TLG 0540 009 :: LYSIAS :: Pro milite [Sp.] LYSIAS Orat. Pro milite [Sp.] Source: Albini, U. (ed.), Lisia. I discorsi. Florence: Sansoni, 1955: 366–370. Citation: Section — (line) | ||
Or9.t | ΥΠΕΡ ΤΟΥ ΣΤΡΑΤΙΩΤΟΥ | |
Or9.1 | Τί ποτε διανοηθέντες οἱ ἀντίδικοι τοῦ μὲν πράγματος παρημελήκασι, τὸν δὲ τρόπον μου ἐπεχείρησαν διαβάλλειν; πότερον ἀγνοοῦντες ὅτι περὶ τοῦ πράγματος προσήκει λέ‐ γειν; ἢ τόδε μὲν ἐπίστανται, ἡγούμενοι δὲ λήσειν περὶ | |
5 | τοῦ παντὸς πλείω λόγον ἢ τοῦ προσήκοντος ποιοῦνται; | |
---|---|---|
Or9.2 | ὅτι μὲν οὐκ ἐμοῦ καταφρονήσαντες ἀλλὰ τοῦ πράγματος τοὺς λόγους ποιοῦνται, σαφῶς ἐπίσταμαι· εἰ μέντοι ὑμᾶς οἴονται δι’ ἄγνοιαν ὑπὸ τῶν διαβολῶν πεισθέντας κατα‐ | |
Or9.3 | ψηφιεῖσθαί μου, τοῦτ’ ἂν θαυμάσαιμι. ᾤμην μὲν οὖν, ὦ ἄνδρες δικασταί, περὶ τοῦ ἐγκλήματος, οὐ περὶ τοῦ τρό‐ που τὸν ἀγῶνά μοι προκεῖσθαι· διαβαλλόντων δέ με τῶν ἀντιδίκων ἀναγκαῖόν ἐστι περὶ πάντων 〈τὴν〉 ἀπολογίαν | |
5 | ποιήσασθαι. πρῶτον μὲν οὖν περὶ τῆς ἀπογραφῆς ὑμᾶς διδάξω. | |
Or9.4 | Ἀφικόμενος προπέρυσιν εἰς τὴν πόλιν, οὔπω δύο μῆ‐ νας ἐπιδεδημηκὼς κατελέγην στρατιώτης. αἰσθόμενος δὲ τὸ πραχθὲν ὑπετοπούμην εὐθέως ἐπὶ μηδενὶ ὑγιεῖ κατει‐ λέχθαι. προσελθὼν οὖν τῷ στρατηγῷ ἐδήλωσα ὅτι ἐστρα‐ | |
5 | τευμένος εἴην, ἔτυχον δὲ οὐδενὸς τῶν μετρίων. προπηλα‐ | |
Or9.5 | κιζόμενος δὲ ἠγανάκτουν μέν, ἡσυχίαν δ’ εἶχον. ἀπορού‐ μενος δὲ καὶ συμβουλευόμενός τινι τῶν πολιτῶν τί χρή‐ σωμαι τῷ πράγματι, ἐπυθόμην ὡς καὶ δήσειν με ἀπει‐ λοῖεν, λέγοντες ὅτι οὐδὲν ἐλάττω χρόνον Καλλικράτους | 366 |
5 | Πολύαινος ἐνδημοίη. κἀμοὶ μὲν τὰ προειρημένα διείλεκτο | |
Or9.6 | ἐπὶ τῇ Φιλίου τραπέζῃ· οἱ δὲ μετὰ Κτησικλέους τοῦ ἄρχον‐ τος, ἀπαγγείλαντός τινος ὡς ἐγὼ λοιδοροῖμι, τοῦ νόμου ἀπαγορεύοντος ἐάν τις ἀρχὴν ἐν συνεδρίῳ λοιδορῇ, παρὰ τὸν νόμον ζημιῶσαι ἠξίωσαν. ἐπιβαλόντες δὲ τὸ ἀργύριον | |
5 | πράξασθαι μὲν οὐκ ἐπεχείρησαν, ἐξιούσης δὲ τῆς ἀρχῆς | |
Or9.7 | γράψαντες εἰς λεύκωμα τοῖς ταμίαις παρέδοσαν. οἵδε μὲν τάδε διεπράξαντο· οἱ δὲ ταμίαι οὐδὲν ὅμοιον τοῖσδε δια‐ νοηθέντες, ἀνακαλεσάμενοι [δὲ] τοὺς παραδόντας τὴν γρα‐ φήν, ἐσκοποῦντο τῆς αἰτίας τὴν πρόφασιν. ἀκούσαντες δὲ | |
5 | τὸ γεγενημένον, ἐννοούμενοι οἷα πεπονθὼς ἦν, τὸ μὲν πρῶ‐ τον ἔπειθον αὐτοὺς ἀφεῖναι, διδάσκοντες ὡς οὐκ ἐπιεικὲς εἴη τῶν πολιτῶν τινας διὰ τὰς ἔχθρας ἀναγράφεσθαι, ἀποροῦντες δὲ μεταπεῖσαι αὐτούς, τὸν παρ’ ὑμῶν κίνδυνον ὑποστάντες ἄκυρον τὴν ζημίαν ἔκριναν ... | |
Or9.8 | Ὅτι μὲν οὖν ἀφείθην ὑπὸ τῶν ταμιῶν, ἐπίστασθε· προ‐ σήκειν δὲ ἡγούμενος καὶ διὰ ταύτην τὴν ἀπόδειξιν ἀπηλ‐ λάχθαι τοῦ ἐγκλήματος, ἔτι πλείονας καὶ νόμους καὶ ἄλλας δικαιώσεις παρασχήσομαι. Καί μοι λαβὲ τὸν νόμον. | |
4 | ΝΟΜΟΣ | |
Or9.9 | Τοῦ μὲν νόμου διαρρήδην ἀγορεύοντος τοὺς ἐν τῷ συνε‐ | |
δρίῳ λοιδοροῦντας ζημιοῦν ἀκηκόατε· ἐγὼ δ’ ὅτι μὲν οὐκ εἰσῆλθον εἰς τὸ ἀρχεῖον, μάρτυρας παρεσχόμην, ἀδίκως δὲ | 367 | |
Or9.10 | ζημιωθεὶς οὔτ’ ὀφείλω οὔτ’ ἐκτεῖσαι δίκαιός εἰμι. εἰ γὰρ φανερός εἰμι μὴ ἐλθὼν εἰς τὸ συνέδριον, ὁ δὲ νόμος τοὺς ἐντὸς πλημμελοῦντας ἀγορεύει τὴν ζημίαν ὀφείλειν, ἠδι‐ κηκὼς μὲν οὐδὲν φαίνομαι, ἔχθρᾳ δὲ ἄνευ τούτου παρα‐ | |
Or9.11 | λόγως ζημιωθείς. συνέγνωσαν δὲ καὶ αὐτοὶ σφίσιν ὡς ἠδι‐ κηκότες· οὔτε γὰρ εὐθύνας ὑπέσχον, οὔτε εἰς δικαστήριον εἰσελθόντες τὰ πραχθέντα ψήφῳ κύρια κατέστησαν. εἰ δ’ οὖν ἐζημίωσαν μὲν οἵδε προσηκόντως, ἐκύρωσαν δ’ ἐν | |
5 | ὑμῖν τὴν ἐπιβολήν, τῶν ταμιῶν ἀφέντων εἰκότως ἂν τοῦ | |
Or9.12 | ἐγκλήματος ἀπηλλαγμένος εἴην. εἰ μὲν γὰρ 〈μὴ〉 κύριοι ἦσαν πράξασθαι ἢ ἀφεῖναι, ἐννόμως ζημιωθεὶς εὐλόγως ἂν ὤφειλον· εἰ δ’ ἔξεστι μὲν αὐτοῖς ἀφεῖναι, διδόασι δὲ λόγους ὑπὲρ ὧν ἂν διαχειρίζωσιν, εἴ τι ἠδικήκασι, τῆς | |
5 | προσηκούσης ῥᾳδίως δίκης τεύξονται. | |
Or9.13 | Ὧι μὲν τρόπῳ παρεδόθην καὶ ἐζημιώθην, ἐπίστασθε· δεῖ δ’ ὑμᾶς μὴ μόνον τοῦ ἐγκλήματος τὴν αἰτίαν ἀλλὰ καὶ τῆς ἔχθρας τὴν πρόφασιν εἰδέναι. Σωστράτῳ γὰρ φίλος ἐγενόμην πρότερον μὲν τῆς τούτων ἔχθρας, εἰδὼς δὲ περὶ | |
Or9.14 | τὴν πόλιν ἄξιον λόγου γεγενημένον. γνώριμος δὲ γενόμε‐ νος διὰ τῆς ἐκείνου δυναστείας οὔτ’ ἐχθρὸν ἐτιμωρησάμην οὔτε φίλον εὐεργέτησα· ζῶντος μὲν γὰρ καὶ ἀνάγκῃ διὰ | |
τὴν ἡλικίαν ἐσχόλαζον, ἐκλιπόντος δὲ τὸν βίον οὔτε λόγῳ | 368 | |
5 | οὔτε ἔργῳ ἔβλαψα οὐδένα τῶν κατηγορούντων, ἔχω δὲ καὶ τοιαῦτα εἰπεῖν, ἐξ ὧν ὠφελοίμην ἂν πολὺ δικαιότερον ὑπὸ | |
Or9.15 | τῶν ἀντιδίκων ἢ κακῶς πάσχοιμι. τὴν μὲν οὖν ὀργὴν διὰ τὰ προειρημένα συνεστήσαντο, προφάσεως οὐδεμιᾶς πρὸς ἔχθραν ὑπαρχούσης. ὀμόσαντες μὲν οὖν τοὺς ἀστρατεύτους καταλέξειν παρέβησαν τοὺς ὅρκους, προὔθεσαν δὲ τῷ πλή‐ | |
Or9.16 | θει βουλεύσασθαι περὶ τοῦ σώματος, ζημιώσαντες μὲν ὡς τὴν ἀρχὴν λοιδοροῦντα, κατολιγωρήσαντες δὲ τοῦ δικαίου, βιαζόμενοι βλάπτειν ἐξ ἅπαντος λόγου· τί δ’ ἂν ἔπραξαν μέλλοντες μεγάλα μὲν ἐμὲ βλάψειν, πολλὰ δ’ ἑαυτοὺς ὠφε‐ | |
5 | λήσειν, οἵτινες οὐδὲ τοῦ ἑτέρου τούτων ὑπάρχοντος πάντα | |
Or9.17 | περὶ ἐλάττονος ποιοῦνται τοῦ ἀδικεῖν; ἀλλὰ γὰρ [εἰ] κατε‐ φρόνησαν τοῦ ὑμετέρου πλήθους, οὐδὲ φοβηθῆναι τοὺς θεοὺς ἠξίωσαν, ἀλλ’ οὕτως ὀλιγώρως καὶ παρανόμως προσ‐ ηνέχθησαν, ὥστε ἀπολογήσασθαι μὲν περὶ τῶν πεπραγμέ‐ | |
5 | νων οὐδ’ ἐπεχείρησαν, τὸ δὲ τελευταῖον, νομίζοντες οὐχ ἱκανῶς με τετιμωρῆσθαι, τὸ πέρας ἐκ τῆς πόλεως ἐξή‐ | |
Or9.18 | λασαν. διατεθέντες δὲ οὕτω παρανόμως καὶ βιαίως, ἐπικρύ‐ ψασθαι τὴν ἀδικίαν περὶ οὐδενὸς ἐποιήσαντο, παραγαγόν‐ τες δὲ πάλιν περὶ τῶν αὐτῶν ἠδικηκότα με οὐδὲν ἐπι‐ δεικνύουσι καὶ λοιδοροῦσι, τοῖς μὲν ἐμοῖς ἐπιτηδεύμασιν | |
5 | οὐ προσηκούσας διαβολὰς ἐπιφέροντες, τοῖς δ’ αὑτῶν τρό‐ ποις τὰ οἰκείας καὶ συνήθεις. | |
Or9.19 | Οἵδε μὲν οὖν ἐκ παντὸς [τοῦ] τρόπου προθυμοῦνταί με τῇ δίκῃ ἁλῶναι· ὑμεῖς δὲ μήτε ταῖς τούτων διαβολαῖς ἐπαρθέντες ἐμοῦ καταψηφίσησθε, μήτε τοὺς βέλτιον καὶ | |
δικαίως βουλευσαμένους ἀκύρους καταστήσητε. οἱ ταμίαι | 369 | |
5 | γὰρ ἅπαντα καὶ κατὰ τοὺς νόμους καὶ κατὰ τὸ εἰκὸς ἔπρα‐ ξαν, καὶ ἠδικηκότες μὲν οὐδὲν φαίνονται, λόγον δὲ πλεῖ‐ | |
Or9.20 | στον τοῦ δικαίου ποιησάμενοι. τούτων μὲν οὖν ἀδικούντων μετρίως [ἂν] ἠγανάκτουν, ἡγούμενος τετάχθαι τοὺς μὲν ἐχθροὺς κακῶς ποιεῖν, τοὺς δὲ φίλους εὖ· παρ’ ὑμῶν δὲ τοῦ δικαίου στερηθεὶς πολὺ ἂν μᾶλλον λυπηθείην. δι’ | |
5 | ἔχθραν μὲν γὰρ οὐ δόξω κακῶς πεπονθέναι, διὰ κακίαν | |
Or9.21 | δὲ τῆς πόλεως. λόγῳ μὲν οὖν περὶ τῆς ἀπογραφῆς ἀγω‐ νίζομαι, ἔργῳ δὲ περὶ πολιτείας. τυχὼν μὲν γὰρ τῶν δι‐ καίων (πιστεύω δὲ τῇ ὑμετέρᾳ γνώμῃ) μείναιμι ἂν 〈ἐν〉 τῇ πόλει· παραχθεὶς δὲ ὑπὸ τῶνδε εἰ ἀδίκως ἁλοίην, ἀπο‐ | |
5 | δραίην ἄν. τίνι γὰρ ἐπαρθέντα ἐλπίδι δεῖ με συμπολιτεύε‐ σθαι, ἢ τί με χρὴ διανοηθέντα, εἰδότα μὲν τῶν ἀντιδίκων τὴν προθυμίαν, ἀποροῦντα δ’ ὅθεν χρὴ τῶν δικαίων τινὸς | |
Or9.22 | τυχεῖν; περὶ πλείστου οὖν ποιησάμενοι τὸ δίκαιον, καὶ ἐνθυμηθέντες ὅτι καὶ ὑπὲρ τῶν περιφανῶν ἀδικημάτων συγγνώμην ποιεῖσθε, τοὺς μηδὲν ἀδικήσαντας διὰ τὰς ἔχθρας μὴ περιίδητε ἀδίκως τοῖς μεγίστοις ἀτυχήμασι πε‐ | |
5 | ριπεσόντας. | 370 |