TLG 0540 027 :: LYSIAS :: In Epicratem LYSIAS Orat. In Epicratem Source: Albini, U. (ed.), Lisia. I discorsi. Florence: Sansoni, 1955: 244–247. Citation: Section — (line) | ||
Or27.t | ΚΑΤΑ ΕΠΙΚΡΑΤΟΥΣ [ΚΑΙ ΤΩΝ ΣΥΜΠΡΕ‐ ΣΒΕΥΤΩΝ ΕΠΙΛΟΓΟΣ ΩΣ ΘΕΟΔΩΡΟΣ] | |
Or27.1 | Κατηγόρηται μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Ἐπικράτους ἱκανὰ [καὶ τῶν συμπρεσβευτῶν]· ἐνθυμεῖσθαι δὲ χρὴ ὅτι πολλάκις ἠκούσατε τούτων λεγόντων, ὁπότε βούλοιντό τινα ἀδίκως ἀπολέσαι, ὅτι, εἰ μὴ καταψηφιεῖσθε ὧν αὐτοὶ κε‐ | |
Or27.2 | λεύουσιν, ἐπιλείψει ὑμᾶς ἡ μισθοφορά. καὶ νῦν οὐδὲν ἧττον τοσοῦτον ἐνδεῖ· ὥστε τὸ μὲν πλή〈θους ἔχ〉θος καὶ ἡ αἰσχύνη ἡ διὰ τούτων ὑμῖν γίγνεται, ἡ δ’ ὠφέλεια τού‐ τοις· πεπείρανται γὰρ ὅτι, ὁπόταν οὗτοι καὶ οἱ τούτων | |
5 | λόγοι δοκῶσιν αἴτιοι εἶναι ψηφίζεσθαι ὑμᾶς παρὰ τὸ δί‐ καιον, ῥᾳδίως παρὰ τῶν ἀδικούντων χρήματα λαμβάνουσι. | |
---|---|---|
Or27.3 | καίτοι τίνα χρὴ ἐλπίδα ἔχειν σωτηρίας, ὁπόταν ἐν χρήμα‐ σιν ᾖ καὶ σωθῆναι τῇ πόλει καὶ μή, ταῦτα δὲ οὗτοι, φύ‐ λακες ὑφ’ ὑμῶν καταστάντες, οἱ τῶν ἀδικούντων κολασταί, κλέπτωσί τε καὶ καταδωροδοκῶσι; καὶ οὐ νῦν πρῶτον | |
5 | ὤφθησαν ἀδικοῦντες, ἀλλὰ καὶ πρότερον ἤδη δώρων ἐκρί‐ | |
Or27.4 | θησαν. 〈ὃ〉 καὶ ὑμῖν ἔχω ἐπικαλέσαι ὅτι τοῦ αὐτοῦ ἀδι‐ κήματος † Ὀνομάσαντος † μὲν κατεψηφίσασθε, τούτου δὲ | |
ἀπεψηφίσασθε, τοῦ αὐτοῦ ἀνδρὸς ἁπάντων κατηγοροῦντος καὶ τῶν αὐτῶν καταμαρτυρούντων, οἳ οὐχ ἑτέρων ἤκουσαν, | 244 | |
5 | ἀλλ’ αὐτοὶ ἦσαν οἱ περὶ τῶν χρημάτων καὶ τῶν δώρων | |
Or27.5 | πρὸς τούτους πράττοντες. καίτοι τοῦτο ἅπαντες ἐπίστασθε, ὅτι οὐχ ὅταν τοὺς μὴ δυναμένους λέγειν κολάζητε, τότε ἔσται παράδειγμα τοῦ μὴ ὑμᾶς ἀδικεῖν, ἀλλ’ ὁπόταν παρὰ τῶν δυναμένων δίκην λαμβάνητε, τότε πάντες παύσονται | |
Or27.6 | ἐπιχειροῦντες εἰς ὑμᾶς ἐξαμαρτάνειν. νῦν δ’ ἀσφαλῶς αὐτοῖς ἔχει τὰ ὑμέτερα κλέπτειν. ἐὰν μὲν γὰρ λάθωσιν, ἀδεῶς αὐτοῖς ἕξουσι χρῆσθαι· ἐὰν δὲ ὀφθῶσιν, ἢ μέρει τῶν ἀδι‐ κημάτων τὸν κίνδυνον ἐξεπρίαντο, ἢ εἰς ἀγῶνα καταστάν‐ | |
5 | τες τῇ αὑτῶν δυνάμει ἐσώθησαν. νῦν τοίνυν, ὦ ἄνδρες δι‐ κασταί, παράδειγμα ποιήσατε τοῖς ἄλλοις δικαίοις εἶναι, | |
Or27.7 | παρὰ τούτων δίκην λαβόντες. ἥκουσι δὲ πάντες οἱ τὰ τῆς πόλεως πράττοντες οὐχ ἡμῶν ἀκροασόμενοι, ἀλλ’ ὑμᾶς εἰσόμενοι ἥντινα γνώμην περὶ τῶν ἀδικούντων ἕξετε. ὥστ’ εἰ μὲν ἀποψηφιεῖσθε τούτων, οὐδὲν δεινὸν δόξει αὐτοῖς εἶναι | |
5 | ὑμᾶς ἐξαπατήσαντας ἐκ τῶν ὑμετέρων ὠφελεῖσθαι· ἐὰν δὲ καταψηφισάμενοι θανάτου τιμήσητε, τῇ αὐτῇ ψήφῳ τούς τε ἄλλους κοσμιωτέρους ποιήσετε ἢ νῦν εἰσι, καὶ παρὰ τού‐ | |
Or27.8 | των δίκην εἰληφότες ἔσεσθε. ἡγοῦμαι δ’, ὦ ἄνδρες Ἀθη‐ ναῖοι, οὐδ’ εἰ μὴ προθέντες αὐτοῖς κρίσιν, ἢ ἀπολογουμένων μὴ ἐθελήσαντες ἀκοῦσαι, καταψηφισάμενοι τῶν ἐσχάτων τιμήσαιτε, οὐκ ἂν ἀκρίτους αὐτοὺς ἀπολωλέναι, ἀλλὰ | |
5 | τὴν προσήκουσαν δίκην δεδωκέναι. οὐ γὰρ οὗτοι ἄκριτοί εἰσι, περὶ ὧν ἂν ὑμεῖς εἰδότες τὰ πραχθέντα ψηφίσησθε, ἀλλ’ οἵτινες ἂν ὑπὸ τῶν ἐχθρῶν διαβληθέντες περὶ ὧν ὑμεῖς μὴ ἴστε, ἀκροάσεως μὴ τύχωσι. τούτων δὲ τὰ μὲν | |
Or27.9 | πράγματα κατηγορεῖ, ἡμεῖς δὲ καταμαρτυροῦμεν· καὶ οὐ | |
τοῦτο δέδοικα, ὡς ἐὰν ἀκροᾶσθε αὐτῶν ἀποψηφιεῖσθε· ἀλλ’ οὐκ ἂν ἡγοῦμαι αὐτοὺς δίκην ἀξίαν δεδωκέναι, εἰ ἀκροασάμενοι αὐτῶν καταψηφίσαισθε. πῶς γάρ, ὦ ἄνδρες | 245 | |
5 | δικασταί, οἷς οὐδὲ ταὐτὰ καὶ ὑμῖν συμφέρει; οὗτοι μὲν γὰρ ἐν τῷ πολέμῳ ἐκ πενήτων πλούσιοι γεγόνασιν ἐκ τῶν ὑμε‐ | |
Or27.10 | τέρων, ὑμεῖς δὲ διὰ τούτους πένητες. καίτοι οὐ ταῦτα ἀγαθῶν δημαγωγῶν ἐστι, τὰ ὑμέτερα ἐν ταῖς ὑμετέραις συμφοραῖς λαμβάνειν, ἀλλὰ τὰ ἑαυτῶν ὑμῖν διδόναι. καὶ γάρ τοι εἰς τοσοῦτον ἥκομεν, ὥσθ’ οἳ πρότερον ἐν τῇ εἰρήνῃ | |
5 | οὐδὲ σφᾶς αὐτοὺς ἐδύναντο τρέφειν, νῦν ὑμῖν εἰσφορὰς εἰσφέ‐ | |
Or27.11 | ρουσι καὶ χορηγοῦσι καὶ οἰκίας μεγάλας οἰκοῦσι. καίτοι ἑτέροις ὑμεῖς ἔστιν ὅτε τὰ πατρῷα κεκτημένοις ταῦτα ποιοῦ‐ σιν ἐφθονεῖτε· νῦν δ’ οὕτως ἡ πόλις διάκειται, ὥστε οὐκέτι ὧν οὗτοι κλέπτουσιν ὀργίζεσθε, ἀλλ’ ὧν αὐτοὶ λαμβάνετε | |
5 | χάριν ἴστε, ὥσπερ ὑμεῖς τὰ τούτων μισθοφοροῦντες, ἀλλ’ οὐ | |
Or27.12 | τούτων τὰ ὑμέτερα κλεπτόντων. τὸ δὲ πάντων ὑπερφυέστα‐ τον, ὅτι ἐν μὲν τοῖς ἰδίοις 〈οἱ〉 ἀδικούμενοι δακρύουσι καὶ ἐλεινοί εἰσιν, ἐν δὲ τοῖς δημοσίοις οἱ μὲν ἀδικοῦντες ἐλεινοί, ὑμεῖς δ’ οἱ ἀδικούμενοι ἐλεεῖτε. καὶ νῦν ἴσως ποιή‐ | |
5 | σουσιν ἅπερ καὶ πρότερον ἦσαν εἰθισμένοι καὶ δημόται καὶ | |
Or27.13 | φίλοι κλάοντες ἐξαιτεῖσθαι αὐτοὺς παρ’ ὑμῶν. ἐγὼ δ’ οὕ‐ τως ἀξιῶ γενέσθαι· εἰ μὲν ἀδικεῖν τούτους μηδὲν νομί‐ ζουσιν, ἀποδείξαντας ὡς ψευδῆ τὰ κατηγορημένα, οὕτως πείθειν ὑμᾶς ἀποψηφίσασθαι· εἰ δὲ νομίσαντες ἀδικεῖν αἰτή‐ | |
5 | σονται, δῆλον ὅτι τοῖς ἀδικοῦσιν εὐνούστεροί εἰσιν ἢ ὑμῖν τοῖς ἀδικουμένοις, ὥστ’ οὐ χάριτος ἄξιοι τυχεῖν ἀλλὰ τι‐ | |
Or27.14 | μωρίας, ὁπόταν ὑμεῖς δύνησθε. ἔτι δὲ τοὺς αὐτοὺς ἡγεῖσθαι χρὴ καὶ τῶν κατηγόρων σφόδρα δεδεῆσθαι, νομίζοντας πολὺ ἂν θᾶττον παρ’ ἡμῶν ὀλίγων ὄντων ταύτην τὴν χά‐ | |
ριν λαμβάνειν ἢ παρ’ ὑμῶν, ἔτι δὲ ῥᾷον ἄλλους τινὰς 〈τὰ〉 | 246 | |
Or27.15 | ὑμέτερα καταχαρίζεσθαι ἢ ὑμᾶς αὐτούς γε. ἡμεῖς μὲν τοί‐ νυν οὐκ ἠθελήσαμεν προδοῦναι, ἀξιοῦμεν δὲ μηδ’ ὑμᾶς, ἐνθυμουμένους ὅτι σφόδρ’ ἂν ἡμῖν ὠργίζεσθε καὶ ἐτιμωρεῖ‐ σθε, ὅπου παρεπίπτομεν, ὡς εἰκὸς τοὺς ἀδικοῦντας, εἰ ἡμεῖς | |
5 | παρὰ τούτων ἢ χρήματα λαβόντες ἢ ἄλλῳ τινὶ τρόπῳ διηλ‐ λάγημεν. καίτοι εἰ τοῖς μὴ δικαίως ἐπεξιοῦσιν ὀργίζεσθε, | |
Or27.16 | ἦ που σφόδρα χρὴ αὐτοὺς τοὺς ἀδικοῦντας καταδιῶξαι. νῦν τοίνυν, ὦ ἄνδρες δικασταί, καταψηφισάμενοι Ἐπικράτους τῶν ἐσχάτων τιμήσατε, καὶ μή, ὥσπερ ἐν τῷ τέως χρόνῳ εἰθισμένοι ἐστέ, ἐπειδὰν καταψηφισάμενοι ἐξελέγξητε τοὺς | |
5 | ἀδικοῦντας, ἐν τῷ τιμήματι ἀζημίους ἀφίετε, ἔχθραν, οὐ δίκην παρὰ τῶν ἀδικούντων λαμβάνοντες, ὥσπερ τοῦ ὀνεί‐ δους ἀλλ’ οὐ τῆς ζημίας αὐτοῖς μέλον, εὖ εἰδότες ὅτι ἐν μὲν τῇ ψήφῳ οὐδὲν ἄλλο ποιεῖτε ἢ ὀνειδίζετε τοῖς ἀδικοῦ‐ | |
σιν, ἐν δὲ τῷ τιμήματι τιμωρεῖσθε τοὺς ἐξαμαρτάνοντας. | 247 |