TLG 0540 029 :: LYSIAS :: In Philocratem

LYSIAS Orat.
(Atheniensis: 5–4 B.C.)

In Philocratem

Source: Albini, U. (ed.), Lisia. I discorsi. Florence: Sansoni, 1955: 260–263.

Citation: Section — (line)

Or29
.

t

ΚΑΤΑ ΦΙΛΟΚΡΑΤΟΥΣ ΕΠΙΛΟΓΟΣ
Or29
.

1

Ὁ μὲν ἀγὼν οὗτος, ὦ ἄνδρες δικασταί, ἐρημότερος γε‐ γένηται ἢ ἐγὼ προσεδόκων. πολλοὶ γὰρ ἦσαν οἱ ἀπειλοῦν‐ τες καὶ οἱ φάσκοντες Φιλοκράτους κατηγορήσειν. ὧν οὐδεὶς νυνὶ φαίνεται. ὃ κἀμοὶ δοκεῖ οὐδενὸς ἔλαττον εἶναι τεκμή‐
5ριον τῆς ἀπογραφῆς ὅτι ἀληθὴς οὖσα τυγχάνει· εἰ γὰρ μὴ πολλὰ τῶν Ἐργοκλέους εἶχε χρημάτων, οὐκ ἂν οὕτως οἷός
Or29
.

2

τ’ ἦν ἀπαλλάξαι τοὺς κατηγόρους. ἐγὼ δέ, ὦ ἄνδρες δικα‐ σταί, πάντας ὑμᾶς ἡγοῦμαι εἰδέναι ὅτι Ἐργοκλέους διὰ τοῦτο ὑμεῖς θάνατον κατεχειροτονήσατε, ὅτι κακῶς διαθεὶς τὰ τῆς πόλεως πλεῖν ἢ τριάκοντα ταλάντων οὐσίαν ἐκτή‐
5σατο. καὶ τούτων τῶν χρημάτων οὐδὲν ἐν τῇ πόλει φαί‐ νεται. καίτοι ποῖ χρὴ τραπέσθαι ἢ ποῦ ζητῆσαι τὰ χρή‐ ματα; εἰ γὰρ παρὰ τοῖς κηδεσταῖς καὶ οἷς ἐκεῖνος οἰκειό‐ τατ’ ἀνθρώπων ἐχρῆτο μὴ φανήσεται, χαλεπῶς παρὰ τοῖς
Or29
.

3

ἐχθροῖς εὑρεθήσεται. τίνα δὲ Ἐργοκλῆς περὶ πλείονος Φι‐ λοκράτους ἐποιεῖτο, ἢ πρὸς τίν’ ἀνθρώπων διέκειτο οἰκειό‐ τερον; οὐ τῶν μὲν ὑμετέρων † πολιτῶν † αὐτὸν ἐξήγαγε, τῶν δ’ αὑτοῦ χρημάτων ταμίαν ἐποίησε, καὶ τὸ τελευταῖον τριή‐
Or29
.

4

ραρχον αὐτὸν κατέστησε; καίτοι δεινὸν εἰ οἱ μὲν τὰς οὐσίας
ἔχοντες ὀλοφύρονται τριηραρχοῦντες, οὗτος δὲ οὐδὲν πρό‐ τερον κεκτημένος ἐν ἐκείνῳ τῷ χρόνῳ ἐθελοντὴς ὑπέστη ταύτην τὴν λῃτουργίαν. οὐκοῦν δὴ οὐχ ὡς ζημιωθησόμενον260
5αὐτὸν τριήραρχον κατέστησεν, ἀλλ’ ὡς ὠφεληθησόμενον καὶ φυλάξοντα τὰ αὑτοῦ χρήματα, οὐκ ἔχων ὅτῳ χρὴ μᾶλ‐
Or29
.

5

λον τούτου πιστεῦσαι. ἡγοῦμαι δέ, ὦ ἄνδρες δικασταί, Φι‐ λοκράτει δύο εἶναι καὶ μόνας ἀπολογίας· προσήκειν γὰρ αὐτῷ ἀποδεῖξαι ἢ ἑτέρους ἔχοντας τὰ Ἐργοκλέους χρή‐ ματα, ἢ ἀδίκως ἀπολωλότα ἐκεῖνον καὶ οὐδὲν ὑφῃρημένον
5τῶν ὑμετέρων οὐδὲ δεδωροδοκηκότα· εἰ δὲ τούτων μηδέ‐ τερον ποιήσει, δεδόχθαι καταψηφίζεσθαι, καὶ μὴ τοῖς μὲν παρὰ τῶν ἄλλων λαμβάνουσιν ὀργίζεσθαι, τοῖς δὲ τὰ ὑμέ‐ τερ’ αὐτῶν ἔχουσι συγγνώμην ἔχειν.
Or29
.

6

Τίς δ’ οὐκ οἶδεν Ἀθηναίων τρία τάλαντα περὶ Ἐρ‐ γοκλέους μεσεγγυηθέντα τοῖς λέγουσιν, εἰ δύναιντο αὐτὸν σῶσαι [καὶ μὴ κατηγορεῖν]; οἳ ἐπειδὴ ἑώρων τὴν ὑμετέραν ὀργὴν τιμωρεῖσθαι βουλομένων, ἡσυχίαν ἦγον καὶ οὐκ ἐτόλ‐
5μων σφᾶς αὐτοὺς φανεροὺς ποιῆσαι. καὶ τὸ μὲν πρῶτον οὗτος οὐ κομιζόμενος παρ’ αὐτῶν τὰ χρήματα μηνύσειν
Or29
.

7

ἔφη τῇ πόλει· ἐπειδὴ δὲ καὶ ταῦτα ἀπείληφε καὶ τῶν ἄλ‐ λων τῶν ἐκείνου κύριος γεγένηται, εἰς τοῦτο τόλμης ἐλή‐ λυθεν, ὥστε μάρτυρας πεπόρισται οἳ μαρτυρήσουσιν αὐτῷ ὡς ἦν ἔχθιστος ἁπάντων ἀνθρώπων Ἐργοκλεῖ. καίτοι
5οἴεσθ’ ἂν αὐτόν, ὦ ἄνδρες δικασταί, εἰς τοῦτο μανίας ἀφι‐ κέσθαι, ὥστε Θρασυβούλου στρατηγοῦντος καὶ Ἐργοκλέους αὐτῷ διαφερομένου ἐθελοντὴν ὑποστῆναι τριήραρχον; πῶς γὰρ ἂν θᾶττον ἀπώλετο, ἢ πῶς ἂν μᾶλλον ἐπηρεάζετο;
Or29
.

8

Περὶ μὲν οὖν τούτων ἱκανὰ τὰ εἰρημένα· ἐγὼ δ’ ὑμᾶς ἀξιῶ ὑμῖν αὐτοῖς βοηθῆσαι, καὶ πολὺ μᾶλλον τοὺς ἀδι‐ κοῦντας τιμωρεῖσθαι ἢ τοὺς τὰ τῆς πόλεως ἔχοντας ἐλει‐
νοὺς ἡγεῖσθαι. οὐδὲν γὰρ τῶν αὑτοῦ καταθήσει, ἀλλὰ τὰ261
5ὑμέτερα αὐτῶν ὑμῖν ἀποδώσει, καὶ πολλῷ πλείω αὐτῷ
Or29
.

9

τούτων περιέσται. καὶ γὰρ ἂν καὶ δεινὸν εἴη, ὦ ἄνδρες δικασταί, εἰ τοῖς μὲν μὴ δυναμένοις τὰ σφέτερ’ αὐτῶν εἰσφέρειν ὀργίζοισθε καὶ τὰς οὐσίας αὐτῶν ὡς ἀδικούντων δημεύοιτε, τοὺς δὲ τὰ ὑμέτερα αὐτῶν ἔχοντας μὴ τιμω‐
5ροῖσθε, ἀλλὰ τῶν τε χρημάτων ἀποστεροῖσθε καὶ τούτους
Or29
.

10

χαλεπωτέρους ἐχθροὺς ἔχοιτε. ἕως γὰρ ἂν τὰ ὑμέτερα ἔχον‐ τες σφίσιν αὐτοῖς συνειδῶσιν, οὐδέποτε ὑμῖν παύσονται κακονοοῦντες, νομίζοντες τὰς τῆς πόλεως δυστυχίας μόνας ἀπαλλαγὴν εἶναι τῶν πρὸς αὐτοὺς πραγμάτων.
Or29
.

11

Ἡγοῦμαι δ’, ὦ ἄνδρες δικασταί, οὐ μόνον περὶ χρη‐ μάτων αὐτῷ προσήκειν ἀγωνίζεσθαι, ἀλλὰ καὶ περὶ τοῦ σώματος κινδυνεύειν. καὶ γὰρ ἂν καὶ δεινὸν εἴη, εἰ οἱ μὲν τὰ τῶν ἰδιωτῶν ἀπολλύμενα τοῖς κλέπταις συνειδότες τοῖς
5αὐτοῖς ἐνέχοιντο, οὗτος δὲ τὰ τῆς πόλεως Ἐργοκλεῖ συ‐ νειδὼς κλέπτοντι καὶ ἐπὶ τοῖς ὑμετέροις δωροδοκοῦντι μὴ τῆς αὐτῆς τιμωρίας τυγχάνοι, ἀλλὰ ἆθλα λάβοι τὴν ὑπ’ ἐκείνου καταλειφθεῖσαν οὐσίαν ἀντὶ τῆς αὑτοῦ πονηρίας.
Or29
.

12

ἄξιοι δ’ ὑμῖν εἰσιν ὀργῆς, ὦ ἄνδρες δικασταί. οὗτοι γάρ, ὅτε Ἐργοκλῆς ἐκρίνετο, ἐν τῷ δήμῳ περιιόντες ἔλεγον ὡς πεντακόσιοι μὲν αὐτοῖς εἴησαν ἐκ τοῦ Πειραιῶς δε‐ δεκασμένοι, ἑξακόσιοι δὲ καὶ χίλιοι ἐκ τοῦ ἄστεως· μᾶλ‐
5λον δὲ προσεποιοῦντο πιστεύειν τοῖς χρήμασιν ἢ δεδιέναι
Or29
.

13

τὰ αὐτῶν ἁμαρτήματα. ἐκεῖ μὲν οὖν ἐπεδείξατε αὐτοῖς, ἐὰν δὲ εὖ φρονῆτε, καὶ νυνὶ τοῦτο φανερὸν πᾶσιν ἀνθρώποις ποιήσετε, ὅτι οὐκ ἔστι τοσαῦτα χρήματα ἃ ὑμᾶς, οὓς ἂν
λαμβάνητε ἀδικοῦντας, ἀποτρέψει τιμωρεῖσθαι, καὶ μηδε‐262
5μίαν αὐτοῖς ἄδειαν δώσετε τὰ ὑμέτερα αὐτῶν διαρπάζουσι
Or29
.

14

καὶ κλέπτουσιν. ἐγὼ μὲν οὖν ταῦτα ὑμῖν παραινῶ. πάντες γὰρ ἐπίστασθε ὅτι Ἐργοκλῆς χρηματιούμενος ἀλλ’ οὐ πρὸς ὑμᾶς φιλοτιμησόμενος ἐξέπλευσε, καὶ οὐδεὶς ἄλλος ἔχει τὰ χρήματα ἢ οὗτος. ἐὰν οὖν σωφρονῆτε, τὰ ὑμέτερ’ αὐτῶν
5κομιεῖσθε.263