TLG 0540 020 :: LYSIAS :: Pro Polystrato [Sp.] LYSIAS Orat. Pro Polystrato [Sp.] Source: Albini, U. (ed.), Lisia. I discorsi. Florence: Sansoni, 1955: 378–386. Citation: Section — (line) | ||
Or20.t | ΥΠΕΡ ΠΟΛΥΣΤΡΑΤΟΥ | |
Or20.1 | Οὔ μοι δοκεῖ χρῆναι ὀργίζεσθαι ὑμᾶς τῷ ὀνόματι τῷ τῶν τετρακοσίων, ἀλλὰ τοῖς ἔργοις ἐνίων. οἱ μὲν γὰρ ἐπι‐ βουλεύσαντες [ἦσαν] αὐτῶν, οἱ δ’ ἵνα μήτε τὴν πόλιν μη‐ δὲν κακὸν ἐργάσαιντο μήθ’ ὑμῶν μηδένα, ἀλλ’ εὖνοι ὄντες | |
5 | εἰσῆλθον εἰς τὸ βουλευτήριον, ὧν εἷς ὢν οὑτοσὶ τυγχάνει | |
---|---|---|
Or20.2 | Πολύστρατος. οὗτος γὰρ ᾑρέθη μὲν ὑπὸ τῶν φυλετῶν ὡς χρηστὸς ὢν ἀνὴρ καὶ περὶ τοὺς δημότας καὶ περὶ τὸ πλῆ‐ θος τὸ ὑμέτερον· κατηγοροῦσι δὲ αὐτοῦ ὡς οὐκ εὔνους ἦν τῷ πλήθει τῷ ὑμετέρῳ, αἱρεθεὶς ὑπὸ τῶν φυλετῶν, οἳ | |
5 | ἄριστ’ 〈ἂν〉 διαγνοῖεν περὶ σφῶν αὐτῶν ὁποῖοί τινές εἰσιν. | |
Or20.3 | οὗτος δὲ τίνος ἂν ἕνεκα ὀλιγαρχίας ἐπεθύμησε; πότερον ὡς ἡλικίαν εἶχε λέγων τι διαπράττεσθαι παρ’ ὑμῖν, ἢ τῷ σώματι πιστεύων, ἵνα ὑβρίζοι εἰς τῶν ὑμετέρων τινά; ἀλλ’ ὁρᾶτε αὐτοῦ τὴν ἡλικίαν, ᾗ καὶ τοὺς ἄλλους ἱκανός | |
Or20.4 | ἐστιν ἀποτρέπειν τούτων. ὅστις μὲν οὖν ἄτιμος ὤν, κακόν τι ἐργασάμενος ἐν τῷ πρόσθεν χρόνῳ, ἑτέρας πολιτείας ἐπεθύμησε, διὰ τὰ πρόσθεν ἁμαρτήματα αὑτοῦ ἕνεκ’ ἂν ἔπραττε· τούτῳ δὲ τοιοῦτον οὐδὲν ἡμάρτητο, ὥστε αὑτοῦ | |
5 | ἕνεκα μισεῖν τὸ πλῆθος τὸ ὑμέτερον, ἢ τῶν παίδων. ὁ μὲν γὰρ ἐν Σικελίᾳ ἦν, οἱ δ’ ἐν Βοιωτοῖς· ὥστε μηδὲ τούτων ἕνεκα ἑτέρας πολιτείας ἐπιθυμῆσαι [διὰ τὰ πρόσθεν ἁμαρ‐ | 378 |
Or20.5 | τήματα]. καὶ κατηγοροῦσι μὲν αὐτοῦ ὡς πολλὰς ἀρχὰς ἦρξεν, ἀποδεῖξαι δὲ οὐδεὶς οἷός τέ ἐστιν ὡς οὐ καλῶς ἦρξεν. ἐγὼ δ’ ἡγοῦμαι οὐ τούτους ἀδικεῖν ἐν τοῖς πράγμασιν ἐκεί‐ νοις, ἀλλ’ εἴ τις ὀλίγας ἄρξας ἀρχὰς μὴ τὰ ἄριστα ἦρξε | |
5 | τῇ πόλει. οὐ γὰρ οἱ καλῶς ἄρχοντες προὐδίδοσαν τὴν πό‐ | |
Or20.6 | λιν, ἀλλ’ οἱ μὴ δικαίως. οὗτος δὲ πρῶτον μὲν ἄρξας ἐν Ὠρωπῷ οὔτε προέδωκε οὔθ’ ἑτέραν πολιτείαν κατέστησε, τῶν ἄλλων ἁπάντων, ὅσοι ἦρχον, καταπροδόντων τὰ πράγ‐ ματα. οἱ δ’ οὐχ ὑπέμειναν, καταγνόντες σφῶν αὐτῶν ἀδι‐ | |
Or20.7 | κεῖν· ὁ δὲ ἡγούμενος μηδὲν ἠδικηκέναι δίκην δίδωσι. καὶ τοὺς μὲν ἀδικοῦντας οἱ κατήγοροι ἐκκλέπτουσιν, ἀργύριον λαμβάνοντες· παρ’ ὧν δ’ ἂν μὴ κερδαίνωσιν, ἀδικοῦντας ἀποφαίνουσι. καὶ ὁμοίας τὰς κατηγορίας ποιοῦνται τῶν τε | |
5 | εἰπόντων γνώμην τινὰ ἐν τῇ βουλῇ καὶ τῶν μή. οὗτος δὲ | |
Or20.8 | οὐδὲ γνώμην οὐδεμίαν εἶπε περὶ τοῦ ὑμετέρου πλήθους. ἐγὼ δ’ ἡγοῦμαι ἀξίους εἶναι τούτους μηδὲν πάσχειν ὑφ’ ὑμῶν κακόν, εἰ ὑμῖν μὲν εὖνοι ἦσαν, ἐκείνοις δὲ 〈οὐκ〉 ἀπηχθά‐ νοντο. τῶν γὰρ λεγόντων ἐναντία ἐκείνοις οἱ μὲν ἔφευγον | |
5 | οἱ δὲ ἀπέθνῃσκον, ὥστ’ εἴ τις καὶ ἐβούλετο ἐναντιοῦσθαι ὑπὲρ ὑμῶν, τὸ δέος καὶ ὁ φόβος τῶν πεπονθότων ἀπέ‐ | |
Or20.9 | τρεπε πάντας. ὥστε οἱ πολλοὶ πάντα ἀπεγίγνωσκον αὐτῶν· τοὺς μὲν γὰρ ἐξήλαυνον αὐτῶν, τοὺς δὲ ἀπεκτίννυσαν. οἳ δὲ ἐκείνων ἔμελλον ἀκροᾶσθαι καὶ μηδὲν ἐπιβουλεύειν μηδὲ ἐξαγγέλλειν, τούτους ἂν καθίσταντο. ὥστε οὐκ ἂν ῥᾳδίως | |
5 | μετέστη ἂν ὑμῖν ἡ πολιτεία. οὔκουν δίκαιοί εἰσιν, ὧν ὑμῖν | |
Or20.10 | εὖνοι ἦσαν, τούτων δίκην διδόναι. δεινὸν δέ μοι δοκεῖ | |
εἶναι, εἰ τοῖς εἰποῦσι περὶ τὸ πλῆθος τὸ ὑμέτερον μὴ τὰ ἄριστα ὁ μηδὲν εἰπὼν ταὐτὰ πείσεται, καὶ ἐν μὲν ἑβδο‐ μήκοντα ἔτεσιν οὐδὲν ἐξήμαρτεν εἰς ὑμᾶς, ἐν ὀκτὼ δ’ ἡμέ‐ | 379 | |
5 | ραις, καὶ οἱ μὲν τὸν βίον ἅπαντα πονηροὶ ὄντες χρηστοὶ ἐν τῷ λογιστηρίῳ γεγένηνται, πείσαντες τοὺς κατηγόρους, | |
Or20.11 | οἳ δ’ ἀεὶ ὑμῖν χρηστοὶ ἦσαν, οὗτοι πονηροί. Καίτοι ἔν γε ταῖς πρότερον κατηγορίαις τά τε ἄλλα κατηγόρησαν ψευδῆ τοῦ πατρός, καὶ συγγενῆ Φρύνιχον αὐτοῦ εἶναι ἔφησαν. καίτοι εἴ τις βούλεται, ἐν τῷ λόγῳ τῷ ἐμῷ μαρτυρησάτω | |
5 | ὡς ἀναγκαῖον ὄντα Φρυνίχῳ. ἀλλὰ γὰρ ψευδῆ κατηγό‐ ρουν. ἀλλὰ μὴν οὐδ’ ἐκ παιδείας φίλος ἦν αὐτῷ· ὁ μὲν γὰρ ἐν ἀγρῷ πένης ὢν ἐποίμαινεν, ὁ δὲ πατὴρ ἐν τῷ ἄστει | |
Or20.12 | ἐπαιδεύετο. καὶ ἐπειδὴ ἀνὴρ ἐγένετο, ὁ μὲν ἐγεώργει, ὁ δ’ ἐλθὼν εἰς τὸ ἄστυ ἐσυκοφάντει, ὥστε μηδὲν ὁμολογεῖν τῷ τρόπῳ τῷ ἀλλήλων. καὶ ὅτ’ ἐξέτινε τῷ δημοσίῳ, οὐκ εἰσήνεγκεν αὐτῷ τὸ ἀργύριον· καίτοι ἐν τοῖς τοιούτοις μά‐ | |
5 | λιστα δηλοῦσιν οἳ ἂν φίλοι ὦσιν. εἰ δ’ ἦν δημότης, οὐ δίκαιος διὰ τοῦτο βλάπτεσθαί ἐστιν ὁ πατήρ, εἰ μὴ καὶ | |
Or20.13 | ὑμεῖς ἀδικεῖτε, ὅτι ὑμῶν ἐστι πολίτης. Πῶς δ’ ἄν 〈τισ〉 γένοιτο δημοτικώτερος, ἢ ὅστις ὑμῶν ψηφισαμένων πεν‐ τακισχιλίοις παραδοῦναι τὰ πράγματα καταλογεὺς ὢν ἐνα‐ κισχιλίους κατέλεξεν, ἵνα μηδεὶς αὐτῷ διάφορος εἴη τῶν | |
5 | δημοτῶν, ἀλλ’ ἵνα τὸν μὲν βουλόμενον γράφοι, εἰ δέ τῳ μὴ οἷόν τ’ εἴη, χαρίζοιτο. καίτοι οὐχ οἳ ἂν πλείους τοὺς πολίτας ποιῶσιν, οὗτοι καταλύουσι τὸν δῆμον, ἀλλ’ οἳ ἂν | |
Or20.14 | ἐκ πλειόνων ἐλάττους. οὗτος δὲ οὔτε ὀμόσαι ἤθελεν οὔτε καταλέγειν, ἀλλ’ αὐτὸν ἠνάγκαζον, ἐπιβολὰς ἐπιβάλλοντες καὶ ζημιοῦντες· ἐπεὶ δὲ ἠναγκάσθη καὶ ὤμοσε τὸν ὅρκον, ὀκτὼ ἡμέρας εἰσελθὼν εἰς τὸ βουλευτήριον ἐξέπλει εἰς | 380 |
5 | Ἐρέτριαν, καὶ ἐδόκει ἐκεῖ τὴν ψυχὴν οὐ πονηρὸς εἶναι ἐν ταῖς ναυμαχίαις, καὶ τετρωμένος δεῦρ’ ἦλθε, καὶ ἤδη μετεπεπτώκει τὰ πράγματα. καὶ οὗτος μὲν οὔτ’ εἰπὼν γνώ‐ μην οὐδεμίαν, οὔτε πλέον ὀκτὼ ἡμερῶν ἐλθὼν εἰς τὸ βου‐ λευτήριον ὦφλε χρήματα τοσαῦτα· τῶν δ’ εἰπόντων ὑμῖν | |
10 | τἀναντία καὶ διὰ τέλους ἐν τῷ βουλευτηρίῳ ὄντων πολλοὶ | |
Or20.15 | ἀποπεφεύγασι. καὶ οὐ φθονῶν τούτοις λέγω, ἀλλ’ ἡμᾶς ἐλεῶν· οἱ μὲν γὰρ δοκοῦντες ἀδικεῖν ἐξῃτημένοι εἰσὶν ὑπὸ τῶν ὑμῖν προθύμων ἐν τοῖς πράγμασι γενομένων, οἱ δ’ ἠδι‐ κηκότες ἐκπριάμενοι τοὺς κατηγόρους οὐδ’ ἔδοξαν ἀδικεῖν. | |
Or20.16 | πῶς ἂν οὖν οὐκ ἂν δεινὰ πάσχοιμεν; καὶ κατηγοροῦσι μὲν τῶν τετρακοσίων, ὅτι ἦσαν κακοί· καίτοι ὑμεῖς αὐτοὶ πει‐ σθέντες ὑπὸ τούτων παρέδοτε τοῖς πεντακισχιλίοις, καὶ εἰ αὐτοὶ τοσοῦτοι ὄντες ἐπείσθητε, ἕνα ἕκαστον τῶν τε‐ | |
5 | τρακοσίων οὐ χρῆν πεισθῆναι; ἀλλ’ οὐχ οὗτοι ἀδικοῦσιν, ἀλλ’ οἳ ὑμᾶς ἐξηπάτων καὶ κακῶς ἐποίουν. οὗτος δ’ ἐν πολλοῖς δηλοῖ ὑμῖν 〈εὐνοῶν καὶ〉 ὅτι, εἴ πέρ τι νεωτερί‐ ζειν ἐβούλετο εἰς τὸ ὑμέτερον πλῆθος, οὐκ ἄν ποτ’ [ἐν] ὀκτὼ ἡμέρας, εἰσελθὼν εἰς τὸ βουλευτήριον, ᾤχετο ἐκ‐ | |
Or20.17 | πλέων. ἀλλ’ εἴποι ἄν τις ὅτι κερδαίνειν ἐπιθυμῶν ἐξέπλευ‐ σεν, ὥσπερ ἔνιοι ἥρπαζον καὶ ἔφερον. οὐδεὶς τοίνυν ἂν εἴποι ὁτιοῦν ὡς τῶν ὑμετέρων ἔχει, ἀλλὰ πάντα μᾶλλον κατη‐ | |
γοροῦσιν ἢ εἰς τὴν ἀρχήν. καὶ οἱ κατήγοροι τότε μὲν οὐδαμῇ | 381 | |
5 | εὖνοι ὄντες ἐφαίνοντο τῷ δήμῳ οὐδὲ ἐβοήθουν· νῦν δὲ ἡνίκα αὐτὸς ἑαυτῷ εὐνούστατός ἐστιν ὁ δῆμος, βοηθοῦσι τῷ μὲν | |
Or20.18 | ὀνόματι ὑμῖν, τῷ δὲ ἔργῳ σφίσιν αὐτοῖς. καὶ μὴ θαυμά‐ ζετε, ὦ ἄνδρες δικασταί, ὅτι τοσαῦτα ὦφλε χρήματα. ἔρη‐ μον γὰρ αὐτὸν λαβόντες [αὐτοῦ τε καὶ] ἡμῶν κατηγοροῦν‐ τες εἷλον. τῷ μὲν γὰρ οὐδ’ εἴ τις εἶχε μαρτυρίαν, εἶχε μαρ‐ | |
5 | τυρεῖν διὰ τὸ δέος τὸ τῶν κατηγόρων, τοῖς δὲ καὶ τὰ ψευδῆ | |
Or20.19 | δεδοικότες ἐμαρτύρουν. ἦ δεινά τἂν πάθοιμεν, ὦ ἄνδρες δικασταί, εἰ τοὺς μὲν οὐχ οἵους τε ὄντας ἐξάρνους εἶναι μὴ οὐ χρήματα ἔχειν ὑμῶν, τούτους μὲν ἀφεῖτε ἀνδρὶ ἐξαιτου‐ μένῳ, ἡμῖν δὲ αὐτοῖς τε προθύμοις γεγενημένοις περὶ τὸ | |
5 | πλῆθος τὸ ὑμέτερον, καὶ τοῦ πατρὸς οὐδὲν ὑμᾶς ἠδικη‐ κότος, οὐ χαριεῖσθε. καὶ εἰ μὲν ξένος τις ἐλθὼν ὑμᾶς ἢ χρήματα ᾔτει ἢ εὐεργέτης ἀναγραφῆναι ἠξίου, ἔδοτε ἂν αὐτῷ· ἡμῖν δὲ οὐ δώσετε ἡμᾶς αὐτοὺς ἐπιτίμους [ὑμῖν] | |
Or20.20 | γενέσθαι; εἰ δέ τινες κακόνοι ἐγένοντο εἰς τὰ ὑμέτερα πράγματα ἢ γνώμην μὴ ἐπιτηδείαν εἶπον, οὐχ οἱ ἀπόντες τούτων αἴτιοί εἰσιν, ἐπεὶ καὶ τοὺς παρόντας ὑμεῖς ἀπελύ‐ σατε. οὐδὲ γὰρ εἴ τις τῶν ἐνθάδε μὴ τὰ ἄριστα λέγων | |
5 | πείθει ὑμᾶς, οὐχ ὑμεῖς ἐστε αἴτιοι, ἀλλ’ ὁ ἐξαπατῶν ὑμᾶς. | |
Or20.21 | ἐκεῖνοι δὲ σφῶν αὐτῶν προκαταγνόντες ἀδικεῖν οἴχονται, ἵνα μὴ δοῖεν δίκην· καὶ εἴ τινες ἄλλοι ἀδικοῦσιν, ἧττον μὲν ἐκείνων, ἀδικοῦσι δέ, τὸ δέος αὐτοὺς ποιεῖ τό τε ὑμέ‐ τερον καὶ τὸ τῶν κατηγόρων μὴ ἐπιδημεῖν ἀλλὰ στρα‐ | |
5 | τεύεσθαι, ἵνα ἢ ὑμᾶς πραοτέρους ποιῶσιν ἢ τούτους πεί‐ | |
Or20.22 | θωσιν. οὗτος δὲ ὑμῖν δίκην δέδωκεν, οὐδὲν ὑμᾶς ἀδικῶν, εὐθὺς μετὰ τὰ πράγματα, ὅτε ὑμεῖς τε μάλιστα ἐμέμνησθε | |
τῶν γενομένων καὶ οὗτος ἐλεγχθήσεσθαι ἔμελλε, πιστεύων αὑτῷ μηδὲν ἡμαρτῆσθαι ἀλλ’ ἀγωνιεῖσθαι εὖ μετὰ τοῦ | 382 | |
Or20.23 | δικαίου. ὡς δ’ ἦν δημοτικός, ἐγὼ ὑμῖν ἀποδείξω. πρῶτον μὲν γὰρ ὅσων οὐδεμιᾶς στρατείας ἀπελείφθη, ἀλλ’ ἐστρα‐ τεύετο, ὡς συνειδότες ἂν εἴποιεν οἱ δημόται· καὶ ἐξὸν αὐτῷ τὴν οὐσίαν ἀφανῆ καταστήσαντι μηδὲν ὑμᾶς ὠφελεῖν, | |
5 | εἵλετο μᾶλλον συνειδέναι ὑμᾶς, ἵν’, εἰ καὶ βούλοιτο κακὸς εἶναι, μὴ ἐξείη αὐτῷ, ἀλλ’ εἰσφέροι τε τὰς εἰσφορὰς καὶ λῃτουργοίη. καὶ ἡμᾶς παρεσκεύασεν, ὡς ἂν τῇ πόλει ὠφε‐ | |
Or20.24 | λιμώτατοι εἴημεν. καὶ ἐμὲ μὲν εἰς Σικελίαν ἐξέπεμψεν, ὑμῖν δ’ οὐκ ἦν ..., ὥστ’ εἰδέναι τοὺς ἱππέας, οἷος ἦν τὴν ψυχήν, ἕως τὸ στρατόπεδον σῶν ἦν· ἐπειδὴ δὲ διε‐ φθάρη καὶ ἀνεσώθην εἰς Κατάνην, ἐλῃζόμην ὁρμώμενος | |
5 | ἐντεῦθεν καὶ τοὺς πολεμίους κακῶς ἐποίουν, ὥστε τῇ θεῷ τε τὰς δεκάτας ἐξαιρεθῆναι πλέον ἢ τριάκοντα μνᾶς καὶ τοῖς στρατιώταις εἰς σωτηρίαν, ὅσοι ἐν τοῖς πολεμίοις | |
Or20.25 | ἦσαν. καὶ ἐπειδὴ Καταναῖοι ἠνάγκαζον ὁπλιτεύειν, ὡπλί‐ τευον καὶ οὐδενὸς οὐδ’ ἐνταῦθα κινδύνου ἀπελειπόμην, ὥστ’ εἰδέναι ἅπαντας οἷος ἦν τὴν ψυχὴν ἱππεύων τε καὶ ὁπλιτεύων. 〈ὧν〉 ὑμῖν τοὺς μάρτυρας παρέξομαι. | |
4 | ΜΑΡΤΥΡΕΣ | |
Or20.26 | Ἀκηκόατε μὲν τῶν μαρτύρων, ὦ ἄνδρες δικασταί· οἷος δ’ εἰμὶ περὶ τὸ ὑμέτερον πλῆθος, ἐγὼ ὑμῖν ἀποδείξω. ἀφι‐ κομένου γὰρ ἐκεῖσε Συρακοσίου ὅρκιον ἔχοντος καὶ ἑτοίμου ὄντος ὁρκοῦν καὶ προσιόντος πρὸς ἕνα ἕκαστον τῶν ἐκεῖ | |
5 | ὄντων, ἀντεῖπον εὐθὺς αὐτῷ καὶ ἐλθὼν ὡς Τυδέα διηγού‐ μην ταῦτα, καὶ σύλλογον ἐποίει, καὶ λόγοι οὐκ ὀλίγοι ἦσαν. ὧν δ’ οὖν ἐγὼ εἶπον, καλῶ μάρτυρας. | 383 |
7 | ΜΑΡΤΥΡΕΣ | |
Or20.27 | Σκέψασθε δὴ καὶ τοῦ πατρὸς τὴν ἐπιστολήν, ἣν ἔδω‐ κεν ἀποδοῦναι ἐμοί, πότερα τῷ ὑμετέρῳ πλήθει ἀγαθὰ ἐνῆν ἢ οὔ. τά τε γὰρ οἰκεῖα ἐνεγέγραπτο, καὶ ἔτι, ὅτε κα‐ λῶς ἔχοι τὰ ἐν Σικελίᾳ, ἥκειν. καίτοι ταὐτὰ ὑμῖν συνέ‐ | |
5 | φερε καὶ τοῖς ἐκεῖ· ὥστ’ εἰ μὴ εὔνους ἦν τῇ πόλει καὶ ὑμῖν, οὐκ ἄν ποτε τοιαῦτα ἐπέστελλεν. | |
Or20.28 | Ἀλλὰ μὴν καὶ τὸν ἀδελφὸν τὸν νεώτατον, οἷος εἰς ὑμᾶς ἐστιν, ἐγὼ ἀποδείξω. καταδρομῆς γὰρ γενομένης τῶν φυγάδων, 〈οἳ〉 οὐ μόνον ἐνθάδε ὅ τι οἷοί τ’ ἦσαν κακὸν ἠργάζοντο, ἀλλὰ καὶ ἀπὸ τοῦ τείχους ἔφερον καὶ ἦγον | |
5 | ὑμᾶς, ἐξελάσας ἐκ τῶν ἄλλων ἱππέων ἕνα ἀπέκτεινεν. ὧν ὑμῖν αὐτοὺς μάρτυρας τοὺς παραγενομένους παρέξομαι. | |
6 | ΜΑΡΤΥΡΕΣ | |
Or20.29 | Τὸν δὲ πρεσβύτατον ἀδελφὸν αὐτοὶ οἱ συστρατευόμε‐ νοι ἴσασιν, οἵτινες μετὰ Λέοντος ἦτε ἐν Ἑλλησπόντῳ, ὥστε νομίζειν μηδενὸς ἥττον’ εἶναι ἀνθρώπων τὴν ψυχήν. Καί μοι ἀνάβητε δεῦρο. | |
4 | ΜΑΡΤΥΡΕΣ | |
Or20.30 | Πῶς οὖν οὐ χρὴ χάριν παρ’ ὑμῶν ἀπολαμβάνειν, εἰ | |
τοιοῦτοί ἐσμεν; 〈ἢ〉 ὧν μὲν ὁ πατὴρ διαβέβληται εἰς ὑμᾶς, δικαίως τούτων δεῖ ἡμᾶς ἕνεκα ἀπολέσθαι, [δι’] ὧν δὲ πρόθυμοι εἰς τὴν πόλιν γεγενήμεθα, μηδεμίαν ὠφέλειαν | 384 | |
5 | γενέσθαι; ἀλλ’ οὐ δίκαιον. ἀλλ’ εἰ διὰ τὴν τούτου διαβο‐ λὴν δεῖ ἡμᾶς 〈τι〉 πάσχειν, δίκαιοί ἐσμεν διὰ τὴν ἡμετέραν | |
Or20.31 | προθυμίαν τοῦτόν τε σῶσαι καὶ ἡμᾶς. οὐ γὰρ δὴ ἡμεῖς χρημάτων γε ἕνεκα, ἵνα λάβοιμεν, εὖ ὑμᾶς ἐποιοῦμεν, ἀλλ’ ἵνα, εἴ ποτε κίνδυνος εἴη ἡμῖν, ἐξαιτούμενοι παρ’ ὑμῶν τὴν ἀξίαν χάριν ἀπολάβοιμεν. χρὴ δὲ ὑμᾶς καὶ τῶν ἄλλων | |
5 | ἕνεκα τοιούτους εἶναι, γιγνώσκοντας ὅτι, ἐάν τις πρόθυ‐ μος εἰς ὑμᾶς ᾖ, οὐ μόνον ἡμᾶς ὠφελήσετε· ἡμῶν μὲν γὰρ καὶ πρὶν δεηθῆναι πεπείρασθε, οἷοί ἐσμεν εἰς ὑμᾶς· τοὺς δὲ ἄλλους προθυμοτέρους ποιήσετε, κατ’ ἀξίαν χαριζόμε‐ | |
Or20.32 | νοι, ὅς’ ἄν τις ὑμᾶς εὖ ποιῇ. καὶ μηδαμῶς τοῖς λέγουσι βεβαιώσητε λόγον τὸν πάντων πονηρότατον· λέγεται γὰρ τοὺς κακῶς πεπονθότας μεμνῆσθαι μᾶλλον ἢ τοὺς εὖ. τίς γὰρ ἔτι ἐθελήσει χρηστὸς εἶναι, εἰ ἡττηθήσονται τῶν κα‐ | |
5 | κῶς ὑμᾶς ποιούντων οἱ εὖ ποιοῦντες; ἔχει δ’ ὑμῖν, ὦ ἄν‐ δρες δικασταί, οὕτως. περὶ ἡμῶν γάρ ἐστι ψῆφος ὑμῖν, | |
Or20.33 | καὶ οὐ περὶ χρημάτων. ἕως μὲν γὰρ εἰρήνη, ἦν ἡμῖν φα‐ νερὰ οὐσία, καὶ ἦν ὁ πατὴρ ἀγαθὸς γεωργός· ἐπειδὴ δὲ εἰσέβαλον οἱ πολέμιοι, πάντων τούτων ἐστερήθημεν. ὥστε αὐτῶν τούτων ἕνεκα πρόθυμοι ἦμεν εἰς ὑμᾶς, εἰδότες ὅτι | |
5 | χρήματα μὲν ἡμῖν οὐκ εἴη πόθεν ἐκτείσομεν, αὐτοὶ δὲ | |
Or20.34 | πρόθυμοι ὄντες εἰς ὑμᾶς ἀξιοῦμεν εὑρίσκεσθαι χάριν. καί‐ τοι ὁρῶ μέν γ’ ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἐάν τις παῖδας αὑτοῦ ἀναβιβασάμενος κλάῃ καὶ ὀλοφύρηται, τούς τε παί‐ δας δι’ αὐτὸν εἰ ἀτιμωθήσονται ἐλεοῦντας, καὶ ἀφιέντας | |
5 | τὰς τῶν πατέρων ἁμαρτίας διὰ τοὺς παῖδας, οὓς οὔπω | |
ἴστε εἴτε ἀγαθοὶ εἴτε κακοὶ ἡβήσαντες γενήσονται· ἡμᾶς δ’ ἴστε ὅτι πρόθυμοι γεγενήμεθα εἰς ὑμᾶς, καὶ τὸν πατέρα οὐδὲν ἡμαρτηκότα. ὥστε πολλῷ δικαιότεροί ἐστε, ὧν πε‐ πείρασθε, τούτοις χαρίσασθαι, ἢ οὓς οὐκ ἴστε ὁποῖοί τινες | 385 | |
Or20.35 | ἔσονται. πεπόνθαμεν δὲ τοὐναντίον τοῖς ἄλλοις ἀνθρώποις. οἱ μὲν γὰρ ἄλλοι τοὺς παῖδας παραστησάμενοι ἐξαιτοῦν‐ ται ὑμᾶς, ἡμεῖς δὲ τὸν πατέρα τουτονὶ [καὶ ἡμᾶς] ἐξαι‐ τούμεθα, μὴ ἡμᾶς ἀντὶ μὲν ἐπιτίμων ἀτίμους ποιήσητε, | |
5 | ἀντὶ δὲ πολιτῶν ἀπόλιδας· ἀλλὰ ἐλεήσατε καὶ τὸν πατέρα γέροντα ὄντα καὶ ἡμᾶς. εἰ δὲ ἡμᾶς ἀδίκως ἀπολεῖτε, πῶς ἢ οὗτος ἡμῖν ἡδέως συνέσται ἢ ἡμεῖς ἀλλήλοις ἐν τῷ αὐτῷ, ὄντες ὑμῶν τε ἀνάξιοι καὶ τῆς πόλεως; ἀλλ’ ὑμῶν δεό‐ μεθα τρεῖς ὄντες ἐᾶσαι ἡμᾶς ἔτι προθυμοτέρους γενέσθαι. | |
Or20.36 | δεόμεθα οὖν ὑμῶν πρὸς τῶν ὑπαρχόντων ἀγαθῶν ἑκάστῳ, ὅτῳ μὲν εἰσὶν ὑεῖς, τούτων ἕνεκα ἐλεῆσαι, ὅστις 〈δ’〉 ἡμῖν ἡλικιώτης τυγχάνει, διὰ τὸν πατέρα ἐλεήσαντας ἀποψηφί‐ σασθαι· καὶ μὴ ἡμᾶς βουλομένους εὖ ποιεῖν τὴν πόλιν | |
5 | ὑμεῖς κωλύσητε. δεινὰ δ’ ἂν πάθοιμεν, εἰ ὑπὸ τῶν πολε‐ μίων μὲν ἐσώθημεν, οὓς εἰκὸς ἦν διακωλύειν μὴ σῴζεσθαι, | |
παρ’ ὑμῶν δὲ μηδὲ εὑρησόμεθα τὸ σωθῆναι. | 386 |