TLG 0540 005 :: LYSIAS :: Pro Callia

LYSIAS Orat.
(Atheniensis: 5–4 B.C.)

Pro Callia

Source: Albini, U. (ed.), Lisia. I discorsi. Florence: Sansoni, 1955: 42–43.

Citation: Section — (line)

Or5
.

t

ΥΠΕΡ ΚΑΛΛΙΟΥ ΙΕΡΟΣΥΛΙΑΣ ΑΠΟΛΟΓΙΑ
Or5
.

1

Εἰ μὲν περὶ ἄλλου τινὸς ἢ τοῦ σώματος, ὦ ἄνδρες δικασταί, Καλλίας ἠγωνίζετο, ἐξήρκει ἄν μοι καὶ τὰ παρὰ τῶν ἄλλων εἰρημένα· νῦν δέ μοι δοκεῖ αἰσχρὸν εἶναι, κε‐ λεύοντος καὶ δεομένου, καὶ φίλου ὄντος καὶ ἐμοὶ καὶ ἕως
5ἔζη τῷ πατρί, καὶ πολλῶν συμβολαίων ἡμῖν πρὸς ἀλλή‐ λους γεγενημένων, μὴ βοηθῆσαι Καλλίᾳ τὰ δίκαια, ὅπως
Or5
.

2

ἂν δύνωμαι. ἐνόμιζον μὲν οὖν οὕτως μετοικεῖν αὐτὸν ἐν ταύτῃ τῇ πόλει, ὥστε πολὺ πρότερον ἀγαθοῦ τινος τεύ‐ ξεσθαι παρ’ ὑμῶν ἢ ἐπὶ τοιαύταις αἰτίαις εἰς τοσοῦτον κίνδυνον καταστήσεσθαι· νῦν δὲ οἱ ἐπιβουλεύοντες οὐχ
5ἧττον ἐπικίνδυνον ποιοῦσι τὸν βίον τοῖς μηδὲν ἀδικοῦσιν
Or5
.

3

ἢ τοῖς πολλῶν κακῶν αἰτίοις οὖσιν. ὑμᾶς δὲ ἄξιον μὴ τοὺς μὲν τῶν θεραπόντων λόγους πιστοὺς νομίζειν, τοὺς δὲ τούτων ἀπίστους, ἐνθυμουμένους ὅτι Καλλίᾳ μὲν οὐδεὶς πώποτε οὔτ’ ἰδιώτης ἐνεκάλεσεν οὔτε ἄρχων, οἰκῶν δ’ ἐν
5ταύτῃ τῇ πόλει πολλὰ μὲν ἀγαθὰ ὑμᾶς ἐποίησεν, οὐδεμίαν δὲ σχὼν αἰτίαν εἰς τοῦτο τῆς ἡλικίας ἀφῖκται, οὗτοι δὲ ἐν ἅπαντι τῷ βίῳ μεγάλα ἡμαρτηκότες καὶ πολλῶν κακῶν πεπειραμένοι, ὥσπερ ἀγαθοῦ τινος αἴτιοι γεγενημένοι περὶ
Or5
.

4

ἐλευθερίας νυνὶ ποιοῦνται τοὺς λόγους. καὶ οὐ θαυμάζω· ἴσασι γὰρ ὅτι, ἐὰν 〈μὲν〉 ψευδόμενοι ἐλεγχθῶσιν, οὐδὲν μεῖζον τῶν ὑπαρχόντων πείσονται, ἐὰν δὲ ὑμᾶς ἐξαπατή‐ σωσι, τῶν παρόντων κακῶν ἔσονται ἀπηλλαγμένοι. καίτοι42
5τοὺς τοιούτους οὔτε κατηγόρους οὔτε μάρτυρας πιστοὺς χρὴ νομίζειν εἶναι, οἵτινες αὐτοὶ μεγάλα κερδαίνοντες περὶ ἑτέρων ποιοῦνται τοὺς λόγους, ἀλλὰ πολὺ μᾶλλον ὅσοι τῷ δημοσίῳ βοηθοῦντες εἰς κινδύνους σφᾶς αὐτοὺς καθ‐
Or5
.

5

ιστᾶσιν. ἄξιον δέ μοι δοκεῖ εἶναι οὐ τούτων ἴδιον ἡγεῖ‐ σθαι τὸν ἀγῶνα, ἀλλὰ κοινὸν ἁπάντων τῶν ἐν τῇ πόλει· οὐ γὰρ τούτοις μόνοις εἰσὶ θεράποντες, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, οἳ πρὸς τὴν τούτων τύχην ἀποβλέποντες
5οὐκέτι σκέψονται ὅ τι ἀγαθὸν εἰργασμένοι τοὺς δεσπότας ἐλεύθεροι γένοιντο 〈ἄν〉, ἀλλ’ ὅ τι ψεῦδος περὶ αὐτῶν
μηνύσαντες ...43