TLG 0541 018 :: MENANDER :: Citharistae fragmenta aliunde nota MENANDER Comic. Cf. et MENANDRI ET PHILISTIONIS SENTENTIAE (1791) Citharistae fragmenta aliunde nota Source: Sandbach, F.H. (ed.), Menandri reliquiae selectae. Oxford: Clarendon Press, 1972: 162–164. frr. 1–12 Citation: Fragment — (line) | ||
1 | ὤιμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία, οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν τὰς νύκτας οὐδὲ στρεφομένους ἄνω κάτω “οἴμοι” λέγειν, ἡδὺν δὲ καὶ πρᾶιόν τινα | |
5 | ὕπνον καθεύδειν, ἀλλὰ τῶν πτωχῶν τινα. νυνὶ δὲ καὶ τοὺς μακαρίους καλουμένους ὑμᾶς ὁρῶ πονοῦντας ἡμῖν ἐμφερῆ. ἆρ’ ἐστὶ συγγενές τι λύπη καὶ βίος; τρυφερῶι βίωι σύνεστιν, ἐνδόξωι βίωι | |
---|---|---|
10 | πάρεστιν, ἀπόρωι συγκαταγηράσκει βίωι. | |
2 | τὸ κουφότατόν σε τῶν κακῶν πάντων δάκνει, πενία. τί γὰρ τοῦτ’ ἐστίν; ἧς γένοιτ’ ἂν εἷς φίλος βοηθήσας ἰατρὸς ῥαιδίως. | |
3 | εἰ τοὺς ἀδικηθέντας, πάτερ, φευξούμεθα, | |
τίσιν ἂν βοηθήσαιμεν ἄλλοις ῥαιδίως; | 162 | |
4 | τὸ μηθὲν ἀδικεῖν ἐκμαθεῖν γάρ, ὦ Λάχης, ἀστεῖον ἐπιτήδευμα κρίνω τῶι βίωι. | |
5 | φιλόμουσον εἶναι 〈κἀγαπᾶν〉 αὐτὸν πάνυ ἀκούσματ’ εἰς τρυφήν τε παιδεύεσθ’ ἀεί. | |
6 | οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις. | |
7 | οὕτω τι πρᾶγμ’ ἐστ’ ἐπίπονον τὸ προσδοκᾶν. | |
8 | ὡς ποικίλον πρᾶγμ’ ἐστὶ καὶ πλάνον τύχη. | |
9 | σκοῖδος· | 163 |
10 | ὦ Φανία, μὴ πρόσεχε διαβολαῖς μάτην. | |
11 | ῥάιθυμος ἂν ἦις, Φανία, πένης ἔσει. | |
12 | καλὸν τὸ Κείων νόμιμόν ἐστι, Φανία· | |
ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῆι κακῶς. | 164 |