TLG 0540 003 :: LYSIAS :: Contra Simonem

LYSIAS Orat.
(Atheniensis: 5–4 B.C.)

Contra Simonem

Source: Albini, U. (ed.), Lisia. I discorsi. Florence: Sansoni, 1955: 20–29.

Citation: Section — (line)

Or3
.

t

ΠΡΟΣ ΣΙΜΩΝΑ ΑΠΟΛΟΓΙΑ
Or3
.

1

Πολλὰ καὶ δεινὰ συνειδὼς Σίμωνι, ὦ βουλή, οὐκ ἄν ποτ’ αὐτὸν εἰς τοσοῦτον τόλμης ἡγησάμην ἀφικέσθαι, ὥστε ὑπὲρ ὧν αὐτὸν ἔδει δοῦναι δίκην, ὑπὲρ τούτων ὡς ἀδικούμενον ἔγκλημα ποιήσασθαι καὶ οὕτω μέγαν καὶ σεμ‐
Or3
.

2

νὸν ὅρκον διομοσάμενον εἰς ὑμᾶς ἐλθεῖν. εἰ μὲν οὖν ἄλλοι τινὲς ἔμελλον περὶ ἐμοῦ διαγνώσεσθαι, σφόδρα ἂν ἐφοβούμην τὸν κίνδυνον, ὁρῶν ὅτι καὶ παρασκευαὶ καὶ τύχαι ἐνίοτε τοιαῦται γίγνονται, ὥστε πολλὰ καὶ
5παρὰ γνώμην ἀποβαίνειν τοῖς κινδυνεύουσιν. εἰς ὑμᾶς
Or3
.

3

δ’ εἰσελθὼν ἐλπίζω τῶν δικαίων τεύξεσθαι. μάλιστα δ’ ἀγανακτῶ, ὦ βουλή, ὅτι περὶ [τῶν] πραγμάτων εἰπεῖν ἀναγκασθήσομαι πρὸς ὑμᾶς, ὑπὲρ ὧν ἐγὼ αἰσχυνόμενος, εἰ μέλλοιεν πολλοί μοι συνείσεσθαι, ἠνεσχόμην ἀδικού‐
5μενος. ἐπειδὴ δὲ Σίμων με εἰς τοιαύτην ἀνάγκην κατ‐ έστησεν, οὐδὲν ἀποκρυψάμενος ἅπαντα διηγήσομαι πρὸς
Or3
.

4

ὑμᾶς τὰ πεπραγμένα. ἀξιῶ δέ, ὦ βουλή, εἰ μὲν ἀδικῶ, μηδεμιᾶς συγγνώμης τυγχάνειν· ἐὰν δὲ περὶ τούτων ἀποδείξω ὡς οὐκ ἔνοχός εἰμι οἷς Σίμων διωμόσατο, ἄλ‐ λως δὲ ὑμῖν φαίνωμαι παρὰ τὴν ἡλικίαν τὴν ἐμαυτοῦ
5ἀνοητότερον πρὸς τὸ μειράκιον διατεθείς, αἰτοῦμαι ὑμᾶς
μηδέν με χείρω νομίζειν, εἰδότας ὅτι ἐπιθυμῆσαι μὲν ἅπα‐ σιν ἀνθρώποις ἔνεστιν, οὗτος δὲ βέλτιστος ἂν εἴη καὶ σω‐ φρονέστατος, ὅστις κοσμιώτατα τὰς συμφορὰς φέρειν δύ‐ ναται. οἷς ἅπασιν ἐμποδὼν ἐμοὶ γεγένηται Σίμων οὑτοσί,20
10ὡς ἐγὼ ὑμῖν ἐπιδείξω.
Or3
.

5

Ἡμεῖς γὰρ ἐπεθυμήσαμεν, ὦ βουλή, Θεοδότου, Πλα‐ ταϊκοῦ μειρακίου, καὶ ἐγὼ μὲν εὖ ποιῶν αὐτὸν ἠξίουν εἶναί μοι φίλον, οὗτος δὲ ὑβρίζων καὶ παρανομῶν ᾤετο ἀναγκάσειν αὐτὸν ποιεῖν ὅ τι βούλοιτο. ὅσα μὲν οὖν ἐκεῖ‐
5νος κακὰ ὑπ’ αὐτοῦ πέπονθε, πολὺ ἂν ἔργον εἴη λέγειν·
Or3
.

6

ὅσα δὲ εἰς ἐμὲ αὐτὸν ἐξημάρτηκεν, ἡγοῦμαι ταῦθ’ ὑμῖν προσήκειν ἀκοῦσαι. πυθόμενος γὰρ ὅτι τὸ μειράκιον ἦν παρ’ ἐμοί, ἐλθὼν ἐπὶ τὴν οἰκίαν τὴν ἐμὴν νύκτωρ μεθύων, ἐκκόψας τὰς θύρας εἰσῆλθεν εἰς τὴν γυναικωνῖτιν, ἔνδον
5οὐσῶν τῆς τε ἀδελφῆς τῆς ἐμῆς καὶ τῶν ἀδελφιδῶν, αἳ οὕτω κοσμίως βεβιώκασιν ὥστε καὶ ὑπὸ τῶν οἰκείων ὁρώ‐
Or3
.

7

μεναι αἰσχύνεσθαι. οὗτος τοίνυν εἰς τοῦτο ἦλθεν ὕβρεως ὥστ’ οὐ πρότερον ἠθέλησεν ἀπελθεῖν, πρὶν αὐτὸν ἡγού‐ μενοι δεινὰ ποιεῖν οἱ παραγενόμενοι καὶ οἱ μετ’ αὐτοῦ ἐλθόντες, ἐπὶ παῖδας κόρας καὶ ὀρφανὰς εἰσιόντα, ἐξήλασαν
5βίᾳ. καὶ τοσούτου ἐδέησεν αὐτῷ μεταμελῆσαι τῶν ὑβρισ‐ μένων, ὥστε ἐξευρὼν οὗ ἐδειπνοῦμεν ἀτοπώτατον πρᾶγμα καὶ ἀπιστότατον ἐποίησεν, εἰ μή τις εἰδείη τὴν τούτου μα‐
Or3
.

8

νίαν. ἐκκαλέσας γάρ με ἔνδοθεν, ἐπειδὴ τάχιστα ἐξῆλθον, εὐθύς με τύπτειν ἐπεχείρησεν· ἐπειδὴ δὲ αὐτὸν ἠμυνάμην, ἐκστὰς ἔβαλλέ με λίθοις. καὶ ἐμοῦ μὲν ἁμαρτάνει, Ἀρι‐ στοκρίτου δέ, ὃς παρ’ ἐμὲ ἦλθε μετ’ αὐτοῦ, βαλὼν λίθῳ
Or3
.

9

συντρίβει τὸ μέτωπον. ἐγὼ τοίνυν, ὦ βουλή, ἡγούμενος μὲν δεινὰ πάσχειν, αἰσχυνόμενος δέ, ὅπερ ἤδη καὶ πρό‐ τερον εἶπον, τῇ συμφορᾷ, ἠνειχόμην, καὶ μᾶλλον ᾑρού‐
μην μὴ λαβεῖν τούτων τῶν ἁμαρτημάτων δίκην ἢ δόξαι21
5τοῖς πολίταις ἀνόητος εἶναι, εἰδὼς ὅτι τῇ μὲν τούτου πονηρίᾳ πρέποντα ἔσται τὰ πεπραγμένα, ἐμοῦ δὲ πολλοὶ καταγελάσονται τοιαῦτα πάσχοντος τῶν φθονεῖν εἰθισ‐ μένων, ἐάν τις ἐν τῇ πόλει προθυμῆται χρηστὸς εἶναι.
Or3
.

10

οὕτω δὲ σφόδρα ἠπορούμην ὅ τι χρησαίμην, ὦ βουλή, τῇ τούτου παρανομίᾳ, ὥστε ἔδοξέ μοι κράτιστον εἶναι ἀποδημῆσαι [ἐκ τῆς πόλεως]. λαβὼν δὴ τὸ μειράκιον (ἅπαντα γὰρ δεῖ τἀληθῆ λέγειν) ᾠχόμην ἐκ τῆς πόλεως.
5ἐπειδὴ δὲ ᾤμην ἱκανὸν εἶναι τὸν χρόνον Σίμωνι ἐπι‐ λαθέσθαι μὲν τοῦ νεανίσκου, μεταμελῆσαι δὲ τῶν πρό‐
Or3
.

11

τερον ἡμαρτημένων, ἀφικνοῦμαι πάλιν. κἀγὼ μὲν ᾠχό‐ μην εἰς Πειραιᾶ, οὗτος δ’ αἰσθόμενος εὐθέως ἥκοντα τὸν Θεόδοτον καὶ διατρίβοντα παρὰ Λυσιμάχῳ, ὃς ᾤκει πλησίον τῆς οἰκίας ἧς οὗτος ἐμεμίσθωτο, παρεκάλεσέ
5τινας τῶν τούτου ἐπιτηδείων. καὶ οὗτοι μὲν ἠρίστων καὶ ἔπινον, φύλακας δὲ κατέστησαν ἐπὶ τοῦ τέγους, ἵν’,
Or3
.

12

ὁπότε ἐξέλθοι τὸ μειράκιον, εἰσαρπάσειαν αὐτόν. ἐν δὲ τούτῳ τῷ καιρῷ ἀφικνοῦμαι ἐγὼ ἐκ Πειραιῶς, καὶ τρέπο‐ μαι παριὼν ὡς τὸν Λυσίμαχον· ὀλίγον δὲ χρόνον διατρί‐ ψαντες ἐξερχόμεθα. οὗτοι δ’ ἤδη μεθύοντες ἐκπηδῶσιν ἐφ’
5ἡμᾶς. καὶ οἱ μέν τινες αὐτῷ τῶν παραγενομένων οὐκ ἠθέ‐ λησαν συνεξαμαρτεῖν, Σίμων δὲ οὑτοσὶ καὶ Θεόφιλος καὶ Πρώταρχος καὶ Αὐτοκλῆς εἷλκον τὸ μειράκιον. ὁ δὲ ῥίψας
Or3
.

13

τὸ ἱμάτιον ᾤχετο φεύγων. ἐγὼ δὲ ἡγούμενος ἐκεῖνον μὲν ἐκφεύξεσθαι, τούτους δ’, ἐπειδὴ τάχιστα ἐντύχοιεν ἀν‐ θρώποις, αἰσχυνομένους ἀποτρέψεσθαι—ταῦτα διανοηθεὶς ἑτέραν ὁδὸν ᾠχόμην ἀπιών· οὕτω σφόδρ’ αὐτοὺς ἐφυλατ‐
5τόμην, καὶ πάντα τὰ ὑπὸ τούτων γιγνόμενα μεγάλην
Or3
.

14

ἐμαυτῷ συμφορὰν ἐνόμιζον. κἀνταῦθα μέν, ἵνα φησὶ Σί‐ μων τὴν μάχην γενέσθαι, οὔτε τούτων οὔτε ἡμῶν οὐδεὶς οὔτε κατεάγη τὴν κεφαλὴν οὔτε ἄλλο κακὸν οὐδὲν ἔλαβεν, ὧν ἐγὼ τοὺς παραγενομένους ὑμῖν παρέξομαι μάρτυρας.22
4ΜΑΡΤΥΡΕΣ
Or3
.

15

Ὅτι μὲν τοίνυν οὗτος ἦν ὁ ἀδικήσας, ὦ βουλή, καὶ ἐπιβουλεύσας ἡμῖν, καὶ οὐκ ἐγὼ τούτῳ, ὑπὸ τῶν παρα‐ γενομένων μεμαρτύρηται ὑμῖν. μετὰ δὲ ταῦτα τὸ μὲν μει‐ ράκιον εἰς γναφεῖον κατέφυγεν, οὗτοι δὲ συνεισπεσόντες
5ἦγον αὐτὸν βίᾳ, βοῶντα καὶ κεκραγότα καὶ μαρτυρόμε‐
Or3
.

16

νον. συνδραμόντων δὲ ἀνθρώπων πολλῶν καὶ ἀγανακτούν‐ των τῷ πράγματι καὶ δεινὰ φασκόντων εἶναι τὰ γιγνό‐ μενα, τῶν μὲν λεγομένων οὐδὲν ἐφρόντιζον, Μόλωνα δὲ τὸν γναφέα καὶ ἄλλους τινὰς ἐπαμύνειν ἐπιχειροῦντας συν‐
Or3
.

17

έκοψαν. ἤδη δὲ αὐτοῖς οὖσι παρὰ τὴν Λάμπωνος οἰκίαν ἐγὼ μόνος βαδίζων ἐντυχάνω, δεινὸν δὲ ἡγησάμενος εἶναι καὶ αἰσχρὸν περιιδεῖν οὕτως ἀνόμως καὶ βιαίως ὑβρισ‐ θέντα τὸν νεανίσκον, ἐπιλαμβάνομαι αὐτοῦ. οὗτοι δέ, δι’ ὅ
5τι μὲν τοιαῦτα παρενόμουν εἰς ἐκεῖνον, οὐκ ἠθέλησαν εἰπεῖν ἐρωτηθέντες, ἀφέμενοι δὲ τοῦ νεανίσκου ἔτυπτον ἐμέ.
Or3
.

18

μάχης δὲ γενομένης, ὦ βουλή, καὶ τοῦ μειρακίου βάλλοντος αὐτοὺς κἀμοῦ περὶ τοῦ σώματος ἀμυνομένου καὶ τούτων ἡμᾶς βαλλόντων, ἔτι δὲ τυπτόντων αὐτὸν ὑπὸ τῆς μέθης κἀκείνου ἀμυνομένου, καὶ τῶν παραγενομένων ὡς ἀδικου‐
5μένοις ἡμῖν ἁπάντων ἐπικουρούντων, ἐν τούτῳ τῷ θορύβῳ
Or3
.

19

συντριβόμεθα τὰς κεφαλὰς ἅπαντες. καὶ οἱ μὲν ἄλλοι οἱ μετὰ τούτου παροινήσαντες, ἐπειδὴ τάχιστά με εἶδον μετὰ ταῦτα, ἐδέοντό μου συγγνώμην ἔχειν, οὐχ ὡς ἀδικούμενοι
ἀλλ’ ὡς δεινὰ πεποιηκότες· καὶ ἐξ ἐκείνου τοῦ χρόνου23
5τεττάρων ἐτῶν παρεληλυθότων οὐδέν μοι πώποτε ἐνεκά‐
Or3
.

20

λεσεν οὐδείς. Σίμων δ’ οὑτοσί, ὁ πάντων τῶν κακῶν αἴ‐ τιος γενόμενος, τὸν μὲν ἄλλον χρόνον ἡσυχίαν ἦγε δε‐ διὼς περὶ αὑτοῦ, ἐπειδὴ δὲ δίκας ἰδίας ᾔσθετο κακῶς ἀγωνισάμενον ἐξ ἀντιδόσεως, καταφρονήσας μου οὑτωσὶ
5τολμηρῶς εἰς τοιοῦτον ἀγῶνά με κατέστησεν. ὡς οὖν καὶ ταῦτ’ ἀληθῆ λέγω, τούτων ὑμῖν τοὺς παραγενομένους μάρ‐ τυρας παρέξομαι.
7ΜΑΡΤΥΡΕΣ
Or3
.

21

Τὰ μὲν οὖν γεγενημένα καὶ ἐμοῦ καὶ τῶν μαρτύρων ἀκηκόατε· ἐβουλόμην δ’ ἄν, ὦ βουλή, Σίμωνα τὴν αὐτὴν γνώμην ἐμοὶ ἔχειν, ἵν’ ἀμφοτέρων ἡμῶν ἀκούσαντες τἀ‐ ληθῆ ῥᾳδίως ἔγνωτε τὰ δίκαια. ἐπειδὴ δὲ αὐτῷ οὐδὲν
5μέλει τῶν ὅρκων ὧν διωμόσατο, πειράσομαι καὶ περὶ ὧν
Or3
.

22

οὗτος ἔψευσται διδάσκειν ὑμᾶς. Ἐτόλμησε γὰρ εἰπεῖν ὡς αὐτὸς μὲν τριακοσίας δραχμὰς ἔδωκε Θεοδότῳ, συν‐ θήκας πρὸς αὐτὸν ποιησάμενος, ἐγὼ δ’ ἐπιβουλεύσας ἀπέσ‐ τησα αὐτοῦ τὸ μειράκιον. καίτοι ἐχρῆν αὐτόν, εἴπερ ἦν
5ταῦτ’ ἀληθῆ, παρακαλέσαντα μάρτυρας ὡς πλείστους
Or3
.

23

κατὰ τοὺς νόμους διαπράττεσθαι περὶ αὐτῶν. οὗτος δὲ τοιοῦτον οὐδὲν πώποτε φαίνεται ποιήσας, ὑβρίζων δὲ καὶ τύπτων ἅμ’ ἀμφοτέρους ἡμᾶς καὶ κωμάζων καὶ τὰς θύρας ἐκβάλλων καὶ νύκτωρ εἰσιὼν ἐπὶ γυναῖκας ἐλευθέρας.
Or3
.

24

ἃ χρὴ μάλιστα, ὦ βουλή, τεκμήρια νομίζειν ὅτι ψεύδεται πρὸς ὑμᾶς. σκέψασθε δὲ ὡς ἄπιστα εἴρηκε. τὴν γὰρ οὐσίαν τὴν ἑαυτοῦ ἅπασαν πεντήκοντα καὶ διακοσίων δραχμῶν ἐτιμήσατο. καίτοι θαυμαστὸν εἰ τὸν ἑταιρήσοντα πλειόνων
Or3
.

25

ἐμισθώσατο ὧν αὐτὸς τυγχάνει κεκτημένος. εἰς τοῦτο
δ’ ἥκει τόλμης ὥστε οὐκ ἐξαρκεῖ περὶ τούτου μόνον αὐτῷ ψεύσασθαι, περὶ τοῦ δεδωκέναι τὸ ἀργύριον, ἀλλὰ καὶ κεκομίσθαι φησί· καίτοι πῶς εἰκός ἐστι τότε μὲν ἡμᾶς24
5τοιαῦτα ἐξαμαρτάνειν οἷα κατηγόρηκεν οὗτος, ἀποστερῆ‐ σαι βουλομένους τὰς τριακοσίας δραχμάς, ἐπειδὴ δὲ ἀπε‐ μαχεσάμεθα, τηνικαῦτα ἀποδοῦναι τὸ ἀργύριον αὐτῷ, μήτε ἀφειμένους τῶν ἐγκλημάτων μήτε ἀνάγκης ἡμῖν μηδεμιᾶς
Or3
.

26

γενομένης; ἀλλὰ γάρ, ὦ βουλή, πάντα αὐτῷ ταῦτα σύγκει‐ ται καὶ μεμηχάνηται, καὶ δοῦναι μέν φησιν, ἵνα μὴ δοκῇ δεινὰ ποιεῖν, εἰ μηδενὸς αὐτῷ συμβολαίου γεγενημένου τοιαῦτα ἐτόλμα ὑβρίζειν τὸ μειράκιον, ἀπειληφέναι δὲ
5προσποιεῖται, διότι φανερός ἐστιν ἐγκαλέσας οὐδέποτ’ ἀργύριον οὐδὲ μνείαν περὶ τούτου οὐδεμίαν ποιησάμενος.
Or3
.

27

Φησὶ δ’ ἐπὶ ταῖς αὑτοῦ θύραις ὑπ’ ἐμοῦ δεινῶς δια‐ τεθῆναι τυπτόμενος. φαίνεται δὲ πλεῖν ἢ τέτταρα στάδια ἀπὸ τῆς οἰκίας διώξας τὸ μειράκιον οὐδὲν κακὸν ἔχων, καὶ ταῦτα πλεῖν ἢ διακοσίων ἰδόντων ἀνθρώπων ἔξαρνός
5ἐστι.
Or3
.

28

Λέγει δ’ ὡς ἡμεῖς ἤλθομεν ἐπὶ τὴν οἰκίαν τὴν τού‐ του ὄστρακον ἔχοντες, καὶ ὡς ἠπείλουν αὐτῷ ἐγὼ ἀποκτε‐ νεῖν, καὶ ὡς τοῦτό ἐστιν ἡ πρόνοια. ἐγὼ δ’ ἡγοῦμαι, ὦ βουλή, ῥᾴδιον εἶναι γνῶναι ὅτι ψεύδεται, οὐ μόνον ὑμῖν
5τοῖς εἰωθόσι σκοπεῖσθαι περὶ τῶν τοιούτων, ἀλλὰ καὶ
Or3
.

29

τοῖς ἄλλοις ἅπασι. τῷ γὰρ ἂν δόξειε πιστὸν ὡς ἐγὼ προ‐ νοηθεὶς καὶ ἐπιβουλεύων ἦλθον ἐπὶ τὴν Σίμωνος οἰκίαν μεθ’ ἡμέραν, μετὰ τοῦ μειρακίου, τοσούτων ἀνθρώπων παρ’ αὐτῷ συνειλεγμένων, εἰ μὴ εἰς τοῦτο μανίας ἀφικόμην
5ὥστε ἐπιθυμεῖν εἷς ὢν πολλοῖς μάχεσθαι, ἄλλως τε καὶ εἰδὼς ὅτι ἀσμένως ἄν με εἶδεν ἐπὶ ταῖς θύραις ταῖς αὑτοῦ, ὃς καὶ ἐπὶ τὴν ἐμὴν οἰκίαν φοιτῶν εἰσῄει βίᾳ, καὶ οὔτε τῆς ἀδελφῆς οὔτε τῶν ἀδελφιδῶν φροντίσας ζητεῖν με ἐτόλμα,
καὶ ἐξευρὼν οὗ δειπνῶν ἐτύγχανον, ἐκκαλέσας ἔτυπτέ με.25
Or3
.

30

καὶ τότε μὲν ἄρα, ἵνα μὴ περιβόητος εἴην, ἡσυχίαν ἦγον, συμφορὰν ἐμαυτοῦ νομίζων τὴν τούτου πονηρίαν· ἐπειδὴ δὲ χρόνος διεγένετο, πάλιν, ὡς οὗτός φησιν, ἐπεθύμησα
Or3
.

31

περιβόητος γενέσθαι; καὶ εἰ μὲν ἦν παρὰ τούτῳ τὸ μειρά‐ κιον, εἶχεν ἄν τινα λόγον τὸ ψεῦδος αὐτῷ ὡς ἐγὼ διὰ τὴν ἐπιθυμίαν ἠναγκαζόμην ἀνοητότερόν τι ποιεῖν τῶν εἰκότων· νῦν δὲ τούτῳ μὲν οὐδὲ διελέγετο, ἀλλ’ ἐμίσει
5πάντων ἀνθρώπων μάλιστα, παρ’ ἐμοὶ δ’ ἐτύγχανε διαι‐
Or3
.

32

τώμενον. ὥστε τῷ ὑμῶν πιστὸν ὡς ἐγὼ πρότερον μὲν ἐξέπλευσα ἐκ τῆς πόλεως ἔχων τὸ μειράκιον, ἵνα μὴ τούτῳ μαχοίμην, ἐπειδὴ δὲ ἀφικόμην πάλιν, ἦγον αὐτὸν ἐπὶ τὴν οἰκίαν τὴν Σίμωνος, οὗ πλεῖστα ἔμελλον πράγματα
Or3
.

33

ἕξειν; καὶ ἐπεβούλευον μὲν αὐτῷ, οὕτω δὲ ἦλθον ἀπαρά‐ σκευος, ὥστε μήτε φίλους μήτε οἰκέτας μήτε ἄλλον ἄνθρω‐ πον παρακαλέσαι μηδένα, εἰ μὴ τοῦτό γε τὸ παιδίον, ὃ ἐπι‐ κουρῆσαι μέν μοι οὐκ ἂν ἐδύνατο, μηνῦσαι δὲ ἱκανὸν ἦν
Or3
.

34

βασανιζόμενον, εἴ τι ἐγὼ ἐξημάρτανον; ἀλλ’ εἰς τοσοῦτον ἀμαθίας ἀφικόμην, ὥστε ἐπιβουλεύων Σίμωνι οὐκ ἐτήρησα αὐτὸν οὗ μόνον οἷόν τ’ ἦν λαβεῖν, ἢ νύκτωρ ἢ μεθ’ ἡμέραν, ἀλλ’ ἐνταῦθα ἦλθον οὗ αὐτὸς ἔμελλον ὑπὸ πλείστων
5ὀφθήσεσθαί τε καὶ συγκοπήσεσθαι, ὥσπερ κατ’ ἐμαυτοῦ τὴν πρόνοιαν ἐξευρίσκων, ἵν’ ὡς μάλιστα ὑπὸ τῶν ἐχθρῶν ὑβρισθείην;
Or3
.

35

Ἔτι τοίνυν, ὦ βουλή, καὶ ἐκ τῆς μάχης τῆς γενομένης ῥᾴδιον γνῶναι ὅτι ψεύδεται. τὸ γὰρ μειράκιον ὡς ἔγνω, ῥῖψαν θοἰμάτιον, φεῦγον ᾤχετο, οὗτοι δὲ αὐτὸν ἐπεδίω‐
Or3
.

36

κον, ἐγὼ δὲ ἑτέραν ἀπελθὼν ὁδὸν ᾠχόμην. καίτοι ποτέ‐ ρους χρὴ αἰτίους τῶν γεγενημένων εἶναι νομίζειν, τοὺς φεύγοντας ἢ τοὺς ζητοῦντας καταλαβεῖν; ἐγὼ μὲν γὰρ
ἡγοῦμαι πᾶσιν εἶναι δῆλον ὅτι φεύγουσι μὲν οἱ περὶ αὑτῶν26
5δεδιότες, διώκουσι δὲ οἱ βουλόμενοί τι ποιῆσαι κακόν.
Or3
.

37

οὐ τοίνυν ταῦτα εἰκότα 〈μέν〉, ἄλλως δὲ περὶ αὐτῶν πέ‐ πρακται, ἀλλὰ καταλαβόντες τὸ μειράκιον ἐκ τῆς ὁδοῦ ἦγον βίᾳ, ἐντυχὼν δ’ ἐγὼ τούτων μὲν οὐχ ἡπτόμην, τοῦ μειρα‐ κίου δ’ ἐπελαμβανόμην· οὗτοι δὲ ἐκεῖνόν τε ἦγον βίᾳ καὶ
5ἐμὲ ἔτυπτον. καὶ ταῦθ’ ὑμῖν ὑπὸ τῶν παραγενομένων με‐ μαρτύρηται. ὥστε δεινὸν εἰ περὶ τούτων ἐγὼ δόξω προ‐ νοηθῆναι, περὶ ὧν οὗτοι τυγχάνουσιν οὕτω δεινὰ καὶ πα‐
Or3
.

38

ράνομα πεποιηκότες. τί δ’ ἄν ποτε ἔπαθον, εἰ τἀναντία τῶν νῦν γεγενημένων ἦν, εἰ πολλοὺς ἔχων τῶν ἐπιτηδείων ἐγώ, ἀπαντήσας Σίμωνι, ἐμαχόμην αὐτῷ καὶ ἔτυπτον αὐτὸν καὶ ἐδίωκον καὶ καταλαβὼν ἄγειν βίᾳ ἐζήτουν, ὅπου
5νῦν τούτου ταῦτα πεποιηκότος ἐγὼ εἰς τοιοῦτον ἀγῶνα καθ‐ έστηκα, ἐν ᾧ καὶ περὶ τῆς πατρίδος καὶ τῆς οὐσίας τῆς
Or3
.

39

ἐμαυτοῦ ἁπάσης κινδυνεύω; Τὸ δὲ μέγιστον καὶ περιφα‐ νέστατον πάντων· ὁ γὰρ ἀδικηθεὶς καὶ ἐπιβουλευθεὶς ὑπ’ ἐμοῦ, ὥς φησιν, οὐκ ἐτόλμησε τεττάρων ἐτῶν ἐπισκήψα‐ σθαι εἰς ὑμᾶς. καὶ οἱ μὲν ἄλλοι, ὅταν ἐρῶσι καὶ ἀποστε‐
5ρῶνται ὧν ἐπιθυμοῦσι καὶ συγκοπῶσιν, ὀργιζόμενοι παρα‐ χρῆμα τιμωρεῖσθαι ζητοῦσιν, οὗτος δὲ χρόνοις ὕστερον.
Or3
.

40

Ὅτι μὲν οὖν, ὦ βουλή, οὐδενὸς αἴτιός εἰμι τῶν γεγε‐ νημένων, ἱκανῶς ἀποδεδεῖχθαι νομίζω· οὕτω δὲ διάκει‐ μαι πρὸς τὰς ἐκ τῶν τοιούτων πραγμάτων διαφοράς, ὥστε καὶ ἄλλα πολλὰ ὑβρισμένος ὑπὸ Σίμωνος καὶ καταγεὶς τὴν
5κεφαλὴν ὑπ’ αὐτοῦ οὐκ ἐτόλμησα αὐτῷ ἐπισκήψασθαι, ἡγούμενος δεινὸν εἶναι, εἰ ἄρα περὶ παίδων ἐφιλονική‐ σαμεν ἡμεῖς πρὸς ἀλλήλους, τούτου ἕνεκα ἐξελάσαι τινὰς
Or3
.

41

ζητῆσαι ἐκ τῆς πατρίδος. ἔπειτα δὲ καὶ οὐδεμίαν ἡγούμην πρόνοιαν εἶναι τραύματος ὅστις μὴ ἀποκτεῖναι βουλόμενος
ἔτρωσε. τίς γὰρ οὕτως ἐστὶν εὐήθης, ὅστις ἐκ πολλοῦ προ‐27
Or3
.

42

νοεῖται ὅπως ἕλκος τις αὐτοῦ τῶν ἐχθρῶν λήψεται; ἀλλὰ δῆλον ὅτι καὶ οἱ τοὺς νόμους ἐνθάδε θέντες, οὐκ εἴ τινες μαχεσάμενοι ἔτυχον ἀλλήλων κατάξαντες τὰς κεφαλάς, ἐπὶ τούτοις ἠξίωσαν τῆς πατρίδος φυγὴν ποιήσασθαι· ἢ πολλούς
5γ’ ἂν ἐξήλασαν· ἀλλ’ ὅσοι ἐπιβουλεύσαντες ἀποκτεῖναί τινας ἔτρωσαν, ἀποκτεῖναι δὲ οὐκ ἐδυνήθησαν, περὶ τῶν τοιούτων τὰς τιμωρίας οὕτω μεγάλας κατεστήσαντο, ἡγούμενοι, ὑπὲρ ὧν ἐβούλευσαν καὶ προὐνοήθησαν, ὑπὲρ τούτων προσή‐ κειν αὐτοῖς δίκην δοῦναι· εἰ δὲ μὴ κατέσχον, οὐδὲν ἧττον
Or3
.

43

τό γ’ ἐκείνων πεποιῆσθαι. καὶ ταῦτα ἤδη καὶ πρότερον πολλάκις ὑμεῖς οὕτω διέγνωτε περὶ τῆς προνοίας. καὶ γὰρ δεινὸν ἂν εἴη, εἰ ὅσοι ἐκ μέθης καὶ φιλονικίας ἢ ἐκ παιδιῶν ἢ ἐκ λοιδορίας ἢ περὶ ἑταίρας μαχόμενοι ἕλκος ἔλαβον, εἰ
5ὑπὲρ τούτων ὧν, ἐπειδὰν βέλτιον φρονήσωσιν, ἅπασι μετα‐ μέλει, οὕτως [καὶ] ὑμεῖς μεγάλας καὶ δεινὰς τὰς τιμωρίας ποιήσεσθε, ὥστε ἐξελαύνειν τινὰς τῶν πολιτῶν ἐκ τῆς πα‐ τρίδος.
Or3
.

44

Θαυμάζω δὲ μάλιστα τούτου τῆς διανοίας. οὐ γὰρ τοῦ αὐτοῦ μοι δοκεῖ εἶναι ἐρᾶν τε καὶ συκοφαντεῖν, ἀλλὰ τὸ μὲν τῶν εὐηθεστέρων, τὸ δὲ τῶν πανουργοτάτων. ἐβουλό‐ μην δ’ ἂν ἐξεῖναί μοι παρ’ ὑμῖν καὶ ἐκ τῶν ἄλλων ἐπιδεῖ‐
5ξαι τὴν τούτου πονηρίαν, ἵνα ἐπίστησθε ὅτι πολὺ ἂν δι‐ καιότερον αὐτὸς περὶ θανάτου ἠγωνίζετο ἢ ἑτέρους ὑπὲρ
Or3
.

45

τῆς πατρίδος εἰς κίνδυνον καθίστη. τὰ μὲν οὖν ἄλλα ἐάσω· ὃ δ’ ἡγοῦμαι ὑμῖν προσήκειν ἀκοῦσαι καὶ τεκμήριον ἔσε‐ σθαι τῆς τούτου θρασύτητος καὶ τόλμης, περὶ τούτου μνη‐ σθήσομαι. ἐν Κορίνθῳ γάρ, ἐπειδὴ ὕστερον ἦλθε τῆς πρὸς
5τοὺς πολεμίους μάχης καὶ τῆς εἰς Κορώνειαν στρατείας, ἐμάχετο τῷ ταξιάρχῳ Λάχητι καὶ ἔτυπτεν αὐτόν, καὶ
πανστρατιᾷ τῶν πολιτῶν ἐξελθόντων, δόξας ἀκοσμότατος εἶναι καὶ πονηρότατος, μόνος Ἀθηναίων ὑπὸ τῶν στρα‐ τηγῶν ἐξεκηρύχθη.28
Or3
.

46

Ἔχοιμι δ’ ἂν καὶ ἄλλα πολλὰ εἰπεῖν περὶ τούτου, ἀλλ’ ἐπειδὴ παρ’ ὑμῖν οὐ νόμιμόν ἐστιν ἔξω τοῦ πράγματος λέγειν, ἐκεῖνο ἐνθυμεῖσθε· οὗτοί εἰσιν οἱ βίᾳ εἰς τὴν ἡμε‐ τέραν οἰκίαν εἰσιόντες, οὗτοι οἱ διώκοντες, οὗτοι οἱ βίᾳ
Or3
.

47

ἐκ τῆς ὁδοῦ συναρπάζοντες ἡμᾶς. ὧν ὑμεῖς μεμνημένοι τὰ δίκαια ψηφίζεσθε, καὶ μή 〈με〉 περιίδητε ἐκ τῆς πατρί‐ δος ἀδίκως ἐκπεσόντα, ὑπὲρ ἧς ἐγὼ πολλοὺς κινδύνους κεκινδύνευκα καὶ πολλὰς λῃτουργίας λελῃτούργηκα, καὶ
5κακοῦ μὲν αὐτῇ οὐδενὸς αἴτιος γεγένημαι, οὐδὲ τῶν ἐμῶν
Or3
.

48

προγόνων οὐδείς, ἀγαθῶν δὲ πολλῶν· ὥστε δικαίως ἂν ὑφ’ ὑμῶν καὶ ὑπὸ τῶν ἄλλων ἐλεηθείην, οὐ μόνον εἴ τι πάθοιμι ὧν Σίμων βούλεται, ἀλλὰ καὶ ὅτι ἠναγκάσθην ἐκ
τοιούτων πραγμάτων εἰς τοιούτους ἀγῶνας καταστῆναι.29