TLG 0541 045 :: MENANDER :: Fragmenta MENANDER Comic. Cf. et MENANDRI ET PHILISTIONIS SENTENTIAE (1791) Fragmenta
Citation: Fragment — (line) | |||
t,ante 1 | ΑΓΡΟΙΚΟΣ | ||
1-13t | ΑΔΕΛΦΟΙ | ||
1-2t | Ἀδελφοὶ αʹ | ||
1 | χαῖρ’, ὦ φίλη γῆ, διὰ χρόνου πολλοῦ ς’ ἰδὼν ἀσπάζομαι· τουτὶ γὰρ οὐ πᾶσαν ποιῶ τὴν γῆν, ὅταν δὲ τοὐμὸν ἐπίδω χωρίον. τὸ γὰρ τρέφον με τοῦτ’ ἐγὼ κρίνω θεόν. | ||
2 | ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα | ||
κυάθους, ἕως κατέσειε φιλοτιμούμενος. | |||
3-13t | Ἀδελφοὶ βʹ | ||
3 | χὢ μακάριόν φα〈σιν〉, γυναῖκ’ οὐ λαμβάνω. | ||
5 | εἰ δ’ ἔστιν οὗτος τὴν κόρην 〈ὁ〉 διεφθορώς. | ||
6 | ἔργον εὑρεῖν συγγενῆ πένητός ἐστιν· οὐδὲ εἷς γὰρ ὁμολογεῖ αὑτῷ προσήκειν τὸν βοηθείας τινὸς δεόμενον, αἰτεῖσθαι γὰρ ἅμα τι προσδοκᾷ. | ||
7 | οὐ παντελῶς δεῖ τοῖς πονηροῖς ἐπιτρέπειν, ἀλλ’ ἀντιτάττεσθ’· εἰ δὲ μή, τἄνω κάτω | ||
ἡμῶν ὁ βίος λήσει μεταστραφεὶς ὅλος. | |||
8* | πρὸς ἅπαντα δειλὸν ὁ πένης ἐστὶ γὰρ καὶ πάντας αὑτοῦ καταφρονεῖν ὑπολαμβάνει. ὁ γὰρ μετρίως πράττων περισκελέστερον ἅπαντα τἀνιαρά, Λαμπρία, φέρει. | ||
10 | κοινὰ 〈γὰρ〉 τὰ τῶν φίλων. | ||
11* | ἐγὼ δ’ ἄγροικος, ἐργάτης, σκυθρός, πικρός, φειδωλός. | ||
12 | τί πολλὰ τηρεῖν πολλὰ δεῖ δεδοικότα; | ||
13 | θεός ἐστι τοῖς χρηστοῖς ἀεὶ ὁ νοῦς γάρ, ὡς ἔοικεν, ὦ σοφώτατοι. | ||
t,ante 14 | ΑΛΑΕΙΣ | ||
14-29t | ΑΛΙΕΥΣ | ||
14 | ὁ πρῶτος εὑρὼν διατροφὴν πτωχῷ τέχνην πολλοὺς ἐποίησεν ἀθλίους· ἁπλοῦν γὰρ ἦν τὸν μὴ δυνάμενον ζῆν ἀλύπως ἀποθανεῖν. | ||
15 | ὡς δὲ τὴν ἄκραν κάμπτοντας ἡμᾶς εἶδον, ἐμβάντες ταχὺ ἀνηγάγοντο. | ||
16 | ἐκλελάκτικεν | ||
ὁ χρηστὸς ἡμῖν μοιχός· ἀλλ’ ἀντάλλαγος | |||
17 | δύ’ οἰκίας φηλῶν γερόντων, ὡς λέγεις, ἀβελτέρων. | ||
18 | χαλεπόν γε θυγάτηρ κτῆμα καὶ δυσδιάθετον. | ||
19 | δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν. | ||
20 | καὶ χρυσολαβὲς καλὸν πάνυ ἐγχειρίδιον. | ||
21-22-23 | παχὺς γὰρ ὗς ἔκειτ’ ἐπὶ στόμα. ἐτρύφησεν, ὥστε μὴ πολὺν τρυφᾶν χρόνον. | ||
2 | ἴδιον ἐπιθυμῶν μόνος μοι θάνατος οὗτος φαίνεται εὐθάνατος, ἔχοντα πολλὰς χολλάδας κεῖσθαι παχὺν | ||
---|---|---|---|
5 | ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμ’ ἔχοντ’ ἄνω, ἐσθίοντα καὶ λέγοντα ‘σήπομ’ ὑπὸ τῆς ἡδονῆς.‘ | ||
24 | εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυΐνδων χρυσίον, Περσικαὶ στολαὶ δ’ ἐκεῖναι πορφυρᾶ τε στρώματα ἔνδον ἔστ’, ἄνδρες, ποτήρι’ 〈Ἰν〉δι〈κ〉ά 〈τε〉 τορεύματα | ||
κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνια. | |||
25 | καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν. | ||
26 | ἀναπετῶ τουτὶ προσελθὼν κοὐκ ἀνέξομ’ οὐκέτι. | ||
27 | ἀμφιβλήστρῳ περιβάλλεται | ||
28 | ἡδυλίζειν | ||
30-32t | ΑΝΑΤΙΘΕΜΕΝΗ | ||
30 | Ἀράβιον ἆρ’ ἐγὼ κεκίνηκ’ ἄγγελον. | ||
33-45t* | ΑΝΔΡΙΑ | ||
33 | νῦν δ’ οὐ λέληθάς με ... | ||
34 | εὑρετικὸν εἶναί φασι τὴν ἐρημίαν οἱ τὰς ὀφρῦς αἴροντες. | ||
35 | Ἄρτεμι | ||
36 | Λούσατ’ αὐτὴν αὐτίκα. | ||
37 | καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φιλτάτη, τὸ νεόττιον. | ||
38 | τί ποτ’ ἀκούσομαι; | ||
39 | ἂν θεὸς θέλῃ, | ||
οὐκ ἂν ἀπολοίμην. | |||
40 | ἀ]πὸ Λοξίου σὺ μυρρίνας ........... | ||
42 | οὕτως αὐτός ἐστιν. | ||
43 | τὸ δ’ ἐρᾶν ἐπισκοτεῖ ἅπασιν, ὡς ἔοικε, καὶ τοῖς εὖ λόγῳ καὶ τοῖς κακῶς ἔχουσιν. | ||
45* | ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνάμεθα. | ||
46-52t | ΑΝΔΡΟΓΥΝΟΣ Η ΚΡΗΣ | ||
46 | τὰ προσπεσόντα προσδοκᾶν ἅπαντα δεῖ ἄνθρωπον ὄντα· παραμένει γὰρ οὐδὲ ἕν. | ||
47 | πλήσας † γὰρ ἔφθειρ’ ἐκ παρατάξεώς ποθεν τὰς ἐν Λαμίᾳ πάσας. | ||
48 | τὸ γὰρ σύνηθες οὐδαμοῦ παροπτέον. | ||
49 | μαρτύρομαι τὸν φίλιον, ὦ Κράτων, Δία. | ||
50 | Μυσῶν ἔσχατος πολέμιος | ||
t,ante 53 | [ΑΝΕΧΟΜΕΝΟΣ] | ||
53-57t | ΑΝΕΨΙΟΙ | ||
53 | φύσει γάρ ἐστ’ ἔρως τοῦ νουθετοῦντος κωφόν· ἅμα δ’ οὐ ῥᾴδιον | ||
νεότητα νικᾶν ἐστι καὶ θεὸν λόγῳ. | |||
54 | εὐδαιμονία τοῦτ’ ἔστιν, υἱὸς νοῦν ἔχων, ἀλλὰ θυγάτηρ κτῆμ’ ἐστὶν ἐργῶδες πατρί. | ||
55 | 〈οἶσ’〉 εἰσιὼν πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι· φῶς μόνον πολὺ ποίει. | ||
56 | ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί· δεῖ τ’ οὐχὶ σείειν, ἀλλ’ ἀποσείειν αὐτόθεν. | ||
57 | τὰ κακῶς τρέφοντα χωρί’ ἀνδρείους ποιεῖ. | ||
58t | ΑΠΙΣΤΟΣ | ||
58 | ᾤμην, εἰ τὸ χρυσίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην ἅβραν ἔσεσθαι. | ||
59-67t | ΑΡΡΗΦΟΡΟΣ Η ΑΥΛΗΤΡΙΣ | ||
59 | Α. | οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς, τοῦτον καταλείπων τὸν βίον· γεγάμηκα γὰρ αὐτός· διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν. | |
Β. | δεδογμένον τὸ πρᾶγμ’· ἀνερρίφθω κύβος. | ||
5 | Α. | πέραινε, σωθείης δέ· νῦν ἀληθινὸν εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων, | |
οὐ Λιβυκὸν οὐδ’ Αἰγαῖον 〈οὐδὲ .....〉, οὗ τῶν τριάκοντ’ οὐκ ἀπόλλυται τρία πλοιάρια· γήμας δ’ οὐδὲ εἷς σέσωσθ’ ὅλως. | |||
60 | ἐὰν δὲ κινήσῃ μόνον τὴν Μυρτίλην ταύτην τις, ἢ τίτθην καλῇ, πέρας 〈οὐ〉 ποιεῖ λαλιᾶς· τὸ Δωδωναῖον ἄν τις χαλκίον, ὃ λέγουσιν ἠχεῖν, ἂν παράψηθ’ ὁ παριών, | ||
5 | τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ ταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει. | ||
61 | πάντας μεθύσους τοὺς ἐμπόρους ποεῖ τὸ Βυζάντιον· ὅλην ἐπίνομεν τὴν νύκτα διὰ σὲ καὶ σφόδρ’ ἄκρατόν μοι δοκῶ· | ||
ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων. | |||
62 | τὰ πατρῷα μὲν ποιεῖ καιρός ποτε ἀλλότρια, σῴζει δ’ αὐτά που τὰ σώματα. βίου δ’ ἔνεστιν {μί’} ἀσφάλει’ ἐν ταῖς τέχναις. | ||
63 | Α. | ἑλλέβορον ἤδη πώποτ’ ἔπιες, Σωσία; | |
ΣΩ. | ἅπαξ. Α. πάλιν νῦν πῖθι· μαίνει γὰρ κακῶς. | ||
64* | πάντ’ ἐστὶ τῷ καλῷ λόγῳ | ||
ἱερόν· ὁ νοῦς γάρ ἐστιν ὁ λαλήσων θεός. | |||
65 | ὦ τρισκατάρατε, ζωπύρει τοὺς ἄνθρακας. | ||
66 | ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται. | ||
67 | ἢ χαλκοῦν μέγα ὁλκεῖον. | ||
68-76t | ΑΣΠΙΣ | ||
68 | ὦ τρισάθλιοι 〈οὗτοι〉, τί πλέον ἔχουσι τῶν ἄλλων; βίον ὡς οἰκτρὸν ἐξαντλοῦσιν οἱ τὰ φρούρια τηροῦντες, ἢ τὰς ἀκροπόλεις κεκτημένοι. | ||
5 | εἰ πάντας ὑπονοοῦσιν οὕτω ῥᾳδίως ἐγχειρίδιον ἔχοντας αὑτοῖς προσιέναι, | ||
οἵαν δίκην διδόασιν. | |||
69 | ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν ἀλόγιστος ἔσται τῆς ἀληθείας κριτής. | ||
70 | στρατιώτην, Σμικρίνη, σωτηρίας ἔστ’ ἔργον εὑρεῖν πρόφασιν, ὀλέθρου δ’ εὔπορον. | ||
71 | πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν. | ||
72 | ἔχων τὴν ἀσπίδα | ||
ἔκειτο συντετριμμένην. | |||
73 | Ἑλληνίς, οὐκ Ἰβηρίς. | ||
76 | κανδύτανες (?) | ||
t,ante 77 | ΑΥΛΗΤΡΙΣ | ||
77-78t | ΑΥΤΟΝ ΠΕΝΘΩΝ | ||
77 | τυφλὸν ὁ πλοῦτος καὶ τυφλοὺς | ||
〈τοὺσ〉 ἐμβλέποντας εἰς ἑαυτὸν δεικνύει. | |||
78 | στεφανοῦν | ||
t,ante 79 | ΑΥΤΟΝ ΤΙΜΩΡΟΥΜΕΝΟΣ | ||
79-81t | ΑΦΡΟΔΙΣΙΟΣ | ||
79 | ἀλλ’ ὅταν ἐρῶντα νοῦν ἔχειν τις ἀξιοῖ, παρὰ τίνι τἀνόητον οὗτος ὄψεται; | ||
80 | ἐκφυγοῦσα δ’ ἣν εἶχεν νόσον οὐκ ἔσχε τοὺς ῥηθέντας ἀναθέσθαι λόγους. | ||
81 | εἰ τὰς ἀληθείας ἁπλῶς τίς σοι λέγει. | ||
t,ante 82 | ΑΧΑΙΟΙ ? | ||
82-86t | ΒΟΙΩΤΙΑ | ||
82 | οὐ δεῖ διαβολῆς καταφρονεῖν, οὐδ’ ἂν σφόδρ’ ᾖ ψευδής· ἐπίσταντ’ αὐξάνειν αὐτήν τινες, | ||
δι’ οὓς φυλάττεσθαι τὰ τοιαῦτ’ ὀρθῶς ἔχει. | |||
83 | πολλὰ δύσκολα εὕροις ἂν ἐν τοῖς πᾶσιν· ἀλλ’ εἰ πλείονα τὰ συμφέροντ’ ἔνεστι, τοῦτο δεῖ σκοπεῖν. | ||
84 | πλοῦτος δὲ πολλῶν ἐπικάλυμμ’ ἐστὶν κακῶν. | ||
85 | οὐκ ἔστιν ἑκτεὺς τοῦτο, μὰ τὸν Ἀσκληπιόν. | ||
86 | πεντεκτένους μὲν καὶ περίνησα πορφυρᾶ. | ||
t,ante 87 | ΓΕΩΡΓΟΣ | ||
87*t | ΓΛΥΚΕΡΑ | ||
87* | Γλυκέρα, τί κλάεις; ὀμνύω σοι τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, φιλτάτη, ὀμωμοκὼς καὶ πρότερον ἤδη πολλάκις. | ||
88-92t | ΔΑΚΤΥΛΙΟΣ | ||
88 | πῶς ὁ κακοδαίμων ἔφη, ὡς οὐκ ἂν ἐκδοίη θυγατέρας ἄσμενος, | ||
καὶ ταῦτα πεντήκοντα παιδίσκας ἔχων; | |||
89 | οἰκόσιτον νυμφίον οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν. | ||
90 | ἀνεμιαῖον ἐγένετο. | ||
93-96t | ΔΑΡΔΑΝΟΣ | ||
93 | καὶ λαιμὰ βακχεύει λαβὼν τὰ χρήματα. | ||
94 | Δρύα παῖ, δειπνοποιεῖσθαι τί δεῖ; | ||
97-99t | ΔΕΙΣΙΔΑΙΜΩΝ | ||
97 | 〈οὕτω, Λάχης,〉 ἀγαθόν τί μοι γένοιτο— 〈Β. τί λέγεις;〉 Α. ὦ πολυτίμητοι θεοί· ὑποδούμενος τὸν ἱμάντα 〈γὰρ〉 τῆς δεξιᾶς ἐμβάδος ἀπέρρηξ’. Β. εἰκότως, ὦ φλήναφε· | ||
5 | σαπρὸς γὰρ ἦν, σὺ δὲ μικρολόγος 〈ἄρ’〉 οὐ θέλων | ||
καινὸν πρίασθαι. | |||
98 | οὐ δεῖ γὰρ ἀδικεῖν οἰκέτας, ἄλλως τε καὶ ὅταν μετ’ εὐνοίας τι μὴ πονηρίᾳ πταίσωσιν· αἰσχρόν ἐστι τοῦτο γὰρ πάνυ. | ||
98a | καὶ τυφλῷ δῆλον | ||
100-103t | ΔΗΜΙΟΥΡΓΟΣ | ||
100 | τί τοῦτο, παῖ; διακονικῶς γάρ, νὴ Δία, προελήλυθας. Β. ναί· μάττομεν γὰρ πέμματα τὴν νύκτα τ’ ἠγρυπνήκαμεν· καὶ νῦν ἔτι ἀποίητα πάμπολλ’ ἐστὶν ἡμῖν. | ||
101 | μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει· | ||
χρῆται γὰρ οὗτος εἰς ἃ δεῖ ταύτῃ καλῶς. | |||
104-108t | ΔΙΔΥΜΑΙ | ||
104 | συμπεριπατήσεις γὰρ τρίβων’ ἔχους’ ἐμοί, ὥσπερ Κράτητι τῷ κυνικῷ ποθ’ ἡ γυνή. | ||
105-106 | ὄρνεις φέρων ἐλήλυθα. | ||
1 | .............. | ||
ὄρνιθας ἀποστέλλει. | |||
109-114*t | ΔΙΣ ΕΞΑΠΑΤΩΝ | ||
109 | βουληφόρως 〈τὴν〉 ἡμετέραν, 〈ὦ〉 Δημέα, προκατέλαβες ὅρασιν. | ||
110 | ἐμοὶ παράστα· τὴν θύραν κόψας ἐγὼ καλῶ τιν’ αὐτῶν. | ||
111 | ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνῄσκει νέος. | ||
112 | οὐ Μεγάβυζος ἦν, ὅστις γένοιτο ζάκορος. | ||
113* | περιττὸν ἄχθος ὄντα γῆς, ὡς εἶπέ τις. | ||
114* | νῦν δ’ ἔλπομαι μέν, ἐν θεῷ γε μὴν τέλος. | ||
115-126t | ΔΥΣΚΟΛΟΣ | ||
115 | τῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον Φυλήν, τὸ Νυμφαῖον δ’ ὅθεν προέρχομαι | ||
Φυλασίων. | |||
116 | περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος. εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοι εἰς πάντα τὸν χρόνον, φύλαττε μηδενὶ ἄλλῳ μεταδιδούς, αὐτὸς ὢν δὲ κύριος. | ||
5 | εἰ μὴ δὲ σαυτοῦ, τῆς Τύχης δὲ πάντ’ ἔχεις, τί ἂν φθονοίης, ὦ πάτερ, τούτων τινί; αὐτὴ γὰρ ἄλλῳ, τυχὸν ἀναξίῳ τινί, παρελομένη σοῦ πάντα προσθήσει πάλιν. διόπερ ἔγωγέ φημι δεῖν, ὅσον χρόνον | ||
10 | εἶ κύριος, χρῆσθαί σε γενναίως, πάτερ, αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποιεῖν ὡς ἂν δύνῃ πλείστους διὰ σαυτοῦ· τοῦτο γὰρ ἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχῃς, ἐκεῖθεν ἔσται ταὐτὸ τοῦτό σοι πάλιν. | ||
15 | πολλῷ δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος ἢ πλοῦτος ἀφανής, ὃν σὺ κατορύξας ἔχεις. | ||
117 | ὡς θύουσι δ’ οἱ τοιχωρύχοι κοίτας φέροντες, σταμνί’, οὐχὶ τῶν θεῶν ἕνεκ’ ἀλλ’ ἑαυτῶν. ὁ λιβανωτὸς εὐσεβὴς | ||
καὶ τὸ πόπανον· τοῦτ’ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ | |||
5 | ἅπαν ἐπιτεθέν. οἱ δὲ τὴν ὀσφὺν ἄκραν καὶ τὴν χολήν, ὅτι ἔστ’ ἄβρωτα, τοῖς θεοῖς ἐπιθέντες αὐτοὶ τἄλλα καταπίνουσι .... | ||
118 | οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη. | ||
119 | οὐδενὸς χρὴ πράγματος τὸν εὖ πονοῦνθ’ ὅλως ἀπογνῶναί ποτε· ἁλωτὰ γίνετ’ ἐπιμελείᾳ καὶ πόνῳ | ||
ἅπαντα. | |||
120 | τί φὴς ἰδὼν ἔνθεν γε πᾶς δ’ ἐλευθερῶν † ἀπῆλθες εὐθὺς ὡς ταχύ. | ||
121 | σιωπῇ φασι τούτῳ τῷ θεῷ οὐ δεῖν προσιέναι. | ||
122 | οὐκ ἔνεστ’ ἴσως φυγεῖν οἰκειότητα, Δᾶε. | ||
123 | οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος. | ||
124 | ὦ δυστυχής, τί οὐ καθεύδεις; | ||
125 | εὑρηκὸς κἀγὼ τούτου τέχνην † | ||
t,ante 127 | ΕΑΥΤΟΝ ΠΕΝΘΩΝ | ||
127-135t | ΕΑΥΤΟΝ ΤΙΜΩΡΟΥΜΕΝΟΣ | ||
127 | πρὸς τῆς Ἀθηνᾶς, δαιμονᾷς, γεγονὼς ἔτη τοσαῦθ’· ὁμοῦ γάρ ἐστιν ἑξήκοντά σοι, 〈ὡς ὑπονοῶ〉· καὶ τῶν Ἅλῃσι χωρίον κεκτημένος κάλλιστον εἶ, νὴ τὸν Δία, | ||
5 | ἐν τοῖς τρισίν γε, καὶ τὸ μακαριώτατον, ἄστικτον. | ||
128 | λουτρόν, θεραπαίνας, 〈στρώματ’〉, ἀργυρώματα. | ||
129 | ἐξ ἱσταρίου δ’ ἐκρέματο φιλοπόνως πάνυ. | ||
130 | καὶ θεραπαινὶς ἦν μία· αὕτη συνύφαινεν ῥυπαρῶς διακειμένη. | ||
131 | πᾶς πατὴρ μῶρος. | ||
132 | οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον, | ||
ἢ μηκέτ’ εἶναι τὸν καλῶς εὐδαίμονα. | |||
133 | ἐγὼ μετ’ ἄριστον γὰρ ὡς ἀμυγδάλας παρέθηκα καὶ τῶν ῥοιδίων ἐτρώγομεν. | ||
134 | ταῦτά σοι καὶ Πύθια καὶ Δήλια | ||
135 | ἀλλ’ ἢν χιτών σοι. | ||
136-141t | ΕΓΧΕΙΡΙΔΙΟΝ | ||
136 | οὐχ ὅθεν ἂν ᾤμην ἠτύχηκα· πάντα δὲ τὰ μηδὲ προσδοκώμεν’ ἔκστασιν φέρει. | ||
137 | τοῦ δ’ ἆρ’ ὁ Κωρυκαῖος ἠκροάζετο. | ||
138 | 〈πίε〉. Β. πιεῖν ἀναγκάσω | ||
τὴν ἱερόσυλον πρῶτα. | |||
139 | ὡς σεμνὸς ὁ Σάραπις θεός. | ||
141 | ὑπὲρ ὄνου σκιᾶς. | ||
142-147t | ΕΜΠΙΜΠΡΑΜΕΝΗ | ||
142 | ἐξώλης ἀπόλοιθ’ ὅστις ποτὲ ὁ πρῶτος ἦν γήμας, ἔπειθ’ ὁ δεύτερος, εἶθ’ ὁ τρίτος, εἶθ’ ὁ τέταρτος, εἶθ’ ὁ μεταγενής. | ||
143 | τρία γάρ ἐστι, δέσποτα, δι’ ὧν ἅπαντα γίνετ’, ἢ κατὰ 〈τοὺσ〉 νόμους, | ||
ἢ ταῖς ἀνάγκαις, ἢ 〈τὸ〉 τρίτον ἔθει τινί. | |||
144 | ἐφ’ ᾧ φρονεῖς μέγιστον, ἀπολεῖ τοῦτό σε, τὸ δοκεῖν τιν’ εἶναι· καὶ γὰρ ἄλλους μυρίους. | ||
145 | ὡς ἀγαθόν ἐστι πρᾶγμα τὸ γενέσθαι τινὸς πατέρα. | ||
146-147 | καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας. | ||
1 | ἐπλήρωσέν τε τὸ συναγώγιον. | ||
148-151t | ΕΠΑΓΓΕΛΛΟΜΕΝΟΣ | ||
148 | τὸ σὸν ταπεινόν, ἂν σὺ σεμνύνῃ, καλὸν ἔξω φανεῖται, φίλ’ ἄνερ· ἂν δ’ αὐτὸς ποιῇς ταπεινὸν αὐτὸ καὶ τιθῇς ἐν μηδενί, | ||
οἰκεῖος οὗτος κατάγελως νομίζεται. | |||
149 | τὰ γὰρ τολμηρὰ τῶν ὄχλων † ἔχει ἐν τοῖς λόγοις μὲν τὰς ἐπιδείξεις δυσκόλους· ἐν τῷ δὲ πράττειν, ἂν λάβῃ〈σ〉 τὸν καιρὸν εὖ, τἀπροσδόκητον τὴν τέχνην ἐξηύρατο. | ||
150 | τοῖς ἀναιδέσι〈ν〉 βοηθεῖ γὰρ λόγοις τοῦθ’ ἓν μόνον, ἂν βραχεῖς αὐτοὺς ποῇ τις τόν τε καιρὸν εὖ λάβῃ. | ||
151 | εἰς τὸ δέον. | ||
152-160t | ΕΠΙΚΛΗΡΟΣ | ||
152 | ἆρ’ ἐστὶ πάντων ἀγρυπνία λαλίστατον; ἐμὲ γοῦν ἀναστήσασα δευρὶ προάγεται | ||
λαλεῖν ἀπ’ ἀρχῆς πάντα τὸν ἐμαυτοῦ βίον. | |||
153 | ὥσπερ τῶν χορῶν οὐ πάντες ᾄδους’, ἀλλ’ ἄφωνοι δύο τινὲς ἢ τρεῖς παρεστήκασι πάντων ἔσχατοι εἰς τὸν ἀριθμόν, καὶ τοῦθ’ ὁμοίως πως ἔχει· | ||
5 | χώραν κατέχουσι, ζῶσι δ’ οἷς ἔστιν βίος. | ||
154 | ἢ δεῖ μόνον ζῆν ἢ γενόμενον πατέρα παίδων ἀποθανεῖν· οὕτω τὸ μετὰ ταῦτ’ ἐστὶ τοῦ βίου πικρόν. | ||
155-156 | ἀλεκτρυών τις ἐκεκράγει μέγα. 〈ὁ δ’ εὐθύς·〉 οὐ σοβήσετ’ ἔξω, φησί, τὰς ὄρνις ἀφ’ ἡμῶν; | ||
3 | |||
αὕτη ποτ’ ἐξεσόβησε τὰς ὄρνις μόλις. | |||
157 | τί δ’ ἂν ἔχοι νεκρὸς ἀγαθόν, ὅπου γ’ οἱ ζῶντες ἔχομεν οὐδὲ ἕν; | ||
158 | ὅρα σὺ καὶ φρόντιζε κἀπόστα βραχύ. | ||
159 | οὔπω σοι πεπίστευμαι; | ||
t,ante 161 | ΕΠΙΤΡΕΠΟΝΤΕΣ | ||
161-170t | ΕΥΝΟΥΧΟΣ | ||
161 | ἀλλὰ τί ποήσω; | ||
162 | μὴ θεομάχει μηδὲ προσάγου τῷ πράγματι χειμῶνας ἑτέρους, τοὺς δ’ ἀναγκαίους φέρε. | ||
163 | οὑτοσὶ δὲ γαλεώτης γέρων. | ||
164 | πάντα τὰ ζητούμενα | ||
δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτεροι. | |||
166 | συστομώτερος σκάφης. | ||
171-176t | ΕΦΕΣΙΟΣ | ||
171 | ἐγὼ μὲν ἤδη μοι δοκῶ, νὴ τοὺς θεούς, ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα ὁρᾶν κύκλῳ τρέχοντα καὶ πωλούμενον. | ||
172-173 | ἐπ’ ἀρίστῳ λαβὼν ὀψάριον. | ||
2 | τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων | ||
δραχμῶν ἐτίμα κωβιούς. Β. 〈πολλοῦ〉 σφόδρα. | |||
174 | παρέσομαι γὰρ ἕνδυο. | ||
175 | ἔσχατος Μυσῶν. | ||
176 | Τενέδιος ἄνθρωπος. | ||
177-184t | ΗΝΙΟΧΟΣ | ||
177 | ἀλλὰ θεὸς οὐδεὶς εἰς τὸ προκόλπιον φέρει ἀργύριον, ἀλλ’ ἔδωκεν εὔνους γενόμενος πόρνης βουλὴν † ἔδειξεν εὐπορίας τινός, ἣν ἂν παρῇς 〈σύ〉, μηκέτ’ αἰτιῶ θεόν, | ||
5 | ἤδη δὲ τῇ σαυτοῦ ζυγομάχει μαλακίᾳ. | ||
178 | οὐθείς μ’ ἀρέσκει περιπατῶν ἔξω θεὸς μετὰ γραός, οὐδ’ εἰς οἰκίας παρεισιὼν ἐπὶ τοῦ σανιδίου· τὸν δίκαιον δεῖ θεὸν οἴκοι μένειν σῴζοντα τοὺς ἱδρυμένους. | ||
179(a) | ἐλεεῖν δ’ ἐκεῖνος ἔμαθεν εὐτυχῶν μόνος. | ||
b | ὁ χρηστός, ὡς ἔοικε, καὶ χρηστοὺς ποιεῖ. | ||
c | μί’ ἐστὶν ἀρετὴ τἄτοπον φεύγειν ἀεί. | ||
180 | τὸν παῖδα δ’ οὐ † δίδομεν, ἀλλ’ ἁρπάγην αὐτῷ κατασκευάζομεν. | ||
181 | ὧν δὲ μὴ αἴτιος τρόπος, | ||
τά γ’ ἀπὸ τῆς τύχης φέρειν δεῖ γνησίως τὸν εὐγενῆ. | |||
t,ante 185 | ΗΡΩΣ | ||
185-191t | ΘΑΙΣ | ||
185 | ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά, θρασεῖαν, ὡραίαν δὲ καὶ πιθανὴν ἅμα, ἀδικοῦσαν, ἀποκλείουσαν, αἰτοῦσαν πυκνά, | ||
μηθενὸς ἐρῶσαν, προσποιουμένην δ’ ἀεί. | |||
186 | ὁ ἀκρατής, ἄγγαρος, ὄλεθρος· ἡδέως ἄν μοι δοκῶ ὅμως πεπονθὼς ταῦτα νῦν ταύτην ἔχειν. | ||
187 | φθείρουσιν ἤθη χρήσθ’ ὁμιλίαι κακαί. | ||
188 | κατὰ μυὸς ὄλεθρον. | ||
189 | Ἄρης τύραννος. | ||
190 | πτωχότερος κίγκλου. | ||
t,ante 192 | ΘΕΟΦΟΡΟΥΜΕΝΗ | ||
192-197t | ΘΕΤΤΑΛΗ | ||
192 | καὶ τὸ κεράμιον ἀνέῳχας· ὄζεις, ἱερόσυλ’, οἴνου πολύ. | ||
193 | μικρά γε πρόφασίς ἐστι τοῦ πρᾶξαι κακῶς. | ||
194 | εὐθυμία, Τίβειε, τὸν δοῦλον τρέφει. | ||
195 | ἔλυς’ ἐμαυτόν, εἶτ’ ἀπέδραν μόνος. | ||
196 | ὁλόκληρος οὗτός σοι, ξένε. | ||
197 | λύχνων ἁφάς. | ||
198-202t | ΘΗΣΑΥΡΟΣ | ||
198 | εἶτ’ οὐ μέγιστός ἐστι τῶν θεῶν Ἔρως καὶ τιμιώτατός γε τῶν πάντων πολύ; οὐδεὶς γὰρ οὕτως ἐστὶ φειδωλὸς σφόδρα ἄνθρωπος οὐδ’ οὕτως ἀκριβὴς τοὺς τρόπους, | ||
5 | ὃς οὐχὶ τούτῳ μερίδα τῷ θεῷ νέμει τῆς οὐσίας· ὅσοις μὲν οὖν πρᾴως ἔχει, νέοις ἔτ’ οὖσι τοῦτο προστάττει ποεῖν· οἱ δ’ εἰς τὸ γῆρας ἀναβολὰς ποιούμενοι οὗτοι προσαποτίνουσι τοῦ χρόνου τόκους. | ||
199 | ὅταν δ’ ἐρῶντος τόλμαν ἀφέλῃς, οἴχεται, | ||
εἰς τοὺς ἰαλέμους τε τοῦτον ἔγγραφε. | |||
200 | πολλοῖς ὑπέκκαυμ’ ἐστ’ ἔρωτος μουσικὴ 〈διδοῦς’ ἀφορμάς.〉 | ||
201 | 〈ὢν〉 ἄσιτος ἑπτὰ μῆνας, ὕδατος 〈οὐδὲ〉 στράγγ’ ἔχων. | ||
202 | κανθάρου μελάντερος. | ||
203-207t | ΘΡΑΣΥΛΕΩΝ | ||
203 | κατὰ πόλλ’ ἄρ’ ἐστὶν οὐ καλῶς εἰρημένον τὸ γνῶθι σαυτόν· χρησιμώτερον γὰρ ἦν τὸ γνῶθι τοὺς ἄλλους. | ||
204 | φιλοσοφεῖ δὲ τοῦθ’ ὅπως καταπράξεται τὸν γάμον. | ||
205 | ὁ δεύτερος πλοῦς ἐστι δήπου λεγόμενος, | ||
ἂν ἀποτυχών τις οὐρίου κώπαις πλέῃ. | |||
206 | ἡ δ’ ἀνέῳγε τὴν θύραν. | ||
207 | 〈ὡσ〉 ὀκνηρός, πάντα μέλλων, σιτόκουρος, ὁμολογῶν παρατρέφεσθαι. | ||
208-209*t | ΘΥΡΩΡΟΣ | ||
208-209* | οὐκ ἀδελφός, οὐκ ἀδελφὴ παρενοχλήσει, τηθίδα οὐδ’ ἑώρακεν τὸ σύνολον, θεῖον οὐδ’ ἀκήκοεν. εὐτύχημα δ’ ἐστὶν ὀλιγοστοὺς ἀναγκαίους ἔχειν. | ||
3 | ἔργον 〈ἐστὶν〉 εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν. | ||
5 | οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατὴρ καὶ παραινέσας πέπωκεν, εἶτα μήτηρ δευτέρα, εἶτα τηθὶς παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων, τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον. | ||
ὃ δ’ ἐπινεύει πᾶσι τούτοις. | |||
210-211t | ΙΕΡΕΙΑ | ||
210 | οὐθεὶς δι’ ἀνθρώπου θεὸς σῴζει, γύναι, ἑτέρου τὸν ἕτερον· εἰ γὰρ ἕλκει τὸν θεὸν τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται, ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ. | ||
5 | ἀλλ’ ἔστι τόλμης καὶ βίας ταῦτ’ ὄργανα εὑρημέν’ ἀνθρώποις ἀναιδέσιν, Ῥόδη, εἰς καταγέλωτα τῷ βίῳ πεπλασμένα. | ||
211 | ὄνου παρακύψεως. | ||
212-214t | ΙΜΒΡΙΟΙ | ||
212 | δι’ ὅσου χρόνου σε, Δημέα βέλτιστ’, ἐγώ | ||
213 | οὐκ ἔστιν οὐδέν, πάτερ, ἐν ἀνθρώπου φύσει μεῖζον λογισμοῦ· τῷ διαθέσθαι πράγματα ἕκαστός ἐστι καὶ λογίσασθαι κατὰ τρόπον ἄρχων, στρατηγός, ἡγεμὼν δήμου, πάλιν | ||
5 | σύμβουλος· ὁ λογισμῷ διαφέρων πάντ’ ἔχει. | ||
214 | βοῦς Κύπριος. | ||
215-217t | ΙΠΠΟΚΟΜΟΣ | ||
215 | Α. | Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός, ἀδοξότερος μικρῷ δ’. Β. ὁ τὴν πήραν ἔχων; | |
Α. | πήρας μὲν οὖν τρεῖς· ἀλλ’ ἐκεῖνος ῥῆμά τι ἐφθέγξατ’ οὐδὲν ἐμφερές, μὰ τὸν Δία, | ||
5 | τῷ ‘γνῶθι σαυτόν‘ οὐδὲ τοῖς βοωμένοις τούτοις, ὑπὲρ δὲ ταῦθ’ ὁ προσαιτῶν καὶ ῥυπῶν· τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη. | ||
216 | τὰ δ’ ἐκ μέσου τριπόδια καὶ τραγήματα. | ||
218-222t | ΚΑΝΗΦΟΡΟΣ | ||
218 | τὸ μὴ προθύμως γὰρ πονήσαντ’ εὐτυχεῖν | ||
εὐδαιμονίαν εἴωθ’ ὑπερηφανίαν ποιεῖν. | |||
219 | ἀλογίστου τρόπου ἀτύχημα φεύγειν ἐστὶν οὐκ αὐθαίρετον. | ||
220 | ἐδεῖτο χρῆσαι τὴν σεαυτῆς θυγατέρα ἀντάλλαγον. | ||
221 | ἃ δ’ ἀποκρινεῖται, κἂν ἐγὼ λέγοιμί σοι. | ||
222 | γραῦς τις κακολόγος, ἐκ δυοῖν Αἰξωνέοιν. | ||
223-225t | ΚΑΡΙΝΗ | ||
223 | ὦ μεγίστη τῶν θεῶν νῦν οὖς’, Ἀναίδει’, εἰ θεὸν καλεῖν σε δεῖ. δεῖ δέ· τὸ κρατοῦν γὰρ νῦν νομίζεται θεός. ἐφ’ ὅσον βαδίζεις, ἐφ’ ὅσον ἥξειν μοι δοκεῖς. | ||
224 | περὶ τὸν τράχηλον ἁλύσιόν τί σοι δότω. | ||
226-233t | ΚΑΡΧΗΔΟΝΙΟΣ | ||
226 | ἐπιθυμιάσας τῷ Βορέᾳ 〈λιβαν〉ίδιον ὀψάριον οὐδὲν ἔλαβον· ἑψήσω φακῆν. | ||
227 | αὑτὸν γὰρ οὐθεὶς οἶδε τοῦ ποτ’ ἐγένετο, | ||
ἀλλ’ ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν. | |||
228 | ἔργον ἐκ πολλοῦ χρόνου ἄνοιαν ἡμέρᾳ μεταστῆσαι μιᾷ. | ||
229* | χρεία διδάσκει, κἂν ἄμουσος ᾖ, σοφὸν Καρχηδόνιον. | ||
230 | ᾄδοντα λιτυέρσην ἀπ’ ἀρίστου τέως. | ||
231 | τὸ καλῶς ἔχον που κρεῖττόν ἐστι καὶ νόμου. | ||
234-237t | ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ | ||
235 | τὸν ἀφ’ ἱερᾶς. | ||
238-247t | ΚΕΚΡΥΦΑΛΟΣ | ||
238 | παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν τοῖς γάμοις διακονοῦντας ἀπογεγράφθαι πυθόμενος πάντας μαγείρους κατὰ νόμον καινόν τινα, ἵνα πυνθάνωνται τοὺς κεκλημένους, ἐὰν | ||
5 | πλείους τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ, ἐλθὼν ... | ||
239 | εἶτ’ εὐθὺς οὕτω· τὰς τραπέζας αἴρετε, μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει. | ||
240 | ἡδὺ τὸ μύρον, παιδ〈άρ〉ιον. Β. ἡδύ· πῶς γὰρ οὔ; νάρδινον. | ||
241 | ταὐτόματον ἡμῖν ἀφανὲς ὂν συλλαμβάνει. | ||
242 | π̣α̣ρέσει ........... ἐγὼ παραλήψομ̣[αι. | ||
243 | ἀπὸ μηχανῆς θεὸς ἐπεφάνης. | ||
244 | δεύτερος πλοῦς. | ||
t,ante 248 | ΚΙΘΑΡΙΣΤΗΣ | ||
248-249t | ΚΝΙΔΙΑ | ||
248 | οὐθὲν γένους γένος γὰρ οἶμαι διαφέρειν. ἀλλ’ εἰ δικαίως ἐξετάσεις, καὶ γνήσιος ὁ χρηστός ἐστιν, ὁ δὲ πονηρὸς καὶ νόθος. | ||
249 | ταὐτόματόν ἐστιν, ὡς ἔοικέ, που θεὸς σῴζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων. | ||
t,ante 250 | ΚΟΛΑΞ | ||
1 | ΚΡΗΣ | ||
250-254t | ΚΥΒΕΡΝΗΤΑΙ | ||
250 | τἀργύριον εἶναι, μειράκιόν, σοι φαίνεται οὐ τῶν ἀναγκαίων καθ’ ἡμέραν μόνον τιμὴν παρασχεῖν δυνατόν, ἄρτων, ἀλφίτων, ὄξους, ἐλαίου, μείζονος 〈δ’〉 ἄλλου τινός· | ||
5 | ἀθανασίας δ’ οὐκ ἔστιν, οὐδ’ ἂν συναγάγῃς τὰ Ταντάλου τάλαντ’ ἐκεῖνα λεγόμενα· ἀλλ’ ἂν ἀποθάνῃς, ταῦτα καταλείψεις τισίν. τί οὖν λέγω; μήτ’ αὐτὸς εἰ σφόδρ’ εὐπορεῖς, πίστευε τούτῳ, μήτε τῶν πτωχῶν πάλιν | ||
10 | ἡμῶν καταφρόνει, τοῦ δέ γ’ εὐτυχεῖν ἀεὶ πάρεχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον. | ||
251 | οἷοι λαλοῦμεν ὄντες. ὦ τρισάθλιοι ἅπαντες οἱ φυσῶντες ἐφ’ ἑαυτοῖς μέγα· αὐτοὶ γὰρ οὐκ ἴσασιν ἀνθρώπου φύσιν. οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται· | ||
5 | ἐπὰν δ’ ἀνοίξῃ τὰς θύρας, τρισάθλιος, γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετ’ ἀεί· | ||
ἀπὸ πλειόνων ὀδυνᾶτ’, ἐγὼ δ’ ἀπ’ οὐδενός. | |||
252 | τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ τὸ μισθάριον; μένω γὰρ ἐξ ἐχθιζινοῦ. | ||
253 | † εἰς τὴν πονηρίαν ἀτυφίαν νομίσαντές ποτε ἀξιοῦσι πέρας. † | ||
254 | ἐπελάθεθ’ αὑτὸν ὅστις εἴη. | ||
t,ante 255 | ΚΩΝΕΙΑΖΟΜΕΝΑΙ | ||
255-262t | ΛΕΥΚΑΔΙΑ | ||
255 | ὅστις ὑπέχει χρυσίῳ τὴν χεῖρα, κἂν μὴ φῇ, πονηρὰ βούλεται. | ||
256 | ἀεὶ νομίζονθ’ οἱ πένητες τῶν θεῶν. | ||
257 | ἐπίθες τὸ πῦρ, ἡ ζάκορος. οὑτωσὶ καλῶς. | ||
258 | οὗ δὴ λέγεται πρώτη Σαπφὼ τὸν ὑπέρκομπον θηρῶσα Φάων’ οἰστρῶντι πόθῳ ῥῖψαι πέτρας ἀπὸ τηλεφανοῦς· ἀλλὰ κατ’ εὐχὴν | ||
5 | σήν, δέσποτ’ ἄναξ, εὐφημείσθω τέμενος πέρι Λευκάδος ἀκτῆς. | ||
259 | πάμφωνε ... οὐρεία χέλυς. | ||
263t | ΛΟΚΡΟΙ | ||
263 | ὑγιέστερος κροτῶνος. | ||
264-267t | ΜΕΘΗ | ||
264 | εἶτ’ οὐχ ὅμοια πράττομεν καὶ θύομεν· ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα, αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας, | ||
5 | Μενδαῖον, ἐγχέλεις, Θάσιον, τυρόν, μέλι μικροῦ ταλάντου· γίνεται τὸ κατὰ λόγον, δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς, τούτων δὲ πρὸς ταῦτ’ ἀντανελεῖν τὴν ζημίαν. | ||
10 | πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται; ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε, εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν, ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν. | ||
265 | ἐμὲ γὰρ διέτριψεν ὁ κομψότατος ἀνδρῶν Χαιρεφῶν ἱερὸν γάμον | ||
φάσκων ποιήσειν δευτέρᾳ μετ’ εἰκάδας καθ’ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ’ ἑτέροις· | |||
5 | τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς. | ||
266 | Ἀδράστεια καὶ θεὰ σκυθρωπὲ Νέμεσι, συγγινώσκετε. | ||
267 | εἶτ’ οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον, οὐκ ἄλλ’ ὁτιοῦν ἕτερον. | ||
268-273t | ΜΕΣΣΗΝΙΑ | ||
269 | Α. | οἱ δ’ ἁρπάσαντες τοὺς κάδους 〈τοὺσ〉 στρογγύλους ὕδρευον ἀνδρειότατα † κ’ ἡ πόλις πάλιν. | |
Β. | ἤντλουν λέγειν δεῖ, καὶ κάδους οὐ δεῖ λέγειν, ἀλλ’ ἀντλιαντλητῆρας. | ||
270 | τίθημ’ ἔχειν χολήν σε καλλιωνύμου πλείω. | ||
271 | ἡγεῖται μ’ ὅλως | ||
ἐπικόπανόν τι. | |||
272 | Ψύλλος | ||
274-275t | ΜΗΝΑΓΥΡΤΗΣ | ||
274 | οὕτω μαθεῖν δεῖ πάντα, καὶ πλοῦτον φέρειν· ἀσχημοσύνης γὰρ γίνετ’ ἐνίοις αἴτιος. | ||
275 | προπίνων θηρίκλειον τρικότυλον. | ||
276-285t | ΜΙΣΟΓΥΝΗΣ | ||
276 | Α. πρὸς τὸ πρᾶγμ’ ἔχω κακῶς. Β. ἐπαριστέρως γὰρ αὐτὸ λαμβάνεις. τὰ δυσχερῆ γὰρ καὶ τὰ λυπήσοντά σε ὁρᾷς ἐν αὐτῷ, τὰ δ’ ἀγάθ’ οὐκ ἐπιβλέπεις. | ||
5 | εὕροις δ’ ἂν οὐθὲν τῶν ἁπάντων, Σιμύλε, ἀγαθόν, ἐν ᾧ τι μὴ πρόσεστι καὶ κακόν. γυνὴ πολυτελής ἐστ’ ὀχληρόν, οὐδ’ ἐᾷ ζῆν τὸν λαβόνθ’ ὡς βούλετ’· ἀλλ’ ἕν ἐστί τοι ἀγαθὸν ἀπ’ αὐτῆς, παῖδες· ἐλθόντ’ εἰς νόσον | ||
10 | τὸν ἔχοντα ταύτην ἐθεράπευσεν ἐπιμελῶς, ἀτυχοῦντι συμπαρέμεινεν, ἀποθανόντα τε ἔθαψε, περιέστειλεν οἰκείως· ὅρα εἰς ταῦθ’, ὅταν λυπῇ τι τῶν καθ’ ἡμέραν. οὕτω γὰρ οἴσεις πᾶν τὸ πρᾶγμ’· ἂν δ’ ἐκλέγῃ | ||
15 | ἀεὶ τὸ λυποῦν, μηδὲν ἀντιπαρατιθεὶς | ||
τῶν προσδοκωμένων, ὀδυνήσῃ διὰ τέλους. | |||
277 | ἐθύομεν δὲ πεντάκις τῆς ἡμέρας· ἐκυμβάλιζον δ’ ἑπτὰ θεράπαιναι κύκλῳ, αἳ δ’ ὠλόλυζον. | ||
278 | ἕλκει δὲ γραμματείδιον ἐκεῖ σε δίθυρον καὶ παράστασις, μία | ||
δραχμή. | |||
279 | ὄμνυμί σοι τὸν Ἥλιον, ἦ μὴν ἀποίσειν σοι γραφὴν κακώσεως. | ||
280 | ὦ χαῖρε, Γλυκέρα. ΓΛ. καὶ σὺ πόλλ’. Α. ὅσῳ χρόνῳ ὁρῶ σε. | ||
281 | ἀλλ’ οὐ τὰ 〈Τι〉βείου νῷν ἴσως δεῖ φροντίσαι. | ||
282 | χλαμύδα, καυσίαν, | ||
λόγχην, ἀορτῆρ’, ἱμάτια. | |||
284 | ἐπιχρύσους σανδαλοθήκας | ||
t,ante 286 | ΜΙΣΟΥΜΕΝΟΣ | ||
286-290t | ΝΑΥΚΛΗΡΟΣ | ||
286 | ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος Θεόφιλος ἡμῖν, ὦ Στράτων, ὡς εἰς καλὸν τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον. | ||
5 | ΣΤΡ. | ποῖον; τὸ πλοῖον; Α. οὐδὲν οἶσθας, ἄθλιε. | |
ΣΤΡ. | τὴν ναῦν σεσῶσθαί μοι λέγεις; Α. ἔγωγε μήν. | ||
ΣΤΡ. | τὴν ναῦν ἐκείνην ἣν ἐποίησε Καλλικλῆς | ||
τὸν καλούμενον †, Εὐφράνωρ 〈δ’〉 ἐκυβέρνα Θούριος; | |||
287 | ὦ φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ’ εἶ τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ’ ἄξιον. ὡς δῆτ’ ἐχρῆν, εἴ τις πατρῴαν παραλαβὼν γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους | ||
5 | καὶ μηδ’ ἐπιβαίνειν γῆς, ἵν’ οὕτως ᾔσθετο, οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο. | ||
288 | ὁ δὲ Πολυνείκης πῶς ἀπώλετ’ οὐχ ὁρᾷς; | ||
289 | ὦ Ζεῦ πολυτίμηθ’, οἷόν ἐστ’ ἐλπὶς κακόν. | ||
290 | καὶ φύσει πως εὐάγωγόν ἐστι πᾶς ἀνὴρ ἐρῶν. | ||
t,ante 291 | ΝΕΜΕΣΙΣ | ||
291-293t | ΝΟΜΟΘΕΤΗΣ | ||
291 | ἑτέρου λυχνοῦχος, ἑτέρου λήκυθος. | ||
292 | ἑκκαίδεκα κεῖνθ’ ἁμίδες. | ||
294-295t | ΞΕΝΟΛΟΓΟΣ | ||
294 | ἀνδρὸς πένητος υἱός, ἐκτεθραμμένος οὐκ ἐξ ὑπαρχόντων, ὁρῶν ᾐσχύνετο τὸν πατέρα μίκρ’ ἔχοντα· παιδευθεὶς γὰρ εὖ τὸν καρπὸν εὐθὺς ἀπεδίδου καλόν. | ||
295 | οὕτως ἀσυλλόγιστον ἡ Τύχη ποιεῖ τὸ συμφέρον τί ποτ’ ἐστὶν ἀνθρώπου βίῳ· καθ’ οὓς κρινεῖ 〈τὰ〉 πράγματ’ οὐ χρῆται νόμοις, οὐδ’ ἔστιν εἰπεῖν ζῶντα ‘ταῦτ’ οὐ πείσομαι‘. | ||
296-299t | ΟΛΥΝΘΙΑ | ||
296 | ὡς ἄδικον, ὅταν ἡ μὲν φύσις ἀποδῷ τι σεμνόν, τοῦτο δ’ ἡ τύχη κακοῖ. | ||
297 | μετ’ Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας ὀβολοὺς φέρων. | ||
298 | οὐχὶ παρακληθέντας ὑμᾶς δεῖ γὰρ ἡμῖν εὐνοεῖν | ||
ἀλλ’ ὑπάρχειν τοῦτο. | |||
300-302t | ΟΜΟΠΑΤΡΙΟΙ | ||
300 | χρηστοὺς νομιζομένους, ἐφόδιον ἀσφαλὲς εἰς πάντα καιρὸν καὶ τύχης πᾶσαν ῥοπήν. | ||
301 | 〈ἅ〉πας ἐρυθριῶν χρηστὸς εἶναί μοι δοκεῖ. | ||
302 | ἣν δῆλον οὔτι νυμφίος τε ἀλφάνει † | ||
303-311t | ΟΡΓΗ | ||
303 | καίτοι νέος ποτ’ ἐγενόμην κἀγώ, γύναι· ἀλλ’ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας τότ’, ἀλλὰ νῦν· οὐδὲ χλανίδ’ εἶχον, ἀλλὰ νῦν· οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν· καὶ βάψομαι | ||
5 | καὶ παρατιλοῦμαι, νὴ Δία, καὶ γενήσομαι Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ, κἆθ’ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην. | ||
304 | διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν | ||
5 | ὡς ὑστερίζων καὶ παρῆν ἅμ’ ἡμέρᾳ. | ||
305 | ὁ λιμὸς ὑμῖν τὸν καλὸν τοῦτον δακὼν Φιλιππίδου λεπτότερον ἀποδείξει νεκρόν. | ||
306 | οὐκ ἔστι μοιχοῦ πρᾶγμα τιμιώτερον· θανάτου γάρ ἐστιν ὤνιον. | ||
307 | καὶ Λαμπρίας ὄπισθεν ἀλάβαστον φέρων. | ||
308 | καὶ τοὔνομα τί λέγεις ἀλάστωρ; | ||
309 | τοῦθ’ ἑταῖρός ἐστιν ὄντως· οὐκ ἐρωτᾷ πηνίκα δεῖπνόν ἐστιν, ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει τοὺς παρόντας, εἶτα δεῖπνον ἕτερον εἰς τρίτην βλέπει ................. εἶτα περίδειπνον πάλιν. | ||
311 | οὐ μὰ τὴν | ||
312-317at | ΠΑΙΔΙΟΝ | ||
312 | ἂν πάντα δουλεύειν ὁ δοῦλος μανθάνῃ, πονηρὸς ἔσται. μεταδίδου παρρησίας, | ||
βελτίον’ αὐτὸν τοῦτο ποιήσει πολύ. | |||
313 | Ἐφέσια τοῖς γαμοῦσιν οὗτος περιπατεῖ λέγων ἀλεξιφάρμακα. | ||
314 | χρυσοῦν ἐπόρισας. εἴθε λιθοκόλλητον ἦν· καλὸν ἦν ἂν οὕτως. | ||
315 | μάραγδον εἶναι ταῦτ’ ἔδει καὶ σάρδια. | ||
316 | εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν. | ||
317 | ἐνταῦθ’ ἀπόστα μικρόν. | ||
317a | ε[desunt litterae fere 25]κοδι’ οἰκῶν πλησ[ίον] | ||
318-321t | ΠΑΛΛΑΚΗ | ||
318 | μικρὸν ἐπιμείνας προστρέχει ‘ἠγόρακά σοι περιστέρια 〈ταδί〉‘ λέγων. | ||
319 | νῦν πῖθι, νῦν ἀφύβρισον. Β. ἤν, ἀφύβρικα. | ||
320 | πολλοὺς λογισμοὺς ἡ πονηρία κυκλοῖ. | ||
321 | ἀλλὰ τῶν χρηστῶν ἔχει τιν’ ἐπιμέλειαν καὶ θεός. | ||
322-332t | ΠΑΡΑΚΑΤΑΘΗΚΗ | ||
322 | εὔπιστον ἀτυχῶν ἐστιν ἄνθρωπος φύσει. τὸν πλησίον γὰρ οἴεται μᾶλλον φρονεῖν ὁ τοῖς λογισμοῖς τοῖς ἰδίοις πταίων ἀεί. | ||
323 | πεποιήκατ’ ἔργον οὐχ ἑταίρων γὰρ ..... 〈μὰ Δί’, ἀλλ’ ἑταιρῶν〉· ταὐτὰ δ’ ὄντα γράμματα τὴν προσαγόρευσιν οὐ σφόδρ’ εὔσχημον ποιεῖ. | ||
324 | στρατεία δ’ οὐ φέρει περιουσίαν οὐδεμί’, ἐφήμερον δὲ καὶ προπετῆ βίον, | ||
οὗ πεῖραν ἔχομεν ὄντος οὐ σωτηρίου. | |||
325-326 | ὁλκὴν ταλάντου χρυσίου σοι, παιδίον, ἕστηκα τηρῶν | ||
2 | μακάριος ἐκεῖνος 〈ἔσται〉 δέκα τάλαντα καταφαγών. | ||
327 | αἰσχρὸν γενέσθαι πτωχὸν ἀσθενῆ θ’ ἅμα. | ||
328 | ἔστι κρίσις ἄδικος, ὡς ἔοικε, κἀν θεοῖς. | ||
329 | τοὺς ὄφεις καλῶς γέ μοι ἠγόρασας. | ||
330 | συνακολούθει μεθ’ ἡμῶν. | ||
331 | θύραν ἔξελε. | ||
t,ante 333 | ΠΕΡΙΚΕΙΡΟΜΕΝΗ | ||
1 | ΠΕΡΙΝΘΙΑ | ||
333-347t | ΠΛΟΚΙΟΝ | ||
333 | ἐπ’ ἀμφότερα νῦν ἡ ’πίκληρος ἡ κ〈αλὴ〉 μέλλει καθευδήσειν. κατείργασται μέγα καὶ περιβόητον ἔργον· ἐκ τῆς οἰκίας ἐξέβαλε τὴν λυποῦσαν ἣν ἐβούλετο, | ||
5 | ἵν’ ἀποβλέπωσιν πάντες εἰς τὸ Κρωβύλης πρόσωπον, ᾖ τ’ εὔγνωστος οὖς’ ἐμὴ γυνὴ δέσποινα. καὶ τὴν ὄψιν ἣν ἐκτήσατο· ‘ὄνος ἐν πιθήκοισ‘ τοῦτο δὴ τὸ λεγόμενόν ἐστιν. σιωπᾶν βούλομαι τὴν νύκτα τὴν | ||
10 | πολλῶν κακῶν ἀρχηγόν. οἴμοι Κρωβύλην λαβεῖν ἔμ’, εἰ καὶ δέκα τάλαντ’ 〈ἠνέγκατο, τὴν〉 ῥῖν’ ἔχουσαν πήχεως. εἶτ’ ἐστὶ τὸ φρύαγμα {εἰ} πῶς {ἀν} ὑποστατόν; 〈μὰ τὸν〉 Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐδαμῶς. | ||
15 | παιδισκάριον θεραπευτικὸν δὲ καὶ λόγου | ||
τάχιον ἀπάγεσθ’ ὧδε. τίν’ ἄρ’ ἂν εἰσάγοι; | |||
334 | Α. | ἔχω δ’ ἐπίκληρον Λάμιαν· οὐκ εἴρηκά σοι; | |
Β. | τουτὶ γὰρ οὐχί. Α. κυρίαν τῆς οἰκίας καὶ τῶν ἀγρῶν καὶ 〈τῶν ἁ〉πάντων ἄντικρυς ἔχομεν. Β. Ἄπολλον, ὡς χαλεπόν. Α. χαλεπώτατον. | ||
5 | ἅπασι δ’ ἀργαλέα ’στίν, οὐκ ἐμοὶ μόνῳ, υἱῷ πολὺ μᾶλλον, θυγατρί. Β. πρᾶγμ’ ἄμαχον λέγεις. | ||
Α. | εὖ οἶδα. | ||
335 | ὦ τρισκακοδαίμων, ὅστις ὢν πένης γαμεῖ καὶ παιδοποιεῖθ’. ὡς ἀλόγιστός ἐστ’ ἀνήρ, ὃς μήτε φυλακὴν τῶν ἀναγκαίων ἔχει μήτ’ ἂν ἀτυχήσας εἰς τὰ κοινὰ τοῦ βίου | ||
5 | ἐπαμφιέσαι δύναιτο τοῦτο χρήμασιν, ἀλλ’ ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ χειμαζόμενος ζῇ, τῶν μὲν ἀνιαρῶν ἔχων τὸ μέρος ἁπάντων, τῶν δ’ ἀγαθῶν οὐδὲν μέρος. | ||
ὑπὲρ γὰρ ἑνὸς ἀλγῶν ἅπαντας νουθετῶ. | |||
336 | ὅστις πένης ὢν ζῆν ἐν ἄστει βούλεται, ἀθυμότερον ἑαυτὸν ἐπιθυμεῖ ποεῖν. ὅταν γὰρ εἰς τρυφῶντα καὶ σχολὴν ἄγειν δυνάμενον ἐμβλέψῃ, τότ’ αὐτὸν ἔστ’ ἰδεῖν, | ||
5 | ὡς ἄθλιον ζῇ καὶ ταλαίπωρον βίον. κακῶς ὁ δεσπότης βεβούλευται πάνυ· ἐν ἀγρῷ γὰρ οἰκῶν οὐ σφόδρ’ ἐξηλέγχετο τῆς μερίδος ὢν τῆς οὐδαμοῦ τεταγμένης, εἶχεν δὲ παραπέτασμα τὴν ἐρημίαν. | ||
337 | ὦ Παρμένων, οὐκ ἔστ’ ἀγαθὸν ἐν τῷ βίῳ | ||
φυόμενον ὥσπερ δένδρον ἐκ ῥίζης μιᾶς, ἀλλ’ ἐγγὺς ἀγαθοῦ παραπέφυκε καὶ κακόν, ἐκ τοῦ κακοῦ τ’ ἤνεγκεν ἀγαθὸν ἡ φύσις. | |||
338 | ἆρ’ ἐστὶν ἀρετῆς καὶ βίου διδάσκαλος ἐλευθέρου τοῖς πᾶσιν ἀνθρώποις ἀγρός. | ||
339 | † τὸ μὴ τὰς τρίχας αἴρων καὶ τὸν ῥύπον διδοὺς | ||
† πιεῖν ἀνηδαξᾶτο ὥστε μὴ πιεῖν. | |||
340 | ἀεὶ τὸ λυποῦν ἀποδίωκε τοῦ βίου· μικρόν τι τὸ βίου καὶ στενὸν ζῶμεν χρόνον. | ||
341 | οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενός. | ||
342 | λεπτὸν μεθ’ ἑτέρας ἱστὸν ὕφαινεν. | ||
343 | γυνὴ κυεῖ δέκα μῆνας. | ||
344 | ὅστις δ’ ὁμιλῶν ἥδεται. | ||
345* | Κρωβύλῃ τῇ μητρὶ πείθου καὶ γάμει τὴν συγγενῆ. | ||
346 | τρυγόνος λαλίστερος. | ||
347 | δεύτερος πλοῦς. | ||
348-349t | ΠΡΟΓΑΜΩΝ | ||
348 | τὸ τῆς Τύχης τοι μεταβολὰς πολλὰς ἔχει. | ||
349 | βάρβαρος, ἄγγαρος ὄντως κοὐδενὸς προορώμενος. | ||
350-351t | ΠΡΟΕΓΚΑΛΩΝ | ||
350 | οἷον τὸ γενέσθαι πατέρα παίδων ἦν 〈ἄρα·〉 | ||
λύπη, φόβος, φροντίς, πέρας ἐστὶν οὐδὲ ἕν. | |||
351 | τὸ δὲ κελευόμενον μέν ἐστιν ἀσφαλέστατον δούλῳ ποεῖν, ὥς φασιν. | ||
352-357t | ΠΩΛΟΥΜΕΝΟΙ | ||
352 | 〈οἴμοι〉, τάλας· ἕστηκας ἔτι πρὸς ταῖς θύραις τὸ φορτίον θείς; σιτόκουρον ἄθλιον, 〈ἄχρηστον〉 εἰς τὴν οἰκίαν εἰλήφαμεν. | ||
353 | ἀγγαροφόρει καὶ ταῦθ’ ἃ νῦν ποιεῖς, ποίει, ἐξὸν διαρρηγνύμενον ἀγαθῶν μυρίων σιτιζόμενον τὴν νύκτα καὶ τὴν ἡμέραν | ||
διάγειν. | |||
354 | οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν· καὶ συμμανῆναι δ’ ἔνια δεῖ. | ||
358-370t | ΡΑΠΙΖΟΜΕΝΗ | ||
358 | ὁ μὴ δεχόμενος τῶν θεῶν τὸ σύμφορον αὐτῷ διδόντων ἕνεκα τοῦ ζῆν βούλεται † ...... τὸ δ’ ἀτυχεῖν ἢ τὸ μὴ θεὸς δίδωσιν, οὐ τρόπου ’σθ’ ἁμαρτία. | ||
359 | ἀτύχημα κἀδίκημα διαφορὰν ἔχει· τὸ μὲν διὰ τύχην γίνεται, τὸ δ’ αἱρέσει. | ||
360 | ἆρ’ ἐστὶν ἀγαθῶν πᾶσι πλείστων αἰτία | ||
ἡ σύνεσις, ἂν ᾖ πρὸς τὰ βελτίω σοφή. | |||
361 | τοὐμὸν θυγάτριον· πάνυ γάρ ἐστι τῇ φύσει .... φιλάνθρωπον τὸ παιδάριον σφόδρα. | ||
362 | πόθεν γάρ, ὦ φίλοι θεοί, τούτους ἀνεσπάκασιν οὗτοι τοὺς λόγους; | ||
363 | ὁ μυόχοδος γέρων λεληθέναι σφόδρ’ οἰόμενος. | ||
364 | εἶτ’ ἀμφορεαφόρος τις ἀποφορὰν φέρων. | ||
365 | οὐχ ὁρᾶτε τὴν τροφὸν | ||
ζῶμ’ ἐνδεδυμένην; | |||
366 | ἔρχεται τἀληθὲς εἰς φῶς ἐνίοτ’ οὐ ζητούμενον. | ||
367 | καὶ τυφλῷ δῆλον. | ||
368 | οὐκ Ἔμβαρος εἶ. | ||
t,ante 371 | ΣΑΜΙΑ | ||
371-379t | ΣΙΚΥΩΝΙΟΣ | ||
371 | ἅβραν γὰρ ἀντωνούμενος ἐρωμένην ταύτῃ μὲν οὐ παρέδωκ’ ἔχειν, ἔτρεφε δὲ χωρὶς ὡς ἐλευθέρᾳ πρέπει. | ||
372 | εὐλοιδόρητον, ὡς ἔοικε, φαίνεται τὸ τοῦ στρατιώτου σχῆμα καὶ τὸ τοῦ ξένου. | ||
373 | ὁ πλέων κατήχθη. κρίνεθ’ οὗτος πολέμιος. ἐὰν ἔχῃ τι μαλακόν, ἀγγαρεύεται. | ||
374 | κακὴ μὲν ὄψις, ἐν δὲ δείλαιαι φρένες. | ||
375 | Στρατοφάνη, λιτόν ποτ’ εἶχες χλαμύδιον καὶ παῖδ’ ἕνα. | ||
376 | ἡ τῶν ὁμοίων αἵρεσις μάλιστά πως | ||
τὴν τοῦ βίου σύγκρασιν ὁμόνοιαν ποιεῖ. | |||
380-381t | ΣΤΡΑΤΙΩΤΑΙ | ||
380 | 〈ἀπ〉ορῶν τι βούλευσαι κατὰ σαυτὸν γενόμενος· τὸ συμφέρον γὰρ οὐχ ὁρᾶται τῷ βοᾶν, ἐν τῷ πρὸς αὑτὸν δ’ ἀναλογισμῷ φαίνεται. | ||
381 | οὐδεὶς σύνοιδεν ἐξαμαρτάνων πόσον ἁμαρτάνει τὸ μέγεθος, ὕστερον δ’ ὁρᾷ. | ||
382*-391t | ΣΥΝΑΡΙΣΤΩΣΑΙ | ||
382* | Διονυσίων 〈γὰρ〉 ἦν πομπή ........................ ὁ δέ μ’ ἠκολούθησεν μέχρι τοῦ πρὸς τὴν θύραν ἔπειτα φοιτῶν καὶ κολακεύων 〈ἐμέ τε καὶ〉 | ||
5 | τὴν μητέρ’ ἔγνω μ’. | ||
383 | Ἔρως δὲ τῶν θεῶν ἰσχὺν ἔχων πλείστην ἐπὶ τούτου δείκνυται· διὰ τοῦτον ἐπιορκοῦσι τοὺς ἄλλους θεούς. | ||
384 | ἀστεῖον τὸ μὴ συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον, ἀλλ’ οἰκοσίτους τοὺς γάμους πεποιηκέναι. | ||
385 | ἂν ἔτι πιεῖν μοι δῷ τις· ἀλλ’ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο | ||
ἄρας’ ἀφ’ ἡμῶν. | |||
386 | τρισάθλιόν γε καὶ ταλαίπωρον φύσει πολλῶν τε μεστόν ἐστι τὸ ζῆν φροντίδων. | ||
387 | καὶ τὸν ἐπὶ κακῷ γινόμενον ἀλλήλων ἀγαπησμὸν οἷος ἦν. | ||
388 | πατὴρ δ’ ἀπειλῶν οὐκ ἔχει μέγαν φόβον. | ||
389 | ὡς ἀεὶ στιφρὰς ἐσομένας καὶ νέας, ταλάντατος. | ||
390 | γυναικείαν ἀγοράν. | ||
392-393t | ΣΥΝΕΡΩΣΑ | ||
392 | ἄφες τὸν ἄνθρωπον. τί κόπτεις, ὦ μέλε; | ||
394t | ΣΥΝΕΦΗΒΟΙ | ||
394 | οἱ γὰρ ἥρωες ..... κακοῦν ἕτοιμοι μᾶλλον ἤπερ ὠφελεῖν. | ||
395-396t | ΤΙΤΘΗ | ||
395 | οἱ τὰς ὀφρῦς αἴροντες ὡς ἀβέλτεροι καὶ ‘σκέψομαι‘ λέγοντες. ἄνθρωπος γὰρ ὢν σκέψῃ σὺ περί του, δυστυχής, ὅταν τύχῃ; αὐτόματα γὰρ τὰ πράγματ’ ἐπὶ τὸ συμφέρον | ||
5 | ῥεῖ κἂν καθεύδῃς, ἢ πάλιν τἀναντία. | ||
396 | ἤδη τις ὑμῶν παιδίον | ||
ᾐτήσατ’ ἢ κέχρηκεν, ἄνδρες γλυκύτατοι; | |||
397-400t | ΤΡΟΦΩΝΙΟΣ | ||
397 | ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή τινος. | ||
Β. | ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ. οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια, ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα | ||
5 | καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ ἁλίσκετ’, ἀλλ’ οὕτως παρέργως ἅπτεται, τὰς δ’ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα μᾶλλον προσεδέξατ’. Ἀρκαδικὸς τοὐναντίον ἀθάλαττος ὢν τοῖς λοπαδίοις ἁλίσκεται· | ||
10 | Ἰωνικὸς πλούταξ· ὑποστάσεις ποιῶ, | ||
κάνδαυλον, ὑποβινητιῶντα βρώματα. | |||
398 | τὸ μηθὲν ἀδικεῖν καὶ φιλανθρώπους ποιεῖ. | ||
401-406t | ΥΔΡΙΑ | ||
401 | ὡς ἡδὺ τῷ μισοῦντι τοὺς φαύλους τρόπους ἐρημία· καὶ τῷ μελετῶντι μηδὲ ἓν πονηρὸν ἱκανὸν κτῆμ’ ἀγρὸς τρέφων καλῶς. ἐκ τῶν ὄχλων δὲ ζῆλος, ἥ τε κατὰ πόλιν | ||
5 | αὕτη τρυφὴ λάμπει μέν, εἰς δ’ ὀλίγον χρόνον. | ||
402 | γέροντα δυστυχοῦντα τῶν θ’ αὑτοῦ κακῶν ἐπαγόμενον λήθην ἀνέμνησας πάλιν ἐπὶ τἀτυχεῖν τ’ ἤγειρας. | ||
403 | εὐθὺς καταχρήσεθ’ αὑτὸν ἀνορωρυγμένην ταύτην ἰδών. | ||
404 | οἱ Θρᾷκες, Λίβυ, Τρῶες καλοῦνται· πάντα νῦν ἤδη ’σθ’ ὁμοῦ. | ||
405 | οἳ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι, φίλτατοι | ||
407-415t | ΥΜΝΙΣ | ||
407 | νὴ τὴν Ἀθηνᾶν, μακάριόν τι χρηστότης πρὸς πάντα καὶ θαυμαστὸν ἐφόδιον βίῳ. τούτῳ λαλήσας ἡμέρας μικρὸν μέρος εὔνους ἐγὼ νῦν εἰμι. ‘πειστικὸν λόγοσ‘, | ||
5 | πρὸς τοῦτ’ ἂν εἴποι τις, ‘μάλιστα τῶν σοφῶν‘. τί οὖν ἑτέρους λαλοῦντας εὖ βδελύττομαι; | ||
τρόπος ἔσθ’ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος. | |||
408 | οὐ πάνυ τι γηράσκουσιν αἱ τέχναι καλῶς, ἂν μὴ λάβωσι προστάτην φιλάργυρον. | ||
409 | νῦν δὲ κατὰ πόλιν εὕρηκεν ἕτερον, τὸν σέ. Β. τὸν ἐμὲ τουτονί; | ||
410 | οὐ πῦρ γὰρ αἰτῶν οὐδὲ λοπάδ’ αἰτούμενος. | ||
411 | ἀλλὰ τἀργυρώματα ἥκω λαβεῖν βουλόμενος. | ||
412 | βάκηλος εἶ. | ||
416-430at | ΥΠΟΒΟΛΙΜΑΙΟΣ Η ΑΓΡΟΙΚΟΣ | ||
416a | τοῦτον εὐτυχέστατον λέγω, ὅστις θεωρήσας ἀλύπως, Παρμένων, τὰ σεμνὰ ταῦτ’ ἀπῆλθεν, ὅθεν ἦλθεν, ταχύ τὸν ἥλιον τὸν κοινόν, ἄστρ’, ὕδωρ, νέφη, | ||
5 | πῦρ· ταῦτα, κἂν ἑκατὸν ἔτη βιῷς, ἀεὶ ὄψει παρόντα, κἂν ἐνιαυτοὺς σφόδρ’ ὀλίγους, σεμνότερα τούτων ἕτερα 〈δ’〉 οὐκ ὄψει ποτέ. | ||
416b(8) | πανήγυριν νόμισόν τιν’ εἶναι τὸν χρόνον, ὅν φημι, τοῦτον, τὴν ἐπιδημίαν ἄνω· | ||
10 | ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί. † ἂν πρῶτος ἀπίῃς καταλύσεις, βελτίονα ἐφόδι’ ἔχων ἀπῆλθες ἐχθρὸς οὐδενί· ὁ προσδιατρίβων δ’ ἐκοπίασεν ἀπολέσας, κακῶς δὲ γηρῶν ἐνδεής του γίνεται, | ||
15 | ῥεμβόμενος ἐχθροὺς εὗρ’, ἐπεβουλεύθη ποθέν, | ||
οὐκ εὐθανάτως ἀπῆλθεν ἐλθὼν εἰς χρόνον. | |||
417 | παύσασθε νοῦν ἔχοντες· οὐδὲν γὰρ πλέον ἁνθρώπινος νοῦς ἐστιν, ἀλλ’ ὁ τῆς Τύχης —εἴτ’ ἐστὶ τοῦτο πνεῦμα θεῖον, εἴτε νοῦς— τοῦτ’ ἔστι τὸ κυβερνῶν 〈ἅπαντα〉 καὶ στρέφον | ||
5 | καὶ σῷζον, ἡ πρόνοια δ’ ἡ θνητὴ καπνὸς καὶ φλήναφος. πείσθητε, κοὐ μέμψεσθέ με· πάνθ’ ὅσα νοοῦμεν ἢ λέγομεν ἢ πράττομεν, | ||
τύχη ’στίν, ἡμεῖς δ’ ἐσμὲν ἐπιγεγραμμένοι. | |||
418 | τὰ δεύτερ’ ἀεὶ τὴν γυναῖκα δεῖ λέγειν, τὴν δ’ ἡγεμονίαν τῶν ὅλων τὸν ἄνδρ’ ἔχειν. 〈συν〉οικία δ’ ἐν ᾗ 〈τὰ〉 πρῶτ’ ἔχει γυνή, οὐκ ἔστιν ἥτις πώποτ’ οὐκ ἀπώλετο. | ||
419 | τοῦτο μόνον ἐπισκοτεῖ καὶ δυσγενείᾳ καὶ τρόπου πονηρίᾳ καὶ πᾶσιν οἷς ἔσχηκεν ἄνθρωπος κακοῖς, τὸ πολλὰ κεκτῆσθαι· τὰ δ’ ἄλλ’ ἐλέγχεται. | ||
420 | οὐ παντὸς ἀγαθοῦ τὴν πρόνοιαν αἰτίαν κρίνων ἂν ὀρθῶς ὑπολαβεῖν τίς μοι δοκεῖ, | ||
ἀλλ’ ἔστι καὶ ταὐτόματον ἔνια χρήσιμον. | |||
421 | ἀεὶ κράτιστόν ἐστι τἀληθῆ λέγειν, ἐν παντὶ καιρῷ· τοῦτ’ ἐγὼ παρεγγυῶ εἰς ἀσφάλειαν τῷ βίῳ πλεῖστον μέρος. | ||
422 | πολλῶν κατὰ γῆν καὶ κατὰ θάλατταν θηρίων ὄντων κάκιστόν ἐστι θηρίον γυνή. | ||
423 | Ἄπολλον, ἀλλὰ σκαιὸν οὐ μετρίως λέγεις, μετὰ μαρτύρων ἀτυχεῖν, παρὸν λεληθέναι. | ||
424 | δυσπαρακολούθητόν τι πρᾶγμ’ ἐστὶν τύχη. | ||
425 | τὸν ἄμητα, Χαίριππ’, οὐ καθ’ Ἅιδην πέμπετε; | ||
Β. | τίν’ ἄμητ’ ἐν Ἅιδου προσδοκᾷς; | ||
426 | ὡς μηδὲν ἀποκρινουμένῳ δ’ οὕτω λάλει. | ||
427 | γέρων ἀ〈πε〉μέμυκτ’ ἄθλιος, λέμφος. | ||
428 | μικρὰ Παναθήναι’ ἐπει〈δὴ〉 δι’ ἀγορᾶς πέμποντά σε, | ||
Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφ’ ἅρματος. | |||
431-435t | ΦΑΝΙΟΝ | ||
431 | ὑπελήλυθέν τέ μου | ||
νάρκα τις ὅλον τὸ δέρμα | |||
432 | ἄνθρωπος ὢν ἥμαρτον· οὐ θαυμαστέον. | ||
433 | φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής. | ||
434 | πότων τε καὶ κώμων ἅπαντες ᾔδεμεν. | ||
435 | σιωπήσ〈ε〉ι πάλιν | ||
ἐ̣ν̣ τ̣ῷ̣ μ̣έρει. | |||
t,ante 436 | ΦΑΣΜΑ | ||
436-441t | ΦΙΛΑΔΕΛΦΟΙ | ||
436 | χωρίδιον πρίω συναγαγὼν πάνθ’ ὅσα ἔχεις, τὸ δ’ ἐγὼ δώσω. Β. σχολῇ μοι σύλλεγε. | ||
437 | ἤδη δ’ ἐπιχύσεις διάλιθοι, λαβρώνιοι, Πέρσαι δ’ ἔχοντες μυιοσόβας ἑστήκεσαν. | ||
438 | οὐ ῥᾴδιον | ||
ἄνοιαν ἐν μικρῷ μεταστῆσαι χρόνῳ. | |||
439 | νὴ τὸν Δία τὸν μέγιστον, ἐκτυφήσομαι. | ||
440 | ὡς ἡδὺ τὸ ζῆν, εἰ μεθ’ ὧν κρίνει τις εὖ. | ||
441 | ὥστ’ ἔγωγ’ ἂν εἱλόμην που σαυνίῳ πεπληγμένος. | ||
442-444t | ΧΑΛΚΕΙΑ | ||
442 | οὐκ ἂν γένοιτ’ ἐρῶντος ἀθλιώτερον οὐθὲν γέροντος πλὴν ἕτερος γεραίτερος. ὃς γὰρ ἀπολαύειν βούλεθ’ ὧν ἀπολείπεται διὰ τὸν χρόνον, πῶς οὗτος οὐκ ἔστ’ ἄθλιος; | ||
443 | τοῦτο δὴ τὸ νῦν ἔθος ‘ἄκρατον‘ ἐβόων, ‘τὴν μεγάλην‘. ψυκτῆρά τις προὔπινεν αὖ, τοὺς ἀθλίους ἀπολλύων. | ||
445t | ΧΑΛΚΙΣ | ||
446-450t | ΧΗΡΑ | ||
446 | ἑκοῦσα 〈δ’〉 ἁδελφὴ ποιήσει τοῦτό σοι ἀντάλλαγον τέξουσα τούτῳ διδομένη. | ||
447 | τὸ λεγόμενον τοῦτ’ ἔστι νῦν τἄνω κάτω, {φασί,} τὰ κάτω δ’ ἄνω. | ||
448 | βοῶν ποιείτω τὴν πόλιν διάστατον. | ||
449 | πρὸς τὴν ἀδελφὴν ἀνάδοχον τῶν χρημάτων. | ||
450 | δὶς παῖδες οἱ γέροντες | ||
t,ante 451 | ΧΡΗΣΤΗ | ||
451-458t | ΨΕΥΔΗΡΑΚΛΗΣ | ||
451 | μάγειρ’, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα. πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον ἤδη μ’ ἐρωτᾷς. χοιρίδιον ἓν θύομεν, ὀκτὼ ποιήσοντες τραπέζας δ’ ἢ μίαν, | ||
5 | τί σοι διαφέρει τοῦτο; παράθες σημίαν †. οὐκ ἔστι κανδύλους ποιεῖν οὐδ’ οἷα σὺ εἴωθας εἰς ταὐτὸν καρυκεύειν μέλι, σεμίδαλιν, ᾠά· πάντα γὰρ τἀναντία νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ, | ||
10 | πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς· ἡ δημιουργὸς δ’ ἀντιπαρατεταγμένη κρεάδι’ ὀπτᾷ καὶ κίχλας, τραγήματα. ἔπειθ’ ὁ δειπνῶν μὲν τραγηματίζεται, | ||
15 | μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν | ||
〈σύμμεικτα〉 δειπνεῖ τὰ μελίπηκτα ταῖς κίχλαις. | |||
452 | νῦν δ’ εἰς γυναικωνῖτιν εἰσιόνθ’ ὅταν ἴδω παράσιτον, τὸν δὲ Δία τὸν Κτήσιον ἔχοντα τὸ ταμιεῖον οὐ κεκλειμένον, ἀλλ’ εἰστρέχοντα πορνίδια— | ||
453 | μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυεῖν ταύταιν· τρέφει δὲ παλλακή τις τοῦ πατρὸς | ||
αὐτάς, ἅβρα τῆς μητρὸς αὐτῶν γενομένη. | |||
454 | ὑπὲρ μὲν οἴνου μηδὲ γρῦ, τίτθη, λέγε· ἂν τἄλλα δ’ ᾖς ἄμεμπτος, ἕκτην ἐπὶ δέκα Βοηδρομιῶνος ἐνδελεχῶς ἄξεις ἀεί. | ||
455 | ἀστοργίαν ἔχει τιν’ ὁ σκληρὸς βίος. | ||
456 | οὐκ ἐπείρα Νάννιον; | ||
459-461t | ΨΟΦΟΔΕΗΣ | ||
459 | ἐπίσημον οὖν τὴν ἀσπίδ’ εἰς τὴν τοῦ Διὸς στοὰν ἀνέθηκαν. | ||
462-931t | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | ||
462 | ἅπαντα σιγῶν ὁ θεὸς ἐξεργάζεται. | ||
463 | τυφλόν γε καὶ δύστηνόν ἐστιν ἡ Τύχη. | ||
464 | οὐδὲν κατὰ λόγον γίνεθ’ ὧν ποιεῖ Τύχη. | ||
465 | πᾶν τοὖργον ὀρθῶς ἐκμαθεῖν χρόνου μέτα. | ||
466 | οὐκ ἔστ’ ἄπιστον οὐδὲν ἐν θνητῷ βίῳ οὐδ’ ἂν γένοιτο· πολλὰ ποικίλλει χρόνος παράδοξα καὶ θαυμαστὰ καὶ ζώντων τρόποι. | ||
467 | εἰ πάντες ἐβοηθοῦμεν ἀλλήλοις ἀεί, οὐδεὶς ἂν ὢν ἄνθρωπος ἐδεήθη Τύχης. | ||
468 | ἀδύνατον ὡς ἔστιν τι σῶμα τῆς Τύχης· ὁ μὴ φέρων δὲ κατὰ φύσιν τὰ πράγματα | ||
τύχην προσηγόρευσε τὸν ἑαυτοῦ τρόπον. | |||
469 | τί δ’ ὄφελος 〈εὖ〉 λαλοῦντος, ἂν κακῶς φρονῇ; | ||
470 | ὁ μὲν λόγος 〈σου〉 συνέσεως πολλῆς γέμει, τὰ δ’ ἔργα σύνεσιν οὐκ ἔχοντα φαίνεται. | ||
471 | 〈ὁ〉 μὴ φρονῶν μέν, πολλὰ δ’ ἐφ’ ἑκάστου λαλῶν δείκνυσιν αὐτοῖς τὸν τρόπον τοῖς ῥήμασι. | ||
472 | {μανθάνειν} ὅτου δ’ ἂν ἔργου τυγχάνῃς ἄπειρος ὤν, τὸ πυνθάνεσθαι τῶν κατειδότων καλόν. | ||
473 | πολὺ κρεῖττόν ἐστιν ἓν καλῶς μεμαθηκέναι | ||
ἢ πολλὰ φαύλως περιβεβλῆσθαι πράγματα. | |||
474 | ὅταν λέγῃς μὲν πολλά, μανθάνῃς δὲ μή, τὸ σὸν διδάξας τοὐμὸν οὐ μαθὼν ἔσῃ. | ||
475 | οὐδείς ἐστί μοι ἀλλότριος, ἂν ᾖ χρηστός· ἡ φύσις μία πάντων, τὸ δ’ οἰκεῖον συνίστησιν τρόπος. | ||
476 | ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος· μήδ’ αὖ πονηρὸς κατεχέτω χρηστοῦ τόπον. | ||
477 | οὐχὶ τὴν αὐτὴν ἔχει | ||
διάνοιαν αἰτῶν εἷς ἕκαστος καὶ λαβών. | |||
478 | ἀεὶ δ’ ὁ σωθείς ἐστιν ἀχάριστος φύσει. | ||
479 | ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις, ἣν δεόμενος τότ’ ἀθάνατον ἕξειν ἔφη. | ||
480 | κἂν σφόδρα σαφῶς εἰδῇς 〈τι〉, τὸν κρύπτοντά σε μηδέποτ’ ἐλέγξῃς· δύσκολον γὰρ πράγματα, ἃ λανθάνειν τις βούλεται, ταῦτ’ εἰδέναι. | ||
481 | μισῶ πονηρόν, χρηστὸν ὅταν εἴπῃ λόγον. | ||
482 | ἀσυλλόγιστόν ἐστιν ἡ πονηρία. | ||
483 | ἅπαντα δοῦλα τῷ φρονεῖν καθίσταται | ||
484 | ὡς χαρίεν ἔστ’ ἄνθρωπος, ἂν ἄνθρωπος ᾖ. | ||
485 | ὅταν ἕτερός σοι μηδὲν ἐντελὲς διδῷ, δέξαι τὸ μόριον· τοῦ λαβεῖν γὰρ μηδὲ ἓν τὸ λαβεῖν ἔλαττον κρεῖττον ἔσται σοι πολύ. | ||
486 | ἄνοια θνητοῖς δυστύχημ’ αὐθαίρετον· τί σαυτὸν ἀδικῶν τὴν Τύχην καταιτιᾷ; | ||
487 | χαλεπόν γε τοιαῦτ’ ἐστὶν ἐξαμαρτάνειν, ἃ καὶ λέγειν ὀκνοῦμεν οἱ πεπραχότες. | ||
488 | τυφλόν τι τἀνόητον εἶναί μοι δοκεῖ. | ||
489 | εὐηθία μοι φαίνεται, Φιλουμένη, τὸ νοεῖν μὲν ὅσα δεῖ, μὴ φυλάττεσθαι δ’ ἃ δεῖ. | ||
490 | ἐπὰν ἐν ἀγαθοῖς εὐνοούμενός τις ὢν ζητῇ τι κρεῖττον ὧν ἔχει, ζητεῖ κακά. | ||
491 | οὐκ ἔστ’ ἀνοίας οὐδέν, ὡς ἐμοὶ δοκεῖ, τολμηρότερον. | ||
492 | ὁ μὴ φέρων γὰρ εὖ τι τῶν ἐν τῷ βίῳ | ||
ἀγαθῶν, ἀλόγιστός ἐστιν, 〈ἀλλ’〉 οὐ μακάριος. | |||
493 | ταμιεῖον ἀρετῆς ἐστιν ἡ σώφρων γυνή. | ||
494 | ὅταν τι πράττῃς ὅσιον, ἀγαθὴν ἐλπίδα πρόβαλλε σαυτῷ, τοῦτο γινώσκων ὅτι τόλμῃ δικαίᾳ καὶ θεὸς συλλαμβάνει. | ||
495 | δίκαιος ἂν ᾖς, τῷ τρόπῳ χρήσῃ νόμῳ. | ||
496 | χρηστοῦ πρὸς ἀνδρὸς μηδὲν ὑπονόει κακόν. | ||
497 | δίκαιος ἀδικεῖν οὐκ ἐπίσταται τρόπος. | ||
498 | τὸ μηδὲν ἀδικεῖν πᾶσιν ἀνθρώποις πρέπει. | ||
499 | πλεονεξία μέγιστον ἀνθρώποις κακόν· οἱ γὰρ θέλοντες προσλαβεῖν τὰ τῶν πέλας ἀποτυγχάνουσι πολλάκις νικώμενοι, τὰ δ’ ἴδια προστιθέασι τοῖς ἀλλοτρίοις. | ||
500 | λέγεις, ἃ δὲ λέγεις, ἕνεκα τοῦ λαβεῖν λέγεις. | ||
501 | οὐδὲν γὰρ αἰσχρόν ἐστι τἀληθῆ λέγειν. | ||
502 | ἀδύνατον, ὡς ἔοικε, τἀληθὲς λαθεῖν. | ||
503 | ἐὰν ἐγὼ φῶ νῦν ἔχειν βακτηρίαν χρυσῆν, τί μοι σεμνότερον ἔσται τὸ ξύλον; ἀληθὲς εἶναι δεῖ τὸ σεμνόν, οὐ κενόν. | ||
504 | κρεῖττον 〈δ’〉 ἑλέσθαι ψευδὲς ἢ ἀληθὲς κακόν. | ||
505 | τὸ πιθανὸν ἰσχὺν τῆς ἀληθείας ἔχει ἐνίοτε μείζω καὶ πιθανωτέραν ὄχλῳ. | ||
506 | ἦ πού 〈τι〉 χαλεπόν ἐστι τὸ ψευδῆ λέγειν. | ||
507 | τοὺς τὸν ἴδιον δαπανῶντας ἀλογίστως βίον | ||
τὸ καλῶς ἀκούειν ταχὺ ποεῖ πράττειν κακῶς. | |||
508 | λαμπρῶς ἐνίοτε ζῶσιν, οἷς χαλεπώτερον τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον. | ||
509 | οὐπώποτ’ ἐζήλωσα πλουτοῦντα σφόδρα ἄνθρωπον, ἀπολαύοντα μηδὲν ὧν ἔχει. | ||
510 | μὴ πάντοθεν κέρδαιν’· ἐ〈π〉αισχύνου δέ μοι· τὸ μὴ δικαίως εὐτυχεῖν ἔχει φόβον. | ||
511 | ὦ τρισκακοδαίμων, ὅστις ἐκ φειδωλίας | ||
κατέθετο μῖσος διπλάσιον τῆς οὐσίας. | |||
512 | ὁ πολὺς ἄκρατος ὀλίγ’ ἀναγκάζει φρονεῖν. | ||
513 | οὐ γὰρ τὸ πλῆθος, ἂν σκοπῇ τις, τοῦ ποτοῦ ποιεῖ παροινεῖν, τοῦ πιόντος δ’ ἡ φύσις. | ||
514 | χαλεπὸν ὅταν τις ὧν πίῃ πλέον λαλῇ, μηδὲν κατειδώς, ἀλλὰ προσποιούμενος. | ||
515 | ὀργῇ πάρα λογισμός ποτ’ οὐδεὶς φύεται. αὕτη κρατεῖ νῦν, ἂν δὲ μικρὸν παρακμάσῃ, κατόψεταί τι μᾶλλον εἰς τὸ συμφέρον. | ||
516 | Α. | ἐπίσχες ὀργιζόμενος. Β. ἀλλὰ βούλομαι· | |
οὐδεὶς γὰρ ὀργῆς χάριν ἀπείληφεν, πάτερ. | |||
517 | ὅσος τὸ κατέχειν ἐστὶ τὴν ὀργὴν πόνος. | ||
518 | οὐκ ἔστιν ὀργῆς, ὡς ἔοικε, φάρμακον ἄλλ’ ἢ λόγος σπουδαῖος ἀνθρώπου φίλου. | ||
519 | εἰ καὶ σφόδρ’ ἀλγεῖς, μηθὲν ἠρεθισμένος πράξῃς προπετῶς· ὀργῆς γὰρ ἀλογίστου κρατεῖν ἐν ταῖς ταραχαῖς μάλιστα τὸν φρονοῦντα δεῖ. | ||
520 | πᾶς ὁ μὴ φρονῶν ἀλαζονείᾳ καὶ ψόφοις ἁλίσκεται. | ||
521 | οὐθεὶς ἐφ’ αὑτοῦ τὰ κακὰ συνορᾷ, Πάμφιλε, | ||
σαφῶς, ἑτέρου δ’ ἀσχημονοῦντος ὄψεται. | |||
522 | ὁ συνιστορῶν αὑτῷ τι, κἂν ᾖ θρασύτατος, ἡ σύνεσις αὐτὸν δειλότατον εἶναι ποιεῖ. | ||
523 | συγκέχυκε νῦν τὴν πίστιν ὁ καθ’ ἡμᾶς βίος. | ||
524 | γυναικὶ δ’ ὅστις ὅρκον ὀμνύων ἀνὴρ μηδὲν ποιεῖ δίκαιον, οὗτος εὐσεβής; | ||
525 | δεῖ τούς 〈γε〉 πενομένους μέχρι ἂν ζῶσιν, πονεῖν. ἀπραξία γὰρ λιτὸν οὐ τρέφει βίον. | ||
526 | πάντα γὰρ | ||
ταῖς ἐνδελεχείαις καταπονεῖται πράγματα. | |||
527 | ἀπερυθριᾷ πᾶς, ἐρυθριᾷ δ’ οὐδεὶς ἔτι. | ||
528 | ὃς οὔτ’ ἐρυθριᾶν ἐπίστατ’ οὔτε δεδιέναι, τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει. | ||
529 | οὐθὲν σιωπῆς ἔστι χρησιμώτερον. | ||
530 | οὐθεὶς πονηρὸν πρᾶγμα χρηστὸς ὢν ποεῖ. | ||
531 | ὡς ἡδὺ συνέσει χρηστότης κεκραμένη. | ||
532 | σὺ μὲν παραινεῖς ταῦτα † ὅσα σοι πρέπει, ἐμὲ δὲ ποιεῖν τὸ καθῆκον οὐχ ὁ σὸς λόγος, εὖ ἴσθ’ ἀκριβῶς, ὁ δ’ ἴδιος πείθει τρόπος. | ||
533 | ὁ χρηστός ἐστι πολλαχοῦ σωτήριος. | ||
534 | τὰ χρηστὰ πράττειν ἔργον ἔστ’ ἐλευθέρου. | ||
535 | μέγιστον ἀγαθόν ἐστι μετὰ νοῦ χρηστότης. | ||
536 | κἀν ταῖς ἀπορίαις ἔσθ’ ὁ χρηστὸς χρήσιμος. | ||
537 | ὁ φθονερὸς αὑτῷ πολέμιος καθίσταται· αὐθαιρέτοις γὰρ συνέχεται λύπαις ἀεί. | ||
538 | μειράκιον, οὔ μοι κατανοεῖν δοκεῖς, ὅτι ὑπὸ τῆς ἰδίας ἕκαστα κακίας σήπεται, καὶ πᾶν τὸ λυμαινόμενόν ἐστιν ἔνδοθεν. οἷον ὁ μὲν ἰὸς τὸν σίδηρον, ἂν σκοπῇς, | ||
5 | τὸ δ’ ἱμάτιον οἱ σῆτες, ὁ δὲ θρὶψ τὸ ξύλον. σὲ δὲ τὸ κάκιστον τῶν κακῶν πάντων φθόνος φθισικὸν πεποίηκε καὶ ποιήσει καὶ ποιεῖ, ψυχῆς πονηρᾶς δυσσεβὴς παράστασις. | ||
539 | οὐδὲν διαβολῆς ἐστιν ἐπιπονώτερον· τὴν ἐν ἑτέρῳ γὰρ κειμένην ἁμαρτίαν | ||
† ἀεὶ μέμψιν ἰδίαν αὐτὸν ἐπάναγκες λαβεῖν. | |||
540 | τὸ δοκεῖν διαβολὴν ἔσχε μείζω τοῦ ποιεῖν. | ||
541 | ὅστις δὲ διαβολαῖσι πείθεται ταχύ, ἤτοι πονηρὸς αὐτός ἐστι τοὺς τρόπους, ἢ παντάπασι παιδαρίου γνώμην ἔχει. | ||
542 | κοινὸν ἀγαθόν ἐστι τοῦτο, χρηστὸς εὐτυχῶν, 〈πόλει〉. | ||
543 | εἴπερ τὸν ἀδικοῦντα † μενως ἠμύνετο ἕκαστος ἡμῶν καὶ συνηγωνίζετο ἴσως, νομίζων ἴδιον εἶναι τὸ γεγονὸς ἀδίκημα, καὶ συνέπραττον ἀλλήλοις πικρῶς, | ||
5 | οὐκ ἂν τὸ κακὸν ἐπὶ πλέον ἡμῖν ηὔξετο τὸ τῶν πονηρῶν, ἀλλὰ παρατηρούμενοι καὶ τυγχάνοντες ἧς ἔδει τιμωρίας | ||
ἤτοι σπάνιοι σφόδρ’ ἂν ἦσαν ἢ πεπαυμένοι. | |||
544 | ἔργον ἐστί, Φανία, μακρὰν συνήθειαν βραχεῖ λῦς’ ἐν χρόνῳ. | ||
545 | καλὸν οἱ νόμοι σφόδρ’ εἰσίν· ὁ δ’ ὁρῶν τοὺς νόμους λίαν ἀκριβῶς, συκοφάντης φαίνεται. | ||
546 | δεῖ τὸν πολιτῶν προστατεῖν αἱρούμενον τὴν τοῦ λόγου μὲν δύναμιν οὐκ ἐπίφθονον, ἤθει δὲ χρηστῷ συγκεκραμένην ἔχειν. | ||
547 | ὁ προκαταγινώσκων δὲ πρὶν ἀκοῦσαι σαφῶς | ||
αὐτὸς πονηρός ἐστι πιστεύσας κακῶς. | |||
548 | ἡ νῦν ὑπό τινων χρηστότης καλουμένη μεθῆκε τὸν ὅλον εἰς πονηρίαν βίον· οὐδεὶς γὰρ ἀδικῶν τυγχάνει τιμωρίας. | ||
549 | καλόν γε βασιλεὺς τῇ μὲν ἀνδρείᾳ κρατῶν, τὰ δὲ τοῦ βίου δίκαια διατηρῶν κρίσει. | ||
550 | οὐκ ἔστι τόλμης ἐφόδιον μεῖζον βίου. | ||
551 | οὐκ ἔστι τόλμης ἐπιφανεστέρα θεός. | ||
552 | μὴ τοῦτο βλέψῃς, εἰ νεώτερος λέγω, | ||
ἀλλ’ εἰ φρονοῦντος τοὺς λόγους ἀνδρὸς † ἐρῶ. | |||
553 | οὐχ αἱ τρίχες ποιοῦσιν αἱ λευκαὶ φρονεῖν, ἀλλ’ ὁ τρόπος ἐνίων ἐστὶ τῇ φύσει γέρων. | ||
554 | κομψὸς στρατιώτης, οὐδ’ ἂν εἰ πλάττοι θεός, οὐθεὶς γένοιτ’ ἄν. | ||
555 | ὅστις στρατηγεῖ μὴ στρατιώτης γενόμενος, οὗτος ἑκατόμβην ἐξάγει τοῖς πολεμίοις. | ||
556 | εἰρήνη γεωργὸν κἀν πέτραις | ||
τρέφει καλῶς, πόλεμος δὲ κἀν πεδίῳ κακῶς {ἔφυ}. | |||
557 | ἄγροικος εἶναι προσποιεῖ πονηρὸς ὤν. | ||
558 | ἔχει τι τὸ πικρὸν τῆς γεωργίας γλυκύ. | ||
559 | ὁ τῶν γεωργῶν ἡδονὴν ἔχει βίος, ταῖς ἐλπίσιν τἀλγεινὰ παραμυθούμενος. | ||
560 | ἐν τοῖς πολεμίοις ὑπερέχειν τὸν ἄνδρα δεῖ, τὸ γὰρ γεωργεῖν ἔργον ἐστὶν οἰκέτου. | ||
561 | τὰ μεγάλα κέρδη ῥᾳδίως ἢ πλουσίους τοὺς παραβόλως πλέοντας ἢ νεκροὺς ποιεῖ. | ||
562 | λυπεῖ με δοῦλος μεῖζον οἰκέτου φρονῶν. | ||
563 | ὅταν τύχῃ τις εὐνοοῦντος οἰκέτου, οὐκ ἔστιν οὐθὲν κτῆμα κάλλιον βίῳ. | ||
564 | ὡς κρεῖττόν ἐστι δεσπότου χρηστοῦ τυχεῖν ἢ ζῆν ταπεινῶς καὶ κακῶς ἐλεύθερον. | ||
565 | τί διὰ κενῆς εἶ χρηστός; 〈εἴ γ’〉 ὁ δεσπότης αὐτὸς 〈μὲν〉 ἀπολεῖ πάντα, σὺ δὲ μὴ λαμβάνεις, σαυτὸν ἐπιτρίβεις, οὐκ ἐκεῖνον ὠφελεῖς. | ||
566 | ἐμοὶ πόλις ἐστὶ καὶ καταφυγὴ καὶ νόμος καὶ τοῦ δικαίου τοῦ τ’ ἀδίκου παντὸς κριτὴς | ||
ὁ δεσπότης. πρὸς τοῦτον ἕνα δεῖ ζῆν ἐμέ. | |||
567 | ὀργὴ φιλούντων ὀλίγον ἰσχύει χρόνον. | ||
568 | τίνι δεδούλωνταί ποτε; ὄψει; φλύαρος· τῆς γὰρ αὐτῆς πάντες ἂν ἤρων· κρίσιν γὰρ τὸ βλέπειν ἴσην ἔχει. ἀλλ’ ἡδονή τις τοὺς ἐρῶντας ἐπάγεται | ||
5 | συνουσίας; πῶς οὖν ἕτερος ταύτην ἔχων οὐδὲν πέπονθεν, ἀλλ’ ἀπῆλθε καταγελῶν, ἕτερος 〈δ’〉 ἀπόλωλε; καιρός ἐστιν ἡ νόσος ψυχῆς· ὁ πληγεὶς δ’ εἴσεθ’ ᾗ τιτρώσκεται. | ||
569 | μόνος ἔστ’ ἀπαρηγόρητον ἀνθρώποις Ἔρως. | ||
570 | ὅταν φύσει τὸ κάλλος ἐπικοσμῇ τρόπος χρηστός, διπλασίως ὁ προσιὼν ἁλίσκεται. | ||
571 | ἕν ἐστ’ ἀληθὲς φίλτρον, εὐγνώμων τρόπος, τούτῳ κατακρατεῖν ἀνδρὸς εἴωθεν γυνή. | ||
572 | οἰκεῖον οὕτως οὐδέν ἐστιν, ὦ Λάχης, ἐὰν σκοπῇ τις, ὡς ἀνήρ τε καὶ γυνή. | ||
573 | μηδέποτε γήμῃ μηδὲ εἷς εὔνους ἐμοί. | ||
574 | γαμεῖν κεκρικότα δεῖ σε γινώσκειν, ὅτι | ||
ἀγαθὸν μέγ’ ἕξεις, ἂν λάβῃς μικρὸν κακόν. | |||
575 | τὸ γυναῖκ’ ἔχειν εἶναί τε παίδων, Παρμένων, πατέρα μερίμνας τῷ βίῳ πολλὰς φέρει. | ||
576 | ὅστις γενόμενος βούλεται ζῆν ἡδέως, ἑτέρων γαμούντων αὐτὸς ἀπεχέσθω γάμου. | ||
577 | πατρῷ’ ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα τὰ μετὰ γυναικὸς εἰσιόντ’ εἰς οἰκίαν οὐκ ἀσφαλῆ τὴν κτῆσιν οὐδ’ ἱλαρὰν ἔχει. | ||
578 | τὸ γαμεῖν, ἐάν τις τὴν ἀλήθειαν σκοπῇ, κακὸν μέν ἐστιν, ἀλλ’ ἀναγκαῖον κακόν. | ||
579 | ὅταν πένης ὢν καὶ γαμεῖν τις ἑλόμενος τὰ μετὰ γυναικὸς ἐπιδέχηται χρήματα, | ||
αὑτὸν δίδωσιν, οὐκ ἐκείνην λαμβάνει. | |||
580 | δύ’ ἔσθ’ ἃ κρῖναι τὸν γαμεῖν μέλλοντα δεῖ, ἤτοι προσηνῆ γ’ ὄψιν ἢ χρηστὸν τρόπον· τὴν γὰρ ὁμόνοιαν τὴν πρὸς ἀλλήλους ποιεῖ. | ||
581 | καὶ τοῦτον ἡμᾶς τὸν τρόπον γαμεῖν ἔδει ἅπαντας, ὦ Ζεῦ σῶτερ, ὡς ὠνήμεθα· οὐκ ἐξετάζειν μὲν τὰ μηθὲν χρήσιμα, τίς ἦν ὁ πάππος ἧς γαμεῖ, τήθη δὲ τίς, | ||
5 | τὸν δὲ τρόπον αὐτῆς τῆς γαμουμένης, μεθ’ ἧς βιώσεται μήτ’ ἐξετάσαι μήτ’ 〈εἰσ〉ιδεῖν· ἀλλ’ ἐπὶ τράπεζαν μὲν φέρειν τὴν προῖχ’, ἵνα εἰ τἀργύριον καλόν ἐστι δοκιμαστὴς ἴδῃ, ὃ πέντε μῆνας ἔνδον οὐ γενήσεται, | ||
10 | τῆς διὰ βίου δ’ ἔνδον καθεδουμένης ἀεὶ μὴ δοκιμάσασθαι μηδέν, ἀλλ’ εἰκῇ λαβεῖν ἀγνώμον’, ὀργίλην, χαλεπήν, ἐὰν τύχῃ, λάλον. περιάξω τὴν ἐμαυτοῦ θυγατέρα τὴν πόλιν ὅλην· οἱ βουλόμενοι ταύτην λαβεῖν | ||
15 | λαλεῖτε, προσκοπεῖσθε πηλίκον κακὸν λήψεσθ’· ἀνάγκη γὰρ γυναῖκ’ εἶναι κακόν, | ||
ἀλλ’ εὐτυχής ἐσθ’ ὁ μετριώτατον λαβών. | |||
582 | ὅστις γυναῖκ’ ἐπίκληρον ἐπιθυμεῖ λαβεῖν πλουτοῦσαν, ἤτοι μῆνιν ἐκτίνει θεῶν ἢ βούλετ’ ἀτυχεῖν μακάριος καλούμενος. | ||
583 | ἔστι δὲ γυνὴ λέγουσα χρήσθ’ ὑπερβάλλων φόβος. | ||
584 | ἔργον γυναικὸς ἐκ λόγου πίστιν λαβεῖν. | ||
585 | ὡς ἔστ’ ἄπιστον ἡ γυναικεία φύσις. | ||
586 | τότε τὰς γυναῖκας δεδιέναι μάλιστα δεῖ, | ||
ὅταν 〈τι〉 περιπλάττωσι τοῖς χρηστοῖς λόγοις. | |||
587 | πολὺ χεῖρόν ἐστιν ἐρεθίσαι γραῦν ἢ κύνα. | ||
588 | οὐδέποθ’ ἑταίρα τοῦ καλῶς πεφρόντικεν, ᾗ τὸ κακόηθες πρόσοδον εἴωθεν ποιεῖν. | ||
589 | φύσει γυνὴ δυσάνιόν ἐστι καὶ πικρόν. | ||
590 | ὅπου γυναῖκές εἰσι, πάντ’ ἐκεῖ κακά. | ||
591 | οὐ πάνυ | ||
εἴωθ’ ἀληθὲς οὐδὲ ἓν λέγειν γυνή. | |||
592 | τοὺς τῆς γαμετῆς ὅρους ὑπερβαίνεις, γύναι, διὰ τὴν λαλιάν· πέρας γὰρ αὔλειος θύρα ἐλευθέρᾳ γυναικὶ νενόμιστ’ οἰκίας. τὸ δ’ ἐπιδιώκειν εἴς τε τὴν ὁδὸν τρέχειν | ||
5 | ἔτι λοιδορουμένην, κυνός ἐστ’ ἔργον, Ῥόδη. | ||
593 | ἢ μὴ γαμεῖν γάρ, ἂν δ’ ἅπαξ λάβῃς, φέρειν μύσαντα πολλὴν προῖκα καὶ γυναῖκα δεῖ. | ||
594 | ὀδυνηρόν ἐστιν εὐτυχοῦντα τῷ βίῳ | ||
ἔχειν ἔρημον διαδόχου τὴν οἰκίαν. | |||
595 | οὐκ ἔστι μείζων ἡδονὴ ταύτης πατρί, ἢ σωφρονοῦντα καὶ φρονοῦντ’ ἰδεῖν τινα τῶν ἐξ ἑαυτοῦ. | ||
596 | οὐκ ἔστιν οὐδὲν ἀθλιώτερον πατρός, πλὴν ἕτερος, ἂν ᾖ πλειόνων παίδων πατήρ. | ||
597 | θυγάτηρ ἐπίγαμος, κἂν ὅλως μηθὲν λαλῇ, διὰ τοῦ σιωπᾶν πλεῖστα περὶ αὑτῆς λέγει. | ||
598 | αἰσχύνομαι τὸν πατέρα, Κλειτοφῶν, μόνον. ἀντιβλέπειν ἐκεῖνον οὐ δυνήσομαι | ||
ἀδικῶν· τὰ δ’ ἄλλα ῥᾳδίως χειρώσομαι. | |||
599 | μηθὲν ὀδύνα τὸν πατέρα γινώσκων, ὅτι ὁ μέγιστον ἀγαπῶν δι’ ἐλάχιστ’ ὀργίζεται. | ||
600 | νόμος γονεῦσιν ἰσοθέους τιμὰς νέμειν. | ||
601 | δίκας γραφόμενος πρὸς γονεῖς μαίνῃ, τάλαν. | ||
602 | οὐκ ἔστ’ ἄκουσμ’ ἥδιον ἢ ῥηθεὶς λόγος πατρὸς πρὸς υἱὸν περιέχων ἐγκώμιον. | ||
603 | οὐδέποτ’ ἀληθὲς οὐδὲν οὔθ’ υἱῷ πατὴρ | ||
εἴωθ’ ἀπειλεῖν οὔτ’ ἐρῶν ἐρωμένῃ. | |||
604 | ὁ σκληρότατος πρὸς υἱὸν ἐν τῷ νουθετεῖν τοῖς μὲν λόγοις πικρός ἐστι, τοῖς δ’ ἔργοις πατήρ. | ||
605 | υἱῷ προθύμως τἀξιούμενον ποιῶν κηδεμόν’ ἀληθῶς, οὐκ ἔφεδρον ἕξεις {τοῦ} βίου. | ||
606 | ἡδύ γε πατὴρ φρόνησιν ἀντ’ ὀργῆς ἔχων. | ||
607 | υἱὸς δ’ ἀμείνων ἐστὶν εὐνοίᾳ πατρός· | ||
608 | ὡς ἡδὺ πρᾷος καὶ νεάζων τῷ τρόπῳ πατήρ. | ||
609 | οὐ λυποῦντα δεῖ | ||
παιδάριον ὀρθοῦν, ἀλλὰ καὶ πείθοντά τι. | |||
610 | {ὡς} ἡδύ γ’ ἐν ἀδελφοῖς ἐστιν ὁμονοίας ἔρως. | ||
611 | τὸν τῇ φύσει οἰκεῖον οὐδεὶς καιρὸς ἀλλότριον ποιεῖ. | ||
612 | ἀπολεῖ με τὸ γένος· μὴ λέγ’, εἰ φιλεῖς ἐμέ, μῆτερ, ἐφ’ ἑκάστῳ τὸ γένος· οἷς ἂν τῇ φύσει ἀγαθὸν ὑπάρχῃ μηδὲν οἰκεῖον προσόν, ἐκεῖσε καταφεύγουσιν, εἰς τὰ μνήματα | ||
5 | καὶ τὸ γένος, ἀριθμοῦσίν τε τοὺς πάππους ὅσοι. οὐδένα δ’ ἔχοις ἰδεῖν ἂν οὐδ’ εἰπεῖν ὅτῳ οὐκ εἰσὶ πάπποι· πῶς γὰρ ἐγένοντ’ ἄν ποτε; εἰ μὴ λέγειν δ’ ἔχουσι τούτους διά τινα τόπου μεταβολὴν ἢ φίλων ἐρημίαν, | ||
10 | τί τῶν λεγόντων εἰσὶ δυσγενέστεροι; ὃς ἂν εὖ γεγονὼς ᾖ τῇ φύσει πρὸς τἀγαθά, κἂν Αἰθίοψ ᾖ, μῆτερ, ἐστὶν εὐγενής. | ||
Σκύθης τις· ὄλεθρος. ὁ δ’ Ἀνάχαρσις οὐ Σκύθης; | |||
613 | τοὺς εὖ γεγονότας καὶ τεθραμμένους καλῶς κἀν τοῖς κακοῖς δεῖ λόγον ἔχειν εὐφημίας. | ||
613a | οὐκ ἐλευθέρου φέρειν νενόμικα κοινωνοῦσαν ἡδονὴν ὕβρει. | ||
614 | ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει | ||
ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας· ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεοὺς τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον 〈μόνουσ〉. | |||
5 | ἱδρυσάμενος τούτους γὰρ εἰς τὴν οἰκίαν, εὖξ’ εἴ τι βούλει, πάντα σοι γενήσεται, ἀγρός, οἰκίαι, θεράποντες, ἀργυρώματα, φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου· αὐτοὺς γὰρ ἕξεις τοὺς θεοὺς ὑπηρέτας. | ||
615 | πλοῦτος ἀλόγιστος προσλαβὼν ἐξουσίαν καὶ τοὺς φρονεῖν δοκοῦντας ἀνοήτους ποεῖ. | ||
616 | ὑπερήφανόν που γίνεθ’ ἡ λίαν τρυφή· ὅ τε πλοῦτος ἐξώκειλε τὸν κεκτημένον | ||
εἰς ἕτερον ἦθος, οὐκ ἐν ᾧ τὸ πρόσθεν ἦν. | |||
617 | κρεῖττον ὀλίγ’ ἐστὶ χρήματ’ ἀνυπόπτως ἔχειν, ἢ πολλὰ φανερῶς † ἃ δὲ μετ’ ὀνείδους λαβεῖν. | ||
618 | αἰσχυνόμενος αἴσχιστα πενίαν 〈ἂν〉 φέροις. | ||
619 | κρεῖττον γάρ ἐστιν, ἂν σκοπῇ τις κατὰ λόγον, μὴ πόλλ’ ἀηδῶς, ὀλίγα δ’ ἡδέως ἔχειν, πενίαν ἄλυπον μᾶλλον ἢ πλοῦτον πικρόν. | ||
620 | ἅπαντα τὰ ζῷ’ ἐστὶ μακαριώτερα καὶ νοῦν ἔχοντα μᾶλλον ἀνθρώπων πολύ. τὸν ὄνον ὁρᾶν ἔξεστι πρῶτα τουτονί. οὗτος κακοδαίμων ἐστὶν ὁμολογουμένως. | ||
5 | τούτῳ κακὸν δι’ αὑτὸν οὐδὲν γίνεται· ἃ δ’ ἡ φύσις δέδωκε, ταῦτ’ ἔχει μόνα. ἡμεῖς δὲ χωρὶς τῶν ἀναγκαίων κακῶν αὐτοὶ παρ’ αὑτῶν ἕτερα προσπορίζομεν. λυπούμεθ’, ἂν πτάρῃ τις· ἂν εἴπῃ κακῶς, | ||
10 | ὀργιζόμεθ’· ἂν ἴδῃ τις ἐνύπνιον, σφόδρα φοβούμεθ’· ἂν γλαῦξ ἀνακράγῃ, δεδοίκαμεν. ἀγωνίαι, δόξαι, φιλοτιμίαι, νόμοι, | ||
ἅπαντα ταῦτ’ ἐπίθετα τῇ φύσει κακά. | |||
621 | τυφλόν γε καὶ δύστηνον ἀνθρώπου βίος. | ||
622 | ὁ πάντα βουληθεὶς 〈ἂν〉 ἄνθρωπος πονεῖν πῶς ἂν γένοιτ’ ο〈ὐ〉 πλούσιος τρόπον 〈τινά〉, πάλιν φιλόσοφός τινι μαθήσει χρώμενος, τὸ σῶμ’ ὑγιαίνων τινὰ δίαιταν προσφέρων; | ||
5 | πλὴν ἕν τι τῶν πάντων ἀδύνατον ἦν ἄρα εὑρεῖν, δι’ οὗ τρόπου τις οὐ λυπήσεται. οὐ γὰρ τὸ μὴ πράττειν κατὰ νοῦν ἔχει μόνον | ||
λύπην, παρέχει δὲ φροντίδας καὶ τἀγαθά. | |||
623 | ἄνευ κακῶν γὰρ οἰκίαν οἰκουμένην οὐκ ἔστιν εὑρεῖν, ἀλλὰ τοῖς μὲν ἡ Τύχη τούτων δίδωσιν ἀφθονίαν, τοῖς δ’ οἱ τρόποι. | ||
624 | ἄνθρωπος· ἱκανὴ πρόφασις εἰς τὸ δυστυχεῖν. | ||
625 | οὐκ ἔστι λύπης, ἄνπερ ὀρθῶς τις σκοπῇ, ἄλγημα μεῖζον τῶν ἐν ἀνθρώποις φύσει. | ||
626 | πολλῶν φύσει τοῖς πᾶσιν ἀνθρώποις κακῶν ὄντων μέγιστόν ἐστιν ἡ λύπη κακόν. | ||
627 | ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὐτυχεῖν | ||
λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι. | |||
628 | οὐθέν με λυπεῖ μᾶλλον ἢ χρηστὸς τρόπος εἰς χαλεπὸν ὅταν ᾖ συγκεκλεισμένος βίον. | ||
629 | οἰκτρότατόν ἐστι πεῖραν ἐπὶ γήρως ὀδῷ ἀδίκου τύχης δίκαιος εἰληφὼς τρόπος. | ||
630 | ὦ μεταβολαῖς χαίρουσα παντοίαις Τύχη, σόν ἐστ’ ὄνειδος τοῦθ’, ὅταν οὗτος 〈ὢν〉 ἀνὴρ | ||
δίκαιος ἀδίκοις περιπέσῃ συμπτώμασιν. | |||
631 | πολλοὺς δι’ ἀνάγκην γὰρ πονηροὺς οἶδ’ ἐγὼ ὅταν ἀτυχήσωσιν γεγονότας, οὐ φύσει ὄντας τοιούτους. | ||
632 | πειρῶ Τύχης ἄνοιαν ἀνδρείως φέρειν. | ||
633 | ἄνδρα τὸν ἀληθῶς εὐγενῆ καὶ τἀγαθὰ καὶ τὰ κακὰ δεῖ πταίοντα γενναίως φέρειν. | ||
634 | ἔνεγκ’ ἀτυχίαν καὶ βλάβην εὐσχημόνως. τοῦτ’ ἔστιν ἀνδρὸς νοῦν ἔχοντος, οὐκ ἐὰν ἀνασπάσας τις τὰς ὀφρῦς οἴμοι λαλῇ, | ||
ἀλλ’ ὃς τά 〈γ’〉 αὑτοῦ πράγματ’ ἐγκρατῶς φέρει. | |||
635 | τὸ δ’ εὖ φέρειν ἔστιν τοιοῦτον, ἂν δύνῃ μόνος φέρειν καὶ μὴ ’πίδηλον τὴν τύχην πολλοῖς ποῇς. | ||
636 | ἄνθρωπος ἀτυχῶν σῴζεθ’ ὑπὸ τῆς ἐλπίδος. | ||
637 | ταῖς ἀτυχίαισ〈ι〉 μὴ ’πίχαιρε τῶν πέλας· πρὸς τὴν Τύχην γὰρ ζυγομαχεῖν οὐ ῥᾴδιον. | ||
638 | οὐκ ἐμὸν ἀνοίγειν λανθάνουσαν ἀτυχίαν ἔστ’, ἀλλὰ μᾶλλον κατακαλύπτειν φημὶ δεῖν. | ||
639 | Δέρκιππε καὶ Μνήσιππε, τοῖς εἰρημένοις | ||
ἡμῶν ὑπό τινος ἢ πεπονθόσιν κακῶς ἔστιν καταφυγὴ πᾶσιν, οἱ χρηστοὶ φίλοι. καὶ γὰρ ἀποδύρασθ’ ἔστι μὴ γελώμενον, | |||
5 | καὶ συναγανακτοῦνθ’ ὁπόταν οἰκείως ὁρᾷ ἕκαστος αὑτῷ τὸν παρόντα, παύεται τοῦτον μάλιστα τὸν χρόνον τοῦ δυσφορεῖν. | ||
640 | ἡδύ γε φίλου λόγος ἐστὶ τοῖς λυπουμένοις. | ||
641 | μέγιστόν ἐστιν ἆρα τοῖς ἐπταικόσιν τὸ παρόντας ἐγγὺς τοὺς συναλγοῦντας βλέπειν. | ||
642 | τῷ μὲν τὸ σῶμα 〈γὰρ〉 διακειμένῳ κακῶς χρεία ’στ’ ἰατροῦ, τῷ δὲ τὴν ψυχὴν φίλου· | ||
λύπην γὰρ εὔνους οἶδε θεραπεύειν λόγος. | |||
643 | εἰ τἄλλ’ ἀφαιρεῖν ὁ πολὺς εἴωθεν χρόνος ἡμῶν, τό γε φρονεῖν ἀσφαλέστερον ποεῖ. | ||
644 | ὀχληρὸν ὁ χρόνος ὁ πολύς. ὦ γῆρας βαρύ, ὡς οὐδὲν ἀγαθόν, δυσχερῆ δὲ πόλλ’ ἔχεις τοῖς ζῶσι καὶ λυπηρά. πάντες εἰς σὲ δὲ ἐλθεῖν ὅμως εὐχόμεθα καὶ σπουδάζομεν. | ||
645 | πικρὸν 〈γάρ〉 ἐστι θρέμμ’ ἐν οἰκίᾳ γέρων. | ||
646 | τοῦτ’ ἐστὶ τὸ ζῆν οὐχ ἑαυτῷ ζῆν μόνον. | ||
647 | ἡδύ γ’ ἀποθνῄσκειν ὅτῳ ζῆν μὴ παρέσθ’ ὡς βούλεται. | ||
648 | ὅταν ᾖ γέρων τις ἐνδεής τε τὸν βίον | ||
1 | . . . . . . . . . . . . . οὐδ’ αὖ τὸ θνῄσκειν δεινόν, ἀλλ’ ἐν τῷ καλῶς ἑκάτερον αὐτῶν τὴν διάγνωσιν φέρει. | ||
649 | ἐπὶ τοῦτ’ ἐγένοντο πάντες, ἔνθα † λήξομεν. | ||
650 | ἀνθρωπίνως δεῖ τὰς τύχας φέρειν, ξένε. | ||
651 | τὰ κοινὰ κοινῶς χρὴ φέρειν συμπτώματα. | ||
652 | πάντων ἰατρὸς τῶν ἀναγκαίων κακῶν χρόνος ἐστίν· οὗτος καὶ σὲ νῦν ἰάσεται. | ||
652a | Τρικορυσία βασίλιννα | ||
653 | λελουμένη γὰρ ἡτέρα καὶ διαφανὲς χιτωνάριον ἔχουσα. | ||
654-655(a) | ἐξακεῖσθαί μοι δοκῶ τὸ δίκτυον. | ||
b | ἱμάτιον ἀκούμεθα. | ||
656 | μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόν’ οὐκ ἔχω 〈εὑρεῖν〉 ὁμοίαν τῷ γεγονότι πράγματι, ζητῶν πρὸς ἐμαυτόν, τί ταχέως ἀπολλύει. στρόβιλος; ἐν 〈ὅσ〉ῳ συστρέφεται, προσέρχεται, | ||
5 | προσέβαλεν, ἐξήρειψεν, αἰὼν γίνεται. ἀλλ’ ἐν πελάγει συγκλυσμός; ἀναπνοὴν ἔχεις ‘Ζεῦ σῶτερ‘ εἰπεῖν ‘ἀντέχου τῶν σχοινίων‘, ἑτέραν περιμεῖναι χἀτέραν τρικυμίαν· ναυαγίου δ’ ἂν ἐπιλάβοι’, ἐγὼ δ’ ἅπαξ | ||
10 | ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῷ. | ||
657 | ποτήριον, τράπεζαν, ἁρπάγην, κάδον. | ||
658 | ἀπεκήρυξεν αὐτὴν 〈ἀπ〉αγαγών. | ||
659 | πότοι συνεχεῖς, κύβοι | ||
660 | ἠρτικροτοῦντο 〈δ’〉 οἱ γάμοι. | ||
661 | ἀπῄειν τῶν τόκων ἔχων τόκους. | ||
662 | Κορινθίῳ πίστευε καὶ μὴ χρῶ φίλῳ. | ||
663 | ὦ Λάχης, Λάχης | ||
664 | πρὸς ταῖς ἐμαυτοῦ νῦν θύραις ἕστηκ’ ἐγώ. | ||
665 | ἢν γὰρ κακῶς μου τὴν γυναῖχ’ οὕτω λέγῃς, | ||
τὸν πατέρα καὶ σὲ τούς τε σοὺς ἐγὼ πλυνῶ. | |||
666 | καπρᾷς, κακόδαιμον. | ||
667 | τῆς σκιᾶς τὴν πορφύραν πρῶτον ἐνυφαίνους’ εἶτα μετὰ τὴν πορφύραν τοῦτ’ ἔστιν οὔτε λευκὸν οὔτε πορφύρα, ἀλλ’ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη. | ||
668 | αὐλὰς θεραπεύειν καὶ σατράπας | ||
669 | μακρὰς τίθημι συμβολὰς ἀκροώμενος | ||
669a | ἀφόρητός ἐστιν εὐτυχῶν μαστιγίας | ||
670 | τὸν χοᾶ | ||
ἐκκέχυκας | |||
671 | οὐκ ἔχω 〈γὰρ〉 οὔθ’ ἅλας οὔτ’ ὄξος οὔτ’ ὀρίγανον. | ||
672 | † ἀλλὰ προσέδωκας τάλαντον εἶναι παρ’ ἡμῖν τὸν ἴκτινον. | ||
673 | εἱστίων τοὺς φίλους | ||
674 | ἤρων γάρ, ἤρων, ὁμολογῶ· καὶ νῦν δ’ ἐρῶ. | ||
675 | εἶπον δέ, τί ποιεῖν μέλλετε; | ||
676 | ἐλεεῖθ’ ὁ ποιμὴν καὶ καλεῖται γλυκύτατος. | ||
677 | βούλει τι, Κνήμων; εἰπέ μοι. | ||
678 | Ἥλιε, σὲ γὰρ δεῖ προσκυνεῖν πρῶτον θεῶν, δι’ ὃν θεωρεῖν ἔστι τοὺς ἄλλους θεούς. | ||
679 | νῦν δ’ ἕρπ’ ἀπ’ οἴκων τῶνδε· τὴν γυναῖκα γὰρ | ||
τὴν σώφρον’ οὐ δεῖ τὰς τρίχας ξανθὰς ποιεῖν. | |||
680 | τὸ μὲν ἐξαμαρτάνειν ἅπασιν ἔμφυτον καὶ κοινόν, ἀναδραμεῖν δὲ τὴν ἁμαρτίαν οὐ τοῦ τυχόντος ἀνδρός, ἀλλ’ ἀξιολόγου. | ||
681 | ὁ γὰρ θεὸς 〈⏒〉 πᾶσι, τοῖς 〈τ’〉 ἐλευθέροις καὶ τοῖσ〈ι〉 δούλοις, ἐστίν, ἂν σκοπῇς, ἴσος. | ||
682 | παίδων ἐπ’ ἀρότῳ γνησίων | ||
δίδωμι σοὶ ’γὼ τὴν ἐμαυτοῦ θυγατέρα. | |||
683 | εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε, ταύρων τι πλῆθος ἢ ἐρίφων ἤ, νὴ Δία, ἑτέρων τοιούτων, ἢ κατασκευάσματα, χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφυρᾶς, | ||
5 | ἢ δι’ ἐλέφαντος ἢ σμαράγδου ζῴδια εὔνουν νομίζει τὸν θεὸν καθιστάναι, πεπλάνητ’ ἐκεῖνος καὶ φρένας κούφας ἔχει. δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, | ||
10 | κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν. μηδὲ βελόνης ἔναμμ’ ἐπιθυμήσῃς, φίλε, | ||
ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. | |||
684 | στυππεῖον, ἐλέφαντ’, οἶνον, αὐλαίαν, μύρον | ||
685 | 〈ὑπ〉εδεξάμην, ἔτικτον, ἐκτρέφω, φιλῶ. | ||
686 | 〈ἡ〉 ζάκορος ἡ κοσμοῦσα τὸν ναόν, τέκνον. | ||
686a | ὁρᾷς; ἀκαρὴς 〈γὰρ〉 παραπόλωλας ἀρτίως. | ||
686b | δαιμόνων ἀλαστόρων | ||
687 | οὐδὲ λόγον ὑμῶν οὐδ’ ἐπιστροφὴν ἔχω. | ||
688 | μικροῦ μὲν ἀρραβῶνά με | ||
ἔπεισεν εὐθὺς καταβαλεῖν. | |||
689 | τὸ δὴ λεγόμενον τοῦτο ‘θᾶττον ἢ βάδην‘. | ||
690 | δεδράμηκά σοι δρόμον τοιοῦτον οἷον οὐδεὶς πώποτε. | ||
691 | οἶμαί σε τὸν ἐπ’ ἀριστέρ’ ἐμπερονώμενον. | ||
692 | οὐθὲν μέλει σοι | ||
693 | παραιτοῦμαί σε συγγνώμην ἔχειν. | ||
694 | ἐκάθηντ’ ἐπὶ δίφρου μήτηρ τε καὶ παρθένος. | ||
695 | ἔνδοθεν δὲ πρίεται. | ||
696 | ὁ προσιὼν γέρων ἁλιεύς, παρ’ οὗ τὸ φέρνιον τρίτην | ||
ταύτην ἐπριάμεθ’ ἡμέραν. | |||
697 | λυκοφίλιοι μέν εἰσιν αἱ διαλλαγαί. | ||
698 | ἐγὼ δ’ ἐπίσταμαι ῥινᾶν | ||
699 | ἀλλὰ καὶ χαμαιτύπη κρίζει τις. | ||
700 | ἀναμενῶ σε πρὸς | ||
τοὔλαιον | |||
701 | αὔτανδρον ἐξήραξε κἀνεχαίτισεν. | ||
702 | τὸν νοῦν ἔχων ὑποχείριον εἰς τὸν πίθον δέδυκα. | ||
703 | ταῦτά ς’ ἀπολώλεκ’, ὦ πονηρέ | ||
705 | ἄγριον κυβευτὴν | ||
706 | τὴν ἀλεκτρυόνα 〈δέ〉 μοι δοὺς ᾤχετο. | ||
707 | ἀμβλυωπούντων ἀνδρῶν | ||
708 | παρ’ αὐτὸν ἴσα βαίνους’ ἑταίρα πολυτελής. | ||
709 | καθιζάνει μὲν ἐνίοτ’ εἰς τὰ σήσαμα. | ||
710 | ὁ θάτερος μὲν τοῖν δυοῖν Διοσκόροιν. | ||
711 | οὐκ ἠρκέσαμεν αὑτοῖσιν, ἤδη 〈δ’〉 εἰμὶ σῶς. | ||
712 | ᾤδουν τ’ ἐν ἐμαυτῷ. | ||
713 | ἔγημε θαυμαστῶς γυναῖχ’ ὡς σώφρονα. | ||
714 | ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου ἀγαθός· κακὸν γὰρ δαίμον’ οὐ νομιστέον εἶναι βίον βλάπτοντα χρηστὸν οὐδ’ ἔχειν | ||
5 | κακίαν· ἅπαντα δ’ ἀγαθὸν εἶναι τὸν θεόν. ἀλλ’ οἱ γενόμενοι τοῖς τρόποις αὐτοὶ κακοί, πολλὴν δ’ ἐπιπλοκὴν τοῦ βίου πεποιημένοι ἢ πάντα τὴν αὑτῶν 〈δι’〉 ἀβουλίαν 〈κακῶσ〉 τρίψαντες ἀποφαίνουσι δαίμον’ αἴτιον | ||
10 | καὶ κακὸν ἐκεῖνόν φασιν, αὐτοὶ γεγονότες. | ||
715 | Νηρῄς τις ἐπὶ δελφῖνος. | ||
715a | ⏑– ἀκμὴν ἐκεῖνος ἐνσκευάζετο. | ||
716 | εἷς ἐστι δοῦλος οἰκίας ὁ δεσπότης. | ||
717 | Ἔλεγχος | ||
718 | εἶτ’ οὐ δικαίως προσπεπατταλευμένον γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις, καὶ γίνετ’ αὐτῷ λαμπάς, ἄλλο δ’ οὐδὲ ἓν ἀγαθόν; ὃ μισεῖν οἶμ’ ἅπαντας τοὺς θεούς, | ||
5 | γυναῖκας ἔπλασεν, ὦ πολυτίμητοι θεοί, ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων; γαμεῖ; λάθριοι 〈τὸ〉 λοιπὸν ἄρ’ ἐπιθυμίαι 〈κα〉καί, γαμηλίῳ λέχει τε μοιχὸς ἐντρυφῶν, {εἶτ’ ἐπιβουλαὶ} καὶ φαρμακεῖαι, καὶ νόσων χαλεπώτατος | ||
10 | φθόνος, μεθ’ οὗ ζῇ πάντα τὸν χρόνον γυνή. | ||
719 | φοβούμενοι τὸ θεῖον ἐπὶ τοῦ σοῦ πάθους. | ||
720 | οὐχ οὗτος ἱππόκαμπός 〈ἐστ’〉 ἐν αἰθέρ〈ι〉; | ||
721 | τηρῶ τὸν Δία ὕοντα πολλῷ | ||
722 | 〈δέσποτα〉, τί σύννους κατὰ μόνας σαυτῷ λαλεῖς δοκεῖς τε παρέχειν ἔμφασιν λυπουμένου; ἐμοὶ προσανάθου, λαβέ με σύμβουλον πόνων· μὴ καταφρονήσῃς οἰκέτου συμβουλίας. | ||
5 | πολλάκις ὁ δοῦλος τοὺς τρόπους χρηστοὺς ἔχων τῶν δεσποτῶν ἐγένετο σωφρονέστερος. εἰ δ’ ἡ τύχη τὸ σῶμα κατεδουλώσατο, | ||
ὅ γε νοῦς ὑπάρχει τοῖς τρόποις ἐλεύθερος. | |||
724 | παῖς γέγον’, ἔφηβος, μειράκιον, ἀνήρ, γέρων. | ||
725 | κακῶς γὰρ ἀκούων ὅστις οὐκ ὀργίζεται, | ||
πονηρίας πιστὸν τεκμήριον φέρει. | |||
726 | τίνος τἀγαθὸν τοῦτ’ ἔστιν; | ||
727 | εἴδωλον ἀμαυρόν. | ||
728 | ἤκουσα τῶν ἐκκραγγανομένων. | ||
729 | φοβοῦμαί ς’ ἐσχάτως. | ||
730 | ἀλλ’ Ἡρακλεῖδαι καὶ θεοί. | ||
731 | ἦσαν περινομαὶ τῇ θεῷ. | ||
732 | οἷον πατάγημ’ ἥκεις. | ||
733 | ἀλλὰ σκατοφάγος ἐστὶ καὶ λίαν πικρός. | ||
734 | σπαρτοπόλιος ὠμόγραυς | ||
735 | ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακῶν. | ||
736 | πικροῦ γέροντος, αὐθεκάστου τὸν τρόπον. | ||
737 | ἅπανθ’ ὅσα ζῇ καὶ τὸν ἥλιον βλέπει τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτ’ ἔσθ’ ἡδονῆς. | ||
738 | ὄνειδος αἰσχρὸς βίος ὅμως, κἂν ἡδὺς ᾖ. | ||
739 | ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος | ||
καλοῦμ’ ὑπὸ πάντων, μακάριος δ’ ὑπ’ οὐδενός. | |||
740 | εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος, ὅτ’ ἔτικτεν ἡ μήτηρ ς’, ἐφ’ ᾧ τε διατελεῖν πράσσων ἃ βούλει καὶ διευτυχῶν ἀεί, καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι, | ||
5 | ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ 〈σ’〉 ἐψευσμένος, ἄτοπόν τε πεποίηκ’. εἰ δ’ ἐπὶ τοῖς αὐτοῖς νόμοις ἐφ’ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ, οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον. | ||
10 | τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ, οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν ταπεινότητα ζῷον οὐδὲν λαμβάνει. καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν, | ||
15 | ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά. σὺ δ’ οὔθ’ ὑπερβάλλοντα, τρόφιμ’, ἀπώλεσας ἀγαθά, τὰ νυνί τ’ ἐστι μέτριά σοι κακά· ὥστ’ ἀνὰ μέρος που καὶ τὸ λυπηρὸν φέρε. | ||
741 | κύψας καθ’ αὑτὸν τῶν τραγημάτων ἔφλα. | ||
742 | οἴμοι, τάλας ἔγωγε, ποῦ ποθ’ 〈αἱ〉 φρένες ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι τὸν χρόνον, 〈ὅτ’〉 οὐ ταῦτ’ ἀλλ’ ἐκεῖν’ ᾑρούμεθα. | ||
743 | οὐκ ἐκ πότων καὶ τῆς καθ’ ἡμέραν τρυφῆς ζητοῦμεν ᾧ πιστεύσομεν τὰ τοῦ βίου, πάτερ; οὐ περιττὸν οἴετ’ ἐξευρηκέναι | ||
ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου σκιάν; | |||
744 | οὐδεὶς γὰρ ἀγαπῶν αὐτὸς ἀμελεῖθ’ ἡδέως. | ||
745 | ‘πῶς τὸ τραῦμα τοῦτ’ ἔχεις;‘ ‘μεσαγκύλῳ.‘ ‘πῶς πρὸς θεῶν;‘ ‘ἐπὶ κλίμακι πρὸς τεῖχος ἀναβαίνων.‘ ἐγὼ μὲν δεικνύω ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν. | ||
746 | σφάττει με, λεπτὸς γίνομ’ εὐωχούμενος· τὰ σκώμμαθ’ οἷα τὰ σοφὰ καὶ στρατηγικά· | ||
οἷος δ’ ἀλαζών ἐστιν ἁλιτήριος. | |||
747 | † δεινῶς ... οὐ πρᾶγμα νύμφης λέγεις. | ||
748 | ὑῶν γνάθους ἔχουσι | ||
749 | ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ θεός. | ||
750 | ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖς. | ||
751 | ὡς Ἀλεξανδρῶδες ἤδη τοῦτο· κἂν ζητῶ τινα, αὐτόματος οὗτος παρέσται, κἂν διελθεῖν δηλαδὴ διὰ θαλάττης δέῃ τόπον τιν’, οὗτος ἔσται μοι βατός. | ||
752 | κρίσιμος γὰρ αὕτη γίνεται. | ||
753 | θυγάτριον, ἡ νῦν ἡμέρα δίδωσί μοι | ||
ἢ δόξαν ἤτοι διαβολήν. | |||
754 | παράδειγμα τοὺς Σύρους λαβέ ὅταν φάγως’ ἰχθὺν ἐκεῖνοι διά τινα αὑτῶν ἀκρασίαν, τὼ πόδε καὶ τὴν γαστέρα οἰδοῦσιν· εἶτ’ ἔλαβον σακίον κἀς τὴν ὁδὸν | ||
5 | ἐκάθισαν αὑτοὺς ἐπὶ κόπρου καὶ τὴν θεὸν ἐξιλάσαντο τῷ τεταπεινῶσθαι σφόδρα. | ||
755 | † ἵν’ οὐχ ἑαυτῷ παρετράφην ἀλλὰ σοί. | ||
756 | μέμφομαί σοι τοῦθ’ ὅτι | ||
χρηστά με λέγοντ’ οὐκ εὖ ποιήσειν προσδοκᾷς. | |||
757 | Ἀράβιον ἐξεύρηκα σύμβουλον. | ||
758 | φιλόνεικος δ’ ἐστὶ καὶ λίαν γυνὴ πρὸς μῆνιν. | ||
759 | σύνταγμα τῆς ἀρχῆς. | ||
760(a) | ὁμοῦ δὲ τοῦ τίκτειν παρεγένεθ’ ἡ κόρη. | ||
b | ἤδη γὰρ 〈ἡ κόρη〉 ’στι τοῦ τίκτειν ὁμοῦ. | ||
761 | εὐκαταφρόνητος τῇ στολῇ εἴσειμι, καὶ τοῦτ’ εἰς γυναῖκας. | ||
762 | Ἕλληνές εἰσιν ἄνδρες οὐκ ἀγνώμονες καὶ μετὰ λογισμοῦ πάντα πράττουσίν τινος. | ||
763 | τραγῳδοῖς ἦν ἀγών, Διονύσια. | ||
764 | † παλαιὸν ἐντραγεῖν. | ||
765 | εἰς γὰρ τὰ καθαρὰ λιμὸς εἰσοικίζεται. | ||
766 | ἀλλ’ ἐψόφηκεν τὴν θύραν τις ἐξιών. | ||
767 | οὐχ ὅθεν ἀπωλόμεσθα σωθείημεν ἄν; | ||
768 | Ὑμὴν ὦ Ὑμέναι’ ὦ. | ||
769 | ἔστιν δ’ ὁμοῦ τὸ χρῆμα. | ||
770 | οἶσθ’ ὅ τι ποίησον; | ||
771 | ἐξάραντες ἐπικροτήσατε | ||
772 | διεμέριζε γὰρ | ||
ὁ Βορυσθενίτης. | |||
773 | πυθοῦ παρ’ αὐτῆς διὰ τίν’ αἰτίαν | ||
774 | νεώτερόν τι συμβέβηκέ σοι; | ||
775 | λανθάνει τὰ πράγματα τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεὶ τοῖς ἀναγκαίοις. | ||
776 | ὀκνεῖ δὲ νοῦν ἔχους’ ἴσως· ἀεὶ δὲ τοῖς παροῦσι δακρύοις ἐμποιεῖ τὸ θῆλυ τῆς ψυχῆς ἀναβολὴν τῷ πάθει. | ||
777 | ἐν γειτόνων οἰκῶν γάρ, ὦ τοιχωρύχε. | ||
778 | εἰ μὴ γαμεῖς γάρ, ἔσχατον νόμιζέ με {Φρυγῶν} Μυσῶν. | ||
779 | εἰ μὲν δή τινα .....πόρον ἔχεις· εἰ δὲ μή, νενόηκ’ ἐγώ, μισῶμεν ἀλλήλους. | ||
780 | ἃ γὰρ μεθ’ ἡμέραν τις ὑπερεσπούδασεν, ταῦτ’ εἶδε καὶ νύκτωρ. | ||
781 | ἐγάμησεν ἣν ἐβουλόμην ἐγώ. | ||
782 | ἰατρός ἐστιν ὁ λόγος ἀνθρώποις νόσων· ψυχῆς γὰρ οὗτος μόνος ἔχει κουφίσματα. | ||
783 | κρόκην δὲ νήσεις στήμονα. | ||
784 | καὶ τοῦτο θύων οὐδεπώποτ’ ηὐξάμην ἐγὼ τὸ σῷζον τὴν ἐμὴν 〈συν〉οικίαν, ἀλλὰ παρέλειπον, οἰκετῶν εἶναι στάσιν | ||
ἔνδον παρ’ 〈ἐμ〉αυτῷ, πρᾶγμα χρησιμώτατον. | |||
785 | πύλη τίς ἐστι Ταινάρου πρὸς ἐσχάτοις. | ||
786 | ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν τἀγαθά, τὰ λίαν ἀγαθά. | ||
787 | ἀλλὰ καὶ πν[έων | ||
788 | ὡς ὡραΐζεθ’ ἡ Τύχη πρὸς τοὺς βίους. | ||
789 | ὦ Νύξ, σὺ γὰρ δὴ πλεῖστον Ἀφροδίτης μέρος μετέχεις θεῶν. | ||
790 | οἷος δὲ καὶ τὴν ὄψιν εἶναι φαίνεται, ἀφ’ οὗ τοιοῦτος γέγονεν, οἷον θηρίον. τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ. | ||
791 | τί γὰρ ἐγὼ κατελειπόμην; | ||
792 | Ταναγρικὴ γυνή. | ||
793 | ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον. | ||
794-795 | πάντες μὲν οἱ Θρᾷκες, μάλιστα δ’ οἱ Γέται ἡμεῖς ἁπάντων (καὶ γὰρ αὐτὸς εὔχομαι ἐκεῖθεν εἶναι τὸ γένος), οὐ σφόδρ’ ἐγκρατεῖς ἐσμεν. | ||
4 | |||
5 | γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς εἰ μὴ δέκ’ ἢ ἕνδεκα γυναῖκας, δώδεκ’ ἢ πλείους τινές. ἂν τέτταρας δ’ ἢ πέντε γεγαμηκὼς τύχῃ, καταστροφή τις, ἀνυμέναιος, ἄθλιος, ἄνυμφος οὗτος ἐπικαλεῖτ’ ἐν τοῖς ἐκεῖ. | ||
796 | ἐπιτρίβουσι δ’ ἡμᾶς οἱ θεοὶ μάλιστα τοὺς γήμαντας· ἀεὶ γάρ τινα | ||
ἄγειν ἑορτήν ἐστ’ ἀνάγκη. | |||
797 | καλὸν τὸ Κείων νόμιμόν ἐστι, Φανία· ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς. | ||
798 | ἀπασκαριῶ δ’ ἐγὼ γέλωτι τήμερον. | ||
799 | ἄνθρωπον ἐξαλλάξομεν | ||
κακόν τί σοι δώσοντα; | |||
800 | ἐγὼ δ’ ἀνόητος, εὐτελὴς ὑπερβολῇ, ὁ 〈δ’〉 ἄσωτός ἐστι, πολυτελής, θρασὺς σφόδρα. | ||
801 | μαρτύρομαι, 〈ναὶ μὰ〉 τὸν Ἀπόλλω τουτον〈ὶ〉 καὶ τὰς θύρας. | ||
802 | ὕδατος αὐτοῖς οὐ μετόν. | ||
803 | οὐκ ἔστιν οὔτε διάβολος | ||
γραῦς ἔνδον. | |||
804 | κριὸς τὰ τροφεῖα. | ||
805 | Θρᾷξ εὐγενὴς εἶ, πρὸς ἅλας ἠγορασμένος. | ||
806 | ἤδη 〈δ’〉 ἀλεαίνει πρὸς τὸ πῦρ καθημένη. | ||
807 | καθεδοῦμαι 〈δ’〉 ἐνθαδὶ | ||
τὸν Λοξίαν αὐτὸν καταλαβών. | |||
809 | ἡμέραν τρίτην | ||
ἐπεκώμας’ ἡμῖν. | |||
932-949t | ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ | ||
932 | ὦ δέσποτ’ ἄναξ † ἔστι τοῖς σοφοῖς βροτῶν χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι. | ||
933 | οὐχ ὁ λόγος αὔξει τὴν τέχνην περισσὸς ὤν, | ||
ἀλλ’ αὐτὰ κοσμεῖ τὴν τέχνην τὰ πράγματα. | |||
934 | ὁ μὲν λόγος σου, παῖ, κατ’ ὀρθὸν εὐδρομεῖ, τὸ δ’ ἔργον ἄλλην οἶμον ἐκπορεύεται. | ||
935 | ἅπανθ’ ὁ τοῦ ζητοῦντος εὑρίσκει πόνος. | ||
936 | ψυχὴν ἔχειν δεῖ πλουσίαν· τὰ δὲ χρήματα ταῦτ’ ἐστιν ὄψις, παραπέτασμα τοῦ βίου. | ||
937 | ὦ Ζεῦ πολυτίμηθ’, ὡς καλαὶ νῷν αἱ γυναί. | ||
939 | Α. | ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτ’ ἄν. | |
Β. | ἄνευ δὲ μητρὸς οὐδὲ συλλαβὴ τέκνου. | ||
940 | βέλτιστε, μὴ τὸ κέρδος ἐν πᾶσι σκόπει. | ||
941 | μάντις δ’ ἄριστος ὅστις εἰκάζει καλῶς. | ||
944 | ἄνθρωπος ὤν, τοῦτ’ ἴσθι καὶ μέμνης’ ἀεί. | ||
945 | εἰ θνητὸς εἶ, βέλτιστε, θνητὰ καὶ φρόνει. | ||
946 | ὑπὲρ εὐσεβείας καὶ λάλει καὶ μάνθανε. | ||
947 | ἔα κεκρύφθαι λανθάνουσαν ἀτυχίαν· | ||
τὸ γὰρ ἐξελέγχειν τὴν ὕβριν διττὴν φέρει. | |||
948 | Γέ]τα καὶ Παρμέ̣ν̣ω[ν ]ος ἐστι καὶ βαρύς. | ||
949 | πάν̣δ̣εινά το̣[ι πέπονθα | ||
950t | ΝΟΘΟΝ | ||
950(t) | εἰς Ἐπίκουρον καὶ Θεμιστοκλέα. | ||
1 | Χαῖρε, Νεοκλειδᾶν δίδυμον γένος, ὧν ὁ μὲν ὑμῶν | ||
πατρίδα δουλοσύνας ῥύσαθ’, ὁ δ’ ἀφροσύνας. |