TLG 0537 016 :: EPICURUS :: Epistularum fragmenta

EPICURUS Phil.
(Samius Atheniensis: 4–3 B.C.)

Epistularum fragmenta

Source: Arrighetti, G. (ed.), Epicuro. Opere, 2nd edn. Turin: Einaudi, 1973: 421–476.

frr. 40–54, 57–82, 84–124, 126–127, 131, 133

Citation: Fragment — (line)

40

(1l)

LUCIAN. de lapsu salut. 6:
1Ἐπίκουρος ...... ἐν ταῖς σπουδαιοτέραις ἐπιστολαῖς (εἰσὶ δὲ αὗται ὀλίγαι) καὶ ἐν ταῖς πρὸς τοὺς φίλους μάλιστα ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ προστάττει.

41

(1t)

ΠΡΟΣ ΑΘΗΝΑΙΟΝ
1lPAP. HERC. 176 5 XXII VOGLIANO:
5 Ἀθηναί‐ ωι δέ· Πολυαίνου παραγε‐ γονότος πρὸς ἡμᾶς, οὗ τὸν
πατέρ] ὁμώνυμον οὐ‐ κ ἐφίλεις μόνον, ἀλλὰ [κα]421
10[σέβο]υ, συντραφεὶς ὑ〈π’ αὐ‐〉 τοῦ κα[ὶ] πρὸς [π]ντα τὰ [χρ]ή‐ σιμα τῷ τέ[λει, οὐ μ]νον προ‐ αχθεὶ[ς ὃν εὖ γιν]ώσκεις τρόπ[ον κατὰ τ]ν ὅλην κηδε‐
15μονί[αν, ]λλὰ δὴ καὶ ὑπὸ τοῦ τε[....]αν[ ]

42

(1t)

ΠΡΟΣ ΑΝΑΞΑΡΧΟΝ
1lPLUT. adv. Col. 1117a:
1ἐν τῇ πρὸς Ἀνάξαρχον ἐπιστολῇ ταυτὶ γέγραφεν (Ἐπίκουρος)· ἐγὼ δ’ ἐφ’ ἡδονὰς συνεχεῖς παρακαλῶ καὶ οὐκ ἐπ’ ἀρετάς, κενὰς καὶ ματαίας καὶ ταραχώδεις ἐχού‐
σας τῶν καρπῶν τὰς ἐλπίδας.422

43

(1t)

ΠΡΟΣ ΑΠΕΛΛΗΝ
1lATHEN. XIII 588a:
1Μακαρίζω σε, ὦ Ἀπελλῆ, ὅτι καθαρὸς πάσης παιδείας ἐπὶ φι‐ λοσοφίαν ὥρμησας.

44

(1t)

ΠΡΟΣ ΑΡΙΣΤΟΒΟΥΛΟΝ
1lPAP. HERC. 176 5 XV VOGLIANO:
12 κα[ὶ πρ]ὸς Ἀρισ‐ τ[ό]βουλον δέ· τ[έ]ως π[ερ] πολλῶν [δια]σαφούντων ὀλί[γο]ν ἀ]ίεσ‐
15[θαι]

45

(1l)

DIOG. LAER. VII 9:
1ἀπέστειλε (ὁ Ζήνων) δὲ Περσαῖον καὶ Φιλονίδην τὸν Θηβαῖον, ὧν ἀμφοτέρων Ἐπίκουρος μνημονεύει ὡς συνόντων Ἀντιγόνῳ
ἐν τῇ πρὸς Ἀριστόβουλον τὸν ἀδελφὸν ἐπιστολῇ.423

46

(1t)

ΠΡΟΣ ΔΩΣΙΘΕΟΝ
1lPLUT. contra Ep. beat. 1101a‐b1:
1τοῖς ἀναιροῦσι λύπας καὶ δάκρυα καὶ στεναγμοὺς ἐπὶ ταῖς τῶν φίλων τελευταῖς μάχονται καὶ λέγουσι τὴν εἰς τὸ ἀπαθὲς καθε‐ στῶσαν ἀλυπίαν ἀφ’ ἑτέρου κακοῦ μείζονος ὑπάρχειν, ὠμότητος ἢ δοξοκοπίας ἀκράτου καὶ λύσσης, διὸ πάσχειν τι βέλτιον εἶναι
5καὶ λυπεῖσθαι καὶ νὴ Δία λιπαίνειν τοὺς ὀφθαλμοὺς καὶ τήκε‐ σθαι, καὶ ὅσα δὴ παθαινόμενοι καὶ γράφοντες ὑγροί τινες εἶναι καὶ φιλικοὶ δοκοῦσι. ταῦτα γὰρ ἐν ἄλλοις τε πολλοῖς Ἐπίκου‐ ρος εἴρηκε καὶ περὶ τῆς Ἡγησιάνακτος τελευτῆς πρὸς Δωσί‐ θεον τὸν πατέρα γράφων καὶ Πύρσωνα τὸν ἀδελφὸν τοῦ τεθνη‐
10κότος. ἔναγχος γὰρ κατὰ τύχην τὰς ἐπιστολὰς διῆλθον αὐτοῦ.

47

(1t)

ΠΡΟΣ ΕΡΜΑΡΧΟΝ
1lATHEN. XIII 588b1:
1οὗτος οὖν ὁ Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐφ’
ἑταιρείᾳ διαβόητον γενομένην; ἣ δὲ οὐδ’ ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα πᾶσί τε τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς Κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδόν· ὥστ’ ἐκεῖνον πολλὴν424
5φροντίδα ποιούμενον αὐτῆς τοῦτ’ ἐμφανίζειν διὰ τῶν πρὸς Ἕρ‐ μαρχον ἐπιστολῶν.

48

(1t)

ΠΡΟΣ ΕΥΡΥΛΟΧΟΝ
1τοῦτον (Ἐπίκουρον) Ἀπολλόδωρος ἐν Χρονικοῖς Ναυσιφάνους ἀκοῦσαί φησι καὶ Πραξιφάνους· αὐτὸς δὲ οὔ φησιν ἀλλ’ ἑαυτοῦ ἐν τῇ πρὸς Εὐρύλοχον ἐπιστολῇ.

49

(1t)

ΠΡΟΣ ΗΡΟΔΟΤΟΝ
1lPHILOD. Πραγματεῖαι XXXIII DIANO:
3 κ̣[αὶ Ἡ]ρ[ο]δότωι Ἐπίκουρος· πρό‐ τερον, [φησ], 〈ἀπ〉ε〈σ〉τάληι φέρων τὰ
5γράμματα ὑπηρέτης τις τῶν
στρατηγῶν παρ’ Ὀλυμπι[ο]δώρου 〈καὶ〉 ἐμ«ο, κα» οὐ φ[θάσ]ας εὑρεῖν οὐδέ‐ τερον ὑμῶν πα[ρ’] Ἀντιπάτρωι ἔφη τὴν ἐπιστολὴν Ἀντ[ιπ]ά‐425
10τρωι δοῦναι 〈π〉α[ρόνι. γινώσκε‐ τε τὸ μ[ν] πρῶτ[ον] αὐτ[ὸ]ν ἐν Κ̣ορίνθωι δεθέντ[α ]πὸ Κρατέ‐ ρου, νῦν δ’ ἐ〈ν〉 Πει]αιεῖ τηρούμενο] [ὑ]πό τινος Λυσίου ]ερὶ τὴν 〈λ〉ύ[σιν]
15[τ] δέκα τ[ά]λαντ[ἀ]〈να〉νεύον〈τ〉ος, [ς] εἴκοσι τάλαντα διωμολογη‐ [μ]νωι Κρατέρω[ι]. περὶ το[ύτ]ω̣ν [δὲ ὕ]〈στερ〉ον εἰπών· εἰ τὸν ἄνθρωπον [αὐτ]ῶι τὸ πλεῖστ[ον δι]δόντ’ ἐ[ξ

50

(1t)

ΠΡΟΣ ΘΕΜΙΣΤΑΝ
1lPHILOD. Πραγματεῖαι col. IV VH2 I 111:
8Θε[μ]ίστα[ι] δ’ ἐπὶ Φι[λί]ππου· αὐ‐〈τ〉ὸν φὴ] πιστ[ς] εὔτακτο[ν γ[γο]
10νέ]〈αι κ〉αὶ426

51

οἷός τέ εἰμι, ἐὰν μὴ ὑμεῖς πρός με ἀφίκησθε, αὐτὸς τρικύλιστος ὅποι ἂν ὑμεῖς καὶ Θεμίστα παρακαλῆτε ὠθεῖσθαι.

52

(1t)

ΠΡΟΣ ΙΔΟΜΕΝΕΑ
1τὴν μακαρίαν ἄγοντες καὶ ἅμα τελευτῶντες ἡμέραν τοῦ βίου ἐγράφομεν ὑμῖν ταυτί· στραγγουρικά τε παρηκολούθει καὶ δυ‐ σεντερικὰ πάθη ὑπερβολὴν οὐκ ἀπολείποντα τοῦ ἐν ἑαυτοῖς με‐ γέθους· ἀντιπαρετάττετο δὲ πᾶσι τούτοις τὸ κατὰ ψυχὴν χαῖ‐
5ρον ἐπὶ τῇ τῶν γεγονότων ἡμῖν διαλογισμῶν μνήμῃ· σὺ δὲ ἀξίως τῆς ἐκ μειρακίου παραστάσεως πρὸς ἐμὲ καὶ φιλοσοφίαν ἐπι‐
μελοῦ τῶν παίδων Μητροδώρου.427

53

(1l)

IOANN. STOB. III XVII 23 H.
1εἰ βούλει πλούσιον Πυθοκλέα ποιῆσαι μὴ χρημάτων προστίθει, τῆς δὲ ἐπιθυμίας ἀφαίρει.

54

(1l)

PLUT. adv. Col. 1117d‐e
1πέμπε οὖν ἀπαρχὰς ἡμῖν εἰς τὴν τοῦ ἱεροῦ σώματος θεραπείαν ὑπέρ τε αὑτοῦ καὶ τέκνων· οὕτω γάρ μοι λέγειν ἐπέρχεται.

55

(1l)

SENECA ep. 21 3
1si gloria tangeris, notiorem te epistulae meae facient quam omnia ista quae colis et propter quae coleris.

56

(1l)

SENECA ep. 22 5
1Epicuri epistulam ...... lege, Idomeneo quae inscribitur,
quem rogat, ut quantum potest fugiat et properet, antequam aliqua vis maior interveniat et auferat libertatem recedendi. idem tamen subicit nihil esse temptandum, nisi cum apte po‐428
5terit tempestiveque temptari. sed cum illud tempus captatum diu venerit, exiliendum ait. dormitare de fuga cogitantem ve‐ tat et sperat salutarem etiam ex difficillimis exitum, si nec properemus ante tempus nec cessemus in tempore.

57

(1l)

THEO Progymn. 169 II p. 71 12 SPENGEL
1ὦ πάντα τἀμὰ κινήματα τερπνὰ νομίσας ἐκ νέου.

58

(1l)

IOANN. STOB. III XVII 13 H.
1ἐζηλώσαμεν τὴν αὐτάρκειαν οὐχ ὅπως τοῖς εὐτελέσι καὶ λιτοῖς
πάντως χρώμεθα, ἀλλ’ ὅπως θαρρῶμεν πρὸς αὐτά.429

59

(1l)

PAP. HERC. 176 5 XV VOGLIANO:
1καὶ ὑπ[..]ο̣υ̣[ ]οις̣ [ᾐ]σθ[η‐] μένος καθά[περ ἐκ]είνοις κ[αὶ κ]οινῆ[ι κ]αὶ ἰδ[ί]αι γ[έγ]ρα‐ φα, ἱκανὸς μὲν οὖν [κ]αὶ [σ]εαυ‐
5τὸν ἀποσυνιστὰς αὐ̣[τ]οῖς [ε]ἶ. πε‐ ποίηκα δὲ κἀγὼι διὰ τῶν ἐ‐ πιστολῶν ἀ[π]οδηλ[ῶν] δι’ οὗ μ[ά‐] λιστα συκοφά[ν]τη[ν εἰ]ς ἀρχὴ[ν ἐ‐] δέξα〈ν〉το· «π«άσ[ηι] γά[ρ,] ὡς ἀληθ[ῶς,]
10τέχνηι, κἀκείνοι[ς δ]ιὰ σ[οῦ] καὶ σοὶ δι’ ἐκείνων δε[ῖ] τὸ συ[ν̣]φέ‐
ρον γείνεσθαι.430

60

(1l)

PHILOD. Πραγματεῖαι XXVI DIANO:
1 [ἂν παρίστα]νε θαν[εῖν] αὐτὸν τὰ κ[ατ] 〈τ〉ὴν γε〈ν〉ομέ‐ νην [ἐκ τῆς ἀρχ]ῆ〈σ〉 ἀποχώ[ρη] [σι]ν καὶ τῶν ἁπάντων ἀποβο‐
5λήν. καὶ προβάς· καὶ νὴ Δία ἐγὼ 〈οἷό〉ς τ〈ε ἦ〉ν συνιδ]ῖν ἀνατάτ‐ 〈τω〉ν τὰ ἐμα[υτ]〈οῦ〉 διὰ ]ρό]ου ]ε καὶ ἀποδημῆσαι μὴ ποθῶν πρὸς οἰκείων ἑνούσα[ς χα]ρὰσ, 〈ἔ〉τι
10πα[ρ’] 〈ἐ〉μο〈ὶ ὄ〉ν]ος ]α̣[ὶ] ἕτ[ερα] 〈δρᾶν〉 ἂ] δ’ ἐμοὶ ἓν ἐπικουφ[ί[ωσι, πάν]τες [ι] δ[ύ]ναται φ[λ]οι [ἂν εἶεν]· ἃ μὴ [μόνο]ν̣ ἐκε[ί]νοις [ἀλ’ ἑτ[έροις] δ̣[ε] [σε μ]ηνύειν. ἐπὶ δ’ 〈Εὐ〉[βο]〈λο〉· ε]
15τ[ηρ]εῖς τὴν ἐπι[στο]λὴν ἐν [ι] πρὸ [τού] το[υ πάντ]〈α δι〉εσαφ〈ήσα〉μ[εν τὰ ε]ρη[μένα]
π’ α[ὐτῶν]431

61

(1l)

PLUT. adv. Col. 1127d
1γράφων πρὸς Ἰδομενέα διακελεύεται μὴ νόμοις καὶ δόξαις δουλεύοντα ζῆν, ἐφ’ ὅσον ἂν μὴ τὴν διὰ τοῦ πέλας ἐκ πληγῆς ὄχλησιν παρασκευάζωσιν.

62

(1t)

ΠΡΟΣ ΚΩΛΩΤΗΝ
1lPAP. HERC. 176 5 XXVIII VOGLIANO:
1[ περὶ] Μητρο‐ δώ[ρου] ἐπὶ Δημοκλέους [Κω]λώτει

63

(1l)

PAP. HERC. 118 fr. 39
1[ κ]αὶ [ἐ]π̣[ὶ ] [γρά]φει τοῦτ̣[ον τὸν τρό‐] [πον] π̣ρὸς Κωλώ[την]

64

(1l)

PHILOD. Πραγματεῖαι XXVIII DIANO:
10κα〈ὶ Ἰ〉δομενεῖ δὲ παραπλήσια [κα]〈ὶ Κ〉ωλώτει· τούτωι δὲ ὅτι καὶ []
πέρτερ[ο]ν ἐγένετ〈ο〉 [χρ]ήσιμ[ο]ς ὁ ἀ]ὴρ Φίλαι τε τῆι μητρὶ τῆι Κρατέρ[ο]υ κα〈ὶ α〉ὐτῶι Κρατέρωι,432
15ὡς αὐ[τ]ς ἀπολογίζεται Μιθρῆς.

65

(1l)

PLUT. adv. Col. 1117b
1ὡς σεβομένῳ γάρ σοι τὰ τόθ’ ὑφ’ ἡμῶν λεγόμενα προσέπεσεν ἐπιθύμημα ἀφυσιλόγητον τοῦ περιπλακῆναι ἡμῖν γονάτων ἐφα‐ πτόμενον καὶ πάσης τῆς εἰθισμένης ἐπιλήψεως γίνεσθαι κατὰ τὰς σεβάσεις θεῶν καὶ λιτάς. ἐποίεις οὖν καὶ ἡμᾶς ἀνθιεροῦν
5σὲ αὐτὸν καὶ ἀντισέβεσθαι ...... ἄφθαρτός μοι περιπάτει καὶ
ἡμᾶς ἀφθάρτους διανοοῦ.433

66

(1l)

PHILOD. π. εὐσεβ. 104 GO
11[ὅτι μ]ὲν ὅρκοις καὶ θεῶν ἐπιρρήσεσιν ἐδοκίμαζον χρῆσ‐ θαι, γελοῖον ὑπομι‐
15μνήσκειν, ἀναμέσ‐ του τῆς πραγματεί‐ ας τῶν τοιούτων οὔσης· προσῆκον δὲ λέγειν ὅτι παρῄ‐
20νει τὰς δι’ αὐτῶν καὶ τῶν ὁμοίων πε[ίσ‐] τεις φυλάττειν, καὶ μάλ[ί]στα πάντων αὐ‐ τῷ γ[ε] Δι[ὶ] φυλάττειν
25τόν[δε τὸν] φανερὸν ..... καὶ οὐ γράφων ‘ναὶ—τ[ί λ]έ̣ξωι;‘ καὶ ‘τί γὰρ
[ὅσιον‘] καὶ Κωλώτηι [πάντω]ν τε ὅρκων καὶ434
30[πάσης] θεολογίας ἐπι‐ [μελεῖσθαι συνεβούλευε].

67

(1t)

ΠΡΟΣ ΛΕΟΝΤΕΑ
1lPAP. HERC. 176 5 XXIV VOGLIANO
12[ τ]οὺς ἀπὸ τῆς Ποι‐ κίλης Στοᾶς, ὑπὲρ ὧν καὶ Ἐ‐ πίκουρος ἔγραψεν· ἐπί τε
15Φιλίππου πρὸς αὐτὸ[ν] καὶ [Λ]εον[τέα· ἀλ]λὰ

68

(1l)

PHILOD. Πραγματεῖαι XXXII DIANO:
15[
ἐπὶ]
δ’ Οὐρίου Λεοντεῖ.435

69

(1l)

PHILOD. π. παρρ. fr. 6
5
διὸ καὶ Ἐπί̣κ̣ο̣υρος Λε[οντ]έ̣ως διὰ Πυθοκλέα πύσ[τιν] θε‐ ῶ[ν] ο̣ὐ̣ παρέντο[ς], Πυθοκλεῖ μὲν [ἐ]π̣ι̣τ̣ιμᾶι μετρίως
10πρὸς δὲ 〈αὐ〉τὸν γράφει [τ]ὴν λαμπρὰν καλουμένην ἐπι̣σ̣[τολ]ὴν, λαβὼ[ν ἀρχὴν] [ἀπὸ τοῦ] Πυ̣θ̣[οκλέους]

70

(1l)

PAP. HERC. 176 5 X VOGLIANO:
1[
τὸ ἱ] κανὸν γίνωσ]ε δ[ικαιο] σ[ν]ηι κοινῆι ]ρὸς [ἀμφο] τέρους. [ἀ]λ[λ]ὰ [ἐ]πισ[τολὰς αὐ‐]
5[τῶι γρ]άψαντα [π]ερὶ τ[ούτων] [π]λεῖο[ν] οὐ γεγ[ρ]αφ[έναι οὐ‐] δενὶ α[ὐτ]ῶ[ν̣ Λ]εον[τέ]α [οὐδ’] αἰτιά[σασθαι οὐ]θέν’ α[ὐ]τ[ῶν]436

71

(1t)

ΠΡΟΣ ΛΕΟΝΤΙΟΝ
1Παιὰν ἄναξ, φίλον Λεοντάριον, οἵου κροτοθορύβου ἡμᾶς ἐνέ‐ πλησας ἀναγνόντας σου τὸν ἐπιστόλιον.

72a

(1t)

AD MATREM
1[ πε]ρὶ αὐτῶν [ταραχὴν με]γίστην
[παρασκευάσ]αι· αἱ μὲν [γὰρ φαντασίαι] τῶν ἀπόν‐437
5[των χωρὶς ὄψ]εως ἐπι‐ [βάλλουσι φόβον] τὸν μέ‐ [γιστον, εἰ δὲ συ]μπαρέ‐ [σονται, οὐδ’ ἐλάχισ]τον. [ἂν δὲ τὴν φύσιν] διαθε‐
10[ωρῇς αὐτῶν, ἄν]τικρύς ε̣ἰσι τοιαῦται, καὶ μὴ παρόντων, οἷαι καὶ πα‐ ρόντων. ἁπταὶ γὰρ οὐ‐ κ οὖσαι, διανοηταὶ δέ,
15τὴν αὐτήν, ὅσον ἐφ’ ἑαυ‐ τα[ῖ]ς, ἔχουσι δύναμιν πρὸς τοὺς «μὴ» παρόντας τῇ ὅτε καὶ παρόντων ἐκείνων ὑφειστήκε‐
20σαν. πρὸς οὖν ταῦτα, ὦ μῆτερ, [θάρρει· οὐδὲν]
γὰρ ἐπι[δηλοῖ σοι τ]ὰ̣ φά‐ ζματα ἡμ[ῶν κακόν·] τί‐ θει δ’ αὖ τ[οὐναντίον] κα‐438
25θ’ ἡμέρα[ν χρήσιμ]όν τι ἡμᾶς π[ροσκ]τωμέ‐ νους εἰς [τὸ μακρ]οτέ‐ ρω τῆς ε[ὐδαιμ]ονίας προβαί[νειν. οὐ] γὰρ μει‐
30κρὰ οὐδέ[ν τ’ ἰσχ]ύοντα περιγείνεται ἡ[μ]ε〈ῖ〉ν τάδ’ οἷα τὴν διάθεσιν ἡμῶν ἰσόθεον ποιεῖ καὶ οὐδὲ διὰ τὴν θνη‐
35τότητα τῆς ἀφθάρτου καὶ μακαρίας φύσεως λειπομένους ἡμᾶς δείκνυσιν. ὅτε μὲν γὰρ ζῶμεν, ὁμοίως
40τοῖς θεοῖς χαίρο[μ]εν
..................439

72b

.ης.. τὴν ἴση[ν ἂν] [κ]ἀντιλάβηται τῆς ἐλαττώσεως· ἂν μὴ αἰσθάνηται δέ, πῶς
5ἐλαττοῦται; μετὰ δὴ τοιούτων ἡμᾶς ἀ‐ γαθῶν προσδόκα, μῆ‐ τερ, χαίροντας αἰεὶ καὶ ἔπαιρε σεαυτὴν ἐφ’ οἷς
10πράττομεν. τῶν μέ[ν]τοι χορηγιῶν φείδου, πρὸς Διός, ὧν συνεχῶς ἡμεῖν ἀποστέλλεις. οὐ
15γὰρ σοί τι βούλομαι λείπειν, ἵν’ ἐμοὶ περιτ‐ τεύῃ, λείπειν δ’ ἐ‐ μοὶ μᾶλλον, ἵνα μὴ σοί. καίτοι γε ἀφθ[ό‐]
20νως κἀμοῦ διάγ[ον‐] τος ἐν πᾶσιν διὰ [τὸ τοὺς] φίλους καὶ τὸ συνεχῶ[ς] τὸν πατέρα ἡμεῖν πέμ‐ πειν ἀργύριον, προσφά‐440
25τως δὲ δὴ καὶ διὰ τοῦ Κλέ‐ ωνος τὰς ἐννέα μνᾶς ἀπεσταλκότος· οὐκοῦν ἑκάτερον ὑμῶν ἰδίᾳ δεῖ βαρεῖσθαι δι’ ἡμᾶς, συν‐
30χρῆσθαι δὲ τῷ ἑτέρῳ τ[ὸ]ν [ἕτερον .....]

73

(1t)

ΠΡΟΣ ΜΗΤΡΟΔΩΡΟΝ
1lPHILOD. π. Ἐπικούρου (PAP. HERC. 1232) 6 II VOGLIANO:
1[ ]ρ[.]ουμησ[ ]κηι δυν[η‐] θὲν προσπ[ ] καὶ χαλεπα[ ]ω[ ]
5θη καὶ προς — — — — — και [συμ]παθῆ κ[ ]κοις πᾶ‐
σι τοῦ β[ίου κ]αιροῖς ἐ[π’] ἄ‐ κρον εὖ διωκτ[ε....]ις ὑ‐ π’ αὐτοῦ κατὰ τὸ ὀ[ν]ησιφό‐441
10ρον τ[ῆ]ι φύσ[ε]ι τ[έλος·] ὡς γὰρ ἐλπίδος ὁ καιρὸ[ς ἐ]ψιλώθη καὶ τῆς κ[ατ]ὰ σά[ρκα] ἡδονῆς καὶ ἐπιμ[ονῆς] ἀ[π]ελείφθη τῆ[ς τῶν γεγονότ]ων χάρι‐
15τος, ἆ[ρ’ ἂν ἔτι τηρ]ήσαιμί σ[οι,] Μητ[ρόδωρέ, τι ο]ἷον κατάστη‐ μα φυ[σικόν; μέχ]ρι μὲν ὅσου

74

(1t)

ΠΡΟΣ ΜΙΘΡΗΝ
1lPHILOD. Πραγματεῖαι XXXIV DIANO:
1[ ἐπὶ δ’] Ἀριστω‐ νυμου Μιθρεῖ· πά[ντ]πέδωκεν ἡμῖν Δι̣[όδω]ρο] ὅ〈σα σ〉υ〈νήγα〉γ] κατὰ τὰ παρὰ σοῦ καὶ τὴν ἄ[λ]
5λην ἐπιμ[έ]λειαν ἣν ἐποήσω γ[]
μ̣ῶν442

75

(1l)

PHILOD. Πραγματεῖαι XXIX DIANO:
17[ἐπὶ] δὲ Δημοκλέ[ους καὶ αὐτ]ῶ[ι] γρά‐ [φων· τὴν σ]ὴν [κε]χαρ]σμέν[ην] ἀσ‐ [πασίως δεδέχθ]αι [ἡμᾶς ἴσθι καὶ τ]ῶν

76

(1l)

PHILOD. Πραγματεῖαι XXX DIANO
13
Μιθρεῖ δέ· ὁ γὰρ ὅρος ὁ κατατεταγμένος τῆς συντά‐
15ξ̣εως οὐ κα]〈ῶ〉] εἶχ〈ε〉ν ὥστε ἀ‐ ποφορᾶς οἰκετῶν ε[ἶναι. ]π Εὐβο[ύ‐] 〈λ〉[ου δ’ α]ὖ ὅτι 〈δι〉ὰ τὰ πρά[γμ]ατα οὐ μ[ν]ον τ[ὸ] ἐπιδεχόμεν[ον ]ξῆν
μερίζειν, ἀλλ’ εἰ κα[ί τι] 〈ἐλ〉έλειπ[το]443

77

(1l)

PHILOD. Πραγματεῖαι XXXI DIANO:
1[ οὕτω διακείμενος] [πρὸς τὸν θάνατον Ἐπίκου‐] ρο̣[ς] ἐ̣[μ]φ[ανὴς ἦν κα]ὶ̣ ἐπὶ Πυθαρά[του Μιθρ]ε̣ῖ̣ [γρά]φων
5ὥς τι ἀσπ[αστὸν ποι]εῖσ[θ]αι πρὸς ἑαυτ[ὸν ἐπ]έπειστο καὶ τινὰ τρ[όπον] αὐτὸς ἀπεδέ‐ χετ’ αὐτ[όν.]

78

(1l)

PHILOD. Πραγματεῖαι XXXI DIANO
4ὧδε γὰ[ρ ἐ]π̣εφώνησεν
5ἐκπνέων· ἑβδόμη] γὰρ ἡμέ‐ ραι, φησίν, ὅτε ταῦτ’ ἔγραφον, οὐχὶ ἀ̣π̣ο̣[κεχ]ώρ]κ̣ε̣ν κα[τ] τὴν ο̣ὔρησιν [ἐ]μοὶ οὐθέν, καὶ ἀλγηδό‐ νες ἐνῆσαν τῶν ἐπὶ τὴν τε‐
10λευταίαν ἡμέραν ἀγουσῶν. σὺ οὖν, ἄν τι γένηται, τὰ παι‐ δία τὰ Μητροδώρου διοίκησον τέτταρα ἢ πέντ’ ἔτη μηθὲν πλεῖον δαπανῶν ἤπερ νῦν444
15ε[ἰ[ἐ]μὲ δαπανᾷς κατ’ ἐνιαυ‐ τόν. καὶ προβάς· ὑπὲρ τῶν υἱῶν οἶδα καὶ Αἰγέα καὶ Διόδωρον καὶ τῆς σῆς φρενὸς ὄντα, καὶ οὐ] κ ἀρέσκευμα μ[ό]νον ποι[ουμέν]ο[υς]
20[ἐ]π’ αὐ[τῶν, [ἐ[ὶ τοῦτων γε] πρέ‐ ]〈ει, ἀ〉[λλ] καὶ [π]ιλύ〈πω〉[ς ἐσχη]κό̣[τας] πρὸς τ[ὴν ἐκείνου τελευτ]ν.

79

(1l)

PHILOD. π. πλούτου col. V VH2 III 87
9καὶ τὸ πρὸς Μιθ̣[ρ̣]ῆ[ν]
10ἐπὶ Τηλοκλ[έ]ους· [ο]τοι
[ἀ]ν̣[ετέο]ν̣ τὸν τρόπ[ο]ν. οὐ [γ]ρ ἄξιον φόβου τὸ κατὰ μετάπ]ωσιν ἐνόχλη‐ μα, κα[ὶ δια]ίτης οὐ πάν[τα]445
15[ἂ]ν δ[έοι] τὸ κατ’ ἔνδειάν [γ’] ἐξολ̣[ο[ἐ]ξ̣α[ιρ]ο̣ύμενον ἢ τὰς [κα] ἔτι ὑμ[ῖ]ν ἐπι‐ [γινομένας δυσχερείας] [ἀπολυόμενον]

80

(1l)

PHILOD. Πραγματεῖαι XXVIII DIANO
3
πρὸ[ς] Μ[ι‐] θρῆ[ν δ’] ἡνίκα ἔζην Λυσίμαχο[ς], χρή‐
5σιμον οἰόμενο] τὸ ὑ〈πο〉μ〈έ〉νειν [πρ]οπ[] π[των] ἐπὶ τῶν λοιπ[ν, ἐτήρεις τὰ ]ν‐ τι’ ἄλλ]α τε καὶ τὰ ]ατὰ τὴν ἔξω‐
θ〈εν〉 φα]τασίαν, ἐφ’ ὃ ἂν ἀνή]ο̣ι τι καὶ τῶν τοιούτων πρὸς ἡμᾶς.446
10................................
16Μιθρεῖ δέ· ἀνήγγελλέ μοι Πυθ̣]ά‐ ν̣α[ξ κατ]ὰ ]οῦν σου ]ά] ἃ [συ] νεργὸ[ς γενόμενος Φίλ]αι διεπέ[εἶναι· ε] τι γὰρ τιμᾶ〈ισ〉 ]ρὸ[ς τ]ὸ ε

81

(1l)

PHILOD. Πραγματεῖαι XXXII DIANO
2γρά[φω]〈ν Ἐπ〉ίκουρος· ἀγοραία[ς φαμ[καὶ φορτικ]ὰς τὰς μ̣[ὴ πρὸς ε]ὐδ[αίμον]α βίον [συ]ντεινούσας ἰδέας τοῦ
5βίου. καὶ πάλιν· ἄξιος γὰρ νὴ τοὺς θεοὺ] ἐνεφάνη[ς ]μῖν τῶ] ὅλωι ἤθει ]ἶναι οὐ κατὰ νόμους ἐλευθέ‐
ρας βιοτῆς.447

82

(1l)

PHILOD. Πραγματεῖαι XXXII DIANO
16
προγράψα[ν‐] τες πάλιν δὲ καὶ Ἐπικούρο[υ πρὸς] Μιθρῆν 〈ἐπ〉[ισ]τ〈ο〉λὴν [ὑ]πὲρ [τῶν] μερῶν τούτων.

83

(1t)

ΠΡΟΣ ΠΟΛΥΑΙΝΟΝ
1lSENECA ep. 18, 9
1 Hoc certe in his epistulis ait quas scripsit Charino magi‐ stratu ad Polyaenum; et quidem gloriatur non toto asse pasci, Metrodorum, qui nondum tantum profecerit, toto.

84

(1l)

PHILOD. π. Ἐπικούρου (PAP. HERC. 1232) fr. 5 VOGLIANO:
1[ ἐπὶ] Χαρίνου[ ] [ ]αον[...]τον[ ] [ κί]νδυνον αν[ ] [ ]καὶ σύμβολ[ον]
5[ ]ατ[τ]εσθαι του[ ] [ ]οτονορε[ ] [ ]ους καὶ τὰ[ ] [ ]εις ἀφροδισι[ ] [ ]ὅλος ἀπὸ λογισμο[ῦ]448
10[ ]συμποσίοις κατ[ ] [γ]ὰρ Ἐπι[κο]ύρωι[ ]

85

(1l)

PHILOD. π. πλούτου col. III VH2 III 85
13.....[κ]αὶ πρὸς [Πολ]ύαι[νον] .....ο[.]εστ.κο[ ]
15.....[τὴ]ν πενίαν ἀδι‐ [άφορον]

86

(1l)

PHILOD. π. εὐσεβ. 105 GO.
25ἀλλὰ κα[ὶ πρὸς Πολ‐] ύαινον [συνεορτασ‐] τέα κ’ Ἀν[θεστήρι‐] α· καὶ γὰρ τῶ[ν θεῶν] ἐπιμνηστ̣έ[ον ὡς αἰ‐]
30τ〈ίω〉ν πολλῶν [ἀγαθῶν]
[ὄντω]ν.449

87

(1l)

THEO Progymn. 169 II p. 71 15 SPENGEL
1λέγε δή μοι, Πολύαινε, οἶσθ’ ἅπερ ἡμῖν μεγάλη χαρὰ γεγέ‐ νηται.

88

(t)

ΠΡΟΣ ΠΥΘΟΚΛΕΑ
1καθεδοῦμαι προσδοκῶν τὴν ἱμερτὴν καὶ ἰσόθεόν σου εἴσοδον

89

παιδείαν δὲ πᾶσαν, μακάριε, φεῦγε τἀκάτιον ἀράμενος450

90

(1l)

PHILOD. π. πλούτου col. V VH2 III 87
12τὸ δ’ ἀ[νέχοντα μὴ ἐνοχλή‐] σεσθαι π[ροσδεῖν] μικρᾶς ἕνεκεν ἐλ[αττ]ώσ[ε̣]ως
15πρὸς Πυθ̣[οκ]λ̣έα [ἔλ]εγεν· ἂν [ἀν]χων ]ε̣ θαρ̣ρ̣[ι]ς τὴν μ[ετάπ]τωσ]ν, οὐκ [̣]νο‐ ]λήσεις.

91

(1l)

DEMETR. LAC. PAP. HERC. 1012 col. 48 p. 51 DE FALCO:
1
ἡμεῖς δ[έ], ὦ Πυθο‐ κλῆ

92

(1t)

ΠΡΟΣ ΤΙΜΟΚΡΑΤΗΝ
1lPHILOD. Πραγματεῖαι XI DIANO
1
Τιμ[ο‐] κρά[τ]ει [δ’· ἰδὼν ὡς] ἡμεῖς [π]ντα
ταῦτα κ[ατὰ τ]ρόπον [διωρθ]ώ[με] θα, συλλάμβανε καὶ αὐτοῖς, οὐ μό‐451
5νον διὰ τὴν οἰκειότητά [σου ἀλλ] καὶ διὰ τὸ ἦθος αὐτῶν, ὅπ[ως τῆς] πάσης χορηγίας τυγχάνωσ[ιν] [τῆς ε]ἰς τὸ [μηθὲν ἐλλείπειν] ἁρ‐ μοττούσης καὶ οὗ δὴ τοῖς ἂν
10[μ]πείρως ταὐτὸν κλή[ρω]μ[ἔχου] [σι] καὶ εὔνουν πλή[θει τούτωι] [πολ]ιτικῶι [π]οστολὴν λαοῦ

93

(1t)

ΠΡΟΣ ΦΥΡΣΩΝΑ
1lPHILOD. π. εὐσεβ. 127 GO.
3
ας τινῶν ἀμε[ίνο]‐ νας ἢ [καὶ φυλάτ‐]
5τειν ἐνε[ρ]γε[ίαι] τὰς ἐπινο[ίας τῶν] θεῶν διά τ[ινων]
χρόνων· οὐ [μόνον] δὲ ταῦτ’ ἐδο[γμάτι‐]452
10σεν ἀλλὰ καὶ δι[ὰ τῶν] ἔργων αὐτῶν ε[ὑρίσ‐] κεται πάσαις ταῖς πατρίοις ἑορταῖς καὶ θυσίαις κε[χ]ρ[η‐]
15μένος· ἐπ’ Ἀρ[ιστ]ω‐ νύμου μὲγ γὰ[ρ] Φύρ‐ σωνι περί τινος αὐ‐ τοῦ πολείτου Θε[ο]‐ δότου γράφων καὶ
20τῶν ἑορτῶν [αὐτῷ] πασῶν με[τεσχηκέ]ν[αι]
24τὴν τ[ῶν]
25Χοῶν ἐορτὴν [συν‐] εορτάζων καὶ [τὰ] μυστήρια τὰ [ἀστι‐]
κὰ καὶ τὰς ἄλ[λας]453

94

(1l)

PHILOD. Πραγματεῖαι col. XV VH2 I 122
2
κ[α]ὶ μνημονεύ[ε]ι κατὰ Δι[ό‐] τιμο[ν ὁ] Ἐπίκουρος ἄρχ[ο]ντα τοῦ βυβλ[ίου] Φύρσωνι γοῦ[ν] γράφων·
5ἀπέσ]ει]α τὸν [λόγο]ν καὶ τὸ πρὸς τοὺ]

95

(1l)

PHILOD. π. εὐσεβ. 125 GO.
26οὐ πρὸς ἰδιώτη[ν γρά‐] φων, ἀλλὰ πρὸς Φ[ύρ‐] σω[να] τὸν Κολοφ̣[ώ‐] [νιον], ἄνδρα καὶ οὐ[δε‐]
30[νὸς κατὰ] τὰ πολ[ιτικὰ]
[δεύτερον ὄντα]454

96

(1t)

ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΛΑΜΨΑΚΩΙ ΦΙΛΟΥΣ
1lPHILOD. π. πλούτου col. IV‐V VH2 III 86‐87
1[
διὰ] [τὸ οὐ]δὲν ὅλως ἀπεργά[ζε‐] σθαι, μένειν ἐπὶ χώρας [ἐ]άσομεν· τὸ μὲν δὴ πρὸς τοὺ[ς] ἐ̣ν̣ Λαμψάκωι φί[λους]
5[ἐπ]ὶ Φιλίπ[π]ου καὶ πᾶν [τοιοῦ]τ[ο] δεξόμεθα· κ̣[αὶ] γὰρ οὐδὲ τὴ[ν] πενίαν εἶ‐ πε μόνον, ἀλλὰ τὰς ἐκ̣ [πε‐] νίας [πρ]αγματείας ὑ[πέθετο]
10κατ’ ἀ[παλλαγὴν ἐλαττώσε‐] ως δε[ῖν ἔτι προσδο]κᾶν.

97

(1l)

PHILOD. Πραγματεῖαι col. III VH2 I 110
1κατὰ τὰ ἐν Κυ[ζί‐]
κωι [αὐτῶν] εὐ[μεν]ῶς ἐπιμεληθείς γ’, ἃ συνεῖδε περὶ τῆς αἱρέσεως455
5αὐτοῦ διασαφεῖ τοῖς ἐν Λαμψά‐ κωι φ̣ί̣λο̣[ις ἐπι]στέλλων· ἠκουσα‐ μεν γὰρ [ὅτι] δὴ Λεοντ[εὺς] πάν[τα] ἀπ[έδωκε ]ευ[ ]ο[ ]
ὥστε π
[αμπλη]θῆ δοπανήσ̣[ο]
10μεν ἃ συ[νεπ]εθέμεθα τῆι παρὰ τἀνδρ[ός γε κατ]νιαυτὸν ]υ̣ν‐ [τάξει]

98

(1t)

ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΑΣΙΑΙ ΦΙΛΟΥΣ
1lPLUT. de occulte uiuendo 1128e
1καὶ μὴν εἴ γε τοῖς χρηστοῖς λανθάνειν καὶ ἀγνοεῖσθαι παραινεῖς ............ καὶ σεαυτῷ πρῶτον, Ἐπίκουρε· μὴ γράφε τοῖς ἐν Ἀσίᾳ φίλοις, μηδὲ τοὺς ἀπ’ Αἰγύπτου ξενολόγει, μηδὲ τοὺς Λαμψακηνῶν ἐφήβους δορυφόρει, μηδὲ διάπεμπε βίβλους πᾶσι
5καὶ πάσαις, ἐπιδεικνύμενος τὴν σοφίαν, μηδὲ διατάσσου περὶ
ταφῆς.456

99

(1t)

ΠΡΟΣ ΤΟΥΣ ΦΙΛΟΥΣ
1lPLUT. contra Ep. beat. 1097c
1τοῖς φίλοις γράφοντος (Ἐπικούρου)· δαίως τε καὶ μεγα‐ λοπρεπῶς ἐπεμελήθητε ἡμῶν τὰ περὶ τὴν τοῦ σίτου κομιδήν, καὶ οὐρανομήκη σημεῖα ἐνδέδειχθε τῆς πρὸς ἐμὲ εὐνοίας.

100

(1t)

ΠΡΟΣ ΤΟΥΣ ΜΕΓΑΛΟΥΣ
1lPHILOD. π. εὐσεβ. 124 GO.
22
κἀ[ν] ταῖς ἐ[πι]στολα〈ῖ〉ς [μ]έντοι ταῖς πρὸ[ς]
25τοὺς μεγάλους ὁμ[ο‐] λογεῖν ἔοικεν αὐ[τό·] [τ]οῦτο δ’ ἵνα μή τ[ις]
εἴπῃ πρὸς τοὺς457

101

(1t)

ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΜΥΤΙΛΗΝΗΙ ΦΙΛΟΣΟΦΟΥΣ
1 Τιμοκράτης ...... φησὶ ...... τόν τ’ Επίκουρον πολλὰ κατὰ τὸν λόγον ἠγνοηκέναι, καὶ πολὺ μᾶλλον κατὰ τὸν βίον, τό τε σῶμα ἐλεεινῶς διακεῖσθαι ὡς πολλῶν ἐτῶν μὴ δύνασθαι ἀπὸ τοῦ φορείου διαναστῆναι, μνᾶν τε ἀναλίσκειν ἡμερησίαν
5εἰς τὴν τράπεζαν, ὡς αὐτὸς ἐν ταῖς πρὸς Λεόντιον ἐπιστολαῖς γράφει καὶ ἐν τῇ πρὸς τοὺς ἐν Μυτιλήνῃ φιλοσόφους· συνεῖναί τε αὐτῷ τε καὶ Μητροδώρῳ ἑταίρας καὶ ἄλλας, Μαμμάριον καὶ Ἡδεῖαν καὶ Ἐρώτιον καὶ Νικίδιον· καὶ ἐν ταῖς ἑπτὰ καὶ τρι‐ άκοντα βίβλοις ταῖς Περὶ φύσεως [τὰ πλεῖστα] ταὐτὰ λέγειν
10καὶ ἀντιγράφειν ἐν αὐταῖς ἄλλοις τε καὶ Ναυσιφάνει τὰ πλεῖ‐
στα, καὶ αὐτῇ λέξει φάσκειν οὕτως· ἀλλ’ ἴτωσαν· εἶχε γὰρ ἐκεῖνος ὠδίνων τὴν ἀπὸ τοῦ στόματος καύχη‐ σιν τὴν σοφιστικὴν καθάπερ καὶ ἄλλοι πολλοὶ τῶν ἀνδραπόδων. καὶ αὐτὸν Ἐπίκουρον ἐν ταῖς ἐπιστολαῖς περὶ458
15Ναυσιφάνους λέγειν· ταῦτα ἤγαγεν αὐτὸν εἰς ἔκστασιν τοιαύτην, ὥστε μοι λοιδορεῖσθαι καὶ ἀποκαλεῖν διδάσκαλον. πλεύμονά τε αὐτὸν ἐκάλει καὶ ἀγράμματον καὶ ἀπατεῶνα καὶ πόρνην· τοὺς τε περὶ Πλάτωνα Διονυσοκόλακας καὶ αὐτὸν Πλάτωνα χρυσοῦν, καὶ Ἀριστοτέλην ἄσωτον, 〈ὃν〉
20καταφαγόντα τὴν πατρῴαν οὐσίαν στρατεύεσθαι καὶ φαρμακο‐ πωλεῖν· φορμοφόρον τε Πρωταγόραν καὶ γραφέα Δημοκρίτου καὶ ἐν κώμαις γράμματα διδάσκειν. Ἡράκλειτόν τε κυκητήν· καὶ Δημόκριτον Ληρόκριτον· καὶ Ἀντίδωρον Σαννίδωρον· τούς τε Κυζικηνοὺς ἐχθροὺς τῆς Ἑλλάδος· καὶ τοὺς διαλεκτικοὺς
25πολυφθόρους· Πύρρωνα δὲ ἀμαθῆ καὶ ἀπαίδευτον.459

102

(1l)

ATHEN. VIII 354b‐c
1 εἰδὼς καὶ Ἐπίκουρον τὸν φιλαληθέστατον ταῦτ’ εἰπόντα περὶ αὐτοῦ (Ἀριστοτέλους) ἐν τῇ περὶ ἐπιτηδευμάτων ἐπιστο‐ λῇ, ὅτι καταφαγὼν τὰ πατρῷα ἐπὶ στρατείαν ὥρμησε καὶ ὅτι ἐν ταύτῃ κακῶς πράττων ἐπὶ τὸ φαρμακοπωλεῖν ἦλθεν· εἶτα
5ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου, φησί, παραβαλὼν ἑαυτὸν προσεκάθισε τοῖς λόγοις οὐκ ὢν ἀφυὴς καὶ κατὰ μικρὸν εἰς τὴν θεωρουμένην ἕξιν ἦλθεν ..................... ἐν δὲ τῇ αὐτῇ ἐπιστολῇ ὁ Ἐπίκουρος καὶ Πρωταγόραν φησὶ τὸν σοφιστὴν ἐκ φορμοφόρου καὶ ξυλοφόρου πρῶτον μὲν γενέσθαι
10γραφέα Δημοκρίτου· θαυμασθέντα γὰρ ὑπ’ ἐκείνου ἐπὶ ξύλων τινῶν ἰδίᾳ συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπ’ αὐτοῦ, καὶ διδάσκειν ἐν κώμῃ τινὶ γράμματα· ἀφ’ ὧν ἐπὶ τὸ σοφιστεύειν ὁρμῆσαι.

103

(1l)

SEXT. EMP. adv. Math. I 4
1φησὶ γοῦν ἐν τῇ πρὸς τοὺς ἐν Μυτιλήνῃ φιλοσόφους ἐπιστο‐
λῇ· οἶμαι δ’ ἔγωγε τοὺς βαρυστόνους καὶ μαθη‐ τήν με δόξειν τοῦ πλεύμονος εἶναι, μετὰ μειρα‐ κίων τινῶν κραιπαλώντων ἀκούσαντα, καὶ προβὰς460
5....... λέγων· καὶ γὰρ πονηρὸς ἄνθρωπος ἦν καὶ ἐπιτετηδευκὼς τοιαῦτα ἐξ ὧν οὐ δυνατὸν εἰς σο‐ φίαν ἐλθεῖν.

104

(1l)

PHILOD. πρὸς τούς fr. x SBORDONE:
1ταῖς ἡμερ[οκ]ωμίαι] ἐν Τέωι συσχόμενος π[ρ] τοῦ σοφιστεῦσα] τοῦ τἀν[α] ξαγόρου ἀναγι]ώ̣σκον‐
5τος καὶ Ἐμπεδο̣[κλ]έους καὶ περὶ ταῦτα τ]ρθρ[ευο] μένου κατατεταμένω.] ἢ πάλιν· ὁ τοὺς Ἑρμοκο‐
πίδας ἐν Τέῳ συ]τήσα]461
10[κατὰ Δ]ημόκριτον καὶ [Λεύκιπ]π̣ον πραγματευ‐ [ομένους]

105

(1t)

AD IGNOTOS
1lPHILOD. Πραγματεῖαι col. VII VH2 I 114
1
ἐπ’ Ὀλυμπιοδώρου γ[ράφει·] [ἤ]τοι γε [τι]νὰ δεῖ ]όνων

106

(1l)

PHILOD. π. εὐσεβ. 125 GO.:
10[ καὶ] πρὸς τὸν αὐτὸν [ἐ‐] πὶ Χαρίνου· τη.φ.. αιφι[ ]αὐτῶν μὲν[ ]θες τῶ]
15ἁπαν[ ]κε ριωτ[ ]ς ἔ‐ ξωθ[εν ]πιφέρον‐
τος462

107

(1l)

PHILOD. π. εὐσεβ. 105 GO.
1
ἐπὶ δὲ Χαρί[νου καὶ ἐπὶ] Διοτίμ[ου παραινεῖ] τὴν κα[θ’ ἱερᾶς τρα‐] πέζης [συνθήκην μὴ]
5παραβαί[νειν]

108

(1l)

PHILOD. π. πλούτου col. III VH2 II 114
3
[ἐ]ὰν δ[ιανοῶν] ται, περι]ίνοντ[αι] τῶ]
5κατὰ τ̣[̣]ν̣ [ἔ]νδειαν κα[ὶ] πε[ν]αν κα〈κῶ〉ν. ἐπὶ δὲ [Χ]αρίνου

109

(1l)

PHILOD. π. πλούτου col. IV VH2 III 86
1[ ]ἐπ〈ὶ〉 Χαρίνου463

110

(1l)

PHILOD. Πραγματεῖαι XXXII DIANO
1ἐπὶ δ’ Ἰσαίου καὶ γέγραφεν σ[ ]

111

(1l)

PHILOD. πρὸς τούς fr. l6 SBORDONE:
1
ἐπ’ Ἰσαίου [δὲ] [τοὺ]ς Μενοικέως υἱο̣[ὺς] [εἰσφ]έρει νομίσα̣ντ̣α[ς] [ὡς] μ̣αθη̣τ̣ὰς

112

(1l)

PHILOD. π. τῶν στωικῶν (PAP. HERC. 339) col. V VH1 VIII
1
εἶθ’ [ὕ]στερον [τοὺς ἐχθίσ]‐ τους 〈κ〉ατα[λ]ύειν Μακε[δόνας] ὡς τ[ό]τε ἐπ’ Εὐθίου γρά[φει]

113

(1l)

PHILOD. πρὸς τούς fr. l3 SBORDONE:
14ἐπὶ δ’ Εὐβού‐
15λ[ου· τ]ν ἐπιστολὴν π̣ρ̣ο̣σ̣‐ [ανάπ]τοις καὶ τῶν Δη‐
[μοκρ]του τιν, οὐχ οἷον464

114

(1l)

PHILOD. π. εὐσεβ. 126 GO.
9πάλιν· ἡμ[εῖς θεοῖς]
10θύωμεν, φησίν, [ὀσί] ως καὶ καλῶς οὗ [καθ] ήκει, κα[κ]αλῶ] πάν‐ τα πράττωμεν [κα] τὰ τοὺς νόμους μ[η]
15θὲ] ταῖς δόξαις α[] τοὺς ἐν τοῖς περὶ τῶν ἀρίστων κ[α] σεμνοτάτων δια‐ ταράττοντες· [ἔτι]
20δὲ̣ καὶ δίκαιό[ν φα] μεν ἀφ’ ἧς ἔλε[γον δό] ξης· οὕτω γὰρ [ἐν] δέχεται φύσ[ιν θνη] τὴν ὁμοίω[ς Δι]
25νὴι Δία ζῆν [ὡς φαί]
νεται.465

115

(1l)

PHILOD. π. εὐσεβ. 125 GO.
2κἂν πόλ[ος ἦι,] δεινὸν οὐκ ἂ«ν» θέσ‐ θαι θεῶν εἵλε[ων ὄν]
5των. καὶ 〈π〉[αλιν·] καθαρὰν τ[ὴν ζωὴν] διηχέναι κα[ὶ διά] ξειν σὺν αὐτ[ῷ] Μάτρωνι θε[ῶν εἵ]
10λεων ὄντων.

116

(1l)

PHILOD. Πραγματεῖαι XXVIII DIANO:
1[ τ]οῖς ἄ[λλοις] καὶ δεηθέντος μου φιλανθ[ρ]ω‐
πεύσασθαι δ[ιὰ παντό]ς466

117

(1l)

PHILOD. Πραγματεῖαι col. IV, VH2 I 111
2
γρά〈φω〉ν πρὸς 〈α〉[ὐτὸν] περὶ τῆς Ἀθήνησ〈ιν〉 αὐ‐ τοῦ παρουσίας κα[ὶ περὶ] 〈ὧν〉 παρὰ
5φ[ίλων] ἤκουσαν, οὗ καί φησιν· 〈ἥ〉κ̣[ει] γὰρ πρὸς ἡμᾶς 〈ἔ〉τι ν[εα]νίσκο] [ὢ[καὶ αὐτὸν μακαρίζομεν πάν]τες.

118

(1l)

PLUT. adv. Col. 1124c
1προπέτειαν δὲ καὶ λαμυρίαν ἐμποιεῖ νέοις ὁ περὶ Πυθοκλέους οὔπω γεγονότος ὀκτωκαίδεκα ἔτη γράφων οὐκ εἶναι φύσιν ἐν ὅλῃ τῇ Ἑλλάδι ἀμείνω καὶ τερατικῶς αὐτὸν εὖ ἀπαγγέλλειν, καὶ πάσχειν αὐτὸς τὸ τῶν γυναικῶν, εὐχόμενος ἀνεμέσητα
5πάντα εἶναι καὶ ἀνεπίφθονα τῆς ὑπερβολῆς τῷ νεανίσκῳ.467

119

(1l)

PHILOD. Πραγματεῖαι XXV DIANO
1[γι]ε̣ι̣νὸν [ πρὸς ὅν] γ’ ἡ περὶ τῶν ἀσχολ]ῶ[ν τότ]γρά‐ φ[η.] καὶ προβ[άς· ἀκ]κοα ὡ[ς σὺ π]ειρᾶις ἥδειον ἂν εἴ [πο̣τ̣]ε, ἰδιώτει αὐτῶι
5γεγονότι τῆς πρότερον [προ]φα‐ νείας, τὴν φιλίαν συνάψαι, μ[έ]γ̣α̣ γε̣ π]ρ’ ἃ [οα, τῶι ἀνδρ[ὶ] πρ[ό]ς ὃν ἡ π[ερ] τῶν ἀσχο]ιῶν ἐκ 〈Σ〉άμου ἐ〈πι〉σ̣τολὴ ἐγ̣ράφη [π]μου·
10[ὀ]υ γὰρ τὰς τυχούσας ὑπὲ[ρ ἐμο] φωνὰς Κωλώτης ἀνήγγ[λεν] ἀλλ’ ἀνταξίας ἤπερ ἐ〈σ〉τ[ὶ] 〈π〉άν[τα]
τὰ αὐτ[ο· δι]ὰ τα[ῦ]τα δ, ]εἰ ]ὴ μ[] νον, ἐδωρεῖτο σὺν ἑταίρ[ωι μηθὲν]468
15ἄνουν ἔπος γ’ αὐτῶι μὴ π[αραπλη] σιάσαι μοι κατ’ ἄ]λας πρ[άξει[χρ]ησίμωι γεν[ομένω]ι μηδ’ ἰ[δι]ολ[ογη] σά[με]νο, κα]ὶ ν[ῦν δ’ ὅμ]οιά γ] λέγων καὶ [πράτ]των μη[ ]

120

(1l)

PHILOD. Πραγματεῖαι XIX DIANO:
1[ χ]ριν δ’ ἔχ̣ε̣ιν κα[ί σοι τ]ῷ παρειληφότι τἀκείν[ου] [διδ]όν[αι Κ]αρνείσκῳ δεῖν τι, ὄν̣[τος] τοιούτου Κρονίου καὶ δόντος προ‐
5〈θυμ〉[ως· καὶ μ]λ’ ἀσπασίως τῶι Ἀρκε‐ ]ῶντι μίαν μὲν ἐξ ἑπ〈τά γ’〉 οὖσαν, τὴν 〈ὑ〉π’ ἐμοῦ δοθεῖσαν αὐτῶι, πά‐ 〈ραδ〉έ̣]ωκε παρ[]τερ[α κα]ὶ οὐδὲ τὰ [α]υ̣τ̣ῷ π[ροσόντ’] ἐτό[λμη]〈σ〉εν ἑλεῖν469
10ἀλ[λὰ κ]αὶ προ«στέ«ταχέ τιν] Καλ[λι]〈στρά‐〉 τω] π̣[έντ]ε μνᾶς ἡμῖν δοῦναι. καὶ προβάς· ὁ μὲν ]ὴ Καλλί]τρατος ἐξ[π]τυ〈κε τρεῖσ〉 μέχρι τε τοῦ̣ πα]ό̣ν̣‐ τος ]έγο̣νεν̣ ἄτροπος κ̣αὶ̣ [τὸ ]λον [οὐκ]
15εἶναι [ἑαυτῶι φησιν]

121

(1l)

PHILOD. Πραγματεῖαι XXX DIANO
1κα[ὶ] προβά[ς· ἐρεῖ τ]ὰ περὶ ἡμ[ς] Ἡρα[κλείδης· ἣν ο]ν ἔταξα τιμὴ]
ἐμαυτῶ] κἂν ἐν Ὑπερβο]είοις ὦ‐470
5σιν ἀποστέλλν, ταύτην καὶ ὑμῖν συντάττω· [ἑ]κατὸν γὰρ καὶ εἴκοσι [αχ]μὰ[ς μόν]ας κα‐ τ’ ἐνιαυτὸν βούλομα] παρ’ ἑκα‐ τέρου λαμβάνειν. καὶ δι’ ἑτέ‐
10ρας· ἤνεγκέ μοι Κτήσιππος τὴν κα[τ’] ἐνιαυτ[ν] σύνταξιν, ἣν ἀπέστειλας ὑπέρ τε τοῦ πατρὸς καὶ σεαυτο.

122

(1l)

PAP. HERC. 176 5 XXII VOGLIANO:
1σιν λόγου[ς] καὶ κ[α]τὰ πάντας τρόπου[ς] ἐκπολυωρηθεὶς μέχρι ὅσου τὴν αὐτάρκη πρὸς τὸ [σ]εαυτὸν κυβερνᾶν
5{αν} ἡλι«κί«αν ἔσχες.471

123

πέμψον μοι τυροῦ κυθρίδιον, ἵν’ ὅταν βούλωμαι πολυτελεύσα‐ σθαι δύνωμαι.

124

(1l)

IOANN STOB. III XVII 33 H.
1βρυάζω τῷ κατὰ τὸ σωμάτιον ἡδεῖ, ὕδατι καὶ ἄρτῳ χρώμενος, καὶ προσπτύω ταῖς ἐκ πολυτελείας ἡδοναῖς οὐ δι’ αὐτάς, ἀλλὰ διὰ τὰ ἐξακολουθοῦντα αὐταῖς δυσχερῆ.

125

(1l)

SENECA ep. 20 9
1magnificentior, mihi crede, sermo tuus in grabato videbitur et in panno. non enim dicentur tantum
illa sed probabuntur.472

126

(1l)

PORPH. ad Marc. 29 32 21 p.
1κρεῖσσον δέ σοι θαρρεῖν ἐπὶ στιβάδος κατακειμένῳ ἢ ταράττε‐ σθαι χρυσῆν ἔχοντι κλίνην καὶ πολυτελῆ τράπεζαν.

127

(1l)

PHILOD. πρὸς τούς fr. l3 SBORDONE:
7[ οἴ]δαμ[εν] εἶναι πισ[τ]ὸ[ν] Κράτη[τ]ος [καὶ Ἀρ]ιστίππου τὰς πε‐
10[ρί τινων το]ῦ Πλάτωνος [διατριβ]ά[ς], καὶ Ἀριστοτέ‐ [λους τ’] ἀναλυτικὰ καὶ [τὰ περὶ] φύσεως ὅσαπερ
ἐ[κλέγ]ομεν.473

128

(1l)

SENECA ep. 79 15
1in quadam epistula, cum amicitiam suam et Metrodori grata commemoratione cecinisset, hoc novissime adiecit, nihil sibi et Metrodoro inter bona tanta nocuisse, quod ipsos illa nobilis Graecia, non ignotos solum habuisset, sed paene inauditos.

129

(1l)

SENECA ep. 7 11
1egregie hoc Epicurus, cum .... scriberet: haec ego non multis, sed tibi: satis enim magnum alter alteri theatrum sumus.

130

(1l)

SENECA ep. 25 6
1incipiam tibi permittere quod idem suadet Epicurus: tunc
praecipue in te ipse secede cum esse cogeris in turba.474

131

(1l)

Gnomol. cod. Paris. 1168 f. 115r
1οὐδέποτε ὠρέχθην τοῖς πολλοῖς ἀρέσκειν, ἃ μὲν γὰρ ἐκείνοις ἤρεσκεν οὐκ ἔμαθον, ἃ δ’ ᾔδειν ἐγὼ μακρὰν ἦν τῆς ἐκείνων αἰσθήσεως.

132

(1l)

SENECA ep. 9 1. 8
1an merito reprehendat in quadam epistula Epicurus eos qui dicunt sapientem se ipso esse contentum et propter hoc amico non indigere, desideras scire. hoc obicitur Stilponi ab Epicuro et iis quibus summum bonum visum est animus impatiens.
5sapiens etiamsi contentus est se, tamen habere amicum vult, si nihil aliud, ut exerceat amicitiam, ne tam magna virtus iaceat, non ad hoc, quod dicebat Epicurus in hac ipsa epi‐ stula, ut habeat qui sibi aegro adsideat, succurrat in vincula coniecto vel inopi, sed ut habeat aliquem cui ipse aegro ad‐
10sideat, quem ipse circumventum hostili custodia liberet.475

133

(1l)

DIDYMUS CAECUS, in Eccles.:
1ἐκεῖνος οὖν γράφ[ει........]επ.... ὅτι ἄλλως χρᾶται ὁ σοφὸς τοῖς πράγμασιν καὶ ἄλλως ὁ μὴ σοφός· καὶ ἐ̣[πιφέρει· τ]ότε σοφὸς οὐκ ἦς, νῦν δὲ ἐσπούδασας τοῦτο γενέσθαι. ἀναπόλ[ει] τὸ{ν} τοῦ προτέ[ρου βίο]υ καὶ τοῦ νῦν,
5εἰ οὕτως ἔφερες τότε νόσον ὡς νῦν, ἢ οὕτως ἐκρά‐
τεις πλ[ούτο]υ ὡς νῦν κρατεῖς.476