TLG 0540 035 :: LYSIAS :: Fragmenta LYSIAS Orat. Fragmenta Source: Albini, U. (ed.), Lisia. I discorsi. Florence: Sansoni, 1955: 394–407.
Citation: Oration — section — (line) | ||
1t | ΠΡΟΣ ΙΠΠΟΘΕΡΣΗΝ, ΥΠΕΡ ΘΕΡΑΠΑΙΝΗΣ | |
1.1 | ... ἐ]ξέφυ[γε]ν, τὸ[ν δὲ ἀ]δελφ[ὸ]ν αὐτ[ο]ῦ [Πολέμαρχον] ἀπέκτειναν καὶ τὴν [οὐσία]ν ἀφείλοντο. Καὶ [ἕως μὲ]ν ἐν Πειραιεῖ ὤικε[ι ἠξί]ου κατελθὼν ἀπ[οφέρ]εσθαι· νυνὶ δὲ ἐπε[ιδὴ ἥκ]ει, οὐδὲ τὴν | |
5 | τιμὴν [ἀποδ]οὺς τοῖς ἐωνημέν[οις τ]ὰ ἑαυτοῦ δύναται κ[ομίζεσ]θαι. Νικόστρατος γὰ[ρ δικ]άζεται μετὰ Ξενο‐ κ[λέους το]ῦ πωλή[σαντος ... | |
---|---|---|
12,i | ... σ]υλληφ[θ...... ἀξ]ίαν δὲ ἑβδ[ομήκο]ντα ταλάν‐ των .....ντο ἣν οὗτοι οὔτ’ ἀφ[ανίσ]αι οὔτ’ ἀποδόσθαι πολ[λῶν] ἡμερῶν ἐδύνα[ντο. Ἐ]πε[ι]δ[ὴ] τ[οί]νυν μεθ’ [ὑ]μῶν φ[εύ]‐ γων Λυσίας [ὤιχ]ετο καὶ μετ[ὰ] τοῦ ὑμ[ετ]έρου πλήθους | |
5 | κατῆλθεν, κελευουσῶν τῶν συνθηκῶν τὰ μὲν πεπραμένα τοὺς ἐωνημένους ἔχειν, τὰ δὲ ἄ[π]ρατα τοὺς κατελθόντας [κ]ομίζεσθαι, οὗτος, οὔτε γῆν [οὔ]τ’ οἰκίαν κεκτημένος, [ἃ] καὶ αἱ συνθῆκαι τοῖς κα[τε]λθοῦσιν ἀπεδίδοσαν [ἐὰ]ν | |
δὲ ἂν δ[ὲ] ἀποδῶ[σ]ι ........... το ...ερα. | 394 | |
14,i | ... Μετὰ τα[ῦτα] τοί[νυ]ν, ὦ ἄνδρες δικασταί, τ[ὸ ἥμ]ισυ τῆς τιμῆς ἠξί[ου π]αρὰ Λυσίου λαβεῖν, λέ[γων] τὰς ἑαυτοῦ συμφο[ρ]ὰς, ὥσπερ τούτου θησαυ[ρ]ὸν [ἐ]πὶ τῶν τριάκοντα [ε]ὑρηκότος, ἀλλ’ οὐκ ἀπολω[λε]κότος τὰ ὄντα· | |
5 | διαγα[να]κτοῦντος δ’ αὐτοῦ καὶ [χαλε]πῶς φέροντος πρὸς ... | |
1.5 | ... δεινὸ]ν γ[ὰρ ἂν εἴη, ὦ ἄνδρες δικ]ασταί, [εἰ κ]ατήλθε 〈τε〉 μ[ὲ]ν ὡς ἀδ[ικ]ούμενοι, τῶν δὲ ὄντων [ἀ]πο‐ στερεῖσθε ὡς ἀδικοῦν[τε]ς· καίτο[ι] δικαίως ἂν [ὀργίζοι]σθε τοῖς ἐωνημέ[νοι]ς τὰ ὑμέτερα ἐν ταῖς τοι[αύ]ταις συμφο‐ | |
5 | ραῖς· πρῶ[το]ν μὲν γὰρ οἱ τριάκον[τα οὐδὲν ἂ]ν ἐπώλουν εἰ οἱ [ὠνησόμ]ενοι μὴ ἦσαν ἐ....... τ..γκαν ἐ[..]υ | |
16,i | ... συ]νθη[κ.......το]ὺς νό‐ μους ........[ἀκη]κόατε η........... ας δικαιότε[ρον ........]ντας λέ[γειν ......]ς βελτίους· [......... τ]οὺ[ς] ἀντιδί[κους ...] εις..... ὑμῖν [περὶ] τούτων ἐπιτρέπο[μεν ἀ]κούσαντας τὰ Λυ‐ | |
5 | σί[αι καὶ Ἱ]πποθέρσηι πεπρα[γμέν]α ὁποτέραν βούλεσθε [κρίσιν] πράγματος ψηφί[σασθαι] περὶ τούτων ὁπό[〈τε〉ρος βελ]τίων ὢν περὶ τὴν [ὑμετέρ]αν πόλιν τυγχά[νει· δέο]μαι δ’ ὑμῶν ἀκ[οῦσαι ἵνα κ]αὶ οὗτος ὑμῖν δό[ξας χρ]ηστὸς εἶ‐ ναι προθυ[μῆται ἐ]πὶ τοῦ λοιποῦ καὶ ὁ [Ἱπποθέρ]σης ἀκού‐ | |
10 | σας τὰ [προσήκ]οντ’ αὐτῶι βελτί[ων τὸ λοι]πὸν ἦι. Ὅτ[ι] μὲν ......α Λυσί[.... ὑ]μῖν ......... επ ....ντε .... .....ν· ἕω[ς] | |
μ[ὲ]ν γὰρ ὑ[μεῖς ηὐδα]ιμονεῖτε, πλου[σιώτατος ἦ]ν τῶν μετοί[κων· ἐπειδ]ὴ δὲ συμφο[ρὰ ἐγένετο], ἐπέμενε· [οὐδ’] ἄρ’ ἐλάχιστον μέ[ρος τῶν ὑμε]τέρων δυστυ[χιῶν ....]υσεν, | 395 | |
15 | ἀνόμως [ὑπὸ τῶν τριά]κοντα καὶ [ἀδελφοῦ καὶ] χρημάτων [πολλῶν ἀπεσ]τερημ[έ]νο[ς]. [Ἐπεὶ δὲ φεύ]γων ὤιχετο, [ἐπικούρους] τριακοσί[ους ἔπεμψεν] εἰς τὴν κα[θόδον καὶ π]αρέσχετο [χρήματά τε δ]ραχμάς ... | |
16,ii | Ἠλεῖ]ον ξ[ένο]ν ὄντα ἑαυ[τῶ]ι ἔπει[σεν] αὐτὸν δύο τάλαντα π[αρ]ασχεῖν ἀτ[ε]λῆ. Καὶ ἀντὶ τ[ο]ύτων οὐδεμίαν χ[άρ]ιν οὐδὲ δωρεὰν παρ’ ὑμῶν κεκόμισται· καὶ φεύγων μὲν τοιοῦτος ἦν, κατελθὼν δὲ | |
5 | οὐδένα πώ[πο]τε Ἀθηναίων ἐλύπη[σε]ν οὔτε περὶ τῶν αὐτοῦ ἀ[ν]αμιμνήσκων εὐεργ[εσι]ῶν οὔτε περὶ τῶν ἀλλ[ο]‐ τρίων ὀνειδίζων ἁμαρ[τη]μάτων. Νῦν δ’ ἀνάγκη περὶ αὐτοῦ λέγειν· ὑπὸ τοιούτου γὰρ φεύγει τὴν δίκ[η]ν ὃς ἐπὶ μὲν τῶν τετρα[κο]σίων φεύγων ὤιχετο, ἐκ Δεκελείας δὲ ὁρμώ‐ | |
10 | μενος μ[ε]τὰ τῶν πολεμίων ἐ[πὶ τὴ]ν πατρίδα ἐστράτευ‐ [σεν· οἱ δ]ὲ τῆς πόλεω[ς ἐχθροὶ κατήγα]γον αὐ[τὸν καὶ] π[ολί]την ὑμέτερον ἐποίησαν, ὥστ’ οἶμαι πᾶσι δῆλον εἶνα[ι] ὅτ[ι] μ[εῖο]ν νυνὶ φρονεῖ τῶν τ[ειχῶν ὠικο]δομημέ‐ νων [ἢ τῶν] τότε καθηιρημένων, οὐδ’ ὁμ[ο]ίας ἐλπίδας | |
15 | ἔχει ἐπ[ὶ τα]ῖς ὑμετέραις εὐτυχ[ίαις] καὶ συμφοραῖς· εἶτα, τ[ίμιος] ὢν [π]ολίτης, οὐδ[ὲ πώπ]οτε αὐτῶι μεταμελῆ‐ [σα]ν, ο[ὐδὲ δι]ὰ τὴν ἡλικί[α]ν β[ελτί]ων γεγενημέν[ος, συκο]φαντεῖ τοὺς πολλ[οὺς με]θ’ ἃ ὑμᾶς εἰργά[σ]α[το]. | |
16,iii | Λ[υσίαν δὲ χάριν] παρὰ τοῦ [δήμου ἀπο‐ | |
λαμ]βάν[ειν, 〈εὐ〉]εργ[εσίαν] τὴν μεγίστ[ην πεποη]κότα· δέομα[ι οὖ]ν ὑμῶν, ὦ ἄνδρες δικασταί, ἀποψηφίσασθαι Λυσίου, μεμνημένους καὶ τ[ο]ύτου κ[αὶ] τῶν ἄλλων τῶν | 396 | |
5 | εἰ[ρ]ημένων. Εἰ δὲ μ[ή], τίς ἔσται τούτου ἀνθρώπων δυσ‐ τυχέστερος, εἰ τὰ [μὲν] αὐτοὶ βίαι λήψονται, τ[ὰ] δ’ ὑμεῖς δώσετε, ἢ τίς το[ύ]των εὐδαιμονέστε[ρος], εἰ μὴ μόνον περὶ τῶν [τότ]ε πραχθέντων συγ[γνώ]μην αὐτοῖς ἕξετε, [ἀλλὰ] καὶ νυνὶ περὶ ὧν [ἂν εἰ]ς ὑμᾶς εἰσίωσιν ὅ[σα] ἂν | |
10 | κελεύωσιν ψηφιεῖσθε | |
2t | ΠΡΟΣ ΘΕΟΜΝΗΣΤΟΝ | |
26,iv | [Φαί]νεται [δι]ὰ το[υ] .........του Θεόμνηστος [πρὸς?] ὑμᾶς [σχ]εδὸν παν....ναι· οὕτω γὰρ διέ[θηκε]ν ὥστε μὴ μό[νον ἐπ]ιτρόπους εἶναι κε [... ἀ]λλὰ [κα]ὶ τὴν οὐσίαν [....... ὄν]τι δ’ ἑταίρωι [Θεο]μν[ήσ]τωι τριάκον[τ]α | |
5 | μνᾶς ἔδωκα, δίκην δέον ἐκτεῖσα[ι Θ]εοζοτίδηι πρὶν δῦναι τὸν ἥλιον, εἰ δὲ μή, ὑπερήμερον εἶναι· δοὺς δέ, ὥσπερ εἰκό[ς], ἄν[ε]υ μαρτύρων, ἀποστ[ε]ρού[μ]ενος ἀναγκάζομαι δικά‐ ζεσθαι. Θεόμνηστος δὲ πρὸ τοῦ μὲν ἦν μοι φίλος καὶ ἑταῖ‐ ρος· νυνὶ δὲ πεισθεὶς ὑπὸ τῶν ἐμῶν ἐχθρῶν, ταῦτά τε | |
10 | πράττει καὶ ἄλλο ὁτιοῦν ἂν εἰς ἐμὲ [ἐ]τόλμησεν· πρὶν δ[ὲ ταύτη]ν ἡ[μῖ]ν τὴν δ[ιαφορ]ὰν γενέσθ[α]ι, οὔτε ἠ[νώ‐ χλη]σα οὔτε ἀπήιτησα [τὸ ἀργ]ύριον οὐδὲ .[....... π]ολὺς ἐξ ο.........ν δὲ ἑώρων .[........ ἐπι]τροπὴν οὐσ[ίας αὐτῶι κα]τεσκευασμέ[νην ....].ντο με ἐκλ[.......]ν τηι τῆς ἀπ‐ | |
15 | [.........]τε ὅτε ἔδωκ’ [αὐτῶι ἄνευ μ]αρτύρων· δοὺς [δὲ καὶ τὴν] ἀπαίτησιν [........]ς ἐναντίον ε[... ποιο]ύμενος, ἡγη‐ | |
[σάμην περ]ιεργὸν εἶνα[ι ........] μόνον α[..........]τερων ... | 397 | |
26,v | τὴν ἀνάγκην [......]σεως οὐδ’ αὐτὸς ἀν[....]τει· ἀνάγκη δ’ αὐ[τῶι], εἰ μὴ παρ’ ἐμοῦ τ[ὸ ἀργύ]ριον ἔχει, δυοῖν θάτ[ερον] ἢ παρ’ ἑτέρου φά[σ]κ[ειν εἰ]ληφέναι ἢ αὐτ[ὸν τὸ πᾶν] ἐκτετεικέ‐ | |
5 | ναι τῶ[ι Θεοζο]τίδηι· εἰ μ[ὲ]ν το[ίνυν] πα[ρ]’ ἑτέρου φήσει [εἰληφέναι] καπ... ... παρ’ ἐμο[ῦ] ἐ......σεν τοῦ συνει[δό]το[ς ...] τὴν ἀπορίαν ὀκν[εῖν] δεηθῆναι, π[αρὰ] δὲ τῶν μηνυσόντω[ν] τοῖς ἐχ[θ]ρ[ο]ῖς ἀξ[ι]οῦν δανείζ[ε]σθαι· κα[ί]τοι π[ῶς] | |
10 | εἰκὸς τὰ μὲν ἐμὰ ἑ[τέ]ροις συνεκδίδ[οσθαι, αὐ]τῶι δὲ παρ’ ἑτέρων δ[α]νείζεσθ[αι]; Ὡς δ’ οὐ[χ οὗ]τος ἠξ[ίω]σ[ε]ν αὑτῶι μ..οντος παρ’ ἑτέρου δαν[εί]ζεσθαι, μέγα ὑμ[ῖ]ν τεκμήριον ἐρῶ· ὅ[τε] γὰρ [ἐ]χο[ρ]ήγει ἀν[δρά]σι [εἰς Δι]ονύσια πα[........χι]λ[ί]ας δραχ[μὰς ......μι]σθὸν διέ‐ | |
15 | λυ[σε. | |
27+45+73 | νοι (?) ... περὶ τ[..]ου[.]α.. [.....]μου ὀκνεῖν δεη[θῆναι, τό]τε δὲ περὶ τοῦ βοὸς π[.....]π’ ἐμοὶ οἰκείωι ὄντ[ι. ..]αι; Πρὸς μὲν οὖν τ[ὸ παρ’ ἑτ]έρ[ο]υ φάσκειν εἰ[ληφένα]ι, ταῦτα λέγω· ἐὰν | |
5 | [δὲ .....].οντος ἀργυρ[ίου ..... ὑ]μᾶς τὸν Θεό[μνηστον ἐν‐ τ]εῦθεν χρὴ [ἐξετάζειν πῶ]ς εἰκός ἐστιν η[......]ς ἀργυ‐ ρίου πε[ρ]ιιδ[εῖν] ἑ[αυ]τὸν εἰς τὸν ἔσχα[τον] κίνδ[υ]νον ἐλθόντα κα[ὶ το]σαύτην [δ]ύναμιν ἐπι[δ]εῖξαι τοῖς ἐχθροῖς; καὶ 〈τίς ἂν〉 οὕτ[ω] σφόδρα ἐπ[έ]τρεπε τῆ[ι τ]ύχη[ι], εἰ | |
10 | [κ]αί τ[ι] ἐξαίφνης [ἔ]παθεν, περὶ τὸ σῶμα ἅμα καὶ τὸν βίον ἀναγ[κασθ]ῆναι παθεῖν εἰς τοῦτ[ο πρ]ο[ήκο]ντα ὥστε, εἰ ἔδυ [ὁ] ἥλι[ος], ὑπερημέρου ὄντ[ος; κ]αὶ [τί]ς οὕτως ἀνόητος ὅστ[ι]ς [αὑ]τὸν παρασκευάζει [ὑπὸ] τοῖς ἐχ[θ]ροῖς γενέσθαι; [ἢ τ]ίς οὕτως ἄφρων ὅστις [.........]ει ὀλίγου | |
15 | δεῖν α[.........]ναι; ἢ τίς ὑ ... | 398 |
3t | ΚΑΤΑ ΘΕΟΖΟΤΙΔΟΥ | |
31,i | ... τού[τωι τῶ]ι νόμ[ωι ......]..τους, μάλιστα δε.............υτης, μισ[....] τ[ο]ὺς νόθους τε καὶ τοὺς [ποιη]‐ τοὺς οὔτε νομίμως οὔ[τε δικαίω]ς. Ἐμοὶ γὰρ δοκεῖ τῶν ὀρ[φανῶν πολὺ μᾶλ]λον τοὺς νόθους [χρῆναι τρέφειν τ]ὴν | |
5 | πόλιν ἢ τοὺς [γνησίους· τοὺς μὲν] γὰρ γνησίους [κλη‐ ρονόμους τῆς οὐσίας κ]αταλεί[πουσιν οἱ πατέρες· τοὺς δ]ὲ νόθους ... | |
3.2 | ... [πατ]ρώιων [....... ..τ]ῆς μισθοφο[ρίας] ....ο... [ἐκ]ε[ῖν]ος κατέλιπεν αὐτοῖς [· ὃ δὲ] πάντων δεινότατον, εἰ [τὸ κάλ]λιστον τῶν ἐν τοῖς [νόμο]ις κήρυγμα Θεοζο‐ [τίδ]ης διαβαλεῖ καὶ ψεῦδος [κα]ταστήσει· Διονυσίοις γὰρ, | |
5 | [ὅτα]ν ὁ κῆρυξ ἀναγορεύηι τοὺς [ὀρ]φανοὺς πατρόθεν ὑπει‐ πὼν [ὅτι] τῶνδε τῶν νεανίσκων οἱ πατέρες ἀπέθανον ἐν τῶι πολέμωι μαχόμενοι ὑπὲρ τῆς πατρίδος ἄνδρες ὄντες ἀγαθοὶ [καὶ] τούτους ἡ πόλις ἔτρεφε μέ[χρι] ἥβης, ἐνταῦθα πότερα χωρὶς περὶ τῶν ποιητῶν καὶ τῶν νό[θ]ων | |
10 | ἀνερεῖ λέγων ὅτι τούσδε διὰ Θεοζοτίδην οὐκ ἔτρεφεν, ἤ, πάντας ἀ[ναγορε]ύων ὁμοίως [τοὺς ὀρφανούς, τῶν] ποιητῶν καὶ τῶν [νό]θων [καταψεύσε]ται, περὶ τῆς τροφῆς ὑποσι[ω‐ πῶν]; Ταῦτα οὐχ ὕβρις καὶ [μ]εγάλη διαβο[λ]ὴ [ἔσται τῆς πόλεως; Ἐ]πειδὴ δὲ Κλε[ομένης ........, ὦ ἄν]δρες δι‐ | |
15 | κασταί, [........ τὴν ἀκρόπ]ολιν κατέλαβε ... | 399 |
33,ii | ... οὗτος εἰ πρες........... περὶ φυλακῆς .............. σαν περὶ πο[λ]έμ[ου Θεοζο]τίδης οὑτοσὶ τὴ[ν γνώ]μην ἀγορεύει, τοὺς μὲν ἱππέας ἀντὶ δραχμῆς τέσσαρα[ς ὀβ]ολοὺς μισθοφορεῖν, το[ὺς δ’ ἱπ]ποτοξότας ὀκτὼ ὀ[βολοὺς] ἀντὶ | |
5 | δυοῖν [ὀ]β[ο]λ[ο]ῖν, καὶ τ[αύ]την τὴν γνώμην ε[ἰσφέρων] υακυμ. ἐνίκησε[ν ἐν τῶι δ]ήμωι. Δ[ι’] οὗ καὶ μ[...... γν]ώμην. | |
33,iii | ... ἅπασαν τοὺς ἱππέ[ας, ἢ ὑπὲρ] τοῦ παρόντος καὶ τοῦ μέ[λλον]τος συντέμνειν τὴν μισθ[οφο]ρίαν. Ἐγὼ δὲ τὸ πορίζειν οὐ[κ ἀ]ποστερεῖν ὤιμην εἶναι τῶν ὑπαρχόντων, ἀλλὰ προφ[υλάτ]τειν ὅπως πλείω τῶν ὄν[των] ἢ μηδὲν | |
5 | ἐλάττω τῶν ὑ[παρ]χόντων ἔσται· τοιοῦτο[ν δὲ τ]οῦτον οὐκ ὀκνεῖν χρὴ [κωλύει]ν, ἀλλὰ ... | |
4t | ΠΡΟΣ ΑΙΣΧΙΝΗΝ ΤΟΝ ΣΩΚΡΑΤΙΚΟΝ ΧΡΕΩΣ. | |
4.1 | Οὐκ ἄν ποτ’ ᾠήθην, 〈ὦ〉 ἄνδρες δικασταί, Αἰσχίνην τολμῆσαι οὕτως αἰσχρὰν δίκην δικάσασθαι, νομίζω δ’ οὐκ ἂν ῥᾳδίως αὐτὸν ἑτέραν ταύτης συκοφαντωδεστέραν ἐξευ‐ ρεῖν. Οὗτος γάρ, ὦ ἄνδρες δικασταί, ὀφείλων ἀργύριον ἐπὶ | |
5 | τρισὶ δραχμαῖς Σωσινόμῳ τῷ τραπεζίτῃ καὶ Ἀριστογεί‐ τονι προσελθὼν πρὸς ἐμὲ ἐδεῖτο μὴ περιιδεῖν αὑτὸν διὰ | |
4.2 | τοὺς τόκους ἐκ τῶν ὄντων ἐκπεσόντα. «κατασκευάζομαι δ’» ἔφη «τέχνην μυρεψικήν. ἀφορμῆς δὲ δέομαι, καὶ οἴσω δέ σοι ἐννέ’ ὀβολοὺς τῆς μνᾶς τόκους.» πεισθεὶς δ’ ὑπ’ αὐτοῦ τοιαῦτα λέγοντος καὶ ἅμα οἰόμενος τοῦτον [Αἰσχίνην] Σω‐ | |
5 | κράτους γεγονότα μαθητὴν καὶ περὶ δικαιοσύνης καὶ ἀρε‐ | |
τῆς πολλοὺς καὶ σεμνοὺς λέγοντα λόγους οὐκ ἄν ποτε ἐπιχειρῆσαι οὐδὲ τολμῆσαι ἅπερ οἱ πονηρότατοι καὶ ἀδι‐ κώτατοι ἄνθρωποι ἐπιχειροῦσι πράττειν. | 400 | |
4.3 | Ἀλλὰ γάρ, ὦ ἄνδρες δικασταί, οὐκ εἰς ἐμὲ μόνον τοιοῦτός ἐστιν, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας τοὺς αὐτῷ κεχρημένους. οὐχ οἱ μὲν κάπηλοι οἱ ἐγγὺς οἰκοῦντες, παρ’ ὧν προδόσεις λαμβάνων οὐκ ἀποδίδωσι, δικάζονται | |
5 | αὐτῷ συγκλῄσαντες τὰ καπηλεῖα, οἱ δὲ γείτονες οὕτως ὑπ’ αὐτοῦ δεινὰ πάσχουσιν ὥστ’ ἐκλιπόντες τὰς αὑτῶν | |
4.4 | οἰκίας ἑτέρας πόρρω μισθοῦνται; ὅσους δ’ ἐράνους συνεί‐ λεκται, τὰς μὲν ὑπολοίπους φορὰς ... οὐ κατατίθησιν, ἀλλὰ περὶ τοῦτον τὸν κάπηλον ὡς περὶ στήλην διαφθείρονται. τοσοῦτοι δὲ ἐπὶ τὴν οἰκίαν ἅμα τῇ ἡμέρᾳ ἀπαιτήσοντες τὰ | |
5 | ὀφειλόμενα ἔρχονται, ὥστε οἴεσθαι τοὺς παριόντας ἐπ’ ἐκφο‐ ρὰν αὐτοὺς ἥκειν τούτου τεθνεῶτος. οὕτω δ’ οἱ ἐν τῷ Πει‐ ραιεῖ διάκεινται, ὥστε πολὺ ἀσφαλέστερον εἶναι δοκεῖν εἰς | |
4.5 | τὸν Ἀδρίαν πλεῖν ἢ τούτῳ συμβάλλειν· πολὺ γὰρ μᾶλλον ἃ ἂν δανείσηται αὑτοῦ νομίζει εἶναι ἢ ἃ ὁ πατὴρ αὐτῷ κατ‐ έλιπεν. ἀλλὰ γὰρ οὐ τὴν οὐσίαν κέκτηται Ἑρμαίου τοῦ μυροπώλου, τὴν γυναῖκα διαφθείρας ἑβδομήκοντα ἔτη γε‐ | |
5 | γονυῖαν; ἧς ἐρᾶν προσποιησάμενος οὕτω διέθηκεν, ὥστε τὸν μὲν ἄνδρα αὐτῆς καὶ τοὺς ὑοὺς πτωχοὺς ἐποίησεν, αὑτὸν δὲ ἀντὶ καπήλου μυροπώλην ἀπέδειξεν. οὕτως ἐρω‐ τικῶς τὸ κόριον μετεχειρίζετο, τῆς ἡλικίας αὐτῆς ἀπολαύων, ἧς ῥᾷον τοὺς ὀδόντας ἀριθμῆσαι [ὅσῳ ἐλάττους ἦσαν] ἢ | |
10 | τῆς χειρὸς τοὺς δακτύλους. Καί μοι ἀνάβητε τούτων μάρ‐ τυρες. | |
11 | 〈ΜΑΡΤΥΡΕΣ〉 | |
Ὁ μὲν οὖν βίος τοῦ σοφιστοῦ τοιοῦτος. | 401 | |
5,1t | ΠΡΟΣ ΑΡΧΕΒΙΑΔΗΝ | |
5,11 | Ἐπειδὴ τάχιστα ἔλαχέ μοι ταύτην τὴν δίκην Ἀρχε‐ βιάδης, ὦ ἄνδρες δικασταί, προσῆλθον αὐτῷ λέγων ὅτι νέος καὶ ἄπειρος εἴην πραγμάτων καὶ οὐδὲν δεόμενος εἰσιέναι εἰς δικαστήριον· «ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρημα ἡγεῖσθαι | |
5 | τὴν ἡλικίαν τὴν ἐμήν, ἀλλὰ παραλαβόντα τοὺς ἐμοὺς φί‐ λους καὶ τοὺς σαυτοῦ διηγήσασθαι περὶ τοῦ χρέως ὅθεν γεγένηται. κἂν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι | |
5,12 | δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ. δίκαιος δὲ εἶ μηδὲν παραλιπεῖν, ἀλλ’ εἰπεῖν ἅπαντα, ἐπειδὴ νεώ‐ τερός εἰμι τοῦ συμβολαίου, ἵνα ἀκούσαντες περὶ ὧν οὐκ ἴσμεν βουλευσώμεθα περὶ ὧν σὺ λέγεις, ἐάν πως φανερὸν | |
5 | γένηται, πότερον ἀδίκως τῶν ἐμῶν ἐφίεσαι ἢ δικαίως τὰ σαυτοῦ ζητεῖς κομίσασθαι». ταῦτ’ ἐμοῦ προκαλουμένου οὐδεπώποτ’ ἠθέλησε συνελθεῖν οὐδὲ λόγον περὶ ὧν ἐνε‐ κάλει ποιήσασθαι, οὐδὲ δίαιταν ἐπιτρέψαι, ἕως ὑμεῖς τὸν νόμον τὸν περὶ τῶν διαιτητῶν ἔθεσθε. | |
5,21 | οἶμαι τοίνυν καὶ ἐκεῖνο ὑμᾶς αἰσθάνεσθαι, ὅτι Ἀρ‐ χεβιάδης οὐκ ἄλλο τι ἐζήτει κομίσασθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφεσβήτει. | |
6,1t | ΚΑΤΑ ΤΕΙΣΙΔΟΣ | |
6,11 | Ἄρχιππος γὰρ οὑτοσί, ὦ Ἀθηναῖοι, ἀπεδύσατο μὲν | |
εἰς τὴν αὐτὴν παλαίστραν, οὗπερ καὶ Τεῖσις ὁ φεύγων τὴν δίκην· ὀργῆς δὲ γενομένης ἐς σκώμματά τε αὑτοῖς καὶ ἀντιλογίαν καὶ ἔχθραν καὶ λοιδορίαν κατέστησαν. Ἔστιν | 402 | |
5 | οὖν Πυθέας ἐραστὴς μὲν τοῦ μειρακίου—πάντα γὰρ εἰρή‐ σεται τἀληθῆ πρὸς ὑμᾶς—ἐπίτροπος δὲ ὑπὸ τοῦ πατρὸς | |
6,12 | καταλελειμμένος. οὗτος, ἐπειδὴ Τεῖσις πρὸς αὐτὸν 〈τὴν〉 ἐν τῇ παλαίστρᾳ λοιδορίαν διηγήσατο, βουλόμενος χαρί‐ ζεσθαι καὶ δοκεῖν δεινὸς καὶ ἐπίβουλος εἶναι, ἐκέλευσεν αὐτόν, ὡς ἡμεῖς ἔκ τε τῶν πεπραγμένων ᾐσθήμεθα καὶ | |
5 | τῶν εὖ εἰδότων ἐπυθόμεθα, ἐν μὲν τῷ παρόντι διαλλα‐ | |
6,13 | γῆναι, σκοπεῖν δὲ ὅπως αὐτὸν μόνον που λήψεται. πεισθεὶς δὲ ταῦτα καὶ διαλλαγεὶς καὶ χρώμενος καὶ προσποιού‐ μενος ἐπιτήδειος εἶναι εἰς τοῦτο μανίας τηλικοῦτος ὢν καθίστατο, 〈ὥσ〉τ’ ἐτύγχανε μὲν οὖσα ἱπποδρομία Ἀνα‐ | |
5 | κείων, 〈ἰδὼν〉 δ’ αὐτὸν μετ’ ἐμοῦ παρὰ τὴν θύραν παριόντα —〈γείτονες γὰρ〉 ἀλλήλοις τυγχάνουσιν ὄντες—τὸ μὲν πρῶτον 〈συνδειπνεῖν〉 ἐκέλευεν, ἐπειδὴ δ’ οὐκ ἠθέλησεν, 〈ἐδεήθη ἥκειν αὐτὸν ἐ〉πὶ κῶμον, λέγων ὅτι μεθ’ αὑτοῦ | |
6,14 | 〈καὶ τῶν οἰκείων πιέτω〉. δειπνήσαντες οὖν ἤδη συσκοτά‐ ζοντος ἐλθόντες κόπτομεν τὴν θύραν, οἱ δ’ ἡμᾶς ἐκέλευον εἰσιέναι. ἐπειδὴ δὲ ἔνδον ἐγενόμεθα, ἐμὲ μὲν ἐκβάλλουσιν ἐκ τῆς οἰκίας, τουτονὶ δὲ συναρπάσαντες ἔδησαν πρὸς τὸν | |
5 | κίονα, καὶ λαβὼν μάστιγα Τεῖσις ἐντείνας πολλὰς πληγὰς εἰς οἴκημα αὐτὸν καθεῖρξε. καὶ οὐκ ἐξήρκεσεν αὐτῷ ταῦτα μόνον ἐξαμαρτεῖν, ἀλλ’ ἐζηλωκὼς μὲν τῶν νέων τοὺς πονηροτάτους ἐν τῇ πόλει, νεωστὶ δὲ τὰ πατρῷα παρει‐ ληφὼς καὶ προσποιούμενος νέος καὶ πλούσιος εἶναι, πάλιν | |
10 | τοὺς οἰκέτας ἐκέλευσεν ἡμέρας ἤδη γενομένης πρὸς τὸν | |
6,15 | κίονα αὐτὸν δήσαντας μαστιγοῦν. οὕτω δὲ τοῦ σώμα‐ | |
τος ἤδη πονήρως διακειμένου Ἀντίμαχον μεταπεμψάμενος τῶν μὲν γεγενημένων οὐδὲν εἶπεν, ἔλεγε δ’ ὡς αὐτὸς μὲν δειπνῶν τύχοι, οὗτος δὲ μεθύων ἔλθοι, ἐκκόψας δὲ τὴν | 403 | |
5 | θύραν καὶ εἰσελθὼν κακῶς λέγοι αὐτὸν καὶ τὸν Ἀντί‐ μαχον καὶ τὰς γυναῖκας αὐτῶν. Ἀντίμαχος δὲ ὠργίζετο μὲν αὐτοῖς ὡς μεγάλα ἡμαρτηκόσιν, ὅμως δὲ μάρτυρας παρακαλέσας ἠρώτα αὐτὸν πῶς εἰσέλθοι· ὁ δὲ κελεύσαντος | |
6,16 | Τείσιδος καὶ τῶν οἰκείων ἔφασκε. συμβουλευόντων δὲ τῶν εἰσελθόντων ὡς τάχιστα λῦσαι καὶ τὰ γεγενημένα δεινὰ νομιζόντων εἶναι ἀπέδοσαν αὐτὸν τοῖς ἀδελφοῖς. οὐ δυ‐ ναμένου δὲ βαδίζειν ἐκόμισαν αὐτὸν εἰς τὸ δεῖγμα ἐν | |
5 | κλίνῃ, καὶ ἐπέδειξαν πολλοῖς μὲν Ἀθηναίων, πολλοῖς δὲ καὶ τῶν ἄλλων ξένων οὕτως διακείμενον ὥστε τοὺς ἰδόντας μὴ μόνον τοῖς ποιήσασιν ὀργίζεσθαι, ἀλλὰ καὶ τῆς πόλεως κατηγορεῖν ὅτι οὐ δημοσίᾳ οὐδὲ παραχρῆμα τοὺς τὰ τοιαῦτα ἐξαμαρτάνοντας τιμωρεῖται. | |
6,21 | Ἐπιτήδειός μοί ἐστιν Ἄρχιππος οὑτοσί, ὦ δικα‐ σταί. | |
7t | ΠΡΟΣ ΤΟΥΣ ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΑΙΔΑΣ | |
7.1 | Οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις ὅσα πράγματα διὰ τὴν ἐπιτροπείαν ἔχουσιν, ἀλλὰ καὶ διασῴ‐ ζοντες τὰς τῶν φίλων οὐσίας συκοφαντοῦνται ὑπὸ τῶν ὀρφανῶν πολλοί· ὅπερ κἀμοὶ νῦν συμβέβηκεν. ἐγὼ γάρ, ὦ | |
5 | ἄνδρες δικασταί, καταλειφθεὶς ἐπίτροπος τῶν Ἱπποκρά‐ τους χρημάτων καὶ διαχειρίσας ὀρθῶς καὶ δικαίως τὴν | |
οὐσίαν καὶ παραδοὺς τοῖς ὑοῖς δοκιμασθεῖσι τὰ χρήματα ὧν ἐπίτροπος κατελείφθην, συκοφαντοῦμαι νῦν ὑπ’ αὐτῶν ἀδίκως. | 404 | |
8,1t | ΥΠΕΡ ΦΕΡΕΝΙΚΟΥ ΠΕΡΙ ΤΟΥ ΑΝΔΡΟΚΛΕΙΔΟΥ ΚΛΗΡΟΥ | |
8,11 | Ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς, ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς ὑμῶν | |
8,12 | πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νυνὶ λέγω. ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος ὁ τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις παρ’ ἐκείνῳ κατη‐ γόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων ὁ βουλόμενος, καὶ | |
5 | πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπ’ αὐτοῦ | |
8,13 | εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν. ἐπειδὴ οὖν οὗτοι ταῖς αὐταῖς τύχαις ἐχρήσαντο καὶ φυγάδες Ἀθήναζε ἀφίκοντο, ἡγούμενος τὴν μεγίστην αὐτοῖς ὀφείλειν χάριν, οὕτως οἰκείως αὐτοὺς ὑπεδεξάμην, ὥστε μηδένα γνῶναι τῶν | |
5 | εἰσιόντων, εἰ μή τις πρότερον ἠπίστατο, ὁπότερος ἡμῶν | |
8,14 | ἐκέκτητο τὴν οἰκίαν. οἶδε μὲν οὖν καὶ Φερένικος, ὦ ἄνδρες δικασταί, ὅτι πολλοὶ λέγειν εἰσὶν ἐμοῦ δεινότεροι καὶ μᾶλλον τοιούτων πραγμάτων ἔμπειροι· ἀλλ’ ὅμως ἡγεῖται τὴν ἐμὴν οἰκειότητα πιστοτάτην εἶναι. αἰσχρὸν οὖν μοι | |
5 | δοκεῖ κελεύοντος τούτου καὶ δεομένου τὰ δίκαια αὑτῷ βοηθῆσαι περιιδεῖν αὐτόν, καθ’ ὅσον οἷός τ’ εἰμὶ ἐγώ, τῶν | |
ὑπ’ Ἀνδροκλείδου δεδομένων στερηθῆναι. | 405 | |
8,21 | Εἰ μὲν γὰρ ἀγροὺς κατέλιπεν Ἀνδροκλείδης ἢ ἄλλην φανερὰν οὐσίαν, ἐξῆν ἂν εἰπεῖν τῷ βουλομένῳ, ὅτι οὗτος μὲν ψεύδεται, αὑτῷ δὲ δέδοται. περὶ 〈δὲ〉 ἀργυρίου καὶ χρυσίου καὶ ἀφανοῦς οὐσίας δῆλον ὅτι, ὅστις ἔχων | |
5 | αὐτὰ φαίνεται, τούτῳ δέδωκεν. | |
9t | ΠΡΟΣ ΚΙΝΗΣΙΑΝ ΥΠΕΡ ΦΑΝΙΟΥ ΠΑΡΑΝΟΜΩΝ | |
9.1 | Θαυμάζω δὲ εἰ μὴ βαρέως φέρετε ὅτι Κινησίας ἐστὶν ὁ τοῖς νόμοις βοηθός, ὃν ὑμεῖς πάντες ἐπίστασθε ἀσεβέ‐ στατον ἁπάντων καὶ παρανομώτατον ἀνθρώπων γεγονέναι. Οὐχ οὗτός ἐστιν ὁ τοιαῦτα περὶ θεοὺς ἐξαμαρτάνων, ἃ τοῖς | |
5 | μὲν ἄλλοις αἰσχρόν ἐστι καὶ λέγειν, τῶν κωμῳδοδιδασκά‐ λων 〈δ’〉 ἀκούετε καθ’ ἕκαστον ἐνιαυτόν; οὐ μετὰ τού‐ | |
9.2 | του ποτὲ Ἀπολλοφάνης καὶ Μυσταλίδης καὶ Λυσίθεος συνειστιῶντο, μίαν ἡμέραν ταξάμενοι τῶν ἀποφράδων, ἀντὶ δὲ νουμηνιαστῶν κακοδαιμονιστὰς σφίσιν αὐτοῖς τοὔνομα θέμενοι, πρέπον μὲν ταῖς αὑτῶν τύχαις, οὐ μὴν ὡς τοῦτο | |
5 | διαπραττόμενοι τὴν διάνοιαν ἔσχον, ἀλλ’ ὡς καταγελῶντες | |
9.3 | τῶν θεῶν καὶ τῶν νόμων τῶν ἡμετέρων. ἐκείνων μὲν οὖν ἕκαστος ἀπώλετο, ὥσπερ εἰκὸς τοὺς τοιούτους· τοῦτον δὲ τὸν ὑπὸ πλείστων γιγνωσκόμενον οἱ θεοὶ οὕτως διέθεσαν, ὥστε τοὺς ἐχθροὺς βούλεσθαι αὐτὸν ζῆν μᾶλλον ἢ τεθνά‐ | |
5 | ναι, παράδειγμα τοῖς ἄλλοις, ἵν’ ἴδωσιν ὅτι τοῖς λίαν ὑβρι‐ στικῶς τὰ θεῖα διακειμένοις οὐκ εἰς τοὺς παῖδας ἀποτί‐ θενται τὰς τιμωρίας, ἀλλ’ αὐτοὺς κακῶς ἀπολλύουσι, μεί‐ | |
ζους καὶ χαλεπωτέρας καὶ τὰς συμφορὰς καὶ τὰς νόσους | 406 | |
9.4 | ἢ τοῖς ἄλλοις ἀνθρώποις προσβάλλοντες. τὸ μὲν γὰρ ἀπο‐ θανεῖν ἢ καμεῖν νομίμως κοινὸν ἡμῖν ἅπασιν ἐστί, τὸ δ’ οὕτως ἔχοντα τοσοῦτον χρόνον διατελεῖν καὶ καθ’ ἑκάστην ἡμέραν ἀποθνῄσκοντα μὴ δύνασθαι τελευτῆσαι τὸν βίον τού‐ | |
5 | τοις μόνοις προσήκει τοῖς τὰ τοιαῦτα ἅπερ οὗτος ἐξημαρ‐ | |
τηκόσιν. | 407 |