|
TLG 0541 005 :: MENANDER :: Dis exapaton MENANDER Comic. Cf. et MENANDRI ET PHILISTIONIS SENTENTIAE (1791) Dis exapaton Source: Sandbach, F.H. (ed.), Menandri reliquiae selectae. Oxford: Clarendon Press, 1972: 39–41. Citation: (Line) | ||
| t | ΔΙΣ ΕΞΑΠΑΤΩΝ | |
|---|---|---|
| 11 | (ΜΟΣΧΟΥ ΠΑΤΗΡ) | |
| 11 | [ σ]ὺ δ’ ἐκεῖνον ἐκκάλει [ ]ν̣, νουθέτει δ’ ἐναν[τίον αὐτόν τε σῶσον, οἰκίαν θ̣’ ὅ̣λην φί̣λ̣ω̣ν̣. Λυδέ, προάγωμεν. | |
| 14 | (ΛΥΔΟΣ) εἰ δὲ κἀμὲ καταλίποις— | |
| 15 | (Μ.π) προάγωμεν· ἱκανὸς οὗτος. | |
| 15 | Λυ αὐτῶι, Σώστρατε, χρῆσαι πικρῶς, ἔλαυν’ ἐκεῖνον τὸν ἀ̣κ̣ρα[τῆ. 〈ἅ〉παντας αἰσχύνει γὰρ ἡμᾶς τοὺς φίλους. (ΣΩΣΤΡΑΤΟΣ) | |
| 18 | ἤδη ’στιν οὗτος φροῦδος. ενπλη[ τούτου καθέξει. Σώστρατον προήρπασας. | |
| 20 | ἀρνήσεται μέν, οὐκ ἄδηλόν ἐστί μοι— ἰταμὴ γάρ—εἰς μέσον τε πάντες οἱ θεοὶ ἥξουσι. μὴ τοίνυν [.]ον[ κακὴ κακῶς τοίνυν—ἐ[π]ά̣ν̣[αγε, Σ]ώστρατε· ἴσως σε πείσει· δοῦλο[ | |
| 25 | ἐγὼ μάλισθ’, ἡ δ’ ὡ[ς κενὸν συ]μπεισάτω ἔχοντα μηδ[έν· τ]ῶι πατρὶ τὸ χ]ρ̣υ̣σίον· πιθαν[ευομέν]η γὰρ παύσεται ὅταν] ποτ’ αἴσθητα[ι, τὸ τῆς πα]ροιμίας, νεκρῶι] λέγουσα [μῦθον. ἀλλ’] ἤδη [με] δεῖ | |
| 30 | ἐλθεῖν ἐπ’ ἐ]κεῖνον. | |
| 47 | [ΣΩΣΤΡΑΤΟΥ ΠΑΤΗΡ] [ἔ]δωκεν δέ σοι | |
| [τ]ὸν τόκον (Σω) [ ].ειδον· μηδὲ ἓν | 39 | |
(50) | [ ἐγκ]άλει χρηστῶι ξένωι. [ ἥ]κω κομίζων δεῦρό σοι [Σ.π] [ ]σα· τ[ὸ χρυ]σίον [δό]θ’ ὑμεῖς, παῖ, ταχύ. (Σω) [ π]αρ’ [ἡ]μῶν· μὴ πρόσεχ’ ἐκείνωι λόγ̣ω̣ι̣. οὐδεὶς] παρώρμης’ οὐδ’ ἐπεβούλευς’ οὐδὲ εἷς. | |
| 55 | (Σ.π) οὐ πρὸς Θ]εότιμον κατετέθη τὸ χρυσίον; (Σω) τί “πρὸς Θ]εότιμον”; αὐτὸς ἐφύλαττεν λαβὼν τ[ό τε πρὸ]ς βίον διφορεῖ, πάτερ. | |
| 57 | (Σ.π) χρηστὸ̣ς̣ σφόδρα· ἐφ[ρόντι]σέ τι. τί οὖν ὁ Σύρος ἐβούλετο; (Σω) ἐ[ατέο]ν. μετ’ ἐμοῦ δ’ ἀκολούθει καὶ λαβὲ | |
| 60 | τὸ χρυσίον. | |
| 60 | (Σ.π) παίζεις; | |
| 60 | (Σω) ἀκολούθει καὶ λαβέ. (Σ.π) οὐκοῦν ἀκολουθῶ· δὸς μόνον, καλῶς τέ μοι ὡς̣ [δεῖ] κέχρησαι· πρὶν λαβεῖν μάχομαί τι σοι; ἐμοὶ δὲ πάντων τοῦτο προὐργιαίτερον. | |
| 63 | ΧΟΡΟΥ | |
| 63 | (uersus laceri xxvi) | |
| 89 | [Σω] [ ].μοι. | |
| 89 | (Σ.π) ταῦτ’ ἄπειμι πρὸς ἀγορὰν | |
| 90 | πρ]άττ[ων. ὅ] τι πράττηις ἄλλο δέδοται τοῦτό σοι. Σω κα]ὶ̣ μ̣[ὴν δο]κῶ μοι τὴν καλήν τε κἀγαθὴν ἰδεῖν ἐρωμένην ἂν ἡ̣δ̣[έ]ως̣ κενὸς πιθανευομένην καὶ προσδοκῶσαν—“αὐτίκα” φησὶν δ’ ἐν αὑτῆι—πᾶν ὃ κομίζω χρυσίον. | |
| 95 | “πάνυ γὰρ κομίζει τοῦτο καί, νὴ τοὺς θεούς, | |
| ἐλευθερίως—τίς μᾶλλον; —ἀξίως τ’ ἐμοῦ.” αὕτη δ’ ἱκανῶς, καλῶς ποοῦσά γ’, εὑρέθη οἵα〈ν〉 ποτ’ ὤιμην οὖσα, τὸν δ’ ἀβέλτερον Μόσχον ἐ.ε..· καὶ τὰ μὲν ἔγωγ’ ὀργίζομαι, | 40 | |
(100) | τὰ δ’ οὐκ ἐκεῖνον τοῦ γεγονότος αἴτιον ἀδικήματος νενόμικα, τὴν δ’ ἰταμωτάτην πασῶν ἐκείνην. | |
| 101 | ΜΟΣΧΟΣ εἶτ’ ἀκούσας ἐνθάδε εἶναί με, ποῦ γῆς ἐστι; χαῖρε, Σώστρατε. Σω καὶ σύ. | |
| 103 | 〈Μο〉 τί κατηφὴς καὶ σκυθρωπός, εἰπέ μοι; καὶ βλέμμα τοῦθ’ ὑπόδακρυ· μὴ νεώτερον | |
| 105 | κακὸν κατείληφάς τι τῶν [γ’] ἐνταῦθα; (Σω) ναί. (Μο) εἶτ̣’ οὐ [λέ]γεις; | |
| 107 | (Σω) ἔνδον γὰρ ἀμέλει, Μόσχε. | |
| 107 | (Μο) πῶς; (Σω) [ ]φιλοῦντα τὸν πρὸ τοῦ χρόνον [ ]α· τοῦτο πρῶτον ὧν ἐμὲ | |
| 110 | [ ]ἠδίκηκας. | |
| 110 | (Μο) ἠδίκηκα δὲ ἐγώ σε; μὴ γένοιτο τοῦτο, Σώστρατε. (Σω) οὐκ ἠξίουν γοῦν οὐδ’ ἐγώ. | |
| 112 | (Μο) λέγεις δὲ τί; | 41 |