TLG 0541 039 :: MENANDER :: Fragmenta MENANDER Comic. Cf. et MENANDRI ET PHILISTIONIS SENTENTIAE (1791) Fragmenta frr. 1, 3–6, 8–33, 36, 39, 41–42, 48, 50–55, 59–100, 102–107, 109–120, 123–132, 134–151, 153–162, 164–171, 173–181, 183–185, 187–189, 191–258, 260–275, 278–314, 316–333, 335–389, 391–411, 413, 415–443, 445–458, 460–463, 465–494, 497–544, 546–720, 722–734, 736–749, 751–864, 866–895, 897–907, 912–930, 962–963, 965–986, 988–1116, 1121, 1127 + tituli Citation: Fragment — (line) | ||
t,ante 1 | ΑΓΡΟΙΚΟΣ | |
t1-12 | ΑΔΕΛΦΟΙ | |
1 | ὦ μακάριόν με· γυναῖκα οὐ λαμβάνω. | 3 |
3 | εἰ δ’ ἔστιν οὗτος τὴν κόρην ὁ διεφθορώς. | |
4 | ἔργον εὑρεῖν συγγενῆ πένητός ἐστιν· οὐδὲ εἷς γὰρ ὁμολογεῖ αὐτῷ προσήκειν τὸν βοηθείας τινὸς | |
δεόμενον· αἰτεῖσθαι γὰρ ἅμα τι προσδοκᾷ. | 4 | |
5 | οὐ παντελῶς δεῖ τοῖς πονηροῖς ἐπιτρέπειν, ἀλλ’ ἀντιτάττεσθ’· εἰ δὲ μή, τἄνω κάτω ἡμῶν ὁ βίος λήσει μεταστραφεὶς ὅλος. | |
6 | πρὸς ἅπαντα δειλὸν ὁ πένης ἐστὶ γὰρ καὶ πάντας αὑτοῦ καταφρονεῖν ὑπολαμβάνει. ὁ γὰρ μετρίως πράττων περισκελέστερον ἅπαντα τἀνιαρά, Λαμπρία, φέρει. | |
8 | ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα | |
κυάθους, ἕως κατέσεισε φιλοτιμούμενος. | 5 | |
9 | κοινὰ τὰ τῶν φίλων. | |
10 | ἐγὼ δ’ ἀγροῖκος, ἐργάτης, σκυθρός, πικρός, φειδωλός. | |
11 | θεός ἐστι τοῖς χρηστοῖς ἀεὶ ὁ νοῦς γάρ, ὡς ἔοικεν, ὦ σοφώτατοι. | |
12 | τί πολλὰ τηρεῖν πολλὰ δεῖ δεδοικότα; | 6 |
t,ante 13 | ΑΛΑΕΙΣ | |
t13-29 | ΑΛΙΕΙΣ | |
13 | χαῖρ’, ὦ φίλη γῆ, διὰ χρόνου πολλοῦ ς’ ἰδὼν ἀσπάζομαι· τουτὶ γὰρ οὐ πᾶσαν ποιῶ τὴν γῆν, ὅταν δὲ τοὐμὸν ἐσίδω χωρίον· | |
τὸ γὰρ τρέφον με τοῦτ’ ἐγὼ κρίνω θεόν. | 7 | |
14 | ὁ πρῶτος εὑρὼν διατροφὴν πτωχῷ τέχνην πολλοὺς ἐποίησεν ἀθλίους· ἁπλοῦν γὰρ ἦν τὸν μὴ δυνάμενον ζῆν ἀλύπως ἀποθανεῖν. | |
15 | ὡς δὲ τὴν ἄκραν κάμπτοντας ἡμᾶς εἶδον, ἐμβάντες ταχὺ ἀνηγάγοντο. | |
16 | ἐκλελάκτικεν | |
ὁ χρηστὸς ἡμῖν μοιχός, ἀλλ’ ἀντάλλαγος— | 8 | |
17 | δύ’ οἰκίας φηλοῦν γερόντων, ὡς λέγεις, ἀβελτέρων. | |
18 | χαλεπόν γε θυγάτηρ κτῆμα καὶ δυσδιάθετον. | |
19 | δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν. | |
20 | καὶ χρυσολαβὲς καλὸν πάνυ | |
ἐγχειρίδιον. | 9 | |
21-22-23 | παχὺς γὰρ ὗς ἔκειτ’ ἐπὶ στόμα. | |
1 | . . . . . . . . . . . . ἐτρύφησεν ὥστε μὴ πολὺν τρυφᾶν χρόνον. | |
---|---|---|
2 | . . . . . . . . . . . . . . ἴδιον ἐπιθυμῶν μόνος μοι θάνατος οὗτος φαίνεται εὐθάνατος, ἔχοντα πολλὰς χολλάδας κεῖσθαι παχύν, | |
5 | ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμ’ ἔχοντ’ ἄνω, ἐσθίοντα καὶ λέγοντα ‘σήπομ’ ὑπὸ τῆς ἡδονῆς.‘ | |
24 | εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυΐνδων χρυσίον, Περσικαὶ στολαὶ δὲ κεῖνται πορφυραῖ, τορεύματα ἔνδον ἔστ’, ἄνδρες, ποτηρίδια, τορεύματα, | |
κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνια. | 10 | |
25 | καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν. | |
26 | ἀναπετῶ τουτὶ προσελθὼν κοὐκ ἀνέξομ’ οὐκέτι. | |
27 | ἀμφιβλήστρῳ περιβάλλεται | 11 |
28 | ἡδυλίζειν | |
29 | ἡ λαμπήνη | |
t30-37 | ΑΝΑΤΙΘΕΜΕΝΗ Η ΜΕΣΣΗΝΙΑ | |
30 | οἱ δ’ ἁρπάσαντες τοὺς κάδους τοὺς στρογγύλους ὕδρευον ἀνδρειότατα κηπουροὶ πάλιν. Β. ‘ἤντλουν‘ λέγειν δεῖ καὶ ‘κάδουσ‘ οὐ δεῖ λέγειν, | |
ἀλλ’ ‘ἀντλιαντλητῆρασ‘. | 12 | |
31 | τίθημ’ ἔχειν χολήν σε καλλιωνύμου πλείω. | |
32 | Ἀράβιον ἆρ’ ἐγὼ κεκίνηκ’ ἄγγελον. | |
33 | ἡγεῖταί μ’ ὅλως | |
ἐπικόπανόν τι. | 13 | |
36 | ἴσσα | |
t38-50 | ΑΝΔΡΙΑ | 14 |
39 | εὑρετικὸν εἶναί φασι τὴν ἐρημίαν οἱ τὰς ὀφρῦς αἴροντες. | |
41 | λούσατ’ αὐτὴν αὐτίκα. | 15 |
42 | καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φιλτάτη, | |
τὸ νεοττίον. | 16 | |
48 | τὸ δ’ ἐρᾶν ἐπισκοτεῖ ἅπασιν, ὡς ἔοικε, καὶ τοῖς εὐλόγως καὶ τοῖς κακῶς ἔχουσιν. | |
50 | ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνάμεθα. | 17 |
t51-58 | ΑΝΔΡΟΓΥΝΟΣ Η ΚΡΗΣ | |
51 | τὰ προσπεσόντα προσδοκᾶν ἅπαντα δεῖ ἄνθρωπον ὄντα· παραμένει γὰρ οὐδὲ ἕν. | |
52 | πλήσας γὰρ ἔφερεν ἐκ παρατάξεώς ποθεν | |
τὰς ἐν Λαμίᾳ πάσας. | 18 | |
53 | τὸ γὰρ σύνηθες οὐδαμοῦ παροπτέον. | |
54 | μαρτύρομαι τὸν φίλιον, ὦ Κράτων, Δία. | |
55 | Μυσῶν ἔσχατος πολέμιος | 19 |
t59-63 | ΑΝΕΨΙΟΙ | |
59 | φύσει γάρ ἐστ’ ἔρως τοῦ νουθετοῦντος κωφόν· ἅμα δ’ οὐ ῥᾴδιον νεότητα νικᾶν ἐστι καὶ θεὸν λόγῳ. | |
60 | εὐδαιμονία τοῦτ’ ἐστὶν υἱὸς νοῦν ἔχων· ἀλλὰ θυγάτηρ κτῆμ’ ἐστὶν ἐργῶδες πατρί. | |
61 | ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί, | |
δεῖ τ’ οὐχὶ σείειν, ἀλλ’ ἀποσείειν αὐτόθεν. | 20 | |
62 | οἶς’ εἰσιὼν πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι· φῶς μόνον πολὺ ποίει. | |
63 | τὰ κακῶς τρέφοντα χωρί’ ἀνδρείους ποιεῖ. | |
t64 | ΑΠΙΣΤΟΣ | |
64 | ᾤμην, εἰ τὸ χρυσίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην ἅβραν ἔσεσθαι. | |
t65-73 | ΑΡΡΗΦΟΡΟΣ Η ΑΥΛΗΤΡΙΣ | 21 |
65 | οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς, τοῦτον καταλιπὼν τὸν βίον· γεγάμηκα γὰρ αὐτός· διὰ τοῦτο σοὶ παραινῶ μὴ γαμεῖν. Β. δεδογμένον τὸ πρᾶγμ’· ἀνερρίφθω κύβος. | |
5 | Α. πέραινε. σωθείης δὲ νῦν. ἀληθινὸν εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων, οὐ Λιβυκόν, οὐδ’ Αἰγαῖον . . . . . οὗ τῶν τριάκοντ’ οὐκ ἀπόλλυται τρία πλοιάρια· γήμας δ’ οὐδὲ εἷς σέσῳσθ’ ὅλως. | |
66 | ἐὰν δὲ κινήσῃ μόνον τὴν Μυρτίλην ταύτην τις ἢ τίτθην καλῇ, πέρας ποιεῖ λαλιᾶς· τὸ Δωδωναῖον ἄν τις χαλκίον, ὃ λέγουσιν ἠχεῖν, ἢν παράψηθ’ ὁ παριών, | |
5 | τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ | |
ταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει. | 22 | |
67 | πάντας μεθύσους τοὺς ἐμπόρους ποιεῖ τὸ Βυζάντιον· ὅλην ἐπίνομεν τὴν νύκτα διὰ σὲ καὶ σφόδρ’ ἄκρατόν μοι δοκῶ. ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων. | |
68 | τὰ πατρῷα μὲν ποιεῖ καιρός ποτε ἀλλότρια, σῴζει δ’ αὐτά που τὰ σώματα· βίου δ’ ἔνεστιν ἀσφάλει’ ἐν ταῖς τέχναις. | |
69 | ἐλλέβορον ἤδη πώποτ’ ἔπιες, Σωσία; Β. ἅπαξ. Α. πάλιν νῦν πῖθι· μαίνει γὰρ κακῶς. | |
70 | πάντ’ ἐστὶ τῷ καλῷ λόγῳ | |
ἱερόν· ὁ νοῦς γάρ ἐστιν ὁ λαλήσων θεός. | 23 | |
71 | ὦ τρισκατάρατε, ζωπύρει τοὺς ἄνθρακας. | |
72 | ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται. | |
73 | ἢ χαλκοῦν μέγα ὁλκεῖον | |
t74-82 | ΑΣΠΙΣ | |
74 | ὦ τρισάθλιοι τί πλέον ἔχουσι τῶν ἄλλων; βίον ὡς οἰκτρὸν ἐξαντλοῦσιν οἱ τὰ φρούρια τηροῦντες, οἱ τὰς ἀκροπόλεις κεκτημένοι· | |
5 | εἰ πάντας ὑπονοοῦσιν οὕτω ῥᾳδίως ἐγχειρίδιον ἔχοντας αὐτοῖς προσιέναι, | |
οἵαν δίκην διδόασιν. | 24 | |
75 | ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν ἀλόγιστος ἔσται τῆς ἀληθείας κριτής. | |
76ab | στρατιώτην, Σμικρίνη, σωτηρίας ἔστ’ ἔργον εὑρεῖν πρόφασιν, ὀλέθρου δ’ εὔπορον. | |
77 | πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν. | |
78 | ἔχων τὴν ἀσπίδα ἔκειτο συντετριμμένην. | |
79 | Ἑλληνίς, οὐκ Ἰβηρίς | 25 |
80 | βρύειν | |
81 | ἔμυξεν | |
82 | κανδύταλις | |
t,ante 83 | ΑΥΛΗΤΡΙΣ | |
t83-84 | ΑΥΤΟΝ ΠΕΝΘΩΝ | |
83 | τυφλὸν ὁ πλοῦτος, καὶ τυφλοὺς τοὺς ἐμβλέποντας εἰς ἑαυτὸν δεικνύει. | |
84 | τὸ στεφανοῦν | |
t,ante 85 | ΑΥΤΟΝ ΤΙΜΩΡΟΥΜΕΝΟΣ | 26 |
t85-87 | ΑΦΡΟΔΙΣΙΑ | |
85 | ἀλλ’ ὅταν ἐρῶντα νοῦν ἔχειν τις ἀξιοῖ, παρὰ τίνι τἀνόητον οὗτος ὄψεται; | |
86 | ἐκφυγοῦσα δ’ ἣν εἶχεν νόσον οὐκ ἔσχε τοὺς ῥηθέντας ἀναθέσθαι λόγους. | |
87 | εἰ τὰς ἀληθείας ἁπλῶς τίς σοι λέγει— | |
t88-92 | ΒΟΙΩΤΙΣ | |
88 | οὐ δεῖ διαβολῆς καταφρονεῖν, οὐδ’ ἂν σφόδρ’ ᾖ ψευδής· ἐπίσταντ’ αὐξάνειν αὐτήν τινες, δι’ οὓς φυλάττεσθαι τὰ τοιαῦτ’ ὀρθῶς ἔχει. | |
89 | πολλὰ δύσκολα εὕροις ἂν ἐν τοῖς πᾶσιν· ἀλλ’ εἰ πλείονα | |
τὰ συμφέροντ’ ἔνεστι, τοῦτο δεῖ σκοπεῖν. | 27 | |
90 | πλοῦτος δὲ πολλῶν ἐπικάλυμμ’ ἐστὶν κακῶν. | |
91 | οὐκ ἔστιν ἑκτεὺς τοῦτο, μὰ τὸν Ἀσκληπιόν. | |
92 | πεντεκτένους μὲν καὶ περίνησα πορφυρᾶ | |
t93-101 | ΓΕΩΡΓΟΣ | |
93 | εὐκαταφρόνητόν ἐστι, Γοργία, πένης, κἂν πάνυ λέγῃ δίκαια· τούτου γὰρ λέγειν ἕνεκα μόνου νομίζεθ’ οὗτος, τοῦ λαβεῖν. καὶ συκοφάντης εὐθὺς ὁ τὸ τριβώνιον | |
5 | ἔχων καλεῖται, κἂν ἀδικούμενος τύχῃ. | 28 |
94 | ὁ δ’ ἠδικηκὼς ὅστις ἔσθ’ οὗτός ποτε τὴν ὑμετέραν πενίαν, κακοδαίμων ἔσθ’, ὅτι τοῦτ’ ἠδίκηκεν, οὗ τυχὸν μεταλήψεται. εἰ καὶ σφόδρ’ εὐπορεῖ γάρ, ἀβεβαίως τρυφᾷ· | |
5 | τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ. | |
95 | οὗτος κράτιστός ἐστ’ ἀνήρ, ὦ Γοργία, ὅστις ἀδικεῖσθαι πλεῖστ’ ἐπίστατ’ ἐγκρατῶς· τὸ δ’ ὀξύθυμον τοῦτο καὶ λίαν πικρὸν δεῖγμ’ ἐστὶν εὐθὺς πᾶσι μικροψυχίας. | |
96 | ἀγρὸν εὐσεβέστερον γεωργεῖν οὐδένα οἶμαι· φέρει γὰρ ὅσα θεοῖς ἄνθη καλά, κιττόν, δάφνην· κριθὰς δ’ ἐὰν σπείρω, πάνυ | |
δίκαιος ὢν ἀπέδωχ’ ὅσας ἂν καταβάλω. | 29 | |
97 | εἰμὶ μὲν ἄγροικος, καὐτὸς οὐκ ἄλλως ἐρῶ, καὶ τῶν κατ’ ἄστυ πραγμάτων οὐ παντελῶς ἔμπειρος, ὁ δὲ χρόνος τί μ’ εἰδέναι ποιεῖ πλέον. | |
98 | βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τε ἐπέλαβεν αὐτόν. | |
99 | ἦν δ’ οὐ πονηρὸς οὐδ’ ἐδόκουν. | |
100 | ἐμβεβρόντησαι; γελοῖον, ὃς κόρης ἐλευθέρας εἰς ἔρωθ’ ἥκων σιωπᾷς καὶ μάτην ποθουμένους | |
περιορᾷς γάμους σεαυτῷ. | 30 | |
t102-105 | ΔΑΚΤΥΛΙΟΣ | |
102 | τίς γὰρ οὑτοσὶ κακοδαίμων ἔφυ, ὃς οὐκ ἂν ἐκδοίη θυγατέρας ἄσμενος, καὶ ταῦτα πεντήκοντα παιδίσκας ἔχων. | |
103 | οἰκόσιτον νυμφίον οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν. | |
104 | ἀνεμιαῖον ἐγένετο | 31 |
105 | αὐτολήκυθοι | |
t106-108 | ΔΑΡΔΑΝΟΣ | |
106 | καὶ λαιμὰ βακχεύει λαβὼν τὰ χρήματα. | |
107 | Δρία παῖ, δειπνοποιεῖσθαι τί δεῖ; | |
t109-112 | ΔΕΙΣΙΔΑΙΜΩΝ | 32 |
109 | ἀγαθόν τί μοι γένοιτο, πολύτιμοι θεοί· ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς ἐμβάδος ἀπέρρηξ’. Β. εἰκότως, ὦ φλήναφε· σαπρὸς γὰρ ἦν, σὺ δὲ μικρολόγος ἄρ’ οὐ θέλων | |
5 | καινὰς πρίασθαι. | |
110 | οὐ δεῖ γὰρ ἀδικεῖν οἰκέτας, ἄλλως τε καὶ ὅταν μετ’ εὐνοίας τι μὴ πονηρίᾳ πταίσωσιν· αἰσχρόν ἐστι τοῦτο γὰρ πάνυ. | |
111 | καὶ τυφλῷ δῆλον | |
112 | ὀλόλους | |
t113-116 | ΔΗΜΙΟΥΡΓΟΣ | 33 |
113 | τί τοῦτο, παῖ; διακονικῶς γὰρ νὴ Δία προελήλυθας. Β. ναί· πλάττομεν γὰρ πλάσματα, τὴν νύκτα τ’ ἠγρυπνήκαμεν· καὶ νῦν ἔτι ἀποίητα πάμπολλ’ ἐστὶν ἡμῖν. | |
114 | μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει· χρῆται γὰρ οὗτος εἰς ἃ δεῖ ταύτῃ καλῶς. | |
115 | βίος | |
116 | ληνόν | 34 |
t117-122 | ΔΙΔΥΜΑΙ | |
117-118 | συμπεριπατήσεις γὰρ τρίβων’ ἔχους’ ἐμοί, ὥσπερ Κράτητι τῷ κυνικῷ ποθ’ ἡ γυνή. | |
2 | . . . . . . . . . . . . . . . καὶ θυγατέρ’ ἐξέδωκ’ ἐκεῖνος, ὡς ἔφη αὐτός, ἐπὶ πείρᾳ δοὺς τριάκονθ’ ἡμέρας. | |
119-120 | ὄρνεις φέρων ἐλήλυθα. ὄρνιθας ἀποστέλλει. | |
t123-126 | ΔΙΣ ΕΞΑΠΑΤΩΝ | |
123 | βουληφόρως τὴν ἡμετέραν, ὦ Δημέα, προκατέλαβες | |
ὅρασιν. | 35 | |
124 | ἐμοὶ παράστα· τὴν θύραν κόψας ἐγὼ καλῶ τιν’ αὐτῶν. | |
125 | ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνῄσκει νέος. | |
126 | οὐ Μεγάβυζος ἦν, ὅστις γένοιτο ζάκορος. | |
t127-139 | ΔΥΣΚΟΛΟΣ | 36 |
127 | τῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον Φυλήν, τὸ Νυμφαῖον δ’ ὅθεν προέρχομαι | |
Φυλασίων. | 37 | |
128 | περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος· εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοι εἰς πάντα τὸν χρόνον, φύλαττε μηδενὶ ἄλλῳ μεταδιδούς, αὐτὸς ὢν δὲ κύριος· | |
5 | εἰ μὴ δὲ σαυτοῦ, τῆς τύχης δὲ πάντ’ ἔχεις, τί ἂν φθονοίης, ὦ πάτερ, τούτων τινί; αὐτὴ γὰρ ἄλλῳ τυχὸν ἀναξίῳ τινὶ παρελομένη σου πάντα προσθήσει πάλιν. διόπερ ἔγωγέ φημι δεῖν, ὅσον χρόνον | |
10 | εἶ κύριος, χρῆσθαί σε γενναίως, πάτερ, αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποιεῖν οὓς ἂν δύνῃ πλείστους διὰ σαυτοῦ· τοῦτο γὰρ ἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχῃς, ἐκεῖθεν ἔσται ταὐτὸ τοῦτό σοι πάλιν. | |
15 | πολλῷ δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος ἢ πλοῦτος ἀφανής, ὃν σὺ κατορύξας ἔχεις. | |
129 | ὡς θύουσι δ’ οἱ τοιχωρύχοι, κίστας φέροντες, σταμνί’, οὐχὶ τῶν θεῶν | |
ἕνεκ’, ἀλλ’ ἑαυτῶν· ὁ λιβανωτὸς εὐσεβές, καὶ τὸ πόπανον τοῦτ’ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ | 38 | |
5 | ἅπαν ἐπιτεθέν· οἱ δὲ τὴν ὀσφὺν ἄκραν καὶ τὴν χολὴν ὀστᾶ τ’ ἄβρωτα τοῖς θεοῖς ἐπιθέντες αὐτοὶ τἄλλα καταπίνους’ ἀεί. | |
130 | οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν· ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη. | |
131-132 | οὐδενὸς χρὴ πράγματος τὸν εὖ πονοῦνθ’ ὅλως ἀπογνῶναί ποτε. | |
2 | . . . . . . . . . . . . ἁλωτὰ γίνετ’ ἐπιμελείᾳ καὶ πόνῳ | |
ἅπαντα. | 39 | |
134 | σιωπῇ φασι τούτῳ τῷ θεῷ οὐ δεῖν προσιέναι. | |
135 | οὐκ ἔνεστί σοι φυγεῖν οἰκειότητα, δᾶερ. | |
136 | οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος | 40 |
137 | ὦ δυστυχής, τί οὐ καθεύδεις; | |
138 | εὑρηκὼς κἀγὼ τούτου τέχνην | |
139 | ἀνδριάς | |
t,ante 140 | ΕΑΥΤΟΝ ΠΕΝΘΩΝ | |
t140-148 | ΕΑΥΤΟΝ ΤΙΜΩΡΟΥΜΕΝΟΣ | |
140 | πρὸς τῆς Ἀθηνᾶς, δαιμονᾷς, γεγονὼς ἔτη | |
τοσαῦθ’; ὁμοῦ γάρ ἐστιν ἑξήκοντά σοι. | 41 | |
141 | λουτρόν, θεραπαίνας, ἀργυρώματα. | |
142 | ἐξ ἱσταρίου δ’ ἐκρέματο φιλοπόνως πάνυ. . . . . . καὶ θεραπαινὶς ἦν μία· αὕτη συνύφαινεν ῥυπαρῶς διακειμένη. | |
143 | ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται. | |
144 | πᾶς πατὴρ μωρός. | |
145 | οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον | |
ἢ μηκέτ’ εἶναι τὸν καλῶς εὐδαίμονα. | 42 | |
146 | μετ’ ἄριστον γὰρ ὡς ἀμυγδαλὰς [ἐγὼ] παρέθηκα, καὶ τῶν ῥοιδίων ἐτρώγομεν. | |
147 | ταῦτά σοι καὶ Πύθια καὶ Δήλια. | |
148 | ἀλλ’ ἢν χιτών σοι | 43 |
t149-153 | ΕΓΧΕΙΡΙΔΙΟΝ | |
149 | οὐχ ὅθεν ἂν ᾤμην ἠτύχηκα· πάντα δὲ τὰ μηδὲ προσδοκώμεν’ ἔκστασιν φέρει. | |
150 | τοῦ δ’ ἆρα Κωρυκαῖος ἠκροάσατο. | |
151 | πίε. Β. πιεῖν ἀναγκάσω | |
τὴν ἱερόσυλον πρῶτα. | 44 | |
153 | ὑπὲρ ὄνου σκιᾶς | |
t,ante 154 | [ΕΚΥΡΑ] | |
t154-159 | ΕΜΠΙΜΠΡΑΜΕΝΗ | |
154 | . . . ἐξώλης ἀπόλοιθ’ ὅστις ποτὲ ὁ πρῶτος ἦν γήμας, ἔπειθ’ ὁ δεύτερος, εἶθ’ ὁ τρίτος, εἶθ’ ὁ τέταρτος, εἶθ’ ὁ μεταγενής. | |
155 | τρία γάρ ἐστι, δέσποτα, δι’ ὧν ἅπαντα γίνετ’, ἢ κατὰ τοὺς νόμους, | |
ἢ ταῖς ἀνάγκαις, ἢ τὸ τρίτον ἔθει τινί. | 45 | |
156 | ἐφ’ ᾧ φρονεῖς μέγιστον ἀπολεῖ τοῦτό σε, τὸ δοκεῖν τιν’ εἶναι· καὶ γὰρ ἄλλους μυρίους. | |
157 | ὡς ἀγαθόν ἐστι πρᾶγμα τὸ γενέσθαι τινὸς πατέρα. | |
158-159 | καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας. ἐπλήρωσέν τε τὸ συναγώγιον. | |
t160-163 | ΕΠΑΓΓΕΛΛΟΜΕΝΟΣ | |
160 | τὸ σὸν ταπεινὸν ἂν σὺ σεμνύνῃς, καλὸν ἔξω φανεῖται, φίλ’ ἄνερ· ἂν δ’ αὐτὸς ποιῇς ταπεινὸν αὐτὸ καὶ τιθῇς ἐν μηδενί, | |
οἰκεῖος οὗτος κατάγελως νομίζεται. | 46 | |
161 | τὰ γὰρ τολμηρὰ τῶν ὄχλων ἔχει ἐν τοῖς λογισμοῖς τὰς ἐπιδείξεις δυσκόλους, ἐν τῷ δὲ πράττειν, ἂν λάβῃ τὸν καιρὸν εὖ, ἀπροσδόκητον τὴν τέχνην ἐξηύρετο. | |
162 | τοῖς ἀναιδέσιν βοηθεῖ γὰρ λόγοις τοῦθ’ ἓν μόνον, ἂν βραχεῖς αὐτοὺς ποιῇ τις τόν τε καιρὸν εὖ λάβῃ. | |
t164-172 | ΕΠΙΚΛΗΡΟΣ | 47 |
164 | ἆρ’ ἐστὶ πάντων ἀγρυπνία λαλίστατον. ἐμὲ γοῦν ἀναστήσασα δευρὶ προάγεται λαλεῖν ἀπ’ ἀρχῆς πάντα τὸν ἐμαυτοῦ βίον. | |
165 | ὥσπερ τῶν χορῶν οὐ πάντες ᾄδους’, ἀλλ’ ἄφωνοι δύο τινὲς ἢ τρεῖς παρεστήκασι πάντων ἔσχατοι εἰς τὸν ἀριθμόν, καὶ τοῦθ’ ὁμοίως πως ἔχει· | |
5 | χώραν κατέχουσι, ζῶσι δ’ οἷς ἐστιν βίος. | 48 |
166 | ἢ δεῖ μόνον ζῆν ἢ γενόμενον πατέρα παίδων ἀποθανεῖν· οὕτω τὸ μετὰ ταῦτ’ ἐστὶ τοῦ βίου πικρόν. | |
167-168 | ἀλεκτρυών τις ἐκεκράγει μέγα. . . . οὐ σοβήσετ’ ἔξω, φησί, τὰς ὄρνιθας ἀφ’ ἡμῶν; αὕτη ποτ’ ἐξεσόβησε τὰς ὄρνεις μόλις. | |
169 | τί δ’ ἂν ἔχοι νεκρὸς ἀγαθόν, ὅπου γ’ οἱ ζῶντες ἔχομεν οὐδὲ ἕν; | |
170 | ὅρα σὺ καὶ φρόντιζε κἀπόστα βραχύ. | 49 |
171 | οὔπω σοι πεπίστευμαι; | |
t173-185 | ΕΠΙΤΡΕΠΟΝΤΕΣ | |
173 | μὴ καταφρονήσῃς τῶν θεῶν· ἐν παντὶ δεῖ καιρῷ τὸ δίκαιον ἐπικρατεῖν ἁπανταχοῦ, καὶ τὸν παρατυγχάνοντα τούτου τοῦ μέρους | |
ἔχειν πρόνοιαν κοινόν ἐστι τῷ βίῳ. | 50 | |
174 | οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολήν, ὥστε τὸ κακὸν καὶ τἀγαθὸν καθ’ ἡμέραν νέμειν ἑκάστῳ, Σμικρίνη; | |
175 | ἀργὸς δ’ ὑγιαίνων τοῦ πυρέττοντος πολὺ ἀθλιώτερος, διπλάσια γοῦν ἐσθίει μάτην. | |
176 | ἐλευθέρῳ τὸ καταγελᾶσθαι μὲν πολὺ | |
αἴσχιστόν ἐστι, τὸ δ’ ὀδυνᾶσθ’ ἀνθρώπινον. | 51 | |
177 | οὐκ οἰμώξεται καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον; | |
178 | ἐπέπασα ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ. | |
179 | οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῇ. | |
180 | οὐχ εὕρεσις τοῦτ’ ἐστίν, ἀλλ’ ἀφαίρεσις. | 52 |
181 | οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει | |
183 | ἐπιτρεπτέον τινὶ ἔστιν περὶ τούτων. | |
184 | ἐξετύφην μὲν οὖν κλάουσα. | |
185 | ἐχῖνος | |
t186-194 | ΕΥΝΟΥΧΟΣ | 53 |
187 | μὴ θεομάχει, μηδὲ προσάγου τῷ πράγματι χειμῶνας ἑτέρους, τοὺς δ’ ἀναγκαίους φέρε. | |
188 | οὗτός ἐστι γαλεώτης γέρων. | 54 |
189 | πάντα τὰ ζητούμενα δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτεροι. | |
191 | συστομώτερος σκάφης | |
192 | λύκου πτερά | 55 |
193 | σιτοβόλια | |
194 | τρόφιμον | |
t195-200 | ΕΦΕΣΙΟΣ | |
195 | ἐγὼ μὲν ἤδη μοι δοκῶ, νὴ τοὺς θεούς, ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα | |
ὁρᾶν κύκλῳ τρέχοντα καὶ πωλούμενον. | 56 | |
196-197 | ἐπ’ ἀρίστῳ λαβὼν ὀψάριον | |
2 | . . . . . . . . . . . . τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων δραχμῶν ἐπώλει κωβιούς. Β. πολλοῦ σφόδρα. | |
198 | παρέσομαι γὰρ ἓν δύο. | |
199 | ἔσχατος Μυσῶν | |
200 | Τενέδιος ἄνθρωπος | |
t201-208 | ΗΝΙΟΧΟΣ | |
201 | ἀλλὰ θεὸς οὐδεὶς εἰς τὸ προκόλπιον φέρει ἀργύριον, ἀλλ’ ἔδωκεν εὔνους γενόμενος | |
πόρον, εἰσβολήν τ’ ἔδειξεν εὐπορίας τινός, ἣν ἂν παρῇς σύ, μηκέτ’ αἰτιῶ θεόν, | 57 | |
5 | ἤδη δὲ τῇ σαυτοῦ ζυγομάχει μαλακίᾳ. | |
202 | οὐδείς μ’ ἀρέσκει περιπατῶν ἔξω θεὸς μετὰ γραός, οὐδ’ εἰς οἰκίαν παρεισιὼν ἐπὶ τοῦ σανιδίου. τὸν δίκαιον δεῖ θεὸν οἴκοι μένειν σῴζοντα τοὺς ἱδρυμένους. | |
203abc | ἐλεεῖν δ’ ἐκεῖνος ἔμαθεν εὐτυχῶν μόνος. | |
1 | . . . . . . . . . . . . ὁ χρηστός, ὡς ἔοικε, καὶ χρηστοὺς ποιεῖ. | |
2 | . . . . . . . . . . . . | |
μί’ ἐστὶν ἀρετὴ τὸν ἄτοπον φεύγειν ἀεί. | 58 | |
204 | τὸν δὲ παῖδ’ οὐδ’ εἴδομεν, ἀλλ’ ἁρπαγὴν αὐτῷ κατασκευάζομεν. | |
205 | ὧν δὲ μὴ αἴτιος τρόπος, τά γ’ ἀπὸ τῆς τύχης φέρειν δεῖ γνησίως τὸν εὐγενῆ. | |
206 | αὐτολήκυθοι | |
207 | παρῶμμαι | 59 |
208 | χειμάζειν | |
t209-216 | ΗΡΩΣ | |
209 | δέσποιν’, Ἔρωτος οὐδὲν ἰσχύει πλέον, οὐδ’ αὐτὸς ὁ κρατῶν τῶν ἐν οὐρανῷ θεῶν Ζεύς, ἀλλ’ ἐκείνῳ πάντ’ ἀναγκασθεὶς ποιεῖ. | |
210 | ἐχρῆν γὰρ εἶναι τὸ καλὸν εὐγενέστατον, τοὐλεύθερον δὲ πανταχοῦ φρονεῖν μέγα. | |
211 | ὡς οἰκτρόν, ἣ [τὰ] τοιαῦτα δυστυχῶ μόνη, ἃ μηδὲ πιθανὰς τὰς ὑπερβολὰς ἔχει. | |
212 | χοῦς κεκραμένου οἴνου· λαβὼν ἔκπιθι τοῦτον. | |
213 | πεφαρμάκευσαι, γλυκύτατ’, ἀναλυθεὶς μόλις. | 60 |
214 | εὖ ἴσθι, κἀγὼ τοῦτο συγχωρήσομαι. | |
216 | ὦ δυστυχής, εἰ μὴ βαδιεῖ | |
t217-222 | ΘΑΙΣ | 61 |
217 | ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά, θρασεῖαν, ὡραίαν δὲ καὶ πιθανὴν ἅμα, ἀδικοῦσαν, ἀποκλῄουσαν, αἰτοῦσαν πυκνά, μηδενὸς ἐρῶσαν, προσποιουμένην δ’ ἀεί. | |
218 | φθείρουσιν ἤθη χρήσθ’ ὁμιλίαι κακαί. | |
219 | κατὰ μυὸς ὄλεθρον | 62 |
220 | Ἄρης τύραννος | |
221 | πτωχότερος κίγκλου | |
222 | μέταυλος | |
t223-228 | ΘΕΟΦΟΡΟΥΜΕΝΗ | |
223 | εἴ τις προσελθών μοι θεῶν λέγοι ‘Κράτων, ἐπὰν ἀποθάνῃς, αὖθις ἐξ ἀρχῆς ἔσει· ἔσει δ’ ὅ τι ἂν βούλῃ, κύων, πρόβατον, τράγος, ἄνθρωπος, ἵππος· δὶς βιῶναι γάρ σε δεῖ· | |
5 | εἱμαρμένον τοῦτ’ ἐστίν, ὅ τι βούλει δ’ ἑλοῦ·‘ ἅπαντα μᾶλλον, εὐθὺς εἰπεῖν ἂν δοκῶ, ποίει με πλὴν ἄνθρωπον· ἀδίκως εὐτυχεῖ | |
κακῶς τε πράττει τοῦτο τὸ ζῷον μόνον. ὁ κράτιστος ἵππος ἐπιμελεστέραν ἔχει | 63 | |
10 | ἑτέρου θεραπείαν· ἀγαθὸς ἂν γένῃ κύων, ἐντιμότερος εἶ τοῦ κακοῦ κυνὸς πολύ. ἀλεκτρυὼν γενναῖος ἐν ἑτέρᾳ τροφῇ ἔστιν, ὁ δ’ ἀγεννὴς καὶ δέδιε τὸν κρείττονα· ἄνθρωπος ἂν ᾖ χρηστός, εὐγενής, σφόδρα | |
15 | γενναῖος, οὐδὲν ὄφελος ἐν τῷ νῦν γένει. πράττει δ’ ὁ κόλαξ ἄριστα πάντων, δεύτερα ὁ συκοφάντης, ὁ κακοήθης τρίτα λέγει. ὄνον γενέσθαι κρεῖττον ἢ τοὺς χείρονας ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον. | |
224 | καὶ ταχὺ πάλιν τὸ πρῶτον περισοβεῖ ποτήριον | |
αὐτοῖς ἀκράτου. | 64 | |
225 | ὁ πλεῖστον νοῦν ἔχων μάντις τ’ ἄριστός ἐστι σύμβουλός θ’ ἅμα. | |
226 | μέσως μεθύων τὴν Θηρίκλειον ἔσπασεν. | |
227 | ἀπὸ μηχανῆς θεὸς ἐπεφάνης. | |
228 | δεύτερος πλοῦς | |
t229-234 | ΘΕΤΤΑΛΗ | 65 |
229 | καὶ τὸ κεράμιον ἀνέῳχας· ὄζεις, ἱερόσυλ’, οἴνου πολύ. | |
230 | μικρά γε πρόφασίς ἐστι τοῦ πρᾶξαι κακῶς. | |
231 | εὐθυμία βίε τὸν δοῦλον τρέφει. | |
232 | ἔλυς’ ἐμαυτόν, εἶτ’ ἀπέδραν μόνος. | 66 |
233 | ὁλόκληρος οὗτός σοι, ξένε. | |
234 | λυχνοκαΐαν | |
t235-239 | ΘΗΣΑΥΡΟΣ | |
235 | εἶτ’ οὐ μέγιστός ἐστι τῶν θεῶν Ἔρως | |
καὶ τιμιώτατός γε τῶν πάντων πολύ; οὐδεὶς γὰρ οὕτως ἐστὶ φειδωλὸς σφόδρα ἄνθρωπος οὐδ’ οὕτως ἀκριβὴς τοὺς τρόπους, | 67 | |
5 | ὃς οὐχὶ τούτῳ μερίδα τῷ θεῷ νέμει τῆς οὐσίας· ὅσοις μὲν οὖν πρᾴως ἔχει, νέοις ἔτ’ οὖσι τοῦτο προστάττει ποιεῖν· οἱ δ’ εἰς τὸ γῆρας ἀναβολὰς ποιούμενοι, οὗτοι προσαποτίνουσι τοῦ χρόνου τόκους. | |
236 | ὅταν δ’ ἐρῶντος τόλμαν ἀφέλῃς οἴχεται, εἰς τοὺς ἰαλέμους τε τοῦτον ἔγγραφε. | |
237 | πολλοῖς ὑπέκκαυμ’ ἔστ’ ἔρωτος μουσική. | |
238 | ἄσιτος ἑπτὰ μῆνας, ὕδατος στράγγ’ ἔχων | 68 |
239 | κανθάρου μελάντερος | |
t240-244 | ΘΡΑΣΥΛΕΩΝ | |
240 | κατὰ πόλλ’ ἄρ’ ἐστὶν οὐ καλῶς εἰρημένον τὸ γνῶθι σαυτόν· χρησιμώτερον γὰρ ἦν τὸ γνῶθι τοὺς ἄλλους. | |
241 | ὁ δεύτερος πλοῦς ἐστι δήπου λεγόμενος, | |
ἂν ἀποτύχῃ τις οὐρίου, κώπαισι πλεῖν. | 69 | |
242 | φιλοσοφεῖ δὲ τοῦθ’ ὅπως καταπράξεται τὸν γάμον. | |
243 | ἡ δ’ ἀνέῳγε τὴν θύραν. | |
244 | ὡς ὀκνηρός, πάντα μέλλων, σιτόκουρος ὁμολογῶν παρατρέφεσθαι. | |
t245-246 | ΙΕΡΕΙΑ | |
245 | οὐδεὶς δι’ ἀνθρώπου θεὸς σῴζει, γύναι, | |
ἑτέρου τὸν ἕτερον· εἰ γὰρ ἕλκει τὸν θεὸν τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται, ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ. | 70 | |
5 | ἀλλ’ ἔστι τόλμης καὶ βίου ταῦτ’ ὄργανα εὑρημέν’ ἀνθρώποις ἀναιδέσιν, Ῥόδη, εἰς καταγέλωτα τῷ βίῳ πεπλασμένα. | |
246 | ὄνου παρακύψεως | |
t247-248 | ΙΜΒΡΙΟΙ | |
247-248 | οὐκ ἔστιν οὐδέν, πάτερ, ἐν ἀνθρώπου φύσει μεῖζον λογισμοῦ τῷ διαθέσθαι πράγματα. | |
ἕκαστός ἐστι καὶ λογίσασθαι κατὰ τρόπον ἄρχων, στρατηγός, ἡγεμὼν δήμου, πάλιν | 71 | |
5 | σύμβουλος· ὁ λογισμῷ διαφέρων πάντ’ ἔχει. | |
t249-251 | ΙΠΠΟΚΟΜΟΣ | |
249 | Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός, ἀδοξότερος μικρῷ δ’. Β. ὁ τὴν πήραν ἔχων; Α. πήρας μὲν οὖν τρεῖς· ἀλλ’ ἐκεῖνος ῥῆμά τι ἐφθέγξατ’ οὐδὲν ἐμφερὲς μὰ τὸν Δία | |
5 | τῷ γνῶθι σαυτόν, οὐδὲ τοῖς βοωμένοις τούτοις· ὑπὲρ δὲ ταῦθ’ ὁ προσαιτῶν καὶ ῥυπῶν· | |
τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη. | 72 | |
250 | τὰ δ’ ἐκ μέσου τριπόδια καὶ τραγήματα | |
251 | τηγανισμοί | |
t252-256 | ΚΑΝΗΦΟΡΟΣ | |
252 | τὸ γὰρ προθύμως μὴ πονήσαντας τυχεῖν εὐδαιμονίας εἴωθ’ ὑπερηφανίας ποιεῖν. | |
253 | ἀλογίστου τρόπου | |
ἀτύχημα φεύγειν ἐστὶν οὐκ αὐθαίρετον. | 73 | |
254 | ἐδεῖτο χρῆσαι τὴν σεαυτῆς θυγατέρα ἀντάλλαγον. | |
255 | ὃ δ’ ἀποκρινεῖται, κἂν ἐγὼ λέγοιμί σοι. | |
256 | γραῦς τις κακολόγος ἐκ δυοῖν Αἰξωνέοιν | |
t257-259 | ΚΑΡΙΝΗ | |
257 | ὦ μεγίστη τῶν θεῶν νῦν οὖς’ ἀναίδει’, εἰ θεὸν καλεῖν σε δεῖ. δεῖ δέ· τὸ κρατοῦν γὰρ νῦν νομίζεται θεός. | |
ἐφ’ ὅσον βαδίζεις, ἐφ’ ὅσον ἥξειν μοι δοκεῖς. | 74 | |
258 | περὶ τὸν τράχηλον ἁλύσιόν τί σοι δότω. | |
t260-267 | ΚΑΡΧΗΔΟΝΙΟΣ | |
260 | ἐπιθυμίσας τῷ Βορέᾳ ἴδιον | |
ὀψάριον οὐδὲν ἔλαβον, ἑψήσω φακῆν. | 75 | |
261 | αὑτὸν γὰρ οὐδεὶς οἶδε τοῦ ποτ’ ἐγένετο, ἀλλ’ ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν. | |
262 | ἔργον ἐκ πολλοῦ χρόνου ἄνοιαν ἡμέρᾳ μεταστῆσαι μιᾷ. | |
263 | χρεία διδάσκει, κἂν ἄμουσος ᾖ, σοφὸν Καρχηδόνιον. | |
264 | ᾄδοντα λιτυέρσην ἀπ’ ἀρίστου τέως | |
265 | τὸ καλῶς ἔχον που κρεῖττόν ἐστι καὶ νόμου. | 76 |
266 | ἀσκοπυτίνη | |
267 | μέσατος | |
t268-271 | ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ | |
268 | ἱππεῖς προκαλεῖσθαι εἰς πεδίον | |
269 | τὸν ἀφ’ ἱερᾶς | |
270 | ἐπεπτώκειμεν | |
271 | Μυλασεύς | 77 |
t272-280 | ΚΕΚΡΥΦΑΛΟΣ | |
272 | παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν τοῖς γάμοις διακονοῦντας ἀπογεγράφθαι πυθόμενος πάντας μαγείρους κατὰ νόμον καινόν τινα, ἵνα πυνθάνωνται τοὺς κεκλημένους, ἐὰν | |
5 | πλείους τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ, ἐλθών— | |
273 | εἶτ’ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε, μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει. | |
274 | ἡδὺ τὸ μύρον, παιδίον. Β. ἡδύ· πῶς γὰρ οὔ; | |
νάρδινον. | 78 | |
275 | ταὐτόματον ἡμῖν ἀφανὲς ὂν συλλαμβάνει. | |
278 | ἀπὸ μηχανῆς θεὸς ἐπεφάνης. | |
279 | δεύτερος πλοῦς | |
280 | ἀβυρτάκη | |
t281-289 | ΚΙΘΑΡΙΣΤΗΣ | |
281 | ᾤμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία, οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν | |
τὰς νύκτας οὐδὲ στρεφομένους ἄνω κάτω οἴμοι λέγειν, ἡδὺν δὲ καὶ πρᾷόν τινα | 79 | |
5 | ὕπνον καθεύδειν [ἀλλὰ τῶν πτωχῶν τινα]. νυνὶ δὲ καὶ τοὺς μακαρίους καλουμένους ὑμᾶς ὁρῶ πονοῦντας ἡμῖν ἐμφερῆ. ἆρ’ ἐστὶ συγγενές τι λύπη καὶ βίος· τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ | |
10 | πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ. | |
282 | τὸ κουφότατόν σε τῶν κακῶν πάντων δάκνει, πενία· τί γὰρ τοῦτ’ ἐστίν; ἧς γένοιτ’ ἂν εἷς φίλος βοηθήσας ἰατρὸς ῥᾳδίως. | |
283 | εἰ τοὺς ἀδικηθέντας, πάτερ, φευξούμεθα, | |
τίσιν ἂν βοηθήσαιμεν ἄλλοις ῥᾳδίως; | 80 | |
284 | τὸ μηδὲν ἀδικεῖν ἐκμαθεῖν γάρ, ὦ Λάχης, ἀστεῖον ἐπιτήδευμα κρίνω τῷ βίῳ. | |
285 | φιλόμουσον εἶν’ αὐτὸν πάνυ, ἀκούσματ’ εἰς τρυφήν τε παιδεύεσθ’ ἀεί. | |
286 | οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις. | |
287 | οὕτω τι πρᾶγμ’ ἔστ’ ἐπίπονον τὸ προσδοκᾶν. | |
288 | ὡς ποικίλον πρᾶγμ’ ἐστὶ καὶ πλάνον τύχη. | |
289 | σκοῖδον Διόνυσον | 81 |
t290-291 | ΚΝΙΔΙΑ | |
290 | οὐδὲν γένους γένος γὰρ οἶμαι διαφέρειν, ἀλλ’ εἰ δικαίως ἐξετάσεις, καὶ γνήσιος ὁ χρηστός ἐστιν, ὁ δὲ πονηρὸς καὶ νόθος. | |
291 | ταὐτόματόν ἐστιν ὡς ἔοικέ που θεός, σῴζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων. | |
t292-300 | ΚΟΛΑΞ | |
292 | σπονδή· δίδου σὺ σπλάγχν’ ἀκολουθῶν· ποῖ βλέπεις; | |
σπονδή· φέρ’ ὦ παῖ Σωσία· σπονδή· καλῶς. ἔγχει. θεοῖς Ὀλυμπίοις εὐχώμεθα Ὀλυμπίαισι πᾶσι πάσαις (λάμβανε | 82 | |
5 | τὴν γλῶτταν ἐν τούτῳ) διδόναι σωτηρίαν, ὑγίειαν, ἀγαθὰ πολλά, τῶν ὄντων τε νῦν ἀγαθῶν ὄνησιν πᾶσι· ταῦτ’ εὐχώμεθα. | |
293 | ΒΙΑΣ. κοτύλας χωροῦν δέκα ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία, τρὶς ἐξέπιον μεστόν γ’. ΣΤ. Ἀλεξάνδρου πλέον τοῦ βασιλέως πέπωκας. Β. οὐκ ἔλαττον, οὔ, | |
5 | μὰ τὴν Ἀθηνᾶν. ΣΤ. μέγα γε. | 83 |
294 | οὐδεὶς ἐπλούτησεν ταχέως δίκαιος ὤν· ὁ μὲν γὰρ αὑτῷ συλλέγει καὶ φείδεται, ὁ δὲ τὸν πάλαι τηροῦντ’ ἐνεδρεύσας πάντ’ ἔχει. | |
295 | Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα, καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα. | |
296 | ἀλλ’ οὐδὲ γεννήτην δύναμ’ εὑρεῖν οὐδένα ὄντων τοσούτων, ἀλλ’ ἀπείλημμαι μόνος. | |
297 | γελῶ τὸ πρὸς τὸν Κύπριον ἐννοούμενος. | |
298 | πρόσεισιν οἷον ἀψοφητὶ θρέμματος | |
(ἁπτόμενος). | 84 | |
299 | κωβιός, ἠλακατῆνες, κυνὸς οὐραῖον | |
300 | βοῦς Κύπριος | |
t,ante 301 | ΚΡΗΣ | |
t301-305 | ΚΥΒΕΡΝΗΤΑΙ | |
301 | τἀργύριον εἶναι μειράκιόν σοι φαίνεται οὐ τῶν ἀναγκαίων καθ’ ἡμέραν μόνον τιμὴν παρασχεῖν δυνατόν, ἄρτων, ἀλφίτων, ὄξους, ἐλαίου, μείζονος δ’ ἄλλου τινός; | |
5 | ἀθανασίας δ’ οὐκ ἔστιν, οὐδ’ ἂν συναγάγῃς τὰ Ταντάλου τάλαντ’ ἐκεῖνα λεγόμενα· ἀλλ’ ἀποθανεῖ καὶ ταῦτα καταλείψεις τισίν. τί οὖν λέγω; μηδ’ αὐτὸς εἰ σφόδρ’ εὐπορεῖς πίστευε τούτῳ, μήτε τῶν πτωχῶν πάλιν | |
10 | ἡμῶν καταφρόνει, τοῦ δέ γ’ εὐτυχεῖν ἀεὶ | |
πάρεχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον. | 85 | |
302 | οἷοι λαλοῦμεν ὄντες οἱ τρισάθλιοι ἅπαντες οἱ φυσῶντες ἐφ’ ἑαυτοῖς μέγα· αὐτοὶ γὰρ οὐκ ἴσασιν ἀνθρώπων φύσιν. οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται· | |
5 | ἐπὰν δ’ ἀνοίξῃ τὰς θύρας, τρισάθλιος, γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετ’ ἀεί, ἀπὸ πλειόνων ὀδυνᾶτ’, ἐγὼ δ’ ἀπ’ οὐδενός. | |
303 | τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ | |
τὸ μισθάριον; μένω γὰρ ἐξ ἐχθιζινοῦ. | 86 | |
304 | εἰς τὴν πονηρίαν ἀτυφίαν νομίσαντές ποτε ἀξιοῦσι πέρας. | |
305 | ἐπελάθεθ’ αὑτὸν ὅστις εἴη. | |
t306-308 | ΚΩΝΕΙΑΖΟΜΕΝΑΙ | |
306 | ὥστε μηδεὶς πρὸς θεῶν πράττων κακῶς λίαν ἀθυμήσῃ ποτέ· ἴσως γὰρ ἀγαθοῦ τοῦτο πρόφασις γίνεται. | |
307 | τὸ γνῶθι σαυτὸν ἔστιν, ἂν τὰ πράγματα | |
εἰδῇς τὰ σαυτοῦ καὶ τί σοι ποιητέον. | 87 | |
t309-317 | ΛΕΥΚΑΔΙΑ | |
309 | ὅστις ὑπέχει χρυσίῳ τὴν χεῖρα, κἂν μὴ φῇ, πονηρὰ βούλεται. | |
310 | ἀεὶ νομίζονθ’ οἱ πένητες τῶν θεῶν. | 88 |
311 | ἐπίθες τὸ πῦρ ἡ ζάκορος· οὑτωσὶ καλῶς. | |
312 | οὗ δὴ λέγεται πρώτη Σαπφὼ τὸν ὑπέρκομπον θηρῶσα Φάων’ οἰστρῶντι πόθῳ ῥῖψαι πέτρας ἀπὸ τηλεφανοῦς ἅλμα κατ’ εὐχὴν | |
5 | σήν, δέσποτ’ ἄναξ . . . . | |
313 | εὐφημείσθω | |
τέμενος πέρι Λευκάδος ἀκτῆς. | 89 | |
314 | πάφωνε οὐρεία χέλυς | |
316 | ὀνόματα | |
317 | συντρίβειν | 90 |
t318 | ΛΟΚΡΟΙ | |
318 | ὑγιέστερος κροτῶνος | |
t319-322 | ΜΕΘΗ | |
319 | εἶτ’ οὐχ ὅμοια πράττομεν καὶ θύομεν; ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα, αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας, | |
5 | Μενδαῖον, Θάσιον, ἐγχέλεις, τυρόν, μέλι, μικροῦ τάλαντον, γίνεταί τε κατὰ λόγον δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς, τούτων δὲ πρὸς ταῦτ’ ἀνελεῖν τὴν ζημίαν, | |
10 | πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται; ἐγὼ μὲν οὖν ὤν γ’ ὁ θεὸς οὐκ εἴασα τὴν ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε, εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν, | |
ἵνα Καλλιμέδων ἀπέθανεν εἷς τῶν συγγενῶν. | 91 | |
320 | ἐμὲ γὰρ διέτριψεν ὁ κομψότατος ἀνδρῶν Χαιρεφῶν, ἱερὸν γάμον φάσκων ποιήσειν δευτέραν μετ’ εἰκάδα καθ’ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ’ ἑτέροις· | |
5 | τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς. | 92 |
321 | . . . . . . . Ἀδράστεια καὶ θεὰ σκυθρωπὲ Νέμεσι, συγγινώσκετε. | |
322 | . . . εἶτ’ οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον, οὐκ ἄλλο τοιοῦθ’ ἕτερον. | |
t,ante 323 | ΜΕΣΣΗΝΙΑ | |
t323-324 | ΜΗΝΑΓΥΡΤΗΣ | |
323 | οὕτω μαθεῖν δεῖ πάντα καὶ πλοῦτον φέρειν· ἀσχημοσύνης γὰρ γίνετ’ ἐνίοις αἴτιος. | |
324 | προπίνων Θηρικλείαν τρικότυλον | 93 |
t325-334 | ΜΙΣΟΓΥΝΗΣ | |
325 | πρὸς τὸ πρᾶγμ’ ἔχω κακῶς. Β. ἐπαριστέρως γὰρ αὐτὸ λαμβάνεις· τὰ δυσχερῆ γὰρ καὶ τὰ λυπήσαντά σε ὁρᾷς ἐν αὐτῷ, τὰ δ’ ἀγάθ’ οὐκέτι βλέπεις. | |
5 | εὕροις δ’ ἂν οὐδὲν τῶν ἁπάντων, Σιμύλε, ἀγαθὸν ὅτῳ τι μὴ πρόσεστι καὶ κακόν. γυνὴ πολυτελής ἐστ’ ὀχληρόν, οὐδ’ ἐᾷ ζῆν τὸν λαβόνθ’ ὡς βούλετ’· ἀλλ’ ἔνεστί τι ἀγαθὸν ἀπ’ αὐτῆς, παῖδες· ἐλθόντ’ εἰς νόσον | |
10 | τὸν ἔχοντα ταύτην ἐθεράπευσεν ἐπιμελῶς, ἀτυχοῦντι συμπαρέμεινεν, ἀποθανόντα τε ἔθαψε, περιέστειλεν οἰκείως· ὅρα εἰς ταῦθ’, ὅταν λυπῇ τι τῶν καθ’ ἡμέραν. οὕτω γὰρ οἴσεις πᾶν τὸ πρᾶγμ’· ἂν δ’ ἐκλέγῃ | |
15 | ἀεὶ τὸ λυποῦν, μηδὲν ἀντιπαρατιθεὶς | |
τῶν προσδοκωμένων, ὀδυνήσει διὰ τέλους. | 94 | |
326 | ἐθύομεν δὲ πεντάκις τῆς ἡμέρας, ἐκυμβάλιζον δ’ ἑπτὰ θεράπαιναι κύκλῳ· αἱ δ’ ὠλόλυζον. | |
327 | ἕλκει δὲ γραμματείδιον ἐκεῖσε δίθυρον καὶ παράστασις, μία | |
δραχμή. | 95 | |
328 | ὄμνυμί σοι τὸν ἥλιον, ἦ μὴν ἀποίσειν σοι γραφὴν κακώσεως. | |
329 | χαῖρ’, ὦ Γλυκέριον. ΓΛ. καὶ σύ. Α. πολλοστῷ χρόνῳ ὁρῶ σε. | |
330 | ἀλλ’ οὐ τὰ βίου νῷν ἴσως δεῖ φροντίσαι. | |
331 | χλαμύδα, καυσίαν, | |
λόγχην, ἀορτήν, ἱμάτια. | 96 | |
333 | ἐπιχρύσους σανδαλοθήκας | |
t335-347 | ΜΙΣΟΥΜΕΝΟΣ | 97 |
335 | εἰ γὰρ ἐπίδοιμι τοῦτο, καὶ ψυχὴν πάλιν λάβοιμ’ ἐγώ· νυνὶ γάρ—ἀλλὰ ποῦ θεοὺς οὕτως δικαίους ἔστιν εὑρεῖν, ὦ Γέτα; | |
336 | παρ’ ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔξεστιν δέ μοι καὶ βούλομαι τοῦθ’, ὡς ἂν ἐμμανέστατα ἐρῶν τις, οὐ ποιῶ δέ. | |
337 | Ἄπολλον, ἀνθρώπων τιν’ ἀθλιώτερον ἑόρακας; ἆρ’ ἐρῶντα δυσποτμώτερον; | |
338 | παιδισκάριόν με καταδεδούλωκ’ εὐτελές, | |
ὃν οὐδεὶς τῶν πολεμίων πώποτε. | 98 | |
339 | ἀπαμφιεῖ γὰρ τὸ κατάπλαστον τοῦτό σου καὶ λανθάνειν βουλόμενον ἡ μέθη ποτέ. | |
340 | ἐκ Κύπρου λαμπρῶς πάνυ πράττων· ἐκεῖ γὰρ ὑπό τιν’ ἦν τῶν βασιλέων. | |
341 | ὦ δυστυχής, τί οὐ καθεύδεις; σύ μ’ ἀποκναίεις περιπατῶν. | |
342 | εἴσελθε κἂν νῦν, ὦ μακάριε. | 99 |
343 | Λακωνικὴ κλείς ἐστιν ὡς ἔοικέ μοι περιοιστέα. | |
344 | ὦ πάτερ, μισοῦσι μὲν Θράσων’, ἀπεκτάγκασι δ’ οὔ. | |
345 | ΘΡ. οὐπώποτ’ ἠράσθης, Γέτα; Γ. οὐ γὰρ ἐνεπλήσθην. | |
346 | ἀφανεῖς γεγόνασιν αἱ σπάθαι. | 100 |
347 | σπαθᾶν | |
t348-352 | ΝΑΥΚΛΗΡΟΣ | |
348 | ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος Θεόφιλος ἡμῖν, ὦ Στράτων. ὡς εἰς καλὸν τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσῳσμένον πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον. | |
5 | ΣΤΡ. ποῖον; Α. τὸ πλοῖον· οὐδὲν οἶσθας, ἄθλιε. ΣΤΡ. τὴν ναῦν σεσῷσθαί μοι λέγεις; Α. ἔγωγε μὴν τὴν ναῦν ἐκείνην ἣν ἐποίησε Καλλικλῆς | |
ὁ Καλύμνιος, Εὐφράνωρ δ’ ἐκυβέρνα Θούριος. | 101 | |
349 | ὦ φιλτάτη γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ’ εἶ τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ’ ἄξιον. ὡς δῆτ’ ἐχρῆν, εἴ τις πατρῴαν παραλαβὼν γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους, | |
5 | καὶ μηδ’ ἐπιβαίνειν γῆς, ἵν’ οὕτως ᾔσθετο, οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο. | |
350 | ὅ τε Πολυνείκης πῶς ἀπώλετ’ οὐχ ὁρᾷς; | |
351 | ὦ Ζεῦ πολυτίμηθ’, οἷόν ἐστ’ ἐλπὶς κακόν. | |
352 | καὶ φύσει πως εὐάγωγόν ἐστι πᾶς ἀνὴρ ἐρῶν. | |
t353 | ΝΟΜΟΘΕΤΗΣ | 102 |
353 | ἑτέρου λυχνοῦχος, ἑτέρου λήκυθος | |
t354-355 | ΞΕΝΟΛΟΓΟΣ | |
354 | ἀνδρὸς πένητος υἱός, ἐκτεθραμμένος οὐκ ἐξ ὑπαρχόντων, ὁρῶν ᾐσχύνετο τὸν πατέρα μίκρ’ ἔχοντα· παιδευθεὶς γὰρ εὖ τὸν καρπὸν εὐθὺς ἀπεδίδου χάριτος καλόν. | |
355 | οὕτως ἀσυλλόγιστον ἡ τύχη ποιεῖ, τὸ συμφέρον τί ποτ’ ἐστὶν ἀνθρώπου βίῳ, οὐ χρῆται νόμοις, καθ’ οὓς κρίνει τὰ πράγματα, | |
οὐδ’ ἔστιν εἰπεῖν ζῶντα ‘ταῦτ’ οὐ πείσομαι‘. | 103 | |
t356-359 | ΟΛΥΝΘΙΑ | |
356 | ὡς ἄδικον, ὅταν ἡ μὲν φύσις ἀποδῷ τι σεμνόν, τοῦτο δ’ ἡ τύχη κακοῖ. | |
357 | μετ’ Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας ὀβολοὺς φέρων | |
358 | ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος | |
359 | περιθέτην (κόμην) | 104 |
t360-362 | ΟΜΟΠΑΤΡΙΟΙ | |
360 | χρηστοὺς νομιζομένους ἐφόδιον ἀσφαλὲς εἰς πάντα καιρὸν καὶ τύχης πᾶσαν ῥοπήν. | |
361 | πᾶς ἐρυθριῶν χρηστὸς εἶναί μοι δοκεῖ. | |
362 | ἦν δῆλον οὔ τι νυμφίος τε ἀλφάνει. | |
t363-369 | ΟΡΓΗ | |
363 | καίτοι νέος ποτ’ ἐγενόμην κἀγώ, γύναι, ἀλλ’ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας τότ’· ἀλλὰ νῦν. οὐδὲ χλανίδ’ εἶχον· ἀλλὰ νῦν. οὐδὲ μύρον εἶχον· ἀλλὰ νῦν. καὶ βάψομαι, | |
5 | καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι Κτήσιππος, οὐκ ἄνθρωπος ἐν ὀλίγῳ χρόνῳ· κᾆθ’ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους | |
ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην. | 105 | |
364 | διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε εἰς ἑστίασιν δωδεκάποδος, ὄρθριος πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν | |
5 | ὡς ὑστερίζων, καὶ παρῆν ἅμ’ ἡμέρᾳ. | |
365 | ὁ λιμὸς ὑμῶν τὸν καλὸν τοῦτον δακὼν Φιλιππίδου λεπτότερον ἀποδείξει [νεκρόν]. | |
366 | οὐκ ἔστι μοιχοῦ πρᾶγμα τιμιώτερον· θανάτου γάρ ἐστιν ὤνιον. | |
367 | τοῦθ’ ἑταῖρός ἐστιν ὄντως. οὐκ ἐρωτᾷ, πηνίκα | |
δεῖπνόν ἐστιν, ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει τοὺς παρόντας, εἶτα δεῖπνον ἕτερον εἰς τρίτην βλέπει, . . . . . . . . εἶτα περίδειπνον πάλιν. | 106 | |
368 | ἄδειπνον | |
369 | οὐ μάτην | |
t370-375 | ΠΑΙΔΙΟΝ | |
370 | ἂν πάντα δουλεύειν ὁ δοῦλος μανθάνῃ, πονηρὸς ἔσται· μεταδίδου παρρησίας, | |
βελτίον’ αὐτὸν τοῦτο ποιήσει πολύ. | 107 | |
371 | Ἐφέσια τοῖς γαμοῦσιν οὗτος περιπατεῖ λέγων ἀλεξιφάρμακα. | |
372 | ἁλύσιον χρυσοῦν ἐπόρισας. εἴθε λιθοκόλλητον ἦν· καλὸν ἦν ἂν οὕτως. | |
373 | μάραγδον εἶναι ταῦτ’ ἔδει καὶ σάρδια. | |
374 | εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν— | |
375 | ἐνταῦθ’ ἀπόστα μικρόν. | |
t376-379 | ΠΑΛΛΑΚΗ | 108 |
376 | μικρὸν ἐπιμείνας προστρέχει, ‘ἠγόρακά σοι περιστέρια‘ λέγων. | |
377 | νῦν πῖθι, νῦν ἀφύβρισον. Β. ἢν ἀφύβρικα. | |
378 | πολλοὺς λογισμοὺς ἡ πονηρία κυκλοῖ. | |
379 | ἀλλὰ τῶν χρηστῶν ἔχει τιν’ ἐπιμέλειαν καὶ θεός. | |
t380-390 | ΠΑΡΑΚΑΤΑΘΗΚΗ | |
380 | εὔπιστον ἀτυχῶν ἐστιν ἄνθρωπος φύσει· τὸν πλησίον γὰρ οἴεται μᾶλλον φρονεῖν | |
ὁ τοῖς λογισμοῖς τοῖς ἰδίοις πταίων ἀεί. | 109 | |
381 | πεποιήκατ’ ἔργον οὐχ ἑταίρων . . . . . . . . ταὐτὰ δ’ ὄντα γράμματα τὴν προσαγόρευσιν οὐ σφόδρ’ εὔσημον ποιεῖ. | |
382 | στρατεία δ’ οὐ φέρει περιουσίαν οὐδεμί’, ἐφήμερον δὲ καὶ προπετῆ βίον, οὗ πεῖραν ἔχομεν ὄντος οὐ σωτηρίου. | |
383-384 | ὁλκὴν ταλάντου χρυσίου σοι, παιδίον, ἕστηκα τηρῶν. μακάριος ἐκεῖνος δέκα τάλαντα καταφαγών. | |
385 | αἰσχρὸν γενέσθαι πτωχὸν ἀσθενῆ θ’ ἅμα. | 110 |
386 | ἔστι κρίσις ἄδικος, ὡς ἔοικε, κἀν θεοῖς. | |
387 | τοὺς ὄφεις καλῶς γέ μοι ἠγόρασας. | |
388 | συνακολούθει μεθ’ ἡμῶν. | |
389 | θύραν ἔξελε | |
t391-392 | ΠΕΡΙΚΕΙΡΟΜΕΝΗ | 111 |
391 | οὕτω ποθεινόν ἐστιν ὁμότροπος φίλος. | |
392 | ὅμως δ’ ἀπόδειξον ταῦτα τῇ γυναικί. | |
t393-401 | ΠΕΡΙΝΘΙΑ | |
393 | ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδ’ ὅ τι οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος, | |
ἐπαβελτερώσας τὸν πρότερον ἀβέλτερον. | 112 | |
394 | οὐπώποτ’ ἐζήλωσα πολυτελῆ νεκρόν· εἰς τὸν ἴσον ὄγκον τῷ σφόδρ’ ἔρχετ’ εὐτελεῖ. | |
395 | ὅς’ ἔστι μαλακὰ συλλαβὼν ἐκ τῆς πόλεως τὸ σύνολον ἐκπήδα, φίλος. | |
396 | ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες σφόδρα λοίδοροι. | |
397 | οὐδεμίαν ἡ γραῦς ὅλως κύλικα παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ. | |
398 | τὸ παιδίον δ’ εἰσῆλθεν ἑψητοὺς φέρον. | 113 |
399 | οὐδ’ αὐτός εἰμι σὺν θεοῖς ὑπόξυλος. | |
400 | τὰ δ’ ἄλλ’ ἀνέπαφα σώματ’ οὐδ’ ἕλῃ. | |
401 | Αἰάντειος γέλως | |
t402-416 | ΠΛΟΚΙΟΝ | 114 |
402 | ἐπ’ ἀμφότερον οὖς ἡπίκληρος ἡ καλὴ μέλλει καθευδήσειν· κατείργασται μέγα καὶ περιβόητον ἔργον· ἐκ τῆς οἰκίας ἐξέβαλε τὴν λυποῦσαν ὡς ἐβούλετο, | |
5 | ἵν’ ἀποβλέπωσι πάντες εἰς τὸ Κρωβύλης πρόσωπον ᾖ τ’ εὔγνωστος οὖς’ ἐμὴ γυνὴ δέσποινα· καὶ τὴν ὄψιν ἣν ἐκτήσατο ὄνος ἐν πιθήκοις τοῦτο δὴ τὸ λεγόμενον ἔστιν. σιωπᾶν βούλομαι τὴν νύκτα τὴν | |
10 | πολλῶν κακῶν ἀρχηγόν. οἴμοι Κρωβύλην λαβεῖν ἔμ’, ἑκκαίδεκα τάλαντα . . . τὴν ῥῖν’ ἔχουσαν πήχεως. εἶτ’ ἐστὶ τὸ φρύαγμά πως ὑποστατόν; μὰ τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐδαμῶς. | |
15 | παιδισκάριον θεραπευτικὸν δὲ καὶ λόγου | |
τάχιον ἀπαγέσθω δέ τις ἢ ἄρ’ ἀντεισαγάγοι. | 115 | |
403 | ἔχω δ’ ἐπίκληρον Λάμιαν· οὐκ εἴρηκά σοι τοῦτ’; εἶτ’ ἄρ’ οὐχί; κυρίαν τῆς οἰκίας | |
καὶ τῶν ἀγρῶν καὶ τῶν πατρῴων ἄντικρυς ἔχομεν, Ἄπολλον, ὡς χαλεπῶν χαλεπώτατον. | 116 | |
5 | ἅπασι δ’ ἀργαλέα ’στίν, οὐκ ἐμοὶ μόνῳ, υἱῷ πολὺ μᾶλλον, θυγατρί. Β. πρᾶγμ’ ἄμαχον λέγεις. Α. εὖ οἶδα. | |
404 | ὦ τρὶς κακοδαίμων, ὅστις ὢν πένης γαμεῖ καὶ παιδοποιεῖθ’. ὡς ἀλόγιστός ἐστ’ ἀνήρ, ὃς μήτε φυλακὴν τῶν ἀναγκαίων ἔχει, μήτ’ ἂν ἀτυχήσας εἰς τὰ κοινὰ τοῦ βίου | |
5 | ἐπαμφιέσαι δύναιτο τοῦτο χρήμασιν, ἀλλ’ ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ χειμαζόμενος ζῇ, τῶν μὲν ἀνιαρῶν ἔχων τὸ μέρος ἁπάντων, τῶν δ’ ἀγαθῶν οὐδὲν μέρος· | |
ὑπὲρ γὰρ ἑνὸς ἀλγῶν ἅπαντας νουθετῶ. | 117 | |
405-406 | ὅστις πένης ὢν ζῆν ἐν ἄστει βούλεται, ἀθυμότερον ἑαυτὸν ἐπιθυμεῖ ποιεῖν· ὅταν γὰρ εἰς τρυφῶντα καὶ σχολὴν ἄγειν δυνάμενον ἐμβλέψῃ, τότ’ αὐτὸν ἔστ’ ἰδεῖν | |
5 | ὡς ἄθλιον ζῇ καὶ ταλαίπωρον βίον. | |
5 | . . . . . . . . . . . . κακῶς ὁ δεσπότης βεβούλευται πάνυ· ἐν ἀγρῷ γὰρ οἰκῶν οὐ σφόδρ’ ἐξηλέγχετο τῆς μερίδος ὢν τῆς οὐδαμοῦ τεταγμένος, | |
εἶχεν δὲ παραπέτασμα τὴν ἐρημίαν. | 118 | |
407 | ὦ Παρμένων, οὐκ ἔστιν ἀγαθὸν τῷ βίῳ φυόμενον ὥσπερ δένδρον ἐκ ῥίζης μιᾶς, ἀλλ’ ἐγγὺς ἀγαθοῦ παραπέφυκε καὶ κακόν, ἐκ τοῦ κακοῦ τ’ ἤνεγκεν ἀγαθὸν ἡ φύσις. | |
408 | ἆρ’ ἐστὶν ἀρετῆς καὶ βίου διδάσκαλος ἐλευθέρου τοῖς πᾶσιν ἀνθρώποις ἀγρός. | |
409 | μεστὰς τρίχας φθειρῶν τε καὶ ῥύπου, διδοὺς | |
πιεῖν, ἀνηδαξᾶτ’ ἄν, ὥστε μὴ πιεῖν. | 119 | |
410 | ἀεὶ τὸ λυποῦν ἀποδίωκε τοῦ βίου· μικρόν τι τὸ βίου καὶ στενὸν ζῶμεν χρόνον. | |
411 | οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενός. | |
413 | γυνὴ κυεῖ δέκα μῆνας; | 120 |
415 | δεύτερος πλοῦς | |
416 | τρυγόνος λαλίστερον | |
t417ab | ΠΡΟΓΑΜΟΙ | |
417ab | τὸ τῆς τύχης τοι μεταβολὰς πολλὰς ἔχει. | |
1 | . . . . . . . . . . . . | |
τυφλόν γε καὶ δύστηνόν ἐστιν ἡ τύχη. | 121 | |
t418-419 | ΠΡΟΕΓΚΑΛΩΝ | |
418 | οἷον τὸ γενέσθαι πατέρα παίδων ἦν . . λύπη, φόβος, φροντίς, πέρας ἐστὶν οὐδὲ ἕν. | |
419 | τὸ δ’ εὖ κελευόμενον μέν ἐστιν ἀσφαλέστατον δούλῳ ποιεῖν, ὥς φασιν. | |
t420-424 | ΠΩΛΟΥΜΕΝΟΙ | |
420 | (οἴμοι) τάλας, ἕστηκας ἔτι πρὸς ταῖς θύραις τὸ φορτίον θείς; σιτόκουρον ἄθλιον, ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν. | |
421 | οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν, | |
καὶ συμμανῆναι δ’ ἔνια δεῖ. | 122 | |
422 | γραμματικός | |
423 | διασείστους (ἀστραγάλους) | |
424 | καταφαγᾶς | |
t425-436 | ΡΑΠΙΖΟΜΕΝΗ | 123 |
425 | ὁ μὴ δεχόμενος τῶν θεῶν τὸ σύμφορον αὐτῷ διδόντων ἕνεκα τοῦ ζῆν, οὐ βούλεται . . . τὸ δ’ ἀτυχεῖν ἢ τὸ μὴ θεὸς δίδωσιν, οὐ τρόπου δ’ ἔσθ’ ἁμαρτία. | |
426 | ἀτύχημα κἀδίκημα διαφορὰν ἔχει· τὸ μὲν διὰ τύχην γίνεται, τὸ δ’ αἱρέσει. | |
427 | ἆρ’ ἐστὶν ἀγαθῶν πᾶσι πλείστων ἀξία ἡ σύνεσις, ἂν ᾖ πρὸς τὰ βελτίω σοφή. | |
428 | τοὐμὸν θυγάτριον· πάνυ γάρ ἐστι τῇ φύσει | |
. . φιλάνθρωπον τὸ παιδάριον σφόδρα. | 124 | |
429 | πόθεν γάρ, ὦ φίλοι θεοί, τούτους ἀνεσπάκασιν οὗτοι τοὺς λόγους; | |
430 | ὁ μυόχοδος γέρων λεληθέναι σφόδρ’ οἰόμενος | |
431 | εἶτ’ ἀμφορεαφόρος τις ἀποφορὰν φέρων | |
432 | οὐχ ὁρᾶτε τὴν τροφὸν | |
ζῶμ’ ἐνδεδυμένην; | 125 | |
433 | ἔρχεται τἀληθὲς εἰς φῶς ἐνίοτ’ οὐ ζητούμενον. | |
434 | καὶ τυφλῷ δῆλον | |
435 | ἀνηνέχθη | |
436 | ἀπελευθέραν | |
t437 | ΣΑΜΙΑ | |
437 | φέρε τὴν λιβανωτόν· σὺ δ’ ἐπίθες τὸ πῦρ, Τρύφη. | |
t438-446 | ΣΙΚΥΩΝΙΟΣ | 126 |
438 | ἅβραν γὰρ ἀντωνούμενος ἐρωμένην αὐτῇ μὲν οὐ παρέδωκ’ ἔχειν, τρέφει δὲ χωρίς, ὡς ἐλευθέραν πρέπει. | |
439 | εὐλοιδόρητον, ὡς ἔοικε, φαίνεται τὸ τοῦ στρατιώτου σχῆμα καὶ τὸ τοῦ ξένου. | |
440 | ὁ πλέων κατήχθη, κρίνεθ’ οὗτος πολέμιος· ἐὰν δ’ ἔχῃ τι μαλακόν, ἀγγαρεύεται. | |
441 | κακὴ μὲν ὄψις, ἐν δὲ δείλαιαι φρένες. | |
442 | Στρατοφάνη, λιτόν ποτ’ εἶχες χλαμύδιον καὶ παῖδ’ ἕνα. | 127 |
443 | ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον. | |
445 | παλίμβολος τρίπρατος | |
446 | ἀναίνεσθαι | |
t447-448 | ΣΤΡΑΤΙΩΤΑΙ | |
447 | ἀπορῶν τι βούλευσαι κατὰ σαυτὸν γενόμενος· τὸ συμφέρον γὰρ οὐχ ὁρᾶται τῷ βοᾶν, | |
ἐν τῷ πρὸς αὑτὸν δ’ ἀναλογισμῷ φαίνεται. | 128 | |
448 | οὐδεὶς ξύνοιδεν ἐξαμαρτάνων πόσον ἁμαρτάνει τὸ μέγεθος, ὕστερον δ’ ὁρᾷ. | |
t449-456 | ΣΥΝΑΡΙΣΤΩΣΑΙ | |
449 | Ἔρως δὲ τῶν θεῶν ἰσχὺν ἔχων πλείστην ἐπὶ τούτου δείκνυται· διὰ τοῦτον ἐπιορκοῦσι τοὺς ἄλλους θεούς. | |
450 | ἀστεῖον τὸ μὴ συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον, ἀλλ’ οἰκοσίτους τοὺς γάμους πεποιηκέναι. | |
451 | ἂν ἔτι πιεῖν μοι δῷ τις. Β. ἀλλ’ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο | |
ἄρας’ ἀφ’ ἡμῶν. | 129 | |
452 | τρισάθλιόν γε καὶ ταλαίπωρον φύσει πολλῶν τε μεστόν ἐστι τὸ ζῆν φροντίδων. | |
453 | καὶ τὸν ἐπὶ κακῷ γινόμενον ἀλλήλων ἀγαπησμόν, οἷος ἦν. | |
454 | πατὴρ δ’ ἀπειλῶν οὐκ ἔχει μέγαν φόβον. | |
456 | γυναικείαν ἀγοράν | |
t457-458 | ΣΥΝΕΡΩΣΑ | |
457 | ἄφες τὸν ἄνθρωπον. τί κόπτεις, ὦ μέλε; | 130 |
458 | ἀναπετῶ | |
t459 | ΣΥΝΕΦΗΒΟΙ | |
t460-461 | ΤΙΤΘΗ | |
460 | οἱ τὰς ὀφρῦς αἴροντες ὡς ἀβέλτεροι καὶ ‘σκέψομαι‘ λέγοντες· ἄνθρωπος γὰρ ὢν σκέψει σύ; περὶ τοῦ; δυστυχεῖς ὅταν τύχῃ· αὐτόματα γὰρ τὰ πράγματ’ ἐπὶ τὸ συμφέρον | |
5 | ῥεῖ κἂν καθεύδῃς ἢ πάλιν τοὐναντίον. | 131 |
461 | ἢν ἄν τις ὑμῶν παιδίον ᾐτήσατ’ ἢ κέχρηκεν, ἄνδρες γλυκύτατοι. | |
t462-465 | ΤΡΟΦΩΝΙΟΣ | |
462 | ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχῆς. Β. τίνος; ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ· οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα | |
5 | καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ ἁλίσκετ’, ἀλλ’ οὕτω παρέργως ἅπτεται· τὰς δ’ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα μᾶλλον προσεδέξατ’· Ἀρκαδικὸς τοὐναντίον ἀθάλαττος ἐν τοῖς λοπαδίοις ἁλίσκεται· | |
10 | Ἰωνικὸς πλούταξ· ὑποστάσεις ποιῶ, | |
κάνδαυλον, ὑποβινητιῶντα βρώματα. | 132 | |
463 | τὸ μηδὲν ἀδικεῖν καὶ φιλανθρώπους ποιεῖ. | |
465 | χορτασθείς | |
t466-471 | ΥΔΡΙΑ | |
466 | ὡς ἡδὺ τῷ μισοῦντι τοὺς φαύλους τρόπους | |
ἐρημία, καὶ τῷ μελετῶντι μηδὲ ἓν πονηρὸν ἱκανὸν κτῆμ’ ἀγρὸς τρέφων καλῶς. ἐκ τῶν ὄχλων δὲ ζῆλος, ἥ τε κατὰ πόλιν | 133 | |
5 | αὕτη τρυφὴ λάμπει μέν, ἐς δ’ ὀλίγον χρόνον. | |
467 | γέροντα δυστυχοῦντα τῶν θ’ αὑτοῦ κακῶν ἐπαγόμενον λήθην ἀνέμνησας πάλιν ἐπὶ τἀτυχεῖν τ’ ἤγειρας. | |
468 | εὐθὺς καταχρήσεσθ’ αὑτὸν ἀνορωρυγμένην ταύτην ἰδόντα. | |
469 | οἱ Θρᾷκες, Λίβυ, | |
Τρῶες καλοῦνται· πάντα νῦν ἤδη ’σθ’ ὁμοῦ. | 134 | |
470 | οἱ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι φίλτατοι. | |
471 | παρουσία | |
t472-480 | ΥΜΝΙΣ | |
472 | νὴ τὴν Ἀθηνᾶν, μακάριόν γ’ ἡ χρηστότης πρὸς πάντα καὶ θαυμαστὸν ἐφόδιον βίῳ. τούτῳ λαλήσας ἡμέρας σμικρὸν μέρος εὔνους ἐγὼ νῦν εἰμι. ‘πειστικὸν λόγοσ‘ | |
5 | πρὸς τοῦτ’ ἂν εἴποι τις μάλιστα τῶν σοφῶν. τί οὖν ἑτέρους λαλοῦντας εὖ βδελύττομαι; τρόπος ἔσθ’ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος. τὸ γὰρ λέγειν εὖ δεινόν ἐστιν εἰ φέροι | |
βλάβην τινά. | 135 | |
473 | οὐ πάνυ τι γηράσκουσιν αἱ τέχναι καλῶς, ἂν μὴ λάβωσι προστάτην φιλάργυρον. | |
474 | νῦν δὲ κατὰ πόλιν εὕρηκε τὸν ἕτερον, τὸν σέ, τὸν ἐμὲ τουτονί. | |
475 | ἀλλὰ τἀργυρώματα ἥκω λαβεῖν βουλόμενος. | |
476 | οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος | |
477 | βάκηλος εἶ | 136 |
478 | κιγκλισμός | |
479 | παρυφές | |
480 | πόσθων | |
t481-496 | ΥΠΟΒΟΛΙΜΑΙΟΣ Η ΑΓΡΟΙΚΟΣ | 137 |
481 | τοῦτον εὐτυχέστατον λέγω, ὅστις θεωρήσας ἀλύπως, Παρμένων, τὰ σεμνὰ ταῦτ’ ἀπῆλθεν, ὅθεν ἦλθεν, ταχύ, τὸν ἥλιον τὸν κοινόν, ἄστρ’, ὕδωρ, νέφη, | |
5 | πῦρ· ταῦτα, κἂν ἑκατὸν ἔτη βιῷς, ἀεὶ ὄψει παρόντα, κἂν ἐνιαυτοὺς σφόδρ’ ὀλίγους, σεμνότερα τούτων ἕτερα δ’ οὐκ ὄψει ποτέ. πανήγυριν νόμισόν τιν’ εἶναι τὸν χρόνον, ὅν φημι, τοῦτον ἢ ’πιδημίαν, ἐν ᾧ | |
10 | ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί· ἂν πρῶτον ἀπίῃς καταλύσεις, βελτίονα ἐφόδι’ ἔχων ἀπῆλθες, ἐχθρὸς οὐδενί· ὁ προσδιατρίβων δὲ σκοπιάσας ἀπώλεσε, κακῶς τε γηρῶν ἐνδεής που γίνεται, | |
15 | ῥεμβόμενος ἐχθροὺς ηὗρ’, ἐπεβουλεύθη ποθέν, | |
οὐκ εὐθανάτως ἀπῆλθεν ἐλθὼν εἰς χρόνον. | 138 | |
482-483 | παύσασθε νοῦν λέγοντες· οὐδὲν γὰρ πλέον ἁνθρώπινος νοῦς ἐστιν, ἀλλ’ ὁ τῆς τύχης (εἴτ’ ἐστὶ τοῦτο πνεῦμα θεῖον εἴτε νοῦς) τοῦτ’ ἔστι τὸ κυβερνῶν ἅπαντα καὶ στρέφον | |
5 | καὶ σῷζον, ἡ πρόνοια δ’ ἡ θνητὴ καπνὸς καὶ φλήναφος. πείσθητε κοὐ μέμψεσθέ με· πάνθ’ ὅσα νοοῦμεν ἢ λέγομεν ἢ πράττομεν τύχη ’στίν, ἡμεῖς δ’ ἐσμὲν ἐπιγεγραμμένοι. | |
8 | . . . . . . . . . . . . τύχη κυβερνᾷ πάντα· ταύτην καὶ φρένας | |
10 | δεῖ καὶ πρόνοιαν τὴν θεὸν καλεῖν μόνην, | |
εἰ μή τις ἄλλως ὀνόμασιν χαίρει κενοῖς. | 139 | |
484 | τὰ δεύτερ’ ἀεὶ τὴν γυναῖκα δεῖ λέγειν, τὴν δ’ ἡγεμονίαν τῶν ὅλων τὸν ἄνδρ’ ἔχειν. οἶκος δ’ ἐν ᾧ τὰ πάντα πρωτεύει γυνή, οὐκ ἔστιν ὅστις πώποτ’ οὐκ ἀπώλετο. | |
485 | τοῦτο μόνον ἐπισκοτεῖ καὶ δυσγενείᾳ καὶ τρόπου πονηρίᾳ καὶ πᾶσιν οἷς ἔσχηκεν ἄνθρωπος κακοῖς, τὸ πολλὰ κεκτῆσθαι· τὰ δ’ ἄλλ’ ἐλέγχεται. | |
486 | οὐ παντὸς ἀγαθοῦ τὴν πρόνοιαν αἰτίαν κρίνων ἂν ὀρθῶς ὑπολαβεῖν τίς μοι δοκεῖ, | |
ἀλλ’ ἔστι καὶ ταὐτόματον ἔνια χρήσιμον. | 140 | |
487 | ἀεὶ κράτιστόν ἐστι τἀληθῆ λέγειν. ἐν παντὶ καιρῷ τοῦτ’ ἐγὼ παρεγγυῶ εἰς ἀσφάλειαν τῷ βίῳ πλεῖστον μέρος. | |
488 | πολλῶν κατὰ γῆν καὶ κατὰ θάλατταν θηρίων ὄντων, μέγιστόν ἐστι θηρίον γυνή. | |
489 | Ἄπολλον, ἀλλὰ σκαιὸν οὐ μετρίως λέγεις, μετὰ μαρτύρων ἀτυχεῖν, παρὸν λεληθέναι. | |
490 | δυσπαρακολούθητόν τι πρᾶγμ’ ἐστὶν τύχη. | |
491 | τὸν ἄμητα, Χαίριππ’, οὐκ ἐᾷς πέττειν τινά. | |
492 | ὡς μηδὲν ἀποκρινουμένου δ’ οὕτω λάλει. | 141 |
493 | γέρων ἀπεμέμυκτ’ ἄθλιος λέμφος. | |
494 | μικρὰ Παναθήναι’ ἐπειδὴ δι’ ἀγορᾶς πέμποντά σε, Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφ’ ἅρματος. | |
t497-500 | ΦΑΝΙΟΝ | 142 |
497 | οἷα δὴ φιλοῦσιν ἰατροὶ λέγειν τὰ φαῦλα μείζω καὶ τὰ δείν’ ὑπέρφοβα, πυργοῦντες αὑτούς. | |
498 | ὑπελήλυθέν τέ μου νάρκα τις ὅλον τὸ δέρμα. | |
499 | ἄνθρωπος ὢν ἥμαρτον· οὐ θαυμαστέον. | |
500 | φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής. | |
t501-502 | ΦΑΣΜΑ | 143 |
501 | ἐπισημαίνεσθ’, ἐὰν ἡ σκευασία καθάρειος ᾖ καὶ ποικίλη. | |
502 | ἔμβαρος | |
t503-508 | ΦΙΛΑΔΕΛΦΟΙ | 144 |
503 | ἤδη δ’ ἐπιχύσεις διάλιθοι, λαβρώνιοι, Πέρσαι δ’ ἔχοντες μυιοσόβας ἑστήκεσαν. | |
504 | οὐ ῥᾴδιον ἄνοιαν ἐν μικρῷ μεταστῆσαι χρόνῳ. | |
505 | νὴ τὸν Δία τὸν μέγιστον ἐκτυφήσομαι. | |
506-507 | ὡς ἡδὺ τὸ ζῆν, εἰ μεθ’ ὧν κρίνῃ τις ἄν. | |
1 | . . . . . . . . . . . . . | |
τοῦτ’ ἔστι τὸ ζῆν, οὐχ ἑαυτῷ ζῆν μόνον. | 145 | |
508 | ὥστ’ ἔγωγ’ ἂν εἱλόμην που σαυνίῳ πεπληγμένος— | |
t509-511 | ΧΑΛΚΕΙΑ | |
509 | οὐκ ἂν γένοιτ’ ἐρῶντος ἀθλιώτερον οὐδὲν γέροντος πλὴν ἕτερος γέρων ἐρῶν· ὃς γὰρ ἀπολαύειν βούλεθ’ ὧν ἀπολείπεται διὰ τὸν χρόνον, πῶς οὗτος οὐκ ἔστ’ ἄθλιος; | |
510 | τοῦτο δὴ τὸ νῦν ἔθος, ‘ἄκρατον‘ ἐβόων ‘τὴν μεγάλην‘. ψυκτῆρά τις | |
προὔπινεν αὐτοῖς ἀθλίους ἀπολλύων. | 146 | |
511 | ἀντήλιος | |
t512 | ΧΑΛΚΙΣ | |
t513-517 | ΧΗΡΑ | |
513 | ἑκοῦσα δ’ ἁδελφὴ ποιήσει τοῦτό σοι ἀντάλλαγόν γ’ ἕξουσα τούτῳ διδομένη. | |
514 | τὸ λεγόμενον τοῦτ’ ἔστι νῦν, τἄνω κάτω, φασίν, τὰ κάτω δ’ ἄνω. | |
515 | βοῶν ποιείτω τὴν πόλιν διάστατον. | 147 |
516 | πρὸς τὴν ἀδελφὴν ἀνάδοχον τῶν χρημάτων | |
517 | δὶς παῖδες οἱ γέροντες | |
t518-525 | ΨΕΥΔΗΡΑΚΛΗΣ | |
518 | μάγειρ’, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα· πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον ἤδη μ’ ἐρωτᾷς· χοιρίδιον ἓν θύομεν, ὀκτὼ ποιήσοντες τραπέζας δ’ ἢ μίαν, | |
5 | τί σοὶ διαφέρει τοῦτο; παράθες σημίαν. οὐκ ἔστι κανδύλους ποιεῖν, οὐδ’ οἷα σὺ εἴωθας εἰς ταὐτὸν καρυκεύειν, μέλι, σεμίδαλιν, ᾠά. πάντα γὰρ τἀναντία νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ, | |
10 | πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς. ἡ δημιουργὸς δ’ ἀντιπαρατεταγμένη κρεάδι’ ὀπτᾷ καὶ κίχλας τραγήματα. ἔπειθ’ ὁ δειπνῶν μὲν τραγηματίζεται, | |
15 | μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν | |
δειπνεῖ μελίπηκτα τὰς κίχλας. | 148 | |
519 | νῦν δ’ εἰς γυναικωνῖτιν εἰσιόνθ’ ὅταν ἴδω παράσιτον, τὸν δὲ Δία τὸν κτήσιον ἔχοντα τὸ ταμιεῖον οὐ κεκλεισμένον, ἀλλ’ εἰστρέχοντα πορνίδια— | |
520 | μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυοῖν ταύταιν· τρέφει δὲ παλλακή τις τοῦ πατρὸς | |
αὐτάς, ἅβρα τῆς μητρὸς αὐτῶν γενομένη. | 149 | |
521 | ὑπὲρ μὲν οἴνου μηδὲ γρῦ, τίτθη, λέγε· ἂν τἄλλα δ’ ᾖς ἄμεμπτος, ἕκτην ἐπὶ δέκα Βοηδρομιῶνος ἐνδελεχῶς ἄξεις ἀεί. | |
522 | ἀστοργίαν ἔχει τιν’ ὁ σκληρὸς βίος. | |
523 | χαῦνόν τι πλάσμα καὶ διάκενον | |
524 | οὐκ ἐπείρα Νάννιον; | |
525 | Καρκίνου ποιήματα | 150 |
t526-529 | ΨΟΦΟΔΕΗΣ | |
526 | ἐπίσημον οὖν τὴν ἀσπίδ’ εἰς τὴν τοῦ Διὸς στοὰν ἀνέθηκαν. | |
527 | ὄνος λύρας | |
528 | Νοῦθος | |
529 | Πάνακτος | |
t530-1082 | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | |
530 | ὅταν δ’ ἀγρυπνεῖν εἴπῃς τισε . . . . . τὴν αἰτίαν γνώσει περιπατεις . . . | |
εἰσῆλθες εὐθύς, ἂν κοπιάση . . . μαλακῶς ἐλούσω· πάλιν ἀνας . . . . | 151 | |
5 | πρὸς ἡδονὴν ὕπνος αὐτοσοβ . . . . τὸ πέρας· κακὸν ἔχεις οὐδὲν η . . . . ἔστι ην διῆλθες· φορτικωτερ . . . ἐπέρχεταί μοι, τρόφιμε, συγγν . . . . τὸ δὴ λεγόμενον, οὐκ ἔχεις ον . . . | |
10 | ὑπὸ τῶν ἀγαθῶν, εὖ ἴσθι· μη . . . . ικοιταληθῆ λέγω, νὴ τοὺς θε . τοῦτ’ ἔστι τἀρρώστημα καὶ μὴ . . . ἀτόπως ἐμαυτοῦ καὶ βαρέως . . . . .... νικόν ἐστι τἀνόητο . . . | |
15 | .. ν πάνυ γὰρ ταυτειλελ . . . . . .. παραινεῖς ὅτι πα . . . . . εἰ μέν τι κακὸν ἀληθὲς εἶχες, Φειδία, ζητεῖν ἀληθὲς φάρμακον τούτου ς’ ἔδει· νῦν δ’ οὐκ ἔχεις· κενὸν εὕρηκα τὸ φάρμακον | |
20 | πρὸς τὸ κενόν· οἰήθητι δ’ ὠφελεῖν τί σε. περιμαξάτωσάν ς’ αἱ γυναῖκες ἐν κύκλῳ καὶ περιθεωσάτωσαν· ἀπὸ κρουνῶν τριῶν | |
ὕδατι περίρραν’ ἐμβαλὼν ἅλας, φακούς. | 152 | |
531 | εἰ γὰρ ἐγένου σύ, Τρόφιμε, τῶν πάντων μόνος, ὅτ’ ἔτικτεν ἡ μήτηρ ς’, ἐφ’ ᾧ τε διατελεῖν πράττων ἃ βούλει καὶ διευτυχεῖν ἀεί, καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι, | |
5 | ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ ς’ ἐψευσμένος ἄτοπόν τε πεποίηκ’. εἰ δ’ ἐπὶ τοῖς αὐτοῖς νόμοις ἐφ’ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ, οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον. | |
10 | τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ, οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν ταπεινότητα ζῷον οὐδὲν λαμβάνει. καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν, | |
15 | ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά. σὺ δ’ οὔθ’ ὑπερβάλλοντα, Τρόφιμ’, ἀπώλεσας ἀγαθά, τὰ νυνί τ’ ἔστι μέτριά σοι κακά. | |
ὥστ’ ἀνὰ μέσον που καὶ τὸ λοιπὸν [δὴ] φέρε. | 155 | |
532 | καὶ τοῦτον ἡμᾶς τὸν τρόπον γαμεῖν ἔδει ἅπαντας, ὦ Ζεῦ σῶτερ, ὡς ὠνούμεθα· οὐκ ἐξετάζειν μὲν τὰ μηδὲν χρήσιμα, τίς ἦν ὁ πάππος ἧς γαμεῖ, τήθη δὲ τίς, | |
5 | τὸν δὲ τρόπον αὐτῆς τῆς γαμουμένης, μεθ’ ἧς βιώσεται, μήτ’ ἐξετάσαι μήτ’ ἰδεῖν· οὐδ’ ἐπὶ τράπεζαν μὲν φέρειν τὴν προῖχ’, ἵνα εἰ τἀργύριον καλόν ἐστι δοκιμαστὴς ἴδῃ, ὃ πέντε μῆνας ἔνδον οὐ γενήσεται, | |
10 | τῆς διὰ βίου δ’ ἔνδον καθεδουμένης ἀεὶ μὴ δοκιμάσαντα μηδέν, ἀλλ’ εἰκῆ λαβεῖν ἀγνώμον’, ὀργίλην, χαλεπήν, ἐὰν τύχῃ, λάλον. περιάξω τὴν ἐμαυτοῦ θυγατέρα τὴν πόλιν ὅλην· οἱ βουλόμενοι ταύτην λαβεῖν, | |
15 | λαλεῖτε, προσκοπεῖσθε πηλίκον κακὸν λήψεσθ’· ἀνάγκη γὰρ γυναῖκ’ εἶναι κακόν, | |
ἀλλ’ εὐτυχής ἐσθ’ ὁ μετριώτατον λαβών. | 156 | |
533 | ἀπολεῖ με τὸ γένος. μὴ λέγ’, εἰ φιλεῖς ἐμέ, μῆτερ, ἐφ’ ἑκάστῳ τὸ γένος. οἷς ἂν τῇ φύσει ἀγαθὸν ὑπάρχῃ μηδὲν οἰκεῖον προσόν, ἐκεῖσε καταφεύγουσιν, εἰς τὰ μνήματα | |
5 | καὶ τὸ γένος, ἀριθμοῦσίν τε τοὺς πάππους ὅσοι· οὐδὲν δ’ ἔχουσι πλεῖον, οὐδ’ ἐρεῖς ὅτῳ οὐκ εἰσὶ πάπποι· πῶς γὰρ ἐγένοντ’ ἄν ποτε; οἳ μὴ λέγειν δ’ ἔχουσι τούτους διά τινα τόπου μεταβολὴν ἢ φίλων ἐρημίαν, | |
10 | τί τῶν λεγόντων εἰσὶ δυσγενέστεροι; ὃς ἂν εὖ γεγονὼς ᾖ τῇ φύσει πρὸς τἀγαθά, κἂν Αἰθίοψ ᾖ, μῆτερ, ἐστὶν εὐγενής. | |
Σκύθης τις· ὄλεθρος· ὁ δ’ Ἀνάχαρσις οὐ Σκύθης; | 157 | |
534 | ἅπαντα τὰ ζῷ’ ἐστὶ μακαριώτατα καὶ νοῦν ἔχοντα μᾶλλον ἀνθρώπου πολύ. τὸν ὄνον ὁρᾶν ἔξεστι πρῶτα τουτονί, οὗτος κακοδαίμων ἐστὶν ὁμολογουμένως· | |
5 | τούτῳ κακὸν δι’ αὑτὸν οὐδὲν γίνεται, ἃ δ’ ἡ φύσις δέδωκεν αὐτῷ ταῦτ’ ἔχει. ἡμεῖς δὲ χωρὶς τῶν ἀναγκαίων κακῶν αὐτοὶ παρ’ αὑτῶν ἕτερα προσπορίζομεν. [λυπούμεθ’ ἂν πτάρῃ τις, ἂν εἴπῃ κακῶς | |
10 | ὀργιζόμεθ’, ἂν ἴδῃ τις ἐνύπνιον σφόδρα φοβούμεθ’, ἂν γλαὺξ ἀνακράγῃ δεδοίκαμεν.] ἀγωνίαι, δόξαι, φιλοτιμίαι, νόμοι, ἅπαντα ταῦτ’ ἐπίθετα τῇ φύσει κακά. | |
535 | εἶτ’ οὐ δικαίως προσπεπατταλευμένον | |
γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις, καὶ γίνετ’ αὐτῷ λαμπάς, ἄλλο δ’ οὐδὲ ἓν ἀγαθόν; ὃ μισεῖν οἶμ’ ἅπαντας τοὺς θεούς, | 158 | |
5 | γυναῖκας ἔπλασεν, ὦ πολυτίμητοι θεοί, ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων, γαμεῖ; λάθριοι τὸ λοιπὸν ἄρ’ ἐπιθυμίαι κακαί, γαμηλίῳ λέχει τε μοιχὸς ἐντρυφῶν, καὶ φαρμακεῖαι, καὶ νόσων χαλεπώτατος | |
10 | φθόνος, μεθ’ οὗ ζῇ πάντα τὸν βίον γυνή. | |
536 | μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόν’ οὐκ ἔχω εὑρεῖν ὁμοίαν τῷ γεγονότι πράγματι, ζητῶν πρὸς ἐμαυτὸν τί ταχέως ἀπολλύει. στρόβιλος ἐν ὅσῳ συστρέφεται, προσέρχεται, | |
5 | προσέβαλεν, ἐξέρριψεν, αἰὼν γίνεται. ἀλλ’ ἐν πελάγει συγκλυσμός· ἀναπνοὴν ἔχει ‘Ζεῦ σῶτερ‘ εἰπεῖν ‘ἀντέχου τῶν σχοινίων‘, ἑτέραν περιμεῖναι χἀτέραν τρικυμίαν, ναυαγίου τ’ ἂν ἐπιλάβοι’· ἐγὼ δ’ ἅπαξ | |
10 | ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῷ. | 159 |
537 | ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας. ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεοὺς τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον. | |
5 | ἱδρυσάμενος τούτους γὰρ εἰς τὴν οἰκίαν εὖξαι· τί βούλει; πάντα σοι γενήσεται, ἀγρός, οἰκίαι, θεράποντες, ἀργυρώματα, φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου· | |
αὐτοὺς γὰρ ἕξεις τοὺς θεοὺς ὑπηρέτας. | 160 | |
538 | ὅταν εἰδέναι θέλῃς σεαυτὸν ὅστις εἶ, ἔμβλεψον εἰς τὰ μνήμαθ’ ὡς ὁδοιπορεῖς. ἐνταῦθ’ ἔνεστ’ ὀστᾶ τε καὶ κούφη κόνις ἀνδρῶν βασιλέων καὶ τυράννων καὶ σοφῶν | |
5 | καὶ μέγα φρονούντων ἐπὶ γένει καὶ χρήμασιν αὑτῶν τε δόξῃ κἀπὶ κάλλει σωμάτων. κᾆτ’ οὐδὲν αὐτοῖς τῶνδ’ ἐπήρκεσεν χρόνος. κοινὸν τὸν ᾅδην ἔσχον οἱ πάντες βροτοί. πρὸς ταῦθ’ ὁρῶν γίνωσκε σαυτὸν ὅστις εἶ. | |
539 | ὁ πάντα βουληθεὶς ἂν ἄνθρωπος πονεῖν πᾶν ἂν γένοιτο· πλούσιος τρόπον τινά· | |
πάλιν φιλόσοφός τινι μαθήσει χρώμενος· τὸ σῶμ’ ὑγιαίνει τινὰ δίαιταν προσφέρων. | 161 | |
5 | πλὴν ἕν τι τῶν πάντων ἀδύνατον ἦν ἄρα εὑρεῖν, δι’ οὗ τρόπου τις οὐ λυπήσεται. οὐ γὰρ τὸ μὴ πράττειν κατὰ νοῦν ἔχει μόνον λύπην, παρέχει δὲ φροντίδας καὶ τἀγαθά. | |
540 | μειράκιον, οὔ μοι κατανοεῖν δοκεῖς ὅτι ὑπὸ τῆς ἰδίας ἕκαστα κακίας σήπεται, καὶ πᾶν τὸ λυμαινόμενόν ἐστιν ἔνδοθεν. οἷον ὁ μὲν ἰός, ἂν σκοπῇς, τὸ σιδήριον, | |
5 | τὸ δ’ ἱμάτιον οἱ σῆτες, ὁ δὲ θρὶψ τὸ ξύλον. σὲ δὲ τὸ κάκιστον τῶν κακῶν πάντων, φθόνος φθισικὸν πεποίηκε καὶ ποιήσει καὶ ποιεῖ, | |
ψυχῆς πονηρᾶς δυσσεβὴς παράστασις. | 162 | |
541 | τίνι δεδούλωνταί ποτε; ὄψει· φλύαρος· τῆς γὰρ αὐτῆς πάντες ἂν ἤρων· κρίσιν γὰρ τὸ βλέπειν ἴσην ἔχει. ἀλλ’ ἡδονή τις τοὺς ἐρῶντας ἐπάγεται | |
5 | συνουσίας· πῶς οὖν ἕτερος ταύτην ἔχων οὐδὲν πέπονθεν, ἀλλ’ ἀπῆλθε καταγελῶν, ἕτερος δ’ ἀπόλωλε; καιρός ἐστιν ἡ νόσος ψυχῆς, ὁ πληγεὶς δ’ εἴσω δὴ τιτρώσκεται. | |
542 | εἴπερ τὸν ἀδικοῦντα μὲν ὡς ἠμύνετο ἕκαστος ἡμῶν καὶ συνηγωνίζετο, ἴσως νομίζων ἴδιον εἶναι τὸ γεγονὸς ἀδίκημα, καὶ συνέπραττον ἀλλήλοις πικρῶς, | |
5 | οὐκ ἂν ἐπὶ πλεῖον τὸ κακὸν ἡμῖν ηὔξετο τὸ τῶν πονηρῶν, ἀλλὰ παρατηρούμενοι καὶ τυγχάνοντες ἧς ἔδει τιμωρίας | |
ἤτοι σπάνιοι σφόδρ’ ἂν ἦσαν ἢ πεπαυμένοι. | 163 | |
543 | Δέρκιππε καὶ Μνήσιππε, τοῖς εἰρημένοις ἡμῶν ὑπό τινος ἢ πεπονθόσιν κακῶς ἔστιν καταφυγὴ πᾶσιν, οἱ χρηστοὶ φίλοι. καὶ γὰρ ἀποδύρασθ’ ἔστι μὴ γελώμενον, | |
5 | καὶ συναγανακτοῦνθ’ ὁπόταν οἰκείως ὁρᾷ ἕκαστος αὑτῷ τὸν παρόντα, παύεται τοῦτον μάλιστα τὸν χρόνον τοῦ δυσφορεῖν. | |
544 | παράδειγμα τοὺς Σύρους λαβέ· ὅταν φάγως’ ἰχθὺν ἐκεῖνοι, διά τινα αὐτῶν ἀκρασίαν τοὺς πόδας καὶ γαστέρα οἰδοῦσιν, ἔλαβον σακίον, εἶτ’ εἰς τὴν ὁδὸν | |
5 | ἐκάθισαν αὑτοὺς ἐπὶ κόπρου, καὶ τὴν θεὸν | |
ἐξιλάσαντο τῷ ταπεινοῦσθαι σφόδρα. | 164 | |
546 | τοὺς τῆς γαμετῆς ὅρους ὑπερβαίνεις, γύναι, τὴν αὐλίαν· πέρας γὰρ αὔλειος θύρα ἐλευθέρᾳ γυναικὶ νενόμιστ’ οἰκίας· τὸ δ’ ἐπιδιώκειν εἴς τε τὴν ὁδὸν τρέχειν, | |
5 | ἔτι λοιδορουμένην, κυνός ἐστ’ ἔργον, Ῥόδη. | |
547-548 | πάντες μὲν οἱ Θρᾷκες, μάλιστα δ’ οἱ Γέται ἡμεῖς ἁπάντων (καὶ γὰρ αὐτὸς εὔχομαι ἐκεῖθεν εἶναι τὸ γένος), οὐ σφόδρ’ ἐγκρατεῖς ἐσμέν. | |
5 | γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς εἰ μὴ δέκ’ ἢ ἕνδεκα γυναῖκας, δώδεκ’ ἢ πλείους τινές. ἂν τέτταρας δ’ ἢ πέντε γεγαμηκώς τις ᾖ, καταστροφὴ γῆς, ἀνυμέναιος ἄθλιος, | |
ἄνυμφος οὗτος ἐπικαλεῖτ’ ἐν τοῖς ἐκεῖ. | 166 | |
549 | ἄνθρωπος ὢν μηδέποτε τὴν ἀλυπίαν αἰτοῦ παρὰ θεῶν, ἀλλὰ τὴν μακροθυμίαν. ὅταν γὰρ ἄλυπος διὰ τέλους εἶναι θέλῃς, ἢ δεῖ θεόν ς’ εἶναί τιν’ ἢ τάχα δὴ νεκρόν. | |
5 | παρηγόρει δὲ τὰ κακὰ δι’ ἑτέρων κακῶν. | |
550-551 | ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται | |
εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου ἀγαθός· κακὸν γὰρ δαίμον’ οὐ νομιστέον εἶναι βίον βλάπτοντα χρηστόν . . . | 167 | |
4 | . . . . . . . . . . . . | |
5 | ἅπαντα δ’ ἀγαθὸν εἶναι τὸν θεόν . . | |
552 | ὦ γῆρας ἐχθρὸν σωμάτων ἀνθρωπίνων, ἅπαντα συλῶν τὰ καλὰ τῆς εὐμορφίας, καὶ μεταχαράττον τὴν μὲν ἀνδρίαν μελῶν εἰς τἀπρεπές, τὸ δὲ τάχος εἰς ὄκνον πολύν. | |
553 | ἐὰν πονηροῦ γείτονος γείτων ἔσῃ, πάντως παθεῖν πονηρὸν ἢ μαθεῖν σε δεῖ· ἐὰν ἀγαθοῦ γείτονος γείτων ἔσῃ, | |
ὡς προσδιδάσκεις ἀγαθὰ καὶ προσμανθάνεις. | 168 | |
554 | οὐκ ἐκ πότων καὶ τῆς καθ’ ἡμέραν τρυφῆς ζητοῦμεν ᾧ πιστεύσομεν τὰ τοῦ βίου, πάτερ; οὐ περιττὸν οἴετ’ ἐξευρηκέναι ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου σκιάν; | |
555 | ὀχληρὸν ὁ χρόνος ὁ πολύς. ὦ γῆρας βαρύ, ὡς οὐδὲν ἀγαθόν, δυσχερῆ δὲ πόλλ’ ἔχεις τοῖς ζῶσι καὶ λυπηρά. πάντες εἰς σὲ δὲ ἐλθεῖν ὅμως εὐχόμεθα καὶ σπουδάζομεν. | |
556 | ἔνεγκ’ ἀτυχίαν καὶ βλάβην εὐσχημόνως. τοῦτ’ ἔστιν ἀνδρὸς νοῦν ἔχοντος, οὐκ ἐὰν ἀνασπάσας τις τὰς ὀφρῦς οἴμοι λαλῇ, | |
ἀλλ’ ὃς τά γ’ αὑτοῦ πράγματ’ ἐγκρατῶς φέρει. | 169 | |
557 | πλεονεξία μέγιστον ἀνθρώποις κακόν· οἱ γὰρ θέλοντες προσλαβεῖν τὰ τῶν πέλας ἀποτυγχάνουσι πολλάκις νικώμενοι, τὰ δ’ ἴδια προστιθέασι τοῖς ἀλλοτρίοις. | |
558 | Διονυσίων μὲν ἦν πομπή . . . . . . . . . . ὁ δέ μ’ ἠκολούθησεν μέχρι τοῦ πρὸς τὴν θύραν· ἔπειτα φοιτῶν καὶ κολακεύων ἐμέ τε καὶ | |
5 | τὴν μητέρ’ ἔγνω μ’. | |
559 | λύπης ἰατρός ἐστιν ἀνθρώποις λόγος· ψυχῆς γὰρ οὗτος μόνος ἔχει θελκτήρια· λέγουσι δ’ αὐτὸν οἱ πάλαι σοφώτατοι | |
ἀστεῖον εἶναι φάρμακον. | 170 | |
560 | θύων οὐδεπώποτ’ ηὐξάμην ἐγὼ τὸ σῷζον τὴν ἐμὴν συνοικίαν, ἀλλὰ παρέλιπον οἰκετῶν εἶναι στάσιν ἔνδον παρ’ αὑτῶν, πρᾶγμα χρησιμώτατον. | |
561 | τῆς σκιᾶς τὴν πορφύραν πρῶτον ἐνυφαίνους’· εἶτα μετὰ τὴν πορφύραν τοῦτ’ ἔστιν οὔτε λευκὸν οὔτε πορφύρα, | |
ἀλλ’ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη. | 171 | |
562 | πῶς δὴ τὸ τραῦμα τοῦτ’ ἔχεις; ‘μεσαγκύλῳ.‘ πῶς πρὸς θεῶν; ‘ἐπὶ κλίμακα πρὸς τεῖχος ἀναβαίνων.‘ ἐγὼ μὲν δεικνύω ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν. | |
563 | ταύτας μεγίστας ἀποτίνω ’γὼ συμβολάς. σφάττει με, λεπτὸς γίνομ’ εὐωχούμενος τὰ σκώμμαθ’ οἷα τὰ σοφά τε καὶ στρατηγικά. | |
οἷος δ’ ἀλαζών ἐστιν ἁλιτήριος. | 172 | |
564-565 | καίτοι τί λογίζομ’ ὁ κακοδαίμων προσδοκῶν χάριν παρὰ γυναικὸς κομιεῖσθαι; μὴ μόνον κακόν τι προσλάβοιμι, καὶ κάλλιστ’ ἔχει. οὐκ ἐν γυναικὶ φύεται πιστὴ χάρις. | |
566 | χαλεπόν, Παμφίλη, ἐλευθέρᾳ γυναικὶ πρὸς πόρνην μάχη. πλείονα κακουργεῖ, πλείον’ οἶδ’, αἰσχύνεται οὐδέν, κολακεύει μᾶλλον. | |
567 | οἴμοι τάλας ἔγωγε. ποῦ ποθ’ αἱ φρένες ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι | |
τὸν χρόνον, ὅτ’ οὐ ταῦτ’, ἀλλ’ ἐκεῖν’ ᾑρούμεθα; | 173 | |
568 | οἷος δὲ καὶ τὴν ὄψιν εἶναι φαίνεται, ἀφ’ οὗ τοιοῦτος γέγονεν, οἷον θηρίον. τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ. | |
569 | Γλυκέρα, τί κλάεις; ὀμνύω σοι τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, φιλτάτη, ὀμωμοκὼς καὶ πρότερον ἤδη πολλάκις. | |
570 | κἂν σφόδρα σαφῶς εἰδῇς τι, τὸν κρύπτοντά σε μηδέποτ’ ἐλέγξῃς· δύσκολον πρᾶγμ’ ἐστὶ γὰρ ἃ λανθάνειν τις βούλεται ταῦτ’ εἰδέναι. | |
571 | ὅταν ἕτερός σοι μηδὲ ἓν τέλεον διδῷ, δέξαι τὸ μόριον· τοῦ λαβεῖν γὰρ μηδὲ ἓν | |
τὸ λαβεῖν ἔλαττον πλεῖον ἔσται σοι πολύ. | 174 | |
572 | ὅταν τι πράττῃς ὅσιον, ἀγαθὴν ἐλπίδα πρόβαλλε σαυτῷ, τοῦτο γινώσκων ὅτι τόλμῃ δικαίᾳ καὶ θεὸς συλλαμβάνει. | |
573 | ὀργῇ παραλογισμός ποτ’ οὐδεὶς φύεται. αὕτη κρατεῖ νῦν· ἂν δὲ μικρὸν παρακμάσῃ, κατόψεται τί μᾶλλόν ἐστι συμφέρον. | |
574 | εἰ καὶ σφόδρ’ ἀλγεῖς, μηδὲν ἠρεθισμένος πράξῃς προπετῶς· ὀργῆς γὰρ ἀλογίστου κρατεῖν ἐν ταῖς ταραχαῖς μάλιστα τὸν φρονοῦντα δεῖ. | |
575 | σὺ μὲν παραινεῖς ταῦτα ὅσα σοι πρέπει, ἐμὲ δὲ ποιεῖν τὸ καθῆκον οὐχ ὁ σὸς λόγος, | |
εὖ ἴσθ’ ἀκριβῶς, ὁ δ’ ἴδιος πείθει τρόπος. | 175 | |
576 | οὐδὲν διαβολῆς ἐστιν ἐπιπονώτερον· τὴν ἐν ἑτέρῳ γὰρ κειμένην ἁμαρτίαν εἰς μέμψιν ἰδίαν αὐτὸν ἐπάναγκες λαβεῖν. | |
577 | ὅστις δὲ διαβολαῖσι πείθεται ταχύ, ἤτοι πονηρὸς αὐτός ἐστι τοὺς τρόπους, ἢ παντάπασι παιδαρίου γνώμην ἔχει. | |
578 | δεῖ τὸν πολιτῶν προστατεῖν αἱρούμενον τὴν τοῦ λόγου μὲν δύναμιν οὐκ ἐπίφθονον, ἤθει δὲ χρηστῷ συγκεκραμένην ἔχειν. | |
579 | ἡ νῦν ὑπό τινων χρηστότης καλουμένη μεθῆκε τὸν ὅλον εἰς πονηρίαν βίον· οὐδεὶς γὰρ ἀδικῶν τυγχάνει τιμωρίας. | |
580 | τί διακενῆς εἶ χρηστός; ὁ δεσπότης αὐτὸς ἀπολλύει πάντα, σὺ δὲ μὴ λαμβάνεις, | |
σαυτὸν ἐπιτρίβεις, οὐκ ἐκεῖνον ὠφελεῖς. | 176 | |
581 | ἐμοὶ πόλις ἐστὶ καὶ καταφυγὴ καὶ νόμος καὶ τοῦ δικαίου τοῦ τ’ ἀδίκου παντὸς κριτὴς ὁ δεσπότης. πρὸς τοῦτον ἕνα δεῖ ζῆν ἐμέ. | |
582 | πατρῷ’ ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα· τὰ μετὰ γυναικὸς δ’ εἰσιόντ’ εἰς οἰκίαν οὔτ’ ἀσφαλῆ τὴν κτῆσιν οὔθ’ ἱλαρὰν ἔχει. | |
583 | ὅταν πένης ὢν καὶ γαμεῖν τις ἑλόμενος τὰ μετὰ γυναικὸς ἐπιδέχηται χρήματα, αὑτὸν δίδωσιν, οὐκ ἐκείνην λαμβάνει. | |
584 | δύ’ ἔσθ’ ἃ κρῖναι τὸν γαμεῖν μέλλοντα δεῖ, ἤτοι προσηνῆ γ’ ὄψιν ἢ χρηστὸν τρόπον· | |
τὴν γὰρ ὁμόνοιαν τὴν πρὸς ἀλλήλους ποιεῖ. | 177 | |
585 | ὅστις γυναῖκ’ ἐπίκληρον ἐπιθυμεῖ λαβεῖν πλουτοῦσαν, ἤτοι μῆνιν ἐκτίνει θεῶν, ἢ βούλετ’ ἀτυχεῖν μακάριος καλούμενος. | |
586 | αἰσχύνομαι τὸν πατέρα, Κλειτοφῶν, μόνον. ἀντιβλέπειν ἐκεῖνον οὐ δυνήσομαι ἀδικῶν, τὰ δ’ ἄλλα ῥᾳδίως χειρώσομαι. | |
587 | ὑπερήφανόν που γίνεθ’ ἡ λίαν τρυφή, ὅ τε πλοῦτος ἐξώκειλε τὸν κεκτημένον εἰς ἕτερον ἦθος, οὐκ ἐν ᾧ τὸ πρόσθεν ἦν. | |
588 | κρεῖττον γάρ ἐστιν, ἂν σκοπῇ τις κατὰ λόγον, μὴ πόλλ’ ἀηδῶς, ὀλίγα δ’ ἡδέως ἔχειν, | |
πενίαν τ’ ἄλυπον μᾶλλον ἢ πλοῦτον πικρόν. | 178 | |
589 | ἄνευ κακῶν γὰρ οἰκίαν οἰκουμένην οὐκ ἔστιν εὑρεῖν, ἀλλὰ τοῖς μὲν ἡ τύχη τούτων δίδωσιν ἀφθονίαν, τοῖς δ’ οἱ τρόποι. | |
590 | ὦ μεταβολαῖς χαίρουσα παντοίαις τύχη, σόν ἐστ’ ὄνειδος τοῦθ’, ὅταν τις ὢν ἀνὴρ δίκαιος ἀδίκοις περιπέσῃ συμπτώμασιν. | |
591 | τῷ μὲν τὸ σῶμα διατεθειμένῳ κακῶς χρεία ’στ’ ἰατροῦ, τῷ δὲ τὴν ψυχὴν φίλου· λύπην γὰρ εὔνους οἶδε θεραπεύειν λόγος. | |
592 | ὅταν ᾖ γέρων τις ἐνδεής τε τὸν βίον, οὐδ’ αὖ τὸ θνῄσκειν δεινόν, ἀλλ’ ἐν τῷ καλῶς | |
ἑκάτερον αὐτῶν τὴν διάγνωσιν φέρει. | 179 | |
593 | οὐκ ἔστ’ ἄπιστον οὐδὲν ἐν θνητῷ βίῳ, οὐδ’ ἂν γένοιτο. πολλὰ ποικίλλει χρόνος παράδοξα καὶ θαυμαστὰ καὶ ζώντων τρόποι. | |
594 | ἀδύνατον ὡς ἔστιν τι σῶμα τῆς τύχης· ὁ μὴ φέρων δὲ κατὰ φύσιν τὰ πράγματα τύχην προσηγόρευσε τὸν ἑαυτοῦ τρόπον. | |
595 | ἀεὶ δ’ ὁ σωθείς ἐστιν ἀχάριστον φύσει. ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις, ἣν δεόμενος τότ’ ἀθάνατον ἕξειν ἔφη. | |
596 | ἐὰν ἐγὼ φῶ νῦν ἔχειν βακτηρίαν χρυσῆν, τί μοι σεμνότερον ἔσται τὸ ξύλον; | |
ἀληθὲς εἶναι δεῖ τὸ σεμνόν, οὐ κενόν. | 180 | |
597 | πένητος οὐδέν ἐστι δυστυχέστερον ἅπαντα μοχθεῖ κἀγρυπνεῖ κἀργάζεται, ἵν’ ἄλλος ἐλθὼν μεταλάβῃ καὶ κτήσηται. | |
598 | ἄνθρωπε, μὴ στέναζε, μὴ λυποῦ μάτην· χρήματα, γυναῖκα καὶ τέκνων πολλῶν σποράν, ἅ σοι τύχη κέχρηκε, ταῦτ’ ἀφείλετο. | |
599 | ὀκνεῖ δὲ νοῦν ἔχους’ ἴσως· ἀεὶ δὲ τοῖς παροῦσι δακρύοις ἐμποιεῖ τὸ θῆλυ τῆς ψυχῆς ἀναβολὴν τῷ πάθει. | |
600 | οὐχ ὁ τρόφιμός σου πρὸς θεῶν, Ὀνήσιμε, ὁ νῦν ἔχων Ἁβροτόνιον τὴν ψάλτριαν, | |
ἔγημ’ ἔναγχος; ΟΝΗΣ. πάνυ μὲν οὖν. | 181 | |
601 | . . . ἐπιτρίβουσιν ἡμᾶς οἱ θεοὶ μάλιστα τοὺς γήμαντας· ἀεὶ γάρ τινα ἄγειν ἑορτήν ἐστ’ ἀνάγκη. | |
602 | . . . . . . . οὐδείς ἐστί μοι ἀλλότριος, ἂν ᾖ χρηστός· ἡ φύσις μία πάντων, τὸ δ’ οἰκεῖον συνίστησιν τρόπος. | |
603 | οὐκ ἔστι μείζων ἡδονὴ ταύτης πατρί, ἢ σωφρονοῦντα καὶ φρονοῦντ’ ἰδεῖν τινα τῶν ἐξ ἑαυτοῦ. | |
604 | πολλοὺς δι’ ἀνάγκην γὰρ πονηροὺς οἶδ’ ἐγὼ ὅταν ἀτυχήσωσιν γεγονότας, οὐ φύσει | |
ὄντας τοιούτους. | 182 | |
605 | τὸ δ’ εὖ φέρειν ἔστιν τοιοῦτον, ἂν δύνῃ μόνος φέρειν, καὶ μὴ ’πίδηλον τὴν τύχην πολλοῖς ποιῇς. | |
606 | μανθάνειν· ὅτου δ’ ἂν ἔργου τυγχάνῃς ἄπειρος ὤν, τὸ πυνθάνεσθαι τῶν κατειδότων καλόν. | |
607 | ἕκαστος . . . κύψας καθ’ ἑαυτὸν τῶν τραγημάτων ἔφλα φυλαττόμενός τε κἀμβλέπειν φοβούμενος. | |
608 | ἐὰν κακῶς μου τὴν γυναῖχ’ οὕτω λέγῃς, | |
τὸν πατέρα καὶ σὲ τούς τε σοὺς ἐγὼ πλυνῶ. | 183 | |
609 | Ἥλιε, σὲ γὰρ δεῖ προσκυνεῖν πρῶτον θεῶν, δι’ ὃν θεωρεῖν ἔστι τοὺς ἄλλους θεούς. | |
610 | νῦν δ’ ἕρπ’ ἀπ’ οἴκων τῶνδε· τὴν γυναῖκα γὰρ τὴν σώφρον’ οὐ δεῖ τὰς τρίχας ξανθὰς ποιεῖν. | |
611 | ἅπανθ’ ὅσα ζῇ καὶ τὸν ἥλιον βλέπει τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτ’ ἔσθ’ ἡδονῆς. | |
612 | ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος καλοῦμ’ ὑπὸ πάντων, μακάριος δ’ ὑπ’ οὐδενός. | |
613 | καλὸν τὸ Κείων νόμιμόν ἐστι, Φανία· ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς. | |
614 | κακῶς ἀκούων ὅστις οὐκ ὀργίζεται, | |
πονηρίας πλείστης τεκμήριον φέρει. | 184 | |
615 | ἐγὼ δ’ ἀνόητος, εὐτελὴς ὑπερβολῇ, ὁ δ’ ἄσωτός ἐστι, πολυτελής, θρασὺς σφόδρα. | |
616 | ἡ δ’ εὐπατέρεια φιλόγελώς τε παρθένος Νίκη μεθ’ ἡμῶν εὐμενὴς ἕποιτ’ ἀεί. | |
617 | Ἕλληνές εἰσιν ἄνδρες, οὐκ ἀγνώμονες, καὶ μετὰ λογισμοῦ πάντα πράττουσίν τινος. | |
618 | ἄνοια θνητοῖς δυστύχημ’ αὐθαίρετον. | |
τί σαυτὸν ἀδικῶν τὴν τύχην καταιτιᾷ; | 185 | |
619 | χαλεπόν γε τοιαῦτ’ ἐστὶν ἐξαμαρτάνειν, ἃ καὶ λέγειν ὀκνοῦμεν οἱ πεπραχότες. | |
620 | εὐηθία μοι φαίνεται, Φιλουμένη, τὸ νοεῖν μὲν ὅσα δεῖ, μὴ φυλάττεσθαι δ’ ἃ δεῖ. | |
621 | ὁ μὴ φέρων γὰρ εὖ τι τῶν ἐν τῷ βίῳ ἀγαθῶν ἀλόγιστός ἐστιν, οὐχὶ μακάριος. | |
622 | τἀπίθανον ἰσχὺν τῆς ἀληθείας ἔχει ἐνίοτε μείζω καὶ πιθανωτέραν ὄχλῳ. | |
623 | τοὺς τὸν ἴδιον δαπανῶντας ἀλογίστως βίον | |
τὸ καλῶς ἀκούειν ταχὺ ποιεῖ πᾶσιν κακῶς. | 186 | |
624 | οὐπώποτ’ ἐζήλωσα πλουτοῦντα σφόδρα ἄνθρωπον, ἀπολαύοντα μηδὲν ὧν ἔχει. | |
625-626 | μὴ πάντοθεν κέρδαιν’, ἐπαισχύνου δέ μοι· τὸ μὴ δικαίως εὐτυχεῖν ἔχει φόβον. | |
2 | . . . . . . . . . . . . ὦ τρὶς κακοδαίμων, ὅστις ἐκ φειδωλίας κατέθετο μῖσος διπλάσιον τῆς οὐσίας. | |
627 | οὐ γὰρ τὸ πλῆθος, ἂν σκοπῇ τις, τοῦ ποτοῦ ποιεῖ παροινεῖν, τοῦ πιόντος δ’ ἡ φύσις. | |
628 | χαλεπὸν ὅταν τις ὧν πίῃ πλέον λαλῇ, | |
μηδὲν κατειδώς, ἀλλὰ προσποιούμενος. | 187 | |
629 | ἐπίσχες ὀργιζόμενος. Β. ἀλλὰ βούλομαι. Α. οὐδεὶς γὰρ ὀργῆς χάριν ἀπείληφεν, πάτερ. | |
630 | οὐκ ἔστιν ὀργῆς, ὡς ἔοικε, φάρμακον ἀλλ’ ἢ λόγος σπουδαῖος ἀνθρώπου φίλου. | |
631 | οὐδεὶς ἐφ’ αὑτοῦ τὰ κακὰ συνορᾷ, Πάμφιλε, σαφῶς, ἑτέρου δ’ ἀσχημονοῦντος ὄψεται. | |
632 | ὁ συνιστορῶν αὑτῷ τι, κἂν ᾖ θρασύτατος, ἡ σύνεσις αὐτὸν δειλότατον εἶναι ποιεῖ. | |
633 | δεῖ τοὺς πενομένους μέχρι ἂν ζῶσιν πονεῖν· | |
ἀπραξία γὰρ λιτὸν οὐ τρέφει βίον. | 188 | |
634 | ὁ φθονερὸς αὑτῷ πολέμιος καθίσταται· αὐθαιρέτοις γὰρ συνέχεται λύπαις ἀεί. | |
635 | καλὸν οἱ νόμοι σφόδρ’ εἰσίν· ὁ δ’ ὁρῶν τοὺς νόμους λίαν ἀκριβῶς συκοφάντης φαίνεται. | |
636 | ὁ προκαταγινώσκων δὲ πρὶν ἀκοῦσαι σαφῶς αὐτὸς πονηρός ἐστι πιστεύσας κακῶς. | |
637 | καλόν γε βασιλεὺς τῇ μὲν ἀνδρείᾳ κρατῶν, τὰ δὲ τοῦ βίου δίκαια διατηρῶν κρίσει. | |
638 | μὴ τοῦτο βλέψῃς εἰ νεώτερος λέγω, | |
ἀλλ’ εἰ φρονοῦντος τοὺς λόγους ἀνδρὸς ἐρῶ. | 189 | |
639 | οὐχ αἱ τρίχες ποιοῦσιν αἱ λευκαὶ φρονεῖν, ἀλλ’ ὁ τρόπος ἐνίων ἐστὶ τῇ φύσει γέρων. | |
640 | ὅστις στρατηγεῖ μὴ στρατιώτης γενόμενος, οὗτος ἑκατόμβην ἐξάγει τοῖς πολεμίοις. | |
641 | ὁ τῶν γεωργῶν ἡδονὴν ἔχει βίος, ταῖς ἐλπίσιν τἀλγεινὰ παραμυθούμενος. | |
642 | ἐν τοῖς πολεμίοις ὑπερέχειν τὸν ἄνδρα δεῖ· τὸ γὰρ γεωργεῖν ἔργον ἐστὶν οἰκέτου. | |
643 | τὰ μεγάλα κέρδη ῥᾳδίως ἢ πλουσίους τοὺς παραβόλως πλέοντας ἢ νεκροὺς ποιεῖ. | |
644 | ὅταν ἀτυχῇ τις, εὐνοοῦντος οἰκέτου | |
οὐκ ἔστιν οὐδὲν κτῆμα κάλλιον βίῳ. | 190 | |
645 | ὅταν φύσει τὸ κάλλος ἐπικοσμῇ τρόπος χρηστός, διπλασίως ὁ προσιὼν ἁλίσκεται. | |
646 | ἕν ἐστ’ ἀληθὲς φίλτρον, εὐγνώμων τρόπος. τούτῳ κατακρατεῖν ἀνδρὸς εἴωθεν γυνή. | |
647 | οἰκεῖον οὕτως οὐδέν ἐστιν, ὦ Λάχης, ἐὰν σκοπῇ τις, ὡς ἀνήρ τε καὶ γυνή. | |
648 | γαμεῖν κεκρικότα δεῖ σε γινώσκειν, ὅτι ἀγαθὸν μέγ’ ἕξεις, ἂν λάβῃς μικρὸν κακόν. | |
649 | τὸ γυναῖκ’ ἔχειν εἶναί τε παίδων, Παρμένων, πατέρα μερίμνας τῷ βίῳ πολλὰς φέρει. | |
650 | ὅστις πενόμενος βούλεται ζῆν ἡδέως, | |
ἑτέρων γαμούντων αὐτὸς ἀπεχέσθω γάμου. | 191 | |
651 | τὸ γαμεῖν, ἐάν τις τὴν ἀλήθειαν σκοπῇ, κακὸν μέν ἐστιν, ἀλλ’ ἀναγκαῖον κακόν. | |
652 | τότε τὰς γυναῖκας δεδιέναι μάλιστα δεῖ, ὅταν τι περιπλάττωσι τοῖς χρηστοῖς λόγοις. | |
653 | οὐδέποθ’ ἑταίρα τοῦ καλῶς πεφρόντικεν, ἣ τὸ κακόηθες πρόσοδον εἴωθεν ποιεῖν. | |
654 | ἢ μὴ γαμεῖν γάρ, ἂν δ’ ἅπαξ λάβῃς, φέρειν μύσαντα πολλὴν προῖκα καὶ γυναῖκα δεῖ. | |
655 | ὀδυνηρόν ἐστιν εὐτυχοῦντα τῷ βίῳ ἔχειν ἔρημον διαδόχου τὴν οἰκίαν. | |
656 | οὐκ ἔστιν οὐδὲν ἀθλιώτερον πατρός, | |
πλὴν ἕτερος ἂν ᾖ πλειόνων παίδων πατήρ. | 192 | |
657 | ἔστιν δὲ μήτηρ φιλότεκνος μᾶλλον πατρός· ἡ μὲν γὰρ αὑτῆς οἶδεν ὄνθ’, ὁ δ’ οἴεται. | |
658 | θυγάτηρ ἐπίγαμος, κἂν ὅλως μηδὲν λαλῇ, διὰ τοῦ σιωπᾶν πλεῖστα περὶ αὑτῆς λέγει. | |
659 | μηδὲν ὀδύνα τὸν πατέρα γινώσκων ὅτι ὁ μέγιστον ἀγαπῶν δι’ ἐλάχιστ’ ὀργίζεται. | |
660 | οὐκ ἔστ’ ἄκουσμ’ ἥδιον ἢ ῥηθεὶς λόγος πατρὸς πρὸς υἱὸν περιέχων ἐγκώμιον. | |
661 | οὐδέποτ’ ἀληθὲς οὐδὲν οὔθ’ υἱῷ πατὴρ εἴωθ’ ἀπειλεῖν οὔτ’ ἐρῶν ἐρωμένῃ. | |
662 | ὁ σκληρότατος πρὸς υἱὸν ἐν τῷ νουθετεῖν | |
τοῖς μὲν λόγοις πικρός ἐστι, τοῖς δ’ ἔργοις πατήρ. | 193 | |
663 | υἱῷ προθύμως τἀξιούμενον ποιῶν κηδεμόν’ ἀληθῶς, οὐκ ἔφεδρον ἕξεις βίου. | |
664 | τοὺς εὖ γεγονότας καὶ τεθραμμένους καλῶς κἀν τοῖς κακοῖς δεῖ λόγον ἔχειν εὐφημίας. | |
665 | πλοῦτος ἀλόγιστος προσλαβὼν ἐξουσίαν καὶ τοὺς φρονεῖν δοκοῦντας ἀνοήτους ποιεῖ. | |
666 | κρεῖττον ὀλίγ’ ἐστὶ χρήματ’ ἀνυπόπτως ἔχειν, ἢ πολλὰ φανερῶς, ἃ δεῖ μετ’ ὀνείδους λαβεῖν. | |
667 | οὐκ ἔστι λύπης, ἄν περ ὀρθῶς τις σκοπῇ, | |
ἄλγημα μεῖζον τῶν ἐν ἀνθρώπου φύσει. | 194 | |
668 | πολλῶν φύσει τοῖς πᾶσιν ἀνθρώποις κακῶν ὄντων μέγιστόν ἐστιν ἡ λύπη κακόν. | |
669 | ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὐτυχεῖν λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι. | |
670 | οὐδέν με λυπεῖ μᾶλλον ἢ χρηστὸς τρόπος εἰς χαλεπὸν ὅταν ᾖ συγκεκλῃμένος βίον. | |
671 | οἰκτρότατόν ἐστι πεῖραν ἐπὶ γήρως ὀδῷ ἀδίκου τύχης δίκαιος εἰληφὼς τρόπος. | |
672 | ἄνδρα τὸν ἀληθῶς εὐγενῆ καὶ τἀγαθὰ καὶ τὰ κακὰ δεῖ πταίοντα γενναίως φέρειν. | |
673 | ταῖς ἀτυχίαισι μὴ ’πίχαιρε τῶν πέλας· | |
πρὸς τὴν τύχην γὰρ ζυγομαχεῖν οὐ ῥᾴδιον. | 195 | |
674 | οὐκ ἐμὸν ἀνοίγειν λανθάνουσαν ἀτυχίαν ἔστ’, ἀλλὰ μᾶλλον κατακαλύπτειν φημὶ δεῖν. | |
675 | μέγιστόν ἐστιν ἆρα τοῖς ἐπταικόσιν τὸ παρόντας ἐγγὺς τοὺς συναλγοῦντας βλέπειν. | |
676 | εἰ τἄλλ’ ἀφαιρεῖν ὁ πολὺς εἴωθεν χρόνος ἡμῶν, τό γε φρονεῖν ἀσφαλέστερον ποιεῖ. | |
677 | πάντων ἰατρὸς τῶν ἀναγκαίων κακῶν χρόνος ἐστίν· οὗτος καὶ σὲ νῦν ἰάσεται. | |
678 | ὦ δέσποτ’ ἄναξ, ἔστι τοῖς σοφοῖς βροτῶν | |
χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι. | 196 | |
679 | εἰ πάντες ἐβοηθοῦμεν ἀλλήλοις ἀεί, οὐδεὶς ἂν ὢν ἄνθρωπος ἐδεήθη τύχης. | |
680 | ὁ μὲν λόγος σου συνέσεως πολλῆς γέμει, τὰ δ’ ἔργα σύνεσιν οὐκ ἔχοντα φαίνεται. | |
681 | ὁ μὲν λόγος σου, παῖ, κατ’ ὀρθὸν εὐδρομεῖ, τὸ δ’ ἔργον ἄλλην οἶμον ἐκπορεύεται. | |
682 | ὁ μὴ φρονῶν μέν, πολλὰ δ’ ἐφ’ ἑκάστου λαλῶν δείκνυσιν αὑτοῦ τὸν τρόπον τοῖς ῥήμασιν. | |
683 | πολὺ κρεῖττόν ἐστιν ἓν καλῶς μεμαθηκέναι ἢ πολλὰ φαύλως περιβεβλῆσθαι πράγματα. | |
684 | ὅταν λέγῃς μὲν πολλά, μανθάνῃς δὲ μή, | |
τὸ σὸν διδάξας τοὐμὸν οὐ μαθὼν ἔσει. | 197 | |
685 | ἡ τῶν ὁμοίων αἵρεσις μάλιστά πως τὴν τοῦ βίου σύγκρασιν ὁμόνοιαν ποιεῖ. | |
686 | ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος, μήθ’ ὁ πονηρὸς κατεχέτω χρηστοῦ τόπον. | |
687 | γυναικὶ δ’ ὅστις ὅρκον ὀμνύων ἀνὴρ μηδὲν ποιεῖ δίκαιον, οὗτος εὐσεβής. | |
688 | ἐμὲ δ’ ἀδικείτω πλούσιος καὶ μὴ πένης· ῥᾷον φέρειν γὰρ κρειττόνων τυραννίδα. | |
689 | πρᾷον κακοῦργος σχῆμ’ ὑπεισελθὼν ἀνὴρ | |
κεκρυμμένη κεῖται παγὶς τοῖς πλησίον. | 198 | |
690 | μισῶ πένητα πλουσίῳ δωρούμενον· ἔλεγχός ἐστι τῆς ἀχορτάστου τύχης. | |
691 | χρυσὸς μὲν οἶδεν ἐξελέγχεσθαι πυρί, ἡ δ’ ἐν φίλοις εὔνοια καιρῷ κρίνεται. | |
692 | καιρῷ τὸν εὐτυχοῦντα κολακεύων φίλος καιροῦ φίλος πέφυκεν, οὐχὶ τοῦ φίλου. | |
693 | ἀπόντι μᾶλλον εὐχαριστίαν ποίει· | |
τῷ γὰρ παρόντι γίνετ’ εὐτονώτερον. | 199 | |
694 | φρόνησιν ἀσκῶν ἄφροσιν μὴ χρῶ φίλοις, ἐπεὶ κεκλήσει καὶ σὺ παντελῶς ἄφρων. | |
695 | μυστήριόν σου μὴ κατείπῃς τῷ φίλῳ, κοὐ μὴ φοβηθῇς αὐτὸν ἐχθρὸν γενόμενον. | |
696 | ὁ γὰρ ἀδίκως τι καθ’ ἑτέρου ζητῶν κακὸν αὐτὸς προπάσχει τοῦ κακοῦ τὴν ἔκβασιν. | |
697 | ὅταν ἐκ πονηροῦ πράγματος κέρδος λάβῃς, τοῦ δυστυχεῖν νόμιζέ ς’ ἀρραβῶν’ ἔχειν. | |
698 | δούλῳ γενομένῳ, δοῦλε, δουλεύων φοβοῦ· | |
ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ. | 200 | |
699 | ἐλεύθερος πᾶς ἑνὶ δεδούλωται, νόμῳ, δυοῖν δὲ δοῦλος, καὶ νόμῳ καὶ δεσπότῃ. | |
700 | νόμος φυλαχθεὶς οὐδέν ἐστιν ἢ νόμος, ὁ μὴ φυλαχθεὶς καὶ νόμος καὶ δήμιος. | |
701 | μὴ πάσχε πρῶτον τὸν νόμον καὶ μάνθανε. πρὸ τοῦ παθεῖν δὲ τῷ φόβῳ προλαμβάνου. | |
702 | γυναῖχ’ ὁ διδάσκων γράμματα καλῶς ἀσπίδι δὲ φοβερᾷ προσπορίζει φάρμακον. | |
703 | καλὴν γυναῖκ’ ἐὰν ἴδῃς μὴ θαυμάσῃς· τὸ γὰρ πολὺ κάλλος καὶ ψόγων πολλῶν γέμει. | |
704 | γνώμην ἀρίστην τῇ γυναικὶ μὴ λέγε· | |
γνώμῃ γὰρ ἰδίᾳ τὸ κακὸν ἡδέως ποιεῖ. | 201 | |
705 | μὴ κλᾶε τοὺς θανόντας· οὐ γὰρ ὠφελεῖ τὰ δάκρυ’ ἀναισθήτῳ γεγονότι καὶ νεκρῷ. | |
706 | τί τῷ θανόντι δῶρα λαμπρὰ προσφέρεις, ἃ μετ’ ὀδύνης εἴασε κοὐκ ἐχρήσατο; | |
707 | πράττων καλῶς μέμνησο τῆς δυσπραξίας· ὡς γὰρ τὸ πράττειν οὕτω καὶ σκόπει. | |
708 | ἐὰν τροφὴν δοὺς τὸν λαβόντ’ ὀνειδίσῃς, ἀψινθίῳ κατέπασας Ἀττικὸν μέλι. | |
709 | εἰ γάμος ἦν ὁ σῴζων τὴν ἄλλου νόσον νόσον σῴζων αὐτὸς ἀποθνῄσκει νοσῶν. | |
710 | ὅταν τι μέλλῃς τὸν πέλας κακηγορεῖν, | |
αὐτὸς τὰ σαυτοῦ πρῶτον ἐπισκέπτου κακά. | 202 | |
711 | μηδέποτε πειρῶ στρεβλὸν ὀρθῶσαι κλάδον, οὐκ ἦν ἐνεγκεῖν ὅπου φύσις βιάζεται. | |
712 | ἐπὰν ἐκ μεταβολῆς ἐπὶ κρεῖττον γένῃ, ὅτ’ εὐτυχεῖς μέμνησο τῆς προτέρας τύχης. | |
713 | μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν, γῆρας ψέγοντες καὶ πολὺν χρόνον βίου. | |
714 | ὅταν γέρων γέροντι γνώμην διδοῖ, θησαυρὸς ἐπὶ θησαυρὸν ἐκπορίζεται. | |
715 | ὁ λοιδορῶν τὸν πατέρα δυσφήμῳ λόγῳ | |
τὴν εἰς τὸ θεῖον ἐκμελετᾷ βλασφημίαν. | 203 | |
716 | ὁ μὴ τρέφων τεκοῦσαν ἐκ τέχνης νέος ἄκαρπος οὗτός ἐστ’ ἀπὸ ῥίζης κλάδος. | |
717 | ὁ προσιὼν γέρων ἁλιεύς, παρ’ οὗ τὸ φέρνιον τρίτην ταύτην ἐπριάμεθ’ ἡμέραν. | |
718 | εἰ μὲν δή τινα . . πόρον ἔχεις· εἰ δὲ μή, νενόηκ’ ἐγώ, μισῶμεν ἀλλήλους. | |
719 | . . . εἰρήνη γεωργὸν κἀν πέτραις | |
τρέφει καλῶς, πόλεμος δὲ κἀν πεδίῳ κακῶς. | 204 | |
720 | παίδων ἐπ’ ἀρότῳ γνησίων δίδωμί σοὐγὼ τὴν ἐμαυτοῦ θυγατέρα. | |
722 | ἐλεύθερόν τι τολμήσει πονεῖν, θηρᾶν λέοντας, ῥόπαλα βαστάζειν. | |
723 | θυγάτριον, ἡ νῦν ἡμέρα δίδωσί μοι | |
ἢ δόξαν ἤτοι διαβολήν. | 205 | |
724 | ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν ἀγαθά, τὰ λίαν ἀγαθά. | |
725 | μέμφομαί σοι τοῦθ’ ὅτι χρηστά με λέγοντ’ οὐκ εὖ ποιήσειν προσδοκᾷς. | |
726 | ἔργον ἐστί, Φανία, μακρὰν συνήθειαν βραχεῖ λῦσαι χρόνῳ. | |
727 | λελουμένη γὰρ ἡτέρα καὶ διαφανὲς | |
χιτωνάριον ἔχουσα. | 206 | |
728 | . . . . . οὐκ ἐλευθέρου φέρειν νενόμικα κοινωνοῦσαν ἡδονὴν ὕβρει. | |
729 | . . . . . οὐχὶ τὴν αὐτὴν ἔχει διάνοιαν αἰτῶν εἷς ἕκαστος καὶ λαβών. | |
730 | . . . . . . . οὐ λυποῦντα δεῖ παιδάριον ὀρθοῦν, ἀλλὰ καὶ πείθοντά τι. | |
731 | ἄνθρωπε, πέρυσι πτωχὸς ἦσθα καὶ νεκρός, νυνὶ δὲ πλουτεῖς. | |
732 | κομψὸς στρατιώτης οὐδ’ ἂν εἰ πλάττοι θεὸς | |
οὐδεὶς γένοιτ’ ἄν. | 207 | |
733 | ἐν νυκτὶ βουλάς, ὅπερ ἅπασι γίνεται, διδοὺς ἐμαυτῷ. | |
734 | ἃ γὰρ μεθ’ ἡμέραν τις ἐσπούδασε, ταῦτ’ εἶδε νύκτωρ. | |
736 | . . . . εὐκαταφρόνητος τῇ στολῇ | |
εἴσειμι, καὶ ταῦτ’ εἰς γυναῖκας. | 208 | |
737 | πᾶς ὁ μὴ φρονῶν ἀλαζονείᾳ καὶ ψόφοις ἁλίσκεται. | |
738 | οὐκ ἔστ’ ἀνοίας οὐδέν, ὡς ἐμοὶ δοκεῖ, τολμηρότερον. | |
739 | ὦ νύξ, σὺ γὰρ δὴ πλεῖστον Ἀφροδίτης θεῶν μετέχεις μέρος. | |
740 | μαρτύρομαι, ναὶ μὰ τὸν Ἀπόλλω τουτονὶ | |
καὶ τὰς θύρας. | 209 | |
741 | δεδράμηκά σοι δρόμον τοιοῦτον οἷον οὐδεὶς πώποτε. | |
742 | τὸν τῇ φύσει οἰκεῖον οὐδεὶς καιρὸς ἀλλότριον ποιεῖ. | |
743 | μικροῦ μὲν ἀρραβῶνά με ἔπεισεν εὐθὺς καταβαλεῖν. | |
744 | πάντα γὰρ ταῖς ἐνδελεχείαις καταπονεῖται πράγματα. | |
745 | ἔστι δὲ γυνὴ λέγουσα χρήσθ’ ὑπερβάλλων φόβος. | |
746 | οὐ πάνυ | |
εἴωθ’ ἀληθὲς οὐδὲ ἓν λέγειν γυνή. | 210 | |
747 | ἄνθρωπον ἐξαλλάξομεν κακόν τί σοι δώσοντα. | |
748 | καθεδοῦμαι δ’ ἐνθαδὶ τὸν Λοξίαν αὐτὸν καταλαβών. | |
749 | ὡς ἡδὺ πρᾷος καὶ νεάζων τῷ τρόπῳ πατήρ. | |
751 | εἰ μὴ γαμεῖς γάρ, ἔσχατον νόμιζέ με | |
Μυσῶν. | 211 | |
752 | οὐκ ἆρα φροντίζει τις ἡμῶν ἢ μόνος θεός. | |
753 | . . . . τὸν νοῦν ἔχων ὑποχείριον εἰς τὸν πίθον δέδωκα. | |
754 | . . φιλόνικος δ’ ἐστὶ καὶ μία γυνὴ εἰς μῆνιν. | |
755 | μικρὰς τίθημι συμβολὰς ἀκροώμενος. | 212 |
756 | ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς ᾖ. | |
757 | οὐδεὶς γὰρ ἀγαπῶν αὐτὸς ἀμελεῖθ’ ἡδέως. | |
758 | ὦ παῖ, σιώπα· πόλλ’ ἔχει σιγὴ καλά. | |
759 | ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖς. | |
760 | εἷς ἐστι δοῦλος οἰκίας ὁ δεσπότης. | 213 |
761 | ὡς χαρίεν ἔστ’ ἄνθρωπος, ὅταν ἄνθρωπος ᾖ. | |
762 | ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ θεός. | |
763 | ὑπεδεξάμην, ἔτικτον, ἐκτρέφω, φιλῶ. | |
764 | Κορινθίῳ πίστευε καὶ μὴ χρῶ φίλῳ. | 214 |
765 | ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον. | |
766 | φοβούμενοι τὸ θεῖον ἐπὶ τοῦ σοῦ πάθους— | |
767 | μισῶ πονηρόν, χρηστὸν ὅταν εἴπῃ λόγον. | |
768 | ἀσυλλόγιστόν ἐστιν ἡ πονηρία. | |
769 | ἅπαντα δοῦλα τοῦ φρονεῖν καθίσταται. | |
770 | τυφλόν τι τἀνόητον εἶναί μοι δοκεῖ. | |
771 | ἀνδρὸς τὰ προσπίπτοντα γενναίως φέρειν. | 215 |
772-773-774 | δίκαιος ἂν ᾖς, τῷ τρόπῳ χρήσει νόμῳ. χρηστοῦ πρὸς ἀνδρὸς μηδὲν ἐννοεῖν κακόν. δίκαιος ἀδικεῖν οὐκ ἐπίσταται τρόπος. | |
775 | τὸ μηδὲν ἀδικεῖν πᾶσιν ἀνθρώποις πρέπει. | |
776 | λέγεις, ἃ δὲ λέγεις ἕνεκα τοῦ λαβεῖν λέγεις. | |
777 | κρεῖττον δ’ ἑλέσθαι ψεῦδος ἢ ἀληθὲς κακόν. | |
778 | ἦ πού τι χαλεπόν ἐστι τὸ ψευδῆ λέγειν. | |
779 | ὁ πολὺς ἄκρατος ὀλίγ’ ἀναγκάζει φρονεῖν. | 216 |
780 | ὅσος τὸ κατέχειν ἐστὶ τὴν ὀργὴν πόνος. | |
781 | συγκέχυκε νῦν τὴν πίστιν ὁ καθ’ ἡμᾶς βίος. | |
782 | ἀπερυθριᾷ πᾶς, ἐρυθριᾷ δ’ οὐδεὶς ἔτι. | |
783 | οὐδὲν σιωπῆς ἐστι χρησιμώτερον. | |
784 | οὐδεὶς πονηρὸν πρᾶγμα χρηστὸς ὢν ποιεῖ. | |
785 | ὡς ἡδὺ συνέσει χρηστότης κεκραμένη. | |
786-787-788 | ὁ χρηστός ἐστι πολλαχοῦ σωτήριος. τὸ χρηστὰ πράττειν ἔργον ἔστ’ ἐλευθέρου. | |
μέγιστον ἀγαθόν ἐστι μετὰ νοῦ χρηστότης. | 217 | |
789 | κἀν ταῖς ἀπορίαις ἔσθ’ ὁ χρηστὸς χρήσιμος. | |
790 | τὸ δοκεῖν διαβολὴν ἔσχε μείζω τοῦ ποιεῖν. | |
791 | κοινὸν ἀγαθὸν τοῦτ’ ἐστί, χρηστὸς εὐτυχῶν. | |
792 | οὐκ ἔστι τόλμης ἐφόδιον μεῖζον βίου. | |
793 | οὐκ ἔστι τόλμης ἐπιφανεστέρα θεός. | |
794 | ἀγροῖκος εἶναι προσποιεῖ πονηρὸς ὤν. | |
795 | ἔχει τι τὸ πικρὸν τῆς γεωργίας γλυκύ. | |
796 | λυπεῖ με δοῦλος μεῖζον οἰκέτου φρονῶν. | 218 |
797 | ὀργὴ φιλούντων ὀλίγον ἰσχύει χρόνον. | |
798 | μόνος ἔστ’ ἀπαρηγόρητον ἀνθρώποις ἔρως. | |
799 | μηδέποτε γήμῃ μηδὲ εἷς εὔνους ἐμοί. | |
800 | ἔργον γυναικὸς ἐκ λόγου πίστιν λαβεῖν. | |
801 | ὡς ἔστ’ ἄπιστον ἡ γυναικεία φύσις. | |
802 | πολὺ χεῖρόν ἐστιν ἐρεθίσαι γραῦν ἢ κύνα. | |
803 | φύσει γυνὴ δυσάνιόν ἐστι καὶ πικρόν. | 219 |
804 | ὅπου γυναῖκές εἰσι, πάντ’ ἐκεῖ κακά. | |
805 | νόμος γονεῦσιν ἰσοθέους τιμὰς νέμειν. | |
806 | δίκας γραφόμενος πρὸς γονεῖς μαίνει, τάλαν. | |
807 | ἡδὺς πατὴρ φρόνησιν ἀντ’ ὀργῆς ἔχων. | |
808 | υἱὸς δ’ ἀμείνων ἐστὶν εὐνοίᾳ πατρός. | |
809 | ἡδύ γ’ ἐν ἀδελφοῖς ἐστιν ὁμονοίας ἔρως. | |
810 | αἰσχυνόμενος αἴσχιστα πενίαν ἂν φέροις. | 220 |
811 | ἄνθρωπος· ἱκανὴ πρόφασις εἰς τὸ δυστυχεῖν. | |
812 | πειρῶ τύχης ἄνοιαν ἀνδρείως φέρειν. | |
813 | ἄνθρωπος ἀτυχῶν σῴζεθ’ ὑπὸ τῆς ἐλπίδος. | |
814 | ἡδύ γε φίλου λόγος ἐστὶ τοῖς λυπουμένοις. | |
815-816-817 | ἐπὶ τοῦτ’ ἐγένοντο πάντες, ἐνθάδ’ ἥξομεν. ἀνθρωπίνως χρὴ τὰς τύχας φέρειν, ξένε. τὰ κοινὰ κοινῶς δεῖ φέρειν συμπτώματα. | |
818 | ἅπαντα σιγῶν ὁ θεὸς ἐξεργάζεται. | 221 |
819 | οὐδὲν κατὰ λόγον γίνεθ’ ὧν ποιεῖ τύχη. | |
820 | πᾶν τοὔργον ὀρθῶς ἐκμαθεῖν χρόνου μέτα. | |
821 | τί δ’ ὄφελος εὖ λαλοῦντος, ἂν κακῶς φρονῇ; | |
822-823 | οὐδὲν γὰρ αἰσχρόν ἐστι τἀληθῆ λέγειν. ἀδύνατον ὡς ἔοικε τἀληθὲς λαθεῖν. | |
824 | παρ’ αὐτὸν ἴσα βαίνους’ ἑταίρα πολυτελής— | |
825 | ἀλλὰ σκατοφάγος ἐστὶ καὶ λίαν πικρός. | |
826 | ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακόν. | 222 |
827 | ἔγημε θαυμαστῶς γυναῖχ’ ὡς σώφρονα. | |
828 | Θρᾷξ εὐγενὴς εἶ, πρὸς ἅλας ἠγορασμένος. | |
829 | ποτήριον, τράπεζαν, ἁρπάγην, κάδον | |
830 | πρὸς ταῖς ἐμαυτοῦ νῦν θύραις ἕστηκ’ ἐγώ. | 223 |
831 | οὐχ οὗτος ἱππόκαμπος ἦν ἐν αἰθέρι; | |
832 | ἤδη ἀλεαίνῃ πρὸς τὸ πῦρ καθημένη. | |
833 | λυκοφίλιοι μέν εἰσιν αἱ διαλλαγαί. | |
834 | στυππεῖον, ἐλέφαντ’, οἶνον, αὐλαίαν, μύρον | |
835 | ὁρᾷς; ἀκαρὴς παραπόλωλας ἀρτίως. | 224 |
836 | οὐδὲ λόγον ὑμῶν οὐδ’ ἐπιστροφὴν ἔχω. | |
837 | τὸ δὴ λεγόμενον τοῦτο θᾶττον ἢ βάδην | |
838 | οἶμαί σε τὸν ἐπ’ ἀριστέρ’ ἐμπερονώμενον | |
839 | ἀπασκαριῶ δ’ ἐγὼ γέλωτι τήμερον. | |
840 | οὐχ ὅθεν ἀπωλλύμεσθα σωθείημεν ἄν; | 225 |
841 | εἰς τὰ καθάρεια λιμὸς εἰσοικίζεται. | |
842 | πύλη τίς ἐστι Ταινάρου πρὸς ἐσχάτοις. | |
843 | πικροῦ γέροντος, αὐθεκάστου τὸν τρόπον | |
844 | ἐλεεῖθ’ ὁ ποιμὴν καὶ καλεῖται γλυκύτατος. | |
845 | ὁ μηδὲν ἀδικῶν οὐδενὸς δεῖται νόμου. | 226 |
846 | ὁ θάτερος μὲν τοῖν δυοῖν Διοσκόροιν | |
847 | καθιζάνει μὲν ἐνίοτ’ εἰς τὰ σήσαμα. | |
848 | ὦ Ζεῦ πολυτίμηθ’, ὡς καλαὶ νῷν αἱ γυναί. | |
849-850 | φιλῶ ς’, Ὀνήσιμε, καὶ σὺ περίεργος εἶ. οὐδὲν γὰρ γλυκύτερον ἢ πάντ’ εἰδέναι. | |
851 | ὁμοῦ δὲ τῷ τίκτειν παρεγένεθ’ ἡ κόρη. | 227 |
852 | μάντις δ’ ἄριστος ὅστις εἰκάζει καλῶς. | |
853 | ἐν γειτόνων οἰκῶ γάρ, ὦ τοιχωρύχε. | |
854 | βέλτιστε, μὴ τὸ κέρδος ἐν πᾶσιν σκόπει. | |
855 | ὡς ὡραΐζεθ’ ἡ τύχη πρὸς τοὺς βίους. | |
856 | πένης λέγων τἀληθὲς οὐ πιστεύεται. | 228 |
857 | ἐλευθέρως δούλευε· δοῦλος οὐκ ἔσει. | |
858 | νόμον φοβηθεὶς οὐ ταραχθήσει νόμῳ. | |
859 | ἤρων γάρ, ἤρων, ὁμολογῶ. καὶ νῦν δ’ ἐρῶ. | |
860-861 | κόψω τὴν θύραν. ἀλλ’ ἐψόφηκεν ἡ θύρα. τίς οὑξιών; | |
862 | . . . . . . . ὁ δ’ ἀλάστωρ ἐγὼ καὶ ζηλότυπος ἄνθρωπος | |
863-864 | ἐξακεῖσθαί μοι δοκῶ τὸ δίκτυον. | |
ἱμάτιον ἀκούμεθα. | 229 | |
866 | . . ἵν’ οὐχ αὑτῷ παρετράφην, ἀλλὰ σοί. | |
867 | . . παραιτοῦμαί σε συγγνώμην ἔχειν. | |
868 | . . προποιήσεις ἀστικὸν σαυτὸν πάλιν. | |
869 | πυθοῦ παρ’ αὐτῆς διὰ τίν’ αἰτίαν . . | 230 |
870 | . . ἀπῄειν τῶν τόκων ἔχων τόκους. | |
871 | Ἀράβιον ἐξεύρηκα σύμβουλον . . | |
872 | . . φορὰ γὰρ γέγονε νῦν τούτου καλή. | |
873 | . . τραγῳδὸς ἦν ἀγὼν Διονύσια. | |
874 | πικρόν ἐστι θρέμμ’ ἐν οἰκίᾳ γέρων. | |
875 | . ἀλλ’ ἀλαζὼν καὶ θεοῖσιν ἐχθρός | |
876 | νεώτερόν τι συμβέβηκέ σοι; | 231 |
877 | ἐκάθηντ’ ἐπὶ δίφρου μήτηρ τε καὶ παρθένος. | |
878 | οὐκ ἔστιν οὔτε διάβολος γραῦς ἔνδον | |
879 | ἀλλὰ καὶ χαμαιτύπη κρίζει τις. | |
880 | τηρῶ τὸν Δία ὕοντα πολλῷ. | |
881 | ἡμέραν τρίτην | |
ἐπεκώμας’ ἡμῖν. | 232 | |
882 | ἡ πόλις ὅλη γὰρ ᾄδει τὸ κακόν. | |
883 | διεμέριζε γὰρ ὁ Βορυσθενίτης. | |
884 | ταῦτά ς’ ἀπολώλεκ’, ὦ πονηρέ. | |
885 | ἐγάμησεν ἣν ἐβουλόμην ἐγώ. | |
886 | οὐκ ἠρκέσαμεν .. ἑαυτοῖς. | 233 |
887 | . . . ἐξάραντες ἐπικροτήσατε. | |
888 | . . . ἀπεκήρυξεν αὐτὴν ἀγαγών. | |
889 | τὴν ἀλεκτρυόνα μοι δοὺς ᾤχετο. | |
890 | κρίσιμος γὰρ αὕτη γίνεται. | |
891 | εἶπον δὲ τί ποιεῖν μέλλετε. | |
892 | κρόκην δὲ νήσεις ... καὶ στήμονα. | |
893 | ἀλλ’ Ἡρακλεῖδαι καὶ θεοί. | 234 |
894 | ἦσαν περινομαὶ τῇ θεῷ. | |
895 | ἔγωγ’ ἐπίσταμαι ῥινᾶν. | |
897 | αὐλὰς θεραπεύειν καὶ σατράπας | |
898 | βούλει τι, Κνήμων; εἰπέ μοι. | 235 |
899 | τἄλλα δ’ ἄν τις καταβάλῃ | |
900 | τί γὰρ ἐγὼ κατελειπόμην; | |
901 | ὕδατος αὐτοῖς οὐ μετόν | |
902 | ἔνδοθεν δὲ πρίεται | |
903 | ἐκκορηθείης σύ γε. | |
904 | ἀρτικροτοῦνθ’ οἱ γάμοι. | 236 |
905 | κριὸς τὰ τροφεῖα | |
906 | ἔστιν δ’ ὁμοῦ τὸ χρῆμα. | |
907 | Τρικορυσία βασίλιννα | 237 |
912 | φοβοῦμαί ς’ ἐσχάτως. | |
913 | οἷον πατάγημ’ ἥκεις. | |
914 | πότοι συνεχεῖς, κύβοι | |
915 | τὸν χόα ἐκκέχυκας. | |
916 | οἶσθ’ ὅ τι ποίησον; | 238 |
917 | καπρᾷς, κακόδαιμον. | |
918 | οὐθὲν μέλει σοι. | |
919 | ᾤδουν τ’ ἐν ἐμαυτῷ. | |
920 | ἁγνὴ γάρ εἰμι. | |
921 | ὦ Λάχης Λάχης | |
922 | κεφάλαιόν ἐστι | |
923 | ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν, | |
οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατὴρ καὶ παραίνεσις πέπαικεν, εἶτα μήτηρ δευτέρα, εἶτα τήθη παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων, | 239 | |
5 | τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον. ὁ δ’ ἐπινεύει πᾶσι τούτοις. | |
924 | ὡς Ἀλεξανδρῶδες ἤδη τοῦτο· κἂν ζητῶ τινα, αὐτόματος οὗτος παρέσται· κἂν διελθεῖν δηλαδὴ διὰ θαλάττης δέῃ τόπον τιν’, οὗτος ἔσται μοι βατός. | |
925 | λανθάνει τὰ πράγματα τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεὶ | |
τοῖς ἀναγκαίοις. | 240 | |
926 | ἀλλὰ προσέδωκας τάλαντον, ἵνα παρ’ ἡμῶν ... καὶ τὸν ἴκτινον λάβῃς. | |
927 | οὐχὶ παρακληθέντας ὑμᾶς δεῖ γὰρ ἡμῖν εὐνοεῖν, ἀλλ’ ὑπάρχειν τοῦτο. | |
928 | δεῖ γὰρ ἢ πλουτεῖν ... ὅπως μὴ μάρτυρας πολλοὺς ἔχειν τοὺς ὁρῶντας. | |
929 | Κρωβύλῃ τῇ μητρὶ πείθου καὶ γάμει τὴν συγγενῆ. | |
930 | ἡδύ γ’ ἀποθνῄσκειν ὅτῳ ζῆν μὴ πάρεσθ’ ὡς βούλεται. | 241 |
962 | εἰς ἀγορὰν ὑφαίνειν | 246 |
963 | σύνταγμα τῆς ἀρχῆς | |
965 | ἄγριον κυβευτήν | |
966 | ἀκούσας ἥκειν | |
967 | Ἀλέας Ἀθηνᾶς | |
968 | ἄστικτον χωρίον | |
969 | δικάσιμοι ἡμέραι | 247 |
970 | ἐπιχειμάζεις σεαυτόν | |
971 | ἐς κόρακας | |
972 | καυνάκας πορφυροῦς | |
973 | μᾶλλον μᾶλλον | |
974 | μελαγχρὲς μειράκιον | |
975 | οὐ μηκέτι | |
976 | παλαιὸν ἐντραγεῖν | 248 |
977 | ποτήριον τορνευτόν καὶ τορευτά | |
978 | πρός με | |
979 | σπαρτοπόλιος ὠμόγραυς | |
980 | Ταναγρικὴ γυνή | |
981 | φίλη πειθοῖ | |
982 | ἄγγαρος | |
983 | ἀγυιεῖς | 249 |
984 | ἀδιάφθορον | |
985 | ἄθαπτος | |
986 | αἰτιώτατος | |
988 | ἀκουστής | |
989 | ἀκρατεύεσθαι | |
990 | ἀλάβαστον | 250 |
991 | ἀναπετῶ | |
992 | ἀνάριστον | |
993 | ἀνατρέχω | |
994 | ἀπέλιπε, ἀπέπεμψε | |
995 | ἀπέφησεν | |
996 | ἀπονυχίζειν | |
997 | ἀποσοβῶμεν | |
998 | ἀριστόδειπνον | |
999 | ἀσχολοῦμαι, καὶ ἀσχολεῖ(ται) καὶ ἀσχολεῖσθαι | 251 |
1000 | ἀττικουργές (ἀττικουργῆ) | |
1001 | βαθύς | |
1002 | βοίδης | |
1003 | βουκόρυζαν | |
1004 | βρυχᾶται | |
1005 | δεδείπνηκας | |
1006 | διήρτησεν | 252 |
1007 | δύσριγος | |
1008 | Ἐλευθέριος | |
1009 | ἔμπυος | |
1010 | ἐξανέψιοι, ἐξανέψιαι | |
1011 | ἐπισημαίνειν | |
1012 | ἔσχεν | |
1013 | ἠγρηγόρειν καὶ ἐγρηγόρειν | 253 |
1014 | ἡμίγραφον, ἡμιλάσταυρον, ἡμιφυές | |
1015 | ἡμιώριον | |
1016 | Ἰκόνιον | |
1017 | κάθου | |
1018 | καλαθίσκος | |
1019 | κατάστικτον | |
1020 | κατεγνυπωμένως | 254 |
1021 | κνύειν | |
1022 | κοιτών | |
1023 | κολλυβιστής | |
1024 | κουρίδα | |
1025 | κύμινον | |
1026 | Κυραννή | 255 |
1027 | λεβήτιον | |
1028 | λῄδιον | |
1029 | λήθαργος | |
1030 | λῃστοσαλπιγκτάς | |
1031 | μάγαρον | |
1032 | μακαρίτας | 256 |
1033 | Μαρμάριον | |
1034 | τὸν μάρτυν καὶ τὸν μάρτυρα | |
1035 | μεγιστᾶνες | |
1036 | μεσοπορεῖν | |
1037 | μετριάζειν | |
1038 | μονοπείρας | |
1039 | μυκτηρισμόν | 257 |
1040 | νεαλής | |
1041 | νηττάριον | |
1042 | νουθετησμός | |
1043 | νουνεχόντως | |
1044 | οἴκει | |
1045 | οἰκείαν, οἰκείους | |
1046 | ὄλολυν | 258 |
1047 | ὀλολύττουσιν | |
1048 | ὀξύχειρ | |
1049 | ὀψιπέδων | |
1050 | ὀψωνιασμός | |
1051 | ὀψώνιον | |
1052 | πεντηκοστολόγοι | |
1053 | πέπλεκται | 259 |
1054 | περισκελίδας | |
1055 | πέφηνας | |
1056 | πλοκαμῖδα | |
1057 | πορνοκόπος | |
1058 | προτέλεια | |
1059 | ῥυτίσματα | |
1060 | σάββους | |
1061 | σάγη | 260 |
1062 | σανδάλιον | |
1063 | σημαίνειν | |
1064 | σκάφας | |
1065 | σκηνή | |
1066 | στασιασμόν | |
1067 | στιγμήν | |
1068 | στλεγγίδα | |
1069 | στραγγαλᾶν | 261 |
1070 | σύγκλινον | |
1071 | συκοφαντεῖν | |
1072 | συμβόλαια | |
1073 | σύσσημον | |
1074 | Τεμβρίειον | |
1075 | Τίβιον | |
1076 | τρίγωνον | |
1077 | τρόπαιον | 262 |
1078 | τύντλος | |
1079 | ὑπόθεσιν | |
1080 | φερνήν | |
1081 | φρυάττεσθαι | |
1082 | χλωρόν | |
t1083-1130 | ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ | |
1083 | ὅταν τις ἡμῶν ἀμέριμνον ἔχῃ βίον, οὐκ ἐπικαλεῖται τὴν τύχην εὐδαιμονῶν· ὅταν δὲ λύπαις περιπέσῃ καὶ πράγμασιν, εὐθὺς προσάπτει τῇ τύχῃ τὴν αἰτίαν. | |
1084 | μὴ οὖν θέλε λυπεῖν σαυτὸν εἰδὼς ὅτι πολλοῖς τὸ λυποῦν ὕστερον χαρὰν ἄγει | |
καὶ τὸ κακὸν ἀγαθοῦ γίνεται παραίτιον. | 263 | |
1085 | ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτ’ ἄν, ἄνευ δὲ μητρὸς οὐδὲ συλλαβὴ τέκνου, πατέρα δὲ ποιεῖ τέκνα, μητέρ’ ὡς ἀνήρ. | |
1086 | γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον. | |
1087 | ἐπὰν ἐν ἀγαθοῖς εὐνοούμενός τις ὢν ζητῇ τι κρεῖττον ὧν ἔχει, ζητεῖ κακά. | |
1088 | λαμπρῶς ἐνίοτε ζῶσιν, οἷς χαλεπώτερον | |
τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον. | 264 | |
1089 | ἅπανθ’ ὅς’ ὀργιζόμενος ἄνθρωπος ποιεῖ, ταῦθ’ ὕστερον λάβοις ἂν ἡμαρτημένα. | |
1090 | ὃς δ’ οὔτ’ ἐρυθριᾶν οἶδεν οὔτε δεδιέναι, τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει. | |
1091 | αἰσχρόν γ’ ὅταν τις ἐπὶ γλώσσῃ φυεὶς γλώσσῃ ματαίους ἐξακοντίζῃ λόγους. | |
1092 | οὔτ’ ἐκ χερὸς μεθέντα καρτερὸν λίθον ῥᾷον κατασχεῖν, οὔτ’ ἀπὸ γλώσσης λόγον. | |
1093 | ὡς κρεῖττόν ἐστι δεσπότου χρηστοῦ τυχεῖν | |
ἢ ζῆν ταπεινῶς καὶ κακῶς ἐλεύθερον. | 265 | |
1094 | ψυχὴν ἔχειν δεῖ πλουσίαν· τὰ δὲ χρήματα ταῦτ’ ἐστὶν ὄψις, παραπέτασμα τοῦ βίου. | |
1095 | οὐχ ὁ λόγος αὔξει τὴν τέχνην περισσὸς ὤν, ἀλλ’ αὐτὰ κοσμεῖ τὴν τέχνην τὰ πράγματα. | |
1096 | αἰσχύνομαι πλουτοῦντι δωρεῖσθαι φίλῳ, μή μ’ ἄφρονα κρίνῃ καὶ διδοὺς αἰτεῖν δοκῶ. | |
1097 | ἂν ἀγνοῶν τι παρά τινος θέλῃς μαθεῖν, τὸ τοῦ μαθητοῦ πρῶτον, ἔχε τὴν σιγήν. | |
1098 | ὁ μὴ γέλωτος ἄξιος ἂν ᾖ γέλως, | |
αὐτὸς πέφυκε τοῦ γέλωτος κατάγελως. | 266 | |
1099 | κἂν μυρίων γῆς κυριεύῃς πήχεων, θανὼν γενήσει τάχα τριῶν ἢ τεττάρων. | |
1100 | ἂν καλὸν ἔχῃ τις σῶμα καὶ ψυχὴν κακήν, καλὴν ἔχει ναῦν καὶ κυβερνήτην κακόν. | |
1101 | τύχην ἔχεις, ἄνθρωπε, μὴ μάτην τρέχε. | |
εἰ δ’ οὐκ ἔχεις, κάθευδε, μὴ κενῶς πόνει. | 267 | |
1102 | ἆρ’ ἐστὶν ἀνοητότατον αἰσχροκερδία· πρὸς τῷ λαβεῖν γὰρ ὢν ὁ νοῦς τἄλλ’ οὐχ ὁρᾷ. | |
1103-1104-1105 | μέλλων τι πράττειν μὴ προείπῃς μηδενί. ἅπαντα μεταμέλειαν ἀνθρώποις φέρει. μόνη σιωπὴ μεταμέλειαν οὐ φέρει. | |
1106 | φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν. | |
1107 | γυναικὶ δ’ ὄλβος, ἂν πόσιν στέργοντ’ ἔχῃ. | 268 |
1108 | γῆρας λέοντος κρεῖσσον ἀκμαίων νεβρῶν. | |
1109 | ταμιεῖον ἀρετῆς ἐστιν ἡ σώφρων γυνή. | |
1110 | θεὸς δὲ τοῖς ἀργοῦσιν οὐ παρίσταται. | |
1111 | ἡ δ’ εὐλάβεια καλὸν ἔθος τοῖς χρωμένοις. | |
1112 | πολλῶν ἰατρῶν εἴσοδοί μ’ ἀπώλεσαν. | |
1113 | μὴ ’πὶ μικροῖς αὐτὸς αὑτὸν ὀξύθυμον δείκνυε. | 269 |
1114 | θανόντων δὲ καὶ λόγοι φίλοι προδόται. | |
1115 | ἰσχὺς νοῦν οὐκ ἔχουσα τάφῳ τοὺς ἐμπίπτοντας παραδίδωσιν. | |
1116 | καὶ φιλεῖν δεῖ ὡς μισήσοντας καὶ μισέειν (sic) ὡς φιλήσοντας. | 270 |
1121 | ὁρῶ τιν’ ἐπὶ τοῦ βήματος καθεδούμενον | |
1127 | Θρᾷκες ὅρκι’ οὐκ ἐπίστανται. | 271 |