TLG 0541 014 :: MENANDER :: Theophorumenae fragmenta aliunde nota

MENANDER Comic.
(Atheniensis: 4–3 B.C.)

Cf. et MENANDRI ET PHILISTIONIS SENTENTIAE (1791)

Theophorumenae fragmenta aliunde nota

Source: Sandbach, F.H. (ed.), Menandri reliquiae selectae. Oxford: Clarendon Press, 1972: 147–148.

frr. 1–5

Citation: Fragment — (line)

1

εἴ τις προσελθών μοι θεῶν λέγοι “Κράτων, ἐπὰν ἀποθάνηις, αὖθις ἐξ ἀρχῆς ἔσηι· ἔσηι δ’ ὅ τι ἂν βούληι, κύων, πρόβατον, τράγος, ἄνθρωπος, ἵππος· δὶς βιῶναι γάρ σε δεῖ·
5εἱμαρμένον τοῦτ’ ἐστίν· ὅ τι βούλει δ’ ἑλοῦ”· “ἅπαντα μᾶλλον”, εὐθὺς εἰπεῖν ἂν δοκῶ, “πόει με πλὴν ἄνθρωπον· ἀδίκως εὐτυχεῖ κακῶς τε πράττει τοῦτο τὸ ζῶιον μόνον. ὁ κράτιστος ἵππος ἐπιμελεστέραν ἔχει
10ἑτέρου θεραπείαν· ἀγαθὸς ἂν γένηι κύων, ἐντιμότερος εἶ τοῦ κακοῦ κυνὸς πολύ· ἀλεκτρυὼν γενναῖος ἐν ἑτέραι τροφῆι ἐστιν, ὁ δ’ ἀγεννὴς καὶ δέδιε τὸν κρείττονα. ἄνθρωπος ἂν ἦι χρηστός, εὐγενής, σφόδρα
15γενναῖος, οὐδὲν ὄφελος ἐν τῶι νῦν γένει· πράττει δ’ ὁ κόλαξ ἄριστα πάντων, δεύτερα ὁ συκοφάντης, ὁ κακοήθης τρίτα λέγει. ὄνον γενέσθαι κρεῖττον ἢ τοὺς χείρονας ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον.”

2

ὁ πλεῖστον νοῦν ἔχων
μάντις τ’ ἄριστός ἐστι σύμβουλός θ’ ἅμα.147

3

καὶ ταχὺ πάλιν τὸ πρῶτον περισοβεῖ ποτήριον αὐτοῖς ἀκράτου.

4

μέσως μεθύων 〈τὴν〉 Θηρίκλειον ἔσπασεν.

5

ἀπὸ μηχανῆς θεὸς ἐπεφάνης·148