TLG 0540 007 :: LYSIAS :: Areopagiticus

LYSIAS Orat.
(Atheniensis: 5–4 B.C.)

Areopagiticus

Source: Albini, U. (ed.), Lisia. I discorsi. Florence: Sansoni, 1955: 48–56.

Citation: Section — (line)

Or7
.

t

ΑΡΕΟΠΑΓΙΤΙΚΟΣ ΠΕΡΙ ΤΟΥ ΣΗΚΟΥ ΑΠΟΛΟΓΙΑ.
Or7
.

1

Πρότερον μέν, ὦ βουλή, ἐνόμιζον ἐξεῖναι τῷ βουλο‐ μένῳ, ἡσυχίαν ἄγοντι, μήτε δίκας ἔχειν μήτε πράγματα· νυνὶ δὲ οὕτως ἀπροσδοκήτως αἰτίαις καὶ πονηροῖς συκο‐ φάνταις περιπέπτωκα, ὥστ’ εἴ πως οἷόν τε, δοκεῖ μοι
5δεῖν καὶ τοὺς μὴ γεγονότας ἤδη δεδιέναι περὶ τῶν μελ‐ λόντων ἔσεσθαι· διὰ γὰρ τοὺς τοιούτους οἱ κίνδυνοι κοινοὶ γίγνονται καὶ τοῖς μηδὲν ἀδικοῦσι καὶ τοῖς πολλὰ ἡμαρ‐
Or7
.

2

τηκόσιν. οὕτω δ’ ἄπορος ὁ ἀγών μοι καθέστηκεν, ὥστε ἀπεγράφην τὸ μὲν πρῶτον ἐλάαν ἐκ τῆς γῆς ἀφανίζειν, καὶ πρὸς τοὺς ἐωνημένους τοὺς καρποὺς τῶν μορίων πυν‐ θανόμενοι προσῇσαν· ἐπειδὴ δ’ ἐκ τούτου τοῦ τρόπου ἀδι‐
5κοῦντά με οὐδὲν εὑρεῖν ἐδυνήθησαν, νυνί με σηκόν 〈φασιν〉 ἀφανίζειν, ἡγούμενοι ἐμοὶ μὲν ταύτην τὴν αἰτίαν ἀπορω‐ τάτην εἶναι ἀπελέγξαι, αὐτοῖς δὲ ἐξεῖναι μᾶλλον ὅ τι ἂν
Or7
.

3

βούλωνται λέγειν. καὶ δεῖ με, περὶ ὧν οὗτος ἐπιβεβουλευκὼς ἥκει, ἅμ’ ὑμῖν τοῖς διαγνωσομένοις περὶ τοῦ πράγματος ἀκούσαντα καὶ περὶ τῆς πατρίδος καὶ περὶ τῆς οὐσίας ἀγω‐ νίσασθαι. ὅμως δὲ πειράσομαι ἐξ ἀρχῆς ὑμᾶς διδάξαι.
Or7
.

4

Ἦν μὲν γὰρ τοῦτο Πεισάνδρου τὸ χωρίον, δημευθέν‐ των δ’ ἐκείνου τῶν ὄντων Ἀπολλόδωρος ὁ Μεγαρεὺς δωρειὰν παρὰ τοῦ δήμου λαβὼν τὸν μὲν ἄλλον χρόνον ἐγεώργει, ὀλίγῳ δὲ πρὸ τῶν τριάκοντα Ἀντικλῆς παρ’48
5αὐτοῦ πριάμενος ἐξεμίσθωσεν· ἐγὼ δὲ παρ’ Ἀντικλέους
Or7
.

5

εἰρήνης οὔσης ἐωνούμην. ἡγοῦμαι τοίνυν, ὦ βουλή, ἐμὸν ἔργον ἀποδεῖξαι, ὡς, ἐπειδὴ τὸ χωρίον ἐκτησάμην, οὔτ’ ἐλάα οὔτε σηκὸς ἐνῆν ἐν αὐτῷ. νομίζω γὰρ τοῦ μὲν προ‐ τέρου χρόνου, οὐδ’ εἰ πάλαι ἐνῆσαν μυρίαι, οὐκ ἂν δικαίως
5ζημιοῦσθαι· εἰ γὰρ μὴ δι’ ἡμᾶς εἰσιν ἠφανισμέναι, οὐδὲν προσήκει περὶ τῶν ἀλλοτρίων ἁμαρτημάτων ὡς ἀδικοῦν‐
Or7
.

6

τας κινδυνεύειν. πάντες γὰρ ἐπίστασθε ὅτι 〈ὁ〉 πόλεμος καὶ ἄλλων πολλῶν αἴτιος κακῶν γεγένηται, καὶ τὰ μὲν πόρρω ὑπὸ Λακεδαιμονίων ἐτέμνετο, τὰ δ’ ἐγγὺς ὑπὸ τῶν φίλων διηρπάζετο· ὥστε πῶς ἂν δικαίως ὑπὲρ τῶν
5〈τότε〉 τῇ πόλει γεγενημένων συμφορῶν ἐγὼ νυνὶ δίκην διδοίην; ἀλλ’ ὡς καὶ τοῦτο τὸ χωρίον ἐν τῷ πολέμῳ δη‐
Or7
.

7

μευθὲν ἄπρατον ἦν πλεῖν ἢ τρία ἔτη, οὐ θαυμαστὸν εἰ τότε τὰς μορίας ἐξέκοπτον, ἐν ᾧ οὐδὲ τὰ ἡμέτερ’ αὐτῶν φυλάτ‐ τειν ἐδυνάμεθα. ἐπίστασθε δέ, ὦ βουλή, ὅσοι μάλιστα τῶν τοιούτων ἐπιμελεῖσθε, πολλὰ ἐν ἐκείνῳ τῷ χρόνῳ
5δασέα ὄντα ἰδίαις καὶ μορίαις ἐλάαις, ὧν νῦν τὰ πολλὰ ἐκκέκοπται καὶ ἡ γῆ ψιλὴ γεγένηται· καὶ τῶν αὐτῶν καὶ ἐν τῇ εἰρήνῃ καὶ ἐν τῷ πολέμῳ κεκτημένων οὐκ ἀξιοῦτε
Or7
.

8

παρ’ αὐτῶν, ἑτέρων ἐκκοψάντων, δίκην λαμβάνειν. καίτοι εἰ τοὺς διὰ παντὸς τοῦ χρόνου γεωργοῦντας τῆς αἰτίας ἀφίετε, ἦ που χρὴ τούς γ’ ἐν τῇ εἰρήνῃ πριαμένους ἀφ’ ὑμῶν ἀζημίους γενέσθαι.
Or7
.

9

Ἀλλὰ γάρ, ὦ βουλή, περὶ μὲν τῶν πρότερον γεγενη‐
μένων πολλὰ ἔχων εἰπεῖν ἱκανὰ νομίζω τὰ εἰρημένα· ἐπειδὴ δ’ ἐγὼ παρέλαβον τὸ χωρίον, πρὶν ἡμέρας πέντε γενέσθαι,49
Or7
.

10

ἀπεμίσθωσα Καλλιστράτῳ, ἐπὶ Πυθοδώρου ἄρχοντος· ὃς δύο ἔτη ἐγεώργησεν, οὔτε ἰδίαν ἐλάαν οὔτε μορίαν οὔτε σηκὸν παραλαβών. τρίτῳ δὲ [ἔτει] Δημήτριος οὑτοσὶ ἠργά‐ σατο ἐνιαυτόν· τῷ δὲ τετάρτῳ Ἀλκίᾳ Ἀντισθένους ἀπε‐
5λευθέρῳ ἐμίσθωσα, ὃς τέθνηκε· κᾆτα τρία ἔτη ὁμοίως καὶ Πρωτέας ἐμισθώσατο. Καί μοι δεῦρ’ ἴτε.
6ΜΑΡΤΥΡΕΣ
Or7
.

11

Ἐπειδὴ τοίνυν ὁ χρόνος οὗτος ἐξήκει, αὐτὸς γεωργῶ. φησὶ δὲ ὁ κατήγορος ἐπὶ Σουνιάδου ἄρχοντος σηκὸν ὑπ’ ἐμοῦ ἐκκεκόφθαι, ὑμῖν δὲ μεμαρτυρήκασιν οἱ πρότερον ἐργαζόμενοι καὶ πολλὰ ἔτη παρ’ ἐμοῦ μεμισθωμένοι μὴ
5εἶναι σηκὸν ἐν τῷ χωρίῳ. καίτοι πῶς ἄν τις φανερώτε‐ ρον ἐξελέγξειε ψευδόμενον τὸν κατήγορον; οὐ γὰρ οἷόν τε, ἃ πρότερον μὴ ἦν, ταῦτα τὸν ὕστερον ἐργαζόμενον ἀφα‐ νίζειν.
Or7
.

12

Ἐγὼ τοίνυν, ὦ βουλή, ἐν μὲν τῷ τέως χρόνῳ, ὅσοι με φάσκοιεν δεινὸν εἶναι καὶ ἀκριβῆ καὶ οὐδὲν ἂν εἰκῇ καὶ ἀλο‐ γίστως ποιῆσαι, ἠγανάκτουν ἄν, ἡγούμενος μ’ ἄλλον λέγε‐ σθαι 〈ἢ〉 ὥς μοι προσῆκε· νῦν δὲ πάντας ἂν ὑμᾶς βουλοί‐
5μην περὶ ἐμοῦ ταύτην τὴν γνώμην ἔχειν, ἵνα ἡγῆσθέ με σκοπεῖν 〈ἂν〉, εἴπερ τοιούτοις ἔργοις ἐπεχείρουν, καὶ ὅ τι κέρδος ἐγίγνετό μοι ἀφανίσαντι καὶ ἥτις ζημία περιποιή‐ σαντι, καὶ τί ἂν λαθὼν διεπραξάμην καὶ τί ἂν φανερὸς γε‐
Or7
.

13

νόμενος ὑφ’ ὑμῶν ἔπασχον. πάντες γὰρ ἄνθρωποι τὰ τοι‐ αῦτα οὐχ ὕβρεως ἀλλὰ κέρδους ἕνεκα ποιοῦσι, καὶ ὑμᾶς
〈τ’〉 εἰκὸς οὕτω σκοπεῖν, καὶ τοὺς ἀντιδίκους ἐκ τούτων τὰς κατηγορίας ποιεῖσθαι, ἀποφαίνοντας ἥτις ὠφέλεια50
Or7
.

14

τοῖς ἀδικήσασιν ἐγίγνετο. οὗτος μέντοι οὐκ ἂν ἔχοι ἀπο‐ δεῖξαι οὔθ’ ὡς ὑπὸ πενίας ἠναγκάσθην τοιούτοις ἔργοις ἐπιχειρεῖν, οὔθ’ ὡς τὸ χωρίον μοι διεφθείρετο τοῦ σηκοῦ ὄντος, οὔθ’ ὡς ἀμπέλοις ἐμποδὼν ἦν, οὔθ’ ὡς οἰκίας ἐγγύς,
5οὔθ’ ὡς ἐγὼ ἄπειρος τῶν παρ’ ὑμῖν κινδύνων. 〈Ἐγὼ δὲ〉 εἴ τι τοιοῦτον ἔπραττον, πολλὰς ἂν καὶ μεγάλας ἐμαυτῷ
Or7
.

15

ζημίας γενομένας ἀποφήναιμι· ὃς πρῶτον μὲν μεθ’ ἡμέραν ἐξέκοπτον τὸν σηκόν, ὥσπερ οὐ πάντας λαθεῖν δέον, ἀλλὰ πάντας Ἀθηναίους εἰδέναι. καὶ εἰ μὲν αἰσχρὸν ἦν μόνον τὸ πρᾶγμα, ἴσως ἄν τις τῶν παριόντων ἠμέλησε· νῦν δ’ οὐ
Or7
.

16

περὶ αἰσχύνης ἀλλὰ τῆς μεγίστης ζημίας ἐκινδύνευον. πῶς δ’ οὐκ ἂν ἦν ἀθλιώτατος ἀνθρώπων ἁπάντων, εἰ τοὺς ἐμαυ‐ τοῦ θεράποντας μηκέτι δούλους ἔμελλον ἕξειν ἀλλὰ δε‐ σπότας τὸν λοιπὸν βίον, τοιοῦτον ἔργον συνειδότας; ὥστε εἰ
5καὶ τὰ μέγιστα εἰς ἐμὲ ἐξημάρτανον, οὐκ ἂν οἷόν τ’ ἦν δίκην με παρ’ αὐτῶν λαμβάνειν· εὖ γὰρ ἂν ᾔδειν, ὅτι ἐπ’ ἐκείνοις ἦν καὶ ἐμὲ τιμωρήσασθαι καὶ αὐτοῖς μηνύσασιν
Or7
.

17

ἐλευθέροις γενέσθαι. ἔτι τοίνυν, εἰ τῶν οἰκετῶν παρέστη μοι μηδὲν φροντίζειν, πῶς ἂν ἐτόλμησα τοσούτων μεμι‐ σθωμένων καὶ ἁπάντων συνειδότων ἀφανίσαι τὸν σηκὸν βραχέος μὲν κέρδους ἕνεκα, προθεσμίας δὲ οὐδεμιᾶς οὔσης
5τῷ κινδύνῳ τοῖς εἰργασμένοις ἅπασι τὸ χωρίον ὁμοίως προσῆκον εἶναι σῶν τὸν σηκόν; [ἵν’ εἴ τις αὐτοὺς ᾐτιᾶτο, εἶχον ἀνενεγκεῖν ὅτῳ παρέδοσαν] νῦν δὲ καὶ ἐμὲ ἀπο‐ λύσαντες φαίνονται, καὶ σφᾶς αὐτούς, εἴπερ ψεύδονται,
Or7
.

18

μετόχους τῆς αἰτίας καθιστάντες. εἰ τοίνυν καὶ ταῦτα παρεσκευασάμην, πῶς ἂν οἷός τ’ ἦν πάντας πεῖσαι τοὺς παριόντας, ἢ τοὺς γείτονας, οἳ οὐ μόνον ἀλλήλων ταῦτ’
ἴσασιν ἃ πᾶσιν ὁρᾶν ἔξεστιν, ἀλλὰ καὶ περὶ ὧν ἀποκρυ‐51
5πτόμεθα μηδένα εἰδέναι 〈ἐπειγόμενοι〉, καὶ περὶ ἐκείνων πυνθάνονται; ἐμοὶ τοίνυν τούτων οἱ μὲν φίλοι οἱ δὲ διά‐
Or7
.

19

φοροι περὶ τῶν ἐμῶν τυγχάνουσιν ὄντες· οὓς ἐχρῆν τοῦτον παρασχέσθαι μάρτυρας, καὶ μὴ μόνον οὕτως τολμηρὰς κατ‐ ηγορίας ποιεῖσθαι· [ὅς φησιν] ὡς ἐγὼ μὲν παρειστήκειν, οἱ δ’ οἰκέται ἐξέτεμνον τὰ πρέμνα, ἀναθέμενος δὲ ὁ
5βοηλάτης ᾤχετο ἀπάγων τὰ ξύλα.
Or7
.

20

Καίτοι, ὦ Νικόμαχε, χρῆν σε τότε καὶ παρακαλεῖν τοὺς παριόντας μάρτυρας, καὶ φανερὸν ποιεῖν τὸ πρᾶγμα· καὶ ἐμοὶ μὲν οὐδεμίαν ἂν ἀπολογίαν ὑπέλιπες, αὐτὸς δέ, εἰ μέν σοι ἐχθρὸς ἦν, ἐν τούτῳ τῷ τρόπῳ ἦσθα ἄν με τετιμωρη‐
Or7
.

21

μένος, εἰ δὲ τῆς πόλεως ἕνεκα ἔπραττες, οὕτως ἐξελέγξας οὐκ ἂν ἐδόκεις εἶναι συκοφάντης, εἰ δὲ κερδαίνειν ἐβούλου, τότ’ ἂν πλεῖστον ἔλαβες· φανεροῦ γὰρ ὄντος τοῦ πράγμα‐ τος οὐδεμίαν ἄλλην ἡγούμην ἂν εἶναί μοι σωτηρίαν ἢ σὲ
5πεῖσαι. τούτων τοίνυν οὐδὲν ποιήσας διὰ τοὺς σοὺς λόγους ἀξιοῖς με ἀπολέσθαι, καὶ κατηγορεῖς ὡς ὑπὸ τῆς ἐμῆς δυ‐ νάμεως καὶ τῶν ἐμῶν χρημάτων οὐδεὶς ἐθέλει σοι μαρτυ‐
Or7
.

22

ρεῖν. καίτοι εἰ φήσας μ’ ἰδεῖν τὴν μορίαν ἀφανίζοντα τοὺς ἐννέα ἄρχοντας ἐπήγαγες ἢ ἄλλους τινὰς τῶν ἐξ Ἀρείου πάγου, οὐκ ἂν ἑτέρων ἔδει σοι μαρτύρων· οὕτω γὰρ ἄν σοι συνῄδεσαν ἀληθῆ λέγοντι, οἵπερ καὶ διαγιγνώσκειν
5ἔμελλον περὶ τοῦ πράγματος.
Or7
.

23

Δεινότατα οὖν πάσχω, ὅτ’ εἰ μὲν παρέσχετο μάρτυρας, τούτοις ἂν ἠξίου πιστεύειν, ἐπειδὴ δὲ οὐκ εἰσὶν αὐτῷ, ἐμοὶ καὶ ταύτην [τὴν] ζημίαν οἴεται χρῆναι γενέσθαι. καὶ τούτου μὲν οὐ θαυμάζω· οὐ γὰρ δήπου συκοφαντῶν ἅμα
5τοιούτων τε λόγων ἀπορήσει καὶ μαρτύρων· ὑμᾶς δ’ οὐκ
Or7
.

24

ἀξιῶ τὴν αὐτὴν τούτῳ γνώμην ἔχειν. ἐπίστασθε γὰρ ἐν τῷ πεδίῳ πολλὰς μορίας οὔσας † καὶ πυρκαϊὰς † ἐν τοῖς ἄλ‐ λοις τοῖς ἐμοῖς χωρίοις, ἅς, εἴπερ ἐπεθύμουν, πολὺ ἦν ἀσφα‐ λέστερον καὶ ἀφανίσαι καὶ ἐκκόψαι καὶ ἐπεργάσασθαι, ὅσῳ‐52
5περ ἧττον τὸ ἀδίκημα πολλῶν οὐσῶν ἔμελλε δῆλον ἔσεσθαι.
Or7
.

25

νῦν δ’ οὕτως αὐτὰς περὶ πολλοῦ ποιοῦμαι ὥσπερ 〈καὶ τὴν πατρίδα〉 καὶ τὴν ἄλλην οὐσίαν, ἡγούμενος περὶ ἀμφο‐ τέρων τούτων εἶναί μοι τὸν κίνδυνον. αὐτοὺς τοίνυν ὑμᾶς τούτων μάρτυρας παρέξομαι, ἐπιμελουμένους μὲν ἑκάστου
5μηνός, ἐπιγνώμονας δὲ πέμποντας καθ’ ἕκαστον ἐνιαυτόν· ὧν οὐδεὶς πώποτ’ ἐζημίωσέ μ’ ὡς ἐργαζόμενον τὰ περὶ
Or7
.

26

τὰς μορίας χωρία. καίτοι οὐ δήπου τὰς μὲν μικρὰς ζημίας οὕτω περὶ πολλοῦ ποιοῦμαι, τοὺς δὲ περὶ τοῦ σώματος κινδύνους οὕτω περὶ οὐδενὸς ἡγοῦμαι· καὶ τὰς μὲν πολλὰς ἐλάας, εἰς ἃς ἐξῆν μᾶλλον ἐξαμαρτάνειν, οὕτω θεραπεύων
5φαίνομαι, τὴν δὲ μίαν, ἣν οὐχ οἷόν τ’ ἦν λαθεῖν ἐξορύ‐ ξαντα, ὡς ἀφανίζων νυνὶ κρίνομαι.
Or7
.

27

Πότερον δέ μοι κρεῖττον ἦν, ὦ βουλή, δημοκρατίας οὔσης παρανομεῖν ἢ ἐπὶ τῶν τριάκοντα; καὶ οὐ λέγω ὡς τότε δυνάμενος ἢ ὡς νῦν διαβεβλημένος, ἀλλὰ τῷ βουλο‐ μένῳ τότε μᾶλλον ἐξῆν ἀδικεῖν ἢ νυνί. ἐγὼ τοίνυν οὐδ’
5ἐν ἐκείνῳ τῷ χρόνῳ οὔτε τοιοῦτον οὔτε ἄλλο οὐδὲν κακὸν
Or7
.

28

ποιήσας φανήσομαι. Πῶς δ’ ἄν, εἰ μὴ πάντων ἀνθρώπων ἐμαυτῷ κακονούστατος ἦν, ὑμῶν οὕτως ἐπιμελουμένων ἐκ τούτου τὴν μορίαν ἀφανίζειν ἐπεχείρησα τοῦ χωρίου, ἐν ᾧ δένδρον μὲν οὐδὲ ἕν ἐστι, μιᾶς δὲ ἐλάας σηκός, ὡς οὗτός
5φησιν, ἦν, κυκλόθεν δὲ ὁδὸς περιέχει, ἀμφοτέρωθεν δὲ γείτονες περιοικοῦσιν, ἄερκτον δὲ καὶ πανταχόθεν κάτοπτόν ἐστιν; ὥστε τίς ἂν ἀπετόλμησε, τούτων οὕτως ἐχόντων,
Or7
.

29

ἐπιχειρῆσαι τοιούτῳ πράγματι; Δεινὸν δέ μοι δοκεῖ εἶναι ὑμᾶς μέν, οἷς ὑπὸ τῆς πόλεως τὸν ἅπαντα χρόνον προστέ‐ τακται τῶν μορίων ἐλαῶν ἐπιμελεῖσθαι, μήθ’ ὡς ἐπεργαζό‐ μενον πώποτε ζημιῶσαί 〈με〉 μήθ’ ὡς ἀφανίσαντα εἰς53
5κίνδυνον καταστῆσαι, τοῦτον δ’ ὃς οὔτε γεωργῶν ἐγγὺς τυγχάνει οὔτ’ ἐπιμελητὴς ᾑρημένος οὔθ’ ἡλικίαν ἔχων εἰδέ‐ ναι περὶ τῶν τοιούτων, ἀπογράψαι με ἐκ τῆς γῆς μορίαν ἀφανίζειν.
Or7
.

30

Ἐγὼ τοίνυν δέομαι ὑμῶν μὴ τοὺς τοιούτους λόγους πιστοτέρους ἡγήσασθαι τῶν ἔργων, μηδὲ περὶ ὧν αὐτοὶ σύνιστε, τὰ τοιαῦτ’ ἀνασχέσθαι τῶν ἐμῶν ἐχθρῶν λεγόν‐ των, ἐνθυμουμένους καὶ ἐκ τῶν εἰρημένων καὶ ἐκ τῆς ἄλ‐
Or7
.

31

λης πολιτείας. ἐγὼ γὰρ τὰ ἐμοὶ προστεταγμένα ἅπαντα προθυμότερον πεποίηκα, 〈ἢ〉 ὡς ὑπὸ τῆς πόλεως ἠναγ‐ καζόμην, καὶ τριηραρχῶν καὶ εἰσφορὰς εἰσφέρων καὶ χο‐ ρηγῶν καὶ τἆλλα λῃτουργῶν οὐδενὸς ἧττον πολυτελῶς
Or7
.

32

τῶν πολιτῶν. καίτοι ταῦτα μὲν μετρίως ποιῶν ἀλλὰ μὴ προθύμως οὔτ’ ἂν περὶ φυγῆς οὔτ’ ἂν περὶ τῆς ἄλλης οὐσίας ἠγωνιζόμην, πλείω δ’ ἂν ἐκεκτήμην, οὐδὲν ἀδικῶν οὐδ’ ἐπι‐ κίνδυνον ἐμαυτῷ καταστήσας τὸν βίον· ταῦτα δὲ πράξας,
5ἃ οὗτός μου κατηγορεῖ, ἐκέρδαινον μὲν οὐδέν, ἐμαυτὸν
Or7
.

33

δ’ εἰς κίνδυνον καθίστην. καίτοι πάντες ἂν ὁμολογήσαιτε δικαιότερον εἶναι τοῖς μεγάλοις χρῆσθαι τεκμηρίοις περὶ τῶν μεγάλων, καὶ πιστότερα ἡγεῖσθαι περὶ ὧν ἅπασα ἡ πόλις μαρτυρεῖ, μᾶλλον ἢ περὶ ὧν μόνος οὗτος κατηγορεῖ.
Or7
.

34

Ἔτι τοίνυν, ὦ βουλή, ἐκ τῶν ἄλλων σκέψασθε. μάρ‐ τυρας γὰρ ἔχων αὐτῷ προσῆλθον, λέγων ὅτι μοι πάντες 〈ἔτι〉 εἰσὶν οἱ θεράποντες, οὓς ἐκεκτήμην ἐπειδὴ παρ‐ έλαβον τὸ χωρίον, καὶ ἕτοιμός εἰμι, εἴ τινα βούλοιτο, παρα‐
5δοῦναι βασανίζειν, ἡγούμενος οὕτως ἂν τὸν ἔλεγχον ἰσχυρό‐
τερον γενέσθαι τῶν τούτου λόγων καὶ τῶν ἔργων τῶν ἐμῶν.54
Or7
.

35

οὗτος δ’ οὐκ ἤθελεν, οὐδὲν φάσκων πιστὸν εἶναι τοῖς θε‐ ράπουσιν. ἐμοὶ δὲ δοκεῖ 〈θαυμαστὸν〉 εἶναι, εἰ περὶ αὑτῶν μὲν οἱ βασανιζόμενοι κατηγοροῦσιν, εὖ εἰδότες ὅτι ἀποθα‐ νοῦνται, περὶ δὲ τῶν δεσποτῶν, οἷς πεφύκασι κακονούστα‐
5τοι, μᾶλλον ἂν ἕλοιντο ἀνέχεσθαι βασανιζόμενοι ἢ κατει‐
Or7
.

36

πόντες ἀπηλλάχθαι τῶν παρόντων κακῶν. καὶ μὲν δή, ὦ βουλή, φανερὸν εἶναι 〈πᾶσιν〉 ἡγοῦμαι ὅτι, εἰ Νικομάχου ἐξαιτοῦντος τοὺς ἀνθρώπους μὴ παρεδίδουν, ἐδόκουν ἂν ἐμαυτῷ συνειδέναι· ἐπειδὴ τοίνυν ἐμοῦ παραδιδόντος οὗτος
5παραλαβεῖν οὐκ ἤθελε, δίκαιον καὶ περὶ τούτου τὴν αὐτὴν γνώμην σχεῖν, ἄλλως τε καὶ τοῦ κινδύνου οὐκ ἴσου ἀμφο‐
Or7
.

37

τέροις ὄντος. περὶ ἐμοῦ μὲν γὰρ εἰ ἔλεγον ἃ οὗτος ἐβούλετο, οὐδ’ ἂν ἀπολογήσασθαί μοι ἐξεγένετο· τούτῳ δ’ εἰ μὴ ὡμολόγουν, οὐδεμιᾷ ζημίᾳ ἔνοχος ἦν. ὥστε πολὺ μᾶλλον τοῦτον παραλαμβάνειν ἐχρῆν ἢ ἐμὲ παραδοῦναι προσῆκεν.
5ἐγὼ τοίνυν εἰς τοῦτο προθυμίας ἀφικόμην, ἡγούμενος μετ’ ἐμοῦ εἶναι καὶ ἐκ βασάνων καὶ ἐκ μαρτύρων καὶ ἐκ τεκμη‐
Or7
.

38

ρίων ὑμᾶς περὶ τοῦ πράγματος τἀληθῆ πυθέσθαι. ἐνθυ‐ μεῖσθαι δὲ χρή, ὦ βουλή, ποτέροις χρὴ πιστεύειν μᾶλλον, οἷς πολλοὶ μεμαρτυρήκασιν ἢ ᾧ μηδεὶς τετόλμηκε, καὶ πότερον εἰκὸς μᾶλλον τοῦτον ἀκινδύνως ψεύδεσθαι ἢ μετὰ
5τοσούτου κινδύνου τοιοῦτον ἐμὲ ἔργον ἐργάσασθαι, καὶ πότερον οἴεσθε αὐτὸν ὑπὲρ τῆς πόλεως βοηθεῖν ἢ συκο‐
Or7
.

39

φαντοῦντα αἰτιάσασθαι; ἐγὼ μὲν 〈γὰρ ἐγνωκέναι〉 ὑμᾶς ἡγοῦμαι ὅτι Νικόμαχος ὑπὸ τῶν ἐχθρῶν πεισθεὶς τῶν ἐμῶν τοῦτον τὸν ἀγῶνα ἀγωνίζεται, οὐχ ὡς ἀδικοῦντα ἐλ‐ πίζων ἀποδείξειν, ἀλλ’ ὡς ἀργύριον παρ’ ἐμοῦ λήψεσθαι
5προσδοκῶν. ὅσῳ γὰρ 〈οἱ〉 τοιοῦτοί εἰσιν ἐπαιτιώτατοι καὶ ἀπορώτατοι τῶν κινδύνων, τοσούτῳ πάντες αὐτοὺς φεύ‐55
Or7
.

40

γουσι μάλιστα. ἐγὼ δέ, ὦ βουλή, οὐκ ἠξίουν, ἀλλ’ ἐπει‐ δήπερ με ᾐτιάσατο, παρέσχον ἐμαυτὸν ὅ τι βούλεσθε χρῆ‐ σθαι, καὶ τούτου ἕνεκα τοῦ κινδύνου οὐδενὶ ἐγὼ τῶν ἐχθ‐ ρῶν διηλλάγην, οἳ ἐμὲ ἥδιον κακῶς λέγουσιν ἢ σφᾶς αὐτοὺς
5ἐπαινοῦσι, καὶ φανερῶς μὲν οὐδεὶς πώποτε ἐμὲ αὐτῶν ἐπεχείρησε ποιῆσαι κακὸν οὐδέν, τοιούτους δὲ ἐπιπέμπουσί
Or7
.

41

μοι, οἷς ὑμεῖς οὐκ ἂν δικαίως πιστεύοιτε. πάντων γὰρ ἀθλιώτατος ἂν γενοίμην, εἰ φυγὰς ἀδίκως καταστήσομαι, ἄπαις μὲν ὢν καὶ μόνος, ἐρήμου δὲ τοῦ οἴκου γενομένου, μητρὸς δὲ πάντων ἐνδεοῦς 〈οὔσησ〉, πατρίδος δὲ τοιαύτης
5ἐπ’ αἰσχίσταις στερηθεὶς αἰτίαις, πολλὰς μὲν ναυμαχίας ὑπὲρ αὐτῆς νεναυμαχηκώς, πολλὰς δὲ μάχας μεμαχημέ‐ νος, κόσμιον δ’ ἐμαυτὸν καὶ ἐν δημοκρατίᾳ καὶ ἐν ὀλι‐ γαρχίᾳ παρασχών.
Or7
.

42

Ἀλλὰ γάρ, ὦ βουλή, ταῦτα μὲν ἐνθάδε οὐκ οἶδ’ ὅ τι δεῖ λέγειν· ἀπέδειξα δ’ ὑμῖν ὡς οὐκ ἐνῆν σηκὸς ἐν τῷ χω‐ ρίῳ, καὶ μάρτυρας παρεσχόμην καὶ τεκμήρια. ἃ χρὴ μεμνη‐ μένους διαγιγνώσκειν περὶ τοῦ πράγματος, καὶ ἀξιοῦν παρὰ
5τούτου πυθέσθαι ὅτου ἕνεκα, ἐξὸν ἐπ’ αὐτοφώρῳ ἐλέγξαι, τοσούτῳ χρόνῳ ὕστερον εἰς τοσοῦτόν με κατέστησεν ἀγῶνα,
Or7
.

43

καὶ μάρτυρα οὐδένα παρασχόμενος ἐκ τῶν λόγων ζητεῖ πιστὸς γενέσθαι, ἐξὸν αὐτοῖς τοῖς ἔργοις ἀδικοῦντα ἀπο‐ δεῖξαι, καὶ ἐμοῦ ἅπαντας διδόντος τοὺς θεράποντας, οὕς
φησι παραγενέσθαι, παραλαβεῖν οὐκ ἤθελεν.56