TLG 0540 008 :: LYSIAS :: Κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν [Sp.]

LYSIAS Orat.
(Atheniensis: 5–4 B.C.)

Κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν [Sp.]

Source: Albini, U. (ed.), Lisia. I discorsi. Florence: Sansoni, 1955: 358–362.

Citation: Section — (line)

Or8
.

t

ΚΑΤΗΓΟΡΙΑ ΠΡΟΣ ΤΟΥΣ ΣΥΝΟΥΣΙΑΣΤΑΣ ΚΑΚΟΛΟΓΙΩΝ
Or8
.

1

Ἐπιτήδειόν μοι δοκῶ καιρὸν εἰληφέναι περὶ ὧν εἰπεῖν ἐβουλόμην πάλαι· πάρεισι μὲν γὰρ οἷς ἐπεγκαλῶ, πάρεισι δὲ ὧν ἐναντίον ἐπιθυμῶ μέμψασθαι τοῖς ἀδικοῦσιν ἐμέ. καίτοι πολλῷ πλείων ἐστὶ σπουδὴ πρὸς τούτους· τοὺς μὲν
5γὰρ 〈παρ’〉 οὐδὲν οἶμαι τιμήσειν, εἰ τοῖς ἐπιτηδείοις ἀνε‐ πιτήδειοι δόξουσιν εἶναι (τὴν γὰρ ἀρχὴν οὐδ’ ἂν ἐπεχεί‐
Or8
.

2

ρουν ἐξαμαρτάνειν εἰς ἐμέ), τοῖς δὲ βουλοίμην ἂν δόξαι μηδὲν ἀδικῶν τούτους ὑπὸ τούτων ἀδικεῖσθαι πρότερον. ἀνιαρὸν μὲν οὖν ἀναγκάζεσθαι λέγειν περὶ τούτων, ἀδύνα‐ τον δὲ μὴ λέγειν, ὅταν ἐναντίον τῆς ἐλπίδος κακῶς πάσχω
5καὶ τοὺς δοκοῦντας εἶναι φίλους ἀδικοῦντας εὑρίσκω.
Or8
.

3

Πρῶτον μὲν οὖν, ἵνα μή τις ὑμῶν τάχα δὴ βοηθῶν οἷς ἐξημάρτηκε πρόφασιν πορίσηται τῆς ἁμαρτίας, εἰπάτω νῦν τίς ὑμῶν ὑπ’ ἐμοῦ κακῶς ἀκήκοεν ἢ πέπονθεν, ἢ τίς ἐμοῦ δεηθεὶς οὐκ ἔτυχεν ὧν ἐγώ τε δυνατὸς ἦν κἀκεῖνος
5ἐπήγγειλε. —τί δῆτά με κακῶς τὰ μὲν λέγειν τὰ δὲ ποιεῖν ἐπιχειρεῖτε, καὶ ταῦτα πρὸς τούτους ἡμᾶς διαβάλλειν, οὓς
Or8
.

4

πρὸς ἡμᾶς αὐτοὺς διεβάλλετε; ... καὶ τοιούτως ἐνοχλεῖ, ὥστε περὶ πλείονος ἐποιήσατο δοκεῖν ἐμοῦ κήδεσθαι μᾶλ‐ λον ἤ μου κατειπεῖν. ἃ δ’ ἔλεγε, πάντα μὲν οὐκ ἂν εἴποιμι (καὶ γὰρ ἀκούων ἠχθόμην) οὐδ’ ἂν ὑμῖν ἐπικαλῶν, ὅ τι358
5ἐλέγετε κατ’ ἐμοῦ, ταὐτὰ λέξαιμι· καὶ γὰρ ἂν ἀπολύοιμι τῆς αἰτίας ὑμᾶς, εἴπερ ὑμῖν ταὐτὰ λέγοιμι περὶ ἐμαυτοῦ·
Or8
.

5

ἃ δὲ ὑβρίζειν οἰόμενοι ἐμὲ καταγελάστους ὑμᾶς αὐτοὺς ἐποιεῖτε, ταῦτα λέξω. βίᾳ γὰρ ὑμῖν ἐφάσκετέ με ξυνεῖναι καὶ διαλέγεσθαι, καὶ πάντα ποιοῦντες οὐκ ἔχειν ὅπως ἀπαλ‐ λαγῆτέ μου, καὶ τὸ τελευταῖον ἀκόντων ὑμῶν Ἐλευσῖνάδε
5ξυνθεωρεῖν. καὶ ταῦτα λέγοντες οἴεσθε μὲν ἐμὲ κακολογεῖν, ἀποφαίνετε δὲ σκαιοτάτους ἑαυτούς, οἵτινες τὸν αὐτὸν ἄν‐ δρα λάθρα μὲν ὑπὸ τὸν αὐτὸν χρόνον ἐλοιδορεῖτε, φανερῶς
Or8
.

6

δὲ φίλον ἐνομίζετε. χρῆν γὰρ ὑμᾶς ἢ μὴ κακῶς λέγειν ἢ μὴ ξυνεῖναι, καὶ ταῦτα φανερῶς ἀπειπόντας ὁμιλίαν. εἰ δὲ αἰσχρὸν ἡγεῖσθε τοῦτο, πῶς αἰσχρὸν ἦν ὑμῖν
Or8
.

7

ξυνεῖναι, πρὸς ὃν οὐδὲ ἀπειπεῖν καλὸν ἡγεῖσθε; καὶ μὴν οὐδὲν αὐτὸς ἐξηῦρον ὁπόθεν ἂν εἰκότως ὑπερείδετε τὴν ἐμὴν ὁμιλίαν. οὔτε γὰρ ὑμᾶς σοφωτάτους 〈μὲν〉 ἑώρων ὄντας, ἐμαυτὸν δ’ ἀμαθέστατον, οὐ μὴν οὐδὲ πολυφίλους ὑμᾶς, ἐμαυ‐
5τὸν δ’ ἔρημον φίλων, οὐδ’ αὖ πλουτοῦντας, ἐμὲ δὲ πενόμε‐ νον, οὐδ’ αὖ ὑμᾶς μὲν ὑπερευδοκιμοῦντας, ἐμαυτὸν δὲ διαβε‐ βλημένον, οὐδὲ τὰ μὲν ἐμὰ πράγματα κινδυνεύοντα, τὰ δ’ ὑμέτερα ἀσφαλῶς ἔχοντα. πόθεν ἂν οὖν εἰκότως ὑπώπ‐
Or8
.

8

τευον ἄχθεσθαί μοι συνόντι; καὶ ταῦτα δ’ ὅτε πρὸς τοὺς
τελευταίους ἐλέγετ’ οὐκ ᾤεσθε ἀπαγγελεῖν ἡμῖν, κἀνταῦθα σόφισμα καλὸν ἡγούμενοι περιήλθετε πάντας ὑμῶν αὐτῶν κατηγοροῦντες ὅτι πονηροῖς ἑκόντες ὁμιλεῖτε.359
5 Περὶ μὲν οὖν τοῦ λέγοντος οὐδὲν ἂν περαίνοιτε πυν‐ θανόμενοι. πρῶτον μὲν γὰρ εἰδότες ἐρήσεσθε τὸν εἰπόντα
Or8
.

9

μοι· πῶς γὰρ οὐκ ἴστε πρὸς ὃν ἐλέγετε τὸν λόγον; ἔπειτα κακὸς ἂν εἴην, εἰ ταὐτὰ ποιήσαιμι αὐτὸν ἅπερ ἐκεῖνος ὑμᾶς. οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἐκεῖνος ἡμῖν ἀπήγγελλεν, ἐφ’ οἷσπερ ὑμεῖς ἐλέγετε πρὸς ἐκεῖνον. ἐκεῖνος μὲν γὰρ
5ἐμοὶ χαριζόμενος ἀπήγγειλε τοῖς ἐμοῖς ἀναγκαίοις, ὑμεῖς δὲ βλάπτειν ἐμὲ βουλόμενοι πρὸς ἐκεῖνον ἐλέγετε. καὶ ταῦτα εἰ μὲν ἠπίστουν, ἐξελέγχειν ἂν ἐζήτουν· νῦν δὲ (ξυμβαίνει γὰρ καὶ ταῦτα τοῖς πρὸ τοῦ καὶ ἐμοὶ σημεῖα ταῦτα μὲν
Or8
.

10

ἐκείνων ἐστίν, ἐκεῖνα δὲ τούτων ἱκανά) πρῶτον μὲν ἅπαντα δι’ ὑμῶν πράξαντά με περὶ τῆς θέσεως τοῦ ἵππου πρὸς Ἡγέμαχον, κάμνοντα τὸν ἵππον ἀνάγειν με βουλόμενον Διόδωρος οὗτος ἀποτρέπειν ἐπειρᾶτο, φάσκων οὐδὲν ἀντι‐
5λέξειν περὶ τῶν δώδεκα μνῶν Πολυκλέα, ἀλλ’ ἀποδώσειν. τότε λέγων ταῦτα, μετὰ τὸν θάνατον τοῦ ἵππου κατέστη τελευτῶν ἀντίδικος μετὰ τούτων, λέγων ὡς οὐ δίκαιόν με
Or8
.

11

εἴη κομίσασθαι τὸ ἀργύριον. καίτοιγε σφῶν γε αὐτῶν κατ‐ ηγόρουν. εἰ γὰρ ἃ μετὰ τούτων 〈ἔπραττον〉 ἀδικουμένῳ μοι μηδὲν ἦν δίκαιον εἰπεῖν, ἦ που καλῶς συνέπραττον. καὶ ἐγὼ μὲν ᾤμην φιλοσοφοῦντας αὐτοὺς περὶ τοῦ πράγ‐
5ματος ἀντιλέγειν τὸν ἐναντίον λόγον· οἱ δ’ ἄρα οὐκ ἀντέ‐
Or8
.

12

λεγον ἀλλ’ ἀντέπραττον, καὶ διὰ τοῦτο ἀντέλεγον, ἵνα τὸν ἐμὸν λόγον εἰδείη Πολυκλῆς· ἐδηλώθη γὰρ ταῦτα. παρ‐ όντων τῶν διαιτητῶν ὀργιζόμενος ὁ Πολυκλῆς εἶπεν ὅτι καὶ τοῖς ἐμοῖς ἐπιτηδείοις ἀδικεῖν δοκοίην, ὡς πρὸς ἐκεῖ‐
5νον λέγοιεν. ἆρά γε ταῦτα ξυμβαίνει τοῖς ἀπαγγελλομένοις; ὁ γὰρ αὐτὸς ἀπήγγειλεν ὡς τοὺς ὑπὲρ ἐμοῦ μέλλοντας λέ‐ γειν ἀποτρέπειν φάσκοιτε, τοὺς δέ τινας ἤδη κωλύσαιτε.360
Or8
.

13

καὶ ταῦτα τί με δεῖ φανερώτερον ἐξελέγχειν ἔτι; φέρε γάρ, ᾔδη ποτ’ ἐκεῖνος ὅτι Κλειτοδίκου δεηθεὶς ἐπιλέγειν οὐκ ἔτυχον; οὐ γὰρ δὴ παρῆν τούτοις· ἐπεὶ τί κέρδος ἦν αὐτῷ διαβάλλειν ἐμὲ πρὸς ὑμᾶς οὕτω προθύμως, ὥστε σπουδά‐
5σαι πρὸς τοὺς ἐμοὺς ἀναγκαίους πλάσασθαι ταῦτα;
Or8
.

14

Γιγνώσκω δὲ νῦν ἤδη καὶ πάλαι ζητοῦντας πρόφασιν ἡνίκα Θρασύμαχον ὑμᾶς ἐφάσκετε κακῶς λέγειν δι’ ἐμέ. καὶ ἐγὼ μὲν ἠρώτων αὐτὸν εἰ δι’ ἐμὲ κακῶς λέγοι Διό‐ δωρον· ὁ δὲ τοσοῦτον ὑπερεῖδε τὸ δι’ ἐμέ· πολλοῦ γὰρ
5δεῖν ἔφη δι’ ὁντινοῦν εἰρηκέναι Διόδωρον κακῶς. καὶ ταῦτα προσάγοντος ἐμοῦ πρόθυμος ὁ Θρασύμαχος ἦν ἐξε‐
Or8
.

15

λέγχεσθαι, περὶ ὧν οὗτος ἔλεγεν· οὗτος δὲ πάντ’ ἂν μᾶλλον διεπράττετο. μετὰ τοῦτο Αὐτοκράτης ἐμοῦ παρόντος Θρα‐ συμάχῳ ἔλεγεν Εὐρυπτόλεμον αὐτῷ μέμφεσθαι, φάσκοντα κακῶς ἀκούειν ὑπ’ αὐτοῦ· τὸν ἀπαγγέλλοντα δὲ εἶναι Μη‐
5νόφιλον. εὐθὺς δ’ ἐκεῖνος ἐπὶ τὸν Μηνόφιλον ἐβάδιζε μετ’ ἐμοῦ. κἀκεῖνος οὔτε ἀκοῦσαι πώποτε ἔφασκεν οὔτε ἀπαγ‐ γεῖλαι πρὸς Εὐρυπτόλεμον, καὶ οὐ ταῦτα μόνον, ἀλλ’ οὐδὲ
Or8
.

16

διειλέχθαι πολλοῦ χρόνου. τοιαύτας προφάσεις προφασι‐ ζόμενοι τότε μὲν ἐκ τῆς ἐμῆς καὶ Θρασυμάχου συνουσίας ἐστὲ φανεροί, νῦν δὲ ἐπειδὴ ἐκλελοίπασιν ὑμᾶς αἱ προ‐ φάσεις, ἐλευθεριώτερόν με κακῶσαι λείπετε ἤδη οὐδέν.
5χρῆν μὲν οὖν τότε με γιγνώσκειν ὀφειλόμενόν μοι ταῦτα παθεῖν, ὅτε καὶ πρὸς ἐμὲ περὶ ὑμῶν αὐτῶν ἐλέγετε κακῶς·
ἔπειτα καὶ περὶ Πολυκλέους, ᾧ νυνὶ βοηθεῖτε, πάντ’ εἴρηκα361
Or8
.

17

πρὸς ὑμᾶς. κατὰ τί δῆτα ταῦτα 〈οὐκ〉 ἐφυλαττόμην; εὔηθές τι ἔπαθον. ᾤμην γὰρ ἀπόθετος ὑμῖν εἶναι φίλος τοῦ μηδὲν ἀκοῦσαι κακὸν δι’ αὐτὸ τοῦτο, διότι πρὸς ἐμὲ τοὺς ἄλλους ἐλέγετε κακῶς, παρακαταθήκην ἔχων ὑμῶν
5παρ’ ἑκάστου λόγους πονηροὺς περὶ ἀλλήλων.
Or8
.

18

Ἐγὼ τοίνυν ἑκὼν ὑμῖν ἐξίσταμαι τῆς φιλίας, ἐπεί τοι μὰ τοὺς θεοὺς οὐκ οἶδ’ ὅ τι ζημιωθήσομαι μὴ ξυνὼν ὑμῖν· οὐδὲ γὰρ ὠφελούμην ξυνών. πότερον γάρ, ὅταν ᾖ τί μοι πρᾶγμα, τότε ποθέσομαι τὸν ἐροῦντα καὶ τοὺς μαρτυρήσον‐
5τας; καὶ νῦν ἀντὶ μὲν τοῦ λέγειν ὑπὲρ ἐμοῦ τὸν λέγοντα πειρᾶσθε κωλύειν, ἀντὶ δὲ τοῦ βοηθεῖν ἐμοὶ καὶ μαρτυ‐ ρεῖν τὰ δίκαια ξύνεστε τοῖς ἐμοῖς ἀντιδίκοις καὶ μαρτυ‐
Or8
.

19

ρεῖτε. ἀλλ’ ὡς εὐνοοῦντες ἐμοὶ τὰ βέλτιστα ἐρεῖτε περὶ ἐμοῦ; ἀλλὰ καὶ νῦν ὑμεῖς με μόνοι κακῶς λέγετε. τὸ μὲν οὖν ἐμὸν οὐκ ἐμποδὼν ὑμῖν ἔσται. τοιοῦτον δ’ ἄρα πρὸς ὑμᾶς αὐτοὺς πείσεσθε, ἐπειδή περ ὑμῖν ἔθος ἐστὶν ἕνα
5τῶν ξυνόντων ἀεὶ κακῶς λέγειν καὶ ποιεῖν· ἐπειδὰν ὑμῖν ἐγὼ μὴ ξυνῶ, πρὸς ὑμᾶς αὐτοὺς τρέψεσθε, κἄπειτα καθ’ ἕνα ἕκαστον ὑμῖν αὐτοῖς ἀπεχθήσεσθε, τὸ δὲ τελευταῖον εἷς ὁ
Or8
.

20

λειπόμενος αὐτὸς αὑτὸν κακῶς ἐρεῖ. κερδανῶ δὲ τοσοῦτον, ὅτι πρῶτος νῦν ὑμῶν ἀπαλλαγεὶς ἐλάχιστα κακῶς ὑφ’ ὑμῶν πείσομαι· τοὺς μὲν γὰρ χρωμένους ὑμῖν κακῶς καὶ λέγετε
καὶ ποιεῖτε, τῶν δὲ μὴ χρωμένων οὐδένα πώποτε.362