TLG 0541 040 :: MENANDER :: Fragmenta

MENANDER Comic.
(Atheniensis: 4–3 B.C.)

Cf. et MENANDRI ET PHILISTIONIS SENTENTIAE (1791)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 4. Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 69–79, 81–189, 191–215, 217–296, 298–300, 302, 305, 307, 321–332, 876.

Citation: Play — fragment — (line)

Ade

t

ΑΔΕΛΦΟΙ.

Ade

1

Ὦ μακάριόν μ’ ὅστις γυναῖκ’ οὐ λαμβάνω.

Ade

2

Οὐ λυποῦντα δεῖ
παιδάριον ὀρθοῦν, ἀλλὰ καὶ πείθοντά τι.69

Ade

3

Υἱῷ προθίμως τἀξιούμενον ποιῶν κηδεμόν’ ἀληθῶς, οὐκ ἔφεδρον ἕξεις βίου.

Ade

4

Οὐ παντελῶς δεῖ τοῖς πονηροῖς ἐπιτρέπειν, ἀλλ’ ἀντιτάττεσθ’· εἰ δὲ μή, τἄνω κάτω ἡμῶν ὁ βίος λήσει μεταστραφεὶς ὅλος.

Ade

6

Εἰ δ’ ἔστιν οὗτος τὴν κόρην διεφθορώς.70

Ade

7

Τί πολλὰ τηρεῖν πολλὰ δεῖ δεδοικότα;

Ade

8

Ἔργον εὑρεῖν συγγενῆ πένητός ἐστιν· οὐδὲ εἷς γὰρ ὁμολογεῖ αὐτῷ προσήκειν τὸν βοηθείας τινὸς δεόμενον· αἰτεῖσθαι γὰρ ἅμα τι προσδοκᾷ.

Ade

9

Πρὸς ἅπαντα δειλὸν ὁ πένης ἐστὶ γὰρ καὶ πάντας αὑτοῦ καταφρονεῖν ὑπολαμβάνει· ὁ γὰρ μετρίως πράττων περισκελέστερον
ἅπαντα τἀνιαρά, Λαμπρία, φέρει.71

Ade

11

Ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα κυάθους, ἕως κατέσεισε φιλοτιμούμενος.

Ade

13

Ἐγὼ δ’ ἀγροῖκος, ἐργάτης, σκυθρός, πικρός, φειδωλός.

Ade

14

Θεός ἐστι τοῖς χρηστοῖς ἀεὶ
ὁ νοῦς γάρ, ὡς ἔοικεν, ὦ σοφώτατοι.72

Hala

t

ΑΛΑΕΙΣ.73

Hali

t

ΑΛΙΕΙΣ.

Hali

1-3

Παχὺς γὰρ ὗς ἔκειτ’ ἐπὶ στόμα. Ἐτρύφησεν ὥστε μὴ πολὺν τρυφᾶν χρόνον. Ἴδιον ἐπιθυμῶν μόνος μοι θάνατος οὗτος φαίνεται εὐθάνατος, ἔχοντα πολλὰς χολλάδας κεῖσθαι παχύν,
5ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμ’ ἔχοντ’ ἄνω, ἐσθίοντα καὶ λέγοντα „σήπομ’ ὑπὸ τῆς ἡδονῆς.“

Hali

4

Εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυΐνδων χρυσίον, Περσικαὶ στολαὶ δ’ ἐκεῖναι πορφυραῖ, τορεύματα ἔνδον ἔστ’, ἄνδρες, ποτηρίδια, τορεύματα,
κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνια.74

Hali

5

Ὁ πρῶτος εὑρὼν διατροφὴν πτωχῷ τέχνην πολλοὺς ἐποίησεν ἀθλίους· ἁπλοῦν γὰρ ἦν
τὸν μὴ δυνάμενον ζῆν ἀλύπως ἀποθανεῖν.75

Hali

6

Χαλεπόν γε θυγάτηρ κτῆμα καὶ δυσδιάθετον.

Hali

7

Δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν.

Hali

8

Χαῖρ’ ὦ φίλη γῆ, διὰ χρόνου πολλοῦ ς’ ἰδὼν ἀσπάζομαι· τουτὶ γὰρ οὐ πᾶσαν ποιῶ τὴν γῆν, ὅταν δὲ τοὐμὸν ἐσίδω χωρίον· τὸ γὰρ τρέφον με τοῦτ’ ἐγὼ κρίνω θεόν.

Hali

9

Ὡς δὲ τὴν ἄκραν κάμπτοντας ἡμᾶς εἶδον, ἐμβάντες ταχὺ
ἀνηγάγοντο.76

Hali

10

Ἐκλελάκτικεν ὁ χρηστὸς ἡμῖν μοιχός, ἀλλ’ ἀντάλλαγος.

Hali

11

Δύ’ οἰκίας φηλοῦν γερόντων, ὡς λέγεις, ἀβελτέρων.

Hali

12

Καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν.

Hali

13

Καὶ χρυσολαβὲς καλὸν πάνυ ἐγχειρίδιον.

Hali

14

Ἀναπετῶ τουτὶ προσελθὼν κοὐκ ἀνέξομ’ οὐκέτι.77

Ana

t

ΑΝΑΤΙΘΕΜΕΝΗ Η ΜΕΣΣΗΝΙΑ.

Ana

1

Οἱ δ’ ἁρπάσαντες τοὺς κάδους τοὺς στρογγύλους ὕδρευον ἀνδρειότατα κηπουροὶ πάλιν. ἤντλουν λέγειν δεῖ, καὶ κάδους οὐ δεῖ λέγειν,
ἀλλ’ ἀντλιαντλητῆρας.78

Ana

2

Τίθημ’ ἔχειν χολήν σε καλλιωνύμου πλείω.

Ana

3

Ἡγεῖταί μ’ ὅλως ἐπικόπανόν τι.

Ana

5

Ἀράβιον ἆρ’ ἐγὼ κεκίνηκ’ ἄγγελον.79

Andri

t

ΑΝΔΡΙΑ.

Andri

1

Τὸ δ’ ἐρᾶν ἐπισκοτεῖ ἅπασιν, ὡς ἔοικε, καὶ τοῖς εὐλόγως καὶ τοῖς κακῶς ἔχουσι.

Andri

2

Καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φιλτάτη,
τὸ νεόττιον.81

Andri

3

Οὐδέν με λανθάνοις ἄν.

Andri

4

Εὑρετικὸν εἶναί φασι τὴν ἐρημίαν
οἱ τὰς ὀφρῦς αἴροντες.82

Andri

6

Λούσατ’ αὐτὴν αὐτίκα.

Andri

9

Ἐνθένδ’ ἀποφυγὼν οὐκ ἂν ἀπολοίμην ποτέ.83

Andri

13

Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνάμεθα.84

Andro

t

ΑΝΔΡΟΓΥΝΟΣ Η ΚΡΗΣ.

Andro

3

Τὸ γὰρ σύνηθες οὐδαμοῦ παροπτέον.

Andro

4

Τὰ προσπεσόντα προσδοκᾶν ἅπαντα δεῖ ἄνθρωπον ὄντα· παραμένει γὰρ οὐδὲ ἕν.

Andro

5

Πλήσας γὰρ ἔφερεν ἐκ παρατάξεώς ποθεν τὰς ἐν Λαμίᾳ πάσας.

Andro

6

Μαρτύρομαι τὸν φίλιον, ὦ Κράτων, Δία.85

Ane

t

ΑΝΕΨΙΟΙ.

Ane

1

Φύσει γάρ ἐστ’ ἔρως τοῦ νουθετοῦντος κωφόν· ἅμα δ’ οὐ ῥᾴδιον νεότητα νικᾶν ἐστι καὶ θεὸν λόγῳ.

Ane

2

Εὐδαιμονία τοῦτ’ ἔστιν υἱὸς νοῦν ἔχων·
ἀλλὰ θυγάτηρ κτῆμ’ ἐστὶν ἐργῶδες πατρί.86

Ane

3

Τὰ κακῶς τρέφοντα χωρί’ ἀνδρείους ποιεῖ.

Ane

4-5

Ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί, δεῖ τ’ οὐχὶ σείειν, ἀλλ’ ἀποσείειν αὐτόθεν.
Οἶς’ εἰσιὼν πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι· φῶς
5μόνον πολὺ ποίει.

Api

t

ΑΠΙΣΤΟΣ.

Api

1

Ὤιμην, εἰ τὸ χρυσίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην
ἅβραν ἔσεσθαι.87

Arr

t

ΑΡΡΗΦΟΡΟΣ Η ΑΥΛΗΤΡΙΣ.

Arr

1

Οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς, τοῦτον καταλιπὼν τὸν βίον· γεγάμηκα γὰρ αὐτός· διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν. Β. δεδογμένον τὸ πρᾶγμ’· ἀνερρίφθω κύβος.
5Α. πέραινε. σωθείης δὲ νῦν· ἀληθινὸν εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων, οὐ Λιβυκόν, οὐδ’ Αἰγαῖον, . . . οὗ τῶν τριάκοντ’ οὐκ ἀπόλλυται τρία πλοιάρια· γήμας δ’ οὐδὲ εἷς σέσωσθ’ ὅλως.

Arr

2

Πάντας μεθύσους τοὺς ἐμπόρους ποιεῖ τὸ Βυζάντιον· ὅλην ἐπίνομεν τὴν νύκτα διὰ σὲ καὶ σφόδρ’ ἄκρατόν μοι δοκῶ·
ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων.88

Arr

3

Ἐὰν δὲ κινήσῃ μόνον τὴν Μυρτίλην ταύτην τις ἢ τιτθὴν καλῇ, πέρας οὐ ποιεῖ λαλιᾶς· τὸ Δωδωναῖον ἄν τις χαλκίον, ὃ λέγουσιν ἠχεῖν, ἂν παράψηθ’ ὁ παριών,
5τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ ταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει.

Arr

4

Τὰ πατρῷα μὲν ποιεῖ καιρός ποτε ἀλλότρια, σώζει δ’ αὐτά που τὰ σώματα· βίου δ’ ἔνεστιν ἀσφάλει’ ἐν ταῖς τέχναις.
89

Arr

5

Ἐλλέβορον ἤδη πώποτ’ ἔπιες Σωσία; Β. ἅπασι. Α. πάλιν οὖν πῖθι· μαίνει γὰρ κακῶς.

Arr

6

Πάντ’ ἐστὶ τῷ καλῷ λόγῳ ἱερόν· ὁ νοῦς γάρ ἐστιν ὁ λαλήσων θεός.

Arr

7

Ὦ τρισκατάρατε, ζωπύρει τοὺς ἄνθρακας.90

Arr

8

Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.

Arr

9

Ἢ χαλκοῦν μέγα ὁλκεῖον.

Asp

t

ΑΣΠΙΣ.

Asp

1

Ἔχων τὴν ἀσπίδα ἔκειτο συντετριμμένην.

Asp

2

Πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν.

Asp

3

Στρατιώτην, Σμικρίνη, σωτηρίας
ἔστ’ ἔργον εὑρεῖν πρόφασιν, ὀλέθρου δ’ εὔπορον.91

Asp

4

Ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν ἀλόγιστός ἐστι τῆς ἀληθείας κριτής.

Asp

5

Ὦ τρισάθλιοι, τί πλέον ἔχουσι τῶν ἄλλων; βίον ὡς οἰκτρὸν ἐξαντλοῦσιν οἱ τὰ φρούρια τηροῦντες, οἱ τὰς ἀκροπόλεις κεκτημένοι,
5εἰ πάντας ὑπονοοῦσιν οὕτω ῥᾳδίως ἐγχειρίδιον ἔχοντας αὐτοῖς προσιέναι·
οἵαν δίκην διδόασιν.92

Hau

t

ΑΥΤΟΝ ΠΕΝΘΩΝ.

Hau

1

Τυφλὸν ὁ πλοῦτος, καὶ τυφλοὺς τοὺς ἐμβλέποντας εἰς ἑαυτὸν δεικνύει.

Aph

t

ΑΦΡΟΔΙΣΙΑ.

Aph

1

Ἀλλ’ ὅταν ἐρῶντα νοῦν ἔχειν τις ἀξιοῖ, παρὰ τίνι τἀνόητον οὗτος ὄψεται;

Aph

2

Ἐκφυγοῦσα δ’ ἣν εἶχεν νόσον
οὐκ ἔσχε τοὺς ῥηθέντας ἀναθέσθαι λόγους.93

Aph

3

Εἰ τὰς ἀληθείας ἁπλῶς τίς σοι λέγοι.

Boi

t

ΒΟΙΩΤΙΑ.

Boi

1

Οὐ δεῖ διαβολῆς καταφρονεῖν, οὐδ’ ἂν σφόδρ’ ᾖ ψευδής· ἐπίσταντ’ αὐξάνειν αὐτήν τινες, δι’ οὓς φυλάττεσθαι τὰ τοιαῦτ’ ὀρθῶς ἔχει.

Boi

2

Πολλὰ δύσκολα εὕροις ἂν ἐν τοῖς πᾶσιν· ἀλλ’ εἰ πλείονα τὰ συμφέροντ’ ἔνεστι, τοῦτο δεῖ σκοπεῖν.

Boi

3

Πλοῦτος δὲ πολλῶν ἐπικάλυμμ’ ἐστὶν κακῶν.

Boi

4

Οὐκ ἔστιν ἑκτεὺς τοῦτο, μὰ τὸν Ἀσκληπιόν.94

Boi

5

Πεντεκτένους μὲν καὶ περίνησα πορφυρᾶ.

Geo

t

ΓΕΩΡΓΟΣ.95

Geo

1

Ὁ δ’ ἠδικηκὼς ὅστις ἔσθ’ οὗτός ποτε τὴν ὑμετέραν πενίαν, κακοδαίμων ἔσθ’, ὅτι τοῦτ’ ἠδίκηκεν, οὗ τυχὸν μεταλήψεται· εἰ καὶ σφόδρ’ εὐπορεῖ γάρ, ἀβεβαίως τρυφᾷ·
5τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ.

Geo

2

Εὐκαταφρόνητόν ἐστι, Γοργία, πένης, κἂν πάνυ λέγῃ δίκαια· τούτου γὰρ λέγειν ἕνεκα μόνου νομίζεθ’ οὗτος τοῦ λαβεῖν, καὶ συκοφάντης εὐθὺς ὁ τὸ τριβώνιον
5ἔχων καλεῖται, κἂν ἀδικούμενος τύχῃ.

Geo

3

Οὗτος κράτιστός ἐστ’ ἀνήρ, ὦ Γοργία, ὅστις ἀδικεῖσθαι πλεῖστ’ ἐπίστατ’ ἐγκρατῶς· τὸ δ’ ὀξύθυμον τοῦτο καὶ λίαν πικρόν
δεῖγμ’ ἔστιν εὐθὺς πᾶσι μικροψυχίας.96

Geo

4

Ἀγρὸν εὐσεβέστερον γεωργεῖν οὐδένα οἶμαι· φέρει γὰρ ὅσα θεοῖς ἄνθη καλά, κιττόν, δάφνην· κριθὰς δ’ ἐὰν σπείρω, πάνυ δίκαιος ὢν ἀπέδωχ’ ὅσας ἂν καταβάλω.

Geo

5

Εἰμὶ μὲν ἄγροικος, καὐτὸς οὐκ ἄλλως ἐρῶ, καὶ τῶν κατ’ ἄστυ πραγμάτων οὐ παντελῶς ἔμπειρος, ὁ δὲ χρόνος τί μ’ εἰδέναι ποιεῖ πλέον.

Geo

6

Ἐμβεβρόντησαι; γελοῖον, ὃς κόρης ἐλευθέρας εἰς ἔρωθ’ ἥκων σιωπᾷς καὶ μάτην ποθουμένους
περιορᾷς γάμους σεαυτῷ.97

Geo

7

Βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τε
ἐπέλαβεν αὐτόν.98

Dak

t

ΔΑΚΤΥΛΙΟΣ.

Dak

1

Ἐπὶ τοῦδ’ αὖθις οὑτοσὶ κακοδαίμων ἔφη, ὡς οὐκ ἂν ἐκδοίη γε θυγατέρ’ ἄσμενος, καὶ ταῦτα πεντήκοντα παιδίσκας ἔχων.

Dak

2

Οἰκόσιτον νυμφίον
οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν.99

Dar

t

ΔΑΡΔΑΝΟΣ.

Dar

1

Καὶ λαιμὰ βακχεύει λαβὼν τὰ χρήματα.

Dei

t

ΔΕΙΣΙΔΑΙΜΩΝ.

Dei

1

Εἰ μέν τι κακὸν ἀληθὲς εἶχες, Φειδία,
ζητεῖν ἀληθὲς φάρμακον τούτου ς’ ἔδει· νῦν δ’ οὐκ ἔχεις· τὸ φάρμακον εὕρηκας κενὸν πρὸς τὸ κενόν· οἰήθητι δ’ ὠφελεῖν τί σε.100
5περιμαξάτωσάν ς’ αἱ γυναῖκες ἐν κύκλῳ καὶ περιθεωσάτωσαν, ἀπὸ κρουνῶν τριῶν ὕδατι περίρραν’ ἐμβαλὼν ἅλας, φακούς.

Dei

2

Ἀγαθόν τί μοι γένοιτο, πολύτιμοι θεοί· ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς ἐμβάδος ἀπέρρηξ’. Β. εἰκότως, ὦ φλήναφε, σαπρὸς γὰρ ἦν, σὺ δὲ μικρολόγος ἄρ’ οὐ θέλων
5καινὰς πρίασθαι.101

Dei

3

Οὐ δεῖ γὰρ ἀδικεῖν τοὺς ἱκέτας, ἄλλως τε καὶ ὅταν μετ’ εὐνοίας τι μὴ πονηρίᾳ πταίσωσιν· αἰσχρόν ἐστι τοῦτο γὰρ πάνυ.

Dei

4

Παράδειγμα τοὺς Σύρους λαβέ· ὅταν φάγως’ ἰχθὺν ἐκεῖνοι, διά τινα αὐτῶν ἀκρασίαν τοὺς πόδας καὶ γαστέρα οἰδοῦσιν, ἔλαβον σακίον, εἶτ’ εἰς τὴν ὁδὸν
5ἐκάθισαν αὑτοὺς ἐπὶ κόπρου, καὶ τὴν θεὸν
ἐξιλάσαντο τῷ τεταπεινῶσθαι σφόδρα.102

Dem

t

ΔΗΜΙΟΥΡΓΟΣ.

Dem

1

Τί τοῦτο, παῖ; διακονικῶς γὰρ νὴ Δία προελήλυθας. Β. ναί· πλάττομεν γὰρ πλάσματα, τὴν νύκτα τ’ ἠγρυπνήκαμεν· καὶ νῦν ἔτι ἀποίητα πάμπολλ’ ἐστὶν ἡμῖν.

Dem

2

Μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει·
χρῆται γὰρ οὗτος εἰς ἃ δεῖ ταύτῃ καλῶς.103

Did

t

ΔΙΔΥΜΑΙ.

Did

1

Συμπεριπατήσεις γὰρ τρίβων’ ἔχους’ ἐμοί, ὥσπερ Κράτητι τῷ κυνικῷ ποθ’ ἡ γυνή.

Did

2

Ἐπὶ πείρᾳ δοὺς τριάκονθ’ ἡμέρας.

Did

3-4

Ὄρνεις φέρων ἐλήλυθα.
Ὄρνιθας ἀποστέλλει.104

Dis

t

ΔΙΣ ΕΞΑΠΑΤΩΝ.

Dis

1

Βουληφόρως τὴν ἡμετέραν, ὦ Δημέα, προκατέλαβες ὅρασιν.

Dis

2

Ἐμοὶ παράστα· τὴν θύραν κόψας ἐγὼ καλῶ τιν’ αὐτῶν.

Dis

3

Οὐ Μεγάβυζος ἦν, ὅστις γένοιτο ζάκορος.

Dis

4

Ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνήσκει νέος.105

Dys

t

ΔΥΣΚΟΛΟΣ.

Dys

1

Τῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον Φυλήν, τὸ Νυμφαῖον δ’ ὅθεν προέρχομαι
Φυλασίων.106

Dys

2

Περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος· εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοι ἅπαντα τὸν χρόνον, φύλαττε μηδενὶ ἄλλῳ μεταδιδούς, αὐτὸς ὢν δὲ κύριος·
5εἰ μὴ δὲ σαυτοῦ, τῆς τύχης δὲ πάντ’ ἔχεις, τί ἂν φθονοίης, ὦ πάτερ, τούτων τινί; αὐτὴ γὰρ ἄλλῳ τυχὸν ἀναξίῳ τινὶ παρελομένη σου πάντα προσθήσει πάλιν. διόπερ ἐγώ σέ φημι δεῖν, ὅσον χρόνον
10εἶ κύριος, χρῆσθαί σε γενναίως, πάτερ, αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποιεῖν οὓς ἂν δύνῃ πλείστους διὰ σαυτοῦ· τοῦτο γὰρ ἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχῃς, ἐκεῖθεν ἔσται ταὐτὸ τοῦτό σοι πάλιν.
15πολλῷ δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος
ἢ πλοῦτος ἀφανής, ὃν σὺ κατορύξας ἔχεις.107

Dys

3

Ὡς θύουσι δ’ οἱ τοιχωρύχοι, κοίτας φέροντες, σταμνί’, οὐχὶ τῶν θεῶν ἕνεκ’, ἀλλ’ ἑαυτῶν· ὁ λιβανωτὸς εὐσεβές, καὶ τὸ πόπανον τοῦτ’ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
5ἅπαν ἐπιτεθέν· οἱ δὲ τὴν ὀσφὺν ἄκραν καὶ τὴν χολὴν ὀστᾶ τ’ ἄβρωτα τοῖς θεοῖς ἐπιθέντες, αὐτοὶ τἄλλα καταπίνους’ ἀεί.

Dys

4

Οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν·
ἱεροπρεπής πώς ἐστιν ἡμῖν ἡ τέχνη.108

Dys

5ab

Οὐδενὸς χρὴ πράγματος τὸν εὖ πονοῦνθ’ ὅλως ἀπογνῶναί ποτε. Ἁλωτὰ γίγνετ’ ἐπιμελείᾳ καὶ πόνῳ ἅπαντα.

Dys

8

Σιωπῇ φασι τούτῳ τῷ θεῷ
οὐ δεῖν προσιέναι.109

Dys

9

Οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος.

Heau

t

ΕΑΥΤΟΝ ΤΙΜΩΡΟΥΜΕΝΟΣ.

Heau

1

Πρὸς τῆς Ἀθηνᾶς, δαιμονᾷς, γεγονὼς ἔτη
τοσαῦθ’; ὁμοῦ γάρ ἐστιν ἑξήκοντά σοι.110

Heau

2

Λουτρὸν θεραπαίνας ἀργυρώματα.

Heau

3

Ἐξ ἱσταρίου δ’ ἐκρέματο φιλοπόνως πάνυ. . . . . . καὶ θεραπαινὶς ἦν μία· αὕτη συνύφαινε ῥυπαρῶς διακειμένη.

Heau

4

Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.

Heau

5

Πᾶς πατὴρ μωρός.

Heau

6

Οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον,
ἢ μηκέτ’ εἶναι τὸν καλῶς εὐδαίμονα.111

Heau

7

Μετ’ ἄριστον γὰρ ὡς ἀμυγδαλὰς ἐγὼ παρέθηκα, καὶ τῶν ῥοιδίων ἐτρώγομεν.

Egch

t

ΕΓΧΕΙΡΙΔΙΟΝ.

Egch

1

Οὐχ ὅθεν ἂν ᾤμην ἠτύχηκα· πάντα δὲ
τὰ μηδὲ προσδοκώμεν’ ἔκστασιν φέρει.112

Egch

2

Τοῦ δ’ ἆρα Κωρυκαῖος ἠκροάσατο.

Egch

3

Πίε. Β. πιεῖν ἀναγκάσω
τὴν ἱερόσυλον πρῶτα.113

Emp

t

ΕΜΠΙΠΡΑΜΕΝΗ.

Emp

1

Ἐξώλης ἀπόλοιθ’ ὅστις ποτέ ὁ πρῶτος ἦν γήμας, ἔπειθ’ ὁ δεύτερος, εἶθ’ ὁ τρίτος, εἶθ’ ὁ τέταρτος, εἶθ’ ὁ μεταγενής.

Emp

2

Τρία γάρ ἐστι, δέσποτα, δι’ ὧν ἅπαντα γίγνετ’, ἢ κατὰ τοὺς νόμους, ἢ ταῖς ἀνάγκαις, ἢ τὸ τρίτον ἔθει τινί.

Emp

3

Ἐφ’ ᾧ φρονεῖς μέγιστον ἀπολεῖ τοῦτό σε, τὸ δοκεῖν τιν’ εἶναι· καὶ γὰρ ἄλλους μυρίους.

Emp

4

Ὡς ἀγαθόν ἐστι πρᾶγμα τὸ γενέσθαι τινός
πατέρα.114

Emp

5-6

Καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας.
Ἐπλήρωσέν τε τὸ συναγώγιον.

Epa

t

ΕΠΑΓΓΕΛΛΟΜΕΝΟΣ.

Epa

1

Τὸ σὸν ταπεινὸν ἂν σὺ σεμνύνῃς, καλὸν ἔξω φανεῖται, φίλ’ ἄνερ· ἂν δ’ αὐτὸς ποιῇς ταπεινὸν αὐτὸ καὶ τιθῇς ἐν μηδενί, οἰκεῖος οὗτος κατάγελως νομίζεται.

Epa

2

Τὰ γὰρ τολμηρὰ τῶν ὄχλων ἔχει ἐν τοῖς λογισμοῖς τὰς ἐπιδείξεις δυσκόλους, ἐν τῷ δὲ πράττειν, ἂν λάβῃ τὸν καιρὸν εὖ, ἀπροσδόκητον τὴν τέχνην ἐξηύρατο.

Epa

3

Τοῖς ἀναιδέσιν βοηθεῖ γὰρ λόγοις τοῦθ’ ἓν μόνον,
ἂν βραχεῖς αὐτοὺς ποιῇ τις τόν τε καιρὸν εὖ λάβῃ.115

Epik

t

ΕΠΙΚΛΗΡΟΣ.

Epik

1

Ἆρ’ ἐστὶ πάντων ἀγρυπνία λαλίστατον; ἐμὲ γοῦν ἀναστήσασα δευρὶ προάγεται
λαλεῖν ἀπ’ ἀρχῆς πάντα τὸν ἐμαυτοῦ βίον.116

Epik

2

Ὥσπερ τῶν χορῶν οὐ πάντες ᾄδους’, ἀλλ’ ἄφωνοι δύο τινές ἢ τρεῖς παρεστήκασι πάντων ἔσχατοι εἰς τὸν ἀριθμόν, καὶ τοῦθ’ ὁμοίως πως ἔχει·
5χώραν κατέχουσι, ζῶσι δ’ οἷς ἔστιν βίος.

Epik

3

Τί δ’ ἂν ἔχοι νεκρὸς ἀγαθόν, ὅπου γ’ οἱ ζῶντες ἔχομεν οὐδὲ ἕν.

Epik

4

Ἢ δεῖ μόνον ζῆν ἢ γενόμενον πατέρα παίδων ἀποθανεῖν·
οὕτω τὸ μετὰ ταῦτ’ ἔστι τοῦ βίου πικρόν.117

Epik

5-6

Ἀλεκτρυών τις ἐκεκράγει μέγα. . . . . οὐ σοβήσετ’ ἔξω, φησί, τὰς ὄρνιθας ἀφ’ ἡμῶν; Αὕτη πότ’ ἐξεσόβησε τὰς ὄρνεις μόλις.

Epik

7

Ὅρα σὺ καὶ φρόντιζε κἀπόστα βραχύ.

Epit

t

ΕΠΙΤΡΕΠΟΝΤΕΣ.118

Epit

1

Μὴ καταφρονήσῃς τῶν θεῶν· ἐν παντὶ δεῖ καιρῷ τὸ δίκαιον ἐπικρατεῖν ἁπανταχοῦ, καὶ τὸν παρατυγχάνοντα τούτου τοῦ μέρους ἔχειν πρόνοιαν κοινόν ἐστι τῷ βίῳ.

Epit

2

Ἀργὸς δ’ ὑγιαίνων τοῦ πυρέττοντος πολύ
ἔστ’ ἀθλιώτερος, διπλάσια γοῦν ἐσθίει μάτην.119

Epit

3

Ἐλευθέρῳ τὸ καταγελᾶσθαι μὲν πολύ αἴσχιστόν ἐστι, τὸ δ’ ὀδυνᾶσθ’ ἀνθρώπινον.

Epit

4

Οὐκ οἰμώξεται καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον;

Epit

5

Οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολήν, ὥστε τὸ κακὸν καὶ τἀγαθὸν καθ’ ἡμέραν
νέμειν ἑκάστῳ, Σμικρίνη;120

Epit

6

Ἐπέπασα
ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ.121

Epit

8

Οὐδὲν πέπονθας δεινὸν ἂν μὴ προσποιῇ.

Epit

9

Ἐπιτρεπτέον τινί ἔστι περὶ τούτων.

Eun

t

ΕΥΝΟΥΧΟΣ.122

Eun

2

Μὴ θεομάχει, μηδὲ προσάγου τῷ πράγματι
χειμῶνας ἑτέρους, τοὺς δ’ ἀναγκαίους φέρε.123

Eun

3

Οὗτός ἐστι γαλεώτης γέρων.

Eun

4

Πάντα τὰ ζητούμενα
δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτατοι.124

Eph

t

ΕΦΕΣΙΟΣ.

Eph

1

Ἐγὼ μὲν ἤδη μοι δοκῶ, νὴ τοὺς θεούς, ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα ὁρᾶν κύκλῳ τρέχοντα καὶ πωλούμενον.

Eph

2-3

Ἐπ’ ἀρίστῳ λαβών ὀψάριον. Τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων
δραχμῶν ἐπώλει κωβιούς. Β. πολλοῦ σφόδρα.125

Hen

t

ΗΝΙΟΧΟΣ.

Hen

1

Ἀλλὰ θεὸς οὐδεὶς εἰς τὸ προκόλπιον φέρει ἀργύριον, ἀλλ’ ἔδωκεν εὔνους γενόμενος, πόρνης βουλὴν ἔδειξεν εὐπορίας τινός, ἣν ἂν παρίῃς μηκέτ’ αἰτιῶ θεόν,
5ἤδη δὲ τῇ σαυτοῦ ζυγομάχει μαλακίᾳ.126

Hen

2

Οὐδείς μ’ ἀρέσκει περιπατῶν ἔξω θεός μετὰ γραός, οὐδ’ εἰς οἰκίαν παρεισιών ἐπὶ τοῦ σανιδίου. τὸν δίκαιον δεῖ θεόν οἴκοι μένειν σώζοντα τοὺς ἱδρυμένους.

Hen

3

Ἐλεεῖν δ’ ἐκεῖνος ἔμαθεν εὐτυχῶν μόνος. ὁ χρηστός, ὡς ἔοικε, καὶ χρηστοὺς ποιεῖ. μί’ ἐστὶν ἀρετὴ τὸν ἄτοπον φεύγειν ἀεί.

Hen

4

Ὧν δὲ μὴ αἴτιος τρόπος
τά γ’ ἀπὸ τῆς τύχης φέρειν δεῖ γνησίως τὸν εὐγενῆ.127

Hen

5

Τὸν δὲ παῖδ’ οὐδ’ εἴδομεν, ἀλλ’ ἁρπαγὴν αὐτῷ κατασκευάζομεν.

Her

t

ΗΡΩΣ.

Her

1

Δέσποιν’, Ἔρωτος οὐδὲν ἰσχύει πλέον, οὐδ’ αὐτὸς ὁ κρατῶν τῶν ἐν οὐρανῷ θεῶν Ζεύς, ἀλλ’ ἐκείνῳ πάντ’ ἀναγκασθεὶς ποιεῖ.

Her

2

Ἐχρῆν γὰρ εἶναι τὸ καλὸν εὐγενέστατον,
τοὐλεύθερον δὲ πανταχοῦ φρονεῖν μέγα.128

Her

3

Ὡς οἰκτρόν, ἣ τὰ τοιαῦτα δυστυχῶ μόνη, ἃ μηδὲ πιθανὰς τὰς ὑπερβολὰς ἔχει.

Her

4

Πεφαρμάκευς’ ὦ γλυκύτατ’ ἀναλυθεὶς μόλις.

Her

5

Εὖ ἴσθι, κἀγὼ τοῦτο συγχωρήσομαι.

Her

6

Χοῦς κεκραμένου
οἴνου· λαβὼν ἔκπιθι τοῦτον.129

Tha

t

ΘΑΙΣ.130

Tha

1

Ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά, θρασεῖαν, ὡραίαν δὲ καὶ πιθανὴν ἅμα, ἀδικοῦσαν, ἀποκλείουσαν, αἰτοῦσαν πυκνά,
μηδενὸς ἐρῶσαν, προσποιουμένην δ’ ἀεί.131

Tha

2

Φθείρουσιν ἤθη χρήσθ’ ὁμιλίαι κακαί.

Thet

t

ΘΕΤΤΑΛΗ.132

Thet

1

Μικρά γε πρόφασίς ἐστι τοῦ πρᾶξαι κακῶς.

Thet

2

Εὐθυμία βέλτιστε τὸν δοῦλον τρέφει.

Thet

3

Καὶ τὸ κεράμιον
ἀνέῳχας· ὄζεις, ἱερόσυλ’, οἴνου πολύ.133

Thet

4

Ἔλυς’ ἐμαυτὸν εἶτ’ ἀπέδραν μόνος.

Theo

t

ΘΕΟΦΟΡΟΥΜΕΝΗ.

Theo

1

Ὁ πλεῖστον νοῦν ἔχων μάντις τ’ ἄριστός ἐστι σύμβουλός θ’ ἅμα.

Theo

2

Εἴ τις προσελθών μοι θεῶν λέγοι „Κράτων,
ἐπὰν ἀποθάνῃς, αὖθις ἐξ ἀρχῆς ἔσει· ἔσει δ’ ὅ τι ἂν βούλῃ, κύων, πρόβατον, τράγος, ἄνθρωπος, ἵππος· δὶς βιῶναι γάρ σε δεῖ·134
5εἱμαρμένον τοῦτ’ ἐστίν, ὅ τι βούλει δ’ ἑλοῦ·“ ἅπαντα μᾶλλον, εὐθὺς εἰπεῖν ἂν δοκῶ, ποίει με πλὴν ἄνθρωπον· ἀδίκως εὐτυχεῖ κακῶς τε πράττει τοῦτο τὸ ζῷον μόνον. ὁ κράτιστος ἵππος ἐπιμελεστέραν ἔχει
10ἑτέρου θεραπείαν· ἀγαθὸς ἂν γένῃ κύων, ἐντιμότερος εἶ τοῦ κακοῦ κυνὸς πολύ. ἀλεκτρυὼν γενναῖος ἐν ἑτέρᾳ τροφῇ ἐστίν, ὁ δ’ ἀγεννὴς καὶ δέδιε τὸν κρείττονα. ἄνθρωπος ἂν ᾖ χρηστός, εὐγενὴς σφόδρα,
15γενναῖος, οὐδὲν ὄφελος ἐν τῷ νῦν γένει. πράττει δ’ ὁ κόλαξ ἄριστα πάντων, δεύτερα ὁ συκοφάντης, ὁ κακοήθης τρίτα λέγει. ὄνον γενέσθαι κρεῖττον ἢ τοὺς χείρονας
ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον.135

Theo

3

Καὶ ταχύ πάλιν τὸ πρῶτον περισοβεῖ ποτήριον αὐτοῖς ἀκράτου.

Theo

4

Μέσως μεθύων τὴν θηρίκλειον ἔσπασεν.

Thes

t

ΘΗΣΑΥΡΟΣ.136

Thes

1

Εἶτ’ οὐ μέγιστός ἐστι τῶν θεῶν Ἔρως καὶ τιμιώτατός γε τῶν πάντων πολύ; οὐδεὶς γὰρ οὕτως ἐστὶ φειδωλὸς σφόδρα ἄνθρωπος, οὐδ’ οὕτως ἀκριβὴς τοὺς τρόπους,
5ὃς οὐχὶ τούτῳ μερίδα τῷ θεῷ νέμει τῆς οὐσίας· ὅσοις μὲν οὖν πράως ἔχει, νέοις ἔτ’ οὖσι τοῦτο προστάττει ποιεῖν· οἱ δ’ εἰς τὸ γῆρας ἀναβολὰς ποιούμενοι,
οὗτοι προσαποτίνουσι τοῦ χρόνου τόκους.137

Thes

2

Πολλοῖς ὑπέκκαυμ’ ἐστ’ ἔρωτος μουσική.

Thes

3

Ὅταν δ’ ἐρῶντος τόλμαν ἀφέλῃς οἴχεται, εἰς τοὺς ἰαλέμους τε τοῦτον ἔγγραφε.

Thes

4

Ἄσιτος ἑπτὰ μῆνας, ὕδατος στράγγ’ ἔχων.

Thr

t

ΘΡΑΣΥΛΕΩΝ.138

Thr

1

Κατὰ πόλλ’ ἄρ’ ἐστὶν οὐ καλῶς εἰρημένον τὸ γνῶθι σαυτόν· χρησιμώτερον γὰρ ἦν τὸ γνῶθι τοὺς ἄλλους.

Thr

2

Ὁ δεύτερος πλοῦς ἐστι δήπου λεγόμενος, ἂν ἀποτύχῃ τις πρῶτον, ἐν κώπαισι πλεῖν.

Thr

3

Φιλοσοφεῖ δὲ τοῦθ’ ὅπως καταπράξεται τὸν γάμον.

Thr

4

Ὡς ὀκνηρός, πάντα μέλλων, σιτόκουρος ὁμολογῶν
παρατρέφεσθαι.139

Hie

t

ΙΕΡΕΙΑ.

Hie

1

Οὐδεὶς δι’ ἀνθρώπου θεὸς σώζει, γύναι, ἑτέρου τὸν ἕτερον· εἰ γὰρ ἕλκει τὸν θεόν τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται, ὁ τοῦτο ποιῶν ἐστὶ μείζων τοῦ θεοῦ.
5ἀλλ’ ἔστι τόλμης καὶ βίου ταῦτ’ ὄργανα εὑρημέν’ ἀνθρώποις ἀναιδέσιν, Ῥόδη,
εἰς καταγέλωτα τῷ βίῳ πεπλασμένα.140

Hie

2

Τοὺς τῆς γαμετῆς ὅρους ὑπερβαίνεις, γύναι, τὴν αὐλίαν· πέρας γὰρ αὔλιος θύρα ἐλευθέρᾳ γυναικὶ νενόμιστ’ οἰκίας· τὸ δ’ ἐπιδιώκειν εἴς τε τὴν ὁδὸν τρέχειν,
5ἔτι λοιδορουμένην, κυνός ἐστ’ ἔργον, Ῥόδη.

Imb

t

ΙΜΒΡΙΟΙ.

Imb

1-2

Οὐκ ἔστιν οὐδέν, πάτερ, ἐν ἀνθρώπου φύσει
μεῖζον λογισμοῦ τῷ διαθέσθαι πράγματα. Ἕκαστός ἐστι τῷ λογίσασθαι κατὰ τρόπον ἄρχων, στρατηγός, ἡγεμὼν δήμου, πάλιν141
5σύμβουλος· ὁ διαφέρων λογισμῷ πάντ’ ἔχει.

Hip

t

ΙΠΠΟΚΟΜΟΣ.

Hip

1

Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός, ἀδοξότερος, μίαν δὲ πήραν οὐκ ἔχων, πήρας μὲν οὖν τρεῖς· ἀλλ’ ἐκεῖνος ῥῆμά τι ἐφθέγξατ’ οὐδὲν ἐμφερὲς μὰ τὸν Δία
5τῷ γνῶθι σαυτόν, οὐδὲ τοῖς βοωμένοις τούτοις· ὑπερεῖδε ταῦθ’ ὁ προσαιτῶν καὶ ῥυπῶν·
τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη.142

Hip

2-3

Τὰ δ’ ἐκ μέσου τριπόδια καὶ τραγήματα.

Kan

t

ΚΑΝΗΦΟΡΟΣ.

Kan

1

Τὸ γὰρ προθύμως μὴ πονήσαντας τυχεῖν εὐδαιμονίας εἴωθ’ ὑπερηφανίας ποιεῖν.

Kan

2

Ἀλογίστου τρόπου ἀτύχημα φεύγειν ἐστὶν οὐκ αὐθαίρετον.

Kan

3

Ἐδεῖτο χρῆσαι τὴν σεαυτῆς θυγατέρα
ἀντάλλαγον.143

Kan

4

Ὃ δ’ ἀποκρινεῖται, κἂν ἐγὼ λέγοιμί σοι.

Kan

5

Γραῦς τις κακολόγος ἐκ δυοῖν Αἰξωνέοιν.

Kari

t

ΚΑΡΙΝΗ.

Kari

2

Ὦ μεγίστη τῶν θεῶν νῦν οὖς’ ἀναίδει’, εἰ θεὸν καλεῖν σε δεῖ. δεῖ δέ· τὸ κρατοῦν γὰρ νῦν νομίζεται θεός.
ἐφ’ ὅσον βαδίζεις, ἐφ’ ὅσον ἥξειν μοι δοκεῖς144

Kari

3

Περὶ τὸν τράχηλον ἁλύσιόν τίς σοι δότω.

Karch

t

ΚΑΡΧΗΔΟΝΙΟΣ.

Karch

1

Ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον ὀψάριον οὐδὲν ἔλαβον· ἑψήσω φακῆν.

Karch

2

Αὑτὸν γὰρ οὐδεὶς οἶδε τοῦ ποτ’ ἐγένετο,
ἀλλ’ ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν.145

Karch

3

Ἔργον ἐκ πολλοῦ χρόνου ἄνοιαν ἡμέρᾳ μεταστῆσαι μιᾷ.

Karch

4

Ἄιδοντα λιτυέρσην ἀπ’ ἀρίστου τέως.

Karch

5

Τὸ καλῶς ἔχον που κρεῖττόν ἐστι καὶ νόμου.

Karch

6

Χρεία διδάσκει κἂν ἄμουσος ᾖ σοφόν
Καρχηδόνιον.146

Kat

t

ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ.

Kek

t

ΚΕΚΡΥΦΑΛΟΣ.

Kek

1

Παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν τοῖς γάμοις διακονοῦντας ἀπογεγράφθαι πυθόμενος πάντας μαγείρους κατὰ νόμον καινόν τινα, ἵνα πυνθάνωνται τοὺς κεκλημένους ἐάν
5πλείους τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ, ἐλθών.

Kek

2

Εἶτ’ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε,
μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει.147

Kek

3

Ἡδὺ τὸ μύρον, παιδάριον; Β. ἡδύ· πῶς γὰρ οὔ; νάρδινον.

Kek

4

Ταὐτόματον ἡμῖν ἀφανὲς ὂν συλλαμβάνει.148

Kith

t

ΚΙΘΑΡΙΣΤΗΣ.

Kith

1

Ὤιμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία, οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν τὰς νύκτας, οὐδὲ στρεφομένους ἄνω κάτω οἴμοι λέγειν, ἡδὺν δὲ καὶ πρᾶόν τινα
5ὕπνον καθεύδειν, ἀλλὰ τῶν πτωχῶν τινα. νυνὶ δὲ καὶ τοὺς μακαρίους καλουμένους ὑμᾶς ὁρῶ πονοῦντας ἡμῖν ἐμφερῆ. ἆρ’ ἐστὶ συγγενές τι λύπη καὶ βίος; τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ
10πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ.

Kith

2

Τὸ κουφότατόν σε τῶν κακῶν πάντων δάκνει, πενία· τί γὰρ τοῦτ’ ἐστίν; ἧς γένοιτ’ ἂν εἷς
φίλος βοηθήσας ἰατρὸς ῥᾳδίως.149

Kith

3

Εἰ τοὺς ἀδικηθέντας, πάτερ, φευξούμεθα, τίσιν ἂν βοηθήσαιμεν ἄλλοις ῥᾳδίως;

Kith

4

Τὸ μηδὲν ἀδικεῖν ἐκμαθεῖν γάρ, ὦ Λάχης, ἀστεῖον ἐπιτήδευμα κρίνω τῷ βίῳ.

Kith

5-6

Οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις.
Φιλόμουσον εἶν’ αὐτὸν πάνυ, ἀκούσματ’ εἰς τρυφήν τε παιδεύεσθ’ ἀεί.

Kith

7

Οὕτω τι πρᾶγμ’ ἐστ’ ἐπίπονον τὸ προσδοκᾶν.150

Kith

8

Ὡς ποικίλον πρᾶγμ’ ἐστὶ καὶ πλάνον τύχη.

Kni

t

ΚΝΙΔΙΑ.

Kni

1

Οὐδὲν γένους γένος γὰρ οἶμαι διαφέρειν, ἀλλ’ εἰ δικαίως ἐξετάσεις, καὶ γνήσιος ὁ χρηστός ἐστιν, ὁ δὲ πονηρὸς καὶ νόθος.

Kni

2

Ταὐτόματόν ἐστιν ὡς ἔοικέ που θεός, σώζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων.

Kol

t

ΚΟΛΑΞ.151

Kol

1

Κοτύλας χωροῦν δέκα ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία, τρὶς ἐξέπιον μεστόν γ’. ΣΤ. Ἀλεξάνδρου πλέον τοῦ βασιλέως πέπωκας. Β. οὐκ ἔλαττον, οὔ,
5μὰ τὴν Ἀθηνᾶν. ΣΤ. μέγα γε.152

Kol

2

Γέλωτι πρὸς τὸν Κύπριον ἐκθανούμενος.

Kol

3

Σπονδή· δίδου σὺ σπλάγχν’ ἀκολουθῶν· ποῖ βλέπεις; σπονδή· φέρ’ ὦ παῖ Σωσία· σπονδή· καλῶς. ἔγχει. θεοῖς Ὀλυμπίοις εὐχώμεθα Ὀλυμπίαισι πᾶσι πάσαις· λάμβανε
5τὴν γλῶτταν ἐν τούτῳ· διδόναι σωτηρίαν, ὑγίειαν, ἀγαθὰ πολλά, τῶν ὄντων τε νῦν
ἀγαθῶν ὄνησιν πᾶσι· ταῦτ’ εὐχώμεθα.153

Kol

4

Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα, καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.

Kol

5

Κωβιός, ἠλακατῆνες, [καὶ] κυνὸς οὐραῖον.

Kol

6

Οὐδεὶς ἐπλούτησεν ταχέως δίκαιος ὤν· ὁ μὲν γὰρ αὑτῷ συλλέγει καὶ φείδεται, ὁ δὲ τὸν πάλαι τηροῦντ’ ἐνεδρεύσας πάντ’ ἔχει.154

Kol

7

Ἀλλ’ οὐδὲ γενητὴν δύναμαι εὑρεῖν οὐδένα ἐκ τῶν τοσούτων, καὶ ἀπείλημμαι μόνος.

Kon

t

ΚΩΝΕΙΑΖΟΜΕΝΑΙ.

Kon

1

Ὥστε μηδεὶς πρὸς θεῶν πράττων κακῶς λίαν ἀθυμήσῃ ποτέ·
ἴσως γὰρ ἀγαθοῦ τοῦτο πρόφασις γίγνεται.155

Kon

2-3

Τὸ γνῶθι σαυτὸν ἔστιν ἂν τὰ πράγματα ἴδῃς τὰ σαυτοῦ καὶ τί σοι ποιητέον.

Kyb

t

ΚΥΒΕΡΝΗΤΑΙ.

Kyb

1

Τἀργύριον εἶναι μειράκιόν σοι φαίνεται οὐ τῶν ἀναγκαίων καθ’ ἡμέραν μόνον τιμὴν παρασχεῖν δυνατόν, ἄρτων, ἀλφίτων, ὄξους, ἐλαίου, μείζονος δ’ ἄλλου τινός·
5ἀθανασίας δ’ οὐκ ἔστιν, οὐδ’ ἂν συναγάγῃς τὰ Ταντάλου τάλαντ’ ἐκεῖνα λεγόμενα· ἀλλ’ ἀποθανεῖ καὶ ταῦτα καταλείψεις τισίν. τί οὖν λέγω; μηδ’ αὐτὸς εἰ σφόδρ’ εὐπορεῖς πίστευε τούτῳ, μήτε τῶν πτωχῶν πάλιν
10ἡμῶν καταφρόνει, τοῦ δέ γ’ εὐτυχεῖν ἀεί
πάρεχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον.156

Kyb

2

Οἷοι λαλοῦμεν ὄντες οἱ τρισάθλιοι ἅπαντες οἱ φυσῶντες ἐφ’ ἑαυτοῖς μέγα· αὐτοὶ γὰρ οὐκ ἴσασιν ἀνθρώπων φύσιν. οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται,
5ἐπὰν δ’ ἀνοίξῃ τὰς θύρας, τρισάθλιος· γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετ’ ἀεί,
ἀπὸ πλειόνων ὀδυνᾶτ’, ἐγὼ δ’ ἀπ’ οὐδενός.157

Kyb

3

Τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ τὸ μισθάριον; μένω γὰρ ἐξ ἐχθιζινοῦ.

Leu

t

ΛΕΥΚΑΔΙΑ.

Leu

1

Οὗ δὴ λέγεται πρώτη Σαπφὼ τὸν ὑπέρκομπον θηρῶσα Φάων’ οἰστρῶντι πόθῳ ῥῖψαι πέτρας ἀπὸ τηλεφανοῦς· ἀλλὰ κατ’ εὐχὴν
5σήν, δέσποτ’ ἄναξ, εὐφημείσθω
τέμενος περὶ Λευκάδος ἀκτῆς.158

Leu

2

Ὅστις ὑπέχει χρυσίῳ
τὴν χεῖρα, κἂν μὴ φῇ, πονηρὰ βούλεται.159

Leu

3

Ἀεὶ νομίζονθ’ οἱ πένητες τῶν θεῶν.

Leu

4

Ἐπίθες τὸ πῦρ ἡ ζάκορος· οὑτωσὶ καλῶς.160

Lok

t

ΛΟΚΡΟΙ.

Meth

t

ΜΕΘΗ.

Meth

1

Εἶτ’ οὐχ ὅμοια πράττομεν καὶ θύομεν; ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα, αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας
5Μενδαῖον, Θάσιον, ἐγχέλεις, τυρόν, μέλι, μικροῦ τάλαντον γίγνεται τὸ κατὰ λόγον. δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς, τούτων δὲ πρὸς ταῦτ’ ἀνελεῖν τὴν ζημίαν,
10πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται; ἐγὼ μὲν οὖν ὤν γ’ ὁ θεὸς οὐκ εἴασα τὴν ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε, εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,
ἵνα Καλλιμέδων ἀπέθανεν εἷς τῶν συγγενῶν.161

Meth

2

Ἐμὲ γὰρ διέτριψεν ὁ κομψότατος ἀνδρῶν Χαιρεφῶν, ἱερὸν γάμον φάσκων ποιήσειν δευτέραν μετ’ εἰκάδα καθ’ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ’ ἑτέροις·
5τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς.162

Meth

3

Εἶτ’ οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον, οὐκ ἄλλ’ ὁ τιοῦν ἕτερον.

Mes

t

ΜΕΣΣΗΝΙΑ.

Men

t

ΜΗΝΑΓΥΡΤΗΣ.

Men

1

Οὕτω μαθεῖν δεῖ πάντα, καὶ πλοῦτον φέρειν· ἀσχημοσύνης γὰρ γίγνετ’ ἐνίοις αἴτιος.

Men

2

Προπίνων θηρίκλειον τρικότυλον.

Misog

t

ΜΙΣΟΓΥΝΗΣ.163

Misog

1

Πρὸς τὸ πρᾶγμ’ ἔχω κακῶς. Β. ἐπαριστέρως γὰρ αὐτὸ λαμβάνεις· τὰ δυσχερῆ γὰρ καὶ τὰ λυπήσαντά σε ὁρᾷς ἐν αὐτῷ, τὰ δ’ ἀγάθ’ οὐκέτι βλέπεις.
5εὕροις δ’ ἂν οὐδὲν τῶν ἁπάντων, Σιμύλε, ἀγαθόν, ὅπου τι μὴ πρόσεστι καὶ κακόν. γυνὴ πολυτελής ἐστ’ ὀχληρόν, οὐδ’ ἐᾷ ζῆν τὸν λαβόνθ’ ὡς βούλετ’· ἀλλ’ ἔνεστί τι ἀγαθὸν ἀπ’ αὐτῆς, παῖδες· ἐλθόντ’ εἰς νόσον
10τὸν ἔχοντα ταύτην ἐθεράπευσεν ἐπιμελῶς, ἀτυχοῦντι συμπαρέμεινεν, ἀποθανόντα τε ἔθαψε, περιέστειλεν οἰκείως· ὅρα εἰς ταῦθ’, ὅταν λυπῇ τι τῶν καθ’ ἡμέραν. οὕτω γὰρ οἴσεις πᾶν τὸ πρᾶγμ’· ἂν δ’ ἐκλέγῃ
15ἀεὶ τὸ λυποῦν, μηδὲν ἀντιπαρατιθείς
τῶν προσδοκωμένων, ὀδυνήσει διὰ τέλους.164

Misog

4-5

Ἐπιτρίβουσιν ἡμᾶς οἱ θεοί μάλιστα τοὺς γήμαντας· ἀεὶ γάρ τινα
ἄγειν ἑορτήν ἐστ’ ἀνάγκη. Ἐθύομεν δὲ πεντάκις τῆς ἡμέρας,165
5ἐκυμβάλιζον δ’ ἑπτὰ θεράπαιναι κύκλῳ· αἱ δ’ ὠλόλυζον.

Misog

6

Ὄμνυμί σοι τὸν ἥλιον, ἦ μὴν ἀποίσειν σοι γραφὴν κακώσεως.

Misog

7

Ἕλκει δὲ γραμματείδιον ἐκεῖσε δίθυρον καὶ παράστασις, μία
δραχμή.166

Misog

9

Χαῖρ’ ὦ Γλυκέριον. ΓΛ. καὶ σύ. Α. πολλοστῷ χρόνῳ ὁρῶ σε.

Misog

10

Ἀλλ’ οὐδὲ τὰ βίου νῷν ἴσως δεῖ φροντίσαι.

Misog

11

Χλαμύδα, καυσίαν,
λόγχην, ἀορτήν, ἱμάτια.167

Misou

t

ΜΙΣΟΥΜΕΝΟΣ.168

Misou

1-2

Ἐκ Κύπρου λαμπρῶς πάνυ πράττων· ἐκεῖ γὰρ ὑπό τιν’ ἦν τῶν βασιλέων.

Misou

3-4

Παιδισκάριόν με καταδεδούλωκ’ εὐτελές,
ὃν οὐδὲ εἷς τῶν πολεμίων οὐπώποτε.169

Misou

5-6

Παρ’ ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔξεστιν δέ μοι καὶ βούλομαι τοῦτ’, οὐ ποιῶ δέ. Ἄπολλον, ἀνθρώπων τίν’ ἀθλιώτερον ἑόρακας; ἆρ’ ἐρῶντα δυσποτμώτερον;

Misou

7-8

Εἰ γὰρ ἐπίδοιμι τοῦτο, καὶ ψυχὴν πάλιν λάβοιμ’ ἐγώ· νυνὶ γάρ—ἀλλὰ ποῦ θεούς οὕτως δικαίους ἐστὶν εὑρεῖν ὦ Γέτα;
Οὐπώποτ’ ἠράσθης Γέτα;
5Γ. οὐ γὰρ ἐνεπλήσθην.170

Misou

9

Ἀπαμφιεῖ γὰρ τὸ κατάπλαστον τοῦτό σου
καὶ λανθάνειν βουλόμενον ἡ μέθη ποτέ.171

Misou

10-11

Τί οὐ καθεύδεις; σύ μ’ ἀποκναίεις περιπατῶν. Εἴσελθε κἂν νῦν ὦ μακάριε,

Misou

12

Λακωνική
κλείς ἐστιν ὡς ἔοικέ μοι περιοιστέα.172

Misou

13

Ὦ πάτερ
μισοῦσι μὲν Θράσων’, ἀπεκτάγκασι δ’ οὔ.173

Nau

t

ΝΑΥΚΛΗΡΟΣ.

Nau

1

Ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος Θεόφιλος ἡμῖν, ὦ Στράτων. ὡς εἰς καλόν τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον.
5ΣΤ. ποῖον; Α. τὸ πλοῖον· οὐδὲν οἶσθας ἄθλιε. ΣΤ. τὴν ναῦν σεσῶσθαί μοι λέγεις; Α. ἔγωγε μήν τὴν ναῦν ἐκείνην ἣν ἐποίησε Καλλικλῆς
ὁ Καλύμνιος, Εὐφράνωρ δ’ ἐκυβέρνα Θούριος.174

Nau

2

Ὦ φιλτάτη γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ’ εἶ τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ’ ἄξιον. ὡς δῆτ’ ἐχρῆν, εἴ τις πατρῴαν παραλαβών γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους,
5καὶ μηδ’ ἐπιβαίνειν γῆς, ἵν’ οὕτως ᾔσθετο οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.

Nau

3

Ὅ τε Πολυνείκης πῶς ἀπώλετ’ οὐχ ὁρᾷς;

Nau

4

Καὶ φύσει πως εὐάγωγόν ἐστι πᾶς ἀνὴρ ἐρῶν.

Nau

5

Ὦ Ζεῦ πολυτίμηθ’, οἷόν ἐστ’ ἐλπὶς κακόν.175

Nom

t

ΝΟΜΟΘΕΤΗΣ.

Xen

t

ΞΕΝΟΛΟΓΟΣ.

Xen

1

Ἀνδρὸς πένητος υἱὸς ἐκτεθραμμένος οὐκ ἐξ ὑπαρχόντων, ὁρῶν ᾐσχύνετο τὸν πατέρα μίκρ’ ἔχοντα· παιδευθεὶς γὰρ εὖ τὸν καρπὸν εὐθὺς ἀπεδίδου χάριτος καλόν.

Xen

2

Οὕτως ἀσυλλόγιστον ἡ τύχη ποιεῖ, τὸ συμφέρον τί ποτ’ ἐστὶν ἀνθρώπου βίῳ, [οὐ χρῆται νόμοις, καθ’ οὓς κρίνει τὰ πράγματα]
οὐδ’ ἔστιν εἰπεῖν ζῶντα ταῦτ’ οὐ πείσομαι.176

Oly

t

ΟΛΥΝΘΙΑ.

Oly

1

Ὡς ἄδικον, ὅταν ἡ μὲν φύσις ἀποδῷ τι σεμνόν, τοῦτο δ’ ἡ τύχη κακοῖ.

Oly

2

Ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος.

Oly

3

Μετ’ Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας
ὀβολοὺς φέρων.177

Hom

t

ΟΜΟΠΑΤΡΙΟΙ.

Hom

1

Ἅπας ἐρυθριῶν χρηστὸς εἶναί μοι δοκεῖ.

Hom

2

Χρηστοὺς νομιζομένους ἐφόδιον ἀσφαλές εἰς πάντα καιρὸν καὶ τύχης πᾶσαν ῥοπήν.

Org

t

ΟΡΓΗ.

Org

1

Καίτοι νέος πότ’ ἐγενόμην κἀγώ, γύναι, ἀλλ’ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας τότ’· ἀλλὰ νῦν. οὐδὲ χλανίδ’ εἶχον· ἀλλὰ νῦν. οὐδὲ μύρον εἶχον· ἀλλὰ νῦν. καὶ βάψομαι,
5καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι Κτήσιππος, οὐκ ἄνθρωπος ἐν ὀλίγῳ χρόνῳ· κᾆθ’ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους
ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.178

Org

2

Διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδών
5ὡς ὑστερίζων, καὶ παρῆν ἅμ’ ἡμέρᾳ.

Org

3

Τοῦθ’ ἑταῖρός ἐστιν ὄντως. οὐκ ἐρωτᾷ, πηνίκα δεῖπνόν ἐστιν; ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει τοὺς παρόντας; εἶτα δεῖπνον ἕτερον εἰς τρίτην βλέπει,
. . . . . εἶτα περίδειπνον πάλιν.179

Org

4

Ὁ λιμὸς ὑμῶν τὸν καλὸν τοῦτον δακών Φιλιππίδου λεπτότερον ἀποδείξει νεκρόν.

Org

5

Οὐκ ἔστι μοιχοῦ πρᾶγμα τιμιώτερον
θανάτου γάρ ἐστιν ὤνιον.180

Pai

t

ΠΑΙΔΙΟΝ.

Pai

1

Ἅπαντα δουλεύειν ὁ δοῦλος μανθάνει, πονηρὸς ἔσται· μεταδίδου παρρησίας, βέλτιστον αὐτὸν τοῦτο ποιήσει πολύ.

Pai

2

Ἐφέσια τοῖς γαμοῦσιν οὗτος περιπατεῖ λέγων ἀλεξιφάρμακα.

Pai

3

Χρυσοῦν ἐπόρισας. εἴθε λιθοκόλλητον ἦν· καλὸν ἦν ἂν οὕτως.

Pai

4

Μάραγδον εἶναι ταῦτ’ ἔδει καὶ σάρδια.181

Pai

5

Εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν.

Pal

t

ΠΑΛΛΑΚΗ.

Pal

1

Πολλοὺς λογισμοὺς ἡ πονηρία κυκλοῖ.

Pal

2

Ἀλλὰ τῶν χρηστῶν ἔχει τίν’ ἐπιμέλειαν καὶ θεός.

Pal

3

Μικρὸν ἐπιμείνας προστρέχει, ἠγόρακά σοι περιστέρια λέγων.

Pal

4

Νῦν πῖθι, νῦν ἀφύβρισον. Β. ἢν ἀφύβρικα.182

Par

t

ΠΑΡΑΚΑΤΑΘΗΚΗ.

Par

1

Πεποιήκατ’ ἔργον οὐχ ἑταίρων . . . . . . . . . . ταὐτὰ δ’ ὄντα γράμματα τὴν προσαγόρευσιν οὐ σφόδρ’ εὔσημον ποιεῖ.

Par

2

Στρατεία δ’ οὐ φέρει περιουσίαν οὐδεμί’, ἐφήμερον δὲ καὶ προπετῆ βίον, οὗ πεῖραν ἔχομεν ὄντος οὐ σωτηρίου.

Par

3

Αἰσχρὸν γενέσθαι πτωχὸν ἀσθενῆ θ’ ἅμα.

Par

4

Εὔπιστον ἀτυχῶν ἐστιν ἄνθρωπος φύσει· τὸν πλησίον γὰρ οἴεται μᾶλλον φρονεῖν ὁ τοῖς λογισμοῖς τοῖς ἰδίοις πταίων ἀεί.

Par

5-6

Ὁλκὴν ταλάντου χρυσίου σοι, παιδίον, ἕστηκα τηρῶν.
Μακάριος ἐκεῖνος δεκατάλαντον καταφαγών.183

Par

7

Ἔστι κρίσις ἄδικος, ὡς ἔοικε, κἀν θεοῖς.

Par

8

Τοὺς ὄφεις καλῶς γέ μοι
ἠγόρασας.184

Perik

t

ΠΕΡΙΚΕΙΡΟΜΕΝΗ.

Perik

1-2

Οὕτω ποθεινόν ἐστιν ὁμότροπος φίλος.
Οὐδείς ἐστί μοι ἀλλότριος ἂν ᾖ χρηστός· ἡ φύσις μία πάντων, τὸ δ’ οἰκεῖον συνίστησιν τρόπος.

Perik

3

Ὅμως δ’ ἀπόδειξον ταῦτα τῇ γυναικί σου.185

Perik

4-5

Οἵαν ἀδικῶ γυναῖχ’ ὁ δυσδαίμων ἐγώ.
Ὁ δ’ ἀλάστωρ ἐγώ
καὶ ζηλότυπος ἄνθρωπος.186

Perin

t

ΠΕΡΙΝΘΙΑ.

Perin

1

Ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδ’ ὅ τι οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος, ἐπαβελτερώσας τόν ποτ’ ὄντ’ ἀβέλτερον.

Perin

2

Οὐπώποτ’ ἐζήλωσα πολυτελῆ νεκρόν· εἰς τὸν ἴσον ὄγκον τῷ σφόδρ’ ἔρχετ’ εὐτελεῖ.

Perin

3

Ὅς’ ἐστὶ μαλακὰ συλλαβών
ἐκ τῆς πόλεως τὸ σύνολον ἐκπήδα, φίλος.187

Perin

4

Ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες σφόδρα λοίδοροι.

Perin

5

Οὐδεμίαν ἡ γραῦς ὅλως κύλικα παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ.

Perin

6

Τὸ παιδίον δ’ εἰσῆλθεν ἑψητοὺς φέρον.

Perin

7

Οὐδ’ αὐτός εἰμι σὺν θεοῖς ὑπόξυλος.188

Plo

t

ΠΛΟΚΙΟΝ.

Plo

1

Ἐπ’ ἀμφότερα νῦν ἅτ’ ἐπίκληρος οὖσα δή μέλλει καθευδήσειν· κατείργασται μέγα καὶ περιβόητον ἔργον· ἐκ τῆς οἰκίας ἐξέβαλε τὴν λυποῦσαν ἣν ἐβούλετο,
5ἵν’ ἀποβλέπωσι πάντες εἰς τὸ Κρωβύλης πρόσωπον· ἥ γ’ εὔγνωστος εἶχέ με γυνή δέσποινα, καὶ τὴν ὄψιν ἣν ἐκτήσατο ὄνος ἐν πιθήκοις ἐστὶ δὴ τὸ λεγόμενον. τοῦτο σιωπᾶν βούλομαι τὴν νύκτα τὴν
10πολλῶν κακῶν ἀρχηγόν. οἴμοι Κρωβύλην λαβεῖν ἔμ’, ἑκκαιδεκατάλαντον ὦ θεοί γύναιον οὖσαν πήχεως. εἶτ’ ἐστὶ τὸ φρύαγμα εἴπως ἀνυπόστατον; μὰ τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐδαμῶς.
15παιδισκάριον θεραπευτικὸν δὲ λόγου
τάχιον, ἀπαγέσθω δέ τις ἢ ἄρ’ ἀντεισαγάγοι.189

Plo

2

Ἔχω δ’ ἐπίκληρον Λάμιαν· οὐκ εἴρηκά σοι τοῦτ’; εἶτ’ ἄρ’ οὐχί; κυρίαν τῆς οἰκίας καὶ τῶν ἀγρῶν καὶ πάντων ἀντ’ ἐκείνης ἔχομεν, Ἄπολλον, ὡς χαλεπῶν χαλεπώτατον.
5ἅπασι δ’ ἀργαλέα ’στίν, οὐκ ἐμοὶ μόνῳ, υἱῷ, πολὺ μᾶλλον θυγατρί. Β. πρᾶγμ’ ἄμαχον λέγεις·
εὖ οἶδα.191

Plo

4

Ὦ τρὶς κακοδαίμων, ὅστις ὢν πένης γαμεῖ καὶ παιδοποιεῖθ’. ὡς ἀλόγιστός ἐστ’ ἀνήρ, ὃς μήτε φυλακὴν τῶν ἀναγκαίων ἔχει, μήτ’ ἂν ἀτυχήσας εἰς τὰ κοινὰ τοῦ βίου
5ἐπαμφιάσαι δύναιτο τοῦτο χρήμασιν, ἀλλ’ ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ χειμαζόμενος ζῇ, τῶν μὲν ἀνιαρῶν ἔχων τὸ μέρος ἁπάντων, τῶν δ’ ἀγαθῶν οὐδὲν μέρος·
ὑπὲρ γὰρ ἑνὸς ἀλγῶν ἅπαντας νουθετῶ.192

Plo

5

Ὅστις πένης ὢν ζῆν ἐν ἄστει βούλεται, ἀθυμότερον ἑαυτὸν ἐπιθυμεῖ ποιεῖν· ὅταν γὰρ εἰς τρυφῶντα καὶ σχολὴν ἄγειν δυνάμενον ἐμβλέψῃ, τότ’ αὐτόν ἐστ’ ἰδεῖν
5ὡς ἄθλιον ζῇ καὶ ταλαίπωρον βίον.

Plo

6

Κακῶς ὁ δεσπότης βεβούλευται πάνυ·
ἐν ἀγρῷ γὰρ οἰκῶν οὐ σφόδρ’ ἐξηλέγχετο τῆς μερίδος ὢν τῆς οὐδαμοῦ τεταγμένης, εἶχεν δὲ παραπέτασμα τὴν ἐρημίαν.193

Plo

7

Ἆρ’ ἐστὶν ἀρετῆς καὶ βίου διδάσκαλος ἐλευθέρου τοῖς πᾶσιν ἀνθρώποις ἀγρός.

Plo

8

Ὦ Παρμένων, οὐκ ἔστιν ἀγαθὸν τῷ βίῳ φυόμενον ὥσπερ δένδρον ἐκ ῥίζης μιᾶς, ἀλλ’ ἐγγὺς ἀγαθοῦ παραπέφυκε καὶ κακόν, ἐκ τοῦ κακοῦ τ’ ἤνεγκεν ἀγαθὸν ἡ φύσις.

Plo

9

Ἀεὶ τὸ λυποῦν ἀποδίωκε τοῦ βίου·
μικρόν τι τὸ βίου καὶ στενὸν ζῶμεν χρόνον.194

Plo

10

Οὐκ ἔστι βίον εὑρεῖν ἄλυπον οὐδενός.

Prog

t

ΠΡΟΓΑΜΟΙ.

Prog

1

Τυφλόν γε καὶ δύστηνόν ἐστιν ἡ τύχη.195

Proe

t

ΠΡΟΕΓΚΑΛΩΝ.

Proe

1

Τὸ δ’ εὖ κελευόμενον μέν ἐστιν ἀσφαλέστατον δοῦλον ποιεῖν, ὥς φασι.

Proe

2

Οἷον τὸ γενέσθαι πατέρα παίδων ἦν ἄρα· λύπη, φόβος, φροντίς, πέρας ἐστὶν οὐδὲ ἕν.

Pol

t

ΠΩΛΟΥΜΕΝΟΙ.

Pol

1

Τάλας, ἕστηκας ἔτι πρὸς ταῖς θύραις τὸ φορτίον θείς; σιτόκουρον, ἄθλιον, ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν.

Pol

2

Οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν,
καὶ συμμανῆναι δ’ ἔνια δεῖ.196

Rha

t

ΡΑΠΙΖΟΜΕΝΗ.

Rha

1

Ὁ μὴ δεχόμενος τῶν θεῶν τὸ σύμφορον
αὐτῷ διδόντων ἕνεκα τοῦ ζῆν, βούλεται οὗτος ἀτυχεῖν· ἐὰν δὲ μὴ θεὸς διδῷ, τοῦ μὴ διδόντος, οὐ τρόπου ’σθ’ ἁμαρτία.197

Rha

2

Ἀτύχημα κἀδίκημα διαφορὰν ἔχει· τὸ μὲν διὰ τύχην γίγνεται, τὸ δ’ αἱρέσει.

Rha

3

Ἔρχεται τἀληθὲς εἰς φῶς ἐνίοτ’ οὐ ζητούμενον.

Rha

4

Ἆρ’ ἐστὶν ἀγαθῶν πᾶσι πλείστων αἰτία ἡ σύνεσις, ἂν ᾖ πρὸς τὰ βελτίω σοφή.

Rha

5

Τοὐμὸν θυγάτριον; πάνυ γάρ ἐστι τῇ φύσει
. . . φιλάνθρωπον τὸ παιδάριον σφόδρα.198

Rha

6

Εἶτ’ ἀμφορεαφόρος τις ἀποφορὰν φέρων.

Rha

7

Πόθεν γάρ, ὦ φίλοι θεοί, τούτους ἀνεσπάκασιν οὗτοι τοὺς λόγους;

Rha

8

Ὁ μυόχοδος γέρων λεληθέναι σφόδρα οἰόμενος.

Rha

9

Οὐχ ὁρᾶτε τὴν τροφόν
ζῶμ’ ἐνδεδυμένην;199

Sam

t

ΣΑΜΙΑ.

Sam

1

Φέρε τὸν λιβανωτόν· σὺ δ’ ἐπίθες τὸ πῦρ, Τρύφη.

Sik

t

ΣΙΚΥΩΝΙΟΣ.

Sik

1

Εὐλοιδόρητον, ὡς ἔοικε, φαίνεται τὸ τοῦ στρατιώτου σχῆμα καὶ τὸ τοῦ ξένου.

Sik

2

Στρατοφάνη, λιτόν ποτ’ εἶχες χλαμύδιον καὶ παῖδ’ ἕνα.200

Sik

3

Ἅβραν γὰρ ἀντωνούμενος ἐρωμένην ταύτῃ μὲν οὐ παρέδωκ’ ἔχειν, τρέφει δὲ χωρίς, ὡς ἐλευθέραν πρέπει.

Sik

4

Ὁ πλέων κατήχθη, κρίνεθ’ οὗτος πολέμιος· ἐὰν δ’ ἔχῃ τι μαλακόν, ἀγγαρεύεται.

Sik

5

Κακὴ μὲν ὄψις, ἐν δὲ δειλαῖαι φρένες.201

Str

t

ΣΤΡΑΤΙΩΤΑΙ.

Str

1

Ὁρῶν τι βούλευσαι κατὰ σαυτὸν γενόμενος· τὸ συμφέρον γὰρ οὐχ ὁρᾶται τῷ βοᾶν, ἐν τῷ πρὸς αὑτὸν δ’ ἀναλογισμῷ φαίνεται.

Str

2

Οὐδεὶς ξύνοιδεν ἐξαμαρτάνων πόσον ἁμαρτάνει τὸ μέγεθος, ὕστερον δ’ ὁρᾷ.

Syna

t

ΣΥΝΑΡΙΣΤΩΣΑΙ.

Syna

1

Ἀστεῖον τὸ μή συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον,
ἀλλ’ οἰκοσίτους τοὺς γάμους πεποιηκέναι.202

Syna

2

Ἂν ἔτι πιεῖν μοι δῷ τις· ἀλλ’ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρας’ ἀφ’ ἡμῶν.

Syna

3

Καὶ τὸν ἐπὶ κακῷ γιγνόμενον ἀλλήλων ἀγαπησμόν, οἷος ἦν.

Syna

4

Ἔρως δὲ τῶν θεῶν ἰσχὺν ἔχων πλείστην ἐπὶ τούτου δείκνυται· διὰ τοῦτον ἐπιορκοῦσι τοὺς ἄλλους θεούς.

Syna

5

Πατὴρ δ’ ἀπειλῶν οὐκ ἔχει μέγαν φόβον.

Syna

6

Τρισάθλιόν γε καὶ ταλαίπωρον φύσει
πολλῶν τε μεστόν ἐστι τὸ ζῆν φροντίδων.203

Syner

t

ΣΥΝΕΡΩΣΑ.

Syner

1-2

Ἄφες τὸν ἄνθρωπον. τί κόπτεις ὦ μέλε;

Syneph

t

ΣΥΝΕΦΗΒΟΙ.204

Tit

t

ΤΙΤΘΗ.

Tit

1

Ἢν ἄν τις ὑμῶν παιδίον ᾐτήσατ’ ἢ κέχρηκεν, ἄνδρες γλυκύτατοι.

Tit

2

Οἱ τὰς ὀφρῦς αἴροντες ὡς ἀβέλτεροι καὶ „σκέψομαι“ λέγοντες· ἄνθρωπος γὰρ ὤν σκέψει τί περὶ τοῦ; δυστυχὴς ὅταν τύχῃ· αὐτόματα γὰρ τὰ πράγματ’ ἐπὶ τὸ συμφέρον
5ῥεῖ κἂν καθεύδῃς ἢ πάλιν τοὐναντίον.

Tro

t

ΤΡΟΦΩΝΙΟΣ.

Tro

1

Ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχῆς. Β. τίνος;
ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ· οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα205
5καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ ἁλίσκετ’, ἀλλ’ οὕτως παρέργως ἅπτεται· τὰς δ’ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα μᾶλλον προσεδέξατ’· Ἀρκαδικὸς τοὐναντίον ἀθάλαττος ἐν τοῖς λοπαδίοις ἁλίσκεται·
10Ἰωνικὸς πλούταξ ὑποστάσεις ποιῶν,
κάνδαυλον, ὑποβινητιῶντα βρώματα.206

Tro

2

Τὸ μηδὲν ἀδικεῖν καὶ φιλανθρώπους ποιεῖ.

Hyd

t

ΥΔΡΙΑ.

Hyd

1

Ὡς ἡδὺ τῷ μισοῦντι τοὺς φαύλους τρόπους ἐρημία, καὶ τῷ μελετῶντι μηδὲ ἓν πονηρὸν ἱκανὸν κτῆμ’ ἀγρὸς τρέφων καλῶς. ἐκ τῶν ὄχλων δὲ ζῆλος, ἥ τε κατὰ πόλιν
5αὕτη τρυφὴ λάμπει μέν, ἐς δ’ ὀλίγον χρόνον.207

Hyd

2

Γέροντα δυστυχοῦντα τῶν αὑτοῦ κακῶν ἐπαγόμενον λήθην, ἀνέμνησας πάλιν ἐπὶ τἀτυχεῖν τ’ ἤγειρας.

Hyd

3

Εὐθὺς καταχρήσεσθαι τὸν ἀνορωρυγμένον ταύτην ἰδόντα.

Hyd

4

Οἱ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι φίλτατοι.208

Hym

t

ΥΜΝΙΣ.

Hym

1

Νὴ τὴν Ἀθηνᾶν, μακάριόν γ’ ἡ χρηστότης πρὸς πάντα καὶ θαυμαστὸν ἐφόδιον βίῳ. τούτῳ λαλήσας ἡμέρας σμικρὸν μέρος εὔνους ἐγὼ νῦν εἰμι. πειστικὸν λόγος,
5πρὸς τοῦτ’ ἂν εἴποι τις μάλιστα τῶν σοφῶν. τί οὖν ἑτέρους λαλοῦντας εὖ βδελύττομαι; τρόπος ἔσθ’ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος.

Hym

2

Οὐ πάνυ τι γηράσκουσιν αἱ τέχναι καλῶς,
ἂν μὴ λάβωσι προστάτην φιλάργυρον.209

Hym

3

Ἀλλὰ τἀργυρώματα ἥκω λαβεῖν βουλόμενος.

Hym

4

Νῦν δὲ κατὰ πόλιν εὕρηκε τὸν ἕτερον, τὸν σέ, τὸν ἐμὲ τουτονί.

Hym

5

Οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος.210

Hyp

t

ΥΠΟΒΟΛΙΜΑΙΟΣ Η ΑΓΡΟΙΚΟΣ.

Hyp

1

Μικρὰ Παναθήναι’ ἐπειδὴ δι’ ἀγορᾶς πέμποντά σε, Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφ’ ἅρματος.

Hyp

2

Τοῦτον εὐτυχέστατον λέγω, ὅστις θεωρήσας ἀλύπως, Παρμένων, τὰ σεμνὰ ταῦτ’ ἀπῆλθεν, ὅθεν ἦλθεν, ταχύ, τὸν ἥλιον τὸν κοινόν, ἄστρ’, ὕδωρ, νέφη,
5πῦρ· ταῦτα κἂν ἑκατὸν ἔτη βιῷς ἀεί ὄψει παρόντα, κἂν ἐνιαυτοὺς σφόδρ’ ὀλίγους, σεμνότερα τούτων ἕτερα δ’ οὐκ ὄψει ποτέ. Πανήγυριν νόμισόν τιν’ εἶναι τὸν χρόνον,
ὅν φημι, τοῦτον ἢ ’πιδημίαν, ἐν ᾧ211
10ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί· ἂν πρῶτον ἀπίῃς καταλύσεις, βελτίονα ἐφόδι’ ἔχων ἀπῆλθες ἐχθρὸς οὐδενί· ὁ προσδιατρίβων δ’ ἐκοπίασεν ἀπολέσας, κακῶς τε γηρῶν ἐνδεής του γίγνεται,
15ῥεμβόμενος ἐχθροὺς εὗρ’, ἐπεβουλεύθη ποθέν, οὐκ εὐθανάτως ἀπῆλθεν ἐλθὼν εἰς χρόνον.

Hyp

3ab

Παύσασθε νοῦν ἔχοντες· οὐδὲν γὰρ πλέον ἁ’νθρώπινος νοῦς ἐστιν ἄλλο τῆς τύχης, εἴτ’ ἐστὶ τοῦτο πνεῦμα θεῖον εἴτε νοῦς. τοῦτ’ ἔστι τὸ κυβερνῶν ἅπαντα καὶ στρέφον
5καὶ σῶζον, ἡ πρόνοια δ’ ἡ θνητὴ καπνός καὶ φλήναφος. πείσθητε κοὐ μέμψεσθέ με· πάνθ’ ὅσα νοοῦμεν ἢ λέγομεν ἢ πράττομεν τύχη ’στίν, ἡμεῖς δ’ ἐσμὲν ἐπιγεγραμμένοι. Τύχη κυβερνᾷ πάντα. ταύτην καὶ φρένας212
10δεῖ καὶ πρόνοιαν τὴν θεὸν καλεῖν μόνην, εἰ μή τις ἄλλως ὀνόμασιν χαίρει κενοῖς.

Hyp

4

Τὰ δεύτερ’ ἀεὶ τὴν γυναῖκα δεῖ λέγειν, τὴν δ’ ἡγεμονίαν τῶν ὅλων τὸν ἄνδρ’ ἔχειν. οἶκος δ’ ἐν ᾧ τὰ πάντα πρωτεύει γυνή,
οὐκ ἔστιν ὅστις πώποτ’ οὐκ ἀπώλετο.213

Hyp

5

Τοῦτο μόνον ἐπισκοτεῖ καὶ δυσγενείᾳ καὶ τρόπου πονηρίᾳ, καὶ πᾶσιν οἷς ἔσχηκεν ἄνθρωπος κακοῖς, τὸ πολλὰ κεκτῆσθαι· τὰ δ’ ἄλλ’ ἐλέγχεται.

Hyp

6

Οὐ παντὸς ἀγαθοῦ τὴν πρόνοιαν αἰτίαν κρίνων ἂν ὀρθῶς ὑπολαβεῖν τίς μοι δοκεῖ, ἀλλ’ ἔστι καὶ ταὐτόματον ἔνια χρήσιμον.

Hyp

7

Ἀεὶ κράτιστόν ἐστι τἀληθῆ λέγειν. ἐν παντὶ καιρῷ τοῦτ’ ἐγὼ παρεγγυῶ εἰς ἀσφάλειαν τῷ βίῳ πλεῖστον μέρος.

Hyp

8

Πολλῶν κατὰ γῆν καὶ κατὰ θάλατταν θηρίων
ὄντων, μέγιστόν ἐστι θηρίον γυνή.214

Hyp

9

Ἄπολλον, ἀλλὰ σκαιὸν οὐ μετρίως λέγεις, μετὰ μαρτύρων ἀτυχεῖν, παρὸν λεληθέναι.

Hyp

10

Δυσπαρακολούθητόν τι πρᾶγμ’ ἐστὶν τύχη.

Hyp

11

Τὸν ἄμητα, Χαίριππ’, οὐκ ἐᾷς πέττειν τινά.

Hyp

12

Ὡς μηδὲν ἀποκρινουμένῳ δ’ οὕτω λαλεῖν.

Hyp

13

Γέρων ἀπεμέμυκτ’ ἄθλιος λέμφος.215

Phan

t

ΦΑΝΙΟΝ

Phan

1

Ὑπελήλυθέν τέ μου νάρκα τις ὅλον τὸ δέρμα.

Phan

2

Φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής.

Phan

3

Οἷα δὴ φιλοῦσιν ἰατροὶ λέγειν τὰ φαῦλα μείζω καὶ τὰ δείν’ ὑπέρφοβα,
πυργοῦντες αὑτούς.217

Phas

t

ΦΑΣΜΑ.

Phas

1

Ἐπισημαίνεσθ’ ἐάν
ἡ σκευασία καθάριος ᾖ καὶ ποικίλη.218

Phi

t

ΦΙΛΑΔΕΛΦΟΙ.

Phi

1

Ἤδη δ’ ἐπίχυσις, διάλιθοι λαβρώνιοι, Πέρσαι δ’ ἔχοντες μυιοσόβας ἑστήκεσαν.

Phi

2

Ὥστ’ ἔγωγ’ ἂν εἱλόμην που σαυνίῳ πεπληγμένος.

Phi

3

Οὐ ῥᾴδιον
ἄνοιαν ἐν μικρῷ μεταστῆσαι χρόνῳ.219

Phi

4

Νὴ τὸν Δία τὸν μέγιστον ἐκτυφήσομαι.

Phi

5

Ὡς ἡδὺ τὸ ζῆν, εἰ μεθ’ ὧν κρίνῃ τις ἄν.

Chalkei

t

ΧΑΛΚΕΙΑ.

Chalkei

2

Τοῦτο δὴ τὸ νῦν ἔθος, ἄκρατον, ἐβόων, τὴν μεγάλην· ψυκτῆρά τις προὔπινεν αὐτοῖς ἀθλίους ἀπολλύων.

Chalkei

3

Οὐκ ἂν γένοιτ’ ἐρῶντος ἀθλιώτερον οὐδὲν γέροντος πλὴν ἕτερος γέρων ἐρῶν· ὃς γὰρ ἀπολαύειν βούλεθ’ ὧν ἀπολείπεται
διὰ τὸν χρόνον, πῶς οὗτος οὐκ ἔστ’ ἄθλιος;220

Chalki

t

ΧΑΛΚΙΣ.

Che

t

ΧΗΡΑ.

Che

1

Τὸ λεγόμενον τοῦτ’ ἐστὶ νῦν, τἄνω κάτω, φασίν, τὰ κάτω δ’ ἄνω.

Che

2

Βοῶν ποιείτω τὴν πόλιν διάστατον.221

Che

3

Πρὸς τὴν ἀδελφὴν ἀνάδοχον τῶν χρημάτων.

Che

4

Ἑκοῦσα δ’ ἁ’δελφὴ ποιήσει τοῦτό σοι ἀντάλλαγόν γ’ ἕξουσα τούτῳ διδομένη.

Pseu

t

ΨΕΥΔΗΡΑΚΛΗΣ.

Pseu

1

Μάγειρ’, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα· πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον ἤδη μ’ ἐρωτᾷς· χοιρίδιον ἓν θύομεν, ὀκτὼ ποιήσοντες τραπέζας δ’ ἢ μίαν,
5τί σοὶ διαφέρει τοῦτο; παράθες σημίαν. οὐκ ἔστι κανδύλους ποιεῖν, οὐδ’ οἷα σύ εἴωθας εἰς ταὐτὸν καρυκεύειν, μέλι, σεμίδαλιν, ᾠά. πάντα γὰρ τἀναντία νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ,
10πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς.
ἡ δημιουργὸς δ’ ἀντιπαρατεταγμένη κρεάδι’ ὀπτᾷ καὶ κίχλας τραγήματα. ἔπειθ’ ὁ δειπνῶν μὲν τραγηματίζεται,222
15μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν δειπνεῖ τὰ μελίπηκτα ταῖς κίχλαις.

Pseu

2

Νῦν δ’ εἰς γυναικωνῖτιν εἰσιόνθ’ ὅταν ἴδω παράσιτον, τὸν δὲ Δία τὸν κτήσιον ἔχοντα τὸ ταμιεῖον οὐ κεκλεισμένον,
ἀλλ’ εἰστρέχοντα πορνίδια.223

Pseu

3

Μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυοῖν ταύταιν· τρέφει δὲ παλλακή τις τοῦ πατρός αὐτάς, ἅβρα τῆς μητρὸς αὐτῶν γενομένη.

Pseu

4

Ὑπὲρ μὲν οἴνου μηδὲ γρῦ, τιτθή, λέγε, ἂν τἄλλα δ’ ᾖς ἄμεμπτος, ἕκτην ἐπὶ δέκα βοηδρομιῶνος ἐνδελεχῶς ἕξεις ἀεί.

Pseu

5

Ἀστοργίαν ἔχει τίν’ ὁ σκληρὸς βίος.224

Pso

t

ΨΟΦΟΔΕΗΣ.

Pso

1

Ἐπίσημον αὖ τὴν ἀσπίδ’ εἰς τὴν τοῦ Διός
στοὰν ἀνέθηκαν.225

FIF

t

FABULARUM INCERTARUM FRAGMENTA.

FIF

1

Ἢ μὴ γαμεῖν γάρ, ἂν δ’ ἅπαξ λάβῃς, φέρειν μύσαντα πολλὴν προῖκα καὶ γυναῖκα δεῖ. [ἐκπυνθάνεσθαι τἀρσένων δ’ ἡμᾶς σέθεν. τὸ μὲν μέγιστον οὔποτ’ ἄνδρα χρὴ σοφόν
5λίαν φυλάσσειν ἄλοχον ἐν μυχοῖς δόμων· ἐρᾷ γὰρ ὄψις τῆς θύραθεν ἡδονῆς, ἐν δ’ ἀφθόνοισι τοῖσδ’ ἀναστρωφωμένη, βλέπουσά τ’ εἰς πᾶν καὶ παροῦσα πανταχοῦ, τὴν ὄψιν ἐμπλήσας’ ἀπήλλακται κακῶν.
10τό τ’ ἄρσεν ἀεὶ τοῦ κεκρυμμένου λίχνον. ὅστις δὲ μοχλοῖς καὶ διὰ σφραγισμάτων σώζει δάμαρτα, δρᾶν τι δὴ δοκῶν σοφόν, μάταιός ἐστι καὶ φρονῶν οὐδὲν φρονεῖ. ἥτις γὰρ ἡμῶν καρδίαν θύραζ’ ἔχει,
15θᾶσσον μὲν οἰστοῦ καὶ πτεροῦ χωρίζεται, λάθοι δ’ ἂν Ἄργου τὰς πυκνοφθάλμους κόρας. καὶ πρὸς κακοῖσι τοῦτο δὴ μέγας γέλως,
ἁνήρ τ’ ἀχρεῖος, χἠ γυνὴ διοίχεται.]226

FIF

2

Εἰ γὰρ ἐγένου σύ, Τρόφιμε, τῶν πάντων μόνος, ὅτ’ ἔτικτεν ἡ μήτηρ ς’, ἐφ’ ᾧ τε διατελεῖν πράττων ἃ βούλει καὶ διευτυχεῖν ἀεί, καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι,
5ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ ς’ ἐψευσμένος ἄτοπόν τε πεποίηκ’. εἰ δ’ ἐπὶ τοῖς αὐτοῖς νόμοις ἐφ’ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ, οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον.
10τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ, οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν ταπεινότητα ζῷον οὐδὲν λαμβάνει. καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὄν φύσει, μεγίστοις οἰκονομεῖται πράγμασιν,
15ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά. σὺ δ’ οὔθ’ ὑπερβάλλοντα, Τρόφιμ’, ἀπώλεσας ἀγαθά, τὰ νυνὶ δ’ ἔστι μέτριά σοι κακά.
ὥστ’ ἀνὰ μέσον που καὶ τὸ λοιπὸν δὴ φέρε.227

FIF

3

Καὶ τοῦτον ἡμᾶς τὸν τρόπον γαμεῖν ἔδει ἅπαντας, ὦ Ζεῦ σῶτερ, ὡς ὠνήμεθα. οὐκ ἐξετάζειν μὲν τὰ μηδὲν χρήσιμα, τίς ἦν ὁ πάππος ἧς γαμεῖ, τήθη δὲ τίς,
5τὸν δὲ τρόπον αὐτῆς τῆς γαμουμένης, μεθ’ ἧς βιώσεται, μήτ’ ἐξετάσαι μήτ’ εἰσιδεῖν· ἀλλ’ ἐπὶ τράπεζαν μὲν φέρειν τὴν προῖχ’, ἵνα εἰ τἀργύριον καλόν ἐστι δοκιμαστὴς ἴδῃ, ὃ πέντε μῆνας ἔνδον οὐ γενήσεται,
10τῆς διὰ βίου δ’ ἔνδον καθεδουμένης ἀεί μὴ δοκιμάσασθαι μηδέν, ἀλλ’ εἰκῆ λαβεῖν, ἀγνώμον’, ὀργίλην, χαλεπήν, ἐὰν τύχῃ, λάλον. περιάξω τὴν ἐμαυτοῦ θυγατέρα
τὴν πόλιν ὅλην· οἱ βουλόμενοι ταύτην λαβεῖν,228
15λαλεῖτε, προσκοπεῖσθε πηλίκον κακόν λήψεσθ’· ἀνάγκη γὰρ γυναῖκ’ εἶναι κακόν, ἀλλ’ εὐτυχής ἐσθ’ ὁ μετριώτατον λαβών.

FIF

4

Ἀπολεῖ με τὸ γένος. μὴ λέγ’, εἰ φιλεῖς ἐμέ, μῆτερ, ἐφ’ ἑκάστῳ τὸ γένος. οἷς ἂν τῇ φύσει ἀγαθὸν ὑπάρχῃ μηδὲν οἰκεῖον προσόν, ἐκεῖσε καταφεύγουσιν, εἰς τὰ μνήματα
5καὶ τὸ γένος, ἀριθμοῦσίν τε τοὺς πάππους ὅσοι· οὐδὲν δ’ ἔχουσι πλεῖον, οὐδ’ ἐρεῖς ὅτῳ οὐκ εἰσὶ πάπποι· πῶς γὰρ ἐγένοντ’ ἄν ποτε; εἰ μὴ λέγειν δ’ ἔχουσι τούτους διά τινα τόπου μεταβολὴν ἢ φίλων ἐρημίαν,
10τί τῶν λεγόντων εἰσὶ δυσγενέστεροι; ὃς ἂν εὖ γεγονὼς ᾖ τῇ φύσει πρὸς τἀγαθά, κἂν Αἰθίοψ ᾖ, μῆτερ, ἔστιν εὐγενής.
Σκύθης τίς; ὄλεθρος· ὁ δ’ Ἀνάχαρσις οὐ Σκύθης;229

FIF

5

Ἅπαντα τὰ ζῷ’ ἔστι μακαριώτερα καὶ νοῦν ἔχοντα μᾶλλον ἀνθρώπου πολύ. τὸν ὄνον ὁρᾶν ἔξεστι πρῶτα τουτονί. οὗτος κακοδαίμων ἐστὶν ὁμολογουμένως·
5τούτῳ κακὸν δι’ αὑτὸν οὐδὲν γίγνεται, ἃ δ’ ἡ φύσις δέδωκεν αὐτὰ ταῦτ’ ἔχει. ἡμεῖς δὲ χωρὶς τῶν ἀναγκαίων κακῶν αὐτοὶ παρ’ αὑτῶν ἕτερα προσπορίζομεν. λυπούμεθ’ ἂν πτάρῃ τις, ἂν εἴπῃ κακῶς
10ὀργιζόμεθ’, ἂν ἴδῃ τις ἐνύπνιον σφόδρα φοβούμεθ’, ἂν γλαὺξ ἀνακράγῃ δεδοίκαμεν. ἀγωνίαι, δόξαι, φιλοτιμίαι, νόμοι,
ἅπαντα ταῦτ’ ἐπίθετα τῇ φύσει κακά.230

FIF

6

Εἶτ’ οὐ δικαίως προσπεπατταλευμένον γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις, καὶ γίγνετ’ αὐτῷ λαμπάς, ἄλλο δ’ οὐδὲ ἕν ἀγαθόν; ὃ μισεῖν οἶμ’ ἅπαντας τοὺς θεούς,
5γυναῖκας ἔπλασεν. ὦ πολυτίμητοι θεοί, ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων; γαμεῖ; λάθριοι τὸ λοιπὸν γὰρ ἐπιθυμίαι κακαί, γαμηλίῳ λέχει τε μοιχὸς ἐντρυφῶν, καὶ φαρμακεῖαι, καὶ νόσων χαλεπώτατος
10φθόνος, μεθ’ οὗ ζῇ πάντα τὸν βίον γυνή.

FIF

7

Μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόν’ οὐκ ἔχω εὑρεῖν ὁμοίαν τῷ γεγονότι πράγματι, ζητῶν πρὸς ἐμαυτὸν τί ταχέως ἀπολλύει. στρόβιλος; ἐν ὅσῳ συστρέφεται, προσέρχεται,
5προέλαβεν, ἐξέρριψεν, αἰὼν γίγνεται.
ἀλλ’ ἐν πελάγει συγκλυσμός; ἀναπνοὴν ἔχει „Ζεῦ σῶτερ“ εἰπεῖν „ἀντέχου τῶν σχοινίων“ ἑτέραν περιμεῖναι χἀτέραν τρικυμίαν· ναυαγίου δ’ ἂν ἐπιλάβοι’, ἐγὼ δ’ ἅπαξ231
10ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῷ.

FIF

8ab

Πάντες μὲν οἱ Θρᾷκες, μάλιστα δ’ οἱ Γέται ἡμεῖς ἁπάντων (καὶ γὰρ αὐτὸς εὔχομαι ἐκεῖθεν εἶναι τὸ γένος), οὐ σφόδρ’ ἐγκρατεῖς ἐσμέν.
5Γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς εἰ μὴ δέκ’ ἤ ἕνδεκα γυναῖκας, δώδεκ’ ἢ πλείους τινές. ἂν τέτταρας δ’ ἢ πέντε γεγαμηκὼς τύχῃ καταστροφῆς τις, ἀνυμέναιος ἄθλιος
ἄνυμφος οὗτος ἐπικαλεῖτ’ ἐν τοῖς ἐκεῖ.232

FIF

9

Ὅταν εἰδέναι θέλῃς σεαυτὸν ὅστις εἶ, ἔμβλεψον εἰς τὰ μνήμαθ’, ὡς ὁδοιπορεῖς. ἐνταῦθ’ ἔνεστ’ ὀστᾶ τε καὶ κούφη κόνις ἀνδρῶν βασιλέων καὶ τυράννων καὶ σοφῶν,
5καὶ μέγα φρονούντων ἐπὶ γένει καὶ χρήμασιν, αὑτῶν τε δόξῃ κἀπὶ κάλλει σωμάτων. ἀλλ’ οὐδὲν αὐτῶν τῶνδ’ ἐπήρκεσεν χρόνος. κοινὸν τὸν ᾅδην ἔσχον οἱ πάντες βροτοί. πρὸς ταῦθ’ ὁρῶν γίγνωσκε σαυτὸν ὅστις εἶ.

FIF

10

Ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας. ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεούς
τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον.233
5ἱδρυσάμενος τούτους γὰρ εἰς τὴν οἰκίαν εὖξαι τί βούλει, πάντα σοι γενήσεται, ἀγρός, οἰκίαι, θεράποντες, ἀργυρώματα, φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου· αὐτοὺς γὰρ ἕξεις τοὺς θεοὺς ὑπηρέτας.

FIF

11

Ὁ πάντα βουληθεὶς ἂν ἄνθρωπος πονεῖν πάντ’ ἂν γένοιτο· πλούσιος τρόπον τινά· πάλιν φιλόσοφός τινι μαθήσει χρώμενος· τὸ σῶμ’ ὑγιαίνει τινὰ δίαιταν προσφέρων.
5πλὴν ἕν τι τῶν πάντων ἀδύνατον ἦν ἄρα εὑρεῖν, δι’ οὗ τρόπου τις οὐ λυπήσεται. οὐ γὰρ τὸ μὴ πράττειν κατὰ νοῦν ἔχει μόνον
λύπην, παρέχει δὲ φροντίδας καὶ τἀγαθά.234

FIF

12

Μειράκιον, οὔ μοι κατανοεῖν δοκεῖς ὅτι ὑπὸ τῆς ἰδίας ἕκαστα κακίας σήπεται, καὶ πάντα τὰ λυμαινόμεν’ ἔστιν ἔνδοθεν. οἷον ὁ μὲν ἰός, ἂν σκοπῇς, τὸ σιδήριον,
5τὸ δ’ ἱμάτιον οἱ σῆτες, ὁ δὲ θρὶψ τὸ ξύλον. ὃ δὲ τὸ κάκιστον τῶν κακῶν πάντων, φθόνος φθισικὸν πεποίηκε καὶ ποιήσει καὶ ποιεῖ, ψυχῆς πονηρᾶς δυσσεβὴς παράστασις.

FIF

13

Δέρκιππε καὶ Μνήσιππε, τοῖς εἰρημένοις
ἡμῶν ὑπό τινος ἢ πεπονθόσιν κακῶς ἔστιν καταφυγὴ πᾶσιν, οἱ χρηστοὶ φίλοι. δεῖ γὰρ ἀποδύρασθαί τι μὴ γελώμενον·235
5καὶ συναγανακτοῦνθ’ ὁπόταν οἰκείως ὁρᾷ ἕκαστος αὐτῶν τὸν παρόντα, παύεται τοῦτον μάλιστα τὸν χρόνον τοῦ δυσφορεῖν.

FIF

14

Τίνι δεδούλωταί ποτε; ὄψει; φλύαρος· τῆς γὰρ αὐτῆς πάντες ἄν ἤρων· κρίσιν γὰρ τὸ βλέπειν ἴσην ἔχει. ἀλλ’ ἡδονή τις τοὺς ἐρῶντας ἐπάγεται
5συνουσίας; πῶς οὖν ἕτερος ταύτην ἔχων οὐδὲν πέπονθεν, ἀλλ’ ἀπῆλθε καταγελῶν, ἕτερος δ’ ἀπόλωλε; καιρός ἐστιν ἡ νόσος
ψυχῆς, ὁ πληγεὶς δ’ εἴσω δὴ τιτρώσκεται.236

FIF

15

Εἴπερ τὸν ἀδικοῦντ’ ἀσμένως ἠμύνετο ἕκαστος ἡμῶν καὶ συνηγωνίζετο, ἴσως νομίζων ἴδιον εἶναι τὸ γεγονός ἀδίκημα, καὶ συνεπράττομεν ἀλλήλοις πικρῶς,
5οὐκ ἂν ἐπὶ πλεῖον τὸ κακὸν ἡμῖν ἤυξετο τὸ τῶν πονηρῶν, ἀλλὰ παρατηρούμενοι καὶ τυγχάνοντες ἧς ἔδει τιμωρίας ἤτοι σπάνιοι σφόδρ’ ἂν ἦσαν ἢ πεπαυμένοι.

FIF

16

Ὀκνεῖ δὲ νοῦν ἔχους’ ἴσως, ἀεὶ δὲ τοῖς παροῦσι δακρύοις ἐμποιεῖ τὸ θῆλυ τῆς ψυχῆς ἀναβολὴν τῷ πάθει.

FIF

17

Ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν, οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ,
καὶ παραινέσεις πέπαικεν, εἶτα μήτηρ δευτέρα, εἶτα τήθη παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,237
5τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον. ὁ δ’ ἐπινεύει πᾶσι τούτοις.

FIF

18ab

Ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου ἀγαθός· κακὸν γὰρ δαίμον’ οὐ νομιστέον εἶναι βίον βλάπτοντα χρηστόν.
5Ἅπαντα δ’ ἀγαθὸν εἶναι τὸν θεόν.

FIF

19

Ἄνθρωπος ὢν μηδέποτε τὴν ἀλυπίαν αἰτοῦ παρὰ θεῶν, ἀλλὰ τὴν μακροθυμίαν.
ὅταν γὰρ ἄλυπος διὰ τέλους εἶναι θέλῃς, ἢ δεῖ θεόν ς’ εἶναί τιν’ ἢ τάχα δὴ νεκρόν.238
5παρηγόρει δὲ τὰ κακὰ δι’ ἑτέρων κακῶν.

FIF

20

Ὅταν τις ἡμῶν ἀμέριμνον ἔχῃ τὸν βίον, οὐκ ἐπικαλεῖται τὴν τύχην εὐδαιμονῶν· ὅταν δὲ λύπαις περιπέσῃ καὶ πράγμασιν, εὐθὺς προσάπτει τῇ τύχῃ τὴν αἰτίαν.

FIF

21

Ὦ γῆρας ἐχθρὸν σωμάτων ἀνθρωπίνων, ἅπαντα συλῶν τὰ καλὰ τῆς εὐμορφίας, καὶ μεταχαράττον τὴν μὲν ἀνδρίαν μελῶν
εἰς τἀπρεπές, τὸ δὲ τάχος εἰς ὄκνον πολύν.239

FIF

22

Ἐὰν πονηροῦ γείτονος γείτων ἔσῃ, πάντως παθεῖν πονηρὸν ἢ μαθεῖν σε δεῖ· ἐὰν ἀγαθοῦ δὲ γείτονος γείτων ἔσῃ, ὡς προσδιδάσκεις ἀγαθὰ καὶ προσμανθάνεις.

FIF

23

Λύπης ἰατρός ἐστιν ἀνθρώποις λόγος· ψυχῆς γὰρ οὗτος μόνος ἔχει θελκτήρια· λέγουσι δ’ αὐτὸν οἱ πάλαι σοφώτατοι ἀστεῖον εἶναι φάρμακον.

FIF

24

Οὐκ ἐκ πότων καὶ τῆς καθ’ ἡμέραν τρυφῆς
ζητοῦμεν ᾧ πιστεύσομεν τὰ τοῦ βίου, πάτερ, οὗ περιττὸν οἴετ’ ἐξευρηκέναι ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου σκιάν.240

FIF

25

Εἰ καὶ σφόδρ’ ἀλγεῖς, μηδὲν ἠρεθισμένος πράξῃς προπετῶς· ὀργῆς γὰρ ἀλογίστου κρατεῖν ἐν ταῖς ταραχαῖς μάλιστα τὸν φρονοῦντα δεῖ.

FIF

26

Ὀχληρὸν ὁ χρόνος ὁ πολύς. ὦ γῆρας βαρύ, ὡς οὐδὲν ἀγαθόν, δυσχερῆ δὲ πόλλ’ ἔχεις τοῖς ζῶσι καὶ λυπηρά. πάντες εἰς σὲ δέ ἐλθεῖν ὅμως εὐχόμεθα καὶ σπουδάζομεν.

FIF

27ab

Καί τοι τί λογίζομ’ ὁ κακοδαίμων προσδοκῶν χάριν παρὰ γυναικὸς κομιεῖσθαι; μὴ μόνον κακόν τι προσλάβοιμι, καὶ κάλλιστ’ ἔχει.
Οὐκ ἐν γυναικὶ φύεται πιστὴ χάρις.241

FIF

28

Ἂν μὲν πλέωμεν ἡμερῶν που τεττάρων, σκεπτόμεθα τἀναγκαῖ’ ἑκάστης ἡμέρας· ἂν δῇ δὲ φείσασθαί τι τοῦ γήρως χάριν, οὐ φεισόμεσθ’ ἐφόδια περιποιούμενοι;

FIF

29

Ἔνεγκ’ ἀτυχίαν καὶ βλάβην εὐσχημόνως. τοῦτ’ ἔστιν ἀνδρὸς νοῦν ἔχοντος, οὐκ ἄνω ἀνασπάσας τις τὰς ὀφρῦς οἴμοι λαλεῖ, ἀλλ’ ὃς τά γ’ αὑτοῦ πράγματ’ ἐγκρατῶς φέρει.

FIF

30

Καὶ τοῦτο θύων οὐδεπώποτ’ εὐξάμην ἐγὼ τὸ σῶζον τὴν ἐμὴν οἰκίαν, ἀλλὰ παρέλιπον οἰκετῶν εἶναι στάσιν
ἔνδον παρ’ αὑτῷ, πρᾶγμα χρησιμώτατον.242

FIF

31

Πλεονεξία μέγιστον ἀνθρώποις κακόν· οἱ γὰρ θέλοντες προσλαβεῖν τὰ τῶν πέλας ἀποτυγχάνουσι πολλάκις νικώμενοι, τὰ δ’ ἴδια προστιθέασι τοῖς ἀλλοτρίοις.

FIF

32

Διονυσίων μὲν ἦν πομπή . . . . . . ὁ δέ μ’ ἠκολούθησεν μέχρι τοῦ πρὸς τὴν θύραν· ἔπειτα φοιτῶν καὶ κολακεύων [ἐμέ τε καί]
5τὴν μητέρ’ ἔγνω μ’.243

FIF

33

Τῆς σκιᾶς τὴν πορφύραν πρῶτον ἐνυφαίνους’· εἶτα μετὰ τὴν πορφύραν τοῦτ’ ἔστιν, οὔτε λευκὸν οὔτε πορφύρα, ἀλλ’ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη.

FIF

34

Οἷος δὲ καὶ τὴν ὄψιν εἶναι φαίνεται, ἀφ’ οὗ τοιοῦτος γέγονεν, οἷον θηρίον. τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ.

FIF

35

Οἴμοι τάλας ἔγωγε. ποῦ ποθ’ αἱ φρένες ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι
τὸν χρόνον, ὅτ’ οὐ ταῦτ’ ἀλλ’ ἐκεῖν’ ᾑρούμεθα;244

FIF

36

Χαλεπὸν Πάμφιλε ἐλευθέρᾳ γυναικὶ πρὸς πόρνην μάχη. πλείονα κακουργεῖ, πλείον’ οἶδ’, αἰσχύνεται οὐδέν, κολακεύει μᾶλλον.

FIF

37

Πῶς δὴ τὸ τραῦμα τοῦτ’ ἔχεις; μεσαγκύλῳ. πῶς πρὸς θεῶν; ἐπὶ κλίμακα πρὸς τεῖχος ἀναβαίνων. ἐγὼ μὲν δεικνύω
ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν.245

FIF

38

Σφάττει με, λεπτὸς γίγνομ’ εὐωχούμενος. τὰ σκώμμαθ’ οἷα τὰ σοφά τε καὶ στρατηγικά. οἷος δ’ ἀλαζών ἐστιν ἀλιτήριος.

FIF

39

Ὡς Ἀλεξανδρῶδες ἤδη τοῦτο· κἂν ζητῶ τινα, αὐτόματος οὗτος παρέσται· κἂν διελθεῖν δηλαδή
διὰ θαλάττης δῇ τόπον τίν’, οὗτος ἔσται μοι βατός.246

FIF

40

Πένητος οὐδέν ἐστι δυστυχέστερον. ἅπαντα μοχθεῖ κἀγρυπνεῖ κἀργάζεται, ἵν’ ἄλλος ἐλθὼν μεταλάβῃ καὶ κτήσηται.

FIF

41

Ἄνθρωπε, μὴ στέναζε, μὴ λυποῦ μάτην. χρήματα γυναῖκα καὶ τέκνων πολλῶν σποράν, ἅ σοι τύχη κέχρηκε, ταῦτ’ ἀφείλετο.

FIF

42

Οὐκ ἔστ’ ἄπιστον οὐδὲν ἐν θνητῷ βίῳ, οὐδ’ ἂν γένοιτο. πολλὰ ποικίλλει χρόνος παράδοξα καὶ θαυμαστὰ καὶ ζώντων τρόποι.

FIF

43

Ἀδύνατον ὡς ἐστίν τι σῶμα τῆς τύχης· ὁ μὴ φέρων δὲ κατὰ φύσιν τὰ πράγματα
τύχην προσηγόρευσε τὸν ἑαυτοῦ τρόπον.247

FIF

44

Κἂν σφόδρα σαφῶς εἰδῇς τι, τὸν κρύπτοντά σε μηδέποτ’ ἐλέγξῃς· δύσκολον πρᾶγμ’ ἔστι γάρ ἃ λανθάνειν τις βούλεται ταῦτ’ εἰδέναι.

FIF

45

Ὅταν ἕτερός σοι μηδὲ ἓν πλέον διδῷ, δέξαι τὸ μόριον· τοῦ λαβεῖν γὰρ μηδὲ ἕν τὸ λαβεῖν ἔλαττον πλεῖον ἔσται σοι πολύ.

FIF

46

Γλυκέρα τί κλάεις; ὀμνύω σοι τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, φιλτάτη, ὀμωμοκὼς καὶ πρότερον ἤδη πολλάκις.

FIF

47

Ὅταν τι πράττῃς ὅσιον, ἀγαθὴν ἐλπίδα πρόβαλλε σαυτῷ, τοῦτο γιγνώσκων ὅτι τόλμῃ δικαίᾳ καὶ θεὸς συλλαμβάνει.248

FIF

48

Σὺ μὲν παραινεῖς ταῦτα ὅσα σοι πρέπει, ἐμὲ δὲ ποιεῖν τὸ καθῆκον οὐχ ὁ σὸς λόγος, εὖ ἴσθ’ ἀκριβῶς, ὁ δ’ ἴδιος πείθει τρόπος.

FIF

49

Ὅστις δὲ διαβολαῖσι πείθεται ταχύ, ἤτοι πονηρὸς αὐτός ἐστι τοὺς τρόπους, ἢ παντάπασι παιδαρίου γνώμην ἔχων.

FIF

50

Οὐδὲν διαβολῆς ἐστιν ἐπιπονώτερον· τὴν ἐν ἑτέρῳ γὰρ κειμένην ἁμαρτίαν δεῖ μέμψιν ἰδίαν αὐτὸν ἐπάναγκες λαβεῖν.

FIF

51

Ἡ νῦν ὑπό τινων χρηστότης καλουμένη μεθῆκε τὸν ὅλον εἰς πονηρίαν βίον·
οὐδεὶς γὰρ ἀδικῶν τυγχάνει τιμωρίας.249

FIF

52

Δεῖ τὸν πολιτῶν προστατεῖν αἱρούμενον τὴν τοῦ λόγου μὲν δύναμιν οὐκ ἐπίφθονον, ἤθει δὲ χρηστῷ συγκεκραμένην ἔχειν.

FIF

53

Τί διακενῆς εἶ χρηστός; εἰ γὰρ ὁ δεσπότης αὐτὸς ἀπολαύει πάντα, σὺ δὲ μὴ λαμβάνεις, σαυτὸν ἐπιτρίβεις, οὐκ ἐκεῖνον ὠφελεῖς.

FIF

54

Πατρῷ’ ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα, τὰ μετὰ γυναικὸς δ’ εἰσιόντ’ εἰς οἰκίαν οὔτ’ ἀσφαλῆ τὴν κτῆσιν οὔθ’ ἱλαρὰν ἔχει.

FIF

55

Ὅστις γυναῖκ’ ἐπίκληρον ἐπιθυμεῖ λαβεῖν πλουτοῦσαν, ἤτοι μῆνιν ἐκτίνει θεῶν, ἢ βούλετ’ ἀτυχεῖν μακάριος καλούμενος.

FIF

56

Ἐμοὶ πόλις ἐστὶ καὶ καταφυγὴ καὶ νόμος, καὶ τοῦ δικαίου τοῦ τ’ ἀδίκου παντὸς κριτής,
ὁ δεσπότης. πρὸς τοῦτον ἕνα δεῖ ζῆν ἐμέ.250

FIF

57

Ὅταν πένης ὢν καὶ γαμεῖν τις ἑλόμενος τὰ μετὰ γυναικὸς ἐπιδέχηται χρήματα, αὑτὸν δίδωσιν, οὐκ ἐκείνην λαμβάνει.

FIF

58

Δύ’ ἔσθ’ ἃ κρῖναι τὸν γαμεῖν μέλλοντα δεῖ, ἤτοι προσηνῆ γ’ ὄψιν ἢ χρηστὸν τρόπον· τὴν γὰρ ὁμόνοιαν τὴν πρὸς ἀλλήλους ποιεῖ.

FIF

59

Αἰσχύνομαι τὸν πατέρα, Κλειτοφῶν, μόνον. ἀντιβλέπειν ἐκεῖνον οὐ δυνήσομαι ἀδικῶν, τὰ δ’ ἄλλα ῥᾳδίως χειρώσομαι.

FIF

60

Ὑπερήφανόν που γίγνεθ’ ἡ λίαν τρυφή, ὅ τε πλοῦτος ἐξώκειλε τὸν κεκτημένον εἰς ἕτερον ἦθος, οὐκ ἐν ᾧ τὸ πρόσθεν ἦν.

FIF

61

Κρεῖττον γάρ ἐστιν, ἂν σκοπῇ τις κατὰ λόγον, μὴ πόλλ’ ἀηδῶς, ὀλίγα δ’ ἡδέως ἔχειν, πενίαν τ’ ἄλυπον μᾶλλον ἢ πλοῦτον πικρόν.251

FIF

62

Ἄνευ κακῶν γὰρ οἰκίαν οἰκουμένην οὐκ ἔστιν εὑρεῖν, ἀλλὰ τοῖς μὲν ἡ τύχη τούτων δίδωσιν ἀφθονίαν, τοῖς δ’ οἱ τρόποι.

FIF

63

Ὦ μεταβολαῖς χαίρουσα παντοίαις τύχη, σόν ἐστ’ ὄνειδος τοῦθ’, ὅταν τις ὢν ἀνήρ δίκαιος ἀδίκοις περιπέσῃ συμπτώμασιν.

FIF

64

Ὀργῇ παραλογισμός ποτ’ οὐδεὶς φύεται. αὕτη κρατεῖ νῦν· ἂν δὲ μικρὸν παρακμάσῃ, κατόψεταί τι μᾶλλον εἰς τὸ συμφέρον.

FIF

65

Τῷ μὲν τὸ σῶμα διατεθειμένῳ κακῶς χρεία ’στ’ ἰατροῦ, τῷ δὲ τὴν ψυχὴν φίλου·
λύπην γὰρ εὔνους οἶδε θεραπεύειν λόγος.252

FIF

66

Ὅταν ᾖ γέρων τις ἐνδεής τε τὸν βίον, οὐδὲν τὸ θνήσκειν δεινόν, ἀλλ’ ἐν τῷ καλῶς ἑκάτερον αὐτῶν τὴν διάγνωσιν φέρει.

FIF

67

Πρᾶον κακοῦργος σχῆμ’ ὑπεισελθὼν ἀνήρ κεκρυμμένη κεῖται παγὶς τοῖς πλησίον.

FIF

68

Ἐμὲ δ’ ἀδικείτω πλούσιος καὶ μὴ πένης· ῥᾷον φέρειν γὰρ κρειττόνων τυραννίδα.

FIF

69

Ὁ προσιών γέρων ἁλιεύς, παρ’ οὗ τὸ φερνίον τρίτην
ταύτην ἐπριάμεθ’ ἡμέραν.253

FIF

70

Ὁ φθονερὸς αὑτῷ πολέμιος καθίσταται· αὐθαιρέτοις γὰρ συνέχεται λύπαις ἀεί.

FIF

71

Πολλοὺς δι’ ἀνάγκην γὰρ πονηροὺς οἶδ’ ἐγώ ὅταν ἀτυχήσωσιν γεγονότας, οὐ φύσει ὄντας τοιούτους.

FIF

72

Τὸ δ’ εὖ φέρειν ἔστιν τοιοῦτον, ἂν δύνῃ μόνος φέρειν, καὶ μὴ ’πίδηλον τὴν τύχην πολλοῖς ποιῇς.

FIF

73

Ἐὰν κακῶς μου τὴν γυναῖχ’ οὕτω λέγῃς, τὸν πατέρα καὶ σὲ τούς τε σοὺς ἐγὼ πλυνῶ.

FIF

74

Εἰ πάντες ἐβοηθοῦμεν ἀλλήλοις ἀεί, οὐδεὶς ἂν ὢν ἄνθρωπος ἐδεήθη τύχης.

FIF

75

Χαλεπόν γε τοιαῦτ’ ἔστιν ἐξαμαρτάνειν,
ἃ καὶ λέγειν ὀκνοῦμεν οἱ πεπραχότες.254

FIF

76

Εὐηθία μοι φαίνεται, Φιλουμένη, τὸ νοεῖν μὲν ὅσα δεῖ, μὴ φυλάττεσθαι δ’ ἃ δεῖ.

FIF

77

Ὁ μὴ φέρων γὰρ εὖ τι τῶν ἐν τῷ βίῳ ἀγαθῶν, ἀλόγιστός ἐστιν οὐχὶ μακάριος.

FIF

78

Τὸ ψεῦδος ἰσχὺν τῆς ἀληθείας ἔχει ἐνίοτε μείζω καὶ πιθανωτέραν ὄχλου.

FIF

79

Τοὺς τὸν ἴδιον δαπανῶντας ἀλογίστως βίον τὸ καλῶς ἀκούειν ταχὺ ποιεῖ πᾶσιν κακῶς.

FIF

80ab

Μὴ πάντοθεν κέρδαιν’, ἐπαισχύνου δέ μοι·
τὸ μὴ δικαίως εὐτυχεῖν ἔχει φόβον. Ὦ τρὶς κακοδαίμων, ὅστις ἐκ φειδωλίας κατέθετο μῖσος διπλάσιον τῆς οὐσίας,255

FIF

81

Οὐπώποτ’ ἐζήλωσα πλουτοῦντα σφόδρα ἄνθρωπον, ἀπολαύοντα μηδὲν ὧν ἔχει.

FIF

82

Οὐ γὰρ τὸ πλῆθος, ἂν σκοπῇ τις, τοῦ ποτοῦ ποιεῖ παροινεῖν, τοῦ πιόντος δ’ ἡ φύσις.

FIF

83

Χαλεπὸν ὅταν τις ὧν πίῃ πλέον λαλῇ, μηδὲν κατειδώς, ἀλλὰ προσποιούμενος.

FIF

84

Οὐκ ἔστιν ὀργῆς, ὡς ἔοικε, φάρμακον ἄλλ’ ἢ λόγος σπουδαῖος ἀνθρώπου φίλου.

FIF

85

Οὐδεὶς ἐφ’ αὑτοῦ τὰ κακὰ συνορᾷ, Πάμφιλε,
σαφῶς, ἑτέρου δ’ ἀσχημονοῦντος ὄψεται.256

FIF

86

Ὁ συνιστορῶν αὑτῷ τι, κἂν ᾖ θρασύτατος, ἡ σύνεσις αὐτὸν δειλότατον εἶναι ποιεῖ.

FIF

87

Αἰσχρόν γ’ ὅταν τις ἐπὶ γλώσσῃ φυείς γλώσσῃ ματαίους ἐξακοντίσῃ λόγους.

FIF

88

Οὔτ’ ἐκ χερὸς μεθέντα καρτερὸν λίθον ῥᾷον κατασχεῖν, οὔτ’ ἀπὸ γλώσσης λόγον.

FIF

89

Καλὸν οἱ νόμοι σφόδρ’ εἰσίν· ὁ δ’ ὁρῶν τοὺς νόμους
λίαν ἀκριβῶς συκοφάντης φαίνεται.257

FIF

90

Ὁ προκαταγιγνώσκων δὲ πρὶν ἀκοῦσαι σαφῶς αὐτὸς πονηρός ἐστι πιστεύσας κακῶς.

FIF

91

Μὴ τοῦτο βλέψῃς εἰ νεώτερος λέγω, ἀλλ’ εἰ φρονούντων τοὺς λόγους ἀνδρῶν ἐρῶ.

FIF

92

Οὐχ αἱ τρίχες ποιοῦσιν αἱ λευκαὶ φρονεῖν, ἀλλ’ ὁ τρόπος ἐνίων ἐστὶ τῇ φύσει γέρων.

FIF

93

Δεῖ τοὺς πενομένους μέχρι ἂν ζῶσιν πονεῖν· ἀπραξία γὰρ λιτὸν οὐ τρέφει βίον.

FIF

94

Ὅστις στρατηγεῖ μὴ στρατιώτης γενόμενος,
οὗτος ἑκατόμβην ἐξάγει τοῖς πολεμίοις.258

FIF

95

Εἰρήνη γεωργὸν κἀν πέτραις τρέφει καλῶς, πόλεμος δὲ κἀν πεδίῳ κακῶς.

FIF

96

Ἐν τοῖς πολεμίοις ὑπερέχειν τὸν ἄνδρα δεῖ· τὸ γὰρ γεωργεῖν ἔργον ἐστὶν οἰκέτου.

FIF

97

Τὰ μεγάλα κέρδη ῥᾳδίως ἢ πλουσίους τοὺς παραβόλως πλέοντας ἢ νεκροὺς ποιεῖ.

FIF

98

Ὅταν τύχῃ τις εὐνοοῦντος οἰκέτου, οὐκ ἔστιν οὐδὲν κτῆμα κάλλιον βίῳ.

FIF

99

Ὅταν φύσει τὸ κάλλος ἐπικοσμῇ τρόπος χρηστός, διπλασίως ὁ προσιὼν ἁλίσκεται.

FIF

100

Ἓν ἔστ’ ἀληθὲς φίλτρον, εὐγνώμων τρόπος. τούτῳ κατακρατεῖν ἀνδρὸς εἴωθεν γυνή.

FIF

101

Οἰκεῖον οὕτως οὐδέν ἐστιν, ὦ Λάχης,
ἐὰν σκοπῇ τις, ὡς ἀνήρ τε καὶ γυνή.259

FIF

102

Γαμεῖν κεκρικότα δεῖ σε γιγνώσκειν, ὅτι ἀγαθὸν μέγ’ ἕξεις, ἂν λάβῃς μικρὸν κακόν.

FIF

103

Τὸ γυναῖκ’ ἔχειν εἶναί τε παίδων, Παρμένων, πατέρα μερίμνας τῷ βίῳ πολλὰς φέρει.

FIF

104

Ὅστις πενόμενος βούλεται ζῆν ἡδέως, ἑτέρων γαμούντων, αὐτὸς ἀπεχέσθω γάμου.

FIF

105

Τὸ γαμεῖν, ἐάν τις τὴν ἀλήθειαν σκοπῇ, κακὸν μέν ἐστιν, ἀλλ’ ἀναγκαῖον κακόν.

FIF

106

Τότε τὰς γυναῖκας δεδιέναι μάλιστα δεῖ, ὅταν τι περιπλάττωσι τοῖς χρηστοῖς λόγοις.

FIF

107

Οὐδέποθ’ ἑταίρα τοῦ καλῶς πεφρόντικεν,
ἣ τὸ κακόηθες πρόσοδον εἴωθεν ποιεῖν.260

FIF

108

Ὁ σκληρότατος πρὸς υἱὸν ἐν τῷ νουθετεῖν τοῖς μὲν λόγοις πικρός ἐστι, τοῖς δ’ ἔργοις πατήρ.

FIF

109

Οὐκ ἔστι μείζων ἡδονὴ ταύτης πατρί, ἢ σωφρονοῦντα καὶ φρονοῦντ’ ἰδεῖν τινα τῶν ἐξ ἑαυτοῦ.

FIF

110

Οὐκ ἔστιν οὐδὲν ἀθλιώτερον πατρός, πλὴν ἕτερος ἂν ᾖ πλειόνων παίδων πατήρ.

FIF

111

Ὀδυνηρόν ἐστιν εὐτυχοῦντα τῷ βίῳ ἔχειν ἔρημον διαδόχου τὴν οἰκίαν.

FIF

112

Ἔστιν δὲ μήτηρ φιλότεκνος μᾶλλον πατρός·
ἡ μὲν γὰρ αὑτῆς οἶδεν υἱόν, ὁ δ’ οἴεται.261

FIF

113

Μηδὲν ὀδύνα τὸν πατέρα γιγνώσκων ὅτι ὁ μέγιστον ἀγαπῶν δι’ ἐλάχιστ’ ὀργίζεται.

FIF

114

Θυγάτηρ ἐπίγαμος, κἂν ὅλως μηδὲν λαλῇ, διὰ τοῦ σιωπᾶν πλεῖστα περὶ αὑτῆς λέγει.

FIF

115

Οὐκ ἔστ’ ἄκουσμ’ ἥδιον ἢ ῥηθεὶς λόγος πατρὸς πρὸς υἱὸν περιέχων ἐγκώμιον.

FIF

116

Ἄνοια θνητοῖς δυστύχημ’ αὐθαίρετον. τί σαυτὸν ἀδικῶν τὴν τύχην καταιτιᾷ;

FIF

117

Οὐδέποτ’ ἀληθὲς οὐδὲν οὔθ’ υἱῷ πατήρ εἴωθ’ ἀπειλεῖν οὔτ’ ἐρῶν ἐρωμένῃ.

FIF

118

Τοὺς εὖ γεγονότας καὶ τεθραμμένους καλῶς
κἀν τοῖς κακοῖς δεῖ λόγον ἔχειν εὐφημίας.262

FIF

119

Πλοῦτος ἀλόγιστος προσλαβὼν ἐξουσίαν καὶ τοὺς φρονεῖν δοκοῦντας ἀνοήτους ποιεῖ.

FIF

120

Κρεῖττον ὀλίγ’ ἐστὶ χρήματ’ ἀνυπόπτως ἔχειν, ἢ πολλὰ φανερῶς, ἀλλὰ μετ’ ὀνείδους λαβεῖν.

FIF

121

Οὐκ ἔστι λύπης, ἄν περ ὀρθῶς τις σκοπῇ, ἄλγημα μεῖζον τῶν ἐν ἀνθρώποις φύσει.

FIF

122

Ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὐτυχεῖν λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι.

FIF

123

Πολλῶν φύσει τοῖς πᾶσιν ἀνθρώποις κακῶν ὄντων μέγιστόν ἐστιν ἡ λύπη κακόν.

FIF

124

Οὐδέν με λυπεῖ μᾶλλον ἢ χρηστὸς τρόπος
εἰς χαλεπὸν ὅταν ᾖ συγκεκλεισμένος βίον.263

FIF

125

Οἰκτρότατόν ἐστι πεῖραν ἐπὶ γήρως ὀδῷ ἀδίκου τύχης δίκαιος εἰληφὼς τρόπος.

FIF

126

Ἄνδρα τὸν ἀληθῶς εὐγενῆ καὶ τἀγαθά καὶ τὰ κακὰ δεῖ πταίοντα γενναίως φέρειν.

FIF

127

Ταῖς ἀτυχίαισι μὴ ’πίχαιρε τῶν πέλας· πρὸς τὴν τύχην γὰρ ζυγομαχεῖν οὐ ῥᾴδιον.

FIF

128

Οὐκ ἐμὸν ἀνοίγειν λανθάνουσαν ἀτυχίαν ἔστ’, ἀλλὰ μᾶλλον κατακαλύπτειν φημὶ δεῖν.

FIF

129

Μέγιστόν ἐστιν ἆρα τοῖς ἐπταικόσιν τὸ παρόντας ἐγγὺς τοὺς συναλγοῦντας βλέπειν.

FIF

130

Εἰ τἄλλ’ ἀφαιρεῖν ὁ πολὺς εἴωθεν χρόνος ἡμῶν, τό γε φρονεῖν ἀσφαλέστερον ποιεῖ.

FIF

131

Πάντων ἰατρὸς τῶν ἀναγκαίων κακῶν
χρόνος ἐστίν. οὗτος καὶ σὲ νῦν ἰάσεται.264

FIF

132

Καλόν γε βασιλεὺς τῇ μὲν ἀνδρείᾳ κρατῶν, τὰ δὲ τοῦ βίου δίκαια διατηρῶν κρίσει.

FIF

133

Νῦν δ’ ἕρπ’ ἀπ’ οἴκων τῶνδε· τὴν γυναῖκα γάρ τὴν σώφρον’ οὐ δεῖ τὰς τρίχας ξανθὰς ποιεῖν.

FIF

134

Μικρὰς τίθημι συμβολὰς ἀκροώμενος.

FIF

135

Καλὸν τὸ Κείων νόμιμόν ἐστι Φανία· ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς.

FIF

136

Ἥλιε, σὲ γὰρ δεῖ προσκυνεῖν πρῶτον θεῶν,
δι’ ὃν θεωρεῖν ἔστι τοὺς ἄλλους θεούς.265

FIF

137

Ἐγὼ δ’ ἀνόητος εὐτελὴς ὑπερβολῇ, ὁ δ’ ἄσωτός ἐστι, πολυτελής, θρασὺς σφόδρα.

FIF

138

Λανθάνει τὰ πράγματα τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεί τοῖς ἀναγκαίοις.

FIF

139

Ἅπανθ’ ὅσα ζῇ καὶ τὸν ἥλιον βλέπει τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτ’ ἔσθ’ ἡδονῆς.

FIF

140

Ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος καλοῦμ’ ὑπὸ πάντων, μακάριος δ’ ὑπ’ οὐδενός.

FIF

141

Εἰ μὲν δή τινα . . . πόρον ἔχεις· εἰ δὲ μή, νενόηκ’ ἐγώ·
μισῶμεν ἀλλήλους.266

FIF

142

Αἰσχύνομαι πλουτοῦντι δωρεῖσθαι φίλῳ, μή μ’ ἄφρονα κρίνῃ καὶ διδοὺς αἰτεῖν δοκῶ.

FIF

143

Χρυσὸς μὲν οἶδεν ἐξελέγχεσθαι πυρί, ἡ δ’ ἐν φίλοις εὔνοια καιρῷ κρίνεται.

FIF

144

Μισῶ πένητα πλουσίῳ δωρούμενον· ἔλεγχός ἐστι τῆς ἀχορτάστου τύχης.

FIF

145

Καιρῷ τὸν εὐτυχοῦντα κολακεύων φίλος, καιροῦ φίλος πέφυκεν, οὐχὶ τοῦ φίλου.

FIF

146

Ἀπόντι μᾶλλον εὐχαριστίαν ποίει·
τῷ γὰρ παρόντι γίγνετ’ εὐτονώτερον.267

FIF

147

Ὁ γὰρ ἀδίκως τι καθ’ ἑτέρου ζητῶν κακόν αὐτὸς προπάσχει τοῦ κακοῦ τὴν ἔκβασιν.

FIF

148

Ὅταν ἐκ πονηροῦ πράγματος κέρδος λάβῃς, τοῦ δυστυχεῖν νόμιζέ ς’ ἀρραβῶν’ ἔχειν.

FIF

149

Δούλῳ γενομένῳ, δοῦλε, δουλεύων φοβοῦ· ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ.

FIF

150

Ἐλεύθερος πᾶς ἑνὶ δεδούλωται, νόμῳ, δυσὶν δὲ δοῦλος, καὶ νόμῳ καὶ δεσπότῃ.

FIF

151

Νόμος φυλαχθεὶς οὐδέν ἐστιν ἢ νόμος, ὁ μὴ φυλαχθεὶς καὶ νόμος καὶ δήμιος.

FIF

152

Μὴ πάσχε πρῶτον τὸν νόμον καὶ μάνθανε.
πρὸ τοῦ παθεῖν σε τῷ φόβῳ προλαμβάνου.268

FIF

153

Μέλλων τι πράττειν μὴ προείπῃς μηδενί. ἅπαντα μεταμέλειαν ἀνθρώποις φέρει. μόνη σιωπὴ μεταμέλειαν οὐ φέρει.

FIF

154

Γυναῖχ’ ὁ διδάσκων γράμματ’ οὐ καλῶς ποιεῖ, ἀσπίδι δὲ φοβερᾷ προσπορίζει φάρμακον.

FIF

155

Καλὴν γυναῖκ’ ἐὰν ἴδῃς μὴ θαυμάσῃς· τὸ γὰρ πολὺ κάλλος καὶ ψόγων πολλῶν γέμει.

FIF

156

Γνώμην ἀρίστην τῇ γυναικὶ μὴ λέγε· γνώμῃ γὰρ ἰδίᾳ τὸ κακὸν ἡδέως ποιεῖ.

FIF

157

Μὴ κλᾷε τοὺς θανόντας· οὐ γὰρ ὠφελεῖ
τὰ δάκρυ’ ἀναισθήτῳ γεγονότι καὶ νεκρῷ.269

FIF

158

Τί τῷ θανόντι δῶρα λαμπρὰ προσφορεῖς, ἃ μετ’ ὀδύνης εἴασε κοὐκ ἐχρήσατο;

FIF

159

Πράττων καλῶς μέμνησο τῆς δυσπραξίας· ὡς γὰρ τὸ πράττειν οὕτω καὶ σκόπει.

FIF

160

Ἐὰν τροφὴν δοὺς τὸν λαβόντ’ ὀνειδίσῃς, ἀψινθίῳ κατέπασας ἀττικὸν μέλι.

FIF

161

Εἰ * * γάμος ἦν ὁ σώζων τὴν ἄλλου νόσον νόσον σώζων αὐτὸς ἀποθνήσκει νοσῶν.

FIF

162

Ὅταν τι μέλλῃς τὸν πέλας κατηγορεῖν, αὐτὸς τὰ σαυτοῦ πρῶτον ἐπισκέπτου κακά.

FIF

163

Μηδέποτε πειρῶ στρεβλὸν ὀρθῶσαι κλάδον·
φύσιν δ’ ἐνεγκεῖν οὗ φύσις βιάζεται.270

FIF

164

Μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν, γῆρας ψέγοντες καὶ πολὺν χρόνον βίου.

FIF

165

Ὅταν γέρων γέροντι γνώμην διδοῖ, θησαυρὸς ἐπὶ θησαυρὸν ἐμπορίζεται.

FIF

166

Ἂν καλὸν ἔχῃ τις σῶμα καὶ ψυχὴν κακήν, καλὴν ἔχει ναῦν καὶ κυβερνήτην κακόν.

FIF

167

Φρόνησιν ἀσκῶν ἄφροσιν μὴ χρῶ φίλοις,
ἐπεὶ κεκλήσῃ καὶ σὺ παντελῶς ἄφρων.271

FIF

168

Μυστήριόν σου μὴ κατείπῃς τῷ φίλῳ, κοὐ μὴ φοβηθῇς αὐτὸν ἐχθρὸν γενόμενον.

FIF

169

Ὁ λοιδορῶν τὸν πατέρα δυσφήμῳ λόγῳ τὴν εἰς τὸ θεῖον ἐκμελετᾷ βλασφημίαν.

FIF

170

Ὦ δέσποτ’ ὦναξ, ἔστι τοῖς σοφοῖς βροτῶν χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι.

FIF

171

Ἐπὰν ἐν ἀγαθοῖς εὐνοούμενός τις ὤν ζητῇ τι κρεῖττον ὧν ἔχει, ζητεῖ κακά.

FIF

172

Λαμπρῶς μὲν ἔνιοι ζῶσιν, οἷς χαλεπώτερον
τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον.272

FIF

173

Ὃς δ’ οὔτ’ ἐρυθριᾶν οἶδεν οὔτε δεδιέναι, τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει.

FIF

174

Ὁ τῶν γεωργῶν ἡδονὴν ἔχει βίος, ταῖς ἐλπίσιν τἀλγεινὰ παραμυθούμενος.

FIF

175

Ψυχὴν ἔχειν δεῖ πλουσίαν· τὰ δὲ χρήματα ταῦτ’ ἐστὶν ὄψις, παραπέτασμα τοῦ βίου.

FIF

176

Κἂν μυρίων γῆς κυριεύῃς πήχεων, θανὼν γενήσει τάχα τριῶν ἢ τεττάρων.

FIF

177

Κακῶς ἀκούων ὅστις οὐκ ὀργίζεται,
πονηρίας πλείστης τεκμήριον φέρει.273

FIF

178

Ἅπανθ’ ὅς’ ὀργιζόμενος ἄνθρωπος ποιεῖ, ταῦθ’ ὕστερον λάβοις ἂν ἡμαρτημένα.

FIF

179

Ὡς κρεῖττόν ἐστι δεσπότου χρηστοῦ τυχεῖν, ἢ ζῆν ταπεινῶς καὶ κακῶς ἐλεύθερον.

FIF

180

Ἂν ἀγνοῶν τι παρά τινος θέλῃς μαθεῖν, τὸ τοῦ μαθητοῦ πρῶτον, ἔχε τὴν σιγήν.

FIF

181

Ὁ μὴ γέλωτος ἄξιος ἂν ᾖ γέλως, αὐτοῦ γέλωτος πέφυκε κατάγελως.

FIF

182

Ὁ μὴ τρέφων τεκοῦσαν ἐκ τέχνης νέος,
ἄκαρπος οὗτός ἐστ’ ἀπὸ ῥίζης κλάδος.274

FIF

183

Ἐπὰν ἐκ μεταβολῆς ἐπὶ κρεῖττον γένῃ, ὅτ’ εὐτυχεῖς μέμνησο τῆς προτέρας τύχης.

FIF

184

Ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν ἀγαθά, τὰ λίαν ἀγαθά.

FIF

185

Παίδων ἐπ’ ἀρότῳ γνησίων δίδωμί σοί γε τὴν ἐμαυτοῦ θυγατέρα.

FIF

186

Μέμφομαί σοι τοῦθ’ ὅτι
χρηστά με λέγοντ’ οὐκ εὖ ποιήσειν προσδοκᾷς.275

FIF

187

Οὐκ ἆρα φροντίζει τις ἡμῶν ἢ μόνος θεός.

FIF

188

Ἄνθρωπε, πέρυσι πτωχὸς ἦσθα καὶ νεκρός, νυνὶ δὲ πλουτεῖς.

FIF

189

Εὐκαταφρόνητος τῇ στολῇ εἴσειμι καὶ ταῦτ’ εἰς γυναῖκας.

FIF

190

Ὡς ἡδὺ πρᾶος καὶ νεάζων τῷ τρόπῳ πατήρ.

FIF

191

Πάντα γάρ
ταῖς ἐνδελεχείαις καταπονεῖται πράγματα.276

FIF

192

Κομψὸς στρατιώτης οὐδ’ ἐὰν πλάττῃ θεός οὐδεὶς γένοιτ’ ἄν.

FIF

193

Ἔργον ἐστί, Φανία, μακρὰν συνήθειαν βραχεῖ λῦσαι χρόνῳ.

FIF

194

Οὐκ ἔστ’ ἀνοίας οὐδέν, ὡς ἐμοὶ δοκεῖ, τολμηρότερον.

FIF

195

Πᾶς ὁ μὴ φρονῶν ἀλαζονείᾳ καὶ ψόφοις ἁλίσκεται.

FIF

196

Μόνος ἔστ’ ἀπαρηγόρητον ἀνθρώποις ἔρως.277

FIF

197

Ἔστι δέ γυνὴ λέγουσα χρήσθ’ ὑπερβάλλων φόβος.

FIF

198

Οὐ πάνυ εἴωθ’ ἀληθὲς οὐδὲ ἓν λέγειν γυνή.

FIF

199

Ὦ νύξ, σὺ γὰρ δὴ πλεῖστον Ἀφροδίτης θεῶν μετέχεις μέρος.

FIF

200

Ὁ θάτερος μὲν τοῖν δυοῖν Διοσκόροιν.278

FIF

201

Στυππεῖον, ἐλέφαντ’, οἶνον, αὐλαίαν, μύρον.

FIF

202

Ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖς.

FIF

203

Λυκοφίλιοι μέν εἰσιν αἱ διαλλαγαί.

FIF

204

Ὁμοῦ τι τῷ τίκτειν παρεγένεθ’ ἡ κόρη.

FIF

205

Ἄνθρωπον ἐξαλλάξομεν κακόν τί σοι
δώσοντα.279

FIF

206

Κύψας καθ’ αὑτὸν τῶν τραγημάτων ἔφλα.

FIF

207

Καθεδοῦμαι δ’ ἐνθαδὶ τὸν Λοξίαν αὐτὸν καταλαβών.

FIF

208ab

Κόψω τὴν θύραν. Ἀλλ’ ἐψόφηκε τὴν θύραν τις ἐξιών.

FIF

209

Ὦ παῖ σιώπα· πόλλ’ ἔχει σιγὴ καλά.280

FIF

210

Ποτήριον, τράπεζαν, ἁρπάγην, κάδον.

FIF

211

Οὐχ οὗτος ἱππόκαμπός ἐστ’ ἐν αἰθέρι;

FIF

212

Μαρτύρομαι ναὶ μὰ τὸν Ἀπόλλω τουτονί καὶ τὰς θύρας.

FIF

213

Ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακόν.

FIF

214

Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ἠγορασμένος.281

FIF

215

Οὐδεὶς γὰρ ἀγαπῶν αὐτὸς ἀμελεῖθ’ ἡδέως.

FIF

216

Κορινθίῳ πίστευε καὶ μὴ χρῶ φίλῳ.

FIF

217

Ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς ᾖ.

FIF

218

Ἡ δ’ εὐπάτειρα φιλόγελως τε παρθένος Νίκη μεθ’ ἡμῶν εὐμενὴς ἕποιτ’ ἀεί.

FIF

219

Δεῖ γὰρ ἢ πλουτεῖν, ὅπως μὴ μάρτυρας πολλοὺς ἔχειν
τοὺς ὁρῶντας.282

FIF

220

Δεδράμηκά σοι δρόμον τοιοῦτον οἷον οὐδεὶς πώποτε.

FIF

221

Τὸ δὴ λεγόμενον τοῦτο θᾶττον ἢ βάδην.

FIF

222

Ἐκάθηντ’ ἐπὶ δίφρου μήτηρ τε καί παρθένος.

FIF

223

Μικροῦ μὲν ἀρραβῶνά με ἔπεισεν εὐθὺς καταβαλεῖν.

FIF

224

Κρωβύλῃ τῇ μητρὶ πείθου καὶ γάμει τὴν συγγενῆ.283

FIF

225

Οὐδὲ λόγον ὑμῶν, οὐδ’ ἐπιστροφὴν ἔχω.

FIF

226

Ὁρᾷς; ἀκαρὴς παραπόλωλας ἀρτίως.

FIF

227

Ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον.

FIF

228

Παρ’ αὐτὸν ἴσα βαίνους’ ἑταίρα πολυτελής.

FIF

229

Πικροῦ γέροντος αὐθεκάστου τὸν τρόπον.

FIF

230

Ἐδεξάμην, ἔτικτον, ἐκτρέφω, φίλε.284

FIF

231

Φορὰ γὰρ νῦν τούτου γέγονε καλή.

FIF

232

Ἐν γειτόνων οἰκῶ γὰρ, ὦ τοιχωρύχε.

FIF

233

Ἵν’ οὐχ αὑτῷ παρετράφην, ἀλλὰ σοί.285

FIF

234

Ἡμέραν τρίτην ἐπεκώμας’ ἡμῖν.

FIF

235

Ἤδη ἀλεαίνῃ πρὸς τὸ πῦρ καθημένη.

FIF

236

Οὐχὶ παρακληθέντας ὑμᾶς δεῖ γὰρ ἡμῖν εὐνοεῖν, ἀλλ’ ὑπάρχειν τοῦτο.

FIF

237

Ἀλλὰ σκατοφάγος ἐστὶ καὶ λίαν πικρός.286

FIF

238

Ἔγημε θαυμαστὴν γυναῖχ’ ὡς σώφρονα.

FIF

239

Πύλη τίς ἐστι Ταινάρου πρὸς ἐσχάτοις.

FIF

240

Οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει.

FIF

241

Λελουμένη γὰρ ἡ’τέρα καὶ διαφανές χιτωνάριον ἔχουσα.

FIF

242ab

Ἐξακεῖσθαι μοι δοκῶ τὸ δίκτυον.
Ἱμάτιον ἀκούμεθα.287

FIF

243a

Ἀπασκαριῶ δ’ ἐγὼ γέλωτι τήμερον.

FIF

243b

Μάντις δ’ ἄριστος ὅστις εἰκάζει καλῶς.

FIF

244

Νόμον φοβηθεὶς μὴ ταραχθήσῃ νόμῳ.

FIF

245

Ἡδύ τ’ ἀποθνήσκειν ὅτῳ ζῆν μὴ πάρεσθ’ ὡς βούλεται.

FIF

246abc

Ὁ χρηστός ἐστι πολλαχοῦ σωτήριος. Τὸ χρηστὰ πράττειν ἔργον ἔστ’ ἐλευθέρου. Μέγιστον ἀγαθόν ἐστι μετὰ νοῦ χρηστότης.

FIF

247

Οὐδὲν κατὰ λόγον γίγνεθ’ ὧν ποιεῖ τύχη.288

FIF

248

Τυφλόν τι τἀνόητον εἶναί μοι δοκεῖ.

FIF

249

Χρηστοῦ παρ’ ἀνδρὸς μηδὲν ὑπονόει κακόν.

FIF

250

Τὸ δοκεῖν διαβολὴν ἔσχε μείζω τοῦ ποιεῖν.

FIF

251-252

Οὐκ ἔστι τόλμης ἐφόδιον μεῖζον βίου. Οὐκ ἔστι τόλμης ἐπιφανεστέρα θεός.

FIF

253

Ἀγροῖκος εἶναι προσποιεῖ πονηρὸς ὤν.

FIF

254

Ἔχει τι τὸ πικρὸν τῆς γεωργίας γλυκύ.

FIF

255

Λυπεῖ με δοῦλος μεῖζον οἰκέτου φρονῶν.

FIF

256

Ἔργον γυναικὸς ἐκ λόγου πίστιν λαβεῖν.289

FIF

257

Τοῦτ’ ἐστὶ τὸ ζῆν, οὐχ ἑαυτῷ ζῆν μόνον.

FIF

258

Πολὺ χεῖρόν ἐστιν ἐρεθίσαι γραῦν ἢ κύνα.

FIF

259a

Φύσει γυνὴ δυσήνιόν ἐστι καὶ πικρόν.

FIF

259b

Ὦ παῖδες, οἷον φίλτρον ἀνθρώποις φρενός.

FIF

260

Δίκας γραφόμενος πρὸς γονεῖς μαίνει, τάλαν.

FIF

261

Υἱὸς δ’ ἀμείνων ἐστὶν εὐνοίᾳ πατρός.

FIF

262

Ἡδύ γ’ ἐν ἀδελφοῖς ἐστιν ὁμονοίας ἔρως.290

FIF

263

Ἄνθρωπος· ἱκανὴ πρόφασις εἰς τὸ δυστυχεῖν.

FIF

264

Αἰσχυνόμενος αἴσχιστα πενίαν ἂν φέροις.

FIF

265

Πειρῶ τύχης ἄνοιαν ἀνδρείως φέρειν.

FIF

266

Ἡδύ γε φίλου λόγος ἐστὶ τοῖς λυπουμένοις.

FIF

267

Ἕλληνές εἰσιν ἄνδρες οὐκ ἀγνώμονες, καὶ μετὰ λογισμοῦ πάντα πράττουσίν τινος.

FIF

268

Φοβούμενοι τὸ θεῖον ἐπὶ τοῦ σοῦ πάθους.

FIF

269

Μὴ ’πὶ μικροῖς αὐτὸς αὑτὸν ὀξύθυμον δείκνυε.291

FIF

270

Κρεῖττον δ’ ἑλέσθαι ψεῦδος ἢ ἀληθὲς κακόν.

FIF

271

Ἦ πού τι χαλεπόν ἐστι τὸ ψευδῆ λέγειν.

FIF

272

Πικρόν ἐστι θρέμμ’ ἐν οἰκίᾳ γέρων.

FIF

273

Οὐδεὶς πονηρὸν πρᾶγμα χρηστὸς ὢν ποιεῖ.

FIF

274

Ὡς ἡδὺ συνέσει χρηστότης κεκραμένη.

FIF

275

Θανόντων δὲ καὶ λόγοι φίλοι προδόται.

FIF

276

Ἅπαντα δοῦλα τοῦ φρονεῖν καθίσταται.

FIF

277

Πένης λέγων τἀληθὲς οὐ πιστεύεται.292

FIF

278

Πᾶν τοὔργον ὀρθῶς ἐκμαθεῖν χρόνου μέτα.

FIF

279

Ἐλευθέρως δούλευε· δοῦλος οὐκ ἔσει.

FIF

280

Ἅπαντα σιγῶν ὁ θεὸς ἐξεργάζεται.

FIF

281abc

Ἐπὶ τοῦτ’ ἐγένοντο πάντες, ἐνθάδ’ ἥξομεν. Ἀνθρωπίνως χρὴ τὰς τύχας φέρειν, ξένε. Τὰ κοινὰ κοινῶς δεῖ φέρειν συμπτώματα.

FIF

282

Τὸ μηδὲν ἀδικεῖν πᾶσιν ἀνθρώποις πρέπει.

FIF

283

Ἀνδρὸς τὰ προσπίπτοντα γενναίως φέρειν.293

FIF

284

Λέγεις, ἃ δὲ λέγεις ἕνεκα τοῦ λαβεῖν λέγεις.

FIF

285

Ὅσος τὸ κατέχειν ἐστὶ τὴν ὀργὴν πόνος.

FIF

286

Συγκέχυκε νῦν τὴν πίστιν ὁ καθ’ ἡμᾶς βίος.

FIF

287

Ἀπερυθριᾷ πᾶς, ἐρυθριᾷ δ’ οὐδεὶς ἔτι.

FIF

288

Οὐδὲν σιωπῆς ἐστι χρησιμώτερον.

FIF

289

Προποιήσεις ἀστικὸν σαυτὸν πάλιν.

FIF

290

Εἰς τὰ καθαρὰ λιμὸς εἰσοικίζεται.294

FIF

291

Ὡς ὡραΐζεθ’ ἡ τύχη πρὸς τοὺς βίους.

FIF

292

Οὐχ ὅθεν ἀπωλόμεσθα σωθείημεν ἄν;

FIF

293

Πρὸς ταῖς ἐμαυτοῦ νῦν θύραις ἕστηκ’ ἐγώ.

FIF

294

Ἀλλὰ καὶ χαμαιτύπη
κρίζει τις.295

FIF

297

Ἐλεύθερόν τι τολμήσει πονεῖν,
θηρᾶν λέοντας, ὅπλα βαστάζειν.296

FIF

302

Τί γὰρ ἐγὼ κατελειπόμην.

FIF

303

Ἐγάμησεν ἣν ἐβουλόμην ἐγώ.

FIF

304

Ἐξάραντες ἐπικροτήσατε.

FIF

305

Δεινὸν σὺ φράγμα τῆς νύμφης λέγεις.298

FIF

306

Τηρῶ τὸν Δία
ὕοντα πολλῷ.299

FIF

309

Ἀλλ’ ἀλαζὼν καὶ θεοῖσιν ἐχθρός.

FIF

310

Τραγῳδῶν ἦν ἀγὼν Διονύσια.

FIF

312

Οὐχ ὁ τρόφιμός σου πρὸς θεῶν, Ὀνήσιμε, ὁ νῦν ἔχων Ἀβροτόνιον τὴν ψάλτριαν
ἔγημ’ ἔναγχος; Β. πάνυ μὲν οὖν.300

FIF

325

Παραιτοῦμαί σε συγγνώμην ἔχειν.302

FIF

339

Ἀναμενῶ σε πρός
τοὔλαιον.305

FIF

348

Αὐλὰς θεραπεύειν καὶ σατράπας.

FIF

349

Ταῦτά ς’ ἀπολώλεκ’ ὦ πονηρέ.307

FIF

455

Πυθοῦ παρ’ αὐτῆς διὰ τίν’ αἰτίαν.321

FIF

459

Οὐκ ἔχω οὔτε ἅλας οὔτε ὄξος οὔτ’ ὀρίγανον.322

FIF

460

Ἐλεεῖθ’ ὁ ποιμὴν καὶ καλεῖται γλυκύτατος.323

FIF

463

Οὐχ ὁ λόγος αὔξει τὴν τέχνην περισσὸς ὤν, ἀλλ’ αὐτὰ κοσμεῖ τὴν τέχνην τὰ πράγματα.

FIF

464

Τί δ’ ὄφελος εὖ λαλοῦντος, ἂν κακῶς φρονῇ;

FIF

465

Ὁ μὲν λόγος σου συνέσεως πολλῆς γέμει, τὰ δ’ ἔργα σύνεσιν οὐκ ἔχοντα φαίνεται.

FIF

466

Ὁ μὴ φρονῶν μέν, πολλὰ δ’ ἐφ’ ἑκάστου λαλῶν δείκνυσιν αὑτοῦ τὸν τρόπον τοῖς ῥήμασιν.

FIF

467

Ὁ μὲν λόγος σου παῖ κατ’ ὀρθὸν εὐδρομεῖ, τὸ δ’ ἔργον ἄλλην οἶμον ἐκπορεύεται.

FIF

468

Ἡ τῶν ὁμοίων αἵρεσις μάλιστά πως
τὴν τοῦ βίου σύγκρασιν ὁμόνοιαν ποιεῖ.324

FIF

469

Γυναικὶ δ’ ὅστις ὅρκον ὀμνύων ἀνήρ μηδὲν ποιεῖ δίκαιον, οὗτος εὐσεβής.

FIF

470

Ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος, μηθ’ ὁ πονηρὸς κατεχέτω χρηστοῦ τόπον.

FIF

471

Οὐχὶ τὴν αὐτὴν ἔχει διάνοιαν αἰτῶν εἷς ἕκαστος καὶ λαβών.

FIF

472

Ἀεὶ δ’ ὁ σωθείς ἐστιν ἀχάριστον φύσει. ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις,
ἣν δεόμενος τότ’ ἀθάνατον ἕξειν ἔφη.325

FIF

473

ὅτου δ’ ἂν ἔργου τυγχάνῃς ἄπειρος ὤν, τὸ πυνθάνεσθαι τῶν κατειδότων καλόν.

FIF

474

Πολὺ κρεῖττόν ἐστιν ἓν καλῶς μεμαθηκέναι ἢ πολλὰ φαύλως περιβεβλῆσθαι πράγματα.

FIF

475

Ὅταν λέγῃς μὲν πολλά, μανθάνῃς δὲ μή, τὸ σὸν διδάξας τοὐμὸν οὐ μαθὼν ἔσει.

FIF

476

Οὐδὲν γὰρ αἰσχρόν ἐστι τἀληθῆ λέγειν.

FIF

477

Ἀδύνατον ὡς ἔοικε τἀληθὲς λαθεῖν.326

FIF

478

Ἐὰν ἐγὼ φῶ νῦν ἔχειν βακτηρίαν χρυσῆν, τί μοι σεμνότερον ἔσται τὸ ξύλον; ἀληθὲς εἶναι δεῖ τὸ σεμνόν, οὐ κενόν.

FIF

479

Κἀν ταῖς ἀπορίαις ἔσθ’ ὁ χρηστὸς χρήσιμος.

FIF

480

Ὦ Ζεῦ πολυτίμηθ’, ὡς καλαὶ νῷν αἱ γυναί.

FIF

481

Εἰ μὴ γαμεῖς γάρ, ἔσχατον νόμιζέ με Μυσῶν.

FIF

482

Θυγάτριον, ἡ νῦν ἡμέρα δίδωσί μοι
ἢ δόξαν ἤτοι διαβολήν.327

FIF

485

Οὐκ ἔστιν οὔτε διάβολος γραῦς ἔνδον.

FIF

486

Καθιζάνει μὲν ἐνίοτ’ εἰς τὰ σήσαμα.328

FIF

491

Διεμέριζε γάρ ὁ Βορυσθενείτης.

FIF

493

Ἀλλὰ προσέδωκας τάλαντον ἵνα παρ’ ἡμῶν ...
καὶ τὸν ἴκτινον λάβῃς.329

FIF

494

Ὁ μηδὲν ἀδικῶν οὐδενὸς δεῖται νόμου.

FIF

499

Φιλόνεικος δ’ ἐστὶ καὶ μία γυνή
εἰς μῆνιν.330

FIF

502

Ἀράβιον ἐξεύρηκα σύμβουλον.331

FIF

506

Ἡ πόλις
ὅλη γὰρ ᾄδει τὸ κακόν.332