TLG 0541 003 :: MENANDER :: Georgus

MENANDER Comic.
(Atheniensis: 4–3 B.C.)

Cf. et MENANDRI ET PHILISTIONIS SENTENTIAE (1791)

Georgus

Source: Sandbach, F.H. (ed.), Menandri reliquiae selectae. Oxford: Clarendon Press, 1972: 29–33.

Citation: (Line)

tΓΕΩΡΓΟΣ
1(ΝΕΑΝΙΣΚΟΣ) [
]προσιὼν † πράττων [
]ὑποφοβούμενος ἦν δ’ οὐ πονηρὸς οὐδ’ ἐδόκουν 〈 〉 [ ]ε̣ ὁ μειρακίσκος ἐν ἀγρῶι διετέλει,
5ἔτυχέ τι] συμβεβηκὸς ὅ μ’ ἀπολώλεκε ἀπόδη]μ̣ον εἰς Κόρινθον ἐπὶ πρᾶξίν τινα· κατιὼν ὑ]πὸ νύκτα γινομένους ἑτέρους γάμους καταλαμ]βάνω μοι, τοὺς θεοὺς στεφανουμένους, τὸν πατέ]ρα θύοντ’ ἔνδον· ἐκδίδωσι δὲ
10αὐτὸς ὁ] πατήρ· ὁμοπατρία γάρ ἐστί μοι ἐκ τῆς 〈 〉] νυνὶ γυναικὸς τρεφομένη [ ἀ]δελφή. τίνα δὲ δυσφεύκτωι κακῶι τρόπον μάχωμ’ οὐκ οἶδ]α· πλὴν οὕτως ἔχω· [ οἰ]κίας οὐδὲν φράσας
15[ ]λ̣[ι]πὼν δὲ τὸν γάμον τὴν φιλτάτην [...]α̣ν ἀδικήσαιμ’ ἄν· οὐ γὰρ εὐσεβές. κόπτειν δὲ μέλλων τὴν θύραν ὀκνῶ πάλαι·
οὐκ οἶδα γὰρ τὸν ἀδελφὸν εἰ νῦν ἐξ ἀγροῦ ἐνθάδ’ ἐπιδημεῖ· πάντα προνοεῖσθαί με δεῖ.29
20ἀλλ’ ἐκποδὼν ἄπειμι καὶ βουλεύσομαι τοῦτ’ αὔθ’, ὅπως δεῖ διαφυγεῖν με τὸν γάμον. ΜΥΡΡΙΝΗ
22ἀλλ’ ὡς πρὸς εὔνουν, ὦ Φίλιννα, τοὺς λόγους ποουμένη σε πάντα τἀμαυτῆς λέγω· ἐν τοῖσδ’ ἐγὼ νῦν εἰμι.
24〈ΦΙΛΙΝΝΑ〉 καί, νὴ τὼ θεώ,
25ἔγωγ’ ἀκούους’, ὦ τέκνον, μικροῦ δέω πρὸς τὴν θύραν ἐλθοῦσα καὶ καλέσασα τὸν ἀλαζόν’ ἔξω τοῦτον εἰπεῖν ὅσα φρονῶ. 〈Μυ〉 μὴ σύ γε, Φίλιννα. χαιρέτω.
28(Φι) τί “χαιρέτω”; οἰμωζέτω μὲν οὖν τοιοῦτος ὤν. γαμεῖ
30ὁ μιαρὸς οὗτος ἠδικηκὼς τὴν κόρην [ ]τοσούτους κατατ[ ] προσέρχεται [ ]ὁ θεράπων ἐξ ἀγροῦ Δᾶος. βραχὺ .[..]ι̣ μεταστῶμεν.
33〈Φι〉 τί δ’ ἡμῖν, εἰπέ μοι, 〈τούτου〉 μέλει; καλόν γ’ ἂν εἴη, νὴ Δία.
35ΔΑΟΣ
35ἀγρὸν εὐσεβέστερον γεωργεῖν οὐδένα
οἶμαι· φέρει γὰρ μυρρ[ίνην, κιττὸν] καλόν, ἄνθη τοσαῦτα, τἆλλα δ’ ἄν τις καταβάληι, ἀπέδωκεν ὀρθῶς καὶ δικαίως, οὐ [πλέον ἀλλ’ αὐτὸ τὸ μέτρον. ὁ Σύρος εἰσένεγχ’ ὅμως30
40πάνθ’, ὅσα 〈γε〉 φέρομεν· ταῦτα πάντ’ εἰς τοὺς γάμους. ὦ χαῖρε πολλά, Μυρρίνη.
41(Μυ) νὴ καὶ σύ γε. 〈Δα〉 οὔ σε καθεώρων, γεννικὴ καὶ κοσμία γύναι. τί πράττεις; βούλομαι ς’ ἀγαθῶν λόγων, μᾶλλον δὲ πράξεων ἐσομένων, ἂν οἱ θεοὶ
45θέλωσι, γ[εῦσ]αι καὶ φθάσαι πρῶτο̣[ς φράσας. ὁ Κλεαίνετος γάρ, οὗ τὸ μειράκιον [τὸ σὸν ἐργάζεται, πρώην ποτ’ ἐν ταῖς ἀμπέλοις σκάπτων διέκοψε τὸ σκέλος χρηστῶς πάνυ. 〈Μυ〉 τάλαιν’ ἐγώ.
49(Δα) θάρρει· τὸ πέρας δ’ ἄκουέ μου.

(50)

ἀπὸ τοῦ γὰρ ἕλκους, ὡς τριταῖον ἐγένετο, βουβὼν ἐπήρθη τῶι γέροντι θέρμα τε ἐπέλαβεν αὐτὸν καὶ κακῶς ἔσχεν πάνυ. (Φι) ἀλλ’ ἐκκορηθείης σύ γ’· οἷα τἀγαθὰ ἥκεις ἀπαγγέλλων.
54(Μυ) σιώπα, γράιδιον.
55(Δα) ἐνταῦθα χρείας γενομένης αὐτῶι τινος κηδεμόνος, οἱ μὲν οἰκέται καὶ βάρβαροι, ἐφ’ οἷς ἐκεῖνός ἐστιν, οἰμώζειν μακρὰν ἔλεγον ἅπαντες, ὁ δὲ σὸς ὑός, οἱονεὶ νομίσας ἑαυτοῦ πατέρα, πο[ιήσ]ας [ἃ δεῖ,
60ἤλειφεν, ἐξέτριβεν, ἀπένιζεν, φαγεῖν
προσέφερε, παρεμυθεῖτο, πάνυ φαύλως ἔχειν δ[ό]ξ̣[α]ν̣τ’ ἀνέστης’ αὐτὸν ἐπιμελούμενος. (Φι) φίλον τέκνον.31
63(Δα) νὴ τὸν Δί’, εὖ δῆθ’ οὑτοσί. ἀναλ]α̣〈μ〉β〈άν〉ων γὰρ αὑτὸν ἔνδον, καὶ σχολὴν
65εὑρὼν] ἀπαλλαγεὶς δικέλλης καὶ κακῶν— οὕτω] τίς ἐστι σκληρὸς ὁ γέρων τῶι βίωι— τοῦ μειρ]ακίου τὰ πράγματ’ ἀνέκρινεν, τίνα ἔστ’, οὐχὶ παντάπασιν ἀγνοῶν ἴσως. κοινου]μένου δὲ τοῦ νεανίσκου τά τε
70περὶ τ]ῆς ἀδελφῆς ἐμβαλόντος σοῦ 〈τε〉 καὶ [ ]. ἔπαθέ τι κοινὸν καὶ χάριν τῆς ἐπιμελείας ὤιετ’ ἐκ παντὸς λόγου δεῖν αὑτὸν ἀποδοῦναι, μόνος τ’ ὢν καὶ γέρων νοῦν ἔσχε· τὴν γὰρ παῖδ’ ὑπέσχηται γαμεῖν.
75κεφάλαιόν ἐστι τοῦτο τοῦ παντὸς λόγου. ἥξουσιν ἤδη δεῦρ’, ἄπεισιν εἰς ἀγρὸν αὐτὴ]ν̣ λαβών. παύσεσθε πενίαι μαχόμενοι, δυσνουθετήτωι θηρί[ωι καὶ δυσκόλωι
καὶ ταῦτ’ ἐν ἄστει· δεῖ γὰρ ἢ πλουτεῖν ἴσως32
80ἢ ζῆν ὅπως μὴ μάρτυρας τοῦ δυστυχεῖν πολλούς τις ἕξει τοὺς ὁρῶντας· ἔστι δὲ ἀγρὸς εἰς τὸ τοιοῦτ’ εὐκτὸν ἥ τ’ ἐρημία. εὐαγγελίσασθαι πρός σε ταῦτ’ ἐβουλόμην. ἔρρωσο πολλά.
84〈Μυ〉 καὶ σύ.
84〈Φι〉 τί πέπονθας, τέκνον;
85τί περιπατεῖς τρίβουσα τὰς χεῖρας;
85〈Μυ〉 τί γάρ; Φίλινν’, ἀποροῦμαι νῦν τί ποιῆσαί με δεῖ. (Φι) περὶ τίνος;
87〈Μυ〉 ἡ παῖς ἐστι τοῦ τόκου, φίλη, [ὁμοῦ
]τοδε (ante actus finem octo sequebantur uersus)
89(uersus non amplius xxv deesse uidentur)
99(Γο) τοιοῦ[τ

(100)

στροβει[ τοῦτ’ ε̣[ ἐγώ· τί ποιή[σω αὐτῶν ἰδ̣ω̣[
103Φιλιν' πρὸ τῶν θυρῶ[ν
104
105Γοργ' οὐδεὶς γάρ εἰμ’ ἕ[τερος (Φι) τί ἐστιν; (Γο) οὐδέν· ἀ[ τὴν μητέρ’ επη[ Φίλιννα, κάλεσον[ (Φι) μὰ τὼ θεώ, τέκν̣[ον
109
110σὺ γὰρ παρ’ ἡμῶν α[
110′ ἐγ̣ γειτόνων ὄντ[ τὴν Ἄρτεμιν[
112(Γο) ἐγὼ καλῶ π̣[ καὶ νῦν τί ποι[
115ἢ πῶς μαλακ̣[
115′ τὸ παιδίον κα[ τί ταῦτά τις [.]ε̣[ ἡμῖν ὑπόλοιπον παρρησίαν τ’ ην̣[
120ὁρῶντα ταυτ[ ἡμᾶς τε τοὺσ[ ]ἐπειτ[ οὐδ’ ἄξιόν γ’ ἐστ[ίν ὑμῖν ἐγὼ[
125ἅπασι κα̣ὶ̣ τ̣[ ἐχ̣...α̣[ κομματ[
οἰκειότη[33