TLG 0541 004 :: MENANDER :: Georgi fragmenta aliunde nota

MENANDER Comic.
(Atheniensis: 4–3 B.C.)

Cf. et MENANDRI ET PHILISTIONIS SENTENTIAE (1791)

Georgi fragmenta aliunde nota

Source: Sandbach, F.H. (ed.), Menandri reliquiae selectae. Oxford: Clarendon Press, 1972: 34–35.

frr. 1–7

Citation: Fragment — (line)

1

(129)

εὐκαταφρόνητόν ἐστι, Γοργία, πένης,
130κἂν πάνυ λέγηι δίκαια· τούτου γὰρ λέγειν ἕνεκα μόνου νομίζεθ’ οὗτος, τοῦ λαβεῖν, καὶ συκοφάντης εὐθὺς ὁ τὸ τριβώνιον ἔχων καλεῖται, κἂν ἀδικούμενος τύχηι.

2

ὁ δ’ ἠδικηκώς, ὅστις ἔσθ’ οὗτός ποτε, τὴν ὑμετέραν πενίαν κακοδαίμων ἔσθ’, ὅτι τοῦτ’ ἠδίκηκεν οὗ τυχὸν μεταλήψεται· εἰ καὶ σφόδρ’ εὐπορεῖ γάρ, ἀβεβαίως τρυφᾶι·
5τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ.

3

οὗτος κράτιστός ἐστ’ ἀνήρ, ὦ Γοργία, ὅστις ἀδικεῖσθαι πλεῖστ’ ἐπίστατ’ ἐγκρατῶς· τὸ δ’ ὀξύθυμον τοῦτο καὶ λίαν πικρὸν
δεῖγμ’ ἐστιν εὐθὺς πᾶσι μικροψυχίας.34

4

ἐμβεβρόντησαι; γελοῖον, ὃς κόρης ἐλευθέρας εἰς ἔρωθ’ ἥκων σιωπᾶις καὶ μάτην ποιουμένους περιορᾶις γάμους σεαυτῶι.

5

εἰμὶ μὲν ἄγροικος, καὐτὸς οὐκ ἄλλως ἐρῶ, καὶ τῶν κατ’ ἄστυ πραγμάτων οὐ παντελῶς ἔμπειρος, ὁ δὲ χρόνος τί μ’ εἰδέναι ποεῖ πλέον.

6

ὡς σχολῆι πορεύεθ’ οὑτοσί.

7

ἐν πράγμασιν, ἐν μάχαις.35