TLG 0541 012 :: MENANDER :: Theophorumene MENANDER Comic. Cf. et MENANDRI ET PHILISTIONIS SENTENTIAE (1791) Theophorumene Source: Sandbach, F.H. (ed.), Menandri reliquiae selectae. Oxford: Clarendon Press, 1972: 145. Citation: (Line) | ||
t | ΘΕΟΦΟΡΟΥΜΕΝΗ | |
---|---|---|
1 | ]ρ̣ετωι: ]ποει ]ω̣ ]λέγω | |
5 | ]ων ]ποῶν ]κ̣ι̣αν: ]ς, Λυσία: | |
10 | ]πολαβεῖν ν]οῦν ἔχει ἀλα]ζονεύεται ]ραν ποτε ]Κλ[ειν]ία, | |
15 | ]ξ̣ιπ̣.σ̣τατο̣[ (?ΠΑΡΜΕΝΩΝ) | |
16 | ταχ̣[...] καταστάξαντες, οἶδ’, ἀπ’ ὀμμάτων ἔπλ̣η̣σ̣α. “τἀμὰ δῶρ’”, ἀκούεις; ἡ κόρη “τὰ δῶρά” φησι “τἀμά μ’ ἐξείλονθ’”. ὁ δὲ “τί δ’ ἔλαβες, ἱππόπορνε; τὸν δὲ δόν[τα σοι | |
20 | πόθεν οἶσθα τοῦτον; τί δὲ νεανίσκο̣[ ; ἢ σὺ τί λαβοῦσα στέφανον ἔξω περιπατεῖς; μαίνει; τί οὖν οὐκ ἔνδον ἐγκεκλειμένη μαίνει;” | |
23 | (?ΚΛΕΙΝΙΑΣ) φλυαρεῖς. τοῦτό γ’ αὐτό, Λυσία, οὐ προσποεῖται. | |
24 | (ΛΥΣΙΑΣ) πεῖραν ἔξεστιν λαβεῖν. | |
25 | εἰ θεοφορεῖται ταῖς ἀληθείαισι γάρ, νῦν εἰς τὸ πρόσθεν ἐνθάδ’ ἐκπηδή̣[σεται. μητρὸς θεῶν, μᾶλλον δὲ κορυβάντ[ων ⏑ × αὔλει. παράστα δ’ ἐνθαδὶ πρὸς τὰς θύρας τοῦ πανδοκείου. | |
29 | (?Κλ) νὴ Δί’, εὖ γε, Λυσία, | |
30 | ὑπέρευγε· τοῦτο βούλομαι. καλὴ θέα. | 145 |