TLG 0540 004 :: LYSIAS :: Περὶ τραύματος ἐκ προνοίας ὑπὲρ οὗ καὶ πρὸς ὃν 〈ἄδηλον〉

LYSIAS Orat.
(Atheniensis: 5–4 B.C.)

Περὶ τραύματος ἐκ προνοίας ὑπὲρ οὗ καὶ πρὸς ὃν 〈ἄδηλον〉

Source: Albini, U. (ed.), Lisia. I discorsi. Florence: Sansoni, 1955: 34–38.

Citation: Section — (line)

Or4
.

t

ΠΕΡΙ ΤΡΑΥΜΑΤΟΣ ΕΚ ΠΡΟΝΟΙΑΣ, ΥΠΕΡ ΟΥ ΚΑΙ ΠΡΟΣ ΟΝ 〈ΑΔΗΛΟΝ〉.
Or4
.

1

Θαυμαστόν γε, ὦ βουλή, τὸ διαμάχεσθαι περὶ τούτου, ὡς οὐκ ἐγένοντο ἡμῖν διαλλαγαί, καὶ τὸ μὲν ζεῦγος καὶ τὰ ἀνδράποδα, καὶ ὅσα ἐξ ἀγροῦ κατὰ τὴν ἀντίδοσιν ἔλαβε, μὴ ἂν δύνασθαι ἀρνηθῆναι ὡς οὐκ ἀπέδωκε, φανερῶς δὲ
5περὶ πάντων διαλελυμένον ἀρνεῖσθαι τὰ περὶ τῆς ἀνθρώ‐
Or4
.

2

που, μὴ κοινῇ ἡμᾶς χρῆσθαι συγχωρῆσαι. καὶ τὴν μὲν ἀντίδοσιν δι’ ἐκείνην φανερός ἐστι ποιησάμενος, τὴν δ’ αἰτίαν δι’ ἣν ἀπέδωκεν ἃ ἔλαβεν, οὐκ ἂν ἄλλην ἔχοι εἰπεῖν (βουλόμενος τἀληθῆ λέγειν) ἢ ὅτι οἱ φίλοι περὶ
Or4
.

3

πάντων ἡμᾶς τούτων συνήλλαξαν. ἐβουλόμην δ’ ἂν μὴ ἀπο‐ λαχεῖν αὐτὸν κριτὴν Διονυσίοις, ἵν’ ὑμῖν φανερὸς ἐγένετο ἐμοὶ διηλλαγμένος, κρίνας τὴν ἐμὴν φυλὴν νικᾶν· νῦν δὲ
Or4
.

4

ἔγραψε μὲν ταῦτα εἰς τὸ γραμματεῖον ἀπέλαχε δέ. καὶ ὅτι ἀληθῆ ταῦτα λέγω, Φιλῖνος καὶ Διοκλῆς ἴσασιν· ἀλλ’ οὐκ ἔστ’ αὐτοῖς μαρτυρῆσαι μὴ διομοσαμένοις περὶ τῆς αἰτίας ἧς ἐγὼ φεύγω, ἐπεὶ σαφῶς ἔγνωτ’ ἂν ὅτι ἡμεῖς ἦμεν αὐτὸν
Or4
.

5

οἱ κριτὴν ἐμβαλόντες καὶ ἡμῶν ἕνεκα ἐκαθίζετο. Ἀλ‐ λ’ ἦν, εἰ βούλεται, ἐχθρός· δίδωμι γὰρ αὐτῷ τοῦτο· οὐδὲν
γὰρ διαφέρει. οὐκοῦν ἦλθον αὐτὸς αὐτὸν ἀποκτενῶν, ὡς οὗτός φησι, καὶ βίᾳ εἰς τὴν οἰκίαν εἰσῆλθον. διὰ τί οὖν34
5οὐκ ἀπέκτεινα, ὑποχείριον λαβὼν τὸ σῶμα, καὶ τοσοῦτον κρατήσας ὥστε καὶ τὴν ἄνθρωπον λαβεῖν; φρασάτω πρὸς
Or4
.

6

ὑμᾶς. ἀλλ’ οὐκ ἔχει εἰπεῖν. Καὶ μὴν οὐδείς γε ὑμῶν ἀγνοεῖ ὅτι θᾶττον ἂν ἐγχειριδίῳ πληγεὶς ἀπέθανεν ἢ πὺξ παιό‐ μενος. φαίνεται τοίνυν οὐδ’ αὐτὸς αἰτιώμενος τοιοῦ‐ τόν τι ἔχοντας ἡμᾶς ἐλθεῖν, ἀλλ’ ὀστράκῳ φησὶ πληγῆναι.
5καίτοι φανερὸν ἤδη ἐξ ὧν εἴρηκεν, ὅτι οὐ πρόνοια γεγέ‐
Or4
.

7

νηται. οὐ γὰρ ἂν οὕτως ἤλθομεν, ἀδήλου ὄντος εἰ παρὰ τούτῳ εὑρήσομεν [ὄστρακον ἢ] ὅτῳ αὐτὸν ἀποκτενοῦμεν, ἀλλ’ οἴκοθεν ἔχοντες ἂν ἐβαδίζομεν. νῦν δὲ ὁμολογούμεθα πρὸς παῖδας καὶ αὐλητρίδας καὶ μετ’ οἴνου ἐλθόντες. ὥστε
Or4
.

8

πῶς ταῦτ’ ἐστὶ πρόνοια; ἐγὼ μὲν γὰρ οἶμαι οὐδαμῶς. Ἀλ‐ λ’ οὗτος ἐναντίως τοῖς ἄλλοις δύσερώς ἐστι, καὶ ἀμφό‐ τερα βούλεται, τό τε ἀργύριον μὴ ἀποδοῦναι καὶ τὴν ἄν‐ θρωπον ἔχειν. εἶτα ὑπὸ τῆς ἀνθρώπου παρωξυμμένος ὀξύ‐
5χειρ λίαν καὶ πάροινός ἐστιν, ἀνάγκη δὲ ἀμύνασθαι. ἡ δὲ τοτὲ μὲν ἐμὲ περὶ πολλοῦ τοτὲ δὲ τοῦτόν φησι ποιεῖσθαι,
Or4
.

9

βουλομένη ὑπ’ ἀμφοτέρων ἐρᾶσθαι. καὶ ἐγὼ μὲν καὶ ἐξ ἀρχῆς εὐκόλως εἶχον καὶ νῦν ἔτι ἔχω· ὁ δ’ εἰς τοῦτο βα‐ ρυδαιμονίας ἥκει, ὥστε οὐκ αἰσχύνεται τραῦμά τε ὀνομά‐ ζων τὰ ὑπώπια καὶ ἐν κλίνῃ περιφερόμενος καὶ δεινῶς
5προσποιούμενος διακεῖσθαι ἕνεκα πόρνης ἀνθρώπου, ἣν ἔξεστιν αὐτῷ ἀναμφισβητήτως ἔχειν ἐμοὶ ἀποδόντι τἀργύ‐
Or4
.

10

ριον. καὶ φησὶ μὲν δεινῶς ἐπιβουλευθῆναι καὶ πρὸς ἅπαν‐ θ’ ἡμῖν ἀμφισβητεῖ, ἐξὸν δ’ ἐκ τῆς ἀνθρώπου βασανι‐ σθείσης τὸν ἔλεγχον ποιήσασθαι οὐκ ἠθέλησεν· ἣ πρῶ‐ τον μὲν τοῦτ’ ἂν κατεῖπεν, πότερα κοινὴ ἡμῖν ἦν ἢ ἰδία
5τούτου, καὶ πότερα τὸ ἥμισυ τοῦ ἀργυρίου ἐγὼ συνεβαλό‐
μην ἢ οὗτος ἅπαν ἔδωκε, καὶ εἰ διηλλαγμένοι ἢ ἔτι ἐχθροὶ35
Or4
.

11

ἦμεν, ἔτι δὲ εἰ μεταπεμφθέντες ἤλθομεν ἢ οὐδενὸς καλέ‐ σαντος, καὶ εἰ οὗτος ἦρχε χειρῶν ἀδίκων ἢ ἐγὼ πρότερος τοῦτον ἐπάταξα. τούτων καθ’ ἓν ἕκαστον καὶ τῶν ἄλλων οὐδὲν [ἦν] ὅ τι οὐ ῥᾴδιον τοῖς τε ἄλλοις ἐμφανὲς καὶ τού‐
5τοις ποιῆσαι.
Or4
.

12

Ὅτι μὲν οὖν οὔτε πρόνοια ἐγένετο οὔτε ἀδικῶ τοῦ‐ τον, ὦ βουλή, ἐκ τοσούτων τεκμηρίων καὶ μαρτυριῶν ὑμῖν ἐπιδέδεικται· ἀξιῶ δ’ ὅσον ἂν ἐγένετο σημεῖον τού‐ τῳ πρὸς τὸ δοκεῖν ἀληθῆ λέγειν φυγόντος ἐμοῦ τὴν
5βάσανον, τοσοῦτον ἐμοὶ τεκμήριον γενέσθαι ὅτι οὐ ψεύ‐ δομαι, διότι οὗτος οὐκ ἠθέλησεν ἐκ τῆς ἀνθρώπου ποιήσασθαι τὸν ἔλεγχον. καὶ μὴ τοσοῦτον ἰσχῦσαι τοὺς τούτου λόγους, ὅτι φησὶν αὐτὴν ἐλευθέραν εἶναι· ὁμοίως γὰρ προσήκει κἀμοὶ τῆς ἐλευθερίας, τὸ ἴσον καταθέντι
Or4
.

13

ἀργύριον. ἀλλὰ ψεύδεται καὶ οὐκ ἀληθῆ λέγει. ἢ δεινόν γε, εἰ εἰς μὲν λύσιν τοῦ σώματος [ἔδωκα τὸ ἀργύριον] ἐκ τῶν πολεμίων ἐξῆν ἄν μοι χρῆσθαι αὐτῇ ὅ τι ἐβουλό‐ μην, κινδυνεύοντι δέ μοι περὶ τῆς πατρίδος οὐδὲ πυθέσθαι
5παρ’ αὐτῆς τἀληθῆ ἐκγενήσεται περὶ ὧν εἰς τὴν κρίσιν καθέστηκα· καὶ μὲν δὴ πολὺ ἂν δικαιότερον ἐπὶ ταύτῃ τῇ αἰτίᾳ βασανισθείη ἢ ἐπὶ τῇ ἐκ τῶν πολεμίων λύσει πρα‐ θείη, ὅσῳ παρὰ μὲν ἐκείνων βουλομένων ἀπολῦσαι ἔστι καὶ ἄλλοθεν εὐπορήσαντι κομισθῆναι, ἐπὶ δὲ τοῖς ἐχθροῖς
10γενόμενον οὐ δυνατόν· οὐ γὰρ ἀργύριον λαβεῖν προθυμοῦν‐ ται, ἀλλ’ ἐκ τῆς πατρίδος ἐκβαλεῖν ἔργον ποιοῦνται.
Or4
.

14

ὥσθ’ ὑμῖν προσήκει μὴ ἀποδέχεσθαι αὐτοῦ διὰ τοῦτο οὐκ ἀξιοῦντος βασανισθῆναι τὴν ἄνθρωπον, ὅτι αὐτὴν ἐλευ‐ θέραν ἐσκήπτετο εἶναι, ἀλλὰ πολὺ μᾶλλον συκοφαντίαν
καταγιγνώσκειν ὅτι παραλιπὼν ἔλεγχον οὕτως ἀκριβῆ36
Or4
.

15

ἐξαπατήσειν ὑμᾶς ῥᾳδίως ᾠήθη. οὐ γὰρ δήπου τήν γε τούτου πρόκλησιν πιστοτέραν ὑμᾶς νομίζειν δεῖ τῆς ἡμε‐ τέρας, ἐφ’ οἷς τοὺς αὑτοῦ οἰκέτας ἠξίου βασανίζεσθαι. ἃ μὲν γὰρ ἐκεῖνοι ᾔδεσαν, ἐλθόντας ἡμᾶς ὡς τοῦτον, καὶ
5ἡμεῖς ὁμολογοῦμεν· εἰ δὲ μεταπεμφθέντες ἢ μή, καὶ πό‐ τερον πρότερος ἐπλήγην ἢ ἐπάταξα, ἐκείνη μᾶλλον ἂν ᾔδει.
Or4
.

16

ἔτι δὲ τοὺς μὲν τούτου οἰκέτας ἰδίους ὄντας τούτου εἰ ἐβα‐ σανίζομεν, εἰκότως ἄν τι τούτῳ χαριζόμενοι καὶ παρὰ τὴν ἀλήθειαν ἐμοῦ κατεψεύσαντο· αὕτη δὲ ὑπῆρχε κοινή, ὁμοίως ἀμφοτέρων ἀργύριον κατατεθηκότων, καὶ [μάλιστα ᾔδει]
Or4
.

17

διὰ ταύτην ἅπαντα τὰ πραχθέντα ἡμῖν γεγένηται. καὶ εὖ ᾔδειν 〈ὅτι〉 οὐδὲ ἐν ταύτῃ ἔγωγ’ ἂν ἴσον εἶχον βασα‐ νισθείσῃ, ἀλλ’ ἀπεκινδύνευον τοῦτο· πολὺ γὰρ περὶ πλείο‐ νος τοῦτον ἢ ἐμὲ φαίνεται ποιησαμένη, καὶ μετὰ μὲν τούτου
5ἐμὲ ἠδικηκυῖα, μετ’ ἐμοῦ δ’ οὐδεπώποτε εἰς τοῦτον ἐξα‐ μαρτοῦσα. ἀλλ’ ὅμως ἐγὼ μὲν εἰς ταύτην κατέφυγον, οὗτος δὲ οὐκ ἐπίστευσεν αὐτῇ.
Or4
.

18

Οὔκουν δεῖ ὑμᾶς, ὦ βουλή, τηλικούτου ὄντος τοῦ κιν‐ δύνου, ῥᾳδίως ἀποδέχεσθαι τοὺς τούτου λόγους, ἀλλ’ ἐν‐ θυμουμένους ὅτι περὶ τῆς πατρίδος μοι καὶ τοῦ βίου ὁ ἀγών ἐστιν, ἐν ὑπολόγῳ ταύτας τὰς προκλήσεις ποιεῖ‐
5σθαι. καὶ μὴ ζητεῖτε τούτων ἔτι μείζους πίστεις· οὐ γὰρ ἂν ἔχοιμι εἰπεῖν ἄλλ’ ἢ ταύτας, ὡς οὐδὲν εἰς τοῦ‐
Or4
.

19

τον προὐνοήθην. ἀγανακτῶ δ’, ὦ βουλή, εἰ διὰ πόρνην καὶ δούλην ἄνθρωπον περὶ τῶν μεγίστων εἰς κίνδυνον κα‐ θέστηκα, τί κακὸν πώποτε τὴν πόλιν ἢ αὐτὸν τοῦτον εἰρ‐ γασμένος, ἢ εἰς τίνα τῶν πολιτῶν ὁτιοῦν ἐξαμαρτῶν;
5οὐδὲν γὰρ ἔμοιγέ ἐστι τοιοῦτον πεπραγμένον, ἀλλ’ ἀλο‐
γώτατον πάντων κινδυνεύω πολὺ μείζω συμφορὰν ἐμαυτῷ37
Or4
.

20

διὰ τούτους ἐπαγαγέσθαι. πρὸς οὖν παίδων καὶ γυναι‐ κῶν καὶ θεῶν τῶν τόδε τὸ χωρίον ἐχόντων ἱκετεύω ὑμᾶς καὶ ἀντιβολῶ, ἐλεήσατέ με, καὶ μὴ περιίδητε ἐπὶ τούτῳ γενόμενον, μηδὲ ἀνηκέστῳ συμφορᾷ περιβάλητε· οὐ γὰρ
5ἄξιος οὔτ’ ἐγὼ φεύγειν τὴν ἐμαυτοῦ, οὔτε οὗτος τοσαύ‐ την δίκην παρ’ ἐμοῦ λαβεῖν ὑπὲρ ὧν φησιν ἠδικῆσθαι,
οὐκ ἠδικημένος.38