πρῶτον μὲν ἀποφαίνουσι | |
5 | τὴν Ἀβρουπόλιος ἔκπτωσιν ἐκ τῆς ἰδίας δυναστείας, ὡς καταδραμόντος αὐτοῦ τὰ περὶ τὸ Πάγγαιον μέταλλα | |
Hist.22.18.3 | μετὰ τὸν τοῦ Φιλίππου θάνατον· Περσεὺς δὲ παρα‐ βοηθήσας καὶ τρεψάμενος ὁλοσχερῶς ἐξέβαλε τὸν προ‐ | |
Hist.22.18.4 | ειρημένον ἐκ τῆς ἰδίας ἀρχῆς· ἑξῆς δὲ ταύτῃ τὴν εἰς Δολοπίαν εἰσβολὴν καὶ τὴν εἰς Δελφοὺς παρουσίαν | |
Hist.22.18.5 | Περσέως, ἔτι δὲ τὴν κατ’ Εὐμένους τοῦ βασιλέως ἐπι‐ βουλὴν γενομένην ἐν Δελφοῖς καὶ τὴν τῶν ἐκ Βοιω‐ τίας πρεσβευτῶν ἐπαναίρεσιν, ἐξ ὧν ἔνιοί φασι φῦναι | |
Hist.22.18.6 | Περσεῖ τὸν πρὸς Ῥωμαίους πόλεμον. ἐγὼ δέ φημι κυριώτατον μὲν εἶναι καὶ τοῖς συγγράφουσι καὶ τοῖς φιλομαθοῦσι τὸ γινώσκειν τὰς αἰτίας, ἐξ ὧν ἕκαστα γεννᾶται καὶ φύεται τῶν πραγμάτων· συγκέχυται δὲ | |
5 | ταῦτα παρὰ τοῖς πλείστοις τῶν συγγραφέων διὰ τὸ μὴ κρατεῖσθαι τίνι διαφέρει πρόφασις αἰτίας καὶ πάλιν | |
Hist.22.18.7 | προφάσεως ἀρχὴ πολέμου. καὶ νῦν δὲ τῶν πραγμά‐ των αὐτῶν προσυπομιμνησκόντων ἠνάγκασμαι πά‐ | |
Hist.22.18.8 | λιν ἀνανεώσασθαι τὸν αὐτὸν λόγον. τῶν γὰρ ἄρτι ῥηθέντων πραγμάτων τὰ μὲν πρῶτα προφάσεις εἰσί, | |
τὰ δὲ τελευταῖα (τὰ) περὶ τὴν (κατὰ) τοῦ βασιλέως Εὐμένους ἐπιβουλὴν καὶ τὰ περὶ (τὴν) τῶν πρεσβευ‐ | ||
5 | τῶν ἀναίρεσιν καὶ τούτοις ἕτερα παραπλήσια τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς γεγονότων ἀρχαὶ πρόδηλοι τοῦ συστάντος Ῥωμαίοις καὶ Περσεῖ πολέμου καὶ τοῦ κατα‐ | |
Hist.22.18.9 | λυθῆναι τὴν Μακεδόνων ἀρχήν· αἰτία δὲ τούτων ἁπλῶς ἐστιν οὐδεμία. δῆλον δὲ τοῦτ’ ἔσται διὰ τῶν ἑξῆς | |
Hist.22.18.10 | ῥηθησομένων. καθάπερ γὰρ εἴπομεν Φίλιππον τὸν Ἀμύντου διανοηθῆναι καὶ προθέσθαι συντελεῖν τὸν πρὸς τοὺς Πέρσας πόλεμον, Ἀλέξανδρον δὲ τοῖς ὑπ’ ἐκείνου κεκριμένοις (ἐπιγενέσθαι) χειριστὴν τῶν πρά‐ | |
5 | ξεων, οὕτω καὶ νῦν Φίλιππον μὲν τὸν Δημητρίου φα‐ μὲν διανοηθῆναι πρότερον πολεμεῖν Ῥωμαίοις τὸν τε‐ λευταῖον πόλεμον καὶ τὰς παρασκευὰς ἑτοίμας πάσας πρὸς ταύτην ἔχειν τὴν ἐπιβολήν, ἐκείνου δ’ ἐκχωρή‐ | |
Hist.22.18.11 | σαντος Περσέα γενέσθαι χειριστὴν τῶν πράξεων· εἰ δὲ τοῦτ’ ἀληθές, κἀκεῖνο σαφές· οὐ γὰρ οἷόν τε τὰς αἰτίας ὕστερον γενέσθαι τῆς τελευτῆς τοῦ κρίναντος καὶ προθεμένου πολεμεῖν· ὃ συμβαίνει τοῖς ὑπὸ τῶν | |
5 | ἄλλων συγγραφέων εἰρημένοις· πάντα γάρ ἐστι τὰ λε‐ γόμενα παρ’ αὐτοῖς ὕστερα τῆς Φιλίππου τελευτῆς. — | |
Hist.22.19.1 | Ὅτι Φιλοποίμην πρὸς Ἄρχωνα τὸν στρα‐ τηγὸν λόγοις τισὶ διεφέρετο. ὁ μὲν οὖν Φιλο‐ | |
ποίμην εὐδοκήσας ἐκ τοῦ καιροῦ τοῖς λεγομένοις καὶ μεταγνοὺς ἐπῄνει τὸν Ἄρχωνα φιλοφρόνως, ὡς ἐν‐ | ||
Hist.22.19.2 | τρεχῶς καὶ πανούργως τῷ καιρῷ κεχρημένον. ἔμοιγε μήν, φησὶν ὁ Πολύβιος, οὔτε τότε παρόντι τὸ ῥηθὲν εὐηρέστησεν, ὥστ’ ἐπαινοῦντά τινα κακῶς ἅμα ποιεῖν, | |
Hist.22.19.3 | οὔτε μετὰ ταῦτα τῆς ἡλικίας προβαινούσης· πολὺ γὰρ δή τι μοι δοκεῖ κεχωρίσθαι κατὰ τὴν αἵρεσιν ὁ πραγμα‐ τικὸς ἀνὴρ τοῦ κακοπράγμονος καὶ παραπλησίαν ἔχειν διαφορὰν τῷ κακεντρεχεῖ πρὸς τὸν ἐντρεχῆ· ἃ μὲν γάρ | |
5 | ἐστι κ(άλλ)ιστα τῶν ὄντων ὡς ἔπος εἰπεῖν, ἃ δὲ τοὐ‐ | |
Hist.22.19.4 | ναντίον· ἀλλὰ διὰ τὴν νῦν ἐπιπολάζουσαν ἀκρισίαν βραχείας ἔχοντα κοινότητας τὰ προειρημένα τῆς αὐτῆς ἐπισημασίας καὶ ζήλου τυγχάνει παρὰ τοῖς ἀνθρώποις. | |
Hist.22.20t | II. RES ASIAE. | |
Hist.22.20.1 | Ὅτι Ἀπολλωνίς, ἡ Ἀττάλου τοῦ πατρὸς Εὐμένους τοῦ βασιλέως γαμετή, Κυζικηνὴ ἦν, γυνὴ διὰ πλείους αἰτίας ἀξία μνήμης καὶ παρασημασίας. | |
Hist.22.20.2 | καὶ γὰρ ὅτι δημότις ὑπάρχουσα βασίλισσα ἐγεγόνει καὶ ταύτην διεφύλαξε τὴν ὑπεροχὴν μέχρι τῆς τελευ‐ ταίας, οὐχ ἑταιρικὴν προσφερομένη πιθανότητα, σω‐ φρονικὴν δὲ καὶ πολιτικὴν σεμνότητα καὶ καλοκαγα‐ | |
5 | θίαν, δικαία τυγχάνειν τῆς ἐπ’ ἀγαθῷ μνήμης ἐστίν, | |
Hist.22.20.3 | καὶ καθότι τέτταρας υἱοὺς γεννήσασα πρὸς πάντας τούτους ἀνυπέρβλητον διεφύλαξε τὴν εὔνοιαν καὶ φιλο‐ στοργίαν μέχρι τῆς τοῦ βίου καταστροφῆς, καίτοι χρό‐ | |
Hist.22.20.4 | νον οὐκ ὀλίγον ὑπερβιώσασα τἀνδρός. πλὴν οἵγε περὶ τὸν Ἄτταλον ἐν τῇ παρεπιδημίᾳ καλὴν περιεποιήσαντο φήμην, ἀποδιδόντες τῇ μητρὶ τὴν καθήκουσαν χάριτα | |
Hist.22.20.5 | καὶ τιμήν. ἄγοντες γὰρ ἐξ ἀμφοῖν τοῖν χεροῖν μέσην αὑτῶν τὴν μητέρα περιῄεσαν τά θ’ ἱερὰ καὶ τὴν πόλιν | |
Hist.22.20.6 | μετὰ τῆς θεραπείας. ἐφ’ οἷς οἱ θεώμενοι μεγάλως | |
Hist.22.20.7 | τοὺς νεανίσκους ἀπεδέχοντο καὶ κατηξίουν καὶ μνη‐ μονεύοντες τῶν περὶ τὸν Κλέοβιν καὶ Βίτωνα συν‐ έκρινον τὰς αἱρέσεις αὐτῶν, καὶ τὸ τῆς προθυμίας τῆς ἐκείνων λαμπρὸν τῷ τῆς ὑπεροχῆς τῶν βασιλέων | |
Hist.22.20.8 | ἀξιώματι συναναπληροῦντες. ταῦτα δ’ ἐτελέσθη ἐν Κυζίκῳ μετὰ τὴν διάλυσιν τὴν πρὸς Προυσίαν τὸν βασιλέα. — | |
Hist.22.21.1 | Ὅτι Ὀρτιάγων ὁ Γαλάτης, τῶν ἐν τῇ Ἀσίᾳ βασιλεύων, ἐπεβάλετο τὴν ἁπάντων τῶν | |
Hist.22.21.2 | Γαλατῶν δυναστείαν εἰς αὑτὸν μεταστῆσαι, καὶ πολλὰ πρὸς τοῦτο τὸ μέρος ἐφόδια προσεφέρετο καὶ φύσει | |
Hist.22.21.3 | καὶ τριβῇ. καὶ γὰρ εὐεργετικὸς ἦν καὶ μεγαλόψυχος | |
Hist.22.21.4 | καὶ κατὰ τὰς ἐντεύξεις εὔχαρις καὶ συνετός, τὸ δὲ συνέχον παρὰ Γαλάταις, ἀνδρώδης ἦν καὶ δυναμικὸς πρὸς τὰς πολεμικὰς χρείας. | |
Hist.22.22t | III. RES AEGYPTI. | |
Hist.22.22.1 | Ὅτι Ἀριστόνικος ὁ τοῦ Πτολεμαίου τοῦ βα‐ σιλέως Αἰγύπτου εὐνοῦχος μὲν ἦν, ἐκ παιδίου | |
Hist.22.22.2 | δ’ ἐγεγόνει σύντροφος τῷ βασιλεῖ. τῆς δ’ ἡλικίας προβαινούσης ἀνδρωδεστέραν εἶχεν ἢ κατ’ εὐνοῦχον | |
Hist.22.22.3 | τόλμαν καὶ προαίρεσιν. καὶ γὰρ φύσει στρατιω‐ τικὸς ἦν καὶ τὴν πλείστην ἐποιεῖτο διατριβὴν ἐν τού‐ | |
Hist.22.22.4 | τοις καὶ περὶ ταῦτα. παραπλησίως δὲ καὶ κατὰ τὰς ἐντεύξεις ἱκανὸς ὑπῆρχε καὶ τὸν κοινὸν νοῦν εἶχεν, ὃ | |
Hist.22.22.5 | σπάνιόν ἐστι. πρὸς δὲ τούτοις πρὸς εὐεργεσίαν ἀν‐ | |
θρώπων πεφύκει καλῶς. | ||
Hist.23t1 | FRAGMENTA LIBRI XXIII. | |
Hist.23.1t | A. OLYMP. 149, 1. I. RES ITALIAE. | |
Hist.23.1.1 | Ὅτι κατὰ τὴν ἐνάτην καὶ τετταρακοστὴν ὀλυμ‐ πιάδα πρὸς ταῖς ἑκατὸν εἰς τὴν Ῥώμην ἡθροίσθησαν πρεσβειῶν πλῆθος ἀπὸ τῆς Ἑλλάδος, ὅσον οὐ τα‐ | |
Hist.23.1.2 | χέως πρότερον. τοῦ γὰρ Φιλίππου συγκλεισθέντος εἰς τὴν κατὰ τὸ σύμβολον δικαιοδοσίαν πρὸς τοὺς ἀστυ‐ γείτονας, καὶ τῶν Ῥωμαίων γνωσθέντων ὅτι προσ‐ δέχονται τὰς κατὰ Φιλίππου κατηγορίας καὶ πρόνοιαν | |
5 | ποιοῦνται τῆς ἀσφαλείας (τῶν) πρὸς αὐτὸν ἀμφισβη‐ | |
Hist.23.1.3 | τούντων, ἅπαντες οἱ παρακείμενοι τῇ Μακεδονίᾳ παρ‐ ῆσαν, οἱ μὲν κατ’ ἰδίαν, οἱ δὲ κατὰ πόλιν, οἱ δὲ κατὰ | |
Hist.23.1.4 | τὰς ἐθνικὰς συστάσεις, ἐγκαλοῦντες τῷ Φιλίππῳ. σὺν δὲ τούτοις οἱ παρ’ Εὐμένους ἧκον ἅμ’ Ἀθηναίῳ τῷ τοῦ βασιλέως ἀδελφῷ, κατηγορήσοντες αὐτοῦ περί τε | |
τῶν ἐπὶ Θρᾴκης πόλεων καὶ περὶ τῆς ἀποσταλείσης | ||
Hist.23.1.5 | Προυσίᾳ βοηθείας. ἧκε δὲ καὶ Δημήτριος ὁ τοῦ Φι‐ λίππου πρὸς πάντας τούτους ἀπολογησόμενος, ἔχων Ἀπελλῆν καὶ Φιλοκλῆ μεθ’ αὑτοῦ, τοὺς τότε δοκοῦντας | |
Hist.23.1.6 | εἶναι πρώτους φίλους τοῦ βασιλέως. παρῆσαν δὲ καὶ παρὰ Λακεδαιμονίων πρέσβεις, ἀφ’ ἑκάστου γένους τῶν | |
Hist.23.1.7 | ἐν τῇ πόλει. πρῶτον μὲν οὖν ἡ σύγκλητος εἰσ‐ εκαλέσατο τὸν Ἀθήναιον καὶ δεξαμένη τὸν στέφανον, ὃν ἐκόμιζεν ἀπὸ μυρίων καὶ πεντακισχιλίων χρυσῶν, ἐπῄνεσέ τε μεγαλομερῶς τὸν Εὐμένη καὶ τοὺς ἀδελ‐ | |
5 | φοὺς διὰ τῆς ἀποκρίσεως καὶ παρεκάλεσε μένειν ἐπὶ | |
Hist.23.1.8 | τῆς αὐτῆς αἱρέσεως. ἐπὶ δὲ τούτῳ τὸν Δημήτριον εἰσ‐ αγαγόντες οἱ στρατηγοὶ παρεκαλέσαντο τοὺς κατηγο‐ ροῦντας τοῦ Φιλίππου πάντας καὶ παρῆγον κατὰ μίαν | |
Hist.23.1.9 | πρεσβείαν. οὐσῶν δὲ τῶν πρεσβειῶν πολλῶν, καὶ τῆς εἰσόδου τούτων γενομένης ἐπὶ τρεῖς ἡμέρας, εἰς ἀπο‐ ρίαν ἐνέπιπτεν ἡ σύγκλητος περὶ τοῦ πῶς δεῖ χειρι‐ | |
Hist.23.1.10 | σθῆναι τὰ κατὰ μέρος. παρά τε γὰρ Θετταλῶν καὶ κατὰ κοινὸν ἧκον καὶ κατ’ ἰδίαν ἀφ’ ἑκάστης πόλεως πρεσβευταί, παρά τε Περραιβῶν, ὁμοίως δὲ καὶ παρ’ Ἀθαμάνων καὶ παρ’ Ἠπειρωτῶν καὶ παρ’ Ἰλλυριῶν· | |
Hist.23.1.11 | (ὧν) οἱ μὲν περὶ χώρας, οἱ δὲ περὶ σωμάτων, οἱ δὲ περὶ θρεμμάτων ἧκον ἀμφισβητοῦντες, ἔνιοι δὲ περὶ | |
Hist.23.1.12 | συμβολαίων καὶ τῶν εἰς αὑτοὺς ἀδικημάτων, τινὲς μὲν | |
οὐ φάσκοντες δύνασθαι τυχεῖν τοῦ δικαίου κατὰ τὸ σύμβολον διὰ τὸ τὸν Φίλιππον ἐκκόπτειν τὴν δικαιο‐ δοσίαν, τινὲς δ’ ἐγκαλοῦντες τοῖς κρίμασιν ὡς παρα‐ | ||
5 | βεβραβευμένοι, διαφθείραντος τοῦ Φιλίππου τοὺς δι‐ | |
Hist.23.1.13 | καστάς. καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία καὶ δυσχώ‐ ρητος ἐκ τῶν κατηγορουμένων. | |
Hist.23.2.1 | Ὅθεν ἡ σύγκλητος, οὔτ’ αὐτὴ δυναμένη διευ‐ κρινεῖν οὔτε τὸν Δημήτριον κρίνουσα δεῖν ἑκάστοις | |
Hist.23.2.2 | τούτων λόγον ὑπέχειν, ἅτε καὶ φιλανθρώπως πρὸς αὐτὸν διακειμένη καὶ θεωροῦσα νέον ὄντα κομιδῇ καὶ πολὺ τῆς τοιαύτης συστροφῆς καὶ ποικιλίας ἀπολειπό‐ | |
Hist.23.2.3 | μενον, μάλιστα δὲ βουλομένη μὴ τῶν Δημητρίου λό‐ γων ἀκούειν, ἀλλὰ τῆς Φιλίππου γνώμης ἀληθινὴν | |
Hist.23.2.4 | λαβεῖν πεῖραν, αὐτὸν Δημήτριον παρέλυσε τῆς δικαιο‐ λογίας, ἤρετο (δὲ) τὸν νεανίσκον καὶ τοὺς σὺν αὐτῷ φίλους εἴ τινα περὶ τούτων ὑπομνηματισμὸν | |
Hist.23.2.5 | ἔχουσι παρὰ τοῦ βασιλέως. τοῦ δὲ Δημητρίου φή‐ σαντος ἔχειν καὶ προτείναντός τι βυβλίδιον οὐ μέγα, λέγειν αὐτὸν ἐκέλευσεν ἥνπερ τὰ ὑπομνήματα περιεῖχε πρὸς ἕκαστον τῶν κατηγορουμένων ἀπόφασιν κεφα‐ | |
Hist.23.2.6 | λαιώδη. ὁ δὲ τὸ μὲν πεποιηκέναι τὸ προσταχθὲν ὑπὸ Ῥωμαίων ἔφασκεν, ἢ τὴν αἰτίαν τοῦ μὴ πεπρᾶχθαι | |
Hist.23.2.7 | τοῖς ἐγκαλοῦσιν ἀνετίθει. προσέκειτο δὲ πρὸς ταῖς πλείσταις ἀποφάσεσι “καίτοι οὐκ ἴσως χρησαμένων ἡμῖν τῶν πρεσβευτῶν τῶν περὶ Καικίλιον ἐν τούτοις” καὶ πάλιν “καίτοι γε οὐ δικαίως ἡμῶν ταῦτα πασχόντων”. | |
Hist.23.2.8 | τοιαύτης δ’ οὔσης τῆς Φιλίππου γνώμης ἐν πάσαις ταῖς ἀποφάσεσι, διακούσασα τῶν παραγεγονότων ἡ σύγ‐ | |
Hist.23.2.9 | κλητος μίαν ἐποιήσατο περὶ πάντων διάληψιν. ἀπο‐ δεξαμένη γὰρ τὸν Δημήτριον μεγαλομερῶς καὶ φιλαν‐ θρώπως διὰ τοῦ στρατηγοῦ, πολλοὺς καὶ παρακλητι‐ κοὺς πρὸς αὐτὸν διαθεμένη λόγους, ἀπόκρισιν ἔδωκε | |
5 | διότι περὶ πάντων καὶ τῶν εἰρημένων ὑπ’ αὐτοῦ καὶ τῶν ἀνεγνωσμένων Δημητρίῳ πιστεύει διότι τὰ μὲν γέγονε, τὰ δ’ ἔσται, καθάπερ δίκαιόν ἐστι γίνεσθαι. | |
Hist.23.2.10 | ἵνα δὲ καὶ Φίλιππος εἰδῇ διότι τὴν χάριν ταύτην ἡ σύγκλητος Δημητρίῳ δίδωσιν, ἐξαποστελεῖν ἔφη πρε‐ σβευτὰς ἐποψομένους |εἰ γίνεται πάντα κατὰ τὴν τῆς συγκλήτου βούλησιν, ἅμα δὲ διασαφήσοντας τῷ βασιλεῖ | |
5 | διότι τῆς συμπεριφορᾶς τυγχάνει ταύτης διὰ Δη‐ | |
Hist.23.2.11 | μήτριον. καὶ ταῦτα μὲν τοιαύτης ἔτυχε διεξαγωγῆς. | |
Hist.23.3.1 | Μετὰ δὲ τούτους εἰσῆλθον οἱ παρ’ Εὐμένους πρέσβεις (καὶ) περί τε τῆς βοηθείας τῆς ἀποσταλεί‐ | |
σης ὑπὸ τοῦ Φιλίππου τῷ Προυσίᾳ κατηγόρησαν καὶ περὶ τῶν ἐπὶ Θρᾴκης τόπων, φάσκοντες οὐδ’ ἔτι καὶ | ||
5 | νῦν αὐτὸν ἐξαγηοχέναι τὰς φρουρὰς ἐκ τῶν πόλεων. | |
Hist.23.3.2 | τοῦ δὲ Φιλοκλέους ὑπὲρ τούτων βουληθέντος ἀπο‐ λογεῖσθαι διὰ τὸ καὶ πρὸς τὸν Προυσίαν (πε)πρεσβευ‐ κέναι καὶ τότε περὶ τούτων ἐξαπεστάλθαι πρὸς τὴν | |
Hist.23.3.3 | σύγκλητον ὑπὸ τοῦ Φιλίππου, βραχύν τινα χρόνον ἡ σύγκλητος ἐπιδεξαμένη τοὺς λόγους ἔδωκεν ἀπόκρισιν διότι, τῶν ἐπὶ Θρᾴκης τόπων ἐὰν μὴ καταλάβωσιν οἱ πρεσβευταὶ πάντα διῳκημένα κατὰ τὴν τῆς συγκλήτου | |
5 | γνώμην καὶ πάσας τὰς πόλεις εἰς τὴν Εὐμένους πίστιν ἐγκεχειρισμένας, οὐκέτι δυνήσεται φέρειν οὐδὲ καρτε‐ ρεῖν παρακουομένη περὶ τούτων. | |
Hist.23.3.4 | Καὶ τῆς μὲν Φιλίππου καὶ Ῥωμαίων παρατριβῆς ἐπὶ πολὺ προβαινούσης ἐπίστασις ἐγενήθη κατὰ τὸ | |
Hist.23.3.5 | παρὸν διὰ τὴν τοῦ Δημητρίου παρουσίαν· πρὸς μέντοι γε τὴν καθόλου τῆς οἰκίας ἀτυχίαν οὐ μικρὰ συνέβη τὴν εἰς τὴν Ῥώμην τοῦ νεανίσκου πρεσβείαν συμβαλέ‐ | |
Hist.23.3.6 | σθαι. ἥ τε γὰρ σύγκλητος ἀπερεισαμένη τὴν χάριν ἐπὶ τὸν Δημήτριον ἐμετεώρισε μὲν τὸ μειράκιον, ἐλύπησε δὲ καὶ τὸν Περσέα καὶ τὸν Φίλιππον ἰσχυρῶς τῷ δο‐ κεῖν μὴ δι’ αὐτούς, ἀλλὰ διὰ Δημήτριον τυγχάνειν τῆς | |
Hist.23.3.7 | παρὰ Ῥωμαίων φιλανθρωπίας. ὅ τε Τίτος ἐκκαλεσά‐ | |
μενος τὸ μειράκιον καὶ προβιβάσας εἰς λόγους ἀπορ‐ ρήτους, οὐκ ὀλίγα συνεβάλετο πρὸς τὴν αὐτὴν ὑπό‐ | ||
Hist.23.3.8 | θεσιν. τόν τε γὰρ νεανίσκον ἐψυχαγώγησεν, ὡς αὐ‐ τίκα μάλα συγκατασκευασόντων αὐτῷ Ῥωμαίων τὴν βασιλείαν, τούς τε περὶ τὸν Φίλιππον ἠρέθισε, γρά‐ ψας ἐξ αὐτῆς τὸν Δημήτριον ἀποστέλλειν πάλιν εἰς | |
5 | τὴν Ῥώμην μετὰ τῶν φίλων ὡς πλείστων καὶ χρησι‐ | |
Hist.23.3.9 | μωτάτων. ταύταις γὰρ ταῖς ἀφορμαῖς χρησάμενος ὁ Περσεὺς μετ’ ὀλίγον ἔπεισε τὸν πατέρα συγκαταθέσθαι τῷ Δημητρίου θανάτῳ. | |
Hist.23.3.10 | Περὶ μὲν οὖν τούτων ὡς ἐχειρίσθη τὰ κατὰ | |
Hist.23.4.1 | μέρος ἐν τοῖς ἑξῆς δηλώσομεν. ἐπὶ δὲ τούτοις εἰσ‐ εκλήθησαν οἱ παρὰ τῶν Λακεδαιμονίων πρέσβεις. | |
Hist.23.4.2 | τούτων δ’ ἦσαν διαφοραὶ τέτταρες. οἱ μὲν γὰρ περὶ Λῦσιν ἥκοντες (ὑπὲρ) τῶν ἀρχαίων φυγάδων ἐπρέ‐ σβευον, φάσκοντες δεῖν ἔχειν αὐτοὺς πάσας τὰς κτή‐ | |
Hist.23.4.3 | σεις, ἀφ’ ὧν ἐξ ἀρχῆς ἔφυγον· οἱ δὲ περὶ τὸν Ἀρέα καὶ τὸν Ἀλκιβιάδην, ἐφ’ ᾧ ταλαντιαίαν λαβόντες κτῆ‐ σιν ἐκ τῶν ἰδίων τὰ λοιπὰ διαδοῦναι τοῖς ἀξίοις τῆς | |
Hist.23.4.4 | πολιτείας. Σήριππος δ’ ἐπρέσβευε περὶ τοῦ μένειν τὴν ὑποκειμένην κατάστασιν, ἣν ἔχοντές ποτε συνεπο‐ | |
Hist.23.4.5 | λιτεύοντο μετὰ τῶν Ἀχαιῶν. ἀπὸ δὲ τῶν τεθανατω‐ | |
μένων καὶ τῶν ἐκπεπτωκότων κατὰ τὰ τῶν Ἀχαιῶν δόγματα παρῆσαν οἱ περὶ Χαίρωνα, κάθοδον αὑτοῖς ἀξιοῦντες συγχωρηθῆναι καὶ τὴν πολιτείαν ἀποκατα‐ | ||
Hist.23.4.6 | σταθῆναι τοιαύτην, *** ἐποιοῦντο πρὸς τοὺς Ἀχαιοὺς | |
Hist.23.4.7 | οἰκείους ταῖς ἰδίαις ὑποθέσεσι λόγους. οὐ δυναμένη (δὲ) διευκρινεῖν ἡ σύγκλητος τὰς κατὰ μέρος διαφοράς, προεχειρίσατο τρεῖς ἄνδρας τοὺς καὶ πρότερον ἤδη πεπρεσβευκότας περὶ τούτων εἰς τὴν Πελοπόννησον· | |
5 | οὗτοι δ’ ἦσαν Τίτος, Κόιντος Καικίλιος, (Ἄππιος | |
Hist.23.4.8 | Κλαύδιος). ἐφ’ οἷς γενομένων λόγων πλειόνων, ὑπὲρ μὲν τοῦ καταπορεύεσθαι τοὺς πεφευγότας καὶ τεθανα‐ τωμένους καὶ περὶ τοῦ μένειν τὴν πόλιν μετὰ τῶν | |
Hist.23.4.9 | Ἀχαιῶν ἐγένετο πᾶσι σύμφωνον, περὶ δὲ τῶν κτήσεων, πότερον δεῖ τὸ τάλαντον εἰς ἑκάστους τοὺς φυγάδας ἐκ τῶν ἰδίων ἐκλέξασθαι ***, περὶ τούτων διημφισβή‐ | |
Hist.23.4.10 | τουν πρὸς ἀλλήλους. ἵνα δὲ μὴ πάλιν ἐξ ἀκεραίου περὶ πάντων ἀντιλέγοιεν, ἔγγραπτον ὑπὲρ τῶν ὁμολο‐ | |
γουμένων ***, ἐφ’ ὃ πάντες ἐπεβάλοντο τὰς ἰδίας | ||
Hist.23.4.11 | σφραγῖδας. οἱ δὲ περὶ τὸν Τίτον βουλόμενοι καὶ τοὺς Ἀχαιοὺς εἰς τὴν ὁμολογίαν ἐμπλέξαι, προσεκαλέ‐ | |
Hist.23.4.12 | σαντο τοὺς περὶ Ξέναρχον. οὗτοι γὰρ ἐπρέσβευον τότε παρὰ τῶν Ἀχαιῶν, ἅμα μὲν ἀνανεούμενοι τὴν συμμα‐ χίαν, ἅμα δὲ τῇ τῶν Λακεδαιμονίων διαφορᾷ προσ‐ | |
Hist.23.4.13 | εδρεύοντες. καὶ παρὰ τὴν προσδοκίαν ἐρωτώμενοι περὶ τῶν γραφομένων, εἰ συνευδοκοῦσιν, οὐκ οἶδ’ ὅπως | |
Hist.23.4.14 | εἰς ἀπορίαν ἐνέπεσον. δυσηρεστοῦντο μὲν γὰρ τῇ καθ‐ όδῳ τῶν φυγάδων καὶ τῶν τεθανατωμένων διὰ τὸ γίνεσθαι παρὰ τὰ τῶν Ἀχαιῶν δόγματα καὶ παρὰ τὴν στήλην, εὐδοκοῦντο δὲ τοῖς ὅλοις τῷ γράφεσθαι διότι | |
5 | (δεῖ) τὴν πόλιν τῶν Λακεδαιμονίων πολιτεύειν μετὰ | |
Hist.23.4.15 | τῶν Ἀχαιῶν. καὶ πέρας τὰ μὲν ἀπορούμενοι, τὰ δὲ καταπληττόμενοι τοὺς ἄνδρας, ἐπεβάλοντο τὴν σφρα‐ | |
Hist.23.4.16 | γῖδα. ἡ δὲ σύγκλητος προχειρισαμένη Κόιντον Μάρ‐ κιον πρεσβευτὴν ἐξαπέστελλεν ἐπί τε τὰ κατὰ Μακε‐ δονίαν καὶ τὰ κατὰ Πελοπόννησον. — | |
Hist.23.5.1 | Ὅτι Δεινοκράτης ὁ Μεσσήνιος παραγενόμενος εἰς τὴν Ῥώμην πρεσβευτὴς καὶ καταλαβὼν τὸν Τί‐ | |
τον πρεσβευτὴν καθεσταμένον ὑπὸ τῆς συγκλήτου πρός τε Προυσίαν καὶ τὸν Σέλευκον, περιχαρὴς ἐγενήθη, | ||
Hist.23.5.2 | νομίζων τὸν Τίτον διά τε τὴν πρὸς αὐτὸν φιλίαν— ἐγεγόνει γὰρ αὐτῷ συνήθης κατὰ τὸν Λακωνικὸν πόλε‐ μον—καὶ διὰ τὴν πρὸς τὸν Φιλοποίμενα διαφοράν, παραγενόμενον εἰς τὴν Ἑλλάδα, χειριεῖν τὰ κατὰ τὴν | |
Hist.23.5.3 | Μεσσήνην πάντα κατὰ τὴν αὐτοῦ προαίρεσιν. διὸ καὶ παρεὶς τἄλλα προσεκαρτέρει τῷ Τίτῳ καὶ πάσας εἰς τοῦτον ἀπηρείσατο τὰς ἐλπίδας. — | |
Hist.23.5.4 | Ὅτι Δεινοκράτης ὁ Μεσσήνιος ἦν οὐ μόνον κατὰ τὴν τριβήν, ἀλλὰ καὶ κατὰ τὴν φύσιν αὐλικὸς καὶ | |
Hist.23.5.5 | στρατιωτικὸς ἄνθρωπος. τὸν δὲ πραγματικὸν τρόπον ἐπέφαινε μὲν τέλειον, ἦν δὲ ψευδεπίγραφος καὶ | |
Hist.23.5.6 | ῥωπικός. ἔν τε γὰρ τοῖς πολεμικοῖς κατὰ μὲν τὴν εὐχέρειαν καὶ τὴν τόλμαν πολὺ διέφερε τῶν ἄλλων | |
Hist.23.5.7 | καὶ λαμπρὸς ἦν ἐν τοῖς κατ’ ἰδίαν κινδύνοις. ὁμοίως δὲ καὶ κατὰ τὴν ἄλλην διάθεσιν ἐν μὲν ταῖς ὁμιλίαις εὔχαρις καὶ πρόχειρος ἦν, παρά τε τὰς συνουσίας εὐ‐ τράπελος καὶ πολιτικός, ἅμα δὲ τούτοις φιλέραστος, | |
Hist.23.5.8 | περὶ δὲ κοινῶν ἢ πολιτικῶν πραγμάτων ἀτενίσαι καὶ προϊδέσθαι τὸ μέλλον ἀσφαλῶς, ἔτι δὲ παρασκευάσα‐ σθαι καὶ διαλεχθῆναι πρὸς πλῆθος, εἰς τέλος ἀδύ‐ | |
Hist.23.5.9 | νατος. καὶ τότε κεκινηκὼς ἀρχὴν μεγάλων κακῶν τῇ πατρίδι, τελείως οὐδὲν ᾤετο ποιεῖν, ἀλλὰ τὴν αὐτὴν ἀγωγὴν ἦγε τοῦ βίου, προορώμενος οὐδὲν τῶν μελ‐ λόντων, ἐρῶν δὲ καὶ κωθωνιζόμενος ἀφ’ ἡμέρας καὶ | |
Hist.23.5.10 | τοῖς ἀκροάμασι τὰς ἀκοὰς ἀνατεθεικώς. βραχεῖαν δέ τινα τῆς περιστάσεως ἔμφασιν ὁ Τίτος αὐτὸν ἠνάγ‐ | |
Hist.23.5.11 | κασε λαβεῖν. ἰδὼν γὰρ αὐτὸν παρὰ πότον ἐν μακροῖς ἱματίοις ὀρχούμενον, παρ’ αὐτὰ μὲν ἐσιώπησε, τῇ δ’ αὔριον ἐντυγχάνοντος αὐτοῦ καί τι περὶ τῆς πατρίδος | |
Hist.23.5.12 | ἀξιοῦντος “Ἐγὼ μέν, ὦ Δεινοκράτη, πᾶν” ἔφη “ποιήσω τὸ δυνατόν· ἐπὶ δὲ σοῦ θαυμάζω πῶς δύνῃ παρὰ πό‐ τον ὀρχεῖσθαι, τηλικούτων πραγμάτων ἀρχὴν κεκινη‐ | |
Hist.23.5.13 | κὼς ἐν τοῖς Ἕλλησιν.” ἐδόκει δὲ τότε βραχύ τι συστα‐ λῆναι καὶ μαθεῖν ὡς ἀνοίκειον ὑπόθεσιν τῆς ἰδίας αἱρέσεως καὶ φύσεως ἀποδέδωκε. | |
Hist.23.5.14 | Πλὴν τότε παρῆν εἰς τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου πεπεισμένος ἐξ ἐφόδου τὰ κατὰ τὴν Μεσσήνην χειρι‐ | |
Hist.23.5.15 | σθήσεσθαι κατὰ τὴν αὑτοῦ βούλησιν. οἱ δὲ περὶ τὸν | |
Φιλοποίμενα, σαφῶς ἐπεγνωκότες ὅτι περὶ τῶν Ἑλλη‐ νικῶν ὁ Τίτος οὐδεμίαν ἐντολὴν ἔχει παρὰ τῆς συγ‐ κλήτου, τὴν ἡσυχίαν εἶχον, καραδοκοῦντες αὐτοῦ τὴν | ||
Hist.23.5.16 | παρουσίαν. ἐπεὶ δὲ καταπλεύσας εἰς Ναύπακτον ἔγραψε τῷ στρατηγῷ καὶ τοῖς δαμιουργοῖς τῶν Ἀχαιῶν, | |
Hist.23.5.17 | κελεύων συνάγειν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, ἀντ‐ έγραψαν αὐτῷ διότι ποιήσουσιν, ἂν γράψῃ περὶ τίνων βούλεται διαλεχθῆναι τοῖς Ἀχαιοῖς· τοὺς γὰρ νόμους | |
Hist.23.5.18 | ταῦτα τοῖς ἄρχουσιν ἐπιτάττειν. τοῦ δὲ μὴ τολμῶντος γράφειν, αἱ μὲν τοῦ Δεινοκράτους ἐλπίδες καὶ τῶν ἀρχαίων λεγομένων φυγάδων, τότε δὲ προσφάτως ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων, καὶ συλλήβδην ἡ τοῦ | |
5 | Τίτου παρουσία καὶ προσδοκία τοῦτον τὸν τρόπον διέπεσεν. | |
Hist.23.6t | II. RES GRAECIAE. | |
Hist.23.6.1 | Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἐξαπεστάλησαν ὑπὸ τῶν ἐκ Λακεδαίμονος φυγάδων πρέσβεις εἰς τὴν Ῥώμην, ἐν οἷς ἦν Ἀρκεσίλαος καὶ Ἀγησίπολις, ὃς | |
Hist.23.6.2 | ἔτι παῖς ὢν ἐγενήθη βασιλεὺς ἐν τῇ Σπάρτῃ. τούτους μὲν οὖν λῃσταί τινες περιπεσόντες ἐν τῷ πελάγει | |
Hist.23.6.3 | διέφθειραν, οἱ δὲ μετὰ τούτων κατασταθέντες διεκο‐ | |
μίσθησαν εἰς τὴν Ῥώμην. | ||
Hist.23.7t | III. RES MACEDONIAE. | |
Hist.23.7.1 | Ὅτι τοῦ Δημητρίου παραγενηθέντος ἐκ τῆς Ῥώμης εἰς τὴν Μακεδονίαν καὶ κομίζοντος τὰς ἀποκρίσεις, ἐν αἷς οἱ Ῥωμαῖοι πᾶσαν τὴν ἐξ αὑτῶν χάριν καὶ πίστιν εἰς τὸν Δημήτριον ἀπηρείδοντο | |
5 | καὶ διὰ τοῦτον ἔφασαν πάντα πεποιηκέναι καὶ ποιή‐ | |
Hist.23.7.2 | σειν, οἱ μὲν Μακεδόνες ἀπεδέχοντο τὸν Δημήτριον, μεγάλων ὑπολαμβάνοντες ἀπολελύσθαι φόβων καὶ κιν‐ | |
Hist.23.7.3 | δύνων—προσεδόκων γὰρ ὅσον οὔπω τὸν ἀπὸ Ῥω‐ μαίων πόλεμον ἐπ’ αὐτοὺς ἥξειν διὰ τὰς τοῦ Φιλίππου | |
Hist.23.7.4 | παρατριβάς—ὁ δὲ Φίλιππος καὶ Περσεὺς οὐχ ἡδέως ἑώρων τὸ γινόμενον, οὐδ’ ἤρεσεν αὐτοῖς τὸ δοκεῖν τοὺς Ῥωμαίους |αὐτῶν μὲν μηθένα λόγον ποιεῖσθαι, τῷ δὲ | |
Hist.23.7.5 | Δημητρίῳ πᾶσαν ἀνατιθέναι τὴν ἐξ αὑτῶν χάριν. οὐ μὴν (ἀλλ’) ὁ μὲν Φίλιππος ἐπεκρύπτετο τὴν ἐπὶ τού‐ τοις δυσαρέστησιν, ὁ δὲ Περσεύς, οὐ μόνον ἐν τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ παρὰ πολὺ τἀδελφοῦ λειπόμενος, | |
5 | ἀλλὰ καὶ περὶ τἄλλα πάντα καθυστερῶν καὶ τῇ φύσει | |
Hist.23.7.6 | καὶ τῇ κατασκευῇ, δυσχερῶς ἔφερε· τὸ δὲ συνέχον, | |
ἐδεδίει περὶ τῆς ἀρχῆς, μὴ πρεσβύτερος ὢν ἐξωσθῇ | ||
Hist.23.7.7 | διὰ τὰς προειρημένας αἰτίας. διὸ τούς τε φίλους ἔφθειρε τοὺς τοῦ Δημητρίου ***. — | |
Hist.23.8.1 | Ὅτι τῶν περὶ τὸν Κόιντον τὸν Μάρκιον πρε‐ σβευσάντων εἰς Μακεδονίαν, ἀπέβη μὲν ἀπὸ τῶν ἐπὶ Θρᾴκης Ἑλληνίδων πόλεων ὁλοσχερῶς ὁ Φίλιππος καὶ τὰς φρουρὰς ἐξήγαγεν, ἀπέβη δὲ βαρυνόμενος καὶ | |
Hist.23.8.2 | στένων. διωρθώσατο δὲ καὶ τἄλλα πάντα, περὶ ὧν οἱ Ῥωμαῖοι (προσ)επέταττον, βουλόμενος ἐκείνοις μὲν μηδεμίαν ἔμφασιν ποιεῖν ἀλλοτριότητος, λαμβά‐ νειν δ’ ἀναστροφὴν πρὸς τὰς εἰς τὸν πόλεμον παρα‐ | |
Hist.23.8.3 | σκευάς. τηρῶν δὲ τὴν προκειμένην ὑπόθεσιν, ἐξῆγε | |
Hist.23.8.4 | στρατιὰν ἐπὶ τοὺς βαρβάρους. διελθὼν δὲ διὰ μέσης τῆς Θρᾴκης ἐνέβαλεν εἰς Ὀδρύσας (καὶ) Βέσσους καὶ | |
Hist.23.8.5 | Δενθηλήτους. παραγενόμενος δ’ ἐπὶ τὴν προσαγορευο‐ μένην Φιλίππου πόλιν, φυγόντων τῶν ἐνοικούντων | |
Hist.23.8.6 | εἰς τὰς ἀκρωρείας, ἐξ ἐφόδου κατέσχε τὴν πόλιν. μετὰ δὲ ταῦτα πᾶν τὸ πεδίον ἐπιδραμὼν καὶ τοὺς μὲν ἐκ‐ πορθήσας, παρ’ ὧν δὲ πίστεις λαβών, ἐπανῆλθε, | |
Hist.23.8.7 | φρουρὰν καταλιπὼν ἐν τῇ Φιλίππου πόλει. ταύτην δὲ συνέβη μετά τινα χρόνον ἐκπεσεῖν ὑπὸ τῶν Ὀδρυ‐ | |
σῶν, ἀθετησάντων τὰς πρὸς τὸν βασιλέα πίστεις. | ||
Hist.23.9t | B. OLYMP. 149, 2. I. RES ITALIAE. | |
Hist.23.9.1 | Ὅτι κατὰ τὸ δεύτερον ἔτος ἡ σύγκλητος, παραγενομένων πρέσβεων παρ’ Εὐμένους καὶ Φαρ‐ νάκου (καὶ Φιλίππου) καὶ παρὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους, ἔτι δὲ παρὰ τῶν ἐκ τῆς Λακεδαίμονος ἐκ‐ | |
5 | πεπτωκότων καὶ παρὰ τῶν κατεχόντων τὴν πόλιν, ἐχρη‐ | |
Hist.23.9.2 | μάτισε τούτοις. ἧκον δὲ καὶ Ῥόδιοι πρεσβεύοντες | |
Hist.23.9.3 | ὑπὲρ τῆς Σινωπέων ἀτυχίας. τούτοις μὲν οὖν καὶ τοῖς παρ’ Εὐμένους καὶ Φαρνάκου πρεσβεύουσιν ἡ σύγκλητος ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς ἐπισκεψομένους περί τε Σινωπέων καὶ περὶ τῶν τοῖς | |
Hist.23.9.4 | βασιλεῦσιν ἀμφισβητουμένων. τοῦ δὲ Κοΐντου Μαρ‐ κίου προσφάτως ἐκ τῆς Ἑλλάδος παραγεγονότος καὶ περί τε τῶν ἐν Μακεδονίᾳ καὶ περὶ τῶν ἐν Πελοπον‐ νήσῳ διασεσαφηκότος, οὐκέτι πολλῶν προσεδεήθη λόγων | |
Hist.23.9.5 | ἡ σύγκλητος, ἀλλ’ εἰσκαλεσαμένη καὶ τοὺς ἀπὸ Πελο‐ ποννήσου καὶ Μακεδονίας πρεσβεύοντας διήκουσε μὲν τῶν λόγων, τάς γε μὴν ἀποκρίσεις ἔδωκε καὶ τὴν διά‐ ληψιν ἐποιήσατο τῶν πραγμάτων οὐ πρὸς τοὺς τῶν | |
5 | πρεσβευτῶν λόγους, ἀλλὰ πρὸς τὴν ἀποπρεσβείαν ἁρ‐ | |
Hist.23.9.6 | μοσαμένη τοῦ Μαρκίου. ὃς ὑπὲρ μὲν τοῦ Φιλίππου τοῦ βασιλέως ἀπηγγέλκει διότι πεποίηκε μὲν τὰ προσ‐ ταττόμενα, πεποίηκε δὲ τὰ πάντα βαρυνόμενος, καὶ (καθ)ότι λαβὼν καιρὸν πᾶν τι ποιήσει κατὰ Ῥωμαίων. | |
Hist.23.9.7 | διὸ καὶ τοῖς μὲν παρὰ τοῦ Φιλίππου πρεσβευταῖς τοιαύτην ἔδωκε τὴν ἀπόκρισιν, δι’ ἧς ἐπὶ μὲν τοῖς γεγονόσιν ἐπῄνει τὸν Φίλιππον, εἰς δὲ τὸ λοιπὸν ᾤετο δεῖν προσέχειν αὐτὸν ἵνα μηδὲν ὑπεναντίον φαίνη‐ | |
Hist.23.9.8 | ται πράττων Ῥωμαίοις. περὶ δὲ τῶν κατὰ Πελοπόν‐ νησον ὁ Μάρκιος τοιαύτην ἐπεποίητο τὴν ἀπαγγελίαν διότι, τῶν Ἀχαιῶν οὐ βουλομένων ἀναφέρειν οὐδὲν ἐπὶ τὴν σύγκλητον, ἀλλὰ φρονηματιζομένων καὶ πάντα δι’ | |
Hist.23.9.9 | ἑαυτῶν πράττειν ἐπιβαλλομένων, ἐὰν παρακούσωσι μόνον αὐτῶν κατὰ τὸ παρὸν καὶ βραχεῖαν ἔμφασιν ποιήσωσιν δυσαρεστήσεως, ταχέως ἡ Λακεδαίμων τῇ | |
Hist.23.9.10 | Μεσσήνῃ συμφρονήσει. τούτου δὲ γενομένου μετὰ μεγάλης χάριτος ἥξειν τοὺς Ἀχαιοὺς ἔφη καταπεφευ‐ | |
Hist.23.9.11 | γότας ἐπὶ Ῥωμαίους. διότι τοῖς μὲν ἐκ τῆς Λακε‐ δαίμονος ἀπεκρίθησαν τοῖς περὶ Σήριππον, βουλόμενοι μετέωρον ἐᾶσαι τὴν πόλιν, διότι πάντα πεποιήκασιν αὐτοῖς τὰ δυνατά, κατὰ δὲ τὸ παρὸν οὐ νομίζουσιν | |
Hist.23.9.12 | εἶναι τοῦτο τὸ πρᾶγμα πρὸς αὑτούς. τῶν δ’ Ἀχαιῶν παρακαλούντων, εἰ μὲν δυνατόν ἐστιν, βοήθειαν αὐτοῖς | |
πέμψαι κατὰ τὴν συμμαχίαν ἐπὶ τοὺς Μεσσηνίους, εἰ δὲ μή, προνοηθῆναι (γ’) ἵνα μηθεὶς τῶν ἐξ Ἰταλίας | ||
5 | μήθ’ ὅπλα μήτε σῖτον εἰς τὴν Μεσσήνην εἰσαγάγῃ, | |
Hist.23.9.13 | τούτων μὲν οὐδενὶ προσεῖχον, ἀπεκρίθησαν δὲ διότι οὐδ’ ἂν ὁ Λακεδαιμονίων ἢ Κορινθίων ἢ (τῶν) Ἀρ‐ γείων ἀφίστηται δῆμος, οὐ δεήσει τοὺς Ἀχαιοὺς θαυ‐ | |
Hist.23.9.14 | μάζειν ἐὰν μὴ πρὸς αὐτοὺς ἡγῶνται. ταύτην δὲ τὴν ἀπόκρισιν ἐκθέμενοι, κηρύγματος ἔχουσαν διάθεσιν τοῖς βουλομένοις ἕνεκεν Ῥωμαίων ἀφίστασθαι τῆς τῶν Ἀχαιῶν πολιτείας, λοιπὸν τοὺς πρεσβευτὰς παρακατ‐ | |
5 | εῖχον, καραδοκοῦντες τὰ κατὰ τὴν Μεσσήνην, πῶς προ‐ | |
Hist.23.9.15 | χωρήσει τοῖς Ἀχαιοῖς. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν. | |
Hist.23.10t | II. RES MACEDONIAE. | |
Hist.23.10.1 | Ὅτι τῷ βασιλεῖ Φιλίππῳ καὶ τῇ συμπάσῃ Μα‐ κεδονίᾳ κατὰ τοῦτον τὸν καιρὸν δεινή τις ἀρχὴ κακῶν ἐνέπεσε καὶ πολλῆς ἐπιστάσεως καὶ | |
Hist.23.10.2 | μνήμης ἀξία. καθάπερ γὰρ ἂν εἰ δίκην ἡ τύχη βου‐ λομένη λαβεῖν (ἐν) καιρῷ παρ’ αὐτοῦ πάντων τῶν | |
ἀσεβημάτων καὶ παρανομημάτων ὧν εἰργάσατο κατὰ τὸν βίον, τότε παρέστησέ τινας ἐρινῦς καὶ ποινὰς καὶ | ||
Hist.23.10.3 | προστροπαίους τῶν δι’ ἐκεῖνον ἠτυχηκότων· οἳ συνόν‐ τες αὐτῷ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν τοιαύτας ἔλαβον παρ’ αὐτοῦ τιμωρίας, ἕως οὗ τὸ ζῆν ἐξέλιπεν, ὡς καὶ πάντας ἀνθρώπους ὁμολογῆσαι διότι κατὰ τὴν παροι‐ | |
5 | μίαν ἔστι Δίκης ὀφθαλμός, ἧς μηδέποτε δεῖ κατα‐ | |
Hist.23.10.4 | φρονεῖν ἀνθρώπους ὑπάρχοντας. πρῶτον μὲν γὰρ αὐτῷ ταύτην παρεστήσαντο τὴν ἔννοιαν ὅτι δεῖ μέλ‐ λοντα πολεμεῖν πρὸς Ῥωμαίους ἐκ τῶν ἐπιφανεστάτων καὶ παραθαλαττίων πόλεων τοὺς μὲν πολιτικοὺς ἄνδρας | |
5 | μετὰ τέκνων καὶ γυναικῶν ἀναστάτους ποιήσαντα μετ‐ αγαγεῖν εἰς τὴν νῦν μὲν Ἠμαθίαν, τὸ δὲ παλαιὸν Παιο‐ | |
Hist.23.10.5 | νίαν προσαγορευομένην, πληρῶσαι (δὲ) καὶ Θρᾳκῶν καὶ βαρβάρων τὰς πόλεις, ὡς βεβαιοτέρας αὐτῷ τῆς ἐκ τούτων πίστεως ὑπαρξούσης κατὰ τὰς περιστάσεις. | |
Hist.23.10.6 | οὗ συντελουμένου, καὶ τῶν ἀνθρώπων ἀνασπάστων γινομένων, τηλικοῦτο συνέβη γενέσθαι πένθος καὶ | |
τηλικοῦτον θόρυβον ὥστε δοριάλωτον δοκεῖν ἅπασαν | ||
Hist.23.10.7 | γίνεσθαι. ἐξ ὧν κατάραι καὶ θεοκλυτήσεις ἐγίνοντο κατὰ τοῦ βασιλέως, οὐκέτι λάθρᾳ μόνον, ἀλλὰ καὶ | |
Hist.23.10.8 | φανερῶς. μετὰ δὲ ταῦτα βουληθεὶς μηδὲν ἀλλότριον ὑποκαθέσθαι μηδὲ δυσμενὲς μηδὲν ἀπολιπεῖν (πρὸς) τὴν βασιλείαν, ἔγραψε τοῖς ἐπὶ τῶν πόλεων διατεταγ‐ μένοις ἀναζητήσασι τοὺς υἱοὺς καὶ τὰς θυγατέρας | |
5 | τῶν ὑπ’ αὐτοῦ Μακεδόνων ἀνῃρημένων, εἰς φυλα‐ | |
Hist.23.10.9 | κὴν ἀποθέσθαι, μάλιστα μὲν φέρων ἐπὶ τοὺς περὶ Ἄδμητον καὶ Πύρριχον καὶ Σάμον καὶ τοὺς μετὰ τού‐ | |
Hist.23.10.10 | των ἀπολομένους· ἅμα δὲ τούτοις συμπεριέλαβε καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ βασιλικὸν πρόσταγμα τοῦ ζῆν ἐστερήθησαν, ἐπιφθεγξάμενος, ὥς φασι, τὸν στίχον τοῦτον· | |
5 | νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει. | |
Hist.23.10.11 | ὄντων δὲ τῶν πλείστων ἐπιφανῶν διὰ τὰς τῶν πατέ‐ ρων προαγωγάς, ἐπιφανῆ καὶ τὴν τούτων ἀτυχίαν | |
Hist.23.10.12 | συνέβαινε γίνεσθαι καὶ παρὰ πᾶσιν ἐλεεινήν. τρίτον δ’ ἡ τύχη δρᾶμα κατὰ τὸν αὐτὸν καιρὸν ἐπεισήγαγεν | |
Hist.23.10.13 | τὸ κατὰ τοὺς υἱούς, ἐν ᾧ τῶν μὲν νεανίσκων ἀλλήλοις ἐπιβουλευόντων, τῆς δ’ ἀναφορᾶς περὶ τούτων ἐπ’ αὐτὸν γινομένης, καὶ δέον διαλαμβάνειν ποτέρου δεῖ | |
γίνεσθαι τῶν υἱῶν φονέα καὶ πότερον αὐτῶν δεδιέναι | ||
5 | μᾶλλον κατὰ τὸν ἑξῆς βίον, μὴ γηράσκων αὐτὸς πάθῃ τὸ παραπλήσιον, ἐστροβεῖτο νύκτωρ καὶ μεθ’ ἡμέραν | |
Hist.23.10.14 | περὶ τούτων διανοούμενος. ἐν τοιαύταις δ’ οὔσης ἀτυχίαις καὶ ταραχαῖς τῆς αὐτοῦ ψυχῆς, τίς οὐκ ἂν εἰκότως ὑπολάβοι θεῶν τινων αὐτῷ μῆνιν εἰς τὸ γῆρας κατασκῆψαι διὰ τὰς ἐν τῷ προγεγονότι βίῳ | |
Hist.23.10.15 | παρανομίας; τοῦτο δ’ ἔτι μᾶλλον ἔσται δῆλον ἐκ τῶν ἑξῆς ῥηθησομένων. — Ὅτι Φίλιππος ὁ Μακεδόνων βασιλεὺς πολλοὺς τῶν Μακεδόνων ἀνελὼν καὶ τοὺς υἱοὺς αὐτῶν ἐπανεῖλεν, | |
5 | ὥς φασι, τὸν στίχον τοῦτον εἰπών· Νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει. | |
Hist.23.10.16 | *** καὶ διὰ ταῦτα τῆς ψυχῆς οἱονεὶ λυττώσης αὐτοῦ, καὶ τὸ κατὰ τοὺς υἱοὺς νεῖκος ἅμα τοῖς προειρημένοις ἐξεκαύθη, τῆς τύχης ὥσπερ ἐπίτηδες ἀναβιβαζούσης ἐπὶ σκηνὴν ἐν ἑνὶ καιρῷ τὰς τούτων | |
5 | συμφοράς. — | |
Hist.23.10.17 | Ἐναγίζουσιν οὖν τῷ Ξανθῷ Μακεδόνες καὶ | |
καθαρμὸν ποιοῦσι σὺν ἵπποις ὡπλισμένοις. — | ||
Hist.23.11.1 | Ὅτι “δεῖ μὴ μόνον ἀναγινώσκειν τὰς τραγῳδίας καὶ τοὺς μύθους καὶ τὰς ἱστορίας, ἀλλὰ καὶ | |
Hist.23.11.2 | γινώσκειν καὶ συνεφιστάνειν ἐπὶ τοῦτο τὸ μέρος. ἐν οἷς ἅπασιν ἔστιν ὁρᾶν, ὅσοι μὲν τῶν ἀδελφῶν εἰς τὴν πρὸς ἀλλήλους ὀργὴν καὶ φιλονικίαν ἐμπεσόντες ἐπὶ πολὺ προύβησαν, ἅπαντας τοὺς τοιούτους οὐ μόνον | |
5 | σφᾶς ἀπολωλεκότας, ἀλλὰ καὶ βίον καὶ τέκνα καὶ πόλεις | |
Hist.23.11.3 | ἄρδην κατεστραφότας, ὅσοι δὲ μετρίως ἐζήλωσαν τὸ στέργειν αὑτοὺς καὶ φέρειν τὰς ἀλλήλων ἀγνοίας, τούτους ἅπαντας σωτῆρας γεγονότας ὧν ἀρτίως εἶπον καὶ μετὰ τῆς καλλίστης φήμης καὶ δόξης βεβιωκότας. | |
Hist.23.11.4 | καὶ μὴν ἐπὶ τοὺς ἐν τῇ Λακεδαίμονι βασιλεῖς πολλάκις ὑμᾶς ἐπέστησα, λέγων ὅτι τοσοῦτον χρόνον διετήρησαν σφῶν τῇ πατρίδι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ὅσον πειθαρχοῦντες ὥσπερ γονεῦσι τοῖς ἐφόροις ἠνείχοντο | |
Hist.23.11.5 | συμβασιλεύοντες ἀλλήλοις· ὅτε δὲ (δια)φωνήσαντες εἰς μοναρχίαν τὰ πράγματα μετέστησαν, τότε πάντων ἅμα | |
Hist.23.11.6 | τῶν κακῶν πεῖραν ἐποίησαν λαβεῖν τὴν Σπάρτην· τὸ δὲ τελευταῖον ὡσανεὶ κατ’ ἔνδειξιν ὑμῖν λέγων καὶ | |
τιθεὶς ἐναργῶς ὑπὸ τὴν ὄψιν διετέλουν τούτους τοὺς | ||
Hist.23.11.7 | περὶ τὸν Εὐμένη καὶ τὸν Ἄτταλον, ὅτι παραλαβόντες οὗτοι μικρὰν ἀρχὴν καὶ τὴν τυχοῦσαν ηὐξήκασι ταύτην, ὥστε μηδεμιᾶς εἶναι καταδεεστέραν, δι’ οὐθὲν ἕτερον ἢ διὰ τὴν πρὸς αὑτοὺς ὁμόνοιαν καὶ συμφωνίαν | |
5 | καὶ τὸ δύνασθαι καταξίωσιν ἀλλήλοις διαφυλάττειν· | |
Hist.23.11.8 | ὧν ὑμεῖς ἀκούοντες οὐχ οἷον εἰς νοῦν ἐλαμβάνετε, τὸ δ’ ἐναντίον ἠκονᾶτ’, ἐμοὶ δοκεῖ, τοὺς κατ’ ἀλλήλων θυμούς.” | |
Hist.23.12t | III. RES GRAECIAE. | |
Hist.23.12.1 | Πολύβιος. Ὁ δ’ ἐξαναστὰς προῆγε, τὰ μὲν ὑπὸ τῆς ἀρρωστίας, τὰ δ’ ὑπὸ τῆς ἡλικίας βαρυνόμενος· | |
Hist.23.12.2 | εἶχε γὰρ ἑβδομηκοστὸν ἔτος. Πολύβιος· διαβιασάμενος δὲ τὴν ἀσθένειαν τῇ συνηθείᾳ τῇ πρὸ τοῦ παρῆν ἐξ Ἄργους εἰς Μεγάλην πόλιν αὐθημερόν. — | |
Hist.23.12.3 | Ὅτι Φιλοποίμην ὁ τῶν Ἀχαιῶν στρατηγὸς συλ‐ ληφθεὶς ὑπὸ Μεσσηνίων ἀνῃρέθη φαρμάκῳ, ἀνὴρ γενό‐ μενος οὐδενὸς τῶν πρὸ τοῦ κατ’ ἀρετὴν δεύτερος, τῆς | |
τύχης μέντοι γ’ ἥττων, καίτοι δόξας ἐν παντὶ τῷ πρὸ | ||
Hist.23.12.4 | τοῦ βίῳ συνεργὸν ἐσχηκέναι ταύτην· ἀλλά μοι δοκεῖ κατὰ τὴν κοινὴν παροιμίαν εὐτυχῆσαι μὲν ἄνθρωπον | |
Hist.23.12.5 | ὄντα δυνατόν, διευτυχῆσαί γε μὴν ἀδύνατον· διὸ καὶ μακαριστέον τῶν προγεγονότων οὐχ ὡς διευτυχηκότας τινάς· τίς γὰρ ἀνάγκη ψευδεῖ λόγῳ χρωμένοις ματαίως | |
Hist.23.12.6 | προσκυνεῖν τὴν τύχην; ἀλλὰ τοὺς ὡς πλεῖστον χρόνον ἐν τῷ ζῆν ἵλεων ἔχοντας ταύτην, κἄν ποτε μετανοῇ, μετρίαις περιπεσόντας συμφοραῖς. — | |
Hist.23.12.7 | Μετ........ | Λυκόρταν, ὃς ἦν οὐδὲν ἥττων τούτου. — | |
Hist.23.12.8 | Ὅτι Φιλοποίμην τετταράκοντ’ ἔτη συνεχῶς φιλο‐ δοξήσας ἐν δημοκρατικῷ καὶ πολυειδεῖ πολιτεύματι, | |
Hist.23.12.9 | πάντῃ πάντως διέφυγε τὸν τῶν πολλῶν φθόνον, τὸ πλεῖον οὐ πρὸς χάριν, ἀλλὰ μετὰ παρρησίας πολι‐ τευόμενος· ὃ σπανίως ἂν εὕροι τις γεγονός. — | |
Hist.23.13.1 | Ὅτι θαυμαστόν ἐστι καὶ μέγιστον σημεῖον γε‐ γονέναι τῇ φύσει τὸν ἄνδρα τοῦτον ἡγεμονικὸν | |
καὶ πολύ τι διαφέροντα τῶν ἄλλων πρὸς τὸν πραγμα‐ | ||
Hist.23.13.2 | τικὸν τρόπον· ἑπτακαίδεκα γὰρ ἔτη μείνας ἐν τοῖς ὑπαίθροις πλεῖστά τ’ ἔθνη καὶ βάρβαρα διεξελθὼν καὶ πλείστοις ἀνδράσιν ἀλλοφύλοις καὶ ἑτερογλώττοις χρησάμενος συνεργοῖς πρὸς ἀπηλπισμένας καὶ παρα‐ | |
5 | δόξους ἐπιβολάς, ὑπ’ οὐθενὸς οὔτ’ ἐπεβουλεύθη τὸ παράπαν οὔτ’ ἐγκατελείφθη τῶν ἅπαξ αὐτῷ κοινωνη‐ σάντων καὶ δόντων ἑαυτοὺς εἰς χεῖρας. — | |
Hist.23.14.1 | Ὅτι Πόπλιος φιλοδοξήσας ἐν ἀριστοκρατικῷ πολιτεύματι τηλικαύτην περιεποιήσατο παρὰ μὲν | |
Hist.23.14.2 | τοῖς ὄχλοις εὔνοιαν παρὰ δὲ τῷ συνεδρίῳ πίστιν ὥστ’, ἐν μὲν τῷ δήμῳ κρίνειν τινὸς ἐπιβαλομένου κατὰ τὰ Ῥωμαίων ἔθη καὶ πολλὰ κατηγορήσαντος καὶ πικρῶς, | |
Hist.23.14.3 | ἄλλο μὲν οὐθὲν εἶπε προελθών, οὐκ ἔφη δὲ πρέπον εἶναι τῷ δήμῳ τῶν Ῥωμαίων οὐθενὸς ἀκούειν κατηγοροῦντος Ποπλίου Κορνηλίου Σκιπίωνος, δι’ ὃν αὐτὴν τὴν τοῦ λέγειν ἐξουσίαν ἔχουσιν οἱ κατη‐ | |
Hist.23.14.4 | γοροῦντες. ὧν ἀκούσαντες οἱ πολλοὶ παραχρῆμα διελύθησαν πάντες ἐκ τῆς ἐκκλησίας, ἀπολιπόντες τὸν κατηγοροῦντα μόνον. — | |
Hist.23.14.5 | Ὅτι Πόπλιος ἐν τῷ συνεδρίῳ χρείας ποτὲ χρη‐ μάτων οὔσης εἴς τινα κατεπείγουσαν οἰκονομίαν, τοῦ δὲ ταμίου διά τινα νόμον οὐ φάσκοντος ἀνοίξειν τὸ ταμιεῖον κατ’ ἐκείνην τὴν ἡμέραν, αὐτὸς ἔφη λαβὼν | |
Hist.23.14.6 | τὰς κλεῖς ἀνοίξειν· αὐτὸς γὰρ αἴτιος γεγονέναι καὶ | |
Hist.23.14.7 | τοῦ κλείεσθαι τὸ ταμιεῖον. πάλιν δέ ποτε λόγον ἀπαι‐ τοῦντός τινος ἐν τῷ συνεδρίῳ τῶν χρημάτων ὧν ἔλαβε παρ’ Ἀντιόχου πρὸ τῶν συνθηκῶν (εἰς) τὴν τοῦ στρατοπέδου μισθοδοσίαν, ἔχειν μὲν ἔφη τὸν λογισμόν, | |
Hist.23.14.8 | οὐ δεῖν δ’ αὐτὸν ὑποσχεῖν οὐδενὶ λόγον· τοῦ δ’ ἐπι‐ κειμένου καὶ κελεύοντος φέρειν ἠξίωσε τὸν ἀδελφὸν ἐνεγκεῖν· κομισθέντος δὲ τοῦ βυβλίου, προτείνας αὐτὸ καὶ κατασπαράξας πάντων ὁρώντων τὸν μὲν ἀπαι‐ | |
Hist.23.14.9 | τοῦντα τὸν λόγον ἐκ τούτων ζητεῖν ἐκέλευσε, τοὺς δ’ ἄλλους ἤρετο πῶς τῶν μὲν τρισχιλίων ταλάντων τὸν λόγον ἐπιζητοῦσι πῶς ἐδαπανήθη καὶ διὰ τίνων, τῶν δὲ μυρίων καθόλου καὶ πεντακισχιλίων ὧν παρ’ Ἀντι‐ | |
5 | όχου λαμβάνουσιν, οὐκέτι ζητοῦσι πῶς εἰσπορεύεται | |
Hist.23.14.10 | καὶ διὰ τίνων, οὐδὲ πῶς τῆς Ἀσίας καὶ τῆς Λιβύης, | |
Hist.23.14.11 | ἔτι δὲ τῆς Ἰβηρίας κεκυριεύκασιν. ὥστε μὴ μόνον καταπλαγῆναι πάντας, ἀλλὰ καὶ τὸν ζητήσαντα τὸν λόγον ἀποσιωπῆσαι. | |
Hist.23.14.12 | Ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω τῆς τε τῶν μετηλλα‐ χότων ἀνδρῶν εὐκλείας ἕνεκεν καὶ τῆς τῶν ἐπιγινο‐ μένων παρορμήσεως πρὸς τὰ καλὰ τῶν ἔργων. — | |
Hist.23.15.1 | Ὅτι οὐ καλὸν τὸ φθείρειν τοὺς καρποὺς τῶν ὑπεναντίων· φησὶ γὰρ ὁ Πολύβιος οὐδέποτε δ’ ἐγὼ συντίθεμαι τὴν γνώμην τοῖς ἐπὶ τοσοῦτον διατιθε‐ μένοις τὴν ὀργὴν εἰς τοὺς ὁμοφύλους ὥστε μὴ μόνον | |
5 | τοὺς ἐπετείους καρποὺς παραιρεῖσθαι τῶν πολεμίων, ἀλλὰ καὶ τὰ δένδρα καὶ τὰ κατασκευάσματα διαφθείρειν, | |
Hist.23.15.2 | μηδὲ μεταμελείας καταλείποντας τόπον. ἀλλά μοι | |
Hist.23.15.3 | δοκοῦσι μεγαλείως ἀγνοεῖν οἱ ταῦτα πράττοντες· καθ’ ὅσον γὰρ ὑπολαμβάνουσι καταπλήττεσθαι τοὺς πολεμίους λυμαινόμενοι τὴν χώραν καὶ παραιρούμενοι πάσας, οὐ μόνον τὰς κατὰ τὸ παρόν, ἀλλὰ καὶ τὰς εἰς τὸ μέλλον | |
5 | ἐλπίδας τῶν πρὸς τὸν βίον ἀναγκαίων, κατὰ τοσοῦτον ἀποθηριοῦντες τοὺς ἀνθρώπους ἀμετάθετον ποιοῦσι τὴν πρὸς αὑτοὺς ὀργὴν τῶν ἅπαξ ἐξαμαρτόντων. — | |
Hist.23.16.1 | Ὅτι ὁ Λυκόρτας ὁ τῶν Ἀχαιῶν στρατηγὸς | |
τοὺς Μεσσηνίους καταπληξάμενος τῷ πολέμῳ | ||
Hist.23.16.2 | *** πάλαι μὲν οἱ Μεσσήνιοι καταπεπληγμένοι τὸν πρὸ τοῦ χρόνον τοὺς προεστῶτας, τότε μόλις ἐθάρρησάν τινες αὐτῶν φωνὴν ἀφιέναι, πιστεύσαντες τῇ τῶν πολεμίων ἐφεδρείᾳ, καὶ λέγειν ὅτι δεῖ πρεσβεύειν ὑπὲρ | |
Hist.23.16.3 | διαλύσεως. οἱ μὲν οὖν περὶ τὸν Δεινοκράτην οὐκέτι δυνάμενοι πρὸς τὸ πλῆθος ἀντοφθαλμεῖν διὰ τὸ περιέχεσθαι *** τοῖς πράγμασιν εἴξαντες ἀνεχώρησαν | |
Hist.23.16.4 | εἰς τὰς ἰδίας οἰκήσεις. οἱ δὲ πολλοὶ παρακληθέντες ὑπό τε τῶν πρεσβυτέρων καὶ μάλιστα τῶν ἐκ Βοιωτίας | |
Hist.23.16.5 | πρεσβευτῶν, οἳ πρότερον ἤδη παραγεγονότες ἐπὶ τὰς διαλύσεις, Ἐπαίνετος καὶ Ἀπολλόδωρος, εὐκαίρως τότε παρέτυχον ἐν τῇ Μεσσήνῃ, ταχέως ἐπακολουθήσαντες ἐπὶ τὰς διαλύσεις οἱ Μεσσήνιοι κατέστησαν πρεσβευτὰς | |
5 | καὶ τούτους ἐξέπεμψαν, δεόμενοι τυχεῖν συγγνώμης | |
Hist.23.16.6 | ἐπὶ τοῖς ἡμαρτημένοις. ὁ δὲ στρατηγὸς τῶν Ἀχαιῶν παραλαβὼν τοὺς συνάρχοντας καὶ διακούσας τῶν παρα‐ γεγονότων μίαν ἔφη Μεσσηνίοις πρὸς τὸ ἔθνος εἶναι | |
Hist.23.16.7 | διάλυσιν, ἐὰν μὲν τοὺς αἰτίους τῆς ἀποστάσεως καὶ τῆς Φιλοποίμενος ἀναιρέσεως ἤδη παραδῶσιν αὐτῷ, περὶ δὲ τῶν ἄλλων ἁπάντων ἐπιτροπὴν δῶσιν τοῖς Ἀχαιοῖς, εἰς δὲ τὴν ἄκραν εἰσδέξωνται παραχρῆμα | |
Hist.23.16.8 | φυλακήν. ἀναγγελθέντων δὲ τούτων εἰς τοὺς ὄχλους, | |
οἱ μὲν πάλαι πικρῶς διακείμενοι πρὸς τοὺς αἰτίους τοῦ πολέμου πρόθυμοι τούτους ἦσαν ἐκδιδόναι καὶ συλλαμβάνειν, οἱ δὲ πεπεισμένοι μηδὲν πείσεσθαι δει‐ | ||
5 | νὸν ὑπὸ τῶν Ἀχαιῶν ἑτοίμως συγκατέβαινον εἰς τὴν | |
Hist.23.16.9 | ὑπὲρ τῶν ὅλων ἐπιτροπήν. τὸ δὲ συνέχον, οὐκ ἔχοντες αἵρεσιν περὶ τῶν παρόντων ὁμοθυμαδὸν ἐδέξαντο τὰ | |
Hist.23.16.10 | προτεινόμενα. τὴν μὲν οὖν ἄκραν εὐθέως παραλαβὼν ὁ στρατηγὸς τοὺς πελταστὰς εἰς αὐτὴν παρή‐ | |
Hist.23.16.11 | γαγεν, μετὰ δὲ ταῦτα προσλαβὼν τοὺς ἐπιτηδείους ἐκ τοῦ στρατοπέδου παρῆλθεν εἰς τὴν πόλιν καὶ συν‐ αγαγὼν τοὺς ὄχλους παρεκάλεσε τὰ πρέποντα τοῖς ἐνεστῶσι καιροῖς, ἐπαγγελλόμενος ἀμεταμέλητον αὐτοῖς | |
Hist.23.16.12 | ἔσεσθαι τὴν πίστιν. τῆς μὲν οὖν ὑπὲρ τῶν ὅλων δια‐ λήψεως τὴν ἀναφορὰν ἐπὶ τὸ ἔθνος ἐποιήσατο—καὶ γὰρ ὥσπερ ἐπίτηδες συνέβαινε τότε πάλιν συνάγεσθαι τοὺς Ἀχαιοὺς εἰς Μεγάλην πόλιν ἐπὶ τὴν δευτέραν | |
Hist.23.16.13 | σύνοδον—τῶν δ’ ἐν ταῖς αἰτίαις ὅσοι μὲν μετέσχον τοῦ παρ’ αὐτὸν τὸν καιρὸν ἐπανελέσθαι τὸν Φιλο‐ ποίμενα, τούτοις ἐπέταξε παραχρῆμα πάντας αὐτοὺς ἐξάγειν ἐκ τοῦ ζῆν *** — | |
Hist.23.17.1 | Ὅτι οἱ Μεσσήνιοι διὰ τὴν αὑτῶν ἄγνοιαν εἰς τὴν ἐσχάτην παραγενόμενοι διάθεσιν ἀπο‐ | |
κατέστησαν εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν τῆς συμπολι‐ τείας διὰ τὴν Λυκόρτα καὶ τῶν Ἀχαιῶν μεγαλοψυχίαν. | ||
Hist.23.17.2 | ἡ δ’ Ἀβία καὶ Θουρία καὶ Φαραὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπὸ μὲν τῆς Μεσσήνης ἐχωρίσθησαν, ἰδίᾳ (δὲ) θέμεναι στήλην ἑκάστη μετεῖχεν τῆς κοινῆς συμπολι‐ | |
Hist.23.17.3 | τείας. Ῥωμαῖοι δὲ πυθόμενοι κατὰ λόγον κεχωρηκέναι τοῖς Ἀχαιοῖς τὰ κατὰ τὴν Μεσσήνην, οὐδένα λόγον ποιησάμενοι τῆς πρότερον ἀποφάσεως ἄλλην ἔδωκαν τοῖς αὐτοῖς πρεσβευταῖς ἀπόκρισιν, διασαφοῦντες ὅτι | |
5 | πρόνοιαν πεποίηνται τοῦ μηθένα τῶν ἐξ Ἰταλίας μήθ’ | |
Hist.23.17.4 | ὅπλα μήτε σῖτον εἰσάγειν εἰς τὴν Μεσσήνην. ἐξ οὗ καταφανεῖς ἅπασιν ἐγενήθησαν ὅτι τοσοῦτον ἀπέχουσιν τοῦ τὰ μὴ λίαν ἀναγκαῖα τῶν ἐκτὸς πραγμάτων ἀπο‐ τρίβεσθαι καὶ παρορᾶν, ὡς τοὐναντίον καὶ δυσχεραί‐ | |
5 | νουσιν ἐπὶ τῷ μὴ πάντων τὴν ἀναφορὰν ἐφ’ ἑαυτοὺς γίνεσθαι καὶ πάντα πράττεσθαι μετὰ τῆς αὑτῶν γνώ‐ | |
Hist.23.17.5 | μης. εἰς δὲ τὴν Λακεδαίμονα παραγενομένων τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης καὶ κομιζόντων τὴν ἀπό‐ κρισιν, εὐθέως ὁ στρατηγὸς τῶν Ἀχαιῶν μετὰ τὸ συντελέσαι τὰ κατὰ τὴν Μεσσήνην συνῆγε τοὺς | |
Hist.23.17.6 | πολλοὺς εἰς τὴν τῶν Σικυωνίων πόλιν. ἁθροισθέν‐ των δὲ τῶν Ἀχαιῶν (ἀν)εδίδου διαβούλιον ὑπὲρ τοῦ | |
προσλαβέσθαι (τὴν Σπάρτην) εἰς τὴν συμπολιτείαν, | ||
Hist.23.17.7 | φάσκων Ῥωμαίους μὲν ἀποτρίβεσθαι τὴν πρότερον αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν ὑπὲρ τῆς πόλεως ταύτης· ἀποκεκρίσθαι γὰρ αὐτοὺς νῦν μηθὲν εἶναι τῶν κατὰ | |
Hist.23.17.8 | Λακεδαίμονα πραγμάτων πρὸς αὑτούς· τοὺς δὲ κυριεύ‐ οντας τῆς Σπάρτης κατὰ τὸ παρὸν βούλεσθαι σφίσιν | |
Hist.23.17.9 | μετέχειν τῆς συμπολιτείας. διὸ παρεκάλει προσδέχεσθαι τὴν πόλιν· εἶναι γὰρ τοῦτο κατὰ δύο τρόπους συμ‐ φέρον, καθ’ ἕνα μέν, ὅτι τούτους (μέλλουσι) προσ‐ λήψεσθαι τοὺς διατετηρηκότας τὴν πρὸς τὸ ἔθνος | |
Hist.23.17.10 | πίστιν, καθ’ ἕτερον δέ, διότι τῶν ἀρχαίων φυγάδων τοὺς ἀχαρίστως καὶ ἀσεβῶς ἀνεστραμμένους εἰς αὐτοὺς οὐχ ἕξουσι κοινωνοὺς τῆς πολιτείας, ἀλλ’ ἑτέρων αὐτοὺς ἐκκεκλεικότων τῆς πόλεως, βεβαιώσαντες τὰς | |
5 | ἐκείνων προαιρέσεις ἅμα τὴν ἁρμόζουσαν αὐτοῖς χάριν | |
Hist.23.17.11 | ἀποδώσουσι μετὰ τῆς τῶν θεῶν προνοίας. ὁ μὲν οὖν Λυκόρτας ταῦτα καὶ τὰ τοιαῦτα λέγων παρεκάλει τοὺς | |
Hist.23.17.12 | Ἀχαιοὺς προσδέξασθαι τὴν πόλιν· ὁ δὲ Διοφάνης καί τινες ἕτεροι βοηθεῖν ἐπειρῶντο τοῖς φυγάσι καὶ παρ‐ εκάλουν τοὺς Ἀχαιοὺς μὴ συνεπιθέσθαι τοῖς ἐκπεπτω‐ κόσιν μηδὲ δι’ ὀλίγους ἀνθρώπους συνεπισχῦσαι τοῖς | |
5 | ἀσεβῶς καὶ παρανόμως αὐτοὺς ἐκ τῆς πατρίδος | |
Hist.23.18.1 | ἐκβεβληκόσιν. τοιαῦτα μὲν ἦν τὰ ῥηθέντα παρ’ ἑκατέρων. οἱ δ’ Ἀχαιοὶ διακούσαντες ἀμφοτέρων ἔκριναν προσλαβέσθαι τὴν πόλιν, καὶ μετὰ ταῦτα στήλης προγραφείσης συνεπολιτεύετο μετὰ τῶν Ἀχαιῶν | |
Hist.23.18.2 | ἡ Σπάρτη, προσδεξαμένων τῶν ἐν τῇ πόλει τούτους τῶν ἀρχαίων φυγάδων, ὅσοι μηδὲν ἐδόκουν ἄγνωμον πεποιηκέναι κατὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους. | |
Hist.23.18.3 | Οἱ δ’ Ἀχαιοὶ ταῦτα κυρώσαντες πρεσβευτὰς ἀπέ‐ στειλαν εἰς τὴν Ῥώμην τοὺς περὶ Βίππον τὸν Ἀργεῖον, | |
Hist.23.18.4 | διασαφήσοντας τῇ συγκλήτῳ περὶ πάντων. ὁμοίως δὲ καὶ Λακεδαιμόνιοι τοὺς περὶ Χαίρωνα κατέστησαν. | |
Hist.23.18.5 | ἐξαπέστειλαν δ’ οἱ φυγάδες (τοὺς περὶ) Κλῆτιν καὶ Διακτόριον τοὺς (συγ)καταστησομένους ἐν τῇ συγκλήτῳ | |
πρὸς τοὺς παρὰ τῶν Ἀχαιῶν πρεσβευτάς. | ||
Hist.24t1 | FRAGMENTA LIBRI XXIV. | |
Hist.24.1t | A. OLYMP. 149, 3. I. RES ITALIAE. | |
Hist.24.1.1 | Εἰς δὲ τὴν Ῥώμην παραγεγονότων τῶν πρε‐ σβευτῶν παρά τε τῶν (Λακεδαιμονίων καὶ τῶν) ἐκ Λακεδαίμονος φυγάδων, (ἔτι δὲ) παρὰ τῶν Ἀχαιῶν, ἅμα δὲ καὶ τῶν παρ’ Εὐμένους καὶ παρ’ Ἀριαράθου | |
5 | τοῦ βασιλέως ἡκόντων καὶ τῶν παρὰ Φαρνάκου, τού‐ | |
Hist.24.1.2 | τοις πρῶτον ἐχρημάτισεν ἡ σύγκλητος. βραχεῖ δὲ χρόνῳ πρότερον ἀνηγγελκότων τῶν περὶ τὸν Μάρκον πρεσβευτῶν, οὓς ἀπεστάλκεισαν ἐπὶ τὸν Εὐμένει καὶ Φαρνάκῃ συνεστηκότα πόλεμον, καὶ διασεσαφηκότων | |
5 | περί τε τῆς Εὐμένους μετριότητος ἐν πᾶσιν καὶ περὶ τῆς Φαρνάκου πλεονεξίας καὶ καθόλου τῆς ὑπερ‐ | |
Hist.24.1.3 | ηφανίας, οὐκέτι πολλῶν προσεδεήθη λόγων ἡ σύγκλητος διακούσασα τῶν παραγεγονότων, ἀπεκρίθη δὲ διότι πάλιν πέμψει πρεσβευτὰς τοὺς φιλοτιμότερον ἐπισκεψομένους ὑπὲρ τῶν διαφερόντων (τοῖς) προ‐ | |
Hist.24.1.4 | ειρημένοις. μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων εἰσπορευθέντων καὶ τῶν ἐκ τῆς πόλεως ἅμα τούτοις, ἐπὶ πολὺ διακούσασα τοῖς μὲν ἐκ τῆς πόλεως | |
Hist.24.1.5 | οὐδὲν ἐπετίμησε περὶ τῶν γεγονότων, τοῖς δὲ φυγάσιν ἐπηγγείλατο γράψειν πρὸς τοὺς Ἀχαιοὺς περὶ | |
Hist.24.1.6 | τοῦ κατελθεῖν αὐτοὺς εἰς τὴν οἰκείαν. μετὰ δέ τινας ἡμέρας εἰσπορευθέντων (τῶν) περὶ Βίππον τὸν Ἀργεῖον, οὓς ἀπεστάλκει τὸ τῶν Ἀχαιῶν ἔθνος, καὶ διασαφούν‐ | |
Hist.24.1.7 | των περὶ τῆς Μεσσηνίων ἀποκαταστάσεως, οὐθενὶ δυσαρεστήσασα περὶ τῶν οἰκονουμένων ἡ σύγκλητος ἀπεδέξατο φιλανθρώπως τοὺς πρεσβευτάς. | |
Hist.24.2t | II. RES GRAECIAE. | |
Hist.24.2.1 | Ὅτι κατὰ τὴν Πελοπόννησον παραγενομένων ἐκ Ῥώμης τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων καὶ κομιζόντων παρὰ τῆς συγκλήτου γράμματα τοῖς Ἀχαιοῖς ὑπὲρ τοῦ προνοηθῆναι περὶ τῆς αὑτῶν καθόδου καὶ | |
Hist.24.2.2 | σωτηρίας εἰς τὴν οἰκείαν, ἔδοξε τοῖς Ἀχαιοῖς ὑπερ‐ | |
θέσθαι τὸ διαβούλιον, ἕως ἂν οἱ παρ’ αὐτῶν ἔλθωσι | ||
Hist.24.2.3 | πρεσβευταί. ταῦτα δὲ τοῖς φυγάσιν ἀποκριθέντες συν‐ έθεντο τὴν πρὸς Μεσσηνίους στήλην, συγχωρήσαντες αὐτοῖς πρὸς τοῖς ἄλλοις φιλανθρώποις καὶ τριῶν ἐτῶν ἀτέλειαν, ὥστε τὴν τῆς χώρας καταφθορὰν μηδὲν ἧττον | |
Hist.24.2.4 | βλάψαι τοὺς Ἀχαιοὺς ἢ Μεσσηνίους. τῶν δὲ περὶ τὸν Βίππον παραγενομένων ἐκ τῆς Ῥώμης καὶ διασαφούν‐ των γραφῆναι τὰ γράμματα περὶ τῶν φυγάδων οὐ διὰ τὴν τῆς συγκλήτου σπουδήν, ἀλλὰ διὰ τὴν τῶν | |
Hist.24.2.5 | φυγάδων φιλοτιμίαν, ἔδοξε τοῖς Ἀχαιοῖς μένειν ἐπὶ τῶν ὑποκειμένων. — | |
Hist.24.3.1 | Κατὰ δὲ τὴν Κρήτην ἀρχὴ πραγμάτων ἐκινεῖτο μεγάλων, εἰ χρὴ λέγειν ἀρχὴν πρα‐ γμά(των) ἐν Κρήτῃ· διὰ γὰρ τὴν συνέχειαν τῶν ἐμ‐ φυλίων πολέμων καὶ τὴν ὑπερβολὴν τῆς εἰς ἀλλήλους | |
5 | ὠμότητος ταὐτὸν ἀρχὴ καὶ τέλος ἐστὶν ἐν Κρήτῃ, καὶ τὸ δοκοῦν παραδόξως τισὶν εἰρῆσθαι τοῦτ’ ἐκεῖ θεω‐ ρεῖται συνεχῶς [τὸ] γινόμενον. | |
Hist.24.4t | III. RES MACEDONIAE. | |
Hist.24.4.1 | Πρὸς μὲν οὖν τῷ Πόντῳ τὸ Αἷμόν ἐστιν ὄρος, μέγιστον τῶν ταύτῃ καὶ ὑψηλότατον, μέσην πως διαιροῦν τὴν Θρᾴκην· ἀφ’ οὗ φησι Πολύβιος ἀμ‐ φοτέρας καθορᾶσθαι τὰς θαλάττας, οὐκ ἀληθῆ | |
5 | λέγων· καὶ γὰρ τὸ διάστημα μέγα τὸ πρὸς τὸν Ἀδρίαν | |
καὶ τὰ ἐπισκοτοῦντα πολλά. | ||
Hist.24.5t | B. OLYMP. 149, 4. I. RES ITALIAE. | |
Hist.24.5.1 | Ὅτι γενομένων συνθηκῶν πρὸς ἀλλήλους Φαρνάκου καὶ Ἀττάλου καὶ τῶν λοιπῶν, ἅπαντες μετὰ τῶν οἰκείων δυνάμεων ἀνεχώρησαν εἰς τὴν | |
Hist.24.5.2 | οἰκείαν. Εὐμένης δὲ κατὰ τὸν καιρὸν τοῦτον ἀπο‐ λελυμένος τῆς ἀρρωστίας καὶ διατρίβων ἐν Περγάμῳ, παραγενομένου τἀδελφοῦ καὶ διασαφοῦντος περὶ τῶν ᾠκονομημένων, εὐδοκήσας τοῖς γεγονόσιν προέθετο | |
Hist.24.5.3 | πέμπειν τοὺς ἀδελφοὺς ἅπαντας εἰς τὴν Ῥώμην, ἅμα μὲν ἐλπίζων πέρας ἐπιθήσειν τῷ πρὸς τὸν Φαρνάκην πολέμῳ διὰ τῆς τούτων πρεσβείας, ἅμα δὲ συστῆσαι σπουδάζων τοὺς ἀδελφοὺς τοῖς τ’ ἰδίᾳ φίλοις καὶ ξένοις | |
5 | ὑπάρχουσιν αὐτῶν ἐν τῇ Ῥώμῃ καὶ τῇ συγκλήτῳ κατὰ | |
Hist.24.5.4 | κοινόν. προθύμων δὲ καὶ τῶν περὶ τὸν Ἄτταλον | |
Hist.24.5.5 | ὑπαρχόντων, ἐγένοντο περὶ τὴν ἐκδημίαν. καὶ τούτων παραγενομένων εἰς τὴν Ῥώμην, καὶ κατ’ ἰδίαν μὲν πάντες ἀπεδέχοντο τοὺς νεανίσκους φιλανθρώπως, | |
ἅτε συνήθειαν ἐσχηκότες ἐν ταῖς περὶ τὴν Ἀσίαν στρα‐ | ||
5 | τείαις, ἔτι δὲ μεγαλομερέστερον ἡ σύγκλητος ἀπεδέξατο | |
Hist.24.5.6 | τὴν παρουσίαν αὐτῶν· καὶ γὰρ ξένια καὶ παροχὰς τὰς μεγίστας ἐξέθηκεν αὐτοῖς καὶ πρὸς τὴν ἔντευξιν | |
Hist.24.5.7 | καλῶς ἀπήντησεν. οἱ δὲ περὶ τὸν Ἄτταλον εἰσελθόντες εἰς τὴν σύγκλητον τά τε προϋπάρχοντα φιλάνθρωπα διὰ πλειόνων λόγων ἀνενεώσαντο καὶ τοῦ Φαρ‐ νάκου κατηγορήσαντες παρεκάλουν ἐπιστροφήν τινα | |
Hist.24.5.8 | ποιήσασθαι, δι’ ἧς τεύξεται τῆς ἁρμοζούσης δίκης. ἡ δὲ σύγκλητος διακούσασα φιλανθρώπως ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς κατὰ πάντα τρόπον λύσοντας τὸν πόλεμον. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν οὕτως | |
5 | εἶχεν. | |
Hist.24.6t | II. RES GRAECIAE. | |
Hist.24.6.1 | Ὅτι περὶ τοὺς αὐτοὺς καιροὺς Πτολεμαῖος ὁ βασιλεύς, βουλόμενος ἐμπλέκεσθαι τῷ τῶν Ἀχαιῶν ἔθνει, διεπέμψατο πρεσβευτήν, ἐπαγγελλόμενος δεκαναΐαν | |
Hist.24.6.2 | δώσειν ἐντελῆ πεντηκοντηρικῶν πλοίων. οἱ δ’ Ἀχαιοὶ καὶ διὰ τὸ δοκεῖν τὴν δωρεὰν ἀξίαν εἶναι χάριτος ἀσμένως ἀπεδέξαντο τὴν ἐπαγγελίαν. [δοκεῖ γὰρ ἡ | |
Hist.24.6.3 | δαπάνη οὐ πολὺ λείπειν τῶν δέκα ταλάντων]. ταῦτα δὲ βουλευσάμενοι προεχειρίσαντο πρεσβευτὰς Λυκόρταν | |
καὶ Πολύβιον καὶ σὺν τούτοις Ἄρατον, υἱὸν Ἀράτου τοῦ Σικυωνίου, τοὺς ἅμα μὲν εὐχαριστήσοντας τῷ | ||
5 | βασιλεῖ περί τε τῶν ὅπλων ὧν πρότερον ἀπέστειλε καὶ τοῦ νομίσματος, ἅμα δὲ παραληψομένους τὰ πλοῖα καὶ πρόνοιαν ποιησομένους περὶ τῆς ἀποκομιδῆς αὐτῶν. | |
Hist.24.6.4 | κατέστησαν δὲ τὸν μὲν Λυκόρταν διὰ τὸ κατὰ τὸν καιρόν, καθ’ ὃν ἐποιεῖτο τὴν ἀνανέωσιν τῆς συμμαχίας ὁ Πτολεμαῖος, στρατηγοῦντα τότε συνεργῆσαι φιλο‐ | |
Hist.24.6.5 | τίμως αὐτῷ, τὸν δὲ Πολύβιον, νεώτερον ὄντα τῆς κατὰ τοὺς νόμους ἡλικίας, διὰ τὸ τήν τε συμμαχίαν αὐτοῦ τὸν πατέρα πρεσβεύσαντα πρὸς Πτολε‐ μαῖον ἀνανεώσασθαι καὶ τὴν δωρεὰν τῶν ὅπλων καὶ | |
Hist.24.6.6 | τοῦ νομίσματος ἀγαγεῖν τοῖς Ἀχαιοῖς, παραπλησίως δὲ καὶ τὸν Ἄρατον διὰ τὰς προγονικὰς συστάσεις πρὸς | |
Hist.24.6.7 | τὴν βασιλείαν. οὐ μὴν συνέβη γε τὴν πρεσβείαν ταύ‐ την ἐξελθεῖν διὰ τὸ μεταλλάξαι τὸν Πτολεμαῖον περὶ τοὺς καιροὺς τούτους. — | |
Hist.24.7.1 | Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἦν τις ἐν τῇ Λακεδαίμονι Χαίρων, ὃς ἐτύγχανε τῷ πρότερον ἔτει πεπρεσβευκὼς εἰς τὴν Ῥώμην, ἄνθρωπος ἀγχίνους μὲν καὶ πρακτικός, νέος δὲ καὶ ταπεινὸς καὶ δημοτικῆς | |
Hist.24.7.2 | ἀγωγῆς τετευχώς. οὗτος ὀχλαγωγῶν καὶ κινήσας ὃ μηθεὶς ἕτερος ἐθάρρει, ταχέως περιεποιήσατο φαντα‐ | |
Hist.24.7.3 | σίαν παρὰ τοῖς πολλοῖς. καὶ τὸ μὲν πρῶτον ἀφελό‐ | |
μενος τὴν χώραν, ἣν οἱ τύραννοι συνεχώρησαν ταῖς ὑπολειφθείσαις τῶν φυγάδων ἀδελφαῖς καὶ γυναιξὶ καὶ μητράσι καὶ τέκνοις, ταύτην διέδωκε τοῖς λεπτοῖς | ||
Hist.24.7.4 | εἰκῇ καὶ ἀνίσως κατὰ τὴν ἰδίαν ἐξουσίαν· μετὰ δὲ ταῦτα τοῖς κοινοῖς ὡς ἰδίοις χρώμενος ἐξεδαπάνα τὰς προσόδους, οὐ νόμου στοχαζόμενος, οὐ κοινοῦ δόγματος, | |
Hist.24.7.5 | οὐκ ἄρχοντος. ἐφ’ οἷς τινες ἀγανακτήσαντες ἐσπού‐ δαζον κατασταθῆναι δοκιμαστῆρες τῶν κοινῶν κατὰ | |
Hist.24.7.6 | τοὺς νόμους. ὁ δὲ Χαίρων θεωρῶν τὸ γινόμενον καὶ συνειδὼς αὑτῷ κακῶς κεχειρικότι τὰ τῆς πόλεως, τὸν ἐπιφανέστατον τῶν δοκιμαστήρων Ἀπολλωνίδαν καὶ μάλιστα δυνάμενον ἐρευνῆσαι τὴν πλεονεξίαν αὐτοῦ, | |
5 | τοῦτον ἀποπορευόμενον ἡμέρας ἐκ βαλανείου προσ‐ | |
Hist.24.7.7 | πέμψας τινὰς ἐξεκέντησεν. ὧν προσπεσόντων τοῖς Ἀχαιοῖς, καὶ τοῦ πλήθους ἀγανακτήσαντος ἐπὶ τοῖς γεγονόσιν, ἐξ αὐτῆς ὁ στρατηγὸς ὁρμήσας καὶ παρα‐ γενόμενος εἰς τὴν Λακεδαίμονα τόν τε Χαίρωνα παρ‐ | |
5 | ήγαγεν εἰς κρίσιν ὑπὲρ τοῦ φόνου τοῦ κατὰ τὸν Ἀπολλωνίδαν καὶ κατακρίνας ἐποίησε δέσμιον, | |
Hist.24.7.8 | τούς τε λοιποὺς δοκιμαστῆρας παρώξυνε πρὸς τὸ ποι‐ εῖσθαι τὴν ζήτησιν τῶν δημοσίων ἀληθινήν, φροντίσαι δὲ καὶ περὶ τοῦ κομίσασθαι τὰς οὐσίας τοὺς τῶν φυ‐ γάδων ἀναγκαίους πάλιν, ἃς ὁ Χαίρων αὐτῶν ἀφείλετο | |
5 | βραχεῖ χρόνῳ πρότερον. — | |
Hist.24.8.1 | Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἀναδόντος Ὑπερβάτου τοῦ στρατηγοῦ διαβούλιον ὑπὲρ τῶν γραφομένων παρὰ Ῥωμαίων ὑπὲρ τῆς τῶν ἐκ | |
Hist.24.8.2 | Λακεδαίμονος φυγάδων (καθόδου) τί δεῖ ποιεῖν, οἱ μὲν περὶ τὸν Λυκόρταν παρεκάλουν μένειν ἐπὶ τῶν ὑπο‐ κειμένων, διότι Ῥωμαῖοι ποιοῦσι μὲν τὸ καθῆκον αὐτοῖς, συνυπακούοντες τοῖς ἀκληρεῖν δοκοῦσιν εἰς τὰ μέτρια | |
Hist.24.8.3 | τῶν ἀξιουμένων· ὅταν μέντοι γε διδάξῃ τις αὐτοὺς ὅτι τῶν παρακαλουμένων τὰ μέν ἐστιν ἀδύνατα, τὰ δὲ μεγάλην αἰσχύνην ἐπιφέροντα καὶ βλάβην τοῖς φίλοις, οὔτε φιλονικεῖν εἰώθασιν οὔτε παραβιάζεσθαι περὶ τῶν | |
Hist.24.8.4 | τοιούτων. διὸ καὶ νῦν, ἐάν τις αὐτοὺς διδάξῃ (δι)ότι συμβήσεται τοῖς Ἀχαιοῖς, ἂν πειθαρχήσωσι τοῖς γραφο‐ μένοις, παραβῆναι τοὺς ὅρκους, τοὺς νόμους, τὰς στήλας, ἃ συνέχει τὴν κοινὴν συμπολιτείαν ἡμῶν, | |
Hist.24.8.5 | ἀναχωρήσουσιν καὶ συγκαταθήσονται διότι καλῶς ἐπέχομεν καὶ παραιτούμεθα περὶ τῶν γραφομένων. | |
Hist.24.8.6 | ταῦτα μὲν οὖν οἱ περὶ τὸν Λυκόρταν ἔλεγον· οἱ δὲ περὶ τὸν Ὑπέρβατον καὶ Καλλικράτην πειθαρχεῖν τοῖς γραφομένοις παρῄνουν καὶ μήτε νόμον μήτε στήλην | |
Hist.24.8.7 | μήτ’ ἄλλο μηθὲν τούτου νομίζειν ἀναγκαιότερον. τοι‐ | |
αύτης δ’ οὔσης τῆς ἀντιλογίας ἔδοξε τοῖς Ἀχαιοῖς πρεσβευτὰς ἐξαποστεῖλαι πρὸς τὴν σύγκλητον τοὺς δι‐ | ||
Hist.24.8.8 | δάξοντας ἃ Λυκόρτας λέγει. καὶ παραυτίκα κατέστησαν πρεσβευτὰς Καλλικράτην Λεοντήσιον, Λυδιάδαν Μεγα‐ λοπολίτην, Ἄρατον Σικυώνιον· καὶ δόντες ἐντολὰς | |
Hist.24.8.9 | ἀκολούθους τοῖς προειρημένοις ἐξαπέστειλαν. ὧν παρα‐ γενομένων εἰς τὴν Ῥώμην, εἰσελθὼν ὁ Καλλικράτης εἰς τὴν σύγκλητον τοσοῦτον ἀπέσχε τοῦ ταῖς ἐντολαῖς ἀκολούθως διδάσκειν τὸ συνέδριον ὥστε τοὐναντίον | |
5 | ἐκ καταβολῆς ἐπεχείρησεν οὐ μόνον τῶν ἀντιπολιτευο‐ μένων κατηγορεῖν θρασέως, ἀλλὰ καὶ τὴν σύγκλητον | |
Hist.24.9.1 | νουθετεῖν. ἔφη γὰρ αὐτοὺς τοὺς Ῥωμαίους αἰτίους εἶναι τοῦ μὴ πειθαρχεῖν αὐτοῖς τοὺς Ἕλληνας, ἀλλὰ παρακούειν καὶ τῶν γραφομένων καὶ | |
Hist.24.9.2 | τῶν παραγγελλομένων. δυεῖν γὰρ οὐσῶν αἱρέσεων κατὰ τὸ παρὸν ἐν πάσαις ταῖς δημοκρατικαῖς πολιτείαις, καὶ τῶν μὲν φασκόντων δεῖν ἀκολουθεῖν τοῖς γραφο‐ μένοις ὑπὸ Ῥωμαίων καὶ μήτε νόμον μήτε στήλην μήτ’ | |
5 | ἄλλο μηθὲν προυργιαίτερον νομίζειν τῆς Ῥωμαίων | |
Hist.24.9.3 | προαιρέσεως, τῶν δὲ τοὺς νόμους προφερομένων καὶ τοὺς ὅρκους καὶ στήλας καὶ παρακαλούντων τὰ πλήθη | |
Hist.24.9.4 | μὴ ῥᾳδίως ταῦτα παραβαίνειν, ἀχαϊκωτέραν εἶναι παρὰ πολὺ ταύτην τὴν ὑπόθεσιν καὶ νικητικωτέραν ἐν τοῖς | |
Hist.24.9.5 | πολλοῖς. ἐξ οὗ τοῖς μὲν αἱρουμένοις τὰ Ῥωμαίων ἀδο‐ ξίαν συνεξακολουθεῖν παρὰ τοῖς ὄχλοις καὶ διαβολήν, | |
Hist.24.9.6 | τοῖς δ’ ἀντιπράττουσιν τἀναντία. ἐὰν μὲν οὖν ὑπὸ τῆς συγκλήτου γίνηταί τις ἐπισημασία, ταχέως καὶ τοὺς πολιτευομένους μεταθέσθαι πρὸς τὴν Ῥωμαίων αἵρεσιν, καὶ τοὺς πολλοὺς τούτοις ἐπακολουθήσειν διὰ | |
Hist.24.9.7 | τὸν φόβον. ἐὰν δὲ παρορᾶται τοῦτο τὸ μέρος, ἅπαντας ἀπονεύσειν ἐπ’ ἐκείνην τὴν ὑπόθεσιν· ἐνδοξοτέραν γὰρ | |
Hist.24.9.8 | εἶναι καὶ καλλίω παρὰ τοῖς ὄχλοις. διὸ καὶ νῦν ἤδη τινὰς οὐθὲν ἕτερον προσφερομένους δίκαιον πρὸς φιλοδοξίαν, δι’ αὐτὸ τοῦτο τῶν μεγίστων τυγχάνειν τιμῶν παρὰ τοῖς ἰδίοις πολιτεύμασιν διὰ τὸ δοκεῖν ἀντιλέγειν τοῖς | |
5 | ὑφ’ ὑμῶν γραφομένοις, χάριν τοῦ διαμένειν τοὺς νό‐ μους ἰσχυροὺς καὶ τὰ δόγματα τὰ γινόμενα παρ’ αὐτοῖς. | |
Hist.24.9.9 | εἰ μὲν οὖν (ἀ)διαφόρως ἔχουσιν ὑπὲρ τοῦ πειθαρχεῖν αὐτοῖς τοὺς Ἕλληνας καὶ συνυπακούειν τοῖς γραφο‐ μένοις, ἄγειν αὐτοὺς ἐκέλευε τὴν ἀγωγήν, ἣν καὶ νῦν | |
Hist.24.9.10 | ἄγουσιν· εἰ δὲ βούλονται γίνεσθαι σφίσι τὰ παραγγελ‐ λόμενα καὶ μηθένα καταφρονεῖν τῶν γραφομένων, ἐπιστροφὴν ποιήσασθαι παρεκάλει τοῦ μέρους τούτου | |
Hist.24.9.11 | τὴν ἐνδεχομένην. εἰ δὲ μή, σαφῶς εἰδέναι δεῖν ὅτι τἀναντία συμβήσεται ταῖς ἐπινοίαις αὐτῶν· ὃ καὶ νῦν | |
Hist.24.9.12 | ἤδη γεγονέναι. πρῴην μὲν γὰρ ἐν τοῖς Μεσσηνιακοῖς πολλὰ ποιήσαντος Κοΐντου Μαρκίου πρὸς τὸ μηδὲν τοὺς Ἀχαιοὺς βουλεύσασθαι περὶ Μεσσηνίων ἄνευ τῆς | |
Hist.24.9.13 | Ῥωμαίων προαιρέσεως, παρακούσαντας καὶ ψηφισα‐ μένους αὐτοὺς τὸν πόλεμον οὐ μόνον τὴν χώραν αὐτῶν καταφθεῖραι πᾶσαν ἀδίκως, ἀλλὰ καὶ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν οὓς μὲν φυγαδεῦσαι, | |
5 | τινὰς δ’ αὐτῶν ἐκδότους λαβόντας αἰκισαμένους πᾶσαν αἰκίαν ἀποκτεῖναι, διότι προεκαλοῦντο περὶ τῶν ἀμ‐ | |
Hist.24.9.14 | φισβητουμένων ἐπὶ Ῥωμαίους. νῦν δὲ πάλιν ἐκ πλεί‐ ονος χρόνου γραφόντων αὐτῶν ὑπὲρ τῆς καθόδου τῶν ἐκ Λακεδαίμονος φυγάδων, τοσοῦτον ἀπέχειν τοῦ πειθ‐ αρχεῖν ὡς καὶ στήλην τεθεῖσθαι καὶ πεποιῆσθαι πρὸς | |
5 | τοὺς κατέχοντας τὴν πόλιν ὅρκους ὑπὲρ τοῦ μηδέ‐ | |
Hist.24.9.15 | ποτε κατελεύσεσθαι τοὺς φυγάδας. εἰς ἃ βλέποντας αὐτοὺς ἠξίου πρόνοιαν ποιεῖσθαι τοῦ μέλλοντος. | |
Hist.24.10.1 | Ὁ μὲν οὖν Καλλικράτης ταῦτα καὶ τοιαῦτ’ | |
Hist.24.10.2 | εἰπὼν ἀπῆλθεν. οἱ φυγάδες δ’ ἐπεισελθόντες καὶ βραχέα περὶ αὑτῶν διδάξαντες καί τινα τῶν πρὸς | |
Hist.24.10.3 | τὸν κοινὸν ἔλεον εἰπόντες ἀνεχώρησαν. ἡ δὲ σύγ‐ κλητος δόξασα τὸν Καλλικράτην λέγειν τι τῶν αὐτῇ συμφερόντων καὶ διδαχθεῖσα διότι δεῖ τοὺς μὲν τοῖς αὐτῆς δόγμασιν συνηγοροῦντας αὔξειν, τοὺς δ’ ἀντι‐ | |
Hist.24.10.4 | λέγοντας ταπεινοῦν, οὕτως καὶ τότε πρῶτον ἐπεβάλετο | |
τοὺς μὲν κατὰ τὸ βέλτιστον ἱσταμένους ἐν τοῖς ἰδίοις πολιτεύμασιν ἐλαττοῦν, τοὺς δὲ καὶ δικαίως (καὶ ἀδί‐ | ||
Hist.24.10.5 | κως) προστρέχοντας αὐτῇ σωματοποιεῖν. ἐξ ὧν αὐτῇ συνέβη κατὰ βραχύ, τοῦ χρόνου προβαίνοντος, κολάκων | |
Hist.24.10.6 | μὲν εὐπορεῖν, φίλων δὲ σπανίζειν ἀληθινῶν. οὐ μὴν ἀλλὰ τότε περὶ μὲν τῆς καθόδου τῶν φυγάδων οὐ μόνον τοῖς Ἀχαιοῖς ἔγραψε, παρακαλοῦσα συνεπισχύειν, ἀλλὰ καὶ τοῖς Αἰτωλοῖς καὶ τοῖς Ἠπειρώταις, σὺν δὲ | |
5 | τούτοις Ἀθηναίοις, Βοιωτοῖς, Ἀκαρνᾶσιν, πάντας ὡσανεὶ προσδιαμαρτυρομένη χάριν τοῦ συντρῖψαι τοὺς Ἀχαιούς. | |
Hist.24.10.7 | περὶ δὲ τοῦ Καλλικράτους αὐτοῦ κατ’ ἰδίαν παρασιω‐ πήσασα τοὺς συμπρεσβευτὰς κατέταξεν εἰς τὴν ἀπό‐ κρισιν διότι δεῖ τοιούτους ὑπάρχειν ἐν τοῖς πολιτεύ‐ | |
Hist.24.10.8 | μασιν ἄνδρας οἷός ἐστι Καλλικράτης. ὁ δὲ προειρη‐ μένος ἔχων τὰς ἀποκρίσεις ταύτας παρῆν εἰς τὴν Ἑλλάδα περιχαρής, οὐκ εἰδὼς ὅτι μεγάλων κακῶν ἀρχηγὸς γέγονε πᾶσι μὲν τοῖς Ἕλλησι, μάλιστα δὲ τοῖς | |
Hist.24.10.9 | Ἀχαιοῖς. ἔτι γὰρ τούτοις ἐξῆν καὶ κατ’ ἐκείνους τοὺς χρόνους κατὰ ποσὸν ἰσολογίαν ἔχειν πρὸς Ῥω‐ μαίους διὰ τὸ τετηρηκέναι τὴν πίστιν ἐν τοῖς ἐπι‐ φανεστάτοις καιροῖς, ἐξ οὗ τὰ Ῥωμαίων εἵλοντο, λέγω | |
Hist.24.10.10 | δὲ τοῖς κατὰ Φίλιππον καὶ Ἀντίοχον, οὕτω δὲ | |
τοῦ τῶν Ἀχαιῶν ἔθνους ηὐξημένου καὶ προκοπὴν εἰλη‐ φότος κατὰ τὸ βέλτιστον ἀφ’ ὧν ἡμεῖς ἱστοροῦμεν χρόνων, αὕτη πάλιν ἀρχὴ τῆς ἐπὶ τὸ χεῖρον ἐγένετο | ||
Hist.24.10.11 | μεταβολῆς, τὸ Καλλικράτους θράσος *** Ῥωμαῖοι ὄντες ἄνθρωποι καὶ ψυχῇ χρώμενοι λαμπρᾷ καὶ προ‐ αιρέσει καλῇ πάντας μὲν ἐλεοῦσι τοὺς ἐπταικότας καὶ πᾶσι πειρῶνται χαρίζεσθαι τοῖς καταφεύγουσιν ὡς | |
Hist.24.10.12 | αὐτούς· ὅταν μέντοι γέ τις ὑπέμνησε τῶν δικαίων, τετηρηκὼς τὴν πίστιν, ἀνατρέχουσι καὶ διορθοῦνται | |
Hist.24.10.13 | σφᾶς αὐτοὺς κατὰ δύναμιν ἐν τοῖς πλείστοις. ὁ δὲ Καλλικράτης πρεσβεύσας κατὰ τοὺς ἐνεστῶτας καιροὺς εἰς τὴν Ῥώμην χάριν τοῦ λέγειν τὰ δίκαια περὶ τῶν Ἀχαιῶν, χρησάμενος κατὰ τοὐναντίον τοῖς πράγμασιν | |
5 | καὶ συνεπισπασάμενος (τὰ) κατὰ Μεσσηνίους, ὑπὲρ ὧν οὐδ’ ἐνεκάλουν Ῥωμαῖοι, παρῆν εἰς Ἀχαΐαν προσανα‐ | |
Hist.24.10.14 | τεινόμενος τὸν ἀπὸ Ῥωμαίων φόβον· καὶ διὰ τὴν ἀπο‐ πρεσβείαν καταπληξάμενος καὶ συντρίψας τοὺς ὄχλους διὰ τὸ μηδὲν εἰδέναι τῶν ὑπ’ αὐτοῦ κατ’ ἀλήθειαν εἰρημένων ἐν τῇ συγκλήτῳ τοὺς πολλούς, πρῶτον μὲν | |
5 | ᾑρέθη στρατηγός, πρὸς τοῖς ἄλλοις κακοῖς καὶ δωρο‐ | |
Hist.24.10.15 | δοκηθείς, ἑξῆς δὲ τούτοις παραλαβὼν τὴν ἀρχὴν κατῆγε τοὺς ἐκ τῆς Λακεδαίμονος καὶ τοὺς ἐκ τῆς | |
Μεσσήνης φυγάδας. — | ||
Hist.24.11.1 | Ὅτι Φιλοποίμενα καὶ Ἀρίσταινον τοὺς Ἀχαιοὺς συνέβη οὔτε τὴν φύσιν ὁμοίαν σχεῖν | |
Hist.24.11.2 | οὔτε τὴν αἵρεσιν τῆς πολιτείας. ἦν γὰρ ὁ μὲν Φιλοποίμην εὖ πεφυκὼς πρὸς τὰς πολεμικὰς χρείας καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν, ὁ δ’ ἕτερος | |
Hist.24.11.3 | πρὸς τὰ πολιτικὰ τῶν διαβουλίων. τῇ δ’ αἱρέσει κατὰ τὴν πολιτείαν τοῦτο διέφερον ἀλλήλων. τῆς γὰρ Ῥω‐ μαίων ὑπεροχῆς ἤδη τοῖς Ἑλληνικοῖς πράγμασιν ἐμ‐ πλεκομένης ὁλοσχερῶς κατά τε τοὺς Φιλιππικοὺς καὶ | |
Hist.24.11.4 | τοὺς Ἀντιοχικοὺς καιρούς, (ὁ μὲν) Ἀρίσταινος ἦγε τὴν ἀγωγὴν τῆς πολιτείας οὕτως ὥστε πᾶν τὸ πρόσ‐ φορον Ῥωμαίοις ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν | |
Hist.24.11.5 | ἢ προστάξαι ’κείνους. ἐπειρᾶτο μέντοι γε τῶν νόμων ἔχεσθαι δοκεῖν καὶ τὴν τοιαύτην ἐφείλκετο φαντα‐ σίαν, εἴκων, ὁπότε τούτων ἀντιπίπτοι τις προδήλως | |
Hist.24.11.6 | τοῖς ὑπὸ Ῥωμαίων γραφομένοις. ὁ δὲ Φιλοποίμην, ὅσα μὲν εἴη τῶν παρακαλουμένων ἀκόλουθα τοῖς νόμοις καὶ τῇ συμμαχίᾳ, πάντα συγκατῄνει καὶ συν‐ | |
Hist.24.11.7 | έπραττεν ἀπροφασίστως, ὅσα δὲ τούτων ἐκτὸς ἐπι‐ τάττοιεν, οὐχ οἷός τ’ ἦν ἐθελοντὴν συνυπακούειν, | |
ἀλλὰ τὰς μὲν ἀρχὰς ἔφη δεῖν δικαιολογεῖσθαι, μετὰ | ||
Hist.24.11.8 | δὲ ταῦτα πάλιν ἀξιοῦν· εἰ δὲ μηδ’ οὕτως πείθοιεν, τέλος οἷον ἐπιμαρτυρομένους εἴκειν καὶ τότε ποιεῖν τὸ παραγγελλόμενον. — | |
Hist.24.12.1 | Ὅτι τοιούτοις ἀπολογισμοῖς Ἀρίσταινος ἐχρῆτο πρὸς τοὺς Ἀχαιοὺς περὶ τῆς ἰδίας αἱρέσεως· ἔφη γὰρ οὐκ εἶναι δυνατὸν καὶ (τὸ) δόρυ καὶ τὸ κηρύκειον ἅμα προτεινομένους συνέχειν τὴν | |
5 | πρὸς Ῥωμαίους φιλίαν· “ἀλλ’ εἰ μὲν οἷοί τ’ ἐσμὲν ἀντοφθαλμεῖν καὶ δυνάμεθα τοῦτο ποιεῖν .......... ................... (εἰ δὲ μηδ’) ὁ Φιλοποίμην εἰπεῖν τοῦτο τολμᾷ ........................ |καιροῖς ἕνα | |
Hist.24.12.2 | Ῥωμαίοις, διὰ τί ἀδυνάτων ὀρεγόμενοι τὰ δυνατὰ παρίεμεν;” δύο γὰρ ἔφη σκοποὺς εἶναι πάσης πολιτείας, τό τε καλὸν καὶ τὸ συμφέρον. οἷς μὲν οὖν ἐφικτός ἐστιν ἡ τοῦ καλοῦ κτῆσις, ταύτης ἀντέχεσθαι | |
5 | δεῖν τοὺς ὀρθῶς πολιτευομένους· οἷς δ’ ἀδύνατος, ἐπὶ | |
Hist.24.12.3 | τὴν τοῦ συμφέροντος μερίδα καταφεύγειν· τὸ δ’ ἑκα‐ τέρων ἀποτυγχάνειν μέγιστον εἶναι τεκμήριον ἀβουλίας. πάσχειν δὲ τοῦτο προφανῶς τοὺς ἀπροφασίστως ὁμο‐ λογοῦντας μὲν πᾶν τὸ παραγγελλόμενον, ἀκουσίως δὲ | |
Hist.24.12.4 | τοῦτο πράττοντας καὶ μετὰ προσκοπῆς· διόπερ ἢ τοῦτ’ | |
εἶναι δεικτέον ὡς ἐσμὲν ἱκανοὶ πρὸς τὸ μὴ πειθαρχεῖν ἢ μηδὲ λέγειν τοῦτο τολμῶντας ὑπακουστέον ἑτοίμως εἶναι πᾶσι τοῖς παραγγελλομένοις. | ||
Hist.24.13.1 | Ὁ δὲ Φιλοποίμην οὐκ ἐπὶ τοσοῦτον ἔφη δεῖν ἀμαθίαν αὑτοῦ (κατα)γινώσκειν ὥστε μὴ δύνασθαι μετρεῖν μήτε τὴν διαφορὰν τοῦ πολιτεύματος τῶν Ῥωμαίων καὶ τῶν Ἀχαιῶν μήτε τὴν ὑπερβολὴν | |
Hist.24.13.2 | τῆς δυνάμεως “ἀλλὰ πάσης ὑπεροχῆς φύσιν ἐχούσης ἀεὶ βαρύτερον χρῆσθαι τοῖς ὑποταττομένοις, πότερον” ἔφη “συμφέρει συνεργεῖν ταῖς ὁρμαῖς ταῖς τῶν κρατούντων καὶ μηθὲν ἐμποδὼν ποιεῖν, ἵν’ ὡς τάχιστα | |
5 | πεῖραν λάβωμεν τῶν βαρυτάτων ἐπιταγμάτων ἢ τοὐ‐ ναντίον, καθ’ ὅσον οἷοί τ’ ἐσμέν, συμπαλαίοντας προσ‐ αντέχειν ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον μέλλομεν τελέως ... | |
Hist.24.13.3 | ..... κἂν ἐπιτάττωσιν .......... καὶ τούτων ὑπο‐ μιμνήσκοντες αὐτοὺς ἐπιλαμβανώμεθα τῆς ὁρμῆς, παρα‐ καθέξομεν ἐπὶ ποσὸν τὸ πικρὸν αὐτῶν τῆς ἐξουσίας, ἄλλως τε δὴ καὶ περὶ πλείονος ποιουμένων Ῥωμαίων | |
5 | ἕως γε τοῦ νῦν, ὡς αὐτὸς φής, Ἀρίσταινε, τὸ τηρεῖν τοὺς ὅρκους καὶ τὰς συνθήκας καὶ τὴν πρὸς τοὺς συμ‐ | |
Hist.24.13.4 | μάχους πίστιν. ἐὰν δ’ αὐτοὶ καταγνόντες τῶν ἰδίων δικαίων αὐτόθεν εὐθέως καθάπερ οἱ δοριάλωτοι πρὸς πᾶν τὸ κελευόμενον ἑτοίμους ἡμᾶς αὐτοὺς παρασκευ‐ | |
άζωμεν, τί διοίσει τὸ τῶν Ἀχαιῶν ἔθνος Σικελιωτῶν | ||
5 | καὶ Καπυανῶν τῶν ὁμολογουμένως καὶ πάλαι δου‐ | |
Hist.24.13.5 | λευόντων;” διόπερ ἔφη δεῖν ἢ τοῦτο συγχωρεῖν ὡς οὐδὲν ἰσχύει δίκαιον παρὰ Ῥωμαίοις ἢ μηδὲ τολμῶντας τοῦτο λέγειν χρῆσθαι τοῖς δικαίοις καὶ μὴ προΐεσθαι σφᾶς, ἔχοντάς γε δὴ μεγίστας καὶ καλλίστας ἀφορμὰς | |
Hist.24.13.6 | πρὸς Ῥωμαίους. ὅτι μὲν γὰρ ἥξει ποτὲ τοῖς Ἕλλησιν ὁ καιρὸς οὗτος, ἐν ᾧ δεήσει ποιεῖν κατ’ ἀνάγκην πᾶν τὸ παραγγελλόμενον, σαφῶς ἔφη γινώσκειν· “ἀλλὰ πότερα τοῦτον ὡς τάχιστά τις ἂν ἰδεῖν βουληθείη | |
5 | (γενόμενον) ἢ τοὐναντίον ὡς βραδύτατα; δοκῶ μὲν | |
Hist.24.13.7 | γὰρ ὡς βραδύτατα.” διὸ καὶ τούτῳ διαφέρειν ἔφη τὴν Ἀρισταίνου πολιτείαν τῆς ἑαυτοῦ· ἐκεῖνον μὲν γὰρ σπουδάζειν ὡς τάχιστα τὸ χρεὼν ἰδεῖν γενόμενον καὶ συνεργεῖν τούτῳ κατὰ δύναμιν· αὐτὸς δὲ πρὸς τοῦτ’ | |
5 | ἀντερείδειν καὶ διωθεῖσθαι, καθ’ ὅσον ἐστὶ δυνατός. | |
Hist.24.13.8 | Οὐ μὴν ἀλλ’ ἐκ τῶν προειρημένων δῆλον ὡς συν‐ έβαινε γίνεσθαι τοῦ μὲν καλήν, τοῦ δ’ εὐσχήμονα τὴν | |
Hist.24.13.9 | πολιτείαν, ἀμφοτέρας γε μὴν ἀσφαλεῖς· τοιγαροῦν μεγίστων καιρῶν τότε περιστάντων καὶ Ῥωμαίους καὶ τοὺς Ἕλληνας τῶν τε κατὰ Φίλιππον καὶ κατ’ Ἀντίοχον, ὅμως ἀμφότεροι διετήρησαν ἀκέραια τὰ δίκαια τοῖς | |
Hist.24.13.10 | Ἀχαιοῖς πρὸς Ῥωμαίους· φήμη δέ τις ἐνέτρεχεν ὡς Ἀρισταίνου Ῥωμαίοις εὐνουστέρου μᾶλλον ἢ Φιλο‐ | |
ποίμενος ὑπάρχοντος. | ||
Hist.24.14t | III. RES ASIAE. | |
Hist.24.14.1 | Ὅτι κατὰ τὴν Ἀσίαν Φαρνάκης ὁ βασιλεύς, πάλιν ὀλιγωρήσας τῆς γεγενη‐ μένης ἐπὶ Ῥωμαίους ἀναφορᾶς, Λεώκριτον μὲν ἔτι κατὰ χειμῶνα μετὰ μυρίων στρατιωτῶν ἐξαπέστειλε πορθή‐ | |
Hist.24.14.2 | σοντα τὴν Γαλατίαν, αὐτὸς δὲ τῆς ἐαρινῆς ὥρας ὑπο‐ φαινούσης ἥθροιζε τὰς δυνάμεις, ὡς ἐμβαλῶν εἰς τὴν | |
Hist.24.14.3 | Καππαδοκίαν. ἃ πυνθανόμενος Εὐμένης δυσχερῶς μὲν ἔφερε τὸ συμβαῖνον διὰ τὸ πάντας τοὺς τῆς πίστεως ὅρους ὑπερβαίνειν τὸν Φαρνάκην, ἠναγκάζετο | |
Hist.24.14.4 | δὲ τὸ παραπλήσιον ποιεῖν. ἤδη δ’ αὐτοῦ συνηθροι‐ κότος τὰς δυνάμεις, κατέπλευσαν ἐκ τῆς Ῥώμης οἱ περὶ | |
Hist.24.14.5 | τὸν Ἄτταλον. ὁμοῦ δὲ γενόμενοι καὶ κοινολογηθέντες ἀλλήλοις ἀνέζευξαν παραχρῆμα μετὰ τῆς στρατιᾶς. | |
Hist.24.14.6 | ἀφικόμενοι δ’ εἰς τὴν Γαλατίαν τὸν μὲν Λεώκριτον οὐκέτι κατέλαβον· τοῦ δὲ Κασσιγνάτου καὶ τοῦ Γαι‐ ζατόριγος διαπεμπομένων πρὸς αὐτοὺς ὑπὲρ ἀσφαλείας, οἵτινες ἐτύγχανον ἔτει πρότερον ᾑρημένοι τὰ Φαρνά‐ | |
5 | κου, καὶ πᾶν ὑπισχνουμένων ποιήσειν τὸ προσταττό‐ | |
Hist.24.14.7 | μενον, ἀπειπάμενοι τούτους διὰ τὴν προγεγενημένην ἀθεσίαν, ἐξάραντες παντὶ τῷ στρατεύματι προῆγον ἐπὶ | |
Hist.24.14.8 | τὸν Φαρνάκην. παραγενόμενοι δ’ ἐκ Καλπίτου πεμ‐ πταῖοι πρὸς τὸν Ἅλυν ποταμὸν ἑκταῖοι πάλιν ἀνέ‐ | |
Hist.24.14.9 | ζευξαν εἰς Παρνασσόν. ἔνθα καὶ Ἀριαράθης ὁ τῶν Καππαδοκῶν βασιλεὺς συνέμιξεν αὐτοῖς μετὰ τῆς οἰκείας δυνάμεως, καὶ (παρεισ)ῆλθον εἰς τὴν Μωκισ‐ | |
Hist.24.14.10 | σέων χώραν. ἄρτι δὲ κατεστρατοπεδευκότων αὐτῶν προσέπεσε παραγενέσθαι τοὺς ἐκ τῆς Ῥώμης πρεσβευτὰς | |
Hist.24.14.11 | ἐπὶ τὰς διαλύσεις. ὧν ἀκούσας ὁ βασιλεὺς Εὐμέ‐ νης Ἄτταλον μὲν ἐξαπέστειλε τούτους ἐκδεξόμενον, αὐτὸς δὲ τὰς δυνάμεις ἐδιπλασίαζε καὶ διεκόσμει φιλο‐ τίμως, ἅμα μὲν ἁρμοζόμενος πρὸς τὰς ἀληθινὰς χρείας, | |
5 | ἅμα δὲ βουλόμενος ἐνδείκνυσθαι τοῖς Ῥωμαίοις ὅτι δι’ αὑτοῦ δυνατός ἐστι τὸν Φαρνάκην ἀμύνασθαι καὶ | |
Hist.24.15.1 | καταπολεμεῖν. παραγενομένων δὲ τῶν πρέσβεων καὶ παρακαλούντων λύειν τὸν πόλεμον, ἔφασαν μὲν οἱ περὶ τὸν Εὐμένη καὶ τὸν Ἀριαράθην ἕτοιμοι | |
Hist.24.15.2 | πρὸς πᾶν εἶναι τὸ παρακαλούμενον, ἠξίουν δὲ τοὺς Ῥωμαίους, εἰ μέν ἐστι δυνατόν, (εἰς) σύλλογον αὐτοὺς συναγαγεῖν πρὸς τὸν Φαρνάκην, ἵνα κατὰ πρόσωπον | |
λεγομένων τῶν λόγων ἴδωσι τὴν ἀθεσίαν αὐτοῦ καὶ | ||
Hist.24.15.3 | τὴν ὠμότητα διὰ πλειόνων· εἰ δὲ μὴ τοῦτ’ εἴη δυνα‐ τόν, αὐτοὺς γενέσθαι κριτὰς τῶν πραγμάτων ἴσους καὶ | |
Hist.24.15.4 | δικαίους. τῶν δὲ πρεσβευτῶν ἀναδεχομένων πάντα τὰ δυνατὰ καὶ καλῶς ἔχοντα ποιήσειν, ἀξιούντων δὲ τὴν | |
Hist.24.15.5 | στρατιὰν ἀπάγειν ἐκ τῆς χώρας· ἄτοπον γὰρ εἶναι παρόντων (πρέσβεων) καὶ λόγους ποιουμένων ὑπὲρ δια‐ λύσεων, ἅμα παρεῖναι τὰ τοῦ πολέμου καὶ κακοποιεῖν | |
Hist.24.15.6 | ἀλλήλους· συνεχώρησαν οἱ περὶ τὸν Εὐμένη, καὶ τῇ κατὰ πόδας εὐθέως ἀναζεύξαντες οὗτοι προῆγον ὡς | |
Hist.24.15.7 | ἐπὶ Γαλατίας. οἱ δὲ Ῥωμαῖοι πρὸς τὸν Φαρνάκην συμμίξαντες πρῶτον μὲν ἠξίουν αὐτὸν εἰς λόγους ἐλθεῖν τοῖς περὶ τὸν Εὐμένη· μάλιστα γὰρ ἂν οὕτω | |
Hist.24.15.8 | τυχεῖν τὰ πράγματα διεξαγωγῆς. τοῦ δὲ πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνοντος καὶ τέλος ἀπειπαμένου, δῆλον μὲν εὐθέως ἦν τοῦτο καὶ Ῥωμαίοις ὅτι καταγινώσκει προφανῶς ἑαυτοῦ καὶ διαπιστεῖ τοῖς σφετέροις πρά‐ | |
Hist.24.15.9 | γμασι· πάντῃ δὲ πάντως βουλόμενοι λῦσαι τὸν πόλεμον προσεκαρτέρουν, ἕως οὗ συνεχώρησε πέμψειν αὐτοκρά‐ τορας ἐπὶ (τὸν Πέργαμον κατὰ) θάλατταν τοὺς συν‐ θησομένους τὴν εἰρήνην, ἐφ’ οἷς ἂν οἱ πρεσβευταὶ | |
Hist.24.15.10 | κελεύσωσιν. ἀφικομένων (δὲ) τῶν πρέσβεων, καὶ συνελθόντων ὁμοῦ τῶν τε Ῥωμαίων καὶ τῶν περὶ Εὐμένη, καὶ τούτων μὲν εἰς ἅπαν ἑτοίμως συγκατα‐ | |
Hist.24.15.11 | βαινόντων χάριν τοῦ συντελεσθῆναι τὴν εἰρήνην, τῶν δὲ παρὰ τοῦ Φαρνάκου πρὸς πᾶν διαφερομένων καὶ τοῖς ὁμολογηθεῖσιν οὐκ ἐμμενόντων, ἀλλ’ αἰεί τι προσ‐ επιζητούντων καὶ μεταμελομένων, ταχέως τοῖς Ῥωμαίοις | |
5 | ἐγένετο δῆλον ὅτι ματαιοπονοῦσιν. οὐ γὰρ οἷος τ’ ἦν | |
Hist.24.15.12 | συγκαταβαίνειν ὁ Φαρνάκης εἰς τὰς διαλύσεις. ὅθεν ἀπράκτου γενομένης τῆς κοινολογίας, καὶ τῶν Ῥωμαίων ἀπαλλαγέντων ἐκ τοῦ Περγάμου, καὶ τῶν παρὰ τοῦ Φαρνάκου πρέσβεων ἀπολυθέντων εἰς τὴν οἰκείαν, ὁ | |
5 | μὲν πόλεμος ἐγεγένητο κατάμονος, οἱ δὲ περὶ τὸν Εὐμένη πάλιν ἐγίνοντο περὶ τὰς εἰς τοῦτον παρα‐ | |
Hist.24.15.13 | σκευάς. ἐν ᾧ καιρῷ τῶν Ῥοδίων ἐπισπασαμένων τὸν Εὐμένη [καὶ] φιλοτίμως, οὗτος μὲν ἐξώρμησε μετὰ | |
πολλῆς σπουδῆς, πράξων τὰ κατὰ τοὺς Λυκίους *** | ||
Hist.25t1 | FRAGMENTA LIBRI XXV. | |
Hist.25.1t | A. OLYMP. 150, 1. I. RES HISPANIAE. | |
Hist.25.1.1 | Πολυβίου δ’ εἰπόντος τριακοσίας αὐτῶν κατα‐ λῦσαι πόλεις Τεβέριον Γράκχον, κωμῳδῶν φησι τοῦτο τῷ Γράκχῳ χαρίσασθαι τὸν ἄνδρα, τοὺς πύργους καλοῦντα πόλεις, ὥσπερ ἐν ταῖς θριαμβικαῖς | |
Hist.25.1.2 | πομπαῖς. καὶ ἴσως οὐκ ἄπιστον τοῦτο λέγει· καὶ γὰρ οἱ στρατηγοὶ καὶ οἱ συγγραφεῖς ῥᾳδίως ἐπὶ τοῦτο φέρονται τὸ ψεῦσμα, καλλωπίζοντες τὰς πράξεις. | |
Hist.25.2t | II. RES ASIAE. | |
Hist.25.2.1 | Ὅτι ὁ Φαρνάκης, ἐξαπιναίου καὶ βαρείας αὐτῷ τῆς ἐφόδου γενομένης, ἕτοιμος ἦν πρὸς πᾶν τὸ προτεινόμενον· πρέσβεις γὰρ ἐξαπέστειλε πρὸς Εὐμένη | |
Hist.25.2.2 | καὶ Ἀριαράθην. τῶν δὲ περὶ Εὐμένη καὶ Ἀριαράθην προσδεξαμένων τοὺς λόγους καὶ παραχρῆμα συνεξ‐ αποστειλάντων πρεσβευτὰς παρ’ αὑτῶν πρὸς τὸν Φαρ‐ νάκην, καὶ τούτου γενομένου πλεονάκις παρ’ ἑκατέρων, | |
Hist.25.2.3 | ἐκυρώθησαν αἱ διαλύσεις ἐπὶ τούτοις· εἰρήνην ὑπάρχειν Εὐμένει καὶ Προυσίᾳ καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην | |
Hist.25.2.4 | καὶ Μιθριδάτην εἰς τὸν πάντα χρόνον. Γαλατίας μὴ ἐπιβαίνειν Φαρνάκην κατὰ μηδένα τρόπον. ὅσαι γεγόνασιν πρότερον συνθῆκαι Φαρνάκῃ πρὸς Γαλάτας, | |
Hist.25.2.5 | ἀκύρους ὑπάρχειν. ὁμοίως Παφλαγονίας ἐκχωρεῖν, ἀποκαταστήσαντα τοὺς οἰκήτορας, οὓς πρότερον ἐξαγη‐ όχει, σὺν δὲ τούτοις ὅπλα καὶ βέλη καὶ τὰς ἄλλας | |
Hist.25.2.6 | παρασκευάς. ἀποδοῦναι δὲ καὶ Ἀριαράθῃ τῶν τε χωρίων ὅσα παρῄρητο μετὰ τῆς προϋπαρχούσης κατα‐ | |
Hist.25.2.7 | σκευῆς καὶ τοὺς ὁμήρους. ἀποδοῦναι δὲ καὶ Τίον παρὰ τὸν Πόντον, ὃν μετά τινα χρόνον Εὐμένης ἔδωκε | |
Hist.25.2.8 | Προυσίᾳ πεισθεὶς μετὰ μεγάλης χάριτος. ἐγράφη δὲ καὶ τοὺς αἰχμαλώτους ἀποκαταστῆσαι Φαρνάκην χωρὶς | |
Hist.25.2.9 | λύτρων καὶ τοὺς αὐτομόλους ἅπαντας· πρὸς δὲ τούτοις τῶν χρημάτων καὶ τῆς γάζης, ἧς ἀπήνεγκε παρὰ Μορζίου καὶ Ἀριαράθου, ἀποδοῦναι τοῖς προ‐ | |
Hist.25.2.10 | ειρημένοις βασιλεῦσιν ἐνακόσια τάλαντα, καὶ τοῖς περὶ τὸν Εὐμένη τριακόσια προσθεῖναι τῆς εἰς τὸν πόλεμον | |
Hist.25.2.11 | δαπάνης. ἐπεγράφη δὲ καὶ Μιθριδάτῃ τῷ τῆς Ἀρμε‐ νίας σατράπῃ τριακόσια τάλαντα, διότι παραβὰς τὰς | |
Hist.25.2.12 | πρὸς Εὐμένη συνθήκας ἐπολέμησεν Ἀριαράθῃ. περι‐ ελήφθησαν δὲ ταῖς συνθήκαις τῶν μὲν κατὰ τὴν Ἀσίαν δυναστῶν Ἀρταξίας ὁ τῆς πλείστης Ἀρμενίας ἄρχων | |
Hist.25.2.13 | καὶ Ἀκουσίλοχος, τῶν δὲ κατὰ τὴν Εὐρώπην Γάταλος ὁ Σαρμάτης, τῶν δ’ αὐτονομουμένων Ἡρακλεῶται, Μεσημβριανοί, Χερρονησῖται, σὺν δὲ τούτοις Κυζικηνοί. | |
Hist.25.2.14 | περὶ δὲ τῶν ὁμήρων τελευταῖον ἐγράφη πόσους δεήσει καὶ τίνας δοῦναι τὸν Φαρνάκην· ὧν καὶ παραγενηθέν‐ | |
Hist.25.2.15 | των ἐξ αὐτῆς ἀνέζευξαν αἱ δυνάμεις. καὶ τοῦ μὲν Εὐμένει καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην συστάντος πολέμου τοιοῦτον ἀπέβη τὸ τέλος. | |
Hist.25.3t | B. OLYMP. 150, 2. RES MACEDONIAE. | |
Hist.25.3.1 | Ὅτι Περσεὺς ἀνανεωσάμενος τὴν φιλίαν τὴν πρὸς Ῥωμαίους εὐθέως ἑλληνοκοπεῖν ἐπεβάλετο, | |
κατακαλῶν εἰς τὴν Μακεδονίαν καὶ τοὺς τὰ χρέα φεύ‐ γοντας καὶ τοὺς πρὸς καταδίκας ἐκπεπτωκότας καὶ | ||
5 | τοὺς ἐπὶ βασιλικοῖς ἐγκλήμασι παρακεχωρηκότας. | |
Hist.25.3.2 | καὶ τούτων ἐξετίθει προγραφὰς εἴς τε Δῆλον καὶ Δελφοὺς καὶ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερόν, διδοὺς οὐ μόνον τὴν ἀσφάλειαν τοῖς καταπορευομένοις, ἀλλὰ καὶ τῶν ὑπαρχόντων κομιδήν, ἀφ’ ὧν ἕκαστος ἔφυγε. | |
Hist.25.3.3 | παρέλυσε δὲ καὶ τοὺς ἐν αὐτῇ τῇ Μακεδονίᾳ τῶν βασιλικῶν ὀφειλημάτων, ἀφῆκε δὲ καὶ τοὺς ἐν ταῖς | |
Hist.25.3.4 | φυλακαῖς ἐγκεκλεισμένους ἐπὶ βασιλικαῖς αἰτίαις. ταῦτα δὲ ποιήσας πολλοὺς ἐμετεώρισε, δοκῶν καλὰς ἐλπίδας | |
Hist.25.3.5 | ὑποδεικνύναι πᾶσι τοῖς Ἕλλησιν ἐν αὑτῷ. ἐπέφαινε δὲ καὶ κατὰ τὴν ἐν τῷ λοιπῷ βίῳ προστασίαν τὸ τῆς | |
Hist.25.3.6 | βασιλείας ἀξίωμα. κατά τε γὰρ τὴν ἐπιφάνειαν ἦν | |
ἱκανὸς καὶ πρὸς πᾶσαν σωματικὴν χρείαν τὴν δια‐ τείνουσαν εἰς τὸν πραγματικὸν τρόπον εὔθετος, κατά τε τὴν ἐπίφασιν εἶχεν ἐπισκύνιον καὶ τάξιν οὐκ ἀνοί‐ | ||
Hist.25.3.7 | κειον τῆς ἡλικίας. ἐπεφεύγει δὲ καὶ τὴν πατρικὴν ἀσέλγειαν τήν τε περὶ τὰς γυναῖκας καὶ τὴν περὶ τοὺς πότους, καὶ οὐ μόνον αὐτὸς μέτριον ἔπινε δειπνῶν, | |
Hist.25.3.8 | ἀλλὰ καὶ οἱ συνόντες αὐτῷ φίλοι. καὶ τὰ μὲν προ‐ οίμια τῆς Περσέως ἀρχῆς τοιαύτην εἶχε διάθεσιν. — | |
Hist.25.3.9 | Ὅτι Φίλιππος ὁ βασιλεύς, ὅτε μὲν ηὐξήθη καὶ τὴν κατὰ τῶν Ἑλλήνων ἐξουσίαν ἔλαβε, πάντων ἦν ἀπι‐ στότατος καὶ παρανομώτατος, ὅτε δὲ πάλιν τὰ τῆς τύχης | |
Hist.25.3.10 | ἀντέπνευσε, πάντων μετριώτατος. ἐπεὶ δὲ τοῖς ὅλοις πράγμασιν ἔπταισε, πρὸς πᾶν τὸ μέλλον ἁρμοζόμενος ἐπειρᾶτο κατὰ πάντα τρόπον σωματοποιεῖν τὴν αὑτοῦ βασιλείαν. | |
Hist.25.4t | C. OLYMP. 150, 3. I RES ITALIAE. | |
Hist.25.4.1 | Ὅτι μετὰ τὴν ἀποστολὴν τῶν ὑπάτων Τεβερίου καὶ Κλαυδίου τὴν πρὸς Ἴστρους καὶ Ἀγρίους ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ τῶν Λυκίων | |
Hist.25.4.2 | ἥκουσι πρεσβευταῖς, ἤδη τῆς θερείας ληγούσης, οἵτινες παρεγένοντο μὲν εἰς τὴν Ῥώμην ἤδη καταπεπολεμη‐ μένων τῶν Λυκίων, ἐξαπεστάλησαν δὲ χρόνοις ἱκανοῖς | |
Hist.25.4.3 | ἀνώτερον. οἱ γὰρ Ξάνθιοι, καθ’ ὃν καιρὸν ἔμελλον εἰς τὸν πόλεμον ἐμβαίνειν, ἐξέπεμψαν πρεσβευτὰς εἴς τε τὴν Ἀχαΐαν καὶ τὴν Ῥώμην τοὺς περὶ Νικόστρα‐ | |
Hist.25.4.4 | τον. οἳ τότε παραγενηθέντες εἰς τὴν Ῥώμην πολλοὺς εἰς ἔλεον ἐξεκαλέσαντο τῶν ἐν τῷ συνεδρίῳ, τιθέντες ὑπὸ τὴν ὄψιν τήν τε Ῥοδίων βαρύτητα καὶ τὴν αὑτῶν | |
Hist.25.4.5 | περίστασιν. καὶ τέλος εἰς τοῦτ’ ἤγαγον τὴν σύγκλητον, ὥστε πέμψαι πρεσβευτὰς εἰς τὴν Ῥόδον τοὺς διασαφή‐ σοντας ὅτι, τῶν ὑπομνηματισμῶν ἀναληφθέντων (ὧν) οἱ δέκα πρέσβεις ἐποιήσαντο κατὰ τὴν Ἀσίαν, ὅτε τὰ | |
5 | πρὸς Ἀντίοχον ἐχείριζον, εὕρηνται Λύκιοι δεδομένοι Ῥοδίοις οὐκ ἐν δωρεᾷ, τὸ δὲ πλεῖον ὡς φίλοι καὶ | |
Hist.25.4.6 | σύμμαχοι. τοιαύτης δὲ γενομένης διαλύσεως, οὐδ’ | |
Hist.25.4.7 | ὅλως ἤρεσκε πολλοῖς τὸ γεγονός. ἐδόκουν γὰρ οἱ Ῥωμαῖοι τὰ κατὰ τοὺς Ῥοδίους καὶ Λυκίους διαγωνο‐ θετεῖν, θέλοντες ἐκδαπανᾶσθαι τὰς παραθέσεις τῶν | |
Hist.25.4.8 | Ῥοδίων καὶ τοὺς θησαυρούς, ἀκηκοότες τήν τε νυμφα‐ γωγίαν τὴν νεωστὶ τῷ Περσεῖ γεγενημένην ὑπ’ αὐτῶν | |
Hist.25.4.9 | καὶ τὴν ἀνάπειραν τῶν πλοίων. συνέβαινε γὰρ βραχεῖ χρόνῳ πρότερον ἐπιφανῶς καὶ μεγαλομερῶς ταῖς παρα‐ σκευαῖς ἀναπεπειρᾶσθαι τοὺς Ῥοδίους ἅπασι τοῖς σκά‐ | |
Hist.25.4.10 | φεσι τοῖς ὑπάρχουσιν αὐτοῖς. καὶ γὰρ ξύλων πλῆθος εἰς ναυπηγίαν ἐδίδοτο παρὰ τοῦ Περσέως τοῖς Ῥοδίοις, καὶ στελγίδα χρυσῆν ἑκάστῳ τῶν ἀφρακτιτῶν ἐδεδώρητο | |
τῶν νεωστὶ νενυμφαγωγηκότων αὐτῷ τὴν Λαοδίκην. | ||
Hist.25.5t | II RES RHODIORUM. | |
Hist.25.5.1 | Ὅτι εἰς τὴν Ῥόδον παραγενομένων τῶν ἐκ τῆς Ῥώμης πρεσβευτῶν καὶ διασαφούντων τὰ δεδογμένα τῇ συγκλήτῳ, θόρυβος ἦν ἐν τῇ Ῥόδῳ καὶ πολλὴ ταραχὴ περὶ τοὺς πολιτευομένους, ἀγανακτούν‐ | |
5 | των ἐπὶ τῷ μὴ φάσκειν ἐν δωρεᾷ δεδόσθαι τοὺς Λυ‐ | |
Hist.25.5.2 | κίους αὐτοῖς, ἀλλὰ κατὰ συμμαχίαν. ἄρτι γὰρ δοκοῦντες καλῶς τεθεῖσθαι τὰ κατὰ Λυκίους, αὖθις ἄλλην ἀρχὴν | |
Hist.25.5.3 | ἑώρων φυομένην πραγμάτων· εὐθέως γὰρ οἱ Λύκιοι, τῶν Ῥωμαίων παραγενομένων καὶ διασαφούντων ταῦτα τοῖς Ῥοδίοις, πάλιν ἐστασίαζον καὶ πᾶν ὑπομένειν οἷοί | |
Hist.25.5.4 | τ’ ἦσαν ὑπὲρ τῆς αὐτονομίας καὶ τῆς ἐλευθερίας. οὐ μὴν ἀλλ’ οἵ γε Ῥόδιοι (δι)ακούσαντες τῶν πρεσβευ‐ τῶν καὶ νομίσαντες ἐξηπατῆσθαι τοὺς Ῥωμαίους ὑπὸ τῶν Λυκίων, παραχρῆμα κατέστησαν τοὺς περὶ Λυκόφρονα | |
5 | πρεσβευτάς, διδάξοντας τὴν σύγκλητον περὶ τῶν προ‐ | |
Hist.25.5.5 | ειρημένων. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν, ὅσον οὔπω δοκούντων πάλιν ἐπαναστήσεσθαι τῶν Λυκίων. | |
Hist.25.6t | D. OLYMP. 150, 4. RES ITALIAE. | |
Hist.25.6.1 | Ὅτι ἡ σύγκλητος, παραγενομένων τῶν ἐκ τῆς Ῥόδου πρεσβευτῶν, διακούσασα τῶν λόγων ὑπερ‐ | |
Hist.25.6.2 | έθετο τὴν ἀπόκρισιν. ἡκόντων δὲ τῶν Δαρδανίων καὶ περὶ τοῦ πλήθους τῶν Βασταρνῶν καὶ περὶ τοῦ μεγέθους τῶν ἀνδρῶν (καὶ) τῆς ἐν τοῖς κινδύνοις | |
Hist.25.6.3 | τόλμης ἐξηγουμένων, καὶ διασαφούντων περὶ τῆς Περ‐ σέως κοινοπραγίας καὶ τῶν Γαλατῶν καὶ φασκόντων τοῦτον ἀγωνιᾶν μᾶλλον ἢ τοὺς Βαστάρνας καὶ διὰ | |
Hist.25.6.4 | ταῦτα δεομένων σφίσι βοηθεῖν, παρόντων δὲ καὶ Θετταλῶν καὶ συνεπιμαρτυρούντων τοῖς Δαρδανίοις καὶ παρακαλούντων καὶ τούτων ἐπὶ τὴν βοήθειαν, | |
Hist.25.6.5 | ἔδοξε τῇ συγκλήτῳ πέμψαι τινὰς τοὺς αὐτόπτας | |
Hist.25.6.6 | ἐσομένους τῶν προσαγγελλομένων. καὶ παραυτίκα καταστήσαντες Αὖλον Ποστόμιον ἐξαπέστειλαν καὶ | |
σὺν τούτῳ τινὰς τῶν νέων. | ||
Hist.26t1 | FRAGMENTA LIBRI XXVI. | |
Hist.261at | OLYMP. 151. RES ANTIOCHI. | |
Hist.261a1 | Πολύβιος δ’ ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν καλεῖ αὐτὸν Ἐπιμανῆ καὶ οὐκ Ἐπιφανῆ διὰ τὰς πράξεις. οὐ μόνον γὰρ μετὰ δημοτῶν ἀνθρώπων | |
κατέβαινεν εἰς ὁμιλίας, ἀλλὰ καὶ μετὰ τῶν παρεπιδη‐ | ||
Hist.261a2 | μούντων ξένων καὶ τῶν εὐτελεστάτων συνέπινεν. εἰ δὲ καὶ τῶν νεωτέρων, φησίν, αἴσθοιτο τινας συνευωχου‐ μένους ὁπουδήποτε, παρῆν μετὰ κερατίου καὶ συμ‐ φωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀνιστα‐ | |
5 | μένους φεύγειν. πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἐσθῆτα ἀποβαλὼν τήβενναν ἀναλαβὼν περιῄει τὴν ἀγοράν. — | |
Hist.26.1.1 | Ἀντίοχος ὁ Ἐπιφανὴς μὲν κληθείς, Ἐπιμανὴς δ’ ἐκ τῶν πράξεων ὀνομασθείς .... περὶ οὗ φησι Πολύβιος τάδε, ὡς ἀποδιδράσκων ἐκ τῆς αὐλῆς ἐνίοτε τοὺς θεραπεύοντας, οὗ τύχοι τῆς πόλεως, ἀλύων ἐφαίνετο | |
Hist.26.1.2 | δεύτερος καὶ τρίτος. μάλιστα δὲ πρὸς τοῖς ἀργυρο‐ κοπείοις εὑρίσκετο καὶ χρυσοχοείοις, εὑρησιλογῶν καὶ φιλοτεχνῶν πρὸς τοὺς τορευτὰς καὶ τοὺς ἄλλους τεχνί‐ | |
Hist.26.1.3 | τας. ἔπειτα καὶ μετὰ δημοτῶν ἀνθρώπων συγκατα‐ βαίνων ὡμίλει, ᾧ τύχοι, καὶ μετὰ τῶν παρεπιδημούν‐ | |
Hist.26.1.4 | των συνέπινε τῶν εὐτελεστάτων. ὅτε δὲ τῶν νεωτέρων αἴσθοιτό τινας συνευωχουμένους, οὐδεμίαν ἔμφασιν ποιήσας παρῆν ἐπικωμάζων μετὰ κερατίου καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον | |
Hist.26.1.5 | ἀφισταμένους φεύγειν. πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἀποθέμενος ἐσθῆτα τήβενναν ἀναλαβὼν περιῄει κατὰ τὴν ἀγορὰν ἀρχαιρεσιάζων καὶ τοὺς μὲν δεξιούμενος, τοὺς δὲ καὶ περιπτύσσων παρεκάλει φέρειν αὑτῷ τὴν | |
5 | ψῆφον, ποτὲ μὲν ὡς ἀγορανόμος γένηται, ποτὲ δὲ καὶ | |
Hist.26.1.6 | ὡς δήμαρχος. τυχὼν δὲ τῆς ἀρχῆς καὶ καθίσας ἐπὶ τὸν ἐλεφάντινον δίφρον κατὰ τὸ παρὰ Ῥωμαίοις ἔθος | |
διήκουε τῶν κατὰ τὴν ἀγορὰν γινομένων συναλλαγμά‐ των καὶ διέκρινε μετὰ πολλῆς σπουδῆς καὶ προθυμίας. | ||
Hist.26.1.7 | ἐξ ὧν εἰς ἀπορίαν ἦγε τῶν ἀνθρώπων τοὺς ἐπιεικεῖς· οἱ μὲν γὰρ ἀφελῆ τινα αὐτὸν εἶναι ὑπελάμβανον, οἱ δὲ μαινόμενον. καὶ γὰρ περὶ τὰς δωρεὰς ἦν παραπλήσιος· | |
Hist.26.1.8 | ἐδίδου γὰρ τοῖς μὲν ἀστραγάλους δορκαδείους, τοῖς δὲ | |
Hist.26.1.9 | φοινικοβαλάνους, ἄλλοις δὲ χρυσίον. καὶ ἐξ ἀπαντή‐ σεως δέ τισιν ἐντυγχάνων, οὓς μὴ ἑωράκει ποτέ, ἐδίδου | |
Hist.26.1.10 | δωρεὰς ἀπροσδοκήτους. ἐν δὲ ταῖς πρὸς τὰς πόλεις θυσίαις καὶ ταῖς πρὸς τοὺς θεοὺς τιμαῖς πάντας | |
Hist.26.1.11 | ὑπερέβαλλε τοὺς βεβασιλευκότας. τοῦτο δ’ ἄν τις τεκμήραιτο ἔκ τε τοῦ παρ’ Ἀθηναίοις Ὀλυμπιείου καὶ | |
Hist.26.1.12 | τῶν περὶ τὸν ἐν Δήλῳ βωμὸν ἀνδριάντων. ἐλούετο δὲ κἀν τοῖς δημοσίοις βαλανείοις, ὅτε δημοτῶν ἦν τὰ βαλανεῖα πεπληρωμένα, κεραμίων εἰσφερομένων αὐτῷ | |
Hist.26.1.13 | μύρων τῶν πολυτελεστάτων. ὅτε καί τινος εἰπόντος ‘Μακάριοί ἐστε ὑμεῖς οἱ βασιλεῖς οἱ καὶ τούτοις χρώ‐ μενοι καὶ ὀδωδότες ἡδύ‘ [καὶ] μηδὲν τὸν ἄνθρωπον προσειπών, ὅπου ’κεῖνος τῇ ἑξῆς ἐλοῦτο, ἐπεισελθὼν | |
5 | ἐποίησεν αὐτοῦ καταχυθῆναι τῆς κεφαλῆς μέγιστον κεράμιον πολυτελεστάτου μύρου, τῆς στακτῆς καλου‐ | |
Hist.26.1.14 | μένης, ὡς πάντας ἀναστάντας κυλίεσθαι (τοὺς) λουο‐ μένους τῷ μύρῳ καὶ διὰ τὴν γλισχρότητα κατα‐ πίπτοντας γέλωτα παρέχειν, καθάπερ καὶ αὐτὸν τὸν | |
βασιλέα. | ||
Hist.27t1 | FRAGMENTA LIBRI XXVII. | |
Hist.27.1t | A. OLYMP. 152, 1. I. BELLUM PERSICUM. | |
Hist.27.1.1 | Ὅτι ἐν τῷ καιρῷ τούτῳ παρεγένοντο πρέσβεις παρὰ μὲν Θεσπιέων οἱ περὶ Λασῆν καὶ Καλλέαν, παρὰ | |
Hist.27.1.2 | δὲ Νέωνος Ἰσμηνίας, οἱ μὲν περὶ Λασῆν ἐγχειρίζοντες τὴν ἑαυτῶν πατρίδα Ῥωμαίοις, ὁ δ’ Ἰσμηνίας κατὰ κοινὸν πάσας (τὰς) ἐν τῇ Βοιωτίᾳ πόλεις διδοὺς εἰς | |
Hist.27.1.3 | τὴν τῶν πρεσβευτῶν πίστιν. ἦν δὲ τοῦτο μὲν ἐναν‐ τιώτατον τοῖς περὶ τὸν Μάρκιον, τὸ δὲ κατὰ πόλιν | |
Hist.27.1.4 | διελεῖν τοὺς Βοιωτοὺς οἰκειότατον. διὸ τοὺς μὲν περὶ τὸν Λασῆν καὶ τοὺς Χαιρωνεῖς καὶ τοὺς Λεβαδεῖς καὶ | |
τοὺς ἄλλους, ὅσοι παρῆσαν ἀπὸ τῶν πόλεων, ἀσμένως | ||
Hist.27.1.5 | ἀπεδέχοντο καὶ κατέψων, τὸν δ’ Ἰσμηνίαν παρεδειγμάτι‐ | |
Hist.27.1.6 | ζον, ἀποτριβόμενοι καὶ παρορῶντες. ὅτε καὶ συν‐ επιθέμενοί τινες τῶν φυγάδων μικροῦ κατέλευσαν τὸν Ἰσμηνίαν, εἰ μὴ κατέφυγεν ὑπὸ τὰ δίθυρα τῶν Ῥω‐ | |
Hist.27.1.7 | μαίων. κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐν ταῖς Θήβαις | |
Hist.27.1.8 | συνέβαινε ταραχὰς εἶναι καὶ στάσεις. οἱ μὲν γὰρ ἔφασαν δεῖν διδόναι τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν, οἱ δὲ Κορωνεῖς καὶ Ἁλιάρτιοι συνδεδραμηκότες εἰς τὰς Θήβας ἀκμὴν ἀντεποιοῦντο τῶν πραγμάτων καὶ μένειν | |
Hist.27.1.9 | ἔφασαν δεῖν ἐν τῇ πρὸς τὸν Περσέα συμμαχίᾳ. καὶ μέχρι μέν τινος ἐφάμιλλος ἦν ἡ διάθεσις τῶν στασια‐ ζόντων. Ὀλυμπίχου δὲ τοῦ Κορωνέως πρώτου μετα‐ θεμένου καὶ φάσκοντος δεῖν ἀντέχεσθαι Ῥωμαίων, ἐγέ‐ | |
5 | νετό (τις) ὁλοσχερὴς ῥοπὴ καὶ μετάπτωσις τοῦ πλήθους, | |
Hist.27.1.10 | καὶ πρῶτον μὲν τὸν Δικέταν ἠνάγκασαν πρεσβεύειν πρὸς τοὺς περὶ τὸν Μάρκιον, ἀπολογησόμενον ὑπὲρ | |
Hist.27.1.11 | τῆς πρὸς τὸν Περσέα συμμαχίας. μετὰ δὲ ταῦτα τοὺς περὶ τὸν Νέωνα καὶ τὸν Ἱππίαν ἐξέβαλον, συντρέχοντες ἐπὶ τὰς οἰκίας αὐτῶν καὶ κελεύοντες αὐτοὺς ὑπὲρ αὑτῶν ἀπολογεῖσθαι περὶ τῶν διῳκονομημένων· οὗτοι | |
5 | γὰρ ἦσαν οἱ (τὰ) περὶ τὴν συμμαχίαν οἰκονομήσαντες. | |
Hist.27.1.12 | τούτων δὲ παραχωρησάντων, ἐξ αὐτῆς ἁθροισθέντες εἰς ἐκκλησίαν πρῶτον μὲν τιμὰς ἐψηφίσαντο καὶ (δω‐ ρεὰς) τοῖς Ῥωμαίοις, εἶτ’ ἐνεργεῖν ἐπέταξαν τοῖς | |
Hist.27.1.13 | ἄρχουσι τὴν συμμαχίαν, ἐπὶ δὲ πᾶσιν πρεσβευτὰς κατέ‐ στησαν τοὺς ἐγχειριοῦντας τὴν πόλιν Ῥωμαίοις καὶ κατάξοντας τοὺς παρ’ αὑτῶν φυγάδας. | |
Hist.27.2.1 | Τούτων δὲ συντελουμένων ἐν ταῖς Θήβαις, οἱ φυγάδες ἐν τῇ Χαλκίδι προστησάμενοι Πομπίδην κατηγορίαν ἐποιοῦντο τῶν περὶ τὸν Ἰσμηνίαν καὶ Νέωνα καὶ | |
Hist.27.2.2 | Δικέταν. προδήλου δὲ τῆς ἀγνοίας οὔσης τῶν προ‐ ειρημένων, καὶ τῶν Ῥωμαίων συνεπισχυόντων τοῖς | |
Hist.27.2.3 | φυγάσιν, εἰς τὴν ἐσχάτην διάθεσιν ἧκον οἱ περὶ τὸν Ἱππίαν, ὥστε καὶ τῷ βίῳ κινδυνεῦσαι παρ’ αὐτὸν τὸν καιρὸν ὑπὸ τῆς ὁρμῆς τοῦ πλήθους, ἕως οὗ βραχύ τι τῆς ἀσφαλείας αὐτῶν προυνοήθησαν οἱ Ῥωμαῖοι, | |
Hist.27.2.4 | παρακατασχόντες τὴν ἐπιφορὰν τῶν ὄχλων. τῶν δὲ Θηβαίων παραγενομένων καὶ κομιζόντων τὰ προειρη‐ μένα δόγματα καὶ τὰς τιμάς, ταχεῖαν ἕκαστα τῶν πραγμάτων ἐλάμβανε τὴν ἀνταπόδοσιν, ἅτε τῶν πό‐ | |
5 | λεων παρακειμένων ἀλλήλαις ἐν πάνυ βραχεῖ διαστή‐ | |
Hist.27.2.5 | ματι. πλὴν ἀποδεξάμενοι τοὺς Θηβαίους οἱ περὶ τὸν Μάρκιον τήν τε πόλιν ἐπῄνεσαν καὶ τοὺς φυγάδας | |
Hist.27.2.6 | συνεβούλευσαν καταγαγεῖν εἰς τὴν οἰκείαν. εὐθύς τε παρήγγειλαν πρεσβεύειν πᾶσι τοῖς ἀπὸ τῶν πόλεων εἰς τὴν Ῥώμην, διδόντας αὑτοὺς εἰς τὴν πίστιν κατ’ | |
Hist.27.2.7 | ἰδίαν ἑκάστους. πάντων δὲ κατὰ τὴν πρόθεσιν αὐτοῖς χωρούντων—ταῦτα δ’ ἦν τὸ διαλῦσαι τῶν Βοιωτῶν τὸ ἔθνος καὶ λυμήνασθαι τὴν τῶν πολλῶν εὔνοιαν | |
Hist.27.2.8 | πρὸς τὴν Μακεδόνων οἰκίαν—οὗτοι μὲν μεταπεμψά‐ μενοι Σέρουιον ἐξ Ἄργους καὶ καταλιπόντες ἐπὶ τῆς Χαλκίδος προῆγον ἐπὶ Πελοπόννησον, Νέων δὲ μετά | |
Hist.27.2.9 | τινας ἡμέρας ἀνεχώρησεν εἰς Μακεδονίαν. οἱ δὲ περὶ τὸν Ἰσμηνίαν καὶ Δικέταν τότε μὲν ἀπήχθησαν εἰς φυλακήν, μετὰ δέ τινα χρόνον ἀπήλλαξαν αὑτοὺς ἐκ | |
Hist.27.2.10 | τοῦ ζῆν. τὸ δὲ τῶν Βοιωτῶν ἔθνος ἐπὶ πολὺν χρόνον συντετηρηκὸς τὴν κοινὴν συμπολιτείαν καὶ πολλοὺς καὶ ποικίλους καιροὺς διαπεφευγὸς παραδόξως τότε προπετῶς καὶ ἀλογίστως ἑλόμενον τὰ παρὰ Περσέως, | |
5 | εἰκῇ καὶ παιδαριωδῶς πτοηθὲν κατελύθη καὶ διεσκορ‐ πίσθη κατὰ πόλεις. | |
Hist.27.2.11 | Οἱ δὲ περὶ τὸν Αὖλον καὶ Μάρκιον παραγενηθέντες εἰς τὴν τῶν Ἀργείων πόλιν ἐχρημάτισαν ταῖς συναρχίαις ταῖς τῶν Ἀχαιῶν καὶ παρεκάλεσαν Ἄρχωνα τὸν στρατηγὸν χιλίους ἐκπέμψαι στρατιώτας εἰς Χαλκίδα, | |
5 | παραφυλάξοντας τὴν πόλιν μέχρι τῆς Ῥωμαίων δια‐ | |
Hist.27.2.12 | βάσεως. τοῦ δ’ Ἄρχωνος ἑτοίμως συνυπακού‐ σαντος, οὗτοι μὲν ταῦτα διαπράξαντες ἐν τοῖς Ἕλλησι κατὰ χειμῶνα καὶ τῷ Ποπλίῳ συμμίξαντες ἀπέπλεον εἰς τὴν Ῥώμην. — | |
Hist.27.3.1 | Ὅτι οἱ περὶ τὸν Τεβέριον καὶ Ποστόμιον (καὶ Ἰούνιον) κατὰ τοὺς αὐτοὺς καιροὺς ἐπιπορευόμενοι τὰς νήσους καὶ τὰς κατὰ τὴν Ἀσίαν πόλεις *** | |
Hist.27.3.2 | πλεῖστον δ’ ἐν τῇ Ῥόδῳ, καίπερ οὐ προσδεομένων τῶν | |
Hist.27.3.3 | Ῥοδίων κατὰ τοὺς τότε χρόνους. Ἁγησίλοχος γάρ, τότε πρυτανεύων, ἀνὴρ τῶν εὐδοκιμούντων, ὁ καὶ μετὰ ταῦτα πρεσβεύσας εἰς τὴν Ῥώμην, ἔτι πρότερον ἅμα τῷ φανερὸν γενέσθαι διότι μέλλουσι πολεμεῖν | |
5 | Ῥωμαῖοι τῷ Περσεῖ, τἄλλα τε παρακεκλήκει τοὺς πολλοὺς ὑπὲρ τοῦ κοινωνεῖν τῶν αὐτῶν ἐλπίδων καὶ τετταράκοντα ναῦς συμβουλεύσας τοῖς Ῥοδίοις ὑπο‐ | |
Hist.27.3.4 | ζωννύειν, ἵν’, ἐάν τις ἐκ τῶν καιρῶν γένηται χρεία, μὴ τότε παρασκευάζωνται πρὸς τὸ παρακαλούμενον, | |
ἀλλ’ ἑτοίμως διακείμενοι πράττωσι τὸ κριθὲν ἐξ αὐτῆς. | ||
Hist.27.3.5 | ἃ τότε προφερόμενος τοῖς Ῥωμαίοις καὶ δεικνὺς ὑπὸ τὴν ὄψιν τὰς παρασκευάς, εὐδοκουμένους τῇ πόλει τοὺς πρεσβευτὰς ἐξαπέστειλεν. οἱ δὲ περὶ τὸν Τεβέριον ἀποδεδεγμένοι τὴν τῶν Ῥοδίων εὔνοιαν ἐκομίζοντο εἰς | |
5 | τὴν Ῥώμην. — | |
Hist.27.4.1 | Ὅτι Περσεὺς μετὰ τὸν σύλλογον τὸν πρὸς τοὺς Ῥωμαίους, *** τῶν Ἑλλήνων, πάντα τὰ δίκαια κατέ‐ ταττεν εἰς τὴν ἐπιστολὴν καὶ τοὺς ὑφ’ ἑκατέρων | |
Hist.27.4.2 | ῥηθέντας λόγους, ἅμα μὲν ὑπολαμβάνων ὑπερδέξιος φανήσεσθαι τοῖς δικαίοις, ἅμα δὲ βουλόμενος ἀπό‐ | |
Hist.27.4.3 | πειραν λαμβάνειν τῆς ἑκάστων προαιρέσεως. πρὸς μὲν οὖν τοὺς ἄλλους δι’ αὐτῶν τῶν γραμματοφόρων ἔπεμπε τὰς ἐπιστολάς, εἰς δὲ τὴν Ῥόδον καὶ πρεσβευτὰς συν‐ | |
Hist.27.4.4 | απέστειλεν Ἀντήνορα καὶ Φίλιππον. οἳ καὶ παρα‐ γενηθέντες τὰ γεγραμμένα τοῖς ἄρχουσιν ἀπέδωκαν· καὶ μετά τινας ἡμέρας ἐπελθόντες ἐπὶ τὴν βου‐ λὴν παρεκάλουν τοὺς Ῥοδίους κατὰ μὲν τὸ παρὸν | |
Hist.27.4.5 | ἡσυχίαν ἔχειν, ἀποθεωροῦντας τὸ γινόμενον· ἐὰν δὲ Ῥωμαῖοι παρὰ τὰς συνθήκας ἐγχειρῶσι τὰς χεῖρας ἐπιβάλλειν τῷ Περσεῖ καὶ Μακεδόσιν, πειρᾶσθαι δια‐ | |
Hist.27.4.6 | λύειν. τοῦτο γὰρ πᾶσι μὲν συμφέρειν, πρέπειν δὲ | |
Hist.27.4.7 | μάλιστα Ῥοδίοις. ὅσῳ γὰρ πλεῖον ὀρέγονται τῆς ἰση‐ γορίας καὶ παρρησίας καὶ διατελοῦσι προστατοῦντες οὐ μόνον τῆς αὑτῶν ἀλλὰ καὶ τῆς τῶν ἄλλων Ἑλλή‐ μων ἐλευθερίας, τοσούτῳ καὶ τὴν ἐναντίαν προαίρεσιν | |
5 | μάλιστα δεῖν αὐτοὺς προορᾶσθαι καὶ φυλάττεσθαι κατὰ | |
Hist.27.4.8 | δύναμιν. ταῦτα καὶ τούτοις παραπλήσια διαλεχθέντων | |
Hist.27.4.9 | τῶν πρέσβεων, ἤρεσκε μὲν ἅπασι τὰ λεγόμενα· προ‐ κατεχόμενοι δὲ τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ, καὶ νικῶν‐ τος αὐτοῖς τοῦ βελτίονος, τἄλλα μὲν ἀπεδέξαντο φιλαν‐ θρώπως τοὺς πρεσβευτάς, ἠξίουν δὲ τὸν Περσέα διὰ | |
5 | τῆς ἀποκρίσεως εἰς μηδὲν αὑτοὺς παρακαλεῖν τοιοῦτον ἐξ οὗ φανήσονται πρὸς τὴν Ῥωμαίων ἀντιπράττοντες | |
Hist.27.4.10 | βούλησιν. οἱ δὲ περὶ τὸν Ἀντήνορα τὴν μὲν ἀπό‐ κρισιν οὐκ ἔλαβον ***, τὴν δὲ λοιπὴν φιλαν‐ θρωπίαν ἀποδεξάμενοι τὴν Ῥοδίων ἀπέπλευσαν εἰς τὴν Μακεδονίαν. — | |
Hist.27.5.1 | Ὅτι Περσεὺς πυνθανόμενος ἔτι τινὰς τῶν ἐν τῇ Βοιωτίᾳ πόλεις ἀντέχεσθαι τῆς πρὸς αὐτὸν εὐνοίας, Ἀντίγονον ἐξαπέστειλε τὸν Ἀλεξάνδρου πρεσβευτήν. | |
Hist.27.5.2 | ὃς καὶ παραγενόμενος εἰς Βοιωτοὺς τὰς μὲν ἄλλας πόλεις παρῆκε διὰ τὸ μηδεμίαν ἀφορμὴν λαμβάνειν | |
Hist.27.5.3 | ἐπιπλοκῆς, εἰς δὲ Κορώνειαν καὶ Θίσβας, ἔτι δ’ Ἁλίαρτον εἰσελθὼν παρεκάλεσε τοὺς ἀνθρώπους ἀντέχε‐ | |
Hist.27.5.4 | σθαι τῆς πρὸς Μακεδόνας εὐνοίας. τῶν δὲ προθύμως ἀποδεχομένων τὰ λεγόμενα καὶ πρεσβευτὰς ψηφισαμένων πέμπειν εἰς Μακεδονίαν, οὗτος μὲν ἀπέπλευσε καὶ συμμίξας τῷ βασιλεῖ διεσάφει τὰ κατὰ τὴν Βοιωτίαν. | |
Hist.27.5.5 | παραγενομένων δὲ καὶ τῶν πρεσβευτῶν μετ’ ὀλί‐ γον καὶ παρακαλούντων βοήθειαν ἐκπέμψαι ταῖς πόλεσι | |
Hist.27.5.6 | ταῖς αἱρουμέναις τὰ Μακεδόνων· τοὺς γὰρ Θηβαίους βαρεῖς ὄντας ἐπικεῖσθαι καὶ παρενοχλεῖν αὐτοὺς διὰ τὸ μὴ βούλεσθαι συμφρονεῖν σφίσιν μηδ’ αἱρεῖσθαι τὰ | |
Hist.27.5.7 | Ῥωμαίων· ἅπερ ὁ Περσεὺς διακούσας βοήθειαν μὲν οὐδαμῶς ἔφη δύνασθαι πέμπειν οὐδενὶ διὰ τὰς ἀνοχάς, | |
Hist.27.5.8 | καθόλου δ’ αὐτοὺς παρεκάλει Θηβαίους μὲν ἀμύνασθαι κατὰ δύναμιν, Ῥωμαίοις δὲ μὴ πολεμεῖν, ἀλλὰ τὴν ἡσυχίαν ἔχειν. — | |
Hist.27.6.1 | Ὅτι οἱ Ῥωμαῖοι τῶν ἀπὸ τῆς Ἀσίας παρα‐ γεγονότων πρεσβευτῶν διακούσαντες τά τε κατὰ τὴν Ῥόδον καὶ τὰ κατὰ τὰς ἄλλας πόλεις προσεκαλέσαντο | |
Hist.27.6.2 | τοὺς παρὰ τοῦ Περσέως πρεσβευτάς. οἱ δὲ περὶ τὸν Σόλωνα καὶ τὸν Ἱππίαν ἐπειρῶντο μὲν καὶ περὶ τῶν ὅλων | |
λέγειν τι καὶ παραιτεῖσθαι τὴν σύγκλητον· τὸ δὲ πλέον ἀπελογοῦντο περὶ τῆς ἐπιβουλῆς τῆς κατὰ τὸν Εὐμένη. | ||
Hist.27.6.3 | ληξάντων δὲ τῆς δικαιολογίας αὐτῶν, πάλαι προ‐ διειληφότες ὑπὲρ τοῦ πολεμεῖν προσέταξαν αὐτοῖς ἐκ μὲν τῆς Ῥώμης εὐθέως ἀπαλλάττεσθαι καὶ τοῖς ἄλλοις ἅπασιν Μακεδόσιν, ὅσοι παρεπιδημοῦντες ἔτυχον, ἐκ | |
Hist.27.6.4 | δὲ τῆς Ἰταλίας ἐν τριάκονθ’ ἡμέραις ἐκχωρεῖν. μετὰ δὲ ταῦτα τοὺς ὑπάτους ἀνακαλεσάμενοι παρώρμων ἔχεσθαι τοῦ καιροῦ καὶ μὴ καθυστερεῖν. — | |
Hist.27.7.1 | Ὅτι Γάιος ἔτι περὶ τὴν Κεφαλληνίαν ὁρμῶν ἐξέπεμψε τοῖς Ῥοδίοις γράμματα περὶ πλοίων ἐξαποστολῆς, συνθεὶς τὴν ἐπιστολὴν ἀλείπτῃ τινὶ Σω‐ | |
Hist.27.7.2 | κράτει. παραγενομένων δὲ τῶν γραμμάτων εἰς τὴν Ῥόδον, Στρατοκλέους πρυτανεύοντος τὴν δευτέραν | |
Hist.27.7.3 | ἕκμηνον, καὶ τοῦ διαβουλίου προτεθέντος, τοῖς μὲν περὶ τὸν Ἀγαθάγητον καὶ Ῥοδοφῶντα καὶ Ἀστυμήδην καὶ ἑτέροις πλείοσιν ἐδόκει πέμπειν τὰς ναῦς καὶ συνάπτεσθαι τῆς ἀρχῆς εὐθέως τοῦ πολέμου, μηδεμίαν | |
Hist.27.7.4 | πρόφασιν ποιουμένους. οἱ δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον δυσαρεστοῦντες μὲν καὶ τοῖς ἤδη γεγονόσι φιλανθρώποις πρὸς Ῥωμαίους, τότε δὲ προ‐ θέμενοι τὸ τοῦ βασιλέως Εὐμένους πρόσωπον ἤρξαντο | |
Hist.27.7.5 | λυμαίνεσθαι τὴν τῶν πολλῶν προαίρεσιν. ὑπαρχούσης γὰρ τοῖς Ῥοδίοις ὑποψίας καὶ διαφορᾶς πρὸς τὸν Εὐμένη, πάλαι μὲν ἐκ τοῦ πολέμου τοῦ πρὸς Φαρνάκην, ὅτε, τοῦ βασιλέως Εὐμένους ἐφορμοῦντος ἐπὶ τοῦ κατὰ τὸν | |
5 | Ἑλλήσποντον στόματος χάριν τοῦ κωλύειν τοὺς πλέ‐ οντας εἰς τὸν Πόντον, ἐπελάβοντο τῆς ὁρμῆς αὐτοῦ | |
Hist.27.7.6 | καὶ διεκώλυσαν Ῥόδιοι, μικροῖς δ’ ἀνώτερον χρόνοις ἐκ τῶν Λυκιακῶν ἀναξαινομένης τῆς διαφορᾶς ἔκ τινων ἐρυμάτων καὶ χώρας, ἣν συνέβαινε κεῖσθαι μὲν ἐπὶ τῆς ἐσχατιᾶς τῆς τῶν Ῥοδίων Περαίας, κακοποι‐ | |
5 | εῖσθαι δὲ συνεχῶς διὰ τῶν ὑπ’ Εὐμένει ταττομένων· | |
Hist.27.7.7 | ἐκ πάντων δὴ τούτων εὐηκόως διέκειντο πρὸς πᾶν τὸ | |
Hist.27.7.8 | λεγόμενον κατὰ τοῦ βασιλέως. διὸ ταύτης ἐπιλαβό‐ μενοι τῆς ἀφορμῆς οἱ περὶ τὸν Δείνωνα διέσυρον τὴν ἐπιστολήν, φάσκοντες οὐ παρὰ Ῥωμαίων αὐτὴν ἥκειν, ἀλλὰ παρ’ Εὐμένους, θέλοντος αὐτοὺς ἐκείνου κατὰ | |
5 | πάντα τρόπον ἐμβιβάζειν εἰς τὸν πόλεμον καὶ προσ‐ άπτειν τῷ δήμῳ δαπάνας καὶ κακοπαθείας οὐκ ἀναγ‐ | |
Hist.27.7.9 | καίας. καὶ μαρτύριον ἐποίουν τῆς ἑαυτῶν ἀποφάσεως τὸ παραγεγονέναι φέροντα τὴν ἐπιστολὴν [ἀλείπτην τινὰ καὶ] τοιοῦτον ἄνθρωπον, οὐκ εἰωθότων τοῦτο ποιεῖν Ῥωμαίων, ἀλλὰ καὶ λίαν μετὰ πολλῆς σπουδῆς | |
5 | καὶ προστασίας διαπεμπομένων ὑπὲρ τῶν τοιούτων. | |
Hist.27.7.10 | ἔλεγον δὲ ταῦτα, καλῶς μὲν εἰδότες ὅτι συμβαίνει | |
γεγράφθαι τὴν ἐπιστολὴν ὑπὸ τοῦ Λοκρητίου, βουλό‐ μενοι δὲ τοὺς πολλοὺς διδάσκειν μηδὲν ἐξ ἑτοίμου ποιεῖν Ῥωμαίοις, ἀλλ’ ἐν πᾶσι δυσχρηστεῖν καὶ διδόναι | ||
Hist.27.7.11 | προσκοπῆς καὶ δυσαρεστήσεως ἀφορμάς. ἦν γὰρ τὸ προκείμενον αὐτοῖς ἀπὸ μὲν τῆς πρὸς Ῥωμαίους εὐνοίας ἀλλοτριοῦν τὸν δῆμον, εἰς δὲ τὴν τοῦ Περσέως φιλίαν | |
Hist.27.7.12 | ἐμπλέκειν, καθ’ ὅσον οἷοί τ’ ἦσαν. συνέβαινε δὲ τοὺς προειρημένους οἰκείους ὑπάρχειν διὰ τὸ τὸν μὲν Πολυάρατον, ἀλαζονικώτερον ὄντα καὶ κενόδοξον, ὑπόχρεων πεποιηκέναι τὴν οὐσίαν, τὸν δὲ Δείνωνα, | |
5 | φιλάργυρον ὄντα καὶ θρασύν, ἐξ ἀρχῆς οἰκεῖον εἶναι τῆς ἐκ τῶν δυναστῶν καὶ βασιλέων ἐπανορθώσεως. | |
Hist.27.7.13 | ἐφ’ οἷς Στρατοκλῆς ὁ πρύτανις ἐπαναστὰς καὶ πολλὰ μὲν κατὰ τοῦ Περσέως εἰπών, πολλὰ δὲ περὶ Ῥωμαίων ἐπ’ ἀγαθῷ, παρώρμησε τοὺς πολλοὺς εἰς τὸ κυρῶσαι | |
Hist.27.7.14 | τὸ ψήφισμα τὸ περὶ τῆς ἐξαποστολῆς τῶν πλοίων. καὶ παραυτίκα καταρτίσαντες τετρήρεις ἕξ, πέντε μὲν ἐξ‐ απέστειλαν ἐπὶ Χαλκίδος, ἡγεμόνα συστήσαντες ἐπ’ αὐτῶν Τιμαγόραν, τὴν δὲ μίαν εἰς Τένεδον, ἐφ’ ἧς | |
Hist.27.7.15 | ἄρχων ἐπέπλει *Τιμαγόρας. ὃς καὶ καταλαβὼν ἐν | |
Τενέδῳ Διοφάνην, ἀπεσταλμένον ὑπὸ τοῦ Περσέως πρὸς Ἀντίοχον, αὐτοῦ μὲν οὐκ ἐγενήθη κύριος, τοῦ | ||
Hist.27.7.16 | δὲ πληρώματος. ὁ δὲ Λοκρήτιος πάντας ἀποδεξάμενος φιλανθρώπως τοὺς κατὰ θάλατταν παραγεγονότας συμμάχους ἀπέλυσε τῆς χρείας, φήσας οὐ προσδεῖσθαι τὰ πράγματα τῆς κατὰ θάλατταν βοηθείας. — | |
Hist.27.8.1 | Ὅτι μετὰ τὴν νίκην τῶν Μακεδόνων, συνεδρίου παρὰ τῷ Περσεῖ συναχθέντος, ὑπέδειξάν τινες τῶν φίλων διότι δεῖ πρεσβείαν πέμψαι τὸν βασιλέα πρὸς | |
Hist.27.8.2 | τὸν στρατηγὸν τῶν Ῥωμαίων, ἐπιδεχόμενον ἔτι καὶ νῦν ὅτι φόρους δώσει Ῥωμαίοις, ὅσους πρότερον ὑπέσχετο [ὁ] πατὴρ καταπολεμηθείς, καὶ τόπων ἐκχω‐ | |
Hist.27.8.3 | ρήσει τῶν αὐτῶν. ἐάν (τε) γὰρ δέξωνται τὰς δια‐ λύσεις, καλὴν ἔφασαν ἔσεσθαι τῷ βασιλεῖ τὴν ἐξαγωγὴν τοῦ πολέμου, πεπροτερηκότι διὰ τῶν ὑπαίθρων, καὶ καθόλου πρὸς τὸ μέλλον εὐλαβεστέρους ὑπάρξειν τοὺς | |
5 | Ῥωμαίους, πεῖραν εἰληφότας τῆς Μακεδόνων ἀνδρείας εἰς τὸ μηδὲν ἄδικον μηδὲ βαρὺ προστάττειν Μακεδόσιν. | |
Hist.27.8.4 | ἐάν τε μὴ δέξωνται θυμομαχοῦντες ἐπὶ τοῖς γε‐ γονόσιν, ἐκείνοις μὲν δικαίως νεμεσήσειν τὸ δαιμόνιον, αὐτῷ δὲ διὰ τὴν μετριότητα συναγωνιστὰς ὑπάρξειν | |
Hist.27.8.5 | τοὺς θεοὺς καὶ τοὺς ἀνθρώπους. ταῦτα μὲν οὖν ἐδόκει τοῖς πλείοσι τῶν φίλων. συγκαταθεμένου δὲ τοῦ Περσέως ἐπέμποντο παραχρῆμα πρεσβευταὶ Πάν‐ | |
Hist.27.8.6 | ταυχος Βαλάκρου καὶ Μίδων Βεροιεύς. ὧν παρα‐ γενομένων πρὸς τὸν Λικίννιον εὐθέως ὁ στρατηγὸς συνῆγε συνέδριον. τῶν δὲ πρέσβεων διασαφησάντων τὰ κατὰ τὰς ἐντολάς, μεταστησάμενοι τοὺς περὶ τὸν | |
5 | Πάνταυχον ἐβουλεύοντο περὶ τῶν προσπεπτωκότων. | |
Hist.27.8.7 | ἔδοξεν οὖν αὐτοῖς ὁμοθυμαδὸν ὡς βαρυτάτην δοῦναι | |
Hist.27.8.8 | τὴν ἀπόκρισιν. ἴδιον γὰρ τοῦτο πάντῃ παρὰ Ῥωμαίοις ἔθος καὶ πάτριόν ἐστι τὸ κατὰ μὲν τὰς ἐλαττώσεις αὐθαδεστάτους καὶ βαρυτάτους φαίνεσθαι, κατὰ δὲ τὰς | |
Hist.27.8.9 | ἐπιτυχίας ὡς μετριωτάτους. τοῦτο δ’ ὅτι καλὸν πᾶς ἄν τις ὁμολογήσειεν· εἰ δὲ καὶ δυνατὸν ἐν ἐνίοις | |
Hist.27.8.10 | καιροῖς, εἰκότως ἄν τις ἐπαπορήσειεν. πλὴν τότε γε τοιαύτην ἔδωκαν τὴν ἀπόκρισιν· ἐκέλευον γὰρ ἐπι‐ τρέπειν τὸν Περσέα τὰ καθ’ αὑτόν, καὶ καθόλου διδόναι τῇ συγκλήτῳ τὴν ἐξουσίαν, ὡς ἂν αὐτῇ δοκῇ, | |
Hist.27.8.11 | βουλεύεσθαι περὶ τῶν κατὰ τὴν Μακεδονίαν. οἱ δὲ περὶ τὸν Πάνταυχον ταῦτ’ ἀκούσαντες ἐπανῆλθον καὶ | |
Hist.27.8.12 | διεσάφουν τῷ Περσεῖ καὶ τοῖς φίλοις. ὧν τινες ἐκ‐ πληττόμενοι τὴν ὑπερηφανίαν παρωξύνοντο καὶ συν‐ εβούλευον τῷ Περσεῖ μήτε διαπρεσβεύεσθαι μηκέτι | |
Hist.27.8.13 | μήτε διαπέμπεσθαι περὶ μηδενός. οὐ μὴν ὁ Περσεὺς τοιοῦτος ἦν, ἀλλὰ προστιθεὶς καὶ τὸ πλῆθος αὔξων τῶν χρημάτων διεπέμπετο πλεονάκις πρὸς τὸν Λικίννιον. | |
Hist.27.8.14 | προκόπτων δ’ οὐδέν, ἀλλὰ καὶ τῶν πλείστων φίλων ἐπιτιμώντων αὐτῷ καὶ φασκόντων ὅτι νικῶν ποιεῖ τὰ τοῦ | |
Hist.27.8.15 | λειπομένου καὶ τοῖς ὅλοις ἐπταικότος, οὕτως ἠναγκάσθη τὰς διαπρεσβείας ἀπογνοὺς μεταστρατοπεδεῦσαι πάλιν ἐπὶ τὸ Συκύριον. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν. — | |
Hist.27.9.1 | Ὅτι τῆς κατὰ τὴν ἱππομαχίαν φήμης μετὰ τὴν νίκην τῶν Μακεδόνων εἰς τὴν Ἑλλάδα διαγγελθείσης ἐξέλαμψε καθαπερεὶ πῦρ ἡ τῶν πολλῶν πρὸς τὸν Περσέα διάθεσις, τὸν πρὸ τούτου χρόνον | |
Hist.27.9.2 | ἐπικρυπτομένων τῶν πλείστων. ἦν δὲ περὶ αὐτοὺς τοιαύτη τις, ἐμοὶ δοκεῖ, διάθεσις· παραπλήσιον ἦν τὸ γινόμενον τῷ συμβαίνοντι περὶ τοὺς γυμνικοὺς ἀγῶνας. | |
Hist.27.9.3 | καὶ γὰρ (ἐν) ἐκείνοις ὅταν πρὸς ἐπιφανῆ καὶ ἀήττητον ἀθλητὴν εἶναι δοκοῦντα συγκαταστῇ ταπεινὸς καὶ πολὺ καταδεέστερος ἀνταγωνιστής, εὐθέως ἀπομερίζει τὰ πλήθη τὴν εὔνοιαν τῷ καταδεεστέρῳ καὶ θαρρεῖν | |
Hist.27.9.4 | παρακαλεῖ καὶ συνεξανίσταται τούτῳ ταῖς ὁρμαῖς· ἐὰν δὲ καὶ ψαύσῃ τοῦ προσώπου καὶ ποιήσῃ τι σημεῖον | |
τῆς πληγῆς, παραυτίκα πάλιν ἁπάντων ἀγὼν μικρὸς | ||
Hist.27.9.5 | γίνεται· ποτὲ δὲ καὶ χλευάζειν ἐγχειροῦσι τὸν ἕτερον, οὐ μισοῦντες οὐδὲ καταγινώσκοντες, ἀλλὰ παραδόξως τε συμπαθεῖς γινόμενοι καὶ τῷ καταδεεστέρῳ φύσει | |
Hist.27.9.6 | προσμερίζοντες τὴν ἑαυτῶν εὔνοιαν· οὓς ἐὰν ἐπιστήσῃ τις ἐν καιρῷ, ταχέως μετατίθενται καὶ παρὰ πόδας ἐπιλαμβάνονται τῆς ἑαυτῶν ἀγνοίας. | |
Hist.27.9.7 | Ὅ φασι ποιῆσαι Κλειτόμαχον· ἐκείνου γὰρ ἀν‐ υποστάτου δοκοῦντος εἶναι κατὰ τὴν ἄθλησιν, καὶ τῆς αὐτοῦ δόξης ἐπιπολαζούσης κατὰ πᾶσαν τὴν οἰκουμένην, Πτολεμαῖόν φασι τὸν βασιλέα φιλοδοξήσαντα πρὸς τὸ | |
5 | καταλῦσαι τὴν δόξαν αὐτοῦ, παρασκευάσαντα μετὰ πολλῆς φιλοτιμίας Ἀριστόνικον τὸν πύκτην ἐξαποστεῖ‐ λαι, δοκοῦντα φύσιν ἔχειν ὑπερέχουσαν ἐπὶ ταύτην | |
Hist.27.9.8 | τὴν χρείαν· παραγενομένου δ’ εἰς τὴν Ἑλλάδα τοῦ προειρημένου καὶ συγκαταστάντος Ὀλυμπίασι πρὸς τὸν Κλειτόμαχον, ἐξ αὐτῆς, ὡς ἔοικεν, ἀπένευσαν (οἱ) πολλοὶ πρὸς τὸν Ἀριστόνικον καὶ παρεκάλουν, χαί‐ | |
5 | ροντες ἐπὶ τῷ βραχύ τι τετολμηκέναι τινὰ συγκατα‐ | |
Hist.27.9.9 | στῆναι πρὸς τὸν Κλειτόμαχον· ὡς δέ γε προ‐ βαίνων ἐφάμιλλος ἐφαίνετο κατὰ τὸν ἀγῶνα καί που καὶ τραῦμα καίριον ἐποίησε, κρότος ἐγίνετο καὶ συν‐ εξέπιπτον οἱ πολλοὶ ταῖς ὁρμαῖς, θαρρεῖν παρα‐ | |
Hist.27.9.10 | καλοῦντες τὸν Ἀριστόνικον. ἐν ᾧ καιρῷ φασι τὸν Κλειτόμαχον ἀποστάντα καὶ διαπνεύσαντα βραχὺν χρόνον, ἐπιστρέψαντα πρὸς τὰ πλήθη πυνθάνεσθαι τί βουλόμενοι παρακαλοῦσι τὸν Ἀριστόνικον καὶ συν‐ | |
Hist.27.9.11 | αγωνίζονται ’κείνῳ καθ’ ὅσον εἰσὶ δυνατοί, πότερον οὐ συνοίδασιν αὐτῷ ποιοῦντι τὰ δίκαια κατὰ τὴν ἄθλησιν ἢ τοῦτ’ ἀγνοοῦσι διότι Κλειτόμαχος μὲν ἀγω‐ νίζεται νῦν ὑπὲρ τῆς τῶν Ἑλλήνων δόξης, Ἀριστόνικος | |
Hist.27.9.12 | δὲ περὶ τῆς Πτολεμαίου τοῦ βασιλέως. πότερον ἂν οὖν βουληθεῖεν τὸν Ὀλυμπίασι στέφανον Αἰγύπτιον ἀποφέρειν ἄνθρωπον νικήσαντα τοὺς Ἕλληνας, ἢ Θη‐ βαῖον καὶ Βοιώτιον κηρύττεσθαι νικῶντα τῇ πυγμῇ | |
Hist.27.9.13 | τοὺς ἄνδρας. ταῦτα δ’ εἰπόντος τοῦ Κλειτομάχου τηλικαύτην φασὶ γενέσθαι τὴν μετάπτωσιν τῶν πολλῶν ὥστε πάλιν ἐκ μεταβολῆς μᾶλλον ὑπὸ τοῦ πλήθους ἢ τοῦ Κλειτομάχου καταγωνισθῆναι τὸν Ἀριστόνικον. | |
Hist.27.10.1 | Τούτῳ δὲ παραπλήσιον ἦν καὶ τὸ κατὰ τὸν Περσέα | |
Hist.27.10.2 | συμβαῖνον περὶ τοὺς ὄχλους· εἰ γάρ τις ἐπιστήσας αὐτοὺς ἤρετο μετὰ παρρησίας εἰ βούλοιντ’ ἂν εἰς ἕνα πεσεῖν τὴν τηλικαύτην ὑπεροχὴν καὶ λαβεῖν μοναρχικῆς πεῖραν ἐξουσίας, ἀνυπευθύνου κατὰ πάντα τρόπον, | |
5 | ταχέως ἂν αὐτοὺς ὑπολαμβάνω συννοήσαντας παλινῳ‐ | |
Hist.27.10.3 | δίαν ποιῆσαι καὶ μεταπεσεῖν εἰς τοὐναντίον· εἰ δὲ καὶ | |
βραχέα τις ὑπέμνησε τῶν γεγονότων ἐκ μὲν τῆς Μακεδόνων οἰκίας δυσκόλων τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ῥωμαίων ἀρχῆς συμφερόντων, καὶ λίαν (ἂν) παρὰ | ||
Hist.27.10.4 | πόδας αὐτοὺς ὑπολαμβάνω μεταμεληθῆναι. πλὴν τότε γε κατὰ τὴν ἀνεπίστατον καὶ πρώτην ὁρμὴν ἐκ‐ φανὴς ἦν ἡ τῶν πολλῶν εὐδόκησις τοῖς προσαγγελλο‐ μένοις, ἀσμενιζόντων διὰ τὸ παράδοξον, εἰ καθόλου | |
Hist.27.10.5 | πέφηνέ τις ἱκανὸς ἀνταγωνιστὴς Ῥωμαίοις. περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον προήχθην εἰπεῖν, ἵνα μή τις ἀκρίτως εἰς ἀχαριστίαν ὀνειδίζῃ τοῖς Ἕλλησι τὴν τότε διάθεσιν, ἀγνοῶν τὰ φύσει παρεπόμενα τοῖς ἀν‐ | |
5 | θρώποις. — | |
Hist.27.11.1 | Κέστρος. ξένον ἦν τοῦτο τὸ εὕρημα κατὰ | |
Hist.27.11.2 | τὸν Περσικὸν πόλεμον. τὸ δὲ βέλος τοιοῦτον· διπάλαιστον ἦν, ἴσον ἔχον τὸν αὐλίσκον τῇ προβολῇ. | |
Hist.27.11.3 | τούτῳ ξύλον ἐνήρμοστο τῷ μὲν μήκει σπιθαμιαῖον, τῷ | |
Hist.27.11.4 | δὲ πάχει δακτυλιαίαν ἔχον τὴν διάμετρον. εἰς δὲ τούτου τὸ μέσον ἐσφήνωτο πτερύγια τρία ξύλινα, βρα‐ | |
Hist.27.11.5 | χέα παντελῶς. τοῦτο, δυεῖν κώλων ἀνίσων ὑπαρχόν‐ των τῆς σφενδόνης, εἰς τὸ μέσον ἐνηγκυλίζετο τῶν | |
Hist.27.11.6 | κώλων εὐλύτως. λοιπὸν ἐν μὲν τῇ περιαγωγῇ τεταμένων τούτων ἔμενεν· ὅτε δὲ παραλυθείη θάτερον τῶν κώλων κατὰ τὴν ἄφεσιν, ἐκπῖπτον ἐκ τῆς ἀγκύλης καθαπερεὶ | |
Hist.27.11.7 | μολυβδὶς ἐκ τῆς σφενδόνης ἐφέρετο καὶ προσπῖπτον μετὰ βιαίας πληγῆς κακῶς διετίθει τοὺς συγκυρή‐ σαντας. — | |
Hist.27.12.1 | Ὅτι ὁ Κότυς ἦν ἀνὴρ καὶ κατὰ τὴν ἐπιφάνειαν ἀξιόλογος καὶ πρὸς τὰς πολεμικὰς χρείας διαφέρων, ἔτι δὲ κατὰ τὴν ψυχὴν πάντα μᾶλλον ἢ Θρᾷξ· καὶ γὰρ νήπτης ὑπῆρχε καὶ πρᾳότητα καὶ βάθος ὑπέ‐ | |
5 | φαινεν ἐλευθέριον. | |
Hist.27.13t | II. RES AEGYPTI. | |
Hist.27.13.1 | Ὅτι Πτολεμαῖος ὁ στρατηγὸς ὁ κατὰ Κύπρον οὐδαμῶς Αἰγυπτιακὸς γέγονεν, ἀλλὰ νουνεχὴς καὶ | |
Hist.27.13.2 | πρακτικός. παραλαβὼν γὰρ τὴν νῆσον ἔτι νηπίου τοῦ βασιλέως ὄντος ἐγίνετο μὲν ἐπιμελῶς περὶ συν‐ αγωγὴν χρημάτων, ἐδίδου δ’ ἁπλῶς οὐδὲν οὐδενί, καί‐ περ αἰτούμενος πολλάκις ὑπὸ τῶν βασιλικῶν διοικητῶν | |
5 | καὶ καταλαλούμενος πικρῶς ἐπὶ τῷ μηδὲν προΐεσθαι. | |
Hist.27.13.3 | τοῦ δὲ βασιλέως εἰς ἡλικίαν παραγεγονότος, συνθεὶς | |
Hist.27.13.4 | πλῆθος ἱκανὸν χρημάτων ἐξαπέστειλεν, ὥστε καὶ τὸν Πτολεμαῖον αὐτὸν καὶ τοὺς περὶ τὴν αὐλὴν εὐδοκῆσαι | |
τῇ πρότερον αὐτοῦ συστολῇ καὶ τῷ μηδὲν προΐεσθαι. | ||
Hist.27.14t | B. OLYMP. 152, 2. I. BELLUM PERSICUM. | |
Hist.27.14.1 | Ὅτι κατὰ τὸν καιρὸν ἡνίκα Περσεὺς ἐκ τοῦ πολέμου τοῦ πρὸς Ῥωμαίους ἀπελύθη, Ἀντήνορος παραγενομένου παρὰ τοῦ Περσέως περὶ (τῆς) τῶν αἰχμαλώτων δια‐ λυτρώσεως τῶν μετὰ Διοφάνους πλεόντων, ἐνέπεσε | |
5 | μεγάλη τοῖς πολιτευομένοις ἀπορία περὶ τοῦ τί δέον | |
Hist.27.14.2 | εἴη ποιεῖν. τοῖς μὲν γὰρ περὶ τὸν Φιλόφρονα καὶ Θεαίδητον οὐδαμῶς ἤρεσκε προσδέχεσθαι τὴν τοιαύτην ἐπιπλοκήν, τοῖς δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον | |
Hist.27.14.3 | ἤρεσκε. καὶ τέλος ἐποιήσαντο διάταξιν πρὸς τὸν Περ‐ σέα περὶ τῆς τῶν αἰχμαλώτων διαλυτρώσεως. — | |
Hist.27.15.1 | Ὅτι Κέφαλος ἧκεν ἐξ Ἠπείρου, ἔχων μὲν καὶ πρό‐ τερον ἤδη σύστασιν πρὸς τὴν Μακεδόνων οἰκίαν, τότε δὲ διὰ τῶν πραγμάτων ἠναγκασμένος αἱρεῖσθαι τὰ τοῦ Περσέως. ἡ δ’ αἰτία τοῦ συμβαίνοντος ἐγένετο | |
Hist.27.15.2 | τοιαύτη. Χάροψ ἦν Ἠπειρώτης, ἀνὴρ τἄλλα μὲν καλὸς κἀγαθὸς καὶ φίλος Ῥωμαίων, ὃς Φιλίππου τὰ κατὰ τὴν Ἤπειρον στενὰ κατασχόντος αἴτιος ἐγένετο τοῦ Φίλιππον μὲν ἐκπεσεῖν ἐκ τῆς Ἠπείρου, Τίτον δὲ | |
Hist.27.15.3 | καὶ τῆς Ἠπείρου κρατῆσαι καὶ τῶν Μακεδόνων. οὗτος | |
Hist.27.15.4 | υἱὸν ἔσχε Μαχατᾶν, οὗ Χάροψ ἐγένετο. τοῦτον ἀντί‐ παιδα κατὰ τὴν ἡλικίαν ὄντα τοῦ πατρὸς μεταλ‐ λάξαντος ὁ Χάροψ μετὰ τῆς καθηκούσης προστασίας εἰς | |
τὴν Ῥώμην ἀπέστειλε χάριν τοῦ καὶ τὴν διάλεκτον | ||
Hist.27.15.5 | καὶ τὰ γράμματα τὰ Ῥωμαϊκὰ μαθεῖν. τοῦτο τὸ μειράκιον πολλοῖς σύνηθες γεγονὸς ἐπανῆλθε μετά | |
Hist.27.15.6 | τινα χρόνον εἰς τὴν οἰκείαν. ὁ μὲν οὖν πρεσβύτερος Χάροψ μετήλλαξε τὸν βίον. τὸ δὲ μειράκιον μετέωρον ὂν τῇ φύσει καὶ πάσης πονηρίας ἔμπλεων ἐκορωνία | |
Hist.27.15.7 | καὶ παρετρίβετο πρὸς τοὺς ἐπιφανεῖς ἄνδρας. τὰς μὲν οὖν ἀρχὰς οὐδεὶς ἦν αὐτοῦ λόγος, ἀλλ’ οἱ προκατέ‐ χοντες καὶ ταῖς ἡλικίαις καὶ ταῖς δόξαις, οἱ περὶ τὸν Ἀντίνουν, ἐχείριζον τὰ κοινὰ κατὰ τὰς αὑτῶν γνώμας. | |
Hist.27.15.8 | τοῦ δὲ πολέμου τοῦ Περσικοῦ συστάντος, εὐθέως διέβαλλε τὸ μειράκιον τοὺς προειρημένους ἄνδρας πρὸς Ῥωμαίους, ἀφορμῇ μὲν χρώμενον τῇ προγεγενη‐ μένῃ συστάσει τῶν ἀνδρῶν πρὸς τὴν Μακεδόνων | |
Hist.27.15.9 | οἰκίαν, κατὰ δὲ τὸ παρὸν πάντα παρατηροῦν καὶ πᾶν τὸ λεγόμενον ἢ πραττόμενον ὑπ’ αὐτῶν ἐπὶ τὸ χεῖρον ἐκδεχόμενον καὶ τὰ μὲν ἀφαιροῦν τὰ δὲ προστιθὲν | |
Hist.27.15.10 | ἐλάμβανε πιθανότητας κατὰ τῶν ἀνθρώπων. ὁ δὲ Κέφαλος, τἄλλα τε φρόνιμος καὶ στάσιμος ἄνθρωπος, καὶ κατὰ τοὺς καιροὺς τούτους ἐπὶ τῆς ἀρίστης ὑπῆρχε | |
Hist.27.15.11 | γνώμης. ἀρχόμενος γὰρ ηὔξατο τοῖς θεοῖς μὴ συστῆναι | |
Hist.27.15.12 | τὸν πόλεμον μηδὲ κριθῆναι τὰ πράγματα· πραττομένου δὲ τοῦ πολέμου τὰ κατὰ τὴν συμμαχίαν ἐβούλετο δί‐ καια ποιεῖν Ῥωμαίοις, πέρα δὲ τούτου μήτε προστρέχειν | |
Hist.27.15.13 | ἀγεννῶς μήθ’ ὑπηρετεῖν μηδὲν παρὰ τὸ δέον. τοῦ δὲ | |
Χάροπος ἐνεργῶς χρωμένου ταῖς κατ’ αὐτοῦ διαβολαῖς καὶ πᾶν τὸ παρὰ τὴν Ῥωμαίων βούλησιν γινόμενον εἰς ἐθελοκάκησιν ἄγοντος, τὸ μὲν πρῶτον οἱ προ‐ | ||
5 | ειρημένοι κατεφρόνουν, οὐδὲν αὑτοῖς συνειδότες ἀλλό‐ | |
Hist.27.15.14 | τριον βουλευομένοις Ῥωμαίων. ὡς δὲ τοὺς περὶ τὸν Ἱππόλοχον καὶ Νίκανδρον καὶ Λόχαγον εἶδον τοὺς Αἰτωλοὺς ἀναγομένους εἰς τὴν Ῥώμην ἀπὸ τῆς ἱππο‐ μαχίας ἀλόγως, καὶ τὰς διαβολὰς τὰς ἐκ τῶν περὶ | |
5 | Λυκίσκον πεπιστευμένας κατ’ αὐτῶν, οἵτινες κατὰ τὴν Αἰτωλίαν τὴν αὐτὴν αἵρεσιν ἦγον τῷ Χάροπι, τὸ τηνικάδε προϊδόμενοι τὸ μέλλον ἐβουλεύοντο περὶ | |
Hist.27.15.15 | αὑτῶν. ἔδοξεν οὖν αὐτοῖς παντὸς πεῖραν λαμβάνειν ἐφ’ ᾧ μὴ προέσθαι σφᾶς αὐτοὺς ἀκρίτως εἰς τὴν | |
Hist.27.15.16 | Ῥώμην ἐπανάγεσθαι διὰ τὰς Χάροπος διαβολάς. οὕτω μὲν οὖν οἱ περὶ τὸν Κέφαλον ἠναγκάσθησαν παρὰ τὰς αὑτῶν προαιρέσεις ἑλέσθαι τὰ τοῦ Περσέως. — | |
Hist.27.16.1 | Ὅτι οἱ περὶ Θεόδοτον καὶ Φιλόστρατον ἐποίησαν | |
Hist.27.16.2 | ἀσεβὲς πρᾶγμα καὶ παράσπονδον ὁμολογουμένως. πυθό‐ μενοι γὰρ τὸν ὕπατον τῶν Ῥωμαίων Αὖλον Ὁστίλιον παραγίνεσθαι κομιζόμενον εἰς Θετταλίαν ἐπὶ τὸ στρατό‐ πεδον καὶ νομίζοντες, εἰ παραδοῖεν τὸν Αὖλον τῷ | |
5 | Περσεῖ, μεγίστην μὲν (ἂν) πίστιν προσενέγκασθαι, | |
μέγιστα δ’ ἂν βλάψαι κατὰ τὸ παρὸν Ῥωμαίους, ἔγραφον | ||
Hist.27.16.3 | τῷ Περσεῖ συνεχῶς ἐπισπεύδειν. ὁ δὲ βασιλεὺς ἐβού‐ λετο μὲν ἐξ αὐτῆς προάγειν καὶ συνάπτειν, τῶν δὲ Μολοττῶν κατὰ τὸν Ἀῷον ποταμὸν τὴν γέφυραν κατειληφότων ἐκωλύετο τῆς ὁρμῆς καὶ πρῶτον ἠναγ‐ | |
Hist.27.16.4 | κάζετο διαμάχεσθαι πρὸς τούτους. συνέβη δὲ τὸν Αὖλον εἰς τοὺς Φανοτεῖς παραγενόμενον καταλῦσαι παρὰ Νέστορι τῷ Κρωπίῳ καὶ παραδοῦναι καθ’ αὑτοῦ τοῖς ἐχθροῖς καιρὸν ὁμολογούμενον· (ὃν) εἰ μὴ | |
5 | τύχη τις ἐβράβευσε πρὸς τὸ βέλτιον, οὐκ ἄν μοι δοκεῖ | |
Hist.27.16.5 | διαφυγεῖν. νῦν δὲ δαιμονίως πως ὁ Νέστωρ τὸ μέλλον ὀττευσάμενος ἐξ αὐτῆς ἠνάγκασε μετελθεῖν εἰς Γίτανα | |
Hist.27.16.6 | τῆς νυκτός. καὶ ἀπογνοὺς τὴν διὰ τῆς Ἠπείρου πορείαν ἀνήχθη καὶ πλεύσας εἰς Ἀντίκυραν ἐκεῖθεν ἐποιήσατο τὴν ὁρμὴν εἰς Θετταλίαν. | |
Hist.27.17t | II. RES ASIAE. | |
Hist.27.17.1 | Ὅτι Φαρνάκης πάντων τῶν πρὸ τοῦ βασι‐ λέων ἐγένετο παρανομώτατος. — | |
Hist.27.18.1 | Ὅτι Ἄτταλος χειμάζων ἐν Ἐλατείᾳ καὶ σαφῶς εἰ‐ | |
δὼς τὸν ἀδελφὸν Εὐμένη λυπούμενον ὡς ἔνι μάλιστα καὶ βαρυνόμενον ἐπὶ τῷ τὰς ἐπιφανεστάτας αὐτοῦ τιμὰς ἠθετῆσθαι παρὰ τῶν ἐν Πελοποννήσῳ διὰ κοινοῦ | ||
5 | δόγματος, ἐπικρυπτόμενον δὲ πρὸς πάντας τὴν περὶ | |
Hist.27.18.2 | αὐτὸν ὑπάρχουσαν διάθεσιν, ἐπεβάλετο διαπέμπεσθαι πρός τινας τῶν ἐν Ἀχαΐᾳ, σπουδάζων ἀποκατασταθῆναι τἀδελφῷ δι’ αὑτοῦ μὴ μόνον τὰς ἀναθηματικάς, ἀλλὰ | |
Hist.27.18.3 | καὶ τὰς ἐγγράπτους τιμάς. τοῦτο δ’ ἐποίει πεπεισμένος μεγίστην μὲν ἂν ἐκείνῳ ταύτην (τὴν) χάριν προσ‐ ενέγκασθαι, μάλιστα δ’ ἂν τὸ φιλάδελφον καὶ γενναῖον τῆς αὑτοῦ προαιρέσεως ἐναποδείξασθαι τοῖς Ἕλλησι | |
5 | διὰ ταύτης τῆς πράξεως. — | |
Hist.27.19.1 | Ὅτι Ἀντίοχος ὁρῶν ἐκφανῶς ἤδη τοὺς κατὰ τὴν Ἀλεξάνδρειαν παρασκευαζομένους εἰς τὸν περὶ Κοίλης Συρίας πόλεμον, εἰς μὲν τὴν Ῥώμην ἔπεμψε πρεσβευ‐ | |
Hist.27.19.2 | τὰς τοὺς περὶ Μελέαγρον, ἐντειλάμενος λέγειν τῇ συγκλήτῳ καὶ διαμαρτύρασθαι διότι παρὰ πάντα τὰ δίκαια Πτολεμαῖος αὐτῷ τὰς χεῖρας ἐπιβάλλει (πρό‐ τερος) *** — | |
Hist.27.20.1 | Ἴσως μὲν οὖν ἐν πᾶσι τοῖς ἀνθρωπείοις τῷ καιρῷ | |
δεῖ μετρεῖν ἕκαστα τῶν ἐνεργουμένων· μεγίστην γὰρ οὗτος ἔχει δύναμιν· μάλιστα δ’ ἐν τοῖς πολεμικοῖς· | ||
Hist.27.20.2 | ὀξύταται γὰρ περὶ τούτων εἰς ἑκάτερα τὰ μέρη γίνον‐ ται ῥοπαί· τὸ δ’ ἀστοχεῖν τούτων μέγιστόν ἐστι τῶν ἁμαρτημάτων. — | |
Hist.27.20.3 | Ὅτι δοκοῦσι πολλοὶ μὲν τῶν ἀνθρώπων ἐπιθυμεῖν τῶν καλῶν, ὀλίγοι δὲ τολμᾶν ἐγχειρεῖν αὐτοῖς, σπάνιοι δὲ τῶν ἐγχειρησάντων ἐπὶ τέλος ἀγαγεῖν τὰ | |
πρὸς τὸ καθῆκον ἐν ἑκάστοις ποιούμενα. | ||
Hist.28t1 | FRAGMENTA LIBRI XXVIII. | |
Hist.28.1t | OLYMP. 152, 3. I. RES ITALIAE. | |
Hist.28.1.1 | Ὅτι τοῦ πολέμου (τοῦ) περὶ Κοίλης Συρίας ἤδη καταρχὴν λαβόντος Ἀντιόχῳ καὶ Πτολεμαίῳ τοῖς βασι‐ λεῦσιν, ἧκον πρέσβεις εἰς τὴν Ῥώμην παρὰ μὲν Ἀν‐ τιόχου Μελέαγρος καὶ Σωσιφάνης καὶ Ἡρακλείδης, | |
Hist.28.1.2 | παρὰ δὲ Πτολεμαίου Τιμόθεος καὶ Δάμων. συνέβαινε δὲ κρατεῖν τὸν Ἀντίοχον τῶν κατὰ Κοίλην Συρίαν καὶ | |
Hist.28.1.3 | Φοινίκην πραγμάτων. ἐξ οὗ γὰρ Ἀντίοχος ὁ πατὴρ τοῦ νῦν λεγομένου βασιλέως ἐνίκησε τῇ περὶ τὸ Πά‐ νιον μάχῃ τοὺς Πτολεμαίου στρατηγούς, ἀπ’ ἐκείνων τῶν χρόνων ἐπείθοντο πάντες οἱ προειρημένοι τόποι | |
Hist.28.1.4 | τοῖς ἐν Συρίᾳ βασιλεῦσιν. διόπερ ὁ μὲν Ἀντίοχος ἡγούμενος τὴν κατὰ πόλεμον ἰσχυροτάτην καὶ καλλίστην | |
Hist.28.1.5 | εἶναι κτῆσιν, ὡς ὑπὲρ ἰδίων ἐποιεῖτο τὴν σπουδήν· ὁ | |
δὲ Πτολεμαῖος ἀδίκως ὑπολαμβάνων τὸν πρότερον Ἀντίοχον συνεπιθέμενον τῇ τοῦ πατρὸς ὀρφανίᾳ παρ‐ ῃρῆσθαι τὰς κατὰ Κοίλην Συρίαν πόλεις αὐτῶν, οὐχ | ||
5 | οἷός τ’ ἦν ἐκείνῳ παραχωρεῖν τῶν τόπων τούτων. | |
Hist.28.1.6 | διόπερ οἱ περὶ τὸν Μελέαγρον ἧκον, ἐντολὰς ἔχοντες μαρτύρεσθαι τὴν σύγκλητον διότι Πτολεμαῖος αὐτῷ παρὰ πάντα τὰ δίκαια τὰς χεῖρας ἐπιβάλλει πρότερος, | |
Hist.28.1.7 | οἱ δὲ περὶ τὸν Τιμόθεον περί τε τῆς (τῶν) φιλαν‐ θρώπων ἀνανεώσεως καὶ τοῦ διαλύειν τὸν πρὸς Περσέα πόλεμον, μάλιστα δὲ παρατηρεῖν τὰς τῶν περὶ τὸν | |
Hist.28.1.8 | Μελέαγρον ἐντεύξεις. περὶ μὲν οὖν τῆς διαλύσεως οὐκ ἐθάρρησαν εἰπεῖν, Μάρκου συμβουλεύσαντος αὐτοῖς Αἰμιλίου· περὶ δὲ τῶν φιλανθρώπων ἀνανεωσάμενοι καὶ λαβόντες ἀποκρίσεις ἀκολούθους τοῖς ἀξιουμένοις | |
Hist.28.1.9 | ἐπανῆλθον εἰς τὴν Ἀλεξάνδρειαν. τοῖς δὲ περὶ τὸν Μελέαγρον ἡ σύγκλητος ἀπεκρίθη διότι Κοΐντῳ Μαρ‐ κίῳ δώσει τὴν ἐπιτροπὴν γράψαι περὶ τούτων πρὸς Πτολεμαῖον, ὡς αὐτῷ δοκεῖ συμφέρειν ἐκ τῆς ἰδίας | |
5 | πίστεως. καὶ ταῦτα μὲν οὕτως ἐχειρίσθη κατὰ τὸ παρόν. — | |
Hist.28.2.1 | Ὅτι κατὰ τοὺς καιροὺς τούτους ἦλθον καὶ παρὰ | |
Ῥοδίων πρέσβεις, ἤδη τῆς θερείας ληγούσης, Ἁγησί‐ | ||
Hist.28.2.2 | λοχος καὶ Νικαγόρας καὶ Νίκανδρος, τήν τε φιλίαν ἀνανεωσόμενοι καὶ σίτου θέλοντες ἐξαγωγὴν λαβεῖν, ἅμα δὲ καὶ περὶ τῶν διαβολῶν ἀπολογησόμενοι τῶν | |
Hist.28.2.3 | λεγομένων κατὰ τῆς πόλεως. ἐκφανέστατα γὰρ ἐδόκουν στασιάζειν [ἐν τῇ Ῥόδῳ] οἱ μὲν περὶ τὸν Ἀγαθάγητον καὶ Φιλόφρονα καὶ Ῥοδοφῶντα καὶ Θεαίδητον, ἀπερει‐ δόμενοι πάσας τὰς ἐλπίδας ἐπὶ Ῥωμαίους, οἱ δὲ περὶ | |
5 | τὸν Δείνωνα καὶ Πολυάρατον ἐπὶ Περσέα καὶ Μακε‐ | |
Hist.28.2.4 | δόνας. ἐξ ὧν πλεονάκις ἐν τοῖς ἐκείνων πράγμασιν ἀντιρρήσεως γινομένης, καὶ διελκομένων τῶν δια‐ βουλίων, ἐλάμβανον ἀφορμὰς οἱ βουλόμενοι λογοποιεῖν | |
Hist.28.2.5 | κατὰ τῆς πόλεως. οὐ μὴν ἥ γε σύγκλητος τότε προσ‐ εποιήθη τούτων οὐδέν, καίπερ σαφῶς εἰδυῖα τὰ γε‐ νόμενα παρ’ αὐτοῖς· σίτου (δ’ ἔδωκε) δέκα μυριάδας | |
Hist.28.2.6 | μεδίμνων ἐξάγειν ἐκ Σικελίας. ταῦτα μὲν οὖν ἡ σύγκλητος ἐχρημάτισεν ἰδίᾳ τοῖς Ῥοδίων πρεσβευταῖς, | |
Hist.28.2.7 | ἀκολούθως δὲ καὶ τοῖς ἄλλοις ἅπασιν ἀπήντησε τοῖς ἀπὸ τῆς Ἑλλάδος παραγεγονόσι, τηροῦσιν τὴν | |
Hist.28.2.8 | αὐτὴν ὑπόθεσιν. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν | |
τούτοις ἦν. | ||
Hist.28.3t | II. BELLUM PERSICUM. | |
Hist.28.3.1 | Ὅτι Αὖλος κατὰ τοῦτον τὸν χρόνον ἀντιστράτηγος ὢν καὶ παραχειμάζων ἐν Θετταλίᾳ μετὰ τῶν δυνάμεων ἐξέπεμψε πρεσβευτὰς εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους | |
Hist.28.3.2 | Γάιον Ποπίλιον καὶ Γνάιον Ὀκτάουιον· οἳ πρῶτον μὲν εἰς Θήβας ἐλθόντες ἐπῄνεσαν καὶ παρεκάλεσαν τοὺς Θηβαίους διαφυλάττειν τὴν πρὸς Ῥωμαίους | |
Hist.28.3.3 | εὔνοιαν. ἑξῆς δὲ τούτοις ἐπιπορευόμενοι τὰς ἐν Πελοποννήσῳ πόλεις ἐπιδεικνύειν ἐπειρῶντο τοῖς ἀνθρώποις τὴν τῆς συγκλήτου πρᾳότητα καὶ φιλαν‐ θρωπίαν, προφερόμενοι τὰ δόγματα τὰ μικρῷ πρότερον | |
Hist.28.3.4 | ῥηθέντα, ἅμα δὲ διὰ τῶν λόγων παρενέφαινον ὡς εἰδότες τοὺς ἐν ἑκάσταις τῶν πόλεων παρὰ τὸ δέον ἀναχωροῦντας, ὡσαύτως δὲ καὶ τοὺς προπίπτοντας. | |
Hist.28.3.5 | καὶ δῆλοι πᾶσιν ἦσαν δυσαρεστούμενοι τοῖς ἀναχωροῦ‐ | |
Hist.28.3.6 | σιν οὐχ ἧττον ἢ τοῖς ἐκφανῶς ἀντιπράττουσιν. ἐξ ὧν τοὺς πολλοὺς εἰς ἐπίστασιν καὶ διαπόρησιν ἦγον ὑπὲρ τοῦ τί ποτ’ ἂν ἢ λέγοντες ἢ πράττοντες εὐστοχοῖεν | |
Hist.28.3.7 | τῶν παρεστώτων καιρῶν. οἱ δὲ περὶ τὸν Γάιον, συν‐ αχθείσης τῆς τῶν Ἀχαιῶν ἐκκλησίας, ἐλέγοντο μὲν | |
βεβουλεῦσθαι κατηγορήσειν τῶν περὶ τὸν Λυκόρταν | ||
Hist.28.3.8 | καὶ τὸν Ἄρχωνα καὶ Πολύβιον, καὶ παραδείξειν ἀλλο‐ τρίους ὑπάρχοντας τῆς. τῶν Ῥωμαίων αἱρέσεως καὶ τὴν ἡσυχίαν ἄγοντας κατὰ τὸ παρόν, οὐ φύσει τοι‐ ούτους ὄντας, ἀλλὰ παρατηροῦντας τὰ συμβαίνοντα | |
Hist.28.3.9 | καὶ τοῖς καιροῖς ἐφεδρεύοντας. οὐ μὴν ἐθάρρησαν τοῦτο ποιῆσαι διὰ τὸ μηδεμίαν εὔλογον ἀφορμὴν ἔχειν | |
Hist.28.3.10 | κατὰ τῶν προειρημένων ἀνδρῶν. διὸ συναχθείσης αὐτοῖς τῆς βουλῆς εἰς Αἴγιον, ἀσπαστικήν τε καὶ παρακλητικὴν ποιησάμενοι τὴν πρὸς τοὺς Ἀχαιοὺς ἔντευξιν ἀπέπλευσαν εἰς τὴν Αἰτωλίαν. | |
Hist.28.4.1 | Καὶ πάλιν ἐκεῖ συναχθείσης αὐτοῖς τῆς ἐκκλησίας εἰς Θέρμον, παρελθόντες εἰς τοὺς πολλοὺς παρακλητι‐ | |
Hist.28.4.2 | κοὺς καὶ φιλανθρώπους διετίθεντο λόγους. τὸ δὲ συνέχον αὐτοῖς τῆς ἐκκλησίας, ὁμήρους ἔφασαν δεῖν | |
Hist.28.4.3 | δοθῆναι σφίσι παρὰ τῶν Αἰτωλῶν. τούτων δὲ κατα‐ βάντων, Πρόανδρος ἐπαναστὰς ἐβούλετό τινας εὐχρη‐ στίας πρὸς αὐτοῦ γεγενημένας εἰς τοὺς Ῥωμαίους προφέρεσθαι καὶ κατηγορεῖν τῶν διαβαλλόντων αὐτόν· | |
Hist.28.4.4 | ἐφ’ ὃν Γάιος πάλιν ἐπαναστάς, καὶ καλῶς εἰδὼς ἀλλό‐ τριον αὐτὸν ὄντα Ῥωμαίων, ὅμως ἐπῄνεσε καὶ πᾶσι | |
Hist.28.4.5 | τοῖς εἰρημένοις ἀνθωμολογήσατο. μετὰ δὲ τοῦτον προ‐ ελθὼν Λυκίσκος ἐπ’ ὀνόματος μὲν οὐδενὸς ἐποιήσατο | |
Hist.28.4.6 | κατηγορίαν, καθ’ ὑπόνοιαν δὲ πολλῶν. ἔφη γὰρ περὶ μὲν τῶν κορυφαίων καλῶς βεβουλεῦσθαι Ῥωμαίους, ἀπαγαγόντας αὐτοὺς εἰς τὴν Ῥώμην, λέγων τοὺς περὶ | |
Hist.28.4.7 | τὸν Εὐπόλεμον καὶ Νίκανδρον, τοὺς δὲ συναγωνιστὰς | |
καὶ τοὺς παραστάτας τοὺς ἐκείνων ἔτι μένειν κατὰ τὴν Αἰτωλίαν, οὓς δεῖν ἅπαντας τῆς αὐτῆς τυχεῖν ἐκείνοις ἐπιστροφῆς, ἂν μὴ προῶνται τὰ τέκνα Ῥω‐ | ||
Hist.28.4.8 | μαίοις εἰς ὁμηρείαν. μάλιστα δὲ κατ’ Ἀρχεδάμου καὶ | |
Hist.28.4.9 | Πανταλέοντος ἐποίει τὰς ἐμφάσεις. τούτου δὲ παρα‐ χωρήσαντος, Πανταλέων ἀναστὰς τὸν μὲν Λυκίσκον διὰ βραχέων ἐλοιδόρησε, φήσας αὐτὸν ἀναισχύντως | |
Hist.28.4.10 | καὶ ἀνελευθέρως κολακεύειν τοὺς ὑπερέχοντας, ἐπὶ δὲ τὸν Θόαντα μετέβη, τοῦτον ὑπολαμβάνων εἶναι τὸν ἀξιοπίστως ἐνιέντα τὰς κατ’ αὐτῶν διαβολὰς τῷ δοκεῖν μηδεμίαν ὑπάρχειν αὐτοῖς πρὸς τοῦτον δια‐ | |
Hist.28.4.11 | φοράν. καὶ τὰ μὲν ὑπομνήσας τῶν κατ’ Ἀντίοχον καιρῶν, τὰ δ’ ὀνειδίσας εἰς ἀχαριστίαν αὐτῷ, διότι δοθεὶς ἔκδοτος Ῥωμαίοις, πρεσβεύσαντος αὐτοῦ καὶ Νικάνδρου, τύχοι τῆς σωτηρίας ἀνελπίστως, | |
Hist.28.4.12 | ταχέως ἐξεκαλέσατο τοὺς ὄχλους εἰς τὸ μὴ μόνον θορυβεῖν τὸν Θόανθ’, ὅτε βουληθείη τι λέγειν, | |
Hist.28.4.13 | (ἀλλὰ) καὶ βάλλειν ὁμοθυμαδόν. γενομένων δὲ τού‐ των βραχέα καταμεμψάμενος ὁ Γάιος τοὺς Αἰτω‐ λοὺς ἐπὶ τῷ βάλλειν τὸν Θόανθ’, οὗτος μὲν | |
εὐθέως μετὰ τοῦ συμπρεσβευτοῦ (συν)απῆρεν εἰς | ||
5 | Ἀκαρνανίαν, ἐκσιωπηθεὶς περὶ τῶν ὁμήρων· τὰ δὲ κατὰ τὴν Αἰτωλίαν ἐν ὑποψίαις ἦν πρὸς ἀλλήλους καὶ ταραχαῖς ὁλοσχερέσιν. | |
Hist.28.5.1 | Κατὰ δὲ τὴν Ἀκαρνανίαν συναχθείσης τῆς ἐκ‐ κλησίας εἰς Θύρρειον, Αἰσχρίων μὲν καὶ Γλαῦκος καὶ Χρέμας ὄντες Ῥωμαίων παρεκάλουν τοὺς περὶ τὸν | |
Hist.28.5.2 | Γάιον ἔμφρουρον ποιῆσαι τὴν Ἀκαρνανίαν· εἶναι γὰρ παρ’ αὐτοῖς τοὺς ἀποφέροντας τὰ πράγματα πρὸς | |
Hist.28.5.3 | Περσέα καὶ Μακεδόνας. Διογένης δὲ τὴν ἐναντίαν ἐποιήσατο τούτοις συμβουλίαν. οὐ γὰρ ἔφη δεῖν φρουρὰν εἰσάγειν εἰς οὐδεμίαν πόλιν· ταῦτα γὰρ ὑπάρ‐ χειν τοῖς πολεμίοις γενομένοις καὶ καταπολεμηθεῖσιν | |
Hist.28.5.4 | ὑπὸ Ῥωμαίων· οὐδὲν δὲ πεποιηκότας Ἀκαρνᾶνας οὐκ ἀξίους εἶναι φρουρὰν εἰσδέχεσθαι κατ’ οὐδένα τρόπον. | |
Hist.28.5.5 | τοὺς δὲ περὶ Χρέμαν καὶ Γλαῦκον ἰδίαν ἐθέλοντας κατασκευάζεσθαι δυναστείαν διαβάλλειν τοὺς ἀντι‐ | |
πολιτευομένους καὶ θέλειν ἐπισπᾶσθαι φρουρὰν τὴν | ||
Hist.28.5.6 | συνεπισχύουσαν ταῖς αὐτῶν πλεονεξίαις. ῥηθέντων δὲ τούτων οἱ περὶ τὸν Γάιον θεωροῦντες τοὺς ὄχλους δυσαρεστουμένους ταῖς φρουραῖς καὶ βουλόμενοι στοι‐ χεῖν τῇ τῆς συγκλήτου προθέσει, συγκαταθέμενοι τῇ | |
5 | τοῦ Διογένους γνώμῃ καὶ συνεπαινέσαντες ἀπῆραν ἐπὶ Λαρίσης πρὸς τὸν ἀνθύπατον. — | |
Hist.28.6.1 | Ὅτι ἔδοξε τοῖς Ἕλλησι περὶ τῆς πρεσβείας ἐπι‐ | |
Hist.28.6.2 | στάσεως χρείαν ἔχειν τὸ γινόμενον. παραλαβόντες οὖν τοὺς κατὰ τὴν ἄλλην πολιτείαν ὁμογνωμονοῦντας· οὗτοι δ’ ἦσαν Ἀρκεσίλαος, Ἀρίστων Μεγαλοπολῖται, Στρατίος Τριταιεύς, Ξένων Πατρεύς, Ἀπολλωνίδας | |
Hist.28.6.3 | Σικυώνιος· ἐβουλεύοντο περὶ τῶν ἐνεστώτων. ὁ (μὲν) οὖν Λυκόρτας ἔμεινεν ἐπὶ τῆς ἐξ ἀρχῆς προθέσεως, κρίνων μήτε Περσεῖ μή(τε) Ῥωμαίοις συνεργεῖν μηδέν, | |
Hist.28.6.4 | ὁμοίως μηδ’ ἀντιπράττειν μηδετέροις. τὸ μὲν γὰρ συνεργεῖν ἀλυσιτελὲς ἐνόμιζε πᾶσιν εἶναι τοῖς Ἕλλησιν, | |
προορώμενος τὸ μέγεθος τῆς ἐσομένης ἐξουσίας περὶ | ||
Hist.28.6.5 | τοὺς κρατήσαντας, τὸ δ’ ἀντιπράττειν (Ῥωμαίοις) ἐπι‐ σφαλὲς διὰ τὸ πολλοῖς καὶ τοῖς ἐπιφανεστάτοις Ῥω‐ μαίων ἀντωφθαλμηκέναι περὶ τῶν κοινῶν πραγμάτων | |
Hist.28.6.6 | κατὰ τοὺς ἀνώτερον καιρούς. ὁ δ’ Ἀπολλωνίδας καὶ Στρατίος ἀντιπράττειν μὲν ἐπίτηδες Ῥωμαίοις οὐκ ᾤοντο δεῖν· τοὺς δ’ ὑπερκυβιστῶντας καὶ διὰ τῶν κοινῶν πραγμάτων ἰδίαν χάριν ἀποτιθεμένους παρὰ | |
5 | Ῥωμαίοις καὶ τοῦτο πράττοντας παρὰ τοὺς νόμους καὶ παρὰ τὸ κοινῇ συμφέρον, τούτους ἔφασαν δεῖν | |
Hist.28.6.7 | κωλύειν καὶ πρὸς τούτους ἀντοφθαλμεῖν εὐγενῶς. ὁ δ’ Ἄρχων ἀκολουθεῖν ἔφη δεῖν τοῖς καιροῖς καὶ μὴ διδόναι τοῖς ἐχθροῖς ἀφορμὴν εἰς διαβολὴν μηδὲ προ‐ έσθαι σφᾶς αὐτοὺς εἰς τὴν αὐτὴν ἐλθεῖν διάθεσιν τοῖς | |
5 | περὶ Νίκανδρον, οἵτινες, πρὶν ἢ λαβεῖν πεῖραν τῆς τούτων ἐξουσίας, ἐν ταῖς μεγίσταις εἰσὶ συνταλαι‐ | |
Hist.28.6.8 | πωρίαις. ταύτης δὲ τῆς γνώμης μετέσχον Πολύβιος, | |
Hist.28.6.9 | Ἀρκεσίλαος, Ἀρίστων, Ξένων. διὸ καὶ τὸν μὲν Ἄρχωνα πρὸς τὴν στρατηγίαν ἔδοξεν αὐτοῖς εὐθέως προπορεύεσθαι, τὸν δὲ Πολύβιον πρὸς τὴν ἱππαρχίαν. | |
Hist.28.7.1 | Τούτων δὴ νεωστὶ γεγονότων καὶ προδιειλη‐ | |
φότων τῶν περὶ τὸν Ἄρχωνα διότι δεῖ συμπράττειν Ῥωμαίοις καὶ τοῖς τούτων φίλοις, τυχικῶς πως συνέβη τὸν Ἄτταλον πρὸς ἑτοίμους ὄντας ποιήσασθαι τοὺς | ||
Hist.28.7.2 | λόγους. διὸ καὶ προθύμως αὐτῷ κατανεύσαντες ὑπ‐ | |
Hist.28.7.3 | έσχοντο συμπράξειν ὑπὲρ τῶν παρακαλουμένων. τοῦ δ’ Ἀττάλου πέμψαντος πρεσβευτάς, καὶ παραγενομένων τούτων εἰς τὴν πρώτην ἀγορὰν καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς περὶ τοῦ τὰς τιμὰς ἀποκατασταθῆναι τῷ βασι‐ | |
5 | λεῖ καὶ παρακαλούντων ποιῆσαι τοῦτο διὰ τῆς Ἀττάλου | |
Hist.28.7.4 | χάριτος, ὁ μὲν ὄχλος ἄδηλος ἦν ἐπὶ τίνος ὑπάρχει γνώμης, πρὸς δὲ τὴν ἀντιλογίαν ἀνίσταντο πολλοὶ καὶ | |
Hist.28.7.5 | διὰ πολλὰς αἰτίας. οἱ μὲν γὰρ ἐξ ἀρχῆς αἴτιοι γενό‐ μενοι τῆς ἀναιρέσεως τῶν τιμῶν βεβαιοῦν ἐβούλοντο τὴν αὑτῶν γνώμην· οἱ δ’ ἐκ τῶν κατ’ ἰδίαν ἐγκλη‐ μάτων ὑπέλαβον καιρὸν ἔχειν ἀμύνεσθαι τὸν βασιλέα· | |
5 | τινὲς δὲ διὰ τὸν πρὸς τοὺς συμπράττοντας φθόνον ἐφιλοτιμοῦντο μὴ κρατῆσαι τὸν Ἄτταλον τῆς ἐπιβολῆς. | |
Hist.28.7.6 | ὁ δ’ Ἄρχων ἀνέστη μὲν βοηθήσων τοῖς πρεσβευταῖς· ἐκάλει γὰρ τὰ πράγματα τὴν τοῦ στρατηγοῦ γνώμην. | |
Hist.28.7.7 | βραχέα δ’ εἰπὼν ἀνεχώρησε, διευλαβηθεὶς μὴ δόξῃ κέρδους τινὸς ἕνεκεν συμβουλεύειν διὰ τὸ πλῆθος | |
Hist.28.7.8 | ἱκανὸν χρημάτων εἰς τὴν ἀρχὴν δεδαπανηκέναι. πολλῆς δ’ οὔσης ἀπορίας ὁ Πολύβιος ἀναστὰς ἐποιήσατο μὲν καὶ πλείονας λόγους, μάλιστα δὲ προσέδραμε πρὸς τὴν | |
τῶν πολλῶν γνώμην, ὑποδείξας τὸ γεγονὸς ἐξ ἀρχῆς | ||
5 | ψήφισμα τῶν Ἀχαιῶν ὑπὲρ τῶν τιμῶν, ἐν ᾧ γεγραμ‐ μένον ἦν ὅτι δεῖ τὰς ἀπρεπεῖς ἀρθῆναι τιμὰς καὶ τὰς | |
Hist.28.7.9 | παρανόμους, οὐ μὰ Δί’ ἁπάσας. τοὺς δὲ περὶ Σωσι‐ γένη καὶ Διοπείθη, δικαστὰς [Ῥοδίους] ὑπάρχοντας κατ’ ἐκεῖνον τὸν καιρὸν καὶ διαφερομένους ἔκ τινων ἰδίων πρὸς τὸν Εὐμένη, λαβομένους ἔφη τῆς ἀφορμῆς | |
5 | ταύτης πάσας ἀνατετροφέναι τὰς τιμὰς τοῦ βασιλέως· | |
Hist.28.7.10 | καὶ τοῦτο πεποιηκέναι παρὰ τὸ τῶν Ἀχαιῶν δόγμα καὶ παρὰ τὴν δοθεῖσαν αὐτοῖς ἐξουσίαν, καὶ τὸ | |
Hist.28.7.11 | μέγιστον, παρὰ τὸ δίκαιον καὶ τὸ καλῶς ἔχον. οὐ γὰρ ὡς ἠδικημένους τι τοὺς Ἀχαιοὺς βουλεύσασθαι τὰς τιμὰς αἴρειν τὰς Εὐμένους, ἀλλὰ μείζους αὐτοῦ ζητοῦν‐ τος τῶν εὐεργεσιῶν, τούτῳ προσκόψαντας ψηφίσασθαι | |
Hist.28.7.12 | τὸ πλεονάζον παρελεῖν. διόπερ ἔφη δεῖν, καθάπερ οἱ δικασταὶ τὴν ἰδίαν ἔχθραν ἐπίπροσθεν ποιήσαντες τοῦ τῶν Ἀχαιῶν εὐσχήμονος ἀνέτρεψαν πάσας τὰς τιμάς, οὕτω τοὺς Ἀχαιοὺς κυριώτατον ἡγησαμένους τὸ σφίσι | |
5 | καθῆκον καὶ πρέπον διορθώσασθαι τὴν τῶν δικαστῶν ἁμαρτίαν καὶ καθόλου τὴν πρὸς τὸν Εὐμένη γεγενη‐ | |
Hist.28.7.13 | μένην ἀλογίαν, ἄλλως τε καὶ μέλλοντας μὴ μόνον ἐπ’ αὐτὸν τὸν βασιλέα τὴν χάριν ἀπερείδεσθαι ταύτην, | |
Hist.28.7.14 | ἔτι δὲ μᾶλλον εἰς τὸν ἀδελφὸν Ἄτταλον. τοῦ δὲ πλήθους εὐδοκήσαντος τοῖς λεγομένοις, ἐγράφη δόγμα προστάττον τοῖς ἄρχουσι πάσας ἀποκαταστῆσαι τὰς Εὐμένους τοῦ βασιλέως τιμάς, πλὴν εἴ τινες ἀπρεπές τι περιέχουσι | |
Hist.28.7.15 | τῷ κοινῷ τῶν Ἀχαιῶν ἢ παράνομον. τοῦτον μὲν δὴ τὸν τρόπον καὶ κατὰ τοῦτον τὸν καιρὸν Ἄτταλος διωρ‐ θώσατο τὴν γενομένην ἀλογίαν περὶ τὰς ὑπαρχούσας Εὐμένει τἀδελφῷ τιμὰς κατὰ τὴν Πελοπόννησον. — | |
Hist.28.8.1 | Ὅτι Περσεὺς πρὸς Γένθιον τὸν βασιλέα ἀπέστειλε πρεσβευτὰς Πλευρᾶτόν τε τὸν Ἰλλυριόν, ὄντα φυγάδα | |
Hist.28.8.2 | παρ’ αὐτῷ, καὶ τὸν Βεροιαῖον Ἀδαῖον, δοὺς ἐντολὰς διασαφεῖν τὰ πεπραγμένα κατὰ τὸν πόλεμον πρός τε Ῥωμαίους αὐτῷ καὶ πρὸς Δαρδανίους, ἔτι δὲ καὶ πρὸς Ἠπειρώτας καὶ πρὸς Ἰλλυριοὺς κατὰ τὸ παρόν, καὶ | |
5 | παρακαλεῖν αὐτὸν πρὸς τὴν τούτου καὶ Μακεδό‐ | |
Hist.28.8.3 | νων φιλίαν καὶ συμμαχίαν. οἳ καὶ ποιησάμενοι τὴν πορείαν ὑπὲρ τὸ Σκάρδον ὄρος διὰ τῆς Ἐρήμου κα‐ λουμένης Ἰλλυρίδος, ἣν οὐ πολλοῖς χρόνοις ἀνώτερον ἀνάστατον ἐποίησαν Μακεδόνες εἰς τὸ δυσέργους ποι‐ | |
5 | ῆσαι τοῖς Δαρδανεῦσι τὰς εἰς τὴν Ἰλλυρίδα (καὶ Μα‐ | |
Hist.28.8.4 | κεδονίαν) εἰσβολάς· πλὴν οἵ γε περὶ τὸν Ἀδαῖον διὰ | |
τούτων τῶν τόπων μετὰ πολλῆς κακοπαθείας ἦλθον εἰς Σκόδραν καὶ πυθόμενοι τὸν Γένθιον ἐν Λίσσῳ | ||
Hist.28.8.5 | διατρίβειν διεπέμψαντο πρὸς αὐτόν. τοῦ δὲ ταχέως αὐτοὺς μεταπεμψαμένου, συμμίξαντες διελέγοντο περὶ | |
Hist.28.8.6 | ὧν εἶχον τὰς ἐντολάς. ὁ δὲ Γένθιος οὐκ ἐδόκει μὲν ἀλλότριος εἶναι τῆς πρὸς τὸν Περσέα φιλίας, ἐσκήπτετο δὲ τοῦ μὴ παραχρῆμα συγκατατίθεσθαι τοῖς ἀξιου‐ μένοις τὴν ἀχορηγησίαν καὶ μὴ δύνασθαι χωρὶς χρη‐ | |
Hist.28.8.7 | μάτων ἀναδέξασθαι τὸν πρὸς Ῥωμαίους πόλεμον. οἱ μὲν (οὖν) περὶ τὸν Ἀδαῖον ταύτας λαβόντες τὰς ἀπο‐ | |
Hist.28.8.8 | κρίσεις ἐπανῆγον. ὁ δὲ Περσεὺς παραγενόμενος εἰς Στύβερραν τήν τε λείαν ἐλαφυροπώλησεν καὶ τὴν δύναμιν ἀνέπαυσε, προσδεχόμενος τοὺς περὶ τὸν | |
Hist.28.8.9 | Πλευρᾶτον. παραγενομένων δ’ αὐτῶν, ἀκούσας τὰ παρὰ τοῦ Γενθίου πάλιν ἐξ αὐτῆς ἔπεμπε τὸν Ἀδαῖον καὶ σὺν τούτῳ τὸν Γλαυκίαν, ἕνα τῶν σωματοφυλά‐ κων, καὶ τρίτον τὸν Ἰλλυριὸν διὰ τὸ τὴν διά‐ | |
Hist.28.8.10 | λεκτον εἰδέναι τὴν Ἰλλυρίδα, δοὺς ἐντολὰς τὰς αὐτάς, ὥσπερ οὐ κυρίως τοῦ Γενθίου διασεσαφηκότος τίνος προσδεῖται καὶ τίνος γενομένου δύναται συγκαταβαίνειν | |
Hist.28.8.11 | εἰς τὰ παρακαλούμενα. τούτων δ’ ἀφορμησάντων, ἀναζεύξας αὐτὸς μετὰ τῆς δυνάμεως ἐποιεῖτο τὴν πορείαν ἐφ’ Ὕσκανα. — | |
Hist.28.9.1 | Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον οἱ πρὸς τὸν Γένθιον ἀποσταλέντες πρέσβεις οὔτ’ ᾠκονομηκότες | |
Hist.28.9.2 | πλεῖον οὐδὲν τῶν πρότερον οὔτ’ ἀναγγέλλοντες, διὰ τὸ τὸν Γένθιον μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως, ὄντα μὲν ἕτοιμον τῷ Περσεῖ κοινωνεῖν τῶν αὐτῶν πραγμά‐ | |
Hist.28.9.3 | των, χρημάτων δὲ φάσκοντα χρείαν ἔχειν. ὧν ὁ Περσεὺς παρακούσας πάλιν ἔπεμπε τοὺς περὶ τὸν Ἱππίαν βεβαιωσομένους ὑπὲρ τῶν ὁμολογιῶν, τὸ συν‐ έχον παραλιπών, φάσκων ἐξιγμένον *** εὐνοοῦντα | |
Hist.28.9.4 | ποιήσειν τὸν Γένθιον· ὥστε διαπορεῖν πότερα δεῖ λέ‐ γειν ἐπὶ τῶν τοιούτων ἀλογιστίαν ἢ δαιμονοβλάβειαν. δοκῶ μὲν ὅτι δαιμονοβλάβειαν, οἵτινες ἐφίενται μὲν | |
τοῦ μεγάλα τολμᾶν καὶ παραβάλλονται τῇ ψυχῇ, | ||
5 | παριᾶσιν δὲ τὸ συνέχον ἐν ταῖς ἐπιβολαῖς, βλέποντες | |
Hist.28.9.5 | αὐτὸ καὶ δυνάμενοι πράττειν *** ὅτι γάρ, εἰ Περσεὺς κατ’ ἐκεῖνον τὸν καιρὸν ἠβουλήθη προέσθαι χρήματα καὶ κοινῇ τοῖς πολιτεύμασι καὶ κατ’ ἰδίαν τοῖς βασιλεῦσι καὶ τοῖς πολιτευομένοις, οὐ λέγω μεγαλομερῶς, καθ‐ | |
5 | άπερ ἐξῆν αὐτῷ χορηγιῶν ἕνεκεν, ἀλλὰ μετρίως μόνον, | |
Hist.28.9.6 | πάντας ἂν συνέβη καὶ τοὺς Ἕλληνας καὶ τοὺς βασιλεῖς, εἰ δὲ μή γε, τοὺς πλείστους ἐξελεγχθῆναι, δοκῶ μηδένα τῶν νοῦν ἐχόντων πρός με διαμφισβητῆσαι περὶ τού‐ | |
Hist.28.9.7 | των. νῦν δὲ καλῶς ποιῶν οὐκ ἦλθε ταύτην τὴν ὁδόν, δι’ ἧς ἢ κρατήσας τῶν ὅλων ἐξουσίαν (ἂν) ὑπερήφανον ἔσχεν ἢ σφαλεὶς πολλοὺς ἂν ἐποίησε τῆς αὐτῆς (τύχης) πεῖραν | |
Hist.28.9.8 | αὑτῷ λαβεῖν, ἀλλὰ τὴν ἐναντίαν, δι’ ἧς ὀλίγοι τελέως ἠλογήθησαν τῶν Ἑλλήνων ὑπὸ τὸν τῆς πράξεως καιρόν. — | |
Hist.28.10.1 | Ὅτι ὁ Περσεὺς ἐπταικὼς τοῖς ὅλοις ἐπὶ τῷ εἰσελθεῖν Ῥωμαίους εἰς Μακεδονίαν τῷ Ἱππίᾳ | |
Hist.28.10.2 | ἐπετίμα. ἀλλά μοι δοκεῖ τὸ μὲν ἐπιτιμῆσαι τοῖς ἄλλοις εἶναι ῥᾴδιον καὶ συνιδεῖν τὰς τῶν πέλας ἁμαρτίας, τὸ δ’ αὐτὸν πράττειν τὰ δυνατὰ καὶ γνῶναι τὰ καθ’ αὑτὸν πάντων δυσχερέστατον. ὃ καὶ περὶ τὸν Περσέα | |
5 | συνέβη γενέσθαι. — | |
Hist.28.11.1 | Τὸ Ἡράκλειον ἥλω ἰδίαν τινὰ ἅλωσιν. ἐχούσης τῆς πόλεως ἐφ’ ἑνὸς μέρους ἐπ’ ὀλίγον τόπον ταπεινὸν | |
Hist.28.11.2 | τεῖχος, οἱ Ῥωμαῖοι τρεῖς σημείας προεχειρίσαντο. καὶ τῇ μὲν πρώτῃ τοὺς θυρεοὺς ὑπὲρ τῆς κεφαλῆς ποιή‐ σαντες συνέφραξαν, ὥστε τῇ τῶν ὅπλων πυκνότητι κεραμωτῷ καταρρύτῳ γίνεσθαι παραπλήσιον. ἐφεξῆς | |
5 | δ’ ἕτεραι δύο *** — | |
Hist.28.11.3 | Κεραμωτόν, τακτικὴ διάταξις· ὅπερ ἐποίουν Ῥω‐ μαῖοι ἐν παιδιᾶς μέρει. | |
Hist.28.12t | III. RES GRAECIAE. | |
Hist.28.12.1 | Ὅτι τοῦ Περσέως βουλομένου ἥξειν μετὰ δυνάμεως εἰς τὴν Θετταλίαν καὶ λήψεσθαι τὰ ὅλα κρίσιν ἐκ τῶν κατὰ λόγον, ἔδοξε τοῖς περὶ τὸν Ἄρχωνα δι’ αὐτῶν τῶν πραγμάτων ἀπολογεῖσθαι πάλιν πρὸς | |
Hist.28.12.2 | τὰς ὑπονοίας καὶ διαβολάς. εἰσήνεγκαν οὖν εἰς τοὺς Ἀχαιοὺς δόγμα διότι δεῖ πανδημεὶ ποιησαμένους τὴν ἔξοδον εἰς Θετταλίαν κοινωνῆσαι τῶν πραγμάτων | |
Hist.28.12.3 | ὁλοσχερῶς τοῖς Ῥωμαίοις. καὶ τούτου κυρωθέντος | |
ἔδοξε τοῖς Ἀχαιοῖς τὸν Ἄρχωνα γίνεσθαι περὶ τὴν συναγωγὴν τοῦ στρατεύματος καὶ περὶ τὰς εἰς τὴν ἔξοδον παρασκευάς, πρὸς δὲ τὸν ὕπατον πρεσβευτὰς | ||
5 | πέμπειν εἰς Θετταλίαν τοὺς τὰ δεδογμένα τοῖς Ἀχαιοῖς διασαφήσοντας καὶ πευσομένους πότε καὶ ποῦ δεῖ | |
Hist.28.12.4 | συμμιγνύειν αὐτῷ τὸ στρατόπεδον. καὶ κατέστησαν πρεσβευτὰς παραχρῆμα Πολύβιον καὶ ἄλλους καὶ ἐνετείλαντο τῷ Πολυβίῳ φιλοτίμως, ἐὰν ὁ στρατηγὸς εὐδοκῇ τῇ παρουσίᾳ τοῦ στρατοπέδου, τοὺς μὲν (συμ)‐ | |
5 | πρεσβευτὰς ἐξ αὐτῆς πέμπειν διασαφήσοντας, ἵνα μὴ | |
Hist.28.12.5 | καθυστερῶσι τῶν καιρῶν, αὐτὸν δὲ φροντίζειν ἵνα τὸ στράτευμα πᾶν ἐν ταῖς πόλεσιν ἀγορὰς ἔχῃ, δι’ ὧν ἂν πορεύηται, καὶ μηδὲν ἐλλείπῃ τῶν ἐπιτηδείων τοὺς | |
Hist.28.12.6 | στρατιώτας. ταύτας μὲν οὖν ἔχοντες οἱ προειρημένοι | |
Hist.28.12.7 | τὰς ἐντολὰς ἐξώρμησαν· κατέστησαν δὲ καὶ πρεσβευτὰς πρὸς Ἄτταλον τοὺς περὶ Τηλόκριτον, ἀποκομίζοντας τὸ δόγμα τὸ περὶ τῆς ἀποκαταστάσεως τῶν Εὐμένους | |
Hist.28.12.8 | τιμῶν. καὶ κατὰ τὸν αὐτὸν καιρὸν καὶ περὶ τοῦ βασι‐ λέως Πτολεμαίου προσπεσόντος τοῖς Ἀχαιοῖς διότι γέγονεν αὐτῷ τὰ νομιζόμενα γίνεσθαι τοῖς βασιλεῦσιν, | |
Hist.28.12.9 | ὅταν εἰς ἡλικίαν ἔλθωσιν, ἀνακλητήρια, νομίσαντες σφίσι καθήκειν ἐπισημήνασθαι τὸ γεγονός, ἐψηφίσαντο | |
πέμπειν πρεσβευτὰς ἀνανεωσομένους τὰ προϋπάρχοντα τῷ ἔθνει φιλάνθρωπα πρὸς τὴν βασιλείαν, καὶ | ||
5 | παραυτίκα κατέστησαν Ἀλκίθον καὶ Πασιάδαν. | |
Hist.28.13.1 | Οἱ δὲ περὶ τὸν Πολύβιον καταλαβόντες τοὺς Ῥω‐ μαίους ἐκ μὲν τῆς Θετταλίας κεκινηκότας, τῆς δὲ Περραιβίας στρατοπεδεύοντας Ἀζωρίου μεταξὺ καὶ | |
Hist.28.13.2 | Δολίχης, τὴν μὲν ἔντευξιν ὑπερέθεντο διὰ τοὺς περι‐ εστῶτας καιρούς, τῶν δὲ κατὰ τὴν εἴσοδον τὴν εἰς | |
Hist.28.13.3 | Μακεδονίαν κινδύνων μετεῖχον. ἐπεὶ δὲ τοῦ στρατεύ‐ ματος κατάραντος ἐπὶ τοὺς καθ’ Ἡράκλειον τόπους ἔδοξε καιρὸς εἶναι πρὸς ἔντευξιν, ἅτε τοῦ στρατηγοῦ | |
Hist.28.13.4 | δοκοῦντος ἠνύσθαι τὸ μέγιστον τῶν προκειμένων, τότε λαβόντες καιρὸν τὸ ψήφισμα τῷ Μαρκίῳ προσήνεγκαν καὶ διεσάφουν τὴν τῶν Ἀχαιῶν προαίρεσιν διότι βουληθεῖεν αὐτῷ πανδημεὶ τῶν αὐτῶν μετασχεῖν ἀγώ‐ | |
5 | νων καὶ κινδύνων. καὶ πρὸς τούτοις ὑπέδειξαν διότι πᾶν τὸ γραφὲν ἢ παραγγελθὲν τοῖς Ἀχαιοῖς ὑπὸ Ῥωμαίων κατὰ τὸν ἐνεστῶτα πόλεμον ἀναντίρρητον | |
Hist.28.13.5 | γέγονεν. τοῦ δὲ Μαρκίου τὴν μὲν προαίρεσιν ἀπο‐ δεχομένου τὴν Ἀχαιῶν μεγαλωστί, τῆς δὲ κακοπαθείας αὐτοὺς καὶ τῆς δαπάνης παραλύοντος διὰ τὸ μηκέτι χρείαν ἔχειν τοὺς καιροὺς τῆς τῶν συμμάχων βοηθείας, | |
Hist.28.13.6 | οἱ μὲν ἄλλοι πρέσβεις ἐπανῆλθον εἰς τὴν Ἀχαΐαν, ὁ δὲ Πολύβιος αὐτοῦ μείνας μετεῖχε τῶν ἐνεστώτων | |
Hist.28.13.7 | πραγμάτων, ἕως ὁ Μάρκιος ἀκούσας Ἄππιον τὸν Κέντωνα πεντακισχιλίους στρατιώτας αἰτεῖσθαι παρὰ τῶν Ἀχαιῶν εἰς Ἤπειρον, ἐξαπέστειλε τὸν προειρη‐ μένον, παρακαλέσας φροντίζειν ἵνα μὴ δοθῶσιν οἱ | |
5 | στρατιῶται μηδὲ τηλικοῦτο δαπάνημα μάταιον γένηται τοῖς Ἀχαιοῖς· πρὸς οὐδένα γὰρ λόγον αἰτεῖν τοὺς | |
Hist.28.13.8 | στρατιώτας τὸν Ἄππιον. πότερα δὲ τοῦτ’ ἐποίει κηδό‐ μενος τῶν Ἀχαιῶν ἢ τὸν Ἄππιον ἀπραγεῖν βουλόμενος | |
Hist.28.13.9 | χαλεπὸν εἰπεῖν. πλὴν ὅ γε Πολύβιος ἀναχωρήσας εἰς τὴν Πελοπόννησον, ἤδη τῶν γραμμάτων ἐκ τῆς Ἠπεί‐ ρου προσπεπτωκότων καὶ μετ’ οὐ πολὺ συναχθέντων εἰς Σικυῶνα τῶν Ἀχαιῶν, εἰς πρόβλημα παμμέγεθες | |
Hist.28.13.10 | ἐνέπεσε. τοῦ γὰρ διαβουλίου προτεθέντος ὑπὲρ ὧν ὁ Κέντων ᾐτεῖτο στρατιωτῶν, ἃ μὲν ὁ Μάρκιος αὐτῷ φροντίζειν κατ’ ἰδίαν ἐνετείλατο, ταῦτα φωτίζειν οὐδαμῶς ἔκρινεν· τὸ δὲ μηδεμιᾶς (αἰτίας) ὑπαρχούσης | |
5 | φανερῶς ἀντιλέγειν τῇ βοηθείᾳ τελείως ἦν ἐπισφαλές. | |
Hist.28.13.11 | δυσχρήστου δὲ καὶ ποικίλης οὔσης τῆς ὑποθέσεως, | |
ἐχρήσατο βοηθήματι πρὸς τὸ παρὸν τῷ τῆς συγκλήτου δόγματι τῷ κελεύοντι μηδένα προσέχειν τοῖς ὑπὸ τῶν στρατηγῶν γραφομένοις, ἐὰν μὴ τοῦτο ποιῶσιν | ||
Hist.28.13.12 | κατὰ τὸ δόγμα τῆς συγκλήτου. τοῦτο δ’ οὐκ ἦν προσ‐ | |
Hist.28.13.13 | κείμενον τοῖς γράμμασι. διὸ καὶ κατεκράτησε τοῦ τὴν ἀναφορὰν ἐπὶ τὸν ὕπατον γενέσθαι καὶ δι’ ἐκείνου παραλυθῆναι τῆς δαπάνης τὸ ἔθνος, οὔσης ὑπὲρ ἑκατὸν | |
Hist.28.13.14 | εἴκοσι τάλαντα μεγάλα. τοῖς γε μὴν βουλομένοις δια‐ βάλλειν αὐτὸν πρὸς τὸν Ἄππιον ἀφορμὰς ἔδωκεν, ὅτι διακόψαι τὴν ἐπιβολὴν αὐτοῦ τὴν περὶ τῆς βοηθείας. — | |
Hist.28.14.1 | Ὅτι οἱ Κυδωνιᾶται κατὰ τὸν καιρὸν τοῦτον ἐποίησαν πρᾶγμα δεινὸν καὶ παράσπονδον ὁμολο‐ | |
Hist.28.14.2 | γουμένως. καίπερ (γὰρ) πολλῶν τοιούτων γενομένων κατὰ τὴν Κρήτην, ὅμως ἔδοξεν ὑπεραίρειν τὴν συν‐ | |
Hist.28.14.3 | ήθειαν τὸ τότε γενόμενον. ὑπαρχούσης γὰρ αὐτοῖς οὐ μόνον φιλίας, ἀλλὰ συμπολιτείας πρὸς Ἀπολλωνιάτας καὶ καθόλου κοινωνίας πάντων τῶν ἐν ἀνθρώποις νομιζομένων δικαίων, καὶ περὶ τούτων κειμένης ἐνόρ‐ | |
Hist.28.14.4 | κου συνθήκης παρὰ τὸν Δία τὸν Ἰδαῖον, παρασπον‐ δήσαντες τοὺς Ἀπολλωνιάτας κατελάβοντο τὴν πόλιν | |
καὶ τοὺς μὲν ἄνδρας κατέσφαξαν, τὰ δ’ ὑπάρχοντα διήρπασαν, τὰς (δὲ) γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν | ||
5 | πόλιν καὶ τὴν χώραν διανειμάμενοι κατεῖχον. — | |
Hist.28.15.1 | Ὅτι κατὰ τὴν Κρήτην δεδιότες Κυδωνιᾶται τοὺς Γορτυνίους διὰ τὸ καὶ τῷ πρότερον ἔτει παρ’ ὀλίγον κεκινδυνευκέναι τῇ πόλει τῶν περὶ Νοθοκρά‐ την ἐπιβαλομένων αὐτὴν κατασχεῖν, ἐξέπεμψαν πρέσβεις | |
5 | πρὸς Εὐμένη, βοήθειαν αἰτούμενοι κατὰ τὴν συμμαχίαν. | |
Hist.28.15.2 | ὁ δὲ βασιλεὺς προχειρισάμενος Λέοντα καὶ στρα‐ τιώτας σὺν τούτῳ τριακοσίους ἐξαπέστειλε κατὰ σπου‐ | |
Hist.28.15.3 | δήν. ὧν παραγενομένων οἱ Κυδωνιᾶται τάς τε κλεῖς τῶν πυλῶν τῷ Λέοντι παρέδωκαν καὶ καθόλου τὴν πόλιν ἐνεχείρισαν. — | |
Hist.28.16.1 | Ὅτι ἐν τῇ Ῥόδῳ τὰ τῆς ἀντιπολιτείας | |
Hist.28.16.2 | αἰεὶ μᾶλλον ἐπέτεινεν. προσπεσόντος γὰρ αὐτοῖς τοῦ τῆς συγκλήτου δόγματος, ἐν ᾧ διεσάφει μηκέτι προσέχειν τοῖς τῶν στρατηγῶν ἐπιτάγμασιν, ἀλλὰ τοῖς αὑτῆς δόγμασι, καὶ τῶν πολλῶν ἀποδεχο‐ | |
Hist.28.16.3 | μένων τὴν τῆς συγκλήτου πρόνοιαν, οἱ περὶ τὸν Φιλό‐ φρονα καὶ Θεαίδητον ἐπιλαβόμενοι τῆς ἀφορμῆς ταύτης ἐξειργάζοντο τἀκόλουθα, φάσκοντες δεῖν ἐκπέμπειν πρεσβευτὰς πρὸς τὴν σύγκλητον καὶ τὸν Κόιντον | |
5 | Μάρκιον τὸν ὕπατον καὶ πρὸς Γάιον τὸν ἐπὶ τοῦ | |
Hist.28.16.4 | ναυτικοῦ. τότε γὰρ ἤδη γνώριμον ἦν ἅπασιν οἵτινες τῶν καθεσταμένων ἀρχόντων ἐν τῇ Ῥώμῃ παραγίνεσθαι | |
Hist.28.16.5 | μέλλουσιν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους. κροτη‐ θείσης δὲ τῆς ὑποθέσεως, καίπερ ἀντιρρήσεως γενομένης, ἀπεστάλησαν εἰς μὲν τὴν Ῥώμην ἀρχομένης θερείας | |
Hist.28.16.6 | Ἁγησίλοχος Ἁγησίου, Νικαγόρας, Νίκανδρος, πρὸς δὲ τὸν ὕπατον καὶ τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν Ἁγέ‐ | |
Hist.28.16.7 | πολις, Ἀρίστων, Πασικράτης, ἐντολὰς ἔχοντες ἀνανεοῦ‐ σθαι τὰ φιλάνθρωπα πρὸς Ῥωμαίους καὶ πρὸς τὰς διαβολὰς ἀπολογεῖσθαι τὰς λεγομένας ὑπό τινων κατὰ | |
Hist.28.16.8 | τῆς πόλεως, οἱ δὲ περὶ τὸν Ἁγησίλοχον ἅμα τοῖς προ‐ ειρημένοις καὶ περὶ σιτικῆς ἐξαγωγῆς ποιησόμενοι | |
Hist.28.16.9 | λόγους. τὰ μὲν οὖν ὑπὸ τούτων ῥηθέντα πρὸς τὴν σύγκλητον καὶ τὰς δοθείσας αὐτοῖς ἀποκρίσεις | |
ὑπὸ τῆς συγκλήτου καὶ διότι πάντων τῶν φιλανθρώ‐ πων τυχόντες ἐπανῆλθον, ἐν τοῖς Ἰταλικοῖς εἴπομεν. | ||
Hist.28.16.10 | περὶ δὲ τούτου τοῦ μέρους χρήσιμόν ἐστι πλεονάκις ὑπομιμνήσκειν, ὃ δὴ καὶ πειρώμεθα ποιεῖν, διότι πολ‐ λάκις ἀναγκαζόμεθα τὰς ἐντεύξεις τῶν πρεσβειῶν καὶ τοὺς χρηματισμοὺς προτέρους ἐξαγγέλλειν τῆς κατα‐ | |
Hist.28.16.11 | στάσεως καὶ τῆς ἐξαποστολῆς. ἐπεὶ γὰρ καθ’ ἕκαστον ἔτος τὰς καταλλήλους πράξεις γράφοντες πειρώμεθ’ ἐν ἑνὶ καιρῷ συγκεφαλαιοῦσθαι τὰς παρ’ ἑκάστοις πράξεις, δῆλον ὡς ἀναγκαῖόν ἐστιν τοῦτο συμβαίνειν περὶ τὴν | |
5 | γραφήν. | |
Hist.28.17.1 | Οἱ δὲ περὶ τὸν Ἁγέπολιν ἀφικόμενοι πρὸς τὸν Κόιντον, καταλαβόντες αὐτὸν ἐν Μακεδονίᾳ πρὸς Ἡράκλειον στρατοπεδεύοντα διελέγοντο περὶ ὧν εἶχον | |
Hist.28.17.2 | τὰς ἐντολάς. ὁ δὲ διακούσας οὐχ οἷον αὐτὸς ἔφη προσέχειν ταῖς διαβολαῖς, ἀλλὰ κἀκείνους παρεκάλει μηδενὸς ἀνέχεσθαι τῶν λέγειν τι τολμώντων κατὰ Ῥωμαίων, καὶ πολλὰ καθόλου τῶν εἰς φιλανθρωπίαν | |
Hist.28.17.3 | ἡκόντων ἐπεμέτρησεν. ἔγραψε δὲ ταῦτα καὶ πρὸς τὸν | |
Hist.28.17.4 | δῆμον τῶν Ῥοδίων. τοῦ δ’ Ἁγεπόλιδος ἐψυχαγωγη‐ μένου κατὰ τὴν ὅλην ἀπάντησιν ἰσχυρῶς, λαβὼν αὐτὸν | |
κατ’ ἰδίαν εἰς τὰς χεῖρας ὁ Κόιντος θαυμάζειν ἔφη πῶς οὐ πειρῶνται διαλύειν οἱ Ῥόδιοι τὸν ἐνεστῶτα | ||
5 | πόλεμον, μάλιστα τοῦ πράγματος ἐκείνοις καθήκοντος. | |
Hist.28.17.5 | πότερα δὲ τοῦτ’ ἐποίει τὸν Ἀντίοχον ὑποπτεύων μή ποτε κρατήσας τῆς Ἀλεξανδρείας βαρὺς ἔφεδρος αὐτοῖς γένηται, τοῦ πρὸς τὸν Περσέα πολέμου χρόνον λαμ‐ | |
Hist.28.17.6 | βάνοντος· ἤδη γὰρ τότε συνέβαινε συγκεχύσθαι τὸν | |
Hist.28.17.7 | περὶ Κοίλης Συρίας πόλεμον· ἢ θεωρῶν ὅσον οὔπω κριθησόμενα τὰ κατὰ τὸν Περσέα, τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐν Μακεδονίᾳ παραβεβληκότων, καὶ | |
Hist.28.17.8 | καλὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν ἀποβησομένων ἐβούλετο τοὺς Ῥοδίους προνύξας μεσίτας ἀποδεῖξαι, καὶ τοῦτο πράξαντας δοῦναι τοῖς Ῥωμαίοις ἀφορμὰς εὐλόγους εἰς τὸ βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν αὐτοῖς φαίνηται, | |
Hist.28.17.9 | τὸ μὲν ἀκριβὲς οὐ ῥᾴδιον εἰπεῖν, δοκῶ δὲ μᾶλλον τὸ τελευταῖον εἰρημένον, ἐξ ὧν ἐμαρτύρησε τὰ μετ’ ὀλίγον | |
Hist.28.17.10 | συμβάντα τοῖς Ῥοδίοις. οἵ γε (μὴν) περὶ τὸν Ἁγέπολιν ἐξ αὐτῆς βαδίσαντες πρὸς τὸν Γάιον καὶ πάντων τυχόντες τῶν φιλανθρώπων ὑπερβολικώτερον ἢ παρὰ | |
Hist.28.17.11 | τῷ Μαρκίῳ ταχέως εἰς τὴν Ῥόδον ἀνεχώρησαν. γινο‐ μένης δὲ τῆς ἀποπρεσβείας, καὶ τῆς τε διὰ τῶν λόγων φιλανθρωπίας καὶ τῆς διὰ τῶν (ἀπο)κρίσεων εὐνοίας ἑκατέρων τῶν στρατηγῶν ἐφαμίλλου γενομένης, ὀρθοὶ | |
5 | καὶ μετέωροι ταῖς διανοίαις ἐγενήθησαν οἱ Ῥόδιοι | |
Hist.28.17.12 | πάντες, οὐ μὴν ὡσαύτως. οἱ μὲν γὰρ ὑγιαίνοντες περιχαρεῖς ἦσαν ἐπὶ τῇ φιλανθρωπίᾳ τῶν Ῥωμαίων, οἱ δὲ κινηταὶ καὶ καχέκται συνελογίζοντο παρ’ αὑτοῖς σημεῖον εἶναι τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας τοῦ | |
5 | δεδιέναι τὴν περίστασιν τοὺς Ῥωμαίους καὶ μὴ χωρεῖν | |
Hist.28.17.13 | αὐτοῖς τὰ πράγματα κατὰ λόγον. ὅτε δὲ καὶ τὸν Ἁγέπολιν συνέβη παραφθέγξασθαι πρός τινας (τῶν) φίλων, ὅτι παρὰ τοῦ Μαρκίου κατ’ ἰδίαν ἐντολὰς εἴληφε μνημονεύειν πρὸς τὴν βουλὴν ὑπὲρ τοῦ δια‐ | |
Hist.28.17.14 | λύειν τὸν πόλεμον, τότε δὴ τελέως οἱ περὶ τὸν Δείνωνα συνέθεσαν ἐν κακοῖς μεγάλοις εἶναι τοὺς Ῥωμαίους. | |
Hist.28.17.15 | ἀπέστειλαν δὲ καὶ πρεσβευτὰς εἰς τὴν Ἀλεξάνδρειαν τοὺς διαλύσοντας τὸν ἐνεστῶτα πόλεμον Ἀντιόχῳ καὶ Πτολεμαίῳ. | |
Hist.28.18t | IV. BELLUM ANTIOCHI IV. CUM PTOLEMAEO PHILOMETORE. | |
Hist.28.18.1 | Ὅτι Ἀντίοχος ὁ βασιλεὺς ἦν καὶ πρακτικὸς καὶ μεγαλεπίβολος καὶ τοῦ τῆς βασιλείας προ‐ σχήματος ἄξιος, πλὴν τῶν κατὰ τὸ Πηλούσιον στρατη‐ | |
γημάτων. — | ||
Hist.28.19.1 | Ὅτι μετὰ τὸ παραλαβεῖν Ἀντίοχον τὰ κατὰ τὴν Αἴγυπτον ἔδοξε τοῖς περὶ τὸν Κομανὸν καὶ Κινέαν συνεδρεύσασιν μετὰ τοῦ βασιλέως κοινοβού‐ λιον καταγράφειν ἐκ τῶν ἐπιφανεστάτων ἡγεμόνων | |
Hist.28.19.2 | τὸ βουλευσόμενον περὶ τῶν ἐνεστώτων. πρῶτον οὖν ἔδοξε τῷ συνεδρίῳ τοὺς ἀπὸ τῆς Ἑλλάδος παρεπιδη‐ μήσαντας πέμπειν πρεσβευτὰς ὡς τὸν Ἀντίοχον κοι‐ | |
Hist.28.19.3 | νολογησομένους ὑπὲρ διαλύσεως. ἦσαν δὲ τότε παρὰ μὲν τοῦ κοινοῦ τῶν Ἀχαιῶν πρεσβεῖαι διτταί, μία μὲν ὑπὲρ τῆς τῶν φιλανθρώπων ἀνανεώσεως, ἣν ἐπρέσβευον Ἀλκίθος Ξενοφῶντος Αἰγιεὺς καὶ Πασιάδας, ἄλλη δὲ | |
Hist.28.19.4 | περὶ τοῦ τῶν Ἀντιγονείων ἀγῶνος. ἦν δὲ καὶ παρὰ (τῶν) Ἀθηναίων πρεσβεία περὶ δωρεᾶς, ἧς ἡγεῖτο Δημάρατος, καὶ θεωρίαι διτταί, μία μὲν ὑπὲρ τῶν Παναθηναίων, ἧς προειστήκει Καλλίας ὁ παγκρατιαστής, | |
5 | ἡ δ’ ἄλλη περὶ μυστηρίων, ὑπὲρ ἧς Κλεόστρατος ἐποι‐ | |
Hist.28.19.5 | εῖτο τὸν χρηματισμὸν καὶ τοὺς λόγους. ἐκ δὲ Μιλήτου παρῆσαν Εὔδημος καὶ Ἱκέσιος, ἐκ δὲ Κλαζομενῶν | |
Hist.28.19.6 | Ἀπολλωνίδης καὶ Ἀπολλώνιος. ἐξαπέστειλε δὲ καὶ (Πτολεμαῖος) ὁ βασιλεὺς Τληπόλεμον καὶ Πτολεμαῖον | |
Hist.28.19.7 | τὸν ῥήτορα πρεσβευτάς. οὗτοι μὲν οὖν ἔπλεον ἀνὰ | |
τὸν ποταμὸν εἰς τὴν ἀπάντησιν. — | ||
Hist.28.20.1 | Ὅτι κατὰ τὸν καιρόν, ὅτε Ἀντίοχος τὴν Αἴγυπτον παρέλαβε, συνῆψαν τῶν ἀπὸ τῆς Ἑλλάδος πρεσβευτῶν οἱ πεμφθέντες ἐπὶ τὰς διαλύσεις. ἀποδεξάμενος δὲ τοὺς ἄνδρας φιλανθρώπως τὴν μὲν πρώτην ὑποδοχὴν αὐτῶν | |
Hist.28.20.2 | ἐποιήσατο μεγαλομερῆ, κατὰ δὲ τὴν ἑξῆς ἔδωκεν ἔντευξιν καὶ λέγειν ἐκέλευσεν περὶ ὧν ἔχουσι τὰς | |
Hist.28.20.3 | ἐντολάς. πρῶτοι μὲν οὖν οἱ παρὰ τῶν Ἀχαιῶν ἐποι‐ ήσαντο λόγους, τούτοις δ’ ἑξῆς Δημάρατος ὁ παρὰ τῶν Ἀθηναίων, μετὰ δὲ τοῦτον Εὔδημος ὁ Μιλήσιος. | |
Hist.28.20.4 | πάντων δὲ πρὸς τὸν αὐτὸν καιρὸν καὶ τὴν αὐτὴν ὑπό‐ θεσιν διαλεγομένων, παραπλησίους εἶναι συνέβαινε καὶ | |
Hist.28.20.5 | τοὺς κατὰ μέρος αὐτῶν λόγους. τὴν μὲν γὰρ αἰτίαν τῶν συμβεβηκότων πάντες (ἀν)έφερον ἐπὶ τοὺς περὶ τὸν Εὐλαῖον, τὴν δὲ συγγένειαν καὶ τὴν ἡλικίαν τὴν τοῦ Πτολεμαίου προφερόμενοι παρῃτοῦντο τὴν ὀργὴν | |
Hist.28.20.6 | τοῦ βασιλέως. Ἀντίοχος δὲ πᾶσι τούτοις ἀνθομολογη‐ σάμενος καὶ προσαυξήσας τὴν ἐκείνων ὑπόθεσιν ἤρξατο λέγειν [τὴν] ὑπὲρ τῶν ἐξ ἀρχῆς δικαίων, δι’ ὧν ἐπειρᾶτο συνιστάνειν τῶν ἐν Συρίᾳ βασιλέων ὑπάρχουσαν (τὴν) | |
Hist.28.20.7 | κτῆσιν τῶν κατὰ Κοίλην Συρίαν τόπων, ἰσχυροποιῶν μὲν τὰς ἐπικρατείας τὰς Ἀντιγόνου τοῦ πρώτου κατα‐ σχόντος τὴν ἐν Συρίᾳ βασιλείαν, προφερόμενος δὲ | |
τὰ συγχωρήματα τὰ γενόμενα Σελεύκῳ διὰ τῶν ἀπὸ | ||
5 | Μακεδονίας βασιλέων μετὰ τὸν Ἀντιγόνου θάνατον· | |
Hist.28.20.8 | ἑξῆς δὲ τούτοις ἀπερειδόμενος ἐπὶ τὴν τελευταίαν κατὰ | |
Hist.28.20.9 | πόλεμον Ἀντιόχου τοῦ πατρὸς ἔγκτησιν, ἐπὶ δὲ πᾶσιν ἐξαρνούμενος τὴν ὁμολογίαν, ἣν ἔφασαν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν γενέσθαι Πτολεμαίῳ τῷ νεωστὶ μετηλ‐ λαχότι πρὸς Ἀντίοχον τὸν ἐκείνου πατέρα, (δι)ότι δεῖ | |
5 | λαβεῖν αὐτὸν ἐν φερνῇ Κοίλην Συρίαν, ὅτ’ ἐλάμβανε | |
Hist.28.20.10 | Κλεοπάτραν τὴν τοῦ νῦν βασιλεύοντος μητέρα. πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς καὶ πείσας οὐ μόνον αὑτόν, ἀλλὰ καὶ τοὺς ἀπηντηκότας ὡς δίκαια λέγει, | |
Hist.28.20.11 | τότε μὲν διέπλευσεν εἰς τὴν Ναύκρατιν. χρησάμενος δὲ καὶ τούτοις φιλανθρώπως καὶ δοὺς ἑκάστῳ τῶν Ἑλλήνων τῶν κατοικούντων χρυσοῦν προῆγεν ἐπὶ τῆς | |
Hist.28.20.12 | Ἀλεξανδρείας. τοῖς δὲ πρεσβευταῖς τὴν ἀπόκρισιν ὑπέ‐ σχετο δώσειν, ὅταν οἱ περὶ τὸν Ἀριστείδην καὶ Θῆριν | |
Hist.28.20.13 | ἀνακάμψωσιν ὡς αὐτόν. ἐξαπεσταλκέναι γὰρ ἐκείνους ἔφη πρὸς τὸν Πτολεμαῖον, βούλεσθαι δὲ πάντων συν‐ ίστορας εἶναι καὶ μάρτυρας τοὺς ἀπὸ τῆς Ἑλλάδος πρεσβευτάς. — | |
Hist.28.21.1 | Ὅτι Εὐλαῖος ὁ εὐνοῦχος ἔπεισε Πτολεμαῖον ἀνα‐ λαβόντα τὰ χρήματα, τὴν βασιλείαν προιέμενον τοῖς | |
Hist.28.21.2 | ἐχθροῖς, ὑποχωρεῖν εἰς Σαμοθρᾴκην· ἐφ’ ἃ τίς οὐκ ἂν ἐπιστήσας ὁμολογήσειεν ὅτι μέγιστα κακὰ ποιοῦσιν αἱ | |
Hist.28.21.3 | κακαὶ συντροφίαι τοὺς ἀνθρώπους; τὸ γὰρ μηδ’, ἐκτὸς γενόμενον τῶν δεινῶν καὶ τοσοῦτον τόπον ἀπο‐ στάντα τῶν ἐχθρῶν, ὁρμῆσαι πρός τι τῶν καθηκόντων, ἄλλως τε καὶ τηλικαύτας ἀφορμὰς ἔχοντα καὶ τοιούτων | |
5 | τόπων κυριεύοντα καὶ τοσούτων πληθῶν, ἀλλ’ εὐθέως αὐτόθεν ἀκονιτὶ παραχωρῆσαι βασιλείας τῆς ἐπιφανεστά‐ της καὶ μακαριωτάτης, πῶς οὐκ ἄν τις εἶναι φήσειε ψυχῆς ἐκτεθηλυμμένης καὶ διεφθαρμένης ὁλοσχερῶς; | |
Hist.28.21.4 | ἣν εἰ μὲν συνέβαινε φύσει περὶ Πτολεμαῖον ὑπάρχειν, τὴν φύσιν ἔδει καταμέμψασθαι καὶ μηδενὶ τῶν ἐκτὸς | |
Hist.28.21.5 | αἰτίαν ἐπιφέρειν· ἐπειδὴ δὲ διὰ τῶν μετὰ ταῦτα πράξεων ἡ φύσις ὑπὲρ αὑτῆς ἀπελογήθη, δείξασα τὸν Πτολε‐ μαῖον καὶ στάσιμον ἱκανῶς καὶ γενναῖον ἐν τοῖς κιν‐ δύνοις ὑπάρχοντα, δῆλον ὡς εἰκότως ἄν τις τῆς τότε | |
5 | περὶ αὐτὸν γενομένης ἀγεννίας καὶ τῆς ὁρμῆς τῆς εἰς τὴν Σαμοθρᾴκην τὴν αἰτίαν ἐπὶ τὸν σπάδωνα καὶ τὴν τούτου συντροφίαν ἀναφέροι. — | |
Hist.28.22.1 | Ὅτι Ἀντίοχος μετὰ τὸ καταλιπεῖν Ἀλεξάνδρειαν | |
Hist.28.22.2 | πολιορκεῖν πρεσβευτὰς εἰς τὴν Ῥώμην ἐξέπεμπεν· οὗτοι | |
Hist.28.22.3 | δ’ ἦσαν Μελέαγρος, Σωσιφάνης, Ἡρακλείδης· συνθεὶς | |
ἑκατὸν καὶ πεντήκοντα τάλαντα, πεντήκοντα μὲν στέ‐ φανον Ῥωμαίοις, τὰ δὲ λοιπὰ τῶν χρημάτων εἰς δωρεάν τισιν τῶν κατὰ τὴν Ἑλλάδα πόλεων. — | ||
Hist.28.23.1 | Ὅτι κατὰ τὰς αὐτὰς ἡμέρας κατέπλευσαν ἐκ Ῥόδου πρέσβεις εἰς τὴν Ἀλεξάνδρειαν ἐπὶ τὰς διαλύσεις οἱ περὶ Πράξωνα καὶ μετ’ οὐ πολὺ παρῆσαν εἰς τὴν παρ‐ | |
Hist.28.23.2 | εμβολὴν πρὸς Ἀντίοχον. γενομένης δὲ τῆς ἐντεύξεως, πολλοὺς διετίθεντο λόγους, τήν τε τῆς ἰδίας πατρίδος εὔνοιαν προφερόμενοι πρὸς ἀμφοτέρας τὰς βασιλείας καὶ τὴν αὐτῶν τῶν βασιλέων ἀναγκαιότητα πρὸς ἀλλή‐ | |
5 | λους καὶ τὸ συμφέρον ἑκατέροις ἐκ τῆς διαλύσεως. | |
Hist.28.23.3 | ὁ δὲ βασιλεὺς ἔτι λέγοντα τὸν πρεσβευτὴν ἐπιτεμὼν | |
Hist.28.23.4 | οὐκ ἔφη προσδεῖσθαι πολλῶν λόγων. τὴν μὲν γὰρ βασιλείαν εἶναι Πτολεμαίου τοῦ πρεσβυτέρου, πρὸς δὲ τοῦτον καὶ διαλελύσθαι πάλαι καὶ φίλους ὑπάρχειν, καὶ νῦν βουλομένων τῶν ἐν τῇ πόλει κατάγειν τοῦτον | |
Hist.28.23.5 | μὴ κωλύειν Ἀντίοχον. καὶ δὴ πεποίηκεν. | |
Hist.29t1 | FRAGMENTA LIBRI XXIX. | |
Hist.29.1t | OLYMP. 152, 4. I. RES ITALIAE. | |
Hist.29.1.1 | Ἔφη γὰρ αὐτοὺς μίαν ἔχειν διατριβὴν καὶ παρὰ τὰς συνουσίας καὶ παρὰ τὰς ἐν τοῖς περιπάτοις ὁμιλίας διοικεῖν αὐτοὺς ἐν Ῥώμῃ καθημένους τὸν ἐν Μακεδονίᾳ πόλεμον, ποτὲ μὲν ἐπιτιμῶντας τοῖς ὑπὸ τῶν στρατηγῶν | |
5 | πραττομένοις, ποτὲ δὲ τὰ παραλειπόμενα διεξιόντας· | |
Hist.29.1.2 | ἐξ ὧν ὄνησιν μὲν οὐδέποτε γίνεσθαι τοῖς κοινοῖς πράγμασι, βλάβην δὲ πολλάκις καὶ ἐπὶ πολλῶν γε‐ γονέναι· καὶ ποτὲ δὲ τοὺς ἄρχοντας μεγάλα βλάπτεσθαι | |
Hist.29.1.3 | διὰ τὰς ἀκαίρους εὑρησιλογίας· πάσης γὰρ διαβολῆς ἐχούσης ὀξύ τι καὶ κινητικόν, ὅταν προκαταληφθῇ τὸ πλῆθος ἐκ τῆς συνεχοῦς λαλιᾶς, εὐκαταφρονήτους | |
γίνεσθαι τοῖς ἐχθροῖς. — | ||
Hist.29.2.1 | Ὅτι ἡ σύγκλητος πυνθανομένη τὸν Ἀντίοχον τῆς μὲν Αἰγύπτου κύριον γεγονέναι, τῆς δ’ Ἀλεξανδρείας | |
Hist.29.2.2 | παρ’ ὀλίγον, νομίζουσα πρὸς αὑτήν τι διατείνειν τὴν αὔξησιν τοῦ προειρημένου βασιλέως, κατέστησε | |
Hist.29.2.3 | πρεσβευτὰς τοὺς περὶ Γάιον Ποπίλιον, τόν τε πόλεμον λύσοντας καὶ καθόλου θεασομένους τὴν τῶν πραγμάτων | |
Hist.29.2.4 | διάθεσιν ποία τις ἐστίν. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν. | |
Hist.29.3t | II. BELLUM PERSICUM. | |
Hist.29.3.1 | Ὅτι παραγενομένων πρὸ τοῦ χειμῶνος τῶν περὶ τὸν Ἱππίαν, οὓς ἀπεστάλκει πρεσβευτὰς ὁ Περσεὺς πρὸς | |
Hist.29.3.2 | Γένθιον ὑπὲρ τῆς συμμαχίας, καὶ διασαφούντων ὅτι πρόθυμος ὁ βασιλεύς ἐστιν ἀναδέχεσθαι τὸν πρὸς Ῥω‐ μαίους πόλεμον, ἐὰν αὐτῷ δοθῇ τριακόσια τάλαντα καὶ | |
Hist.29.3.3 | πίστεις αἱ προσήκουσαι περὶ τῶν ὅλων, πυθόμενος ταῦτα καὶ κρίνων ἀναγκαίαν εἶναι τὴν Γενθίου κοινο‐ πραγίαν προεχειρίσατο Πάνταυχον, ἕνα τῶν πρώτων | |
Hist.29.3.4 | φίλων, καὶ τοῦτον ἐξαπέστειλε, δοὺς ἐντολὰς πρῶτον μὲν ὁμολογήσαντα περὶ τῶν χρημάτων ὅρκους καὶ δοῦναι καὶ λαβεῖν ὑπὲρ τῆς συμμαχίας, εἶτα τοὺς | |
ὁμήρους ἐξ αὐτῆς κἀκεῖνον πέμπειν, οὓς ἂν δοκῇ Παν‐ | ||
5 | ταύχῳ, καὶ παρ’ αὐτοῦ λαμβάνειν οὓς ἂν ἀποφήνῃ Γένθιος διὰ τῶν ἐγγράπτων, πρὸς δὲ τούτοις δια‐ τάξασθαι περὶ τῆς κομιδῆς τῶν τριακοσίων ταλάντων. | |
Hist.29.3.5 | ὁ δὲ Πάνταυχος ἐξ αὐτῆς ποιησάμενος τὴν ὁρμὴν καὶ παραγενόμενος εἰς Μετέωνα τῆς Λαβεάτιδος κἀνταῦθα συμμίξας τῷ Γενθίῳ ταχέως παρεστήσατο τὸν νεανίσκον πρὸς τὸ κοινωνεῖν τῷ Περσεῖ τῶν αὐτῶν ἐλπίδων. | |
Hist.29.3.6 | τμηθέντων δὲ τῶν ὁρκίων ὑπὲρ τῆς συμμαχίας καὶ καταγραφέντων, εὐθέως ὁ Γένθιος ἅμα τοὺς ὁμήρους ἔπεμπε τοὺς ὑπὸ τοῦ Πανταύχου καταγραφέντας καὶ σὺν τούτοις Ὀλυμπίωνα παραληψόμενον τοὺς | |
5 | ὅρκους καὶ τοὺς ὁμήρους παρὰ τοῦ Περσέως, ἑτέρους δὲ τοὺς περὶ τῶν χρημάτων ἕξοντας τὴν ἐπιμέλειαν. | |
Hist.29.3.7 | σὺν δὲ τοῖς προειρημένοις ἔπεισεν ὁ Πάνταυχος τὸν Γένθιον καὶ πρεσβευτὰς συνεξαποστέλλειν, οἵτινες ἅμα τοῖς παρὰ τοῦ Περσέως πεμπομένοις εἰς τὴν Ῥόδον πρεσβεύσουσιν ὑπὲρ τῆς κοινῆς συμμαχίας. | |
Hist.29.3.8 | τούτου (γὰρ) γενομένου, καὶ συνεμβάντων τῶν Ῥοδίων εἰς τὸν πόλεμον, τελέως εὐκαταγωνίστους ἐσομένους | |
Hist.29.3.9 | ἀπέφαινε τοὺς Ῥωμαίους. ὁ δὲ πεισθεὶς τοῖς παρα‐ καλουμένοις καὶ προχειρισάμενος Παρμενίωνα καὶ Μόρκον ἐξαπέστειλε, δοὺς ἐντολάς, ὅταν λάβωσιν τοὺς ὅρκους παρὰ τοῦ Περσέως καὶ τοὺς ὁμήρους, καὶ περὶ | |
5 | τῶν χρημάτων γένηται σύμφωνον, πρεσβεύειν εἰς τὴν | |
Ῥόδον. | ||
Hist.29.4.1 | Οὗτοι μὲν οὖν πάντες προῆγον εἰς τὴν Μακεδονίαν· ὁ δὲ Πάνταυχος μένων παρὰ πλευρὰν ὑπεμίμνησκεν καὶ παρώξυνε τὸν νεανίσκον πρὸς τὸ μὴ καθυστερεῖν ταῖς παρασκευαῖς, ἀλλ’ ἕτοιμον ὄντα προκαταλαμβάνειν | |
5 | καὶ τόπους καὶ πόλεις καὶ συμμάχους· μάλιστα δ’ αὐτὸν ἠξίου παρασκευάζεσθαι πρὸς τὴν κατὰ θάλατταν | |
Hist.29.4.2 | μάχην· τῶν γὰρ Ῥωμαίων εἰς τέλος ἀπαρασκεύων ὄν‐ των πρὸς τοῦτο τὸ μέρος κατά τε τοὺς περὶ τὴν Ἤπειρον καὶ τοὺς περὶ τὴν Ἰλλυρίδα τόπους, ἀκονιτὶ πᾶν τὸ προτεθὲν ἐπιτελεσθήσεσθαι δι’ αὐτοῦ καὶ τῶν | |
Hist.29.4.3 | ὑπ’ αὐτοῦ πεμπομένων. ὁ μὲν οὖν Γένθιος τούτοις τοῖς λόγοις ἀναπειθόμενος ἐγίνετο περί τε τὰς κατὰ | |
Hist.29.4.4 | γῆν καὶ κατὰ θάλατταν παρασκευάς. ὁ δὲ Περσεύς, παραγενομένων εἰς τὴν Μακεδονίαν τῶν πρεσβευτῶν παρὰ τοῦ Γενθίου καὶ τῶν ὁμηρευόντων, ὁρμήσας ἀπὸ τῆς περὶ τὸν Ἐλπειὸν ποταμὸν παρεμβολῆς μετὰ πάν‐ | |
5 | των τῶν ἱππέων ἀπήντα τοῖς προειρημένοις εἰς τὸ | |
Hist.29.4.5 | Δῖον, καὶ συμμίξας πρῶτον μὲν ἀπέδωκε τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας ἐναντίον πάντων (τῶν) ἱππέων· πάνυ γὰρ ἐβούλετο σαφῶς εἰδέναι τοὺς Μακεδόνας τὴν τοῦ Γενθίου κοινοπραγίαν, ἐλπίζων εὐθαρσεστέρους | |
5 | αὐτοὺς ὑπάρξειν, προσγενομένης ταύτης τῆς ῥο‐ | |
Hist.29.4.6 | πῆς. ἔπειτα δὲ τοὺς ὁμήρους παρελάμβανε καὶ παρ‐ εδίδου τοὺς ἑαυτοῦ τοῖς περὶ Ὀλυμπίωνα. ὧν ἦσαν ἐπιφανέστατοι Λιμναῖος ὁ Πολεμοκράτους καὶ Βάλα‐ | |
Hist.29.4.7 | κρος ὁ Πανταύχου. μετὰ δὲ ταῦτα τοὺς μὲν ἐπὶ τὰ χρήματα παρόντας εἰς Πέλλαν ἐξέπεμπεν, ὡς ἐκεῖ παραληψομένους, τοὺς δὲ πρεσβευτὰς τοὺς εἰς τὴν Ῥόδον εἰς Θετταλονίκην πρὸς Μητρόδωρον, συντάξας | |
5 | ἑτοίμους εἶναι πρὸς τὸν πλοῦν. ἔπεισε δὲ καὶ τοὺς | |
Hist.29.4.8 | Ῥοδίους συ(νε)μβαίνειν εἰς τὸν πόλεμον. ταῦτα δὲ διοικήσας Ἡροφῶντα μὲν ἐξέπεμψε πρεσβευτὴν πρὸς τὸν Εὐμένη, καὶ πρότερον ἤδη (δι)απεσταλμένον, | |
Hist.29.4.9 | Τηλέμναστον δὲ τὸν Κρῆτα πρὸς τὸν Ἀντίοχον, μὴ παρορᾶν τὸν καιρὸν μηδ’ ὑπολαμβάνειν πρὸς αὐτὸν μόνον ἀνήκειν τὴν ὑπερηφανίαν καὶ τὴν βαρύτητα | |
Hist.29.4.10 | τῶν Ῥωμαίων, σαφῶς δὲ γινώσκειν ὡς ἐὰν μὴ καὶ νῦν αὐτὸς συνεπιλαμβάνηται, μάλιστα μὲν διαλύων τὸν πόλεμον, εἰ δὲ μή, βοηθῶν, ταχέως πεῖραν λήψεται τῆς αὐτῆς ἑαυτῷ τύχης. — | |
Hist.29.5.1 | Ὑπὲρ ὧν ἔγωγε διηπόρηκα τί δεῖ ποιεῖν· τό τε γὰρ γράφειν κατὰ μέρος ὑπὲρ τοιούτων ἀκριβολογούμενον ἃ δι’ ἀπορρήτων πρὸς αὑτοὺς οἱ | |
βασιλεῖς ἔπραττον εὐεπίληπτον ἐφαίνετο καὶ τελέως | ||
Hist.29.5.2 | ἐπισφαλές, τό τε παρασιωπῆσαι πάλιν ὁλοσχερῶς τὸ δοκοῦν πραγματικώτατον ἐν τῷ πολέμῳ τούτῳ γεγονέναι, καὶ δι’ οὗ πολλὰ τῶν ὕστερον ἀπορουμένων γνωρίμους ἔσχε τὰς αἰτίας, τελέως τινὸς ἀργίας ἐδόκει μοι σημεῖον | |
Hist.29.5.3 | εἶναι καὶ τῆς πάσης ἀτολμίας· οὐ μὴν ἀλλὰ κατηνέχθην ἐπὶ τὸ γράφειν κεφαλαιωδῶς τὸ δοκοῦν, καὶ δι’ ὧν εἰκότων καὶ σημείων ἐπὶ ταύτης ἐγενόμην τῆς γνώμης, ὑπάρχων κατὰ τοὺς αὐτοὺς καιροὺς καὶ | |
5 | μᾶλλον ἑτέρων ἐκπληττόμενος ἕκαστα τῶν γενομένων. | |
Hist.29.6.1 | Ὅτι μὲν οὖν Κύδας ὁ Κρὴς στρατευόμενος παρ’ Εὐμένει καὶ τιμώμενος ὡς ἔνι μάλιστα, πρῶτον μὲν πρὸς Ἀμφίπολιν παραγενόμενος Χειμάρῳ, τινὶ τῶν σὺν Περσεῖ στρατευομένων (Κρητῶν), καὶ πάλιν πρὸς | |
5 | Δημητριάδι συνεγγίσας τῷ τείχει *** ἐκοινολογεῖτο τὸ μὲν πρῶτον Μενεκράτει, τὸ δὲ δεύτερον Ἀντι‐ | |
Hist.29.6.2 | μάχῳ, *** εἴρηται· καὶ μὴν ὅτι δὶς Ἡροφῶν *** ἐπρέσβευσε πρὸς Εὐμένη παρὰ Περσέως, καὶ διὰ τοῦτο Ῥωμαίων οἱ πλείους ὑποψίαν ἔσχον (οὐκ) ἀπίθανον περὶ τοῦ βασιλέως Εὐμένους, δῆλον ἐκ τῶν περὶ | |
Hist.29.6.3 | Ἄτταλον συμβάντων· τῷ μὲν γὰρ συνεχώρησαν καὶ παραγενέσθαι πρὸς σφᾶς εἰς τὴν Ῥώμην ἐκ τοῦ Βρεν‐ τεσίου καὶ χρηματίσαι περὶ ὧν προῃρεῖτο, καὶ τέλος ἀποκρίσεις δόντες αὐτῷ φιλανθρώπους ἀπέστειλαν, | |
5 | (οὐδὲν οὔτε) πρότερον οὔτε κατὰ τὸν (πρὸς) Περσέα | |
Hist.29.6.4 | πόλεμον ἀξιόλογον αὐτοῖς συνηργηκότα· (τὸν) Εὐμένη δὲ τὰς μεγίστας χρείας σφίσι παρεσχημένον καὶ πλεῖστα συνηργηκότ’ ἔν τε τοῖς πρὸς Ἀντίοχον καὶ κατὰ τὸν (πρὸς) Περσέα πόλεμον οὐ μόνον τῆς εἰς τὴν Ῥώμην | |
5 | ἀναβάσεως ἐκώλυσαν, ἀλλὰ καὶ προσέταξαν μέσου χειμῶνος ὄντος ἐν ἡμέραις τακταῖς ἐκχωρεῖν ἐξ Ἰταλίας. | |
Hist.29.6.5 | ἐξ ὧν ὅτι μὲν γέγονέ τις ἐπιπλοκὴ τῷ Περσεῖ πρὸς τὸν Εὐμένη, δι’ ἣν ἐπὶ τοσοῦτον ἠλλοτριώθησαν πρὸς | |
Hist.29.6.6 | αὐτὸν Ῥωμαῖοι, προφανὲς ἐκ τῶν εἰρημένων· τίς δ’ | |
Hist.29.7.1 | αὕτη καὶ μέχρι τίνος προύβη πάρεστι σκοπεῖν. ὅτι μὲν οὖν Εὐμένης οὐκ ἂν ἠβουλήθη Περσέα κρατῆσαι τῷ πολέμῳ καὶ γενέσθαι κύριον τῶν ὅλων, εὐχερὲς | |
Hist.29.7.2 | καταμαθεῖν· χωρὶς γὰρ τῆς πατρικῆς ἀλλοτριότητος καὶ δυσμενείας, ἣν εἶχον πρὸς ἀλλήλους, καὶ τὸ τῆς ἀρχῆς ὁμογενὲς ἱκανὸν ἦν ἀπιστίαν καὶ ζηλοτυπίαν καὶ καθόλου τὴν μεγίστην ἀλλοτριότητα παρασκευάζειν | |
Hist.29.7.3 | ἐν αὐτοῖς· λοιπὸν ἦν ἐξαπατᾶν καὶ στρατηγεῖν ἀλλή‐ | |
Hist.29.7.4 | λους δι’ ἀπορρήτων· ὅπερ ἐποίουν ἀμφότεροι. θεωρῶν (γὰρ) Εὐμένης δυσπαθοῦντα καὶ συγκλειόμενον τὸν Περσέα πανταχόθεν καὶ πᾶν τὸ (παραγγελλόμενον) ἐπιδεχόμενον χάριν τοῦ τὸν πόλεμον διαλύσασθαι καὶ | |
5 | διαπεμπόμενον ὑπὲρ τούτων πρὸς τοὺς στρατηγοὺς | |
Hist.29.7.5 | καθ’ ἕκαστον ἔτος, τοὺς δὲ Ῥωμαίους ὡσαύτως δυσ‐ χρηστουμένους τοῖς ὅλοις διά τε τὸ μηδὲν προκόπτειν ἐν τῷ πολέμῳ μέχρι τῆς Παύλου στρατηγίας καὶ διὰ | |
Hist.29.7.6 | τὸ τοὺς κατὰ τὴν Αἰτωλίαν μετεώρους ὑπάρχειν, ὑπέ‐ λαβεν οὐκ ἀδύνατον εἶναι τὸ συγκαταβῆναι Ῥωμαίους | |
Hist.29.7.7 | εἰς ἐξαγωγὴν τοῦ πολέμου καὶ διάλυσιν· πρὸς δὲ τὸ μεσιτεῦσαι ταῦτα καὶ συναγαγεῖν ἐνόμισεν αὑτὸν ἐπι‐ | |
Hist.29.7.8 | τηδειότατον εἶναι. ταῦτα δὲ συλλογισάμενος ἐφ’ ἑαυτοῦ κατεπείραζε τοῦ Περσέως διὰ Κύδα τοῦ Κρητὸς τῷ πρότερον ἔτει πόσου βούλοιτ’ ἂν ὠνήσασθαι τὴν ἐλ‐ | |
Hist.29.8.1 | πίδα ταύτην. ἡ μὲν οὖν καταρχὴ τῆς πρὸς ἀλλήλους | |
Hist.29.8.2 | ἐπιπλοκῆς δοκεῖ μοι διὰ ταῦτα γεγονέναι· δυεῖν δὲ συγκρινομένων, τοῦ μὲν πανουργοτάτου δοκοῦντος εἶναι, τοῦ δὲ φιλαργυρωτάτου, γελοίαν συνέβαινε | |
Hist.29.8.3 | γίνεσθαι τὴν διαμάχην αὐτῶν. ὁ μὲν γὰρ Εὐμένης | |
πᾶσαν ἐλπίδα προύτεινε καὶ πᾶν γένος δελέατος ὑπερ‐ ρίπτει, πεπεισμένος θηρεύσειν τὸν Περσέα ταῖς ἐπαγ‐ | ||
Hist.29.8.4 | γελίαις· ὁ δὲ Περσεὺς μακρόθεν ὥρμα πρὸς τὰ προ‐ τεινόμενα καὶ συνετίθετο, καταπιεῖν δὲ τῶν λεγομένων οὐδὲν οἷός τ’ ἦν ἐπὶ τοσοῦτον ὥστε καὶ προέσθαι τι | |
Hist.29.8.5 | τῶν αὑτοῦ. τὸ δὲ γένος τῶν παλαισμάτων ἦν τοιοῦτον. ὁ μὲν γὰρ Εὐμένης ᾔτει τοῦ μὲν ἡσυχίαν ἔχειν κατὰ τὸ τέταρτον ἔτος καὶ μὴ συστρατεῦσαι Ῥωμαίοις μήτε κατὰ γῆν μήτε κατὰ θάλατταν πεντα‐ | |
5 | κόσια τάλαντα, τοῦ δὲ διαλῦσαι τὸν πόλεμον χίλια πεντακόσια, καὶ τούτων ὁμήρους δώσειν κατὰ τάχος | |
Hist.29.8.6 | ὑπισχνεῖτο καὶ πίστεις. ὁ δὲ Περσεὺς ἐδέχετο περὶ τῶν ὁμήρων καὶ πόσα καὶ πότε πέμπεσθαι καὶ πῶς | |
Hist.29.8.7 | δεήσει ταῦτα τηρεῖσθαι παρὰ τοῖς Κνωσίοις· περὶ δὲ τῶν χρημάτων ὑπὲρ μὲν τῶν πεντακοσίων ταλάντων αἰσχρὸν ἔφησεν εἶναι καὶ τῷ διδόντι καὶ μᾶλλον ἔτι τῷ λαμβάνοντι τὸ δοκεῖν μισθοῦ τὴν ἡσυχίαν ἔχειν, | |
5 | τὰ δὲ χίλια καὶ πεντακόσια πέμψειν φέροντας ἔφη τοὺς περὶ Πολεμοκράτην εἰς Σαμοθρᾴκην κἀκεῖ μεσιτεύσειν. τῆς δὲ Σαμοθρᾴκης αὐτὸς ἦν κύριος· | |
Hist.29.8.8 | ὁ δ’ Εὐμένης σπουδάζων, καθάπερ οἱ μοχθηροὶ τῶν ἰατρῶν, περὶ τὸ πρόδομα μᾶλλον ἢ περὶ τὸν μισθὸν | |
τέλος ἀπέστη τῆς ἐπιβολῆς, ἀδυνατήσας καταγωνίσασθαι τῇ σφετέρᾳ πανουργίᾳ τὴν τοῦ Περσέως μικρολογίαν. | ||
Hist.29.8.9 | καὶ δὴ τῷ τοιούτῳ τρόπῳ ποιήσαντες ἱερὸν τὸν στέ‐ φανον τῆς φιλαργυρίας διελύθησαν ἐπ’ ἴσης, καθάπερ | |
Hist.29.8.10 | ἀγαθοὶ παλαισταί. τούτων δ’ ἔνια μὲν (ἐξ)ερρύη παρ’ αὐτὸν τὸν καιρόν, ἔνια δὲ μετ’ ὀλίγον εἰς τοὺς παρα‐ κειμένους τῷ Περσεῖ φίλους, παρ’ ὧν ἡμῖν ἐξεποίησε πυθέσθαι διότι πάσης κακίας ὡσανεὶ πατταλεῖόν ἐστιν | |
5 | ἡ φιλαργυρία. | |
Hist.29.9.1 | Προστίθημι δ’ ἔτι παρ’ ἐμαυτοῦ τοσοῦτον, μὴ καὶ | |
Hist.29.9.2 | μωροποιεῖσθαι συμβαίνει τὴν φιλαργυρίαν. τίς γὰρ οὐκ ἂν ἐπισημήναιτο τὴν ἄγνοιαν ἀμφοτέρων τῶν βασιλέων, Εὐμένους μέν, κατὰ τίνα λόγον ἤλπισε τηλι‐ καύτης ἀλλοτριότητος ὑπαρχούσης πιστευθήσεσθαι καὶ | |
5 | προσλήψεσθαι τοσοῦτο πλῆθος χρημάτων, μηδεμίαν δυνάμενος ἱκανὴν πίστιν παρασχέσθαι τῷ Περσεῖ τῆς | |
Hist.29.9.3 | κομιδῆς τούτων, ἐὰν μὴ βεβαιοῖ τὰς ὑποσχέσεις; πῶς δὲ λαβὼν τοσοῦτο πλῆθος χρημάτων ὑπέλαβε λήσειν | |
Hist.29.9.4 | Ῥωμαίους; εἰ γὰρ καὶ κατὰ τὸ παρόν, οὐκ ἂν ἔν γε | |
Hist.29.9.5 | τῷ μετὰ ταῦτα χρόνῳ διέλαθε. λοιπὸν ἔδει πάντως ἀντὶ τῶν διδομένων χρημάτων ἀλλάξασθαι τὴν πρὸς Ῥωμαίους διαφοράν, δι’ ἣν ἔμελλε καὶ τῶν ληφθέντων χρημάτων ἅμα καὶ τῆς ἀρχῆς, σχεδὸν δὲ καὶ τοῦ βίου | |
Hist.29.9.6 | στερήσεσθαι, πολέμιος φανεὶς Ῥωμαίοις. εἰ γὰρ καὶ νῦν μηδὲν πράξας, ἐπινοήσας δὲ μόνον εἰς τοὺς μεγίστους ἦλθε κινδύνους, τί ποτε παθεῖν αὐτῷ προσῆκεν ἐπὶ τέλος ἀχθείσης τῆς προειρημένης πρά‐ | |
Hist.29.9.7 | ξεως; τοῦ δὲ Περσέως πάλιν τίς οὐκ ἂν θαυμάσειε πῶς ἄλλο τι συμφορώτερον ἢ προυργιαίτερον ἐνόμισε τοῦ δοῦναι τὰ χρήματα καὶ καταπιεῖν ἐᾶσαι (τὸν) | |
Hist.29.9.8 | Εὐμένη τὸ δέλεαρ; εἰ μὲν γὰρ συνήργησέ τι τῶν κατὰ τὰς ἐπαγγελίας καὶ διέλυσε τὸν πόλεμον, εἰς καλὸν ἡ | |
Hist.29.9.9 | δόσις. εἰ δὲ ταύτης διεψεύσθη τῆς ἐλπίδος, εἴς γε τὴν πρὸς Ῥωμαίους ἔχθραν ὁμολογουμένως ἂν αὐτὸν ἐμβεβλήκει· τοῦ γὰρ εἰς τὸ μέσον ἐνεγκεῖν ταῦτα | |
Hist.29.9.10 | κύριος ὑπῆρχεν αὐτός. πόσου δὲ τοῦτ’ ἄξιον Περσεῖ καὶ κατορθοῦντι τῷ πολέμῳ καὶ πταίοντι, ῥᾴδιον συλ‐ | |
Hist.29.9.11 | λογίσασθαι· πάντων γὰρ τῶν συμβάντων κακῶν αἴτιον ἐνόμιζεν Εὐμένη γεγονέναι, ὃν οὐκ ἂν ἠδυνήθη κατ’ οὐδένα τρόπον ἀμύνασθαι βέλτιον ἢ πολέμιον ποιήσας | |
Hist.29.9.12 | Ῥωμαίοις. τίς οὖν αἰτία τῆς οὕτως ἐκφανοῦς ἀλο‐ γιστίας; φιλαργυρία· τί γὰρ ἂν ἄλλο τις εἴπειεν; ὁ μὲν γὰρ χάριν τοῦ λαβεῖν τὰ μὴ καθήκοντα πάντα παρ‐ εώρα τἄλλα καὶ πάντ’ ἀνεδέχετο ποιήσειν, ὁ δὲ τοῦ μὴ | |
5 | δοῦναι πάντα παθεῖν καὶ πᾶν ὑπεριδεῖν ὑπέμενεν. | |
Hist.29.9.13 | ἀκολούθως δὲ τούτοις Περσεὺς καὶ τὰ πρὸς Γαλάτας καὶ τὰ πρὸς Γένθιον *** — | |
Hist.29.10.1 | Ὅτι προτεθείσης χειροτονίας τοῖς Ῥοδίοις, ἐνίκων οἷς ἤρεσκε πέμπειν τοὺς πρεσβευτὰς ὑπὲρ | |
Hist.29.10.2 | τῶν διαλύσεων. καὶ τὴν μὲν Ῥοδίων ἀντιπολιτείαν τοῦτον τὸν τρόπον [ὡς ἐν τῷ περὶ δημηγορίας τέθει‐ | |
Hist.29.10.3 | ται] διέκρινε τὸ διαβούλιον, ἐν ᾧ πλεῖον ἐφάνησαν ἰσχύοντες οἱ τὰ τοῦ Περσέως αἱρούμενοι τῶν σῴζειν | |
Hist.29.10.4 | σπουδαζόντων τὴν πατρίδα καὶ τοὺς νόμους. οἱ δὲ πρυτάνεις παραχρῆμα πρεσβευτὰς κατέστησαν τοὺς διαλύσοντας τὸν πόλεμον, εἰς μὲν τὴν Ῥώμην Ἁγέ‐ πολιν, Διοκλῆ, Κλινόμβροτον, πρὸς δὲ τὸν στρατηγὸν | |
5 | καὶ Περσέα Δάμωνα, Νικόστρατον, Ἁγησίλοχον, Τήλε‐ | |
Hist.29.10.5 | φον. τούτῳ δ’ ἑξῆς τὸ συνεχὲς ἐξειργάζοντο καὶ προσ‐ ετίθεσαν, ποιοῦντες ἀναπολόγητον τὴν ἁμαρτίαν· | |
Hist.29.10.6 | εὐθέως γὰρ εἰς τὴν Κρήτην ἔπεμπον πρεσβευτὰς τοὺς ἀνανεωσομένους πρὸς πάντας Κρηταιεῖς τὰ ὑπάρχοντα φιλάνθρωπα καὶ παρακαλέσοντας βλέπειν τοὺς καιροὺς καὶ τὴν περίστασιν καὶ συμφρονεῖν τῷ δήμῳ καὶ τὸν | |
Hist.29.10.7 | αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον, ὁμοίως δὲ καὶ κατ’ ἰδίαν πρὸς τὰς πόλεις ὑπὲρ τῶν αὐτῶν δια‐ λεχθησομένους. — | |
Hist.29.11.1 | Ὅτι τῶν περὶ τὸν Παρμενίωνα καὶ Μόρκον, τῶν παρὰ τοῦ Γενθίου, καὶ σὺν τούτοις τοῦ Μητροδώρου παραγενομένων εἰς τὴν Ῥόδον, καὶ συναχθείσης τῆς | |
Hist.29.11.2 | βουλῆς, παντάπασιν θορυβώδης ἦν ἐκκλησία, τῶν μὲν περὶ τὸν Δείνωνα (καὶ Πολυάρατον) φανερῶς ἤδη τολμώντων λέγειν τὰ τοῦ Περσέως, τῶν δὲ περὶ Θε‐ | |
Hist.29.11.3 | αίδητον καταπεπληγμένων τὰ συμβαίνοντα· καὶ γὰρ ἡ τῶν λέμβων παρουσία καὶ τὸ πλῆθος τῶν ἀπο‐ λωλότων ἱππέων καὶ *** ἡ τοῦ Γενθίου μετάθεσις | |
Hist.29.11.4 | συνέτριβεν αὐτούς. διὸ καὶ τὸ πέρας τῆς ἐκκλησίας | |
Hist.29.11.5 | ἀκόλουθον ἐγενήθη τοῖς προειρημένοις· ἔδοξε γὰρ τοῖς Ῥοδίοις ἀποκριθῆναι φιλανθρώπως ἀμφοτέροις τοῖς βασιλεῦσι καὶ διασαφεῖν ὅτι δέδοκται διαλύειν αὐτοῖς τὸν πόλεμον καὶ παρακαλεῖν κἀκείνους εὐδιαλύτους | |
Hist.29.11.6 | ὑπάρχειν. ἐδέξαντο δὲ καὶ τοὺς πρεσβευτὰς ἐπὶ τὴν κοινὴν ἑστίαν τοὺς παρὰ τοῦ Γενθίου μετὰ πολλῆς φιλανθρωπίας. — | |
Hist.29.12.1 | *** πάλιν ἕτεροι περὶ τοῦ Συριακοῦ πολέ‐ μου· τούτου δ’ αἴτιόν ἐστιν ὅπερ ἡμῖν εἴρηται | |
Hist.29.12.2 | διὰ πλειόνων. ὅταν γὰρ ἁπλᾶς καὶ μονοειδεῖς λαβόν‐ τες ὑποθέσεις βούλωνται μὴ τοῖς πράγμασιν, ἀλλὰ τῷ πλήθει τῶν βύβλων ἱστοριογράφοι νομίζεσθαι καὶ τὴν τοιαύτην ἐφέλκεσθαι φαντασίαν, ἀναγκαῖόν ἐστι τὰ | |
Hist.29.12.3 | μὲν μικρὰ μεγάλα ποιεῖν, τὰ δὲ βραχέως εἰρημένα διασκευάζειν καὶ λογοποιεῖν, ἔνια δὲ τῶν ἐν παρέργῳ πεπραγμένων ἔργα καὶ πράγματα κατασκευάζειν, ἀγῶνας διατιθεμένους καὶ παρατάξεις ἐξαγγέλλοντας, ἐν αἷς | |
5 | ἐνίοτε πεζοὶ μὲν ἔπεσον δέκα, ποτὲ (δὲ) μικρῷ πλείους, | |
Hist.29.12.4 | ἱππεῖς δ’ ἔ(τι) τούτων ἐλάττους. πολιορκίας μὲν γὰρ καὶ τοπογραφίας καὶ τὰ παραπλήσια τούτοις οὐκ ἂν εἴποι τις ἀξίως ἐφ’ ὅσον ἐξεργάζονται διὰ τὴν ἀπορίαν | |
Hist.29.12.5 | τῶν πραγμάτων. περὶ δὲ τοὺς τὰ καθόλου γράφον‐ | |
Hist.29.12.6 | τας ἐναντίος ἐστὶν ὁ τρόπος· διόπερ οὐ χρὴ κατα‐ γινώσκειν ὡς ἡμῶν ἐπισυρόντων τὰς πράξεις, ὅταν τὰ παρ’ ἐνίοις πολλοῦ τετευχότα λόγου καὶ διασκευῆς ἡ̣μ̣ε̣ῖ̣ς̣ ποτὲ μὲν παραλείπωμεν, ποτὲ δὲ βραχέως ἐξ‐ | |
5 | αγγέλλωμεν, ἀλλὰ πιστεύειν ὅτι τὸν καθήκοντα λόγον | |
Hist.29.12.7 | ἑκάστοις ἀποδίδομεν. ἐκεῖνοι μὲν γὰρ ὅταν ἐν τῇ συμπάσῃ πραγματείᾳ λόγου χάριν Φανοτείας καὶ Κορωνείας καὶ .. ε .. οῦ πολιορκίαν γράφω‐ σιν, ἀναγκάζονται πάσας τὰς τῆς πολιορκίας ἐπινοίας | |
Hist.29.12.8 | καὶ τόλμας καὶ διαθέσεις ἐκτίθεσθαι, πρὸς δὲ τούτοις *** Τάραντος κατάληψιν, Κορίνθου [πολιορκίαν], Σάρδεων, Γάζης, Βάκτρων, ἐπὶ πᾶσι Καρχηδόνος πολιορκίαν διατρίβειν καὶ προστιθέναι παρ’ αὑτῶν, | |
5 | ἀλλ’ οὐ παντάπασιν εὐδοκεῖν ἐὰν ψιλῶς περὶ τῶν τοιούτων αὐτὸν τὸν ἀληθῆ καὶ κύριον ἀποδιδῶμεν | |
Hist.29.12.9 | λόγον. ἡ δ’ αὐτὴ καὶ περὶ παρατάξεων ἡμῖν ἔστω καὶ δημηγοριῶν ἀπόφασις, παραπλησίως δὲ καὶ τῶν | |
Hist.29.12.10 | ἄλλων μερῶν τῆς ἱστορίας· ἐν οἷς ἅπασι πολλῆς ἂν | |
δικαίως τυγχάνοιμεν συγγνώμης, ὁμοίως δὲ καὶ περὶ τῶν λέγεσθαι μελλόντων, . οι̣ον ει τ̣ .. φανείημεν ἢ λήμμασι χρώμενοι τοῖς αὐτοῖς ἢ χειρισμῷ πραγμάτων | ||
Hist.29.12.11 | ἢ τοῖς τῆς λέξεως ῥήμασι· πρὸς δὲ τούτοις ἐάν που παραπίπτωμεν (ἐν) ὀνομασίαις ὀρῶν ἢ ποταμῶν ἢ τό‐ πων ἰδιότησι· τὸ γὰρ μέγεθος τῆς πραγματείας ἱκανόν ἐστιν ἡμᾶς ἐν ἅπασι τούτοις παραιτεῖσθαι· | |
Hist.29.12.12 | πλὴν ἐάν που κατὰ πρόθεσιν ἢ (κέρδους) τινὸς ἕνεκεν εὑρισκώμεθα ψευδογραφοῦντες· τοῦτο γὰρ οὐ παραι‐ τούμεθα, καθάπερ ἤδη καὶ πλεονάκις ἐν τῇ πραγματείᾳ περὶ τούτου τοῦ μέρους διεστάλμεθα. — | |
Hist.29.13.1 | Ἐν δὲ τῇ ἐνάτῃ καὶ εἰκοστῇ ὁ αὐτὸς Γένθιόν φησι τὸν τῶν Ἰλλυριῶν βασιλέα διὰ τὴν πολυποσίαν πολλὰ ποιεῖν ἀσελγῆ κατὰ τὸν βίον, νύκτωρ τε αἰεὶ | |
Hist.29.13.2 | καὶ μεθ’ ἡμέραν μεθύοντα· ἀποκτείναντα δὲ καὶ Πλά‐ τορα τὸν ἀδελφόν, γαμεῖν μέλλοντα τὴν Μονουνίου θυγατέρα, αὐτὸν γῆμαι τὴν παῖδα καὶ ὠμῶς χρῆσθαι τοῖς ἀρχομένοις. — | |
Hist.29.14.1 | Πρῶτος δὲ τῶν παρόντων ὁ Νασικᾶς ἐπι‐ | |
καλούμενος Σκιπίων, γαμβρὸς Ἀφρικανοῦ Σκι‐ πίωνος, ὕστερον δὲ μέγιστον ἐν τῇ συγκλήτῳ δυνηθείς, | ||
Hist.29.14.2 | ὑπεδέξατο τῆς κυκλώσεως ἡγεμὼν γενέσθαι. δεύτερος δὲ Φάβιος Μάξιμος ὁ πρεσβύτατος τῶν Αἰμιλίου παίδων, | |
Hist.29.14.3 | ἔτι μειράκιον ὤν, ἀνέστη προθυμούμενος. ἡσθεὶς οὖν ὁ Αἰμίλιος δίδωσιν αὐτοῖς οὐχ ὅσους Πολύβιος εἴρηκεν, ἀλλ’ ὅσους αὐτὸς ὁ Νασικᾶς λαβεῖν φησι, γεγραφὼς περὶ τῶν πράξεων τούτων ἐπιστόλιον πρός τινα τῶν | |
5 | βασιλέων. — | |
Hist.29.14.4 | Τῇ δυνάμει τῆς πάρμης καὶ τῶν Λιγυστικῶν θυ‐ ρεῶν ἀντεῖχον ἐρρωμένως οἱ Ῥωμαῖοι. — | |
Hist.29.15.1 | Τῷ δὲ Περσεῖ τὸν Αἰμίλιον ἀτρεμοῦντα κατὰ χώραν ὁρῶντι καὶ μὴ λογιζομένῳ τὸ γινόμενον, ἀποδρὰς ἐκ τῆς ὁδοῦ Κρὴς αὐτόμολος ἧκε μηνύων τὴν | |
Hist.29.15.2 | περίοδον τῶν Ῥωμαίων. ὁ δὲ συνταραχθεὶς τὸ μὲν στρατόπεδον οὐκ ἐκίνησε, μυρίους δὲ μισθοφόρους ξένους καὶ δισχιλίους Μακεδόνας Μίλωνι παραδοὺς ἐξαπέστειλε, παρακελευσάμενος ταχῦναι καὶ καταλαβεῖν τὰς ὑπερ‐ | |
Hist.29.15.3 | βολάς. τούτοις ὁ μὲν Πολύβιος φησιν ἔτι κοιμωμένοις ἐπιπεσεῖν τοὺς Ῥωμαίους, ὁ δὲ Νασικᾶς ὀξὺν ἀγῶνα περὶ τοῖς ἄκροις γενέσθαι καὶ κίνδυνον. — | |
Hist.29.16.1 | Πολύβιος· ὅτι τῆς σελήνης ἐκλειπούσης ἐπὶ Περ‐ σέως τοῦ Μακεδόνος ἐκράτησεν ἡ φήμη παρὰ τοῖς | |
Hist.29.16.2 | πολλοῖς ὅτι βασιλέως ἔκλειψιν σημαίνει. καὶ τοῦτο | |
τοὺς μὲν Ῥωμαίους εὐθαρσεστέρους ἐποίησε, τοὺς δὲ | ||
Hist.29.16.3 | Μακεδόνας ἐταπείνωσε ταῖς ψυχαῖς. οὕτως ἀληθές ἐστι τὸ περιφερόμενον ὅτι πολλὰ κενὰ τοῦ πολέμου. — | |
Hist.29.17.1 | Λεύκιος δὲ ὁ ὕπατος οὐχ ἑωρακὼς φάλαγγα τὸ παράπαν ἀλλὰ τότε πρῶτον ἐπὶ τοῦ Περσέως πρός τινας πολλάκις ἀνθωμολογεῖτο τῶν ἐν τῇ Ῥώμῃ μετὰ ταῦτα μηδὲν ἑωρακέναι φοβερώτερον καὶ δεινό‐ | |
5 | τερον φάλαγγος Μακεδονικῆς, καίτοι γε πολλοὺς οὐ μόνον θεασάμενος ἀλλὰ καὶ χειρισάμενος ἀγῶνας, εἰ καί τις ἄλλος. — | |
Hist.29.17.2 | Ὅτι πολλὰ τῶν ἐπινοημάτων κατὰ μὲν τὸν λόγον φαίνεται πιθανὰ καὶ δυνατά, παραγενόμενα δ’ εἰς τὴν χρείαν, καθάπερ τὰ κίβδηλα τῶν νομισμάτων εἰς τὸ πῦρ, οὐκέτι ποιεῖ τἀκόλουθον ταῖς πρώταις | |
5 | ἐπινοίαις. — | |
Hist.29.17.3 | Πολύβιος· ὁ δὲ Περσεὺς μίαν ἔχων πρόληψιν ἢ νικᾶν ἢ θνήσκειν, τότε οὐχ ὑπέμεινε τῇ ψυχῇ ἀλλ’ ἀπεδειλία, καθάπερ οἱ προόπται τῶν ἱππέων. — | |
Hist.29.17.4 | Πολύβιος· ὁ δὲ Περσεὺς προσαγόμενος τὸν χρό‐ νον καὶ τὸν πόνον ἐξελύετο τῇ ψυχῇ, καθάπερ οἱ | |
καχεκτοῦντες τῶν ἀθλητῶν· ὅτε γὰρ τὸ δεινὸν ἐγγίζοι καὶ δέοι κρίνεσθαι περὶ τῶν ὅλων, οὐχ ὑπέ‐ | ||
5 | μεινε τῇ ψυχῇ. — | |
Hist.29.18.1 | Ὁ δὲ τῶν Μακεδόνων βασιλεύς, ὥς φησι Πο‐ λύβιος, τῆς μάχης ἀρχὴν λαμβανούσης ἀποδειλιάσας εἰς πόλιν ἀφιππάσατο, σκηψάμενος Ἡρακλεῖ θύειν, δειλὰ παρὰ δειλῶν ἱερὰ μὴ δεχομένῳ μηδ’ εὐχὰς | |
5 | ἀθεμίτους ἐπιτελοῦντι. — | |
Hist.29.19.1 | Ὅτι κατὰ τὸν καιρόν, ἐν ᾧ Περσεὺς ἡττηθεὶς ἀνεδίδρασκεν, ἔδοξε τῇ συγκλήτῳ τοὺς παρὰ τῶν Ῥοδίων πρεσβευτὰς παραγεγονότας ὑπὲρ τοῦ διαλύειν | |
Hist.29.19.2 | τὸν πρὸς Περσέα πόλεμον προσκαλέσασθαι, τῆς τύχης ὥσπερ ἐπίτηδες ἀναβιβαζούσης ἐπὶ σκηνὴν τὴν τῶν Ῥοδίων ἄγνοιαν, εἰ χρὴ Ῥοδίων λέγειν, ἀλλὰ μὴ τῶν ἐπιπολασάντων ἀνθρώπων τότε κατὰ τὴν Ῥόδον. | |
Hist.29.19.3 | οἱ δὲ περὶ τὸν Ἁγέπολιν εἰσπορευθέντες ἐλθεῖν μὲν | |
ἔφασαν διαλύσοντες τὸν πόλεμον· τὸν γὰρ δῆμον τῶν Ῥοδίων, ἑλκομένου τοῦ πολέμου καὶ πλείω χρόνον, θεωροῦντα διότι πᾶσιν μὲν τοῖς Ἕλλησιν ἀλυσιτελὴς | ||
5 | καὶ αὐτοῖς δὲ Ῥωμαίοις διὰ τὸ μέγεθος τῶν δαπανη‐ | |
Hist.29.19.4 | μάτων, ἐλθεῖν ἐπὶ ταύτην τὴν γνώμην· νῦν δὲ λελυ‐ μένου τοῦ πολέμου κατὰ τὴν τῶν Ῥοδίων βούλησιν συγχαίρειν αὐτοῖς. ταῦτα μὲν οὖν οἱ περὶ τὸν Ἁγέ‐ | |
Hist.29.19.5 | πολιν εἰπόντες βραχέως ἐπανῆλθον. ἡ δὲ σύγκλητος χρωμένη τῷ καιρῷ καὶ βουλομένη παραδειγματίσαι τοὺς Ῥοδίους ἀπόκρισιν ἐξέβαλεν, ἧς ἦν τὰ συνέχοντα | |
Hist.29.19.6 | ταῦτα, διότι τὴν πρεσβείαν ταύτην οὔτε τῶν Ἑλλήνων ἕνεκεν ὑπολαμβάνουσιν ἐσταλκέναι τοὺς Ῥοδίους οὔθ’ | |
Hist.29.19.7 | ἑαυτῶν, ἀλλὰ Περσέως. εἰ μὲν γὰρ τῶν Ἑλλήνων χάριν ἐπρέσβευον, ἐκεῖνον οἰκειότερον εἶναι τὸν καιρόν, ὅτε Περσεὺς τὴν τῶν Ἑλλήνων χώραν ἐπόρθει καὶ τὰς πόλεις, στρατοπεδεύων μὲν ἐν Θετταλίᾳ σχεδὸν | |
Hist.29.19.8 | ἐπὶ δύ’ ἐνιαυτοὺς *** τὸ δὲ παρέντας ἐκεῖνον τὸν καιρὸν νῦν παρεῖναι σπουδάζοντας διαλύειν τὸν πόλε‐ μον, ὅτε παρεμβεβληκότων τῶν ἡμετέρων στρατοπέδων εἰς Μακεδονίαν συγκεκλεισμένος ὁ Περσεὺς ὀλίγας | |
Hist.29.19.9 | παντάπασιν ἐλπίδας εἶχε τῆς σωτηρίας, προφανὲς εἶναι τοῖς ὀρθῶς σκοπουμένοις διότι τὰς πρεσβείας ἐξέπεμ‐ | |
ψαν οὐ διαλύειν ἐθέλοντες τὸν πόλεμον, ἀλλ’ ἐξελέσθαι | ||
Hist.29.19.10 | τὸν Περσέα καὶ σῶσαι, καθ’ ὅσον εἰσὶν δυνατοί. δι’ ἃς αἰτίας οὔτ’ εὐεργετεῖν οὔτε φιλανθρώπως αὐτοῖς | |
Hist.29.19.11 | ἀποκρίνεσθαι κατὰ τὸ παρὸν ὀφείλειν ἔφασαν. ταῦτα μὲν ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ τῶν Ῥοδίων πρεσβευταῖς. — | |
Hist.29.20.1 | Ὁ δὲ μεταλαβὼν τὴν Ῥωμαϊκὴν διά‐ λεκτον παρεκάλει τοὺς ἐν τῷ συνεδρίῳ βλέ‐ ποντας εἰς τὰ παρόντα, δεικνὺς ὑπὸ τὴν ὄψιν τὸν Περσέα, μήτε μεγαλαυχεῖν ἐπὶ τοῖς κατορθώμασι παρὰ | |
5 | τὸ δέον μήτε βουλεύεσθαι μηδὲν ὑπερήφανον μηδ’ ἀνήκεστον περὶ μηδενός, μήτε καθόλου πιστεύειν | |
Hist.29.20.2 | μηδέποτε ταῖς παρούσαις εὐτυχίαις· ἀλλ’ ὅτε μάλιστά τις κατορθοίη κατὰ τὸν ἴδιον βίον καὶ κατὰ τὰς κοινὰς πράξεις, τότε μάλιστα παρεκάλει τῆς ἐναντίας τύχης | |
Hist.29.20.3 | ἔννοιαν λαμβάνειν. καὶ γὰρ οὕτω μόλις ἂν ἐν ταῖς | |
Hist.29.20.4 | εὐκαιρίαις ἄνθρωπον μέτριον ὄντα φανῆναι. τοῦτο γὰρ διαφέρειν ἔφη τοὺς ἀνοήτους τῶν νοῦν ἐχόντων, διότι συμβαίνει τοὺς μὲν ἐν ταῖς ἰδίαις ἀτυχίαις παι‐ δεύεσθαι, τοὺς δ’ ἐν ταῖς τῶν πέλας. — | |
Hist.29.21.1 | Ὥστε πολλάκις καὶ λίαν μνημονεύειν τῆς Δημη‐ | |
Hist.29.21.2 | τρίου τοῦ Φαληρέως φωνῆς. ἐκεῖνος γὰρ ἐν τῷ περὶ τῆς τύχης ὑπομνήματι βουλόμενος ἐναργῶς ὑπο‐ δεικνύναι τοῖς ἀνθρώποις τὸ ταύτης εὐμετάβολον, | |
ἐπιστὰς ἐπὶ τοὺς κατ’ Ἀλέξανδρον καιρούς, ὅτε κατ‐ | ||
Hist.29.21.3 | έλυσε τὴν Περσῶν ἀρχήν, λέγει ταῦτα· “εἰ γὰρ λάβοιτ’ ἐν (νῷ) μὴ χρόνον ἄπειρον μηδὲ γενεὰς πολλάς, ἀλλὰ πεντήκοντα μόνον ἔτη ταυτὶ τὰ πρὸ ἡμῶν, γνοίητ’ ἂν | |
Hist.29.21.4 | ὡς τὸ τῆς τύχης χαλεπὸν ἐνταῦθα. πεντηκοστῷ γὰρ ἔτει (πρότερον) οἴεσθ’ ἂν ἢ Πέρσας ἢ βασιλέα τῶν Περσῶν ἢ Μακεδόνας ἢ βασιλέα τῶν Μακεδόνων, εἴ τις θεῶν αὐτοῖς προύλεγε τὸ μέλλον, πιστεῦσαί ποτ’ | |
5 | ἂν ὡς εἰς τοῦτον τὸν καιρὸν Περσῶν (μὲν) οὐδ’ ὄνομα λειφθήσεται τὸ παράπαν, οἳ πάσης (σχεδὸν) τῆς οἰκουμένης ἐδέσποζον, Μακεδόνες δὲ (καὶ) πάσης κρατήσουσιν, ὧν οὐδ’ ὄνομα πρότερον ἦν (γνώ‐ | |
Hist.29.21.5 | ριμον). ἀλλ’ ὅμως ἡ πρὸς τὸν βίον ἡμῶν ἀσύνθετος τύχη καὶ πάντα παρὰ (τὸν) λογισμὸν τὸν ἡμέτερον καινοποιοῦσα καὶ τὴν αὑτῆς δύναμιν ἐν τοῖς παρα‐ δόξοις ἐνδεικυμένη καὶ νῦν, ὡς ἐμοὶ δοκεῖ, δεί‐ | |
Hist.29.21.6 | κνυσι πᾶσιν ἀνθρώποις, Μακεδόνας εἰς τὴν Περσῶν εὐδαιμονίαν εἰσοικίσασα, διότι καὶ τούτοις ταῦτα τἀγαθὰ κέχρηκεν, ἕως (ἂν) ἄλλο τι βουλεύσηται περὶ | |
Hist.29.21.7 | αὐτῶν.” ὃ νῦν γέγονε κατὰ Περσέα. ταῦτα μὲν οὖν Δημήτριος ὡσανεὶ θείῳ τινὶ στόματι περὶ τοῦ μέλλον‐ | |
Hist.29.21.8 | τος ἀποπεφοίβακεν. ἐγὼ δὲ κατὰ τὴν γραφὴν ἐπιστὰς τοῖς καιροῖς καθ’ οὓς συνέβη καταλυθῆναι τὴν Μακε‐ δόνων βασιλείαν, οὐκ ἔκρινον ἀνεπιστάτως παραδραμεῖν, ἅτε γεγονὼς αὐτόπτης τῆς πράξεως, ἀλλ’ αὐτός τε τὸν | |
5 | πρέποντα λόγον ἐπιφθέγξασθαι καὶ Δημητρίου μνη‐ | |
Hist.29.21.9 | σθῆναι· δοκεῖ γάρ μοι θειοτέραν ἢ κατ’ ἄνθρωπον τὴν ἀπόφασιν ποιήσασθαι σχεδὸν γὰρ ἑκατὸν καὶ πεντήκοντα πρότερον ἔτεσι τἀληθὲς ἀπεφήνατο περὶ τῶν ἔπειτα συμβησομένων. | |
Hist.29.22t | III. RES PERGAMI. | |
Hist.29.22.1 | Ὅτι Εὐμένης ὁ βασιλεὺς τῆς Περσέως καὶ Ῥωμαίων μάχης συντετελεσμένης εἰς παράλογον ἐνέπεσε διά‐ θεσιν, ὡς οἱ πολλοί φασιν, ὡς δὲ τἀνθρώπινα πράγ‐ ματα φύσιν ἔχει γίνεσθαι κατὰ τὸ πλεῖστον, εἴς τι | |
Hist.29.22.2 | τῶν εἰωθότων συμβαίνειν· ἱκανὴ γὰρ ἡ τύχη τοῖς παρὰ λόγον τὰ κατὰ λόγον ἐπιτρῖψαι, κἄν τινι συν‐ εργήσῃ καὶ προσθῆται τὴν αὑτῆς ῥοπήν, αὖθις οἷον ἐκ μεταμελείας ἀντισηκοῦν καὶ λυμαίνεσθαι τὰ κατορ‐ | |
Hist.29.22.3 | θώματα παρὰ πόδας. ὃ καὶ τότε περὶ τὸν Εὐμένη | |
Hist.29.22.4 | γενέσθαι συνέπεσε· δόξας γὰρ μάλιστα τότε τὴν ἰδίαν ἀρχὴν ἐν ἀσφαλεῖ βεβηκέναι καὶ πολλὴν ἐπι‐ φέρειν ῥᾳστώνην τὸν ἑξῆς χρόνον, ἅτε τοῦ Περσέως καὶ καθόλου τῆς ἐν Μακεδονίᾳ βασιλείας ἄρδην | |
5 | ἀνῃρημένης, τότε μεγίστοις ἐνεκύρησε κινδύνοις τῶν κατὰ τὴν Ἀσίαν Γαλατῶν ἀνυπονοήτως (συν)εξανα‐ στάντων τοῖς καιροῖς. | |
Hist.29.23t | IV. BELLUM ANTIOCHI IV. CUM PTOLEMAEIS φρατριβυς. | |
Hist.29.23.1 | Ὅτι κατὰ τὴν Πελοπόννησον ἔτι κατὰ χειμῶνα πρεσβείας παραγενομένης παρὰ τῶν βασιλέων ἀμ‐ φοτέρων [Πτολεμαίου καὶ Πτολεμαίου] περὶ βοηθείας, ἐγενήθη διαβούλια καὶ πλείω, πολλὴν ἔχοντα φιλο‐ | |
Hist.29.23.2 | τιμίαν. τοῖς μὲν γὰρ περὶ τὸν Καλλικράτην καὶ Διο‐ φάνην καὶ σὺν τούτοις Ὑπέρβατον οὐκ ἤρεσκε διδόναι | |
Hist.29.23.3 | βοήθειαν, τοῖς δὲ περὶ τὸν Ἄρχωνα καὶ Λυκόρταν καὶ Πολύβιον ἤρεσκε τὸ διδόναι τοῖς βασιλεῦσι κατὰ τὴν | |
Hist.29.23.4 | ὑπάρχουσαν συμμαχίαν. ἤδη γὰρ συνέβαινε τότε τὸν νεώτερον Πτολεμαῖον ὑπὸ τῶν ὄχλων ἀναδεδεῖχθαι | |
βασιλέα διὰ τὴν περίστασιν, τὸν δὲ πρεσβύτερον ἐκ τῆς Μέμφεως καταπεπορεῦσθαι καὶ συμβασιλεύειν | ||
Hist.29.23.5 | τἀδελφῷ. καὶ δεόμενοι παντοδαπῆς ἐπικουρίας ἐξ‐ απέστειλαν πρεσβευτὰς Εὐμένη καὶ Διονυσόδωρον πρὸς τοὺς Ἀχαιούς, αἰτοῦντες πεζοὺς μὲν χιλίους ἱππεῖς δὲ διακοσίους, ἡγεμόνα δὲ τῆς ὅλης συμμαχίας | |
Hist.29.23.6 | Λυκόρταν, τῶν δ’ ἱππέων Πολύβιον. πρὸς δὲ Θεο‐ δωρίδαν τὸν Σικυώνιον διεπέμψαντο, παρακαλοῦντες | |
Hist.29.23.7 | αὐτὸν συστήσασθαι ξενολόγιον χιλίων ἀνδρῶν. συν‐ έβαινε δὲ τοὺς μὲν βασιλεῖς τὴν ἐπὶ πλεῖον σύστασιν ἔχειν πρὸς τοὺς εἰρημένους ἄνδρας ἐκ τῶν πρά‐ | |
Hist.29.23.8 | ξεων ὧν εἰρήκαμεν. τῶν δὲ πρεσβευτῶν παραγενο‐ μένων, τῆς συνόδου τῶν Ἀχαιῶν οὔσης ἐν Κορίνθῳ, καὶ τά τε φιλάνθρωπα πρὸς τὴν βασιλείαν ἀνανεωσα‐ μένων ὄντα μεγάλα καὶ τὴν περίστασιν τῶν βασιλέων | |
5 | ὑπὸ τὴν ὄψιν ἀγόντων καὶ δεομένων σφίσι βοηθεῖν, | |
Hist.29.23.9 | τὸ μὲν πλῆθος τῶν Ἀχαιῶν ἕτοιμον ἦν οὐ μέρει τινί, πανδημεὶ δὲ συγκινδυνεύειν, εἰ δέοι, τοῖς βασιλεῦσιν· ἀμφότεροι γὰρ εἶχον τό τε διάδημα καὶ τὴν ἐξουσίαν. | |
Hist.29.23.10 | οἱ δὲ περὶ τὸν Καλλικράτην ἀντέλεγον, φάσκοντες δεῖν καθόλου μὲν μὴ πραγματοκοπεῖν, ἐν δὲ τοῖς παροῦσι καιροῖς μηδ’ ὅλως, ἀλλ’ ἀπερισπάστους ὑπάρ‐ | |
Hist.29.23.11 | χοντας Ῥωμαίοις παρέχεσθαι χρείας· μάλιστα γὰρ ἦν τότε προσδόκιμος ὁ περὶ τῶν ὅλων κίνδυνος, ἅτε τοῦ Κοΐντου τοῦ Φιλίππου τὴν παραχειμασίαν ἐν τῇ | |
Hist.29.24.1 | Μακεδονίᾳ ποιουμένου. τῶν δὲ πολλῶν εἰς ἀπορίαν | |
ἐμπιπτόντων, μὴ δόξωσι Ῥωμαίων ἀστοχεῖν, μετα‐ λαβόντες τοὺς λόγους οἱ περὶ τὸν Λυκόρταν καὶ | ||
Hist.29.24.2 | Πολύβιον ἐδίδασκον, ἄλλα τε καὶ πλείω προφερόμενοι καὶ διότι, τῷ πρότερον ἔτει ψηφισαμένων τῶν Ἀχαιῶν πανδημεὶ συστρατεύειν τοῖς Ῥωμαίοις καὶ πεμψάντων πρεσβευτὴν τὸν Πολύβιον, ὁ Κόιντος | |
5 | ἀποδεξάμενος τὴν προθυμίαν ἀπείπατο μὴ χρείαν ἔχειν τῆς βοηθείας, ἐπεὶ κεκράτηκε τῆς εἰς Μακε‐ | |
Hist.29.24.3 | δονίαν εἰσβολῆς. ἐξ ὧν ἀπεδείκνυσαν σκῆψιν οὖσαν τὴν Ῥωμαίων χρείαν πρὸς τὸ διακωλῦσαι βοηθεῖν. | |
Hist.29.24.4 | διὸ παρεκάλουν τοὺς Ἀχαιούς, ὑποδεικνύοντες τὸ μέγεθος τῆς περιστάσεως, ἐν ᾗ συνέβαινε τότε τὴν βασιλείαν ὑπάρχειν, μὴ παριδεῖν τὸν καιρόν, ἀλλὰ μνημονεύοντας τῶν ὁμολογιῶν καὶ τῶν εὐεργεσιῶν, | |
Hist.29.24.5 | μάλιστα δὲ τῶν ὅρκων, ἐμπεδοῦν τὰς συνθήκας. τῶν δὲ πολλῶν ἐπιφερομένων πάλιν βοηθεῖν, τότε μὲν οἱ περὶ τὸν Καλλικράτην ἐξέβαλον τὸ διαβούλιον, δια‐ σείσαντες τοὺς ἄρχοντας, ὡς οὐκ οὔσης ἐξουσίας | |
5 | κατὰ τοὺς νόμους ἐν ἀγορᾷ βουλεύεσθαι περὶ βοη‐ | |
Hist.29.24.6 | θείας. μετὰ δέ τινα χρόνον συγκλήτου συναχθείσης εἰς τὴν τῶν Σικυωνίων πόλιν, ἐν ᾗ συνέβαινε μὴ μόνον συμπορεύεσθαι τὴν βουλὴν ἀλλὰ πάντας τοὺς ἀπὸ τριάκοντ’ ἐτῶν, καὶ λόγων γινομένων πλειό‐ | |
Hist.29.24.7 | νων, καὶ μάλιστα τοῦ Πολυβίου διοριζομένου πρῶτον μὲν περὶ τοῦ μὴ χρείαν ἔχειν τοὺς Ῥωμαίους τῆς βοηθείας καὶ δοκοῦντος οὐκ εἰκῇ ταῦτα λέγειν διὰ τὸ γεγονέναι τὴν παρελθοῦσαν θερείαν ἐν τῇ Μακε‐ | |
Hist.29.24.8 | δονίᾳ παρὰ τῷ Φιλίππῳ, δεύτερον δὲ φάσκοντος, ἐὰν καὶ δέωνται Ῥωμαῖοι τῆς συμμαχίας, οὐ διὰ τοὺς διακοσίους ἱππεῖς καὶ χιλίους πεζοὺς τοὺς ἀποσταλη‐ σομένους εἰς Ἀλεξάνδρειαν ἀδυνατήσειν τοὺς Ἀχαιοὺς | |
5 | βοηθεῖν Ῥωμαίοις· καλῶς γὰρ ποιοῦντας αὐτοὺς καὶ τρεῖς ἄγειν καὶ τέτταρας μυριάδας ἀνδρῶν μαχίμων· | |
Hist.29.24.9 | εὐδοκοῦντες τοῖς λεγομένοις ἔρρεπον οἱ πολλοὶ πρὸς | |
Hist.29.24.10 | τὸ πέμπειν τὴν συμμαχίαν. τῇ δὲ δευτέρᾳ τῶν ἡμερῶν, ἐν ᾗ κατὰ τοὺς νόμους ἔδει τὰ ψηφίσματα προσφέρειν τοὺς βουλομένους, οἱ μὲν περὶ τὸν Λυκόρ‐ ταν προσήνεγκαν διότι δεῖ πέμπειν τὴν βοήθειαν, οἱ | |
5 | δὲ περὶ τὸν Καλλικράτην διότι δεῖ πρεσβευτὰς ἐξ‐ αποστέλλειν τοὺς διαλύσοντας τοὺς βασιλεῖς πρὸς τὸν | |
Hist.29.24.11 | Ἀντίοχον. πάλιν δὲ τῶν διαβουλίων προτεθέντων ἀγὼν ἐγίνετο νεανικός· πολύ γε μὴν ὑπερεῖχον οἱ | |
Hist.29.24.12 | περὶ τὸν Λυκόρταν. αἵ τε γὰρ βασιλεῖαι συγκρινόμεναι | |
Hist.29.24.13 | μεγάλην εἶχον διαφοράν· ὑπὸ μὲν γὰρ τῆς Ἀντιόχου σπάνιον ἦν εὑρεῖν οἰκεῖόν τι γεγονὸς καθό‐ | |
λου πρὸς τοὺς Ἕλληνας ἔν γε τοῖς ἀνώτερον χρόνοις· καὶ γὰρ ἡ τοῦ τότε βασιλεύοντος μεγαλοψυχία (διά)‐ | ||
Hist.29.24.14 | δηλος ἐγένετο τοῖς Ἕλλησιν· ὑπὸ δὲ τῆς Πτολεμαίου τοσαῦτα καὶ τηλικαῦτα τοῖς Ἀχαιοῖς ἐγεγόνει φιλάν‐ θρωπα κατὰ τοὺς ἀνώτερον χρόνους ὥστ’ ἂν μηδένα | |
Hist.29.24.15 | πλεῖον ἀξιοῦν. ἃ διατιθέμενος ὁ Λυκόρτας μεγάλην ἐποιεῖτο φαντασίαν, ἅτε τῆς παραθέσεως | |
Hist.29.24.16 | ὁλοσχερῆ τὴν διαφορὰν ἐχούσης· καθ’ ὅσον γὰρ οὐκ ἐξαριθμήσασθαι ῥᾴδιον ἦν τὰς τῶν ἐν Ἀλεξανδρείᾳ βασιλέων εὐεργεσίας, κατὰ τοσοῦτον ἁπλῶς οὐδὲν ἦν εὑρεῖν φιλάνθρωπον ἐκ τῆς Ἀντιόχου βασιλείας ἀπην‐ | |
5 | τημένον εἰς πραγμάτων λόγον τοῖς Ἀχαιοῖς. — | |
Hist.29.25.1 | Ὅτι ἕως μέν τινος οἱ περὶ τὸν Ἀνδρωνίδαν καὶ Καλλικράτην ἐχρῶντο τοῖς ὑπὲρ τῆς διαλύσεως λόγοις, οὐδενὸς δὲ προσέχοντος αὐτοῖς ἐπεισήγαγον μηχανήν. | |
Hist.29.25.2 | παρῆν γὰρ ἐκ πορείας εἰς τὸ θέατρον γραμματηφόρος φέρων ἐπιστολὴν παρὰ Κοΐντου Μαρκίου, δι’ ἧς παρεκάλει τοὺς Ἀχαιοὺς ἀκολουθοῦντας τῇ Ῥωμαίων | |
Hist.29.25.3 | προαιρέσει πειρᾶσθαι διαλύειν τοὺς βασιλεῖς· συνέβαινε | |
γὰρ καὶ τὴν σύγκλητον ἀπεσταλκέναι πρεσβευτὰς τοὺς | ||
Hist.29.25.4 | περὶ Νεμέσιον διαλύσοντας τοὺς βασιλεῖς. ἦν δὲ τοῦτο κατὰ τῆς ὑποθέσεως· οἱ γὰρ περὶ τὸν Τίτον ἀδυνατήσαντες τοῦ διαλύειν ἀνακεχωρήκεισαν εἰς τὴν | |
Hist.29.25.5 | Ῥώμην ἄπρακτοι τελείως. ἀλλ’ οἱ περὶ τὸν Πολύβιον οὐ βουλόμενοι διὰ τὸν Μάρκιον πρὸς τὴν ἐπιστολὴν ἀντιλέγειν ἀνεχώρησαν ἐκ τῶν πραγμάτων. καὶ τὰ μὲν κατὰ τὴν βοήθειαν οὕτω διέπεσε τοῖς βασιλεῦσι, | |
Hist.29.25.6 | τοῖς δ’ Ἀχαιοῖς ἔδοξε πρεσβευτὰς ἀποστέλλειν τοὺς διαλύσοντας· καὶ κατεστάθησαν Ἄρχων Αἰγειράτης, | |
Hist.29.25.7 | Ἀρκεσίλαος Ἀρίστων Μεγαλοπολῖται. οἱ δὲ παρὰ τοῦ Πτολεμαίου πρεσβευταὶ διαψευσθέντες τῆς συμ‐ μαχίας ἀνέδωκαν τοῖς ἄρχουσιν, ἑτοίμας ἔχοντες, ἐπι‐ στολὰς παρὰ τῶν βασιλέων, δι’ ὧν ἠξίουν τοὺς | |
5 | Ἀχαιοὺς ἐκπέμπειν Λυκόρταν καὶ Πολύβιον ἐπὶ τὸν ἐνεστῶτα πόλεμον. — | |
Hist.29.26.1 | Ἐπιλαθόμενος δὲ τῶν γεγραμμένων ὑπ’ αὐτοῦ Ἀντίοχος καὶ τῶν εἰρημένων ἐξήρτυε πόλεμον κατὰ Πτολεμαίου, ὥστε καὶ λίαν ἀληθὲς φαίνεσθαι τὸ ῥηθὲν ὑπὸ Σιμωνίδου “χαλεπὸν ἐσθλὸν | |
Hist.29.26.2 | ἔμμεναι.” ἔχειν μὲν γὰρ ὁρμὰς ἐπὶ τὰ καλὰ καὶ μέχρι τινὸς ἀντιποιήσασθαι τούτων εὐμαρές, ὁμαλίσαι δὲ καὶ κατὰ πᾶσαν περίστασιν ἐπίμονον γενέσθαι τῇ γνώμῃ, μηδὲν τοῦ καλοῦ καὶ τοῦ δικαίου προυργιαίτερον | |
5 | τιθέμενον, δυσχερές. — | |
Hist.29.27.1 | Ὅτι τοῦ Ἀντιόχου πρὸς Πτολεμαῖον ἕνεκεν | |
Hist.29.27.2 | τοῦ Πηλούσιον κατασχεῖν ἀφικομένου, ὁ Ποπίλιος ὁ τῶν Ῥωμαίων στρατηγός, τοῦ βασιλέως πόρ‐ ρωθεν ἀσπαζομένου διὰ τῆς φωνῆς καὶ τὴν δεξιὰν προτείνοντος, πρόχειρον ἔχων τὸ δελτάριον, ἐν ᾧ τὸ | |
5 | τῆς συγκλήτου δόγμα κατ(ετ)έτακτο, προύτεινεν αὐτῷ καὶ τοῦτ’ ἐκέλευσε πρῶτον ἀναγνῶναι τὸν Ἀντίοχον, | |
Hist.29.27.3 | ὡς μὲν ἐμοὶ δοκεῖ, (μὴ) πρότερον ἀξιώσας τὸ τῆς φιλίας σύνθημα ποιεῖν πρὶν ἢ τὴν προαίρεσιν ἐπι‐ γνῶναι τοῦ δεξιουμένου, πότερα φίλιος ἢ πολέμιός | |
Hist.29.27.4 | ἐστιν. ἐπεὶ δ’ ὁ βασιλεὺς ἀναγνοὺς ἔφη βούλεσθαι μεταδοῦναι τοῖς φίλοις ὑπὲρ τῶν προσπεπτωκότων, ἀκούσας ὁ Ποπίλιος ἐποίησε πρᾶγμα βαρὺ μὲν δοκοῦν | |
Hist.29.27.5 | εἶναι καὶ τελέως ὑπερήφανον· ἔχων γὰρ πρόχειρον ἀμπελίνην βακτηρίαν περιέγραφε τῷ κλήματι τὸν Ἀντίοχον ἐν τούτῳ τε τῷ γύρῳ τὴν ἀπόφασιν ἐκέ‐ | |
Hist.29.27.6 | λευσε δοῦναι περὶ τῶν γεγραμμένων· ὁ δὲ βασιλεὺς ξενισθεὶς τὸ γινόμενον καὶ τὴν ὑπεροχήν, βραχὺν χρόνον ἐναπορήσας ἔφη ποιήσειν πᾶν τὸ παρακαλού‐ μενον ὑπὸ Ῥωμαίων. οἱ δὲ περὶ τὸν Ποπίλιον τότε | |
5 | τὴν δεξιὰν αὐτοῦ λαμβάνοντες ἅμα πάντες ἠσπά‐ | |
Hist.29.27.7 | ζοντο φιλοφρόνως. ἦν δὲ τὰ γεγραμμένα λύειν ἐξ | |
Hist.29.27.8 | αὐτῆς τὸν πρὸς Πτολεμαῖον πόλεμον. διὸ καὶ δο‐ θεισῶν αὐτῷ τακτῶν ἡμερῶν, οὗτος μὲν ἀπῆγε τὰς δυνάμεις εἰς τὴν Συρίαν, βαρυνόμενος καὶ στένων, | |
Hist.29.27.9 | εἴκων δὲ τοῖς καιροῖς κατὰ τὸ παρόν· οἱ δὲ περὶ τὸν Ποπίλιον καταστησάμενοι τὰ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ παρακαλέσαντες τοὺς βασιλεῖς ὁμονοεῖν, ἅμα δὲ προστάξαντες αὐτοῖς Πολυάρατον ἀναπέμπειν εἰς Ῥώ‐ | |
5 | μην, ἀνέπλευσαν ἐπὶ τῆς Κύπρου, βουλόμενοι καὶ τὰς ἐκεῖ (καθ)υπαρχούσας δυνάμεις ἐκβαλεῖν ἐκ τῆς νήσου | |
Hist.29.27.10 | κατὰ σπουδήν. ἀφικόμενοι δὲ καὶ καταλαβόντες ἡττη‐ μένους μάχῃ τοὺς τοῦ Πτολεμαίου στρατηγοὺς καὶ καθόλου φερόμενα τὰ κατὰ τὴν Κύπρον (ἄνω καὶ κάτω) ταχέως ἀνέστησαν τὸ στρατόπεδον ἐκ τῆς χώρας | |
5 | καὶ παρήδρευσαν, ἕως ἀπέπλευσαν αἱ δυνάμεις ἐπὶ | |
Hist.29.27.11 | Συρίας. καὶ Ῥωμαῖοι μὲν ὅσον οὔπω καταπεπονημένην τὴν Πτολεμαίου βασιλείαν τούτῳ τῷ τρόπῳ διέ‐ | |
Hist.29.27.12 | σωσαν, τῆς τύχης οὕτω βραβευούσης τὰ κατὰ τὸν Περσέα πράγματα καὶ τοὺς Μακεδόνας ὥστε καὶ πρὸς τὸν ἔσχατον καιρὸν ἐλθόντα τὰ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ τὴν ὅλην Αἴγυπτον παρὰ τοῦτο πάλιν ὀρθωθῆναι, | |
5 | παρὰ τὸ φθάσαι κριθέντα τὰ κατὰ τὸν Περσέα πρά‐ | |
Hist.29.27.13 | γματα· μὴ γὰρ γενομένου τούτου καὶ πιστευθέντος, οὐκ ἄν μοι δοκεῖ πειθαρχῆσαι τοῖς ἐπιταττομένοις | |
Ἀντίοχος. | ||
Hist.30t1 | FRAGMENTA LIBRI XXX. | |
Hist.30.1t | A. OLYMP. 153, 1. I. RES ITALIAE. | |
Hist.30.1.1 | Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε παρὰ | |
Hist.30.1.2 | τοῦ βασιλέως Εὐμένους ἀδελφὸς Ἄτταλος, ἔχων μὲν πρόφασιν, εἰ καὶ μὴ τὸ κατὰ τοὺς Γαλάτας ἐγεγόνει σύμπτωμα περὶ τὴν βασιλείαν, ὅμως ἐλθεῖν εἰς τὴν Ῥώμην ἕνεκεν τοῦ συγχαρῆναι τῇ συγκλήτῳ καὶ τυχεῖν | |
5 | τινος ἐπισημασίας διὰ τὸ συμπεπολεμηκέναι καὶ πάν‐ | |
Hist.30.1.3 | των εὐμενῶς σφίσι μετεσχηκέναι τῶν κινδύνων· τότε δὲ καὶ διὰ τὴν Γαλατικὴν περίστασιν ἠναγκασμένος | |
Hist.30.1.4 | ἧκεν εἰς τὴν Ῥώμην. πάντων δὲ φιλοφρόνως αὐτὸν ἀποδεχομένων διά τε τὴν ἐν τῇ στρατείᾳ γεγενημένην συνήθειαν καὶ διὰ τὸ δοκεῖν εὔνουν αὐτοῖς ὑπάρχειν, καὶ γινομένης τῆς ἀπαντήσεως ὑπὲρ τὴν προσδοκίαν, | |
5 | μετέωρος ἐγενήθη ταῖς ἐλπίσιν, οὐκ εἰδὼς τὴν ἀληθινὴν | |
Hist.30.1.5 | αἰτίαν τῆς ἀποδοχῆς. διὸ καὶ παρ’ ὀλίγον ἦλθε τοῦ λυμήνασθαι τὰ σφέτερα πράγματα καὶ τὴν ὅλην βασι‐ | |
Hist.30.1.6 | λείαν. τῶν γὰρ πλείστων Ῥωμαίων ἀπηλλοτριωμένων τῆς τοῦ βασιλέως Εὐμένους εὐνοίας καὶ πεπεισμένων αὐτὸν πλάγιον ἐν τῷ πολέμῳ γεγονέναι, λαλοῦντα τῷ Περσεῖ καὶ τοῖς καιροῖς ἐφεδρεύοντα τοῖς κατ’ αὐτῶν, | |
Hist.30.1.7 | ἔνιοι τῶν ἐπιφανῶν ἀνδρῶν λαμβάνοντες εἰς τὰς χεῖρας τὸν Ἄτταλον παρεκάλουν τὴν μὲν ὑπὲρ τἀδελφοῦ πρεσβείαν ἀποθέσθαι, περὶ δ’ ἑαυτοῦ ποιεῖσθαι τοὺς | |
Hist.30.1.8 | λόγους· βούλεσθαι γὰρ αὐτῷ τὴν σύγκλητον συγκατα‐ σκευάζειν ἰδίαν ἀρχὴν καὶ δυναστείαν διὰ τὴν ἀλλο‐ | |
Hist.30.1.9 | τριότητα τὴν πρὸς τὸν ἀδελφόν. ἐφ’ οἷς συνέβαινε τὸν Ἄτταλον ἐπὶ πολὺ μετεωρίζεσθαι καὶ συγκατανεύειν (ἐν) ταῖς κατ’ ἰδίαν ὁμιλίαις τοῖς εἰς τοῦτο τὸ μέρος | |
Hist.30.1.10 | αὐτὸν παρορμῶσι. τέλος δὲ πρὸς ἐνίους τῶν ἀξιολό‐ γων ἀνδρῶν συνέθετο καὶ παρελθὼν εἰς τὴν σύγ‐ κλητον ποιήσεσθαι τοὺς περὶ τούτων λόγους. | |
Hist.30.2.1 | Τοιαύτης δ’ οὔσης τῆς διαθέσεως περὶ τὸν Ἄτταλον, ὀττευσάμενος ὁ βασιλεὺς τὸ μέλλον ἐπιπέμπει Στρατίον τὸν ἰατρὸν εἰς τὴν Ῥώμην, ὃς μεγίστην παρ’ αὐτῷ | |
Hist.30.2.2 | πίστιν εἶχε, τὰ μὲν ὑποδείξας, τὰ δ’ ἐντειλάμενος πᾶ‐ σαν εἰσενέγκασθαι μηχανὴν πρὸς τὸ μὴ κατακολουθῆσαι τὸν Ἄτταλον τοῖς βουλομένοις λυμήνασθαι τὴν βασι‐ | |
Hist.30.2.3 | λείαν αὐτῶν. ὁ δὲ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ | |
λαβὼν εἰς τὰς χεῖρας τὸν Ἄτταλον πολλοὺς μὲν καὶ ποικίλους διέθετο λόγους· καὶ (γὰρ) ἦν ὁ ἄνθρωπος ἔχων | ||
Hist.30.2.4 | τι νουνεχὲς καὶ πειστικόν· μόγις δὲ καθίκετο τῆς προ‐ θέσεως καὶ μετεκάλεσε τὸν Ἄτταλον ἀπὸ τῆς ἀλόγου φορᾶς, θεὶς ὑπὸ τὴν ὄψιν ὅτι κατὰ μὲν τὸ παρὸν συμβασιλεύει τἀδελφῷ, τούτῳ διαφέρων ἐκείνου τῷ | |
5 | μὴ διάδημα περιτίθεσθαι μηδὲ χρηματίζειν βασιλεύς, | |
Hist.30.2.5 | τὴν δὲ λοιπὴν ἴσην καὶ τὴν αὐτὴν ἔχων ἐξουσίαν, εἰς δὲ τὸ μέλλον ὁμολογουμένως καταλείπεται διάδοχος τῆς ἀρχῆς, οὐ μακρὰν ταύτης (τῆς) ἐλπίδος ὑπαρ‐ χούσης, ἅτε τοῦ βασιλέως διὰ μὲν τὴν σωματικὴν | |
5 | ἀσθένειαν αἰεὶ προσδοκῶντος τὴν ἐκ τοῦ βίου μετά‐ στασιν, διὰ δὲ τὴν ἀπαιδίαν οὐδ’ εἰ βουληθείη δυνα‐ | |
Hist.30.2.6 | μένου τὴν ἀρχὴν ἄλλῳ καταλιπεῖν· οὐδέπω γὰρ ἀνα‐ δεδειγμένος ἐτύγχανεν κατὰ φύσιν υἱὸς ὢν αὐτῷ (τις) | |
Hist.30.2.7 | ὁ μετὰ ταῦτα διαδεξάμενος τὴν ἀρχήν. τὸ δὲ συνέχον, θαυμάζειν ἔφη πόσα βλάπτει τοὺς ἐνεστῶτας καιρούς. | |
Hist.30.2.8 | μεγάλην γὰρ δεῖν ἔχειν πᾶσι τοῖς θεοῖς χάριν, εἰ συμ‐ πνεύσαντες καὶ μιᾷ γνώμῃ χρώμενοι δύναιντο τὸν ἀπὸ Γαλατῶν φόβον ἀπώσασθαι καὶ τὸν ἀπὸ τούτων | |
Hist.30.2.9 | ἐφεστῶτα κίνδυνον. εἰ δὲ νῦν εἰς στάσιν καὶ | |
διαφορὰν ἥξει πρὸς τὸν ἀδελφόν, πρόδηλον εἶναι διότι καταστρέψει τὴν βασιλείαν καὶ στερήσει μὲν αὑτὸν καὶ τῆς παρούσης ἐξουσίας καὶ τῆς εἰς τὸ μέλλον | ||
5 | ἐλπίδος, στερήσει δὲ καὶ τοὺς ἀδελφοὺς τῆς ἀρχῆς καὶ | |
Hist.30.2.10 | τῆς ἐν αὐτῇ δυναστείας. ταῦτα δὴ καὶ τούτοις ἕτερα παραπλήσια διατιθέμενος ὁ Στρατίος ἔπεισε τὸν Ἄττα‐ λον μένειν ἐπὶ τῶν ὑποκειμένων. | |
Hist.30.3.1 | Διόπερ εἰσελθὼν εἰς τὴν σύγκλητον ὁ προειρημένος συνεχάρη μὲν ἐπὶ τοῖς γεγονόσιν καὶ περὶ τῆς καθ’ αὑτὸν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχετο κατὰ τὸν | |
Hist.30.3.2 | πρὸς Περσέα πόλεμον, ἀπελογίσατο· παραπλησίως δὲ καὶ περὶ τοῦ πέμψαι πρεσβευτὰς τοὺς παρακαθέξοντας τὴν τῶν Γαλατῶν ἀπόνοιαν καὶ πάλιν εἰς τὴν ἐξ ἀρχῆς αὐτοὺς ἀποκαταστήσοντας διάθεσιν παρεκάλεσε | |
Hist.30.3.3 | διὰ πλειόνων. ἐποιήσατο δὲ λόγους καὶ περὶ τῆς Αἰνίων καὶ τῆς Μαρωνειτῶν πόλεως, ἀξιῶν αὑτῷ | |
Hist.30.3.4 | δοθῆναι ταύτας ἐν δωρεᾷ. τὸν δὲ κατὰ τοῦ βασιλέως λόγον καὶ τὸν περὶ τοῦ μερισμοῦ τῆς ἀρχῆς εἰς τέλος | |
Hist.30.3.5 | παρεσιώπησεν. ἡ δὲ σύγκλητος ὑπολαμβάνουσα πάλιν αὐτὸν ἰδίᾳ περὶ τούτων εἰσπορεύσεσθαι, τούς τε πρε‐ σβευτὰς συμπέμψειν ὑπέσχετο καὶ τοῖς εἰθισμένοις δώροις ἐτίμησεν αὐτὸν μεγαλομερῶς· ἐπηγγείλατο δὲ | |
Hist.30.3.6 | καὶ τὰς προειρημένας πόλεις δώσειν. ἐπειδὴ δὲ παρ‐ | |
αυτὰ τυχὼν τῶν φιλανθρώπων ὥρμησεν ἐκ τῆς Ῥώμης οὐδὲν ποιήσας τῶν προσδοκωμένων, διαψευσθεῖσα τῶν | ||
Hist.30.3.7 | ἐλπίδων ἡ σύγκλητος ἄλλο μὲν οὐδὲν εἶχε ποιεῖν, ἔτι δὲ κατὰ τὴν Ἰταλίαν ὄντος αὐτοῦ τὴν μὲν Αἶνον καὶ τὴν Μαρώνειαν ἠλευθέρωσεν, ἀθετήσασα τὴν ἐπαγγε‐ λίαν, τοὺς δὲ περὶ τὸν Πόπλιον Λικίννιον ἔπεμψε | |
Hist.30.3.8 | πρεσβευτὰς πρὸς τοὺς Γαλάτας. οἷς ποίας μὲν ἔδωκεν ἐντολὰς εἰπεῖν οὐ ῥᾴδιον, στοχάζεσθαι δ’ ἐκ τῶν μετὰ | |
Hist.30.3.9 | ταῦτα συμβάντων οὐ δυσχερές. τοῦτο δ’ ἔσται δῆλον ἐκ τῶν πράξεων αὐτῶν. | |
Hist.30.4.1 | Ἧκον δὲ καὶ παρὰ Ῥοδίων πρέσβεις, πρῶτον μὲν οἱ περὶ Φιλοκράτην, μετὰ δὲ τούτους οἱ περὶ | |
Hist.30.4.2 | Φιλόφρονα καὶ Ἀστυμήδην. οἱ γὰρ Ῥόδιοι κομισάμενοι τὴν ἀπόκρισιν, ἣν οἱ περὶ τὸν Ἁγέπολιν ἔλαβον εὐθέως μετὰ τὴν παράταξιν, καὶ θεωροῦντες ἐκ ταύτης τὴν πρὸς αὑτοὺς ὀργὴν καὶ τὴν ἀνάτασιν τῆς συγ‐ | |
5 | κλήτου παραυτίκα τὰς προειρημένας πρεσβείας ἐξέπεμ‐ | |
Hist.30.4.3 | ψαν. οἱ δὲ περὶ τὸν Ἀστυμήδην καὶ Φιλόφρονα κατανοοῦντες ἐκ τῶν ἐντεύξεων καὶ κοινῇ καὶ κατ’ ἰδίαν τὴν ὑφόρασιν καὶ τὴν ἀλλοτριότητα τῶν ἀν‐ θρώπων τὴν πρὸς αὑτοὺς εἰς ἀθυμίαν ὁλοσχερῆ καὶ | |
Hist.30.4.4 | δυσχρηστίαν ἐνέπιπτον. ὡς δὲ καὶ τῶν στρατηγῶν τις ἀναβὰς ἐπὶ τοὺς ἐμβόλους παρεκάλει τοὺς ὄχλους ἐπὶ | |
Hist.30.4.5 | τὸν κατὰ Ῥοδίων πόλεμον, τότε δὴ παντάπασιν ἔξω τοῦ φρονεῖν γενόμενοι διὰ τὸν περὶ τῆς πατρίδος κίνδυνον εἰς τοιαύτην ἦλθον διάθεσιν ὥστε καὶ φαιὰ λαβεῖν ἱμάτια καὶ κατὰ τὰς παρακλήσεις μηκέτι παρα‐ | |
5 | καλεῖν μηδ’ ἀξιοῦν τοὺς φίλους, ἀλλὰ δεῖσθαι μετὰ δακρύων μηδὲν ἀνήκεστον βουλεύσασθαι περὶ αὑτῶν. | |
Hist.30.4.6 | μετὰ δέ τινας ἡμέρας εἰσαγαγόντος αὐτοὺς Ἀντωνίου τοῦ δημάρχου, (τοῦ) καὶ τὸν στρατηγὸν τὸν παρα‐ καλοῦντα πρὸς τὸν πόλεμον κατασπάσαντος ἀπὸ τῶν ἐμβόλων, ἐποιεῖτο τοὺς λόγους πρῶτον μὲν Φιλόφρων, | |
Hist.30.4.7 | μετὰ δὲ τοῦτον Ἀστυμήδης. ὅτε δὴ κατὰ τὴν παροιμίαν τὸ κύκνειον ἐξηχήσαντες ἔλαβον ἀποκρίσεις τοιαύτας, δι’ ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου τοῦ κατὰ τὸν πόλε‐ | |
Hist.30.4.8 | μον ἐδόκουν παραλελύσθαι, περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων αὐτοῖς ἡ σύγκλητος πικρῶς καὶ βαρέως | |
Hist.30.4.9 | ὠνείδισεν. ἦν δ’ ὁ νοῦς τῆς ἀποκρίσεως τοιοῦτος, ὅτι εἰ μὴ δι’ ὀλίγους ἀνθρώπους τοὺς αὑτῶν φίλους, καὶ μάλιστα δι’ αὐτούς, ᾔδεισαν καλῶς καὶ δικαίως ὡς | |
Hist.30.4.10 | δέον ἦν αὐτοῖς χρήσασθαι. ὁ δ’ Ἀστυμήδης αὑτῷ μὲν ἐδόκει καλῶς εἰρηκέναι περὶ τῆς πατρίδος, οὐ μὴν τοῖς γε παρεπιδημοῦσιν οὐδὲ τοῖς οἴκοι μένουσιν | |
Hist.30.4.11 | τῶν Ἑλλήνων οὐδαμῶς ἤρεσκεν. ἐξέβαλε γὰρ ἔγγραπτον μετὰ ταῦτα ποιήσας τὴν σύνταξιν τῆς δικαιολογίας, ἣ τοῖς πλείστοις τῶν ἀναλαμβανόντων εἰς τὰς χεῖρας | |
Hist.30.4.12 | ἄτοπος ἐφαίνετο καὶ τελέως ἀπίθανος. συνεστήσατο γὰρ τὴν δικαιολογίαν οὐ μόνον ἐκ τῶν τῆς πατρίδος δικαίων, ἔτι δὲ μᾶλλον ἐκ τῆς τῶν ἄλλων κατη‐ | |
Hist.30.4.13 | γορίας. τὰ μὲν γὰρ εὐεργετήματα καὶ συνεργήματα παραβάλλων καὶ συγκρίνων τὰ μὲν τῶν ἄλλων ἐπειρᾶτο ψευδοποιεῖν καὶ ταπεινοῦν, τὰ δὲ τῶν Ῥοδίων ηὔξανε, | |
Hist.30.4.14 | πολλαπλασιάζων καθ’ ὅσον οἷός τ’ ἦν· τὰ δ’ ἁμαρτή‐ ματα κατὰ τοὐναντίον τὰ μὲν τῶν ἄλλων ἐξωνείδιζε πικρῶς καὶ δυσμενικῶς, τὰ δὲ τῶν Ῥοδίων ἐπειρᾶτο περιστέλλειν, ἵνα κατὰ τὴν παράθεσιν τὰ μὲν οἰκεῖα | |
5 | μικρὰ καὶ συγγνώμης ἄξια φανῇ, τὰ δὲ τῶν πέλας μεγάλα καὶ ἀπαραίτητα τελέως, ἐφ’ οἷς ἔφη συγγνώμης | |
Hist.30.4.15 | τετευχέναι τοὺς ἡμαρτηκότας ἅπαντας. τὸ δὲ γένος τοῦτο τῆς δικαιολογίας οὐδαμῶς ἂν πρέπειν ἀνδρὶ | |
Hist.30.4.16 | πολιτικῷ δόξειεν, ἐπείτοι καὶ τῶν κοινοπραγησάντων περί τινων ἀπορρήτων οὐ τοὺς διὰ φόβον ἢ πόρον μηνυτὰς γενομένους τῶν συνειδότων ἐπαινοῦμεν, ἀλλὰ τοὺς πᾶσαν ἐπιδεξαμένους βάσανον καὶ τιμωρίαν καὶ | |
5 | μηδενὶ τῶν συνειδότων παραιτίους γενομένους τῆς αὐτῆς | |
συμφορᾶς, τούτους ἀποδεχόμεθα καὶ τούτους ἄνδρας | ||
Hist.30.4.17 | ἀγαθοὺς νομίζομεν. ὁ δὲ διὰ τὸν ἄδηλον φόβον πάντα τὰ τῶν ἄλλων ἁμαρτήματα τιθεὶς ὑπὸ τὴν ὄψιν τοῖς κρατοῦσιν καὶ καινοποιήσας, ὑπὲρ ὧν ὁ χρόνος εἰς λήθην ἀγηόχει τοὺς ὑπερέχοντας, πῶς οὐκ ἔμελλε δυσ‐ | |
5 | αρεστήσειν τοῖς ἱστορήσασιν; | |
Hist.30.5.1 | Τὴν δὲ προειρημένην ἀπόκρισιν οἱ μὲν περὶ τὸν Φιλοκράτην λαβόντες ἐξ αὐτῆς ὥρμησαν, οἱ δὲ περὶ τὸν (Φιλόφρονα καὶ) Ἀστυμήδην αὐτόθι μένοντες παρήδρευον χάριν τοῦ μηδὲν αὐτοὺς λανθάνειν τῶν | |
Hist.30.5.2 | προσπιπτόντων ἢ λεγομένων κατὰ τῆς πατρίδος. προσ‐ πεσούσης δὲ τῆς ἀποκρίσεως ταύτης εἰς τὴν Ῥόδον, δόξαντες ἀπολελύσθαι τοῦ μεγίστου φόβου τοῦ κατὰ τὸν πόλεμον, τἄλλα καίπερ ἀκμὴν ὄντα δυσχερῆ ῥᾳδίως | |
Hist.30.5.3 | ἔφερον. οὕτως αἰεὶ τὰ μείζω τῶν προσδοκωμένων | |
Hist.30.5.4 | κακῶν λήθην ποιεῖ τῶν ἐλαττόνων συμπτωμάτων. διὸ καὶ παραχρῆμα ψηφισάμενοι τῇ Ῥώμῃ στέφανον ἀπὸ μυρίων χρυσῶν καὶ καταστήσαντες πρεσβευτὴν ἅμα καὶ ναύαρχον Θεαίδητον ἐξέπεμπον θερείας ἀρχομένης | |
5 | ἄγοντα τὸν στέφανον καὶ μετὰ τούτου τοὺς περὶ Ῥοδοφῶντα, πειρασομένους κατὰ πάντα τρόπον συμ‐ | |
Hist.30.5.5 | μαχίαν συνθέσθαι πρὸς Ῥωμαίους. τοῦτο δ’ ἐποίησαν (οὐ) βουλόμενοι διὰ τοῦ ψηφίσματος καὶ πρεσβείας ἀποτυχεῖν, ἐὰν ἄλλως δόξῃ Ῥωμαίοις, δι’ αὐτῆς δὲ τῆς τοῦ ναυάρχου προαιρέσεως τὴν κατάπειραν ποιήσασθαι· | |
5 | τὴν γὰρ ἐξουσίαν εἶχε ταύτην ὁ ναύαρχος ἐκ τῶν νό‐ | |
Hist.30.5.6 | μων. οὕτως γὰρ ἦν πραγματικὸν τὸ πολίτευμα τῶν Ῥοδίων ὡς σχεδὸν ἔτη τετταράκοντα πρὸς τοῖς ἑκατὸν κεκοινωνηκὼς ὁ δῆμος Ῥωμαίοις τῶν ἐπιφανεστάτων καὶ καλλίστων ἔργων οὐκ ἐπεποίητο πρὸς αὐτοὺς συμ‐ | |
Hist.30.5.7 | μαχίαν. τίνος δὲ χάριν οὕτως ἐχείριζον οἱ Ῥόδιοι τὰ | |
Hist.30.5.8 | καθ’ αὑτοὺς οὐκ ἄξιον παραλιπεῖν. βουλόμενοι γὰρ μηδένα τῶν ἐν ταῖς ὑπεροχαῖς καὶ δυναστείαις ἀπελπί‐ ζειν τὴν ἐξ αὑτῶν ἐπικουρίαν καὶ συμμαχίαν, οὐκ ἐβούλοντο συνδυάζειν οὐδὲ προκαταλαμβάνειν σφᾶς | |
5 | αὐτοὺς ὅρκοις καὶ συνθήκαις, ἀλλ’ ἀκέραιοι δια‐ | |
Hist.30.5.9 | μένοντες κερδαίνειν τὰς ἐξ ἑκάστων ἐλπίδας. τότε δὲ μεγάλην ἐποιοῦντο φιλοτιμίαν, βουλόμενοι ταύτης τῆς τιμῆς τυχεῖν παρὰ Ῥωμαίων, οὐ κατεπειγόμενοι συμ‐ μαχίας οὐδ’ ἀγωνιῶντες ἁπλῶς οὐδένα κατὰ τὸ παρὸν | |
Hist.30.5.10 | πλὴν αὐτῶν τῶν Ῥωμαίων, ἀλλὰ βουλόμενοι κατὰ τὴν ὑπέρθεσιν τῆς ἐπιβολῆς ἀφαιρεῖσθαι τὰς ὑπο‐ | |
νοίας τῶν δυσχερές τι διανοουμένων περὶ τῆς πόλεως. | ||
Hist.30.5.11 | ἄρτι δὲ τῶν περὶ τὸν Θεαίδητον καταπεπλευκότων, ἀπέστησαν Καύνιοι, κατελάβοντο δὲ καὶ Μυλασεῖς τὰς | |
Hist.30.5.12 | ἐν Εὐρώμῳ πόλεις. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἡ σύγκλητος ἐξέβαλε δόγμα διότι δεῖ Κᾶρας καὶ Λυκίους ἐλευθέρους εἶναι πάντας, ὅσους προσένειμε Ῥοδίοις | |
Hist.30.5.13 | μετὰ τὸν Ἀντιοχικὸν πόλεμον. τὰ μὲν οὖν κατὰ τοὺς Καυνίους καὶ τοὺς Εὐρωμεῖς ταχέως οἱ Ῥόδιοι διωρ‐ | |
Hist.30.5.14 | θώσαντο· τοὺς μὲν (γὰρ) Καυνίους Λύκωνα πέμψαντες μετὰ στρατιωτῶν ἠνάγκασαν πάλιν ὑφ’ αὑτοὺς τάττε‐ | |
Hist.30.5.15 | σθαι, καίπερ Κιβυρατῶν αὐτοῖς παραβοηθησάντων, ἐπὶ δὲ τὰς ἐν Εὐρώμῳ πόλεις στρατεύσαντες ἐνίκησαν μάχῃ Μυλασεῖς καὶ Ἀλαβανδεῖς, ἀμφοτέρων παρα‐ | |
Hist.30.5.16 | γενομένων μετὰ στρατιᾶς ἐπ’ Ὀρθωσίαν. τοῦ δὲ περὶ τῶν Λυκίων καὶ Καρῶν δόγματος αὐτοῖς προσ‐ πεσόντος, πάλιν ἀπεσοβήθησαν ταῖς διανοίαις, δείσαντες μή ποτε μάταιος μὲν αὐτοῖς ἡ τοῦ στεφάνου δόσις γέ‐ | |
5 | γονε, μάταιοι δ’ αἱ περὶ τῆς συμμαχίας ἐλπίδες. | |
Hist.30.6t | II. RES GRAECIAE. | |
Hist.30.6.1 | Ὅτι φησὶ Πολύβιος· πρότερον ἐπιστήσαντες τοὺς ἀναγινώσκοντας ἐπὶ τὴν περὶ Δείνωνος καὶ Πο‐ | |
Hist.30.6.2 | λυαράτου διάληψιν· μεγάλης γὰρ οὔσης τῆς περιστάσεως καὶ τῆς μεταβολῆς οὐ μόνον παρὰ τοῖς Ῥοδίοις, ἀλλὰ | |
Hist.30.6.3 | σχεδὸν ἁπάσαις ταῖς πολιτείαις, χρήσιμον ἂν εἴη τὸ τὰς προαιρέσεις τῶν παρ’ ἑκάστοις πολιτευομένων ἐπι‐ σκέψασθαι καὶ γνῶναι τίνες φανήσονται τὸ κατὰ λόγον πεποιηκότες καὶ τίνες παραπεπαικότες τοῦ καθήκοντος, | |
Hist.30.6.4 | ἵνα οἱ ἐπιγινόμενοι, ὡσανεὶ τύπων ἐκτιθεμένων, δύνων‐ ται κατὰ τὰς ὁμοίας περιστάσεις τὰ μὲν αἱρετὰ διώ‐ κειν, τὰ δὲ φευκτὰ φεύγειν ἀληθινῶς, καὶ μὴ περὶ τὸν ἔσχατον καιρὸν τῆς ζωῆς ἀβλεπτοῦντες τὸ πρέπον | |
5 | καὶ τὰς ἐν τῷ προγεγονότι βίῳ πράξεις ταὐτὸν πάθω‐ | |
Hist.30.6.5 | σιν. συνέβαινε τοιγαροῦν τρεῖς διαφορὰς γενέσθαι τῶν ἐμπεσόντων εἰς τὰς αἰτίας κατὰ τὸν πρὸς Περσέα | |
Hist.30.6.6 | πόλεμον. ὧν μία μὲν ἦν τῶν οὐχ ἡδέως μὲν ὁρώντων κρινόμενα τὰ ὅλα καὶ τὴν τῆς οἰκουμένης ἐξουσίαν ὑπὸ μίαν ἀρχὴν πίπτουσαν, οὔτε δὲ συνεργούντων οὔτ’ ἀντιπραττόντων ἁπλῶς Ῥωμαίοις οὐδέν, ἀλλ’ οἷον | |
Hist.30.6.7 | ἐπιτετραφότων τῇ τύχῃ περὶ τῶν ἀποβησομένων· ἑτέρα δὲ τῶν ἡδέως ὁρώντων κρινόμενα τὰ πράγματα καὶ βουλομένων νικᾶν τὸν Περσέα, μὴ δυναμένων δὲ συν‐ επισπᾶσθαι τοὺς ἰδίους πολίτας καὶ τοὺς ὁμοεθνεῖς | |
Hist.30.6.8 | πρὸς τὴν αὑτῶν γνώμην· τρίτη δὲ καὶ τῶν συνεπι‐ σπασαμένων καὶ μεταρριψάντων τὰ πολιτεύματα πρὸς | |
Hist.30.7.1 | τὴν Περσέως συμμαχίαν. πῶς οὖν ἕκαστοι τούτων | |
Hist.30.7.2 | ἐχείρισαν τὰ καθ’ αὑτοὺς σκοπεῖν πάρεστιν. μετέρριψαν πρὸς Περσέα τὸ τῶν Μολοττῶν ἔθνος Ἀντίνους καὶ | |
Hist.30.7.3 | Θεόδοτος καὶ Κέφαλος μετ’ αὐτῶν· (οἳ τῶν πραγμά)των ἀντιπεσόντων ταῖς ἐπιβολαῖς αὐτῶν ὁλοσχερῶς, καὶ περι‐ στάντος τοῦ κινδύνου, καὶ συνεγγίζοντος τοῦ δει‐ νοῦ, πάντες ὁμόσε χωρήσαντες τοῖς παροῦσιν ἀπέ‐ | |
Hist.30.7.4 | θανον γενναίως. διόπερ ἄξιον ἐπαινεῖν τοὺς ἄνδρας ἐπὶ τῷ μὴ προέσθαι μηδὲ περιιδεῖν σφᾶς αὐτοὺς εἰς ἀναξίαν διάθεσιν ἐμπεσόντας τοῦ προγεγονότος βίου. | |
Hist.30.7.5 | καὶ μὴν ἐν Ἀχαΐᾳ καὶ παρὰ Θετταλοῖς καὶ Περραιβοῖς ἔσχον αἰτίαν καὶ πλείους διὰ τὴν ἡσυχίαν, ὡς ἐφε‐ δρεύοντες τοῖς καιροῖς καὶ φρονοῦντες τὰ Περσέως. | |
Hist.30.7.6 | ἀλλ’ οὔτε λόγον ἐν τῷ μέσῳ τοιοῦτον ἐξέβαλον οὔτε γράφοντες οὔτε διαπεμπόμενοι πρὸς τὸν Περσέα περί τινος ἐφωράθησαν, ἀλλὰ διεφύλαξαν ἀνεπιλήπτους | |
Hist.30.7.7 | ἑαυτούς. τοιγαροῦν εἰκότως οὗτοι καὶ δικαιολογίαν καὶ κρίσιν ὑπέμενον καὶ πάσας ἐξήλεγχον τὰς ἐλπίδας· | |
Hist.30.7.8 | οὐ γὰρ ἔλαττόν ἐστιν ἀγεννίας σημεῖον τὸ μηδὲν αὑτῷ συνειδότα μοχθηρὸν προεξάγειν ἐκ τοῦ ζῆν αὑτόν, | |
ποτὲ μὲν τὰς τῶν ἀντιπολιτευομένων ἀνατάσεις κατα‐ πλαγέντα, ποτὲ δὲ τὴν τῶν κρατούντων ἐξουσίαν, τοῦ | ||
5 | παρὰ τὸ καθῆκον φιλοζωεῖν. | |
Hist.30.7.9 | Καὶ μὴν ἐν Ῥόδῳ καὶ Κῷ καὶ πλείοσιν ἑτέραις πόλεσιν ἐγένοντό τινες οἱ φρονοῦντες τὰ Περσέως, οἳ καὶ λέγειν ἐθάρρουν περὶ Μακεδόνων ἐν τοῖς ἰδίοις πολιτεύμασι καὶ κατηγορεῖν μὲν Ῥωμαίων καὶ καθόλου | |
5 | συνίστασθαι πρὸς τὸν Περσέα κοινοπραγίαν, οὐ δυνη‐ θέντες δὲ μεταρρῖψαι τὰ πολιτεύματα πρὸς τὴν τοῦ | |
Hist.30.7.10 | βασιλέως συμμαχίαν. τούτων δ’ ἦσαν ἐπιφανέστατοι παρὰ μὲν τοῖς Κῴοις Ἱππόκριτος καὶ Διομέδων ἀδελ‐ | |
Hist.30.8.1 | φοί, παρὰ δὲ Ῥοδίοις Δείνων καὶ Πολυάρατος. ὧν τίς οὐκ ἂν καταμέμψαιτο τὴν προαίρεσιν; οἳ πρῶτον μὲν τοὺς πολίτας συνίστορας ἔχοντες πάντων τῶν σφίσι πεπραγμένων καὶ τῶν εἰρημένων, ἔπειτα δὲ τῶν | |
5 | γραμμάτων ἑαλωκότων καὶ πεφωτισμένων καὶ τῶν παρὰ τοῦ Περσέως πρὸς ἐκείνους διαπεμπομένων καὶ τῶν | |
Hist.30.8.2 | πρὸς τὸν Περσέα παρ’ ἐκείνων, ἅμα δὲ καὶ τῶν ἀνθρώπων ὑποχειρίων γεγονότων τῶν διαπεμπομένων παρ’ ἑκατέρων καὶ πρὸς ἑκατέρους, οὐχ οἷοί τ’ ἦσαν εἴκειν οὐδ’ ἐκποδὼν ποιεῖν ἑαυτούς, ἀλλ’ ἀκμὴν | |
Hist.30.8.3 | ἠμφισβήτουν. τοιγαροῦν προσκαρτεροῦντες καὶ φιλο‐ ζωοῦντες πρὸς ἀπεγνωσμένας ἐλπίδας καὶ τὸ δοκοῦν εἶναι περὶ αὐτοὺς τολμηρὸν καὶ παράβολον ἀνέτρε‐ ψαν, ὥστε παρὰ τοῖς ἐπιγινομένοις μηδ’ ἔσχατον ἐλέῳ | |
Hist.30.8.4 | καὶ συγγνώμῃ τόπον καταλιπεῖν. ἐλεγχόμενοι γὰρ | |
κατὰ πρόσωπον ὑπὸ τῶν ἰδίων χειρογράφων καὶ τῶν ὑπουργῶν οὐ μόνον ἀτυχεῖν, ἔτι δὲ μᾶλλον ἀναισχυν‐ | ||
Hist.30.8.5 | τεῖν ἔδοξαν. Θόας γάρ τις ἦν τῶν πλοϊζομένων, ὃς καὶ πολλάκις εἰς τὴν Μακεδονίαν ἐπεπλεύκει, δι‐ | |
Hist.30.8.6 | απεσταλμένος ὑπὸ τῶν προειρημένων. οὗτος ἐν τῇ μεταβολῇ τῶν πραγμάτων συνειδὼς αὑτῷ τὰ πεπρα‐ γμένα, δείσας ἀπεχώρησεν εἰς τὴν Κνίδον. τῶν δὲ Κνιδίων αὐτὸν εἰς φυλακὴν ἀποθεμένων, ἐξαιτηθεὶς | |
Hist.30.8.7 | ὑπὸ τῶν Ῥοδίων ἦλθεν εἰς τὴν Ῥόδον. κἀκεῖ διὰ τῶν βασάνων ἐλεγχόμενος ἀνθωμολογεῖτο καὶ σύμ‐ φωνος ἦν πᾶσι τοῖς ἐκ τῶν αἰχμαλώτων γραμμάτων συνθήμασιν, ὁμοίως δὲ καὶ ταῖς ἐπιστολαῖς ταῖς παρά | |
5 | τε τοῦ Περσέως ἀποστελλομέναις πρὸς τὸν Δείνωνα | |
Hist.30.8.8 | (καὶ Πολυάρατον) καὶ παρὰ τούτων πρὸς ἐκεῖνον. ἐξ ὧν θαυμάζειν ἦν τίνι ποτὲ λογισμῷ χρώμενος ὁ Δεί‐ νων προσανεῖχε τῷ ζῆν καὶ τὸν παραδειγματισμὸν ὑπέμενε τοῦτον. | |
Hist.30.9.1 | Πολὺ δὲ κατὰ τὴν ἀβουλίαν καὶ κατὰ τὴν ἀγεννίαν | |
Hist.30.9.2 | ὁ Πολυάρατος ὑπερέθετο τὸν Δείνωνα. τοῦ γὰρ Πο‐ πιλίου προστάξαντος Πτολεμαίῳ τῷ βασιλεῖ τὸν Πολυ‐ άρατον ἀναπέμπειν εἰς τὴν Ῥώμην, ὁ βασιλεὺς εἰς μὲν τὴν Ῥώμην οὐκ ἔκρινε πέμπειν, ἐντρεπόμενος τὴν | |
5 | πατρίδα καὶ τὸν Πολυάρατον, εἰς δὲ τὴν Ῥόδον ἀπο‐ στέλλειν διέλαβε, κἀκείνου τοῦτο παρακαλοῦντος. | |
Hist.30.9.3 | παραστήσας οὖν λέμβον καὶ παραδοὺς αὐτὸν Δημητρίῳ τινὶ τῶν φίλων ἐξαπέστειλεν. ἔγραφε δὲ καὶ τοῖς | |
Hist.30.9.4 | Ῥοδίοις ὑπὲρ τῆς ἐκπομπῆς. ὁ δὲ Πολυάρατος προσ‐ σχὼν Φασηλίδι κατὰ πλοῦν καὶ διανοηθεὶς ἅττα δή ποτ’ οὖν, λαβὼν θαλλοὺς κατέφυγεν ἐπὶ τὴν | |
Hist.30.9.5 | κοινὴν ἑστίαν. ὃν εἴ τις ἤρετο τί βούλεται, πέπεισμαι μηδ’ (ἂν) αὐτὸν ἔχειν εἰπεῖν. εἰ μὲν γὰρ εἰς τὴν πατρίδα μολεῖν ἐπεθύμει, τί θαλλῶν ἔδει; τοῦτο γὰρ | |
Hist.30.9.6 | προύκειτό που τοῖς ἄγουσιν αὐτόν. εἰ δ’ εἰς τὴν Ῥώμην, καὶ μὴ βουλομένου ’κείνου τοῦτ’ ἔδει γενέσθαι κατ’ ἀνάγκην. τί οὖν κατελείπεθ’ ἕτερον; ἄλλος γὰρ τόπος ὁ δεξόμενος αὐτὸν μετ’ ἀσφαλείας οὐκ ἦν. | |
Hist.30.9.7 | οὐ μὴν ἀλλὰ τῶν Φασηλιτῶν πεμψάντων εἰς τὴν Ῥόδον καὶ παρακαλούντων κομίζεσθαι καὶ παραλαμβάνειν τὸν Πολυάρατον, νουνεχῶς οἱ Ῥόδιοι διαλαβόντες ἄφρακτον | |
Hist.30.9.8 | μὲν ἐξαπέστειλαν τὸ παραπέμψον, ἀναλαβεῖν δ’ εἰς τὴν ναῦν ἐκώλυσαν τὸν ἄρχοντα διὰ τὸ προστετάχθαι τοῖς ἐκ τῆς Ἀλεξανδρείας εἰς Ῥώμην ἀποκαταστῆσαι τὸν | |
Hist.30.9.9 | ἄνθρωπον. παραγενομένης δὲ τῆς νεὼς εἰς τὴν Φα‐ σηλίδα, καὶ τοῦ μὲν Ἐπιχάρους, ὃς ἦν ἄρχων τῆς νεώς, οὐ βουλομένου δέχεσθαι τῷ πλοίῳ τὸν ἄνθρω‐ | |
Hist.30.9.10 | πον, τοῦ (δὲ) Δημητρίου τοῦ προχειρισθέντος ὑπὸ τοῦ βασιλέως διὰ τὴν ἀναπομπὴν κελεύοντος ἀνίστα‐ σθαι καὶ πλεῖν αὐτόν, καὶ τῶν Φασηλιτῶν συνεπισχυόν‐ των αὐτῷ διὰ τὸ δεδιέναι μή τις ἐκ Ῥωμαίων σφίσι | |
Hist.30.9.11 | διὰ ταῦτα μέμψις ἐπακολουθήσῃ, καταπλαγεὶς τὴν περίστασιν ἐνέβη πάλιν τὸν λέμβον πρὸς τὸν Δημήτριον. | |
Hist.30.9.12 | κατὰ δὲ τὸν ἀπόπλουν ἐπιλαβόμενος ἀφορμῆς εὐκαίρου, προσδραμὼν κατέφυγε πάλιν εἰς Καῦνον κἀκεῖ παρα‐ | |
Hist.30.9.13 | πλησίως ἐδεῖτο τῶν Καυνίων βοηθεῖν. τούτων δὲ πάλιν ἀποτριβομένων αὐτὸν διὰ τὸ τάττεσθαι μετὰ Ῥοδίων, διεπέμπετο πρὸς Κιβυράτας, δεόμενος αὐτὸν | |
Hist.30.9.14 | δέξασθαι τῇ πόλει καὶ πέμψαι παραπομπήν. ἔσχε γὰρ ἀφορμὴν πρὸς τὴν πόλιν διὰ τὸ τεθράφθαι παρ’ αὐτῷ | |
Hist.30.9.15 | τοὺς παῖδας Παγκράτους τοῦ τυράννου. τῶν δὲ πει‐ σθέντων καὶ ποιησάντων τὰ παρακαλούμενα, παρα‐ γενόμενος εἰς τὴν Κιβύραν εἰς ἀπορίαν ἐνέβαλεν αὑτόν τε καὶ τοὺς Κιβυράτας μείζω τῆς πρότερον, ὅτε παρὰ | |
Hist.30.9.16 | τοῖς Φασηλίταις ἦν. οὔτε γὰρ ἔχειν παρ’ αὑτοῖς ἐθάρρουν αὐτὸν διὰ τὸ δεδιέναι τὸν ἀπὸ Ῥωμαίων κίνδυνον, οὔτ’ ἀναπέμπειν εἰς τὴν Ῥώμην ἐδύναντο διὰ τὴν ἀπειρίαν τῶν κατὰ θάλατταν ἔργων, ἅτε μεσό‐ | |
Hist.30.9.17 | γαιοι τελέως ὑπάρχοντες. λοιπὸν ἠναγκάζοντο πρε‐ σβεύειν εἰς τὴν Ῥόδον καὶ πρὸς τὸν στρατηγὸν εἰς | |
Hist.30.9.18 | Μακεδονίαν, ἀξιοῦντες παραλαβεῖν τὸν ἄνθρωπον. τοῦ δὲ Λευκίου γράψαντος τοῖς μὲν Κιβυράταις τηρεῖν ἐπιμελῶς τὸν Πολυάρατον καὶ κομίζειν εἰς τὴν Ῥόδον, τοῖς δὲ Ῥοδίοις φροντίζειν τῆς κατὰ θάλατταν | |
5 | παραπομπῆς, ἵνα μετ’ ἀσφαλείας εἰς τὴν Ῥωμαίων ἀνακομισθῇ, πειθαρχησάντων δ’ ἀμφοτέρων τοῖς | |
Hist.30.9.19 | γραφομένοις, τούτῳ τῷ τρόπῳ συνέβη τὸν Πολυάρατον ἐλθεῖν εἰς τὴν Ῥώμην, ἐκθεατρίσαντα μὲν τὴν ἀβου‐ λίαν τὴν αὑτοῦ καὶ τὴν ἀγεννίαν ἐφ’ ὅσον οἷός τ’ ἦν, ἔκδοτον (δὲ) γενόμενον οὐ μόνον παρὰ Πτο‐ | |
5 | λεμαίου τοῦ βασιλέως, ἀλλὰ καὶ παρὰ Φασηλιτῶν καὶ παρὰ Κιβυρατῶν καὶ παρὰ Ῥοδίων διὰ τὴν ἰδίαν ἄνοιαν. | |
Hist.30.9.20 | Τίνος οὖν χάριν τὸν πλείω λόγον πεποίημαι περὶ | |
Hist.30.9.21 | Πολυαράτου καὶ Δείνωνος; οὐχ ἵνα συνεπεμβαίνειν δόξω ταῖς ἐκείνων ἀτυχίαις. καὶ γὰρ ἄτοπόν γε τοῦτο τελέως· ἀλλ’ ἵνα φανερὰν ποιήσας τὴν ἐκείνων ἀβου‐ λίαν βέλτιον παρασκευάσω καὶ βουλεύεσθαι καὶ φρο‐ | |
5 | νεῖν τοὺς κατὰ τὰς περιστάσεις (εἰς) παραπλησίους ἐμπίπτοντας καιρούς. — | |
Hist.30.10.1 | Ἐξ ὧν μάλιστα κατίδοι τις ἂν ἅμα τὴν ὀξύτητα καὶ τὴν ἀβεβαιότητα τῆς τύχης, ὅταν (ἃ) μάλιστ’ ἄν τις αὑτοῦ χάριν οἴηται διαπονεῖν, ταῦτα παρὰ πόδας εὑρίσκηται τοῖς ἐχθροῖς κατασκευά‐ | |
Hist.30.10.2 | ζων· κίονας γὰρ κατεσκεύαζε Περσεύς, καὶ ταύτας καταλαβὼν ἀτελεῖς Λεύκιος Αἰμίλιος ἐτελείωσε καὶ τὰς ἰδίας εἰκόνας ἐπέστησεν. — | |
Hist.30.10.3 | Ὁ δὲ θαυμάσας τὴν τῆς πόλεως θέσιν καὶ τὴν τῆς ἀκροπόλεως εὐκαιρίαν πρός τε τοὺς ἐντὸς Ἰσθμοῦ καὶ | |
πρὸς τοὺς ἐκτὸς ἀπολαμβανομένους τόπους. — | ||
Hist.30.10.4 | Ἐπισημηνάμενος δὲ τοῦ Σικυῶνος τὴν ὀχυρότητα καὶ τὸ βάρος τῆς τῶν Ἀργείων πόλεως ἦλθεν εἰς Ἐπίδαυρον. — | |
Hist.30.10.5 | Πάλαι μετέωρος ὢν πρὸς τὴν τῆς Ὀλυμπίας θέαν ὥρμησε. — | |
Hist.30.10.6 | Πολύβιος· Λεύκιος Αἰμίλιος παρῆν εἰς τὸ τέμενος τὸ ἐν Ὀλυμπίᾳ, καὶ τὸ ἄγαλμα θεασάμενος ἐξεπλάγη καὶ τοσοῦτον εἶπεν ὅτι μόνος αὐτῷ δοκεῖ Φειδίας τὸν παρ’ Ὁμήρῳ Δία μεμιμῆσθαι, διότι μεγάλην ἔχων προσ‐ | |
5 | δοκίαν τῆς Ὀλυμπίας μείζω τῆς προσδοκίας εὑρηκὼς εἴη τὴν ἀλήθειαν. — | |
Hist.30.11.1 | Ὅτι Αἰτωλοὶ τὸν βίον ἀπὸ λῃστείας καὶ τῆς | |
Hist.30.11.2 | τοιαύτης παρανομίας εἰώθεισαν ἔχειν. καὶ ἕως μὲν ἐξῆν τοὺς Ἕλληνας φέρειν καὶ λεηλατεῖν, ἐκ τούτων ἐπορίζοντο τοὺς βίους, πᾶσαν γῆν ἡγούμενοι πολεμίαν· | |
Hist.30.11.3 | μετὰ δὲ ταῦτα Ῥωμαίων ἐπιστάντων τοῖς πράγμασι κωλυθέντες τῆς ἔξωθεν ἐπικουρίας εἰς ἑαυτοὺς κατ‐ | |
Hist.30.11.4 | ήντησαν. καὶ πρότερον μὲν κατὰ τὸν ἐμφύλιον πό‐ | |
Hist.30.11.5 | λεμον οὐκ ἔστιν ὃ τῶν δεινῶν οὐκ ἔπραξαν· βραχεῖ δ’ ἀνώτερον χρόνῳ γεγευμένοι τοῦ φόνου τοῦ κατ’ ἀλλήλων ἐν ταῖς κατὰ τὴν Ἀρσινοΐαν σφαγαῖς ἕτοιμοι πρὸς πᾶν ἦσαν, ἀποτεθηριωμένοι τὰς ψυχάς, ὥστε | |
Hist.30.11.6 | μηδὲ βουλὴν διδόναι τοῖς προεστῶσι. διόπερ ἦν | |
ἀκρισίας καὶ παρανομίας καὶ φόνου πλήρη τὰ κατὰ τὴν Αἰτωλίαν, καὶ τῶν πραττομένων παρ’ αὐτοῖς ἐκ λογισμοῦ μὲν καὶ προθέσεως οὐδὲν ἐπετελεῖτο, πάντα | ||
5 | δ’ εἰκῇ καὶ φύρδην ἐπράττετο, καθαπερεὶ λαίλαπός τινος ἐκπεπτωκυίας εἰς αὐτούς. — | |
Hist.30.12.1 | Ὅτι οἱ κατὰ τὴν Ἤπειρον παραπλήσια τούτοις | |
Hist.30.12.2 | ἔπραττον. ἐφ’ ὅσον γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων μετριώτεροι τῶν κατὰ τὴν Αἰτωλίαν ἦσαν, ἐπὶ τοσοῦ‐ τον ὁ προεστὼς αὐτῶν ἀσεβέστερος καὶ παρανομώτερος | |
Hist.30.12.3 | ὑπῆρχε τῶν ἄλλων. δοκῶ γὰρ μὴ γεγονέναι μηδ’ ἔσεσθαι θηριωδέστερον ἄνθρωπον μηδ’ εἰκαιότερον Χάροπος. — | |
Hist.30.13.1 | Ὅτι μετὰ τὴν τοῦ Περσέως κατάλυσιν ἅμα τῷ κριθῆναι τὰ ὅλα πανταχόθεν ἐξέπεμ‐ πον πρέσβεις συγχαρησομένους τοῖς στρατηγοῖς ἐπὶ | |
Hist.30.13.2 | τοῖς γεγονόσιν. τῶν δὲ πραγμάτων ὁλοσχερῶς ἐπὶ Ῥωμαίους κεκλικότων, ἐπιπολάζοντες διὰ τὸν καιρὸν οἱ δοκοῦντες εἶναι φίλοι Ῥωμαίων ἐν πᾶσι τοῖς πολι‐ τεύμασιν, εἴς τε τὰς πρεσβείας οὗτοι καθίσταντο καὶ | |
Hist.30.13.3 | τὰς ἄλλας χρείας. διὸ συνέδραμον εἰς τὴν Μακεδονίαν ἐκ μὲν Ἀχαΐας Καλλικράτης, Ἀριστόδαμος, Ἀγησίας, | |
Hist.30.13.4 | Φίλιππος, ἐκ δὲ Βοιωτίας οἱ περὶ Μνάσιππον, ἐκ δὲ τῆς Ἀκαρνανίας οἱ περὶ Χρέμαν, παρὰ δὲ τῶν Ἠπειρω‐ τῶν οἱ περὶ τὸν Χάροπα καὶ Νικίαν, παρὰ δὲ τῶν | |
Hist.30.13.5 | Αἰτωλῶν οἱ περὶ τὸν Λυκίσκον καὶ Τίσιππον. ἁπάντων δὲ τούτων ὁμοῦ γενομένων καὶ πρὸς τὴν αὐτὴν ὑπό‐ θεσιν ἁμιλλωμένων προθύμως, καὶ μηδενὸς ὑπάρχοντος ἀνταγωνιστοῦ διὰ τὸ τοὺς ἀντιπολιτευομένους ἅπαντας | |
5 | εἴκοντας τοῖς καιροῖς ἀνακεχωρηκέναι τελέως, ἀκονιτὶ | |
Hist.30.13.6 | κατεκράτησαν τῆς ὑποθέσεως οἱ προειρημένοι. πρὸς μὲν οὖν τὰς ἄλλας πόλεις καὶ τὰς ἐθνικὰς συστάσεις οἱ δέκα δι’ αὐτῶν τῶν στρατηγῶν ἐποιήσαντο τὴν ἐπιταγήν, οὓς δεήσει πορεύεσθαι τῶν ἀνδρῶν εἰς | |
Hist.30.13.7 | τὴν Ῥώμην. οὗτοι δ’ ἦσαν ὡς ἐπίπαν οὓς ἀπέγραψαν οἱ προειρημένοι κατὰ τὰς ἰδίας ἀντιπαραγωγάς, πλὴν | |
Hist.30.13.8 | ὀλίγων τελέως τῶν ἔκδηλόν τι πεποιηκότων. πρὸς δὲ τὸ τῶν Ἀχαιῶν ἔθνος πρεσβευτὰς ἐξέπεμψαν τοὺς ἐπιφανεστάτους ἄνδρας τῶν δέκα, Γάιον Κλαύδιον | |
Hist.30.13.9 | καὶ Γνάιον Δομέτιον, διὰ δύ’ αἰτίας, πρῶτον μὲν εὐλαβούμενοι τοὺς Ἀχαιοὺς μή ποτ’ οὐ πειθαρχήσωσι τοῖς γραφομένοις, ἀλλὰ καὶ κινδυνεύσωσιν οἱ περὶ τὸν Καλλικράτην, δόξαντες ἐξειργάσθαι τὰς κατὰ πάντων | |
Hist.30.13.10 | τῶν Ἑλλήνων διαβολάς, ὃ κατ’ ἀλήθειαν ἦν, δεύτερον δὲ διὰ τὸ μηθὲν ἐν τοῖς αἰχμαλώτοις γράμμασιν ἀκριβὲς | |
Hist.30.13.11 | εὑρῆσθαι κατὰ μηδενὸς τῶν Ἀχαιῶν. περὶ μὲν οὖν τούτων μετά τινα χρόνον ἐξέπεμπεν ὁ στρατηγὸς τὰς | |
ἐπιστολὰς καὶ τοὺς πρέσβεις, καίπερ οὐκ εὐδοκούμενος κατά γε τὴν αὑτοῦ γνώμην ταῖς τῶν περὶ τὸν Λυκίσκον | ||
5 | καὶ Καλλικράτην διαβολαῖς, ὡς ἐξ αὐτῶν τῶν πραγ‐ μάτων ὕστερον ἐγένετο καταφανές. — | |
Hist.30.14.1 | Ὅτι τῆς αὐτῆς ψυχῆς ἐστιν ἀγῶνάς τε διατίθεσθαι καλῶς καὶ παρασκευὴν καὶ πότον μεγα‐ λομερῆ χειρίσαι δεόντως καὶ παρατάξασθαι τοῖς πολε‐ μίοις στρατηγικῶς. — | |
Hist.30.15.1 | Τῶν γοῦν Ἠπειρωτῶν ἑβδομήκοντα πόλεις Πολύβιός φησιν ἀνατρέψαι Παῦλον μετὰ τὴν Μακεδόνων καὶ Περσέως κατάλυσιν· Μολοττῶν δ’ ὑπάρξαι τὰς πλείστας· πέντε δὲ καὶ δέκα μυριάδας ἀνθρώπων ἐξ‐ | |
5 | ανδραποδίσασθαι. | |
Hist.30.16t | III. RES AEGYPTI. | |
Hist.30.16.1 | Ὅτι κατὰ τὴν Αἴγυπτον οἱ βασιλεῖς ἀπολελυμένοι τοῦ πρὸς Ἀντίοχον πολέμου πρῶτον μὲν εἰς Ῥώμην πρεσβευτὴν ἐξέπεμψαν Νουμήνιον, ἕνα τῶν φίλων, εὐχαριστήσοντα περὶ τῶν | |
Hist.30.16.2 | εἰς αὐτοὺς γεγονότων εὐεργετημάτων· ἀπέλυσαν δὲ καὶ τὸν Λακεδαιμόνιον Μεναλκίδαν, ἐνεργῶς κεχρημένον τοῖς κατὰ τῆς βασιλείας καιροῖς πρὸς τὴν ἰδίαν ἐπανόρ‐ θωσιν, Γαΐου Ποπιλίου τὴν ὑπὲρ τῆς ἀπολύσεως χάριν | |
5 | αἰτησαμένου παρὰ τῶν βασιλέων. | |
Hist.30.17t | B. OLYMP. 153, 2. I. RES ITALIAE. | |
Hist.30.17.1 | Ὅτι κατὰ τὸν καιρὸν τοῦτον Κότυς ὁ τῶν Ὀδρυσῶν βασιλεὺς ἀπέστειλε πρεσβευτὰς εἰς τὴν Ῥώμην, ἀξιῶν ἀποδοθῆναι τὸν υἱὸν αὑτῷ καὶ περὶ τῆς γενομένης πρὸς Περσέα κοινοπραγίας δικαιολογού‐ | |
Hist.30.17.2 | μενος. οἱ δὲ Ῥωμαῖοι νομίσαντες ἠνύσθαι σφίσι τὸ προκείμενον, τοῦ πρὸς τὸν Περσέα πολέμου κατὰ νοῦν προκεχωρηκότος, τὴν δὲ πρὸς Κότυν διαφορὰν πρὸς | |
Hist.30.17.3 | οὐδὲν ἔτι διατείνειν, συνεχώρησαν αὐτῷ κομίζεσθαι τὸν υἱόν, ὃς ὁμηρείας χάριν δοθεὶς εἰς Μακεδονίαν | |
Hist.30.17.4 | ἑαλώκει μετὰ τῶν Περσέως τέκνων, βουλόμενοι τὴν αὑτῶν πρᾳότητα καὶ μεγαλοψυχίαν ἐμφαίνειν, ἅμα δὲ καὶ τὸν Κότυν ἀναδούμενοι διὰ τῆς τοιαύτης χάριτος. — | |
Hist.30.18.1 | Ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἦλθε καὶ Προυσίας ὁ βασιλεὺς εἰς τὴν Ῥώμην, συγχαρη‐ σόμενος τῇ συγκλήτῳ καὶ τοῖς στρατηγοῖς ἐπὶ τοῖς | |
Hist.30.18.2 | γεγονόσιν. ὁ δὲ Προυσίας οὗτος οὐδαμῶς γέγονεν ἄξιος τοῦ τῆς βασιλείας προσχήματος. τεκμήραιτο δ’ | |
Hist.30.18.3 | ἄν τις ἐκ τούτων. ὅς γε πρῶτον μέν, πρεσβευτῶν παραγεγονότων Ῥωμαϊκῶν πρὸς αὐτόν, ἐξυρημένος τὴν κεφαλὴν καὶ πιλίον ἔχων (λευκὸν) καὶ τήβενναν καὶ καλικίους ἀπήντα τούτοις, καὶ καθόλου τοιαύτῃ δια‐ | |
5 | σκευῇ κεχρημένος οἵαν ἔχουσιν οἱ προσφάτως ἠλευ‐ | |
Hist.30.18.4 | θερωμένοι παρὰ Ῥωμαίοις, οὓς καλοῦσι λιβέρτους· καὶ δεξιωσάμενος τοὺς πρεσβευτάς “Ὁρᾶτ’” ἔφη “τὸν ὑμέτερον λίβερτον ἐμέ, πάντα βουλόμενον χαρίζεσθαι καὶ μιμεῖσθαι τὰ παρ’ ὑμῖν.” ἧς ἀγεννεστέραν φωνὴν | |
Hist.30.18.5 | οὐ ῥᾴδιον εὑρεῖν. *** τότε δὲ κατὰ τὴν εἴσοδον (γενόμενος) τὴν εἰς τὴν σύγκλητον, στὰς κατὰ τὸ θύ‐ ρετρον ἀντίος τοῦ συνεδρίου καὶ καθεὶς τὰς χεῖρας ἀμφοτέρας προσεκύνησε τὸν οὐδὸν καὶ τοὺς καθημένους, | |
5 | ἐπιφθεγξάμενος “Χαίρετε, θεοὶ σωτῆρες”, ὑπερβολὴν οὐ καταλιπὼν ἀνανδρίας, ἅμα δὲ καὶ γυναικισμοῦ καὶ | |
Hist.30.18.6 | κολακείας οὐδενὶ τῶν ἐπιγινομένων. ἀκόλουθα δὲ τούτοις καὶ κατὰ τὴν κοινολογίαν εἰσελθὼν ἐπετελέσατο, | |
Hist.30.18.7 | περὶ ὧν καὶ τὸ γράφειν ἀπρεπὲς ἦν. φανεὶς δὲ τελέως εὐκαταφρόνητος ἀπόκρισιν ἔλαβε δι’ αὐτὸ τοῦτο φιλάν‐ θρωπον. | |
Hist.30.19.1 | Ἤδη δὲ τούτου τὰς ἀποκρίσεις εἰληφότος, | |
Hist.30.19.2 | προσέπεσε παραγίνεσθαι τὸν Εὐμένη. τοῦτο δὲ τὸ πρᾶγμα πολλὴν ἀπορίαν παρέσχε τοῖς ἐν τῷ συνεδρίῳ· διαβεβλημένοι γὰρ πρὸς αὐτὸν καὶ διαλήψεις ἀμεταθέτους ἔχοντες οὐκ ἐβούλοντο κατ’ οὐδένα τρό‐ | |
Hist.30.19.3 | πον ἐμφανίζειν αὑτούς. πᾶσι γὰρ ἀναδεδειχότες πρῶ‐ τον καὶ μέγιστον φίλον τὸν βασιλέα τοῦτον ἔμελλον εἰς ὄψιν ἐλθόντες καὶ προσδεξάμενοι δικαιολογίαν, εἰ μὲν τὸ δοκοῦν ἀποκριθεῖεν ἀκολουθοῦντες ταῖς ἰδίαις | |
5 | διαλήψεσιν, ἐκθεατριεῖν αὑτούς, εἰ τοιοῦτον ἄνθρωπον | |
Hist.30.19.4 | ἐπὶ τοσοῦτον ἐξετίμησαν ἐν τοῖς ἀνώτερον χρόνοις, εἰ δὲ δουλεύοντες τῇ τῶν ἐκτὸς φαντασίᾳ φιλανθρώπως ἀποκριθεῖεν, παρόψεσθαι τὴν ἀλήθειαν καὶ τὸ τῇ | |
Hist.30.19.5 | πατρίδι συμφέρον. διόπερ ἐξ ἑκατέρας τῆς ἀποφάσεως μέλλοντος ἀπιθάνου τινὸς αὐτοῖς ἐξακολουθήσειν, | |
Hist.30.19.6 | εὕροντο λύσιν τοῦ προβλήματος τοιαύτην. ὡς γὰρ καθόλου δυσαρεστούμενοι ταῖς τῶν βασιλέων ἐπι‐ δημίαις δόγμα τι τοιοῦτον ἐξέβαλον, μηδένα βασιλέα | |
Hist.30.19.7 | παραγίνεσθαι πρὸς αὑτούς. μετὰ δὲ ταῦτα πυθόμενοι τὸν Εὐμένη καταπεπλευκέναι τῆς Ἰταλίας εἰς Βρεν‐ τέσιον ἐπαπέστειλαν τὸν ταμίαν φέροντα τὸ δόγμα καὶ κελεύσοντα λέγειν πρὸς αὑτόν, εἴ τι τυγχάνει τῆς | |
Hist.30.19.8 | συγκλήτου χρείαν ἔχων· εἰ δὲ μηδενὸς δεῖται, παραγ‐ γελοῦντα τὴν ταχίστην αὐτὸν ἐκ τῆς Ἰταλίας ἀπαλλάτ‐ | |
Hist.30.19.9 | τεσθαι. ὁ δὲ βασιλεύς, συμμίξαντος αὐτῷ τοῦ ταμίου, γνοὺς τὴν τῆς συγκλήτου προαίρεσιν εἰς τέλος ἀπ‐ | |
Hist.30.19.10 | εσιώπησεν, οὐδενὸς φήσας προσδεῖσθαι. καὶ δὴ τούτῳ τῷ τρόπῳ συνέβη τὸν Εὐμένη κωλυθῆναι τῆς εἰς τὴν | |
Hist.30.19.11 | Ῥώμην ἀναβάσεως. συνηκολουθήκει δὲ καὶ ἕτερόν τι | |
Hist.30.19.12 | πραγματικὸν τούτῳ τῷ διαβουλίῳ. μεγάλου γὰρ ὑπὸ τῶν Γαλατῶν ἐπικρεμαμένου κινδύνου τῇ βασιλείᾳ, προφανὲς ἦν ὅτι διὰ τὸν σκυβαλισμὸν τοῦτον οἱ μὲν τοῦ βασιλέως σύμμαχοι ταπεινωθήσονται πάντες, οἱ δὲ | |
5 | Γαλάται διπλασίως ἐπιρρωσθήσονται πρὸς τὸν πόλεμον. | |
Hist.30.19.13 | διὸ πάντῃ πάντως βουλόμενοι ταπεινοῦν αὐτὸν ἐπὶ | |
Hist.30.19.14 | ταύτην κατηνέχθησαν τὴν γνώμην. τούτων δὲ γινο‐ μένων ἔτι κατ’ ἀρχὰς τοῦ χειμῶνος, λοιπὸν ἡ σύγκλη‐ | |
Hist.30.19.15 | τος ἅπασιν τοῖς παραγεγονόσι κατὰ πρεσβείαν· οὐ γὰρ ἦν οὔτε πόλις οὔτε δυνάστης οὔτε βασιλεὺς ὃς οὐκ ἀπεστάλκει πρεσβείαν κατ’ ἐκεῖνον τὸν καιρὸν τὴν | |
Hist.30.19.16 | συγχαρησομένην ἐπὶ τοῖς γεγονόσιν· οἷς ἅπασιν οἰκείως | |
Hist.30.19.17 | ἀπήντησε καὶ φιλανθρώπως πλὴν τῶν Ῥοδίων. τούτους δὲ παρέπεμπε ποικίλας ἐμφάσεις ποιοῦσα περὶ τοῦ μέλ‐ λοντος. ἐπείχετο δὲ καὶ (τὰ) κατὰ τοὺς Ἀθηναίους. — | |
Hist.30.20.1 | Ὅτι οἱ Ἀθηναῖοι παρεγένοντο πρεσβεύοντες | |
τὸ μὲν πρῶτον ὑπὲρ τῆς Ἁλιαρτίων σωτηρίας, | ||
Hist.30.20.2 | παρακουόμενοι δὲ περὶ τούτου τοῦ μέρους ἐκ μετα‐ θέσεως διελέγοντο περὶ Δήλου καὶ Λήμνου καὶ τῆς τῶν Ἁλιαρτίων χώρας, εἰς ἑαυτοὺς ἐξαιτούμενοι | |
Hist.30.20.3 | τὴν κτῆσιν· εἶχον γὰρ διττὰς ἐντολάς. οἷς περὶ μὲν τῶν κατὰ Δῆλον καὶ Λῆμνον οὐκ ἄν τις ἐπιτιμήσειε διὰ τὸ καὶ πρότερον ἀντιπεποιῆσθαι τῶν νήσων τού‐ των, περὶ δὲ τῆς τῶν Ἁλιαρτίων χώρας εἰκότως ἄν τις | |
Hist.30.20.4 | καταμέμψαιτο. τὸ γὰρ πόλιν σχεδὸν ἀρχαιοτάτην τῶν κατὰ τὴν Βοιωτίαν ἐπταικυῖαν μὴ συνεπανορθοῦν κατὰ πάντα τρόπον, τὸ δ’ ἐναντίον ἐξαλείφειν, ἀφαι‐ ρουμένους καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας τῶν ἠκλη‐ | |
Hist.30.20.5 | ρηκότων, δῆλον ὡς οὐδενὶ μὲν ἂν δόξαι τῶν Ἑλλήνων | |
Hist.30.20.6 | καθήκειν, ἥκιστα δὲ τῶν ἄλλων Ἀθηναίοις. τὸ γὰρ τὴν μὲν ἰδίαν πατρίδα κοινὴν ποιεῖν ἅπασιν, τὰς δὲ τῶν ἄλλων ἀναιρεῖν, οὐδαμῶς οἰκεῖον ἂν φανείη τοῦ | |
Hist.30.20.7 | τῆς πόλεως ἤθους. πλὴν ἥ γε σύγκλητος καὶ τὴν Δῆλον αὐτοῖς ἔδωκε καὶ τὴν Λῆμνον (καὶ τὴν τῶν Ἁλιαρτίων χώραν). καὶ τὰ μὲν κατὰ τοὺς Ἀθηναίους τοιαύτην ἔσχε διάθεσιν. — | |
Hist.30.20.8 | Καὶ τὴν μὲν Λῆμνον καὶ τὴν Δῆλον κατὰ τὴν | |
Hist.30.20.9 | παροιμίαν τὸν λύκον τῶν ὤτων ἔλαβον· πολλὰ γὰρ ὑπέμειναν δυσκληρήματα συμπλεκόμενοι τοῖς Δηλίοις· ἐκ δὲ τῆς τῶν Ἁλιαρτίων χώρας ὄνειδος αὐτοῖς μᾶλλον | |
ἢ καρπός τις συνεξηκολούθησεν. — | ||
Hist.30.21.1 | Ὅτι κατὰ τὸν καιρὸν τοῦτον Θεαίδητος εἰσελθὼν εἰς τὴν σύγκλητον λόγους μὲν ἐποιή‐ | |
Hist.30.21.2 | σατο περὶ τῆς συμμαχίας· ὑπερθεμένης δὲ τῆς συγ‐ κλήτου τὸ διαβούλιον, οὗτος μὲν μετήλλαξε τὸν βίον κατὰ φύσιν· ἔτη γὰρ εἶχε πλείω τῶν ὀγδοήκοντα· παρα‐ | |
Hist.30.21.3 | γενομένων δὲ φυγάδων ἔκ τε Καύνου καὶ Στρατο‐ νικείας εἰς τὴν Ῥώμην καὶ παρελθόντων εἰς τὴν σύγ‐ κλητον, ἐγένετο δόγμα Ῥοδίους ἐξάγειν τὰς φρουρὰς | |
Hist.30.21.4 | ἔκ τε Καύνου καὶ Στρατονικείας. οἱ δὲ περὶ τὸν Φιλόφρονα καὶ Ἀστυμήδην λαβόντες ταύτην τὴν ἀπό‐ κρισιν ἀπέπλευσαν κατὰ σπουδὴν εἰς τὴν οἰκείαν, | |
Hist.30.21.5 | δεδιότες μὴ παρακούσαντες οἱ Ῥόδιοι περὶ τοῦ τὰς φρουρὰς ἐξαγαγεῖν αὖθις ἄλλην ἀρχὴν ἐγκλημάτων ποιήσωσιν. — | |
Hist.30.22.1 | Λεύκιος δὲ Ἀνίκιος, καὶ αὐτὸς Ῥωμαίων στρατηγήσας, Ἰλλυριοὺς κατα‐ πολεμήσας καὶ αἰχμάλωτον ἀγαγὼν Γένθιον τὸν τῶν Ἰλλυριῶν βασιλέα σὺν τοῖς τέκνοις, ἀγῶνας ἐπιτελῶν | |
5 | τοὺς ἐπινικίους ἐν τῇ Ῥώμῃ παντὸς γέλωτος ἄξια πράγματα ἐποίησεν, ὡς Πολύβιος ἱστορεῖ ἐν τῇ τρια‐ | |
Hist.30.22.2 | κοστῇ. μεταπεμψάμενος γὰρ τοὺς ἐκ τῆς Ἑλλάδος | |
ἐπιφανεστάτους τεχνίτας καὶ σκηνὴν κατασκευάσας μεγίστην ἐν τῷ κίρκῳ πρώτους εἰσῆγεν αὐλητὰς ἅμα | ||
Hist.30.22.3 | πάντας. οὗτοι δ’ ἦσαν Θεόδωρος ὁ Βοιώτιος, Θεό‐ πομπος, Ἕρμιππος, [ὁ] Λυσίμαχος, οἵτινες ἐπιφανέστατοι | |
Hist.30.22.4 | ἦσαν. τούτους οὖν στήσας ἐπὶ τὸ προσκήνιον μετὰ | |
Hist.30.22.5 | τοῦ χοροῦ αὐλεῖν ἐκέλευσεν ἅμα πάντας. τῶν δὲ δια‐ πορευομένων τὰς κρούσεις μετὰ τῆς ἁρμοζούσης κινή‐ σεως προσπέμψας οὐκ ἔφη καλῶς αὐτοὺς αὐλεῖν, ἀλλ’ | |
Hist.30.22.6 | ἀγωνίζεσθαι μᾶλλον ἐκέλευσεν. τῶν δὲ διαπορούντων ὑπέδειξέν τις τῶν ῥαβδούχων ἐπιστρέψαντας ἐπαγαγεῖν | |
Hist.30.22.7 | ἐφ’ αὑτοὺς καὶ ποιεῖν ὡσανεὶ μάχην. ταχὺ δὲ συννοήσαντες οἱ αὐληταὶ καὶ λαβόντες *** οἰκείαν ταῖς ἑαυτῶν ἀσελγείαις μεγάλην ἐποίησαν σύγχυσιν. | |
Hist.30.22.8 | συνεπιστρέψαντες δὲ τοὺς μέσους χοροὺς πρὸς τοὺς ἄκρους οἱ μὲν αὐληταὶ φυσῶντες ἀδιανόητα καὶ δια‐ φέροντες τοὺς αὐλοὺς ἐπῆγον ἀνὰ μέρος ἐπ’ ἀλλήλους. | |
Hist.30.22.9 | ἅμα δὲ τούτοις ἐπικτυποῦντες οἱ χοροὶ καὶ συνεπεισ‐ ιόντες τὴν σκηνὴν ἐπεφέροντο τοῖς ἐναντίοις καὶ πάλιν | |
Hist.30.22.10 | ἀνεχώρουν ἐκ μεταβολῆς. ὡς δὲ καὶ περιζωσάμενός | |
τις τῶν χορευτῶν ἐκ τοῦ καιροῦ στραφεὶς ἦρε τὰς χεῖρας ἀπὸ πυγμῆς πρὸς τὸν ἐπιφερόμενον αὐλητήν, τότ’ ἤδη κρότος ἐξαίσιος ἐγένετο καὶ κραυγὴ τῶν | ||
Hist.30.22.11 | θεωμένων. ἔτι δὲ τούτων ἐκ παρατάξεως ἀγωνιζομένων ὀρχησταὶ δύο εἰσήγοντο μετὰ συμφωνίας εἰς τὴν ὀρ‐ χήστραν, καὶ πύκται τέτταρες ἀνέβησαν ἐπὶ τὴν σκηνὴν | |
Hist.30.22.12 | μετὰ σαλπιγκτῶν καὶ βυκανιστῶν. ὁμοῦ δὲ τούτων πάντων ἀγωνιζομένων ἄλεκτον ἦν τὸ συμβαῖνον. περὶ δὲ τῶν τραγῳδῶν, φησὶν ὁ Πολύβιος, ὅ,τι ἂν ἐπι‐ βάλωμαι λέγειν, δόξω τισὶ διαχλευάζειν. | |
Hist.30.23t | II. RES GRAECIAE. | |
Hist.30.23.1 | Ὅτι ἐξεπολέμησαν κατὰ τὸν και‐ ρὸν τοῦτον Κνώσιοι μετὰ Γορτυνίων πρὸς τοὺς Ῥαυ‐ κίους καὶ συνθήκας ἐποιήσαντο πρὸς ἀλλήλους ἐνόρ‐ κους μὴ πρότερον λύσειν τὸν πόλεμον πρὶν ἢ κατὰ | |
Hist.30.23.2 | κράτος ἑλεῖν τὴν Ῥαῦκον. οἱ δὲ Ῥόδιοι κομισάμενοι τὰ περὶ τῶν Καυνίων καὶ θεωροῦντες οὐ καταλήγουσαν τὴν ὀργὴν τῶν Ῥωμαίων, ἐπειδὴ περὶ πάντων ἀκολού‐ θως ταῖς ἀποκρίσεσιν ἐπειθάρχησαν, εὐθέως τοὺς περὶ | |
5 | Ἀριστοτέλην πρεσβευτὰς καταστήσαντες ἐξέπεμπον εἰς | |
τὴν Ῥώμην, δόντες ἐντολὰς πειράζειν πάλιν περὶ τῆς | ||
Hist.30.23.3 | συμμαχίας. οἳ καὶ παραγενηθέντες εἰς τὴν Ῥώμην θερείας ἀκμαζούσης εἰσῆλθον εἰς τὴν σύγκλητον καὶ παραυτίκα περὶ τοῦ πεπειθαρχηκέναι τὸν δῆμον τοῖς ἐπιταττομένοις διεσάφουν καὶ παρεκάλουν ὑπὲρ τῆς | |
5 | συμμαχίας, πολλοὺς καὶ ποικίλους δια(τι)θέμενοι λόγους. | |
Hist.30.23.4 | ἡ δὲ σύγκλητος ἔδωκεν ἀπόκρισιν, ἐν ᾗ τὴν μὲν φιλίαν παρεσιώπησε, περὶ δὲ τῆς συμμαχίας οὐκ ἔφη καθήκειν αὑτῇ τοῦτο συγχωρεῖν Ῥοδίοις κατὰ τὸ παρόν. — | |
Hist.30.24.1 | Ὅμοιοι γὰρ ἦσαν οἱ τὴν Περαίαν κατοικοῦντες τοῖς οἰκέταις τοῖς ἐκ τῶν δεσμῶν | |
Hist.30.24.2 | ἀνελπίστως λελυμένοις, οἵτινες ἀπιστοῦντες τοῖς παροῦσι μείζω μὲν διαβαίνουσι τῆς κατὰ φύσιν κινήσεως, οὐ δοκοῦσι δὲ γινώσκεσθαι παρὰ τοῖς ἀπαντῶσιν οὐδὲ συνορᾶσθαι διότι λέλυνται σαφῶς, ἐὰν μή τι παρά‐ | |
5 | λογον ποιῶσι καὶ τῶν ἄλλων ἐξηλλαγμένον. | |
Hist.30.25t | III. RES ASIAE. | |
Hist.30.25.1 | Ὁ δ’ αὐτὸς οὗτος βασιλεὺς ἀκού‐ σας τοὺς ἐν τῇ Μακεδονίᾳ συντετελεσμένους ἀγῶνας | |
ὑπὸ Αἰμιλίου Παύλου τοῦ Ῥωμαίων στρατηγοῦ, βου‐ λόμενος τῇ μεγαλοδωρίᾳ ὑπερᾶραι τὸν Παῦλον ἐξέ‐ | ||
5 | πεμψε πρέσβεις καὶ θεωροὺς εἰς τὰς πόλεις καταγ‐ γελοῦντας τοὺς ἐσομένους ἀγῶνας ὑπ’ αὐτοῦ ἐπὶ Δάφνης, ὡς πολλὴν γενέσθαι τῶν Ἑλλήνων σπουδὴν εἰς τὴν | |
Hist.30.25.2 | ὡς αὐτὸν ἄφιξιν. ἀρχὴν δ’ ἐποιήσατο τῆς πανηγύρεως | |
Hist.30.25.3 | τὴν πομπείαν οὕτως ἐπιτελεσθεῖσαν. καθηγοῦντό τινες Ῥωμαϊκὸν ἔχοντες καθοπλισμὸν ἐν θώραξιν ἁλυσιδωτοῖς, ἄνδρες ἀκμάζοντες ταῖς ἡλικίαις πεντα‐ | |
Hist.30.25.4 | κισχίλιοι· μεθ’ οὓς Μυσοὶ πεντακισχίλιοι. συνεχεῖς δ’ ἦσαν Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθω‐ | |
Hist.30.25.5 | πλισμένοι τρισχίλιοι, χρυσοῦς ἔχοντες στεφάνους. ἐπὶ δὲ τούτοις Θρᾷκες τρισχίλιοι καὶ Γαλάται πεντακισχί‐ λιοι. τούτοις ἐπέβαλλον Μακεδόνες δισμύριοι καὶ χαλ‐ κάσπιδες πεντακισχίλιοι, ἄλλοι δὲ ἀργυράσπιδες, οἷς | |
Hist.30.25.6 | ἐπηκολούθει μονομάχων ζεύγη διακόσια τετταράκοντα. τούτων κατόπιν ἦσαν ἱππεῖς Νισαῖοι μὲν χίλιοι πολι‐ τικοὶ δὲ τρισχίλιοι, ὧν οἱ μὲν πλείους ἦσαν χρυσο‐ | |
Hist.30.25.7 | φάλαροι καὶ χρυσοστέφανοι, οἱ δ’ ἄλλοι ἀργυροφάλαροι. μετὰ δὲ τούτους ἦσαν οἱ λεγόμενοι Ἑταῖροι ἱππεῖς· οὗτοι δὲ ἦσαν εἰς χιλίους, πάντες χρυσοφάλαροι. τού‐ | |
Hist.30.25.8 | τοις συνεχὲς ἦν τὸ τῶν φίλων σύνταγμα, ἴσον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸν κόσμον. ἐπὶ δὲ τούτοις ἐπίλεκτοι χίλιοι, οἷς ἐπηκολούθει τὸ καλούμενον ἄγημα, | |
Hist.30.25.9 | κράτιστον εἶναι δοκοῦν σύστημα τῶν ἱππέων, περὶ | |
χιλίους. τελευταία δ’ ἦν ἡ κατάφρακτος ἵππος, οἰκείως τῇ προσηγορίᾳ τῶν ἵππων καὶ τῶν ἀνδρῶν ἐσκεπα‐ σμένων τοῖς ὅπλοις· ἦσαν δὲ καὶ αὐτοὶ χίλιοι καὶ | ||
Hist.30.25.10 | πεντακόσιοι. πάντες δ’ οἱ προειρημένοι εἶχον πορφυρᾶς | |
Hist.30.25.11 | ἐφαπτίδας, πολλοὶ δὲ καὶ διαχρύσους καὶ ζῳωτάς. ἐπὶ δὲ τούτοις ἕξιππα μὲν ἦν ἑκατόν, τέθριππα δὲ τετταρά‐ κοντα, ἔπειτα ἐλεφάντων ἅρμα καὶ συνωρίς. καθ’ ἕνα δὲ εἵποντο ἐλέφαντες διεσκευασμένοι τριάκοντα καὶ ἕξ. | |
Hist.30.25.12 | Τὴν δ’ ἄλλην πομπὴν λέγειν ἐστὶ δυσέφικτον, ὡς ἐν κεφαλαίῳ δὲ λεκτέον. ἔφηβοι μὲν γὰρ ἐπόμπευσαν εἰς ὀκτακοσίους, χρυσοῦς ἔχοντες στεφάνους, βόες δ’ εὐτραφεῖς περὶ χιλίους, θεωρίδες δὲ βραχὺ λείπουσαι | |
Hist.30.25.13 | τριακοσίων, ἐλεφάντων δὲ ὀδόντες ὀκτακόσιοι. τὸ δὲ τῶν ἀγαλμάτων πλῆθος οὐ δυνατὸν ἐξηγήσασθαι· πάν‐ των γὰρ τῶν παρ’ ἀνθρώποις λεγομένων ἢ νομιζομένων θεῶν ἢ δαιμόνων, προσέτι δὲ ἡρώων εἴδωλα διήγετο, | |
5 | τὰ μὲν κεχρυσωμένα, τὰ δ’ ἠμφιεσμένα στολαῖς δια‐ | |
Hist.30.25.14 | χρύσοις. καὶ πᾶσι τούτοις οἱ προσήκοντες μῦθοι κατὰ τὰς παραδεδομένας ἱστορίας ἐν διασκευαῖς πολυτελέσι | |
Hist.30.25.15 | παρέκειντο. εἵπετο δ’ αὐτοῖς καὶ Νυκτὸς εἴδωλον καὶ Ἡμέρας, Γῆς τε καὶ Οὐρανοῦ, καὶ Ἠοῦς καὶ Με‐ | |
Hist.30.25.16 | σημβρίας. τὸ δὲ τῶν χρυσωμάτων καὶ ἀργυρωμάτων πλῆθος οὕτως ἄν τις ὑπονοήσειεν ὅσον ἦν· ἑνὸς γὰρ τῶν φίλων, Διονυσίου τοῦ ἐπιστολιαγράφου, χίλιοι παῖδες ἐπόμπευσαν ἀργυρώματα ἔχοντες, ὧν οὐδὲν | |
Hist.30.25.17 | ἐλάττον’ ὁλκὴν εἶχεν δραχμῶν χιλίων. βασιλικοὶ δὲ παῖδες παρῆλθον ἑξακόσιοι χρυσώματα ἔχοντες. ἔπειτα γυναῖκες ἐκ χρυσῶν καλπίδων μύροις ἔρραινον, εἰς | |
Hist.30.25.18 | διακοσίας. ταύταις δ’ ἑξῆς ἐπόμπευον ἐν χρυσόποσι μὲν φορείοις ὀγδοήκοντα γυναῖκες, (ἐν) ἀργυρόποσι δὲ πεντακόσιαι καθήμεναι, πολυτελῶς διεσκευασμέναι. | |
Hist.30.25.19 | καὶ τῆς μὲν πομπῆς τὰ ἐπιφανέστατα ταῦτα ἦν. | |
Hist.30.26.1 | Ἐπιτελεσθέντων δὲ τῶν ἀγώνων καὶ μονο‐ μαχιῶν καὶ κυνηγεσίων κατὰ τριάκονθ’ ἡμέρας, ἐν αἷς τὰς θέας συνετέλει, πέντε μὲν τὰς πρώτας ἐν τῷ γυ‐ μνασίῳ πάντες ἐκ χρυσῶν ὁλκείων ἠλείφοντο κροκίνῳ | |
Hist.30.26.2 | μύρῳ. ἦν δὲ ταῦτα πεντεκαίδεκα, καὶ κινναμωμίνου τὰ ἴσα καὶ ναρδίνου. παραπλησίως δὲ καὶ ταῖς ἑξῆς | |
εἰσεφέρετο τήλινον, ἀμαράκινον, ἴρινον, πάντα δια‐ | ||
Hist.30.26.3 | φέροντα ταῖς εὐωδίαις. ἔστρωτο δὲ εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια μετὰ τῆς | |
πολυτελεστάτης διασκευῆς. | ||
Hist.30.27.1 | Ὅτι μετὰ τὴν συντέλειαν τῶν ἀγώνων, ἄρτι τούτων γεγονότων, ἧκον οἱ περὶ τὸν Τεβέριον | |
Hist.30.27.2 | πρεσβευταί, κατασκόπων ἔχοντες τάξιν. οἷς οὕτως ἐπιδεξίως ἀπήντησεν Ἀντίοχος καὶ φιλοφρόνως ὥστε μὴ οἷον τοὺς περὶ τὸν Τεβέριον ὑποπτεῦσαί τι περὶ αὐτοῦ πραγματικὸν ἢ παρατριβῆς ἔμφασιν ἔχον ἐκ | |
5 | τῶν κατὰ τὴν Ἀλεξάνδρειαν, ἀλλὰ καὶ τῶν λεγόντων τι τοιοῦτον καταγινώσκειν διὰ τὴν ὑπερβολὴν τῆς | |
Hist.30.27.3 | κατὰ τὴν ἀπάντησιν φιλανθρωπίας· ὅς γε πρὸς τοῖς ἄλλοις καὶ τῆς αὐλῆς παρεχώρησε τοῖς πρεσβευταῖς, μικροῦ δὲ καὶ τοῦ διαδήματος κατὰ τὴν ἐπίφασιν, | |
Hist.30.27.4 | καίπερ οὐκ ὢν τῇ προαιρέσει τοιοῦτος, ἀλλὰ τοὐ‐ | |
ναντίον (ἀλλοτριώτατα διακείμενος πρὸς Ῥωμαίους). | ||
Hist.30.28t | C. OLYMP. 153, 3. I. RES ITALIAE. | |
Hist.30.28.1 | Ὅτι τοῖς παρὰ τῶν ἐκ τῆς Ἀσίας Γαλατῶν πρεσβευταῖς συνεχώρησαν τὴν αὐτονομίαν μένουσιν ἐν ταῖς ἰδίαις κατοικίαις καὶ μὴ στρατευο‐ μένοις ἐκτὸς τῶν ἰδίων ὅρων. | |
Hist.30.29t | II. RES GRAECIAE. | |
Hist.30.29.1 | Ὅτι κατὰ τὴν Πελοπόννησον, παρα‐ γενομένων τῶν πρεσβευτῶν καὶ δια‐ σαφούντων τὰ κατὰ τὰς ἀποκρίσεις, οὐκέτι θόρυβος ἦν, ἀλλ’ ὀργὴ καὶ μῖσος ἐκφανὲς πρὸς τοὺς περὶ τὸν | |
5 | Καλλικράτην. — | |
Hist.30.29.2 | Ὅτι τοῦ περὶ Καλλικράτην μίσους καὶ Ἀνδρωνίδαν καὶ τοὺς λοιποὺς (τοὺς) ὁμογνώμονας τούτων οὕτως | |
Hist.30.29.3 | ἄν τις τεκμήραιτο. τῆς γὰρ τῶν Ἀντιγονείων παν‐ ηγύρεως ἐν τῷ Σικυῶνι συντελουμένης, καὶ τῶν βαλανείων ἁπάντων ἐχόντων τάς τε κοινὰς μάκτρας | |
καὶ πυέλους ταύταις παρακειμένας, εἰς ἃς οἱ κομ‐ | ||
5 | ψότεροι τῶν ἀνθρώπων εἰώθασι κατ’ ἰδίαν ἐμβαίνειν, | |
Hist.30.29.4 | εἰς ταύτας ὅτε τις καθείη τῶν περὶ τὸν Ἀνδρωνίδαν καὶ Καλλικράτην, οὐδεὶς ἐτόλμα τῶν ἐφεστώτων ἔτι καθιέναι, πρὶν ἢ τὸν βαλανείτην τὸ μὲν ὑπάρχον ὕδωρ | |
Hist.30.29.5 | ἀφεῖναι πᾶν, ἕτερον δὲ καθαρὸν ἐγχέαι. τοῦτο δ’ ἐποίουν, ὑπολαμβάνοντες ὡσανεὶ μιαίνεσθαι καθιέντες | |
Hist.30.29.6 | εἰς ταὐτὸ τοῖς προειρημένοις ὕδωρ. τοὺς δὲ συριγμοὺς τοὺς ἐν ταῖς κοιναῖς πανηγύρεσι τῶν Ἑλλήνων καὶ τοὺς χλευασμούς, ὅτε τις ἐπιβάλοιτο κηρύττειν τινὰ τῶν προειρημένων, οὐδ’ ἂν ἐξηγήσαιτο ῥᾳδίως οὐδείς. | |
Hist.30.29.7 | ἐθάρρει δὲ καὶ τὰ παιδάρια κατὰ τὰς ὁδοὺς ἐκ τῶν διδασκαλείων ἐπανάγοντα κατὰ πρόσωπον αὐτοὺς προ‐ δότας ἀποκαλεῖν. τοιαύτη τις ὑπέδραμε προσκοπὴ καὶ μῖσος κατὰ τῶν προειρημένων. | |
Hist.30.30t | D. OLYMP. 153, 4. RES ITALIAE. | |
Hist.30.30.1 | Ὅτι εἰς τὴν Ῥώμην παραγεγο‐ νότων πρεσβευτῶν πλειόνων καὶ ἑτέρων, ἐπιφανεστάτων δὲ παρὰ μὲν Ῥοδίων τῶν περὶ Ἀστυμήδην, παρὰ δὲ | |
τῶν Ἀχαιῶν τῶν περὶ Εὐρέαν καὶ Ἀναξίδαμον καὶ | ||
5 | Σάτυρον, παρὰ δὲ Προυσίου τῶν περὶ Πύθωνα, | |
Hist.30.30.2 | τούτοις ἐχρημάτισεν ἡ σύγκλητος. οἱ μὲν οὖν παρὰ τοῦ Προυσίου κατηγορίαν ἐποιοῦντ’ Εὐμένους τοῦ βασιλέως, φάσκοντες αὑτῶν τέ τινα χωρία παραιρεῖσθαι τὸν Εὐμένη καὶ τῆς Γαλατίας οὐκ ἀφίστασθαι τὸ παρά‐ | |
5 | παν οὐδὲ πειθαρχεῖν τοῖς τῆς συγκλήτου δόγμασιν, | |
Hist.30.30.3 | ἀλλὰ τοὺς τὰ σφέτερα μὲν φρονοῦντας σωματοποιεῖν, τοὺς δὲ τὰ Ῥωμαίων αἱρουμένους καὶ βουλομένους πολιτεύεσθαι τοῖς τῆς συγκλήτου δόγμασιν ἀκολούθως | |
Hist.30.30.4 | κατὰ πάντα τρόπον ἐλαττοῦν. ἦσαν δέ τινες πρεσβευ‐ ταὶ καὶ παρὰ τῶν τῆς Ἀσίας πόλεων, οἳ κατηγόρουν τοῦ βασιλέως, ἔμφασιν ποιοῦντες τῆς πρὸς τὸν | |
Hist.30.30.5 | Ἀντίοχον κοινοπραγίας. ἡ δὲ σύγκλητος διακούσασα τῶν κατηγορούντων οὔτ’ ἀπέρριπτε τὰς διαβολὰς οὔτ’ ἐξέφαινε τὴν ἑαυτῆς γνώμην, ἀλλὰ συνετήρει παρ’ ἑαυτῇ, διαπιστοῦσα καθόλου τοῖς περὶ τὸν Εὐμένη καὶ | |
Hist.30.30.6 | τὸν Ἀντίοχον· τοῖς γε μὴν Γαλάταις ἀεί τι προσετίθει | |
Hist.30.30.7 | καὶ συνεπίσχυε περὶ τῆς ἐλευθερίας. οἱ δὲ περὶ τὸν Τεβέριον ἥκοντες ἀπὸ τῆς πρεσβείας οὐδὲν περιττό‐ τερον ἠδυνήθησαν οὔτ’ αὐτοὶ διαλαβεῖν οὔτε τῇ συγ‐ κλήτῳ διασαφῆσαι περὶ τῶν κατὰ τὸν Εὐμένη καὶ | |
5 | τὸν Ἀντίοχον, ἤπερ ἃ καὶ πρότερον ὄντες ἐν τῇ Ῥώμῃ | |
Hist.30.30.8 | διελάμβανον. οὕτως αὐτοὺς οἱ βασιλεῖς ἐξετέμοντο τῇ κατὰ τὴν ἀπάντησιν φιλανθρωπίᾳ. | |
Hist.30.31.1 | Μετὰ δὲ ταῦτα προσκαλεσαμένη τοὺς Ῥο‐ | |
Hist.30.31.2 | δίους διήκουε τούτων. ὁ δ’ Ἀστυμήδης εἰσελθὼν μετρίως ἔστη καὶ βέλτιον ἢ κατὰ τὴν πρὸ ταύτης | |
Hist.30.31.3 | πρεσβείαν· ἀφέμενος γὰρ τοῦ κατηγορεῖν τῶν ἄλλων ὥρμησεν ἐπὶ τὸ παραιτεῖσθαι, καθάπερ οἱ μαστιγού‐ μενοι τὰς πληγάς, φάσκων ἱκανοῖς προστίμοις περιπεπτωκέναι τὴν πατρίδα καὶ μείζοσι τῆς ἁμαρτίας. | |
Hist.30.31.4 | καὶ προσθέμενος ἐξηγεῖτο τὰς ἐλαττώσεις, κεφαλαιωδῶς διεξιών, πρῶτον μὲν ὅτι Λυκίαν καὶ Καρίαν ἀπολω‐ λέκασιν, εἰς ἣν ἐξ ἀρχῆς μὲν ἐδαπάνησαν χρημάτων ἱκανὸν πλῆθος, τριττοὺς πολέμους ἀναγκασθέντες πολε‐ | |
5 | μεῖν αὐτοῖς, νυνὶ δὲ προσόδων ἐστέρηνται πολλῶν ὧν | |
Hist.30.31.5 | ἐλάμβανον παρὰ τῶν προειρημένων. “ἀλλ’ ἴσως” ἔφη “ταῦτα μὲν ἔχει λόγον· καὶ γὰρ ἐδώκαθ’ ὑμεῖς αὐτὰ τῷ δήμῳ, μετὰ χάριτος (διὰ) τὴν εὔνοιαν, καὶ ἀφανίζοντες αὐτὰ κατὰ λόγον ἐδοκεῖτε τοῦτο πράττειν, ἐμπεσούσης | |
Hist.30.31.6 | τινὸς ὑποψίας καὶ διαφορᾶς ὑμῖν. ἀλλὰ Καῦνον δήπου διακοσίων ταλάντων ἐξηγοράσαμεν παρὰ τῶν Πτολε‐ μαίου στρατηγῶν καὶ Στρατονίκειαν ἐλάβομεν ἐν | |
Hist.30.31.7 | μεγάλῃ χάριτι παρ’ Ἀντιόχου τοῦ Σελεύκου· καὶ παρὰ τούτων τῶν πόλεων ἀμφοτέρων ἑκατὸν καὶ εἴκοσι τάλαντα τῷ δήμῳ πρόσοδος ἔπιπτε καθ’ ἕκαστον ἔτος. | |
Hist.30.31.8 | τούτων ἁπασῶν ἐστερήμεθα τῶν προσόδων, θέ‐ | |
Hist.30.31.9 | λοντες πειθαρχεῖν τοῖς ὑμετέροις προστάγμασιν. ἐξ ὧν μείζονα φόρον ἐπιτεθείκατε τοῖς Ῥοδίοις τῆς ἀγνοίας ἢ Μακεδόσι τοῖς διὰ παντὸς πολεμίοις ὑμῖν ὑπάρξασι. | |
Hist.30.31.10 | τὸ δὲ μέγιστον σύμπτωμα τῆς πόλεως· καταλέλυται γὰρ ἡ τοῦ λιμένος πρόσοδος ὑμῶν, Δῆλον μὲν ἀτελῆ πεποιηκότων, ἀφῃρημένων δὲ τὴν τοῦ δήμου παρρησίαν, δι’ ἧς καὶ (τὰ) κατὰ τὸν λιμένα καὶ τἄλλα πάντα τῆς | |
Hist.30.31.11 | πόλεως ἐτύγχανε τῆς ἁρμοζούσης προστασίας. ὅτι δὲ | |
Hist.30.31.12 | τοῦτ’ ἔστιν ἀληθὲς οὐ δυσχερὲς καταμαθεῖν· τοῦ γὰρ ἐλλιμενίου κατὰ τοὺς ἀνώτερον χρόνους εὑρίσκοντος ἑκατὸν μυριάδας δραχμῶν, νῦν ἀφῃρήκατε πεντεκαί‐ δεκα μυριάδας, ὥστε καὶ λίαν, ὦ ἄνδρες Ῥωμαῖοι, τὴν | |
5 | ὑμετέραν ὀργὴν ἧφθαι τῶν κυρίων πόρων τῆς πό‐ | |
Hist.30.31.13 | λεως. εἰ μὲν (οὖν) συμβεβήκει πάνδημον γεγονέναι τὴν ἁμαρτίαν καὶ τὴν ἀλλοτριότητα τοῦ δήμου, τάχ’ ἴσως ἐδοκεῖτε κἂν ὑμεῖς εὐλόγως ἐπίμονον καὶ δυσπαραίτη‐ | |
Hist.30.31.14 | τον ἔχειν τὴν ὀργήν· εἰ δὲ σαφῶς ἴστε παντάπασιν ὀλίγους γεγονότας αἰτίους τῆς τοιαύτης ἀλογίας, καὶ | |
τούτους ἅπαντας ἀπολωλότας ὑπ’ αὐτοῦ τοῦ δήμου, | ||
Hist.30.31.15 | τί πρὸς τοὺς μηδὲν αἰτίους ἀκαταλλάκτως ἔχετε, καὶ ταῦτα πρὸς τοὺς ἄλλους ἅπαντας εἶναι δοκοῦντες πρᾳότατοι | |
Hist.30.31.16 | καὶ μεγαλοψυχότατοι; διόπερ, ὦ ἄνδρες, ἀπολωλεκὼς ὁ δῆμος τὰς προσόδους, τὴν παρρησίαν, τὴν ἰσολογίαν, ὑπὲρ ὧν τὸν πρὸ τοῦ χρόνον πᾶν ἀναδεχόμενος δια‐ | |
Hist.30.31.17 | τετέλεκεν, ἀξιοῖ καὶ δεῖται πάντων ὑμῶν, ἱκανὰς ἔχων πληγάς, λήξαντας τῆς ὀργῆς διαλυθῆναι καὶ συνθέσθαι τὴν συμμαχίαν, ἵνα γένηται τοῦτο συμφανὲς ἅπασιν ὅτι τὴν μὲν ὀργὴν ἀποτέθεισθε τὴν πρὸς Ῥοδίους, | |
5 | ἀνακεχωρήκατε δ’ ἐπὶ τὴν ἐξ ἀρχῆς αἵρεσιν καὶ φιλίαν. | |
Hist.30.31.18 | τούτου γὰρ χρείαν ἔχει νῦν ὁ δῆμος, οὐ τῆς διὰ τῶν ὅπλων καὶ στρατιωτῶν συμμαχίας.” ταῦτα μὲν οὖν καὶ τούτοις παραπλήσια διαλεχθεὶς Ἀστυμήδης ἐδόκει | |
Hist.30.31.19 | πρεπόντως τοῖς καιροῖς πεποιῆσθαι τοὺς λόγους· πλεῖ‐ στά γε μὴν συνήργησαν τοῖς Ῥοδίοις πρὸς τὸ τυχεῖν τῆς συμμαχίας οἱ περὶ τὸν Τεβέριον ἄρτι παραγεγο‐ | |
Hist.30.31.20 | νότες. οὗτοι γὰρ ἀπομαρτυρήσαντες πρῶτον μὲν πᾶσιν τοῖς τῆς συγκλήτου δόγμασι πεπειθαρχηκέναι τοὺς Ῥοδίους, ἔπειτα πάντας τοὺς αἰτίους τῆς ἀλλο‐ τριότητος κατακεκρίσθαι θανάτου παρ’ αὐτοῖς, ἥττησαν | |
5 | τοὺς ἀντιλέγοντας καὶ ἐποιήσαντο τὴν πρὸς Ῥωμαίους συμμαχίαν. — | |
Hist.30.32.1 | Ὅτι μετά τινα χρόνον εἰσῆλθον οἱ παρὰ | |
τῶν Ἀχαιῶν πρέσβεις, ἔχοντες ἐντολὰς ἀκολούθως | ||
Hist.30.32.2 | ταῖς ἀποκρίσεσιν, αἷς πρότερον ἔλαβον· αὗται δ’ ἦσαν διότι θαυμάζουσιν πῶς, ὑπὲρ ὧν αὐτοὶ κεκρίκασι, | |
Hist.30.32.3 | περὶ τούτων αὐτοὺς παρακαλοῦσιν κρίνειν. διὸ τότε παρῆσαν οἱ περὶ τὸν Εὐρέαν, πάλιν ἐξ ἀρχῆς ἐμφανί‐ ζοντες διότι τὸ μὲν ἔθνος οὔτε δικαιολογουμένων ἀκήκοε τῶν κατῃτιαμένων οὔτε κρίσιν οὐδεμίαν πε‐ | |
Hist.30.32.4 | ποίηται περὶ αὐτῶν, τὴν δὲ σύγκλητον ἀξιοῖ πρόνοιαν ποιήσασθαι τῶν ἀνθρώπων, ἵνα κρίσεως τύχωσι καὶ | |
Hist.30.32.5 | μὴ καταφθαρῶσιν ἄκριτοι, καὶ μάλιστα μὲν αὐτὴν ἐξετάσασαν διασαφῆσαι τοὺς ἐνόχους ὄντας τοῖς ἐγκλή‐ μασιν· εἰ δὲ διὰ τοὺς περισπασμοὺς αὐτὴ μὴ δύναται τοῦτο ποιῆσαι, τοῖς Ἀχαιοῖς ἐπιτρέψαι περὶ τοῦ πρά‐ | |
5 | γματος. οἳ πειράσονται μισοπονήρως χρήσασθαι τοῖς | |
Hist.30.32.6 | αἰτίοις. ἡ δὲ σύγκλητος διακούσασα τῶν πρεσβευτῶν, ἀκολούθως ταῖς ἐντολαῖς διαλεγομένων, καὶ δυσχρη‐ | |
Hist.30.32.7 | στοῦσα διὰ τὸ πανταχόθεν ἐξελέγχεσθαι· τό τε γὰρ κρίνειν οὐκ ἐνόμιζεν αὑτῇ καθήκειν, τό τε χωρὶς κρί‐ σεως ἀπολύειν τοὺς ἄνδρας πρόδηλον ἔχειν ἐδόκει | |
Hist.30.32.8 | τὸν ὄλεθρον τοῖς φίλοις αὐτῶν· διόπερ ἀναγκαζομένη καὶ βουλομένη παρελέσθαι καθόλου τὴν ἐλπίδα τῶν πολλῶν ὑπὲρ τῆς τῶν κατεχομένων σωτηρίας, ἵνα συμμύσαντες πειθαρχῶσιν ἐν μὲν Ἀχαΐᾳ τοῖς περὶ | |
5 | τὸν Καλλικράτην, ἐν δὲ τοῖς ἄλλοις πολιτεύμασι τοῖς δοκοῦσιν εἶναι Ῥωμαίων, ἔγραψαν ἀπόκρισιν τοιαύτην, | |
Hist.30.32.9 | ὅτι ἡμεῖς οὐχ ὑπολαμβάνομεν συμφέρειν (οὔτε τοῖς Ῥωμαίοις) οὔτε τοῖς ὑμετέροις δήμοις τούτους τοὺς | |
Hist.30.32.10 | ἄνδρας ἐπανελθεῖν εἰς οἶκον. ταύτης δὲ τῆς ἀπο‐ κρίσεως ἐκπεσούσης, οὐ μόνον περὶ τοὺς ἀνακεκλη‐ μένους ἐγένετό τις ὁλοσχερὴς ἀθυμία καὶ παράλυσις τῆς ψυχῆς, ἀλλὰ καὶ περὶ τοὺς Ἕλληνας ὡσανεὶ κοι‐ | |
5 | νόν τι πένθος, ἅτε δοκούσης τῆς ἀποκρίσεως ὁλοσχερῶς ἀφαιρεῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τῶν ἀκλη‐ | |
Hist.30.32.11 | ρούντων. κατὰ δὲ τὴν Ἑλλάδα διαγγελθείσης (τῆς) ἀποκρίσεως τῆς τοῖς Ἀχαιοῖς δεδομένης ὑπὲρ τῶν καταιτιαθέντων, τὰ μὲν πλήθη συνετρίβη ταῖς διανοίαις, καί τις οἷον ἀπελπισμὸς ὑπέδραμεν τοὺς | |
Hist.30.32.12 | ἀνθρώπους, οἱ δὲ περὶ τὸν Χάροπα καὶ Καλλικράτην καὶ πάντες οἱ τῆς αὐτῆς ὑποθέσεως προεστῶτες | |
μετέωροι πάλιν ἐγενήθησαν. | ||
Hist.31t1 | FRAGMENTA LIBRI XXXI. | |
Hist.31.1t | A. OLYMP. 154, 1. I. RES ITALIAE. | |
Hist.31.1.1 | Ὅτι Τεβέριος τοὺς Καμμανοὺς τὰ μὲν βια‐ σάμενος, τὰ δὲ παραλογισάμενος ὑπηκόους ἐποίησε Ῥωμαίοις. — | |
Hist.31.1.2 | Εἰς δὲ τὴν Ῥώμην καὶ πλειόνων παραγεγονότων (πρεσβευτῶν) ἐχρημάτισεν ἡ σύγκλητος τοῖς περὶ Ἄτ‐ | |
Hist.31.1.3 | ταλον καὶ τὸν Ἀθήναιον. συνέβαινε γὰρ τὸν Προυσίαν οὐ μόνον αὐτὸν ἐνεργῶς κεχρῆσθαι ταῖς διαβολαῖς ταῖς κατὰ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον, ἀλλὰ καὶ | |
τοὺς Γαλάτας παρωξυκέναι καὶ τοὺς Σελγεῖς καὶ | ||
5 | πλείους ἑτέρους κατὰ τὴν Ἀσίαν πρὸς τὴν αὐτὴν ὑπό‐ | |
Hist.31.1.4 | θεσιν. ὧν χάριν ὁ βασιλεὺς Εὐμένης ἐξαπεστάλκει τοὺς ἀδελφούς, ἀπολογησομένους πρὸς τὰς ἐπιφερο‐ | |
Hist.31.1.5 | μένας διαβολάς. οἳ καὶ παρελθόντες εἰς τὴν σύγκλη‐ τον ἐνδεχομένως ἔδοξαν πρὸς ἅπαντας τοὺς κατηγο‐ ροῦντας ποιήσασθαι τὴν ἀπολογίαν, καὶ τέλος οὐ μόνον ἀποτριψάμενοι τὰς ἐπιφερομένας αἰτίας, ἀλλὰ | |
Hist.31.1.6 | καὶ τιμηθέντες ἐπανῆλθον εἰς τὴν Ἀσίαν. οὐ μὴν τῆς γε κατὰ τὸν Εὐμένη καὶ κατὰ τὸν Ἀντίοχον ὑποψίας ἔληγεν ἡ σύγκλητος, ἀλλὰ Γάιον Σολπίκιον καὶ Μάνιον | |
Hist.31.1.7 | Σέργιον καταστήσασα πρεσβευτὰς ἐξαπέστελλεν, ἅμα μὲν ἐποπτεύσοντας τὰ κατὰ τοὺς Ἕλληνας, ἅμα δὲ τοῖς Μεγαλοπολίταις καὶ τοῖς Λακεδαιμονίοις διευκρινήσον‐ | |
Hist.31.1.8 | τας περὶ τῆς ἀντιλεγομένης χώρας, μάλιστα δὲ πολυ‐ πραγμονήσοντας τὰ κατὰ τὸν Ἀντίοχον καὶ τὰ κατὰ τὸν Εὐμένη, μή τις ἐξ αὐτῶν παρασκευὴ γίνεται καὶ κοινοπραγία κατὰ Ῥωμαίων. — | |
Hist.31.2.1 | Ὅτι Δημήτριος ὁ τοῦ Σελεύκου πολὺν ἤδη χρόνον κατεχόμενος ἐν τῇ Ῥώμῃ κατὰ τὴν ὁμηρείαν πάλαι μὲν ἐδόκει παρὰ τὸ δίκαιον κατέχε‐ | |
Hist.31.2.2 | σθαι· δοθῆναι γὰρ ὑπὸ Σελεύκου τοῦ πατρὸς τῆς | |
ἐκείνου πίστεως ἕνεκεν, Ἀντιόχου δὲ μετειληφότος τὴν βασιλείαν οὐκ ὀφείλειν ὑπὲρ (τῶν) ἐκείνου τέκνων | ||
Hist.31.2.3 | ὁμηρεύειν. οὐ μὴν ἀλλὰ τὸν μὲν πρὸ τοῦ χρόνον ἦγε τὴν ἡσυχίαν, καὶ μάλιστα διὰ τὴν ἀδυναμίαν· ἦν γὰρ | |
Hist.31.2.4 | ἔτι παῖς· τότε δὲ τὴν ἀκμαιοτάτην ἔχων ἡλικίαν ἐποιή‐ σατο λόγους, εἰσελθὼν εἰς τὴν σύγκλητον, ἀξιῶν καὶ παρακαλῶν κατάγειν αὑτὸν ἐπὶ τὴν βασιλείαν· καθή‐ κειν γὰρ αὑτῷ μᾶλλον ἢ τοῖς Ἀντιόχου τέκνοις τὴν | |
Hist.31.2.5 | ἀρχήν. διαθεμένου δὲ καὶ πλείονας λόγους αὐτοῦ πρὸς τὴν προειρημένην ὑπόθεσιν καὶ μάλιστα προσ‐ δραμόντος ἐν τῷ λέγειν, διότι συμβαίνει καὶ πατρίδα καὶ τροφὸν τὴν Ῥώμην ὑπάρχειν αὐτῷ, καὶ | |
5 | τοὺς μὲν υἱοὺς τῶν ἐκ τοῦ συνεδρίου σύμπαντας ἀδελφῶν ἔχειν διάθεσιν, τοὺς δὲ βουλευτὰς πατέρων διὰ τὸ παραγενέσθαι μὲν ἔτι νήπιος, τότε δὲ κατὰ τὴν | |
Hist.31.2.6 | ἡλικίαν ὑπάρχειν ἐτῶν εἴκοσι καὶ τριῶν, (ἐν)ετρέποντο μὲν ἅπαντες ἀκούοντες ἐν ἑαυτοῖς, κοινῇ γε μὴν ἔδοξε τῇ συγκλήτῳ τὸν μὲν Δημήτριον κατασχεῖν, τῷ δὲ καταλελειμμένῳ παιδὶ συγκατασκευάζειν τὴν ἀρχήν. | |
Hist.31.2.7 | τοῦτο δ’ ἐποίησεν, ὡς ἐμοὶ δοκεῖν, ὑπιδομένη τὴν ἀκμὴν τοῦ Δημητρίου, μᾶλλον δὲ κρίνασα συμφέρειν τοῖς σφετέροις πράγμασι τὴν νεότητα καὶ τὴν ἀδυνα‐ μίαν τοῦ παιδὸς τοῦ διαδεδεγμένου τὴν βασιλείαν. | |
Hist.31.2.8 | ἐγένετο δὲ τοῦτο δῆλον ἐκ τῶν μετὰ ταῦτα συμβάν‐ | |
Hist.31.2.9 | των. εὐθέως γὰρ καταστήσαντες πρεσβευτὰς τοὺς περὶ Γνάιον Ὀκτάουιον καὶ Σπόριον Λοκρήτιον καὶ Λεύκιον Αὐρήλιον ἐξέπεμψαν, τοὺς διοικήσοντας τὰ κατὰ | |
Hist.31.2.10 | τὴν βασιλείαν, ὡς αὐτὴ προῃρεῖτο διὰ τὸ μηδένα τὸν ἐμποδὼν στησόμενον εἶναι τοῖς ἐπιταττομένοις, τοῦ μὲν βασιλέως παιδὸς ὄντος, τῶν δὲ προεστώτων ἀσμενι‐ ζόντων ἐπὶ τῷ μὴ παραδεδόσθαι τὰ πράγματα τῷ Δη‐ | |
Hist.31.2.11 | μητρίῳ· μάλιστα γὰρ τοῦτο προσεδόκων. οἱ μὲν οὖν περὶ τὸν Γνάιον ἐξώρμησαν, ἔχοντες ἐντολὰς πρῶτον μὲν τὰς ναῦς τὰς καταφράκτους διαπρῆσαι, μετὰ δὲ ταῦτα τοὺς ἐλέφαντας νευροκοπῆσαι καὶ καθόλου λυ‐ | |
Hist.31.2.12 | μήνασθαι τὴν βασίλειον δύναμιν. προσενετείλαντο δὲ τούτοις καὶ τὰ κατὰ τὴν Μακεδονίαν ἐπισκέψασθαι· συνέβαινε γὰρ τοὺς Μακεδόνας ἀήθεις ὄντας δημο‐ κρατικῆς καὶ συνεδριακῆς πολιτείας στασιάζειν πρὸς | |
Hist.31.2.13 | αὑτούς. ἔδει δὲ τοὺς περὶ τὸν Γνάιον καὶ τὰ περὶ τοὺς Γαλάτας καὶ τὰ κατὰ τὴν Ἀριαράθου βασιλείαν | |
Hist.31.2.14 | ἐποπτεῦσαι. μετὰ δέ τινα χρόνον αὐτοῖς ἐπαπεστάλη γράμματα παρὰ τῆς συγκλήτου καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ βασιλεῖς διαλῦσαι κατὰ δύναμιν. — | |
Hist.31.3.1 | Ὅτι παρεγένοντο κατὰ τὸν αὐτὸν καιρὸν παρ’ Ἀριαράθου τοῦ νεωστὶ διαδεδεγμένου τὴν Καππαδοκῶν βασιλείαν πρέσβεις, ἀνανεωσόμενοι τήν | |
Hist.31.3.2 | τε φιλίαν καὶ συμμαχίαν τὴν προϋπάρχουσαν, καὶ καθόλου παρακαλέσοντες τὴν σύγκλητον ἀποδέξασθαι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν, ἣν ἔχει καὶ | |
Hist.31.3.3 | κοινῇ καὶ κατ’ ἰδίαν πρὸς ἅπαντας Ῥωμαίους. ἡ δὲ σύγκλητος διακούσασα τῶν λόγων τήν τε φιλίαν ἀνενεώσατο καὶ τὴν συμμαχίαν καὶ καθόλου τὴν ὅλην αἵρεσιν ἀποδεξαμένη τοῦ βασιλέως φιλανθρώπως ἐγε‐ | |
Hist.31.3.4 | νήθη. τοῦτο δ’ ἐγένετο μάλιστα διὰ τὸ τοὺς περὶ τὸν Τεβέριον, καθ’ ὃν καιρὸν ἐξαπεστάλησαν ἐπισκε‐ ψόμενοι τὰ κατὰ τοὺς βασιλεῖς, ἐπανελθόντας εὐφήμους λόγους ποιήσασθαι περί τε τοῦ πατρὸς καὶ καθόλου | |
Hist.31.3.5 | τῆς βασιλείας αὐτῶν. οἷς πιστεύσαντες οἱ τοῦ συν‐ εδρίου τούς τε πρεσβευτὰς φιλανθρώπως ἀπεδέξαντο καὶ τὴν ὅλην αἵρεσιν τοῦ βασιλέως. | |
Hist.31.4t | II. RES GRAECIAE. | |
Hist.31.4.1 | Ὅτι Ῥόδιοι διαπεπνευκότες ἐκ τῆς περὶ αὐτοὺς | |
γενομένης δυσχερείας ἔπεμπον εἰς τὴν Ῥώμην | ||
Hist.31.4.2 | πρεσβευτὰς τοὺς περὶ Κλεαγόραν, Κάλυνδα μὲν | |
Hist.31.4.3 | ἀξιώσοντας σφίσι παραχωρηθῆναι, περὶ δὲ τῶν ἐχόντων ἐν τῇ Λυκίᾳ καὶ Καρίᾳ κτήσεις αἰτησομένους τὴν σύγκλητον, ἵν’ αὐτοῖς ἔχειν ἐξῇ, καθὰ καὶ πρότερον. | |
Hist.31.4.4 | ἐψηφίσαντο δὲ καὶ κολοσσὸν στῆσαι τοῦ δήμου τῶν Ῥωμαίων ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τριακοντάπηχυν. — | |
Hist.31.5.1 | Ὅτι τῶν Καλυνδέων ἀποστάντων Καυνίων, καὶ μετὰ ταῦτα πολιορκεῖν ἐπιβαλομένων αὐτοὺς τῶν Καυνίων, τὰς μὲν ἀρχὰς ἐπεκαλέσαντο Κνιδίους | |
Hist.31.5.2 | οἱ Καλυνδεῖς· ὧν καὶ παραπεσόντων κατὰ βοήθειαν, | |
Hist.31.5.3 | ἐπὶ ποσὸν ἀντεῖχον τοῖς ὑπεναντίοις, ἀγωνιῶντες δὲ τὸ μέλλον πρεσβεύειν μὲν ***, ἐγχειρίζοντες σφᾶς | |
Hist.31.5.4 | αὐτοὺς καὶ τὴν πόλιν. οἱ δὲ Ῥόδιοι πέμψαντες βοή‐ θειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τήν τε πολιορ‐ | |
Hist.31.5.5 | κίαν ἔλυσαν καὶ παρέλαβον τὴν πόλιν. συνέβη δὲ καὶ τὴν σύγκλητον αὐτοῖς βεβαιῶσαι τὴν τῶν Καλυν‐ δέων κτῆσιν. | |
Hist.31.6t | III. RES ASIAE. | |
Hist.31.6.1 | Ὅτι Γάιος ὁ Γάλλος, χωρὶς τῶν | |
ἄρτι ῥηθέντων ἀλογημάτων, παραγενόμενος εἰς τὴν Ἀσίαν ἐκθέματα κατὰ τὰς πόλεις ἐξέθηκε τὰς ἐπι‐ | ||
Hist.31.6.2 | φανεστάτας, κελεύων, εἴ τις βούλεται κατηγορεῖν Εὐμένους τοῦ βασιλέως, ἀπαντᾶν εἰς Σάρδεις ἐπί‐ | |
Hist.31.6.3 | τινα χρόνον ὡρισμένον. μετὰ δὲ ταῦτα παραγενηθεὶς αὐτὸς εἰς τὰς Σάρδεις, ἀποκαθίσας ἐν τῷ γυμνα‐ σίῳ περὶ δέχ’ ἡμέρας διήκουε τῶν κατηγορούντων, | |
Hist.31.6.4 | πᾶσαν ἐπιδεχόμενος αἰσχρολογίαν καὶ λοιδορίαν κατὰ τοῦ βασιλέως καὶ καθόλου πᾶν ἕλκων πρᾶγμα καὶ | |
Hist.31.6.5 | κατηγορίαν, ἅτε παρεστηκὼς ἄνθρωπος τῇ διανοίᾳ καὶ φιλοδοξῶν ἐν τῇ πρὸς Εὐμένην διαφορᾷ. — | |
Hist.31.6.6 | Ὅτι καθ’ ὅσον ἐδόκουν οἱ Ῥωμαῖοι βαρύτερον τῷ Εὐμένει προσφέρεσθαι, κατὰ τοσοῦτο συνέβαινε τοὺς Ἕλληνας προσοικειοῦσθαι, φύσει τῶν ἀνθρώπων ἀεὶ τῷ θλιβομένῳ τὴν εὔνοιαν προσνεμόντων. — | |
Hist.31.7.1 | Ὁ δὲ Ἀριαράθης ὁ βασιλεὺς Καπ‐ παδοκίας προσδεδεγμένος τοὺς εἰς τὴν Ῥώμην ἀποσταλέντας πρεσβευτάς, νομίσας ἐκ τῶν ἀπο‐ κρίσεων ἐν ὀρθῷ κεῖσθαι τὴν βασιλείαν αὑτῷ (νῦν), | |
5 | ἐπειδὴ καθῖκται τῆς Ῥωμαίων εὐνοίας, ἔθυε τοῖς θεοῖς χαριστήρια τῶν γεγονότων καὶ τοὺς ἡγεμόνας εἱστία. | |
Hist.31.7.2 | μετὰ δὲ ταῦτα πρεσβευτὰς ἀπέστειλε πρὸς τοὺς περὶ τὸν Λυσίαν εἰς τὴν Ἀντιόχειαν, σπουδάζων ἀνακομίσα‐ | |
Hist.31.7.3 | σθαι τὰ τῆς ἀδελφῆς καὶ μητρὸς ὀστᾶ. τὸ μὲν οὖν ἐγκαλεῖν ὑπὲρ τοῦ γεγονότος ἀσεβήματος ἀπεδοκίμαζεν, οὐ βουλόμενος ἐρεθίζειν τοὺς περὶ τὸν Λυσίαν, ἵνα μὴ διαψευσθῇ τῆς προθέσεως, καίπερ βαρέως φέρων | |
5 | τὸ γεγονός· ἀξιωματικὰς δὲ δοὺς ἐντολὰς ἐξαπέστειλε | |
Hist.31.7.4 | τοὺς πρέσβεις. τῶν δὲ περὶ τὸν Λυσίαν συγχωρησάντων, καὶ τῶν ὀστῶν ἀνακομισθέντων ὡς αὐτόν, ἀποδεξάμενος μεγαλομερῶς τὴν παρουσίαν αὐτῶν ἔθαψε παρὰ τὸν τοῦ πατρὸς τάφον κηδεμονικῶς. — | |
Hist.31.8.1 | Ὅτι κατὰ τοὺς καιροὺς τούτους παρεγένοντο πρέσβεις ἐκ τῆς Ῥώμης πρῶτον μὲν οἱ περὶ τὸν Μάρκον Ἰούνιον, διευκρινήσοντες τὰ πρὸς | |
Hist.31.8.2 | τοὺς Γαλάτας διαφέροντα τῷ βασιλεῖ. ἐπειδὴ γὰρ οὐκ ἠδυνήθησαν οἱ Τρόκμοι δι’ αὑτῶν ἀποτεμέσθαι τῆς Καππαδοκίας οὐδέν, ἀλλ’ ἐκ χειρὸς *ᾠκοδομήσαντο τὴν δίκην ἐπιβαλόμενοι τόλμαν, καταφυγόντες ἐπὶ Ῥω‐ | |
Hist.31.8.3 | μαίους διαβάλλειν ἐπειρῶντο τὸν Ἀριαράθην. ὧν χάριν ἀπεστάλησαν οἱ περὶ τὸν Ἰούνιον. πρὸς οὓς | |
ὁ βασιλεὺς ποιησάμενος τοὺς ἁρμόζοντας λόγους καὶ τἄλλα φιλανθρώπως ὁμιλήσας ἐκείνους μὲν εὐλο‐ | ||
Hist.31.8.4 | γοῦντας ἀπέστειλε. μετὰ δὲ ταῦτα, παραγενομένων πρεσβευτῶν τῶν περὶ Γνάιον Ὀκτάουιον καὶ Σπόριον Λοκρήτιον καὶ διαλεγομένων τῷ βασιλεῖ πάλιν (περὶ) | |
Hist.31.8.5 | τῶν πρὸς τοὺς Γαλάτας αὐτῷ διαφερόντων, βραχέα περὶ τούτων κοινολογησάμενος καὶ φήσας εὐεπάγωγος εἶναι πρὸς τὸ κριθέν, λοιπὸν ἤδη τὸν πλείω λόγον ὑπὲρ τῶν κατὰ Συρίαν ἐποιεῖτο πραγμάτων, εἰδὼς | |
Hist.31.8.6 | ἐκεῖσε προάγοντας τοὺς περὶ τὸν Ὀκτάουιον, ὑπο‐ δεικνύων αὐτοῖς τὴν ἀκαταστασίαν τῆς βασιλείας καὶ τὴν εἰκαιότητα τῶν προεστώτων αὐτῆς καὶ προσ‐ επαγγελλόμενος ἀκολουθήσειν μετὰ δυνάμεως καὶ συν‐ | |
5 | εφεδρεύειν τοῖς καιροῖς, ἕως ἂν ἐπανέλθωσι πάλιν ἐκ | |
Hist.31.8.7 | τῆς Συρίας ἀσφαλῶς. οἱ δὲ περὶ τὸν Γνάιον ἐν πᾶσιν ἀποδεχόμενοι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασαν προσδεῖσθαι τῆς παρα‐ | |
Hist.31.8.8 | πομπῆς, εἰς δὲ τὸ μέλλον, ἐάν τις ὑποπίπτῃ χρεία, δια‐ σαφήσειν ἀόκνως· κρίνειν γὰρ αὐτὸν ἕνα τῶν ἀληθινῶν Ῥωμαίοις φίλων. — | |
Hist.31.9.1 | Ὅτι κατὰ τὴν Συρίαν Ἀντίοχος ὁ | |
βασιλεὺς βουλόμενος εὐπορῆσαι χρημάτων προέθετο στρατεύειν ἐπὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἰς τὴν Ἐλυ‐ | ||
Hist.31.9.2 | μαΐδα. παραγενόμενος δ’ ἐπὶ τοὺς τόπους καὶ δια‐ ψευσθεὶς τῆς ἐλπίδος διὰ τὸ μὴ συγχωρεῖν τῇ παρα‐ νομίᾳ τοὺς βαρβάρους (τοὺς) οἰκοῦντας περὶ τὸν τόπον, | |
Hist.31.9.3 | ἀναχωρῶν ἐν Τάβαις τῆς Περσίδος ἐξέλιπε | |
Hist.31.9.4 | τὸν βίον, δαιμονήσας, ὡς ἔνιοί φασι, διὰ τὸ γενέσθαι τινὰς ἐπισημασίας τοῦ δαιμονίου κατὰ τὴν περὶ τὸ | |
προειρημένον ἱερὸν παρανομίαν. | ||
Hist.31.10t | B. OLYMP. 154, 2. I. RES ITALIAE. | |
Hist.31.10.1 | Ὅτι μετὰ τὸ μερίσαι τοὺς Πτολε‐ μαίους τὴν βασιλείαν παρεγένετο Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην, ἀθετεῖν βουλόμενος τὸν γε‐ | |
Hist.31.10.2 | γονότα μερισμὸν αὐτῷ πρὸς τὸν ἀδελφόν, φάσκων οὐχ ἑκών, ἀλλὰ κατ’ ἀνάγκην τῷ καιρῷ περιληφθεὶς πεποιη‐ | |
Hist.31.10.3 | κέναι τὸ προσταττόμενον. καὶ παρεκάλει τὴν σύγκλητον μερίσαι τὴν Κύπρον αὑτῷ· καὶ γὰρ τούτου γενομένου | |
Hist.31.10.4 | καταδεεστέραν ἕξειν μερίδα τἀδελφοῦ παρὰ πολύ. τῶν δὲ περὶ τὸν Κανολήιον καὶ Κόιντον ἀπομαρτυρούντων τοῖς περὶ τὸν Μένυλλον, τοῖς παρὰ τοῦ πρεσβυτέρου παραγεγονόσι πρεσβευταῖς, διότι καὶ τὴν Κυρήνην ὁ | |
5 | νεώτερος καὶ τὸ πνεῦμα δι’ αὐτοὺς ἔχοι· τοιαύτην γενέσθαι τὴν τῶν ὄχλων πρὸς αὐτὸν ἀλλοτριότητα καὶ | |
Hist.31.10.5 | προσκοπήν· διὸ καὶ παρ’ ἐλπίδα καὶ παραδόξως δεδο‐ μένων αὐτῷ τῶν κατὰ Κυρήνην πραγμάτων ἀσμένως δέξαιτο, καὶ σφαγίων τμηθέντων καὶ λάβοι τοὺς ὅρκους | |
Hist.31.10.6 | παρὰ τἀδελφοῦ καὶ δοίη περὶ τούτου· τοῦ δὲ Πτολε‐ | |
μαίου πᾶσι τούτοις ἀντιλέγοντος, ἡ σύγκλητος, ἅμα μὲν ὁρῶσα τὸν μερισμὸν *** γεγονότα τελέως, ἅμα δὲ βουλομένη διελεῖν τὴν βασιλείαν πραγματικῶς, αὐτῶν | ||
5 | αἰτίων γενομένων τῆς διαιρέσεως, συγκατέθετο τοῖς ὑπὸ τοῦ νεωτέρου παρακαλουμένοις ἐπὶ τῷ σφετέρῳ | |
Hist.31.10.7 | συμφέροντι. πολὺ γὰρ ἤδη τοῦτο τὸ γένος ἐστὶ τῶν διαβουλίων παρὰ Ῥωμαίοις, ἐν οἷς διὰ τῆς τῶν πέλας ἀγνοίας αὔξουσι καὶ κατασκευάζονται τὴν ἰδίαν ἀρχὴν πραγματικῶς, ἅμα χαριζόμενοι καὶ δοκοῦντες εὐεργετεῖν | |
Hist.31.10.8 | τοὺς ἁμαρτάνοντας. διὸ καὶ καθορῶντες τὸ μέγεθος τῆς ἐν Αἰγύπτῳ δυναστείας καὶ δεδιότες, ἄν ποτε τύχῃ προστάτου, μὴ μεῖζον φρονήσῃ τοῦ καθήκοντος, | |
Hist.31.10.9 | κατέστησαν πρεσβευτὰς Τίτον Τορκουᾶτον καὶ Γνάιον Μερόλαν τοὺς κατάξοντας ἐπὶ τὴν Κύπρον τὸν Πτο‐ λεμαῖον καὶ τελειώσοντας ἅμα τὴν ἐκείνων καὶ τὴν | |
Hist.31.10.10 | αὑτῶν πρόθεσιν. καὶ παραχρῆμα τούτους ἐξαπέστειλαν, δόντες ἐντολὰς διαλῦσαι τοὺς ἀδελφοὺς καὶ κατα‐ σκευάσαι τῷ νεωτέρῳ τὴν Κύπρον χωρὶς πολέμου. — | |
Hist.31.11.1 | Ὅτι κατὰ τὸν καιρὸν τοῦτον προσπεσούσης | |
Hist.31.11.2 | τῆς περὶ τὸν Γνάιον περιπετείας, ὡς ἀνῃρέθη, καὶ τῶν παρὰ τοῦ βασιλέως Ἀντιόχου πρεσβευόντων, ὧν ὁ Λυσίας ἔπεμψε, παραγεγονότων καὶ πολλοὺς δια‐ | |
θεμένων λόγους ὑπὲρ τοῦ μὴ κεκοινωνηκέναι τῆς | ||
Hist.31.11.3 | πράξεως τοὺς τοῦ βασιλέως φίλους, ἡ μὲν σύγκλητος παρέπεμπε τοὺς πρεσβευτάς, οὐ βουλομένη διδόναι περὶ τούτων ἀπόφασιν οὐδεμίαν οὐδ’ ἐκτίθεσθαι καθό‐ | |
Hist.31.11.4 | λου τὴν αὑτῆς γνώμην, ὁ δὲ Δημήτριος πτοηθεὶς ἐπὶ τοῖς ἠγγελμένοις ἐξ αὐτῆς προσεκάλει τὸν Πολύβιον καὶ προσανέφερεν διαπορῶν εἰ δεῖ πάλιν ἐντυχεῖν τῇ | |
Hist.31.11.5 | συγκλήτῳ περὶ τῶν καθ’ αὑτόν. ὁ δὲ παρεκάλει μὴ δὶς πρὸς (τὸν) αὐτὸν λίθον πταίειν, ἀλλ’ ἐν ἑαυτῷ τὰς ἐλπίδας ἔχειν καὶ τολμᾶν τι βασιλείας ἄξιον· πολλὰς γὰρ ὑποδεικνύειν ἀφορμὰς τοὺς ἐνεστῶτας καιρούς. | |
Hist.31.11.6 | ὁ δὲ Δημήτριος συννοήσας τὸ λεγόμενον τότε μὲν ἀπεσιώπησεν, μετ’ ὀλίγον δέ τινι τῶν συνήθων Ἀπολ‐ | |
Hist.31.11.7 | λωνίῳ μετέδωκε περὶ τῶν αὐτῶν. ὁ δὲ προειρημένος, ἄκακος ὢν καὶ κομιδῇ νέος, συνεβούλευε πεῖραν ἔτι λαβεῖν τῆς συγκλήτου· πεπεῖσθαι γάρ, ἐπεὶ τῆς βασι‐ λείας ἀλόγως αὐτὸν ἐστέρησεν, τῆς γ’ ὁμηρείας αὐτὸν | |
Hist.31.11.8 | ἀπολύσειν· ἄτοπον γὰρ εἶναι τελέως, Ἀντιόχου τοῦ παιδὸς διαδεδεγμένου τὴν ἐν Συρίᾳ βασιλείαν, Δημήτριον | |
Hist.31.11.9 | ὁμηρεύειν ὑπὲρ αὐτοῦ. τούτοις μὲν οὖν τοῖς λόγοις πεισθεὶς πάλιν εἰσῆλθεν εἰς τὴν σύγκλητον ὁ προ‐ ειρημένος καὶ παρεκάλει τῆς γε κατὰ τὴν ὁμηρείαν ἀνάγκης αὑτὸν ἀπολύειν, ἐπεὶ τὴν βασιλείαν ἔκριναν | |
Hist.31.11.10 | Ἀντιόχῳ συγκατασκευάζειν. καὶ πλείω δὲ πρὸς ταύτην | |
τὴν ὑπόθεσιν αὐτοῦ διαλεχθέντος, ἔμεινεν ἡ σύγκλητος | ||
Hist.31.11.11 | ἐπὶ τῆς αὐτῆς αἱρέσεως ὅπερ εἰκὸς ἦν. καὶ γὰρ πρότερον οὐ διὰ τὸ μὴ λέγειν τὰ δίκαια τὸν Δημήτριον ἔκρινεν τὴν ἀρχὴν τῷ παιδὶ συνδιαφυλάττειν, ἀλλὰ | |
Hist.31.11.12 | διὰ τὸ συμφέρειν τοῖς σφετέροις πράγμασιν, μενόντων δὲ τῶν ὅλων ἐπὶ τῆς αὐτῆς διαθέσεως μένειν εἰκὸς ἦν καὶ τὴν τῆς συγκλήτου διάληψιν ἐπὶ τῆς αὐτῆς προαιρέσεως. | |
Hist.31.12.1 | Πλὴν ὅ γε Δημήτριος μάτην ἐξᾴσας τὸ κύκνειον καὶ γνοὺς ὅτι καλῶς αὐτῷ συνεβούλευεν ὁ | |
Hist.31.12.2 | Πολύβιος μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν, μετα‐ μεληθεὶς ἐπὶ τοῖς γεγονόσιν, ἅμα δὲ καὶ φύσει μεγα‐ λόφρων ὑπάρχων καὶ τόλμαν ἱκανὴν ἔχων πρὸς τὸ κριθέν, εὐθέως ἐκάλει Διόδωρον προσφάτως ἐκ τῆς | |
5 | Συρίας παραγεγονότα καὶ μετεδίδου περὶ τῶν καθ’ | |
Hist.31.12.3 | αὑτόν. ὁ δὲ Διόδωρος τροφεὺς μὲν ἐγεγόνει τοῦ Δημητρίου, πανοῦργος δ’ ὢν καὶ κατωπτευκὼς ἐπι‐ | |
Hist.31.12.4 | μελῶς τὰ κατὰ τὴν Συρίαν ὑπεδείκνυεν αὐτῷ, διότι τῶν μὲν ἐκεῖ τεταραγμένων διὰ τὸν Γναΐου φόνον, καὶ διαπιστούντων τῶν μὲν πολλῶν τοῖς περὶ τὸν Λυσίαν, τῶν δὲ περὶ τὸν Λυσίαν τοῖς πολλοῖς, τῆς δὲ | |
5 | συγκλήτου πεπεισμένης ἐκ τῶν τοῦ βασιλέως φίλων | |
γεγονέναι τὴν εἰς τοὺς σφετέρους πρεσβευτὰς παρα‐ νομίαν, κάλλιστον εἶναι καιρὸν ἐπιφανῆναι τοῖς πρά‐ | ||
Hist.31.12.5 | γμασιν· ταχέως γὰρ τοὺς μὲν ἐκεῖ μεταρρίψειν τὴν βασιλείαν εἰς αὐτόν, κἂν ὅλως μετὰ παιδὸς ἑνὸς ποιή‐ σηται τὴν παρουσίαν, τὴν δὲ σύγκλητον οὐ τολμήσειν ἔτι βοηθεῖν οὐδὲ συνεπισχύειν τοῖς περὶ τὸν Λυσίαν | |
Hist.31.12.6 | τοιαῦτα διεργασαμένοις. λοιπὸν εἶναι τὸ λαθεῖν ἐκ τῆς Ῥώμης ἀπελθόντας, καὶ μηδένα λαβεῖν ἔννοιαν τῆς | |
Hist.31.12.7 | ἐπιβολῆς αὐτοῦ. δοξάντων δὲ τούτων μετεπέμπετο τὸν Πολύβιον καὶ δηλώσας τὰ δεδογμένα παρεκάλει συνεπιλαβέσθαι τῆς ἐπιβολῆς καὶ συνδιανοηθῆναι πῶς | |
Hist.31.12.8 | ἂν χειρισθείη τὰ κατὰ τὸν δρασμόν. συνέβαινε δὲ κατὰ τὸν καιρὸν τοῦτον Μένυλλον μὲν τὸν Ἀλα‐ βανδέα παρεῖναι πρεσβεύοντα παρὰ τοῦ πρεσβυτέρου βασιλέως Πτολεμαίου χάριν τοῦ συγκαταστῆναι καὶ δι‐ | |
5 | καιολογηθῆναι πρὸς τὸν νεώτερον Πτολεμαῖον· ἐτύγχανε δὲ προϋπάρχουσα τῷ Πολυβίῳ πρὸς τὸν Μένυλλον | |
Hist.31.12.9 | ἰσχυρὰ συνήθεια καὶ πίστις. διὸ καὶ νομίσας αὐτὸν ἐπιτήδειον εἶναι πρὸς τὴν ἐνεστῶσαν χρείαν συνέστησε τῷ Δημητρίῳ μετὰ μεγάλης σπουδῆς καὶ φιλοτιμίας. | |
Hist.31.12.10 | ὁ δὲ κοινωνήσας τῆς ἐπιβολῆς ἀνεδέξατο τήν τε ναῦν | |
Hist.31.12.11 | ἑτοιμάσαι καὶ τἄλλα πρὸς τὸν πλοῦν ἀπαρτιεῖν. οὗτος μὲν οὖν εὑρὼν ἐν τῷ στόματι τοῦ Τιβέριος ὁρμοῦσαν | |
Καρχηδονίαν ναῦν ἱεραγωγόν, ταύτην ἐναυλώσατο· | ||
Hist.31.12.12 | συμβαίνει δὲ τὰ πλοῖα ταῦτα λαμβάνεσθαι κατ’ ἐκλογὴν ἐκ τῆς Καρχηδόνος, ἐφ’ οἷς εἰς τὴν Τύρον ἐκπέμπου‐ σιν οἱ Καρχηδόνιοι τὰς πατρίους ἀπαρχὰς τοῖς θεοῖς· ἐναυλοῦτο δὲ φανερῶς εἰς τὴν ἰδίαν ἀνακομιδήν. | |
Hist.31.12.13 | διὸ καὶ τήν τε τῶν ἐπιμηνίων παρασκευὴν ἀνυπόπτως ἐποιεῖτο καὶ φανερῶς ἐλάλει καὶ συνέταττε τοῖς ναυτικοῖς. | |
Hist.31.13.1 | Ἐπειδὴ δὲ πάντ’ ἦν ἕτοιμα τῷ ναυκλήρῳ λοιπόν (τ’) ἔδει τὸν Δημήτριον ἀπαρτίζειν τὰ καθ’ αὑτόν, (τὸν) τροφέα προαπέστειλεν εἰς τὴν Συρίαν ὠτακουστήσοντα καὶ κατοπτεύσοντα τἀκεῖ συμβαίνοντα | |
Hist.31.13.2 | περὶ τοὺς ὄχλους. ὁ δὲ σύντροφος Ἀπολλώνιος ἐξ ἀρχῆς αὐτῷ μετεῖχε τῆς ἐπιβολῆς· δυεῖν δ’ ὑπαρχόντων ἀδελφῶν, Μελεάγρου καὶ Μενεσθέως, τούτοις ἐκοινώ‐ σατο τὴν πρᾶξιν, ἄλλῳ δ’ οὐδενὶ τῶν μετ’ αὐτοῦ, | |
Hist.31.13.3 | καίτοι πλειόνων ὄντων. οὗτοι δ’ ἦσαν Ἀπολλωνίου κατὰ φύσιν υἱοί, τοῦ μεγάλην μὲν εὐκαιρίαν ἔχοντος παρὰ Σελεύκῳ, μεταστάντος δὲ κατὰ τὴν Ἀντιόχου | |
Hist.31.13.4 | μετάληψιν τῆς ἀρχῆς εἰς Μίλητον. τῆς δὲ συνταχθείσης ἡμέρας πρὸς τοὺς ναυτικοὺς συνεγγιζούσης, ἔδει γενέ‐ | |
σθαι παρά τινι τῶν φίλων ὑποδοχὴν πρὸς τὴν | ||
Hist.31.13.5 | ἔξοδον. παρὰ γὰρ αὐτῷ ποιεῖν τὸ δεῖπνον οὐχ οἷόν τ’ ἦν· εἴθιστο γὰρ ἐπιμελῶς καλεῖν ἅπαντας τοὺς περὶ | |
Hist.31.13.6 | αὐτὸν ὄντας. οἱ δὲ συνειδότες τὴν πρᾶξιν ἔμελλον ἐξ οἴκου δειπνήσαντες ἐπὶ τὸ πλοῖον ἥξειν, ἔχοντες ἕνα παῖδα μεθ’ ἑαυτῶν ἕκαστος· τοὺς γὰρ λοιποὺς ἀπεστάλκεισαν εἰς Ἀναγνείας, κατὰ τὴν ἐπιοῦσαν | |
Hist.31.13.7 | αὐτοὶ παρεψόμενοι. τὸν δὲ Πολύβιον συνέβαινεν κατὰ τὸν καιρὸν τοῦτον ἠσθενηκότα μένειν κατὰ κλίνην, εἰδέναι δὲ πάντα τὰ πραττόμενα, τοῦ Μενύλ‐ λου συνεχῶς αὐτῷ μεταδιδόντος αἰεὶ περὶ τῶν ὑπο‐ | |
Hist.31.13.8 | πιπτόντων. διόπερ ἀγωνιάσας ὁ προειρημένος μὴ τῆς συνηθείας ἑλκυσθείσης, ἅτε τοῦ Δημητρίου συμποτικοῦ φυσικῶς καὶ νεωτέρου τελέως ὑπάρχοντος, ἀπόρημά τι | |
Hist.31.13.9 | γένηται περὶ τὴν ἔξοδον διὰ τὴν μέθην, γράψας βραχὺ πιττάκιον καὶ σφραγισάμενος πέμπει παρ’ αὑτοῦ παῖδα συσκοτάζοντος ἄρτι τοῦ θεοῦ, συντάξας ἐκκαλεσάμενον τὸν οἰνοχόον τοῦ Δημητρίου δοῦναι τὸ πιττάκιον, | |
5 | μηδὲν εἰπόντα τίς ἢ παρὰ τίνος, καὶ κελεύειν ἀπο‐ | |
Hist.31.13.10 | διδόναι τῷ Δημητρίῳ παραχρῆμα διαναγνῶναι. γενο‐ μένων δὲ πάντων κατὰ τὸ συνταχθέν, λαβὼν ὁ | |
Hist.31.13.11 | Δημήτριος ἐπανέγνω. τὸ δὲ πιττάκιον περιεῖχε τὰς | |
γνώμας ταύτας. | ||
Hist.31.13.12 | ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων. ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον. | |
Hist.31.13.13 | τόλμα τι, κινδύνευε, πρᾶττ’, ἀποτύγχανε, ἐπίτυχε, πάντα μᾶλλον ἢ σαυτὸν προοῦ. | |
Hist.31.13.14 | νᾶφε καὶ μέμνας’ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν. | |
Hist.31.14.1 | Ταῦτα διαναγνοὺς ὁ Δημήτριος καὶ συννοή‐ σας τὰς ὑποθέσεις, καὶ τίνες καὶ παρὰ τίνος εἰσίν, παραυτίκα προσποιηθεὶς ὡς ἐπιναύσιος γεγονὼς ἀπηλλάττετο, συμπροπεμπόντων αὐτὸν καὶ τῶν φίλων. | |
Hist.31.14.2 | παραγενόμενος δ’ ἐπὶ σκηνὴν τοὺς μὲν ἀνεπιτηδείους τῶν οἰκετῶν ἐξέπεμψεν εἰς τὰς Ἀναγνείας, συντάξας λαβόντας τὰ λίνα καὶ τοὺς κύνας ἀπαντᾶν ἐπὶ τὸ | |
Hist.31.14.3 | Κίρκαιον· ἐκεῖ γὰρ ἐπιμελῶς εἰώθει κυνηγετεῖν τὸν ὗν· ἐξ οὗ καὶ τῆς πρὸς τὸν Πολύβιον αὐτῷ συνηθείας | |
Hist.31.14.4 | τὴν καταρχὴν γενέσθαι συνέπεσεν. μετὰ δὲ ταῦτα τοῖς | |
περὶ τὸν Νικάνορα διεσάφει τὴν ἐπιβολὴν καὶ κοι‐ | ||
Hist.31.14.5 | νωνεῖν παρεκάλει τῶν αὐτῶν ἐλπίδων. πάντων δὲ προθύμως δεξαμένων τὸν λόγον, παρήγγειλε κατὰ σπουδὴν ἐπανελθόντας ἐπὶ τὰς ἰδίας καταλύσεις τοῖς μὲν παισὶν συντάξαι προάγειν ὑπὸ τὴν ἑωθινὴν εἰς | |
5 | τὰς Ἀναγνείας καὶ μετὰ τῶν κυνηγῶν ἀπαντᾶν εἰς τὸ | |
Hist.31.14.6 | Κίρκαιον, αὐτοὺς δὲ λαβόντας ἐσθῆτας τὰς ὁδοιπορικὰς ἀνακάμπτειν ὡς αὐτόν, εἰπόντας τοῖς οἰκέταις ὅτι μετὰ Δημητρίου συμμίξουσιν αὐτοῖς κατὰ τὴν ἐπιοῦσαν ἐπὶ | |
Hist.31.14.7 | τὸν προειρημένον τόπον. γενομένων δὲ πάντων καθὼς προείρηται, προῆγον εἰς τὴν Ὠστίαν νυκτὸς ἐπὶ τὸ | |
Hist.31.14.8 | στόμα τοῦ Τιβέριος. ὁ δὲ Μένυλλος προπορευόμενος ἐκοινολογεῖτο τοῖς ναυτικοῖς, φάσκων αὑτῷ προσπεπτω‐ κέναι παρὰ τοῦ βασιλέως δι’ ὃ δέον ἐστὶν αὐτὸν μὲν μένειν κατὰ τὸ παρὸν ἐν τῇ Ῥώμῃ, τῶν δὲ νεανίσκων | |
5 | τοὺς πιστοτάτους ἐκπέμψαι πρὸς αὐτόν, παρ’ ὧν ἐπι‐ | |
Hist.31.14.9 | γνώσεται πάντα τὰ κατὰ τὸν ἀδελφόν. διόπερ αὐτὸς μὲν οὐκ ἔφησεν ἐμβαίνειν, τοὺς δὲ νεανίσκους ἥξειν | |
Hist.31.14.10 | περὶ μέσας νύκτας τοὺς μέλλοντας πλεῖν. τῶν δὲ ναυκλήρων ἀδιαφορούντων διὰ τὸ μένειν αὐτοῖς τὸ ταχθὲν ναῦλον ἐξ ἀρχῆς καὶ πάντα κατηρτικότων | |
Hist.31.14.11 | ἐκ πολλοῦ τὰ πρὸς τὸν πλοῦν, παρῆσαν οἱ περὶ τὸν Δημήτριον κατὰ τρίτην φυλακὴν λήγουσαν, ὄντες | |
Hist.31.14.12 | ὀκτὼ καὶ παῖδες πέντε καὶ παιδάρια τρία. τοῦ δὲ Μενύλλου κοινολογηθέντος αὐτοῖς καὶ παραδείξαντος τὴν τῶν ἐπιμηνίων παρασκευήν, ἔτι δὲ συστήσαντος τῷ ναυκλήρῳ καὶ τοῖς ἐπιβάταις ἐκτενῶς, οὗτοι μὲν | |
Hist.31.14.13 | ἐπέβησαν, ὁ δὲ κυβερνήτης ἄρτι διαφαύσκοντος ἄρας τὰς ἀγκύρας ἐτέλει τὸν πλοῦν, ἁπλῶς οὐδεμίαν ἔννοιαν ἔχων τοῦ πράγματος, ἀλλ’ ὡς στρατιώτας τινὰς ἄγων παρὰ τοῦ Μενύλλου πρὸς τὸν Πτολεμαῖον. | |
Hist.31.15.1 | Ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὴν ἐπιοῦσαν οὐδεὶς ἐπιζητήσειν ἔμελλε τὸν Δημήτριον οὐδὲ τοὺς μετ’ | |
Hist.31.15.2 | ἐκείνου προάγοντας· οἱ μὲν γὰρ αὐτοῦ μένοντες ὡς ἐπὶ τὸ Κίρκαιον ὡρμηκότα διελάμβανον, οἱ δ’ ἐν ταῖς Ἀναγνείαις ἀπήντων ἐπὶ τὸν αὐτὸν τόπον, ὡς ἐκεῖ | |
Hist.31.15.3 | παρεσόμενον. διὸ συνέβαινε τελέως ἄσημον εἶναι τὸν δρασμόν, ἕως οὗ τῶν παίδων τις μεμαστιγωμένος ἐν ταῖς Ἀναγνείαις ἔδραμεν ἐπὶ τὸ Κίρκαιον, ὡς ἐκεῖ τῷ | |
Hist.31.15.4 | Δημητρίῳ συμμίξων· οὐχ εὑρὼν δὲ πάλιν εἰς τὴν | |
Hist.31.15.5 | Ῥώμην ἔτρεχεν, ὡς κατὰ πορείαν ἀπαντήσων. οὐδαμῇ δὲ συντυχὼν αὐτῷ τοῦτο διεσάφησεν τοῖς ἐν Ῥώμῃ | |
Hist.31.15.6 | φίλοις καὶ τοῖς καταλελειμμένοις ἐπὶ τῆς οἰκίας. ἐπι‐ ζητουμένου δὲ τοῦ Δημητρίου κατὰ τὴν τετάρτην | |
Hist.31.15.7 | ἡμέραν ἀφ’ ἧς ὥρμησεν, ὑπενοήθη τὸ γεγονός. τῇ δὲ πέμπτῃ σύγκλητος εὐθέως συνήγετο περὶ τούτων, ἐν ᾗ συνέβαινε τὸν Δημήτριον ἐκτὸς ἤδη τοῦ πορθμοῦ | |
Hist.31.15.8 | τοῦ κατὰ Σικελίαν ὑπάρχειν. τὸ μὲν οὖν διώκειν ἀπέγνωσαν, ἅμα μὲν ὑπολαμβάνοντες αὐτὸν πολὺ προειληφέναι κατὰ τὸν πλοῦν, καὶ γὰρ ἔσχε φορὸν ἄνεμον, ἅμα δὲ προορώμενοι τὸ βουληθέντες κωλύειν | |
Hist.31.15.9 | ἀδυνατῆσαι· πρεσβευτὰς δὲ κατέστησαν μετά τινας ἡμέρας τοὺς περὶ Τεβέριον Γράκχον καὶ Λεύκιον | |
Hist.31.15.10 | Λέντλον καὶ Σερουίλιον Γλαυκίαν, οἵτινες ἔμελλον πρῶτον μὲν ἐποπτεύσειν τὰ κατὰ τοὺς Ἕλληνας, εἶτ’ ἐπιβαλόντες ἐπὶ τὴν Ἀσίαν τά τε κατὰ τὸν Δη‐ μήτριον καραδοκήσειν καὶ τὰς τῶν ἄλλων βασιλέων | |
5 | προαιρέσεις ἐξετάσειν καὶ τὰ πρὸς τοὺς Γαλάτας ἀντι‐ | |
Hist.31.15.11 | λεγόμενα τοῖς προειρημένοις διευκρινήσειν. διὸ τὸν | |
Τεβέριον κατεστήσαντο *** πάντων αὐτόπτην γε‐ | ||
Hist.31.15.12 | γονέναι. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τού‐ τοις ἦν. — | |
Hist.31.15.13 | Ὁ δὲ Δημήτριος προσανέχων τῇ παρουσίᾳ τοῦ διαποσταλησομένου πρὸς αὐτόν. | |
Hist.31.16t | II. RES ASIAE. | |
Hist.31.16.1 | Ὅτι Ἀρταξίας ἐβούλετο ἐπανελέσθαι *** παραινέσεσι δὲ Ἀριαράθου τοῦτ’ οὐκ ἔπραξεν ἀλλ’ ἐντιμότερον εἶχεν αὐτὸν ἢ πρότερον. | |
Hist.31.16.2 | οὕτως ἥ τε τοῦ δικαίου φύσις ἔχει μεγάλην δύναμιν, αἵ τε τῶν ἀγαθῶν ἀνδρῶν γνῶμαι καὶ παραινέσεις, ὥστε μὴ μόνον τοὺς φίλους ἀλλὰ καὶ τοὺς ἐχθροὺς πολλάκις σῴζειν καὶ μετατιθέναι τὰς φύσεις αὐτῶν | |
5 | πρὸς τὸ βέλτιον. — | |
Hist.31.16.3 | Ὅτι παντὸς ἐπιστολίου τὸ κάλλος ἐστὶ συστατι‐ κώτερον. | |
Hist.31.17t | III. RES AFRICAE. | |
Hist.31.17.1 | Μετὰ δὲ ταῦτα Πτολεμαῖοις ὁ νεώτερος παραγεγονὼς εἰς τὴν Ἑλλάδα | |
μετὰ τῶν πρεσβευτῶν συνήθροιζε ξενολόγιον ἐμβριθές. | ||
Hist.31.17.2 | ἐν οἷς προσελάβετο καὶ τὸν Μακεδόνα Δαμάσιππον, ὃς κατασφάξας ἐν τῷ Φάκῳ τοὺς συνέδρους ἔφυγεν | |
Hist.31.17.3 | μετὰ γυναικὸς καὶ τέκνων ἐκ τῆς Μακεδονίας. ἀφ‐ ικόμενος δ’ εἰς τὴν τῶν Ῥοδίων Περαίαν καὶ ξενισθεὶς | |
Hist.31.17.4 | ὑπὸ τοῦ δήμου προετίθετο πλεῖν εἰς τὴν Κύπρον. οἱ δὲ περὶ τὸν Τορκουᾶτον θεωροῦντες αὐτὸν συνεστα‐ μένον ξενικὴν χεῖρα βαρεῖαν ὑπεμίμνησκον τῶν ἐντο‐ λῶν, διότι δεῖ χωρὶς πολέμου ποιεῖσθαι τὴν κάθοδον· | |
Hist.31.17.5 | καὶ τέλος ἔπεισαν αὐτὸν ἕως Σίδης προαγαγόντα τὸ ξενολόγιον διαλύσασθαι καὶ τῆς εἰς Κύπρον ἐπι‐ βολῆς ἀποστῆναι καὶ συμμίσγειν αὑτοῖς ἐπὶ τοὺς τῶν | |
Hist.31.17.6 | Κυρηναίων ὅρους. αὐτοὶ δὲ πλεύσαντες εἰς τὴν Ἀλεξάνδρειαν ἔφασαν παραστήσεσθαι τὸν βασιλέα πρὸς τὰ παρακαλούμενα καὶ συναντήσειν ἐπὶ τοὺς ὅρους, | |
Hist.31.17.7 | ἔχοντες κἀκεῖνον μεθ’ αὑτῶν. τούτοις μὲν οὖν τοῖς λόγοις πεισθεὶς ὁ νεώτερος Πτολεμαῖος, ἀπογνοὺς τὰ | |
Hist.31.17.8 | κατὰ τὴν Κύπρον τὸ μὲν ξενολόγιον διέλυσεν, αὐτὸς δὲ τὸ μὲν πρῶτον εἰς Κρήτην ἀπέπλευσεν, τόν τε Δαμάσιππον ἔχων μεθ’ ἑαυτοῦ καὶ τῶν πρεσβευτῶν ἕνα Γνάιον Μερόλαν· ξενολογήσας δ’ ἐκ τῆς Κρήτης | |
5 | περὶ χιλίους στρατιώτας ἀνήχθη καὶ διάρας εἰς τὴν | |
Λιβύην κατέσχεν ἐπὶ τὸν Ἆπιν. | ||
Hist.31.18.1 | Οἱ δὲ περὶ τὸν Τορκουᾶτον διακομισθέντες εἰς τὴν Ἀλεξάνδρειαν ἐπειρῶντο μὲν παρακαλεῖν τὸν πρεσβύτερον Πτολεμαῖον διαλύεσθαι πρὸς τὸν | |
Hist.31.18.2 | ἀδελφὸν καὶ συγχωρεῖν αὐτῷ τὴν Κύπρον· τοῦ (δὲ) Πτολεμαίου τὰ μὲν ἐπαγγελλομένου, τὰ δὲ παρακούον‐ τος, καὶ τῷ τοιούτῳ τρόπῳ κατατρίβοντος τὸν χρόνον, | |
Hist.31.18.3 | στρατοπεδεύων ὁ νεώτερος μετὰ τῶν Κρητῶν ἐν τῇ Λιβύῃ περὶ τὸν Ἆπιν κατὰ τὸ συντεταγμένον καὶ τε‐ λέως ἀσχάλλων ἐπὶ τῷ μηδὲν διασαφήσασθαι, τὸ μὲν πρῶτον ἐξαπέστειλε τὸν Γνάιον εἰς τὴν Ἀλεξάνδρειαν, | |
5 | ὡς διὰ τούτου κἂν τοὺς περὶ τὸν Τορκουᾶτον ἐπιγενο‐ | |
Hist.31.18.4 | μένους. συνεξομοιωθέντος δὲ τούτου τοῖς πρότερον, καὶ τοῦ χρόνου διελκομένου, καὶ τετταράκοντα διελθου‐ σῶν ἡμερῶν, καὶ μηδενὸς προσπίπτοντος, εἰς ἀπορίαν | |
Hist.31.18.5 | ἐνέπιπτε περὶ τῶν ὅλων. ὁ γὰρ πρεσβύτερος βασιλεὺς πᾶν γένος ἀρεσκείας προσφερόμενος πάντας ἐξιδιάσατο τοὺς πρεσβευτὰς καὶ παρακατέσχε τὸ πλεῖον οὐχ | |
Hist.31.18.6 | ἑκόντας, ἀλλ’ ἄκοντας. κατὰ δὲ τὸν καιρὸν τοῦτον προσέπεσε τῷ νεωτέρῳ Πτολεμαίῳ τούς τε Κυρηναίους ἀφεστάναι καὶ τὰς πόλεις συμφρονεῖν τούτοις, κεκοινω‐ | |
νηκέναι δὲ περὶ τῆς ἀποστάσεως καὶ Πτολεμαῖον τὸν | ||
Hist.31.18.7 | Συμπετῆσιν, ὃς ἦν τὸ γένος Αἰγύπτιος, ἐπιστεύθη δὲ τὴν ἐπιμέλειαν τῶν ὅλων ὑπὸ τοῦ βασιλέως, καθ’ ὃν και‐ | |
Hist.31.18.8 | ρὸν ἐποιεῖτο τὸν πλοῦν εἰς τὴν Ῥώμην. τούτων δὲ προσπιπτόντων τῷ βασιλεῖ, καὶ μετ’ ὀλίγον διότι στρατοπεδεύουσιν ἐν τοῖς ὑπαίθροις οἱ Κυρηναῖοι, δείσας μὴ βουλόμενος προσλαβεῖν τὴν Κύπρον καὶ | |
5 | τὴν Κυρήνην ἀπολέσῃ, πάντα τἄλλα πάρεργα θέμενος | |
Hist.31.18.9 | ἀνέζευξεν ἐπὶ Κυρήνης. παραγενόμενος δ’ εἰς τὸν μέγαν καλούμενον Καταβαθμὸν κατέλαβε τοὺς Λίβυας | |
Hist.31.18.10 | μετὰ τῶν Κυρηναίων κατέχοντας τὰς δυσχωρίας. ὁ δὲ Πτολεμαῖος ἀπορούμενος ἐπὶ τῷ συμβαίνοντι τοὺς μὲν ἡμίσεις τῶν στρατιωτῶν ἐμβιβάσας εἰς τὰ πλοῖα περι‐ πλεῖν τὰς δυσχωρίας ἐπέταξε καὶ κατὰ νώτου τοῖς πολεμίοις | |
5 | ἐπιφαίνεσθαι, τοὺς δ’ ἡμίσεις ἔχων αὐτὸς ἐβιάζετο κατὰ | |
Hist.31.18.11 | στόμα πρὸς τὴν ἀνάβασιν. τῶν δὲ Λιβύων καταπλα‐ γέντων τὴν ἐξ ἀμφοῖν ἔφοδον καὶ λειπόντων τοὺς τόπους, ἅμα τῆς ἀναβάσεως ἐγένετο κύριος καὶ τῆς ὑποκειμένης Τετραπυργίας, ἐν ᾗ συνέβαινε πλῆθος | |
Hist.31.18.12 | ἄφθονον ὕδατος ὑπάρχειν. ὅθεν ἀφορμήσας ἑβδομαῖος | |
Hist.31.18.13 | ἧκε διὰ τῆς ἐρήμου. παραπλεόντων δ’ αὐτῷ καὶ τῶν | |
ἐπὶ Μοχυρίνου, συνέβαινε τοὺς Κυρηναίους στρατο‐ πεδεύειν (πεζοὺς μὲν) ὄντας εἰς ὀκτακισχιλίους, ἱππεῖς | ||
Hist.31.18.14 | δὲ περὶ πεντακοσίους. οἱ γὰρ Κυρηναῖοι πεῖραν εἰλη‐ φότες τῆς τοῦ Πτολεμαίου προαιρέσεως ἐκ τῶν (κατὰ) τὴν Ἀλεξάνδρειαν πεπραγμένων καὶ θεωροῦντες οὐ βασιλικήν, ἀλλὰ τυραννικὴν οὖσαν τὴν ἀρχὴν αὐτοῦ | |
Hist.31.18.15 | καὶ τὴν ὅλην αἵρεσιν, οὐχ οἷοί τ’ ἦσαν ἐθελοντὴν σφᾶς αὐτοὺς ὑποτάττειν, ἀλλὰ πᾶν ὑπομένειν ἐτόλμων, ἀντεχόμενοι τῆς πρὸς τὴν ἐλευθερίαν ἐλπίδος. | |
Hist.31.18.16 | διὸ καὶ τότε συνεγγίσαντος αὐτοῦ ἐξ αὐτῆς παρετά‐ ξαντο· καὶ τέλος ἡττήθη. — | |
Hist.31.19.1 | Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε καὶ Γνάιος ὁ Μερόλας ἐκ τῆς Ἀλεξανδρείας, διασαφῶν τῷ βασιλεῖ διότι πρὸς οὐθὲν τῶν ἀξιουμένων προσελήλυθεν ὁ ἀδελφός, ἀλλά φησι δεῖν μένειν ἐπὶ τοῖς ἐξ ἀρχῆς δι‐ | |
Hist.31.19.2 | ομολογουμένοις. ὁ δὲ βασιλεὺς ταῦτα διακούσας, εὐθέως προχειρισάμενος Κομανὸν καὶ Πτολεμαῖον τοὺς ἀδελ‐ φοὺς ἐξαπέστελλε πρεσβευτὰς εἰς τὴν Ῥώμην μετὰ τοῦ Γναΐου, διασαφήσοντας τῇ συγκλήτῳ περὶ τῆς τἀδελφοῦ | |
Hist.31.19.3 | πλεονεξίας καὶ καταφρονήσεως. ἀπέλυσε δὲ κατὰ τὸν | |
αὐτὸν καιρὸν καὶ τοὺς περὶ Τίτον ἀπράκτους ὁ πρε‐ | ||
Hist.31.19.4 | σβύτερος Πτολεμαῖος. καὶ τὰ μὲν κατὰ τὴν Ἀλε‐ ξάνδρειαν καὶ Κυρήνην ἐπὶ τούτων ἦν. | |
Hist.31.20t | C. OLYMP. 154, 3. I. RES ITALIAE. | |
Hist.31.20.1 | Ὅτι κατὰ τοὺς ὑποκειμένους καιροὺς ἧκον παρὰ τοῦ νεωτέρου Πτολεμαίου πρέσβεις οἱ περὶ τὸν Κομανὸν καὶ παρὰ τοῦ πρεσβυτέρου παραπλησίως οἱ | |
Hist.31.20.2 | περὶ τὸν Μένυλλον τὸν Ἀλαβανδέα. ὧν εἰσελθόντων εἰς τὴν σύγκλητον, καὶ πολλῶν λόγων γινομένων καὶ φιλαπεχθῶν κατὰ πρόσωπον εἰς ἀλλήλους, καὶ τῶν περὶ Τίτον καὶ Γνάιον ἀπομαρτυρούντων καὶ συνεπι‐ | |
Hist.31.20.3 | σχυόντων τῷ νεωτέρῳ μετὰ πολλῆς σπουδῆς, ἔδοξε τῇ συγκλήτῳ τοὺς περὶ Μένυλλον ἐν πένθ’ ἡμέραις ἀπο‐ τρέχειν ἐκ τῆς Ῥώμης, καὶ τὴν συμμαχίαν (ἀν)αιρεῖν τὴν πρὸς τὸν πρεσβύτερον, πρὸς δὲ τὸν νεώτερον | |
5 | πέμψαι πρεσβευτὰς τοὺς διασαφήσοντας τὰ δεδο‐ | |
Hist.31.20.4 | γμένα τῇ συγκλήτῳ. καὶ κατεστάθησαν Πόπλιος Ἀπού‐ στιος καὶ Γάιος Λέντλος, οἳ καὶ πλεύσαντες ἐξ αὐτῆς εἰς τὴν Κυρήνην ἀνήγγειλαν τῷ Πτολεμαίῳ τὰ δε‐ | |
Hist.31.20.5 | δογμένα μετὰ πολλῆς σπουδῆς. ὁ δὲ Πτολεμαῖος ἐπαρθεὶς εὐθέως ἐξενολόγει καὶ ταῖς ἐπιβολαῖς ὅλος | |
Hist.31.20.6 | καὶ πᾶς ἦν περὶ τὴν Κύπρον. καὶ τὰ μὲν κατὰ τὴν | |
Ἰταλίαν ἐν τούτοις ἦν. | ||
Hist.31.21t | II. RES AFRICAE. | |
Hist.31.21.1 | Ὅτι κατὰ τὴν Λιβύην Μασαννάσας θεω‐ ρῶν τὸ πλῆθος τῶν πόλεων τῶν περὶ τὴν μικρὰν Σύρτιν ἐκτισμένων καὶ τὸ κάλλος τῆς χώρας, ἣν κα‐ λοῦσιν Ἐμπόρια, καὶ πάλαι τὸ πλῆθος τῶν προσ‐ | |
5 | όδων τῶν γινομένων ἐν τούτοις τοῖς τόποις ὀφθαλ‐ | |
Hist.31.21.2 | μιῶν, ἐπεβάλετο καταπειράζειν τῶν Καρχηδονίων οὐ πολλοῖς ἀνώτερον χρόνοις τῶν νῦν λεγομένων καιρῶν. | |
Hist.31.21.3 | τῆς μὲν οὖν χώρας ταχέως ἐγενήθη κύριος, ἅτε τῶν ὑπαίθρων κρατῶν διὰ τὸ τοὺς Καρχηδονίους αἰεὶ μὲν ἀλλοτρίους ὑπάρχειν τῆς ἐν τῇ γῇ χρείας, τότε δὲ καὶ τελέως ἐκτεθηλύνθαι διὰ τὴν πολυχρόνιον εἰρήνην· | |
Hist.31.21.4 | τῶν δὲ πόλεων οὐκ ἠδυνήθη γενέσθαι κύριος διὰ τὸ | |
Hist.31.21.5 | τοὺς Καρχηδονίους ἐπιμελῶς τηρεῖν αὐτάς. ἀμφοτέρων δὲ ποιουμένων τὴν ἀναφορὰν ἐπὶ τὴν σύγκλητον ὑπὲρ τῶν ἀμφισβητουμένων, καὶ πρεσβευτῶν πολλάκις ἐληλυ‐ | |
Hist.31.21.6 | θότων διὰ ταῦτα παρ’ ἑκατέρων, αἰεὶ συνέβαινε τοὺς Καρχηδονίους ἐλαττοῦσθαι παρὰ τοῖς Ῥωμαίοις, οὐ τοῖς δικαίοις, ἀλλὰ τῷ πεπεῖσθαι τοὺς κρίνοντας συμ‐ | |
Hist.31.21.7 | φέρειν σφίσι τὴν τοιαύτην γνώμην, ἐπείτοι χρόνοις οὐ πολλοῖς ἀνώτερον αὐτὸς ὁ Μασαννάσας διώκων τὸν Ἀφθῆρα τὸν ἀποστάτην μετὰ στρατοπέδου δίοδον ᾐτήσατο τοὺς Καρχηδονίους διὰ ταύτης τῆς χώρας, οἱ | |
5 | δ’ οὐχ ὑπήκουσαν, ὡς οὐδὲν αὐτῷ προσηκούσης. οὐ | |
Hist.31.21.8 | μὴν ἀλλὰ τέλος εἰς τοῦτο συνεκλείσθησαν οἱ Καρχηδόνιοι διὰ τῶν ἀποφάσεων κατὰ τοὺς νῦν λεγο‐ μένους καιροὺς ὥστε μὴ μόνον τὰς πόλεις καὶ τὴν χώραν ἀποβαλεῖν, ἀλλὰ καὶ πεντακόσια τάλαντα προσ‐ | |
5 | θεῖναι τῆς καρπείας τῶν χρόνων, ἐξ οὗ συνέβη γενέ‐ σθαι τὴν ἀμφισβήτησιν. | |
Hist.31.22t | D. OLYMP. 154, 4. I. RES ITALIAE. | |
Hist.31.22.1 | Ὅτι τὸ μέγιστον καὶ κάλλιστον σημεῖον τῆς Λευκίου Αἰμιλίου προαιρέσεως μεταλλάξαντος | |
Hist.31.22.2 | τὸν βίον ἐγένετο πᾶσιν ἔκδηλον· οἷος γὰρ ὁ τρόπος ζῶντος [αὐτοῦ] ἐδοξάζετο, τοιοῦτος εὑρέθη τὸν βίον μεταλλάξαντος, ὃ μέγιστον εἴποι τις ἂν ὑπάρχειν | |
Hist.31.22.3 | τεκμήριον ἀρετῆς. ὁ γὰρ πλεῖστον μὲν τῶν καθ’ αὑτὸν ἐξ Ἰβηρίας χρυσὸν εἰς τὴν Ῥώμην μετενηνοχώς, με‐ γίστων δὲ θησαυρῶν κύριος γενόμενος ἐν Μακεδονίᾳ, πλείστης δὲ περὶ τὰ προειρημένα τετευχὼς ἐξουσίας | |
Hist.31.22.4 | τοσοῦτον ἀπέλειπε τὸν ἴδιον βίον ὥστε *** μὴ δύ‐ νασθαι τὴν φερνὴν τῇ γυναικὶ διαλῦσαι πᾶσαν ἐκ τῶν ἐπίπλων, εἰ μὴ τῶν ἐγγείων τινὰς προσαπ‐ έδοντο κτήσεων. ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς | |
Hist.31.22.5 | πρὸ τούτων εἰρήκαμεν. ἐξ ὧν εἴποι τις ἂν καταλελύ‐ σθαι τὴν δόξαν τῶν θαυμαζομένων παρὰ τοῖς Ἕλλησι | |
Hist.31.22.6 | περὶ τοῦτο τὸ μέρος ἀνδρῶν· εἰ γὰρ τὸ διδομένων χρημάτων ἐπὶ τῷ τοῦ διδόντος συμφέροντι, τούτων ἀπέχεσθαι θαυμαστόν ἐστιν, ὃ λέγεται γεγονέναι περί τε τὸν Ἀθηναῖον Ἀριστείδην καὶ περὶ τὸν Θηβαῖον | |
Hist.31.22.7 | Ἐπαμινώνδαν, τὸ κύριον γενόμενον αὐτὸν ἁπάσης τῆς βασιλείας καὶ λαβόντα τὴν ἐξουσίαν ὡς βούλεται χρήσασθαι, μηδενὸς ἐπιθυμῆσαι πόσῳ θαυμαστότερόν | |
Hist.31.22.8 | ἐστιν; εἰ δ’ ἀπίστῳ τὸ λεγόμενον ἐοικέναι δόξει τισίν, ἐκεῖνο δεῖ λαμβάνειν ἐν νῷ, διότι σαφῶς ὁ γράφων ᾔδει μάλιστα Ῥωμαίους ἀναληψομένους εἰς τὰς χεῖρας | |
τὰ βυβλία ταῦτα διὰ τὸ τὰς ἐπιφανεστάτας καὶ τὰς | ||
Hist.31.22.9 | πλείστας αὐτῶν πράξεις ἐν τούτοις περιέχεσθαι· παρ’ οἷς οὔτ’ ἀγνοεῖσθαι ταῦτα δυνατὸν οὔτε συγγνώμης | |
Hist.31.22.10 | τεύξεσθαι τὸν ψευδολόγον εἰκός, διόπερ οὐδεὶς ἂν ἑκὼν εἰς πρόδηλον ἀπιστίαν καὶ καταφρόνησιν ἔδωκεν | |
Hist.31.22.11 | αὑτόν. καὶ τοῦτο μνημονευέσθω παρ’ ὅλην τὴν πρα‐ γματείαν ἡμῖν, ὅταν τι παράδοξον δοκῶμεν λέγειν περὶ Ῥωμαίων. | |
Hist.31.23.1 | Τῆς δὲ κατὰ τὴν διήγησιν ἐφόδου καὶ τῶν καιρῶν ἐφεστακότων ἡμᾶς ἐπὶ τὴν οἰκίαν ταύτην, βού‐ λομαι τὸ κατὰ τὴν προτέραν βύβλον ἐν ἐπαγγελίᾳ καταλειφθὲν συνεκπληρῶσαι τῶν φιληκόων ἕνεκα. | |
Hist.31.23.2 | προϋπεσχόμην γὰρ διηγήσασθαι διὰ τί καὶ πῶς ἐπὶ τοσοῦτο προέκοψε καὶ θᾶττον ἢ καθῆκεν ἐξέλαμψεν | |
Hist.31.23.3 | ἡ τοῦ Σκιπίωνος ἐν τῇ Ῥώμῃ δόξα, σὺν δὲ τούτῳ πῶς ἐπὶ τοσοῦτον αὐξηθῆναι συνέβη τῷ Πολυβίῳ τὴν πρὸς τὸν προειρημένον φιλίαν καὶ συνήθειαν ὥστε μὴ μόνον ἕως τῆς Ἰταλίας καὶ τῆς Ἑλλάδος ἐπιδιατεῖναι τὴν | |
5 | περὶ αὐτῶν φήμην, ἀλλὰ καὶ τοῖς πορρωτέρω γνώ‐ ριμον γενέσθαι τὴν αἵρεσιν καὶ συμπεριφορὰν αὐτῶν. | |
Hist.31.23.4 | διότι μὲν οὖν ἡ καταρχὴ τῆς συστάσεως ἐγενήθη τοῖς προειρημένοις ἔκ τινος χρήσεως βυβλίων καὶ τῆς περὶ | |
Hist.31.23.5 | τούτων λαλιᾶς δεδηλώκαμεν· προβαινούσης δὲ τῆς συνηθείας καὶ τῶν ἀνακεκλημένων ἐκπεμπομένων ἐπὶ τὰς πόλεις, διέσπευσαν ὅ τε Φάβιος καὶ ὁ Σκιπίων οἱ τοῦ Λευκίου νεανίσκοι πρὸς τὸν στρατηγὸν μεῖναι | |
Hist.31.23.6 | τὸν Πολύβιον ἐν τῇ Ῥώμῃ. γενομένου δὲ τούτου, καὶ τῆς συμπεριφορᾶς ἐπὶ πολὺ προκοπτούσης, ἐγένετο | |
Hist.31.23.7 | συγκύρημά τι τοιοῦτον. ἐκπορευομένων γάρ ποτε κατ’ αὐτὸ πάντων ἐκ τῆς οἰκίας τῆς τοῦ Φαβίου, συνέβη τὸν μὲν Φάβιον ἐπὶ τὴν ἀγορὰν ἀπονεῦσαι, τὸν δὲ | |
Hist.31.23.8 | Πολύβιον ἐπὶ θάτερα μετὰ τοῦ Σκιπίωνος. προαγόν‐ των δ’ αὐτῶν ὁ Πόπλιος ἡσυχῇ καὶ πρᾴως τῇ φωνῇ φθεγξάμενος καὶ τῷ χρώματι γενόμενος ἐνερευθής, | |
Hist.31.23.9 | “Τί δαί” φησίν “ὦ Πολύβιε, δύο τρώγομεν ἀδελφοί, καὶ διαλέγει συνεχῶς καὶ πάσας τὰς ἐρωτήσεις καὶ τὰς | |
Hist.31.23.10 | ἀποφάσεις ποιεῖ πρὸς ἐκεῖνον, ἐμὲ δὲ παραπέμπεις; ἢ δῆλον ὅτι καὶ σὺ περὶ ἐμοῦ τὴν αὐτὴν ἔχεις διάληψιν, | |
Hist.31.23.11 | ἣν καὶ τοὺς ἄλλους πολίτας ἔχειν πυνθάνομαι; δοκῶ γὰρ εἶναι πᾶσιν ἡσύχιός τις καὶ νωθρός, ὡς ἀκούω, καὶ πολὺ κεχωρισμένος τῆς Ῥωμαϊκῆς αἱρέσεως καὶ | |
Hist.31.23.12 | πράξεως, ὅτι κρίσεις οὐχ αἱροῦμαι λέγειν. τὴν δ’ οἰκίαν οὔ φασι τοιοῦτον ζητεῖν προστάτην ἐξ ἧς ὁρ‐ μῶμαι, τὸ δ’ ἐναντίον· ὃ καὶ μάλιστά με λυπεῖ.” | |
Hist.31.24.1 | Ὁ δὲ Πολύβιος ξενισθεὶς τῇ τοῦ μειρα‐ κίου καταρχῇ τῶν λόγων· οὐ γὰρ εἶχε πλέον ἐτῶν | |
Hist.31.24.2 | ὀκτωκαίδεκα τότε· “μὴ πρὸς θεῶν, Σκιπίων,” ἔφη, | |
“μηδὲ λέγε ταῦτα μηδ’ ἐν νῷ λάμβανε ταῦτα τὸ παρά‐ | ||
Hist.31.24.3 | παν. οὐδὲ γὰρ καταγινώσκων οὔτε παραπέμπων ἐγώ σε ποιῶ τοῦτο, πολλοῦ γε δεῖν, ἀλλὰ τῷ πρε‐ σβύτερον εἶναι τὸν ἀδελφὸν ἔν τε ταῖς ὁμιλίαις ἄρχο‐ μαί (τ’) ἀπ’ ἐκείνου καὶ λήγω πάλιν εἰς ἐκεῖνον | |
5 | ἔν (τε) ταῖς ἀποφάσεσι καὶ συμβουλίαις πρὸς ἐκεῖνον ἀπερείδομαι, δοκῶν καὶ σὲ τῆς αὐτῆς μετέχειν γνώμης | |
Hist.31.24.4 | ἐκείνῳ. σοῦ γε μὴν ἄγαμαι νῦν ἀκούων, ὅτι δοκεῖ σοι (λυπηρὸν) τὸ πραΰτερον εἶναι τοῦ καθήκοντος τοῖς ἐκ ταύτης τῆς οἰκίας ὁρμωμένοις· δῆλος γὰρ εἶ διὰ | |
Hist.31.24.5 | τούτων μέγα φρονῶν. ἐγὼ δὲ κἂν αὐτὸς ἡδέως σοι συνεπιδοίην ἐμαυτὸν καὶ συνεργὸς γενοίμην εἰς τὸ καὶ | |
Hist.31.24.6 | λέγειν τι καὶ πράττειν ἄξιον τῶν προγόνων. περὶ μὲν γὰρ τὰ μαθήματα, περὶ ἃ νῦν ὁρῶ σπουδάζοντας ὑμᾶς καὶ φιλοτιμουμένους, οὐκ ἀπορήσετε τῶν συν‐ | |
Hist.31.24.7 | εργησόντων ὑμῖν ἑτοίμως, καὶ σοὶ κἀκείνῳ· πολὺ γὰρ δή τι φῦλον ἀπὸ τῆς Ἑλλάδος ἐπιρρέον ὁρῶ κατὰ τὸ | |
Hist.31.24.8 | παρὸν τῶν τοιούτων ἀνθρώπων. εἰς δὲ τὰ λυποῦντά σε νῦν καὶ (μάλιστα), καθὼς φής, δοκῶ μηδένα συν‐ | |
αγωνιστὴν καὶ συνεργὸν ἄλλον εὑρεῖν ἂν ἡμῶν ἐπι‐ | ||
Hist.31.24.9 | τηδειότερον.” ἔτι δὲ ταῦτα λέγοντος τοῦ Πολυβίου, λαβόμενος ἀμφοτέραις χερσὶ τῆς δεξιᾶς αὐτοῦ καὶ πιέσας ἐμπαθῶς “Εἰ γὰρ ἐγὼ ταύτην,” φησίν, “ἴδοιμι τὴν ἡμέραν, ἐν ᾗ σὺ πάντα τἄλλα δεύτερα θέμενος | |
5 | ἐμοὶ προσέξεις τὸν νοῦν καὶ μετ’ ἐμοῦ συμβιώσεις· | |
Hist.31.24.10 | δόξω γὰρ αὐτόθεν εὐθέως ἐμαυτῷ καὶ τῆς οἰκίας ἄξιος | |
Hist.31.24.11 | εἶναι καὶ τῶν προγόνων.” ὁ δὲ Πολύβιος τὰ μὲν ἔχαιρε, θεωρῶν τὴν ὁρμὴν καὶ τὴν ἀποδοχὴν τοῦ μει‐ ρακίου, τὰ δὲ διηπορεῖτο, λαμβάνων ἐν νῷ τὴν ὑπερ‐ | |
Hist.31.24.12 | οχὴν τῆς οἰκίας καὶ τὴν εὐκαιρίαν τῶν ἀνδρῶν. πλὴν ἀπό γε ταύτης τῆς ἀνθομολογήσεως οὐκέτι τὸ μειρά‐ κιον ἐχωρίσθη τοῦ Πολυβίου, πάντα δ’ ἦν αὐτῷ δεύ‐ τερα τῆς ἐκείνου συμπεριφορᾶς. | |
Hist.31.25.1 | Ἀπὸ δὲ τούτων τῶν καιρῶν λοιπὸν ἤδη κατὰ τὸ συνεχὲς ἐπ’ αὐτῶν τῶν πραγμάτων πεῖραν αὑτῶν διδόντες ἀλλήλοις εἰς πατρικὴν καὶ συγγενικὴν | |
Hist.31.25.2 | ἦλθον αἵρεσιν καὶ φιλοστοργίαν πρὸς ἀλλήλους. πρώτη δέ τις ἐνέπεσεν ὁρμὴ καὶ ζῆλος τῶν καλῶν τὸ τὴν ἐπὶ σωφροσύνῃ δόξαν ἀναλαβεῖν καὶ παραδραμεῖν ἐν τούτῳ τῷ μέρει τοὺς κατὰ τὴν αὐτὴν ἡλικίαν ὑπάρ‐ | |
Hist.31.25.3 | χοντας. ὢν δὲ μέγας οὗτος καὶ δυσέφικτος ὁ στέφα‐ νος εὐθήρατος ἦν κατ’ ἐκεῖνον τὸν καιρὸν ἐν τῇ | |
Hist.31.25.4 | Ῥώμῃ διὰ τὴν ἐπὶ τὸ χεῖρον ὁρμὴν τῶν πλείστων. οἱ μὲν γὰρ εἰς ἐρωμένους τῶν νέων, οἱ δ’ εἰς ἑταίρας | |
ἐξεκέχυντο, πολλοὶ δ’ εἰς ἀκροάματα καὶ πότους καὶ τὴν ἐν τούτοις πολυτέλειαν, ταχέως ἡρπακότες ἐν τῷ | ||
5 | Περσικῷ πολέμῳ τὴν τῶν Ἑλλήνων εἰς τοῦτο τὸ μέρος | |
Hist.31.25.5 | εὐχέρειαν. καὶ τηλικαύτη τις ἐνεπεπτώκει περὶ τὰ τοιαῦτα τῶν ἔργων ἀκρασία τοῖς νέοις ὥστε πολλοὺς μὲν ἐρώμενον ἠγορακέναι ταλάντου, πολ‐ λοὺς δὲ ταρίχου Ποντικοῦ κεράμιον τριακοσίων | |
Hist.31.255a | δραχμῶν. ἐφ’ οἷς καὶ Μάρκος (ἀγανακτῶν) εἶπέ ποτε πρὸς τὸν δῆμον ὅτι μάλιστ’ ἂν κατίδοιεν τὴν ἐπὶ (τὸ) χεῖρον προκοπὴν τῆς πολιτείας ἐκ τούτων, ὅταν πωλούμενοι πλεῖον εὑρίσκωσιν οἱ μὲν εὐπρεπεῖς | |
5 | παῖδες τῶν ἀγρῶν, τὰ δὲ κεράμια τοῦ ταρίχου τῶν | |
Hist.31.25.6 | ζευγηλατῶν. συνέβη δὲ τὴν παροῦ‐ σαν αἵρεσιν οἷον ἐκλάμψαι κατὰ τοὺς νῦν λεγομένους καιροὺς πρῶτον μὲν διὰ τὸ καταλυθείσης τῆς ἐν Μα‐ κεδονίᾳ βασιλείας δοκεῖν ἀδήριτον αὐτοῖς ὑπάρχειν | |
Hist.31.25.7 | τὴν περὶ τῶν ὅλων ἐξουσίαν, ἔπειτα διὰ τὸ πολλὴν ἐπίφασιν γενέσθαι τῆς εὐδαιμονίας περί τε τοὺς κατ’ ἰδίαν βίους καὶ περὶ τὰ κοινά, τῶν ἐκ Μακεδονίας | |
Hist.31.25.8 | μετακομισθέντων εἰς τὴν Ῥώμην χορηγίων. πλὴν ὅ γε Σκιπίων ὁρμήσας ἐπὶ τὴν ἐναντίαν ἀγωγὴν τοῦ βίου καὶ πάσαις ταῖς ἐπιθυμίαις ἀντιταξάμενος καὶ κατὰ πάντα τρό‐ πον ὁμολογούμενον καὶ σύμφωνον ἑαυτὸν κατασκευάσας | |
5 | κατὰ τὸν βίον ἐν ἴσως πέντε τοῖς πρώτοις ἔτεσι πάν‐ δημον ἐποιήσατο τὴν ἐπ’ εὐταξίᾳ καὶ σωφροσύνῃ δόξαν. | |
Hist.31.25.9 | Μετὰ δὲ ταῦτα κατὰ τὸ συνεχὲς ὥρμησεν ἐπὶ τὸ περὶ τὰ χρήματα μεγαλοψυχίᾳ καὶ καθαρότητι διενεγ‐ | |
Hist.31.25.10 | κεῖν τῶν ἄλλων. πρὸς δὲ τοῦτο τὸ μέρος καλὴν μὲν ὑποδοχὴν εἶχε τὴν μετὰ τοῦ κατὰ φύσιν πατρὸς συμβίωσιν, καλὰς δ’ ἐκ φύσεως ὁρμὰς αὐτὸς ἐπὶ τὸ δέον· πολλὰ δ’ αὐτῷ καὶ ταὐτόματον συνήργησε πρὸς | |
5 | τὴν ἐπιβολὴν ταύτην. | |
Hist.31.26.1 | Πρώτη μὲν γὰρ αὐτῷ μετήλλαξε τὸν βίον ἡ τοῦ κατὰ θέσιν πατρὸς μήτηρ, ἥτις ἦν ἀδελφὴ μὲν τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου, γυνὴ δὲ τοῦ | |
κατὰ θέσιν πάππου Σκιπίωνος τοῦ μεγάλου προσ‐ | ||
Hist.31.26.2 | αγορευθέντος. ταύτης ἀπολιπούσης οὐσίαν μεγάλην κληρονόμος ὢν πρῶτον ἐν τούτοις ἔμελλε πεῖραν | |
Hist.31.26.3 | δώσειν τῆς ἑαυτοῦ προαιρέσεως. συνέβαινε δὲ τὴν Αἰμιλίαν, τοῦτο γὰρ ἦν ὄνομα τῇ προειρημένῃ γυναικί, μεγαλομερῆ τὴν περίστασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις, ἅτε συνηκμακυῖαν τῷ βίῳ καὶ τῇ τύχῃ τῇ | |
Hist.31.26.4 | Σκιπίωνος· χωρὶς γὰρ τοῦ περὶ τὸ σῶμα καὶ τὴν ἀπήνην κόσμου καὶ τὰ κανᾶ καὶ τὰ ποτήρια καὶ τἄλλα τὰ πρὸς τὴν θυσίαν, ποτὲ μὲν ἀργυρᾶ, ποτὲ δὲ χρυσᾶ, πάντα συνεξηκολούθει κατὰ τὰς ἐπιφανεῖς ἐξόδους | |
Hist.31.26.5 | αὐτῇ, τό τε τῶν παιδισκῶν καὶ τὸ τῶν οἰκετῶν τῶν | |
Hist.31.26.6 | παρεπομένων πλῆθος ἀκόλουθον ἦν τούτοις. ταύτην δὴ τὴν περικοπὴν ἅπασαν εὐθέως μετὰ τὸν τῆς Αἰμι‐ λίας τάφον ἐδωρήσατο τῇ μητρί, *** ᾗ συνέβαινε κεχωρίσθαι μὲν ἀπὸ τοῦ Λευκίου πρότερον ἤδη χρόνοις | |
5 | πολλοῖς, τὴν δὲ τοῦ βίου χορηγίαν ἐλλιπεστέραν ἔχειν | |
Hist.31.26.7 | τῆς κατὰ τὴν εὐγένειαν φαντασίας. διὸ τὸν πρὸ τοῦ χρόνον ἀνακεχωρηκυίας αὐτῆς ἐκ τῶν ἐπισήμων ἐξόδων, τότε κατὰ τύχην οὔσης ἐπιφανοῦς καὶ πανδήμου θυ‐ σίας, ἐκπορευομένης αὐτῆς ἐν τῇ τῆς Αἰμιλίας περι‐ | |
5 | κοπῇ καὶ χορηγίᾳ, καὶ πρὸς τοῖς ἄλλοις καὶ τῶν ὀρεοκόμων καὶ τοῦ ζεύγους καὶ τῆς ἀπήνης τῆς αὐτῆς | |
Hist.31.26.8 | ὑπαρχούσης, συνέβη τὰς γυναῖκας θεωμένας τὸ γεγονὸς ἐκπλήττεσθαι τὴν τοῦ Σκιπίωνος χρηστότητα καὶ με‐ γαλοψυχίαν καὶ πάσας προτεινούσας τὰς χεῖρας | |
Hist.31.26.9 | εὔχεσθαι τῷ προειρημένῳ πολλὰ κἀγαθά. τοῦτο δὲ πανταχῇ μὲν ἂν εἰκότως φαίνοιτο καλόν, ἐν δὲ Ῥώμῃ καὶ θαυμαστόν· ἁπλῶς γὰρ οὐδεὶς οὐδενὶ δίδωσι τῶν | |
Hist.31.26.10 | ἰδίων ὑπαρχόντων ἑκὼν οὐδέν. πρώτη μὲν οὖν αὕτη καταρχὴ τῆς ἐπὶ καλοκἀγαθίᾳ φήμης αὐτῷ συνεκύρησε καὶ μεγάλην ἐποίησε προκοπήν, ἅτε τοῦ τῶν γυναικῶν γένους καὶ λάλου καὶ κατακοροῦς ὄντος, ἐφ’ ὅ,τι ἂν | |
5 | ὁρμήσῃ. | |
Hist.31.27.1 | Μετὰ δὲ ταῦτα ταῖς Σκιπίωνος μὲν τοῦ μεγάλου θυγατράσιν, ἀδελφαῖς δὲ τοῦ κατὰ (θέσιν) πατρός, *** λαβόντος, αὐτὸν ἔδει τὴν ἡμίσειαν ἀπο‐ | |
Hist.31.27.2 | δοῦναι τῆς φερνῆς. ὁ γὰρ πατὴρ συνέθετο μὲν ἑκατέρᾳ | |
Hist.31.27.3 | τῶν θυγατέρων πεντήκοντα τάλαντα δώσειν, τούτων δὲ τὸ μὲν ἥμισυ παραχρῆμα τοῖς ἀνδράσιν ἔδωκεν ἡ μήτηρ, τὸ δ’ ἥμισυ κατέλειπεν ἀποθνήσκουσα προσοφει‐ | |
Hist.31.27.4 | λόμενον, ὅθεν ἔδει τὸν Σκιπίωνα διαλύειν τοῦ(το) τὸ | |
Hist.31.27.5 | χρέος ταῖς τοῦ πατρὸς ἀδελφαῖς. κατὰ δὲ τοὺς Ῥω‐ μαίων νόμους δέον ἐν τρισὶν ἔτεσιν ἀποδοῦναι τὰ προσοφειλόμενα χρήματα τῆς φερνῆς ταῖς γυναιξί, προδοθέντων πρώτων τῶν ἐπίπλων εἰς δέκα μῆνας | |
Hist.31.27.6 | κατὰ τὸ παρ’ ἐκείνοις ἔθος, εὐθέως ὁ Σκιπίων συν‐ έταξε τῷ τραπεζίτῃ τῶν εἴκοσι καὶ πέντε ταλάντων ἑκατέρᾳ ποιήσασθαι τὴν ἀνταπόδοσιν ἐν τοῖς δέκα | |
Hist.31.27.7 | μησί. τοῦ δὲ Τεβερίου (καὶ) τοῦ Νασικᾶ Σκιπίωνος, οὗτοι γὰρ ἦσαν ἄνδρες τῶν προειρημένων γυναικῶν, ἅμα τῷ διελθεῖν τοὺς δέκα μῆνας προσπορευομένων πρὸς τὸν τραπεζίτην καὶ πυνθανομένων, εἴ τι συνετέ‐ | |
5 | τακτο Σκιπίων αὐτῷ περὶ τῶν χρημάτων, κἀκείνου κελεύοντος αὐτοὺς κομίζεσθαι καὶ ποιοῦντος τὴν δια‐ γραφὴν ἑκατέρῳ τῶν εἴκοσι καὶ πέντε ταλάντων, | |
Hist.31.27.8 | ἀγνοεῖν αὐτὸν ἔφασαν· δεῖν γὰρ αὑτοὺς οὐ πᾶν κατὰ τὸ παρόν, ἀλλὰ τὸ τρίτον μέρος κομίζεσθαι κατὰ τοὺς | |
Hist.31.27.9 | νόμους. τοῦ δὲ φάσκοντος οὕτως αὐτῷ συν‐ τεταχέναι τὸν Σκιπίωνα, διαπιστήσαντες προῆγον ἐπὶ τὸν νεανίσκον, διειληφότες ἐκεῖνον ἀγνοεῖν. καὶ τοῦτ’ | |
Hist.31.27.10 | ἔπασχον οὐκ ἀλόγως· οὐ γὰρ οἷον πεντήκοντα τάλαντα δοίη τις ἂν ἐν Ῥώμῃ πρὸ τριῶν ἐτῶν, ἀλλ’ οὐδὲ τά‐ | |
Hist.31.27.11 | λαντον ἓν πρὸ τῆς τεταγμένης ἡμέρας· τοιαύτη τίς ἐστι καὶ τηλικαύτη παρὰ πάντας ἅμα μὲν ἀκρίβεια. περὶ τὸ διάφορον, ἅμα δὲ λυσιτέλεια περὶ τὸν χρόνον. | |
Hist.31.27.12 | οὐ μὴν ἀλλὰ προσπορευθέντων αὐτῶν καὶ πυνθανο‐ μένων πῶς τῷ τραπεζίτῃ συντέταχε, τοῦ δ’ εἰπόντος ἀποδοῦναι πᾶν τὸ χρῆμα ταῖς ἀδελφαῖς, ἀγνοεῖν αὐτὸν | |
Hist.31.27.13 | ἔφασαν, ἅμα τὸ κηδεμονικὸν ἐμφανίζοντες· ἐξεῖναι γὰρ αὐτὸν κατὰ τοὺς νόμους χρῆσθαι τοῖς διαφόροις ἱκανὸν | |
Hist.31.27.14 | ἔτι χρόνον. ὁ δὲ Σκιπίων ἔφησεν ἀγνοεῖν τούτων οὐδέν, ἀλλὰ πρὸς μὲν τοὺς ἀλλοτρίους τὴν ἐκ τῶν νόμων ἀκρίβειαν τηρεῖν, τοῖς δὲ συγγενέσι καὶ φίλοις | |
Hist.31.27.15 | ἁπλῶς χρῆσθαι (καὶ) γενναίως κατὰ δύναμιν. διὸ παραλαμβάνειν αὐτοὺς ἐκέλευε πᾶν τὸ χρῆμα παρὰ | |
Hist.31.27.16 | τοῦ τραπεζίτου. οἱ δὲ περὶ τὸν Τεβέριον ταῦτ’ ἀκού‐ σαντες ἐπανῆγον σιωπῶντες, καταπεπληγμένοι μὲν τὴν τοῦ Σκιπίωνος μεγαλοψυχίαν, κατεγνωκότες δὲ τῆς αὑτῶν μικρολογίας, καίπερ ὄντες οὐδενὸς δεύτεροι | |
5 | Ῥωμαίων. | |
Hist.31.28.1 | Μετὰ δ’ ἔτη δύο μεταλλάξαντος τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου καὶ κατα‐ λιπόντος κληρονόμους τῆς οὐσίας αὐτόν τε καὶ τὸν ἀδελφὸν Φάβιον, καλόν τι καὶ μνήμης ἄξιον ἐποίησεν. | |
Hist.31.28.2 | ὁ γὰρ Λεύκιος ὑπάρχων ἄτεκνος διὰ τὸ τοὺς (μὲν) | |
εἰς ἑτέρας οἰκίας ἐκδεδόσθαι, τοὺς δ’ ἄλλους υἱούς, οὓς ἔτρεφε διαδόχους [καὶ] τοῦ γένους, πάντας μετηλ‐ | ||
Hist.31.28.3 | λαχέναι, τούτοις ἀπέλιπε τὴν οὐσίαν. ὁ δὲ Σκιπίων θεωρῶν αὑτοῦ τὸν ἀδελφὸν καταδεέστερον ὄντα τοῖς ὑπάρχουσιν ἐξεχώρησε πάντων τῶν ὑπαρχόντων, οὔσης τῆς ὅλης τιμήσεως ὑπὲρ ἑξήκοντα τάλαντα, διὰ τὸ | |
5 | μέλλειν οὕτως ἴσον ὑπάρχειν αὐτῷ κατὰ τὴν οὐσίαν | |
Hist.31.28.4 | τὸν Φάβιον. γενομένου δὲ τούτου περιβοήτου, προσ‐ έθηκεν ἕτερον τούτῳ δεῖγμα τῆς αὑτοῦ προαιρέσεως | |
Hist.31.28.5 | ἐμφανέστερον· βουλομένου γὰρ τἀδελφοῦ μονομαχίας ἐπὶ τῷ πατρὶ ποιεῖν, οὐ δυναμένου δὲ δέξασθαι τὴν δαπάνην διὰ τὸ πλῆθος τῶν ἀναλισκομένων χρημάτων, καὶ ταύτης τὴν ἡμίσειαν εἰσήνεγκεν ὁ Σκιπίων ἐκ τῆς | |
Hist.31.28.6 | ἰδίας οὐσίας. ἔστι δ’ οὐκ ἐλάττων ἡ σύμπασα τριά‐ | |
Hist.31.28.7 | κοντα ταλάντων, ἐάν τις μεγαλομερῶς ποιῇ. *** φήμης | |
Hist.31.28.8 | περὶ αὐτοῦ (δια)διδομένης, μετήλλαξεν ἡ μήτηρ. ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ κομίσασθαί (τι) ὧν πρότερον ἐδωρήσατο, περὶ ὧν ἀρτίως εἶπον, ὥστε καὶ ταῦτα καὶ τὴν λοιπὴν οὐσίαν τὴν τῆς μητρὸς ἅπασαν ἀπέδωκε | |
5 | ταῖς ἀδελφαῖς, ἧς οὐδὲν αὐταῖς προσῆκε κατὰ τοὺς | |
Hist.31.28.9 | νόμους. διὸ πάλιν τῶν ἀδελφῶν παραλαβουσῶν τὸν | |
ἐν ταῖς ἐξόδοις κόσμον καὶ τὴν περίστασιν τὴν τῆς Αἰμιλίας, πάλιν ἐκαινοποιήθη τὸ μεγαλόψυχον καὶ φιλοίκειον τῆς τοῦ Σκιπίωνος προαιρέσεως. | ||
Hist.31.28.10 | Ταῦτα μὲν οὖν προκατεσκευασμένος ἐκ τῆς πρώτης ἡλικίας Πόπλιος Σκιπίων προῆλθε πρὸς τὸ φιλοδοξεῖν | |
Hist.31.28.11 | σωφροσύνῃ καὶ καλοκἀγαθίᾳ. εἰς ἣν ἴσως ἑξήκοντα τάλαντα δαπανήσας, τοσαῦτα γὰρ ἦν προειμένος τῶν ἰδίων, ὁμολογουμένην ἔσχε τὴν ἐπὶ καλοκἀγαθίᾳ φήμην, οὐχ οὕτω τῷ πλήθει τῶν χρημάτων τὸ προκείμενον | |
5 | κατεργασάμενος ὡς τῷ καιρῷ τῆς δόσεως καὶ τῷ χειρι‐ | |
Hist.31.28.12 | σμῷ τῆς χάριτος. τὴν δὲ σωφροσύνην περιεποιή‐ σατο δαπανήσας μὲν οὐδέν, πολλῶν δὲ καὶ ποικίλων ἡδονῶν ἀποσχόμενος προσεκέρδανε τὴν σωματικὴν | |
Hist.31.28.13 | ὑγίειαν καὶ τὴν εὐεξίαν, ἥτις αὐτῷ παρ’ ὅλον τὸν βίον παρεπομένη πολλὰς ἡδονὰς καὶ καλὰς ἀμοιβὰς ἀπέδωκεν ἀνθ’ ὧν πρότερον ἀπέσχετο τῶν προ‐ χείρων ἡδονῶν. | |
Hist.31.29.1 | Λοιποῦ δ’ ὄντος τοῦ κατὰ τὴν ἀνδρείαν (μέρους) καὶ κυριωτάτου σχεδὸν ἐν πάσῃ μὲν πολι‐ τείᾳ μάλιστα δ’ ἐν τῇ Ῥώμῃ, μεγίστην ἔδει καὶ τὴν | |
Hist.31.29.2 | ἄσκησιν περὶ τοῦτο τὸ μέρος ποιήσασθαι. καλὸν μὲν οὖν τι πρὸς ταύτην τὴν ἐπιβολὴν αὐτῷ καὶ διὰ τῆς | |
Hist.31.29.3 | τύχης ἐγένετο συνέργημα. τῶν γὰρ ἐν Μακεδονίᾳ | |
βασιλικῶν μεγίστην ποιουμένων σπουδὴν περὶ τὰς κυνηγεσίας καὶ Μακεδόνων ἀνεικότων τοὺς ἐπιτηδειο‐ | ||
Hist.31.29.4 | τάτους τόπους πρὸς τὴν τῶν θηρίων συναγωγήν, ταῦτα συνέβη τὰ χωρία τετηρῆσθαι μὲν ἐπιμελῶς, καθάπερ καὶ πρότερον, πάντα τὸν τοῦ πολέμου χρόνον, κεκυνη‐ γῆσθαι (δὲ) μηδέποτε τῶν τεττάρων ἐτῶν διὰ τοὺς | |
5 | περισπασμούς· ᾗ καὶ θηρίων ὑπῆρχε πλήρη παντοδα‐ | |
Hist.31.29.5 | πῶν. τοῦ δὲ πολέμου λαβόντος κρίσιν, ὁ Λεύκιος καλλίστην ὑπολαμβάνων καὶ τὴν ἄσκησιν καὶ τὴν ψυχαγωγίαν ὑπάρχειν τοῖς νέοις τὴν περὶ τὰ κυνη‐ γέσια, τούς τε κυνηγοὺς συνέστησε τοὺς βασιλικοὺς | |
5 | τῷ Σκιπίωνι καὶ τὴν ἐξουσίαν τὴν περὶ τὰ κυνηγέσια | |
Hist.31.29.6 | παρέδωκε τούτῳ πᾶσαν· ἧς ἐπιλαβόμενος ὁ προειρη‐ μένος καὶ νομίσας οἱονεὶ βασιλεύειν, ἐν τούτῳ κατ‐ εγίνετο πάντα τὸν χρόνον, ὅσον ἐπέμεινε τὸ στρατόπεδον | |
Hist.31.29.7 | μετὰ τὴν μάχην ἐν τῇ Μακεδονίᾳ. γενομένης δὲ μεγά‐ λης ἐνθουσιάσεως περὶ τοῦτο τὸ μέρος, ὡς κατά τε τὴν ἡλικίαν ἀκμαίως ἔχοντος αὐτοῦ καὶ κατὰ φύσιν οἰκείως διακειμένου, καθάπερ εὐγενοῦς σκύλακος, ἐπί‐ | |
5 | μονον αὐτοῦ συνέβη γενέσθαι τὴν περὶ τὰς κυνηγεσίας | |
Hist.31.29.8 | ὁρμήν. διὸ καὶ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ προσλαβὼν τὸν τοῦ Πολυβίου πρὸς τοῦτο τὸ μέρος ἐνθουσιασμόν, ἐφ’ ὅσον οἱ λοιποὶ τῶν νέων περὶ τὰς κρίσεις καὶ τοὺς χαιρετισμοὺς ἐσπούδαζον, κατὰ τὴν | |
5 | ἀγορὰν ποιούμενοι τὴν διατριβήν, καὶ διὰ τούτων | |
συνιστάνειν ἑαυτοὺς ἐπειρῶντο τοῖς πολλοῖς, | ||
Hist.31.29.9 | ἐπὶ τοσοῦτον ὁ Σκιπίων ἐν ταῖς κυνηγεσίαις ἀνα‐ στρεφόμενος καὶ λαμπρὸν ἀεί τι ποιῶν καὶ μνήμης | |
Hist.31.29.10 | ἄξιον καλλίω δόξαν ἐξεφέρετο τῶν ἄλλων. οἷς μὲν γὰρ οὐκ ἦν ἐπαίνου τυχεῖν, εἰ μὴ βλάψαιέν τινα τῶν πολιτῶν· ὁ γὰρ τῶν κρίσεων τρόπος τοῦτ’ ἐπιφέρειν | |
Hist.31.29.11 | εἴωθεν· ὁ δ’ ἁπλῶς οὐδένα λυπῶν ἐξεφέρετο τὴν ἐπ’ ἀνδρείᾳ δόξαν πάνδημον, ἔργῳ πρὸς λόγον ἁμιλλώ‐ | |
Hist.31.29.12 | μενος. τοιγαροῦν ὀλίγῳ χρόνῳ τοσοῦτον παρέδραμε τοὺς καθ’ αὑτὸν ὅσον οὐδείς πω μνημονεύεται Ῥω‐ μαίων, καίπερ τὴν ἐναντίαν ὁδὸν πορευθεὶς ἐν φιλο‐ δοξίᾳ τοῖς ἄλλοις ἅπασι πρὸς τὰ Ῥωμαίων ἔθη καὶ | |
5 | νόμιμα. | |
Hist.31.30.1 | Ἐγὼ δὲ πλείω πεποίημαι λόγον ὑπὲρ τῆς Σκιπίωνος αἱρέσεως ἐκ τῆς πρώτης ἡλικίας, ἡδεῖαν μὲν ὑπολαμβάνων εἶναι τοῖς πρεσβυτέροις, ὠφέλιμον | |
Hist.31.30.2 | δὲ τοῖς νέοις τὴν τοιαύτην ἱστορίαν, μάλιστα δὲ βου‐ λόμενος πίστιν παρασκευάζειν τοῖς λέγεσθαι μέλλουσιν ἐν ταῖς ἑξῆς βύβλοις περὶ αὐτοῦ πρὸς τὸ μήτε δια‐ πορεῖν τοὺς ἀκούοντας διὰ τὸ παράδοξά τινα φανήσε‐ | |
Hist.31.30.3 | σθαι τῶν συμβαινόντων μετὰ ταῦτα περὶ αὐτόν, μήτ’ ἀφαιρουμένους τἀνδρὸς (τὰ) κατὰ λόγον γεγονότα κατορθώματα τῇ τύχῃ προσάπτειν, ἀγνοοῦντας τὰς αἰτίας, ἐξ ὧν ἕκαστα συνέβη γενέσθαι, πλὴν | |
5 | τελέως ὀλίγων, ἃ δεῖ μόνα προσάπτειν τῇ τύχῃ καὶ | |
ταὐτομάτῳ. | ||
Hist.31.30.4 | Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἡμεῖς διεληλυθότες κατὰ τὴν παρέκβασιν αὖθις ἐπάνιμεν ἐπὶ τὴν ἐκτρο‐ πὴν τῆς ὑποκειμένης διηγήσεως. | |
Hist.31.31t | II. RES GRAECIAE. | |
Hist.31.31.1 | Ὅτι Ῥόδιοι τἄλλα σῴζοντες τὴν τοῦ πολιτεύματος προστασίαν βραχὺ παρώλισθον ἐν τούτοις τοῖς καιροῖς, ὡς ἐμὴ δόξα· ἐπεδέξαντο γὰρ σίτου μυριάδας ὀκτὼ καὶ εἴκοσι παρ’ | |
5 | Εὐμένους χάριν τοῦ τὸ λογευθὲν ἐκ τούτων δανείζε‐ σθαι, τὸν δὲ τόκον εἰς τοὺς μισθοὺς ὑπάρχειν τοῖς | |
Hist.31.31.2 | παιδευταῖς καὶ διδασκάλοις τῶν υἱῶν. τοῦτο δέ, στενο‐ χωρίας μὲν ὑπαρχούσης καθάπαξ ἐπὶ τῶν κατ’ ἰδίαν βίων, ἴσως ἂν ἐπιδέξαιτό τις παρὰ τῶν φίλων ἕνεκα τοῦ μὴ περιιδεῖν ἀπαίδευτα γενόμενα τὰ τέκνα διὰ | |
5 | τὴν ἀπορίαν· εὐκαιρῶν δὲ τῷ βίῳ πᾶν ἄν τις ὑπο‐ μείναι μᾶλλον ἢ τὸν διδόμενον τοῖς διδασκάλοις | |
Hist.31.31.3 | μισθὸν ἐρανίζεσθαι παρὰ τῶν φίλων· ὅσῳ δὲ μεῖζον δεῖ πολιτείαν ἰδιώτου φρονεῖν, τοσῷδε καὶ τὸ πρέπον ἐπὶ τῶν πολιτικῶν μᾶλλον ἢ τῶν ἰδίων τηρητέον, Ῥοδίοις δὲ καὶ τελέως διά τε τὴν εὐκαιρίαν τὴν ἐν | |
5 | τοῖς κοινοῖς καὶ τὴν ἐπίφασιν τῆς σεμνότητος. | |
Hist.31.32t | III. RES ASIAE. | |
Hist.31.32.1 | Ὅτι κατὰ τὴν Ἀσίαν Προυσίας μὲν ἐξέπεμψεν εἰς τὴν Ῥώμην πρεσβευτὰς μετὰ Γαλα‐ | |
Hist.31.32.2 | τῶν τοὺς κατηγορήσοντας Εὐμένους, οὗτος δὲ πάλιν τὸν ἀδελφὸν Ἄτταλον ἐξαπέστειλεν ἀπολογησόμενον | |
Hist.31.32.3 | πρὸς τὰς διαβολάς. Ἀριαράθης δὲ τῇ τε Ῥώμῃ στέ‐ φανον ἀπὸ χρυσῶν μυρίων ἔπεμψε καὶ πρεσβευτὰς τοὺς διασαφήσοντας τῇ συγκλήτῳ τὴν πρὸς τὸν Τε‐ βέριον ἀπάντησιν αὐτοῦ καὶ καθόλου παρακαλέσοντας | |
5 | διασαφεῖν ὑπὲρ ὧν ἂν δέωνται, διότι πᾶν ποιήσειν ἕτοιμός ἐστι Ῥωμαίοις τὸ παραγγελλόμενον. — | |
Hist.31.33.1 | Ὅτι τοῦ Μηνοχάρους παραγενηθέντος εἰς τὴν Ἀντιόχειαν πρὸς Δημήτριον καὶ διασαφήσαντος τῷ βασιλεῖ τὴν γεγενημένην ἔντευξιν αὐτῷ πρὸς | |
Hist.31.33.2 | τοὺς περὶ Τεβέριον ἐν τῇ Καππαδοκίᾳ, νομίσας ὁ βασιλεὺς ἀναγκαιότατον εἶναι τῶν παρόντων τὸ τοὺς προειρημένους ἄνδρας ἐξομιλῆσαι καθ’ ὅσον οἷός τ’ | |
Hist.31.33.3 | ἦν, πάντα τἄλλα πάρεργα ποιησάμενος διεπέμπετο πρὸς τούτους, τὸ μὲν πρῶτον εἰς Παμφυλίαν, μετὰ δὲ ταῦτα πάλιν εἰς Ῥόδον, πάντα ποιήσειν Ῥωμαίοις ἀναδεχό‐ | |
μενος, ἕως ἐξειργάσατο βασιλεὺς ὑπ’ αὐτῶν προσαγορευ‐ | ||
Hist.31.33.4 | θῆναι. καὶ γὰρ ἦν ὁ Τεβέριος εὔνους αὐτῷ διαφερόν‐ τως· διὸ καὶ μεγάλα συνεβάλετο πρὸς τὸ καθικέσθαι | |
Hist.31.33.5 | καὶ κτήσασθαι τὰ κατὰ τὴν ἀρχὴν αὐτόν. ὁ δὲ Δημήτριος τυχὼν τῆς προειρημένης ἀφορμῆς εὐθέως εἰς τὴν Ῥώμην ἔπεμπε πρεσβευτὰς στέφανόν τε κομί‐ ζοντας καὶ τὸν αὐτόχειρα τοῦ Γναΐου γεγονότα καὶ | |
5 | σὺν τούτοις τὸν κριτικὸν Ἰσοκράτην. | |
Hist.32t1 | FRAGMENTA LIBRI XXXII. | |
Hist.32.1t | A. OLYMP. 155, 1. I. RES ITALIAE. | |
Hist.32.1.1 | Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον παρ’ Ἀριαράθου πρέσβεις στέφανόν τε κομίζοντες ἀπὸ μυρίων χρυσῶν καὶ διασαφοῦντες τὴν τοῦ βασιλέως προαίρεσιν, ἣν ἔχει πρὸς τὰ Ῥωμαίων πράγματα, *** | |
Hist.32.1.2 | καὶ τούτων μάρτυρας ἐπήγοντο τοὺς περὶ τὸν Τεβέριον. | |
Hist.32.1.3 | ὧν ἀνθομολογησαμένων ἡ σύγκλητος τόν τε στέφανον ἀπεδέξατο μετὰ μεγάλης χάριτος καὶ τὰ μέγιστα τῶν παρ’ αὐτῇ νομιζομένων δώρων ἀνταπέστειλε, τόν τε | |
Hist.32.1.4 | σκίπωνα καὶ τὸν ἐλεφάντινον δίφρον. τούτους μὲν οὖν ἐξ αὐτῆς ἔτι πρὸ τοῦ χειμῶνος ἀπέλυσεν ἡ σύγ‐ | |
Hist.32.1.5 | κλητος. μετὰ δὲ τούτους Ἀττάλου παραγενηθέντος, ἤδη τῶν ὑπάτων τὰς ἀρχὰς εἰληφότων, καὶ τῶν Γαλα‐ τῶν αὐτοῦ κατηγορησάντων, οὓς ἀπεστάλκει Προυσίας, | |
Hist.32.1.6 | (καὶ) πλειόνων ἑτέρων ἀπὸ τῆς Ἀσίας, διακούσασα πάντων ἡ σύγκλητος οὐ μόνον ἀπέλυσε τῶν διαβολῶν τὸν Ἄτταλον, ἀλλὰ καὶ προσαυξήσασα τοῖς φιλαν‐ | |
Hist.32.1.7 | θρώποις ἐξαπέστειλε· καθ’ ὅσον γὰρ ἀπηλλοτρίωτο τοῦ βασιλέως καὶ διεφέρετο πρὸς τὸν Εὐμένη, κατὰ τοσοῦτον ἐφιλοποιεῖτο καὶ συνηῦξε τὸν Ἄτταλον. — | |
Hist.32.2.1 | Ὅτι ἧκον καὶ παρὰ τοῦ Δημητρίου τοῦ βασιλέως πρέσβεις οἱ περὶ τὸν Μηνοχάρην, στέφανον ἀπὸ μυρίων χρυσῶν τῇ Ῥώμῃ κομίζοντες, ἅμα δὲ καὶ | |
Hist.32.2.2 | τὸν προσενέγκαντα τῷ Γναΐῳ τὰς χεῖρας ἄγοντες. ἡ δὲ σύγκλητος ἐπὶ πολὺν μὲν χρόνον διηπόρησε περὶ | |
Hist.32.2.3 | τούτων πῶς δεῖ χρήσασθαι τοῖς πράγμασιν, ὅμως δὲ προσεδέξατο καὶ τοὺς πρεσβευτὰς καὶ τὸν στέφανον· τούς γε μὴν ἀγομένους ἀνθρώπους οὐ προσεδέξατο. | |
Hist.32.2.4 | καίτοι γε Δημήτριος οὐ μόνον τὸν Λεπτίνην ἀπέστειλε τὸν αὐτόχειρα τοῦ Γναΐου γενόμενον, ἀλλὰ καὶ τὸν | |
Hist.32.2.5 | Ἰσοκράτην. οὗτος δ’ ἦν μὲν γραμματικὸς τῶν τὰς ἀκροάσεις ποιουμένων, φύσει δ’ ὢν λάλος καὶ πέρπερος καὶ κατακορὴς προσέκοπτε μὲν καὶ τοῖς Ἕλλησιν, ἅτε καὶ τῶν περὶ τὸν Ἀλκαῖον ἐν ταῖς Συγκρίσεσιν ἐπι‐ | |
Hist.32.2.6 | δεξίως σκωπτόντων αὐτὸν καὶ διαχλευαζόντων, παρα‐ γενόμενος δ’ εἰς τὴν Συρίαν καὶ καταφρονήσας τῶν ἀνθρώπων οὐκ ἠρκεῖτο περὶ τῶν ἰδίων ἐπιτηδευμάτων | |
Hist.32.2.7 | ποιούμενος τοὺς λόγους, ἀλλὰ καὶ πραγματικὰς ἀπο‐ φάσεις ἐξέβαλε, φάσκων δίκαια πεπονθέναι τὸν Γνάιον, δεῖν δὲ καὶ τοὺς ἄλλους πρεσβευτὰς ἀπολωλέναι πρὸς τὸ μηδὲ τὸν ἀγγελοῦντα καταλειφθῆναι τοῖς Ῥωμαίοις | |
5 | τὸ γεγονός, ἵνα παύσωνται τῶν ὑπερηφάνων ἐπιταγμά‐ | |
Hist.32.2.8 | των καὶ τῆς ἀνέδην ἐξουσίας. τοιαῦτα μὲν οὖν ῥιψο‐ λογῶν ἐνέπεσεν εἰς τὴν προειρημένην ἀτυχίαν. | |
Hist.32.3.1 | Ἐγένετο δέ τι περὶ τοὺς προειρημένους ἄξιον | |
Hist.32.3.2 | μνήμης. ὁ μὲν γὰρ Λεπτίνης μετὰ τὸ προσενεγκεῖν Γναΐῳ τὰς χεῖρας εὐθέως ἐν τῇ Λαοδικείᾳ περιῄει φανερῶς, φάσκων δίκαια πεποιηκέναι καὶ μετὰ τῆς | |
Hist.32.3.3 | τῶν θεῶν γνώμης ταῦτα πεπραχέναι. τοῦ δὲ Δη‐ μητρίου παραλαβόντος τὰ πράγματα, προσεπορεύετο τῷ βασιλεῖ, παρακαλῶν αὐτὸν μὴ δεδιέναι (διὰ) τὸν Γναΐου φόνον μηδὲ βουλεύεσθαι μηδὲν δυσχερὲς | |
Hist.32.3.4 | κατὰ τῶν Λαοδικέων· αὐτὸς γὰρ εἰς τὴν Ῥώμην πορεύσεσθαι καὶ διδάξειν τὴν σύγκλητον ὅτι μετὰ τῆς | |
Hist.32.3.5 | τῶν θεῶν γνώμης ταῦτα πεποίηκεν. καὶ πέρας διὰ | |
τὴν ἑτοιμότητα καὶ προθυμίαν οὗτος μὲν ἄνευ δεσμῶν | ||
Hist.32.3.6 | ἤχθη καὶ φυλακῆς, ὁ δ’ Ἰσοκράτης ἐμπεσὼν εἰς τὴν αἰτίαν ὁλοσχερῶς παρεξέστη τῇ διανοίᾳ. τοῦ κλοιοῦ δ’ αὐτῷ περὶ τὸν τράχηλον περιτεθέντος καὶ τῆς ἁλύσεως, σπανίως μὲν καὶ τὴν τροφὴν προσίετο, τῆς δὲ | |
Hist.32.3.7 | τοῦ σώματος θεραπείας εἰς τέλος ἀπέστη. διὸ καὶ παρεγένετ’ εἰς τὴν Ῥώμην θέαμα θαυμάσιον, εἰς ὃν ἀποβλέψας ἄν τις ὁμολογήσειεν διότι καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν οὐδέν ἐστιν ἀνθρώπου φοβερώτερον, | |
Hist.32.3.8 | ὅταν ἅπαξ ἀποθηριωθῇ. ἥ τε γὰρ ὄψις ἐκτόπως ἦν αὐτοῦ φοβερὰ καὶ θηριώδης, ὡς ἂν πλεῖον ἐνιαυτοῦ μὴ τὸν ῥύπον, μὴ τοὺς ὄνυχας, μὴ τὰς τρίχας ἀφῃρη‐ | |
Hist.32.3.9 | μένου, τά τε κατὰ τὴν διάνοιαν ἐκ (τῆς) τῶν ὀμμάτων ἐμφάσεως καὶ κινήσεως τοιαύτην ἐποιεῖτο τὴν φαντασίαν ὥστε τὸν θεασάμενον πρὸς πᾶν ζῷον ἑτοιμότερον ἂν | |
Hist.32.3.10 | προσελθεῖν ἢ πρὸς ἐκεῖνον. ὁ δὲ Λεπτίνης μένων ἐπὶ τῆς ἐξ ἀρχῆς προαιρέσεως εἴς τε τὴν σύγκλητον ἕτοι‐ μος ἦν εἰσπορεύεσθαι πρός τε τοὺς ἐντυγχάνοντας ἁπλῶς ἀνθωμολογεῖτο περὶ τῆς πράξεως, καὶ προσδιω‐ | |
5 | ρίζετο μηδὲν αὑτῷ δυσχερὲς ἀπαντήσειν ὑπὸ Ῥωμαίων. | |
Hist.32.3.11 | καὶ τέλος εὐστόχησε τῆς ἐλπίδος· ἡ γὰρ σύγκλητος, ὡς | |
ἐμοὶ δοκεῖν, ὑπολαβοῦσα διότι δόξει τοῖς πολλοῖς ἔχειν τοῦ φόνου δίκην, ἐὰν τοὺς αἰτίους παραλαβοῦσα τιμω‐ ρήσηται, τούτους μὲν οὐ προσεδέξατο μικροῦ δεῖν, | ||
Hist.32.3.12 | ἐτήρει δὲ τὴν αἰτίαν ἀκέραιον, ὥστ’ ἔχειν ἐξουσίαν, | |
Hist.32.3.13 | ὅτε βουληθείη, χρήσασθαι τοῖς ἐγκλήμασι. διὸ καὶ τὴν ἀπόκρισιν ἔδωκε τοιαύτην τῷ Δημητρίῳ, διότι τεύξεται τῶν φιλανθρώπων, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγ‐ κλήτῳ κατὰ τὴν τῆς ἀρχῆς ἐξουσίαν. — | |
Hist.32.3.14 | Ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις οἱ περὶ Ξένωνα καὶ Τηλεκλῆν ὑπὲρ τῶν κατῃτιαμένων, καὶ | |
Hist.32.3.15 | μάλιστα τοῦ Πολυβίου καὶ τοῦ Στρατίου χάριν· τοὺς μὲν γὰρ λοιποὺς σχεδὸν ἅπαντας ὁ χρόνος ἤδη κατ‐ | |
Hist.32.3.16 | αναλώκει, τούς γε δὴ καὶ μνήμης ἀξίους. παρῆσαν δ’ οἱ πρέσβεις ἐντολὰς ἔχοντες ἁπλῶς ἀξιωματικὰς χάριν | |
Hist.32.3.17 | τοῦ πρὸς μηδὲν ἀντιφιλονικεῖν τῇ συγκλήτῳ. εἰσ‐ πορευθέντων δὲ καὶ ποιησαμένων τοὺς ἁρμόζοντας λόγους, οὐδ’ ὣς οὐδὲν ἠνύσθη, τὸ δ’ ἐναντίον ἔδοξε τῇ συγκλήτῳ μένειν ἐπὶ τῶν ὑποκειμένων. | |
Hist.32.4t | II. RES GRAECIAE. | |
Hist.32.4.1 | Ὅτι Λυκίσκου τοῦ Αἰτωλοῦ ταρα‐ | |
χώδους ὄντος καὶ θορυβώδους, ἀναιρεθέντος δὲ τούτου, τὸ ἑξῆς οἱ Αἰτωλοὶ ὡμοφρόνησαν καὶ ὡμονόη‐ | ||
Hist.32.4.2 | σαν ἑνὸς ἀνθρώπου παραχωρήσαντος· τηλικαύτη τίς ἐστιν, ὡς ἔοικε, δύναμις ἐν ταῖς τῶν ἀνθρώπων φύσε‐ σιν, ὥστε μὴ μόνον στρατόπεδα καὶ πόλεις, ἀλλὰ καὶ τὰς ἐθνικὰς συστάσεις καὶ τὰς ὁλοσχερεῖς διαφορὰς | |
5 | τῆς οἰκουμένης δι’ ἑνὸς ἀνδρὸς ἀρετὴν καὶ κακίαν ποτὲ μὲν τῶν μεγίστων κακῶν, ποτὲ δὲ τῶν μεγίστων ἀγαθῶν πεῖραν λαμβάνειν. — | |
Hist.32.4.3 | Ὅτι Λυκίσκος κάκιστος ὢν καλῶς κατέστρεψε τὸν βίον, ὥστε τοὺς πλείστους εἰκότως ὀνειδίζειν τῇ τύχῃ διότι (τὸ) τῶν ἀγαθῶν ἀνδρῶν ἆθλον τὴν εὐθανασίαν τοῖς χειρίστοις ἐνίοτε περιτίθησιν. — | |
Hist.32.5.1 | Ὅτι τὰ κατὰ τὴν Αἰτωλίαν καλῶς διετέθη, κατεσβεσμένης ἐν αὐτοῖς τῆς ἐμφυλίου στάσεως | |
Hist.32.5.2 | μετὰ τὸν Λυκίσκου θάνατον, καὶ Μνασίππου τοῦ Κορωναίου μεταλλάξαντος τὸν βίον βελτίων ἦν ἡ διά‐ θεσις κατὰ τὴν Βοιωτίαν, ὁμοίως δὲ καὶ κατὰ τὴν | |
Hist.32.5.3 | Ἀκαρνανίαν Χρέμα γεγονότος ἐκποδών. σχεδὸν γὰρ ὡσανεὶ καθαρμόν τινα συνέβη γενέσθαι τῆς Ἑλλάδος, | |
Hist.32.5.4 | τῶν ἀλιτηρίων αὐτῆς ἐκ τοῦ ζῆν μεθισταμένων. καὶ γὰρ καὶ τὸν Ἠπειρώτην Χάροπα συνεκύρησε κατὰ τὸν ἐνιαυτὸν τοῦτον ἐν Βρεντεσίῳ μεταλλάξαι τὸν βίον. | |
Hist.32.5.5 | τὰ δὲ κατὰ τὴν Ἤπειρον ἔτ’ ἐν ἀκαταστασίαις ἦν καὶ ταραχαῖς, (ὡς κατὰ) τοὺς ἐπάνω χρόνους, διὰ τὴν Χά‐ ροπος ὠμότητα καὶ παρανομίαν, ἐξ οὗ συνέβη τελε‐ | |
Hist.32.5.6 | σθῆναι τὸν πρὸς Περσέα πόλεμον. μετὰ (γὰρ) τὸ κατακρῖναι Λεύκιον Ἀνίκιον καὶ (Λεύκιον Αἰμίλιον ἀνελεῖν) τοὺς μὲν τῶν ἐπιφανῶν ἀνδρῶν, τοὺς δ’ ἀπαγαγεῖν εἰς τὴν Ῥώμην, ὅσοι καὶ βραχεῖαν ὑπ‐ | |
Hist.32.5.7 | οψίαν εἶχον, τότε λαβὼν ὁ Χάροψ τὴν ἐξουσίαν ὃ βούλοιτο πράττειν, οὐκ ἔστι τῶν δεινῶν ὁποῖον οὐκ | |
Hist.32.5.8 | ἐποίει, τὰ μὲν δι’ αὑτοῦ, τὰ δὲ διὰ τῶν φίλων, ἅτε νέος μὲν ὢν αὐτὸς κομιδῇ, συνδεδραμηκότων δὲ πρὸς αὐτὸν τῶν χειρίστων καὶ τῶν εἰκαιοτάτων ἀνθρώπων | |
Hist.32.5.9 | διὰ τὸν ἐκ τῶν ἀλλοτρίων νοσφισμόν. εἶχε δ’ οἷον ἐφεδρείαν καὶ ῥοπὴν πρὸς τὸ πιστεύεσθαι διότι πράττει κατά τινα λόγον ἃ ποιεῖ καὶ μετὰ τῆς Ῥω‐ μαίων γνώμης τήν τε προϋπάρχουσαν αὐτῷ σύστασιν | |
5 | πρὸς τοὺς προειρημένους καὶ πρὸς ταύτῃ Μύρτωνα πρεσβύτην ἄνθρωπον καὶ τὸν υἱὸν αὐτοῦ Νικάνορα, | |
Hist.32.5.10 | τἄλλα τε μετρίους ἀνθρώπους καὶ δοκοῦντας εἶναι Ῥωμαίων φίλους, οἳ πολύ τι κεχωρισμένοι τὸν πρὸ τοῦ χρόνον ἁπάσης ἀδικίας οὐκ οἶδ’ ὅπως τότε συν‐ | |
επέδωκαν αὑτοὺς εἰς τὸ συνεπισχύειν καὶ κοινωνεῖν | ||
Hist.32.5.11 | ταῖς τοῦ Χάροπος ἀνομίαις. ἐπειδὴ δ’ ὁ προειρημένος τοὺς μὲν κατὰ τὴν ἀγορὰν ἀναφανδὸν ἐφόνευσε, τοὺς δ’ ἐν ταῖς ἰδίαις οἰκίαις, ἐνίους δ’ ἐπὶ τῶν ἀγρῶν καὶ κατὰ τὰς ὁδοὺς ἐπαποστέλλων ἐδολοφόνησε καὶ πάν‐ | |
5 | των τῶν τεθνεώτων ἐξηνδραποδίσατο τοὺς βίους, ἄλλην | |
Hist.32.5.12 | ἐπεισῆγε μηχανήν. προέγραφε γὰρ τοὺς εὐκαιροῦντας τοῖς βίοις φυγάδας, οὐ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖ‐ | |
Hist.32.5.13 | κας· ἀναταθεὶς δὲ τὸν φόβον τοῦτον ἐχρηματίζετ’ ἀεὶ τοὺς μὲν ἄνδρας δι’ ἑαυτοῦ, τὰς δὲ γυναῖκας διὰ τῆς | |
Hist.32.5.14 | μητρὸς Φιλώτιδος· πάνυ γὰρ εὐφυὲς ἐγένετο καὶ τοῦτο τὸ πρόσωπον, πρὸς δὲ βίαν καὶ πλεῖόν τι δυνάμενον συνεργεῖν ἢ κατὰ γυναῖκα. | |
Hist.32.6.1 | Ἐπειδὴ δὲ πάντας καὶ πάσας ἐξηργυρίσαντο κατὰ τὸ δυνατόν, εἰσῆγον εἰς τὸν δῆμον οὐδὲν | |
Hist.32.6.2 | ἧττον ἅπαντας τοὺς προγεγραμμένους. οἱ δὲ πολλοὶ τῶν ἐν τῇ Φοινίκῃ τὰ μὲν διὰ τὸν φόβον, τὰ δὲ καὶ δελεαζόμενοι διὰ τῶν περὶ τὸν Χάροπα κατέκριναν οὐ φυγῆς ἀλλὰ θανάτου πάντας τοὺς προσαγγελθέντας | |
Hist.32.6.3 | ὡς ἀλλότρια φρονοῦντας Ῥωμαίων. οὗτοι μὲν οὖν πάντες ἔφυγον, ὁ δὲ Χάροψ ὥρμησεν εἰς τὴν Ῥώμην, ἔχων χρήματα καὶ τοὺς περὶ τὸν Μύρτωνα μεθ’ αὑτοῦ, | |
βουλόμενος ἐπισφραγίσασθαι διὰ τῆς συγκλήτου τὴν | ||
Hist.32.6.4 | αὑτοῦ παρανομίαν. ἐν ᾧ καιρῷ κάλλιστον μὲν ἐγένετο δεῖγμα τῆς Ῥωμαίων αἱρέσεως, κάλλιστον δὲ θέαμα πᾶσι τοῖς Ἕλλησι τοῖς παρεπιδήμοις, μάλιστα | |
Hist.32.6.5 | δὲ τοῖς ἀνακεκλημένοις· ὅ τε γὰρ Μάρκος, ἀρχιερεὺς ὢν καὶ πρῶτος τῆς συγκλήτου γραφόμενος, ὅ τε Λεύ‐ κιος ὁ τὸν Περσέα νικήσας, μεγίστην ἔχων πίστιν καὶ δύναμιν, πυνθανόμενοι τὰ πεπραγμένα τῷ Χάροπι κατὰ | |
5 | τὴν Ἤπειρον ἐκώλυσαν εἰς τὰς οἰκίας αὑτῶν εἰσιέναι | |
Hist.32.6.6 | τὸν Χάροπα. οὗ γενομένου περιβοήτου πάντες ἐγενή‐ θησαν οἱ παρεπιδημοῦντες περιχαρεῖς, ἀποδεχόμενοι | |
Hist.32.6.7 | τὸ μισοπόνηρον τῶν Ῥωμαίων. μετὰ δὲ ταῦτα τοῦ Χάροπος εἰσελθόντος εἰς τὴν σύγκλητον, οὐ συγκατ‐ έθετο τοῖς ἀξιουμένοις οὐδ’ ἐβουλήθη δοῦναι ῥητὴν | |
Hist.32.6.8 | ἀπόκρισιν, ἀλλὰ τοῖς ἀποστελλομένοις πρεσβευταῖς ἔφη δώσειν ἐντολὰς ἐπισκέψασθαι περὶ τῶν γεγονότων. | |
Hist.32.6.9 | ὁ δὲ Χάροψ ἀναχωρήσας ταύτην μὲν τὴν ἀπόκρισιν ἀπεσιώπησε, γράψας δὲ πρὸς τὴν ἰδίαν ὑπόθεσιν ἁρμόζουσαν ἀπήγγειλεν ὡς συνευδοκούντων Ῥωμαίων τοῖς ὑπ’ αὐτοῦ πραττομένοις. | |
Hist.32.7t | B. OLYMP. 155, 2. I. RES ITALIAE. | |
Hist.32.7.1 | Ὅτι παρὰ τῶν Ἀθηναίων ἧκον πρέ‐ σβεις *** καὶ παρὰ τῶν Ἀχαιῶν οἱ περὶ Θεαρίδαν καὶ | |
Hist.32.7.2 | Στέφανον ὑπὲρ τῶν Δηλίων. τοῖς γὰρ Δηλίοις δοθείσης ἀποκρίσεως παρὰ Ῥωμαίων, μετὰ τὸ συγχωρη‐ θῆναι τὴν Δῆλον τοῖς Ἀθηναίοις, αὐτοῖς μὲν ἐκχωρεῖν | |
Hist.32.7.3 | ἐκ τῆς νήσου, τὰ δ’ ὑπάρχοντα κομίζεσθαι, μεταστάντες εἰς Ἀχαΐαν οἱ Δήλιοι καὶ πολιτογραφηθέντες ἐβού‐ λοντο τὸ δίκαιον ἐκλαβεῖν παρὰ τῶν Ἀθηναίων κατὰ | |
Hist.32.7.4 | τὸ πρὸς τοὺς Ἀχαιοὺς σύμβολον. τῶν δ’ Ἀθη‐ ναίων φασκόντων μηδὲν εἶναι πρὸς αὐτοὺς τῆς δικαιο‐ δοσίας ταύτης, ᾐτοῦντο ῥύσια τοὺς Ἀχαιοὺς οἱ Δήλιοι | |
Hist.32.7.5 | κατὰ τῶν Ἀθηναίων. ὑπὲρ ὧν τότε πρεσβεύσαντες ἔλαβον ἀπόκρισιν κυρίας εἶναι τὰς κατὰ τοὺς νόμους γεγενημένας παρὰ τοῖς Ἀχαιοῖς οἰκονομίας περὶ τῶν Δηλίων. | |
Hist.32.8t | II. RES PERGAMI. | |
Hist.32.8.1 | Ὅτι Εὐμένης ὁ βασιλεὺς τῇ μὲν σωματικῇ δυνάμει παραλελυμένος ἦν, τῇ | |
Hist.32.8.2 | δὲ τῆς ψυχῆς λαμπρότητι προσανεῖχεν, ἀνὴρ ἐν μὲν τοῖς πλείστοις οὐδενὸς δεύτερος τῶν καθ’ αὑτὸν βασι‐ λέων γενόμενος, περὶ δὲ τὰ σπουδαιότατα καὶ κάλλιστα | |
Hist.32.8.3 | μείζων καὶ λαμπρότερος· ὅς γε πρῶτον μὲν παραλαβὼν παρὰ τοῦ πατρὸς τὴν βασιλείαν συνεσταλμένην τελέως εἰς ὀλίγα καὶ λιτὰ πολισμάτια ταῖς μεγίσταις τῶν καθ’ αὑτὸν δυναστειῶν ἐφάμιλλον ἐποίησε τὴν ἰδίαν | |
Hist.32.8.4 | ἀρχήν, οὐ τύχῃ τὸ πλεῖον συνεργῷ χρώμενος, οὐδ’ ἐκ περιπετείας, ἀλλὰ διὰ τῆς ἀγχινοίας καὶ φιλοπονίας, | |
Hist.32.8.5 | ἔτι δὲ πράξεως τῆς αὑτοῦ. δεύτερον φιλοδοξότατος ἐγενήθη καὶ πλείστας μὲν τῶν καθ’ αὑτὸν βασιλέων πόλεις Ἑλληνίδας εὐεργέτησε, πλείστους δὲ κατ’ ἰδίαν | |
Hist.32.8.6 | ἀνθρώπους ἐσωματοποίησε. τρίτον ἀδελφοὺς ἔχων τρεῖς καὶ κατὰ τὴν ἡλικίαν καὶ πρᾶξιν ***, πάντας τούτους συνέσχε πειθαρχοῦντας αὑτῷ καὶ δορυ‐ | |
Hist.32.8.7 | φοροῦντας καὶ σῴζοντας τὸ τῆς βασιλείας ἀξίωμα. τοῦτο δὲ σπανίως εὕροι τις ἂν γεγονός. | |
Hist.32.9t | C. OLYMP. 155, 3. I. RES ITALIAE. | |
Hist.32.9.1 | Ὅτι τῶν Ἰσσίων πλεονάκις πεπρε‐ σβευκότων εἰς τὴν Ῥώμην καὶ διασαφούντων ὅτι Δελματεῖς τὴν χώραν ἀδικοῦσι καὶ τὰς πόλεις τὰς | |
Hist.32.9.2 | μετ’ αὐτῶν ταττομένας· αὗται δ’ εἰσὶν Ἐπέτιον καὶ Τραγύριον· ὁμοίως δὲ καὶ τῶν Δαορσῶν ἐγκαλούντων, | |
Hist.32.9.3 | ἐξαπέστειλεν ἡ σύγκλητος πρεσβευτὰς τοὺς περὶ Γάιον Φάννιον ἐποπτεύσοντας τὰ κατὰ τὴν Ἰλλυρίδα, καὶ | |
Hist.32.9.4 | μάλιστα τούτων τὰ κατὰ τοὺς Δελματεῖς. οὗτοι δέ, μέχρι μὲν ἔζη Πλευρᾶτος, ὑπήκουον ἐκείνῳ· μεταλ‐ λάξαντος δὲ τούτου τὸν βίον, καὶ διαδεξαμένου Γεν‐ θίου τὴν βασιλείαν, ἀποστάντες ἀπὸ τούτου τοῖς | |
5 | ὁμόροις προσεπολέμουν καὶ κατεστρέφοντο τοὺς ἀστυ‐ γείτονας, ὧν ἔνιοι καὶ φόρους αὐτοῖς ἔφερον· ὁ δὲ | |
Hist.32.9.5 | φόρος ἦν θρέμματα καὶ σῖτος. καὶ οἱ μὲν περὶ Φάν‐ νιον ἐπὶ τούτοις ἐξώρμησαν. — | |
Hist.32.10.1 | Ὅτι ὁ βασιλεὺς Ἀριαράθης παρ‐ εγένετο εἰς τὴν Ῥώμην ἔτι θερείας οὔσης· | |
Hist.32.10.2 | τότε δέ, παρειληφότων ὑπάτων τὰς ἀρχὰς τῶν περὶ τὸν Σέξτον Ἰούλιον (καὶ Λεύκιον Αὐρήλιον), ἐγίνετο περὶ τὰς κατ’ ἰδίαν ἐντεύξεις, οἰκείαν ποιούμενος περι‐ κοπὴν καὶ φαντασίαν τῆς ὑποκειμένης περιστάσεως. | |
Hist.32.10.3 | παρῆσαν δὲ καὶ παρὰ Δημητρίου πρέσβεις οἱ περὶ τὸν Μιλτιάδην πρὸς ἑκατέραν τὴν ὑπόθεσιν ἡρμοσμένοι· καὶ γὰρ πρὸς Ἀριαράθην ἀπολογεῖσθαι καὶ κατηγορεῖν | |
Hist.32.10.4 | αὐτοῦ παρεσκευάζοντο φιλαπεχθῶς. ἀπεστάλκει δὲ καὶ Ὀροφέρνης πρεσβευτὰς τοὺς περὶ Τιμόθεον καὶ Διο‐ | |
γένην, στέφανόν τε κομίζοντας τῇ Ῥώμῃ καὶ τὴν φιλίαν καὶ τὴν συμμαχίαν ἀνανεωσομένους, τὸ δὲ | ||
5 | πλεῖον συγκαταστησομένους (πρὸς) τὸν Ἀριαράθην καὶ τὰ μὲν ἀπολογησομένους, τὰ δὲ κατηγορήσον‐ | |
Hist.32.10.5 | τας. ἐν μὲν οὖν ταῖς κατ’ ἰδίαν ἐντεύξεσιν μείζω φαντασίαν εἷλκον οἱ περὶ τὸν Διογένην καὶ Μιλτιάδην, ἅτε καὶ κατὰ τὸ πλῆθος πρὸς ἕνα συγκρινόμενοι καὶ κατὰ τὴν ἄλλην περικοπὴν εὐτυχοῦντες πρὸς ἐπται‐ | |
Hist.32.10.6 | κότα θεωρούμενοι· παραπλησίως δὲ καὶ περὶ τὴν τῶν | |
Hist.32.10.7 | πραγμάτων ἐξήγησιν πολὺ περιῆσαν· πᾶν μὲν γὰρ καὶ πρὸς παντοῖα λέγειν ἐθάρρουν, οὐδένα λόγον ποιού‐ μενοι τῆς ἀληθείας, τὸ δὲ λεγόμενον ἀνυπεύθυνον ἦν, | |
Hist.32.10.8 | οὐκ ἔχον τὸν ἀπολογησόμενον. λοιπὸν ἀκονιτὶ τοῦ ψεύδους ἐπικρατοῦντος, ἐδόκει σφίσι τὰ πράγματα κατὰ γνώμην χωρεῖν. | |
Hist.32.11t | II. RES ASIAE. | |
Hist.32.11.1 | Ὅτι οὐκ ὀλίγοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς τὸ πλεῖον ἐπιθυμίαν καὶ τὸ πνεῦμα προσέθηκαν τοῖς χρήμασιν, οἷς Ὀροφέρνης ὁ τῆς Καππαδοκίας βασιλεὺς κατάληπτος γενόμενος | |
Hist.32.11.2 | ἀπώλετο καὶ τῆς βασιλείας ἐξέπεσεν. ἡμεῖς δὲ συγ‐ κεφαλαιωσάμενοι τὴν τούτου κάθοδον ἐπανάξομεν τὴν | |
διήγησιν ἐπὶ τὴν εἰθισμένην τάξιν, ᾗ χρώμεθα παρ’ | ||
Hist.32.11.3 | ὅλην τὴν πραγματείαν· καὶ γὰρ νῦν ὑπερβάντες τὰ κατὰ τὴν Ἑλλάδα προελάβομεν τῶν κατὰ τὴν Ἀσίαν τὰ κατὰ τὴν Καππαδοκίαν διὰ τὸ μηδεμίαν εὔλογον ἔχειν διαίρεσιν τὸν ἐκ τῆς Ἰταλίας ἀπόπλουν καὶ τὴν ἐπὶ | |
Hist.32.11.4 | τὰ πράγματα κάθοδον [τοῦ] Ἀριαράθου. διόπερ ἐπάνειμι δηλώσων τὰ κατὰ τὴν Ἑλλάδα γενόμενα περὶ | |
Hist.32.11.5 | τοὺς αὐτοὺς καιρούς. ἐν οἷς ἴδιον καὶ παρά‐ λογον πρᾶγμα συνέβη γενέσθαι περὶ τὴν τῶν Ὠρω‐ | |
Hist.32.11.6 | πίων πόλιν· ὑπὲρ οὗ τὰ μὲν ἀναδραμόντες, τὰ δὲ προλαβόντες τοῖς χρόνοις συγκεφαλαιωσόμεθα τὴν ὅλην πρᾶξιν, ἵνα μὴ κατὰ μέρος αὐτῆς οὔσης οὐδ’ ὅλως ἐπι‐ φανοῦς ἐν διῃρημένοις χρόνοις ἀπαγγέλλοντες εὐτελῆ | |
Hist.32.11.7 | καὶ ἀσαφῆ ποιῶμεν τὴν διήγησιν. ὅταν γὰρ μόλις τὸ ὅλον ἄξιον ἐπιστάσεως φαίνηται τοῖς ἀκούουσιν, ἦ πού γε τοῖς κατὰ μέρος ἐκ διαστήματος λεγομένοις τὸν νοῦν προσέξει τις τῶν φιλομαθούντων; — | |
Hist.32.11.8 | Ὅτι κατὰ τὸ πλεῖστον (ἐν) ταῖς ἐπιτυχίαις ὡς ἐπίπαν ἄνθρωποι συμφρονοῦσι, κατὰ δὲ τὰς ἀποτυχίας ἀσχάλλοντες τοῖς πράγμασιν ἑλκώδεις καὶ δύσκολοι | |
Hist.32.11.9 | γίνονται πρὸς τοὺς φίλους· ὃ καὶ περὶ τὸν Ὀρο‐ φέρνην συνέβη γενέσθαι, τῶν πραγμάτων αὐτῷ ἀντιπιπτόντων καὶ τῷ Θεοτίμῳ καὶ μεμφομένων ἀλλήλοις ***. — | |
Hist.32.11.10 | Ὀροφέρνην ... ὀλίγον χρόνον Καπ‐ | |
παδοκίας βασιλεύσαντα καὶ παριδόντα τὰς πατρίους ἀγωγάς φησιν ἐν τῇ τριακοστῇ δευτέρᾳ εἰσαγα‐ γεῖν τὴν Ἰακὴν καὶ τεχνιτικὴν ἀσωτίαν. — | ||
Hist.32.12.1 | Ὅτι Ἄτταλος ὁ ἀδελφὸς Εὐμέ‐ νους παραλαβὼν τὴν ἐξουσίαν πρῶτον ἐξήνεγκε δεῖγμα τῆς αὑτοῦ προαιρέσεως καὶ πράξεως τὴν Ἀριαράθου καταγωγὴν ἐπὶ τὴν βασιλείαν. | |
Hist.32.13t | D. OLYMP. 155, 4. I. RES ITALIAE. | |
Hist.32.13.1 | Ὅτι τῶν περὶ τὸν Γάιον Φάννιον παρα‐ γεγονότων ἐκ τῆς Ἰλλυρίδος καὶ διασαφούντων ὅτι τοσοῦτον ἀπέχοιεν οἱ Δελματεῖς τοῦ διορθοῦσθαί τι τῶν ἐγκαλουμένων πρὸς τοὺς ὑπ’ αὐτῶν φάσκοντας | |
5 | ἀδικεῖσθαι συνεχῶς, (ὡς) οὐδὲ λόγον ἐπιδέχοιντο καθ‐ όλου παρ’ αὐτῶν, λέγοντες οὐδὲν αὑτοῖς εἶναι καὶ | |
Hist.32.13.2 | Ῥωμαίοις κοινόν· πρὸς δὲ τούτοις διεσάφουν μή(τε) κατάλυμα δοθῆναι σφίσι μήτε παροχήν, ἀλλὰ καὶ τοὺς ἵππους, οὓς εἶχον παρ’ ἑτέρας πόλεως, ἀφελέσθαι τοὺς | |
Hist.32.13.3 | Δελματεῖς μετὰ βίας αὑτῶν· ἑτοίμους δ’ εἶναι καὶ τὰς | |
χεῖρας προσάγειν, εἰ μὴ συνείξαντες τῷ καιρῷ μετὰ | ||
Hist.32.13.4 | πολλῆς ἡσυχίας ἐποιήσαντο τὴν ἀπόλυσιν. ὧν ἡ σύγ‐ κλητος ἀκούσασα μετ’ ἐπιστάσεως ἠγανάκτει μὲν καὶ ἐπὶ τῇ τῶν Δελματέων ἀπειθείᾳ καὶ σκαιότητι, τὸ δὲ πλεῖστον ὑπέλαβε τὸν καιρὸν ἐπιτήδειον εἶναι | |
5 | πρὸς τὸ πολεμῆσαι τοῖς προειρημένοις διὰ πλείους | |
Hist.32.13.5 | αἰτίας. τά τε γὰρ μέρη ταῦτα τῆς Ἰλλυρίδος τὰ νεύοντα πρὸς τὸν Ἀδρίαν ἀνεπίσκεπτα τελέως ἦν | |
Hist.32.13.6 | αὐτοῖς, ἐξ οὗ Δημήτριον τὸν Φάριον ἐξέβαλον, τούς τε κατὰ τὴν Ἰταλίαν ἀνθρώπους οὐκ ἐβούλοντο κατ’ οὐδένα τρόπον ἀποθηλύνεσθαι διὰ τὴν πολυχρόνιον | |
Hist.32.13.7 | εἰρήνην· ἔτος γὰρ ἦν τότε δωδέκατον ἀπὸ τοῦ πρὸς Περσέα πολέμου καὶ τῶν ἐν Μακεδονίᾳ πράξεων. | |
Hist.32.13.8 | διόπερ ἐβουλεύοντο, πόλεμον ἐνστησάμενοι πρὸς τοὺς προειρημένους ἅμα μὲν ὡσανεὶ καινοποιῆσαι τὰς ὁρμὰς καὶ προθυμίας τῶν ἰδίων ὄχλων, ἅμα δὲ καταπλη‐ ξάμενοι τοὺς Ἰλλυριοὺς ἀναγκάσαι πειθαρχεῖν τοῖς | |
Hist.32.13.9 | ὑπ’ αὐτῶν παραγγελλομένοις. αὗται μὲν οὖν ἦσαν αἰτίαι δι’ ἃς ἐπολέμησαν Ῥωμαῖοι Δελματεῦσι· τοῖς γε μὴν ἐκτὸς τὸν πόλεμον ἀνεδείκνυον, ὡς διὰ τὴν εἰς τοὺς πρεσβευτὰς ὕβριν κεκρικότες πολεμεῖν. — | |
Hist.32.14.1 | Κατὰ τὸν καιρὸν τοῦτον παραγεγο‐ | |
νότων πρεσβευτῶν ἐξ Ἠπείρου παρά τε τῶν τὴν Φοινίκην κατεχόντων καὶ παρὰ τῶν ἐκπεπτω‐ | ||
Hist.32.14.2 | κότων καὶ ποιησαμένων λόγους κατὰ πρόσωπον, ἔδωκεν ἀπόκρισιν αὐτοῖς ἡ σύγκλητος ὅτι δώσει περὶ τούτων ἐντολὰς τοῖς ἀποστελλομένοις πρεσβευταῖς εἰς τὴν Ἰλλυρίδα μετὰ Γαΐου Μαρκίου. | |
Hist.32.15t | II. PRUSIAE BELLUM CUM ATTALO. | |
Hist.32.15.1 | Ὅτι Προυσίας μετὰ τὸ νικῆσαι τὸν Ἄτταλον μετὰ τὸ παρελθεῖν πρὸς τὸ Πέργαμον παρα‐ σκευασάμενος θυσίαν πολυτελῆ προσήγαγε πρὸς | |
Hist.32.15.2 | τὸ τέμενος τἈσκληπιοῦ, καὶ βουθυτήσας καὶ καλ‐ λιερήσας τότε μὲν ἐπανῆλθεν εἰς τὴν παρεμβολήν, | |
Hist.32.15.3 | κατὰ δὲ τὴν ἐπιοῦσαν καταστήσας τὴν δύναμιν ἐπὶ τὸ Νικηφόριον τούς τε νεὼς ἅπαντας διέφθειρε καὶ τὰ τεμένη τῶν θεῶν, ἐσύλησε δὲ καὶ τοὺς ἀνδριάντας καὶ | |
Hist.32.15.4 | τὰ λίθινα τῶν ἀγαλμάτων. τὸ δὲ τελευταῖον καὶ τὸ τἈσκληπιοῦ βαστάσας ἄγαλμα, περιττῶς ὑπὸ Φυρο‐ | |
Hist.32.15.5 | μάχου κατεσκευασμένον, ἀπήνεγκεν ὡς αὑτόν, ᾧ τῇ πρότερον ἡμέρᾳ κατασπένδων ἐβουθύτει καὶ κατηύχετο, | |
δεόμενος, ὅπερ εἰκός, ἵλεων αὑτῷ γενέσθαι καὶ εὐμενῆ | ||
Hist.32.15.6 | κατὰ πάντα τρόπον. ἐγὼ δὲ τὰς τοιαύτας διαθέσεις καὶ πρότερον εἴρηκά που, περὶ Φιλίππου ποιούμενος | |
Hist.32.15.7 | τὸν λόγον, μανικάς. τὸ γὰρ ἅμα μὲν θύειν καὶ διὰ τούτων ἐξιλάσκεσθαι τὸ θεῖον, προσκυνοῦντα καὶ λιπαροῦντα τὰς τραπέζας καὶ τοὺς βωμοὺς ἐξάλλως, ὅπερ ὁ Προυσίας εἴθιστο ποιεῖν γονυπετῶν καὶ γυναι‐ | |
Hist.32.15.8 | κιζόμενος, ἅμα δὲ ταῦτα καὶ λυμαίνεσθαι καὶ διὰ τῆς τούτων καταφθορᾶς τὴν εἰς τὸ θεῖον ὕβριν διατίθε‐ σθαι, πῶς οὐκ ἂν εἴποι τις εἶναι θυμοῦ λυττῶντος | |
Hist.32.15.9 | ἔργα καὶ ψυχῆς ἐξεστηκυίας τῶν λογισμῶν; ὃ καὶ τότε συνέβαινε γίνεσθαι περὶ τὸν Προυσίαν. ἀνδρὸς μὲν γὰρ (ἔργον) οὐδὲν ἐπιτελεσάμενος κατὰ τὰς προσ‐ βολάς, ἀγεννῶς δὲ καὶ γυναικοθύμως χειρίσας καὶ τὰ | |
5 | πρὸς θεοὺς καὶ τὰ πρὸς ἀνθρώπους μετήγαγε τὸ στρά‐ | |
Hist.32.15.10 | τευμα πρὸς Ἐλαίαν· καὶ καταπειράσας τῆς Ἐλαίας καί τινας προσβολὰς ποιησάμενος, οὐδὲν δὲ πράττειν δυνά‐ μενος διὰ τὸ Σώσανδρον τὸν τοῦ βασιλέως σύντροφον εἰσεληλυθότα μετὰ στρατιωτῶν εἴργειν αὐτοῦ τὰς ἐπι‐ | |
Hist.32.15.11 | βολάς, ἀπῆρεν ἐπὶ Θυατείρων. κατὰ δὲ τὴν ἐπάν‐ | |
οδον τὸ τῆς Ἀρτέμιδος ἱερὸν τῆς ἐν Ἱερᾷ κώμῃ μετὰ | ||
Hist.32.15.12 | βίας ἐσύλησεν. ὁμοίως καὶ τὸ τοῦ Κυννείου Ἀπόλλωνος τέμενος τὸ περὶ Τῆμνον οὐ μόνον ἐσύλησεν, ἀλλὰ καὶ | |
Hist.32.15.13 | τῷ πυρὶ διέφθειρεν. καὶ ταῦτα διαπραξάμενος ἐπανῆλθεν εἰς τὴν οἰκείαν, οὐ μόνον τοῖς ἀνθρώποις ἀλλὰ καὶ | |
Hist.32.15.14 | τοῖς θεοῖς πεπολεμηκώς. ἐταλαιπώρησε δὲ καὶ τὸ πε‐ ζικὸν στράτευμα τῷ Προυσίᾳ κατὰ τὴν ἐπάνοδον ὑπό τε τοῦ λιμοῦ καὶ τῆς δυσεντερίας, ὥστε παρὰ πόδας ἐκ θεοπέμπτου δοκεῖν ἀπηντῆσθαι μῆνιν αὐτῷ διὰ ταύ‐ | |
5 | τας τὰς αἰτίας ***. — | |
Hist.32.16.1 | Ὅτι Ἄτταλος ἡττηθεὶς παρὰ Προυσίου, προ‐ χειρισάμενος Ἀθήναιον τὸν ἀδελφὸν ἐξαπέστειλε μετὰ τῶν περὶ τὸν Πόπλιον, διασαφήσοντα τῇ συγκλήτῳ | |
Hist.32.16.2 | τὸ γεγονός. οἱ γὰρ ἐν τῇ Ῥώμῃ, τοῦ μὲν Ἀνδρονίκου παραγενομένου καὶ διασαφοῦντος τὰ περὶ τὴν πρώτην | |
Hist.32.16.3 | ἔφοδον τῶν πολεμίων, οὐ προσεῖχον, ἀλλ’ ὑπενόουν τὸν Ἄτταλον βουλόμενον αὐτὸν ἐπιβαλεῖν τῷ Προυσίᾳ τὰς χεῖρας προφάσεις προκατασκευάζεσθαι καὶ προκατα‐ | |
Hist.32.16.4 | λαμβάνειν διαβολαῖς· ἅμα δὲ τοῦ τε Νικομήδους καὶ τῶν περὶ τὸν Ἀντίφιλον, τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν, διαμαρτυρομένων μηδὲν εἶναι τούτων, ἔτι μᾶλλον ἠπιστεῖτο τὰ λεγόμενα περὶ τοῦ Προυσίου. | |
Hist.32.16.5 | μετὰ δέ τινα χρόνον ἐπιδιασαφουμένης τῆς πραγμα‐ τείας, ἀμφιδοξήσασα περὶ τῶν προσπιπτόντων ἡ σύγ‐ κλητος ἐξαπέστειλε πρεσβευτὰς Λεύκιον Ἀπολήιον καὶ Γάιον Πετρώνιον τοὺς ἐπισκεψομένους πῶς ἔχει τὰ | |
5 | κατὰ τοὺς προειρημένους βασιλεῖς. | |
Hist.33t1 | FRAGMENTA LIBRI XXXIII. | |
Hist.33.1t | A. OLYMP. 156, 1. I. RES ITALIAE. | |
Hist.33.1.1 | Ὅτι ἡ σύγκλητος ἔτι κατὰ χειμῶνα δια‐ κούσασα τῶν περὶ τὸν Πόπλιον Λέντλον ὑπὲρ τῶν κατὰ Προυσίαν διὰ τὸ νεωστὶ παραγεγονέναι τούτους ἐκ τῆς Ἀσίας, εἰσεκαλέσατο καὶ τὸν Ἀθήναιον τὸν | |
Hist.33.1.2 | Ἀττάλου τοῦ βασιλέως ἀδελφόν. οὐ μέντοι πολλῶν προσεδεήθη λόγων, ἀλλ’ εὐθέως καταστήσασα πρε‐ σβευτὰς συνεξαπέστελλε τῷ προειρημένῳ τοὺς περὶ Γάιον Κλαύδιον Κέντωνα καὶ Λεύκιον Ὁρτήσιον καὶ | |
5 | Γάιον Αὐρογκολήιον, ἐντολὰς δοῦσα κωλύειν τὸν Προυσίαν Ἀττάλῳ πολεμεῖν. | |
Hist.33.1.3 | Παρεγένοντο δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις | |
εἰς Ῥώμην ὑπὲρ τῶν κατεχομένων οἱ περὶ Ξένωνα τὸν | ||
Hist.33.1.4 | Αἰγιέα καὶ Τηλεκλέα τὸν Αἰγειράτην. ὧν ποιησαμένων λόγους ἐν τῇ συγκλήτῳ, καὶ τοῦ διαβουλίου προτεθέν‐ τος, παρ’ ὀλίγον ἦλθον ἀπολῦσαι τοὺς κατῃτιαμένους | |
Hist.33.1.5 | οἱ τοῦ συνεδρίου. τὴν δ’ αἰτίαν ἔσχε τοῦ μὴ συν‐ τελεσθῆναι τὴν ἀπόλυσιν Αὖλος Ποστόμιος, στρατηγὸς | |
Hist.33.1.6 | ὢν ἑξαπέλεκυς καὶ βραβεύων τὸ διαβούλιον. τριῶν γὰρ οὐσῶν γνωμῶν, μιᾶς μὲν τῆς ἀφιέναι κελευούσης, ἑτέρας δὲ τῆς ἐναντίας ταύτης, τρίτης δὲ τῆς ἀπολύειν μέν, ἐπισχεῖν δὲ κατὰ τὸ παρόν, καὶ πλείστων δ’ | |
Hist.33.1.7 | ὄντων τῶν ἀφιέντων, παρελθὼν τὴν μίαν γνώμην διηρώτα τὰς δύο καθολικῶς, οἷς δοκεῖ τοὺς ἀνακεκλη‐ | |
Hist.33.1.8 | μένους ἀφιέναι καὶ τοὐναντίον. λοιπὸν οἱ κατὰ τὸ παρὸν ἐπέχειν κελεύοντες προσέβησαν πρὸς τοὺς μὴ φάσκοντας δεῖν ἀπολύειν, καὶ πλείους ἐγενήθησαν | |
τῶν ἀφιέντων. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν. — | ||
Hist.33.3.1 | Ὅτι τῶν ἐκ τῆς Ῥώμης πρεσβευτῶν ἀνακαμψάντων εἰς τὴν Ἀχαΐαν καὶ διασαφούντων ὅτι παρ’ ὀλίγον ἔλθοι τὰ πράγματα τοῦ πάντας ἐπανελθεῖν τοὺς κατ‐ | |
Hist.33.3.2 | εχομένους, εὐέλπιδες γενόμενοι καὶ μετεωρισθέντες οἱ πολλοὶ πάλιν ἐξ αὐτῆς ἔπεμπον Τηλεκλέα (καὶ) τὸν Μεγαλοπολίτην Ἀναξίδαμον. καὶ τὰ μὲν κατὰ Πελο‐ πόννησον ἐπὶ τούτων ἦν. | |
Hist.33.4t | II. RES RHODIORUM. | |
Hist.33.4.1 | Ὅτι Ἀριστοκράτης ὁ τῶν Ῥοδίων στρατηγὸς ἦν μὲν κατὰ τὴν ἐπιφάνειαν ἀξιωματικὸς καὶ κατα‐ | |
Hist.33.4.2 | πληκτικός. διόπερ ἐκ πάντων τοῦτον ὑπέλαβον οἱ | |
Ῥόδιοι τελέως ἀξιόχρεων ἡγεμόνα καὶ προστάτην ἔχειν | ||
Hist.33.4.3 | τοῦ πολέμου. διεψεύσθησαν μέντοι γε τῶν ἐλπί‐ δων· ἐλθὼν γὰρ εἰς τὰς πράξεις ὥσπερ εἰς πῦρ, καθάπερ τὰ κίβδηλα τῶν νομισμάτων, ἀλλοῖος ἐφάνη. | |
Hist.33.4.4 | τοῦτο δ’ ἐγένετο δῆλον ἐπ’ αὐτῶν τῶν ἔργων. | |
Hist.33.5t | III. RES CYPRI. | |
Hist.33.5.1 | *** προτείνειν αὐτῷ πεντακόσια τάλαντα παραχωρήσαντι τῆς Κύπρου, καὶ τἄλλα συν‐ ακολουθήσοντα λυσιτελῆ καὶ τίμια παρ’ αὐτῷ συνεπι‐ δεικνύειν, προσενεγκαμένῳ τὴν χρείαν ταύτην. | |
Hist.33.52a | Τῷ δὲ Πτολεμαίῳ γενομένης προσαγγελίας παρεῖναι τὸν Ἀρχίαν. — | |
Hist.33.5.2 | Ὅτι Ἀρχίας βουλόμενος τὴν Κύπρον προδοῦναι τῷ Δημητρίῳ καὶ φωραθεὶς καὶ εἰς κρίσιν ἀχθεὶς καλῳδίῳ τῶν ἐκ τῆς αὐλαίας παραπεπετασμένων ἑαυτὸν ἀπεκρέ‐ | |
Hist.33.5.3 | μασεν. τῷ γὰρ ὄντι διὰ τὰς ἐπιθυμίας κενοὶ κενὰ | |
Hist.33.5.4 | λογίζονται κατὰ τὴν παροιμίαν. καὶ γὰρ ἐκεῖνος δόξας πεντακόσια τάλαντα προσλήψεσθαι καὶ τὰ προϋπάρχοντα χρήματα καὶ τὸ πνεῦμα προσαπέβαλεν. | |
Hist.33.6t | IV. RES ARIARATHIS. | |
Hist.33.6.1 | Ὅτι κατὰ τοὺς καιροὺς τούτους καὶ Πριηνεῖς | |
Hist.33.6.2 | ἐνέπεσον παραλόγῳ συμφορᾷ. δεξάμενοι γὰρ παρ’ Ὀροφέρνους, ὅτ’ ἐκράτησε τῆς ἀρχῆς, ἐν παραθήκῃ τετρακόσια τάλαντα ἀπῃτοῦντο κατὰ τοὺς ἑξῆς χρόνους | |
Hist.33.6.3 | ὑπ’ Ἀριαράθου ***, ὅτε μετέλαβε τὴν ἀρχήν. οἱ μὲν οὖν Πριηνεῖς, ὡς ἐμοὶ δοκεῖν, ὀρθῶς ἵσταντο, φάσκοντες μηδενὶ προήσεσθαι τὰ χρήματα ζῶντος | |
Hist.33.6.4 | Ὀροφέρνους πλὴν αὐτῷ τῷ παραθεμένῳ· ὁ δ’ Ἀρια‐ ράθης πολλοῖς ἐδόκει παραπίπτειν τοῦ καθήκοντος, | |
Hist.33.6.5 | ἀπαιτῶν τὴν ἀλλοτρίαν παραθήκην. οὐ μὴν ἀλλ’ ἕως μὲν τούτου τάχ’ ἄν τις ἔχοι συγγνώμην αὐτῷ κατα‐ πειράζοντι τῷ δοκεῖν τῆς ἐκείνου βασιλείας εἶναι τὰ χρήματα· τὸ δὲ καὶ πορρωτέρω προβαίνειν ὀργῆς καὶ | |
Hist.33.6.6 | φιλοτιμίας οὐδαμῶς ἐδόκει γενέσθαι κατὰ λόγον. κατὰ | |
δὲ τοὺς νῦν λεγομένους καιροὺς ἐπαποστείλας ἐλεηλάτει τὴν χώραν τῶν Πριηνέων, συνεργοῦντος Ἀττάλου καὶ παροξύνοντος αὐτὸν διὰ τὴν ἰδίαν διαφοράν, ἣν εἶχε | ||
Hist.33.6.7 | πρὸς τοὺς Πριηνεῖς. πολλῶν δὲ καὶ σωμάτων καὶ θρεμμάτων ἀπολομένων καὶ πρὸς τῇ πόλει πτωμάτων γενομένων, ἀμύνασθαι μὲν οὐχ οἷοί τ’ ἦσαν οἱ Πριη‐ νεῖς, ἐπρέσβευον δὲ καὶ πρὸς Ῥοδίους, μετὰ δὲ ταῦτ’ | |
Hist.33.6.8 | ἐπὶ Ῥωμαίους κατέφυγον. οἱ δ’ οὐ προσεῖχον τοῖς λεγομένοις. καὶ Πριηνεῖς μὲν μεγάλας ἔχοντες ἐλπίδας ἐπὶ τῷ πλήθει τῶν χρημάτων τοῖς ἐναντίοις ἐνεκύρη‐ | |
Hist.33.6.9 | σαν· τῷ μὲν γὰρ Ὀροφέρνει τὴν παραθήκην ἀπέδωκαν, ὑπὸ δὲ τοῦ βασιλέως Ἀριαράθου ἱκαναῖς τισι βλάβαις περιέπεσον ἀδίκως διὰ τὴν παραθήκην. | |
Hist.33.7t | B. OLYMP. 156, 2. I. RES ITALIAE. | |
Hist.33.7.1 | Ὅτι τῶν περὶ τὸν Ὁρτήσιον καὶ Αὐρογκο‐ λήιον παραγεγονότων ἐκ τοῦ Περγάμου καὶ διασαφούντων τήν τε τοῦ Προυσίου καταφρόνησιν τῶν | |
Hist.33.7.2 | τῆς συγκλήτου παραγγελμάτων, καὶ διότι παρασπονδήσας καὶ συγκλείσας εἰς τὸ Πέργαμον αὐτούς τε καὶ τοὺς περὶ τὸν Ἄτταλον πᾶσαν βίαν ἐνεδείξατο καὶ παρα‐ | |
Hist.33.7.3 | νομίαν, ἡ σύγκλητος ὀργισθεῖσα καὶ βαρέως φέρουσα τὸ γεγονὸς ἐξ αὐτῆς δέκα πρεσβευτὰς κατέστησε τοὺς περὶ Λεύκιον Ἀνίκιον καὶ Γάιον Φάννιον καὶ | |
Hist.33.7.4 | Κόιντον Φάβιον Μάξιμον, καὶ παραχρῆμ’ ἐξαπέστειλεν, ἐντολὰς αὐτοῖς δοῦσα διαλῦσαι τὸν πόλεμον καὶ τὸν Προυσίαν ἀναγκάσαι δίκας ὑποσχεῖν Ἀττάλῳ τῶν κατὰ πόλεμον ἀδικημάτων. — | |
Hist.33.8.1 | Ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἧκον | |
Hist.33.8.2 | (πρεσβευταὶ) καὶ παρὰ Μασσαλιητῶν, (οἳ) πάλαι μὲν κακῶς πάσχοντες ὑπὸ τῶν Λιγυστίνων, τότε δὲ συγκλειόμενοι τελέως, καὶ πρὸς τούτοις καὶ πολιορ‐ κουμένων τῶν πόλεων Ἀντιπόλεως καὶ Νικαίας, ἐξ‐ | |
5 | απέστειλαν πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς τά τε γινόμενα διασαφήσοντας καὶ δεησομένους σφίσι βοη‐ | |
Hist.33.8.3 | θεῖν. ὧν καὶ παρελθόντων εἰς τὴν σύγκλητον, ἔδοξε τῷ συνεδρίῳ πρεσβευτὰς πέμψαι τοὺς ἅμα μὲν αὐτόπτας ἐσομένους τῶν γινομένων, ἅμα δὲ πειρασομένους λόγῳ διορθώσασθαι τῶν βαρβάρων | |
5 | τὴν ἄγνοιαν. — | |
Hist.33.9.1 | Ὅτι τῶν Μασσαλιητῶν διαπρε‐ σβευσαμένων πρὸς Ῥωμαίους κακῶς πά‐ σχειν αὑτοὺς ὑπὸ τῶν Λιγυστίνων, παραχρῆμα κατ‐ έστησαν Φλαμίνιον καὶ Ποπίλιον Λαινᾶτον καὶ Λεύκιον | |
Hist.33.9.2 | Πόπιον πρεσβευτάς. οἳ καὶ πλέοντες μετὰ τῶν Μασσαλιητῶν προσέσχον τῆς Ὀξυβίων χώρας κατὰ | |
Hist.33.9.3 | πόλιν Αἴγιτναν. οἱ δὲ Λιγυστῖνοι προακηκοότες ὅτι πάρεισιν ἐπιτάξοντες αὐτοῖς λύειν τὴν πολιορκίαν, τοὺς μὲν ἄλλους ἔτι καθορμιζομένους ἐπελθόντες | |
Hist.33.9.4 | ἐκώλυσαν τῆς ἀποβάσεως, τὸν δὲ Φλαμίνιον κατα‐ λαβόντες ἀποβεβηκότα καὶ τὰς ἀποσκευὰς ἀποτεθει‐ μένον, τὰς μὲν ἀρχὰς ἐκέλευον αὐτὸν ἐκ τῆς χώρας ἀπολύεσθαι, τοῦ δὲ παρακούοντος ἤρξαντο τὰ σκεύη | |
Hist.33.9.5 | διαρπάζειν. τῶν δὲ παίδων καὶ τῶν ἀπελευθέρων ἀντιποιουμένων καὶ κωλυόντων, ἀπεβιάζοντο καὶ προσ‐ | |
Hist.33.9.6 | έφερον τούτοις τὰς χεῖρας. ἐν ᾧ καιρῷ καὶ τοῦ Φλα‐ μινίου βοηθοῦντος τοῖς ἰδίοις, τοῦτον μὲν κατέτρωσαν, δύο δὲ τῶν οἰκετῶν κατέβαλον, τοὺς δὲ λοιποὺς κατ‐ | |
εδίωξαν εἰς τὴν ναῦν, ὡς τὸν Φλαμίνιον μόγις ἀπο‐ | ||
5 | κόψαντα τἀπίγυα καὶ τὰς ἀγκύρας διαφυγεῖν τὸν | |
Hist.33.9.7 | κίνδυνον. οὗτος μὲν ἀποκομισθεὶς εἰς Μασσαλίαν | |
Hist.33.9.8 | ἐθεραπεύετο μετὰ πάσης ἐπιμελείας· ἡ δὲ σύγκλητος πυθομένη τὰ γεγονότα παραχρῆμα τὸν ἕνα τῶν ὑπάτων Κόιντον Ὀπίμιον ἐξαπέστελλε μετὰ δυνάμεως πολεμήσοντα τοῖς Ὀξυβίοις καὶ Δεκιήταις. | |
Hist.33.10.1 | Ὁ δὲ Κόιντος συναθροίσας τὰς δυνάμεις εἰς τὴν τῶν Πλακεντίνων πόλιν καὶ ποιησάμενος τὴν πορείαν διὰ τῶν Ἀπεννίνων ὀρῶν ἧκεν εἰς τοὺς | |
Hist.33.10.2 | Ὀξυβίους. στρατοπεδεύσας δὲ παρὰ τὸν Ἄπρωνα πο‐ ταμὸν ἀνεδέχετο τοὺς πολεμίους, πυνθανόμενος αὐτοὺς ἁθροίζεσθαι καὶ προθύμους εἶναι πρὸς τὸ διακινδυ‐ | |
Hist.33.10.3 | νεύειν. καὶ προσαγαγὼν τὴν στρατιὰν ὁ Κόιντος πρὸς τὴν Αἴγιτναν, ἐν ᾗ συνέβη τοὺς πρεσβευτὰς παρα‐ σπονδηθῆναι, τὴν πόλιν κατὰ κράτος ἑλὼν ἐξηνδραπο‐ δίσατο καὶ τοὺς ἀρχηγοὺς τῆς ὕβρεως ἀπέστειλε δε‐ | |
Hist.33.10.4 | σμίους εἰς τὴν Ῥώμην. καὶ ταῦτα διαπραξάμενος | |
Hist.33.10.5 | ἀπήντα τοῖς πολεμίοις. οἱ δ’ Ὀξύβιοι νομίζοντες ἀπαραίτητον αὑτοῖς εἶναι τὴν εἰς τοὺς πρεσβευτὰς ἁμαρτίαν, παραλόγῳ τινὶ χρησάμενοι θυμῷ καὶ λαβόντες ὁρμὴν παραστατικήν, πρὶν ἢ τοὺς Δεκιήτας | |
5 | αὐτοῖς συμμῖξαι, περὶ τετρακισχιλίους ἁθροισθέντες | |
Hist.33.10.6 | ὥρμησαν ἐπὶ τοὺς πολεμίους. ὁ δὲ Κόιντος ἰδὼν τὴν ἔφοδον καὶ τὸ θράσος τῶν βαρβάρων τὴν μὲν ἀπόνοιαν αὐτῶν κατεπλάγη, θεωρῶν δὲ μηδενὶ λόγῳ ταύτῃ χρωμένους τοὺς ἐχθροὺς εὐθαρσὴς ἦν, ἅτε τριβὴν ἐν | |
5 | πράγμασιν ἔχων καὶ τῇ φύσει διαφερόντως ἀγχίνους | |
Hist.33.10.7 | ὑπάρχων. διόπερ ἐξαγαγὼν τὴν αὑτοῦ στρατιὰν καὶ παρακαλέσας τὰ πρέποντα τοῖς καιροῖς ᾔει βάδην | |
Hist.33.10.8 | ἐπὶ τοὺς πολεμίους. χρησάμενος δὲ συντόνῳ προσβολῇ ταχέως ἐνίκησε τοὺς ἀντιταξαμένους καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν | |
Hist.33.10.9 | προτροπάδην. οἱ δὲ Δεκιῆται (συν)ηθροισμένοι παρῆσαν, ὡς μεθέξοντες τοῖς Ὀξυβίοις τῶν αὐτῶν κινδύνων· | |
Hist.33.10.10 | ὑστερήσαντες δὲ τῆς μάχης τούς τε φεύγοντας ἐξεδέ‐ ξαντο καὶ μετ’ ὀλίγον συνέβαλον τοῖς Ῥωμαίοις μετὰ | |
Hist.33.10.11 | μεγάλης ὁρμῆς καὶ προθυμίας. ἡττηθέντες δὲ τῇ μάχῃ παραυτίκα πάντες παρέδωκαν σφᾶς αὐτοὺς καὶ | |
Hist.33.10.12 | τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν. ὁ δὲ Κόιντος κύριος γενόμενος τούτων τῶν ἐθνῶν παραυτίκα μὲν τῆς χώρας ὅσην ἐνεδέχετο προσέθηκε τοῖς Μασσαλιή‐ ταις, εἰς δὲ τὸ μέλλον ὅμηρα τοὺς Λιγυστίνους ἠνάγ‐ | |
5 | κασε διδόναι κατά τινας τακτοὺς χρόνους τοῖς Μασσα‐ | |
Hist.33.10.13 | λιήταις· αὐτὸς δὲ παροπλίσας τοὺς ἀντιταξαμένους καὶ | |
(δι)ελὼν τὴν δύναμιν ἐπὶ τὰς πόλεις αὐτοῦ τὴν παρα‐ | ||
Hist.33.10.14 | χειμασίαν ἐποιήσατο. καὶ ταῦτα μὲν ὀξεῖαν ἔλαβε καὶ τὴν ἀρχὴν καὶ τὴν συντέλειαν. — | |
Hist.33.11.1 | Ὅτι κατὰ τοὺς καιρούς, καθ’ οὓς ἐξέπεμψεν ἡ σύγκλητος τὸν Ὀπίμιον ἐπὶ τὸν τῶν Ὀξυβίων πόλεμον, ἧκε Πτολεμαῖος ὁ νεώτερος | |
Hist.33.11.2 | εἰς τὴν Ῥώμην, καὶ παρελθὼν εἰς τὴν σύγκλητον ἐποιεῖτο κατηγορίαν τἀδελφοῦ, φέρων τὴν αἰτίαν τῆς ἐπιβουλῆς | |
Hist.33.11.3 | ἐπ’ ἐκεῖνον. ἅμα δὲ τὰς ἐκ τῶν τραυμάτων οὐλὰς ὑπὸ τὴν ὄψιν δεικνὺς καὶ τὴν λοιπὴν δεινολογίαν ἀκό‐ λουθον τούτοις διατιθέμενος ἐξεκαλεῖτο τοὺς ἀνθρώ‐ | |
Hist.33.11.4 | πους πρὸς ἔλεον. ἧκον δὲ καὶ παρὰ τοῦ πρεσβυτέρου πρέσβεις οἱ περὶ τὸν Νεολαΐδαν καὶ Ἀνδρόμαχον, ἀπο‐ λογούμενοι πρὸς τὰς ὑπὸ τἀδελφοῦ γενομένας κατ‐ | |
Hist.33.11.5 | ηγορίας. ὧν ἡ σύγκλητος οὐδ’ ἀνέχεσθαι δικαιολο‐ γουμένων ἠβουλήθη, προκατειλημμένη ταῖς ὑπὸ τοῦ νεωτέρου διαβολαῖς· ἀλλὰ τούτοις μὲν ἐπανάγειν ἐκ | |
Hist.33.11.6 | τῆς Ῥώμης προσέταξεν ἐξ αὐτῆς, τῷ δὲ νεωτέρῳ πέντε πρεσβευτὰς καταστήσασα τοὺς περὶ Γνάιον Μερόλαν καὶ Λεύκιον Θέρμον καὶ πεντήρη δοῦσα τῶν πρεσβευ‐ τῶν ἑκάστῳ, τούτοις μὲν παρήγγειλε κατάγειν Πτολε‐ | |
Hist.33.11.7 | μαῖον εἰς Κύπρον, τοῖς δὲ κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν συμμάχοις ἔγραψαν ἐξεῖναι συμπράττειν τῷ | |
Πτολεμαίῳ τὰ κατὰ τὴν κάθοδον. | ||
Hist.33.12t | II. RES PERGAMI. | |
Hist.33.12.1 | Ὅτι κατὰ τὴν Ἀσίαν Ἄτταλος ἔτι κατὰ χειμῶνα συνήθροιζε μεγάλας δυνάμεις, ἅτε καὶ τῶν περὶ (τὸν) Ἀριαράθην καὶ τὸν Μιθριδάτην ἐξ‐ απεσταλκότων αὐτῷ στρατιὰν ἱππέων καὶ πεζῶν κατὰ | |
5 | τὴν συμμαχίαν, ὧν ἡγεῖτο Δημήτριος Ἀριαράθου. | |
Hist.33.12.2 | ὄντος δὲ περὶ ταύτας αὐτοῦ τὰς κατασκευάς, ἧκον ἐκ τῆς Ῥώμης οἱ δέκα πρέσβεις, οἳ καὶ συμμίξαντες αὐτῷ περὶ Κάδους καὶ κοινολογηθέντες περὶ τῶν πραγμάτων | |
Hist.33.12.3 | ὥρμησαν πρὸς τὸν Προυσίαν. ἐπειδὴ δὲ συνέμιξαν, διεσάφουν αὐτῷ τὰ παρὰ τῆς συγκλήτου μετὰ πολλῆς | |
Hist.33.12.4 | ἀνατάσεως. ὁ δὲ Προυσίας ἔνια μὲν τῶν προσταττο‐ | |
Hist.33.12.5 | μένων προσεδέχετο, τοῖς δὲ πλείστοις ἀντέλεγε. διόπερ οἱ Ῥωμαῖοι προσκόψαντες αὐτῷ τήν τε φιλίαν ἀπεί‐ παντο καὶ τὴν συμμαχίαν, καὶ πάντες ἐξ αὐτῆς ἀπηλ‐ | |
Hist.33.12.6 | λάττοντο πάλιν ὡς τὸν Ἄτταλον. ὁ δὲ Προυσίας μετανοήσας μέχρι μέν τινος ἐπηκολούθει λιπαρῶν, ἐπεὶ | |
Hist.33.12.7 | δ’ οὐδὲν ἤνυεν, ἀπαλλαγεὶς ἐν ἀμηχανίαις ἦν. οἱ δὲ Ῥωμαῖοι τὸν μὲν Ἄτταλον ἐκέλευον προκαθίσαντα τῆς αὑτοῦ χώρας μετὰ δυνάμεως αὐτὸν μὲν μὴ κατάρχειν | |
τοῦ πολέμου, ταῖς δὲ πόλεσι ταῖς αὑτοῦ καὶ ταῖς κώ‐ | ||
Hist.33.12.8 | μαις τὴν ἀσφάλειαν παρασκευάζειν· αὐτοὶ δὲ μερί‐ σαντες σφᾶς αὐτούς, οἱ μὲν ἔπλεον κατὰ σπουδὴν ἀπαγγελοῦντες τῇ συγκλήτῳ τὴν ἀπείθειαν τοῦ Πρου‐ σίου, τινὲς δ’ ἐπὶ τῆς Ἰωνίας ἐχωρίσθησαν, ἕτεροι δ’ | |
5 | ἐφ’ Ἑλλησπόντου καὶ τῶν κατὰ τὸ Βυζάντιον τόπων, | |
Hist.33.12.9 | μίαν ἔχοντες καὶ τὴν αὐτὴν πρόθεσιν ἅπαντες, ἀπὸ μὲν τῆς Προυσίου φιλίας καὶ συμμαχίας ἀποκαλεῖν τοὺς ἀνθρώπους, Ἀττάλῳ δὲ προσνέμειν τὴν εὔνοιαν καὶ συμμαχεῖν κατὰ δύναμιν. — | |
Hist.33.13.1 | Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀθήναιος κατέπλευσε | |
Hist.33.13.2 | ναυσὶ καταφράκτοις ὀγδοήκοντα· ὧν αἱ πέντε μὲν τετρήρεις ἦσαν Ῥοδίων τῶν ἀποσταλεισῶν εἰς τὸν Κρητικὸν πόλεμον, εἴκοσι δὲ Κυζικηνῶν, ἑπτὰ δ’ ἐπὶ ταῖς εἴκοσι τῶν περὶ τὸν Ἄτταλον, αἱ δὲ λοιπαὶ τῶν | |
Hist.33.13.3 | ἄλλων συμμάχων. ποιησάμενος δὲ τὸν πλοῦν ἐφ’ Ἑλλησπόντου καὶ συνάψας ταῖς πόλεσι ταῖς ὑπὸ Προυσίαν ταττομέναις ἀποβάσεις τε συνεχεῖς ἐποιεῖτο | |
Hist.33.13.4 | καὶ κακῶς διετίθει τὴν χώραν. ἡ δὲ σύγκλητος διακούσασα τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν ἀνα‐ κεχωρηκότων ἐξ αὐτῆς τρεῖς ἄλλους ἀπέστειλεν, Ἄπ‐ πιόν τε τὸν Κλαύδιον καὶ Λεύκιον Ὄππιον καὶ Αὖλον | |
Hist.33.13.5 | Ποστόμιον. οἳ καὶ παραγενόμενοι πρὸς τὴν Ἀσίαν διέλυσαν τὸν πόλεμον, εἰς τὰς τοιαύτας συνθήκας | |
Hist.33.13.6 | ἐπαγαγόμενοι τοὺς βασιλέας ἀμφοτέρους, ὥστε παρα‐ χρῆμα μὲν εἴκοσι καταφράκτους νῆας ἀποδοῦναι Πρου‐ σίαν Ἀττάλῳ, πεντακόσια δὲ τάλαντα κατενεγκεῖν (ἐν) | |
Hist.33.13.7 | ἔτεσιν εἴκοσι· τὴν δὲ χώραν ἀμφοτέρους ἔχειν ἣν καὶ | |
Hist.33.13.8 | πρότερον εἶχον, ὅτ’ εἰς τὸν πόλεμον ἐνέβαινον. διορ‐ θώσασθαι δὲ Προυσίαν καὶ τὴν καταφθορὰν τῆς χώρας τῆς τε Μηθυμναίων καὶ τῶν Αἰγαιέων καὶ τῆς Κυ‐ μαίων καὶ Ἡρακλειωτῶν, ἑκατὸν τάλαντα δόντα τοῖς | |
Hist.33.13.9 | προειρημένοις. γραφεισῶν δ’ ἐ(πὶ) τούτοις τῶν συνθηκῶν, ἀπῆγον τὰς δυνάμεις εἰς τὴν οἰκείαν οἱ | |
Hist.33.13.10 | περὶ τὸν Ἄτταλον, τὰς ναυτικὰς καὶ τὰς πεζικάς. καὶ τῆς μὲν Ἀττάλου καὶ Προυσίου διαφορᾶς τοιοῦτος ὅ τε κατὰ μέρος χειρισμὸς ἐγενήθη τῶν πράξεων *** | |
Hist.33.14t | C. OLYMP. 156, 3. I. RES ITALIAE. | |
Hist.33.14.1 | Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἐν τῇ Ῥώμῃ τῶν ἐκ τῆς Ἀχαΐας πρεσβευτῶν εἰσελθόντων εἰς τὴν σύγκλητον περὶ τῶν ἀνακεκλημένων, ἔδοξε τῷ | |
συνεδρίῳ μένειν ἐπὶ τῶν ὑποκειμένων. — | ||
Hist.33.15.1 | Ὅτι ὁ Ἡρακλείδης ἔτι τῆς θερείας ἀκμαζούσης παρῆν εἰς τὴν Ῥώμην ἄγων τὴν Λαοδίκην καὶ τὸν | |
Hist.33.15.2 | Ἀλέξανδρον. ποιούμενος δὲ τὴν παρεπιδημίαν μετὰ τερατείας ἅμα καὶ κακουργίας ἐνεχρόνιζε, κατασκευα‐ ζόμενος τὰ περὶ τὴν σύγκλητον. — | |
Hist.33.15.3 | Καὶ Ἀστυμήδης ὁ Ῥόδιος, πρεσβευτὴς ἅμα καὶ ναύαρχος καθεσταμένος, παρελθὼν ἐξ αὐτῆς εἰς τὴν σύγκλητον διελέγετο περὶ τοῦ πολέμου τοῦ πρὸς | |
Hist.33.15.4 | Κρηταιεῖς. ἡ δὲ σύγκλητος προσέχουσα τὸν νοῦν ἐπι‐ μελῶς παραχρῆμα πρεσβευτὰς ἐξαπέστειλε τοὺς περὶ Κόιντον λύσοντας τὸν πόλεμον. | |
Hist.33.16t | II. BELLUM RHODIORUM CUM CRETENSIBUS. | |
Hist.33.16.1 | Ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ Κρηταιεῖς πρε‐ σβευτὰς ἀπέστειλαν πρὸς Ἀχαιοὺς ὑπὲρ βοηθείας (τοὺς περὶ) Ἀντιφάταν Τηλεμνάστου Γορτύνιον, παραπλη‐ | |
Hist.33.16.2 | σίως δὲ καὶ Ῥόδιοι τοὺς περὶ Θευφάνην. οὔσης δὲ τῆς συνόδου τῶν Ἀχαιῶν ἐν Κορίνθῳ, καὶ δια‐ λεγομένων τῶν πρεσβευτῶν ἑκατέρων ὑπὲρ τῆς βοη‐ | |
θείας, ἔρρεπον ταῖς γνώμαις οἱ πολλοὶ μᾶλλον ἐπὶ τοὺς | ||
Hist.33.16.3 | Ῥοδίους, ἐντρεπόμενοι καὶ τὸ τῆς πόλεως ἀξίωμα καὶ | |
Hist.33.16.4 | τὴν ὅλην αἵρεσιν τῆς πολιτείας καὶ τῶν ἀνδρῶν. εἰς ἃ βλέπων Ἀντιφάτας ἐβουλήθη πάλιν ἐπεισελθεῖν, τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος ἐχρήσατο λόγοις βαρυ‐ | |
Hist.33.16.5 | τέροις ἢ κατὰ Κρῆτα καὶ σπουδαιοτέροις· καὶ γὰρ ἦν ὁ νεανίσκος οὐδαμῶς Κρητικός, ἀλλὰ πεφευγὼς τὴν | |
Hist.33.16.6 | Κρητικὴν ἀναγωγίαν. διὸ καὶ συνέβαινε τοὺς Ἀχαιοὺς ἐπιδέχεσθαι τὴν παρρησίαν αὐτοῦ καὶ μᾶλλον ἔτι διὰ (τὸ) τὸν πατέρα τοῦ προειρημένου Τηλέμναστον μετὰ πεντακοσίων Κρητῶν ἐλθόντα συμπεπολεμηκέναι | |
Hist.33.16.7 | τὸν πρὸς Νάβιν πόλεμον εὐγενῶς αὐτοῖς. πλὴν δι‐ ακούσαντες οὐδὲν ἧττον ὁρμὴν εἶχον οἱ πολλοὶ τοῖς Ῥοδίοις βοηθεῖν, ἕως Καλλικράτης ὁ Λεοντήσιος ἀνα‐ στὰς οὐκ ἔφη δεῖν οὔτε πολεμεῖν οὐδενὶ χωρὶς τῆς | |
5 | Ῥωμαίων γνώμης οὔτε βοήθειαν πέμπειν οὐδενὶ κατ’ | |
Hist.33.16.8 | οὐδενός. καὶ διὰ ταῦτα κατίσχυσε μένειν ἐπὶ τῶν ὑποκειμένων. — | |
Hist.33.17.1 | Ὅτι οἱ Ῥόδιοι δυσθετούμενοι τοῖς συμβαίνουσιν εἰς παραλόγους τινὰς ἐνέπεσαν ὁρμὰς καὶ παρασκευὰς καὶ πρὸς παραπλησίαν διάθεσιν ἦλθον τοῖς ἐν ταῖς | |
Hist.33.17.2 | πολυχρονίοις ἀρρωστίαις δυσποτμοῦσι. καὶ γὰρ ἐκεῖνοι πολλάκις, ἐπειδὰν πάντα ποιοῦντες κατὰ λόγον τῆς | |
θεραπείας καὶ πειθαρχοῦντες τοῖς ἰατροῖς μὴ δύνωνται τῆς ἐπὶ τὸ βέλτιον προκοπῆς ἅψασθαι, δυσθετούμενοι | ||
5 | τοῖς συμβαίνουσιν ἀποδυσπετεῖν ἀναγκάζονται, καὶ τινὲς μὲν θύταις καὶ μάντεσι προσέχειν, ἔνιοι δὲ πάσης | |
Hist.33.17.3 | ἐπῳδῆς καὶ παντὸς περιάμματος πεῖραν λαμβάνειν. ὃ καὶ περὶ τοὺς Ῥοδίους συνέβαινε· πάντων γὰρ αὐτοῖς παρὰ δόξαν ἀπαντωμένων, ἠναγκάζοντο παντὶ τῷ λεγο‐ μένῳ προσέχειν καὶ πᾶσαν ἐλπίδα σωματοποιεῖν καὶ | |
Hist.33.17.4 | προσδέχεσθαι. καὶ τοῦτ’ ἐδόκουν πάσχειν εἰκότως· ὅταν γὰρ μηδὲν ἀνύηται (τῶν) κατὰ λόγον, δέῃ δὲ κατ’ ἀνάγκην ἐνεργεῖσθαι τὸ συνεχές, ἀπάγκη πεῖραν λαμ‐ | |
Hist.33.17.5 | βάνειν καὶ τῶν παρὰ λόγον. διὸ καὶ Ῥόδιοι ἐμπεσόντες εἰς τοιαύτην διάθεσιν ἐποίησάν τι τῶν γινομένων καὶ ὃν ἀπεδοκίμασαν ἄρχοντα, τοῦτον πάλιν εἵλοντο ἄρχοντα, καὶ ἄλλα τινὰ παράλογα. | |
Hist.33.18t | D. OLYMP. 156, 4. I. RES ITALIAE. | |
Hist.33.18.1 | Ὅτι πρέσβεων διαφόρων παραγενομένων εἰς τὴν Ῥώμην ἡ σύγκλητος πρῶτον μὲν εἰσεκαλέσατο τὸν | |
Hist.33.18.2 | Εὐμένους τοῦ βασιλέως υἱὸν Ἄτταλον· παραγεγόνει γὰρ ἔτι παῖς ὢν κατὰ τὸν καιρὸν τοῦτον εἰς Ῥώμην χάριν τοῦ τῇ τε συγκλήτῳ συσταθῆναι καὶ τὰς πατρι‐ | |
Hist.33.18.3 | κὰς ἀνανεώσασθαι φιλίας καὶ ξενίας. οὗτος μὲν οὖν φιλανθρώπως ὑπό τε τῆς συγκλήτου καὶ τῶν πατρικῶν φίλων ἀποδεχθεὶς καὶ λαβὼν ἀποκρίσεις ἃς ἐβούλετο καὶ τιμὰς ἁρμοζούσας τῇ καθ’ αὑτὸν ἡλικίᾳ, | |
Hist.33.18.4 | μετά τινας ἡμέρας ἐπανῆλθεν εἰς τὴν οἰκείαν, πασῶν αὐτὸν τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἐκτενῶς καὶ | |
Hist.33.18.5 | μεγαλοψύχως ἀποδεξαμένων κατὰ τὴν δίοδον. ἧκε δὲ καὶ Δημήτριος κατὰ τὸν αὐτὸν καιρόν, τυχὼν δὲ μετρίας ἀποδοχῆς ὡς παῖς αὖθις ἀνεχώρησεν εἰς τὴν οἰκείαν. | |
Hist.33.18.6 | ὁ δ’ Ἡρακλείδης κεχρονικὼς ἐν τῇ Ῥώμῃ παρῆλθεν εἰς τὴν σύγκλητον, ἔχων μεθ’ ἑαυτοῦ τὴν Λαοδίκην | |
Hist.33.18.7 | καὶ τὸν Ἀλέξανδρον. πρῶτον μὲν οὖν ὁ νεανίσκος ἐποιήσατό τινας μετρίους λόγους, ἠξίου δὲ Ῥωμαίους μνησθῆναι τῆς πρὸς τὸν Ἀντίοχον τὸν αὑτοῦ πατέρα φιλίας καὶ συμμαχίας, μάλιστα δὲ συγκατασκευάζειν | |
Hist.33.18.8 | αὑτῷ τὴν βασιλείαν· εἰ δὲ μή, συγχωρῆσαι τὴν κάθ‐ οδον καὶ μὴ κωλῦσαι τοὺς βουλομένους συμπράττειν αὐτῷ πρὸς τὸ καθικέσθαι τῆς πατρῴας ἀρχῆς. | |
Hist.33.18.9 | ὁ δ’ Ἡρακλείδης παραλαβὼν τὸν λόγον καὶ πολλήν τινα ποιησάμενος Ἀντιόχου μὲν μνείαν ἐπ’ ἀγαθῷ, Δημητρίου δὲ κατηγορίαν, εἰς τοῦτο κατήντησεν ὅτι δεῖ συγχωρεῖν τὴν κάθοδον τῷ τε νεανίσκῳ καὶ τῇ | |
5 | Λαοδίκῃ κατὰ τὸ δίκαιον, οὖσιν Ἀντιόχου τοῦ βασι‐ | |
Hist.33.18.10 | λέως ἐκγόνοις κατὰ φύσιν. τοῖς μὲν οὖν μετρίοις τῶν ἀνθρώπων οὐδὲν ἤρεσκε τούτων, ἀλλὰ καὶ τὴν κατα‐ σκευὴν τοῦ δράματος ἐνενόουν καὶ τὸν Ἡρακλείδην | |
Hist.33.18.11 | ἐβδελύττοντο προφανῶς. οἱ δὲ πολλοὶ τεθεραπευμένοι ταῖς Ἡρακλείδου γοητείαις συγκατηνέχθησαν ἐπὶ τὸ | |
Hist.33.18.12 | γράφειν δόγμα τοιοῦτον· “Ἀλέξανδρος καὶ Λαοδίκη, βασιλέως υἱοί, φίλου καὶ συμμάχου ἡμετέρου γεγενη‐ μένου, ἐπελθόντες ἐπὶ τὴν σύγκλητον λόγους ἐποιή‐ | |
Hist.33.18.13 | σαντο· ἡ δὲ σύγκλητος αὐτοῖς ἐξουσίαν ἔδωκεν ἐπὶ τὴν πατρῴαν ἀρχὴν καταπορεύεσθαι, καὶ βοηθεῖν αὐτοῖς, | |
Hist.33.18.14 | ὡς ἠξίουν, ἔδοξεν.” ὁ δ’ Ἡρακλείδης ἐπιλαβόμενος τῆς ἀφορμῆς ταύτης εὐθέως ἐξενολόγει καὶ προσεκαλεῖτο τῶν ἐπιφανῶν ἀνδρῶν *** ἀφικόμενος δ’ εἰς τὴν Ἔφεσον ἐγίνετο περὶ τὴν παρασκευὴν τῆς προκειμένης ἐπιβολῆς. | |
Hist.33.19t | II. RES SYRIAE. | |
Hist.33.19.1 | Καὶ Δημήτριον δέ φησι, τὸν ἐκ τῆς Ῥώμη ὁμηρείαν διαφυγόντα, ἐν τῇ τρίτῃ καὶ τριακοστῇ βασι‐ λεύσαντα Σύρων πολυπότην ὄντα τὸ πλεῖστον τῆς ἡμέρας μεθύσκεσθαι. | |
Hist.33.20t | E. FRAGMENTA INCERTAE SEDIS. | |
Hist.33.20.1 | Ὅτι ὅταν ἅπαξ οἱ πολλοὶ σχῶσιν ὁρμὴν πρὸς | |
τὸ φιλεῖν ἢ μισεῖν τινας ὑπερβαλλόντως, πᾶσα πρόφασις ἱκανὴ γίνεται πρὸς τὸ συντελεῖν τὰς αὑτῶν προθέσεις. — | ||
Hist.33.21.1 | Ἀλλὰ γὰρ ὀκνῶ μή ποτ’ εἰς τὸ περιφερόμενον ἐμπεσὼν λάθω, πότερον ὁ τὸν τράγον ἀμέλγων ἀφρο‐ νέστερος ἢ ὁ τὸ κόσκινον ὑπέχων· δοκῶ γὰρ δὴ κἀγὼ πρὸς ὁμολογουμένην ψευδολογίαν ἀκριβολογούμενος | |
5 | καὶ τὸν ἐπιμετροῦντα λόγον εἰσφέρων παραπλήσιόν τι | |
Hist.33.21.2 | ποιεῖν. διὸ καὶ μάτην τελέως περὶ τούτων λέγειν, εἰ μή τις καὶ γράφειν ἐνύπνια βούλεται καὶ θεωρεῖν | |
ἐγρηγορότος ἐνύπνια. | ||
Hist.34t1 | FRAGMENTA LIBRI XXXIV. | |
Hist.34.1t | A. FRAGMENTA GRAECA. I. GENERALIA NONNULLA. DE ARGUMENTO HUIUS LIBRI. | |
Hist.34.1.1 | Οἱ δ’ ἐν τῇ κοινῇ τῆς ἱστορίας γραφῇ χωρὶς ἀπο‐ | |
Hist.34.1.2 | δείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν, καθάπερ Ἔφο‐ ρός τε ἐποίησε καὶ Πολύβιος. — | |
Hist.34.1.3 | Πολύβιος ... φήσας περὶ τῶν Ἑλληνικῶν καλῶς μὲν Εὔδοξον, κάλλιστα δ’ Ἔφορον ἐξηγεῖσθαι περὶ | |
Hist.34.1.4 | κτίσεων, συγγενειῶν, μεταναστάσεων, ἀρχηγετῶν, ἡμεῖς δέ, φησί, τὰ νῦν ὄντα δηλώσομεν καὶ περὶ θέσεως | |
Hist.34.1.5 | τόπων καὶ διαστημάτων· τοῦτο γάρ ἐστιν οἰκειότατον | |
Hist.34.1.6 | χωρογραφίᾳ. ἀλλὰ μὴν σύγε, ὦ Πολύβιε, ὁ τὰς λαο‐ δογματικὰς ἀποφάσεις περὶ τῶν διαστημάτων εἰσάγων οὐκ ἐν τοῖς ἔξω τῆς Ἑλλάδος μόνον, ἀλλὰ καὶ ἐν τοῖς Ἑλληνικοῖς * καὶ διδοῖς εὐθύνας τὰς μὲν Ποσειδωνίῳ, | |
5 | τὰς δ’ Ἀρτεμιδώρῳ, τὰς δ’ ἄλλοις πλείοσι. — | |
Hist.34.1.7 | Πολύβιος οὖν ὁ ἱστοριογράφος πεπραγμάτευται βι‐ βλίον, ὃ ἐπιγραφὴν ἔχει “περὶ τῆς ὑπὸ τὸν ἰσημερινὸν οἰκήσεως”. αὕτη δέ ἐστιν ἐν μέσῃ τῇ διακεκαυμένῃ | |
Hist.34.1.8 | ζώνῃ. καί φησιν οἰκεῖσθαι τοὺς τόπους καὶ εὐκρατο‐ τέραν ἔχειν τὴν οἴκησιν τῶν περὶ τὰ πέρατα τῆς δια‐ κεκαυμένης ζώνης κατοικούντων. καὶ ἃ μὲν ἱστορίας φέρει τῶν κατωπτευκότων τὰς οἰκήσεις καὶ ἐπιμαρτυ‐ | |
5 | ρούντων τοῖς φαινομένοις, ἃ δὲ ἐπιλογίζεται ἐπὶ τῆς | |
Hist.34.1.9 | φυσικῆς περὶ τὸν ἥλιον ὑπαρχούσης κινήσεως. ὁ γὰρ ἥλιος περὶ μὲν τοὺς τροπικοὺς κύκλους πολὺν ἐπιμένει χρόνον κατά τε τὴν πρόσοδον τὴν πρὸς αὐτοὺς καὶ τὴν ἀποχώρησιν, ὥστε σχεδὸν ἐφ’ ἡμέρας τετταράκοντα | |
Hist.34.1.10 | μένει πρὸς αἴσθησιν ἐπὶ (τῶν) τροπικῶν κύκλων. [δι’ ἣν αἰτίαν καὶ τὰ μεγέθη τῶν ἡμερῶν σχεδὸν ἐφ’ ἡμέρας μʹ τὰ αὐτὰ διαμένει.] ὅθεν ἐπιμονῆς γινομένης πρὸς τὰς οἰκήσεις τὰς κειμένας ὑπὸ τοὺς τροπικοὺς | |
5 | ἀνάγκη ἐκπυροῦσθαι τὴν οἴκησιν καὶ ἀοίκητον γίνεσθαι | |
Hist.34.1.11 | διὰ τὴν τοῦ καύματος ὑπερβολήν. ἀπὸ δὲ τοῦ ἰσημερι‐ νοῦ κύκλου ταχείας συμβαίνει τὰς ἀποχωρήσεις γίνεσθαι. [ὅθεν καὶ τὰ μεγέθη τῶν ἡμερῶν περὶ τὰς ἰσημερίας μεγάλας λαμβάνει τὰς παραυξήσεις.] εὔλογον οὖν καὶ | |
5 | τὰς ὑπὸ τὸν ἰσημερινὸν κειμένας οἰκήσεις εὐκρατοτέρας ὑπάρχειν, ἐπιμονῆς μὲν (οὐ) γινομένης ἐπὶ τοῦ κατὰ | |
κορυφὴν σημείου, ταχέως δὲ ἀποχωροῦντος τοῦ ἡλίου. | ||
Hist.34.1.12 | πάντες γὰρ οἱ μεταξὺ τῶν τροπικῶν κύκλων οἰκοῦντες παρὰ τὴν πάροδον ὁμοίως κεῖνται τοῦ ἡλίου· πλείονας δὲ χρόνους ἐπιμένει τοῖς περὶ τοὺς τροπικοὺς οἰκοῦσι. | |
Hist.34.1.13 | δι’ ἣν αἰτίαν εὐκρατοτέρας εἶναι συμβέβηκε τὰς ὑπὸ τὸν ἰσημερινὸν οἰκήσεις, αἵτινες κεῖνται ἐν μέσῃ τῇ διακεκαυμένῃ ζώνῃ, τῶν περὶ τὰ πέρατα τῆς διακεκαυ‐ μένης οἰκήσεων, αἵτινες ὑπὸ τοὺς τροπικοὺς κύκλους | |
5 | κεῖνται. — | |
Hist.34.1.14 | Πολύβιος δὲ ποιεῖ ζώνας ἕξ, δύο μὲν τὰς τοῖς ἀρκτικοῖς ὑποπιπτούσας, δύο δὲ τὰς μεταξὺ τούτων τε καὶ τῶν τροπικῶν (καὶ δύο τὰς μεταξὺ τούτων) καὶ τοῦ ἰσημερινοῦ. — | |
Hist.34.1.15 | Ὁ δὲ Πολύβιος τοῦτο μὲν οὐκ εὖ, τὸ ποιεῖν τινας ζώνας τοῖς ἀρκτικοῖς διοριζομένας, δύο μὲν τὰς ὑπο‐ πιπτούσας αὐτοῖς, δύο δὲ τὰς μεταξὺ τούτων καὶ τῶν τροπικῶν. — | |
Hist.34.1.16 | Εἰ δ’, ὥσπερ Ἐρατοσθένης φησίν, ἡ ὑποπίπτουσα τῷ ἰσημερινῷ ἐστιν εὔκρατος, καθάπερ καὶ Πολύβιος ὁμο‐ δοξεῖ—προστίθησι δ’ οὗτος καὶ διότι ὑψηλοτάτη ἐστί· διόπερ καὶ κατομβρεῖται, τῶν βορείων νεφῶν κατὰ | |
5 | τοὺς ἐτησίας ἐκεῖ τοῖς ἀναστήμασι προσπιπτόντων πλείστων— πολὺ κρεῖττον τρίτην εὔκρατον ταύτην ποιεῖν στενήν τινα, ἢ τὰς ὑπὸ τοῖς τροπικοῖς εἰσάγειν. — | |
Hist.34.1.17 | Ἐνίσταται δ’ ὁ Ποσειδώνιος τῷ Πολυβίῳ, διότι φησὶ | |
τὴν ὑπὸ τῷ ἰσημερινῷ οἴκησιν ὑψηλοτάτην. — | ||
Hist.34.1.18 | Περὶ δὲ τοῦ ἀριθμοῦ αὐτῶν πολλὴ διαφωνία τοῖς μετ’ αὐτὸν γέγονεν· οἱ μὲν γὰρ ἓξ αὐτὰς εἶπον, ὡς Πολύβιος καὶ Ποσειδώνιος, τὴν διακεκαυμένην εἰς δύο διαιροῦντες. | |
Hist.34.2t | II. DE ULIXIS NAVIGATIONE, PROPE SICILIAM PRAESERTIM. | |
Hist.34.2.1 | Ἐκ μηδενὸς δὲ ἀληθοῦς ἀνάπτειν κενὴν | |
Hist.34.2.2 | τερατολογίαν οὐχ Ὁμηρικόν. προσπίπτει γάρ, ὡς εἰκός, ὡς πιθανώτερον ἂν οὕτω τις ψεύδοιτο, εἰ καταμίσγοι | |
Hist.34.2.3 | τι καὶ αὐτῶν τῶν ἀληθινῶν· ὅπερ καὶ Πολύβιός φησι περὶ τῆς Ὀδυσσέως πλάνης ἐπιχειρῶν. — | |
Hist.34.2.4 | Καὶ Πολύβιος δ’ ὀρθῶς ὑπονοεῖ τὰ περὶ τῆς πλά‐ | |
Hist.34.2.5 | νης. τὸν γὰρ Αἴολον τὸν προσημαίνοντα τοὺς ἔκπλους ἐν τοῖς κατὰ τὸν πορθμὸν τόποις ἀμφιδρόμοις οὖσι καὶ δυσέκπλοις διὰ τὰς παλιρροίας ταμίαν τε εἰρῆσθαι | |
Hist.34.2.6 | τῶν ἀνέμων καὶ βασιλέα νενομίσθαι φησί, καθάπερ Δαναὸν μὲν τὰ ὑδρεῖα τὰ ἐν Ἄργει παραδείξαντα, Ἀτρέα δὲ τοῦ ἡλίου τὸν ὑπεναντίον τῷ οὐρανῷ δρό‐ μον, μάντεις τε καὶ ἱεροσκοπουμένους ἀποδείκνυσθαι | |
Hist.34.2.7 | βασιλέας· τούς θ’ ἱερέας τῶν Αἰγυπτίων καὶ Χαλδαίους καὶ Μάγους σοφίᾳ τινὶ διαφέροντας τῶν ἄλλων ἡγεμονίας καὶ τιμῆς τυγχάνειν παρὰ τοῖς πρὸ | |
Hist.34.2.8 | ἡμῶν. οὕτω δὲ καὶ τῶν θεῶν ἕνα ἕκαστον τῶν χρη‐ | |
Hist.34.2.9 | σίμων τινὸς εὑρετὴν γενόμενον τιμᾶσθαι. ταῦτα δὲ | |
προοικονομησάμενος οὐκ ἐᾷ τὸν Αἴολον ἐν μύθου σχήματι ἀκούεσθαι, οὐδ’ ὅλην τὴν Ὀδυσσέως πλάνην, ἀλλὰ μικρὰ μὲν προσμεμυθεῦσθαι, καθάπερ καὶ τῷ Ἰλιακῷ πολέμῳ, | ||
Hist.34.2.10 | τὸ δ’ ὅλον περὶ Σικελίαν καὶ τῷ ποιητῇ πεποιῆσθαι καὶ τοῖς ἄλλοις συγγραφεῦσιν, ὅσοι τἀπιχώρια λέγουσι | |
Hist.34.2.11 | τὰ περὶ τὴν Ἰταλίαν καὶ Σικελίαν. οὐκ ἐπαινεῖ δὲ οὐδὲ τὴν τοιαύτην τοῦ Ἐρατοσθένους ἀπόφασιν, διότι φησὶ τότ’ ἂν εὑρεῖν τινα ποῦ Ὀδυσσεὺς πεπλάνηται, ὅταν εὕρῃ τὸν σκυτέα τὸν συρράψαντα τὸν τῶν ἀνέ‐ | |
Hist.34.2.12 | μων ἀσκόν. καὶ τοῦτο δ’ οἰκείως εἰρῆσθαι τοῖς συμ‐ βαίνουσι περὶ τὸ Σκύλλαιον καὶ τὴν θήραν τῶν γαλεω‐ τῶν, τὸ ἐπὶ τῆς Σκύλλης, | |
Hist.34.2.13 | αὐτοῦ δ’ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα, δελφῖνάς τε κύνας τε καὶ εἴ ποθι μεῖζον ἕλῃσι κῆτος. | |
Hist.34.2.14 | τοὺς γὰρ θύννους ἀγεληδὸν φερομένους παρὰ τὴν Ἰταλίαν, ἐπειδὰν ἐκπέσωσι καὶ κωλυθῶσι τῆς Σικελίας ἅψασθαι, περιπίπτειν τοῖς μείζοσι τῶν ζῴων, οἷον δελφί‐ | |
Hist.34.2.15 | νων καὶ κυνῶν καὶ ἄλλων κητωδῶν, ἐκ δὲ τῆς θήρας αὐτῶν πιαίνεσθαι τοὺς γαλεώτας, οὓς καὶ ξιφίας λέγε‐ | |
Hist.34.2.16 | σθαι καὶ κύνας φησί. συμβαίνειν γὰρ ταὐτὸν ἐνθάδε καὶ κατὰ τὰς ἀναβάσεις τοῦ Νείλου καὶ τῶν ἄλλων ὑδάτων, ὅπερ ἐπὶ πυρὸς καὶ ὕλης ἐμπιπραμένης· ἁθροι‐ ζόμενα γὰρ τὰ θηρία φεύγειν τὸ πῦρ ἢ τὸ ὕδωρ | |
5 | καὶ βορὰν γίνεσθαι τοῖς κρείττοσι. | |
Hist.34.3.1 | Ταῦτα δ’ εἰπὼν διηγεῖται τῶν γαλεωτῶν θήραν, ἣ | |
Hist.34.3.2 | συνίσταται περὶ τὸ Σκύλλαιον. σκοπὸς γὰρ ἐφέστηκε κοινὸς ὑφορμοῦσιν ἐν δικώποις σκαφιδίοις πολλοῖς, | |
Hist.34.3.3 | δύο καθ’ ἕκαστον σκαφίδιον. καὶ ὁ μὲν ἐλαύνει, ὁ δ’ ἐπὶ τῆς πρῴρας ἕστηκε δόρυ ἔχων, σημήναντος τοῦ σκοποῦ τὴν ἐπιφάνειαν τοῦ γαλεώτου· φέρεται δὲ | |
Hist.34.3.4 | τὸ τρίτον μέρος ἔξαλον τὸ ζῷον. συνάψαντος δὲ τοῦ σκάφους ὁ μὲν ἔπληξεν ἐκ χειρός, εἶτ’ ἐξέσπασεν ἐκ | |
Hist.34.3.5 | τοῦ σώματος τὸ δόρυ χωρὶς τῆς ἐπιδορατίδος· ἀγκιστρώ‐ δης τε γάρ ἐστι καὶ χαλαρῶς ἐνήρμοσται τῷ δόρατι ἐπίτηδες, καλῴδιον δ’ ἔχει μακρὸν ἐξημμένον. τοῦτ’ ἐπιχαλῶσι τῷ τρωθέντι, τέως ἂν κάμῃ σφαδᾷζον | |
Hist.34.3.6 | καὶ ὑποφεῦγον· τότε δ’ ἕλκουσιν ἐπὶ τὴν γῆν ἢ εἰς τὸ σκάφος ἀναλαμβάνουσιν, ἐὰν μὴ μέγα ᾖ τελέως τὸ | |
Hist.34.3.7 | σῶμα. κἂν ἐκπέσῃ δὲ εἰς τὴν θάλατταν τὸ δόρυ, οὐκ ἀπόλωλεν· ἔστι γὰρ πηκτὸν ἔκ τε δρυὸς καὶ ἐλάτης, ὥστε βαπτιζομένου τοῦ δρυΐνου βάρει μετέωρον εἶναι | |
Hist.34.3.8 | τὸ λοιπὸν καὶ εὐανάληπτον. συμβαίνειν δέ ποτε καὶ τιτρώσκεσθαι διὰ τοῦ σκαφιδίου τὸν κωπηλάτην διὰ τὸ μέγεθος τοῦ ξίφους τῶν γαλεωτῶν καὶ τὸ τὴν ἀκμὴν τοῦ ζῴου συαγρώδη εἶναι καὶ τὴν θήραν. | |
Hist.34.3.9 | Ἔκ τε δὴ τῶν τοιούτων εἰκάζοι τις ἄν, φησί, περὶ Σικελίαν γενέσθαι τὴν πλάνην κατὰ τὸν Ὅμηρον, ὅτι | |
τῇ Σκύλλῃ προσῆψε τὴν τοιαύτην θήραν, ἣ μάλιστ’ | ||
Hist.34.3.10 | ἐπιχώριός ἐστι τῷ Σκυλλαίῳ, καὶ ἐκ τῶν περὶ τῆς Χαρύβδεως λεγομένων ὁμοίων τοῖς τοῦ πορθμοῦ | |
Hist.34.3.11 | πάθεσι. τὸ δὲ τρὶς μὲν γάρ τ’ ἀνίησιν | |
Hist.34.3.12 | ἀντὶ τοῦ δὶς γραφικὸν εἶναι ἁμάρτημα ἢ ἱστορικόν. καὶ τὰ ἐν τῇ Μήνιγγι δὲ τοῖς περὶ τῶν Λωτοφάγων εἰρημένοις συμφωνεῖν. | |
Hist.34.4.1 | Εἰ δέ τινα μὴ συμφωνεῖ, μεταβολὰς αἰτιᾶσθαι δεῖν ἢ ἄγνοιαν ἢ καὶ ποιητικὴν ἐξουσίαν, ἣ συνέστηκεν | |
Hist.34.4.2 | ἐξ ἱστορίας καὶ διαθέσεως καὶ μύθου. τῆς μὲν οὖν ἱστορίας ἀλήθειαν εἶναι τέλος, ὡς ἐν Νεῶν κατα‐ λόγῳ τὰ ἑκάστοις τόποις συμβεβηκότα λέγοντος τοῦ ποιητοῦ, τὴν μὲν πετρήεσσαν, τὴν δὲ ἐσχατόωσαν πόλιν, | |
Hist.34.4.3 | ἄλλην δὲ πολυτρήρωνα, τὴν δ’ ἀγχίαλον· τῆς δὲ δια‐ θέσεως ἐνέργειαν εἶναι τὸ τέλος, ὡς ὅταν μαχομένους | |
Hist.34.4.4 | εἰσάγῃ, μύθου δὲ ἡδονὴν καὶ ἔκπληξιν. τὸ δὲ πάντα πλάττειν οὐ πιθανὸν οὐδ’ Ὁμηρικόν· τὴν γὰρ ἐκείνου ποίησιν φιλοσόφημα πάντας νομίζειν, οὐχ ὡς Ἐρατο‐ σθένης φησί, κελεύων μὴ κρίνειν πρὸς τὴν διάνοιαν | |
Hist.34.4.5 | τὰ ποιήματα μηδ’ ἱστορίαν ἀπ’ αὐτῶν ζητεῖν. πιθα‐ νώτερόν τε τὸ ἔνθεν δ’ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν ἐν βραχεῖ διαστήματι δέχεσθαι—οἱ γὰρ ὀλοοὶ οὐκ | |
5 | εὐθύδρομοι— ἢ ἐξωκεανίζειν, ὡς ἂν οὐρίων πνεόντων | |
Hist.34.4.6 | συνεχῶς. συνθεὶς δὲ τὸ διάστημα τὸ ἐκ Μαλεῶν ἐπὶ στήλας σταδίων δισμυρίων καὶ δισχιλίων πεντακοσίων, εἰ, φησί, τοῦτο θείημεν ἐν ταῖς ἐννέα ἡμέραις διηνύσθαι ἰσοταχῶς, ἑκάστης ἂν ἡμέρας ὁ πλοῦς συμβαίνοι στα‐ | |
Hist.34.4.7 | δίων δισχιλίων πεντακοσίων. τίς οὖν ἱστόρηκεν ἐκ Λυκίας ἢ Ῥόδου δευτεραῖόν τινα ἀφιγμένον εἰς Ἀλε‐ ξάνδρειαν, ὄντος τοῦ διαστήματος σταδίων τετρακισχι‐ | |
Hist.34.4.8 | λίων; πρὸς δὲ τοὺς ἐπιζητοῦντας πῶς τρὶς εἰς Σικελίαν ἐλθὼν οὐδ’ ἅπαξ διὰ τοῦ πορθμοῦ πέπλευκεν Ὀδυσσεύς, ἀπολογεῖται διότι καὶ οἱ ὕστερον ἔφευγον ἅπαντες τὸν πλοῦν τοῦτον. τοιαῦτα μὲν εἴρηκεν. | |
Hist.34.5t | III. CONTRA PRIORES SCRIPTORES GEOGRAPHICOS DISPUTAT POLYBIUS. | |
Hist.34.5.1 | Πολύβιος δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺς μὲν ἀρχαίους ἐᾶν φησι, τοὺς δ’ ἐκείνους ἐλέγχοντας ἐξ‐ ετάζειν Δικαίαρχόν τε καὶ Ἐρατοσθένη τὸν τελευταῖον | |
Hist.34.5.2 | πραγματευσάμενον περὶ γεωγραφίας καὶ Πυθέαν, ὑφ’ οὗ παρακρουσθῆναι πολλούς, ὅλην μὲν τὴν Βρεττανι‐ κὴν ἐμβαδὸν ἐπελθεῖν φάσκοντος, τὴν δὲ περίμετρον πλειόνων ἢ τεττάρων μυριάδων ἀποδόντος τῆς νήσου, | |
Hist.34.5.3 | προσιστορήσαντος δὲ καὶ τὰ περὶ τῆς Θούλης καὶ τῶν τόπων ἐκείνων, ἐν οἷς οὔτε γῆ καθ’ αὑτὴν ὑπῆρχεν ἔτι οὔτε θάλαττα οὔτ’ ἀήρ, ἀλλὰ σύγκριμά τι ἐκ | |
Hist.34.5.4 | τούτων πλεύμονι θαλαττίῳ ἐοικός, ἐν ᾧ φησι τὴν γῆν καὶ τὴν θάλατταν αἰωρεῖσθαι καὶ τὰ σύμπαντα, καὶ τοῦτον ὡς ἂν δεσμὸν εἶναι τῶν ὅλων, μήτε πορευτὸν | |
Hist.34.5.5 | μήτε πλωτὸν ὑπάρχοντα. τὸ μὲν οὖν τῷ πλεύμονι ἐοικὸς αὐτὸς ἑωρακέναι, τἄλλα δὲ λέγειν ἐξ ἀκοῆς. | |
Hist.34.5.6 | ταῦτα μὲν τὰ τοῦ Πυθέου, καὶ διότι ἐπανελθὼν ἐν‐ θένδε πᾶσαν ἐπέλθοι τὴν παρωκεανῖτιν τῆς Εὐρώπης | |
Hist.34.5.7 | ἀπὸ Γαδείρων ἕως Τανάιδος· φησὶ δ’ οὖν ὁ Πολύβιος ἄπιστον καὶ αὐτὸ τοῦτο πῶς ἰδιώτῃ ἀνθρώπῳ καὶ πένητι τὰ τοσαῦτα διαστήματα πλωτὰ καὶ πορευτὰ γένοιτο. | |
Hist.34.5.8 | τὸν δ’ Ἐρατοσθένη διαπορήσαντα εἰ χρὴ πιστεύειν τούτοις, ὅμως περί τε τῆς Βρεττανικῆς πεπιστευκέναι | |
Hist.34.5.9 | καὶ τῶν κατὰ Γάδειρα καὶ τὴν Ἰβηρίαν. πολὺ δέ φησι βέλτιον τῷ Μεσσηνίῳ πιστεύειν ἢ τούτῳ· ὁ μέντοι γε εἰς μίαν χώραν τὴν Παγχαίαν λέγει πλεῦσαι· ὁ δὲ καὶ μέχρι τῶν τοῦ κόσμου περάτων κατωπτευκέναι τὴν | |
5 | προσάρκτιον τῆς Εὐρώπης πᾶσαν, ἣν οὐδ’ ἂν τῷ Ἑρμῇ | |
Hist.34.5.10 | πιστεύσαι τις λέγοντι. Ἐρατοσθένη δὲ τὸν μὲν Εὐή‐ μερον Βεργαῖον καλεῖν, Πυθέᾳ δὲ πιστεύειν, καὶ ταῦτα | |
Hist.34.5.11 | μηδὲ Δικαιάρχου πιστεύσαντος. τὸ μὲν οὖν “μηδὲ Δικαιάρχου πιστεύσαντος” γελοῖον, ὥσπερ ἐκείνῳ κανόνι χρήσασθαι προσῆκον, καθ’ οὗ τοσούτους ἐλέγχους αὐτὸς | |
Hist.34.5.12 | προφέρεται· Ἐρατοσθένους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια | |
Hist.34.5.13 | καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια. ἀλλ’ ἐκείνῳ μὲν καὶ Δικαιάρχῳ συγγνώμη τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους· Πολυβίῳ δὲ καὶ Ποσειδωνίῳ τίς ἂν συγγνοίη; | |
Hist.34.5.14 | ἀλλὰ μὴν Πολύβιός γέ ἐστιν ὁ λαοδογματικὰς καλῶν ἀποφάσεις, ἃς ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τό‐ ποις διαστημάτων καὶ ἐν ἄλλοις πολλοῖς, ἀλλ’ οὐδ’ ἐν | |
Hist.34.6.1 | οἷς ἐκείνους ἐλέγχει καθαρεύων. τοῦ γοῦν Δι‐ καιάρχου μυρίους μὲν εἰπόντος τοὺς ἐπὶ στήλας ἀπὸ τῆς Πελοποννήσου σταδίους, πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν Ἀδρίαν μέχρι τοῦ μυχοῦ, τοῦ δ’ ἐπὶ στή‐ | |
5 | λας τὸ μέχρι τοῦ πορθμοῦ τρισχιλίους ἀποδόντος, ὡς γίνεσθαι τὸ λοιπὸν ἑπτακισχιλίους τὸ ἀπὸ πορθμοῦ μέχρι | |
Hist.34.6.2 | στηλῶν, τοὺς μὲν τρισχιλίους ἐᾶν φησιν εἴτ’ εὖ λαμ‐ βάνονται εἴτε μή, τοὺς δ’ ἑπτακισχιλίους οὐδετέρως, οὔτε τὴν παραλίαν ἐκμετροῦντι οὔτε τὴν διὰ μέσου | |
Hist.34.6.3 | τοῦ πελάγους. τὴν μὲν γὰρ παραλίαν ἐοικέναι μάλιστ’ ἀμβλείᾳ γωνίᾳ, βεβηκυίᾳ ἐπί τε τοῦ πορθμοῦ καὶ τῶν | |
Hist.34.6.4 | στηλῶν, κορυφὴν δ’ ἐχούσῃ Νάρβωνα, ὥστε συνίστα‐ σθαι τρίγωνον, βάσιν ἔχον τὴν διὰ τοῦ πελάγους εὐθεῖαν, πλευρὰς δὲ τὰς τὴν γωνίαν ποιούσας τὴν | |
Hist.34.6.5 | λεχθεῖσαν· ὧν ἡ μὲν ἀπὸ τοῦ πορθμοῦ μέχρι Νάρβω‐ νος μυρίων ἐστὶ καὶ πλειόνων ἢ διακοσίων ἐπὶ τοῖς χιλίοις, ἡ δὲ λοιπὴ μικρῷ λεῖπον [ἐλαττόνων ἢ] ὀκτα‐ | |
Hist.34.6.6 | κισχιλίων. καὶ μὴν πλεῖστον μὲν διάστημα ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην ὁμολογεῖσθαι κατὰ τὸ Τυρ‐ ρηνικὸν πέλαγος σταδίων οὐ πλειόνων ἢ τρισχιλίων, | |
Hist.34.6.7 | κατὰ τὸ Σαρδόνιον δὲ λαμβάνειν συναγωγήν. ἀλλ’ ἔστω, φησί, καὶ ἐκεῖνο τρισχιλίων, προειλήφθω δ’ ἐπὶ τούτοις δισχιλίων σταδίων τὸ τοῦ κόλπου βάθος τοῦ κατὰ Νάρβωνα, ὡς ἂν κάθετος ἀπὸ τῆς κορυφῆς ἐπὶ | |
Hist.34.6.8 | τὴν βάσιν τοῦ ἀμβλυγωνίου. δῆλον οὖν, φησίν, ἐκ τῆς παιδικῆς μετρήσεως ὅτι ἡ σύμπασα παραλία ἡ ἀπὸ τοῦ | |
πορθμοῦ ἐπὶ στήλας ἔγγιστα ὑπερέχει τῆς διὰ τοῦ | ||
Hist.34.6.9 | πελάγους εὐθείας πεντακοσίοις σταδίοις. προστεθέντων δὲ τῶν ἀπὸ τῆς Πελοποννήσου ἐπὶ τὸν πορθμὸν τρισ‐ χιλίων, οἱ σύμπαντες ἔσονται στάδιοι, αὐτοὶ οἱ ἐπ’ εὐθείας, πλείους ἢ διπλάσιοι ὧν Δικαίαρχος εἶπε. | |
Hist.34.6.10 | πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν μυχὸν τὸν Ἀδριατι‐ κὸν δεήσει, φησί, τιθέναι κατ’ ἐκεῖνον. | |
Hist.34.6.11 | Ἀλλ’, ὦ φίλε Πολύβιε, φαίη τις ἄν, ὥσπερ τούτου τοῦ ψεύσματος ἐναργῆ παρίστησι τὸν ἔλεγχον ἡ πεῖρα | |
Hist.34.6.12 | ἐξ αὐτῶν ὧν εἴρηκας αὐτός, εἰς μὲν Λευκάδα ἐκ Πελο‐ ποννήσου ἑπτακοσίους, ἐντεῦθεν δὲ τοὺς ἴσους εἰς Κόρκυραν, καὶ πάλιν ἐντεῦθεν εἰς τὰ Κεραύνια τοὺς ἴσους καὶ ἐν δεξιᾷ εἰς τὴν Ἰαπυδίαν ἀπὸ τῶν Κεραυνίων | |
5 | τὴν Ἰλλυρικὴν παραλίαν σταδίων ἑξακισχιλίων | |
Hist.34.6.13 | ἑκατὸν πεντήκοντα, οὕτως κἀκεῖνα ψεύσματά ἐστιν ἀμφότερα, καὶ ὃ Δικαίαρχος εἶπε, τὸ ἀπὸ πορθμοῦ ἐπὶ στήλας εἶναι σταδίων ἑπτακισχιλίων, καὶ ὃ σὺ δοκεῖς | |
Hist.34.6.14 | ἀποδεῖξαι· ὁμολογοῦσι γὰρ οἱ πλεῖστοι λέγοντες τὸ διὰ πελάγους μυρίων εἶναι καὶ δισχιλίων. — | |
Hist.34.6.15 | Πῶς οὐκ ἂν εἰκότως δόξειεν ὑπερβεβηκέναι καὶ ἀπολεληρηκέναι τὸν Βεργαῖον Ἀντιφάνην καὶ καθόλου μηδενὶ καταλιπεῖν ὑπερβολὴν ἀνοίας τῶν | |
ἐπιγινομένων; — | ||
Hist.34.7.1 | Ἑξῆς δὲ τὰ τοῦ Ἐρατοσθένους ἐπανορθοῖ, τὰ μὲν | |
Hist.34.7.2 | εὖ, τὰ δὲ χεῖρον λέγων ἢ ἐκεῖνος. ἐξ Ἰθάκης μὲν γὰρ εἰς Κόρκυραν τριακοσίους εἰπόντος, πλείους φησὶν εἶναι τῶν ἐνακοσίων, ἐξ Ἐπιδάμνου δὲ εἰς Θεσσαλονίκειαν ἐνακοσίους ἀποδόντος, πλείους τῶν δισχιλίων φησί. | |
Hist.34.7.3 | ταῦτα μὲν εὖ, ἀπὸ δὲ Μασσαλίας ἐπὶ στήλας λέγοντος ἑπτακισχιλίους, ἀπὸ δὲ Πυρήνης ἑξακισχιλίους, αὐτὸς λέγει χεῖρον πλείους ἢ ἐνακισχιλίους τοὺς ἀπὸ Μασσα‐ λίας, ἀπὸ δὲ Πυρήνης μικρὸν ἐλάττους ἢ ὀκτακισχιλίους· | |
Hist.34.7.4 | ἐγγυτέρω γὰρ τῆς ἀληθείας ἐκεῖνος εἴρηκεν. οἱ γὰρ νῦν ὁμολογοῦσιν, εἴ τις τὰς τῶν ὁδῶν ἀνωμαλίας ὑπο‐ τέμνοιτο, μὴ μείζω τῶν ἑξακισχιλίων σταδίων εἶναι τὸ μῆκος τὴν σύμπασαν Ἰβηρίαν ἀπὸ Πυρήνης ἕως τῆς | |
Hist.34.7.5 | ἑσπερίου πλευρᾶς. ὁ δ’ αὐτὸν τὸν Τάγον ποταμὸν ὀκτακισχιλίων τίθησι τὸ μῆκος ἀπὸ τῆς πηγῆς μέχρι τῶν ἐκβολῶν, οὐ δήπου τὸ σὺν τοῖς σκολιώμασιν— οὐ γὰρ γεωγραφικὸν τοῦτο—ἀλλ’ ἐπ’ εὐθείας λέγων· | |
5 | καίτοι γε ἀπὸ Πυρήνης αἱ τοῦ Τάγου πηγαὶ πλέον | |
Hist.34.7.6 | διέχουσιν ἢ χιλίους σταδίους. πάλιν δὲ τοῦτο μὲν ὀρθῶς ἀποφαίνεται ὅτι ἀγνοεῖ τὰ Ἰβηρικὰ ὁ Ἐρατοσθένης καὶ διότι περὶ αὐτῆς ἔσθ’ ὅπου τὰ μαχόμενα ἀποφαίνεται, | |
Hist.34.7.7 | ὅς γε μέχρι Γαδείρων ὑπὸ Γαλατῶν περιοικεῖσθαι φήσας (τὰ) ἔξωθεν αὐτῆς, εἴ γε τὰ πρὸς δύσιν τῆς Εὐρώπης μέχρι Γαδείρων ἔχουσιν ἐκεῖνοι, τούτων ἐκλαθόμενος κατὰ τὴν τῆς Ἰβηρίας περίοδον τῶν | |
Hist.34.7.8 | Γαλατῶν οὐδαμοῦ μέμνηται. τὸ (δὲ) μῆκος τῆς Εὐρώ‐ πης ὅτι ἔλαττόν ἐστι τοῦ συνάμφω τῆς τε Λιβύης καὶ τῆς Ἀσίας ἐκθείς, οὐκ ὀρθῶς τὴν σύγκρισιν | |
Hist.34.7.9 | ποιεῖται. τὸ μὲν γὰρ στόμα τὸ κατὰ στήλας φησὶν ὅτι κατὰ τὴν ἰσημερινὴν δύσιν ἐστίν, ὁ δὲ Τάναϊς ῥεῖ | |
Hist.34.7.10 | ἀπὸ θερινῆς ἀνατολῆς· ἐλαττοῦται δὴ τοῦ συνάμφω μήκους τῷ μεταξὺ τῆς θερινῆς ἀνατολῆς καὶ τῆς ἰσημερινῆς· τοῦτο γὰρ ἡ Ἀσία προλαμβάνει πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν τοῦ πρὸς τὰς ἄρκτους | |
5 | ἡμικυκλίου. — | |
Hist.34.7.11 | Προπεπτωκυίας δὲ τῆς Εὐρώπης ἄκραις πλείοσι, βέλτιον μὲν οὗτος εἴρηκε περὶ αὐτῶν Ἐρατοσθένους, | |
Hist.34.7.12 | οὔπω δὲ ἱκανῶς. ἐκεῖνος μὲν γὰρ τρεῖς ἔφη, τὴν ἐπὶ τὰς στήλας καθήκουσαν, ἐφ’ ἧς ἡ Ἰβηρία, καὶ τὴν ἐπὶ τὸν πορθμόν, ἐφ’ ἧς ἡ Ἰταλία, καὶ τρίτην τὴν κατὰ Μαλέας, ἐφ’ ἧς τὰ μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ | |
Hist.34.7.13 | Εὐξείνου πάντ’ ἔθνη καὶ τοῦ Τανάιδος· οὗτος δὲ τὰς μὲν δύο τὰς πρώτας ὁμοίως ἐκτίθεται, τρίτην δὲ τὴν κατὰ Μαλέας καὶ Σούνιον, ἐφ’ ἧς ἡ Ἑλλὰς πᾶσα καὶ ἡ | |
Hist.34.7.14 | Ἰλλυρὶς καὶ τῆς Θρᾴκης τινά, τετάρτην δὲ τὴν κατὰ τὴν Θρᾳκίαν χερρόνησον, ἐφ’ ἧς τὰ κατὰ Σηστὸν καὶ Ἄβυδον στενά—ἔχουσι δ’ αὐτὴν Θρᾷκες—πέμπτην δὲ τὴν κατὰ τὸν Κιμμερικὸν Βόσπορον καὶ τὸ στόμα | |
5 | τῆς Μαιώτιδος. | |
Hist.34.8t | IV. DE LUSITANIA. | |
Hist.34.8.1 | Πολύβιος δ’ ὁ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τρια‐ κοστῇ τῶν Ἱστοριῶν περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι κατὰ βάθος | |
ἐν τῇ αὐτόθι θαλάττῃ πεφυτευμέναι, ὧν τὸν καρπὸν | ||
Hist.34.8.2 | σιτουμένους τοὺς θύννους πιαίνεσθαι. διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. — | |
Hist.34.8.3 | Λέγει δ’ ὁ Πολύβιος καὶ μέχρι τῆς Λατίνης ἐκ‐ πίπτειν τὴν βάλανον ταύτην, εἰ μὴ ἄρα, φησί, καὶ ἡ Σαρδὼ φέρει καὶ ἡ πλησιόχωρος ταύτῃ. — | |
Hist.34.8.4 | Τὴν κατὰ Λυσιτανίαν—χώρα δ’ ἐστὶν αὕτη τῆς Ἰβηρίας, ἣν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι—δι‐ ηγούμενος εὐδαιμονίαν Πολύβιος ὁ Μεγαλοπολίτης ... ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν φησιν | |
5 | ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ ἄνθρωποι, καὶ οἱ ἐν τῇ χώρᾳ καρποὶ | |
Hist.34.8.5 | οὐδέποτε φθείρονται· ῥόδα μὲν γὰρ αὐτόθι καὶ λευκόια καὶ ἀσπάραγοι καὶ τὰ παραπλήσια τούτοις οὐ πλεῖον | |
Hist.34.8.6 | διαλείπει μηνῶν τριῶν, τὸ δὲ θαλάττιον ὄψον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν χρηστότητα καὶ κατὰ τὸ κάλλος μεγάλην ἔχει διαφορὰν πρὸς τὸ γινόμενον ἐν | |
Hist.34.8.7 | τῇ καθ’ ἡμᾶς θαλάττῃ. καὶ ὁ μὲν τῶν κριθῶν Σικε‐ λικὸς μέδιμνός ἐστι δραχμῆς, ὁ δὲ τῶν πυρῶν ἐννέα | |
Hist.34.8.8 | ὀβολῶν Ἀλεξανδρεινῶν· τοῦ δ’ οἴνου δραχμῆς ὁ μετρη‐ τὴς καὶ ἔριφος ὁ μέτριος ὀβολοῦ καὶ λαγώς. τῶν δ’ ἀρνῶν τριώβολον καὶ τετρώβολον ἡ τιμή. ὗς δὲ πίων ἑκατὸν μνᾶς ἄγων πέντε δραχμῶν καὶ πρόβατον δυεῖν. | |
Hist.34.8.9 | τάλαντον δὲ σύκων τριῶν ὀβολῶν, μόσχος δραχμῶν | |
Hist.34.8.10 | πέντε καὶ βοῦς ζύγιμος δέκα. τὰ δὲ τῶν ἀγρίων ζῴων κρέα σχεδὸν οὐδὲ κατηξιοῦτο τιμῆς, ἀλλ’ ἐν ἐπιδόσει καὶ χάριτι τὴν ἀλλαγὴν ποιοῦνται τούτων. | |
Hist.34.9t | V. DE HISPANIA. | |
Hist.34.9.1 | Τοὺς δ’ ἐνοικοῦντας Τουρδητανούς τε καὶ Τουρδού‐ λους προσαγορεύουσιν, οἱ μὲν τοὺς αὐτοὺς νομί‐ | |
Hist.34.9.2 | ζοντες, οἱ δ’ ἑτέρους· ὧν ἐστι καὶ Πολύβιος, συνοίκους φήσας τοῖς Τουρδητανοῖς πρὸς ἄρκτον τοὺς Τουρ‐ δούλους. — | |
Hist.34.9.3 | Τῇ δὲ τῆς χώρας εὐδαιμονίᾳ καὶ τὸ ἥμερον καὶ τὸ πολιτικὸν συνηκολούθησε τοῖς Τουρδητανοῖς, καὶ τοῖς Κελτικοῖς δὲ διὰ τὴν γειτνίασιν, ὡς δ’ εἴρηκε Πολύβιος, διὰ τὴν συγγένειαν. — | |
Hist.34.9.4 | Καὶ Δικαίαρχος δὲ καὶ Ἐρατοσθένης καὶ Πολύβιος καὶ οἱ πλεῖστοι τῶν Ἑλλήνων περὶ τὸν πορθμὸν ἀπο‐ φαίνουσι τὰς στήλας. — | |
Hist.34.9.5 | Φησὶ δὲ ὁ Πολύβιος κρήνην ἐν τῷ Ἡρακλείῳ τῷ ἐν Γαδείροις εἶναι, βαθμῶν ὀλίγων κατάβασιν ἔχουσαν εἰς τὸ ὕδωρ, πότιμον, ἣν ταῖς παλιρροίαις τῆς θαλάττης ἀντιπαθεῖν, κατὰ μὲν τὰς πλήμας ἐκλείπουσαν, | |
Hist.34.9.6 | κατὰ δὲ τὰς ἀμπώτεις πληρουμένην. αἰτιᾶται δ’ ὅτι τὸ πνεῦμα τὸ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν τῆς γῆς ἐκπῖπτον, καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος | |
κατὰ τὰς ἐπιβάσεις τῆς θαλάττης, εἴργεται τῶν οἰκείων | ||
5 | τοιούτων ἐξόδων, ἀναστρέψαν δὲ εἰς τὸ ἐντὸς ἐμφράττει | |
Hist.34.9.7 | τοὺς τῆς πηγῆς πόρους καὶ ποιεῖ λειψυδρίαν· γυμνω‐ θείσης δὲ πάλιν εὐθυπορῆσαν ἐλευθεροῖ τὰς φλέβας τῆς πηγῆς, ὥστ’ ἀναβλύειν εὐπόρως. — | |
Hist.34.9.8 | Πολύβιος δὲ τῶν περὶ Καρχηδόνα Νέαν ἀργυρείων μνησθεὶς μέγιστα μὲν εἶναί φησι, διέχειν δὲ τῆς πόλεως ὅσον εἴκοσι σταδίους, περιειληφότα κύκλον τετρακοσίων | |
Hist.34.9.9 | σταδίων, ὅπου τέτταρας μυριάδας ἀνθρώπων μένειν τῶν ἐργαζομένων, ἀναφέροντας τότε τῷ δήμῳ τῶν Ῥωμαίων καθ’ ἑκάστην ἡμέραν δισμυρίας καὶ πεντα‐ | |
Hist.34.9.10 | κισχιλίας δραχμάς. τὴν δὲ κατεργασίαν τὴν μὲν ἄλλην ἐῶ—μακρὰ γάρ ἐστι—, τὴν δὲ συρτὴν βῶλον τὴν ἀργυρῖτίν φησι κόπτεσθαι καὶ κοσκίνοις εἰς ὕδωρ διαττᾶσθαι· κόπτεσθαι δὲ πάλιν τὰς ὑποστάσεις καὶ | |
5 | πάλιν διηθουμένας ἀποχεομένων τῶν ὑδάτων κόπτε‐ | |
Hist.34.9.11 | σθαι· τὴν δὲ πέμπτην ὑπόστασιν χωνευθεῖσαν, ἀπο‐ χυθέντος τοῦ μολίβδου, καθαρὸν τὸν ἄργυρον ἐξάγειν. — | |
Hist.34.9.12 | Πολύβιος δὲ καὶ τὸν Ἄναν καὶ τοῦτον ἐκ τῆς Κελτιβηρίας ῥεῖν φησι, διέχοντας ἀλλήλων ὅσον ἐνα‐ κοσίους σταδίους. — | |
Hist.34.9.13 | Πολύβιος δὲ τὰ τῶν Οὐακκαίων καὶ τῶν Κελτι‐ βήρων ἔθνη καὶ χωρία διεξιὼν συλλέγει ταῖς ἄλλαις πόλεσι καὶ Σεγεσάμαν καὶ Ἰντερκατίαν. — | |
Hist.34.9.14 | Τοιοῦτον δέ τινα ὑφίσταται τῇ κατασκευῇ καὶ λαμ‐ | |
πρότητι (οἵανπερ) Πολύβιος Ἴβηρός τινος βασιλέως οἰκίαν. | ||
Hist.34.9.15 | ὃν καὶ ἐζηλωκέναι λέγει τὴν τῶν Φαιάκων τρυφὴν πλὴν τοῦ τοὺς κρατῆρας ἐν μέσῳ τῆς οἰκίας ἑστάναι πλήρεις οἴνου κριθίνου, ἀργυροῦς ὄντας καὶ χρυσοῦς. | |
Hist.34.10t | VI. DE GALLIA. | |
Hist.34.10.1 | Πολύβιος δ’ ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν μετὰ τὴν Πυρήνην φησὶν ἕως τοῦ Νάρ‐ βωνος ποταμοῦ πεδίον εἶναι, δι’ οὗ φέρεσθαι ποτα‐ μοὺς Ἰλλέβεριν καὶ Ῥόσκυνον, ῥέοντας παρὰ πόλεις | |
Hist.34.10.2 | ὁμωνύμους, κατοικουμένας ὑπὸ Κελτῶν. ἐν οὖν τῷ πεδίῳ τούτῳ εἶναι τοὺς λεγομένους ἰχθῦς ὀρυκτούς. | |
Hist.34.10.3 | εἶναι δὲ τὸ πεδίον λεπτόγειον καὶ πολλὴν ἄγρωστιν ἔχον πεφυκυῖαν· ὑπὸ δὲ ταύτην διάμμου τῆς γῆς οὔσης ἐπὶ δύο καὶ τρεῖς πήχεις, ὑπορρεῖν τὸ πλαζόμενον ἀπὸ | |
Hist.34.10.4 | τῶν ποταμῶν ὕδωρ, μεθ’ οὗ ἰχθύες κατὰ τὰς παρ‐ εκχύσεις ὑποτρέχοντες ὑπὸ τὴν γῆν χάριν τῆς τροφῆς— φιληδοῦσι γὰρ τῇ τῆς ἀγρώστεως ῥίζῃ—πεποιήκασι πᾶν τὸ πεδίον πλῆρες ἰχθύων ὑπογείων, οὓς ἀν‐ | |
5 | ορύττοντες λαμβάνουσιν. — | |
Hist.34.10.5 | Περὶ δὲ τῶν τοῦ Ῥοδανοῦ στομάτων Πολύβιος ... ἐπιτιμᾷ Τιμαίῳ, φήσας εἶναι μὴ πεντάστομον, ἀλλὰ δίστομον. — | |
Hist.34.10.6 | Ὁ δὲ Λίγηρ μεταξὺ Πικτόνων τε καὶ Ναμνιτῶν ἐκ‐ | |
βάλλει. πρότερον δὲ Κορβιλὼν ὑπῆρχεν ἐμπόριον ἐπὶ τούτῳ τῷ ποταμῷ, περὶ ἧς εἴρηκε Πολύβιος, μνησθεὶς | ||
Hist.34.10.7 | τῶν ὑπὸ Πυθέου μυθολογηθέντων, ὅτι Μασσαλιωτῶν μὲν τῶν συμμιξάντων Σκιπίωνι οὐδεὶς εἶχε λέγειν οὐδὲν μνήμης ἄξιον, ἐρωτηθεὶς ὑπὸ τοῦ Σκιπίωνος περὶ τῆς Βρετταννικῆς, οὐδὲ τῶν ἐκ Νάρβωνος οὐδὲ τῶν ἐκ | |
5 | Κορβιλῶνος, αἵπερ ἦσαν ἄρισται πόλεις τῶν ταύτῃ, Πυθέας δ’ ἐθάρρησε τοσαῦτα ψεύσασθαι. — | |
Hist.34.10.8 | Φησὶ δὲ Πολύβιος καὶ ἰδιόμορφόν τι γεννᾶσθαι ζῷον ἐν αὐταῖς, ἐλαφοειδὲς τὸ σχῆμα πλὴν αὐχένος | |
Hist.34.10.9 | καὶ τριχώματος, ταῦτα δ’ ἐοικέναι κάπρῳ· ὑπὸ δὲ τῷ γενείῳ πυρῆνα ἴσχειν ὅσον σπιθαμιαῖον ἀκρόκομον, πωλικῆς κέρκου τὸ πάχος. — | |
Hist.34.10.10 | Ἔτι φησὶ Πολύβιος ἐφ’ ἑαυτοῦ κατ’ Ἀκυληίαν μάλιστα ἐν τοῖς Ταυρίσκοις τοῖς Νωρικοῖς εὑρεθῆναι χρυσεῖον οὕτως εὐφυὲς ὥστ’ ἐπὶ δύο πόδας ἀποσύραντι τὴν ἐπιπολῆς γῆν εὐθὺς ὀρυκτὸν εὑρίσκεσθαι | |
Hist.34.10.11 | χρυσόν. τὸ δ’ ὄρυγμα μὴ πλειόνων ὑπάρχειν ἢ πεντε‐ | |
Hist.34.10.12 | καίδεκα ποδῶν. εἶναι δὲ τοῦ χρυσοῦ τὸν μὲν αὐτόθεν καθαρόν, κυάμου μέγεθος ἢ θέρμου, τοῦ ὀγδόου μέρους μόνον ἀφεψηθέντος, τὸν δὲ δεῖσθαι μὲν χωνείας πλείο‐ | |
Hist.34.10.13 | νος, σφόδρα δὲ λυσιτελοῦς. συνεργασαμένων δὲ τοῖς βαρβαροῖς τῶν Ἰταλιωτῶν ἐν διμήνῳ, παραχρῆμα τὸ χρυσίον εὐωνότερον γενέσθαι τῷ τρίτῳ μέρει καθ’ | |
Hist.34.10.14 | ὅλην τὴν Ἰταλίαν. αἰσθομένους δὲ τοὺς Ταυρίσκους μονοπωλεῖν ἐκβαλόντας τοὺς συνεργαζομένους. — | |
Hist.34.10.15 | Ὁ δ’ αὐτὸς ἀνὴρ περὶ τοῦ μεγέθους τῶν Ἄλπεων | |
καὶ τοῦ ὕψους λέγων παραβάλλει τὰ ἐν τοῖς Ἕλλησιν ὄρη τὰ μέγιστα, τὸ Ταΰγετον, τὸ Λύκαιον, Παρνασσόν, Ὄλυμπον, Πήλιον, Ὄσσαν, ἐν δὲ Θρᾴκῃ Αἷμον, Ῥοδόπην, | ||
Hist.34.10.16 | Δούνακα. καί φησιν ὅτι τούτων μὲν ἕκαστον μικροῦ δεῖν αὐθημερὸν εὐζώνοις ἀναβῆναι δυνατόν, αὐθημερὸν | |
Hist.34.10.17 | δὲ καὶ περιελθεῖν, τὰς δ’ Ἄλπεις οὐδ’ ἂν πεμπταῖος ἀναβαίη τις· τὸ δὲ μῆκός ἐστι δισχιλίων καὶ διακοσίων | |
Hist.34.10.18 | σταδίων τὸ παρῆκον παρὰ τὰ πεδία. τέτταρας δ’ ὑπερ‐ βάσεις ὀνομάζει μόνον, διὰ Λιγύων μὲν τὴν ἔγγιστα τῷ Τυρρηνικῷ πελάγει, εἶτα τὴν διὰ Ταυρίνων, ἣν Ἀννίβας διῆλθεν, εἶτα τὴν διὰ Σαλασσῶν, τετάρτην | |
Hist.34.10.19 | δὲ τὴν διὰ Ῥαιτῶν, ἁπάσας κρημνώδεις. λίμνας δὲ εἶναί φησιν ἐν τοῖς ὄρεσι πλείους μέν, τρεῖς δὲ μεγά‐ λας, ὧν ἡ μὲν Βήνακος ἔχει μῆκος πεντακοσίων σταδίων, πλάτος δὲ (ἑκατὸν) τριάκοντα, ἐκρεῖ δὲ ποτα‐ | |
Hist.34.10.20 | μὸς Μίγκιος· ἡ δ’ ἑξῆς Λάριος τετρακοσίων, πλάτος δὲ στενωτέρα τῆς πρότερον, ἐξίησι δὲ ποταμὸν τὸν | |
Hist.34.10.21 | Ἀδούαν· τρίτη δὲ Οὐερβανὸς μῆκος ἐγγὺς τριακοσίων σταδίων, πλάτος δὲ τριάκοντα, ποταμὸν δὲ ἐξίησι μέγαν Τίκινον. πάντες δ’ εἰς τὸν Πάδον συρρέουσι. | |
Hist.34.11t | VII. DE ITALIA. | |
Hist.34.11.1 | Πολύβιος δὲ διάφορον οἶνον ἐν Καπύῃ φησὶ γίνε‐ σθαι τὸν ἀναδενδρίτην καλούμενον, ᾧ μηδένα συγ‐ | |
κρίνεσθαι. — | ||
Hist.34.11.2 | Φησὶ δὲ Πολύβιος πεζῇ μὲν εἶναι τὴν παραλίαν τὴν ἀπὸ Ἰαπυγίας μέχρι πορθμοῦ καὶ τρισχιλίων σταδίων, κλύζεσθαι δ’ αὐτὴν τῷ Σικελικῷ πελάγει, πλέοντι δὲ καὶ πεντακοσίων δέουσαν. — | |
Hist.34.11.3 | Τῆς δὲ Τυρρηνίας μῆκος μὲν τὸ μέγιστον εἶναί φασι τὴν παραλίαν ἀπὸ Λούνης μέχρι Ὠστίων δισχιλίων που καὶ πεντακοσίων σταδίων· πλάτος δὲ τοῦ ἡμίσους ἔλαττον τὸ πρὸς τοῖς ὄρεσιν. εἰς μὲν οὖν Πίσας ἀπὸ | |
5 | Λούνης πλείους τῶν τετρακοσίων σταδίων εἰσίν, ἐντεῦθεν δ’ εἰς Οὐολατέρρας διακόσιοι ὀγδοήκοντα, πάλιν δ’ ἐν‐ θένδε εἰς Ποπλώνιον διακόσιοι ἑβδομήκοντα, ἐκ δὲ Ποπλωνίου εἰς Κόσαν ἐγγὺς ὀκτακόσιοι, οἱ δὲ ἑξακόσιοί φασι. Πολύβιος δ’ οὐκ εὖ καὶ τοὺς πάντας χιλίους | |
10 | τριακοσίους τριάκοντα λέγει. — | |
Hist.34.11.4 | Αἰθάλη, νῆσος Τυρσηνῶν ... Πολύβιος δ’ ἐν τριακοστῇ τετάρτῃ λέγει Αἰθάλειαν τὴν Λῆμνον κα‐ λεῖσθαι. — | |
Hist.34.11.5 | Καλοῦσι δ’ αὐτὸν Κρατῆρα, ἀπὸ τοῦ Μισηνοῦ μέχρι τοῦ Ἀθηναίου, δυεῖν ἀκρωτηρίων, κολπούμενον. ὑπὲρ δὲ τούτων τῶν ᾐόνων Καμπανία πᾶσα ἵδρυται, πεδίον | |
Hist.34.11.6 | εὐδαιμονέστατον τῶν ἁπάντων ... Ἀντίοχος μὲν οὖν φησι τὴν χώραν ταύτην Ὀπικοὺς οἰκῆσαι, τούτους δὲ | |
Hist.34.11.7 | καὶ Αὔσονας καλεῖσθαι. Πολύβιος δ’ ἐμφαίνει δύο ἔθνη νομίζων ταῦτα· Ὀπικοὺς γάρ φησι καὶ Αὔσονας οἰκεῖν τὴν χώραν ταύτην περὶ τὸν Κρατῆρα. — | |
Hist.34.11.8 | Πολύβιος δ’ ἀπὸ τῆς Ἰαπυγίας μεμιλιάσθαι φησί, καὶ εἶναι μίλια πεντακόσια ἑξήκοντα δύο εἰς *Σίλαν πόλιν, ἐντεῦθεν δ’ εἰς Ἀκυληίαν ἑκατὸν ἑβδομήκοντα ὀκτώ. — | |
Hist.34.11.9 | Μετὰ δὲ ταύτας τὸ Λακίνιον, Ἥρας ἱερόν, πλούσιόν | |
Hist.34.11.10 | ποτε ὑπάρξαν καὶ πολλῶν ἀναθημάτων μεστόν. τὰ διάρματα δ’ οὐκ εὐκρινῶς λέγεται· πλὴν ὥς γε ἐπὶ τὸ πολὺ σταδίους ἀπὸ πορθμοῦ μέχρι Λακινίου Πολύβιος | |
Hist.34.11.11 | ἀποδίδωσι χιλίους καὶ τριακοσίους, ἐντεῦθεν δὲ καὶ δίαρμα εἰς ἄκραν Ἰαπυγίαν ἑπτακοσίους. — | |
Hist.34.11.12 | Πολύβιος δὲ τῶν τριῶν κρατήρων τὸν μὲν κατερ‐ | |
Hist.34.11.13 | ρυηκέναι φησὶν ἐκ μέρους, τοὺς δὲ συμμένειν· τὸν δὲ μέγιστον τὸ χεῖλος ἔχειν περιφερὲς ὂν πέντε σταδίων, κατ’ ὀλίγον δὲ συνάγεσθαι εἰς πεντήκοντα ποδῶν | |
Hist.34.11.14 | διάμετρον· καθ’ οὗ βάθος εἶναι τὸ μέχρι θαλάττης σταδιαῖον, ὥστε καθορᾶν ταῖς νηνεμίαις. [εἰ δὲ ταῦτ’ ἐστὶ πιστά, οὐκ ἀπιστητέον ἴσως οὐδὲ τοῖς περὶ Ἐμ‐ | |
Hist.34.11.15 | πεδοκλέους μυθολογηθεῖσιν.] ἐὰν μὲν οὖν νότος μέλλῃ πνεῖν, ἀχλὺν ὁμιχλώδη καταχεῖσθαι κύκλῳ φησὶ τῆς νησῖδος, ὥστε μηδὲ τὴν Σικελίαν ἄπωθεν φαίνεσθαι· | |
Hist.34.11.16 | ὅταν δὲ βορέας, φλόγας καθαρὰς ἀπὸ τοῦ λεχθέντος κρατῆρος εἰς ὕψος ἐξαίρεσθαι καὶ βρόμους ἐκπέμπεσθαι | |
Hist.34.11.17 | μείζους· τὸν δὲ ζέφυρον μέσην τινὰ ἔχειν τάξιν. τοὺς δ’ ἄλλους κρατῆρας ὁμοειδεῖς μὲν εἶναι, τῇ δὲ βίᾳ | |
Hist.34.11.18 | λείπεσθαι τῶν ἀναφυσημάτων· ἔκ τε δὴ τῆς διαφορᾶς τῶν βρόμων καὶ ἐκ τοῦ πόθεν ἄρχεται τὰ ἀναφυσή‐ ματα καὶ αἱ φλόγες καὶ αἱ λιγνύες προσημαίνεσθαι καὶ τὸν εἰς ἡμέραν τρίτην πάλιν μέλλοντα ἄνεμον πνεῖν. | |
Hist.34.11.19 | τῶν γοῦν ἐν Λιπάραις γενομένης ἀπλοίας προειπεῖν τινάς φησι τὸν ἐσόμενον (ἄνεμον) καὶ μὴ διαψεύσα‐ | |
Hist.34.11.20 | σθαι. ἀφ’ οὗ δὴ τὸ μυθωδέστατον δοκοῦν εἰρῆσθαι τῷ ποιητῇ οὐ μάτην φαίνεσθαι λεχθέν, ἀλλ’ αἰνιξαμένου τὴν ἀλήθειαν, ὅταν φῇ ταμίαν τῶν ἀνέμων τὸν Αἴολον. | |
Hist.34.12t | VIII. DE THRACIA, MACEDONIA, GRAECIA. | |
Hist.34.12.1 | Καὶ ἄλλα δ’ οὐ πιστὰ λέγει, τό τε συντετρῆσθαι τὰ πελάγη *** ἀπὸ τοῦ εὑρίσκεσθαι κέραμόν τε Χῖον καὶ Θάσιον ἐν τῷ Νάρωνι, καὶ τὸ ἄμφω κατοπτεύεσθαι τὰ πελάγη ἀπό τινος ὄρους, καὶ τῶν νήσων τῶν Λιβυρνίδων | |
5 | *τιθείς, ὥστε κύκλον ἔχειν σταδίων καὶ πεντακοσίων, καὶ τὸ τὸν Ἴστρον ἑνὶ τῶν στομάτων εἰς τὸν Ἀδρίαν ἐμ‐ | |
Hist.34.12.2 | βάλλειν. τοιαῦτα δὲ καὶ τοῦ Ἐρατοσθένους ἔνια παρ‐ ακούσματά ἐστι λαοδογματικά, καθάπερ Πολύβιός φησι | |
καὶ περὶ αὐτοῦ καὶ τῶν ἄλλων λέγων συγγραφέων. — | ||
Hist.34.122a | Ἐκ δὲ τῆς Ἀπολλωνίας εἰς Μακεδονίαν ἡ Ἐγνατία ἐστὶν ὁδὸς πρὸς ἕω, βεβηματισμένη κατὰ μίλιον καὶ κατεστηλωμένη μέχρι Κυψέλων καὶ Ἕβρου ποταμοῦ· | |
Hist.34.12.3 | μιλίων δ’ ἐστὶ πεντακοσίων τριάκοντα πέντε. λογιζομένῳ δέ, ὡς μὲν οἱ πολλοί, τὸ μίλιον ὀκταστάδιον τετρα‐ κισχίλιοι ἂν εἶεν στάδιοι καὶ ἐπ’ αὐτοῖς διακόσιοι ὀγδοή‐ | |
Hist.34.12.4 | κοντα, ὡς δὲ Πολύβιος, προστιθεὶς τῷ ὀκτασταδίῳ δί‐ πλεθρον, ὅ ἐστι τρίτον σταδίου, προσθετέον ἄλλους σταδίους ἑκατὸν ἑβδομήκοντα ὀκτώ, τὸ τρίτον τοῦ τῶν | |
Hist.34.12.5 | μιλίων ἀριθμοῦ. συμβαίνει δ’ ἀπὸ ἴσου διαστήματος συμπίπτειν εἰς τὴν αὐτὴν ὁδὸν τούς τ’ ἐκ τῆς Ἀπολ‐ | |
Hist.34.12.6 | λωνίας ὁρμηθέντας καὶ τοὺς ἐξ Ἐπιδάμνου. ἡ μὲν οὖν πᾶσα Ἐγνατία καλεῖται, ἡ δὲ πρώτη ἐπὶ Κανδαουίας λέγεται, ὄρους Ἰλλυρικοῦ, διὰ Λυχνιδοῦ πόλεως καὶ Πυλῶνος, τόπου ὁρίζοντος ἐν τῇ ὁδῷ τήν τε Ἰλλυρίδα | |
Hist.34.12.7 | καὶ τὴν Μακεδονίαν. ἐκεῖθεν δ’ ἐστὶ παρὰ Βαρ‐ νοῦντα διὰ Ἡρακλείας καὶ Λυγκηστῶν καὶ Ἐορδῶν εἰς | |
Hist.34.12.8 | Ἔδεσσαν καὶ Πέλλαν μέχρι Θεσσαλονικείας· μίλια δ’ ἐστί, φησὶ Πολύβιος, ταῦτα διακόσια ἑξήκοντα ἑπτά. — | |
Hist.34.12.9 | Ὅτι ἐκ Περίνθου εἰς Βυζάντιόν εἰσιν ἑξακόσιοι τριά‐ κοντα, ἀπὸ δὲ Ἕβρου καὶ Κυψέλων εἰς Βυζάντιον μέχρι Κυανέων τρισχίλιοι ἑκατόν, ὥς φησιν Ἀρτεμίδωρος, τὸ δὲ σύμπαν μῆκος ἀπὸ Ἰονίου κόλπου τοῦ κατὰ Ἀπολ‐ | |
5 | λωνίαν μέχρι Βυζαντίου ἑπτακισχίλιοι τριακόσιοι εἴκοσι· | |
Hist.34.12.10 | προστίθησι δ’ ὁ Πολύβιος καὶ ἄλλους ἑκατὸν ὀγδοήκοντα, τὸ τρίτον τοῦ σταδίου προσλαμβάνων ἐπὶ τοῖς ὀκτὼ τοῦ | |
μιλίου σταδίοις. | ||
Hist.34.12.11 | Ἡ δὲ περίμετρος μὴ κατακολπίζοντι τετρακισχιλίων σταδίων, ὡς Πολύβιος. — | |
Hist.34.12.12 | Πολυβίου δ’ εἰρηκότος τὸ ἀπὸ Μαλεῶν ἐπὶ τὰς ἄρκτους μέχρι τοῦ Ἴστρου διάστημα περὶ μυρίους στα‐ δίους, εὐθύνει τοῦτο ὁ Ἀρτεμίδωρος οὐκ ἀτόπως .... κατ’ ἐκεῖνον δὴ συμβαίνει τὸ ἐκ (τοῦ Ἴστρου ἐπὶ Μαλ)έας | |
5 | ἑξακισχιλίων πεντακοσίων. αἴτιον δὲ τούτου τὸ μὴ τὴν σύντομον καταμετρεῖν ἀλλὰ τὴν τυχοῦσαν, ἣν ἐπο‐ ρεύθη τῶν στρατηγῶν τις. | |
Hist.34.13t | IX. DE ASIA. | |
Hist.34.13.1 | Τὰ δ’ ἐπ’ εὐθείας τούτοις μέχρι τῆς Ἰνδικῆς τὰ αὐτὰ κεῖται καὶ παρὰ τῷ Ἀρτεμιδώρῳ, ἅπερ καὶ παρὰ τῷ Ἐρατοσθένει. λέγει δὲ καὶ Πολύβιος περὶ τῶν ἐκεῖ μάλιστα δεῖν πιστεύειν ἐκείνῳ. | |
Hist.34.14t | X. DE ALEXANDRIA, AEGYPTI URBE. | |
Hist.34.14.1 | Ὁ γοῦν Πολύβιος γεγονὼς ἐν τῇ πόλει βδελύττεται | |
Hist.34.14.2 | τὴν τότε κατάστασιν καί φησι τρία γένη τὴν πόλιν οἰκεῖν, τό τε Αἰγύπτιον καὶ ἐπιχώριον φῦλον, ὀξὺ καὶ | |
Hist.34.14.3 | πολιτικόν, καὶ τὸ μισθοφορικόν, βαρὺ καὶ πολὺ καὶ ἀνάγωγον· ἐξ ἔθους γὰρ παλαιοῦ ξένους ἔτρεφον τοὺς τὰ ὅπλα ἔχοντας, ἄρχειν μᾶλλον ἢ ἄρχεσθαι δε‐ | |
Hist.34.14.4 | διδαγμένους διὰ τὴν τῶν βασιλέων οὐδένειαν. τρίτον δ’ ἦν γένος τὸ τῶν Ἀλεξανδρέων, οὐδ’ αὐτὸ εὐκρι‐ νῶς πολιτικὸν διὰ τὰς αὐτὰς αἰτίας, κρεῖττον δ’ ἐκεί‐ | |
Hist.34.14.5 | νων ὅμως· καὶ γὰρ εἰ μιγάδες, Ἕλληνες ὅμως ἀνέκαθεν ἦσαν καὶ ἐμέμνηντο τοῦ κοινοῦ τῶν Ἑλλήνων ἔθους. | |
Hist.34.14.6 | ἠφανισμένου δὲ καὶ τούτου τοῦ πλήθους, μάλιστα ὑπὸ τοῦ Εὐεργέτου τοῦ Φύσκωνος, καθ’ ὃν ἧκεν εἰς τὴν Ἀλε‐ | |
Hist.34.14.7 | ξάνδρειαν ὁ Πολύβιος—καταστασιαζόμενος γὰρ ὁ Φύ‐ σκων πλεονάκις τοῖς στρατιώταις ἐφίει τὰ πλήθη καὶ | |
Hist.34.14.8 | διέφθειρε—, τοιούτων δή, φησίν, ὄντων τῶν ἐν τῇ πόλει, λοιπὸν ἦν τῷ ὄντι τὸ τοῦ ποιητοῦ | |
Αἴγυπτόνδ’ ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε. | ||
Hist.35t1 | FRAGMENTA LIBRI XXXV. | |
Hist.35.1t | A. OLYMP. 157, 1. BELLUM CELTIBERICUM. | |
Hist.35.1.1 | Πύρινος πόλεμος, ὁ Ῥωμαίων πρὸς τοὺς Κελτί‐ βηρας συσταθείς. θαυμαστὴν γὰρ ἔσχε τὴν ἰδιότητα τήν τε | |
Hist.35.1.2 | συνέχειαν τῶν ἀγώνων. τοὺς γὰρ κατὰ τὴν Ἑλ‐ λάδα πολέμους καὶ τοὺς κατὰ τὴν Ἀσίαν ὡς ἐπίπαν μία μάχη κρίνει, σπανίως δὲ δευτέρα, καὶ τὰς μάχας αὐτὰς εἷς καιρὸς ὁ κατὰ τὴν πρώτην ἔφοδον καὶ σύμ‐ | |
Hist.35.1.3 | πτωσιν τῆς δυνάμεως· κατὰ δὲ τοῦτον τὸν πόλεμον | |
Hist.35.1.4 | τἀναντία συνέβαινε τοῖς προειρημένοις. τοὺς μὲν γὰρ κινδύνους ὡς ἐπίπαν ἡ νὺξ διέλυε, τῶν ἀνδρῶν οὔτ’ εἴκειν ταῖς ψυχαῖς οὔτε παρακαθιέναι τοῖς σώμασι βουλομένων διὰ τὸν κόπον, ἀλλ’ ἐξ ὑποστροφῆς καὶ | |
Hist.35.1.5 | μεταμελείας αὖθις ἄλλας ἀρχὰς ποιουμένων. τόν γε μὴν ὅλον πόλεμον καὶ τὴν συνέχειαν τῶν ἐκ παρα‐ | |
Hist.35.1.6 | τάξεως διακρίσεων ὁ χειμὼν ἐπὶ ποσὸν διεῖργε. καθ‐ όλου γάρ, εἴ τις διανοηθείη πύρινον πόλεμον, οὐκ ἂν ἕτερον ἢ τοῦτον νοήσειε. — | |
Hist.35.2.1 | Ὅτι ἐπειδὴ οἱ Κελτίβηρες ἀνοχὰς ποιησάμενοι πρὸς Μάρκον Κλαύδιον τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξ‐ απέστειλαν τὰς πρεσβείας εἰς τὴν Ῥώμην, οὗτοι μὲν τὴν ἡσυχίαν ἦγον, καραδοκοῦντες τὴν ἀπόφασιν τῆς | |
Hist.35.2.2 | συγκλήτου, Μάρκος δὲ στρατεύσας εἰς τοὺς Λυσιτανοὺς καὶ τὴν Νερκόβρικα πόλιν κατὰ κράτος ἑλὼν ἐν Κορ‐ | |
Hist.35.2.3 | δύβᾳ τὴν παραχειμασίαν ἐποιεῖτο. τῶν δὲ πρέσβεων εἰς τὴν Ῥώμην παραγενομένων, τοὺς μὲν παρὰ τῶν Βελλῶν καὶ Τίττων, ὅσοι τὰ Ῥωμαίων ᾑροῦντο, παρ‐ | |
Hist.35.2.4 | εδέξαντο πάντας εἰς τὴν πόλιν, τοὺς δὲ παρὰ τῶν Ἀραυακῶν πέραν τοῦ Τιβέρεως ἐκέλευσαν κατασκηνοῦν διὰ τὸ πολεμίους ὑπάρχειν, ἕως βουλεύσωνται περὶ | |
Hist.35.2.5 | τῶν ὅλων. γενομένου δὲ καιροῦ πρὸς ἔντευξιν, κατὰ | |
Hist.35.2.6 | πόλιν ὁ στρατηγὸς εἰσῆγε τοὺς συμμάχους. οἱ δὲ καίπερ ὄντες βάρβαροι *** διετίθεντο λόγους καὶ | |
Hist.35.2.7 | πάσας ἐξευκρινεῖν ἐπειρῶντο τὰς διαφοράς, ὑποδει‐ κνύντες ὡς, εἰ μὴ συστ(αλ)ήσονται καὶ τεύξονται τῆς ἁρμοζούσης κολάσεως οἱ πεπολεμηκότες, παραυτίκα μέν, ἐπανελθόντων τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐκ | |
5 | τῆς Ἰβηρίας, ἐκ χειρὸς προσεπιθήσουσι τὴν δίκην | |
Hist.35.2.8 | αὐτοῖς. ὡς προδόταις γεγονόσι, ταχὺ δὲ πάλιν αὐτοὶ κινήσουσι πραγμάτων ἀρχήν, ἐὰν ἀνεπιτίμητοι δια‐ φύγωσιν ἐκ τῆς πρώτης ἁμαρτίας, ἑτοίμους δὲ πάντας πρὸς καινοτομίαν ποιήσουσι τοὺς κατὰ τὴν Ἰβηρίαν, | |
Hist.35.2.9 | ὡς ἱκανοὶ γεγονότες ἀντίπαλοι Ῥωμαίοις. διόπερ ἠξίουν ἢ μένειν τὰ στρατόπεδα κατὰ τὴν Ἰβηρίαν καὶ διαβαίνειν καθ’ ἕκαστον ἔτος ὕπατον ἐφεδρεύσοντα τοῖς συμμάχοις καὶ κολάσοντα τὰς Ἀραυακῶν ἀδικίας, | |
Hist.35.2.10 | ἢ βουλομένους ἀπάγειν τὰς δυνάμεις παραδειγματιστέον εἶναι τὴν τῶν προειρημένων ἐπανάστασιν, ἵνα μηδεὶς | |
Hist.35.2.11 | ἔτι ποιεῖν θαρρῇ τὸ παραπλήσιον τούτοις. οἱ μὲν οὖν Βελλῶν καὶ Τίττων συμμαχοῦντες Ῥωμαίοις ταῦτα | |
Hist.35.2.12 | καὶ τὰ τούτοις παραπλήσια διελέχθησαν. ἐπὶ δὲ τού‐ | |
Hist.35.2.13 | τοις εἰσῆγον τοὺς παρὰ τῶν πολεμίων. οἱ δ’ Ἀραυά‐ και παρελθόντες κατὰ μὲν τὴν ὑπόκρισιν ἐχρῶντο | |
τοῖς λόγοις ὑποπεπτωκότως καὶ ταπεινῶς, τῇ γε μὴν προαιρέσει [ὡς] διέφαινον οὐκ εἰκούσῃ τοῖς ὅλοις οὐδ’ | ||
Hist.35.2.14 | ἡττωμένῃ. καὶ γὰρ τὰ τῆς τύχης ἄδηλα πολλάκις ὑπεδείκνυον καὶ τὰς προγεγενημένας μάχας ἀμφιδηρί‐ τους ποιοῦντες ἐν πάσαις ἔμφασιν ἀπέλειπον ὡς ἐπι‐ | |
Hist.35.2.15 | κυδεστέρων αὐτῶν γεγονότων. τέλος δ’ ἦν τῶν λόγων· εἰ μέν τι δεῖ ῥητὸν πρόστιμον ὑπομένειν τῆς ἀγνοίας, ἀναδέχεσθαι τοῦτ’ ἔφασαν, τελεσθέντος δὲ τοῦ προσ‐ τάγματος ἐπανάγειν ἠξίουν ἐπὶ τὰς κατὰ Τεβέριον | |
5 | ὁμολογίας αὐτοῖς γενομένας πρὸς τὴν σύγκλητον. | |
Hist.35.3.1 | Οἱ δ’ ἐν τῷ συνεδρίῳ διακούσαντες ἀμφοτέρων | |
Hist.35.3.2 | εἰσήγαγον τοὺς παρὰ τοῦ Μαρκέλλου πρέσβεις. θεω‐ ροῦντες δὲ καὶ τούτους ῥέποντας ἐπὶ τὴν διάλυσιν καὶ τὸν στρατηγὸν προσνέμοντα τὴν αὑτοῦ γνώ‐ | |
Hist.35.3.3 | μην τοῖς πολεμίοις μᾶλλον ἢ τοῖς συμμάχοις, τοῖς μὲν Ἀραυάκαις ἔδωκαν καὶ τοῖς συμμάχοις ἀπόκρισιν ὅτι Μάρκελλος ἀμφοτέροις ἐν Ἰβηρίᾳ διασαφήσει τὴν | |
Hist.35.3.4 | τῆς συγκλήτου γνώμην, αὐτοὶ δὲ νομίσαντες τοὺς συμμάχους ἀληθῆ καὶ συμφέροντα σφίσι λέγειν, τοὺς | |
δ’ Ἀραυάκας ἀκμὴν μεγαλοφρονεῖν, τὸν δὲ στρατηγὸν | ||
Hist.35.3.5 | ἀποδειλιᾶν τὸν πόλεμον, ἐντολὰς ἔδωκαν δι’ ἀπορρή‐ των τοῖς παρ’ ἐκείνου πρεσβευταῖς πολεμεῖν γενναίως | |
Hist.35.3.6 | καὶ τῆς πατρίδος ἀξίως. ἐπειδὴ δὲ τὸν πόλεμον ἐποίη‐ σαν κατάμονον, πρῶτον μὲν τῷ Μαρκέλλῳ διαπιστή‐ σαντες ἕτερον στρατηγὸν ἔμελλον διαπέμπειν εἰς τὴν | |
Hist.35.3.7 | Ἰβηρίαν· ἤδη γὰρ ἔτυχον ὕπατοι τότε καθεσταμένοι καὶ τὰς ἀρχὰς παρειληφότες Αὖλος Ποστόμιος καὶ | |
Hist.35.3.8 | Λεύκιος Λικίννιος Λεύκολλος. ἔπειτα περὶ τὰς παρα‐ σκευὰς ἐγίνοντο φιλοτίμως καὶ μεγαλομερῶς, νομίζοντες διὰ ταύτης τῆς πράξεως κριθήσεσθαι τὰ κατὰ τὴν | |
Hist.35.3.9 | Ἰβηρίαν· κρατηθέντων μὲν γὰρ τῶν ἐχθρῶν πάντας ὑπέλαβον σφίσι ποιήσειν τὸ προσταττόμενον, ἀπο‐ στρεψαμένων δὲ τὸν ἐνεστῶτα φόβον οὐ μόνον Ἀραυά‐ κας καταθαρρήσειν, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας. | |
Hist.35.4.1 | Ὅσῳ δὲ φιλοτιμότερον ἡ σύγκλητος διέκειτο πρὸς τὸν πόλεμον, τοσούτῳ σφίσι τὰ πράγματ’ ἀπέβαινε | |
Hist.35.4.2 | παραδοξότερα. τοῦ μὲν γὰρ Κοΐντου τοῦ τὸν πρότε‐ ρον ἐνιαυτὸν στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ τῶν μετ’ αὐτοῦ στρατευσαμένων ἠγγελκότων εἰς τὴν Ῥώμην τήν τε συνέχειαν τῶν ἐκ παρατάξεως κινδύνων καὶ τὸ | |
5 | πλῆθος τῶν ἀπολωλότων καὶ τὴν ἀνδρείαν τῶν Κελ‐ | |
Hist.35.4.3 | τιβήρων, τοῦ δὲ Μαρκέλλου προφανῶς ἀποδειλιῶν‐ τος τὸν πόλεμον, ἐνέπεσέ τις πτοία τοῖς νέοις παράλογος, οἵαν οὐκ ἔφασαν οἱ πρεσβῦται γεγενημένην | |
Hist.35.4.4 | πρότερον. εἰς γὰρ τοῦτο προύβη τὰ τῆς ἀποδειλιά‐ σεως ὥστε μήτε χιλιάρχους προπορεύεσθαι πρὸς τὴν ἀρχὴν τοὺς ἱκανούς, ἀλλ’ ἐλλείπειν τὰς χώρας, τὸ πρό‐ τερον εἰθισμένων πολλαπλασιόνων προπορεύεσθαι | |
Hist.35.4.5 | τῶν καθηκόντων, μήτε τοὺς εἰσφερομένους ὑπὸ τῶν ὑπάτων πρεσβευτὰς ὑπακούειν, οὓς ἔδει πορεύεσθαι | |
Hist.35.4.6 | μετὰ τοῦ στρατηγοῦ, τὸ δὲ μέγιστον, τοὺς νέους δια‐ κλίνειν τὰς καταγραφὰς καὶ τοιαύτας πορίζεσθαι προ‐ φάσεις ἃς λέγειν μὲν αἰσχρὸν ἦν, ἐξετάζειν δ’ | |
Hist.35.4.7 | ἀπρεπές, ἐπιτέμνειν δ’ ἀδύνατον. τέλος δὲ καὶ τῆς συγ‐ κλήτου καὶ τῶν ἀρχόντων ἐν ἀμηχανίαις ὄντων τί τὸ πέρας ἔσται τῆς τῶν νέων ἀναισχυντίας—τούτῳ γὰρ ἠναγκάζοντο χρῆσθαι τῷ ῥήματι διὰ τὰ συμβαίνοντα— | |
Hist.35.4.8 | Πόπλιος Κορνήλιος [Ἀφρικανός], νέος μὲν ὤν, δοκῶν δὲ σύμβουλος γεγονέναι τοῦ πολέμου, (τὴν) ἐπὶ καλο‐ κἀγαθίᾳ καὶ σωφροσύνῃ δόξαν ὁμολογουμένην πεποιη‐ | |
Hist.35.4.9 | μένος, τῆς δ’ ἐπ’ ἀνδρείᾳ φήμης προσδεόμενος, θεω‐ | |
ρῶν τὴν σύγκλητον ἀπορουμένην, ἀναστὰς εἶπεν εἴτε χιλίαρχον εἴτε πρεσβευτὴν πέμπειν αὐτὸν εἰς τὴν Ἰβη‐ ρίαν μετὰ τῶν ὑπάτων ἐξεῖναι· πρὸς ἀμφότερα γὰρ | ||
Hist.35.4.10 | ἑτοίμως ἔχειν. καίτοι γ’ ἔφη κατ’ ἰδίαν μὲν αὑτῷ τὴν εἰς Μακεδονίαν ἔξοδον ἅμα μὲν ἀσφαλεστέραν (ἅμα | |
Hist.35.4.11 | δ’ οἰκειοτέραν) εἶναι· συνέβαινε γὰρ τότε τοὺς Μακε‐ δόνας ἐπ’ ὀνόματος καλεῖν τὸν Σκιπίωνα διαλύσοντα | |
Hist.35.4.12 | τὰς ἐν αὐτοῖς στάσεις· ἀλλὰ τοὺς τῆς πατρίδος και‐ ροὺς ἔφη κατεπείγειν μᾶλλον καὶ καλεῖν εἰς τὴν Ἰβη‐ | |
Hist.35.4.13 | ρίαν τοὺς ἀληθινῶς φιλοδοξοῦντας. πᾶσιν δὲ παρα‐ δόξου φανείσης τῆς ἐπαγγελίας καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν ἄλλην εὐλάβειαν, παραυτίκα μὲν εὐθέως συνέβη μεγάλην ἀποδοχὴν γενέσθαι τοῦ Σκιπίωνος, | |
Hist.35.4.14 | ἔτι δὲ μᾶλλον ταῖς ἑξῆς ἡμέραις· οἱ γὰρ πρό‐ τερον ἀποδειλιῶντες, ἐκτρεπόμενοι τὸν ἐκ παραθέσεως ἔλεγχον, οἱ μὲν πρεσβεύσειν ἐθελοντὴν ἐπηγγέλλοντο τοῖς στρατηγοῖς, οἱ δὲ πρὸς τὰς στρατιωτικὰς κατα‐ | |
5 | γραφὰς προσεπορεύοντο κατὰ συστρέμματα καὶ συν‐ ηθείας. — | |
Hist.35.5.1 | Πολύβιος· ἐνέπεσε δέ τις ὁρμὴ τῷ Σκιπίωνι καὶ διαπόρησις, εἰ δεῖ συμβαλεῖν καὶ μονομαχῆσαι πρὸς | |
τὸν βάρβαρον. — | ||
Hist.35.5.2 | Πολύβιος ... καὶ ἀλλαχοῦ· ὁ δ’ ἵππος ὁ τοῦ Σκι‐ πίωνος ἐδυσχρήστησε μὲν ὑπὸ τῆς πληγῆς, οὐ μὴν ὁλοσχερῶς ἐσφάλμησε. διόπερ ὀρθὸς ἀπέπεσεν ἐπὶ τὴν γῆν ὁ Σκιπίων· Πολύβιος. | |
Hist.35.6t | B. OLYMP. 157, 2. ACHAEORUM EXSULES LIBERANTUR. | |
Hist.35.6.1 | Ὑπὲρ δὲ τῶν ἐξ Ἀχαΐας φυγάδων ἐντευχθεὶς διὰ Πολύβιον ὑπὸ Σκιπίωνος, ὡς πολὺς ἐν τῇ συγκλήτῳ λόγος ἐγίνετο, τῶν μὲν διδόντων κάθοδον αὐτοῖς, τῶν | |
Hist.35.6.2 | δ’ ἐνισταμένων, ἀναστὰς ὁ Κάτων “ὥσπερ οὐκ ἔχον‐ τες” εἶπεν “ὃ πράττωμεν, καθήμεθα τὴν ἡμέραν ὅλην περὶ γεροντίων Γραικῶν ζητοῦντες, πότερον ὑπὸ τῶν παρ’ ἡμῖν ἢ τῶν ἐν Ἀχαΐᾳ νεκροφόρων ἐκκο‐ | |
Hist.35.6.3 | μισθῶσι.” ψηφισθείσης δὲ τῆς καθόδου τοῖς ἀνδράσιν, ἡμέρας ὀλίγας οἱ περὶ τὸν Πολύβιον διαλιπόντες αὖθις ἐπεχείρουν εἰς τὴν σύγκλητον εἰσελθεῖν, ὅπως ἃς πρό‐ τερον εἶχον ἐν Ἀχαΐᾳ τιμὰς οἱ φυγάδες ἀναλάβοιεν, καὶ | |
Hist.35.6.4 | τοῦ Κάτωνος ἀπεπειρῶντο τῆς γνώμης. ὁ δὲ μειδιάσας ἔφη τὸν Πολύβιον, ὥσπερ τὸν Ὀδυσσέα, βούλεσθαι πάλιν εἰς τὸ τοῦ Κύκλωπος σπήλαιον εἰσελθεῖν, τὸ πιλίον ἐκεῖ | |
καὶ τὴν ζώνην ἐπιλελησμένον | ||
Hist.36t1 | FRAGMENTA LIBRI XXXVI. | |
Hist.36.1t | A. OLYMP. 157, 3. I. BELLUM PUNICUM TERTIUM. | |
Hist.36.1.1 | Ἴσως δέ τινες ἐπιζητοῦσι πῶς ἡμεῖς οὐκ ἐν ἀγωνίσματι κεχρήμεθα προφερόμενοι τοὺς κατὰ μέρος λόγους, τοιαύτης ὑποθέσεως ἐπειλημμένοι καὶ | |
Hist.36.1.2 | τηλικαύτης πράξεως· ὅπερ οἱ πλεῖστοι ποιοῦσι τῶν συγγραφέων, εἰς ἀμφότερα τὰ μέρη διατιθέμενοι τοὺς | |
Hist.36.1.3 | ἐνόντας λόγους. ἐγὼ δὲ διότι μὲν οὐκ ἀποδοκιμάζω τοῦτο τὸ μέρος, ἐν πλείοσι τόποις τῆς ἱστορίας δῆλον πεποίημαι, πολλάκις ἀπηγγελκὼς δημηγορίας καὶ συν‐ | |
Hist.36.1.4 | τάξεις ἀνδρῶν πολιτικῶν· ὅτι δ’ οὐκ ἐκ παντὸς τρόπου τοῦτο προαιροῦμαι πράττειν, νῦν ἔσται συμφανές· οὔτε γὰρ ὑπόθεσιν ἐπιφανεστέραν ταύτης εὑρεῖν ῥᾴ‐ | |
Hist.36.1.5 | διον οὔθ’ ὕλην πλείω καὶ παράθεσιν. καὶ μὴν οὐδὲ προ‐ | |
Hist.36.1.6 | χειρότερον ἕτερον ἐμοὶ τῆς τοιαύτης παρασκευῆς. ἀλλ’ οὔτε τοῖς πολιτικοῖς ἀνδράσιν οἶμαι πρέπειν πρὸς πᾶν τὸ προτεθὲν διαβούλιον εὑρησιλογεῖν καὶ διεξοδικοῖς χρῆσθαι λόγοις, ἀλλ’ ἀεὶ τοῖς ἁρμόζουσι πρὸς τὸν | |
Hist.36.1.7 | ὑποκείμενον καιρόν, οὔτε τοῖς ἱστοριογράφοις ἐμμελε‐ τᾶν τοῖς ἀκούουσιν οὐδ’ ἐναποδείκνυσθαι τὴν αὑτῶν δύναμιν, ἀλλὰ (τὰ) κατ’ ἀλήθειαν ῥηθέντα (καθ’) ὅσον οἷόν τε πολυπραγμονήσαντας διασαφεῖν, καὶ τούτων | |
5 | τὰ καιριώτατα καὶ πραγματικώτατα. — | |
Hist.36.2.1 | Πάλαι δὲ τούτου κεκυρωμένου βεβαίως ἐν ταῖς ἑκάστων γνώμαις καιρὸν ἐζήτουν ἐπιτήδειον | |
Hist.36.2.2 | καὶ πρόφασιν εὐσχήμονα πρὸς τοὺς ἐκτός. πολὺ γὰρ δὴ τούτου τοῦ μέρους ἐφρόντιζον Ῥωμαῖοι, καλῶς | |
Hist.36.2.3 | φρονοῦντες· ἔνστασις γὰρ πολέμου κατὰ τὸν Δημήτριον δικαία μὲν εἶναι δοκοῦσα καὶ τὰ νικήματα ποιεῖ μείζω καὶ τὰς ἀποτεύξεις ἀσφαλεστέρας, ἀσχήμων δὲ καὶ | |
Hist.36.2.4 | φαύλη τοὐναντίον ἀπεργάζεται· διὸ καὶ τότε περὶ τῆς τῶν ἐκτὸς διαλήψεως πρὸς ἀλλήλους διαφερόμενοι παρ’ ὀλίγον ἀπέστησαν τοῦ πολέμου. — | |
Hist.36.3.1 | Ὅτι τῶν Καρχηδονίων πάλαι βουλευομένων περὶ | |
τοῦ πῶς ἀπαντῆσαι (δεῖ πρὸς) τὴν Ῥωμαίων ἀπόκρισιν, καὶ τῶν Ἰτυκαίων ὑποτεμομένων τὴν ἐπίνοιαν αὐτῶν, τοῖς Ῥωμαίοις τὴν ἑαυτῶν παραδόντων πόλιν, ὁλοσχε‐ | ||
Hist.36.3.2 | ρὴς ἀμηχανία περιέστη τοὺς ἀνθρώπους. μιᾶς γὰρ ἐλπίδος ἔτι φαινομένης αὐτοῖς, εἰ συγκαταβαῖεν εἰς τὸ δοῦναι τὴν ἐπιτροπὴν περὶ αὑτῶν, διότι πάντως εὐ‐ | |
Hist.36.3.3 | δοκεῖν ποιήσουσι τοὺς Ῥωμαίους, διὰ τὸ μηδ’ ἐν ταῖς μεγίσταις περιστάσεσιν καταπολεμηθέντες, καὶ πρὸς τοῖς τείχεσι τῶν πολεμίων ὑπαρχόντων, μηδέποτε τὴν | |
Hist.36.3.4 | ἐπιτροπὴν δεδωκέναι τῆς πατρίδος, καὶ ταύτης τῆς ἐπινοίας τὸν καρπὸν ἀπέβαλον, προκαταληφθέντες ὑπὸ | |
Hist.36.3.5 | τῶν Ἰτυκαίων· οὐδὲν γὰρ ξένον οὐδὲ παράδοξον ἔμελλε φανήσεσθαι τοῖς Ῥωμαίοις, εἰ ταὐτὸν ποιήσαιεν τοῖς | |
Hist.36.3.6 | προειρημένοις. οὐ μὴν (ἀλλὰ) κακῶν αἱρέσεως κατα‐ λειπομένης, ἢ τὸν πόλεμον ἀναδέχεσθαι γενναίως ἢ | |
Hist.36.3.7 | διδόναι τὴν ἐπιτροπὴν περὶ τῶν καθ’ αὑτούς, πολλοὺς καὶ ποικίλους ἐν τῷ συνεδρίῳ δι’ ἀπορρήτων ποιησά‐ μενοι λόγους κατέστησαν πρεσβευτὰς αὐτοκράτορας, καὶ τούτους ἐξαπέστελλον, δόντες ἐντολὴν βλέποντας | |
5 | πρὸς τὰ παρόντα πράττειν τὸ δοκοῦν (συμφέρειν) τῇ | |
Hist.36.3.8 | πατρίδι, ἦσαν δ’ οἱ πρεσβεύοντες Γίσκων Στρυτάνος ἐπικαλούμενος, Ἀμίλκας, Μίσδης, Γιλλίμας, Μάγων. | |
Hist.36.3.9 | ἥκοντες (δ’) οἱ πρέσβεις παρὰ τῶν Καρχηδονίων εἰς Ῥώμην καὶ καταλαβόντες πόλεμον δεδογμένον καὶ τοὺς στρατηγοὺς ὡρμηκότας μετὰ τῶν δυνάμεων, οὐκέτι δι‐ δόντων βουλὴν αὐτοῖς τῶν πραγμάτων, ἔδωκαν τὴν | |
5 | ἐπιτροπὴν περὶ αὑτῶν. | |
Hist.36.4.1 | Περὶ δὲ τῆς ἐπιτροπῆς εἴρηται μὲν ἡμῖν καὶ πρότερον, ἀναγκαῖον δ’ ἔστιν καὶ νῦν ὑπομνῆσαι | |
Hist.36.4.2 | κεφαλαιωδῶς. οἱ γὰρ διδόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων ἐπιτροπὴν διδόασι πρῶτον μὲν χώραν τὴν ὑπάρχουσαν αὐτοῖς καὶ πόλεις τὰς ἐν ταύτῃ, σὺν δὲ τούτοις ἄν‐ δρας καὶ γυναῖκας τοὺς ὑπάρχοντας ἐν τῇ χώρᾳ καὶ | |
Hist.36.4.3 | ταῖς πόλεσιν ἅπαντας, ὁμοίως ποταμούς, λιμένας, ἱερά, τάφους, συλλήβδην ὥστε πάντων εἶναι κυρίους Ῥω‐ μαίους, αὐτοὺς δὲ τοὺς διδόντας ἁπλῶς μηκέτι μηδενός. | |
Hist.36.4.4 | γενομένης δὲ τῆς ἀνθομολογήσεως τοιαύτης ὑπὸ τῶν Καρχηδονίων, καὶ μετ’ ὀλίγον εἰσκληθέντων αὐτῶν εἰς τὸ συνέδριον, ἔλεγεν ὁ στρατηγὸς τὴν τῆς συγκλήτου γνώμην ὅτι καλῶς αὐτῶν βεβουλευμένων δίδωσιν αὐ‐ | |
5 | τοῖς ἡ σύγκλητος τήν τ’ ἐλευθερίαν καὶ τοὺς νόμους, ἔτι δὲ τὴν χώραν ἅπασαν καὶ τὴν τῶν ἄλλων ὑπαρ‐ | |
Hist.36.4.5 | χόντων κτῆσιν καὶ κοινῇ καὶ κατ’ ἰδίαν. οἱ δὲ Καρ‐ χηδόνιοι ταῦτ’ ἀκούσαντες ἔχαιρον, δόξαντες ὡς ἐν | |
κακῶν αἱρέσει καλῶς σφίσιν κεχρῆσθαι τὴν σύγκλητον, ἅτε τῶν ἀναγκαιοτάτων καὶ μεγίστων αὐτοῖς συγκε‐ | ||
Hist.36.4.6 | χωρημένων. μετὰ δὲ ταῦτα τοῦ στρατηγοῦ διασαφοῦν‐ τος διότι τεύξονται τούτων, ἐὰν τριακοσίους ὁμήρους εἰς τὸ Λιλύβαιον ἐκπέμψωσιν ἐν τριάκονθ’ ἡμέραις τοὺς υἱοὺς τῶν ἐκ (τῆς) συγκλήτου καὶ τῆς γερουσίας | |
5 | καὶ τοῖς ὑπὸ τῶν ὑπάτων παραγγελλομένοις πειθαρ‐ | |
Hist.36.4.7 | χήσωσιν, ἐπὶ ποσὸν ἠπόρησαν ποῖα τὰ διὰ τῶν ὑπά‐ των αὐτοῖς ἔσται παραγγελλόμενα· πλὴν τότε γ’ ἐξ αὐτῆς ὥρμησαν, σπεύδοντες ἀναγγεῖλαι τῇ πατρίδι | |
Hist.36.4.8 | περὶ τούτων. παραγενόμενοι δ’ εἰς τὴν Καρχηδόνα | |
Hist.36.4.9 | διεσάφουν τοῖς πολίταις τὰ κατὰ μέρος. οἱ δὲ διακούσαντες τἄλλα μὲν ἐνδεχομένως ἐνόμιζον βεβου‐ λεῦσθαι τοὺς πρεσβευτάς, περὶ δὲ πόλεως μὴ γεγονέναι μνείαν εἰς μεγάλην ἐπίστασιν αὐτοὺς ἦγε καὶ πολλὴν | |
5 | ἀμηχανίαν. | |
Hist.36.5.1 | Ἐν δὲ τῷ καιρῷ τούτῳ φασὶ Μάγωνα τὸν Βρέττιον | |
Hist.36.5.2 | χρήσασθαι λόγοις ἀνδρώδεσι καὶ πραγματικοῖς. δύο γάρ, ὡς ἔοικε, καιροὺς ἔφασκεν εἶναι τοῦ βουλεύσασθαι περὶ σφῶν καὶ τῆς πατρίδος, ὧν τὸν μὲν ἕνα παρεῖ‐ | |
Hist.36.5.3 | σθαι. δεῖν γὰρ οὐ μὰ Δία νῦν διαπορεῖν τί διὰ τῶν ὑπάτων αὐτοῖς παραγγελθήσεται, καὶ διὰ τί περὶ πό‐ λεως οὐδεμίαν ἐποιήσατο μνείαν ἡ σύγκλητος, ἀλλὰ | |
Hist.36.5.4 | καθ’ ὃν καιρὸν ἐδίδοσαν τὴν ἐπιτροπήν· δόντας δὲ σαφῶς γινώσκειν διότι πᾶν τὸ παραγγελλόμενον ἐπι‐ δεκτέον ἐστίν, ἐὰν μὴ τελέως ὑπερήφανον (ᾖ) καὶ παρὰ | |
Hist.36.5.5 | τὴν προσδοκίαν· εἰ δὲ μή, τότε πάλιν βουλεύεσθαι πότερα δεῖ προσδέχεσθαι τὸν πόλεμον εἰς τὴν χώραν καὶ πάσχειν ὅ, τι ποτ’ ἂν οὗτος ἐπιφέρῃ τῶν δεινῶν, ἢ κατορρωδήσαντας τὴν τῶν πολεμίων ἔφοδον ἐθελον‐ | |
Hist.36.5.6 | τὴν ἀναδέχεσθαι πᾶν τὸ προσταττόμενον. πάντων δὲ διὰ τὸν ἐφεστῶτα πόλεμον καὶ διὰ τὸ τῆς προσδοκίας ἄδηλον φερομένων ἐπὶ τὸ πειθαρχεῖν τοῖς παραγγελ‐ λομένοις, ἔδοξεν πέμπειν τοὺς ὁμήρους εἰς τὸ Λιλύ‐ | |
Hist.36.5.7 | βαιον. καὶ παραυτίκα καταλέξαντες τριακοσίους τῶν νέων ἐξέπεμπον μετὰ μεγάλης οἰμωγῆς καὶ δακρύων, ἅτε προπεμπόντων ἕκαστον τῶν ἀναγκαίων καὶ συγγε‐ νῶν, καὶ μάλιστα τῶν γυναικῶν ἐκκαουσῶν τὴν τοι‐ | |
Hist.36.5.8 | αύτην διάθεσιν. ἐπεὶ δὲ κατέπλευσαν εἰς τὸ Λιλύβαιον, οἱ μὲν ἐξ αὐτῆς παρεδόθησαν διὰ τῶν ὑπάτων Κοΐντῳ Φαβίῳ Μαξίμῳ—συνέβαινε γὰρ τοῦτον ἐπὶ τῆς Σι‐ | |
Hist.36.5.9 | κελίας τετάχθαι στρατηγὸν τότε—δι’ οὗ παρακο‐ μισθέντες ἀσφαλῶς εἰς τὴν Ῥώμην συνεκλείσθησαν | |
ὁμοῦ πάντες εἰς τὸ τῆς ἑκκαιδεκήρους νεώριον *** | ||
Hist.36.6.1 | Καὶ τῶν μὲν ὁμήρων ἐκεῖσε παραχθέντων, οἱ στρατηγοὶ κατήχθησαν εἰς τὴν τῆς Ἰτύκης ἄκραν. | |
Hist.36.6.2 | τούτων δὲ προσπεπτωκότων τοῖς Καρχηδονίοις ὀρθὴ καὶ περίφοβος ἦν ἡ πόλις διὰ τὴν ἀδηλότητα τῶν | |
Hist.36.6.3 | προσδοκωμένων. οὐ μὴν ἀλλ’ ἔδοξεν αὐτοῖς πρεσβευ‐ τὰς πέμπειν τοὺς πευσομένους τῶν ὑπάτων τί δεῖ ποιεῖν καὶ διασαφήσοντας ὅτι πρὸς πᾶν τὸ παραγγελ‐ | |
Hist.36.6.4 | λόμενον ἕτοιμοι πάντες εἰσίν. τῶν δὲ πρεσβευτῶν ἀφικομένων εἰς τὴν τῶν Ῥωμαίων παρεμβολήν, καὶ τοῦ συνεδρίου συναχθέντος, εἰσελθόντες οἱ πρέσβεις δι‐ | |
Hist.36.6.5 | ελέγοντο κατὰ τὰς |ἐντολάς. ὁ δὲ πρεσβύτερος τῶν ὑπάτων ἐπαινέσας αὐτῶν τὴν πρόθεσιν καὶ προαίρεσιν ἐκέλευε παραδιδόναι τά θ’ ὅπλα καὶ τὰ βέλη πάντα | |
Hist.36.6.6 | χωρὶς δόλου καὶ ἀπάτης. οἱ δὲ πρέσβεις ποιήσειν μὲν ἔφασαν τὸ παραγγελλόμενον, σκοπεῖσθαι δ’ αὐτοὺς ἠξίουν τὸ συμβησόμενον, ἐὰν αὐτοὶ μὲν παραχωρήσωσι τῶν ὅπλων, ἐκεῖνοι δὲ λαβόντες ἀποπλεύσωσιν. ὅμως | |
5 | ταῦτα ἔδωκαν. — | |
Hist.36.6.7 | Δῆλον ἐγένετο διότι μέγα τὸ βάσταγμα τῆς πόλεως ἦν· πλείονα γὰρ εἴκοσι μυριάδων ὅπλα | |
παρέδωκαν Ῥωμαίοις καὶ καταπέλτας δισχιλίους. — | ||
Hist.36.7.1 | Ἁπλῶς δ’ οὐδὲν εἶδος τῶν μελλόντων ἔγνωσαν, | |
Hist.36.7.2 | ἐξ αὐτῆς δὲ τῆς ἐμφάσεως ὀττευόμενοι τῶν πρέσβεων εἰς παντοδαπὰς οἰμωγὰς καὶ θρήνους ἐνέπιπτον. — | |
Hist.36.7.3 | Οἱ δὲ πάντες ἅμ’ ἀνακεκραγότες ἐξ αὐτῆς οἱονεὶ | |
Hist.36.7.4 | παρελύθησαν. ταχὺ δὲ τοῦ λόγου διαδοθέντος εἰς τὸ πλῆθος, οὐκέτι συνέβαινε γίνεσθαι τὴν ἀλογίαν, ἀλλ’ οἱ μὲν ἐπὶ τοὺς πρεσβευτὰς ὥρμων, ὡς αἰτίους σφίσι | |
Hist.36.7.5 | τῶν κακῶν ὄντας τούτων, οἱ δ’ ἐπὶ τοὺς κατειλημμέ‐ νους τῶν Ἰταλικῶν καὶ ἐπὶ τούτους ἀπηρείσαντο τὸν θυμόν, οἱ δὲ πρὸς τὰς πύλας τῆς πόλεως *** — | |
Hist.36.8.1 | Ἀμίλκας, ὁ καὶ Φαμέας, Καρχηδονίων στρατηγός, ὃς ὑπῆρχε κατὰ μὲν τὴν ἡλικίαν ἀκμάζων καὶ κατὰ τὴν ἕξιν ἐρρωμένος, τὸ δὲ μέγιστον ἐφόδιον πρὸς πολεμι‐ κὴν χρείαν, ἱππεὺς ἄγαν ἀγαθὸς καὶ τολμηρός. — | |
Hist.36.8.2 | Οἱ δὲ διαζηλοτυπούμενοι πρὸς τὸν Σκιπίωνα ἐπε‐ | |
βάλοντο διασύρειν τὰς πράξεις αὐτοῦ. — | ||
Hist.36.8.3 | Τὰς προφυλακὰς βλέπων ὁ Φαμέας, ὢν οὐκ ἄψυ‐ χος, ἐξέκλινε τὰς πρὸς τὸν Σκιπίωνα συμπλοκάς. καί ποτε συνεγγίσας ταῖς ἐφεδρείαις, προβαλόμενος ὀφρὺν ἀπότομον ἐπέστη καὶ πλείω χρόνον. — | |
Hist.36.8.4 | Αἱ δὲ σημεῖαι τῶν Ῥωμαίων συνεπεφεύγεσαν εἰς βουνόν· καὶ πάντων δόντων γνώμας ὁ Σκιπίων ἔφη, | |
Hist.36.8.5 | *** ὅταν ἐξ ἀκεραίου βουλεύωνται, καὶ πλείω ποι‐ εῖσθαι πρόνοιαν τοῦ μηδὲν παθεῖν ἢ τοῦ δρᾶσαι κα‐ κῶς τοὺς ἐχθρούς. — | |
Hist.36.8.6 | Οὐ χρὴ θαυμάζειν εἰ φιλοτιμότερον ἐξηγούμεθα τὰ κατὰ τὸν Σκιπίωνα καὶ πᾶν τὸ ῥηθὲν ὑπ’ αὐτοῦ μετὰ διαστολῆς ἐξαγγέλλομεν. — | |
Hist.36.8.7 | Πολύβιος· ἐν γὰρ τῇ Ῥώμῃ Μάρκον Πόρκιον ἀκούσαντα τὰς ἀριστείας Σκιπίωνος εἰπεῖν [πάλιν ἄλλον πρὸς ἐκεῖνον· τί ἀκήκοας] | |
οἶος πέπνυται· τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. — | ||
Hist.36.8.8 | Οἱ δὲ Ῥωμαῖοι ὑπερευδοκούμενοι κατὰ πάντα τρό‐ πον τῇ τοῦ Σκιπίωνος ὁμολογίᾳ καὶ τῷ χειρισμῷ τῶν πραγμάτων *** | |
Hist.36.9t | II. RES GRAECIAE. | |
Hist.36.9.1 | Ὅτι περὶ Καρχηδονίων, ὅτε κατεπολέμη‐ σαν αὐτοὺς οἱ Ῥωμαῖοι, καὶ περὶ τῶν κατὰ τὸν Ψευδοφίλιππον κατὰ τὴν Ἑλλάδα πολλοὶ καὶ παντοῖοι διεφέροντο λόγοι, τὰς μὲν ἀρχὰς ὑπὲρ τῶν | |
5 | κατὰ Καρχηδονίους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν | |
Hist.36.9.2 | κατὰ τὸν Ψευδοφίλιππον. τὰ μὲν οὖν περὶ Καρχη‐ δονίους ἀμφιδοξουμένας εἶχε τὰς ἀποφάσεις καὶ τὰς | |
Hist.36.9.3 | διαλήψεις· ἔνιοι μὲν γὰρ συγκατῄνουν τοῖς Ῥωμαίοις, φάσκοντες αὐτοὺς φρονίμως καὶ πραγματικῶς βουλεύ‐ | |
Hist.36.9.4 | σασθαι περὶ τῆς δυναστείας· τὸ γὰρ τὸν ἐπικρεμάμενον φόβον καὶ τὴν πολλάκις μὲν ἠμφισβητηκυῖαν πρὸς αὐ‐ τοὺς πόλιν ὑπὲρ τῆς ἡγεμονίας, ἔτι δὲ καὶ νῦν δυνα‐ | |
μένην ἀμφισβητῆσαι σὺν καιρῷ, ταύτην ἐπανελομένους | ||
5 | βεβαιῶσαι τῇ σφετέρᾳ πατρίδι τὴν ἀρχὴν νοῦν ἐχόν‐ των εἶναι καὶ μακρὰν βλεπόντων ἀνθρώπων. | |
Hist.36.9.5 | Ἔνιοι δὲ τούτοις ἀντέλεγον, φάσκοντες οὐ ταύ(την ἔχοντας αὐ)τοὺς τὴν προαίρεσιν κατεκτῆσθαι τὴν ἡγε‐ μονίαν καὶ κατὰ μικρὸν εἰς τὴν Ἀθηναίων καὶ Λακε‐ δαιμονίων ἐκτρέπεσθαι φιλαρχίαν καὶ βραδύτερον μὲν | |
5 | ἐκείνων ὁρμᾶν, ἥξειν δ’ ἐπὶ ταὐτὸ τέλος ἐκ τῶν προ‐ | |
Hist.36.9.6 | φαινομένων. πρότερον μὲν γὰρ πᾶσι πεπολεμηκέναι μέχρι τοῦ κρατῆσαι καὶ συγχωρῆσαι τοὺς ἀντιταξαμέ‐ νους ὅτι δεῖ πείθεσθαι σφίσι καὶ ποιεῖν τὸ παραγγελ‐ | |
Hist.36.9.7 | λόμενον· νῦν δὲ προοίμιον μὲν ἐκτεθεῖσθαι τῆς ἰδίας προαιρέσεως τὰ κατὰ Περσέα, βαστάσαντας ἐκ ῥιζῶν τὴν Μακεδόνων βασιλείαν, τετελειωκέναι δὲ κατὰ τὸ | |
Hist.36.9.8 | παρὸν διὰ τῆς περὶ Καρχηδονίων διαλήψεως· μηδενὸς γὰρ ἀνηκέστου γεγονότος ἐξ ἐκείνων, ἀνηκέστως καὶ βαρέως βεβουλεῦσθαι περὶ αὐτῶν, πᾶν ἀναδεχομένων καὶ πᾶν ὑπομενόντων ποιήσειν τὸ προσταττόμενον. | |
Hist.36.9.9 | Ἕτεροι δὲ καθόλου μὲν πολιτικὸν εἶναι τὸ Ῥωμαϊ‐ κὸν ἔθνος ἔφασαν καὶ τοῦτ’ ἴδιον εἶναι καὶ ἐπὶ τούτῳ σεμνύνεσθαι τοὺς Ῥωμαίους, ἐπὶ τῷ καὶ τοὺς πολέμους | |
ἁπλῶς καὶ γενναίως πολεμεῖν, μὴ νυκτεριναῖς ἐπι‐ | ||
5 | θέσεσι χρωμένους μηδ’ ἐνέδραις, πᾶν δὲ τὸ δι’ ἀπάτης καὶ δόλου γινόμενον ἀποδοκιμάζοντας, μόνους δὲ τοὺς ἐκ προδήλου καὶ κατὰ πρόσωπον κινδύνους ὑπο‐ | |
Hist.36.9.10 | λαμβάνοντας αὑτοῖς καθήκειν. νῦν δὲ πάντα περὶ τοὺς Καρχηδονίους δι’ ἀπάτης καὶ δόλου κεχειρικέναι, κατὰ βραχὺ τὸ μὲν προτείνοντας, τὸ δ’ ἐπικρυπτομέ‐ νους, ἕως οὗ παρείλαντο πάσας τὰς ἐλπίδας τοῦ βοη‐ | |
Hist.36.9.11 | θεῖν αὐτοῖς τοὺς συμμάχους. τοῦτο δὲ μοναρχικῆς πραγματοποιίας οἰκεῖον εἶναι μᾶλλον ἢ πολιτικῆς καὶ Ῥωμαϊκῆς αἱρέσεως καὶ προσεοικὸς ἀσεβήματι καὶ παρα‐ σπονδήματι κατὰ τὸν ὀρθὸν λόγον. ἦσαν δέ τινες | |
Hist.36.9.12 | οἱ καὶ τούτοις ἀντιλέγοντες. εἰ μὲν γὰρ πρὶν ἢ δοῦ‐ ναι τοὺς Καρχηδονίους τὴν ἐπιτροπὴν αὑτῶν οὕτως ἐχείριζον τὰ πράγματα, κατὰ βραχὺ τὰ μὲν προτείνον‐ τες, τὰ δὲ παραγυμνοῦντες, εἰκότως ἂν αὐτοὺς ἐνόχους | |
Hist.36.9.13 | φαίνεσθαι τοῖς ἐγκαλουμένοις εἰ δὲ δόντων αὐτῶν τῶν Καρχηδονίων τὴν ἐπιτροπὴν ὥστε βουλεύεσθαι Ῥωμαίους ὅ, τι ποτὲ φαίνοιτο περὶ αὐτῶν, οὕτω (κατὰ) τὴν ἐξουσίαν, ὥς ποτε δοκοῖ σφίσι, τὸ κριθὲν ἐπέτατ‐ | |
5 | τον καὶ παρήγγελλον, οὐκ(έτι τὸ) γινόμενον ἀσεβήματι | |
παραπλήσιον (εἶ)ν(αι) καὶ (μὴν) οὐδὲ παρασπονδήματι (μικ)ροῦ (δ)εῖν· ἔ(νιοι) δ’ (ἔφ)ασαν οὐκ ἀδικήματι τὸ | ||
Hist.36.9.14 | παρά(παν)· τριῶν γὰρ (οὐσ)ῶν διαφορῶν, (εἰς) ἃς (τὸ π)ᾶν ἔγκλημα φύσει καταντᾶν, εἰς οὐδεμίαν ἐμπίπτειν | |
Hist.36.9.15 | τούτων τὸ γινόμενον ὑπὸ Ῥωμαίων· ἀσέβημα μὲν γὰρ εἶναι τὸ περὶ τοὺς θεοὺς καὶ τοὺς γονεῖς καὶ τοὺς τεθνεῶ‐ τας ἁμαρτάνειν, παρασπόνδημα δὲ τὸ παρὰ τὰς ἐνόρ‐ κους καὶ τὰς ἐγγράπτους ὁμολογίας πραττόμενον, | |
5 | (ἀδίκημα δὲ τὸ παρὰ τοὺς νόμους καὶ) τοὺς ἐθισμοὺς | |
Hist.36.9.16 | ἐπιτελούμεν(ον)· ὧν οὐδὲν (κατὰ) τὸ παρὸν ἐνόχους εἶναι Ῥωμαίους· οὐ γὰρ εἰς τοὺς θεοὺς οὐδ’ εἰς τοὺς γονεῖς οὐδ’ εἰς τοὺς τεθνεῶτας ἐξαμαρτάνειν, οὐδὲ μὴν ὅρ‐ κους οὐδὲ συνθήκας παραβαίνειν, τὸ δ’ ἐναντίον αὐ‐ | |
5 | τοὺς ἐγκαλεῖν τοῖς Καρχηδονίοις ὅτι παραβεβήκασι. | |
Hist.36.9.17 | καὶ μὴν οὐδὲ νόμους οὐδ’ ἐθισμοὺς οὐδὲ τὴν κατ’ ἰδίαν πίστιν ἀθετεῖν· λαβόντας γὰρ τὴν ἐπιτροπὴν | |
παρ’ ἑκόντων ὃ βούλοιντο πράττειν, οὐ πειθαρχούντων τοῖς παραγγελλομένοις, οὕτως αὐτοῖς προσάγειν τὴν | ||
5 | ἀνάγκην. | |
Hist.36.10.1 | Περὶ μὲν οὖν Ῥωμαίων καὶ Καρχηδονίων | |
Hist.36.10.2 | ταῦτ’ ἐλέγετο· περὶ δὲ τοῦ Ψευδοφιλίππου τὸ μὲν πρῶτον οὐδ’ ἀνεκτὸς ὁ λόγος ἐφαίνετο· πάρεστί τις ἐπὶ τὴν Μακεδονίαν ἀεροπετὴς Φίλιππος, κατα‐ φρονήσας οὐ μόνον Μακεδόνων ἀλλὰ καὶ Ῥωμαίων, | |
5 | οὐδεμίαν ἀφορμὴν εὔλογον ἔχων πρὸς τὴν ἐπιβολήν, | |
Hist.36.10.3 | ἅτε γινωσκομένου τοῦ κατ’ ἀλήθειαν Φιλίππου διότι σχεδὸν ὀκτωκαίδεκα γεγονὼς ἐτῶν μετήλλαξε τὸν βίον ἐν Ἄλβᾳ τῆς Ἰταλίας δυσὶν ὕστερον ἔτεσιν αὐτοῦ τοῦ | |
Hist.36.10.4 | Περσέως. μετὰ δὲ μῆνας τρεῖς ἢ τέτταρας προσπε‐ σούσης φήμης διότι νενίκηκε μάχῃ τοὺς Μακεδόνας πέραν τοῦ Στρυμόνος (κατὰ) τὴν Ὀδομαντικήν, τινὲς μὲν ἀπεδέχοντο τὸν λόγον, οἱ δὲ πλείους ἀκμὴν ἠπί‐ | |
Hist.36.10.5 | στουν. μετ’ οὐ πολὺ δὲ πάλιν ἅμα τοῦ λόγου προσ‐ πίπτοντος ὅτι νικᾷ μάχῃ τοὺς Μακεδόνας ἐπὶ τάδε τοῦ Στρυμόνος καὶ πάσης Μακεδονίας κρατεῖ, καὶ Θετταλῶν γράμματα καὶ πρεσβευτὰς πεμψάντων πρὸς | |
5 | τοὺς Ἀχαιοὺς καὶ παρακαλούντων βοηθεῖν, ὡς καὶ περὶ αὐτοὺς ὑπάρχοντος κινδύνου, θαυμαστὸν ἐφάνη καὶ | |
Hist.36.10.6 | παράδοξον τὸ γεγονός· οὐδεμία γὰρ οὔτε πιθανότης οὔτ’ εὐλογία προυφαίνετο περὶ τοῦ συμβεβηκότος. τοι‐ | |
Hist.36.10.7 | αῦται μὲν οὖν περὶ τούτων ἦσαν διαθέσεις. — | |
Hist.36.11.1 | Ὅτι προσπεσόντων εἰς τὴν Πελοπόννησον γραμμάτων τοῖς Ἀχαιοῖς παρὰ τοῦ Μανιλίου διότι καλῶς ποιήσουσι Πολύβιον τὸν Μεγαλοπολίτην ἐκπέμψαντες μετὰ σπουδῆς εἰς Λιλύβαιον, ὡς χρείας | |
5 | οὔσης αὐτοῦ δημοσίων ἕνεκεν πραγμάτων, ἔδοξε τοῖς Ἀχαιοῖς ἐκπέμπειν ἀκολούθως τοῖς ὑπὸ τοῦ ὑπάτου | |
Hist.36.11.2 | γεγραμμένοις. ἡμεῖς δὲ νομίζοντες ἑαυτοῖς καθήκειν κατὰ πολλοὺς τρόπους τὸ πειθαρχεῖν Ῥωμαίοις, πάντα τἄλλα πάρεργα (θέμενοι) θερείας ἀρχομένης ἐξεπλεύ‐ | |
Hist.36.11.3 | σαμεν. ἀφικόμενοι δ’ εἰς Κέρκυραν καὶ καταλαβόντες αὐτοῦ γράμματα παρὰ τῶν ὑπάτων προσπεπτωκότα τοῖς Κερκυραίοις, ἐν οἷς διεσάφουν ὅτι τοὺς μὲν ὁμή‐ ρους ἤδη παραδεδώκασιν αὐτοῖς οἱ Καρχηδόνιοι, πάν‐ | |
Hist.36.11.4 | τως ἕτοιμοι δ’ εἰσὶν αὐτοῖς πειθαρχεῖν, νομίσαν‐ τες διαλελύσθαι τὸν πόλεμον καὶ μηκέτι χρείαν ἡμῶν εἶναι μηδεμίαν, αὖθις ἀπεπλεύσαμεν εἰς τὴν Πελο‐ | |
πόννησον. — | ||
Hist.36.12.1 | Οὐ χρὴ δὲ θαυμάζειν ἐὰν ποτὲ μὲν τῷ κυρίῳ σημαίνωμεν αὑτοὺς ὀνόματι, ποτὲ δὲ ταῖς κοιναῖς ἐμφάσεσιν, οἷον οὕτως “ἐμοῦ δὲ ταῦτ’ | |
Hist.36.12.2 | εἰπόντος” καὶ πάλιν “ἡμῶν δὲ συγκαταθεμένων.” ἐπὶ πολὺ γὰρ ἐμπεπλεγμένων ἡμῶν εἰς τὰς μετὰ ταῦτα μελλούσας ἱστορεῖσθαι πράξεις, ἀναγκαῖόν ἐστι μετα‐ λαμβάνειν τὰς περὶ αὑτῶν σημασίας, ἵνα μήτε τοὔνομα | |
5 | συνεχῶς προφερόμενοι προσκόπτωμεν ταυτολογοῦντες μήτε πάλιν “ἐμοῦ” καὶ “δι’ ἐμέ” παρ’ ἕκαστον λέγον‐ τες λάθωμεν εἰς φορτικὴν διάθεσιν ἐμπίπτοντες, | |
Hist.36.12.3 | ἀλλὰ συγχρώμενοι πᾶσι τούτοις καὶ μεταλαμβάνοντες ἀεὶ τὸ τῷ καιρῷ πρέπον ἐφ’ ὅσον οἷόν τε διαφεύγωμεν | |
Hist.36.12.4 | τὸ λίαν ἐπαχθὲς τῆς περὶ αὑτῶν λαλιᾶς, ἐπειδὴ φύσει μὲν ἀπρόσδεκτός ἐστιν ὁ τοιοῦτος λόγος, ἀναγκαῖος δ’ ὑπάρχει πολλάκις, ὅταν μὴ δυνατὸν ἄλλως ᾖ δηλῶσαι | |
Hist.36.12.5 | τὸ προκείμενον. γέγονε δέ τι πρὸς τοῦτο τὸ μέρος ἡμῖν οἷον ἐκ ταὐτομάτου συνέργημα τὸ μηδένα μέχρι γε τῶν καθ’ ἡμᾶς καιρῶν ταὐτὸν ἡμῖν ὄνομα κεκλη‐ ρονομηκέναι κυρίως, ὅσον γε καὶ ἡμᾶς εἰδέναι. — | |
Hist.36.13.1 | Ὅτι κατά τι σύμπτωμα τῶν μὲν τοῦ Καλλικράτους εἰκόνων εἰσφερομένων κατὰ τὸ σκότος, τῶν δὲ τοῦ Λυκόρτα κατὰ τὴν (αὐτὴν) ἡμέ‐ | |
ραν ἐκφερομένων εἰς τὸ φῶς κατὰ τὴν ἐξ ἀρχῆς διά‐ | ||
Hist.36.13.2 | θεσιν, πάντας ἠνάγκαζε τὸ γινόμενον ἐπιφθέγγεσθαι διότι δεῖ μηδέποτε τοῖς καιροῖς ὑπερηφάνως χρῆσθαι κατὰ τῶν πέλας, εἰδότα διότι καὶ λίαν τοῦτ’ ἔστιν ἴδιον ἐπιτήδευμα τῆς τύχης, τὸ τοῖς αὑτῶν ἐπινοήμασι | |
5 | καὶ νομοθετήμασιν ἐξ ὑποστροφῆς αὐτοὺς ὑποβάλλειν τοὺς νομοθετήσαντας. — | |
Hist.36.13.3 | Ὅτι αὐτὸ τὸ φύσει φιλόκαινον τῶν ἀνθρώπων ἱκανόν ἐστι πρὸς πᾶσαν μεταβολήν. | |
Hist.36.14t | III. RES BITHYNIAE. | |
Hist.36.14.1 | Ὅτι Ῥωμαῖοι ἔπεμψαν πρεσβευτὰς τοὺς ἐπιληψομένους τῆς ὁρμῆς τῆς τοῦ Νικομήδους καὶ κωλύσοντας τὸν Ἄτταλον πολεμεῖν τῷ Προυσίᾳ, | |
Hist.36.14.2 | καὶ κατεστάθησαν Μάρκος Λικίννιος, ἄνθρωπος ποδαγρικὸς καὶ τελείως ἀδύνατος τοῖς ποσί, καὶ μετὰ τοῦτον Αὖλος Μαγκῖνος, ὃς κεραμίδος εἰς τὴν κεφαλὴν ἐμπεσούσης αὐτῷ τηλικαύτας καὶ τοσαύτας οὐλὰς | |
5 | εἶχε διὰ τῆς κεφαλῆς ὥστε θαυμαστὸν εἶναι πῶς ἐσώθη, καὶ Λεύκιος Μαλλέολος, ὃς πάντων ἐδόκει Ῥωμαίων | |
Hist.36.14.3 | ἀναισθητότατος ὑπάρχειν. τῆς δὲ πράξεως προσδεο‐ | |
μένης τάχους καὶ τόλμης ἐδόκουν ἀφυέστατοι πρὸς | ||
Hist.36.14.4 | τὴν χρείαν εἶναι ταύτην οἱ καθεσταμένοι. διὸ καί φασι Μάρκον Πόρκιον τὸν Κάτωνα προσαγορευόμενον εἰπεῖν ἐν συγκλήτῳ διότι συμβήσεται μὴ μόνον ἀπ‐ ολόμενον φθάσαι τὸν Προυσίαν, ἀλλὰ καὶ τὸν Νικο‐ | |
Hist.36.14.5 | μήδην γηράσαντ’ ἐν τῇ βασιλείᾳ· πῶς γὰρ οἷόν τε καταταχῆσαι, πῶς δὲ καταταχήσασαν ἀνύσασθαί τι τὴν πρεσβείαν, μήτε πόδας μήτε κεφαλὴν μήτε καρδίαν ἔχουσαν. — | |
Hist.36.15.1 | Ὅτι Προυσίας ὁ βασιλεύς, εἰδεχθὴς ὢν κατὰ τὴν ἔμφασιν, καίπερ ἐκ συλλο‐ γισμοῦ βελτίων ὑπάρχων, ἥμισυς ἀνὴρ (ἦν) κατὰ τὴν ἐπιφάνειαν καὶ πρὸς τὰς πολεμικὰς χρείας ἀγεννὴς | |
Hist.36.15.2 | καὶ γυναικώδης. οὐ γὰρ μόνον δειλὸς ἦν, ἀλλὰ καὶ πρὸς τὰς κακοπαθείας ἀλλότριος καὶ συλλήβδην ἐκτε‐ | |
θηλυμμένος καὶ τῇ ψυχῇ καὶ τῷ σώματι παρ’ ὅλον τὸν | ||
Hist.36.15.3 | βίον· ὅπερ ἥκιστα βούλονται περὶ τοὺς βασιλεῖς ὑπάρ‐ χειν ἅπαντες μέν, μάλιστα δὲ τὸ τῶν Βιθυνῶν γένος. | |
Hist.36.15.4 | πολλὴ δέ τις ἀσέλγεια καὶ περὶ τὰς σωματικὰς ἐπιθυ‐ | |
Hist.36.15.5 | μίας αὐτῷ συνεξηκολούθει. παιδείας δὲ καὶ φιλοσοφίας καὶ τῶν ἐν τούτοις θεωρημάτων ἄπειρος εἰς τέλος ἦν | |
Hist.36.15.6 | καὶ συλλήβδην τοῦ καλοῦ τί ποτ’ ἔστιν οὐδ’ ἔννοιαν εἶχε, Σαρδαναπάλλου δὲ βάρβαρον βίον ἔζη καὶ μεθ’ | |
Hist.36.15.7 | ἡμέραν καὶ νύκτωρ. τοιγαροῦν ἅμα τῷ δράξασθαι βραχείας ἐλπίδος τὸ τῶν βασιλευομένων πλῆθος ἀμε‐ τάκλητον ὁρμὴν ἔσχεν εἰς τὸ μὴ μόνον ἀλλότρια φρονεῖν τοῦ βασιλέως, ἀλλὰ καὶ τιμωρίαν βούλεσθαι | |
5 | παρ’ αὐτοῦ λαμβάνειν. | |
Hist.36.16t | B. OLYMP. 157, 4. I. BELLUM PUNICUM TERTIUM. | |
Hist.36.16.1 | Ὅτι Μασανάσσης ὁ ἐν Λιβύῃ τῶν Νομά‐ δων βασιλεὺς ἀνὴρ ἦν τῶν καθ’ ἡμᾶς βασι‐ | |
Hist.36.16.2 | λέων ἄριστος καὶ μακαριώτατος, ὃς ἐβασίλευσεν ἔτη πλείω τῶν ἑξήκονθ’, ὑγιεινότατος ὢν καὶ πολυ‐ | |
Hist.36.16.3 | χρονιώτατος· ἐνενήκοντα γὰρ ἐτῶν ἐγεγόνει. ἐγένετο δὲ καὶ δυναμικώτατος τῶν καθ’ αὑτὸν κατὰ τὴν σωματι‐ κὴν ἕξιν, ὅς, ὅτε μὲν στῆναι δέοι, στὰς ἐν τοῖς αὐ‐ τοῖς ἴχνεσι δι’ ἡμέρας ἔμενε, καθεζόμενος (δὲ) πάλιν | |
Hist.36.16.4 | οὐκ ἠγείρετο. καὶ τὴν ἐπὶ τῶν ἱππικῶν κακοπάθειαν ἡμέραν καὶ νύκτα συνεχῶς διακαρτερῶν οὐδὲν ἔπασχεν. | |
Hist.36.16.5 | σημεῖον δὲ τῆς σωματικῆς αὐτοῦ δυνάμεως· ἔχων ἐνε‐ νήκοντ’ ἔτη, καθ’ ὃν καιρὸν μετήλλαξε τὸν βίον, υἱὸν ἀπέλειπε τεττάρων ἐτῶν, ὄνομα Σθέμβανον, ὃν μετὰ ταῦτα Μικίψης υἱοποιήσατο, πρὸς δὲ τούτοις υἱοὺς | |
Hist.36.16.6 | ἐννέα. διὰ δὲ τὴν πρὸς ἀλλήλους τούτων εὔνοιαν διετήρησε τὸν ὅλον βίον πάσης ἐπιβουλῆς καὶ παντὸς οἰκείου μιάσματος ἄμοιρον αὑτοῦ γενέσθαι τὴν βασι‐ | |
Hist.36.16.7 | λείαν. τὸ δὲ μέγιστον καὶ θειότατον τούτου· τῆς γὰρ | |
Νομαδίας ἁπάσης ἀχρήστου τὸν πρὸ τοῦ χρόνον ὑπαρ‐ χούσης καὶ νομιζομένης ἀδυνάτου τῇ φύσει πρὸς ἡμέ‐ | ||
Hist.36.16.8 | ρους καρποὺς ὑπάρχειν, πρῶτος καὶ μόνος ὑπέδειξε διότι δύναται πάντας ἐκφέρειν τοὺς ἡμέρους καρ‐ ποὺς οὐδ’ ὁποίας ἧττον, ἑκάστῳ τῶν υἱῶν ἐν διαστάσει | |
Hist.36.16.9 | μυριοπλέθρους ἀγροὺς κατασκευάσας παμφόρους. τῇ μὲν οὖν ἐκείνου μεταστάσει ταῦτ’ ἄν τις εὐλόγως ἐπι‐ | |
Hist.36.16.10 | φθέγξαιτο καὶ δικαίως. ὁ δὲ Σκιπίων παραγενόμενος εἰς τὴν Κίρταν ἡμέρᾳ τρίτῃ μετὰ τὸν τοῦ βασιλέως θάνατον διῴκησε καλῶς πάντα. — | |
Hist.36.16.11 | Μασανάσσην δ’ ἱστορεῖ Πολύβιος ἐνενήκοντα μὲν ἐτῶν ἀποθανεῖν, τετράετες καταλιπόντα παιδάριον ἐξ | |
Hist.36.16.12 | αὐτοῦ γεγενημένον· ὀλίγῳ δ’ ἔμπροσθεν τῆς τελευτῆς μάχῃ νικήσαντα μεγάλῃ Καρχηδονίους ὀφθῆναι τῇ ὑστεραίᾳ πρὸ τῆς σκηνῆς ῥυπαρὸν ἄρτον ἐσθίοντα καὶ πρὸς τοὺς θαυμάζοντας εἰπεῖν ὅτι τοῦτο ποιεῖ *** | |
Hist.36.17t | II. BELLUM MACEDONICUM. | |
Hist.36.17.1 | Ἐγὼ δέ, φησὶν ὁ Πολύβιος ἐπιτιμῶν τοῖς τὴν τύχην καὶ τὴν εἱμαρμένην ἐπιγρά‐ φουσιν ἐπί τε τὰς κοινὰς πράξεις καὶ τὰς κατ’ ἰδίαν | |
περιπετείας, νῦν βούλομαι περὶ τούτου τοῦ μέρους | ||
5 | διαστείλασθαι καθ’ ὅσον ὁ τῆς πραγματικῆς ἱστο‐ | |
Hist.36.17.2 | ρίας ἐπιδέχεται τρόπος. ὧν μὲν νὴ Δί’ ἀδύνατον ἢ δυσχερὲς τὰς αἰτίας καταλαβεῖν ἄνθρωπον ὄντα, περὶ τούτων ἴσως ἄν τις ἀπορῶν ἐπὶ τὸν θεὸν τὴν ἀνα‐ φορὰν ποιοῖτο καὶ τὴν τύχην, οἶον ὄμβρων καὶ νιφε‐ | |
5 | τῶν ἐξαισίων ἐπιφορὰ συνεχής, ἢ τἀναντία πάλιν αὐχμῶν καὶ πάγων καὶ διὰ ταῦτα φθορὰ καρπῶν, ὁμοίως λοιμικαὶ διαθέσεις συνεχεῖς, ἄλλα παραπλήσια | |
Hist.36.17.3 | τούτοις, ὧν οὐκ εὐμαρὲς τὴν αἰτίαν εὑρεῖν. διόπερ εἰκότως περὶ τῶν τοιούτων ἀκολουθοῦντες ταῖς τῶν πολλῶν δόξαις διὰ τὴν ἀπορίαν, ἱκετεύοντες καὶ θύον‐ τες ἐξιλασκόμενοι τὸ θεῖον, πέμπομεν ἐρησόμενοι τοὺς | |
5 | θεοὺς τί ποτ’ ἂν ἢ λέγουσιν ἢ πράττουσιν ἡμῖν ἄμει‐ | |
Hist.36.17.4 | νον εἴη καὶ γένοιτο παῦλα τῶν ἐνεστώτων κακῶν. ὧν δὲ δυνατόν ἐστι τὴν αἰτίαν εὑρεῖν, ἐξ ἧς καὶ δι’ ἣν ἐγένετο τὸ συμβαῖνον, οὐχί μοι δοκεῖ τῶν τοιούτων | |
Hist.36.17.5 | δεῖν ἐπὶ τὸ θεῖον ποιεῖσθαι τὴν ἀναφοράν. λέγω δ’ οἷον οὕτως. ἐπέσχεν ἐν τοῖς καθ’ ἡμᾶς καιροῖς τὴν Ἑλλάδα πᾶσαν ἀπαιδία καὶ συλλήβδην ὀλιγαν‐ θρωπία, δι’ ἣν αἵ τε πόλεις ἐξηρημώθησαν καὶ ἀφο‐ | |
5 | ρίαν εἶναι συνέβαινε, καίπερ οὔτε πολέμων συνεχῶν | |
Hist.36.17.6 | ἐσχηκότων ἡμᾶς οὔτε λοιμικῶν περιστάσεων. εἴ τις οὖν περὶ τούτου συνεβούλευσεν εἰς θεοὺς πέμπειν | |
ἐρησομένους τί ποτ’ ἂν ἢ λέγοντες ἢ πράττοντες πλεί‐ ονες γινοίμεθα καὶ κάλλιον οἰκοίημεν τὰς πόλεις, ἆρ’ | ||
5 | οὐ μάταιος ἂν ἐφαίνετο, τῆς αἰτίας προφανοῦς ὑπαρ‐ | |
Hist.36.17.7 | χούσης καὶ τῆς διορθώσεως ἐν ἡμῖν κειμένης; τῶν γὰρ ἀνθρώπων εἰς ἀλαζονείαν καὶ φιλοχρημοσύνην, ἔτι δὲ ῥᾳθυμίαν ἐκτετραμμένων καὶ μὴ βουλομένων μήτε γαμεῖν μήτ’, ἐὰν γήμωσι, τὰ γινόμενα τέκνα | |
5 | τρέφειν, ἀλλὰ μόλις ἓν τῶν πλείστων ἢ δύο χάριν τοῦ πλουσίους τούτους καταλιπεῖν καὶ σπαταλῶντας | |
Hist.36.17.8 | θρέψαι, ταχέως ἔλαθε τὸ κακὸν αὐξηθέν. ὅτε γὰρ ἑνὸς ὄντος ἢ δυεῖν, τούτων τὸν μὲν πόλεμος, τὸν δὲ νόσος ἐνστᾶσα παρείλετο, δῆλον ὡς ἀνάγκη καταλείπεσθαι τὰς οἰκήσεις ἐρήμους, καὶ καθάπερ ἐπὶ τῶν μελιττῶν | |
5 | τὰ σμήνη, τὸν αὐτὸν τρόπον κατὰ βραχὺ καὶ τὰς πό‐ | |
Hist.36.17.9 | λεις ἀπορουμένας ἀδυνατεῖν. ὑπὲρ ὧν οὐδὲ χρεία παρὰ τῶν θεῶν πυνθάνεσθαι πῶς ἂν ἀπολυθείημεν | |
Hist.36.17.10 | τῆς τοιαύτης βλάβης· ὁ γὰρ τυχὼν τῶν ἀνθρώπων ἐρεῖ διότι μάλιστα μὲν αὐτοὶ δι’ αὑτῶν, μεταθέμενοι | |
τὸν ζῆλον, εἰ δὲ μή, νόμους γράψαντες, ἵνα τρέφηται τὰ γινόμενα. περὶ τούτων οὔτε μάντεων οὔτε τερα‐ | ||
Hist.36.17.11 | τειῶν χρεία. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ μέ‐ | |
Hist.36.17.12 | ρος. ἀλλ’ ἐπ’ ἐκείνων ἐφ’ ὧν ἀλήπτους ἢ δυσλήπτους εἶναι τὰς αἰτίας συμβαίνει, διαπορητέον· ὧν ἓν ἦν καὶ | |
Hist.36.17.13 | τὸ περὶ Μακεδόνας γεγενημένον. Μακεδόνες μὲν γὰρ ὑπὸ Ῥωμαίων πολλῶν καὶ μεγάλων ἐτετεύχεισαν φιλανθρωπιῶν, κοινῇ μὲν πάντες ἀπολυθέντες μοναρ‐ χικῶν ἐπιταγμάτων καὶ φόρων καὶ μεταλαβόντες ἀπὸ | |
5 | δουλείας ὁμολογουμένως ἐλευθερίαν, ἰδίᾳ δὲ πάλιν κατὰ πόλεις ἐκλυθέντες ἐκ μεγάλων στάσεων καὶ φό‐ νων ἐμφυλίων διὰ τῆς Ῥωμαίων ...... φιλοτ̣ιμίας· .. ἅ̣μ̣α̣ δυσμενείας| μ̣ὲ̣ν̣ ἢ βλάβης τῆς ἐν τοῖς πρότερον | |
καιροῖς πρὸς Ῥωμ(αίους) ἔτι γεύ| ......φιλ....... | ||
10 | ................. πόλεως· ὑπὸ δὲ τοῦ Ψευδοφιλίπ‐ που πρῶτον μὲν πρ.......... ε̣ξ̣ε̣τ̣ο̣ι̣ διῄτ....... πολλοὺς μὲν | ἀν ......φρ.............. πλείστους ἐπεῖδον αὐτῶν ἐν πάνυ | βραχεῖ χρόνῳ φυγαδευθέν‐ τας καὶ στρεβλωθέντας καὶ φονευθέν|τας ἢ τῶν ἐν | |
15 | τοῖς π̣ρ̣ό̣τ̣ε̣ρ̣ο̣ν̣ καιροῖς ὑπὸ τῶν κατ’ ἀλήθειαν β̣α̣σι | .................... ἤδη τοῦτο γε ε̣χ̣ .. ῶς απαν‐ τ̣ε̣σ̣ι̣ ἐπὶ το | ........... εἴ ...............αι τῶν ἐξ ἀρχῆς βασιλέων, ὡς | ......................... ............ ὑβρίζ..... καὶ | ................... | |
20 | ....................... πλείστο̣ι̣ς̣ | ε̣μ̣ο̣ς̣ τῶν βρ.. ....................................... | καὶ .. .............................................| Ῥωμαίων στρατοπεδεύματος ἐξ αὐτῆς μεταμέλοι· ἐν ἀδικ ....... | τῶν πρὸ τοῦ Ψευδοφιλίππου μὲν εἰς | |
Hist.36.17.14 | αὐτοὺς παρανομημάτων· | ο̣ἱ̣ δ̣ὲ̣ τ̣ὸ̣ ................ | |
................ π̣ο̣λ̣λ̣ῶ̣ν̣ τ̣ε̣ μ̣ε̣τ̣ὰ̣ | μὲν τοῦ Δημη‐ τρίου καὶ πάλιν μετὰ Περσέως μαχόμενοι πρὸς Ῥω‐ μαίους ἡττήθησαν, ἀνδρὶ (δὲ) στυγνῷ συναγωνιζόμενοι | ||
5 | καὶ περὶ τῆς τούτου βασιλείας ἀνδραγαθήσαντες ἐνί‐ | |
Hist.36.17.15 | κησαν Ῥωμαίους. ἐξ ὧν τίς οὐκ ἂν ἐπαπορήσειεν ἐπὶ τῷ συμβάντι; τὴν γὰρ αἰτίαν εὑρεῖν τούτων δυσχερές. | |
Hist.36.17.16 | διόπερ ἄν τις ἐπὶ τῶν τοιούτων διαθέσεων δαιμονοβλάβειαν εἴπειε τὸ γεγονὸς καὶ μῆνιν ἐκ θεῶν ἅπασι Μακεδόσιν ἀπηντῆσθαι. δῆλον δ’ ἔστιν ἐκ τῶν | |
λέγεσθαι μελλόντων. | ||
Hist.37t1 | FRAGMENTA LIBRI XXXVII. | |
Hist.37.1t | OLYMP. 158, 1. BELLUM MACEDONICUM. | |
Hist.37.1.1 | Μούσειον, τόπος περὶ τὸν Ὄλυμπον | |
τὸν ἐν Μακεδονίᾳ· Πολύβιος τριακοστῷ ἑβδόμῳ. | ||
Hist.38t1 | FRAGMENTA LIBRI XXXVIII. | |
Hist.38.1t | OLYMP. 158, 2. I. EX PROOEMIO. | |
Hist.38.1.1 | Ὅτι ἡ ληʹ βίβλος περιέχει τὴν συν‐ | |
Hist.38.1.2 | τέλειαν τῆς τῶν Ἑλλήνων ἀτυχίας. καίπερ γὰρ τῆς Ἑλλάδος καὶ καθόλου καὶ κατὰ μέρος πλεο‐ νάκις ἐπταικυίας, ὅμως οὐδ’ ὁποίοις ἄν τις τῶν πρό‐ τερον ἐλαττωμάτων οἰκειότερον ἐφαρμόσαι τὸ τῆς | |
5 | ἀτυχίας ὄνομα καὶ τὴν ἔννοιαν ταύτην ὡς τοῖς | |
Hist.38.1.3 | καθ’ ἡμᾶς γεγονόσιν. οὐ γὰρ μόνον ἀφ’ ὧν ἔπαθον ἐλεήσαι τις ἂν τοὺς Ἕλληνας, ἔτι δὲ μᾶλλον ἐφ’ οἷς | |
ἔπραξαν ἠτυχηκέναι νομίσειε, πυθόμενος περὶ ἑκά‐ | ||
Hist.38.1.4 | στων τὰς ἀληθείας. δοκοῦντος γοῦν μεγίστου πάθους γεγονέναι τοῦ περὶ τοὺς Καρχηδονίους οὐκ ἔλαττον ἄν τις ἡγήσαιτο, κατὰ δέ τι μεῖζον τὸ περὶ τὴν Ἑλ‐ | |
Hist.38.1.5 | λάδα τότε συμβάν. οἱ μὲν γὰρ τόπον ἔσχατον ἀπο‐ λογίας γε πρὸς τοὺς ἐπιγινομένους περὶ σφῶν ἀπέ‐ λειπον, οὗτοι δ’ οὐδ’ ἀφορμὴν εὔλογον ἔδοσαν τοῖς βουλομένοις σφίσι βοηθεῖν ὑπὲρ τῶν ἡμαρτημένων. | |
Hist.38.1.6 | καὶ Καρχηδόνιοι μὲν ἅμα ταῖς περιπετείαις ἄρδην ἀφανισθέντες ἀνεπαίσθητοι τῶν σφετέρων εἰς τὸ μέλ‐ λον ἐγένοντο συμπτωμάτων, οἱ δ’ Ἕλληνες ἐφορῶντες τὰς αὑτῶν ἀτυχίας παισὶ παίδων παραδόσιμον ἐποίησαν | |
Hist.38.1.7 | τὴν ἀκληρίαν. ὥστε καθ’ ὅσον τοὺς ζῶντας μετὰ τι‐ μωρίας ἐλεεινοτέρους νομίζομεν τῶν ἐν αὐτοῖς τοῖς δεινοῖς ἐκλειπόντων τὸν βίον, κατὰ τοσοῦτο καὶ τὰς τότε περιπετείας τῶν Ἑλλήνων ἐλεεινοτέρας νομιστέον | |
Hist.38.1.8 | τῶν συμβάντων Καρχηδονίοις, ἐὰν μή τις ἀφρον‐ τιστῶν τοῦ καθήκοντος καὶ τοῦ καλοῦ, πρὸς αὐτὸ δὲ | |
Hist.38.1.9 | τὸ συμφέρον ἀποβλέπων ποιῆται τὴν ἀπόφασιν. ὅτι δ’ ἔστι τὸ νῦν εἰρημένον ὑφ’ ἡμῶν ἀληθές, εἴποι τις ἂν ὑπομνησθεὶς καὶ παρα(θεὶς) τὰς δοκούσας μεγίστας συμφορὰς γεγονέναι κατὰ τὴν Ἑλλάδα πρὸς τὰ νῦν | |
5 | ὑφ’ ἡμῶν λεγόμενα. | |
Hist.38.2.1 | Μέγιστον ἡ τύχη δοκεῖ φόβον ἐπιστῆσαι τοῖς Ἕλλησι κατὰ τὴν Ξέρξου διάβασιν εἰς τὴν Εὐρώπην· | |
Hist.38.2.2 | τότε γὰρ ἐκινδύνευσαν μὲν πάντες, ἔπταισαν δὲ τε‐ | |
Hist.38.2.3 | λέως ὀλίγιστοι, μάλιστα δὲ τούτων Ἀθηναῖοι· προ‐ ϊδόμενοι γὰρ ἐμφρόνως τὸ μέλλον ἐξέλιπον τὴν πατρίδα | |
Hist.38.2.4 | μετὰ τέκνων καὶ γυναικῶν. βλάβην μὲν οὖν ὁ και‐ ρὸς αὐτοῖς ἐπήνεγκε· κύριοι γὰρ γενηθέντες οἱ βάρ‐ βαροι πικρῶς διέφθειραν τὰς Ἀθήνας· οὐ μὴν ὄνειδος οὐδ’ αἰσχύνην, τὸ δ’ ἐναντίον εὔκλειαν παρὰ | |
5 | πᾶσι τοῖς ἀνθρώποις τὴν μεγίστην ἀπηνέγκαντο (δι)ότι πάντ’ ἐν ἐλάττονι θέμενοι τῆς αὐτῆς τύχης εἵλαντο | |
Hist.38.2.5 | κοινωνεῖν τοῖς ἄλλοις Ἕλλησι. τοιγαροῦν καλῇ χρη‐ σάμενοι προαιρέσει, παρὰ πόδας οὐ μόνον ἀνεκτήσαντο τὴν πατρίδα καὶ τὴν ἑαυτῶν χώραν, ἀλλὰ καὶ περὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἡγεμονίας μετ’ ὀλίγον | |
Hist.38.2.6 | ἠμφισβήτουν πρὸς Λακεδαιμονίους. μετὰ δὲ ταῦτα πάλιν ὑπὸ Σπαρτιατῶν καταπολεμηθέντες εἰς τοῦτ’ | |
ἀνάγκης ἦλθον ὥστε καθελεῖν τὰ τείχη τῆς αὑτῶν | ||
Hist.38.2.7 | πατρίδος. ἀλλὰ καὶ τοῦτο Λακεδαιμονίων, οὐκ Ἀθη‐ ναίων ἄν τις εἶναι φήσειε τοὔγκλημα, διότι βαρύτερον ἐχρήσαντο τῇ δοθείσῃ σφίσι παρὰ τῆς τύχης ἐξουσίᾳ. | |
Hist.38.2.8 | Σπαρτιᾶται (δ’) ἡττηθέντες ὑπὸ Θηβαίων πάλιν ἀπέβαλον τὴν τῶν Ἑλλήνων ἡγεμονίαν καὶ μετὰ ταῦτα τῆς τῶν ἐκτὸς ἀρχῆς ἀποστάντες συνεκλείσθησαν εἰς τοὺς | |
Hist.38.2.9 | τῆς Λακωνικῆς ὅρους. καὶ τί δὴ τοῦτ’ αἰσχρόν, εἰ περὶ τῶν καλλίστων ἀμφισβητοῦντες ἐπὶ τοσοῦτον ἔπταισαν ὥστε πάλιν ἐπὶ τὴν πάτριον ἀναχωρῆσαι | |
Hist.38.2.10 | δυναστείαν; διὸ τὰ γεγονότα ταῦτα συμπτώματα μὲν | |
Hist.38.2.11 | εἶναι φατέον, ἀτυχήματα δ’ οὐδαμῶς ῥητέον. Μαντι‐ νεῖς ἠναγκάσθησαν ἐκλιπεῖν τὴν πατρίδα διοικισθέντες ὑπὸ Λακεδαιμονίων καὶ διασπασθέντες οἰκῆσαι κατὰ | |
Hist.38.2.12 | κώμας· ἀλλὰ πάντες ἐπὶ τούτοις οὐ τὴν τῶν Μαντι‐ νέων ἀβουλίαν, ἀλλὰ τὴν Λακεδαιμονίων ὠνείδιζον. | |
Hist.38.2.13 | Θηβαῖοι μετά τινα χρόνον ἄρδην ἐπεῖδον τὴν αὑτῶν πατρίδα γενομένην ἀνάστατον, ὅτε προθέμενος Ἀλέξαν‐ δρος εἰς τὴν Ἀσίαν διαβαίνειν ὑπέλαβε διὰ τῆς εἰς Θηβαίους τιμωρίας τῷ φόβῳ φρουρήσειν τοὺς Ἕλλη‐ | |
Hist.38.2.14 | νας κατὰ τοὺς ἰδίους περισπασμούς· ἀλλὰ τότε πάντες | |
ἠλέουν μὲν τοὺς Θηβαίους ὡς ἄδικα καὶ δεινὰ πεπονθότας, διεδικαίου δὲ τὴν πρᾶξιν ταύτην οὐδεὶς | ||
Hist.38.3.1 | Ἀλεξάνδρου. τοιγαροῦν βραχεῖ χρόνῳ τυχόντες ἐπικουρίας τινὸς αὖθις ᾤκουν τὴν πατρίδα μετ’ | |
Hist.38.3.2 | ἀσφαλείας. ὁ γὰρ παρὰ τῶν ἐκτὸς ἔλεος οὐ μικρὸν ἐπίχειρόν ἐστι τοῖς ἀδίκως ἀκληροῦσιν, εἴ γε πολλάκις ἰδεῖν ἔστιν ἅμα ταῖς τῶν πολλῶν ὁρμαῖς καὶ τὴν τύχην μεταβαλλομένην καὶ τοὺς κρατοῦντας αὐτοὺς | |
5 | μεταμελομένους καὶ διορθουμένους τὰς τῶν παραλό‐ | |
Hist.38.3.3 | γως ἠτυχηκότων περιπετείας. πάλιν ἐπείθοντο κατά τινας καιροὺς Χαλκιδεῖς καὶ Κορίνθιοι καί τινες ἕτε‐ ραι πόλεις διὰ τὴν τῶν τόπων εὐφυΐαν τοῖς ἐν Μακε‐ | |
Hist.38.3.4 | δονίᾳ βασιλεῦσι καὶ φρουρὰς εἶχον· ἀλλὰ τοὺς μὲν δουλεύοντας πάντες ἐσπούδαζον κατὰ δύναμιν ἐλευ‐ θεροῦν, τοὺς δὲ καταδουλωσαμένους ἐμίσουν καὶ πο‐ | |
Hist.38.3.5 | λεμίους ἡγοῦντο διὰ τέλους. καθόλου δὲ κατὰ πόλεις ἔπταιον καὶ κατὰ πόλιν ἐσφάλλοντο τὸν πρὸ τοῦ χρό‐ νον ὡς ἐπίπαν, οἱ μὲν ὑπὲρ ἡγεμονίας καὶ πραγμάτων ἀμφισβητοῦντες, οἱ δ’ ὑπὸ μονάρχων καὶ βασιλέων | |
Hist.38.3.6 | παρασπονδούμενοι· διὸ καὶ σπανίους ἂν εὕροις (οἷς) | |
ὄνειδος ἠκολούθει τῶν ἀκληρούντων ἢ καὶ τὸ τῆς | ||
Hist.38.3.7 | ἀτυχίας ὄνομα διέμενεν· ἀκληρεῖν μὲν γὰρ ἅπαντας ἡγητέον καὶ κοινῇ καὶ κατ’ ἰδίαν τοὺς παραλόγοις συμφοραῖς περιπίπτοντας, ἀτυχεῖν δὲ μόνους τούτους οἷς διὰ τὴν ἰδίαν ἀβουλίαν ὄνειδος αἱ πράξεις ἐπι‐ | |
Hist.38.3.8 | φέρουσι. κατὰ (δὲ) τοὺς ὑποκειμένους καιροὺς ἠτύ‐ χησαν ἅμα Πελοποννήσιοι, Βοιωτοί, Φωκεῖς, .... εῖς, Λοκροί, τινὲς τῶν τὸν Ἰόνιον κατοικούντων κόλπον, | |
Hist.38.3.9 | μετὰ δὲ τούτους ἔτι Μακεδόνες· .... μὴ μόνον κατὰ τὸ πλῆθος | ........................... τῶν πρότε‐ ρον, ἀλλὰ καὶ κατὰ ............. ἐπίπαν οὐκ ἠκλή‐ ρησαν, ἀλλ’ ἠτύχησαν ἀτυχίαν αἰσχρὰν ὡς ἔνι | |
Hist.38.3.10 | μάλιστα καὶ ἐπονείδιστον· ἅμα μὲν γὰρ ἀπιστίαν, ἅμα | |
δ’ ἀνανδρίαν ἔδειξαν, καὶ πράξεις αὐτοῖς ἐπήνεγκαν | ||
Hist.38.3.11 | διὰ τὴν ἀτ............. ἅμα. τοιγαροῦν στερηθέν‐ τες πάντων τῶν καλῶν οἱ μὲν ὑπὸ στέ ...., ἔνιοι δὲ καὶ δ............ ντες εἰς τὰς πόλεις τότε παρ‐ | |
Hist.38.3.12 | εδέξαντο ῥάβδους καὶ πελέκεις ἐθελο ......· ἐν μεγάλῳ γὰρ φόβῳ διὰ τὴν (ὑπερ)βολ(ὴν) τῶν ἰδίων ἁμ(αρτη‐ | |
Hist.38.3.13 | μάτων ἦσαν, εἰ χρ)ὴ (λέγειν) ἰδίων· ἐγὼ γὰρ ἠγνοη‐ κέναι (μὲν φαίην ἂν τοὺς) πολ(λοὺς) καὶ παραπεπαι‐ κέναι (τοῦ καθήκοντος), ἡμαρτ(ηκέναι δὲ τοὺς αἰτίους) γεγονότας τῆς ἐπὶ τοσοῦτον ἀγνοίας. | |
Hist.38.4.1 | Ὑπὲρ ὧν οὐ δεήσει θαυμάζειν ἐὰν παρεκβαί‐ νοντες τὸ τῆς ἱστορικῆς διηγήσεως ἦθος ἐπιδεικτι‐ κωτέραν καὶ φιλοτιμοτέραν φαινώμεθα ποιούμενοι περὶ | |
Hist.38.4.2 | αὐτῶν τὴν ἀπαγγελίαν. καίτοι τινὲς ἴσως ἐπιτιμή‐ σουσιν ἡμῖν ὡς φιλαπεχθῶς ποιουμένοις τὴν γραφήν, οἷς καθῆκον ἦν μάλιστα πάντων περιστέλλειν τὰς τῶν | |
Hist.38.4.3 | Ἑλλήνων ἁμαρτίας. ἐγὼ δ’ οὔτε φίλον οὐδέποτ’ | |
ἂν ὑπολαμβάνω γνήσιον νομισθῆναι παρὰ τοῖς ὀρθῶς φρονοῦσι τὸν δεδιότα καὶ φοβούμενον τοὺς μετὰ παρ‐ | ||
Hist.38.4.4 | ρησίας λόγους, καὶ μὴν οὐδὲ πολίτην ἀγαθὸν τὸν ἐγκαταλείποντα τὴν ἀλήθειαν διὰ τὴν ἐσομένην ὑπ’ | |
Hist.38.4.5 | ἐνίων προσκοπὴν παρ’ αὐτὸν τὸν καιρόν· συγγραφέα δὲ κοινῶν πράξεων οὐδ’ ὅλως ἀποδεκτέον τὸν ἄλλο τι | |
Hist.38.4.6 | περὶ πλείονος ποιούμενον τῆς ἀληθείας. ὅσῳ γὰρ εἰς πλείους διατείνει καὶ ἐπὶ πλείω χρόνον ἡ (διὰ) τῶν ὑπομνημάτων παράδοσις τῶν πρὸς καιρὸν λεγομένων, τοσούτῳ χρὴ μᾶλλον καὶ τὸν γράφοντα περὶ πλείστου | |
5 | ποιεῖσθαι τὴν ἀλήθειαν καὶ τοὺς ἀκούοντας ἀποδέ‐ | |
Hist.38.4.7 | χεσθαι τὴν τοιαύτην αἵρεσιν. κατὰ μὲν γὰρ τοὺς τῶν περιστάσεων καιροὺς καθήκει βοηθεῖν τοὺς Ἕλληνας ὄντας τοῖς Ἕλλησι κατὰ πάντα τρόπον, τὰ μὲν ἀμύ‐ νοντας, τὰ δὲ περιστέλλοντας, τὰ δὲ παραιτουμένους | |
5 | τὴν τῶν κρατούντων ὀργήν· ὅπερ ἡμεῖς ἐπ’ αὐτῶν | |
Hist.38.4.8 | τῶν πραγμάτων ἐποιήσαμεν ἀληθινῶς· τὴν (δ’) ὑπὲρ τῶν γεγονότων τοῖς ἐπιγινομένοις διὰ τῶν ὑπομνημά‐ των παράδοσιν ἀμιγῆ παντὸς ψεύδους ἀπολείπεσθαι χάριν τοῦ μὴ ταῖς ἀκοαῖς τέρπεσθαι κατὰ τὸ παρὸν | |
5 | τοὺς ἀναγινώσκοντας, ἀλλὰ ταῖς ψυχαῖς διορθοῦσθαι πρὸς τὸ μὴ πλεονάκις ἐν τοῖς αὐτοῖς διασφάλλεσθαι. | |
Hist.38.4.9 | καὶ περὶ (μὲν) τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω. | |
Hist.38.5.1 | Οὐ γὰρ ἀγνοῶ διότι τινὲς ἐπιλή‐ ψονται τῆς πραγματείας, φάσκοντες ἀτελῆ καὶ διερριμμένην ἡμᾶς πεποιῆσθαι τὴν ἐξήγησιν τῶν | |
Hist.38.5.2 | πραγμάτων, (εἴγ’) ἐπιβαλλόμενοι λόγου χάριν δι‐ εξιέναι τὴν Καρχηδόνος πολιορκίαν, κἄπειτα μεταξὺ ταύτην ἀπολιπόντες καὶ μεσολαβήσαντες σφᾶς αὐτοὺς μεταβαίνομεν ἐπὶ τὰς Ἑλληνικὰς κἀντεῦθεν ἐπὶ τὰς | |
5 | Μακεδονικὰς ἢ Συριακὰς ἤ τινας ἑτέρας πράξεις· | |
Hist.38.5.3 | ζητεῖν δὲ τοὺς φιλομαθοῦντας τὸ συνεχὲς καὶ τὸ τέλος ἱμείρειν ἀκοῦσαι τῆς προθέσεως· καὶ γὰρ τὴν ψυχαγωγίαν καὶ τὴν ὠφέλειαν οὕτω μᾶλλον συνεκ‐ | |
Hist.38.5.4 | τρέχειν τοῖς προσέχουσιν. ἐμοὶ δ’ οὐχ οὕτως δοκεῖ, τὸ δ’ ἐναντίον. μάρτυρα δὲ τούτων ἐπικαλεσαίμην ἂν αὐτὴν τὴν φύσιν, ἥτις κατ’ οὐδ’ ὁποίαν τῶν αἰσθήσεων εὐδοκεῖ τοῖς αὐτοῖς ἐπιμένειν κατὰ τὸ συνεχές, ἀλλ’ | |
5 | ἀεὶ μεταβολῆς ἐστιν οἰκεία, τοῖς δ’ αὐτοῖς ἐγκυρεῖν | |
Hist.38.5.5 | ἐκ διαστήματος βούλεται καὶ διαφορᾶς. εἴη δ’ ἂν τὸ λεγόμενον ἐναργὲς πρῶτον μὲν ἐκ τῆς ἀκοῆς, ἥτις οὔτε κατὰ τὰς μελῳδίας οὔτε κατὰ τὰς λεκτικὰς ὑποκρίσεις | |
Hist.38.5.6 | εὐδοκεῖ συνεχῶς ταῖς αὐταῖς ἐπιμένειν στάσεσιν, ὁ δὲ | |
μεταβολικὸς τρόπος καὶ καθόλου πᾶν τὸ διερριμμένον καὶ μεγίστας ἔχον ἀλλαγὰς καὶ πυκνοτάτας αὐτὴν κι‐ | ||
Hist.38.5.7 | νεῖ. παραπλησίως καὶ τὴν γεῦσιν εὕροι τις ἂν οὐδὲ τοῖς πολυτελεστάτοις βρώμασιν ἐπιμένειν δυναμένην, ἀλλὰ σικχαίνουσαν καὶ χαίρουσαν ταῖς μεταβολαῖς καὶ προσηνεστέρως ἀποδεχομένην πολλάκις καὶ τὰ λιτὰ | |
5 | τῶν ἐδεσμάτων ἢ τὰ πολυτελῆ διὰ τὸν ξενισμόν. | |
Hist.38.5.8 | τὸ δ’ αὐτὸ καὶ περὶ τὴν ὅρασιν ἴδοι τις ἂν γινόμενον· ἥκιστα γὰρ δύναται πρὸς ἓν μένειν ἀτενίζουσα, κινεῖ δ’ αὐτὴν ἡ ποικιλία καὶ μεταβολὴ τῶν ὁρωμένων. | |
Hist.38.5.9 | μάλιστα δὲ περὶ τὴν ψυχὴν τοῦτό τις ἂν ἴδοι συμ‐ βαῖνον· αἱ γὰρ μεταλήψεις τῶν ἀτενισμῶν καὶ τῶν ἐπιστάσεων οἷον ἀναπαύσεις εἰσὶ τοῖς φιλοπόνοις τῶν | |
Hist.38.6.1 | ἀνδρῶν. διὸ καὶ τῶν ἀρχαίων συγγραφέων οἱ λογιώτατοι δοκοῦσί μοι προσαναπεπαῦσθαι τῷ τρόπῳ τούτῳ, τινὲς μὲν μυθικαῖς καὶ διηγηματικαῖς κεχρημένοι παρεκβάσεσι, τινὲς δὲ καὶ πραγματικαῖς, | |
5 | ὥστε μὴ μόνον ἐν αὐτοῖς τοῖς κατὰ τὴν Ἑλλάδα τό‐ ποις ποιεῖσθαι τὰς μεταβάσεις, ἀλλὰ καὶ τῶν ἐκτὸς | |
Hist.38.6.2 | περιλαμβάνειν. λέγω δ’ οἷον ἐπειδὰν τὰ κατὰ τὴν Θετταλίαν ἐξηγούμενοι καὶ τὰς Ἀλεξάνδρου τοῦ | |
Φεραίου πράξεις μεταξὺ τὰς κατὰ Πελοπόννησον Λακε‐ δαιμονίων ἐπιβολὰς διηγῶνται, καὶ πάλιν τὰς παρὰ | ||
5 | Θηβαίων, ἔτι δὲ τὰς κατὰ Μακεδονίαν ἢ τὴν Ἰλλυρίδα, κἄπειτα διατρίψαντες λέγωσι τὴν Ἰφικράτους εἰς Αἴ‐ γυπτον στρατείαν καὶ τὰ Κλεάρχῳ πραχθέντα παρ‐ | |
Hist.38.6.3 | ανομήματα κατὰ τὸν Πόντον. ἐξ ὧν κεχρημένους μὲν ἅπαντας εὕροι τις ἂν τῷ τοιούτῳ χειρισμῷ, κεχρημέ‐ | |
Hist.38.6.4 | νους γε μὴν ἀτάκτως, ἡμᾶς δὲ τεταγμένως. ἐκεῖνοι μὲν γὰρ μνησθέντες πῶς Βάρδυλλις ὁ τῶν Ἰλλυριῶν βασιλεὺς καὶ Κερσοβλέπτης ὁ τῶν Θρᾳκῶν κατεκτή‐ σαντο τὰς δυναστείας, οὐκέτι προστιθέασι τὸ συνεχές, | |
5 | οὐδ’ ἀνατρέχουσιν ἐπὶ τἀκόλουθον ἐκ διαστήματος, ἀλλὰ καθάπερ ἐν ποιήματι χρησάμενοι πάλιν ἐπαν‐ | |
Hist.38.6.5 | άγουσιν ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποθέσεις. ἡμεῖς δὲ πάντας διῃρημένοι τοὺς ἐπιφανεστάτους τόπους τῆς οἰκουμένης καὶ τὰς ἐν τούτοις πράξεις καὶ μίαν καὶ τὴν αὐτὴν ἔφοδον ἀεὶ ποιούμενοι κατὰ τὴν τάξιν τῆς διαλήψεως, | |
5 | ἔτι δὲ καθ’ ἕκαστον ἔτος ὡρισμένως ἐξηγούμενοι τὰς | |
Hist.38.6.6 | καταλλήλους πράξεις ἐνεστηκυίας, ἀπολείπομεν πρό‐ δηλον τοῖς φιλομαθοῦσι τὴν ἐπα(να)γωγὴν ἐπὶ τὸν συνεχῆ λόγον καὶ τὰς μεσολαβηθείσας ἀεὶ τῶν πράξεων, ὥστε μηδὲν ἀτελὲς μηδ’ ἐλλιπὲς γίνεσθαι τοῖς φιλη‐ | |
Hist.38.6.7 | κόοις τῶν προειρημένων. καὶ περὶ μὲν τούτων ἐπὶ | |
τοσοῦτον. | ||
Hist.38.7t | II. BELLUM PUNICUM TERTIUM. | |
Hist.38.7.1 | Ὅτι Ἀσδρούβας ὁ στρατηγὸς Καρχηδονίων κενόδοξος ἦν ἀλαζὼν καὶ πολὺ κεχωρισμένος τῆς | |
Hist.38.7.2 | πραγματικῆς καὶ στρατηγικῆς δυνάμεως. πολλὰ δὲ σημεῖα τῆς ἀκρισίας αὐτοῦ. πρῶτον μὲν γὰρ παρῆν ἐν πανοπλίᾳ, πορφυρίδα θαλαττίαν ἐπιπεπορπημένος, ἡνίκα Γολόσσῃ συνεγίνετο τῷ τῶν Νομάδων βασιλεῖ, | |
Hist.38.7.3 | μετὰ μαχαιροφόρων δέκα. ἔπειτα προβὰς ἀπὸ τῶν δέχ’ ὅσον εἴκοσι πόδας ἀπέστη, προβεβλημένος τάφρον καὶ χάρακα, καὶ κατένευε τῷ βασιλεῖ προσιέναι | |
Hist.38.7.4 | πρὸς αὑτόν, καθῆκον γίνεσθαι τοὐναντίον. οὐ μὴν | |
ἀλλ’ ὁ Γολόσσης ἀφελῶς ἔχων Νομαδικῷ τινι τρόπῳ μόνος προσῄει πρὸς αὐτόν· καὶ προσεγγίσας ἤρετο τίνα | ||
Hist.38.7.5 | φοβούμενος τὴν πανοπλίαν ἔχων ἧκε. τοῦ δ’ εἰ‐ πόντος ὅτι Ῥωμαίους, “Οὐκ ἂν ἄρ’” ἔφησεν ὁ Γολόσ‐ σης “ἔδωκας σαυτὸν εἰς τὴν πόλιν, μηδεμίαν ἔχων ἀνάγκην. πλὴν τί βούλει καὶ τί παρακαλεῖς;” φησίν. | |
Hist.38.7.6 | ὁ δ’ Ἀσδρούβας “Ἐγώ” φησὶ “πρεσβευτήν σε παρα‐ καλῶ γενέσθαι πρὸς τὸν στρατηγὸν καὶ πᾶν ἀναδέ‐ χεσθαι διότι ποιήσομεν τὸ προσταττόμενον· μόνον ἀπό‐ | |
Hist.38.7.7 | σχεσθε τῆς ταλαιπώρου πόλεως ταύτης.” καὶ [ὁ] Γο‐ λόσσης “Παιδικὴν δοκεῖς μοι” φησὶν “ἀξίωσιν ἀξιοῦν, | |
Hist.38.7.8 | ὦ βέλτιστε· ὑπὲρ ὧν γὰρ ἐξ ἀκεραίου πρεσβεύοντες, ἔτι καθημένων ἐν Ἰτύκῃ Ῥωμαίων, οὐκ ἐδύνασθε πεί‐ θειν, τίνι λόγῳ νῦν ἀξιοῖς ταῦτά σοι συγχωρεῖσθαι, περιτετειχισμένος καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν | |
5 | καὶ σχεδὸν ἁπάσας ἀπεγνωκὼς τὰς τῆς σωτηρίας ἐλ‐ | |
Hist.38.7.9 | πίδας;” ὁ δ’ Ἀσδρούβας ἀγνοεῖν αὐτὸν ἔφη· καὶ γὰρ ἐπὶ τοῖς ἔξωθεν συμμάχοις ἀκμὴν καλὰς ἐλπίδας ἔχειν· οὐ γάρ πω τὰ περὶ τοὺς Μαυρουσίους ἠκηκόει καὶ τὰ περὶ τῶν ὑπαίθρων δυνάμεων [ὅτι σώζονται]· καὶ (μὴν) | |
5 | οὐκ ἀπελπίζειν τὰ καθ’ αὑτούς· μάλιστα δὲ πεποιθέναι τῇ τῶν θεῶν συμμαχίᾳ καὶ ταῖς ἐν ἐκείνοις ἐλπίσιν· | |
Hist.38.7.10 | οὐ γὰρ περιόψεσθαι σφᾶς προφανῶς παρασπονδου‐ μένους, ἀλλὰ πολλὰς δώσειν ἀφορμὰς πρὸς σωτηρίαν. | |
Hist.38.7.11 | διὸ παρακαλεῖν ἠξίου τὸν στρατηγὸν καὶ τῶν θεῶν ἕνεκεν καὶ τῆς τύχης φείσασθαι τῆς πόλεως, εἰδότα σαφῶς διότι μὴ δυνάμενοι τυχεῖν τούτου κατασφαγή‐ | |
Hist.38.7.12 | σονται πρότερον ἢ παραχωρήσουσι ταύτης. τότε μὲν οὖν ταῦτα καὶ παραπλήσια διαλεχθέντες ἐχωρίσθησαν, ταξάμενοι μετὰ τρίτην ἡμέραν πάλιν συμπορεύεσθαι· | |
Hist.38.8.1 | τοῦ δὲ Γολόσσου μεταδόντος τῷ στρα‐ τηγῷ περὶ τῶν εἰρημένων, γελάσας ὁ Πόπλιος “Ταῦτα μέλλων ἀξιοῦν” ἔφη “τοιαύτην καὶ τηλικαύ‐ την ἀσέβειαν εἰς τοὺς αἰχμαλώτους ἡμῶν ἐν(απ)εδείξω | |
5 | καὶ νῦν ἐπὶ τοῖς θεοῖς τὰς ἐλπίδας ἔχεις, παραβεβη‐ | |
Hist.38.8.2 | κὼς καὶ τοὺς τῶν ἀνθρώπων νόμους;” τοῦ δὲ βασι‐ λέως βουλομένου τι προσυπομιμνήσκειν τὸν Σκιπίωνα, καὶ μάλιστα διότι (δεῖ) συντέλειαν ἐπιτίθεσθαι τοῖς | |
Hist.38.8.3 | πράγμασι· χωρὶς γὰρ τῶν ἀδήλων καὶ τὴν κατάστασιν τῶν ὑπάτων ἤδη συνεγγίζειν, ἧς δεῖν ἔφη στοχά‐ ζεσθαι, μὴ τοῦ χειμῶνος προκαταλαβόντος ἐπελθὼν ἕτερος ἀκονιτὶ λάβῃ τὴν ἐπιγραφὴν τῶν ἐκείνου πό‐ | |
Hist.38.8.4 | νων· καὶ δὴ τούτων λεγομένων ἐπιστήσας ὁ στρατη‐ γὸς ἐκέλευσεν ἀναγγέλλειν διότι δίδωσι τὴν ἀσφάλειαν | |
αὐτῷ καὶ γυναικὶ καὶ τέκνοις καὶ δέκα τῶν συγγενῶν (καὶ) φίλων οἰκίαις, σὺν δὲ τούτοις δέκα τάλαντα | ||
5 | λαβεῖν ἐκ τῶν ἰδίων ὑπαρχόντων καὶ τῶν οἰκετῶν | |
Hist.38.8.5 | ἐξαγαγεῖν ἑκατὸν οὓς ἂν αἱρῆται. ταῦτα μὲν οὖν ὁ Γολόσσης ἔχων τὰ φιλάνθρωπα συνῄει πρὸς τὸν | |
Hist.38.8.6 | Ἀσδρούβαν τῇ τρίτῃ τῶν ἡμερῶν· ὁ δὲ πάλιν ἐξεπο‐ ρεύετο μετὰ μεγάλης ἀξίας ἐν τῇ πορφυρίδι καὶ τῇ πανοπλίᾳ βάδην, ὥστε τοὺς ἐν ταῖς τραγῳδίαις τυράν‐ | |
Hist.38.8.7 | νους πολύ τι προσοφείλειν. ἦν μὲν οὖν καὶ φύσει σάρκινος, τότε δὲ καὶ κοιλίαν εἰλήφει καὶ τῷ χρώματι παρὰ φύσιν ἐπικεκαυμένος ἦν, ὥστε δοκεῖν ἐν παν‐ ηγύρει που διαιτᾶσθαι παραπλησίως τοῖς σιτευτοῖς | |
5 | βουσίν, ἀλλὰ μὴ τηλικούτων καὶ τοιούτων κακῶν προ‐ στατεῖν, ὧν οὐδ’ ἂν ἐφίκοιτο τῷ λόγῳ διεξιὼν οὐδείς. | |
Hist.38.8.8 | οὐ μὴν ἀλλ’ ἐπεὶ συνῆλθε τῷ βασιλεῖ καὶ διήκουσε τῶν ὑπὸ τοῦ στρατηγοῦ προτεινομένων, πολλάκις τὸν μηρὸν πατάξας, τοὺς θεοὺς καὶ τὴν τύχην ἐπικαλεσά‐ μενος, οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν ἔφασκεν | |
5 | ἐν ᾗ συμβήσεται τὸν ἥλιον Ἀσδρούβαν βλέπειν ἅμα | |
Hist.38.8.9 | καὶ τὴν πατρίδα πυρπολουμένην· καλὸν γὰρ ἐντάφιον εἶναι τοῖς εὖ φρονοῦσι τὴν πατρίδα καὶ τὸ ταύ‐ | |
Hist.38.8.10 | της πῦρ. ὥσθ’ ὅτε μὲν εἰς τὰς ἀποφάσεις αὐτοῦ τις | |
βλέψειε, θαυμάζειν τὸν ἄνδρα καὶ τὸ μεγαλόψυχον τῶν λόγων, ὅτε δ’ εἰς τὸν χειρισμὸν τῶν πραγμάτων, | ||
Hist.38.8.11 | τὴν ἀγεννίαν καταπλήττεσθαι καὶ τὴν ἀνανδρίαν· ὃς πρῶτον μέν, τῶν ἄλλων πολιτῶν διαφθειρομένων ὁλο‐ σχερῶς ὑπὸ τοῦ λιμοῦ, πότους αὐτὸς συνῆγε καὶ δευ‐ τέρας τραπέζας παρετίθετο πολυτελεῖς καὶ διὰ τῆς | |
5 | ἰδίας εὐεξίας παρεδειγμάτιζε τὴν ἐκείνων ἀτυχίαν· | |
Hist.38.8.12 | ἄπιστον μὲν γὰρ ἦν τὸ τῶν ἀποθνησκόντων πλῆθος, ἄπιστον δὲ τὸ τῶν αὐτομολούντων καθ’ ἡμέραν διὰ | |
Hist.38.8.13 | τὸν λιμόν· ἔπειτα τοὺς μὲν διαχλευάζων, οἷς δ’ ἐν‐ υβρίζων καὶ φονεύων κατεπλήττετο τοὺς πολλοὺς καὶ τούτῳ τῷ τρόπῳ συνεῖχε τὴν ἐξουσίαν, ᾗ μόλις ἂν χρήσαιτο τύραννος ἐν εὐτυχούσῃ πόλει, καὶ ἐν | |
Hist.38.8.14 | δεδυστυχηκυίᾳ πατρίδι. διὸ καὶ λίαν δοκῶ καλῶς ἡμῖν εἰρῆσθαι διότι προστάτας πραγμάτων ὁμοιοτέρους τῶν παρὰ τοῖς Ἕλλησι τότε καὶ παρὰ τοῖς Καρχηδο‐ | |
Hist.38.8.15 | νίοις ὑπαρξάντων οὐκ ἂν εὕροι τις ῥᾳδίως. τοῦτο δ’ ἔσται δῆλον, ὅταν ἐκ παραθέσεως τὸν ὑπὲρ ἐκείνων ποιησώμεθα λόγον. | |
Hist.38.9t | III. BELLUM ACHAICUM. | |
Hist.38.9.1 | Ὅτι παραγενομένων ἐκ Πελοπον‐ νήσου τῶν περὶ τὸν Αὐρήλιον πρεσβευ‐ | |
τῶν καὶ διασαφούντων τὰ συμβεβηκότα περὶ | ||
Hist.38.9.2 | αὐτούς, ὅτι παρ’ ὀλίγον τοῖς ὅλοις ἐκινδύνευσαν, καὶ λε‐ γόντων μετ’ αὐξήσεως καὶ καινολογίας· οὐ γὰρ ὡς κατὰ περιπέτειαν ἐπ’ αὐτοὺς ἥκοντος τοῦ δεινοῦ δι‐ εσάφουν, ἀλλ’ ὡς κατὰ πρόθεσιν ὡρμηκότων τῶν Ἀχαιῶν | |
Hist.38.9.3 | ἐπὶ τὸ παραδειγματίζειν αὐτούς· ἡ σύγκλητος ἠγα‐ νάκτησεν μὲν ἐπὶ τοῖς γεγονόσιν ὡς οὐδέποτε καὶ παραχρῆμα πρεσβευτὰς κατεστήσατο τοὺς περὶ τὸν Ἰούλιον, καὶ τούτους ἔπεμπε δοῦσα τοιαύτας ἐντολάς, | |
Hist.38.9.4 | διότι δεῖ μετρίως ἐπιτιμήσαντας καὶ μεμψαμένους ἐπὶ τοῖς γεγονόσι τὸ πλεῖον παρακαλεῖν καὶ διδάσκειν τοὺς Ἀχαιοὺς μήτε τοῖς ἐπὶ τὰ χείριστα παρακαλοῦσι προσέχειν μήτ’ αὐτοὺς λαθεῖν εἰς τὴν πρὸς Ῥωμαίους | |
Hist.38.9.5 | ἀλλοτριότητα διεμπεσόντας, ἀλλ’ ἔτι καὶ νῦν ποιήσα‐ σθαί τινα διόρθωσιν τῶν ἠγνοημένων, ἀπερεισαμένους | |
Hist.38.9.6 | τὴν ἄγνοιαν ἐπὶ τοὺς αἰτίους τῆς ἁμαρτίας. ἐξ ὧν καὶ λίαν δῆλον ἐγένετο διότι καὶ τοῖς περὶ τὸν Αὐ‐ | |
ρήλιον ἔδωκε τὰς ἐντολὰς (οὐ) διασπάσαι βουλομένη τὸ ἔθνος, ἀλλὰ πτοῆσαι καὶ καταπλήξασθαι [βουλο‐ | ||
5 | μένη] τὴν αὐθάδειαν καὶ τὴν ἀπέχθειαν τῶν Ἀχαιῶν. | |
Hist.38.9.7 | τινὲς μὲν οὖν ὑπελάμβανον καθ’ ὑπόκρισιν τοὺς Ῥω‐ μαίους *** διὰ τὸ μένειν ἀτελῆ τὰ κατὰ Καρχηδόνα· | |
Hist.38.9.8 | τὸ δ’ ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλ’ ἀποδεδεγμένοι τὸ ἔθνος ἐκ πολλοῦ χρόνου καὶ νομίζοντες ἔχειν αὐτὸ πιστὸν μάλιστα τῶν Ἑλληνικῶν, ἀνασοβῆσαι μὲν ἔκρι‐ ναν διὰ τὸ φρονηματίζεσθαι πέρα τοῦ δέοντος, πόλε‐ | |
5 | μον δ’ ἀναλαβεῖν ἢ διαφορὰν ὁλοσχερῆ πρὸς τοὺς Ἀχαιοὺς οὐδαμῶς ἐβούλοντο. — | |
Hist.38.10.1 | Ὅτι οἱ περὶ τὸν Σέξτον προάγοντες ἐκ τῆς Ῥώμης εἰς τὴν Πελοπόννησον ἀπήντησαν τοῖς | |
Hist.38.10.2 | περὶ τὸν Θεαρίδαν, οἵ(περ) ἦσαν πρεσβευταὶ πεμφθέν‐ τες ὑπὸ τῶν Ἀχαιῶν παραιτησόμενοι καὶ διδάξοντες τὴν σύγκλητον ὑπὲρ τῶν εἰς τοὺς περὶ τὸν Αὐρήλιον | |
Hist.38.10.3 | γενομένων ἀλογημάτων. οἷς καὶ συμμίξαντες οἱ προ‐ ειρημένοι παρεκάλεσαν αὐτοὺς ἀνακάμπτειν εἰς τὴν Ἀχαΐαν, ὅτι περὶ πάντων τούτων ἔχουσιν ἐντολὰς | |
Hist.38.10.4 | αὐτοὶ διαλέγεσθαι τοῖς Ἀχαιοῖς. παραγενομένων δὲ τῶν περὶ τὸν Σέξτον εἰς τὴν Πελοπόννησον καὶ δια‐ λεγομένων τοῖς Ἀχαιοῖς ἐν τῇ τῶν Αἰγιέων πόλει καὶ προφερομένων πολλοὺς καὶ φιλανθρώπους λό‐ | |
Hist.38.10.5 | γους, καὶ τὸ περὶ τοὺς πρεσβευτὰς ἔγκλημα παραπεμ‐ πόντων καὶ σχεδὸν οὐδὲν προσδεόμενον δικαιολογίας, ἀλλὰ βέλτιον ἐκδεχομένων τὸ γεγονὸς αὐτῶν τῶν Ἀχαιῶν, καθόλου δὲ παρακαλούντων μὴ πορρωτέρω | |
5 | προβῆναι τῆς ἁμαρτίας μήτε τῆς εἰς αὑτοὺς μήτε τῆς | |
Hist.38.10.6 | εἰς τοὺς Λακεδαιμονίους, τὸ μὲν σωφρονοῦν μέρος ἀσμένως ἀπεδέχετο τὰ λεγόμενα καὶ λίαν ἐνετρέπετο, συνειδὸς αὑτῷ τὰ πεπραγμένα καὶ πρὸ ὀφθαλμῶν λαμ‐ βάνον τὰ συμβαίνοντα τοῖς πρὸς Ῥωμαίους ἀντιταττο‐ | |
Hist.38.10.7 | μένοις, τὸ δὲ πλῆθος τῶν ἀνθρώπων ἀντιλέγειν μὲν οὐδὲν εἶχε τοῖς ὑπὸ τῶν περὶ τὸν Σέξτον λεγομένοις δικαίοις, ἀλλ’ ἦγε τὴν ἡσυχίαν, ἔμενε δὲ νοσοῦν καὶ | |
Hist.38.10.8 | διεφθαρμένον. οἱ δὲ περὶ τὸν Δίαιον καὶ Κριτόλαον (καὶ) πάντες οἱ μετέχοντες αὐτοῖς τῆς αὐτῆς γνώμης· οὗτοι δ’ ἦσαν ὥσπερ ἐπίτηδες ἐξ ἑκάστης πόλεως κατ’ ἐκλογὴν οἱ χείριστοι καὶ τοῖς θεοῖς ἐχθροὶ καὶ λυμαι‐ | |
Hist.38.10.9 | νόμενοι τὸ ἔθνος· καθάπερ ἡ παροιμία φησίν, οὐ μό‐ νον τὰ διδόμενα τῇ δεξιᾷ παρὰ Ῥωμαίων ἐδέχοντο τῇ λαιᾷ χειρί, καθόλου δὲ καὶ συλλήβδην παρέπαιον | |
Hist.38.10.10 | τοῖς λογισμοῖς. ὑπέλαβον γὰρ τοὺς Ῥωμαίους διά τε τὰς ἐν τῇ Λιβύῃ καὶ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις δεδιότας τὸν ἀπὸ τῶν Ἀχαιῶν πόλεμον πᾶν ὑπομένειν | |
Hist.38.10.11 | καὶ πᾶσαν προΐεσθαι φωνήν. διὸ νομίσαντες ἴδιον τὸ παρὸν ἀπεκρίθησαν φιλανθρώπως τοῖς πρε‐ σβευταῖς τοὺς μὲν περὶ τὸν Θεαρίδαν ὅμως ἀποστέλ‐ λειν εἰς τὴν σύγκλητον, αὐτοὶ δὲ παρακολουθήσαντες | |
5 | εἰς τὴν Τεγέαν καὶ κοινολογηθέντες τοῖς Λακεδαιμο‐ νίοις ***, ἵνα γένηταί τις ὡμολογημένη λύσις περὶ | |
Hist.38.10.12 | τοῦ πολέμου. ταῦτα δ’ ἀποκριθέντες ἐν τοῖς ἑξῆς ἦγον ἐπὶ τὴν πάλαι προκειμένην αὐτοῖς ἄγνοιαν τὸ | |
Hist.38.10.13 | ταλαίπωρον ἔθνος. καὶ τοῦτ’ εἰκότως συνέβαινε γί‐ νεσθαι δι’ ἀπειρίαν καὶ κακίαν τῶν κρατούντων. | |
Hist.38.11.1 | Τὸ δὲ τέλος τῆς ἀπωλείας ἠνύσθη τοιῷδέ τινι | |
Hist.38.11.2 | τρόπῳ. παραγενομένων γὰρ εἰς τὴν Τεγέαν τῶν περὶ τὸν Σέξτον καὶ τοὺς Λακεδαιμονίους ἐπισπασα‐ μένων χάριν τοῦ σύμφωνον αὐτοῖς γενέσθαι πρὸς | |
τοὺς Ἀχαιοὺς τήν τε περὶ τῶν προγεγονότων | ||
5 | ἐγκλημάτων δικαιοδοσίαν (καὶ) τὴν κατὰ τὸν πόλεμον ἐποχήν, ἕως ἂν πέμψωσι Ῥωμαῖοι τοὺς περὶ τῶν ὅλων | |
Hist.38.11.3 | ἐπισκεψομένους, συνεδρεύσαντες οἱ περὶ τὸν Κριτόλαον ἔκριναν τοὺς μὲν ἄλλους διακλῖναι τὴν ἀπάντησιν, | |
Hist.38.11.4 | τὸν δὲ Κριτόλαον προάγειν εἰς τὴν Τεγέαν. ὁ μὲν οὖν προειρημένος ἤδη σχεδὸν ἀπηλπικότων τῶν περὶ | |
Hist.38.11.5 | τὸν Σέξτον ἦλθε, γενομένης δὲ συγκαταστάσεως πρὸς τοὺς Λακεδαιμονίους εἰς οὐδὲν συγκατέβαινεν, φήσας οὐκ ἔχειν ἐξουσίαν οὐδὲν οἰκονομεῖν ἄνευ τῆς τῶν πολλῶν γνώμης· ἐπανοίσειν δὲ τοῖς Ἀχαιοῖς εἰς τὴν | |
5 | ἑξῆς ἔφη σύνοδον, (ἣν ἔδει) γενέσθαι μετὰ μῆνας ἕξ. | |
Hist.38.11.6 | διὸ σαφῶς ἐπιγνόντες οἱ περὶ τὸν Σέξτον ἐθελοκα‐ κοῦντα τὸν Κριτόλαον καὶ δυσχεραίνοντες ἐπὶ τοῖς ἀπαντωμένοις τοὺς μὲν Λακεδαιμονίους ἀπέλυσαν εἰς τὴν οἰκείαν, αὐτοὶ δ’ ἐπανῆγον εἰς τὴν Ἰταλίαν, κατ‐ | |
Hist.38.11.7 | εγνωκότες ἄγνοιαν καὶ μανίαν τοῦ Κριτολάου. ὁ δὲ Κριτόλαος χωρισθέντων τούτων ἐπιπορευόμενος κατὰ τὸν χειμῶνα τὰς πόλεις ἐκκλησίας συνῆγε, προ‐ φάσει μὲν χρώμενος ὅτι βούλεται τὰ ῥηθέντα πρὸς | |
5 | τοὺς Λακεδαιμονίους καὶ πρὸς τοὺς ἐν τῇ Τεγέᾳ δια‐ | |
Hist.38.11.8 | σαφεῖν αὐτοῖς, τῇ δ’ ἀληθείᾳ κατηγορίαν ποιούμενος Ῥωμαίων καὶ πᾶν τὸ λεγόμενον ὑπ’ ἐκείνων ἐπὶ τὸ | |
Hist.38.11.9 | χεῖρον ἐκδεχόμενος, ἐξ ὧν δυσμένειαν καὶ μῖσος ἐνειρ‐ | |
Hist.38.11.10 | γάζετο τοῖς ὄχλοις. ἅμα δὲ τούτοις παρήγγειλε τοῖς | |
ἄρχουσι μὴ πράττειν τοὺς ὀφειλέτας μηδὲ παραδέ‐ χεσθαι τοὺς ἀπαγομένους εἰς φυλακὴν πρὸς τὰ χρέα, τοὺς (δ’) ἐράνους ἐπιμόνους ποιεῖν, ἕως ἂν λάβῃ τὰ | ||
Hist.38.11.11 | τοῦ πολέμου κρίσιν. λοιπὸν ἐκ τῆς τοιαύτης δημ‐ αγωγίας πᾶν τὸ λεγόμενον ὑπ’ αὐτοῦ πιστὸν ἐγίνετο, καὶ πρὸς πᾶν τὸ παραγγελλόμενον ἕτοιμον ἦν τὸ πλῆ‐ θος, περὶ μὲν τοῦ μέλλοντος ἀδυνατοῦν προνοεῖσθαι. | |
5 | τῇ δὲ παρ’ αὐτὰ χάριτι καὶ ῥᾳστώνῃ δελεαζόμενον. | |
Hist.38.12.1 | Ὁ δὲ Κόιντος ὁ Καικίλιος ἐν τῇ Μα‐ κεδονίᾳ τάδε πυνθανόμενος (καὶ) τὴν ἐν Πελοποννήσῳ γενομένην ἀκρισίαν καὶ ταραχὴν ἐξ‐ έπεμψε πρεσβευτὰς Γνάιον Παπείριον καὶ τὸν νεώ‐ | |
5 | τερον Ποπίλιον Λαινᾶτον, σὺν δὲ τούτοις Αὖλον Γα‐ | |
Hist.38.12.2 | βίνιον καὶ Γάιον Φάννιον· οἳ καὶ συνηγμένων τῶν Ἀχαιῶν εἰς Κόρινθον, κατὰ τύχην ἐλθόντες εἰς τοῦ‐ τον τὸν καιρὸν καὶ παραχθέντες εἰς τὰ πλήθη διετί‐ θεντο πολλοὺς οὗτοι καὶ φιλανθρώπους λόγους παρα‐ | |
Hist.38.12.3 | πλησίους τοῖς περὶ τὸν Σέξτον, πᾶσαν ἐνδεικνύμενοι φιλοτιμίαν χάριν τοῦ μὴ προβῆναι τοὺς Ἀχαιοὺς εἰς ὁλοσχερεστέραν ἀπέχθειαν πρὸς Ῥωμαίους μήτ’ ἐ(κ) τῆς πρὸς Λακεδαιμονίους προφάσεως μήτε διὰ τῆς | |
Hist.38.12.4 | πρὸς αὐτοὺς ἐκείνους ἀλλοτριότητος. ὧν οἱ μὲν πολ‐ λοὶ διακούοντες οὐδαμῶς ἀνείχοντο, χλευάζοντες δὲ τοὺς πρέσβεις μετὰ θορύβου καὶ κραυγῆς ἐξέβαλον. | |
Hist.38.12.5 | καὶ γὰρ συνηθροίσθη πλῆθος ἐργαστηριακῶν καὶ βαναύσων ἀνθρώπων ὅσον οὐδέποτε· πᾶσαι μὲν γὰρ ἐκορύζων αἱ πόλεις, πανδημεὶ δὲ καὶ μάλιστά πως ἡ | |
Hist.38.12.6 | τῶν Κορινθίων. ὀλίγοις δέ τισι καὶ λίαν ἤρεσκε τὰ | |
Hist.38.12.7 | λεγόμενα διὰ τῶν πρεσβευτῶν. ὁ δὲ Κριτόλαος, ὥσπερ κατ’ εὐχὴν ὑποθέσεως ἐπειλημμένος καὶ θεάτρου συνεν‐ θουσιῶντος καὶ παρεστηκότος ταῖς διανοίαις, καταν‐ ίστατο μὲν τῶν ἀρχόντων, διέσυρε |δὲ τοὺς ἀντιπολι‐ | |
5 | τευομένους, ἐνεπαρρησιάζετο δὲ τοῖς τῶν Ῥωμαίων | |
Hist.38.12.8 | πρεσβευταῖς, φάσκων βούλεσθαι μὲν Ῥωμαίων φίλος ὑπάρχειν, δεσπότας δ’ οὐκ ἂν εὐδοκῆσαι κτησάμενος. | |
Hist.38.12.9 | καθόλου δὲ παρῄνει, λέγων ὡς, ἐὰν μὲν ἄνδρες ὦσιν, οὐκ ἀπορήσουσι συμμάχων, ἐὰν (δ’) ἀνδρόγυνοι, κυ‐ | |
Hist.38.12.10 | ρίων. καὶ πολλὰ δή τινα πρὸς ταύτην τὴν ὑπόθεσιν ἐμπορεύων καὶ μεθοδευόμενος ἐκίνει καὶ παρώξυνε | |
Hist.38.12.11 | τοὺς ὄχλους. ἐποίει δ’ ἐμφάσεις καὶ περὶ τοῦ μὴ τυ‐ | |
χόντως χρῆσθαι ταῖς ἐπιβολαῖς, ἀλλὰ καὶ τῶν βασιλέων τινὰς καὶ τῶν πολιτευμάτων ἔνια κοινωνεῖν αὐτῷ τῆς | ||
Hist.38.13.1 | προθέσεως. τῶν δὲ τῆς γερουσίας βουλομέ‐ νων ἐπιλαμβάνεσθαι καὶ κωλύειν αὐτὸν τῶν τοιούτων λόγων, περισπασάμενος τοὺς στρατιώτας κατανίστατο, κελεύων προσελθεῖν, ἐγγίσαι, τολμῆσαί | |
Hist.38.13.2 | τινα μόνον ἅψασθαι τῆς χλαμύδος. καθόλου δ’ ἔφη πολὺν ἤδη χρόνον παρακατεσχηκὼς αὑτὸν οὐκέτι δύ‐ | |
Hist.38.13.3 | νασθαι καρτερεῖν, ἀλλ’ ἐρεῖν τὸ φαινόμενον. δεῖν γὰρ οὐ Λακεδαιμονίους οὐδὲ Ῥωμαίους ἀγωνιᾶν οὕτως (ὡς) τοὺς ἐξ αὐτῶν συνεργοῦντας τοῖς ἐχθροῖς· εἶναι γάρ τινας τοὺς πλεῖον Ῥωμαίοις εὐνοοῦντας καὶ Λακε‐ | |
Hist.38.13.4 | δαιμονίοις ἢ τοῖς σφετέροις πράγμασιν. καὶ τούτων πίστιν ἔφερεν· ἔφη γὰρ Εὐαγόραν τὸν Αἰγιέα καὶ τὸν Τριταιέα Στρατίον πάντα τὰ λεγόμενα δι’ ἀπορρήτων ἐν ταῖς συναρχίαις διασαφεῖν τοῖς περὶ | |
Hist.38.13.5 | τὸν Γνάιον. τοῦ δὲ Στρατίου συμμεμιχέναι μὲν τοῖς ἀνθρώποις ὁμολογοῦντος καὶ μετὰ ταῦτα συμμίξειν φάσκοντος φίλοις οὖσι καὶ συμμάχοις, ἀνηγγελκέναι δ’ ὁρκιζομένου μηδὲν τῶν ἐν ταῖς συναρχίαις εἰρημέ‐ | |
5 | νων, ὀλίγοι μέν τινες ἐπίστευον, οἱ δὲ πλείους προσ‐ | |
Hist.38.13.6 | εδέχοντο τὰς διαβολάς. ὁ δὲ Κριτόλαος παροξύνας τοὺς ὄχλους διὰ τῆς τούτων κατηγορίας ἔπεισε τοὺς Ἀχαιοὺς πάλιν ψηφίσασθαι λόγῳ μὲν τὸν πρὸς Λακε‐ | |
Hist.38.13.7 | δαιμονίους πόλεμον, ἔργῳ δὲ τὸν πρὸς Ῥωμαίους· καὶ προσεπεμέτρησεν ἕτερον ψήφισμα παράνομον, ὥστε κυρίους εἶναι τοὺς ἀνθρώπους οὓς [ἂν] ἐπὶ στρατη‐ γίαν αἱρήσονται· δι’ οὗ τρόπου τινὰ μοναρχικὴν ἀν‐ | |
5 | έλαβεν ἐξουσίαν. | |
Hist.38.13.8 | Οὗτος μὲν οὖν ταῦτα διοικησάμενος ἐγίνετο περὶ τὸ πραγματοκοπεῖν καὶ Ῥωμαίοις ἐπιβάλλειν τὰς χεῖ‐ ρας, οὐδενὶ λόγῳ τοῦτο πράττων, ἀλλὰ πάντων ἀσεβε‐ | |
Hist.38.13.9 | στάτοις καὶ παρανομωτάτοις ἐπιβαλλόμενος· τῶν δὲ πρέσβεων ὁ μὲν Γνάιος εἰς Ἀθήνας ἀπῆρεν κἀκεῖθεν εἰς Λακεδαίμονα προσεδρεύσων τοῖς καιροῖς, ὁ δ’ Αὖλος εἰς Ναύπακτον, οἱ δὲ δύο μέχρι τῆς τοῦ Και‐ | |
5 | κιλίου παρουσίας ἔμειναν ἐν ταῖς Ἀθήναις. καὶ τὰ μὲν κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν. — | |
Hist.38.14.1 | Ὅτι Πυθέας ἦν μὲν ἀδελφὸς | |
Ἀκαστίδου τοῦ σταδιέως, υἱὸς δὲ Κλε‐ ομνάστου, κακῶς δὲ βεβιωκὼς καὶ δοκῶν ἑαυτῷ | ||
Hist.38.14.2 | παρακεχρῆσθαι τὴν πρώτην ἡλικίαν, ὁμοίως δὲ καὶ κατὰ τὴν πολιτείαν θρασὺς καὶ πλεονέκτης καὶ δι’ Εὐμένους καὶ Φιλεταίρου σεσωματοποιημένος (διὰ) τὰς προειρημένας αἰτίας. — | |
Hist.38.14.3 | Polybius Achivus quamvis tunc in Africa cum Scipione fuerit, tamen quia domesticam cladem igno‐ rare non potuit, semel in Achaia pugnatum Critolao duce asserit. Diaeum vero adducentem ex Arcadia | |
5 | militem ab eodem Metello praetore oppressum cum exercitu docet. — | |
Hist.38.15.1 | Ὅτι τοῦ Κριτολάου τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν μετηλλαχότος, καὶ τοῦ νόμου κελεύον‐ τος, ἐπὰν συμβῇ τι περὶ τὸν ἐνεστῶτα στρατηγόν, τὸν προγεγονότα διαδέχεσθαι τὴν ἀρχήν, ἕως ἂν (ἡ) καθ‐ | |
Hist.38.15.2 | ήκουσα σύνοδος γένηται τῶν Ἀχαιῶν, ἐπέβαλε τῷ Διαίῳ χειρίζειν καὶ προεστάναι τῶν κοινῶν πραγμάτων. | |
Hist.38.15.3 | διόπερ ἐκπέμψας εἰς τὰ Μέγαρα καὶ παραγενόμενος εἰς Ἄργος ἔγραψε ταῖς πόλεσι πάσαις τῶν οἰκογενῶν καὶ παρατρόφων τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις εἰς μυρίους καὶ δισχιλίους ἐλευθεροῦν καὶ καθοπλίσαντας | |
Hist.38.15.4 | πέμπειν εἰς τὴν Κόρινθον. ἐμέρισε δὲ ταῖς πόλεσι τὴν ἐπιβολὴν τῶν σωμάτων εἰκῇ καὶ ἀνίσως, καθάπερ | |
Hist.38.15.5 | καὶ περὶ τῶν ἄλλων ἔπραττεν. οἷς δ’ ἂν ἐλλείπῃ τὸ τῶν παρατρόφων πλῆθος, ἀναπληροῦν ἔδει τὴν ἑκάστοις | |
Hist.38.15.6 | καθήκουσαν μοῖραν ἐκ τῶν ἄλλων οἰκετῶν. θεωρῶν δὲ τὴν ἀπορίαν τὴν ἐν τοῖς κοινοῖς ἰσχυρὰν οὖσαν διὰ τὸν πρὸς Λακεδαιμονίους γεγονότα πόλεμον, ἐπαγ‐ γελίας ποιεῖσθαι συνηνάγκαζε καὶ κατ’ ἰδίαν εἰσφέρειν | |
5 | τοὺς εὐπόρους, οὐ μόνον τοὺς ἄνδρας ἀλλὰ καὶ τὰς | |
Hist.38.15.7 | γυναῖκας. ἅμα δὲ τούτοις παρήγγειλεν πανδημεὶ τοὺς ἐν ταῖς ἡλικίαις ἁθροίζεσθαι μετὰ τῶν ὅπλων εἰς τὴν | |
Hist.38.15.8 | Κόρινθον. ἐξ ὧν συνέβαινε γίνεσθαι τὰς πόλεις | |
Hist.38.15.9 | πλήρεις ἀκρισίας, ταραχῆς, δυσθυμίας. καὶ τοὺς μὲν ἀπολωλότας ἐπῄνουν, τοὺς δ’ ἐκπορευομένους ἠλέουν, καὶ προσκατεκλαίοντο πάντες ὡσανεὶ προορώμενοι τὸ | |
Hist.38.15.10 | μέλλον· τὴν δὲ τῶν οἰκετῶν ἀνάτασιν καὶ τὸν ἐπι‐ συρμὸν βαρέως ἔφερον, ὡς ἂν τῶν μὲν ἠλευθερωμένων ἄρτι, τῶν δὲ λοιπῶν πρὸς τὴν ἐλπίδα ταύτην μεμε‐ | |
Hist.38.15.11 | τεωρισμένων. ἅμα δὲ τούτοις οἱ μὲν ἄνδρες εἰσφέ‐ ρειν ἠναγκάζοντο παρὰ τὴν αὑτῶν προαίρεσιν ὅ,τι τις ἔχειν δόξειεν, αἱ δὲ γυναῖκες ἀφαιρούμεναι σφῶν αὐ‐ τῶν καὶ τῶν ἰδίων τέκνων τὸν κόσμον ὥσπερ ἐπίτηδες | |
Hist.38.16.1 | εἰς αὐτὸν τὸν ὄλεθρον εἰσέφερον. ἁπάντων (δὲ) τούτων ἐν ἑνὶ καιρῷ συμβαινόντων, ἡ τῶν κατὰ μέρος ἀεὶ προσπιπτόντων κατάπληξις ἀφῃ‐ | |
ρεῖτο τῶν ἀνθρώπων τὴν ὑπὲρ τῶν ὅλων ἐπίστασιν | ||
5 | καὶ διάληψιν, δι’ ἧς ἔμελλον προνοεῖσθαι (δι)ότι πάν‐ τες εἰς πρόδηλον ὄλεθρον ἄγονται μετὰ τέκνων καὶ | |
Hist.38.16.2 | γυναικῶν. λοιπόν, οἷον ὑπὸ χειμάρρου τινὸς λάβρου προωθούμενοι καὶ φερόμενοι μετὰ βίας, ἐπηκολούθουν | |
Hist.38.16.3 | τῇ τοῦ προεστῶτος ἀγνοίᾳ καὶ παρακοπῇ. Ἠλεῖοι μὲν γὰρ καὶ Μεσσήνιοι κατὰ χώραν ἔμειναν, προσδοκῶντες τὸν ἀπὸ τοῦ στόλου κίνδυνον· οὓς οὐδὲν ἂν τῶν παρ‐ όντων ὤνησεν, εἴπερ ἐφάνη τὸ νέφος ἐκεῖνο κατὰ | |
Hist.38.16.4 | τὴν ἐξ ἀρχῆς πρόθεσιν. Πατρεῖς δὲ καὶ τὸ μετὰ τού‐ των συντελικὸν βραχεῖ χρόνῳ πρότερον ἐπταίκει κατὰ τὴν Φωκίδα, καὶ τὸ συμβαῖνον ἦν πολλῷ τῶν κατὰ | |
Hist.38.16.5 | Πελοπόννησον ἐλεεινότερον. οἱ μὲν γὰρ ἐκ τοῦ ζῆν παραλόγως αὑτοὺς ἐξῆγον, οἱ δ’ ἔφευγον ἐκ τῶν πό‐ λεων ἀνοδίαις, πρὸς οὐδὲν ὡρισμένον ποιούμενοι τὴν ἀναχώρησιν διὰ τὴν ἔκπληξιν τῶν γινομένων ἐν ταῖς | |
Hist.38.16.6 | πόλεσιν. καὶ οἱ μὲν ἦγον ἐκδώσοντες ἀλλήλους τοῖς πολεμίοις ὡς ἀλλοτρίους γεγονότας Ῥωμαίων, οἱ δ’ ἐμή‐ νυον καὶ κατηγόρουν τῶν πέλας, οὐδενὸς ἐπιζητοῦντος κατὰ τὸ παρὸν τὴν τοιαύτην χρείαν· οἱ δὲ μεθ’ ἱκετη‐ | |
5 | ρίας ἀπήντων, ὁμολογοῦντες παρεσπονδηκέναι καὶ πυνθανόμενοι τί δεῖ πάσχειν, μηδέπω μηδενὸς ἐπιζη‐ | |
Hist.38.16.7 | τοῦντος λόγον ὑπὲρ τούτων. πάντα δ’ ἦν πλήρη παρ‐ ηλλαγμένης φαρμακείας τῶν ῥιπτούντων ἑαυτοὺς εἰς | |
τὰ φρέατα καὶ κατὰ κρημνῶν, ὥστε κατὰ τὴν παροι‐ μίαν κἂν ἐχθρὸν ἐλεῆσαι θεασάμενον τὴν τότε περι‐ | ||
Hist.38.16.8 | πέτειαν τῆς Ἑλλάδος. τὸν μὲν γὰρ πρὸ τοῦ χρόνον ἐσφάλλοντο καὶ τοῖς ὅλοις ἔπταιον ἐνίοτε, ποτὲ μὲν ὑπὲρ πραγμάτων διαφερόμενοι, ποτὲ δὲ παρασπονδού‐ | |
Hist.38.16.9 | μενοι διὰ τῶν μονάρχων· κατὰ δὲ τοὺς νῦν λεγο‐ μένους καιροὺς ἠτύχησαν ἀτυχίαν ὁμολογουμένην διὰ τὴν τῶν προεστώτων ἀβουλίαν καὶ διὰ τὴν ἰδίαν | |
Hist.38.16.10 | ἄγνοιαν. οἱ δὲ Θηβαῖοι ἐκλιπόντες πανδημεὶ τὴν πό‐ λιν ἔρημον τελέως κατέλειπον· ἐν οἷς καὶ Πυθέας εἰς Πελοπόννησον ἀποχωρήσας μετὰ γυναικὸς καὶ τῶν τέκνων ἠλᾶτο κατὰ τῆς χώρας. — | |
Hist.38.16.11 | Παράδοξος αὐτῷ ἐφάνη ἡ ἀπάντησις τῶν πολεμίων. ἀλλά μοι δοκεῖ κατὰ τὴν παροιμίαν κενὰ κενοὶ λογί‐ ζονται. λοιπὸν εἰκότως τοῖς τοιούτοις τὰ πρόδηλα παράδοξα φαίνεται. — | |
Hist.38.16.12 | Καὶ ἐβουλεύετο περὶ τῆς εἰς οἶκον ἀνακομιδῆς, ὅμοιον ποιῶν ὡς εἴ τις ἄπειρος ὑπάρχων τοῦ νεῖν καὶ μέλλων αὑτὸν ῥίπτειν εἰς τὸ πέλαγος περὶ μὲν τοῦ ῥῖψαι μὴ βουλεύοιτο, ῥίψας δὲ διανοοῖτο περὶ τοῦ | |
5 | πῶς ἂν ἐκνήξαιτο πρὸς τὴν γῆν. — | |
Hist.38.17.1 | Ὅτι ἄρτι τοῦ Διαίου παρόντος εἰς τὴν | |
Κόρινθον, καθεσταμένου στρατηγοῦ διὰ τῶν πολλῶν, ἧκον οἱ περὶ τὸν Ἀνδρωνίδαν παρὰ τοῦ | ||
Hist.38.17.2 | Καικιλίου· καθ’ ὧν προδιαδοὺς φήμην ὡς συμφρο‐ νούντων τοῖς ἐχθροῖς, παρέβαλε τοὺς ἀνθρώπους τοῖς ὄχλοις, ὥστε μετὰ πάσης ὕβρεως συλληφθέντας ἀπαχ‐ | |
Hist.38.17.3 | θῆναι δεδεμένους. ἧκε δὲ καὶ Φίλων ὁ Θετταλὸς | |
Hist.38.17.4 | πολλὰ φιλάνθρωπα τοῖς Ἀχαιοῖς προτείνων· ὧν ἀκού‐ οντες συνέπραξάν τινες τῶν ἐκ τῆς χώρας, ἐν οἷς ἦν καὶ Στρατίος ἤδη γηραιὸς ὤν, ὃς ἐμπλεκόμενος καὶ λιπαρῶν ἐδεῖτο τοῦ Διαίου πεισθῆναι τοῖς ὑπὸ τοῦ | |
Hist.38.17.5 | Καικιλίου προτεινομένοις. οἱ δὲ συνεδρεύσαντες τοῖς | |
Hist.38.17.6 | μὲν ὑπὸ τοῦ Φίλωνος λεγομένοις οὐ προσεῖχον· οὐκ ἐνόμισαν γὰρ κοινὴν εἶναι τὴν σωτηρίαν, ἀλλ’ α(ὐτοὺς κατ’ ἰ)δίαν τὸ σφέτερον συμφέρον καὶ τὴν αὑτῶν ἀσφάλειαν ἐν πλείστῳ τιθεμένους ταῦτα λέγειν. (διὸ) | |
5 | πρὸς τοῦτον τὸν σκοπὸν ἐβουλεύσαντο περὶ τῶν ἐν‐ | |
Hist.38.17.7 | εστώτων, εἰ καὶ πάντων ἅμα διήμαρτον. σαφῶς γὰρ σφίσι τὰ πεπραγμένα συνειδότες οὐδαμῶς ἐδύναντο πιστεῦσαι διότι τύχοιεν ἄν τινος ἐλέου παρὰ Ῥωμαίων. | |
Hist.38.17.8 | τὸ δ’ ὑπὲρ τῶν πραγμάτων καὶ τῆς τῶν πολλῶν σω‐ τηρίας παθεῖν ὅ,τι δέοι γενναίως οὐδ’ ἐν νῷ καθάπαξ ἐλάμβανον· ὅπερ ἦν ἀνδρῶν φιλοδόξων καὶ | |
Hist.38.17.9 | προστατεῖν φασκόντων τῆς Ἑλλάδος. ἀλλὰ γὰρ πῶς | |
ἔμελλε καὶ πόθεν παραστήσεσθαι τοῦτο τὸ φρόνημα τοῖς προειρημένοις; ἦσαν γὰρ οἱ βουλευόμενοι Δίαιος καὶ Δαμόκριτος, ἄρτι τῆς καθόδου τετευχὼς διὰ τὴν | ||
5 | ἐνεστῶσαν ἀκρισίαν, σὺν δὲ τούτοις Ἀλκαμένης, Θεο‐ | |
Hist.38.17.10 | δέκτης, Ἀρχικράτης. ὑπὲρ ὧν, τίνες ἦσαν καὶ τίνα φύσιν ἕκαστος εἶχε καὶ τίνα προαίρεσιν καὶ βίον, εἴ‐ ρηται διὰ πλειόνων. | |
Hist.38.18.1 | Ὅθεν ἐν τοιούτοις ὄντος τοῦ διαβουλίου καὶ τὸ τέλος ἀκόλουθον ἐξέβη τῶν δοξάν‐ | |
Hist.38.18.2 | των. παραυτίκα μὲν οὖν συνέκλεισαν οὐ μόνον τοὺς περὶ τὸν Ἀνδρωνίδαν καὶ Λάγιον, ἀλλὰ καὶ τὸν ὑπο‐ στράτηγον Σωσικράτην, ἐπενέγκαντες αἰτίαν ὅτι προ‐ στατήσαι τοῦ διαβουλίου καὶ συναποφήναιτο πέμπειν | |
5 | πρὸς τὸν Καικίλιον καὶ συλλήβδην πάντων εἴη τῶν | |
Hist.38.18.3 | κακῶν αἴτιος· εἰς δὲ τὴν ἐπαύριον καθίσαντες δικαστὰς τοῦ μὲν Σωσικράτους κατεδίκασαν θάνατον καὶ δή‐ σαντες καὶ στρεβλοῦντες προσεκαρτέρουν, ἕως διέφθει‐ ραν τὸν ἄνθρωπον, οὐδὲν εἰπόντα τῶν ἐκείνοις προσ‐ | |
Hist.38.18.4 | δοκωμένων. τὸν δὲ Λάγιον καὶ τὸν Ἀνδρωνίδαν καὶ τὸν Ἄρχιππον ἀφῆκαν, ἅμα μὲν τοῦ πλήθους εἰς ἐπίστασιν παραγενομένου διὰ τὴν εἰς τὸν Σωσικράτη παρανομίαν, ἅμα δὲ τοῦ Διαίου λαβόντος παρὰ μὲν | |
5 | Ἀνδρωνίδου τάλαντον, παρὰ δ’ Ἀρχίππου τετταρά‐ | |
Hist.38.18.5 | κοντα μνᾶς. οὐδὲ γὰρ ἐπὶ τοῦ σκάμματος ὤν, τὸ δὴ λεγόμενον, ἐδύνατο λῆξαι τῆς περὶ τοῦτο τὸ μέρος | |
Hist.38.18.6 | ἀναισχυντίας καὶ παρανομίας ὁ προειρημένος. παρα‐ πλήσια δὲ τούτοις ἔπραξε καὶ βραχεῖ χρόνῳ πρότερον εἰς Φιλῖνον τὸν Κορίνθιον· προθεὶς γὰρ αἰτίαν ὅτι διαπέμπεται πρὸς Μεναλκίδαν καὶ τὰ Ῥωμαίων φρονεῖ, | |
5 | τόν τε Φιλῖνον καὶ τοὺς υἱοὺς αὐτοῦ μαστιγῶν καὶ στρεβλῶν ἐν συνόψει πάντας ἀλλήλων οὐ πρότερον ἔληξε πρὶν ἢ διέφθειρε τὰ μειράκια καὶ τὸν Φιλῖνον. | |
Hist.38.18.7 | τοιαύτης δὲ τῆς ἀνοίας καὶ τῆς ἀκρισίας συμβαινούσης περὶ πάντας οἵαν οὐδ’ ἂν ἐν βαρβάροις εὕροι τις ῥᾳ‐ δίως, δῆλον ὡς εἰκότως ἄν τις ἐπιζητήσειε πῶς | |
Hist.38.18.8 | οὐκ ἄρδην ἀπώλοντο πάντες. ἐγὼ γὰρ ἂν εἴποιμι διό(τι) δοκεῖ μοι καθαπερανεὶ τύχη τις ἀντερεῖσαι παν‐ οῦργος καὶ τεχνικὴ πρὸς τὴν ἄνοιαν καὶ μανίαν τῶν ἡγουμένων, ἥτις ἐξωθουμένη πάντῃ καὶ πάντως ὑπὸ | |
5 | τῆς ἀγνοίας τῶν προεστώτων, βουλομένη δὲ κατὰ πάντα τρόπον σῴζειν τοὺς Ἀχαιούς, ἐπὶ τὸ καταλει‐ | |
Hist.38.18.9 | πόμενον ἦλθεν ὥσπερ ἀγαθὸς παλαιστής. τοῦτο δ’ ἦν τὸ ταχέως σφῆλαι (καὶ) ῥᾳδίως ἡττῆσαι τοὺς Ἕλ‐ | |
Hist.38.18.10 | ληνας· ὅπερ ἐποίησε. διὰ γὰρ τοῦτο συνέβη μήτε τὴν τῶν Ῥωμαίων ὀργὴν καὶ θυμὸν ἐκκαυθῆναι πορρω‐ | |
τέρω, μηδ’ ἐλθεῖν τὰς ἐκ τῆς Λιβύης δυνάμεις, μήτε τοὺς προεστῶτας, ὄντας οἵους εἶπον, ἐπιλαβομένους | ||
5 | δὲ προτερήματος, ἀποδείξασθαι τὴν αὑτῶν ἀσέβειαν | |
Hist.38.18.11 | εἰς τοὺς ὁμοφύλους. τί γὰρ εἰκὸς ἦν πρᾶξαι τούτους κατὰ τῶν ἰδίων, ἐπιλαβομένους ἀφορμῆς τινος ἢ προ‐ τερήματος, δῆλόν ἐστιν ἐκ τῶν προειρημένων διὰ τὸ | |
Hist.38.18.12 | κατὰ λόγον. ἅπαντες δὲ τότε τὴν παροιμίαν ταύτην διὰ στόματος ἔσχον, ὡς “Εἰ μὴ ταχέως ἀπωλόμεθα, | |
οὐκ ἂν ἐσώθημεν.” | ||
Hist.38.19.1 | Ἐπεὶ δὲ παρελθὼν εἰς τὸ τεῖχος, τῶν Καρχηδονίων ἐκ τῆς ἄκρας ἀμυνομένων, εὗρε τὴν διὰ μέσου θάλασσαν οὐ πάνυ βαθεῖαν οὖσαν, τοῦ Πο‐ λυβίου συμβουλεύοντος αὐτῷ κατασπεῖραι τριβόλους | |
5 | σιδηροῦς ἢ σανίδας ἐμβαλεῖν κεντρωτάς, ὅπως μὴ δια‐ βαίνοντες οἱ πολέμιοι προσμάχωνται τοῖς χώμασιν, ἔφη γελοῖον εἶναι, κατειληφότας τὰ τείχη καὶ τῆς πόλεως ἐντὸς ὄντας, εἶτα πράττειν ὅπως οὐ μαχοῦνται τοῖς πολεμίοις. — | |
Hist.38.20.1 | Ὅτι τοῦ Ἀσδρούβου τοῦ τῶν Καρ‐ | |
χηδονίων στρατηγοῦ ἱκέτου παραγενο‐ μένου τοῖς τοῦ Σκιπίωνος γόνασιν, ὁ στρατηγὸς ἐμ‐ βλέψας εἰς τοὺς συνόντας “Ὁρᾶτ’” ἔφη “τὴν τύχην, | ||
5 | ὦ ἄνδρες, ὡς ἀγαθὴ παραδειγματίζειν ἐστὶ τοὺς ἀλο‐ | |
Hist.38.20.2 | γίστους τῶν ἀνθρώπων. οὗτός ἐστιν Ἀσδρούβας ὁ νεωστὶ πολλῶν αὐτῷ καὶ φιλανθρώπων προτεινομένων ὑφ’ ἡμῶν ἀπαξιῶν, φάσκων δὲ κάλλιστον ἐντάφιον εἶναι τὴν πατρίδα καὶ τὸ ταύτης πῦρ, νῦν πάρεστι μετὰ | |
5 | στεμμάτων δεόμενος ἡμῶν τυχεῖν τῆς ζωῆς καὶ | |
Hist.38.20.3 | πάσας τὰς ἐλπίδας ἔχων ἐν ἡμῖν. ἃ τίς οὐκ ἂν ὑπὸ τὴν ὄψιν θεασάμενος ἐν νῷ λάβοι διότι δεῖ μηδέποτε λέγειν μηδὲ πράττειν μηδὲν ὑπερήφανον ἄνθρωπον | |
Hist.38.20.4 | ὄντα;” καὶ προελθόντες τινὲς τῶν αὐτομόλων ἐπὶ τὸ πέρας τοῦ τέγους παρῃτοῦντο τοὺς προμαχομένους | |
Hist.38.20.5 | ἀνασχεῖν μικρόν· τοῦ δὲ στρατηγοῦ κελεύσαντος ἐπι‐ σχεῖν, ἤρξαντο τὸν Ἀσδρούβαν λοιδορεῖν οἱ μὲν εἰς ἐπιορκίαν, φάσκοντες αὐτὸν πολλάκις ἐπὶ τῶν ἱερῶν ὀμωμοκέναι μὴ προλείψειν αὐτούς, οἱ δ’ εἰς ἀνανδρίαν | |
Hist.38.20.6 | καὶ καθόλου τὴν τῆς ψυχῆς ἀγεννίαν· καὶ ταῦτ’ ἐποίουν μετὰ χλευασμοῦ καὶ λοιδορίας ἀσυροῦς καὶ δυσμενικῆς. | |
Hist.38.20.7 | Κατὰ δὲ τὸν καιρὸν τοῦτον ἡ γυνὴ θεωροῦσα τὸν Ἀσδρούβαν προκαθήμενον μετὰ τοῦ στρατηγοῦ προῆλθεν ἐκ τῶν αὐτομόλων, αὐτὴ μὲν ἐλευθερίως καὶ σεμνῶς ἠμφιεσμένη, τοὺς δὲ παῖδας ἐν χιτωνίσκοις | |
5 | ἐξ ἑκατέρου τοῦ μέρους προσειληφυῖα ταῖς χερσὶ μετὰ | |
Hist.38.20.8 | τῶν ἰδίων ἐνδυμάτων. καὶ τὸ μὲν πρῶτον ὀνομαστὶ προσεφώνει τὸν Ἀσδρούβαν, τοῦ δ’ ἀποσιωπῶντος καὶ νεύοντος εἰς τὴν γῆν, τὰς μὲν ἀρχὰς τοὺς θεοὺς ἐπεκαλεῖτο καὶ τῷ στρατηγῷ μεγάλας ἀπένεμε τὰς χάρι‐ | |
5 | τας, διότι τὸ μὲν ἐκείνου μέρος οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ | |
Hist.38.20.9 | τὰ τέκνα σῴζεται· βραχὺ δ’ ἐπισχοῦσα τὸν Ἀσδρούβαν ἤρετο πῶς αὐτῇ μὲν φάσκων οὐδὲν κατ’ ἰδίαν παρὰ τοῦ στρατηγοῦ πορίζοιτο τὴν σωτηρίαν αὐτο(μολήσας, πῶς δ’ οὕτως) ἀναισχύντως ἐγκαταλιπὼν τὰ πρά‐ | |
5 | γ(ματα καὶ) τοὺς ἀστοὺς αὐτῷ πιστεύοντας ὑπέλθοι | |
Hist.38.20.10 | πρὸς τοὺς πολεμίους, πῶς δὲ παρὰ τούτοις τολμᾷ καθῆσθαι νῦν θαλλοὺς ἔχων πρὸς οὓς .... πολ‐ λάκις οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν, ἐν ᾗ συμ‐ | |
βήσεται τὸν ἥλιον ἅμα καθορᾶν Ἀσδρούβαν (ζῶντα) | ||
Hist.38.20.11 | καὶ τὴν πατρίδα πυρπολουμένην· οὐ μὴν ἀλλ’ .... γε το.εινε...... | δ.. φυλα .... ο̣ι̣ ουσ̣α̣ν̣ συ πεποιηκας αισχρως δεγεπονει‐ διστως | ηδε . ρω ...... και ............. τα τεκνα | |
5 | πράξομεν . κα . | τ̣α̣υ̣τ̣α̣ π̣α̣λ̣ι̣ν̣ εις αυτην επω | λενων το ....ς̣ ν ....ον .... υ . πο . ου ........ τει | λασα του̣ς α̣υ̣ .............. ..... τοισα ... | .. τε παντας ................... συμπαθεις γενομενους | τηι περπ̣ε̣τ̣εια και ... η .... | |
10 | ..ας της τυχης ..... | ν .... δοξαι διαμ̣ | |
Hist.38.21.1 | κα̣ι̣ ..χ..ς επεισαγαγο|...δε........σδ...αυ της ..... επει|μιαν: τι παρ .... καὶ δι.. | νι ... | |
5 | | τὸ δικ̣αιον ευ .... ρων φησιν ὁ πολυβιος | εγων οτι και τινο .... ... ραν επι .......... α̣ν ....... | τούτου καλλιον . ουτ και τοῦτ’ εἴρηται παρὰ (τῷ ποιητῇ)· καὶ ἐπιστρέψας ἐξ αὐτῆς καὶ λαβόμενός μου τῆς δεξιᾶς | |
10 | “ὦ Πολύβιε,” ἔφη “καλὸν μέν, ἀλλ’ οὐκ οἶδ’ ὅπως ἐγὼ δέδια καὶ προορῶμαι μή ποτέ τις ἄλλος τοῦτο τὸ παρ‐ | |
Hist.38.21.2 | άγγελμα δώσει περὶ τῆς ἡμετέρας πατρίδος·” ταύτης δὲ (δύναμιν) πραγματικωτέραν καὶ νουνεχεστέραν οὐ ῥᾴ‐ | |
Hist.38.21.3 | διον εἰπεῖν· τὸ γὰρ (ἐν) τοῖς μεγίστοις κατορθώμασι καὶ ταῖς τῶν ἐχθρῶν συμφοραῖς ἔννοιαν λαμβάνειν τῶν οἰκείων πραγμάτων καὶ τῆς ἐναντίας περιστάσεως καὶ καθόλου πρόχειρον ἔχειν ἐν ταῖς ἐπιτυχίαις τὴν τῆς | |
5 | τύχης ἐπισφάλειαν ἀνδρός ἐστι μεγάλου καὶ τελείου καὶ συλλήβδην ἀξίου μνήμης. — | |
Hist.38.22.1 | Ὁ δὲ Σκιπίων πόλιν ὁρῶν ...... τότε ἄρδην τελευτῶσαν ἐς πανωλεθρίαν | |
ἐσχάτην, λέγεται μὲν δακρῦσαι καὶ φανερὸς γενέσθαι | ||
Hist.38.22.2 | κλαίων ὑπὲρ πολεμίων· ἐπὶ πολὺ δ’ ἔννους ἐφ’ ἑαυτοῦ γενόμενός τε καὶ συνιδὼν ὅτι καὶ πόλεις καὶ ἔθνη καὶ ἀρχὰς ἁπάσας δεῖ μεταβαλεῖν ὥσπερ ἀνθρώπους δαί‐ μονα, καὶ τοῦτ’ ἔπαθε μὲν Ἴλιον, εὐτυχής ποτε πόλις, | |
5 | ἔπαθε δὲ ἡ Ἀσσυρίων καὶ Μήδων καὶ Περσῶν ἐπ’ ἐκεί‐ νοις ἀρχὴ μεγίστη γενομένη καὶ ἡ μάλιστα ἔναγχος ἐκλάμψασα ἡ Μακεδόνων, εἴτε ἑκών, εἴτε προφυγόντος αὐτὸν τοῦδε τοῦ ἔπους (εἰπεῖν), ἔσσεται ἦμαρ ὅταν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴ | |
10 | καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο. | |
Hist.38.22.3 | Πολυβίου δ’ αὐτὸν ἐρομένου σὺν παρρησίᾳ· καὶ γὰρ ἦν αὐτοῦ καὶ διδάσκαλος· ὅ τι βούλοιτο ὁ λόγος, φασὶν οὐ φυλαξάμενον ὀνομάσαι τὴν πατρίδα σαφῶς, ὑπὲρ ἧς ἄρα ἐς τἀνθρώπεια ἀφορῶν ἐδεδίει. καὶ τάδε μὲν | |
5 | Πολύβιος αὐτὸς ἀκούσας συγγράφει. | |
Hist.39t1 | FRAGMENTA LIBRI XXXIX. | |
Hist.39.1t | A. OLYMP. 158, 3. I. RES GRAECIAE. | |
Hist.39.1.1 | Ὅτι Αὖλος Ποστόμιος ἄξιος γέγονεν | |
Hist.39.1.2 | ἐπισημασίας ἀπεντεῦθεν. οἰκίας μὲν γὰρ ἦν καὶ γένους πρώτου, κατὰ δὲ τὴν ἰδίαν φύσιν στωμύλος | |
Hist.39.1.3 | καὶ λάλος καὶ πέρπερος διαφερόντως. ἐπιθυμήσας δ’ εὐ‐ θέως ἐκ παίδων τῆς Ἑλληνικῆς ἀγωγῆς καὶ διαλέκτου πολὺς μὲν ἦν ἐν τούτοις καὶ κατακορής, ὥστε δι’ ἐκεῖνον καὶ τὴν αἵρεσιν τὴν Ἑλληνικὴν προσκόψαι | |
5 | τοῖς πρεσβυτέροις καὶ τοῖς ἀξιολογωτάτοις τῶν Ῥωμαίων, | |
Hist.39.1.4 | τέλος δὲ καὶ ποίημα γράφειν καὶ πραγματικὴν ἱστορίαν ἐνεχείρησεν, ἐν ᾗ διὰ τοῦ προοιμίου παρεκάλει τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, ἐὰν Ῥωμαῖος ὢν μὴ | |
δύνηται κατακρατεῖν τῆς Ἑλληνικῆς διαλέκτου καὶ τῆς | ||
Hist.39.1.5 | κατὰ τὸν χειρισμὸν οἰκονομίας. πρὸς ὃν οἰκείως ἀπηντηκέναι δοκεῖ Μάρκος Πόρκι(ος Κάτ)ων· θαυ‐ μάζειν γὰρ ἔφη πρὸς τίνα λόγον ποιεῖται τοιαύτην | |
Hist.39.1.6 | παραίτησιν. εἰ μὲν γὰρ αὐτῷ τὸ τῶν Ἀμφικτυό‐ νων συνέδριον συνέταττε γράφειν ἱστορίαν, ἴσως ἔδει προφέρεσθαι ταῦτα καὶ παραιτεῖσθαι· | |
Hist.39.1.7 | μηδεμιᾶς (δ’) ἀνάγκης οὔσης ἐθελοντὴν ἀπογράψα‐ σθαι κἄπειτα παραιτεῖσθαι συγγνώμην ἔχειν, ἐὰν | |
Hist.39.1.8 | βαρβαρίζῃ, τῆς ἁπάσης ἀτοπίας εἶναι σημεῖον, καὶ παραπλησίως ἄχρηστον ὡσανεί τις εἰς τοὺς γυμνικοὺς ἀγῶνας ἀπογραψάμενος πυγμὴν ἢ παγκράτιον, παρελ‐ θὼν εἰς τὸ στάδιον, ὅτε δέοι μάχεσθαι, παραιτοῖτο | |
5 | τοὺς θεωμένους συγγνώμην ἔχειν, ἐὰν μὴ δύνηται | |
Hist.39.1.9 | μήτε τὸν πόνον ὑπομένειν μήτε τὰς πληγάς. δῆλον γὰρ ὡς εἰκὸς γέλωτα τὸν τοιοῦτον ὀφλεῖν καὶ τὴν δίκην ἐκ χειρὸς λαμβάνειν· ὅπερ ἔδει καὶ τοὺς τοιού‐ τους ἱστοριογράφους, ἵνα μὴ κατετόλμων τοῦ καλῶς | |
Hist.39.1.10 | ἔχοντος. παραπλησίως δὲ καὶ κατὰ τὸν λοιπὸν βίον ἐζηλώκει τὰ χείριστα τῶν Ἑλληνικῶν· καὶ γὰρ φιλ‐ | |
Hist.39.1.11 | ήδονος ἦν καὶ φυγόπονος. τοῦτο δ’ ἔσται δῆλον ἐξ αὐτῶν τῶν ἐνεστώτων· ὃς πρῶτος παρὼν ἐν τοῖς κατὰ | |
τὴν Ἑλλάδα τόποις, καθ’ ὃν καιρὸν συνέβαινε γίνεσθαι τὴν ἐν Φωκίδι μάχην, σκηψάμενος ἀσθένειαν εἰς Θή‐ | ||
5 | βας ἀνεχώρησεν χάριν τοῦ μὴ μετασχεῖν τοῦ κινδύνου· | |
Hist.39.1.12 | συντελεσθείσης δὲ τῆς μάχης πρῶτος ἔγραψε τῇ συγ‐ κλήτῳ περὶ τοῦ κατορθώματος, προσδιασαφῶν τὰ κατὰ μέρος, ὡς μετεσχηκὼς αὐτὸς τῶν ἀγώνων. — | |
Hist.39.2.1 | Πολύβιος δὲ τὰ συμβάντα περὶ τὴν ἅλωσιν ἐν οἴκτου μέρει λέγων προστίθησι καὶ τὴν στρατιωτικὴν ὀλιγωρίαν τὴν περὶ τὰ τῶν | |
Hist.39.2.2 | τεχνῶν ἔργα καὶ τὰ ἀναθήματα· φησὶ γὰρ ἰδεῖν παρὼν ἐρριμμένους πίνακας ἐπ’ ἐδάφους, πεττεύοντας δὲ τοὺς | |
Hist.39.2.3 | στρατιώτας ἐπὶ τούτων. ὀνομάζει δ’ αὐτῶν Ἀριστείδου γραφὴν τοῦ Διονύσου, ἐφ’ οὗ τινες εἰρῆσθαί φασι τὸ ‘Οὐδὲν πρὸς τὸν Διόνυσον‘, καὶ τὸν Ἡρακλέα τὸν καταπονούμενον τῷ τῆς Δηιανείρας χιτῶνι. — | |
Hist.39.3.1 | Ὅτι διὰ τὴν προϋπάρχουσαν τοῦ πλήθους πρὸς Φιλοποίμενα εὔνοιαν οὐ καθεῖλον τὰς εἰκόνας αὐ‐ τοῦ ἐν πόλεσί τισιν οὔσας· οὕτως μοι δοκεῖ πᾶν τὸ γινόμενον ἀληθινῶς ἐνεργάζεσθαί τινα δυσεξάλειπτον | |
5 | εὔνοιαν τοῖς εὖ παθοῦσι. — | |
Hist.39.3.2 | Διὸ καὶ δικαίως ἂν εἴποι τις τὸ περιφερόμενον, οὐ θύρᾳ, τὸ δὴ λεγόμενον, ἀλλ’ ἀμφόδῳ διέψευσται. — | |
Hist.39.3.3 | Οὐσῶν δὲ πολλῶν μὲν εἰκόνων αὐτοῦ μεγάλων δὲ τιμῶν, ἃς αἱ πόλεις ἐψηφίσαντο, Ῥωμαῖος ἀνὴρ ἐν τοῖς περὶ Κόρινθον ἀτυχήμασι τῆς Ἑλλάδος ἐπεχείρησεν ἀν‐ ελεῖν ἁπάσας καὶ διώκειν αὐτόν, ἐνδεικνύμενος ὥσπερ | |
5 | ἔτι ζῶντα Ῥωμαίοις πολέμιον καὶ κακόνουν γενέσθαι. λόγων δὲ λεχθέντων καὶ Πολυβίου πρὸς τὸν συκοφάν‐ την ἀντειπόντος, οὔθ’ ὁ Μόμμιος οὔτε οἱ πρέσβεις ὑπ‐ έμειναν ἀνδρὸς ἐνδόξου τιμὰς ἀφανίσαι. — | |
Hist.39.3.4 | *** ἐπεβάλετο διδάσκειν διὰ πλειόνων ἀκολούθως | |
Hist.39.3.5 | τοῖς ἐν ἀρχαῖς ἡμῖν εἰρημένοις περὶ τἀνδρός. ταῦτα δ’ ἦν ὅτι διαφέροιτο μὲν πρὸς Ῥωμαίους πολλάκις ὑπὲρ τῶν ἐπιταττομένων, διαφέροιτο δ’ ἐπὶ τοσοῦτον ἐφ’ ὅσον διδάσκειν καὶ πείθειν ὑπὲρ τῶν ἀμφισβητου‐ | |
Hist.39.3.6 | μένων, οὐδὲ τοῦτο ποιεῖν εἰκῇ. πεῖραν δὲ τῆς προαι‐ ρέσεως αὐτὸν ἀληθινὴν ἔφη καὶ τὸ δὴ λεγόμενον ἐκ πυρὸς παρεσχῆσθαι χάριν κατὰ τοὺς Φιλιππικοὺς | |
Hist.39.3.7 | καὶ κατὰ τοὺς Ἀντιοχικοὺς καιρούς· πλείστην γὰρ ἔχοντα ῥοπὴν τότε τῶν Ἑλλήνων καὶ διὰ τὴν αὑτοῦ δύναμιν καὶ τὴν τῶν Ἀχαιῶν ἀληθινώτατα διατετη‐ | |
Hist.39.3.8 | ρηκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν, μετασχόντα τοῦ δόγματος τοῖς Ἀχαιοῖς, ἐν ᾧ τετραμήνῳ πρότερον τῆς Ῥωμαίων διαβάσεως Ἀντιόχῳ καὶ τοῖς Αἰτωλοῖς τὸν ἀπὸ τῆς χώρας πόλεμον ἐξήνεγκαν, τῶν ἄλλων Ἑλλή‐ | |
5 | νων σχεδὸν ἁπάντων ἀπηλλοτριωμένων τῆς Ῥωμαίων | |
Hist.39.3.9 | φιλίας. ὧν οἱ δέκα διακούσαντες καὶ τὴν προαίρεσιν ἀποδεξάμενοι τοῦ λέγοντος συνεχώρησαν καταμόνους | |
Hist.39.3.10 | αὐτῷ τὰς τιμὰς ὑπάρχειν ἐν πάσαις ταῖς πόλεσι. λαβόμε‐ | |
νος δὲ τῆς ἀφορμῆς ταύτης Πολύβιος (τὰς) εἰκόνας ᾐτήσατο τὸν στρατηγόν, καίπερ ἤδη μετακεκομισμένας εἰς Ἀκαρνανίαν ἐκ Πελοποννήσου, λέγω δὲ τὴν Ἀχαιοῦ | ||
Hist.39.3.11 | καὶ τὴν Ἀράτου καὶ Φιλοποίμενος. ἐν οἷς ἀγασθὲν τὸ πλῆθος αὐτοῦ τὴν προαίρεσιν ἔστησεν αὐτοῦ λιθί‐ νην εἰκόνα. — | |
Hist.39.4.1 | Ὅτι μετὰ τὴν κατάστασιν τῶν δέκα, ἣν ἐποιήσαντο ἐν τῇ Ἀχαΐᾳ, οὗτοι οἱ δέκα τῷ ταμίᾳ τῷ μέλλοντι πωλεῖν τὴν οὐσίαν τοῦ Διαίου συνέταξαν, ὅ,τι ποτ’ ἂν ἐκλέξασθαι βουληθῇ τῶν ὑπαρ‐ | |
5 | χόντων ὁ Πολύβιος, ὑφελόντα καὶ δόντα δωρεάν, | |
Hist.39.4.2 | τἄλλα πωλεῖν τοῖς ὠνουμένοις. ὁ δὲ προειρημένος τοσοῦτον ἀπέσχε τοῦ προσδέξασθαί τι τῶν τοιούτων ὡς καὶ τοὺς φίλους παρεκάλεσε καθόλου μηθενὸς ἐπι‐ | |
Hist.39.4.3 | θυμῆσαι τῶν ὑπὸ τοῦ ταμίου πωλουμένων. συνέβαινε γὰρ τοῦτον ἐπιπορευόμενον τὰς πόλεις πάντων τῶν τῷ Διαίῳ κοινωνησάντων πωλεῖν τὰς οὐσίας, τῶν καὶ | |
Hist.39.4.4 | κατακριθέντων, ὅσοι μὴ παῖδας ἢ γονέας εἶχον. ὧν τινὲς μὲν οὐ προσέσχον, οἱ δὲ κατακολουθήσαντες τῇ συμβουλίᾳ καλλίστην δόξαν ἐξηνέγκαντο παρὰ τοῖς πολίταις. | |
Hist.39.5.1 | Ταῦτα δὲ διοικήσαντες ἐν ἓξ μησὶν οἱ δέκα [καὶ] τῆς ἐαρινῆς ὥρας ἐνισταμένης ἀπέπλευσαν εἰς τὴν Ἰταλίαν, καλὸν δεῖγμα τῆς Ῥωμαίων προ‐ | |
Hist.39.5.2 | αιρέσεως ἀπολελοιπότες πᾶσι τοῖς Ἕλλησιν. ἐνετεί‐ | |
λαντο δὲ τῷ Πολυβίῳ χωριζόμενοι τὰς πόλεις ἐπιπο‐ ρευθῆναι καὶ περὶ (ὧν) οἱ ἄνθρωποι ἀμφιβάλλουσι διευκρινῆσαι, μέχρις οὗ συνήθειαν ἔχωσι τῇ πολιτείᾳ καὶ | ||
Hist.39.5.3 | τοῖς νόμοις. ὃ δὴ καὶ μετά τινα χρόνον ἐποίησε πρὸς λόγον τοὺς ἀνθρώπους στέρξαι τὴν δεδομένην πολιτείαν καὶ μηδὲν ἀπόρημα μήτε κατ’ ἰδίαν μήτε κατὰ κοινὸν | |
Hist.39.5.4 | ἐκ τῶν νόμων γενέσθαι περὶ μηδενός. διὸ καὶ καθόλου μὲν ἐξ ἀρχῆς ἀποδεχόμενοι καὶ τιμῶντες τὸν ἄνδρα, περὶ τοὺς ἐσχάτους καιροὺς καὶ τὰς προειρημένας πρά‐ ξεις εὐδοκούμενοι κατὰ πάντα τρόπον ταῖς μεγίσταις | |
5 | τιμαῖς ἐτίμησαν αὐτὸν κατὰ πόλεις καὶ ζῶντα καὶ μετ‐ | |
Hist.39.5.5 | αλλάξαντα. πάντες (δ’) ἔκριναν κατὰ λόγον τοῦτο ποιεῖν· μὴ γὰρ ἐξεργασαμένου τούτου καὶ γράψαντος τοὺς περὶ τῆς κοινῆς δικαιοδοσίας νόμους ἄκριτα πάν‐ | |
Hist.39.5.6 | τα ἦν καὶ πολλῆς γέμοντα ταραχῆς. διὸ καὶ τοῦτο κάλλιστον Πολυβίῳ πεπρᾶχθαι νομιστέον πάντων τῶν προειρημένων. — | |
Hist.39.6.1 | Ὅτι ὁ στρατηγὸς τῶν Ῥωμαίων μετὰ τὸ χωρισθῆναι ἐξ Ἀχαΐας τὸ συνέδριον, ἐπισκευάσας τὸν ἐν Ἰσθμῷ τόπον καὶ κοσμήσας τὸν ἐν Ὀλυμπίᾳ καὶ Δελφοῖς νεὼν ταῖς ἑξῆς ἡμέραις ἐπεπορεύετο | |
5 | τὰς πόλεις, τιμώμενος ἐν ἑκάστῃ καὶ τυγχάνων τῆς | |
Hist.39.6.2 | ἁρμοζούσης χάριτος. εἰκότως δὲ τιμᾶσθαι συνέβαινεν | |
Hist.39.6.3 | αὐτὸν καὶ κοινῇ καὶ κατ’ ἰδίαν· καὶ γὰρ ἐγκρατῶς καὶ καθαρῶς ἀνεστράφη καὶ πρᾴως ἐχρήσατο τοῖς ὅλοις πράγμασι, μέγαν καιρὸν ἐν τοῖς Ἕλλησιν ἔχων καὶ | |
Hist.39.6.4 | μεγάλην ἐξουσίαν. καὶ γὰρ ἐν οἷς ἐδόκει παρεωρα‐ κέναι τι τῶν καθηκόντων, ἐμοὶ μὲν οὐκ ἐφαίνετο δι’ ἑαυτὸν τοῦτο πεποιηκέναι, διὰ δὲ τοὺς παρακει‐ | |
Hist.39.6.5 | μένους φίλους. τοῦτο δ’ ἦν ἐκφανέστατον (ἐν) τοῖς τῶν Χαλκιδέων ἱππεῦσιν, οὓς ἀνεῖλεν. | |
Hist.39.7t | II. RES AEGYPTI. | |
Hist.39.7.1 | Ὅτι Πτολεμαῖος ὁ τῆς Συρίας βασιλεὺς κατὰ τὸν πόλεμον πληγεὶς ἐτελεύτησε τὸν βίον, κατὰ | |
Hist.39.7.2 | μέν τινας μεγάλων ἐπαίνων καὶ μνήμης ὢν ἄξιος, κατὰ | |
Hist.39.7.3 | δέ τινας τοὐναντίον. πρᾷος μὲν γὰρ ἦν καὶ χρηστός, | |
Hist.39.7.4 | εἰ καί τις ἄλλος τῶν προγεγονότων βασιλέων. σημεῖον δὲ τούτου μέγιστον· ὃς πρῶτον μὲν οὐδένα τῶν ἑαυ‐ τοῦ φίλων ἐπ’ οὐδενὶ τῶν ἐγκλημάτων ἐπανείλετο· δοκῶ δὲ μηδὲ τῶν ἄλλων Ἀλεξανδρέων μηδένα δι’ | |
Hist.39.7.5 | ἐκεῖνον ἀποθανεῖν· ἔπειτα δόξας ἐκπεσεῖν ἀπὸ τῆς | |
ἀρχῆς ὑπὸ τἀδελφοῦ, τὸ μὲν πρῶτον ἐν Ἀλεξανδρείᾳ λαβὼν κατ’ αὐτοῦ καιρὸν ὁμολογούμενον ἀμνησικάκη‐ | ||
Hist.39.7.6 | τον ἐποιήσατο τὴν ἁμαρτίαν· μετὰ δὲ ταῦτα πάλιν ἐπιβουλεύσαντος τῇ Κύπρῳ, κύριος γενόμενος ἐν Λα‐ πήθῳ τοῦ σώματος ἅμα καὶ τῆς ψυχῆς αὐτοῦ, τοσοῦ‐ τον ἀπέσχε τοῦ κολάζειν ὡς ἐχθρὸν ὥστε καὶ δωρεὰς | |
5 | προσέθηκε παρὰ τὰς πρότερον ὑπαρχούσας αὐτῷ κατὰ | |
Hist.39.7.7 | συνθήκας καὶ τὴν θυγατέρα δώσειν ὑπέσχετο. κατὰ μέντοι γε τὰς ἐπιτυχίας καὶ κατορθώσεις ἐξελύε(το) τῇ ψυχῇ, καί τις οἷον ἀσωτία καὶ ῥᾳθυμία περὶ αὐτὸν Αἰγυπτιακὴ συνέβαινεν· (καὶ) κατὰ τὰς τοιαύτας δια‐ | |
5 | θέσεις εἰς περιπετείας ἐνέπιπτεν. | |
Hist.39.8t | B. OLYMP. 158, 4. EX. EPILOGO. | |
Hist.39.8.1 | Ὅτι ὁ Πολύβιός φησι κατὰ τὸ τέλος τῆς συγγραφῆς· ταῦτα μὲν οὖν ἡμεῖς καταπράξαντες ἐκ τῆς Ῥώμης ἐπανήλθομεν, ὡσανεὶ κεφάλαιά τινα τῶν προπεπολιτευμένων κατειργασμένοι, | |
Hist.39.8.2 | χάριν ἀξίαν τῆς πρὸς Ῥωμαίους εὐνοίας. διὸ καὶ πᾶσι τοῖς θεοῖς εὐχὰς ποιούμεθα τὸ λοιπὸν μέρος τῆς ζωῆς ἐν τούτοις καὶ ἐπὶ τούτων διαμεῖναι, | |
θεωροῦντες τὴν τύχην ὡς ἔστιν ἀγαθὴ φθονῆσαι τοῖς | ||
5 | ἀνθρώποις καὶ μάλιστα κατὰ τοῦτο τὸ μέρος ἰσχύει καθ’ ὅ τις ἂν δοκῇ μάλιστα μακαρίζεσθαι καὶ κατορ‐ θοῦν ἐν τῷ βίῳ. | |
Hist.39.8.3 | Καὶ ταῦτα μὲν οὕτω γενέσθαι συνέπεσεν· ἡμεῖς δὲ παραγεγονότες ἐπὶ τὸ τέρμα τῆς ὅλης πραγματείας βουλόμεθα, προσαναμνήσαντες τῆς ἀρχῆς καὶ τῆς προ‐ εκθέσεως ἧς ἐποιησάμεθα καταβαλόμενοι τὴν ἱστορίαν, | |
5 | συγκεφαλαιώσασθαι τὴν ὅλην ὑπόθεσιν, οἰκειώσαντες τὴν ἀρχὴν τῷ τέλει καὶ καθόλου καὶ κατὰ μέρος. | |
Hist.39.8.4 | ἐξεθέμεθα τοιγαροῦν ἐν ἀρχαῖς ὅτι τῆς μὲν προκατα‐ σκευῆς ποιησόμεθα τὴν ἀρχὴν ἀφ’ ὧν Τίμαιος ἀπ‐ | |
Hist.39.8.5 | έλιπεν· ἐπιδραμόντες δὲ κεφαλαιωδῶς τὰς κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν καὶ Λιβύην πράξεις, ἐπειδὴ περὶ μόνων τῶν τόπων τούτων κἀκεῖνος πεποίηται τὴν ἱστορίαν, ὅτ’ ἀνήλθομεν ἐπὶ τοὺς χρόνους, ἐν οἷς Ἀν‐ | |
5 | νίβας μὲν παρέλαβε τὰς Καρχηδόνος δυνάμεις, ὁ δὲ Δημητρίου Φίλιππος τὴν ἐν Μακεδονίᾳ βασιλείαν, Κλεομένης δ’ ὁ Σπαρτιάτης ἔφυγεν ἐκ τῆς Ἑλλάδος, ἅμα δὲ τούτοις Ἀντίοχος μὲν τὴν ἐν τῇ Συρίᾳ βασι‐ λείαν διεδέδεκτο, Πτολεμαῖος δὲ τὴν κατ’ Αἴγυπτον ὁ | |
Hist.39.8.6 | κληθεὶς Φιλοπάτωρ, ἐπηγγειλάμεθα διότι πάλιν ἀπὸ τούτων τῶν καιρῶν ἀρξάμενοι καθ’ οὓς ἦν ὀλυμπιὰς ἐνάτη καὶ τριακοστὴ πρὸς ταῖς ἑκατόν, διέξιμεν τὰς | |
κοινὰς τῆς οἰκουμένης πράξεις, περιγράφοντες κατ’ | ||
5 | ὀλυμπιάδας καὶ διαιροῦντες κατ’ ἔτος καὶ συγκρί‐ νοντες ἐκ παραβολῆς τὰς καταλλήλους ἕως τῆς Καρχη‐ δόνος ἁλώσεως καὶ τῆς Ἀχαιῶν καὶ Ῥωμαίων περὶ τὸν Ἰσθμὸν μάχης, ἔτι δὲ τῆς ἐπιγενομένης ἐκ τούτων | |
Hist.39.8.7 | ἀποκαταστάσεως περὶ τοὺς Ἕλληνας. ἐξ ὧν τὸ κάλ‐ λιστον ἔφαμεν, ἅμα δ’ ὠφελιμώτατον περιγενέσθαι τοῖς φιλομαθοῦσι· τοῦτο δ’ ἦν τὸ γνῶναι πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν ἅπαντα τὰ κατὰ | |
5 | τὴν οἰκουμένην ὑπὸ μίαν ἀρχὴν ἔπεσε τὴν Ῥωμαίων, | |
Hist.39.8.8 | ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός. τούτων δὴ πάν‐ των ἡμῖν ἐπιτετελεσμένων λείπεται διασαφῆσαι τοὺς χρόνους τοὺς περιειλημμένους ὑπὸ τῆς ἱστορίας καὶ τὸ πλῆθος τῶν βύβλων καὶ (τὸν) ἀριθμὸν τῆς | |
5 | ὅλης πραγματείας. |