TLG 0541 017 :: MENANDER :: Citharista MENANDER Comic. Cf. et MENANDRI ET PHILISTIONIS SENTENTIAE (1791) Citharista Source: Sandbach, F.H. (ed.), Menandri reliquiae selectae. Oxford: Clarendon Press, 1972: 159–161. Citation: (Line) | ||
t | ΚΙΘΑΡΙΣΤΗΣ | |
---|---|---|
35 | ... | |
35 | [Α] ζηλοῖς, λαβών τε τὴ[ν ..... ἐλ]ήλυθα[ς θυγατέρα δεῦρο πλουσίαν θ’ [ἡγῆι μόνην ταύτην, σεαυτὸν δ’ οὐχί; | |
37 | (Β) πάντ’ ἐγὼ [μ]ό̣ν̣ης ταύτης λογίζομαί τ’ ἐμα̣υ̣τ̣ο̣ῦ̣ τ̣ὴν̣ ἐμ̣ήν̣. ἐλευθέρα τ’ ἦν καὶ πόλεως Ἑλληνίδος, | |
40 | καὶ πάντα ταῦτ’ ἐκτησάμην ἀγαθῆι τύχηι. οὐ δεῖ λαβεῖν με πορνο[βοσκοῦ] θ...[ 〈Α〉 τί δὴ τὸ λυποῦν ς’ ἐστιν .[...οὐ]κ̣ ἤγαγες ἐνταῦθα τὴν γυναῖκα κα[.........]ν̣; 〈Β〉 οὐκ οἶδ’ ὅπου γῆς ἐστιν. | |
44 | 〈Α〉 οὐκ ἐλήλυθεν; | |
45 | 〈Β〉 οὔπω γε, νυνὶ τῶν χρόνων ὄντων μακρῶν. | |
λογίζομαι πᾶν, μή τι κατὰ θάλατταν ἦι ἀτύχημα γεγονὸς ἢ περ̣ι̣[...]ζ̣ας. | 159 | |
47 | (Α) μηθαμῶς. 〈Β〉 οὐκ οἶδ’· ἀθυμῶ καὶ δέδοιχ’ ὑπερβολῆι. 〈Α〉 εἰκός τι πάσχειν. | |
49 | (Β) πρὸς ἀγορὰν δ’ οὕτως ἅμα | |
(50) | προάγων ἀκούσηι καὶ τὰ λοίφ’, ὧν μοι γενοῦ σύμβουλος. | |
51 | (Α) οὐθὲν κωλύει με. | |
51 | (Β) ταῦτα δὲ εἴσω τις ἀγέτω τὴν ταχίστην ἐκποδών. 〈Γ〉 καὶ τί ποτ’ ἂν εἴη; πάνυ γὰρ οὐχ αὑτοῦ ποεῖ ἔργον. μεταπέμπετ’ ἐξ ἀγροῦ με Μοσχίων, | |
55 | ὃς ἄλλοτ’, εἰ μὲν ἐνθάδ’ ὢν τύχοιμ’ ἐγώ, εἰς ἀγρὸν ἔφευγεν, εἰ δ’ ἐκεῖς’ ἔλθοιμ’ ἐγώ, ἐνταῦθ’ ἀναστρέψας ἔπινε. καὶ μάλα κατὰ λόγον· οὐ παρῆν ὁ νουθετῶν πατήρ οὐκ̣[......]γην· καὶ γὰρ αὐτὸς ἐγενόμην | |
60 | εἷς [τῶν δυνα]μένων οὐσίαν μικρὰν ποεῖν. οὐκ [ἠδίκηκε]ν ἡ γυνὴ κατὰ τοῦτό γε, ἀλλ’ ἐξ ἐμοῦ ’στιν· οὐθὲν ἀγαθὸν γοῦν ποεῖ. εἰσιτέον εἴσω δ’ ἐστίν. ἂν δὲ μὴ τύχηι ὢν ἔνδο[ν, ἄρτ]ι πρὸς ἀγορὰν πορεύσομαι· | |
65 | ἐκεῖ γὰρ αὐτόν που πρὸς Ἑρμαῖς ὄψομαι. 〈ΜΟΣΧΙΩΝ〉 | |
66 | ἆρ’ οὖν ὁ πατὴρ ἐλήλυθ’, ἢ πορευτέον | |
ἐμοὶ πρὸς ἐκεῖνόν ἐστιν; οὐ γὰρ δεῖ χρόνον τὸ πρᾶ[γμα λαμ]β̣άνειν ὅλως οὐδ’ ὁντινοῦν. ἤδη δο[κεῖ μοι πρ]οσ[ | 160 | |
69 | uersuum xxii restant initia in hunc modum: | |
70 | αἰτεῖν [ οἶμαι μένειν δεῖ [ προσμ̣ειν̣άτω τὸν [ ἐγὼ δὲ περὶ σοῦ. χα̣ῖ̣ρ[ε 〈?〉 καὶ σύ γε [ | |
75 | οὐκ ἔλεγον εὐθὺς [ ἀλλ’ ἀνδρειστέον [ τίνα λόγον ἀεὶ π̣ρ̣ο̣σ̣[ πολλὰ περὶ πολλῶν [ γῆμαί με βούλει κ̣α̣[ | |
80 | φρονήσεως γὰρ τ̣ο̣ῦτ̣[ο 〈Γ〉 ὦ Μοσχίων, ἄ̣λ̣λ̣η̣ν̣ μ̣[ ἕτοιμος εἰ μὴ προστίθ[ ἣν δεῖ λαβεῖν· αὐτ[ὸς] δὲ [ ἐλευθέραν, τοῦτο πολὺ [ | |
85 | μόνον κατὰ λόγον, εἰ δ’ α[ πρὸς τὸ γένος ἐστίν· ἀλλ[ εἰ παρθένον δὴ πρότε[ρον σύμβουλον ἂν καλ̣ή̣ι̣ς̣ [ αὐτὸς κεκρικὼς [ | |
90 | ἃ δὴ δέδωκας [ μηθεὶς μάτην ε[ 〈Μο〉 τὰ δ’ ἄλλ’ ἄκουσον· σπ̣[ εἰς τὴν Ἔφεσον· ἔπεσον [ τῆς Ἀρτέμιδος ἦν τῆς Ἐ[φεσίας | |
95 | δειπνοφορία τις παρθένω[ν εἶδον κόρην ἐνταῦθα Φανίου [τινὸς Εὐωνύμεως. | |
97 | (Γ) Εὐωνυμεῖς κἀ[κεῖ τινές εἰς’ ἐν Ἐφέσωι; | |
98 | (Μο) χρέα μὲν οὖν [πράξων παρῆν ἐντεῦθεν. | |
99 | (Γ) ἆρα τοῦ κιθαριστο[ῦ Φανίου | |
(100) | ταύτην λαβεῖν ἐσπούδακ[ας τὴν θυγατέρα | |
τοῦ γείτονος νῦν ὄντος; ου.ο[ | 161 |