TLG 0541 024 :: MENANDER :: Misumeni fragmenta

MENANDER Comic.
(Atheniensis: 4–3 B.C.)

Cf. et MENANDRI ET PHILISTIONIS SENTENTIAE (1791)

Misumeni fragmenta

Source: Sandbach, F.H. (ed.), Menandri reliquiae selectae. Oxford: Clarendon Press, 1972: 182–183, 194–195.

frr. 2–11

Citation: Fragment — (line)

2

παιδισκάριόν με καταδεδούλωκ’ εὐτελές, ὃν οὐδὲ εἷς τῶν πολεμίων 〈οὐ〉πώποτε.

3

τί οὐ καθεύδεις; σύ μ’ ἀποκναίεις περιπατῶν.

4

εἴσελθε κἂν νῦν, ὦ μακάριε.182

5

ἐκ Κύπρου λαμπρῶς πάνυ πράττων· ἐκεῖ γὰρ ὑπό τιν’ ἦν τῶν βασιλέων.

6

ἀφανεῖς γεγόνασιν αἱ σπάθαι.183

7

εἰ γὰρ ἐπίδοιμι τοῦτο, κἂν ψυχὴν 〈πάλιν〉 λάβοιμ’ ἐγώ· νυνὶ γάρ—ἀλλὰ ποῦ θεοὺς οὕτω δικαίους ἐστὶν εὑρεῖν, ὦ Γέτα;

8

Λακωνικὴ κλείς ἐστιν ὡς ἔοικέ μοι
περιοιστέα.194

9

† πάτερ μὲν Θράσωνι, ἀπεκτάγκασι δ’ οὔ.

10

τὸ ἀλαζονεύεσθαι.

11

ἐνερόχρως195