TLG 0540 011 :: LYSIAS :: In Theomnestum 2 [Sp.]

LYSIAS Orat.
(Atheniensis: 5–4 B.C.)

In Theomnestum 2 [Sp.]

Source: Albini, U. (ed.), Lisia. I discorsi. Florence: Sansoni, 1955: 372–374.

Citation: Section — (line)

Or11
.

t

ΚΑΤΑ ΘΕΟΜΝΗΣΤΟΥ Β.
Or11
.

1

Ὅτι μὲν τὸν πατέρα μ’ ἔφασκεν ἀπεκτονέναι, πολλοὶ συνοίδασιν ὑμῶν, καὶ μαρτυροῦσι δέ μοι· ὅτι δὲ οὐ πε‐ ποίηκα· ἔτη γὰρ ἐστί μοι δύο καὶ τριάκοντα, ἐξ οὗ δ’ ὑμεῖς
Or11
.

2

κατήλθετε, εἰκοστὸν τουτί. φαίνομαι οὖν δωδεκαέτης ὤν, ὅτε ὁ πατὴρ ὑπὸ τῶν τριάκοντα ἀπέθνῃσκεν, ὥστ’ οὐδ’ ὅτι ὀλιγαρχία ἦν ᾔδειν, οὐδὲ τῷ πατρὶ βοηθεῖν οἷός τ’ ἦν. ἀλλὰ μὴν οὐδὲ τῶν χρημάτων ἕνεκα ἐπεβούλευσα αὐτῷ· ὁ γὰρ
5πρεσβύτερος ἀδελφὸς πάντα λαβὼν ἀπεστέρησεν ἡμᾶς.
Or11
.

3

Ἴσως δ’ ἐρεῖ ὡς οὐκ ἔστι τῶν ἀπορρήτων, ἐάν τις φῇ τὸν πατέρα ἀπεκτονέναι· τὸν γὰρ νόμον οὐ ταῦτ’ ἀπα‐ γορεύειν, ἀλλ’ ἀνδροφόνον οὐκ ἐᾶν λέγειν. ἐγὼ δ’ οἶμαι δεῖν οὐ περὶ τῶν ὀνομάτων διαφέρεσθαι, ἀλλὰ περὶ τῆς
5τῶν ἔργων διανοίας, καὶ πάντας εἰδέναι ὅτι ὁπόσοι ἀπεκτό‐ νασί τινας, καὶ ἀνδροφόνοι τῶν αὐτῶν εἰσι, καὶ ὅσοι ἀνδρο‐
Or11
.

4

φόνοι τινός, καὶ ἀπεκτόνασι τοῦτον. πολὺ γὰρ ἂν ἔργον εἴη τῷ νομοθέτῃ πάντα γράφειν τὰ ὀνόματα, ὅσα τὴν αὐτὴν δύναμιν ἔχει· ἀλλὰ περὶ ἑνὸς εἰπὼν περὶ πάντων ἐδήλωσεν. οὐ γὰρ δήπου ἐὰν μέν τις πατραλοίαν ἢ μητραλοίαν καλῇ
5σε, ὑπόδικός ἐστιν, ἐὰν δέ τις τὴν τεκοῦσαν ἢ τὸν φυτεύ‐
Or11
.

5

σαντα τύπτειν 〈φῇ〉, ἀζήμιος ἔσται. καὶ ἐάν τις εἴπῃ ῥί‐ ψασπιν, ἀθῷος ἔσται· τὸν γὰρ νόμον, ἐάν τις εἴπῃ ἀπο‐ βεβληκέναι τὴν ἀσπίδα, ζημίαν τάττειν, ἀλλ’ οὐκ ἄν τις ῥῖψαι φῇ αὐτήν. ὁμοίως δ’ ἂν καὶ τῶν ἕνδεκα γενόμενος372
5οὐκ ἂν ἀπεδέχου τὸν ἀπαγόμενον, ὅτι θοἰμάτιον ἐξέδυέ τι‐
Or11
.

6

νος ἢ τὸν χιτωνίσκον, εἰ μὴ λωποδύτην ὠνόμαζεν. οὐδ’ εἴ τις παῖδ’ ἐξῆγεν, εἰ μὴ ἀνδραποδιστήν· καὶ αὐτὸς μὲν ἐδι‐ κάσω κακηγορίας τῷ εἰπόντι σε ῥῖψαι τὴν ἀσπίδα. καίτοι ἐν τῷ νόμῳ οὐ γέγραπται, ἀλλ’ ἐάν τις φῇ ἀποβεβληκέναι.
5πῶς οὖν οὐ δεινόν, ἐὰν μέν τις σὲ εἴπῃ, τοὺς νόμους ἐκλαμ‐ βάνειν οὕτως ὥσπερ ἐγὼ νῦν, καὶ τιμωρεῖσθαι τοὺς ἐχθρούς,
Or11
.

7

ἐὰν δ’ αὐτὸς εἴπῃς, οὐκ ἀξιοῦν δοῦναι δίκην; βοηθήσατε οὖν μοι, ἐνθυμούμενοι ὅτι μεῖζόν ἐστι κακὸν 〈ἀκοῦσαι〉 τὸν πατέρα ἀπεκτονέναι ἢ τὴν ἀσπίδα ῥῖψαι. ἐγὼ γοῦν δεξαίμην 〈ἂν〉 πάσας ἀποβεβληκέναι ἢ τοιαύτην γνώμην
5περὶ τὸν πατέρα ἔχειν. καίτοι γε τοῦτον μὲν ἑώρακα ποιοῦντα, ὡς καὶ ὑμεῖς ἴστε, αὐτὸς δ’ ἔσωσα τὴν ἀσπίδα.
Or11
.

8

ὥστε διὰ τί οὐκ ἂν λάβοιμι δίκην παρ’ αὐτοῦ; τίνος ἐγκλή‐ ματός μοι ὄντος; πότερον ὡς δικαίως ἤκουσα; ἀλλ’ οὐδ’ ἂν αὐτοὶ φήσαιτε. ἀλλ’ ὡς βελτίων οὗτος; ἀλλ’ οὐδ’ ἂν αὐτὸς ἀξιώσειεν. ἀλλ’ ὅτι ἀποβεβληκὼς τὰ ὅπλα σώσαντι δικά‐
5ζομαι; ἀλλ’ οὐχ οὗτος ὁ λόγος διέσπαρται κατὰ τὴν πόλιν.
Or11
.

9

μὴ δὴ κακῶς ἀκούοντα τὰ προσήκοντα ἐλεεῖτε, μηδ’ ὑβρί‐ ζοντί τε καὶ λέγοντι παρὰ τοὺς νόμους συγγνώμην ἔχετε, καὶ ταῦτα εἰς ἄνδρα ὃς πολλὰς μὲν στρατηγίας ἐστρατή‐
γηκε, πολλὰ δὲ μεθ’ ὑμῶν κεκινδύνευκε, καὶ οὔτε τοῖς πο‐373
5λεμίοις ὑποχείριος γέγονεν οὔθ’ ὑμῖν εὔθυναν ὦφλεν, ἑβδο‐ μήκοντα δ’ ἐτῶν ὢν ὑπ’ ὀλιγαρχίᾳ ἐτελεύτησε διὰ τὴν
Or11
.

10

ὑμετέραν εὔνοιαν. ἄξιον δὲ ὀργισθῆναι ὑπὲρ αὐτοῦ· τί γὰρ ἂν τούτου ἀνιαρότερον ἀκούσειεν, εἰ τεθνηκὼς ὑπὸ τῶν ἐχθρῶν αἰτίαν ἔχοι ὑπὸ τῶν τέκνων ἀνῃρῆσθαι; οὗ τῆς ἀρετῆς τὰ μνημεῖα πρὸς τοῖς ὑμετέροις ἱεροῖς ἀνάκειται,
5τῆς δὲ τούτων κακίας πρὸς τοῖς τῶν πολεμίων.
Or11
.

11

Ἐρεῖ δὲ ὡς ὀργισθεὶς εἴρηκεν. ὑμεῖς δ’ ἐνθυμεῖσθε ὅτι ὁ νομοθέτης οὐδεμίαν συγγνώμην ὀργῇ δίδωσιν, ἀλλὰ ζη‐ μιοῖ τὸν λέγοντα, ἐὰν μὴ ἀποδεικνύῃ ἀληθῆ. ἐγὼ δὲ δὶς περὶ τούτου μεμαρτύρηκα· οὐ γὰρ ᾔδειν ὅτι ὑμεῖς τοὺς
5μὲν ἰδόντας τιμωρεῖσθε, τοῖς δὲ ἀποβαλοῦσι συγγνώμην
Or11
.

12

ἔχετε. δέομαι οὖν καταψηφίσασθαι αὐτοῦ· νυνὶ γὰρ διώκω μὲν κακηγορίας, τῇ δ’ αὐτῇ ψήφῳ φόνου φεύγω τοῦ πα‐ τρός, οὗ μείζων ἀγὼν οὐκ ἂν γένοιτό μοι, ὃς μόνος δο‐ κιμασθεὶς τοῖς τριάκοντ’ ἐπεξῆλθον ἐν Ἀρείῳ πάγῳ. βοη‐
5θήσατ’ οὖν κἀκείνῳ κἀμοί.374