TLG 0541 036 :: MENANDER :: Fragmenta longiora apud alios auctores servata

MENANDER Comic.
(Atheniensis: 4–3 B.C.)

Cf. et MENANDRI ET PHILISTIONIS SENTENTIAE (1791)

Fragmenta longiora apud alios auctores servata

Source: Sandbach, F.H. (ed.), Menandri reliquiae selectae. Oxford: Clarendon Press, 1972: 303–324.

  • frr. 59–60, 97, 208–210, 215, 250–251, 264, 276, 286–287, 303–304, 333–336, 397, 416a–b, 417, 451, 538, 568, 581, 592, 612, 614, 620, 656, 714, 718, 722, 740, 745, 754, 794, 795
  • Dup. partim 0541 045

Citation: Fragment — (line)

59*

(t)

ΑΡΡΗΦΟΡΟΣ ἢ ΑΥΛΗΤΡΙΣ
1〈Α〉 οὐ γαμεῖς, ἂν νοῦν ἔχηις, τοῦτον καταλείπων τὸν βίον. γεγάμηκα γὰρ αὐτός· διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν. 〈Β〉 δεδογμένον τὸ πρᾶγμ’· ἀνερρίφθω κύβος.
5〈Α〉 πέραινε. σωθείης δέ. νῦν ἀληθινὸν εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων, οὐ Λιβυκὸν οὐδ’ Αἰγαῖον 〈οὐδ’ ×–⏑⏓〉, οὗ τῶν τριάκοντ’ οὐκ ἀπόλλυται τρία πλοιάρια· γήμας δ’ οὐδὲ εἷς σέσωσθ’ ὅλως.

60

ἐὰν δὲ κινήσηι μόνον τὴν Μυρτίλην ταύτην τις, ἣν τίτθην καλεῖ, πέρας ποεῖ λαλιᾶς. τὸ Δωδωναῖον ἄν τις χαλκίον, ὃ λέγουσιν ἠχεῖν, ἂν παράψηθ’ ὁ παριών,
5τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ
ταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει.303

97

(t)

ΔΕΙΣΙΔΑΙΜΩΝ
1
ἀγαθόν τι μοι γένοιτο.
2
ὦ πολυτίμητοι θεοί, ὑποδούμενος τὸν ἱμάντα 〈—〉 τῆς δεξιᾶς ἐμβάδος ἀπέρρηξα.
4〈Β〉 εἰκότως, ὦ φλήναφε·
5σαπρὸς γὰρ ἦν, σὺ δὲ μικρολόγος 〈τισ〉 οὐ θέλων καινὸν πρίασθαι.

208

(t)

ΘΥΡΩΡΟΣ
1οὐκ ἀδελφός, οὐκ ἀδελφὴ παρενοχλήσει, τηθίδα οὐδ’ ἑώρακεν τὸ σύνολον, θεῖον οὐδ’ ἀκήκοεν. εὐτύχημα δ’ ἐστὶν ὀλίγους τοὺς ἀναγκαίους ἔχειν.

209

ἔργον 〈ἐστὶν〉 εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν,
οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ, καὶ παραινέσει πέπαιχεν, εἶτα μήτηρ δευτέρα, εἶτα τήθη παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,304
5τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον.
ὁ δ’ ἐπινεύει πᾶσι τούτοις305

210

οὐθεὶς δι’ ἀνθρώπου θεὸς σώιζει, γύναι, ἑτέρου τὸν ἕτερον. εἰ γὰρ ἕλκει τινὰ θεὸν τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται, ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ.
5ἀλλ’ ἔστι τόλμης καὶ βίας ταῦτ’ ὄργανα εὑρημέν’ ἀνθρώποις ἀναιδέσιν, Ῥόδη,
εἰς καταγέλωτα † τῶι βίωι † πεπλασμένα.306

215

(t)

ΙΠΠΟΚΟΜΟΣ
1〈Α〉 Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός, ἀδοξότερος μικρῶι δέ.
2〈Φιλ〉 ὁ τὴν πήραν ἔχων; 〈Α〉 πήρας μὲν οὖν τρεῖς. ἀλλ’ ἐκεῖνος ῥῆμά τι ἐφθέγξατ’ οὐδὲν ἐμφερές, μὰ τὸν Δία,
5τῶι “γνῶθι σαυτόν”, οὐδὲ τοῖς βοωμένοις τούτοις, ὑπὲρ δὲ ταῦθ’ ὁ προσαιτῶν καὶ ῥυπῶν· τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη.

250

(t)

ΚΥΒΕΡΝΗΤΑΙ
1τἀργύριον εἶναι, μειράκιόν, σοι φαίνεται οὐ τῶν ἀναγκαίων καθ’ ἡμέραν μόνον τιμὴν παρασχεῖν δυνατόν, ἄρτων, ἀλφίτων, ὄξους, ἐλαίου, μείζονος δ’ ἄλλου τινός.
5ἀθανασίας δ’ οὐκ ἔστιν, οὐδ’ ἂν συναγάγηις τὰ Ταντάλου τάλαντ’ ἐκεῖνα λεγόμενα· ἀλλ’ ἀποθανῆι καὶ ταῦτα καταλείψεις τινί.

251

οἷοι λαλοῦμεν ὄντες. ὢ τρισάθλιοι ἅπαντες οἱ φυσῶντες ἐφ’ ἑαυτοῖς μέγα· οὗτοι γὰρ οὐκ ἴσασιν ἀνθρώπου φύσιν. οὗτος μακάριος ἐν ἀγορᾶι νομίζεται,307
5ἐπὰν δ’ ἀνοίξηι τὰς θύρας, τρισάθλιος· γυνὴ κρατεῖ πάντων, ἐπιτάττει μάχετ’ ἀεί. ἀπὸ πλειόνων ὀδυνᾶτ’, ἐγὼ δ’ ἀπ’ οὐδενός.

264

(t)

ΜΕΘΗ
1εἶτ’ οὐχ ὅμοια πράττομεν καὶ θύομεν, ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα, αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
5Μενδαῖον, ἐγχέλεις, Θάσιον, τυρόν, μέλι, μικροῦ ταλάντου; γίνεται τὸ κατὰ λόγον, δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα ἡμᾶς, ἐὰν καὶ καλλιερηθῆι τοῖς θεοῖς, τούτων δὲ πρὸς ταῦτ’ ἀντανελεῖν τὴν ζημίαν.
10πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται; ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν ὀσφῦν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε, εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,
ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.308

276

(t)

ΜΙΣΟΓΥΝΗΣ
1
πρὸς τὸ πρᾶγμ’ ἔχω κακῶς.
2
ἐπαριστέρως γὰρ αὐτὸ λαμβάνεις. εἶτ’ ἐπιφέρει·
3τὰ δυσχερῆ γὰρ καὶ τὰ λυπήσοντά σε ὁρᾶις ἐν αὐτῶι, τὰ δ’ ἀγάθ’ οὐκ ἐπιβλέπεις.
5εὕροις δ’ ἂν οὐθὲν τῶν ἁπάντων, Σιμύλε, ἀγαθόν, ὅπου τι μὴ πρόσεστι καὶ κακόν. γυνὴ πολυτελής ἐστ’ ὀχληρὸν οὐδ’ ἐᾶι ζῆν τὸν λαβόνθ’ ὡς βούλετ’· ἀλλ’ ἕν ἐστί τι ἀγαθὸν ἀπ’ αὐτῆς. παῖδες. ἐλθόντ’ εἰς νόσον
10τὸν ἔχονθ’ ἑαυτὴν ἐθεράπευσεν ἐπιμελῶς, ἀτυχοῦντι συμπαρέμεινεν, ἀποθανόντα τε ἔθαψε, περιέστειλεν οἰκείως. ὅρα εἰς ταῦθ’ ὅταν λυπῆι τι τῶν καθ’ ἡμέραν· οὕτω γὰρ οἴσεις πᾶν τὸ πρᾶγμ’· ἂν δ’ ἐκλέγηι
15ἀεὶ τὸ λυποῦν μηδὲν ἀντιπαρατιθεὶς
τῶν προσδοκωμένων, ὀδυνήσηι διὰ τέλους.309

286

(t)

ΝΑΥΚΛΗΡΟΣ
1〈Α〉 ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος Θεόφιλος ἡμῖν. ὦ Στράτων, ὡς εἰς καλὸν τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωμένον πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον.
5〈Στρ〉 ποῖον; τὸ πλοῖον;
5〈Α〉 οὐδὲν οἶσθας, ἄθλιε. καὶ μετ’ ὀλίγα· 〈Στρ〉 τὴν ναῦν σεσῶσθαί μοι λέγεις;
7〈Α〉 ἔγωγε μὴν 〈τὴν〉 ναῦν ἐκείνην 〈ἣν〉 ἐποίησε Καλλικλῆς † τὸν καλούμενον †, Εὐφράνωρ 〈δ’〉 ἐκυβέρνα Θούριος.

287

ὦ φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ’ εἶ τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ’ ἄξιον. ὡς δῆτ’ ἐχρῆν, εἴ τις πατρώιαν παραλαβὼν γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους
5καὶ μηδ’ ἐπιβαίνειν γῆς, ἵν’ οὕτως ἤισθετο
οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.310

303

(t)

ΟΡΓΗ
1καίτοι νέος ποτ’ ἐγενόμην κἀγώ, γύναι, ἀλλ’ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας τότ’, ἀλλὰ νῦν. οὐδὲ χλανίδ’ εἶχον, ἀλλὰ νῦν. οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν. καὶ βάψομαι
5καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι Κτήσιππος οὐκ ἄνθρωπος ἐν ὀλίγωι χρόνωι, κἆιθ’ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.

304

διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ ἅνθρωπος, ὅστις ἐστίν, ὃς κληθείς ποτε εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν
5ὡς ὑστερίζων καὶ παρῆν ἅμ’ ἡμέραι.

333

(t)

ΠΛΟΚΙΟΝ
1ἐπ’ ἀμφότερα νῦν ἡ ’πίκληρος ἡ κ〈αλὴ〉 μέλλει καθευδήσειν. κατείργασται μέγα
καὶ περιβόητον ἔργον· ἐκ τῆς οἰκίας ἐξέβαλε τὴν λυποῦσαν ἣν ἐβούλετο,311
5ἵν’ ἀποβλέπωσιν πάντες εἰς τὸ Κρωβύλης πρόσωπον ἦι τ’ εὔγνωστος οὖς’ ἐμὴ γυνὴ δέσποινα. καὶ τὴν ὄψιν ἣν ἐκτήσατο· ὄνος ἐν πιθήκοις, τοῦτο δὴ τὸ λεγόμενον, ἐστίν. σιωπᾶν βούλομαι τὴν νύκτα τὴν
10πολλῶν κακῶν ἀρχηγόν. οἴμοι Κρωβύλην λαβεῖν ἔμ’, εἰ καὶ δέκα τάλαντ’ 〈ἠνέγκατο〉, 〈τὴν〉 ῥῖν’ ἔχουσαν πήχεως. εἶτ’ ἐστὶ τὸ φρύαγμα πῶς ὑποστατόν; 〈μὰ τὸν〉 Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐδαμῶς.
15παιδισκάριον θεραπευτικὸν δὴ καὶ λόγου † τάχιον· ἀπαγέσθω δέ. τί γὰρ ἄν τις λέγοι;

334

〈Α〉 ἔχω δ’ ἐπίκληρον Λάμιαν· οὐκ εἴρηκά σοι τουτὶ γάρ.
2〈Β〉 οὐχί.
2〈Α〉 κυρίαν τῆς οἰκίας καὶ τῶν ἀγρῶν καὶ † πάντων ἀντ’ ἐκείνης † ἔχομεν.
4〈Β〉 Ἄπολλον, ὡς χαλεπόν.
4〈Α〉 χαλεπώτατον.312
5ἅπασι δ’ ἀργαλέα ’στιν, οὐκ ἐμοὶ μόνωι· ὑῶι πολὺ μᾶλλον, θυγατρί.
6〈Β〉 πρᾶγμ’ ἄμαχον λέγεις. 〈Α〉 εὖ οἶδα.

335

ὢ τρισκακοδαίμων, ὅστις ὢν πένης γαμεῖ καὶ παιδοποιεῖθ’. ὡς ἀλόγιστός ἐστ’ ἀνήρ, ὃς μήτε φυλακὴν τῶν ἀναγκαίων ἔχει μήτ’ ἂν ἀτυχήσας εἰς τὰ κοινὰ τοῦ βίου
5ἐπαμφιέσαι δύναιτο τοῦτο χρήμασιν, ἀλλ’ ἐν ἀκαλύπτωι καὶ ταλαιπώρωι βίωι χειμαζόμενος ζῆι, τῶν μὲν ἀνιαρῶν ἔχων τὸ μέρος ἁπάντων, τῶν δ’ ἀγαθῶν οὐδὲν μέρος. ὑπὲρ γὰρ ἑνὸς ἀλγῶν ἅπαντας νουθετῶ.

336

ὅστις πένης ὢν ζῆν ἐν ἄστει βούλεται,
ἀθυμότερον ἑαυτὸν ἐπιθυμεῖ ποεῖν. ὅταν γὰρ εἰς τρυφῶντα καὶ σχολὴν ἄγειν δυνάμενον ἐμβλέψηι, τότ’ αὐτόν ἐστ’ ἰδεῖν313
5ὡς ἄθλιον ζῆι καὶ ταλαίπωρον βίον. κακῶς ὁ δεσπότης βεβούλευται πάνυ· ἐν ἀγρῶι γὰρ οἰκῶν οὐ σφόδρ’ ἐξηλέγχετο τῆς μερίδος ὢν τῆς οὐδαμοῦ τεταγμένης, εἶχεν δὲ παραπέτασμα τὴν ἐρημίαν.

397

(t)

ΤΡΟΦΩΝΙΟΣ
1〈Α〉 ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή τινος. 〈Β〉 ποδαποῦ; διαφέρει τῶι μαγείρωι τοῦτο γάρ. οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια, ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα
5καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ ἁλίσκετ’ ἀλλ’ οὕτως παρέργως ἅπτεται, τὰς δ’ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα μᾶλλον προσεδέξατ’. Ἀρκαδικὸς τοὐναντίον ἀθάλαττος ὢν τοῖς λοπαδίοις ἁλίσκεται.
10Ἰωνικὸς πλούταξ; ὑποστάσεις ποῶ, κάνδαυλον, ὑποβινητιῶντα βρώματα.

416a

(t)

ΥΠΟΒΟΛΙΜΑΙΟΣ
1τοῦτον εὐτυχέστατον λέγω
ὅστις θεωρήσας ἀλύπως, Παρμένων, τὰ σεμνὰ ταῦτ’ ἀπῆλθεν ὅθεν ἦλθεν ταχύ, τὸν ἥλιον τὸν κοινόν, ἄστρ’, ὕδωρ, νέφη,314
5πῦρ. ταῦτα, κἂν ἑκατὸν ἔτη βιῶις, ἀεὶ ὄψει παρόντα, κἂν ἐνιαυτοὺς σφόδρ’ ὀλίγους· σεμνότερα τούτων ἕτερα δ’ οὐκ ὄψει ποτέ.

416b

πανήγυριν νόμισόν τιν’ εἶναι τὸν χρόνον ὅν φημι τοῦτον, τὴν ἐπιδημίαν ἄνω· ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί. ἂν πρῶιος ἀπίηις 〈καὶ〉 καταλύσεις βέλτιον.
5ἐφόδι’ ἔχων ἀπῆλθες ἐχθρὸς οὐδενί. ὁ προσδιατρίβων δ’ ἐκοπίασεν ἀπολέσας κακῶς τε γηρῶν ἐνδεής που γίνεται ῥεμβόμενος, ἐχθροὺς εὗρ’, ἐπεβουλήθη ποθέν, οὐκ εὐθανάτως ἀπῆλθεν ἐλθὼν εἰς χρόνον.

417

παύσασθε νοῦν ἔχοντες· οὐδὲν γὰρ πλέον ἁνθρώπινος νοῦς ἐστιν, ἀλλ’ ὁ τῆς Τύχης,
εἴτ’ ἐστὶ τοῦτο πνεῦμα θεῖον εἴτε † νοῦς. τοῦτ’ ἔστι τὸ κυβερνῶν 〈ἅπαντα〉 καὶ στρέφον315
5καὶ σῶιζον, ἡ πρόνοια δ’ ἡ θνητὴ καπνὸς καὶ φλήναφος. πείσθητε, κοὐ μέμψεσθέ με. πάνθ’ ὅσα νοοῦμεν ἢ λέγομεν ἢ πράττομεν, τύχη ’στιν, ἡμεῖς δ’ ἐσμὲν ἐπιγεγραμμένοι.

451

(t)

ΨΕΥΔΗΡΑΚΛΗΣ
1〈Α〉 μάγειρ’, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα. πόσας τραπέζας μέλλομεν ποεῖν τρίτον ἤδη μ’ ἐρωτᾶις. χοιρίδιον ἓν θύομεν, ὀκτὼ ποήσοντες τραπέζας, δύο, μίαν,
5τί σοὶ διαφέρει τοῦτο; παράθες † σημιαν. 〈Β〉 οὐκ ἔστι κανδύλους ποεῖν οὐδ’ οἷα σὺ εἴωθας, εἰς ταὐτὸν καρυκεύειν μέλι, σεμίδαλιν, ὠιά. πάντα γὰρ τἀναντία νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποεῖ,
10πλακοῦντας ὀπτᾶι, χόνδρον ἕψει καὶ φέρει μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς· ἡ δημιουργὸς δ’ ἀντιπαρατεταγμένη κρεάιδι’ ὀπτᾶι καὶ κίχλας, τραγήματα. ἔπειθ’ ὁ δειπνῶν μὲν τραγηματίζεται,
15μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν
〈σύμμεικτα〉 δειπνεῖ τὰ μελίπηκτα ταῖς κίχλαις.316

538

μειράκιον, οὔ μοι κατανοεῖν δοκεῖς ὅτι ὑπὸ τῆς ἰδίας ἕκαστα κακίας σήπεται, καὶ πᾶν τὸ λυμαινόμενόν ἐστιν ἔνδοθεν. οἷον ὁ μὲν ἰὸς τὸν σίδηρον, ἂν σκοπῆις,
5τὸ δ’ ἱμάτιον οἱ σῆτες, ὁ δὲ θρὶψ τὸ ξύλον. σὲ δὲ τὸ κάκιστον τῶν κακῶν πάντων φθόνος φθισικὸν πεπόηκε καὶ ποήσει καὶ ποεῖ, ψυχῆς πονηρᾶς δυσσεβὴς παράστασις.

568

τίνι δεδούλωνται ποτέ; ὄψει; φλύαρος· τῆς γὰρ αὐτῆς πάντες ἂν ἤρων· κρίσιν γὰρ τὸ βλέπειν ἴσην ἔχει. ἀλλ’ ἡδονή τις τοὺς ἐρῶντας ἐπάγεται
5συνουσίας; πῶς οὖν ἕτερος ταύτην ἔχων οὐδὲν πέπονθεν ἀλλ’ ἀπῆλθε καταγελῶν, ἕτερος δ’ ἀπόλωλε; καιρός ἐστιν ἡ νόσος
ψυχῆς, ὁ πληγεὶς δ’ † εἴσω δὴ † τιτρώσκεται.317

581

καὶ τοῦτον ἡμᾶς τὸν τρόπον γαμεῖν ἔδει ἅπαντας, ὦ Ζεῦ σῶτερ, ὡς ὠνούμεθα, οὐκ ἐξετάζειν μὲν τὰ μηθὲν χρήσιμα, τίς ἦν ὁ πάππος ἧς γαμεῖ, τήθη δὲ τίς,
5τὸν δὲ τρόπον αὐτῆς τῆς γαμουμένης, μεθ’ ἧς βιώσεται, μήτ’ ἐξετάσαι μήτ’ 〈 〉ιδεῖν· ἀλλ’ ἐπὶ τράπεζαν μὲν φέρειν τὴν προῖχ’ ἵνα εἰ τἀργύριον καλόν ἐστι δοκιμαστὴς ἴδηι, ὃ πέντε μῆνας ἔνδον οὐ γενήσεται,
10τῆς διὰ βίου δ’ ἔνδον καθεδουμένης ἀεὶ μὴ δοκιμάσασθαι μηδέν, ἀλλ’ εἰκῆι λαβεῖν, ἀγνώμον’ ὀργίλην χαλεπήν, ἐὰν τύχηι λάλον. περιάξω τὴν ἐμαυτοῦ θυγατέρα τὴν πόλιν ὅλην· οἱ βουλόμενοι ταύτην λαβεῖν
15λαλεῖτε, προσκοπεῖσθε πηλίκον κακὸν λήψεσθ’· ἀνάγκη γὰρ γυναῖκ’ εἶναι κακόν, ἀλλ’ εὐτυχής ἐσθ’ ὁ μετριώτατον λαβών.

592

τοὺς τῆς γαμετῆς ὅρους ὑπερβαίνεις, γύναι, διὰ τὴν λαλιάν· πέρας γὰρ αὔλειος θύρα ἐλευθέραι γυναικὶ νενόμιστ’ οἰκίας, τὸ δ’ ἐπιδιώκειν εἴς τε τὴν ὁδὸν τρέχειν
5ἔτι λοιδορουμένην κυνός ἐστ’ ἔργον, Ῥόδη318

612

ἀπολεῖ με τὸ γένος. μὴ λέγ’, εἰ φιλεῖς ἐμέ, μῆτερ, ἐφ’ ἑκάστωι τὸ γένος. οἷς ἂν τῆι φύσει ἀγαθὸν ὑπάρχει μηδὲν οἰκεῖον προσόν, ἐκεῖσε καταφεύγουσιν, εἰς τὰ μνήματα
5καὶ τὸ γένος, ἀριθμοῦσίν τε τοὺς πάππους ὅσοι. οὐδένα δ’ ἔχοις ἰδεῖν ἂν οὐδ’ εἰπεῖν ὅτωι οὐκ εἰσὶ πάπποι· πῶς γὰρ ἐγένοντ’ ἄν ποτε; εἰ μὴ λέγειν δ’ ἔχουσι τούτους διά τινα τόπου μεταβολὴν ἢ φίλων ἐρημίαν,
10τί τῶν λεγόντων εἰσὶ δυσγενέστεροι; ὃς ἂν εὖ γεγονὼς ἦι τῆι φύσει πρὸς τἀγαθά, κἂν Αἰθίοψ ἦι, μῆτέρ, ἐστιν εὐγενής. Σκύθης τις; “ὄλεθρος.” ὁ δ’ Ἀνάχαρσις οὐ Σκύθης;

614

ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει ἀνέμους ὕδωρ γῆν ἥλιον πῦρ ἀστέρας, ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεοὺς τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον 〈⏑–〉
5ἱδρυσάμενος τούτους γὰρ εἰς τὴν οἰκίαν, εὖξαι τί βούλει· πάντα σοι γενήσεται, ἀγρός, οἰκίαι, θεράποντες, ἀργυρώματα, φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου·
αὐτοὺς γὰρ ἕξεις τοὺς θεοὺς ὑπηρέτας.319

620

ἅπαντα τὰ ζῶι’ ἐστὶ μακαριώτερα καὶ νοῦν ἔχοντα μᾶλλον ἀνθρώπων πολύ. τὸν ὄνον ὁρᾶν ἔξεστι πρῶτα τουτονί· οὗτος κακοδαίμων ἐστὶν ὁμολογουμένως.
5τούτωι κακὸν δι’ αὑτὸν οὐδὲν γίνεται, ἃ δ’ ἡ φύσις δέδωκεν, 〈αὐτὰ〉 ταῦτ’ ἔχει. ἡμεῖς δὲ χωρὶς τῶν ἀναγκαίων κακῶν αὐτοὶ παρ’ αὑτῶν ἕτερα προσπορίζομεν. λυπούμεθ’ ἂν πτάρηι τις· ἂν εἴπηι κακῶς,
10ὀργιζόμεθ’· ἂν ἴδηι τις ἐνύπνιον, σφόδρα φοβούμεθ’· ἂν γλαῦξ ἀνακράγηι, δεδοίκαμεν. ἀγωνίαι δόξαι φιλοτιμίαι νόμοι, ἅπαντα ταῦτ’ ἐπίθετα τῆι φύσει κακά.

656

μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόν’ οὐκ ἔχω 〈εὑρεῖν〉 ὁμοίαν τῶι γεγονότι πράγματι, ζητῶν πρὸς ἐμαυτὸν τί ταχέως ἀπολλύει. στρόβιλος; ἐν ὅσωι συστρέφεται, προσέρχεται,
5προσέβαλεν, ἐξέτριψεν, αἰὼν γίνεται. ἀλλ’ ἐν πελάγει συγκλυσμός; ἀναπνοὴν ἔχει “Ζεῦ Σῶτερ·” εἰπεῖν “ἀντέχου τῶν σχοινίων”,
ἑτέραν περιμεῖναι χἀτέραν τρικυμίαν· ναυαγίου δ’ ἂν ἐπιλάβοι’, ἐγὼ δ’ ἅπαξ320
10ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῶι.

714

[ὡς τοῖσιν εὖ φρονοῦσι σύμμαχος Τύχη.] ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένωι μυσταγωγὸς τοῦ βίου ἀγαθός· κακὸν γὰρ δαίμον’ οὐ νομιστέον
5εἶναι βίον βλάπτοντα χρηστόν, οὐδ’ ἔχειν κακίαν, ἅπαντα δ’ ἀγαθὸν εἶναι τὸν θεόν. ἀλλ’ οἱ γενόμενοι τοῖς τρόποις αὐτοὶ κακοὶ πολλὴν δ’ ἐπιπλοκὴν τοῦ βίου πεποημένοι † εἰπάντα τὴν ἑαυτῶν ἀβουλίαν ἐκτρίψαντες †
10 ἀποφαίνουσι δαίμον’ αἴτιον καὶ κακὸν ἐκεῖνόν φασιν αὐτοὶ γεγονότες.

718

εἶτ’ οὐ δικαίως προσπεπατταλευμένον γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις καὶ γίνετ’ αὐτῶι λαμπάς, ἄλλο δ’ οὐδὲ ἓν
ἀγαθόν; ὃ μισεῖν οἶμ’ ἅπαντας τοὺς θεούς,321
5γυναῖκας ἔπλασεν. ὦ πολυτίμητοι θεοί, ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων, γαμεῖ; λάθριοι τὸ λοιπὸν γὰρ ἐπιθυμίαι κακαί, γαμηλίωι λέχει τε μοιχὸς ἐντρυφῶν καὶ φαρμακεῖαι καὶ νόσων χαλεπώτατος
10φθόνος, μεθ’ οὗ ζῆι πάντα τὸν βίον γυνή.

722

〈σὺ δὲ δὴ〉 τί σύννους κατὰ μόνας σαυτῶι λαλεῖς δοκεῖς τε παρέχειν ἔμφασιν λυπουμένου; ἐμοὶ προσανάθου, λαβέ με σύμβουλον πόνων. μὴ καταφρονήσηις οἰκέτου συμβουλίας.
5πολλάκις ὁ δοῦλος τοὺς τρόπους χρηστοὺς ἔχων τῶν δεσποτῶν ἐγένετο σωφρονέστερος. εἰ δ’ ἡ τύχη τὸ σῶμα κατεδουλώσατο, ὅ γε νοῦς ὑπάρχει τοῖς τρόποις ἐλεύθερος.

740

εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος, ὅτ’ ἔτικτεν ἡ μήτηρ ς’, ἐφ’ ὧι τε διατελεῖν
πράσσων ἃ βούλει καὶ διευτυχῶν ἀεί, καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι,322
5ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ ς’ ἐψευσμένος ἄτοπόν τε πεπόηκ’· εἰ δ’ ἐπὶ τοῖς αὐτοῖς νόμοις ἐφ’ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα τὸν κοινόν, ἵνα σοι 〈καὶ〉 τραγικώτερον λαλῶ, οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον.
10τὸ δὲ κεφάλαιον τῶν λόγων· ἄνθρωπος εἶ, οὗ μεταβολὴν θᾶττον πρὸς ὄγκον καὶ πάλιν ταπεινότητα ζῶιον οὐδὲν λαμβάνει. καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν·
15ὅταν πέσηι δέ, πλεῖστα συντρίβει καλά. σὺ δ’ οὔθ’ ὑπερβάλλοντα, τρόφιμ’, ἀπώλεσας ἀγαθά, τὰ νυνί τ’ ἐστι μέτριά σοι κακά. ὥστ’ ἀνὰ μέσον που καὶ τὸ λυπηρὸν φέρε.

745

“πῶς τὸ τραῦμα τοῦτ’ ἔχεις;” “μεσαγκύλωι.” “πῶς πρὸς θεῶν;” “ἐπὶ κλίμακι πρὸς τεῖχος ἀναβαίνων.” ἐγὼ μὲν δεικνύω
ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν.323

754

παράδειγμα τοὺς Σύρους λαβέ· ὅταν φάγως’ ἰχθῦν ἐκεῖνοι, διά τινα αὑτῶν ἀκρασίαν τοὺς πόδας, τὴν γαστέρα οἰδοῦσιν· εἶτ’ ἔλαβον σακίον, εἰς τὴν ὁδὸν
5ἐκάθισαν αὑτοὺς ἐπὶ κόπρου καὶ τὴν θεὸν ἐξιλάσαντο τῶι τεταπεινῶσθαι σφόδρα.

794,795

πάντες μὲν οἱ Θρᾶικες, μάλιστα δ’ οἱ Γέται ἡμεῖς ἁπάντων—καὶ γὰρ αὐτὸς εὔχομαι ἐκεῖθεν εἶναι τὸ γένος—οὐ σφόδρ’ ἐγκρατεῖς ἐσμεν.
5γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς εἰ μὴ δέκ’ ἢ ἕνδεκα γυναῖκας· δώδεκ’ ἢ πλείους τινές. ἂν τέτταρας δ’ ἢ πέντε γεγαμηκὼς τύχηι καταστροφῆς τις, ἀνυμέναιος ἄθλιος
ἄνυμφος οὗτος ἀποκαλεῖτ’ ἐν τοῖς ἐκεῖ.324