TLG 0541 049 :: MENANDER :: Fragmenta MENANDER Comic. Cf. et MENANDRI ET PHILISTIONIS SENTENTIAE (1791) Fragmenta Citation: Play — fragment — (line) | ||
Asp9 | βρύειν Μένανδρος τὸ μεθύειν ἐν τῇ ἀσπίδι | |
Dys11 | οὐκ ἔνεστί σοι φυγεῖν οἰκειότητα, δᾶερ. | |
Dys12 | ὦ δυστυχής, τί οὐ καθεύδεις; | |
Epit12 | οὐχ εὕρεσις τοῦτ’ ἔστιν, ἀλλ’ ἀφαίρεσις. | |
Epit13 | οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει· | |
Her8 | ὦ δυστυχής, εἰ μὴ βαδιεῖ. | |
Plo14 | μεστὰς τρίχας φθειρῶν τε καὶ ῥύπου, διδούς | |
πιεῖν, ἀνηδαξᾶτ’ ἄν, ὥστε μὴ πιεῖν. | ||
FIF178a | ἐπίσχες ὀργιζόμενος. Β. ἀλλὰ βούλομαι. | |
οὐδεὶς γὰρ ὀργῆς χάριν ἀπείληφεν, πάτερ. | ||
FIF308a | φιλῶ σε, Ὀνήσιμε, καὶ σὺ περίεργος εἶ. | |
οὐδὲν γὰρ γλυκύτερον ἢ πάντ’ εἰδέναι. | ||
FIF523 | ἐν νυκτὶ βουλάς, ὅπερ ἅπασι γίνεται, διδοὺς ἐμαυτῷ. | |
FIF524 | ἃ γὰρ μεθ’ ἡμέραν τις ἐξεσπούδακεν, ταῦτ’ εἶδε νύκτωρ. | |
FIF525 | φίλη | |
πειθοῖ. | ||
FIF526 | τὸν νοῦν ἔχων ὑποχείριον εἰς τὸν πίθον δέδωκα. | |
FIF527 | οὐκ ἐλευθέρου φέρειν νενόμικα κοινωνοῦσαν ἡδονὴν ὕβρει. | |
FIF528 | τὸν τῇ φύσει | |
οἰκεῖον οὐδεὶς καιρὸς ἀλλότριον ποιεῖ. | ||
FIF518 | Τύχην ἔχεις, ἄνθρωπε, μὴ μάτην τρέχε. | |
εἰ δ’ οὐκ ἔχεις, κάθευδε, μὴ κενῶς πόνει. | ||
FIF520 | Φιλῶ σε Ὀνήσιμε, καὶ σὺ περίεργος εἶ. | |
Οὐδὲν γὰρ γλυκύτερον ἢ πάντ’ εἰδέναι. |