TLG 0540 030 :: LYSIAS :: In Nicomachum

LYSIAS Orat.
(Atheniensis: 5–4 B.C.)

In Nicomachum

Source: Albini, U. (ed.), Lisia. I discorsi. Florence: Sansoni, 1955: 268–276.

Citation: Section — (line)

Or30
.

t

ΚΑΤΑ ΝΙΚΟΜΑΧΟΥ [ΓΡΑΜΜΑΤΕΩΣ ΕΥΘΥΝΩΝ ΚΑΤΗΓΟΡΙΑ]
Or30
.

1

Ἤδη, ὦ ἄνδρες δικασταί, τινὲς εἰς κρίσιν καταστάν‐ τες ἀδικεῖν μὲν ἔδοξαν, ἀποφαίνοντες δὲ τὰς τῶν προγό‐ νων ἀρετὰς καὶ τὰς σφετέρας αὐτῶν εὐεργεσίας συγγνώμης ἔτυχον παρ’ ὑμῶν. ἐπειδὴ τοίνυν καὶ τῶν ἀπολογουμένων
5ἀποδέχεσθε, ἐάν τι ἀγαθὸν φαίνωνται τὴν πόλιν πεποιηκό‐ τες, ἄξιον καὶ τῶν κατηγόρων ὑμᾶς ἀκροάσασθαι, ἐὰν ἀπο‐
Or30
.

2

φαίνωσι τοὺς φεύγοντας πάλαι πονηροὺς ὄντας. ὅτι μὲν τοίνυν ὁ πατὴρ ὁ Νικομάχου δημόσιος ἦν, καὶ οἷα νέος ὢν οὗτος ἐπετήδευσε, καὶ ὅσα ἔτη γεγονὼς εἰς τοὺς φρά‐ τερας εἰσήχθη, πολὺ ἂν ἔργον εἴη λέγειν· ἐπειδὴ δὲ τῶν
5νόμων ἀναγραφεὺς ἐγένετο, τίς οὐκ οἶδεν οἷα τὴν πόλιν ἐλυμήνατο; προσταχθὲν γὰρ αὐτῷ τεττάρων μηνῶν ἀναγρά‐ ψαι τοὺς νόμους τοὺς Σόλωνος, ἀντὶ μὲν Σόλωνος αὑτὸν νομοθέτην κατέστησεν, ἀντὶ δὲ τεττάρων μηνῶν ἑξέτη τὴν ἀρχὴν ἐποιήσατο, καθ’ ἑκάστην δὲ ἡμέραν ἀργύριον λαμ‐
Or30
.

3

βάνων τοὺς μὲν ἐνέγραφε τοὺς δὲ ἐξήλειφεν. εἰς τοῦτο δὲ κατέστημεν ὥστε ἐκ τῆς τούτου χειρὸς ἐταμιευόμεθα τοὺς νόμους· καὶ οἱ ἀντίδικοι ἐπὶ τοῖς δικαστηρίοις ἐναντίους
παρείχοντο, ἀμφότεροι παρὰ Νικομάχου φάσκοντες εἰλη‐268
5φέναι. ἐπιβαλλόντων δὲ τῶν ἀρχόντων ἐπιβολὰς καὶ εἰσα‐ γόντων εἰς τὸ δικαστήριον οὐκ ἠθέλησε παραδοῦναι τοὺς νόμους· ἀλλὰ πρότερον ἡ πόλις εἰς τὰς μεγίστας συμφο‐ ρὰς κατέστη, πρὶν τοῦτον ἀπαλλαγῆναι τῆς ἀρχῆς καὶ τῶν
Or30
.

4

πεπραγμένων εὐθύνας ὑποσχεῖν. καὶ γάρ τοι, ὦ ἄνδρες δι‐ κασταί, ἐπειδὴ ἐκείνων δίκην οὐ δέδωκεν, ὁμοίαν καὶ νῦν τὴν ἀρχὴν κατεστήσατο, ὅστις πρῶτον μὲν τέτταρα ἔτη ἀνέ‐ γραψεν, ἐξὸν αὐτῷ τριάκοντα ἡμερῶν ἀπαλλαγῆναι· ἔπειτα
5διωρισμένον ἐξ ὧν ἔδει ἀναγράφειν, αὑτὸν ἁπάντων κύριον ἐποιήσατο, καὶ ὅσα 〈οὐδεὶς πώποτε〉 διαχειρίσας μόνος
Or30
.

5

οὗτος τῶν ἀρξάντων εὐθύνας οὐκ ἔδωκεν, ἀλλ’ οἱ μὲν ἄλλοι τῆς αὑτῶν ἀρχῆς κατὰ πρυτανείαν λόγον ἀποφέρουσι, σὺ δέ, ὦ Νικόμαχε, οὐδὲ τεττάρων ἐτῶν ἠξίωσας ἐγγράψαι, ἀλλὰ μόνῳ σοὶ τῶν πολιτῶν ἐξεῖναι νομίζεις ἄρχειν πο‐
5λὺν χρόνον, καὶ μήτε εὐθύνας διδόναι μήτε τοῖς ψηφίσμασι πείθεσθαι μήτε τῶν νόμων φροντίζειν, ἀλλὰ τὰ μὲν ἐγγρά‐ φεις τὰ δ’ ἐξαλείφεις, καὶ εἰς τοῦτο ὕβρεως ἥκεις ὥστε σαυτοῦ νομίζεις εἶναι τὰ τῆς πόλεως, αὐτὸς δημόσιος ὤν.
Or30
.

6

ὑμᾶς τοίνυν χρή, ὦ ἄνδρες δικασταί, ἀναμνησθέντας καὶ τῶν προγόνων τῶν Νικομάχου, οἵτινες ἦσαν, καὶ οὗτος ὡς ἀχαρίστως ὑμῖν προσενήνεκται παρανομήσας, κολάσαι αὐτόν, καὶ ἐπειδὴ ἑνὸς ἑκάστου δίκην οὐκ εἰλήφατε, νῦν
5ὑπὲρ ἁπάντων δ’ οὖν τὴν τιμωρίαν ποιήσασθαι.
Or30
.

7

Ἴσως δέ, ὦ ἄνδρες δικασταί, ἐπειδὰν περὶ αὑτοῦ μη‐ δὲν δύνηται ἀπολογεῖσθαι, ἐμὲ διαβάλλειν πειράσεται. τότε δὲ περὶ τῶν ἐμῶν τούτῳ ἀξιῶ πιστεύειν ὑμᾶς, ὁπόταν ἀπολογίας ἐμοὶ δοθείσης μὴ δύνωμαι ψευδόμενον αὐτὸν
5ἐξελέγξαι. ἐὰν δ’ ἄρα ἐπιχειρῇ λέγειν ἅπερ ἐν τῇ βουλῇ,
ὡς ἐγὼ τῶν τετρακοσίων ἐγενόμην, ἐνθυμεῖσθε ὅτι ὑπὸ τῶν τοιαῦτα λεγόντων ἐκ τῶν τετρακοσίων πλεῖν ἢ χίλιοι γενήσονται· καὶ γὰρ τοὺς ἔτι παῖδας ὄντας ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ τοὺς ἀποδημοῦντας οἱ διαβάλλειν βουλόμενοι269
Or30
.

8

ταῦτα λοιδοροῦσιν. ἐγὼ δὲ οὕτω πολλοῦ ἐδέησα τῶν τε‐ τρακοσίων γενέσθαι, ὥστε οὐδὲ τῶν πεντακισχιλίων κα‐ τελέγην. δεινὸν δέ μοι δοκεῖ εἶναι [ὅτι], εἰ μὲν περὶ ἰδίων συμβολαίων ἀγωνιζόμενον οὕτω φανερῶς ἐξήλεγχον αὐτὸν
5ἀδικοῦντα, οὐδ’ ἂν αὐτὸς ἠξίωσε τοιαῦτα ἀπολογούμενος ἀποφεύγειν, νυνὶ δὲ περὶ τῶν τῆς πόλεως κρινόμενος οἰήσεται χρῆναι ἐμοῦ κατηγορῶν ὑμῖν μὴ δοῦναι δίκην.
Or30
.

9

Ἔτι δὲ κἀκεῖνο θαυμαστὸν νομίζω Νικόμαχον ἑτέροις ἀδίκως μνησικακεῖν ἀξιοῦν, ὃν ἐγὼ ἐπιβουλεύσαντα τῷ πλήθει ἀποδείξω. καί μου ἀκούσατε· δίκαιον γάρ, ὦ ἄνδρες δικασταί, περὶ τῶν τοιούτων ἀνθρώπων τὰς τοιαύτας κα‐
5τηγορίας ἀποδέχεσθαι, οἵτινες τότε συγκαταλύσαντες τὸν
Or30
.

10

δῆμον νυνὶ δημοτικοί φασιν εἶναι. ἐπειδὴ γὰρ ἀπολομένων τῶν νεῶν ἡ μετάστασις ἐπράττετο, Κλεοφῶν τὴν βουλὴν ἐλοιδόρει, φάσκων συνεστάναι καὶ 〈οὐ〉 τὰ βέλτιστα βου‐ λεύειν τῇ πόλει. Σάτυρος δ’ ὁ Κηφισιεὺς βουλεύων ἔπεισε
Or30
.

11

τὴν βουλὴν δήσαντας αὐτὸν παραδοῦναι δικαστηρίῳ. οἱ δὲ βουλόμενοι αὐτὸν ἀπολέσαι, δεδιότες μὴ οὐκ ἀποκτεί‐ νωσιν ἐν τῷ δικαστηρίῳ, πείθουσι Νικόμαχον νόμον ἀπο‐ δεῖξαι ὡς χρὴ καὶ τὴν βουλὴν συνδικάζειν. καὶ ὁ πάντων
5οὗτος πονηρότατος οὕτως φανερῶς συνεστασίασεν, ὥστε τῇ
Or30
.

12

ἡμέρᾳ ᾗ ἡ κρίσις ἐγένετο ἀποδεῖξαι τὸν νόμον. Κλεοφῶν‐ τος τοίνυν, ὦ ἄνδρες δικασταί, ἕτερα μὲν ἄν τις ἔχοι κα‐ τηγορῆσαι. τοῦτο δὲ παρὰ πάντων ὁμολογεῖται, ὅτι οἱ
καταλύοντες τὸν δῆμον ἐκεῖνον ἐβούλοντο μάλιστα τῶν πο‐270
5λιτῶν ἐκποδὼν γενέσθαι, καὶ ὅτι Σάτυρος καὶ Χρέμων οἱ τῶν τριάκοντα γενόμενοι οὐχ ὑπὲρ ὑμῶν ὀργιζόμενοι Κλεο‐ φῶντος κατηγόρουν, ἀλλ’ ἵνα ἐκεῖνον ἀποκτείναντες αὐτοὶ
Or30
.

13

ὑμᾶς κακῶς ποιῶσι. καὶ ταῦτα διεπράξαντο διὰ τὸν νόμον ὃν Νικόμαχος ἀπέδειξεν. εἰκὸς τοίνυν, ὦ ἄνδρες δικασταί, ἐνθυμεῖσθαι καὶ ὁπόσοι ὑμῶν ἐνόμιζον Κλεοφῶντα κακὸν πολίτην εἶναι, ὅτι καὶ τῶν ἐν τῇ ὀλιγαρχίᾳ ἀποθανόντων
5ἴσως τις ἦν πονηρός, ἀλλ’ ὅμως καὶ διὰ τοὺς τοιούτους ὠργίζεσθε τοῖς τριάκοντα, ὅτι οὐ τῶν ἀδικημάτων ἕνεκα
Or30
.

14

ἀλλὰ κατὰ στάσιν αὐτοὺς ἀπέκτειναν. ἐὰν οὖν πρὸς ταῦτα ἀπολογῆται, τοσοῦτον μέμνησθε, ὅτι ἐν τοιούτῳ καιρῷ τὸν νόμον ἀπέδειξεν ἐν ᾧ ἡ πολιτεία μεθίστατο, καὶ τού‐ τοις χαριζόμενος οἳ τὸν δῆμον κατέλυσαν, καὶ ταύτην τὴν
5βουλὴν συνδικάζειν ἐποίησεν ἐν ᾗ Σάτυρος μὲν καὶ Χρέ‐ μων μέγιστον ἐδύναντο, Στρομβιχίδης δὲ καὶ Καλλιάδης καὶ ἕτεροι πολλοὶ καὶ καλοὶ κἀγαθοὶ τῶν πολιτῶν ἀπώλ‐ λυντο.
Or30
.

15

Καὶ περὶ τούτων οὐδένα ἂν ἐποιησάμην λόγον, εἰ μὴ ᾐσθανόμην αὐτὸν ὡς δημοτικὸν ὄντα πειρασόμενον παρὰ τὸ δίκαιον σῴζεσθαι, καὶ τῆς εὐνοίας τῆς εἰς τὸ πλῆθος τεκμηρίῳ χρησόμενον ὅτι ἔφυγεν. ἐγὼ δὲ καὶ ἑτέρους ἂν
5ἔχοιμι ἐπιδεῖξαι τῶν συγκαταλυσάντων τὸν δῆμον τοὺς μὲν ἀποθανόντας, τοὺς δὲ φυγόντας τε καὶ οὐ μετασχόντας
Or30
.

16

τῆς πολιτείας, ὥστε οὐδένα εἰκὸς αὐτῷ τούτου ὑπόλογον γενέσθαι. τοῦ μὲν γὰρ ὑμᾶς φυγεῖν μέρος τι καὶ οὗτος συνεβάλετο, τοῦ δὲ τοῦτον κατελθεῖν τὸ πλῆθος τὸ ὑμέτε‐ ρον αἴτιον ἐγένετο. ἔτι δὲ καὶ δεινόν, εἰ ὧν μὲν ἄκων ἔπαθε
5χάριν αὐτῷ εἴσεσθε, ὧν δ’ ἑκὼν ἐξήμαρτε μηδεμίαν τιμω‐
ρίαν ποιήσεσθε.271
Or30
.

17

Πυνθάνομαι δὲ αὐτὸν λέγειν ὡς ἀσεβῶ καταλύων τὰς θυσίας. ἐγὼ δ’ εἰ μὲν νόμους ἐτίθην περὶ τῆς ἀναγραφῆς, ἡγούμην ἂν ἐξεῖναι Νικομάχῳ τοιαῦτα εἰπεῖν περὶ ἐμοῦ· νῦν δὲ τοῖς κοινοῖς καὶ κειμένοις ἀξιῶ τοῦτον πείθεσθαι.
5θαυμάζω δὲ εἰ μὴ ἐνθυμεῖται, ὅταν ἐμὲ φάσκῃ ἀσεβεῖν λέγοντα ὡς χρὴ θύειν τὰς θυσίας τὰς ἐκ τῶν κύρβεων καὶ τῶν στηλῶν κατὰ τὰς συγγραφάς, ὅτι καὶ τῆς πόλεως κα‐ τηγορεῖ· ταῦτα γὰρ ὑμεῖς ἐψηφίσασθε. ἔπειτα εἰ ταῦτα νο‐ μίζεις δεινά, ἦ που σφόδρα ἐκείνους ἡγεῖ ἀδικεῖν, οἳ τὰ
Or30
.

18

ἐκ τῶν κύρβεων μόνον ἔθυον. καίτοι, ὦ ἄνδρες δικα‐ σταί, περὶ εὐσεβείας οὐ παρὰ Νικομάχου 〈χρὴ〉 μανθά‐ νειν, ἀλλ’ ἐκ τῶν γεγενημένων σκοπεῖν. οἱ τοίνυν πρόγο‐ νοι τὰ ἐκ τῶν κύρβεων θύοντες μεγίστην καὶ εὐδαιμονεστά‐
5την τῶν Ἑλληνίδων τὴν πόλιν παρέδοσαν, ὥστε ἄξιον ἡμῖν τὰς αὐτὰς ἐκείνοις θυσίας ποιεῖσθαι, καὶ εἰ μηδὲν δι’ ἄλλο, τῆς τύχης ἕνεκα τῆς ἐξ ἐκείνων τῶν ἱερῶν γε‐
Or30
.

19

γενημένης. πῶς δ’ ἄν τις εὐσεβέστερος γένοιτο ἐμοῦ, ὅστις ἀξιῶ πρῶτον μὲν κατὰ τὰ πάτρια θύειν, ἔπειτα ἃ μᾶλλον συμφέρει τῇ πόλει, ἔτι δὲ ἃ ὁ δῆμος ἐψηφίσατο καὶ δυ‐ νησόμεθα δαπανᾶν ἐκ τῶν προσιόντων χρημάτων; σὺ δέ,
5ὦ Νικόμαχε, τούτων τἀναντία πεποίηκας· ἀναγράψας γὰρ πλείω τῶν προσταχθέντων αἴτιος γεγένησαι τὰ προσιόντα χρήματα εἰς ταῦτα μὲν ἀναλίσκεσθαι, ἐν δὲ ταῖς πατρίοις
Or30
.

20

θυσίαις ἐπιλείπειν. αὐτίκα πέρυσιν ἱερὰ ἄθυτα τριῶν τα‐ λάντων γεγένηται τῶν ἐν ταῖς κύρβεσι γεγραμμένων. καὶ οὐχ οἷόν τε εἰπεῖν ὡς οὐχ ἱκανὰ ἦν ἃ προσῆλθε τῇ πόλει· εἰ γὰρ οὗτος, μὴ πλείω ἀνέγραψεν ἓξ ταλάντοις, εἴς τε τὰς
5θυσίας τὰς πατρίους ἂν ἐξήρκεσε καὶ τρία τάλαντα ἂν πε‐ ριεγένετο τῇ πόλει. περὶ δὲ τῶν εἰρημένων καὶ μάρτυρας
ὑμῖν παρέξομαι.272
7ΜΑΡΤΥΡΕΣ
Or30
.

21

Ἐνθυμεῖσθε τοίνυν, ὦ ἄνδρες δικασταί, ὅτι, ὅταν μὲν κατὰ τὰς συγγραφὰς ποιῶμεν, ἅπαντα τὰ πάτρια θύεται, ἐπειδὰν δὲ κατὰ τὰς στήλας ἃς οὗτος ἀνέγραψε, πολλὰ τῶν ἱερῶν καταλύεται. κᾆθ’ οὗτος ὁ ἱερόσυλος περιτρέχει, λέ‐
5γων ὡς εὐσέβειαν ἀλλ’ οὐκ εὐτέλειαν ἀνέγραψε· καὶ εἰ μὴ ταῦτα ὑμῖν ἀρέσκει, ἐξαλείφειν κελεύει, καὶ ἐκ τούτων οἴεται πείσειν ὡς οὐδὲν ἀδικεῖ· ὃς ἐν δυοῖν μὲν ἐτοῖν πλείω ἤδη τοῦ δέοντος δώδεκα ταλάντοις ἀνήλωσε, παρ’ ἕκαστον δὲ τὸν ἐνιαυτὸν ἐπεχείρησεν ἓξ ταλάντοις τὴν πόλιν ζημιῶ‐
Or30
.

22

σαι, καὶ ταῦτα ὁρῶν αὐτὴν ἀποροῦσαν χρημάτων καὶ Λακε‐ δαιμονίους μὲν ἀπειλοῦντας, ὅταν μὴ ἀποπέμψωμεν αὐτοῖς τὰ χρήματα, Βοιωτοὺς δὲ σύλας ποιουμένους, ὅτι οὐ δυ‐ νάμεθα δύο τάλαντα ἀποδοῦναι, τοὺς δὲ νεωσοίκους 〈καὶ〉
5τὰ τείχη περικαταρρέοντα, εἰδὼς δὲ ὅτι ἡ βουλὴ ἡ 〈ἀεὶ〉 βουλεύουσα, ὅταν μὲν ἔχῃ ἱκανὰ χρήματα εἰς διοίκησιν, οὐδὲν ἐξαμαρτάνει, ὅταν δὲ εἰς ἀπορίαν καταστῇ, ἀναγκά‐ ζεται εἰσαγγελίας δέχεσθαι καὶ δημεύειν τὰ τῶν πολιτῶν καὶ τῶν ῥητόρων τοῖς 〈τὰ〉 πονηρότατα λέγουσι πείθε‐
Or30
.

23

σθαι. χρὴ τοίνυν, ὦ ἄνδρες δικασταί, μὴ τοῖς βουλεύουσιν ἑκάστοτε ὀργίζεσθαι, ἀλλὰ τοῖς εἰς τοιαύτας ἀπορίας κα‐ θιστᾶσι τὴν πόλιν. προσέχουσι 〈δὲ〉 τὸν νοῦν οἱ βουλό‐ μενοι τὰ κοινὰ κλέπτειν, ὅπως Νικόμαχος ἀγωνιεῖται· οἷς
5ὑμεῖς, ἐὰν μὴ τοῦτον τιμωρήσησθε, πολλὴν ἄδειαν ποιή‐ σετε· ἐὰν δὲ καταψηφισάμενοι τῶν ἐσχάτων αὐτῷ τιμή‐ σητε, τῇ αὐτῇ ψήφῳ τούς τε ἄλλους βελτίους ποιήσετε καὶ
Or30
.

24

παρὰ τούτου δίκην εἰληφότες ἔσεσθε. ἐπίστασθε δέ, ὦ ἄν‐ δρες δικασταί, ὅτι παράδειγμα τοῖς ἄλλοις ἔσται μὴ τολ‐
μᾶν εἰς ὑμᾶς ἐξαμαρτάνειν οὐχ ὅταν τοὺς ἀδυνάτους εἰπεῖν κολάζητε, ἀλλ’ ὅταν παρὰ τῶν δυναμένων λέγειν δίκην273
5λαμβάνητε. τίς οὖν τῶν ἐν τῇ πόλει ἐπιτηδειότερος Νικο‐ μάχου δοῦναι δίκην; τίς ἐλάττω τὴν πόλιν ἀγαθὰ πε‐
Or30
.

25

ποίηκεν ἢ πλείω ἠδίκηκεν; ὃς καὶ τῶν ὁσίων καὶ τῶν ἱερῶν ἀναγραφεὺς γενόμενος εἰς ἀμφότερα ταῦτα ἡμάρτη‐ κεν. ἀναμνήσθητε δὲ ὅτι πολλοὺς ἤδη τῶν πολιτῶν ἐπὶ κλοπῇ χρημάτων ἀπεκτείνατε. καίτοι ἐκεῖνοι μὲν τοσοῦτον
5μόνον ὑμᾶς ἔβλαψαν ὅσον ἐν τῷ παρόντι, οὗτοι δ’ ἐπὶ τῇ τῶν νόμων ἀναγραφῇ [καὶ τῶν ἱερῶν] δῶρα λαμβάνοντες εἰς ἅπαντα τὸν χρόνον τὴν πόλιν ζημιοῦσι.
Or30
.

26

Διὰ τί δ’ ἄν τις ἀποψηφίσαιτο τούτου; πότερον ὡς ἀν‐ δρὸς ἀγαθοῦ πρὸς τοὺς πολεμίους καὶ πολλαῖς μάχαις καὶ ναυμαχίαις παραγεγενημένου; ἀλλὰ ὅτε ὑμεῖς ἐκινδυνεύετε ἐκπλέοντες, οὗτος αὐτοῦ μένων τοὺς Σόλωνος νόμους ἐλυ‐
5μαίνετο. ἀλλ’ ὅτι χρήματα δεδαπάνηκε καὶ πολλὰς εἰσφο‐ ρὰς εἰσενήνοχεν; ἀλλ’ οὐχ ὅπως ὑμῖν τῶν αὑτοῦ τι ἐπέδω‐
Or30
.

27

κεν, ἀλλὰ τῶν ὑμετέρων πολλὰ ὑφῄρηται. ἀλλὰ διὰ τοὺς προγόνους; ἤδη γάρ τινες καὶ διὰ τοῦτο συγγνώμης ἔτυ‐ χον παρ’ ὑμῶν. ἀλλὰ τούτῳ γε προσήκει διὰ μὲν αὑτὸν τεθνάναι, διὰ δὲ τοὺς προγόνους πεπρᾶσθαι. ἀλλ’ ὡς, ἐὰν
5νῦν αὐτοῦ φείσησθε, αὖθις ἀποδώσει τὰς χάριτας; ὃς οὐδ’ ὧν πρότερον μετέλαβε παρ’ ὑμῶν ἀγαθῶν μέμνηται. καίτοι ἀντὶ μὲν δούλου πολίτης γεγένηται, ἀντὶ δὲ πτωχοῦ
Or30
.

28

πλούσιος, ἀντὶ δὲ ὑπογραμματέως νομοθέτης. ἃ καὶ ὑμῶν ἔχοι ἄν τις κατηγορῆσαι, ὅτι οἱ μὲν πρόγονοι νομοθέτας ᾑροῦντο Σόλωνα καὶ Θεμιστοκλέα καὶ Περικλέα, ἡγούμενοι τοιούτους ἔσεσθαι τοὺς νόμους οἷοίπερ ἂν ὦσιν οἱ τιθέν‐
5τες, ὑμεῖς δὲ Τεισαμενὸν τὸν Μνησανίωνος καὶ Νικόμαχον καὶ ἑτέρους ἀνθρώπους ὑπογραμματέας· καὶ τὰς μὲν ἀρχὰς
ὑπὸ τῶν τοιούτων ἡγεῖσθε διαφθείρεσθαι, αὐτοῖς δὲ τούτοις274
Or30
.

29

πιστεύετε. ὃ δὲ πάντων δεινότατον· ὑπογραμματεῦσαι μὲν οὐκ ἔξεστι δὶς τὸν αὐτὸν τῇ ἀρχῇ τῇ αὐτῇ, περὶ δὲ τῶν μεγίστων τοὺς αὐτοὺς ἐᾶτε πολὺν χρόνον κυρίους εἶναι. καὶ τὸ τελευταῖον Νικόμαχον εἵλεσθε ἀναγράφειν τὰ πάτρια,
Or30
.

30

ᾧ κατὰ πατέρα τῆς πόλεως οὐδὲν προσήκει· καὶ ὃν ἔδει ὑπὸ τοῦ δήμου κρίνεσθαι, οὗτος τὸν δῆμον συγκαταλύσας φαίνεται. νῦν τοίνυν ὑμῖν μεταμελησάτω τῶν πεπραγμένων, καὶ μὴ ὑπὸ τούτων ἀεὶ κακῶς πάσχοντες ἀνέχεσθε, μηδὲ
5ἰδίᾳ μὲν ὀνειδίζετε τοῖς ἀδικοῦσιν, ἐπειδὰν δ’ ἐξῇ δίκην παρ’ αὐτῶν λαμβάνειν, ἀποψηφίζεσθε.
Or30
.

31

Καὶ περὶ μὲν τούτων ἱκανά μοι τὰ εἰρημένα· περὶ δὲ τῶν ἐξαιτησομένων βραχέα πρὸς ὑμᾶς εἰπεῖν βούλομαι. παρεσκευασμένοι 〈γάρ〉 τινές εἰσι καὶ τῶν φίλων καὶ τῶν τὰ τῆς πόλεως πραττόντων δεῖσθαι ὑπὲρ αὐτοῦ· ὧν ἐγὼ
5ἡγοῦμαι ἐνίοις προσήκειν ὑπὲρ τῶν ἑαυτοῖς πεπραγμένων ἀπολογεῖσθαι πολὺ μᾶλλον ἢ τοὺς ἀδικοῦντας σῴζειν
Or30
.

32

προαιρεῖσθαι. δεινὸν δέ μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, εἰ τούτου μὲν ἑνὸς ὄντος καὶ οὐδὲν ὑπὸ τῆς πόλεως ἠδικη‐ μένου οὐκ ἐπεχείρησαν δεῖσθαι [ὡς χρὴ] παύσασθαι εἰς ὑμᾶς ἐξαμαρτάνοντα, ὑμᾶς δὲ τοσούτους ὄντας καὶ ἠδικημέ‐
5νους ὑπὸ τούτου 〈πείθειν〉 ζητήσουσιν ὡς οὐ χρὴ δίκην
Or30
.

33

παρ’ αὐτοῦ λαμβάνειν. χρὴ τοίνυν, ὥσπερ καὶ τούτους ὁρᾶτε προθύμως σῴζοντας τοὺς φίλους, οὕτως καὶ ὑμᾶς τοὺς ἐχθροὺς τιμωρεῖσθαι, εὖ εἰδότας ὅτι τούτοις πρώτοις ἄν‐ δρες ἀμείνους δόξετε εἶναι, ἐὰν παρὰ τῶν ἀδικούντων δί‐
5κην λαμβάνητε. ἐνθυμεῖσθε δὲ ὅτι [οὔτε Νικόμαχος] οὐδὲ τῶν αἰτησομένων οὐδεὶς τοσαῦτα ἀγαθὰ πεποίηκε τὴν πό‐ λιν, ὅσα οὗτος ἠδίκηκεν, ὥστε πολὺ μᾶλλον ὑμῖν προσήκει
Or30
.

34

τιμωρεῖσθαι ἢ τούτοις βοηθεῖν. εὖ δ’ εἰδέναι χρὴ τοὺς αὐτοὺς τούτους, ὅτι πολλὰ δεηθέντες τῶν κατηγόρων ἡμᾶς μὲν οὐδαμῶς ἔπεισαν, τῆς δὲ ὑμετέρας ψήφου ἀποπειρά‐ σοντες εἰσεληλύθασιν εἰς τὸ δικαστήριον, καὶ ἐλπίζουσιν275
5ὑμᾶς ἐξαπατήσαντες ἄδειαν εἰς τὸν λοιπὸν χρόνον λήψεσθαι
Or30
.

35

τοῦ ποιεῖν ὅ τι ἂν βούλωνται. ἡμεῖς μὲν τοίνυν οὐκ ἠθε‐ λήσαμεν ὑπὸ τούτων αἰτούμενοι πεισθῆναι, τὸ δὲ αὐτὸ τοῦτο παρακαλοῦμεν 〈ὑμᾶσ〉 μὴ πρὸ τῆς κρίσεως μισοπο‐ νηρεῖν, ἀλλ’ ἐν τῇ κρίσει τιμωρεῖσθαι τοὺς τὴν ὑμετέραν
5νομοθεσίαν ἀφανίζοντας· οὕτως γὰρ ἐννόμως διοικηθήσεται
τὰ κατὰ τὴν πολιτείαν πάντα.276