TLG 0540 019 :: LYSIAS :: Ὑπὲρ τῶν Ἀριστοφάνους χρημάτων, πρὸς τὸ δημόσιον

LYSIAS Orat.
(Atheniensis: 5–4 B.C.)

Ὑπὲρ τῶν Ἀριστοφάνους χρημάτων, πρὸς τὸ δημόσιον

Source: Albini, U. (ed.), Lisia. I discorsi. Florence: Sansoni, 1955: 166–180.

Citation: Section — (line)

Or19
.

t

ΥΠΕΡ ΤΩΝ ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΧΡΗΜΑΤΩΝ, ΠΡΟΣ ΤΟ ΔΗΜΟΣΙΟΝ
Or19
.

1

Πολλήν μοι ἀπορίαν παρέχει ὁ ἀγὼν οὑτοσί, ὦ ἄν‐ δρες δικασταί, ὅταν ἐνθυμηθῶ ὅτι, ἐὰν ἐγὼ μὲν μὴ νῦν εὖ εἴπω, οὐ μόνον ἐγὼ ἀλλὰ καὶ ὁ πατὴρ δόξει ἄδικος εἶναι καὶ τῶν ὄντων ἁπάντων στερήσομαι· ἀνάγκη οὖν,
5εἰ καὶ μὴ δεινὸς πρὸς ταῦτα πέφυκα, βοηθεῖν τῷ πατρὶ
Or19
.

2

καὶ ἐμαυτῷ οὕτως ὅπως ἂν δύνωμαι. «τὴν μὲν οὖν παρα‐ σκευὴν καὶ 〈τὴν〉 προθυμίαν τῶν ἐχθρῶν ὁρᾶτε», καὶ οὐδὲν δεῖ περὶ τούτων λέγειν· τὴν δ’ ἐμὴν ἀπειρίαν πάντες ἴσασιν, ὅσοι ἐμὲ γιγνώσκουσιν. «αἰτήσομαι οὖν ὑμᾶς δί‐
5καια καὶ ῥᾴδια χαρίσασθαι», ἄνευ ὀργῆς καὶ ἡμῶν ἀκοῦ‐
Or19
.

3

σαι, ὥσπερ 〈καὶ〉 τῶν κατηγόρων. «ἀνάγκη γὰρ τὸν ἀπο‐ λογούμενον, κἂν ἐξ ἴσου ἀκροᾶσθε, ἔλαττον ἔχειν. οἱ μὲν γὰρ ἐκ πολλοῦ χρόνου ἐπιβουλεύοντες, αὐτοὶ ἄνευ κινδύ‐ νων ὄντες, τὴν κατηγορίαν ἐποιήσαντο, ἡμεῖς δὲ ἀγωνιζό‐
5μεθα μετὰ δέους καὶ διαβολῆς καὶ κινδύνου 〈τοῦ〉 μεγί‐ στου. εἰκὸς οὖν ὑμᾶς εὔνοιαν πλείω» ἔχειν τοῖς ἀπολογου‐
Or19
.

4

μένοις. οἶμαι γὰρ πάντας ὑμᾶς εἰδέναι «ὅτι πολλοὶ ἤδη πολλὰ καὶ δεινὰ κατηγορήσαντες παραχρῆμα ἐξηλέγχθη‐
σαν ψευδόμενοι οὕτω φανερῶς», ὥστε ὑπὸ πάντων 〈ὑπὲρ〉 τῶν πεπραγμένων μισηθέντες ἀπελθεῖν· «οἱ δ’ αὖ μαρτυρή‐166
5σαντες τὰ ψευδῆ καὶ ἀδίκως ἀπολέσαντες ἀνθρώπους ἑάλω‐
Or19
.

5

σαν, ἡνίκα οὐδὲν ἦν 〈ἔτι〉 πλέον τοῖς πεπονθόσιν. ὅτ’ οὖν τοιαῦτα πολλὰ γεγένηται, ὡς ἐγὼ ἀκούω, εἰκὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, μήπω τοὺς τῶν κατηγόρων λόγους ἡγεῖ‐ σθαι πιστούς», πρὶν ἂν καὶ ἡμεῖς εἴπωμεν. ἀκούω γὰρ ἔγω‐
5γε, καὶ ὑμῶν δὲ τοὺς πολλοὺς οἶμαι εἰδέναι, ὅτι πάντων
Or19
.

6

δεινότατόν ἐστι διαβολή. μάλιστα δὲ τοῦτο ἔχοι ἄν τις ἰδεῖν, ὅταν πολλοὶ ἐπὶ τῇ αὐτῇ αἰτίᾳ εἰς ἀγῶνα καταστῶ‐ σιν. ὡς γὰρ ἐπὶ τὸ πολὺ οἱ τελευταῖοι κρινόμενοι σῴζον‐ ται· πεπαυμένοι γὰρ τῆς ὀργῆς αὐτῶν ἀκροᾶσθε, καὶ τοὺς
5ἐλέγχους ἤδη ἐθέλοντες ἀποδέχεσθε.
Or19
.

7

Ἐνθυμεῖσθε οὖν ὅτι Νικόφημος καὶ Ἀριστοφάνης ἄκριτοι ἀπέθανον, πρὶν παραγενέσθαι τινὰ αὐτοῖς ἐλεγ‐ χομένοις ὡς ἠδίκουν. οὐδεὶς γὰρ οὐδ’ εἶδεν ἐκείνους μετὰ τὴν σύλληψιν· οὐδὲ γὰρ θάψαι τὰ σώματ’ αὐτῶν ἀπέδοσαν,
5ἀλλ’ οὕτω δεινὴ 〈ἡ〉 συμφορὰ γεγένηται ὥστε πρὸς τοῖς
Or19
.

8

ἄλλοις καὶ τούτου ἐστέρηνται. ἀλλὰ ταῦτα μὲν ἐάσω· οὐδὲν γὰρ ἂν περαίνοιμι· πολὺ δὲ ἀθλιώτεροι δοκοῦσί μοι οἱ παῖδες οἱ Ἀριστοφάνους· οὐδένα γὰρ οὔτ’ ἰδίᾳ οὔτε δημοσίᾳ ἠδικηκότες οὐ μόνον τὰ πατρῷα ἀπολωλέκασι
5παρὰ τοὺς νόμους τοὺς ὑμετέρους, ἀλλὰ καὶ ἣ ὑπόλοιπος ἐλπὶς ἦν, ἀπὸ 〈τῶν〉 τοῦ πάππου ἐκτραφῆναι, ἐν οὕτω
Or19
.

9

δεινῷ καθέστηκεν. ἔτι δ’ ἡμεῖς ἐστερημένοι μὲν κηδεστῶν, ἐστερημένοι δὲ τῆς προικός, παιδάρια δὲ τρία ἠναγκα‐ σμένοι τρέφειν, προσέτι συκοφαντούμεθα καὶ κινδυνεύομεν περὶ ὧν οἱ πρόγονοι ἡμῖν κατέλιπον κτησάμενοι ἐκ τοῦ
5δικαίου. καίτοι, ὦ ἄνδρες δικασταί, ὁ ἐμὸς πατὴρ ἐν ἅπαντι
τῷ βίῳ πλείω εἰς τὴν πόλιν ἀνήλωσεν ἢ εἰς αὑτὸν καὶ τοὺς οἰκείους, διπλάσια δὲ ἢ νῦν ἔστιν ἡμῖν, ὡς ἐγὼ λογιζομένῳ167
Or19
.

10

αὐτῷ πολλάκις παρεγενόμην. μὴ οὖν προκαταγιγνώσκετε ἀδικίαν τοῦ εἰς αὑτὸν μὲν μικρὰ δαπανῶντος, ὑμῖν δὲ πολλὰ καθ’ ἕκαστον τὸν ἐνιαυτόν, ἀλλ’ ὅσοι καὶ τὰ πα‐ τρῷα καὶ ἐάν τί ποθεν κερδήνωσιν, εἰς τὰς αἰσχίστας ἡδονὰς
Or19
.

11

εἰθισμένοι εἰσὶν ἀναλίσκειν. χαλεπὸν μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἀπολογεῖσθαι πρὸς δόξαν ἣν ἔνιοι ἔχουσι περὶ τῆς Νικοφήμου οὐσίας, καὶ σπάνιν ἀργυρίου ἣ νῦν ἐστιν ἐν τῇ πόλει, καὶ τοῦ ἀγῶνος πρὸς τὸ δημόσιον ὄντος· ὅμως
5δὲ καὶ τούτων ὑπαρχόντων ῥᾳδίως γνώσεσθε ὅτι οὐκ ἀληθῆ ἐστι τὰ κατηγορημένα. δέομαι δ’ ὑμῶν πάσῃ τέχνῃ καὶ μηχανῇ μετ’ εὐνοίας «ἀκροασαμένους ἡμῶν διὰ τέλους, ὅ τι ἂν ὑμῖν ἄριστον καὶ εὐορκότατον νομίζητε εἶναι, τοῦτο ψηφίσασθαι».
Or19
.

12

Πρῶτον μὲν οὖν, ᾧ τρόπῳ κηδεσταὶ ὑμῖν ἐγένοντο, διδάξω ὑμᾶς. στρατηγῶν γὰρ Κόνων περὶ Πελοπόννησον, τριηραρχήσαντι τῷ ἐμῷ πατρὶ πάλαι φίλος γεγενημένος, ἐδεήθη δοῦναι τὴν 〈ἐμὴν〉 ἀδελφὴν αἰτοῦντι τῷ ὑεῖ τῷ
Or19
.

13

Νικοφήμου. ὁ δὲ ὁρῶν αὐτοὺς ὑπ’ ἐκείνου τε πεπιστευ‐ μένους γεγονότας τε ἐπιεικεῖς τῇ 〈τε〉 πόλει ἔν γε τῷ τότε χρόνῳ ἀρέσκοντας, ἐπείσθη δοῦναι, οὐκ εἰδὼς τὴν ἐσομένην διαβολήν, ἀλλ’ ὅτε καὶ ὑμῶν ὁστισοῦν ἂν ἐκεί‐
5νοις ἠξίωσε κηδεστὴς γενέσθαι, ἐπεὶ ὅτι γε οὐ χρημάτων ἕνεκα, ῥᾴδιον γνῶναι ἐκ τοῦ βίου παντὸς καὶ τῶν ἔργων
Or19
.

14

τῶν τοῦ πατρός. ἐκεῖνος γὰρ ὅτ’ ἦν ἐν τῇ ἡλικίᾳ, παρὸν μετὰ πολλῶν χρημάτων γῆμαι ἄλλην, τὴν ἐμὴν μητέρα ἔλαβεν οὐδὲν ἐπιφερομένην, ὅτι δὲ Ξενοφῶντος ἦν θυγάτηρ
τοῦ Εὐριπίδου ὑέος, ὃς οὐ μόνον ἰδίᾳ χρηστὸς ἐδόκει εἶναι,168
Or19
.

15

ἀλλὰ καὶ στρατηγεῖν αὐτὸν ἠξιώσατε, ὡς ἐγὼ ἀκούω. τὰς τοίνυν ἐμὰς ἀδελφὰς ἐθελόντων τινῶν λαβεῖν ἀπροίκους πάνυ πλουσίων οὐκ ἔδωκεν, ὅτι ἐδόκουν κάκιον γεγονέναι, ἀλλὰ τὴν μὲν Φιλομήλῳ τῷ Παιανιεῖ, ὃν οἱ πολλοὶ βελτίω
5ἡγοῦνται εἶναι ἢ πλουσιώτερον, τὴν δὲ πένητι γεγενημένῳ οὐ διὰ κακίαν, ἀδελφιδῷ δὲ ὄντι Φαίδρῳ 〈τῷ〉 Μυρρι‐ νουσίῳ, ἐπιδοὺς τετταράκοντα μνᾶς, κᾆτ’ Ἀριστοφάνει τὸ
Or19
.

16

ἴσον. πρὸς δὲ τούτοις ἐμοὶ πολλὴν ἐξὸν πάνυ προῖκα λα‐ βεῖν ἐλάττω συνεβούλευσεν, ὥστε εὖ εἰδέναι ὅτι κηδε‐ σταῖς χρησοίμην κοσμίοις καὶ σώφροσι. καὶ νῦν ἔχω γυ‐ ναῖκα τὴν Κριτοδήμου θυγατέρα τοῦ Ἀλωπεκῆθεν, ὃς
5ὑπὸ Λακεδαιμονίων ἀπέθανεν, ὅτε ἡ ναυμαχία ἐγένετο
Or19
.

17

ἐν Ἑλλησπόντῳ. καίτοι, ὦ ἄνδρες δικασταί, ὅστις αὐτός τε ἄνευ χρημάτων ἔγημε τοῖν τε θυγατέροιν πολὺ ἀργύριον ἐπέδωκε τῷ τε ὑεῖ ὀλίγην προῖκα ἔλαβε, πῶς οὐκ εἰκὸς περὶ τούτου πιστεύειν ὡς οὐχ ἕνεκα χρημάτων τούτοις
5κηδεστὴς ἐγένετο;
Or19
.

18

Ἀλλὰ μὴν ὅ γε Ἀριστοφάνης ἤδη ἔχων τὴν γυναῖκα ὅτι πολλοῖς ἂν μᾶλλον ἐχρῆτο ἢ τῷ ἐμῷ πατρί, ῥᾴδιον γνῶναι. ἥ τε γὰρ ἡλικία πολὺ διάφορος, ἥ τε φύσις ἔτι πλέον· ἐκείνῳ μὲν γὰρ παρῆν τὰ ἑαυτοῦ πράττειν, Ἀρι‐
5στοφάνης δὲ οὐ μόνον τῶν ἰδίων ἀλλὰ καὶ τῶν κοινῶν ἐβού‐ λετο ἐπιμελεῖσθαι, καὶ εἴ τι ἦν αὐτῷ ἀργύριον, ἀνήλωσεν
Or19
.

19

ἐπιθυμῶν τιμᾶσθαι. γνώσεσθε δὲ ὅτι ἀληθῆ λέγω ἐξ αὐτῶν ὧν ἐκεῖνος ἔπραττε. πρῶτον μὲν γὰρ βουλομένου Κόνωνος πέμπειν τινὰ εἰς Σικελίαν, ᾤχετο ὑποστὰς μετὰ Εὐνόμου, Διονυσίου φίλου ὄντος καὶ ξένου, τὸ πλῆθος τὸ ὑμέτερον
5πλεῖστα ἀγαθὰ πεποιηκότος, ὡς ἐγὼ ἀκήκοα τῶν ἐν Πει‐
Or19
.

20

ραιεῖ παραγενομένων. ἦσαν δ’ ἐλπίδες τοῦ πλοῦ πεῖσαι Διονύσιον κηδεστὴν μὲν γενέσθαι Εὐαγόρᾳ, πολέμιον δὲ Λακεδαιμονίοις, φίλον δὲ καὶ σύμμαχον τῇ πόλει τῇ ὑμε‐ τέρᾳ. καὶ ταῦτ’ ἔπραττον πολλῶν κινδύνων ὑπαρχόντων169
5πρὸς τὴν θάλατταν καὶ τοὺς πολεμίους, καὶ ἔπεισαν Διονύ‐ σιον μὴ πέμψαι τριήρεις ἃς τότε παρεσκευάσατο Λακεδαι‐
Or19
.

21

μονίοις. μετὰ δὲ ταῦτα ἐπειδὴ οἱ πρέσβεις ἧκον ἐκ Κύπρου ἐπὶ τὴν βοήθειαν, οὐδὲν ἐνέλιπε προθυμίας σπεύδων. ὑμεῖς δὲ 〈δέκα〉 τριήρεις αὐτοῖς ἔδοτε καὶ τἆλλα ἐψηφίσασθε, ἀργυρίου δ’ εἰς τὸν ἀπόστολον ἠπόρουν. ὀλίγα μὲν γὰρ
5ἦλθον ἔχοντες χρήματα, πολλῶν δὲ προσεδεήθησαν· οὐ γὰρ μόνον 〈τοὺσ〉 εἰς τὰς ναῦς, ἀλλὰ καὶ πελταστὰς ἐμι‐
Or19
.

22

σθώσαντο καὶ ὅπλα ἐπρίαντο. Ἀριστοφάνης [δ’] οὖν τῶν χρημάτων τὰ μὲν πλεῖστα αὐτὸς παρέσχεν· ἐπειδὴ δὲ οὐχ ἱκανὰ ἦν, τοὺς φίλους ἔπειθε δεόμενος καὶ ἐγγυώμενος, καὶ τοῦ ἀδελφοῦ τοῦ ὁμοπατρίου ἀποκειμένας παρ’ αὐτῷ τετ‐
5ταράκοντα μνᾶς λαβὼν κατεχρήσατο. τῇ δὲ προτεραίᾳ ἢ ἀνήγετο, εἰσελθὼν ὡς τὸν πατέρα τὸν ἐμὸν ἐκέλευσε χρῆ‐ σαι ὅ τι εἴη ἀργύριον· προσδεῖν γὰρ ἔφη πρὸς τὸν μισθὸν τοῖς πελτασταῖς. ἦσαν δ’ ἡμῖν ἔνδον ἑπτὰ μναῖ· ὁ δὲ καὶ
Or19
.

23

ταύτας λαβὼν κατεχρήσατο. τίνα γὰρ οἴεσθε, ὦ ἄνδρες δι‐ κασταί, φιλότιμον μὲν ὄντα, ἐπιστολῶν δ’ αὐτῷ ἡκουσῶν παρὰ τοῦ πατρὸς μηδενὸς ἀπορήσειν [ἐκ Κύπρου], ᾑρημένον δὲ πρεσβευτὴν καὶ μέλλοντα πλεῖν ὡς Εὐαγόραν, ὑπολιπέ‐
5σθαι ἄν τι τῶν ὄντων, ἀλλ’ οὐχ ἃ ἦν δυνατὸς πάντα παρα‐ σχόντα χαρίσασθαι ἐκείνῳ τε καὶ κομίσασθαι μὴ ἐλάττω; Ὡς τοίνυν ταῦτ’ ἐστὶν ἀληθῆ, κάλει μοι Εὔνομον.
7ΜΑΡΤΥΡΙΑ
〈Κάλει μοι καὶ τοὺς ἄλλους μάρτυρας.170
8ΜΑΡΤΥΡΕΣ〉
Or19
.

24

Τῶν μὲν μαρτύρων ἀκούετε, οὐ μόνον ὅτι ἔχρησαν τὸ 〈ἀργύριον〉 ἐκείνου δεηθέντος, ἀλλὰ καὶ ὅτι ἀπειλήφασιν· ἐκομίσθη γὰρ αὐτοῖς ἐπὶ τῆς τριήρους. Ῥᾴδιον μὲν οὖν ἐκ τῶν εἰρημένων γνῶναι ὅτι τοιού‐
5των καιρῶν συμπεσόντων οὐδενὸς ἂν ἐφείσατο τῶν ἑαυτοῦ·
Or19
.

25

ὃ δὲ μέγιστον τεκμήριον· Δῆμος γὰρ ὁ Πυριλάμπους, τριη‐ ραρχῶν εἰς Κύπρον, ἐδεήθη μου προσελθεῖν αὐτῷ, λέγων ὅτι ἔλαβε 〈μὲν〉 σύμβολον παρὰ βασιλέως τοῦ μεγάλου φιάλην χρυσῆν, δώσει δ’ Ἀριστοφάνει ὡς λαβεῖν ἑκ‐
5καίδεκα μνᾶς ἐπ’ αὐτῇ, ἵν’ ἔχοι ἀναλίσκειν εἰς τὴν τριη‐ ραρχίαν· ἐπειδὴ δὲ εἰς Κύπρον ἀφίκοιτο, λύσεσθαι ἀποδοὺς εἴκοσι μνᾶς· πολλῶν γὰρ ἀγαθῶν καὶ ἄλλων χρημάτων
Or19
.

26

εὐπορήσειν διὰ τὸ σύμβολον ἐν πάσῃ τῇ ἠπείρῳ. Ἀρι‐ στοφάνης τοίνυν ἀκούων μὲν ταῦτα Δήμου, δεομένου δ’ ἐμοῦ, μέλλων δ’ ἄξειν 〈τὸ〉 χρυσίον, τέτταρας δὲ μνᾶς τόκον λήψεσθαι, οὐκ ἔφη εἶναι, ἀλλ’ ὤμνυε καὶ προσδεδα‐
5νεῖσθαι τοῖς ξένοις ἄλλοθεν, ἐπειδὴ ἥδιστ’ 〈ἂν〉 ἀνθρώ‐ πων ἄγειν τε εὐθὺς ἐκεῖνο τὸ σύμβολον καὶ χαρίσασθαι
Or19
.

27

ἡμῖν ἃ ἐδεόμεθα. ὡς δὲ ταῦτ’ ἐστὶν ἀληθῆ, μάρτυρας ὑμῖν παρέξομαι.
2ΜΑΡΤΥΡΕΣ Ὅτι μὲν τοίνυν οὐ κατέλιπεν Ἀριστοφάνης ἀργύριον οὐδὲ χρυσίον, ῥᾴδιον γνῶναι ἐκ τῶν εἰρημένων καὶ μεμαρ‐
5τυρημένων· χαλκώματα δὲ σύμμεικτα οὐ πολλὰ ἐκέκτητο, ἀλλὰ καὶ ὅθ’ εἱστία τοὺς παρ’ Εὐαγόρου πρεσβεύοντας,
αἰτησάμενος ἐχρήσατο. ἃ δὲ κατέλιπεν, ἀναγνώσεται ὑμῖν.171
7ΑΠΟΓΡΑΦΗ ΧΑΛΚΩΜΑΤΩΝ
Or19
.

28

Ἴσως ἐνίοις ὑμῶν, ὦ ἄνδρες δικασταί, δοκεῖ ὀλίγα εἶναι· ἀλλ’ ἐκεῖνο ἐνθυμεῖσθε, ὅτι πρὶν τὴν ναυμαχίαν νικῆ‐ σαι 〈Κόνωνα, Ἀριστοφάνει〉 γῆ μὲν οὐκ ἦν ἄλλ’ ἢ χωρί‐ διον μικρὸν Ῥαμνοῦντι. ἐγένετο δ’ 〈ἡ〉 ναυμαχία ἐπ’ Εὐ‐
Or19
.

29

βουλίδου ἄρχοντος. ἐν οὖν τέτταρσιν ἢ πέντε ἔτεσι, πρότερον μὴ ὑπαρχούσης οὐσίας, χαλεπόν, ὦ ἄνδρες δικασταί, τρα‐ γῳδοῖς τε δὶς χορηγῆσαι, ὑπὲρ αὑτοῦ τε καὶ τοῦ πατρός, καὶ τρία ἔτη συνεχῶς τριηραρχῆσαι, εἰσφοράς τε πολλὰς
5εἰσενηνοχέναι, οἰκίαν τε πεντήκοντα μνῶν πρίασθαι, γῆς τε πλέον ἢ τριακόσια πλέθρα κτήσασθαι· ἔτι δὲ πρὸς τού‐
Or19
.

30

τοις οἴεσθε χρῆναι ἔπιπλα πολλὰ καταλελοιπέναι; ἀλ‐ λ’ οὐδ’ οἱ πάλαι πλούσιοι δοκοῦντες εἶναι ἄξια λόγου ἔχοιεν ἂν ἐξενεγκεῖν· ἐνίοτε γὰρ οὐκ ἔστιν, οὐδ’ ἐάν τις πάνυ ἐπιθυμῇ, πρίασθαι τοιαῦτα 〈ἃ〉 κτησαμένῳ εἰς τὸν
Or19
.

31

λοιπὸν χρόνον ἡδονὴν ἂν παρέχοι. ἀλλὰ τόδε σκοπεῖτε. τῶν ἄλλων, ὅσων ἐδημεύσατε 〈τὰ〉 χρήματα, οὐχ ὅπως σκεύη ἀπέδοσθε, ἀλλὰ καὶ αἱ θύραι ἀπὸ τῶν οἰκημάτων ἀφηρπάσθησαν· ἡμεῖς δὲ ἤδη δεδημευμένων καὶ ἐξελη‐
5λυθυίας τῆς ἐμῆς ἀδελφῆς φύλακα κατεστήσαμεν 〈ἐν〉 τῇ ἐρήμῃ οἰκίᾳ, ἵνα μήτε θυρώματα μήτε ἀγγεῖα μήτε ἄλλο μηδὲν ἀπόλοιτο. ἔπιπλα δὲ ἀπεφαίνετο πλεῖν ἢ χιλίων
Or19
.

32

δραχμῶν, ὅσα οὐδενὸς πώποτ’ ἐλάβετε. πρὸς δὲ τούτοις καὶ πρότερον πρὸς τοὺς συνδίκους καὶ νῦν ἐθέλομεν πίστιν δοῦναι, ἥτις ἐστὶ μεγίστη τοῖς ἀνθρώποις, μηδὲν ἔχειν τῶν Ἀριστοφάνους χρημάτων, ἐνοφείλεσθαι δὲ τὴν προῖκα
5τῆς ἀδελφῆς καὶ 〈τὰσ〉 ἑπτὰ μνᾶς, ἃς ᾤχετο λαβὼν παρὰ172
Or19
.

33

τοῦ πατρὸς τοῦ ἐμοῦ. πῶς ἂν οὖν εἶεν ἄνθρωποι ἀθλιώ‐ τεροι, ἢ εἰ τὰ σφέτερ’ αὐτῶν ἀπολωλεκότες δοκοῖεν τἀκεί‐ νων ἔχειν; ὃ δὲ πάντων δεινότατον, τὴν ἀδελφὴν ὑποδέ‐ ξασθαι παιδία ἔχουσαν πολλά, καὶ ταῦτα τρέφειν, μη‐
5δ’ αὐτοὺς ἔχοντας μηδέν, ἐὰν ὑμεῖς τὰ ὄντ’ ἀφέλησθε.
Or19
.

34

Φέρε πρὸς θεῶν Ὀλυμπίων· οὕτω γὰρ σκοπεῖτε, ὦ 〈ἄνδρεσ〉 δικασταί. εἴ τις ὑμῶν ἔτυχε δοὺς Τιμοθέῳ τῷ Κόνωνος τὴν θυγατέρα ἢ τὴν ἀδελφήν, καὶ ἐκείνου ἀπο‐ δημήσαντος καὶ ἐν διαβολῇ γενομένου ἐδημεύθη ἡ οὐσία,
5καὶ μὴ ἐγένετο τῇ πόλει πραθέντων ἁπάντων τέτταρα τά‐ λαντα ἀργυρίου, διὰ τοῦτο ἠξιοῦτε ἂν ἐκείνου καὶ τοὺς προσήκοντας ἀπολέσθαι, ὅτι οὐδὲ πολλοστὸν μέρος τῆς
Or19
.

35

δόξης τῆς παρ’ ὑμῖν ἐφάνη τὰ χρήματα; ἀλλὰ μὴν τοῦτό γε πάντες ἐπίστασθε Κόνωνα μὲν ἄρχοντα, Νικόφημον δὲ ποιοῦντα ὅ τι ἐκεῖνος προστάττοι. τῶν οὖν ὠφελειῶν Κό‐ νωνα εἰκὸς πολλοστὸν μέρος ἄλλῳ τινὶ μεταδιδόναι, ὥστ’ εἰ
5οἴονται πολλὰ γενέσθαι Νικοφήμῳ, ὁμολογήσειαν 〈ἂν〉 τὰ
Or19
.

36

Κόνωνος εἶναι πλεῖν ἢ δεκαπλάσια. ἔτι δὲ φαίνονται οὐδὲν πώποτε διενεχθέντες, ὥστε εἰκὸς καὶ περὶ τῶν χρημάτων ταὐτὰ γνῶναι, ἱκανὰ μὲν ἐνθάδε τῷ ὑεῖ ἑκάτερον καταλι‐ πεῖν, τὰ δὲ ἄλλα παρ’ αὑτοῖς ἔχειν· ἦν γὰρ Κόνωνι μὲν
5ὑὸς ἐν Κύπρῳ καὶ γυνή, Νικοφήμῳ δὲ γυνὴ καὶ θυγάτηρ, ἡγοῦντο δὲ καὶ τὰ ἐκεῖ ὁμοίως σφίσιν εἶναι σᾶ ὥσπερ καὶ
Or19
.

37

τὰ ἐνθάδε. πρὸς δὲ τούτοις ἐνθυμεῖσθε ὅτι καὶ εἴ τις μὴ κτησάμενος ἀλλὰ παρὰ τοῦ πατρὸς παραλαβὼν τοῖς παισὶ
διένεμεν, οὐκ ἐλάχιστα ἂν αὑτῷ ὑπέλιπε· βούλονται γὰρ πάντες ὑπὸ τῶν παίδων θεραπεύεσθαι ἔχοντες χρήματα173
5μᾶλλον ἢ ἐκείνων δεῖσθαι ἀποροῦντες.
Or19
.

38

Νῦν τοίνυν εἰ δημεύσαιτε τὰ τοῦ Τιμοθέου, —ὃ μὴ γένοιτο, εἰ μή τι μέλλει μέγα ἀγαθὸν ἔσεσθαι τῇ πόλει —, ἐλάττω δ’ εἰ ἐξ αὐτῶν λάβοιτ’ ἢ ἐκ τῶν Ἀριστοφά‐ νους γεγένηται, τούτου ἕνεκα 〈ἂν〉 ἠξιοῦτε τοὺς ἀναγ‐
Or19
.

39

καίους τοὺς ἐκείνου τὰ σφέτερ’ αὐτῶν ἀπολέσαι; ἀλλ’ οὐκ εἰκός, ὦ ἄνδρες δικασταί· ὁ γὰρ Κόνωνος θάνατος καὶ αἱ διαθῆκαι, ἃς διέθετο ἐν Κύπρῳ, σαφῶς ἐδήλωσαν ὅτι πολλοστὸν μέρος ἦν τὰ χρήματα ὧν ὑμεῖς προσεδοκᾶτε·
5τῇ μὲν γὰρ Ἀθηναίᾳ καθιέρωσεν εἰς ἀναθήματα καὶ τῷ
Or19
.

40

Ἀπόλλωνι εἰς Δελφοὺς πεντακισχιλίους στατῆρας· τῷ δὲ ἀδελφιδῷ τῷ ἑαυτοῦ, ὃς ἐφύλαττεν αὐτῷ καὶ ἐταμίευε πάντα τὰ ἐν Κύπρῳ, ἔδωκεν ὡς μυρίας δραχμάς, τῷ δὲ ἀδελφῷ τρία τάλαντα· τὰ δὲ λοιπὰ τῷ ὑεῖ κατέλιπε,
5τάλαντα ἑπτακαίδεκα. τούτων δὲ κεφάλαιον γίγνεται περὶ
Or19
.

41

τετταράκοντα τάλαντα. καὶ οὐδενὶ οἷόν τε εἰπεῖν ὅτι διηρπάσθη ἢ ὡς οὐ δικαίως ἀπεφάνθη· αὐτὸς γὰρ ἐν τῇ νόσῳ ὢν εὖ φρονῶν διέθετο. Καί μοι κάλει τούτων μάρτυρας.
4ΜΑΡΤΥΡΕΣ
Or19
.

42

Ἀλλὰ μὴν ὁστισοῦν, ὦ ἄνδρες δικασταί, πρὶν ἀμφό‐ τερα δῆλα γενέσθαι, πολλοστὸν μέρος τὰ Νικοφήμου τῶν Κόνωνος χρημάτων ᾠήθη ἂν εἶναι. Ἀριστοφάνης τοίνυν γῆν μὲν καὶ οἰκίαν ἐκτήσατο πλεῖν ἢ πέντε ταλάντων, κα‐
5τεχορήγησε δὲ ὑπὲρ αὑτοῦ καὶ τοῦ πατρὸς πεντακισχιλίας174
Or19
.

43

δραχμάς, τριηραρχῶν δὲ ἀνήλωσεν ὀγδοήκοντα μνᾶς. εἰσε‐ νήνεκται δὲ ὑπὲρ ἀμφοτέρων οὐκ ἔλαττον μνῶν τετταρά‐ κοντα. εἰς δὲ τὸν ἐπὶ Σικελίας πλοῦν ἀνήλωσεν ἑκατὸν μνᾶς. εἰς δὲ τὸν ἀπόστολον τῶν τριήρων, ὅτε οἱ Κύπριοι
5ἦλθον καὶ ἔδοτε αὐτοῖς τὰς δέκα ναῦς, καὶ τῶν πελτα‐ στῶν τὴν μίσθωσιν καὶ τῶν ὅπλων τὴν ὠνὴν παρέσχε τρισ‐ μυρίας δραχμάς. καὶ τούτων κεφάλαιον πάντων γίγνεται
Or19
.

44

μικροῦ λείποντος πεντεκαίδεκα τάλαντα. ὥστε οὐκ ἂν εἰκό‐ τως ἡμᾶς αἰτιάσαισθε, ἐπεὶ τῶν Κόνωνος, τῶν ὁμολογου‐ μένων δικαίως ἀποφανθῆναι ὑπ’ αὐτοῦ ἐκείνου, πολλαπλα‐ σίων δοκούντων πλεῖν ἢ τρίτον μέρος φαίνεται τὰ Ἀριστο‐
5φάνους. καὶ οὐ προσλογιζόμεθα ὅσα αὐτὸς ἐν Κύπρῳ ἔσχε Νικόφημος, οὔσης αὐτῷ ἐκεῖ γυναικὸς καὶ θυγατρός.
Or19
.

45

Ἐγὼ μὲν 〈οὖν〉 οὐκ ἀξιῶ, ὦ ἄνδρες δικασταί, οὕτω πολλὰ καὶ μεγάλα τεκμήρια παρασχομένους ἡμᾶς ἀπολέ‐ σθαι ἀδίκως. ἀκήκοα γὰρ ἔγωγε καὶ τοῦ πατρὸς καὶ ἄλλων πρεσβυτέρων, ὅτι οὐ νῦν μόνον ἀλλὰ καὶ ἐν τῷ ἔμπρο‐
5σθεν χρόνῳ πολλῶν ἐψεύσθητε τῆς οὐσίας, οἳ ζῶντες μὲν πλουτεῖν ἐδόκουν, ἀποθανόντες δὲ πολὺ παρὰ τὴν δόξαν
Or19
.

46

τὴν ὑμετέραν ἐφάνησαν. αὐτίκα Ἰσχομάχῳ, ἕως ἔζη, πάν‐ τες ᾤοντο εἶναι πλεῖν ἢ ἑβδομήκοντα τάλαντα, ὡς ἐγὼ ἀκούω· ἐνειμάσθην δὲ τὼ ὑεῖ οὐδὲ δέκα τάλαντα ἑκάτερος ἀποθανόντος. Στεφάνῳ δὲ τῷ Θάλλου ἐλέγετο εἶναι πλεῖν
5ἢ πεντήκοντα τάλαντα, ἀποθανόντος δ’ ἡ οὐσία ἐφάνη περὶ
Or19
.

47

ἕνδεκα τάλαντα. ὁ τοίνυν Νικίου οἶκος προσεδοκᾶτο εἶναι οὐκ ἔλαττον ἢ ἑκατὸν ταλάντων, καὶ τούτων τὰ πολλὰ ἔνδον [ἦν]· Νικήρατος δὲ ὅτ’ ἀπέθνῃσκεν, ἀργύριον μὲν ἢ χρυσίον οὐδ’ αὐτὸς ἔφη καταλείπειν οὐδέν, ἀλλὰ τὴν
5οὐσίαν ἣν κατέλιπε τῷ ὑεῖ, οὐ πλείονος ἀξία ἐστὶν ἢ τετ‐175
Or19
.

48

τάρων καὶ δέκα ταλάντων. Καλλίας τοίνυν ὁ Ἱππονίκου, ὅτε νεωστὶ ἐτεθνήκει ὁ πατήρ, πλεῖστα τῶν Ἑλλήνων ἐδό‐ κει κεκτῆσθαι, καὶ ὥς φασι, διακοσίων ταλάντων ἐτιμή‐ σατο 〈τὰ〉 αὑτοῦ ὁ πάππος, τὸ δὲ τούτου νῦν τίμημα
5οὐδὲ δυοῖν ταλάντοιν ἐστί. Κλεοφῶντα δὲ πάντες ἴστε, ὅτι πολλὰ ἔτη διεχείρισε τὰ τῆς πόλεως πάντα καὶ προσεδο‐ κᾶτο πάνυ πολλὰ ἐκ τῆς ἀρχῆς ἔχειν· ἀποθανόντος δ’ αὐτοῦ οὐδαμοῦ δῆλα τὰ χρήματα, ἀλλὰ καὶ οἱ προσήκοντες καὶ οἱ κηδεσταί, παρ’ οἷς κατέλιπεν 〈ἄν〉, ὁμολογουμένως πέ‐
Or19
.

49

νητές εἰσι. φαινόμεθα δὴ καὶ τῶν ἀρχαιοπλούτων πολὺ ἐψευσμένοι καὶ τῶν νεωστὶ ἐν δόξῃ γεγενημένων. αἴτιον δέ μοι δοκεῖ εἶναι, ὅτι ῥᾳδίως τινὲς τολμῶσι λέγειν ὡς ὁ δεῖνα ἔκει τάλαντα πολλὰ ἐκ τῆς ἀρχῆς. καὶ ὅσα μὲν
5περὶ τεθνεώτων λέγουσιν, οὐ πάνυ θαυμάζω (οὐ γὰρ ὑπό γε ἐκείνων ἐξελεγχθεῖεν ἄν), ἀλλ’ ὅσα ζώντων ἐπιχειροῦσι
Or19
.

50

καταψεύδεσθαι. αὐτοὶ γὰρ ἔναγχος ἠκούετε ἐν τῇ ἐκκλη‐ σίᾳ, ὡς Διότιμος ἔχοι τάλαντα τετταράκοντα πλείω ἢ ὅσα αὐτὸς ὡμολόγει παρὰ τῶν ναυκλήρων καὶ ἐμπόρων· καὶ ταῦτα, ἐπειδὴ ἦλθεν, ἐκείνου ἀπογράφοντος καὶ χαλεπῶς
5φέροντος ὅτι ἀπὼν διεβάλλετο, οὐδεὶς ἐξήλεγξε, δεομένης μὲν τῆς πόλεως χρημάτων, ἐθέλοντος δὲ ἐκείνου λογίσα‐
Or19
.

51

σθαι. ἐνθυμεῖσθε τοίνυν οἷον ἂν ἐγένετο, εἰ Ἀθηναίων ἁπάν‐ των ἀκηκοότων ὅτι τετταράκοντα τάλαντα ἔχοι Διότιμος, εἶτα ἔπαθέ τι πρὶν καταπλεῦσαι δεῦρο. εἶτα οἱ προσήκον‐ τες ἂν αὐτοῦ ἐν κινδύνῳ ἦσαν τῷ μεγίστῳ, εἰ ἔδει αὐτοὺς
5πρὸς τοσαύτην διαβολὴν ἀπολογεῖσθαι, μὴ εἰδότας μηδὲν
τῶν πεπραγμένων. αἴτιοι οὖν εἰσι καὶ ὑμῖν πολλῶν ἤδη ψευσθῆναι καὶ ἤδη ἀδίκως γέ τινας ἀπολέσθαι οἱ ῥᾳδίως τολμῶντες ψεύδεσθαι καὶ συκοφαντεῖν ἀνθρώπους ἐπιθυ‐176
Or19
.

52

μοῦντες. ἔπειτ’ οἴομαι ὑμᾶς εἰδέναι ὅτι Ἀλκιβιάδης τέτ‐ ταρα ἢ πέντε ἔτη ἐφεξῆς ἐστρατήγει ἐπικρατῶν καὶ νενι‐ κηκὼς Λακεδαιμονίους, καὶ διπλάσια ἐκείνῳ ἠξίουν αἱ πόλεις διδόναι ἢ ἄλλῳ τινὶ τῶν στρατηγῶν, ὥστ’ ᾤοντο
5εἶναί τινες αὐτῷ πλεῖν ἢ ἑκατὸν τάλαντα. ὁ δ’ ἀποθανὼν ἐδήλωσεν ὅτι οὐκ ἀληθῆ ταῦτα ἦν· ἐλάττω γὰρ οὐσίαν κατέλιπε τοῖς παισὶν ἢ αὐτὸς παρὰ τῶν ἐπιτροπευσάν‐ των παρέλαβεν.
Or19
.

53

Ὅτι μὲν οὖν καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ τοιαῦτα ἐγί‐ γνετο, ῥᾴδιον γνῶναι· φασὶ δὲ καὶ τοὺς ἀρίστους καὶ σο‐ φωτάτους μάλιστα ἐθέλειν μεταγιγνώσκειν. εἰ οὖν δοκοῦ‐ μεν εἰκότα λέγειν καὶ ἱκανὰ τεκμήρια παρέχεσθαι, ὦ ἄνδρες
5δικασταί, πάσῃ τέχνῃ καὶ μηχανῇ ἐλεήσατε· ὡς ἡμεῖς τῆς μὲν διαβολῆς οὕτω μεγάλης οὔσης ἀεὶ προσεδοκῶμεν κρα‐ τήσειν μετὰ τοῦ ἀληθοῦς· ὑμῶν δὲ μηδενὶ τρόπῳ ἐθελη‐ σάντων πεισθῆναι οὐδ’ ἐλπὶς οὐδεμία σωτηρίας ἐδόκει ἡμῖν
Or19
.

54

εἶναι. ἀλλὰ πρὸς θεῶν Ὀλυμπίων, ὦ ἄνδρες δικασταί, βού‐ λεσθε ἡμᾶς δικαίως σῶσαι μᾶλλον ἢ ἀδίκως ἀπολέσαι, καὶ πιστεύετε τούτοις ἀληθῆ λέγειν, οἳ ἂν καὶ σιωπῶντες ἐν ἅπαντι τῷ βίῳ παρέχωσι σώφρονας σφᾶς αὐτοὺς καὶ
5δικαίους.
Or19
.

55

Περὶ μὲν οὖν αὐτῆς τῆς γραφῆς [καὶ ᾧ τρόπῳ κηδε‐ σταὶ ἡμῖν ἐγένοντο, καὶ ὅτι οὐκ ἐξήρκει τὰ ἐκείνου εἰς τὸν ἔκπλουν, ἀλλὰ καὶ ὡς ἄλλοθεν προσεδανείσατο] ἀκηκόατε καὶ μεμαρτύρηται ὑμῖν· περὶ δ’ ἐμαυτοῦ βραχέα βούλομαι
5ὑμῖν εἰπεῖν. ἐγὼ γὰρ ἔτη γεγονὼς ἤδη τριάκοντα οὔτε τῷ πατρὶ οὐδὲν πώποτε ἀντεῖπον, οὔτε τῶν πολιτῶν οὐδείς μοι ἐνεκάλεσεν, ἐγγύς τε οἰκῶν τῆς ἀγορᾶς οὔτε πρὸς δι‐
καστηρίῳ οὔτε πρὸς βουλευτηρίῳ ὤφθην οὐδεπώποτε, πρὶν177
Or19
.

56

ταύτην τὴν συμφορὰν γενέσθαι. περὶ μὲν οὖν ἐμαυτοῦ το‐ σαῦτα λέγω, περὶ δὲ τοῦ πατρός, ἐπειδὴ ὥσπερ ἀδικοῦντος αἱ κατηγορίαι γεγένηνται, συγγνώμην ἔχετε, ἐὰν λέγω ἃ ἀνήλωσεν εἰς τὴν πόλιν καὶ εἰς τοὺς φίλους· οὐ γὰρ φιλο‐
5τιμίας ἕνεκα ἀλλὰ τεκμήριον ποιούμενος ὅτι οὐ τοῦ αὐτοῦ ἐστιν ἀνδρὸς ἄνευ ἀνάγκης τε πολλὰ ἀναλίσκειν καὶ μετὰ κινδύνου τοῦ μεγίστου ἐπιθυμῆσαι ἔχειν τι τῶν κοινῶν.
Or19
.

57

εἰσὶ δέ τινες οἱ προαναλίσκοντες μόνου τούτου ἕνεκα ἵνα ἄρχειν ὑφ’ ὑμῶν ἀξιωθέντες διπλάσια κομίσωνται. ὁ τοίνυν ἐμὸς πατὴρ ἄρχειν μὲν οὐδεπώποτε ἐπεθύμησε, τὰς δὲ χο‐ ρηγίας ἁπάσας κεχορήγηκε, τετριηράρχηκε δὲ ἑπτάκις,
5εἰσφορὰς δὲ πολλὰς καὶ μεγάλας εἰσενήνοχεν. ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς, καὶ καθ’ ἑκάστην ἀναγνώσεται.
6ΛΗΙΤΟΥΡΓΙΑΙ
Or19
.

58

Ἀκούετε, ὦ ἄνδρες δικασταί, τὸ πλῆθος. πεντήκοντα γὰρ ἔτη ἐστὶν ὅσα ὁ πατὴρ καὶ τοῖς χρήμασι καὶ τῷ σώ‐ ματι τῇ πόλει ἐλῃτούργει. ἐν οὖν τοσούτῳ χρόνῳ δοκοῦντά τι ἐξ ἀρχῆς ἔχειν οὐδεμίαν εἰκὸς δαπάνην πεφευγέναι. ὅμως
5δὲ καὶ μάρτυρας ὑμῖν παρέξομαι.
5ΜΑΡΤΥΡΕΣ
Or19
.

59

Τούτων συμπάντων κεφάλαιόν ἐστιν ἐννέα τάλαντα καὶ δισχίλιαι δραχμαί. ἔτι τοίνυν καὶ ἰδίᾳ τισὶ τῶν πολιτῶν ἀποροῦσι συνεξέδωκε θυγατέρας καὶ ἀδελφάς, τοὺς δ’ ἐλύ‐ σατο ἐκ τῶν πολεμίων, τοῖς δ’ εἰς ταφὴν παρεῖχεν ἀργύ‐
5ριον. καὶ ταῦτ’ ἐποίει ἡγούμενος εἶναι ἀνδρὸς ἀγαθοῦ ὠφε‐
λεῖν τοὺς φίλους, καὶ εἰ μηδεὶς μέλλοι εἴσεσθαι· νῦν δὲ πρέπον ἐστὶ καὶ ὑμᾶς ἀκοῦσαί μου. Καί μοι κάλει τὸν καὶ τόν.178
8ΜΑΡΤΥΡΕΣ
Or19
.

60

Τῶν μὲν οὖν μαρτύρων ἀκηκόατε· ἐνθυμεῖσθε δὲ ὅτι ὀλίγον μὲν χρόνον δύναιτ’ ἄν τις πλάσασθαι τὸν τρόπον τὸν αὑτοῦ, ἐν ἑβδομήκοντα δὲ ἔτεσιν οὐδ’ ἂν εἷς λάθοι πο‐ νηρὸς ὤν. τῷ τοίνυν πατρὶ τῷ ἐμῷ ἄλλα μὲν ἄν τις ἔχοι
5ἐπικαλέσαι ἴσως, εἰς χρήματα δὲ οὐδεὶς οὐδὲ τῶν ἐχθρῶν
Or19
.

61

ἐτόλμησε πώποτε. οὔκουν ἄξιον τοῖς τῶν κατηγόρων λό‐ γοις πιστεῦσαι μᾶλλον ἢ τοῖς ἔργοις, ἃ ἐπράχθη ἐν ἅπαντι τῷ βίῳ, καὶ τῷ χρόνῳ, ὃν ὑμεῖς σαφέστατον ἔλεγχον τοῦ ἀληθοῦς νομίσατε. εἰ γὰρ μὴ ἦν τοιοῦτος, οὐκ ἂν ἐκ πολ‐
5λῶν ὀλίγα κατέλιπεν, ἐπεὶ εἰ νῦν γε ἐξαπατηθείητε ὑπὸ τούτων καὶ δημεύσαιθ’ ἡμῶν τὴν οὐσίαν, οὐδὲ δύο τάλαντα λάβοιτ’ ἄν. ὥστε οὐ μόνον πρὸς δόξαν ἀλλὰ καὶ εἰς χρη‐ μάτων λόγον λυσιτελεῖ μᾶλλον ὑμῖν ἀποψηφίσασθαι· πολὺ
Or19
.

62

γὰρ πλείω ὠφεληθήσεσθ’, ἐὰν ἡμεῖς ἔχωμεν. σκοπεῖτε δὲ ἐκ τοῦ παρεληλυθότος χρόνου, ὅσα φαίνεται ἀνηλωμένα εἰς τὴν πόλιν· καὶ νῦν ἀπὸ τῶν ὑπολοίπων τριηραρχῶ μὲν ἐγώ, τριηραρχῶν δὲ ὁ πατὴρ ἀπέθανεν, πειράσομαι
5δ’, ὥσπερ καὶ ἐκεῖνον ἑώρων, ὀλίγα κατὰ μικρὸν παρα‐ σκευάσασθαι εἰς τὰς κοινὰς ὠφελείας ὥστε τῷ γ’ ἔργῳ πάλαι 〈τῆς πόλεωσ〉 ταῦτ’ ἐστί, καὶ οὐκ ἐγὼ ἀφῃρημένος ἀδικεῖσθαι οἰήσομαι, ὑμῖν δὲ πλείους οὕτως αἱ ὠφέλειαι
Or19
.

63

ἢ εἰ δημεύσαιτε. πρὸς δὲ τούτοις ἄξιον ἐνθυμηθῆναι οἵαν φύσιν εἶχεν ὁ πατήρ. ὅσα γὰρ ἔξω τῶν ἀναγκαίων ἐπεθύ‐ μησεν ἀναλίσκειν πάντα φανήσεται τοιαῦτα ὅθεν καὶ τῇ
πόλει τιμὴ ἔμελλεν ἔσεσθαι. αὐτίκα ὅτε ἵππευεν, οὐ μόνον179
5ἵππους ἐκτήσατο λαμπροὺς ἀλλὰ καὶ ἀθλητὰς 〈οἷσ〉 ἐνίκη‐ σεν Ἰσθμοῖ καὶ Νεμέᾳ, ὥστε τὴν πόλιν κηρυχθῆναι καὶ
Or19
.

64

αὐτὸν στεφανωθῆναι. δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, καὶ τούτων καὶ τῶν ἄλλων μεμνημένους ἁπάντων τῶν εἰρη‐ μένων βοηθεῖν ἡμῖν καὶ μὴ περιιδεῖν ὑπὸ τῶν ἐχθρῶν ἀναι‐ ρεθέντας. καὶ ταῦτα ποιοῦντες τά τε δίκαια ψηφιεῖσθε καὶ
5ὑμῖν αὐτοῖς τὰ συμφέροντα.180