TLG 0541 008 :: MENANDER :: Epitrepontum fragmenta

MENANDER Comic.
(Atheniensis: 4–3 B.C.)

Cf. et MENANDRI ET PHILISTIONIS SENTENTIAE (1791)

Epitrepontum fragmenta

Source: Sandbach, F.H. (ed.), Menandri reliquiae selectae. Oxford: Clarendon Press, 1972: 97–98, 120–121, 130.

frr. 1–10

Citation: Fragment — (line)

1

(Καρίων)
1οὐχ ὁ τρόφιμός σου πρὸς θεῶν, Ὀνήσιμε, ὁ νῦν ἔχων 〈τὴν〉 Ἁβρότονον τὴν ψάλτριαν ἔγημ’ ἔναγχος;
3(Ὀνήσιμος) πάνυ μὲν οὖν.

2

φιλῶ ς’, Ὀνήσιμε, οὐδέν 〈ἐστι〉 γὰρ
γλυκύτερον ἢ πάντ’ εἰδέναι.97

3

τί δ’ οὐ ποεῖς ἄριστον; ὁ δ’ ἀλύει πάλαι κατακείμενος.

5

ἐπέπασα ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχηι.

6

ἀργὸς δ’ ὑγιαίνων τοῦ πυρέττοντος πολύ ἐστ’ ἀθλιώτερος· μάτην γοῦν ἐσθίει
διπλάσια.98

7

χαλεπόν, Παμφίλη, ἐλευθέραι γυναικὶ πρὸς πόρνην μάχη· πλείονα κακουργεῖ, πλείον’ οἶδ’, αἰσχύνεται
οὐδέν, κολακεύει μᾶλλον.120

8

ἐξετύφην μὲν οὖν κλαίους’ ὅλως
ἐν Ἐπιτρέπουσιν.121

9

οὐθὲν πέπονθας δεινὸν ἂν μὴ προσποῆι.

10

ἐλευθέρωι τὸ καταγελᾶσθαι 〈γὰρ〉 πολὺ
αἴσχιόν ἐστι, τὸ δ’ ὀδυνᾶσθ’ ἀνθρώπινον.130