TLG 0540 021 :: LYSIAS :: Ἀπολογία δωροδοκίας ἀπαράσημος LYSIAS Orat. Ἀπολογία δωροδοκίας ἀπαράσημος Source: Albini, U. (ed.), Lisia. I discorsi. Florence: Sansoni, 1955: 184–189. Citation: Section — (line) | ||
Or21.t | ΑΠΟΛΟΓΙΑ ΔΩΡΟΔΟΚΙΑΣ ΑΠΑΡΑΣΗΜΟΣ | |
Or21.1 | Περὶ μὲν τῶν κατηγορημένων, ὦ ἄνδρες δικασταί, ἱκανῶς ὑμῖν ἀποδέδεικται· ἀκοῦσαι δὲ καὶ περὶ τῶν ἄλλων ὑμᾶς ἀξιῶ, ἵν’ ἐπίστησθε περὶ οἵου τινὸς ὄντος ἐμοῦ ψηφιεῖσθε. ἐγὼ γὰρ ἐδοκιμάσθην μὲν ἐπὶ Θεοπόμπου ἄρ‐ | |
5 | χοντος, καταστὰς δὲ χορηγὸς τραγῳδοῖς ἀνήλωσα τριά‐ κοντα μνᾶς καὶ τρίτῳ μηνὶ Θαργηλίοις νικήσας ἀνδρικῷ χορῷ δισχιλίας δραχμάς, ἐπὶ δὲ Γλαυκίππου ἄρχοντος εἰς | |
---|---|---|
Or21.2 | πυρριχιστὰς Παναθηναίοις τοῖς μεγάλοις ὀκτακοσίας. ἔτι δ’ ἀνδράσι χορηγῶν εἰς Διονύσια ἐπὶ τοῦ αὐτοῦ ἄρχοντος ἐνίκησα, καὶ ἀνήλωσα σὺν τῇ τοῦ τρίποδος ἀναθέσει πεν‐ τακισχιλίας δραχμάς, καὶ ἐπὶ Διοκλέους Παναθηναίοις | |
5 | τοῖς μικροῖς κυκλίῳ χορῷ τριακοσίας. τὸν δὲ μεταξὺ χρό‐ | |
Or21.3 | νον ἐτριηράρχουν ἑπτὰ ἔτη, καὶ ἓξ τάλαντα ἀνήλωσα. καὶ τοσαύτας δαπάνας δαπανώμενος, καὶ καθ’ ἡμέραν ὑπὲρ ὑμῶν κινδυνεύων καὶ ἀποδημῶν, ὅμως εἰσφορὰς τὴν μὲν τριάκοντα μνᾶς τὴν δὲ τετρακισχιλίας δραχμὰς εἰσενήνοχα. | |
5 | ἐπειδὴ δὲ κατέπλευσα ἐπὶ Ἀλεξίου ἄρχοντος, εὐθὺς ἐγυ‐ μνασιάρχουν εἰς Προμήθεια, καὶ ἐνίκων ἀναλώσας δώδεκα | |
Or21.4 | μνᾶς. καὶ ὕστερον κατέστην χορηγὸς παιδικῷ χορῷ καὶ | |
ἀνήλωσα πλεῖν ἢ πεντεκαίδεκα μνᾶς. ἐπὶ δὲ Εὐκλείδου ἄρχοντος κωμῳδοῖς χορηγῶν Κηφισοδώρῳ ἐνίκων, καὶ ἀνήλωσα σὺν τῇ τῆς σκευῆς ἀναθέσει ἑκκαίδεκα μνᾶς, καὶ | 184 | |
5 | Παναθηναίοις τοῖς μικροῖς ἐχορήγουν πυρριχισταῖς ἀγε‐ | |
Or21.5 | νείοις, καὶ ἀνήλωσα ἑπτὰ μνᾶς. νενίκηκα δὲ τριήρει μὲν ἁμιλλώμενος ἐπὶ Σουνίῳ, ἀναλώσας πεντεκαίδεκα μνᾶς· χωρὶς δὲ ἀρχιθεωρίας καὶ ἐρρηφορίας καὶ ἄλλα τοιαῦτα, εἰς ἃ ἐμοὶ δεδαπάνηται πλεῖν ἢ τριάκοντα μναῖ. καὶ τού‐ | |
5 | των ὧν κατέλεξα, εἰ ἐβουλόμην κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ λῃτουργεῖν, οὐδ’ ἂν τὸ τέταρτον μέρος ἀνήλωσα. | |
Or21.6 | τὸν δὲ χρόνον ὃν ἐτριηράρχουν, ἡ ναῦς ἄριστά μοι ἔπλει παντὸς τοῦ στρατοπέδου. τεκμήριον δὲ τούτου ὑμῖν μέγι‐ στον ἐρῶ. πρῶτον μὲν γὰρ Ἀλκιβιάδης, ὃν ἐγὼ περὶ πολ‐ λοῦ ἂν ἐποιησάμην μὴ συμπλεῖν μοι, οὔτε φίλος ὢν οὔτε | |
Or21.7 | συγγενὴς οὔτε φυλέτης ἔπλει ἐπὶ τῆς ἐμῆς νεώς. καίτοι ὑμᾶς οἶμαι εἰδέναι ὅτι στρατηγὸς ὤν, ᾧ ἐξῆν ποιεῖν ὅ τι ἐβούλετο, οὐκ ἄν ποτε ἀνέβη ἐπ’ ἄλλην ναῦν εἰ μὴ τὴν ἄρι‐ στα πλέουσαν, μέλλων αὐτὸς κινδυνεύσειν. ἐπειδὴ δὲ ἐκεί‐ | |
5 | νους μὲν ὑμεῖς ἐπαύσατε τῆς ἀρχῆς, τοὺς δὲ μετὰ Θρα‐ | |
Or21.8 | σύλλου δέκα εἵλεσθε, οὗτοι πάντες ἐβούλοντο ἐπὶ τῆς ἐμῆς νεὼς πλεῖν, ἀνέβη μέντοι πολλῶν λοιδοριῶν αὐτοῖς γενο‐ μένων Ἀρχέστρατος ὁ Φρεάρριος· ἀποθανόντος δὲ τούτου ἐν Μυτιλήνῃ Ἐρασινίδης μετ’ ἐμοῦ συνέπλει. καίτοι οὕτω | |
5 | παρεσκευασμένην τριήρη πόσα οἴεσθε ἀνηλωκέναι χρήματα; ἢ πόσα τοὺς πολεμίους εἰργάσθαι κακά; ἢ πόσα τὴν πό‐ | |
Or21.9 | λιν εὖ πεποιηκέναι; τεκμήριον δὲ τούτου μέγιστον· ὅτε γὰρ ἐν τῇ τελευταίᾳ ναυμαχίᾳ αἱ νῆες διεφθάρησαν, οὐδε‐ νός μοι συμπλέοντος στρατηγοῦ (ἵνα καὶ τούτου μνησθῶ, ἐπειδὴ καὶ τοῖς τριηράρχοις ὠργίσθητε διὰ τὴν γενομέ‐ | |
5 | νην συμφοράν) ἐγὼ τήν τε ἐμαυτοῦ ναῦν ἐκόμισα καὶ τὴν | 185 |
Or21.10 | Ναυσιμάχου τοῦ Φαληρέως ἔσωσα. καὶ ταῦτα οὐκ ἀπὸ τύχης ἐγίγνετο, ἀλλ’ ἀπὸ παρασκευῆς τῆς ἐμῆς· εἶχον γὰρ χρήμασι πείσας κυβερνήτην Φαντίαν ἅπαντα τὸν χρόνον, ὃς ἐδόκει τῶν Ἑλλήνων ἄριστος εἶναι, παρεσκευασάμην | |
5 | δὲ καὶ τὸ πλήρωμα πρὸς ἐκεῖνον καὶ τὴν ἄλλην ὑπηρεσίαν ἀκόλουθον. καὶ ταῦθ’ ὅτι ἀληθῆ λέγω, πάντες ἐπίστασθε, ὅσοι ἐτυγχάνετε ὄντες ἐκεῖ τῶν στρατιωτῶν. κάλεσον δὲ καὶ Ναυσίμαχον. | |
8 | ΜΑΡΤΥΡΙΑ | |
Or21.11 | Αἱ μὲν τοίνυν σωθεῖσαι τῶν νεῶν δώδεκα ἦσαν· ἐγὼ δ’ ὑμῖν δύο ἐκόμισα, τὴν ἐμαυτοῦ καὶ τὴν Ναυσιμάχου τριήρη. Καὶ οὕτω πολλοὺς κινδύνους ὑπὲρ ὑμῶν κεκινδυνευ‐ | |
5 | κὼς καὶ τοσαῦτα ἀγαθὰ εἰργασμένος τὴν πόλιν, νυνὶ δέο‐ μαι οὐ δωρεὰν ὥσπερ ἕτεροι ἀντὶ τούτων παρ’ ὑμῶν λα‐ βεῖν, ἀλλὰ μὴ στερηθῆναι τῶν ἐμαυτοῦ, ἡγούμενος καὶ ὑμῖν αἰσχρὸν εἶναι παρά τε ἑκόντος ἐμοῦ καὶ παρ’ ἄκοντος λαμ‐ | |
Or21.12 | βάνειν. καὶ οὐ τοσοῦτόν μοι μέλει εἴ με δεῖ τὰ ὄντα ἀπο‐ λέσαι· ἀλλ’ οὐκ ἂν δεξαίμην ὑβρισθῆναι, οὐδὲ παραστῆναι τοῖς διαδυομένοις τὰς λῃτουργίας ἐμοὶ μὲν ἀχάριστα εἶναι τὰ εἰς ὑμᾶς ἀνηλωμένα, ἐκείνους δὲ δοκεῖν ὀρθῶς βεβου‐ | |
5 | λεῦσθαι ὅτι ὑμῖν οὐδὲν προεῖνται τῶν σφετέρων αὐτῶν. ἐὰν οὖν ἐμοὶ πεισθῆτε, τά τε δίκαια ψηφιεῖσθε καὶ τὰ λυ‐ | |
Or21.13 | σιτελοῦντα ὑμῖν αὐτοῖς αἱρήσεσθε. ὁρᾶτε γάρ, ὦ ἄνδρες δικασταί, τὰ προσιόντα τῇ πόλει ὡς ὀλίγα ἐστί, καὶ ταῦτα ὡς ὑπὸ τῶν ἐφεστηκότων ἁρπάζεται· ὥστ’ ἄξιον ταύτην ἡγεῖσθαι πρόσοδον βεβαιοτάτην τῇ πόλει, τὰς οὐσίας τῶν | |
5 | ἐθελόντων λῃτουργεῖν. ἐὰν οὖν εὖ βουλεύσησθε, οὐδὲν ἧττον | |
ἐπιμελήσεσθε τῶν ἡμετέρων χρημάτων ἢ τῶν ἰδίων τῶν | 186 | |
Or21.14 | ὑμετέρων αὐτῶν, εἰδότες ὅτι ἕξετε πᾶσι χρῆσθαι τοῖς ἡμε‐ τέροις ὥσπερ καὶ πρότερον· οἶμαι δὲ πάντας ὑμᾶς ἐπίστα‐ σθαι ὅτι τῶν ἐμῶν ἐγὼ πολὺ βελτίων ὑμῖν ἔσομαι ταμίας τῶν τὰ τῆς πόλεως ὑμῖν ταμιευόντων. ἐὰν δ’ ἐμὲ πένητα | |
5 | ποιήσητε, καὶ ὑμᾶς αὐτοὺς ἀδικήσετε· ἕτεροι δὲ καὶ ταῦτα διανεμοῦνται, ὥσπερ καὶ τἆλλα. | |
Or21.15 | Ἄξιον δέ ἐστιν ἐνθυμηθῆναι ὅτι πολὺ μᾶλλον ὑμῖν προσήκει τῶν ὑμετέρων ἐμοὶ διδόναι ἢ τῶν ἐμῶν ἐμοὶ ἀμφισβητῆσαι, καὶ πένητα γενόμενον ἐλεῆσαι μᾶλλον ἢ πλουτοῦντι φθονῆσαι, καὶ τοῖς θεοῖς εὔχεσθαι τοὺς ἄλλους | |
5 | εἶναι τοιούτους πολίτας, ἵνα τῶν μὲν ὑμετέρων 〈μὴ〉 ἐπι‐ θυμήσωσι, τὰ δὲ σφέτερα αὐτῶν εἰς ὑμᾶς ἀναλίσκωσιν. | |
Or21.16 | ἡγοῦμαι δ’, ὦ ἄνδρες δικασταί (καὶ μηδεὶς ὑμῶν ἀχθε‐ σθῇ), πολὺ ἂν δικαιότερον ὑμᾶς ὑπὸ τῶν ζητητῶν ἀπο‐ γραφῆναι τὰ ἐμὰ ἔχειν, ἢ ἐμὲ νυνὶ κινδυνεύειν ὡς τοῦ δη‐ μοσίου χρήματα ἔχοντα. τοιοῦτον γὰρ ἐμαυτὸν τῇ πόλει | |
5 | παρέχω, ὥστε ἰδίᾳ μὲν ζῶν φείδομαι, δημοσίᾳ δὲ λῃτουρ‐ γῶν ἥδομαι, καὶ οὐκ ἐπὶ τοῖς περιοῦσι μέγα φρονῶ, | |
Or21.17 | ἀλλ’ ἐπὶ τοῖς εἰς ὑμᾶς ἀνηλωμένοις, ἡγούμενος τούτων μὲν αὐτὸς αἴτιος εἶναι, τὴν δ’ οὐσίαν ἑτέρους μοι καταλιπεῖν, καὶ διὰ ταύτην μὲν ὑπὸ τῶν ἐχθρῶν ἀδίκως συκοφαντεῖ‐ σθαι, δι’ ἐκεῖνα δὲ ὑφ’ ὑμῶν δικαίως σῴζεσθαι. ὥστ’ οὐκ | |
5 | ἂν εἰκότως ἕτεροί με ἐξαιτήσαιντο παρ’ ὑμῶν, ἀλλὰ καὶ εἴ τις τῶν ἐμῶν φίλων τοιοῦτον ἀγῶνα ἠγωνίζετο, ὑμᾶς ἂν ἠξίουν ἐμοὶ δοῦναι τὴν χάριν, καὶ εἰ παρ’ ἄλλοις ἐκιν‐ | |
Or21.18 | δύνευον, ὑμᾶς εἶναι τοὺς δεομένους ὑπὲρ ἐμοῦ. 〈οὐ γὰρ ἂν δήπου〉 τοῦτό γε εἰπεῖν ἔχοι τις, ὡς πολλὰς ἀρχὰς ἄρξας ἐκ τῶν ὑμετέρων ὠφέλημαι, ἢ ὡς αἰσχρὰς δίκας δεδίκασμαι, ἢ ὡς αἰσχροῦ τινος αἴτιός εἰμι, ἢ ὡς τὰς τῆς | |
5 | πόλεως συμφορὰς ἀσμένως εἶδον· ὑπὲρ ἁπάντων δὲ καὶ 〈τῶν〉 ἰδίων καὶ τῶν δημοσίων οὕτως ἡγοῦμαί μοι πε‐ πολιτεῦσθαι καὶ ὑμᾶς εἰδέναι, ὥστε οὐδὲν δεῖν με ἀπολο‐ | 187 |
Or21.19 | γήσασθαι περὶ αὐτῶν. δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικα‐ σταί, τὴν αὐτὴν νῦν περὶ ἐμοῦ γνώμην ἔχειν ἥνπερ καὶ ἐν τῷ τέως χρόνῳ, καὶ μὴ μόνον τῶν δημοσίων λῃτουργιῶν μεμνῆσθαι, ἀλλὰ τῶν ἰδίων ἐπιτηδευμάτων ἐνθυμεῖσθαι, | |
5 | ἡγουμένους ταύτην εἶναι λῃτουργίαν τὴν ἐπιπονωτάτην, διὰ τέλους τὸν πάντα χρόνον κόσμιον εἶναι καὶ σώφρονα καὶ μήθ’ ὑφ’ ἡδονῆς ἡττηθῆναι μήθ’ ὑπὸ κέρδους ἐπαρθῆναι, ἀλλὰ τοιοῦτον παρασχεῖν ἑαυτὸν ὥστε μηδένα τῶν πολι‐ τῶν μήτε μέμψασθαι μήτε δίκην τολμῆσαι προσκαλέσασθαι. | |
Or21.20 | Οὔκουν ἄξιον, ὦ ἄνδρες δικασταί, πειθομένους κατη‐ γόροις τοιούτοις ἐμοῦ καταψηφίσασθαι, οἳ περὶ ἀσεβείας μὲν ἀγωνιζόμενοι τηλικοῦτοι γεγόνασιν, οὐκ ἂν δυνάμε‐ νοι δ’ ὑπὲρ τῶν σφετέρων ἁμαρτημάτων ἀπολογήσασθαι | |
5 | ἑτέρων κατηγορεῖν τολμῶσι. καὶ ὧν Κινησίας οὕτω δια‐ κείμενος πλείους στρατείας ἐστράτευται, οὗτοι περὶ τῶν τῆς πόλεως ἀγανακτοῦσι. καὶ ἐξ ὧν μὲν ἡ πόλις εὐδαίμων ἔσται, οὐ συμβάλλονται, πάντα δὲ ποιοῦσιν ὅπως ὑμεῖς | |
Or21.21 | τοῖς εὖ πεποιηκόσιν ὀργισθήσεσθε. οὗτοι μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐν τῷ δήμῳ κατείποιεν ὑμῖν τὰ σφέτερ’ αὐτῶν ἐπιτηδεύματα· οὐ γὰρ ἂν ἔχοιμι ὅ τι τούτου μεῖζον αὐτοῖς εὐξαίμην κακόν· ἐγὼ δ’ ὑμῶν δέομαι καὶ ἱκετεύω καὶ ἀντι‐ | |
5 | βολῶ μὴ καταγνῶναι δωροδοκίαν ἐμοῦ, μηδ’ ἡγήσασθαι τοσαῦτα χρήματα εἶναι, 〈δι’〉 ἃ ἐγὼ βουληθείην ἄν τι | |
Or21.22 | κακὸν τῇ πόλει γενέσθαι. μαινοίμην γὰρ 〈ἄν〉, ὦ ἄνδρες δικασταί, εἰ τὴν μὲν πατρῴαν οὐσίαν φιλοτιμούμενος εἰς ὑμᾶς ἀναλίσκοιμι, ἐπὶ δὲ τῷ τῆς πόλεως κακῷ παρὰ τῶν | |
ἄλλων δωροδοκοίην. ἐγὼ μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὐκ | 188 | |
5 | οἶδ’ οὕστινας ἢ ὑμᾶς ἐβουλήθην 〈ἂν〉 περὶ ἐμοῦ δικαστὰς γενέσθαι, εἴπερ χρὴ τοὺς εὖ πεπονθότας περὶ τῶν εὖ πεποι‐ | |
Or21.23 | ηκότων εὔχεσθαι τὴν ψῆφον φέρειν. καὶ μὲν δή, ὦ ἄνδρες δι‐ κασταί, (ἐπιθυμῶ γὰρ καὶ τούτων μνησθῆναι) οὐδεπώποτε λῃτουργεῖν ὑπὲρ ὑμῶν δέον ἐνενόουν, εἰ τοσούτῳ πενεστέ‐ ρους τοὺς παῖδας καταλείψω, ἀλλὰ πολὺ μᾶλλον εἰ μὴ προ‐ | |
Or21.24 | θύμως ποιήσω τὰ προσταχθέντα· οὐδ’ εἴ ποτε κινδυνεύσειν ἐν ταῖς ναυμαχίαις μέλλοιμι, οὐδεπώποτ’ ἠλέησα οὐδ’ ἐδά‐ κρυσα οὐδ’ ἐμνήσθην γυναικὸς οὐδὲ παίδων τῶν ἐμαυτοῦ, οὐδ’ ἡγούμην δεινὸν εἶναι εἰ τελευτήσας ὑπὲρ τῆς πατρίδος | |
5 | τὸν βίον ὀρφανοὺς καὶ πατρὸς ἀπεστερημένους αὐτοὺς κα‐ ταλείψω, ἀλλὰ πολὺ μᾶλλον εἰ σωθεὶς αἰσχρῶς ὀνείδη | |
Or21.25 | καὶ ἐμαυτῷ καὶ ἐκείνοις περιάψω. ἀνθ’ ὧν ὑμᾶς ἀπαιτῶ νῦν τὴν χάριν, καὶ ἀξιῶ, ἐν τοῖς κινδύνοις ἐμοῦ τοιαύτην περὶ ὑμῶν γνώμην ἔχοντος, ὑμᾶς νυνὶ ἐν τῷ θαρραλέῳ ὄντας ἐμὲ καὶ τοὺς παῖδας τούτους περὶ πολλοῦ ποιήσα‐ | |
5 | σθαι, ἡγουμένους ἡμῖν μὲν δεινὸν ὑμῖν δὲ αἰσχρὸν εἶναι, εἰ ἀναγκασθησόμεθα ἐπὶ τοιαύταις αἰτίαις ἄτιμοι γενέσθαι, ἢ στερηθέντες τῶν ὑπαρχόντων πένητες εἶναι καὶ πολλῶν ἐνδεεῖς ὄντες περιιέναι, ἀνάξια μὲν ἡμῶν αὐτῶν πεπονθό‐ τες, ἀνάξια δὲ τῶν εἰς ὑμᾶς ὑπηργμένων. μηδαμῶς, ὦ | |
10 | ἄνδρες δικασταί· ἀλλ’ ἀποψηφισάμενοι τοιούτοις ἡμῖν χρῆ‐ | |
σθε πολίταις οἵοισπερ ἐν τῷ πρόσθεν χρόνῳ. | 189 |