TLG 0536 003 :: EPHORUS :: Fragmenta

EPHORUS Hist.
(Cumaeus: 4 B.C.)

Fragmenta

Source: FGrH #70. : 2A:43–109.

fr. 191: P. Oxy. 13.1610

Citation: Volume-Jacoby#-F — fragment — (line)

2a,70,F

1

[PLUTARCH.] vit. Hom. I 2: Ἔφορος μὲν οὖν ὁ Κυμαῖος ἐν συντάγματι τῶι ἐπιγραφομένωι Ἐπιχωρίωι Κυμαῖον αὐτὸν (sc. Ὅμηρον) ἀποδεικνύναι πειρώμενός φησιν ὅτι Ἀπελλῆς καὶ Μαίων καὶ Δῖος ἀδελφοὶ Κυμαῖοι τὸ γένος· ὧν Δῖος μὲν διὰ χρέα μετώικησεν εἰς Ἄσκρην κώμην τῆς
5Βοιωτίας, κἀκεῖ γήμας Πυκιμήδην ἐγέννησεν Ἡσίοδον· Ἀπελλῆς δὲ τελευ‐ τήσας ἐν τῆι πατρίδι Κύμηι κατέλιπε θυγατέρα Κριθηίδα τοὔνομα, προστη‐ σάμενος αὐτῆς τὸν ἀδελφὸν Μαίονα, ὃς διακορεύσας τὴν προειρημένην καὶ τὴν ἀπὸ τῶν πολιτῶν ἐπὶ τῶι γεγονότι δείσας κατάγνωσιν, ἔδωκεν αὐτὴν πρὸς γάμον Φημίωι Σμυρναίωι διδασκάλωι γραμμάτων. φοιτῶσα δὲ αὐτὴ
10ἐπὶ τοὺς πλύνους, οἳ ἦσαν παρὰ τῶι Μέλητι, ἀπεκύησε τὸν Ὅμηρον ἐπὶ τῶι ποταμῶι, καὶ διὰ τοῦτο Μελησιγένης ἐκλήθη. μετωνομάσθη δὲ Ὅμηρος, ἐπειδὴ τὰς ὄψεις ἐπηρώθη· οὕτω γὰρ ἐκάλουν οἵ τε Κυμαῖοι καὶ οἱ Ἴωνες τοὺς τὰς ὄψεις πεπηρωμένους παρὰ τὸ δεῖσθαι τῶν ὁμηρευόντων, ὅ ἐστι
τῶν ἡγουμένων. καὶ ταῦτα μὲν Ἔφορος.2

2a,70,F

2

ATHEN. VIII 46 p. 352 C: ζηλωτὴς δὲ 〈διὰ〉 τῶν εὐτραπέλων λόγων τούτων ἐγένετο ὁ Στρατόνικος Σιμωνίδου τοῦ ποιητοῦ, ὥς φησιν Ἔφορος ἐν δευτέρωι Περὶ Εὑρημάτων, φάσκων καὶ Φιλόξενον τὸν Κυθήριον περὶ τὰ ὅμοια ἐσπουδακέναι.

2a,70,F

3

ATHEN. IV 80 p. 182 C: οἶδα δὲ καὶ ἄλλα γένη αὐλῶν τραγικῶν τε καὶ λυσιωιδικῶν καὶ κιθαριστηρίων, ὧν μνημονεύουσιν Ἔφορός τ’ ἐν τοῖς Εὑρήμασι καὶ Εὐφράνωρ ὁ Πυθαγορικὸς ἐν τῶι Περὶ αὐλῶν (IV), ἔτι δὲ καὶ Ἄλεξις [ὧν] καὶ αὐτὸς ἐν τῶι Περὶ αὐλῶν.

2a,70,F

4

ATHEN. XIV 40 p. 637 B: φοίνικα δὲ τὸ ὄργανον Ἔφορος καὶ Σκάμων ἐν τοῖς Περὶ Εὑρημάτων (III) ὑπὸ Φοινίκων εὑρεθὲν ταύτης τυχεῖν τῆς προσηγορίας. Σῆμος δὲ ὁ Δήλιος ἐν πρώτωι Δηλιάδος (III) διὰ τὸ ἐκ τοῦ ἐν Δήλωι φοίνικος τοὺς ἀγκῶνας αὐτοῦ ἐξεργάσασθαι **

2a,70,F

5

SCHOL. HOM. Il. Α 31 (CRAM. AP III 119, 27. ET. M. 367, 47): ἱστὸν ἐποιχομένην] .. αἱ πάλαι γυναῖκες ἑστῶσαι ὕφαινον καὶ ἐπιπορευό‐ μεναι τὸν ἱστὸν 〈διὰ τὴν τῶν ὑφαινομένων, ὡς εἰκός, πλατύτητα〉. πρώτην δὲ γυναῖκα Αἰγυπτίαν, Ὕρ τὸ ὄνομα, καθεζομένην ὑφάναι φασί, ἀφ’ ἧς
5καὶ Αἰγύπτιοι τῆς Ἀθηνᾶς ἄγαλμα 〈καθημένησ〉 ἱδρύσαντο, ὥς φησιν Ἔφορος ἐν τοῖς Εὑρήμασι.

2a,70,F

6

THEON Progymn. 2 p. 71, 19 Sp: συγγνώμης δ’ ἄξιον, ὅταν εἰς ἐκεῖνά τις ἐμπέσηι ποτὲ τὰ μέτρα, ἅπερ ἔχει ὁμοιότητα πρὸς τὸ πεζόν, οἷόν ἐστι τὸ ἰαμβικόν. διὸ καὶ πάντες οἱ συγγραφεῖς ἄκοντες ἐμπίπτουσιν εἰς τὸ γένος τοῦτο. ὁ γοῦν Ἔφορος ἐν τῶι Περὶ λέξεως δι’
5αὐτοῦ τοῦ ἀπαγορεύοντος λόγου, μὴ τῆι ἐνρύθμωι χρῆσθαι διαλέκτωι, εὐθὺς ἐν ἀρχῆι στίχον εἴρηκεν εἰπών «πάλιν δὲ περὶ τῆς ἐνρύθμου
διέξειμι.»43

2a,70,F

7

PHOT. bibl. 176 p. 121 a 30: (T 3 a) διὸ καὶ τὰ προοίμια αὐτοῖς (sc. Θεοπόμπωι καὶ Ἐφόρωι) τῶν Ἱστοριῶν τῆι τε διανοίαι καὶ τοῖς ἄλλοις ἐστὶν ὁμοιότατα, ὡς ἂν ἀπὸ τῆς αὐτῆς ἀφετηρίας ἐκδραμόντων ἑκατέρου πρὸς τὸ στάδιον τῆς ἱστορίας.

2a,70,F

8

POLYB. IV 20, 5 (ATHEN. XIV 22 p. 626 A): οὐ γὰρ ἡγητέον μουσικήν, ὡς Ἔφορός φησιν ἐν τῶι προοιμίωι τῆς ὅλης πραγματείας, οὐδαμῶς ἁρμόζοντα λόγον αὑτῶι ῥίψας, ἐπ’ ἀπάτηι καὶ γοητείαι παρεισ‐ ῆχθαι τοῖς ἀνθρώποις.

2a,70,F

9

HARPOKR. s. ἀρχαίως (DERS. s. καινῶς)· Ἰσοκράτης Πανηγυ‐ ρικῶι (§ 8) ‘τά τε παλαιὰ καινῶς διελθεῖν καὶ περὶ τῶν νεωστὶ γενομένων ἀρχαίως εἰπεῖν‘. ἔνιοι μέν φασι σημαίνειν ἀρχαιοτρόπως, τουτέστιν ἀρχαιο‐ τέροις ὀνόμασι χρῆσθαι. Ἔφορος δ’ ἐν τῆι α τῶν Ἱστοριῶν τρόπον τινὰ
5ἐξηγήσατο, 〈ἐν ὧι〉 φησὶ περὶ τῶν ἀρχαίων πραγμάτων τοὺς νεωτέρους διεξέρχεσθαι· «περὶ μὲν γὰρ τῶν καθ’ ἡμᾶς γεγενημένων» φησί «τοὺς ἀκριβέστατα λέγοντας πιστοτάτους ἡγού‐ μεθα, περὶ δὲ τῶν παλαιῶν τοὺς οὕτω διεξιόντας ἀπι‐ θανωτάτους εἶναι νομίζομεν, ὑπολαμβάνοντες οὔτε τὰς
10πράξεις ἁπάσας οὔτε τῶν λόγων τοὺς πλείστους εἰκὸς εἶναι μνημονεύεσθαι διὰ τοσούτων.»

2a,70,F

10

HARPOKR. s. Κεβρῆνα ... πόλις ἐστὶ τῆς Τρωάδος Κεβρήν, Κυμαίων ἀποικία, ὥς φησιν Ἔφορος ἐν α.

2a,70,F

11

ATHEN. III 66 p. 105 D: περὶ δὲ τῶν καρίδων, ὅτι καὶ πόλις ἦν Καρίδες περὶ Χίον τὴν νῆσον Ἔφορος ἐν τῆι α ἱστορεῖ, κτίσαι φάσκων αὐτὴν τοὺς διασωθέντας ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατα‐ κλυσμοῦ μετὰ Μάκαρος, καὶ μέχρι νῦν τὸν τόπον καλεῖσθαι Καρίδας.

2a,70,F

12

SCHOL. T PLATON Lach. 187 B (Euthyd. 285C): ἐν τῶι Καρὶ ὑμῖν ὁ κίνδυνος] ἐπὶ τῶν ἐπισφαλέστερον καὶ ἐν ἀλλοτρίοις κινδυνευόντων. Κᾶρες γὰρ δοκοῦσι πρῶτοι μισθοφορῆσαι, ὅθεν καὶ εἰς πόλεμον αὐτοὺς προέ‐
ταττον ... καὶ τὸ παρ’ Ὁμήρωι (Il. Ι 378) δὲ ‘ἐν Καρὸς αἴσηι‘ ἐν τῶι44
5τυχόντι τινες ἀκούουσι. μέμνηται δ’ αὐτῆς Ἀρχίλοχος λέγων (F 40 Di) ‘καὶ δὴ ’πίκουρος ὥστε Κὰρ κεκλήσομαι‘· καὶ Ἔφορος ἐν α Ἱστοριῶν· καὶ Φιλήμων ἐν Γάμωι (II 483, 18 K) ‘ἐν Καρὶ τὸν κίνδυνον· οἶδα, δέσποτα‘ κτλ.

2a,70,F

13

THEON Progymn. 2 p. 67, 8 Sp: διηγημάτων μὲν μυθικῶν ... παρὰ Ἐφόρωι ἐν τῆι πρώτηι τὸ περὶ τῶν πεντήκοντα Θεσπίου θυγατέρων, αἷς ἁπάσαις παρθένοις οὔσαις φασὶν ἅμα μιγῆναι τὸν Ἡρα‐ κλέα ...

2a,70,F

14a

SCHOL. APOLL. RHOD. I 1168: Ἔφορος δὲ ἐν πρώτωι παραδέδωκεν αὐτὸν (sc. Ἡρακλέα) δι’ Ὀμφάλην καταλελεῖφθαι.

2a,70,F

14b

ebd. I 1289: Ἔφορος δὲ ἐν τῆι ε φησὶν αὐτὸν ἑκουσίως ἀπολελεῖφθαι πρὸς Ὀμφάλην τὴν Λυδῶν βασιλεύουσαν.

2a,70,F

15

STEPH. BYZ. s. Δυμᾶνες· φυλὴ Δωριέων. ἦσαν δὲ τρεῖς, Ὑλλεῖς καὶ Πάμφυλοι καὶ Δυμᾶνες, ἐξ Ἡρακλέους (καὶ προσετέθη ἡ Ὑρνη‐ θία), ὡς Ἔφορος α· «Αἰγίμιος γάρ, ὢν τῶν περὶ τὴν Οἴτην Δωριέων βασιλεύς, ἔσχε δύο παῖδας Πάμφυλον καὶ
5Δυμᾶνα, καὶ τὸν τοῦ Ἡρακλέους Ὕλλον ἐποιήσατο τρί‐ τον, χάριν ἀποδιδοὺς ἀνθ’ ὧν Ἡρακλῆς ἐκπεπτωκότα κατήγαγεν.»

2a,70,F

16

SCHOL. PINDAR. P. V 101 b Αἰγεῖδαι ἐμοὶ πατέρες] διτταὶ γίνονται αἱ τῶν Θήβηθεν Αἰγειδῶν εἰς Σπάρτην ἀφίξεις, προτέρα μὲν ἡ σὺν τοῖς Δωριεῦσι καὶ Ἀριστοδήμωι, ἧς μέμνηται Ἔφορος ἐν τῆι πρώτηι λέγων· «Ὕλλον καὶ τοὺς ἄλλους τοὺς ἀποτυχόντας τῆς ἐπὶ τὴν
5Σπάρτην στρατείας ἐπερωτᾶν τὸν θεὸν τίνας τῶν Ἑλλήνων ποιήσονται πρὸς τὴν κάθοδον συμμάχους· τὸν δὲ ἀνελεῖν, τοὺς ὑπὸ Ἡρακλέους εὐερ‐ γηθέντας, πρώτους δὲ τούτων κελεῦσαι Αἰγείδας παρακαλεῖν. ὑπολαμβά‐ νοντας δὲ ταῦτα εὐλόγως προστεταχέναι τὸν θεὸν ἐλθεῖν εἰς τὰς Ἀθήνας πρῶτον, εἰδότας Θησέα τὸν Αἰγέως μέγιστα πάντων ὑφ’ Ἡρακλέους εὐεργε‐
10τημένον. [εὖ δὲ ἔχειν τὴν μαντείαν νομίζοντας ** καὶ πρώτους τοὺς Θη‐
σέως τοῦ Αἰγέως ἀπογόνους ἐκάλουν, τοῦ τῆς καθόδου μὴ διαμαρτεῖν]. ** ἔπειτά φασι τὸν Ἀριστόδημον διὰ τῆς Βοιωτίας πορευόμενον καταλαβεῖν θύοντάς τινας τῶν Θηβαίων παρὰ τὴν ὁδόν, καὶ τοῦ κήρυκος ἀκούσαντα τοῖς Αἰγείδαις εὐχομένου τὰ ἀγαθά, λαβεῖν περὶ τῆς μαντείας ἔννοιαν·45
15καὶ νομίσαντα δεῖν, ἐπειδὴ τοὺς Ἀθήνηθεν Αἰγείδας πρώτους παρακαλοῦν‐ τες διημάρτανον, τοὺς ἐκ τῶν Θηβῶν συμμάχους μετελθεῖν † πρότερον. κατὰ τύχην δὲ ταύτηι τῆι στρατείαι τῶν Ἡρακλειδῶν τὴν Πελοπόννησον κατασχόν‐ των ἡγοῦντο τὸ μαντεῖον εἰρῆσθαι περὶ τῶν ἐν Θήβαις Αἰγειδῶν.» ἑτέρα δὲ ἡ σὺν Τιμομάχωι, ἐν ὧι πρὸς Ἀμυκλαεῖς Λακεδαιμονίοις καθειστήκει πόλεμος.

2a,70,F

17

THEON Progymn. 2 p. 67, 11: (F 13) καὶ περὶ τοῦ Ἀριστο‐ δήμου ὡς ἐτελεύτησε κεραυνόβλητος γενόμενος.

2a,70,F

18a

——2 p. 67, 12: τῶν δὲ πραγματικῶν διηγήσεων ἔστι μέν τινα καὶ παρὰ Ἡροδότου λαβεῖν, ὡς τὰ ἐκ τῆς τετάρτης (42) περὶ τοῦ διαιρεῖσθαι τὴν ὅλην γῆν εἰς τρία μέρη ... καὶ παρὰ Θουκυδίδου ἐκ τῆς πρώτης (20) τὰ περὶ τῆς ἀναιρέσεως Ἱππάρχου ... πλείω δὲ ἔχομεν
5καὶ παρ’ ἄλλων ἱστορικῶν λαβεῖν· παρὰ μὲν Ἐφόρου ἐκ τῆς πρώτης τὰ περὶ τὴν διαίρεσιν τῆς Πελοποννήσου κατὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον.

2a,70,F

18b

STRABON VIII 8, 5: οὐκ ἄτοπον δ’ ἴσως καὶ τοὺς οἰκιστὰς προσθεῖναι τῶν τὴν Πελοπόννησον οἰκούντων, οὓς εἶπεν Ἔφορος, τοὺς μετὰ τὴν Ἡρα‐ κλειδῶν κάθοδον· Κορίνθου μὲν Ἀλήτην (F 19), Σικυῶνος δὲ Φάλκην, Ἀχαίας δὲ Τισαμενόν, Ἤλιδος δ’ Ὀξύλον, Μεσσήνης δὲ Κρεσφόντην, Λακε‐
5δαίμονος δ’ Εὐρυσθένη καὶ Προκλῆ, Ἄργους δὲ Τήμενον κ〈αὶ Κίσσον, τῶν δὲ〉 περὶ τὴν Ἀκτὴν Ἀγ〈ρ〉αῖον καὶ Δηιφόντην.

2a,70,F

18c

[SKYMN.] orb. descr. 516: τὰ μὲν οὖν βόρεια τῆς Πελοποννήσου μέρη | Σικυώνιοι κατέχουσιν οἵ τε πρίν ποτε | Κόρινθον οἰκήσαντες ἐπιφανῆ πόλιν | ἄλλοι τ’ Ἀχαιοί· τοὺς πρὸς ἑσπέραν δ’ ὅρους | καὶ ζέφυρον Ἠλεῖοι τε καὶ Μεσσήνιοι· | τὸ πρὸς μεσημβρίαν δὲ καὶ νότον κλίμα | Λάκωνες
5Ἀργεῖοί τε· πρὸς ἀνιόντα δὲ | ἥλιον ὅσαι κατέχουσι τὴν Ἀκτὴν πόλεις· | ἐν τῆι μεσο‐ γείωι δ’ ἐστὶν ἡ Φλιασία | τό τ’ Ἀρκάδων μέγιστον ἐπὶ τούτοις ἔθνος. | τοὺς Ἀρκάδας μὲν οὖν λέγους’ αὐτόχθονας, | ὕστερον Ἀλήτην δ’ οἰκίσαι Κορινθίους, | Φάλκην δὲ τὸν Σικυῶνα, τὴν δ’ Ἀχαίαν | Τισαμενόν, Ἤλιδος δ’ ὑπάρχειν Ὀξύλον | ἡγεμόνα, Κρεσφόντην δὲ τῆς Μεσσηνίας, | Εὐρυσθένην δὲ καὶ Προκλῆ Λακεδαίμονος, | Ἄργους
10δὲ Κίσσον καὶ μετ’ αὐτοῦ Τήμενον, | τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγραῖον, ὡς λόγος, |
καὶ Δηιφόντην, 〈γαμβρὸν〉 ὄντα Τημένου.46

2a,70,F

19

SCHOL. T PLATON. EUTHYD. 292 E: Διὸς Κόρινθος ἐπὶ τῶν ἄγαν μὲν ὑπερσεμνυνομένων, κακῶς δὲ καὶ πονηρῶς ἀπαλλαττόντων. τῶν γὰρ Κορινθίων βαρέα τοῖς Μεγαρεῦσιν ἀποίκοις οὖσιν ἐπιταττόντων τὸ μὲν πρῶτον ὑπήκουον· ὡς δὲ ὕβρεως οὐδὲν ἀπελίμπανον οἱ Κορίνθιοι, 〈τὰ δὲ τῶν Μεγαρέων ἔρρωτο〉, ἐλπίσαντες οἱ
5Μεγαρεῖς οὐδὲν ἂν παθεῖν ἀποστάντες παραχρῆμα τῶν Κορινθίων ἀφίστανται. πέμ‐ πουσιν οὖν πρέσβεις οἱ Κορίνθιοι κατηγορήσοντας τῶν Μεγαρέων, οἳ παρελθόντες εἰς τὴν ἐκκλησίαν ἄλλα τε πολλὰ διεξήιεσαν καὶ τέλος ὅτι δικαίως ἂν στενάξειεν ἐπὶ τοῖς γιγνομένοις ὁ Διὸς Κόρινθος, εἰ μὴ λήψονται δίκην παρ’ αὐτῶν. ἐφ’ οἷς παροξυνθέντες οἱ Μεγαρεῖς τούς τε πρέσβεις παραχρῆμα λίθοις ἔβαλον, καὶ μετὰ
10μικρὸν ἐπιβοηθησάντων τινῶν τοῖς Κορινθίοις καὶ μάχης γενομένης νικήσαντες, φυγῆι τῶν Κορινθίων ἀποχωρούντων, ἐφεπόμενοι καὶ κτείνοντες ἅμα παίειν ἀλλήλοις τὸν Διὸς Κόρινθον ἐκέλευον. μέμνηται δὲ ταύτης Ἀριστοφάνης ἐν τοῖς Βατράχοις (439) ... καὶ ἐν Ταγηνισταῖς (I 523, 509 K), καὶ Ἔφορος ἐν πρώτωι Ἱστοριῶν, καὶ Πλάτων Εὐθυδήμωι. ἄλλοι δὲ ἐπὶ τῶν ἐπ’ οὐδενὶ τέλει ἀπειλούντων φασὶν εἰρῆσθαι τὴν παροιμίαν.
15(Aus Zenob. p. 356 Miller): Μεγαρεῦσι γὰρ ὡρμημένοις ἀφίστασθαι ἐπιλέγειν τὸν Κορίνθιον ‘οὐκ ἀνέξεται ταῦτα ὁ Διὸς Κορίνθοσ‘. μέμνηται ταύτης καὶ Πίνδαρος (N VII 106).

2a,70,F

20a

MACROB. s. V 18, 6—8: ... Ephorus notissimus scriptor historiarum libro secundo ostendit his verbis: «τοῖς μὲν οὖν ἄλλοις ποταμοῖς [τοὺς μὲν οὖν ἄλλους ποταμοὺς] οἱ πλησιόχωροι μόνοι θύουσιν, τὸν δὲ Ἀχελῶιον μόνον πάντας ἀνθρώ‐
5πους συμβέβηκεν τιμᾶν, οὐ τοῖς κοινοῖς ὀνόμασιν ἀντὶ τῶν ἰδίων 〈ὀνομάζοντες τοὺς ἄλλους ποταμούς, ἀλλὰ〉 τοῦ Ἀχελώιου τὴν ἰδίαν ἐπωνυμίαν ἐπὶ τὸ κοινὸν μετα‐ φέροντας. τὸ μὲν γὰρ ὕδωρ ὅλως, ὅπερ ἐστὶν κοινὸν ὄνομα, ἀπὸ τῆς ἰδίας ἐκείνου προσηγορίας Ἀχελῶιον
10καλοῦμεν, τῶν δὲ ἄλλων ὀνομάτων τὰ κοινὰ πολλάκις ἀντὶ τῶν ἰδίων ὀνομάζομεν τοὺς μὲν Ἀθηναίους Ἴωνας, τοὺς δὲ Λακεδαιμονίους Πελοποννησίους ἀποκα‐ λοῦντες. τούτου δὲ τοῦ ἀπορήματος οὐδὲν ἔχομεν αἰτιώ‐ τατον εἰπεῖν ἢ τοὺς ἐκ Δωδώνης χρησμούς· σχεδὸν
15γὰρ ἐν ἅπασιν αὐτοῖς προστάττειν ὁ θεὸς εἴωθεν Ἀχε‐ λώιωι θύειν, ὥστε πολλοὶ νομίζοντες οὐ τὸν ποταμὸν τὸν διὰ τῆς Ἀκαρνανίας ῥέοντα, ἀλλὰ τὸ σύνολον ὕδωρ Ἀχελῶιον ὑπὸ τοῦ χρησμοῦ καλεῖσθαι, μιμοῦνται τὰς τοῦ θεοῦ προσηγορίας. σημεῖον δὲ ὅτι πρὸς τὸ θεῖον
20ἀναφέροντες οὕτω λέγειν εἰώθαμεν· μάλιστα γὰρ τὸ ὕδωρ Ἀχελῶιον προσαγορεύομεν ἐν τοῖς ὅρκοις καὶ ἐν ταῖς
εὐχαῖς καὶ ἐν ταῖς θυσίαις, ἅπερ πάντα περὶ τοὺς θεούς.»47

2a,70,F

20b

SCHOL. HOM. Il. Φ 195 (P. OX II 221 col. IX 21): Ἔφορος δ’ ἐν β [φησὶ] τὸ ἐν Δωδώνηι μαντεῖον σχεδὸν ἐν ἅπασι τοῖς χρησμοῖς προστάττειν Ἀχελώιωι θύειν, ὅθεν τοὺς Ἕλληνας πάν[τ]α̣ [.] πο̣τ̣α̣μ̣ὸν νομίζειν Ἀχελῶιον.

2a,70,F

20c

SERV. DAN. Verg. ge I 8: nam, sicut Orpheus (F 344 Kern) docet et Aristophanes comicus (Lys. 381) et Ephorus historicus tradunt, Acheloon gene‐ raliter propter antiquitatem fluminis omnem aquam veteres vocabant.

2a,70,F

21

AMMON. De diff. verb. p. 70 Valck.: Θηβαῖοι καὶ Θηβα‐ γενεῖς διαφέρουσιν, καθὼς Δίδυμος ἐν ὑπομνήματι τῶι πρώτωι τῶν Παιά‐ νων Πινδάρου (p. 238 Schm.) φησίν· ‘καὶ τὸν τρίποδα ἀπὸ τούτου Θηβα‐ γενεῖς πέμπουσι τὸν χρύσεον εἰς Ἰσμηνίου πρῶτον. τίς δ’ ἐστὶ διαφορὰ
5Θηβαγενέων πρὸς Θηβαίους, Ἔφορος ἐν τῆι δευτέραι φησί· «οὗτοι μὲν οὖν συνετάχθησαν εἰς τὴν Βοιωτίαν· τοὺς δὲ τοῖς Ἀθη‐ ναίοις ὁμόρους προσοικοῦντας ἰδίαι Θηβαῖοι προσηγά‐ γοντο πολλοῖς ἔτεσιν ὕστερον, [δ] οἳ σύμμικτοι ἦσαν πολλαχόθεν, ἐνέμοντο δὲ τὴν ὑπὸ τὸν Κιθαιρῶνα χώραν
10καὶ τὴν ἀπεναντίον τῆς Εὐβοίας, ἐκαλοῦντο δὲ Θηβα‐ γενεῖς, ὅτι προσεγένοντο τοῖς ἄλλοις Βοιωτοῖς διὰ Θηβαίων.»

2a,70,F

22

HARPOKR. s. Ἀπατούρια· ... ἑορτή ἐστι παρ’ Ἀθηναίοις, ἣν ἄγουσι Πυανεψιῶνι ἐφ’ ἡμέρας δ, ὥς φασιν οἱ τὰ Περὶ ἑορτῶν γράψαντες (IV). πόθεν δ’ ἐκλήθη ἄλλοι τε πολλοὶ εἰρήκασι καὶ Ἔφορος ἐν β, ὡς διὰ τὴν ὑπὲρ τῶν ὁρίων ἀπάτην γενομένην, ὅτι Ἀθηναίων πολεμούντων πρὸς Βοιω‐
5τοὺς ὑπὲρ τῆς Μελανίας χώρας Μέλανθος ὁ τῶν Ἀθηναίων βασιλεὺς Ξάνθον τὸν Θηβαίων μονομαχῶν ἀπατήσας ἀπέκτεινεν.

2a,70,F

23

PHOT. SUID. s. Περιθοῖδαι· δῆμος τῆς Οἰνηίδος φυλῆς, ἀπὸ Πειρίθου τοῦ Ἰξίονος. νόμος δ’ ἦν Ἀθήνησι ξένους εἰσδέχεσθαι τοὺς βουλομένους τῶν Ἑλλήνων, Θεσσαλοὺς δ’ ἐξαιρέτως ὑπεδέχοντο διὰ τὴν Πειρίθου καὶ Θησέως φιλοξενίαν. τούτοις δὲ καὶ χώραν ἐμέρισαν, ἣν
5ἐκάλεσαν Περιθοίδας. Ἔφορος ἱστορεῖ ἐν γ.

2a,70,F

24

STEPH. BYZ. s. Ἀθῆναι ... ϛ Εὐβοίας, Δίαντος κτίσμα,
ὡς Ἔφορος γ· «Ἄβαντος δὲ γίγνονται παῖδες Ἄλκων καὶ Δίας καὶ Ἀρέθουσα, ὧν ὁ μὲν Δίας κτίσας πόλιν οὕτως ἀπὸ τῆς πατρίδος ὠνόμασεν.» ὁ πολίτης Ἀθηναῖος καὶ Ἀθηναι‐48
5κός. 〈ταύ〉τας δ’ Ἀθήνας καὶ Διάδας λέγεσθαι.

2a,70,F

25

STEPH. BYZ. s. Λάμψος· μοῖρα τῆς Κλαζομενίων χώρας, ἀπὸ Λάμψου παιδὸς † Κυδρίδου, ὡς Ἔφορος γ.

2a,70,F

26

——s. Σκυφία· πολίχνιον Κλαζομενίων, ὡς Ἔφορος ἐν γ· «ἐν Σκυφίαι κατώικει». τινὲς δὲ διὰ τοῦ π.

2a,70,F

27

PHOT. SUID. s. Κωρυκαῖος ... Κώρυκος γὰρ τῆς Παμ‐ φυλίας ἀκρωτήριον, παρ’ ὧι πόλις Ἀττάλεια. ἐνταῦθα οἱ ἀπὸ τῆς πόλεως ἵνα μηδὲν αὐτοὶ κακῶς πάσχωσιν ἀπὸ τῶν ἐφορμούντων ἐπὶ τὴν ἄκραν ληιστῶν, ὑπαλλαττόμενοι πρὸς τοὺς ἐν ἄλλοις λιμέσιν ὁρμοῦντας κατηκρο‐
5ῶντο καὶ τοῖς ληισταῖς ἀπήγγελλον καὶ τίνες εἰσὶν καὶ ποῖ πλέουσιν· ὅθεν καὶ ἡ παροιμία ‘τοῦ δ’ ἆρ’ ὁ Κωρυκαῖος ἠκροάζετο‘ ... ὁ δ’ Ἔφορος ἐν γ· «π’ ἄκραι» φησίν «ὤικουν οἱ καλούμενοι Κωρυκαῖοι ἀνατεινούσηι εἰς πέλαγος, σύμμικτοί τινες κατασκευα‐ σάμενοι πολισμάτιον, γείτονες Μυονήσωι. τοῖς οὖν ὁρ‐
10μοῦσιν ἐμπόροις προσήιεσαν, ὡς ἐωνούμενοι 〈ἢ〉 σύμ‐ πλοοι· εἶτα μαθόντες τί τε κομίζουσι καὶ ποῖ πλέουσι, τοῖς Μυονησίοις ἀπήγγελλον, κἀκεῖνοι ἐπετίθεντο αὐ‐ τοῖς· ἐλάμβανον δὲ καὶ αὐτοὶ μέρη τινὰ τῶν λύτρων.»

2a,70,F

28

STFPH. BYZ. s. Μυκαλησσός· πόλις μεσογεία Βοιωτίας ... ἔστι καὶ ἄλλη Καρίας, ὡς Ἔφορος γ.

2a,70,F

29

ATHEN. VI 84 p. 263 F: ὁ Ἔφορος δ’ ἐν γ Ἱστοριῶν «κλαρώτας» φησί «Κρῆτες καλοῦσι τοὺς δούλους ἀπὸ τοῦ γενομένου περὶ αὐτῶν κλήρου. τούτοις δ’ εἰσὶ νενο‐ μισμέναι τινὲς ἑορταὶ ἐν Κυδωνίαι, ἐν αἷς οὐκ εἰσίασιν
5εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ’ οἱ δοῦλοι πάντων κρατοῦσι καὶ κύριοι μαστιγοῦν εἰσι τοὺς ἐλευθέρους.»

2a,70,F

30a

STRABON I 2, 28: μηνύει δὲ καὶ Ἔφορος τὴν παλαιὰν
περὶ τῆς Αἰθιοπίας δόξαν, ὅς φησιν ἐν τῶι περὶ τῆς Εὐρώπης λόγωι, τῶν περὶ τὸν οὐρανὸν καὶ τὴν γῆν τόπων εἰς τέσσαρα μέρη διηιρημένων, τὸ πρὸς τὸν ἀπηλιώτην Ἰνδοὺς ἔχειν, πρὸς νότον δὲ Αἰθίοπας, πρὸς δύσιν49
5δὲ Κελτούς, πρὸς δὲ βορρᾶν ἄνεμον Σκύθας. προστίθησι δ’, ὅτι μείζων ἡ Αἰθιοπία καὶ ἡ Σκυθία· «δοκεῖ γάρ» φησίν «τὸ τῶν Αἰθιό‐ πων ἔθνος παρατείνειν ἀπ’ ἀνατολῶν χειμερινῶν μέχρι δυσμῶν 〈χειμερινῶν· ἡ Σκυθία δ’ ἀντίκειται τούτωι».

2a,70,F

30b

KOSMAS INDIKOPL. Topogr. Christ. II p. 148 (Migne Patrol. gr. 88, 117): Ἐφόρου ἐκ τῆς δ αὐτοῦ Ἱστορίας. «τὸν μὲν γὰρ ἀπηλιώ‐ την καὶ τὸν ἐγγὺς ἀνατολῶν τόπον Ἰνδοὶ κατοικοῦσι· τὸν δὲ πρὸς νότον καὶ μεσημβρίαν Αἰθίοπες νέμονται·
5τὸν δὲ ἀπὸ ζεφύρου καὶ δυσμῶν Κελτοὶ κατέχουσι· τὸν δὲ κατὰ βορρᾶν καὶ τοὺς ἄρκτους Σκύθαι κατοικοῦσιν. ἔστιν μὲν οὖν οὐκ ἶσον ἕκαστον τούτων τῶν μερῶν, ἀλλὰ τὸ μὲν τῶν Σκυθῶν καὶ τῶν Αἰθιόπων μεῖζον, τὸ δὲ τῶν Ἰνδῶν καὶ τῶν Κελτῶν ἔλαττον. καὶ παραπλήσιον ἑκα‐
10τέρων ἀλλήλοις ἔχει τοῦ τόπου τὸ μέγεθος· οἱ μὲν γὰρ 〈Ἰνδοί〉 εἰσι μεταξὺ θερινῶν καὶ χειμερινῶν ἀνατολῶν· Κελτοὶ δὲ τὴν ἀπὸ θερινῶν μέχρι χειμερινῶν δυσμῶν χώραν κατέχουσι· καὶ τοῦτο μὲν ἶσόν ἐστιν ἐκείνωι τῶι διαστήματι καὶ μάλιστά πως ἀντικείμενον. ἡ δὲ τῶν
15Σκυθῶν κατοίκησις τοῦ μὲν ἡλίου τῆς περιφορᾶς τὸν διαλείποντα κατέχει τόπον· ἀντίκειται δὲ πρὸς τὸ τῶν Αἰθιόπων ἔθνος, ὃ δοκεῖ παρατείνειν ἀπὸ ἀνατολῶν χειμερινῶν μέχρι δυσμῶν τῶν βραχυτάτων.» οὗτος ὁ Ἔφο‐ ρος παλαιός ἐστι συγγραφεύς, φιλόσοφος καὶ ἱστοριογράφος.
19[Start of a diagram][Logical Relationship in a Diagram start mark]ΝΟΤΟΣ
19ΧΕΙΜΕΡΙΝΗ ΑΝΑΤΟΛΗ [Start of a diagram section]ΑΙΘΙΟΠΕΣ[End of a diagram section] ΧΕΙΜΕΡΙΝΗ ΔΥΣΙΣ[Logical Relationship in a Diagram end mark]
19[Logical Relationship in a Diagram start mark][Logical Relationship in a Diagram start mark]ΑΠΗΛΙΩΤΗΣ [Start of a diagram section]ΙΝΔΟΙ[End of a diagram section][Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark][Start of a diagram section]ΚΕΛΤΟΙ[End of a diagram section] ΖΕΦΥΡΟΣ[Logical Relationship in a Diagram end mark][Logical Relationship in a Diagram end mark]
19[Logical Relationship in a Diagram start mark]ΘΕΡΙΝΗ ΑΝΑΤΟΛΗ [Start of a diagram section]ΣΚΥΘΑΙ[End of a diagram section] ΘΕΡΙΝΗ ΔΥΣΙΣ
19ΒΟΡΡΑΣ[Logical Relationship in a Diagram end mark][End of a diagram]
20ἀκριβῶς ὁ Ἔφορος καὶ λόγωι καὶ τῆι καταγραφῆι ... διηγεῖται τὴν θέσιν τῆς γῆς καὶ τῶν ἄστρων τὴν περιφοράν.

2a,70,F

30c

[SKYMN.] orb. descr. 167—182 ἔπειτα (hinter Tartessos) χώρα Κελτικὴ καλουμένη | μέχρι τῆς θαλάττης τῆς κατὰ Σαρδὼ κειμένης, | ὅπερ μέγιστόν ἐστι πρὸς δυσμαῖς ἔθνος. | τὴν μὲν γὰρ ἐντὸς ἀνατολῶν πᾶσαν σχεδὸν | οἰκοῦσιν Ἰνδοί, τὴν δὲ πρὸς μεσημβρίαν | Αἰθίοπες
50
5ἐγγὺς κείμενοι νότου πνοῆς· | τὸν ἀπὸ ζεφύρου Κελτοὶ δὲ μέχρι δυσμῶν τόπον | θερινῶν ἔχουσιν, τὸν δὲ πρὸς βορρᾶν Σκύθαι. | Ἰνδοὶ μὲν οὖν μεταξὺ θερινῶν ἀνα‐ τολῶν | καὶ χειμερινῶν οἰκοῦσι· Κελτοὶ δ’ ἀνάπαλιν | ὑπ’ ἰσημερινῆς 〈θερινῆ〉ς τε δύσεως, ὡς λόγος. | τὰ μὲν οὖν ἔθνη τὰ τέσσαρ’ ἐστὶ τοῖς ὄχλοις | τοῖς πλήθεσίν τε τῶν κατοικούντων ἴσα· | ἡ δ’ Αἰθιόπων πλέον’ ἐστὶ χώραν καὶ Σκυθῶν | ἐρημίαν 〈δ’〉
10ἔχουσα πλείστην διὰ τὸ καὶ | τὰ μὲν ἔμπυρ’ εἶναι μᾶλλον αὐτῶν, τὰ δ’ ἔνυγρα.

2a,70,F

31a

THEON Progymn. 2 p. 95, 8 Sp: τὸ δὲ μὴ μόνον ἀνασκευάζειν τὰς τοιαύτας μυθολογίας, ἀλλὰ καὶ ὅθεν παρερρύηκεν ὁ τοιοῦτος λόγος ἀποφαίνειν τελεωτέρας ἐστὶν ἕξεως ἢ κατὰ τοὺς πολλούς ...... καὶ μέντοι καὶ Ἔφορος ἐν τῆι τετάρτηι χρῆται τούτωι τῶι τρόπωι, ὅτι
5ἄρα Τιτυὸς μὲν ἦν Πανοπέως δυνάστης, ἀνὴρ παράνομος καὶ βίαιος, Πύ‐ θων δὲ θηριώδης τὴν φύσιν, Δράκων ἐπικαλούμενος.

2a,70,F

31b

STRABON IX 3, 11—12: Ἔφορος δ’, ὧι τὸ πλεῖστον προσχρώμεθα διὰ τὴν περὶ ταῦτα ἐπιμέλειαν, καθάπερ καὶ Πολύβιος μαρτυρῶν τυγχάνει (T 18), ἀνὴρ ἀξιόλογος, δοκεῖ μοι τἀναντία ποιεῖν ἔσθ’ ὅτε τῆι προαιρέσει καὶ ταῖς ἐξ ἀρχῆς ὑποσχέσεσιν. ἐπιτιμήσας γοῦν τοῖς φιλομυθοῦσιν ἐν
5τῆι τῆς ἱστορίας γραφῆι καὶ τὴν ἀλήθειαν ἐπαινέσας προστίθησι τῶι περὶ τοῦ μαντείου τούτου λόγωι σεμνήν τινα ὑπόσχεσιν, ὡς πανταχοῦ μὲν ἄριστον νομίζει τἀληθές, μάλιστα δὲ κατὰ τὴν ὑπόθεσιν ταύτην. «ἄτοπον γάρ, εἰ περὶ μὲν τῶν ἄλλων τὸν τοιοῦτον ἀεὶ τρόπον διώκο‐ μεν» φησί «περὶ δὲ τοῦ μαντείου λέγοντες, ὃ πάντων
10ἐστὶν ἀψευδέστατον, τοῖς οὕτως ἀπίστοις καὶ ψευδέσι χρησόμεθα λόγοις.» ταῦτα δ’ εἰπὼν ἐπιφέρει παραχρῆμα, ὅτι «ὑπολαμβάνουσι κατασκευάσαι τὸ μαντεῖον Ἀπόλλωνα μετὰ Θέμιδος, ὠφελῆσαι βουλόμενον τὸ γένος ἡμῶν.» εἶτα τὴν ὠφέλειαν εἰπών, ὅτι «εἰς ἡμερότητα προὐκαλεῖτο καὶ
15ἐσωφρόνιζε, τοῖς μὲν χρηστηριάζων καὶ τὰ μὲν προσ‐ τάττων τὰ δὲ ἀπαγορεύων, τοὺς δ’ οὐδ’ ὅλως προσιέμενος· ταῦτα δὲ διοικεῖν νομίζουσι» φησίν «αὐτόν, οἱ μὲν αὐτὸν τὸν θεὸν σωματοειδῆ γινόμενον, οἱ δ’ ἀνθρώποις ἔννοιαν
παραδιδόντα τῆς ἑαυτοῦ βουλήσεως.» (12) ὑποβὰς δὲ περὶ51
20τῶν Δελφῶν οἵτινές εἰσι διαλεγόμενος, φησὶ τὸ παλαιὸν Παρνασίους τινὰς αὐτόχθονας καλουμένους οἰκεῖν τὸν Παρνασόν, καθ’ ὃν χρόνον Ἀπόλλωνα τὴν γῆν ἐπιόντα ἡμεροῦν τοὺς ἀνθρώπους δόσει τῶν ἡμέρων καρπῶν καὶ τῶν 〈ἄλλων τῶν ὠφελούντων τὸν ἀνθρώπινον〉 βίον. ἐξ Ἀθηνῶν δ’ ὁρμη‐ θέντα ἐπὶ Δελφοὺς ταύτην ἰέναι τὴν ὁδόν, ἧι νῦν Ἀθηναῖοι τὴν Πυθιάδα
25πέμπουσι· γενόμενον δὲ κατὰ Πανοπέας Τιτυὸν καταλῦσαι ἔχοντα τὸν τόπον, βίαιον ἄνδρα καὶ παράνομον· τοὺς δὲ Παρνασίους συμμίξαντας αὐτῶι καὶ ἄλλον μηνῦσαι χαλεπὸν ἄνδρα. Πύθωνα τοὔνομα, ἐπίκλησιν δὲ Δράκοντα, κατατοξεύοντος δ’ ἐπικελεύειν ‘ἵε παιάν‘, ἀφ’ οὗ τὸν παιωνισμὸν οὕτως ἐξ ἔθους παραδοθῆναι τοῖς μέλλουσι συμπίπτειν εἰς παράταξιν.
30ἐμπρησθῆναι δὲ καὶ σκηνὴν τότε τοῦ Πύθωνος ὑπὸ τῶν Δελφῶν, καθάπερ καὶ νῦν ἔτι καίειν ὑπόμνημα ποιουμένους τῶν τότε γενομένων. τί δ’ ἂν εἴη μυθωδέστερον ἢ Ἀπόλλων τοξεύων καὶ κολάζων Τιτυοὺς καὶ Πύθωνας καὶ ὁδεύων ἐξ Ἀθηνῶν εἰς Δελφοὺς καὶ γῆν πᾶσαν ἐπιών; εἰ δὲ ταῦτα μὴ ὑπελάμβανε μύθους εἶναι, τί ἐχρῆν τὴν μυθευομένην Θέμιν γυναῖκα καλεῖν,
35τὸν δὲ μυθευόμενον δράκοντα ἄνθρωπον; πλὴν εἰ συγχεῖν ἐβούλετο τόν τε τῆς ἱστορίας καὶ τὸν τοῦ μύθου τόπον

2a,70,F

32

THEON Progymn. 2 p. 96, 1 Sp: καὶ ὅσα ἄλλα τοιαῦτα ἐπιλύεται περὶ τοῦ Λυκούργου καὶ Μίνωος καὶ Ῥαδαμάνθυος καὶ Διὸς καὶ Κουρήτων καὶ τῶν ἄλλων τῶν ἐν τῆι Κρήτηι μυθολογουμένων.

2a,70,F

33

STRABON X 4, 9: ὑπὲρ τῆς Κρήτης ὁμολογεῖται, διότι κατὰ τοὺς παλαιοὺς χρόνους ἐτύγχανεν εὐνομουμένη καὶ ζηλωτὰς ἑαυτῆς τοὺς ἀρίστους τῶν Ἑλλήνων ἀπέφηνεν, ἐν δὲ τοῖς πρώτοις Λακεδαιμονίους, καθάπερ Πλάτων τε ἐν τοῖς Νόμοις δηλοῖ καὶ Ἔφορος ἐν τῆι Εὐρώπηι
5[τῆι πολιτείαι] ἀναγέγραφεν.

2a,70,F

34

THEON Progymn. 2 p. 95, 27 Sp: οἱ δὲ περὶ τὴν πάλαι μὲν Φλέγραν, νῦν δὲ Παλλήνην ὀνομαζομένην κατοικοῦντες ἦσαν ἄνθρωποι ὠμοὶ καὶ ἱερόσυλοι καὶ ἀνθρωποφάγοι, οἱ καλούμενοι Γίγαντες, οὓς Ἡρακλῆς λέγεται χειρώσασθαι τὴν Τροίαν ἑλών· καὶ διὰ τὸ
5κρατῆσαι τοὺς περὶ τὸν Ἡρακλέα ὀλίγους ὄντας τῶν Γιγάντων πολλῶν ὄντων καὶ ἀσεβῶν θεῶν ἔργον ἅπασιν ἐδόκει γεγονέναι τὸ περὶ τὴν μάχην.

2a,70,F

35

HARPOKR. s. Τορώνη· ... πόλις ἐν Θράικηι, ὡς Ἔφο‐
ρος ἐν δ ἱστορεῖ.52

2a,70,F

36

HARPOKR. s. Οἰσύμη· ... πόλις ἐστὶ τῆς Θράικης, καθά φασιν ἄλλοι τε καὶ Ἔφορος ἐν δ.

2a,70,F

37

—s. Δάτος· πόλις ἐστὶ Θράικης σφόδρα εὐδαίμων. ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία ‘Δάτος ἀγαθῶν‘. δεδηλώκασι δὲ περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας ὁτὲ μέν ‘τὸ Δάτον‘ οὐδετέρως λέ‐ γοντες, ὁτὲ δὲ ‘τὴν Δάτον‘ θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῆι δ· ἅπαξ
5δ’ ἀρσενικῶς ‘τὸν Δάτον‘ Θεόπομπος γ Φιλιππικῶν (115 F 43). μετωνο‐ μάσθη μέντοι ἡ πόλις τῶν Δατηνῶν 〈Φίλιπποι〉, Φιλίππου τοῦ Μακεδόνων βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορός τέ φησι καὶ Φιλόχορος ἐν τῆι ε (III).

2a,70,F

38

—s. Μαρώνεια· ... ἔστι μέντοι καὶ πόλις ἐν Θράικηι Μαρώνεια, ἥν φασιν εἶναι τὴν ὑφ’ Ὁμήρου Ἴσμαρον καλουμένην· μνημονεύει δὲ αὐτῆς Δημοσθένης (50, 20) ... καὶ Ἔφορος ἐν τῆι δ.

2a,70,F

39

—s. Αἰνίους· ... Αἶνος πόλις τῆς Θράικης· Ὅμη‐ ρος (Δ 520) ‘ὃς ἂρ Αἰνόθεν εἰληλούθει‘. Ἔφορος δ’ ἐν τῆι δ περὶ Θραικίων πολισμάτων λέγων φησίν· «ἐχομένη δὲ τούτων Αἶνος πόλις, ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννήσιοι κατώι‐
5κισαν, ὕστερον δ’ ἐκ Μιτυλήνης ἐπηγάγοντο καὶ Κύμης ἐποίκους.»

2a,70,F

40

—s. Κριθώτην· ... Κριθώτη μία πόλις τῶν ἐν Χερρο‐ νήσωι, καθά φησιν Ἑλλάνικος ἐν α Τρωικῶν (4 F 27). Ἔφορος δ’ ἐν τῆι δ φησὶν αὐτὴν κατοικισθῆναι ὑπὸ Ἀθηναίων τῶν μετὰ Μιλτιάδου ἐκεῖ παρα‐ γενομένων.

2a,70,F

41

SCHOL. APOLL. RHOD. II 360: ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου, πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν] ὅτι ἡ Κάραμβις ἄκρα ὑψηλή τε καὶ καταρρὼξ τῆς Παφλαγονίας καὶ εἰς τὸ πέλαγος τείνει πρὸς ἄρκτον μνημονεύει καὶ Ἔφορος ἐν δ.

2a,70,F

42

STRABON VII 3, 9: Ἔφορος δ’ ἐν τῆι τετάρτηι μὲν τῆς ἱστορίας, Εὐρώπηι δ’ ἐπιγραφομένηι βίβλωι, περιοδεύσας τὴν Εὐρώπην μέχρι Σκυθῶν (s. F 158) ἐπὶ τέλει φησὶν εἶναι τῶν τε ἄλλων Σκυθῶν καὶ τῶν Σαυροματῶν τοὺς βίους ἀνομοίους· τοὺς μὲν γὰρ εἶναι χαλεπούς, ὥστε
5καὶ ἀνθρωποφαγεῖν, τοὺς δὲ καὶ τῶν ἄλλων ζώιων ἀπέχεσθαι. «οἱ μὲν οὖν ἄλλοι» φησί «τὰ περὶ τῆς ὠμότητος αὐτῶν λέγουσιν, εἰδότες τὸ δεινὸν [δ] καὶ τὸ θαυμαστὸν ἐκπληκτικὸν ὄν»·
δεῖν δὲ τἀναντία καὶ λέγειν καὶ παραδείγματα ποιεῖσθαι· καὶ αὐτὸς οὖν περὶ τῶν δικαιοτάτοις ἤθεσι χρωμένων ποιήσεσθαι τοὺς λόγους, εἶναι γάρ53
10τινας τῶν Νομάδων Σκυθῶν γάλακτι τρεφομένους ἵππων, τῆι 〈δὲ〉 δικαιο‐ σύνηι πάντων διαφέρειν. μεμνῆσθαι δ’ αὐτῶν τοὺς ποιητάς· Ὅμηρον (Il. Ν 1 ff.) μὲν ‘Γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων‘ φήσαντα τὴν γῆν καθορᾶν τὸν 〈Δία· τὸν〉 δὲ Ἡσίοδον ἐν τῆι καλουμένηι Γῆς Περιόδωι (F 54 R3) τὸν Φινέα ὑπὸ τῶν Ἁρπυιῶν ἄγεσθαι ‘Γλακτοφάγων εἰς γαῖαν,
15ἀπήναις οἰκί’ ἐχόντων‘. εἶτ’ αἰτιολογεῖ, διότι ταῖς διαίταις εὐτελεῖς ὄντες καὶ οὐ χρηματισταὶ πρός τε ἀλλήλους εὐνομοῦνται, κοινὰ πάντα ἔχοντες τά τε ἄλλα καὶ τὰς γυναῖκας καὶ τέκνα καὶ τὴν ὅλην συγγένειαν, πρός τε τοὺς ἐκτὸς ἄμαχοί εἰσι καὶ ἀνίκητοι, οὐδὲν ἔχοντες ὑπὲρ οὗ δουλεύσουσι. καλεῖ δὲ καὶ Χοιρίλον (F 3 Ki) εἰπόντα ἐν τῆι διαβάσει τῆς σχεδίας, ἣν
20ἔζευξε Δαρεῖος· ‘μηλονόμοι τε Σάκαι, γενεᾶι Σκύθαι, αὐτὰρ ἔναιον Ἀσίδα πυροφόρον· νομάδων γε μὲν ἦσαν ἄποικοι ἀνθρώπων νομίμων‘. καὶ τὸν Ἀνάχαρσιν δὲ σοφὸν καλῶν ὁ Ἔφορος (F 158; 182) τούτου τοῦ γένους φησὶν εἶναι, νομισθῆναι δὲ καὶ 〈τῶν〉 ἑπτὰ σοφῶν ἐπ’ εὐτελείαι 〈καὶ〉 σωφροσύνηι καὶ συνέσει· εὑρήματά τε αὐτοῦ λέγει τά τε ζώπυρα καὶ τὴν ἀμφίβολον ἄγκυ‐
25ραν καὶ τὸν κεραμικὸν τροχόν. ταῦτα δὲ λέγω, σαφῶς μὲν εἰδὼς ὅτι καὶ οὗτος αὐτὸς οὔτε 〈τὰ〉 ἀληθέστατα λέγει περὶ πάντων, καὶ δὴ καὶ τὸ τοῦ Ἀναχάρσιδος—πῶς γὰρ ὁ τροχὸς εὕρημα αὐτοῦ, ὃν οἶδεν Ὅμηρος πρεσ‐
30βύτερος ὢν (Il. Σ 600)· ‘ὡς δ’ ὅτε τις κεραμεὺς τροχὸν ἅρμενον ἐν παλάμηισι‘ καὶ τὰ ἑξῆς—ἀλλ’ ἐκεῖνα διασημῆναι βουλόμενος, ὅτι κοινῆι τινι φήμηι καὶ ὑπὸ τῶν παλαιῶν καὶ ὑπὸ τῶν ὕστερον πεπιστεῦσθαι συνέβαινε τὸ τῶν Νομάδων, τοὺς μά‐ λιστα ἀπωικισμένους ἀπὸ τῶν ἄλλων ἀνθρώπων γαλακτοφάγους τε εἶναι
35καὶ ἀβίους καὶ δικαιοτάτους, ἀλλ’ οὐχ ὑπὸ Ὁμήρου πεπλάσθαι.

2a,70,F

42a

SCHOL. APOLL. RHOD. I 1276: γελοῖος δὲ Ἔφορος νομίζων πρῶτον Ἀνάχαρσιν τὴν διπλῆν ἄγκυραν εὑρη‐ κέναι· πρεσβύτεροι γὰρ Ἀναχάρσιδος
5οἱ Ἀργοναῦται.

2a,70,F

43

STEPH. BYZ. s. Τιβαρανία· χώρα πρὸς τῶι Πόντωι, πρόσ‐
οικος Χάλυψι καὶ Μοσσυνοίκοις. τὸ ἐθνικὸν Τιβαρανοὶ καὶ Τιβαρηνοί, καὶ τὸ θηλυκὸν Τιβαρηνίς. Ἔφορος ἐν ε φησὶν ὅτι «Τιβαρηνοὶ καὶ τὸ παίζειν καὶ τὸ γελᾶν εἰσιν ἐζηλωκότες καὶ μεγίστην54
5εὐδαιμονίαν τοῦτο νομίζουσιν. ὅμοροι δὲ τούτοις Χά‐ λυβες καὶ τὸ τῶν Λευκοσύρων ἔθνος.»

2a,70,F

44a

SCHOL. APOLL. RHOD. II 845: ὅτι δὲ Βοιωτοὶ καὶ Μεγαρεῖς ἔκτισαν τὴν ἐν Πόντωι Ἡράκλειαν καὶ Ἔφορος ἐν πέμπτωι καὶ ἄλλοι ἱστοροῦσιν.

2a,70,F

44b

——II 351: τὴν δὲ Μαριανδυνῶν γῆν σὺν Γνησιόχωι τῶι Μεγαρεῖ Βοιωτοὶ κατέσχον, ὡς Εὐφορίων (F 90 Scheidw) ἱστορεῖ.

2a,70,F

45

STEPH. BYZ. s. Βρύλλιον· πόλις ἐν τῆι Προποντίδι. Ἔφορος δ’ ἐν τῶι ε Κίον αὐτήν φησιν εἶναι ... Βρυλλὶς ἡ χώρα, ἐν ἧι Δασκύ‐ λειόν ἐστι μικρὸν πολισμάτιον.

2a,70,F

46

—s. Ἄβαρνος· πόλις καὶ χώρα 〈καὶ〉 ἄκρα τῆς Παρια‐ νῆς ... Ἑκαταῖος (1 F 220) ... Λαμψάκου ἄκρην εἶναί φησιν. Ἔφορος δ’ ἐν τῆι ε λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν Φωκ〈α〉ίδι Ἀβαρνίδος ὑπὸ Φωκ〈α〉έων τὴν Λάμψακον κτιζόντων.

2a,70,F

47

MACROB. s. V 20, 6—7: ex his liquido claret Gargar cacumen Idae montis appellitari. pro oppido autem Gargara qui dixerint enumerabo: Ephorus, notissimus historiarum scriptor, in libro quinto sic ait «μετὰ δὲ τὴν Ἄσσον ἐστὶ τὰ Γάργαρα πλησίον
5πόλις.»

2a,70,F

48

ATHEN. VII 87 p. 311 E: ὁ δὲ Γαίσων, οὗ Ἀρχέστρατος μνημονεύει (XLV 1 Brandt), ἡ Γαισωνὶς λίμνη ἐστὶ μεταξὺ Πριήνης καὶ Μιλήτου ἡνωμένη τῆι θαλάσσηι, ὡς Νεάνθης ὁ Κυζικηνὸς ἱστορεῖ ἐν τῆι ϛ τῶν Ἑλληνικῶν (84 F 3). Ἔφορος δ’ ἐν τῆι πέμπτηι ποταμὸν εἶναί φησι
5τὸν Γαίσωνα περὶ Πριήνην, ὃν εἰσρεῖν εἰς λίμνην.

2a,70,F

49

HARPOKR. s. Σόλοι· ... ἡ μὲν Κυπρικὴ πόλις, ἡ δὲ τῆς Κιλικίας, ὡς ἄλλοι τε ἱστοροῦσι καὶ Ἔφορος ἐν τῆι ε.

2a,70,F

50

SUIDAS s. Δούλων πόλις· [παροιμία] ἐν Λιβύηι. Ἔφορος ε.

2a,70,F

51

STEPH. BYZ. s. Ὕδρα· νῆσος Λιβύης περὶ Καρχηδόνα, ὡς Ἔφορος ε.

2a,70,F

52

—s. Χαλισία· πόλις Λιβύης. Ἔφορος ἐν τῶι ε· «ἀναχ‐ θέντι δ’ ἀπὸ τούτων πόλις ὀνομαζομένη Χαλισία.» ἔστι καὶ ἄλλη (1 F 7) πρὸς τῶι Πόντωι, μία τῶν Ἀμαζον〈ίδ〉ων, ἧς οἱ οἰκήτορες
Χαλίσιοι.55

2a,70,F

53

STEPH. BYZ. s. Καρικὸν τεῖχος· πόλις Λιβύης ἐν ἀριστερᾶι τῶν Ἡρακλείων στηλῶν, ὡς Ἔφορος ε.

2a,70,F

54

ATHEN. IV 41 p. 154 DE: Ἕρμιππος δ’ ἐν α Περὶ νομοθετῶν (IV) τῶν μονομαχούντων εὑρετὰς ἀποφαίνει Μαντινεῖς, Δημώ‐ νακτος ... συμβουλεύσαντος· καὶ ζηλωτὰς τούτων γενέσθαι Κυρηναίους. Ἔφορος δ’ ἐν ἕκτηι Ἱστοριῶν «ἤσκουν» φησί «τὰ πολεμικὰ οἱ
5Μαντινεῖς καὶ Ἀρκάδες, τήν τε στολὴν τὴν πολεμικὴν καὶ τὴν ὅπλισιν τὴν ἀρχαίαν ὡς εὑρόντων ἐκείνων ἔτι καὶ νῦν Μαντινικὴν ἀποκαλοῦσι. πρὸς δὲ τούτοις καὶ ὁπλομαχίας μαθήσεις ἐν Μαντινείαι πρῶτον εὑρέθησαν Δημέου τὸ τέχνημα καταδείξαντος.»

2a,70,F

55

STEPH. BYZ. s. Φορίεια· κώμη Ἀρκαδίας. τὸ ἐθνικὸν Φοριαεύς, ὡς Ἔφορος ἐν τῆι ϛ τῶν Ἱστοριῶν.

2a,70,F

56

—s. Ἁλιεῖς· πόλις Ἀργολικῆς παραθαλασσία. ... Ἔφορος ἐν τῶι ϛ ὅτι οὗτοι Τιρύνθιοί εἰσι, καὶ ἐξαναστάντες ἐβουλεύοντο οἰκεῖν τινα τόπον καὶ ἠρώτων τὸν θεόν. ἔχρησε δὲ οὕτω· ‘† ποῖ τυ λαβὼν καὶ ποῖ τυ καθίξω καὶ ποῖ τυ οἴκησιν ἔχων ἁλιέα τε κεκλῆσθαι.‘ ἐλέγοντο δ’
5οὕτως διὰ τὸ πολλοὺς τῶν Ἑρμιονέων ἁλιευομένους κατὰ τοῦτο τὸ μέρος οἰκεῖν τῆς χώρας.

2a,70,F

57

THEON Progymn. 2 p. 66, 26 Sp: ἔχουσι δὲ καὶ περὶ Δαιδά‐ λου τῆς ἀφίξεως πρὸς Κώκαλον τὸν Σικανῶν βασιλέα Ἔφορος μὲν ἐν τῆι ἑβδόμηι, Φίλιστος (III) δὲ ἐν τῆι πρώτηι.

2a,70,F

58a

HARPOKR. (SUID.) s. Εὐρύβατον ... Ἔφορος ἐν τῆι η Εὐρύβατόν φησιν ἄνδρα Ἐφέσιον λαβόντα χρήματα παρὰ Κροίσου ὥστε
στρατιὰν συναγαγεῖν εἰς τὸν πόλεμον τὸν εἰς τοὺς Πέρσας, εἶτα προδότην γενό‐ μενον ἐγχειρίσαι τὰ δοθέντα χρήματα τῶι Κύρωι· καὶ ἐντεῦθεν τοὺς56
5πονηροὺς Εὐρυβάτους καλεῖσθαι.

2a,70,F

58b

SCHOL. HERMOG. Rh. Mus. LXIII 140, 2: Ἔφορος δὲ λέγει Ἐφέσιον αὐτὸν γεγονέναι, πεμφθέντα δὲ μετὰ χρημάτων εἰς Πελοπόννησον ὑπὸ Κροίσου ἐπὶ ξενικοῦ μίσθωσιν αὐτο‐ μολῆσαι πρὸς Κῦρον ...

2a,70,F

58c

SUID. s. Εὐρύβατος· πονηρός. ἀπὸ τοῦ πεμφθέντος ὑπὸ Κροίσου ἐπὶ ξενολογίαν μετὰ χρημάτων, ὥς φησιν Ἔφορος, εἶτα μεταβαλλομένου πρὸς Κῦρον. ἦν δὲ Ἐφέσιος. οἱ δὲ τὸν Κέρκωπα τὸν ἕτερον· Διότιμος Ἡρακλέους Ἄθλοις (p. 213 Ki) ... Νίκανδρος (F 112 Schn)
5Αἰγιναῖον Εὐρύβατον πανουργότατον, οὗ μνημονεύει Ἀριστοτέλης ἐν α Περὶ δικαιοσύνης (F 84 R). Δοῦρις (76 F 20) ... ἀπὸ τοῦ Ὀδυσσέως ἑταίρου. ...

2a,70,F

58d

DIODOR. IX 32 (Exc. De virt. I 220, 9): ὅτι Κροῖσος ... προσποιησάμενος εἰς Δελ‐ φοὺς πέμπειν ἔπεμπεν εἰς Πελοπόννησον Εὐρύβατον τὸν Ἐφέσιον, δοὺς αὐτῶι χρυσίον, ὅπως ὡς πλείστους ξενολογήσηι τῶν Ἑλλήνων. ὁ δὲ πεμφθεὶς πρὸς Κῦρον τὸν Πέρσην ἀποχωρήσας τὰ κατὰ μέρος ἐδήλωσε, διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐπισήμου
5γενομένης τῆς περὶ τὸν Εὐρύβατον πονηρίας, μέχρι τοῦ νῦν ὅταν τις ὀνειδίσαι τινὶ βούληται μοχθηρίαν, Εὐρύβατον ἀποκαλεῖ.

2a,70,F

59a

HARPOKR. s. γεωφάνιον· χωρίον, ἐν ὧι γῆς μέταλλον. περὶ δὲ τοῦ ἐν Σάμωι γεωφανίου ὃν τρόπον ἐξευρέθη Ἔφορος δεδήλωκεν ἐν τῆι θ.

2a,70,F

59b

SUID. s. ἐπὶ τὰ Μανδροβόλου· ἐπὶ τῶν εἰς τὰ χείρονα τρεπομένων. ἀπὸ Μανδροβόλου τινὸς τὸ ἐν Σάμωι γεωφάνιον εὑρόντος καὶ πρῶτον μὲν κριὸν χρυσοῦν ἀναθέντος, ἔπειτα ἀργυροῦν, ἔπειτα χαλκοῦν ἐλάττονα, εἶτα οὐκέτι· ὡς Ἔφορος.

2a,70,F

60a

SCHOL. APOLL. RHOD. II 965: Ἔφορος δὲ ἐν ἐννάτωι φησὶ τὰς Ἀμαζόνας ὑβριζομένας ὑπὸ τῶν ἀνδρῶν, ἐξελθόντων αὐτῶν ἐπί τινα πόλεμον, τοὺς μὲν καταλειφθέντας ἀναιρεῖν, τοὺς δὲ ἀπὸ τῆς ξένης προσιόντας μὴ δέχεσθαι.

2a,70,F

60b

STEPH. BYZ. s. Ἀμαζόνες· ἔθνος γυναι‐ κεῖον πρὸς τῶι Θερμώδοντι, ὡς Ἔφορος, ἃς νῦν Σαυροματίδας (F 160) καλοῦσιν.

2a,70,F

61

SCHOL. APOLL. RHOD. I 1037: περὶ τῆς μάχης καὶ Δηίλοχος (III) ἱστορεῖ. —περὶ δὲ τῆς τοῦ Κυζίκου ἀναιρέσεως καὶ τῆς ὅλης μάχης οὐ συμφωνεῖται. Ἔφορος μὲν γάρ φησι τοὺς Δολίονας Πελασγοὺς ὄντας καὶ ἐχθρώδως διακειμένους πρὸς τοὺς τὴν Θεσσαλίαν καὶ Μαγνησίαν
5κατοικοῦντας διὰ τὸ ἀπελασθῆναι ὑπ’ αὐτῶν ἐπιθέσθαι αὐτοῖς, γράφων ἐν τῆι ἐννάτηι. ἠκολούθηκε δὲ Ἀπολλώνιος Δηιλόχωι. Καλλισθένης (124 F 6) δὲ ἐν τῶι πρώτωι τοῦ Περίπλου κατ’ ἔχθραν φησὶ τοὺς οἰκοῦν‐ τας τὴν Κύζικον ἐπιθέσθαι νυκτὸς τοῖς Ἀργοναύταις.57

2a,70,F

62

STEPH. BYZ. s. Φάλαννα· πόλις Περραιβίας ... Ἔφορος Φάλαννον αὐτὴν καλεῖ ἐν τῶι θ.

2a,70,F

63

STEPH. BYZ. s. Πάρος· νῆσος ... ἀπὸ ταύτης λέγεται παροιμία τὸ ἀναπαριάζειν, ὡς Ἔφορος ἐν τῆι ι. «ὁ δὲ Μιλτιάδης τῶν μὲν ἄλλων νήσων τινὰς ἀποβάσεις ποιησάμενος ἐπόρ‐ θησε, Πάρον δὲ εὐδαιμονεστάτην [καὶ μεγίστην] οὖσαν
5τότε τῶν Κυκλάδων καθεζόμενος ἐπολιόρκει πολὺν χρό‐ νον, τῆς θαλάττης εἴργων καὶ κατὰ γῆν μηχανήματα ἄγων. ἤδη δὲ τῶν τειχῶν πιπτόντων καὶ ἐπὶ τῶι παρα‐ διδόναι τὴν πόλιν τῶν Παρίων διωμολογημένων, ὕλης τινὸς ἐξ αὐτομάτου περὶ τὴν Μύκονον ἐξαφθείσης οἱ
10μὲν Πάριοι τὸν Δάτιν αὐτοῖς πυρσεύειν ὑπολαβόντες ἐψεύσαντο τὰς ὁμολογίας καὶ τὴν πόλιν οὐκέτι τῶι Μιλ‐ τιάδηι παρεδίδοσαν. ὅθεν φασὶν ἔτι καὶ νῦν ἡμᾶς χρῆ‐ σθαι τῆι παροιμίαι τοὺς ψευδομένους τὰς ὁμολογίας ἀναπαριάζειν φάσκοντας.»

2a,70,F

64

SCHOL. ARISTEID. p. 515, 22 Ddf: Ἔφορος δὲ ἐν τῆι 〈ι〉α φησὶν ἐκτῖσαι αὐτὸν (sc. τὸν Κίμωνα) τὰ πεντήκοντα τάλαντα, γήμαντα γυναῖκα πλουσίαν.

2a,70,F

65a

THEON Progymn. 2 p. 66, 31 Sp: ἔχομεν δὲ καὶ ἀνασκευὰς καὶ κατασκευὰς παρὰ τοῖς παλαιοῖς χρειῶν καὶ γνωμῶν καὶ ἀποφάσεων καὶ τοιούτων. καὶ δὴ ἁρμόττοι ἂν εἰς τοῦτο τὸ εἶδος ὅσα λέγεται ὑπὸ τοῦ Ἐφόρου ἐν τῆι ἑνδεκάτηι τῶν Ἱστοριῶν πρὸς τὰς ὑπὸ τῶν
5παλαιοτέρων περὶ τοῦ Νείλου καταβεβλημένας ἀποφάσεις.

2a,70,F

65b

JOANN. LYD. De mens. IV 107 p. 146, 11 Wü: Ἔφορός γε μὴν ὁ Κυμαῖος ἐν τῆι 〈ι〉α τῶν Ἱστοριῶν φησιν, ἀραιὰν εἶναι κατὰ φύσιν τὴν Αἴγυπτον, καὶ κατ’ ἔτος ἐπαγομένης ἰλύος ὑπὸ τοῦ Νείλου στεγανοῦσθαι, τὸν δὲ ποταμὸν
58
5δίκην ἱδρῶτος κατὰ τὸν καιρὸν τοῦ καύματος ἐπὶ τὰ κουφότερα καὶ ἀραιό‐ τερα καταρρεῖν.

2a,70,F

65c

AETIUS Plac. IV 1, 6 p. 385 a 24 Diels: Ἔφορος ὁ ἱστοριογράφος κατὰ θέρος φησὶν ἀναχαλᾶσθαι τὴν ὅλην Αἴγυπτον καὶ οἱονεὶ ἐξιδροῦν τὸ πολὺ νᾶμα. συνδίδωσι δ’ αὐτῆι καὶ ἡ Ἀραβία καὶ ἡ Λιβύη (f § 64) παρὰ τὸ ἀραιὸν καὶ ὑπόψαμμον.

2a,70,F

65d

SCHOL. APOLL. RHOD. IV 269: Ἔφορος δὲ ποταμόχωστον εἶναί φησι τὴν Αἴγυπτον, ῥη‐ γνυμένης δὲ τῆς γῆς ὑπὸ τοῦ ἡλίου τῶι ἔαρι ἀναπηδᾶν τὸ ὕδωρ καὶ ἐπαύξε‐ σθαι τὸ ῥεῦμα.

2a,70,F

65e

DIODOR. I 37, 4 (= Agatharchides 86 F 19): Ξενοφῶν δὲ καὶ Θουκυδίδης, ἐπαινούμενοι κατὰ τὴν ἀλήθειαν τῶν ἱστοριῶν, ἀπέσχοντο τελέως κατὰ τὴν γραφὴν τῶν τόπων τῶν κατ’ Αἴγυπτον· οἱ δὲ περὶ τὸν Ἔφορον καὶ Θεόπομπον (115 F 293) μάλιστα πάντων εἰς ταῦτ’
5ἐπιταθέντες ἥκιστα τῆς ἀληθείας ἐπέτυχον. ... (39, 7) Ἔφορος δὲ και‐ νοτάτην αἰτίαν εἰσφέρων πιθανολογεῖν μὲν πειρᾶται, τῆς δ’ ἀληθείας οὐδα‐ μῶς ἐπιτυγχάνων θεωρεῖται. φησὶ γὰρ τὴν Αἴγυπτον ἅπασαν οὖσαν ποτα‐ μόχωστον καὶ χαύνην, ἔτι δὲ κισηρώδη τὴν φύσιν, ῥαγάδας τε μεγάλας καὶ διηνεκεῖς ἔχειν, διὰ δὲ τούτων εἰς ἑαυτὴν ἀναλαμβάνειν ὑγροῦ πλῆθος·
10καὶ κατὰ μὲν τὴν χειμερινὴν ὥραν συνέχειν ἐν ἑαυτῆι τοῦτο, κατὰ δὲ τὴν θερινὴν ὥσπερ ἱδρῶτάς τινας ἐξ αὑτῆς πανταχόθεν ἀνιέναι, καὶ διὰ τούτων πληροῦν τὸν ποταμόν. (8) ὁ δὲ συγγραφεὺς οὗτος οὐ μόνον ἡμῖν φαίνεται μὴ τεθεαμένος τὴν φύσιν τῶν κατὰ τὴν Αἴγυπτον τόπων, ἀλλὰ μηδὲ παρὰ τῶν εἰδότων τὰ κατὰ τὴν χώραν ταύτην ἐπιμελῶς πεπυσμένος.

2a,70,F

65f

ARISTEID. or. XXXVI 64 (II 283, 23 Keil): ‘ἀλλ’ ἄγε δὴ μετάβηθι‘, Ἐφόρου δὲ τοῦ φιλοσόφου καὶ σοφοῦ ‘κόσμον ἄεισον‘, ὧι κεκόσμηκεν ἁνὴρ αὑτόν τε καὶ τὴν συγγραφήν. καίτοι δέδοικα μὴ γελοιότερος ὁ πειρώμενος ἐλέγχειν ὦ τοῦ φάσκοντος
5εὑρεῖν. εἰ μὲν γὰρ μὴ πολὺ μὲν Καταδούπων ἄνω, πολὺ δ’ ὧν ἴσμεν τόπων ἔτι τὴν ἐπίδοσιν κατῆγεν ὁ Νεῖλος, τάχ’ ἄν τις προσεῖτο τὴν ὑπό‐ νοιαν ὡς ἄρα ἐκ τοῦ Λιβυκοῦ ὄρους καὶ τοῦ Ἀραβίου τὸ ὕδωρ ὑποχωροῦν εἰς τὸ κάτω πληροῖ τὴν Αἴγυπτον μέσην τε καὶ κοίλην οὖσαν, ἅ φησιν ἐκεῖνος τὴν θέρμην αἰτιώμενος.
12(68) ὅλως δέ τι δή ποτε οὐ καὶ πάντες οἱ ποταμοὶ μείζους ἑαυτῶν τοῦ θέρους γίγνονται τῶι λόγωι τούτωι; εἰ
γὰρ ὁ ἥλιος εἰς τὰ κοῖλα τῆς γῆς τὸ ὕδωρ ἀπωθεῖ, ἡ δὲ γῆ μεστὴ γιγνο‐59
15μένη τελευτῶσα ἐπικλύζεται αὐτὴ δι’ αὑτῆς, τί δή ποτ’ οὐκ εἰσὶν ἐν ἀκμῆι τοῦ καύματος οἱ ποταμοὶ μέγιστοι, πάντες ἐν τοῖς κοίλοις ὄντες τῆς καθ’ αὑτοὺς ἕκαστοι γῆς, ἀλλ’ ἀντὶ τοῦ μέγιστοι τότ’ εἶναι τότ’ εἰσιν ἐλάχιστοι. (70) «πῶς οὖν αἱ πόρρω
20τοῦ Νείλου» φησί «λίμναι πληροῦνται, εἴπερ ἐξ ὄμβρων ἢ χιόνος λυθείσης αἴρεται»; (71) τοῦτο δ’ εἰ τὰ μάλιστα ἀδύνατόν ἐστιν, οὐδὲν μᾶλλον τῶι γε Ἐφόρου λόγωι συνθεῖ. ἔστι γὰρ καὶ μήτε ἐξ ὄμβρων μήτε ἐκ χιόνος αἴρεσθαι τὸν ποταμὸν καὶ μὴ τοῦτ’ αἴτιον εἶναι, τὸ τὴν ἰκμάδα εἰς αὐτὸν ὑπορρεῖν.
25(72) εἰ δ’ ἡ κοιλότης ἡ τῆς συγκεκλεισμένης ὑπὸ τῶν ὀρῶν χώρας παρεῖχε τὴν αἰτίαν, οὐκ ἂν ἐπληροῦντο αἱ πόρρω δήπου λίμναι τοῦ ποταμοῦ. καὶ τούτου μάρτυς αὐτὸς Ἔφορος. φησὶ γὰρ φεύγων τὸν ἔλεγχον ὡς ἄρα «οὐ δυνατὸν τοῦτο συμβαίνειν περὶ τὴν ἄλλην γῆν, διὰ τὸ μήτε κοί‐
30λην εἶναι μήτ’ ἐπίκτητον ὥσπερ τὴν Αἴγυπτον, ἀλλ’ ἀρ‐ χαίαν τε κα» ὡς ἐκεῖνος κέκληκεν «αὐτοπαγῆ».
36καὶ ἕτερ’ ἄν τις ἔχοι λέγειν μυρία τοιαῦτα (Diod. I 39, 11—13)· καίτοι πρός γε οὓς αὐτὸς ἀντιλέγει, καὶ ἓν ποιη‐ σάμενος παράδειγμα ἀπαλλάττεται· ἔστι δ’ οὗ μηδ’ ὄνομα ἐπενεγκών, ὥστε γνῶναι ἢ τὸν ποταμὸν ἢ τὴν γῆν, ὅμως ἀξιοῖ νικᾶν. (78) «ἀραιὰ γὰρ
40ἡ Αἴγυπτος καὶ ῥαιδία λιβάδας διαδοῦναι.» (82)
43εἰ μὲν οὖν καὶ αὕτη μεταξὺ Λιβύης καὶ Ἀραβίας ἐστὶν ἡ γῆ ἢ κοιλοτέρα τῆς ἄλλης
45ἁπάσης, δῶμεν ἀληθῆ λέγειν Ἔφορον· καίτοι τοσοῦτόν γε ψεύδεται, εἰπὼν μὴ δεῖν ἄλλοθι ζητεῖν, μὴ γὰρ εἶναι ταὐτόν. (85) τοσαῦτα δὲ ἡμῖν καὶ πρὸς τὴν Ἐφόρου σοφίαν καὶ γνώμην καινὴν (p. 60, 15) εἰρήσθω, ὅτι καὶ μόνος ἧφθαί φησιν τῆς ἀληθείας. ἥσθην δὲ θαλάττηι γλυκείαι Λιβύης ἐπέκεινα εἴσω ῥεούσηι

2a,70,F

65f

(50)

διὰ τοὺς ἐτησίας καὶ ταύτης καὶ κροκοδείλοις καὶ μύθοις Μασσαλιωτικοῖς ἀντὶ τῶν Συβαριτικῶν. εἰ γὰρ μὴ συνίης, ὦ χαριέστατε Εὐθύμενες (V)
—εἰ ταῦτ’ ἀληθῆ Ἔφορος λέγει σοὶ φάσκων δοκεῖν ...60

2a,70,F

66

STEPH. BYZ. s. Τύχη· πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν τῆι ιβ νῆσον Τυχίαν φησίν.

2a,70,F

67

HARPOKR. s. Σκῆψις· ... πόλις ἐστὶν ἐν Τροίαι, ἧς μνημονεύουσιν ἄλλοι τε καὶ Ἔφορος ἐν τῆι ιε.

2a,70,F

68

STEPH. BYZ. s. Ἔντελλα· πόλις Σικελίας. Ἔφορος ιϛ. ἦσαν δ’ οἱ οἰκοῦντες Καμπανοὶ τὸ γένος, σύμμαχοι Καρχηδονίων.

2a,70,F

69

SCHOL. HM(ED) HOM. Od. γ 215: εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι ἦ σέ γε λαοὶ ἐχθαίρους’ ἀνὰ δῆμον ἐπισπόμενοι θεοῦ ὀμφῆι] πολλάκις γὰρ μεθίστασαν τοὺς βασιλεῖς μαντείαις ἐπισπόμενοι. ἱστορεῖ καὶ Ἔφορος ἐν τῆι ιϛ † περὶ τοὺς θεούς. τούτωι συνωιδόν ἐστι τὸ ‘δεινὸν
5δὲ γένος βασιλήιόν ἐστι κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάσ‘.

2a,70,F

70

DIODOR. XIV 11, 1: τούτων δὲ πραττομένων Φαρνάβαζος ὁ Δαρείου τοῦ βασιλέως σατράπης Ἀλκιβιάδην τὸν Ἀθηναῖον συλλαβὼν ἀνεῖλεν, χαρίσασθαι βουλόμενος Λακεδαιμονίοις. τοῦ δ’ Ἐφόρου δι’ ἄλλας αἰτίας ἐπιβουλευθῆναι γεγραφότος, οὐκ ἄχρηστον εἶναι νομίζω παραθεῖναι
5τὴν παραδοθεῖσαν ὑπὸ τοῦ συγγραφέως ἐπιβουλὴν κατ’ Ἀλκιβιάδου. (2) φησὶ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην βίβλον Κῦρον μὲν καὶ Λακεδαιμονίους λάθραι παρασκευάζεσθαι ἅμα πολεμεῖν πρὸς Ἀρταξέρξην τὸν ἀδελφόν, Ἀλκιβιάδην δὲ διά τινων αἰσθόμενον τὴν Κύρου προαίρεσιν ἐλθεῖν πρὸς Φαρνάβαζον καὶ περὶ τούτων ἐξηγήσασθαι κατὰ μέρος, ἀξιῶσαι δὲ αὐτὸν δοῦναι ἀνα‐
10βάσεως ὁδὸν πρὸς Ἀρταξέρξην· βούλεσθαι γὰρ ἐμφανίσαι πρῶτον τὴν ἐπι‐ βουλὴν τῶι βασιλεῖ. (3) τὸν δὲ Φαρνάβαζον ἀκούσαντα τῶν λόγων σφετε‐
ρίσασθαι τὴν ἐπαγγελίαν καὶ πέμψαι πιστοὺς ἄνδρας ὑπὲρ τούτων τῶι βασιλεῖ δηλώσοντας. οὐ διδόντος δὲ τοῦ Φαρναβάζου τοὺς παραπέμψοντας εἰς τὰ βασίλεια, φησὶ τὸν μὲν Ἀλκιβιάδην ὁρμῆσαι πρὸς τὸν σατράπην τῆς61
15Παφλαγονίας, ὅπως δι’ ἐκείνου ποιήσαιτο τὴν ἀνάβασιν· τὸν δὲ Φαρνάβαζον φοβηθέντα μὴ περὶ τούτων ἀκούσηι τὴν ἀλήθειαν ὁ βασιλεύς, ἐπαποστεῖλαι τοὺς ἀνελοῦντας κατὰ τὴν ὁδὸν τὸν Ἀλκιβιάδην. (4) τοὺς δὲ καταλαβόντας τῆς Φρυγίας ἔν τινι κώμηι κατεσκηνωκότα νυκτὸς περιθεῖναι ξύλων πλῆ‐ θος· ἀναφθέντος οὖν πολλοῦ πυρὸς τὸν Ἀλκιβιάδην ἐπιχειρῆσαι μὲν ἀμύ‐
20νεσθαι, κρατηθέντα δὲ ὑπὸ τοῦ πυρὸς καὶ τῶν εἰς αὐτὸν ἀκοντιζόντων τελευτῆσαι.

2a,70,F

71

ATHEN. XI 101 p. 500 C: ἐκαλεῖτο δὲ καὶ Δερκυλλί‐ δας ὁ Λακεδαιμόνιος Σίσυφος, ὥς φησιν Ἔφορος ἐν τῆι ὀκτωκαιδεκάτηι λέ‐ γων οὕτως· «Λακεδαιμόνιοι ἀντὶ Θίμβρωνος Δερκυλλίδαν ἔπεμψαν εἰς τὴν Ἀσίαν, ἀκούοντες ὅτι πάντα πράττειν
5εἰώθασιν οἱ περὶ τὴν Ἀσίαν βάρβαροι μετὰ ἀπάτης καὶ δόλου. διόπερ Δερκυλλίδαν ἔπεμψαν ἥκιστα νομίζοντες ἐξαπατηθήσεσθαι· ἦν γὰρ οὐδὲν ἐν τῶι τρόπωι Λακωνι‐ κὸν οὐδ’ ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ πανοῦργον καὶ τὸ θηριῶδες. διὸ καὶ Σίσυφον αὐτὸν οἱ Λακεδαιμόνιοι
10προσηγόρευον.»

2a,70,F

72

STEPH. BYZ. s. Ἑρμοῦ πεδίον· τόπος πλησίον Κύμης. Ἔφορος ιη.

2a,70,F

73

HARPOKR. s. Ἱερώνυμος· ... Ἱερωνύμου τοῦ στρατη‐ γήσαντος Ἀθηναίων ἄλλοι τε μνημονεύουσι καὶ Ἔφορος ἔν τε τῆι ιη καὶ ἐν τῆι ιθ.

2a,70,F

74

HARPOKR. s. Ἱερώνυμος

2a,70,F

75

STEPH. BYZ. s. Φοινίκαιον· ὄρος Κορίνθου. Ἔφορος ιθ.

2a,70,F

76

—s. Ὠτιεῖς· μοῖρα Κυπρίων. Ἔφορος ιθ· «Ἀμαθού‐ σιοι δὲ καὶ Σόλιοι καὶ Ὠτιεῖς ἀντέχοντες ἔτι τῶι πο‐ λέμωι.»

2a,70,F

77

—s. Ἄργος· ... καὶ ἀργολίζω ῥῆμα, οὗ τὴν μετοχὴ
Ἔφορος ιθ.62

2a,70,F

78

STEPH. BYZ. s. Χυτόν· χωρίον ἠπείρου. Ἔφορος ιθ· «οἱ δ’ ἐκ Κλαζομενῶν κατώικισαν τῆς ἠπείρου τὸ Χυτὸν καλούμενον.»

2a,70,F

79

HARPOKR. s. Μαντινέων διοικισμός· Ἰσοκράτης ἐν τῶι Περὶ τῆς εἰρήνης (100) περὶ Λακεδαιμονίων λέγων φησί ‘Μαντινέας διώικισαν‘. καὶ Ἔφορος ἐν τῆι κ φησιν ὅτι εἰς ε κώμας τὴν Μαντινέων διώικισαν πόλιν Λακεδαιμόνιοι.

2a,70,F

80

PAP. BEROL. 5008 (Lex. zu Demosth. Aristokr. 198; Berl. Klass.—Text. I 80) B 1: [ὅτι τὴν περὶ Νάξον ναυμαχίαν ἐνίκα Χαβρίας ***] ‖ εἰς οἰνοχόημα, ὅταν ἦι Ἅλαδε μύσται, οἱ καθιστάμενοι μ[υστηρίων .... ἐπι]μ̣εληταί. καὶ Ἔφορος ἐν τῆι κα τῶ̣ν̣ [Ἱ]σ̣τ̣[οριῶν
5..........]δ̣ε̣ι̣σ̣εστη....ν.ς̣ (dann neues lemma).

2a,70,F

81

STEPH. BYZ. s. Βουφία· κώμη τῆς Σικυωνίας. Ἔφορος κγ. τὸ ἐθνικὸν Βουφιεύς.

2a,70,F

82

HARPOKR. s. Νεμεὰς χαράδρα· Αἰσχίνης Περὶ τῆς πρεσ‐ βείας (168). οὕτω τόπος τις ἐκαλεῖτο ἐν Πελοποννήσωι. «πλησίον τῆς Νεμε〈άδ〉ος χαράδρας» Ἔφορος ἐν κγ.

2a,70,F

83

STEPH. BYZ. s. Χρυσόπολις· ἐν Βιθυνίαι πλησίον Χαλ‐ κηδόνος τὸν ἀνάπλουν πλέοντι ἐν δεξιᾶι. Ἔφορος κγ· «παραδοῦναι τὴν Καλχηδονίων Χρυσόπολιν τοῖς συμμάχοις.» καὶ Θεό‐ πομπος ἐν α Ἑλληνικῶν (115 F 7) ...

2a,70,F

84

STEPH. BYZ. (cod. Seguer.) s. Δύμη· πόλις Ἀχαίας ... ὁ πολίτης Δυμαῖος. Ἔφορος κδ· «παραγενομένης δὲ τῆς στρατιᾶς
εἰς τὴν Δύμην πρῶτον μὲν οἱ Δυμαῖοι καταπλαγέντες.»63

2a,70,F

85

DIOG. LAERT. II 53: ἐν τούτωι δὲ ψηφισαμένων τῶν Ἀθηναίων βοηθεῖν Λακεδαιμονίοις ἔπεμψε (sc. Ξενοφῶν) τοὺς παῖδας εἰς τὰς Ἀθήνας στρατευσομένους ὑπὲρ τῶν Λακεδαιμονίων. (54) καὶ γὰρ ἐπαίδευντο αὐτόθι ἐν τῆι Σπάρτηι, καθά φησιν Διοκλῆς ἐν τοῖς Βίοις
5τῶν φιλοσόφων (IV). ὁ μὲν οὖν Διόδωρος οὐδὲν ἐπιφανὲς πράξας ἐκ τῆς μάχης ἀνασώζεται, καὶ αὐτῶι υἱὸς ὁμώνυμος γίνεται τἀδελφῶι. ὁ δὲ Γρύλλος τεταγμένος κατὰ τοὺς ἱππέας—ἦν δὲ ἡ μάχη ἡ περὶ τὴν Μαντίνειαν— ἰσχυρῶς ἀγωνισάμενος ἐτελεύτησεν, ὥς φησιν Ἔφορος ἐν τῆι πέμπτηι καὶ εἰκοστῆι, Κηφισοδώρου μὲν ἱππαρχοῦντος, Ἡγησίλεω δὲ στρατηγοῦντος.
10ἐν ταύτηι τῆι μάχηι καὶ Ἐπαμεινώνδας ἔπεσε.

2a,70,F

86

STEPH. BYZ. s. Κασσάνωρος· πόλις Αἰγυπτία, ἧς μέμ‐ νηται Ἔφορος κϛ.

2a,70,F

87

STEPH. BYZ. s. Βύμαζος· πόλις Παιόνων. Ἔφορος κζ.

2a,70,F

88

—s. Ζηράνιοι· ἔθνος Θράικης. Θεόπομπος με (115 F 214). καὶ Ζηρανία ἐπὶ τῆς χώρας· Ἔφορος κζ.

2a,70,F

89

STEPH. BYZ. s. Φάρος· νῆσος ἐν τῶι Ἀδρίαι, ποταμὸν ὁμώνυμον ἔχουσα. ἔστι δὲ κτίσμα Παρίων, ὡς Ἔφορος κη.

2a,70,F

90

—s. Μύνδωνες· ἔθνος Λιβύης. Ἔφορος κη· «Μύν‐ δωνες οἵπερ εὐγνωμότατοι δοκοῦσιν εἶναι 〈καὶ〉 πλου‐ σιώτατοι τὸν βίον.»

2a,70,F

91

—s. Ἕρβιτα· πόλις Σικελίας. Ἔφορος κη.

2a,70,F

92

—s. Ἴστρος· ... δ πόλις τῆς Ἰαπυγίας, ὡς Ἔφορος κθ.

2a,70,F

93

SCHOL. T HOM. Il. Ν 302 ἠὲ μετὰ Φλεγύας] οἱ μὲν Γυρτωνίους, οἱ δὲ τοὺς ἐνοικοῦντας τὴν Δαυλίδα τῆς Φωκίδος, οὓς μεγαλή‐
τορας οἱονεὶ δεινορέκτας φησὶ διὰ τὸ πεπορθηκέναι τὸν ἐν Πυθοῖ ναόν .... ἐπὶ πλεῖον δὲ περὶ αὐτῶν διείλεκται Ἔφορος, ἀποδεικνὺς ὅτι τὴν Δαυλίδα64
5καὶ οὐ τὴν Γυρτῶνα ὤικησαν· ὅθεν καὶ παρὰ Φωκεῦσι τὸ ὑβρίζειν φλεγυᾶν λέγεσθαι. ἔστι δὲ ταῦτα ἐν τῆι τριακοστῆι τῆι Δημοφίλου.

2a,70,F

94a

ANON. IN ARISTOT. Eth. Nic. III 11 p. 1116 b 6 [Comm. i. Arist. Graec. XX 165, 24]: Ἕρμαιον ἐν Κορωνείαι τῆς Βοιωτίας τόπος οὕτως λεγόμενος πεδινὸς ἐν αὐτῆι, τῶν ἄλλων ἀνωμάλων ὄντων, ἐν ὧι παρατεταγμένοι ποτὲ Κορωνεῖς σὺν τοῖς βοηθήσουσιν αὐτοῖς στρα‐
5τιώταις ἐκ τοῦ Μεταχοίου μετὰ τῶν βοιωταρχῶν, ὅτε τὴν πόλιν κατέλαβε καὶ τὴν ἀκρόπολιν εἶχεν ὑφ’ ἑαυτῶι Ὀνόμαρχος ὁ Φωκεὺς προδοθεῖσαν αὐτῶι, αὐτοὶ μὲν μείναντες ἀπέθανον ὑπὸ τῶν ἀμφὶ τὸν Ὀνόμαρχον ἀπο‐ κλείσαντες τὰς πύλας, ἵνα αὐτοῖς μηδὲ βουλομένοις ἐξείη φυγεῖν καὶ κατα‐ λιπεῖν τὴν πατρίδα. οἱ δὲ τῶν Βοιωτῶν βοηθήσαντες αὐτοῖς στρατιῶται
10ἐκ τοῦ Μεταχοίου ἔφυγον εὐθὺς ἐν ἀρχῆι τῆς μάχης, αἰσθόμενοι ἕνα τεθνάναι τῶν βοιωταρχῶν Χάρωνα. ἱστοροῦσι περὶ τῆς μάχης ταύτης Κηφισσόδωρος ἐν τῆι ιβ 〈τῶν〉 Περὶ τοῦ ἱεροῦ πολέμου (112 F 1) καὶ Ἀναξιμένης ἐν τῆι τετάρτηι τῶν Περὶ Φίλιππον (72 F 8) καὶ Ἔφορος ἐν τῆι τριακοστῆι.

2a,70,F

94b

STEPH. BYZ. s. Μετάχοιον· φρούριον Βοιωτίας μεταξὺ Ὀρχομενοῦ καὶ Κορωνείας. Ἔφορος λ.

2a,70,F

95

STEPH. BYZ. s. Μελιταία· πόλις Θετταλίας. Ἀλέξαν‐ δρος Ἀσίαι (V). Θεόπομπος (115 F 373) δὲ Μελίτειαν αὐτήν φησιν. ὁ πολίτης Μελιταιεύς. Ἔφορος λ· «οἱ δὲ τύραννοι τῶν Φερῶν καὶ Μελιταιεῖς φίλοι πρότερον ὑπάρχοντες.»

2a,70,F

96

ATHEN. VI 22 p. 232 D: Ἔφορος δὲ ἢ Δημόφιλος ὁ υἱὸς αὐτοῦ ἐν τῆι τριακοστῆι τῶν Ἱστοριῶν περὶ τοῦ ἐν Δελφοῖς ἱεροῦ λέγων φησίν· «Ὀνόμαρχος δὲ καὶ Φάυλλος καὶ Φάλαικος οὐ μόνον ἅπαντα τὰ τοῦ θεοῦ ἐξεκόμισαν, ἀλλὰ τὸ τελευ‐
5ταῖον αἱ γυναῖκες αὐτῶν τόν τε τῆς Ἐριφύλης κόσμον ἔλαβον, ὃν Ἀλκμαίων εἰς Δελφοὺς ἀνέθηκε κελεύσαντος τοῦ θεο, καὶ τὸν τῆς Ἑλένης ὅρμον Μενελάου ἀναθέν‐ τος. ἑκατέρωι γὰρ ὁ θεὸς ἔχρησεν, Ἀλκμαίωνι μὲν πυν‐ θανομένωι πῶς ἂν τῆς μανίας ἀπαλλαγείη· τιμῆέν μ
10αἰτεῖς δῶρον μανίαν ἀποπαῦσαι· καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας, ὧι ποτε μήτηρ Ἀμφιάραον ἔκρυψ’ ὑπὸ γῆν
αὐτοῖσι σὺν ἵπποις. Μενελάωι δὲ πῶς ἂν τὸν Ἀλέξαν‐ δρον τιμωρήσαιτο· πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σῆς ἀλόχοιο δειρῆς, ὅν ποτε Κύπρις ἔδωχ’ Ἑλένηι μέγα65
15χάρμα· ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει.συνέβη δὲ ταῖς γυναιξὶν ἔριν ἐμπεσεῖν περὶ τοῦ κόσμου τούτου ποτέρα πότερον λήψεται· καὶ διακληρουμένων ἡ μὲν σκυθρωπὴ οὖσα κατὰ τὸν βίον καὶ σεμνότητος πλήρης τὸν Ἐριφύλης ὅρμον, ἡ δὲ ὥραι διαφέρουσα καὶ
20μάχλος οὖσα τὸν τῆς Ἑλένης ἔλαχε. καὶ αὕτη μὲν ἐρα‐ σθεῖσα νεανίσκου τινὸς Ἠπειρώτου συνεξεδήμησεν, ἡ δὲ τῶι ἀνδρὶ θάνατον ἐβούλευσεν.»

2a,70,F

97

STEPH. BYZ. s. Βοιωτία ... Ἔφορος δέ φησιν ὅτι Ἀθη‐ ναῖοι περὶ τὴν ναυτικὴν δύναμιν, Θετταλοὶ περὶ τὴν ἱππικὴν ἐμπειρίαν, Βοιωτοὶ περὶ τὴν τῆς γυμνασίας ἐπιμέλειαν, Κυρηναῖοι περὶ τὴν διφρευτικὴν ἐπιστήμην
5ἠσχόληνται· «ἡμεῖς δὲ περὶ τὴν τῶν νόμων εὐταξίαν.»

2a,70,F

98

TATIAN. πρ. Ἕλλην. 31 p. 31, 16 Schw (EUSEB. PE X 11 p. 491 D): περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γένους τε αὐτοῦ καὶ χρόνου καθ’ ὃν ἤκμασε προηρεύνησαν πρεσβύτατοι μὲν Θεαγένης τε ὁ Ῥηγῖνος ... καὶ Στησίμβροτος ὁ Θάσιος (107 F 21) καὶ Ἀντίμαχος ... Ἡρόδοτός τε (II 53)
5... καὶ Διονύσιος ὁ Ὀλύνθιος (VI)· μετὰ δὲ ἐκείνους Ἔφορος ὁ Κυμαῖος καὶ Φιλόχορος (III) ... Μεγακλείδης (VI) τε καὶ Χαμαιλέων (IV) οἱ περι‐ πατητικοί· ἔπειτα γραμματικοὶ Ζηνόδοτος ...

2a,70,F

99

VIT. HOM. ROM. p. 30, 27 Wil: Ἱππίας (6 F 13) δ’ αὖ καὶ Ἔφορος Κυμαῖον (sc. Ὅμηρόν φασιν). ὁ δ’ Ἔφορος καὶ εἰς Χαρίφημον ἀνάγει τὸ γένος αὐτοῦ· ὁ δὲ Χαρίφημος οὗτος Κύμην ὤικησεν.

2a,70,F

100

SCHOL. HESIOD. Opp. 633 p. 300, 2 Gaisf: Ἔφορος δέ φησιν τοῦτον (sc. τὸν Ἡσιόδου πατέρα) εἰς Ἄσκρην ἐλθεῖν, οὐ δι’ ἐμπορίαν ἀλλὰ φόνον ἐμφύλιον ἐργασάμενον. s. F 1.

2a,70,F

101a

GELLIUS III 11, 2: alii Homerum quam Hesiodum maiorem natu fuisse scripserunt, in quis Philochorus (III) et Xenophanes (11 B 13 Diels); alii minorem, in quis L. Accius poeta et Ephorus historiae scriptor. (3) M. autem Varro in primo De imaginibus, uter
5prior sit natus, parum constare dicit, sed non esse dubium, quin aliquo tempore eodem vixerint; idque ex epigrammate ostendi, quod in tripode scriptum est, qui in monte Helicone ab Hesiodo positus traditur. (4) Accius autem in primo didascalico levibus admodum argumentis utitur ... (5) quod Homerus, inquit, cum in principio carminis (Il. Α 1) Achillem esse filium Pelei diceret,66
10quis esset Peleus, non addidit; quam rem procul, inquit, dubio dixisset, nisi ab Hesiodo (F 81 RZ3) iam dictum videret. de Cyclope itidem, inquit, vel maxime quod unoculus fuit, rem tam insignem non praeterisset, nisi aeque prioris Hesiodi carminibus (Th. 142) involgatum esset.

2a,70,F

101b

SYNKELL. p. 326, 8 Bonn: Ἡσίοδός τε ἐγνωρίζετο, ὃν Ἔφορος ἀνεψιὸν καὶ σύγχρονον Ὁμήρου φησί.

2a,70,F

102a

EKLOG. HISTOR. COD. PAR. 854 (Cram. An. Par. II 227, 23): οὐκ ἀγνοοῦμεν οὖν ὡς Ἔφορος καί τινες ἄλλοι τῶν συγ‐ γραφέων πολλαῖς γενεαῖς ὑστερεῖν αὐτόν φασιν (sc. Ὅμηρον τῆς τῶν Ἡρα‐ κλειδῶν καθόδου), οὐδ’ ὡς ἔνιοι γεγράφασιν Ἡσιόδωι τῶι ποιητῆι συνηκ‐
5μακότα.

2a,70,F

102b

HIERONYM. Chron. a. Abr. 1104 p. 77, 16 Helm: in Latina Historia haec ad verbum scripta repperimus ‘Agrippa aput Latinos regnante Homerus poeta in Graecia claruit, ut testantur Apollodorus grammaticus (244 F 63) et Euforbus historicus; ante urbem
5Romam conditam ann. CXXIV et, ut ait Cornelius Nepos (F 2 Pet.), ante olympiadem primam ann. c.

2a,70,F

103

STEPH. BYZ. s. Βολισσός· πόλις Αἰολικὴ ἐπ’ ἄκρου Χίου πλησίον ... καί φασιν ὅτι Ὅμηρος ἐν τούτωι τῶι πολισματίωι τὰς διατριβὰς ἐποιεῖτο, ὡς Ἔφορος.

2a,70,F

104

DIODOR. V 64, 4: ἔνιοι δ’ ἱστοροῦσιν, ὧν ἐστι καὶ Ἔφορος, τοὺς Ἰδαίους Δακτύλους γενέσθαι μὲν κατὰ τὴν Ἴδην τὴν ἐν Φρυγίαι, δια‐ βῆναι δὲ μετὰ Μυγδόνος εἰς τὴν Εὐρώπην. ὑπάρξαντας δὲ γόητας ἐπιτη‐ δεῦσαι τάς τε ἐπωιδὰς καὶ τελετὰς καὶ μυστήρια, καὶ περὶ Σαμοθράικην
5διατρίψαντας οὐ μετρίως ἐν τούτοις ἐκπλήττειν τοὺς ἐγχωρίους· καθ’ ὃν δὴ χρόνον καὶ τὸν Ὀρφέα, φύσει διαφόρωι κεχορηγημένον πρὸς ποίησιν καὶ μελωιδίαν, μαθητὴν γενέσθαι τούτων, καὶ πρῶτον εἰς τοὺς Ἕλληνας ἐξε‐ νεγκεῖν τελετὰς καὶ μυστήρια.

2a,70,F

105a

SCHOL. DIONYS. THRAC. [Gr. Gr. III] p. 183, 1 Hilg: τῶν στοιχείων εὑρετὴν ἄλλοι τε καὶ Ἔφορος ἐν δευτέρωι Κάδμον φασίν· οἱ δὲ οὐχ εὑρετήν, τῆς δὲ Φοινίκων εὑρέσεως πρὸς ἡμᾶς διάκτορον γε‐ γενῆσθαι, ὡς καὶ Ἡρόδοτος ἐν ταῖς Ἱστορίαις (V 58) καὶ Ἀριστοτέλης (III)
5ἱστορεῖ. ebd. 190, 20. s. 1 F 20

2a,70,F

105b

—p. 184, 20: Φοινίκεια δὲ τὰ γράμματα ἐλέγοντο, ὥς φησιν Ἔφορος ὁ Κυμαῖος καὶ Ἡρόδοτος (V 58), ἐπεὶ Φοίνικες εὗρον αὐτά.
67

2a,70,F

105c

CLEM. ALEX. Strom. I 75, 1 p. 48, 10 Stäh: Κάδμος δὲ Φοῖνιξ ἦν ὁ τῶν γραμμάτων Ἕλλησιν εὑρετής, ὥς φησιν Ἔφορος, ὅθεν καὶ Φοινικήια τὰ γράμματα Ἡρόδοτος κεκλῆσθαι γράφει. οἱ δὲ Φοίνικας καὶ Σύρους γράμματα ἐπινοῆσαι πρώ‐
5τους λέγουσιν.

2a,70,F

106

SCHOL. BTV Hom. Il. Η 185: οὐχ οἱ αὐτοὶ γὰρ ἦσαν παρὰ πᾶσι τοῖς Ἕλλησι χαρακτῆρες· διάφορα δὲ καὶ τὰ τῶν στοιχείων ὀνόματα, ὡς τὸ σάν. Καλλίστρατος δὲ Σάμιος ἐπὶ τῶν Πελοποννησιακῶν μετήνεγκε τὴν γραμματικὴν καὶ παρέδωκεν Ἀθηναίοις ἐπὶ ἄρχοντος Εὐκλείδου,
5ὥς φησιν Ἔφορος.

2a,70,F

107a

CICERO Orat. 191 (QUINTILIAN. Inst. IX 4, 87): Ephorus ... (T 29) paeana sequitur aut dactylum, fugit autem spondeum et trochaeum: quod enim paean habebat tris brevis, dactylus autem duas, brevitate et celeritate syllabarum labi putat verba proclivius, contraque
5accidere in spondeo et trochaeo; 〈quorum〉 quod alter e longis constet alter e brevibus, fieri alteram nimis incitatam alteram nimis tardam orationem, neutram temperatam. sed et illi priores errant et Ephorus in culpa est ... (194) Ephorus vero ne spondeum quidem, quem fugit, intellegit esse aequalem dactylo, quem probat. syllabis enim metiendos pedes, non inter‐
10vallis existimat; quod idem facit in trochaeo.

2a,70,F

107b

——218: iam paean, quod pluris habeat syllabas quam tris, numerus a quibusdam, non pes habetur. est quidem, ut inter omnis constat antiquos, Aristotelem Theo‐ phrastum Theodectem Ephorum, unus aptissimus orationi vel orienti
5vel mediae; putant illi etiam cadenti, quo loco mihi videtur aptior creticus.

2a,70,F

108

[SERGIUS] Explan. i. Donat. I (Gr. L. IV 531, 17 Keil): prosodieen sind βαρεῖα, ὀξεῖα, μέση. quartae illi [coniungit], quia ceteris perplexior est, plura sunt vocabula: Ammonius Alexandrius, qui Ari‐ starchi scholae successit, ὀξύβαριν vocat; Ephorus autem Cymaeus περί‐
5σπασιν; Dionysius Olympius δίτονον; Hermocrates Iasius σύμπλεκτον; Epicharmus Syracusius κεκλασμένην; verum ea nunc ab omnibus περι‐
σπωμένη Graece vocatur.68

2a,70,F

109

DIODOR. I 9, 5 (TZETZ. Chil. XII 528): περὶ πρώτων δὲ τῶν βαρβάρων διέξιμεν, οὐκ ἀρχαιοτέρους αὐτοὺς ἡγούμενοι τῶν Ἑλλήνων, καθάπερ Ἔφορος εἴρηκεν, ἀλλὰ προδιελθεῖν βουλόμενοι ...

2a,70,F

110

POLYB. XII 27, 7: ὁ μὲν γὰρ Ἔφορός φησιν, εἰ δυνατὸν ἦν αὐτοὺς (sc. τοὺς τὰς συντάξεις πραγματευομένους) παρεῖναι πᾶσι τοῖς πράγμασι, ταύτην ἂν διαφέρειν πολὺ τῶν ἐμπειριῶν.

2a,70,F

111

—XII 28, 8—12: κατὰ γὰρ τὸ προοίμιον τῆς ἕκτης βύβλου φησί (sc. ὁ Τίμαιος) τινας ὑπολαμβάνειν διότι τινὸς μείζονος δεῖται φύσεως καὶ φιλοπονίας καὶ παρασκευῆς τὸ τῶν ἐπιδεικτικῶν λόγων γένος ἢ τὸ τῆς ἱστορίας· ταύτας δὲ τὰς δόξας πρότερον μὲν Ἐφόρωι φησὶ προσπεσεῖν.
5οὐ δυνηθέντος δ’ ἱκανῶς ἐκείνου πρὸς τοὺς ταῦτα λέγοντας ἀπαντῆσαι, πειρᾶται συγκρίνειν αὐτὸς ἐκ παραβολῆς τὴν ἱστορίαν τοῖς ἐπιδεικτικοῖς λόγοις, πρᾶγμα ποιῶν πάντων ἀτοπώτατον, πρῶτον μὲν τὸ καταψεύσασθαι τοῦ συγγραφέως. ὁ γὰρ Ἔφορος (T 23) ... κατὰ δέ τινα συντυχίαν εὐχαριστότατα καὶ πιθανώτατα περὶ τῆς συγκρίσεως εἴρηκε τῆς τῶν ἱστοριο‐
10γράφων καὶ λογογράφων. ὁ δ’ ἵνα μὴ δόξηι κατακολουθεῖν Ἐφόρωι ...

2a,70,F

112a

CENSORIN. De d. nat. 17, 3: aut Ephorus, qui tradit Arcadas dicere apud se reges antiquos aliquot ad trecentos vixisse annos.

2a,70,F

112b

PLIN. NH VII 154: et Ephorus Arcadum reges tricenis annis (sc. vixisse tradit).

2a,70,F

113

STRABON V 2, 4 (SCHOL. DION. PER. 348): τοὺς δὲ Πελασγούς, ὅτι μὲν ἀρχαῖον τὸ φῦλον κατὰ τὴν Ἑλλάδα πᾶσαν ἐπεπόλασε καὶ μάλιστα παρὰ τοῖς Αἰολεῦσι τοῖς κατὰ Θετταλίαν, ὁμολογοῦσιν ἅπαντες σχεδόν τι. νομίζειν δέ φησιν Ἔφορος τὸ ἀνέκαθεν Ἀρκάδας ὄντας ἑλέσθαι
5στρατιωτικὸν βίον, εἰς δὲ τὴν αὐτὴν ἀγωγὴν προτρέποντας πολλοὺς ἅπασι τοῦ ὀνόματος μεταδοῦναι, καὶ πολλὴν ἐπιφάνειαν κτήσασθαι καὶ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς ἄλλοις, παρ’ ὅσους ποτὲ ἀφιγμένοι τετυχήκασι. καὶ γὰρ τῆς Κρήτης ἔποικοι γεγόνασιν, ὥς φησιν Ὅμηρος (Od. τ 175): λέγει γοῦν Ὀδυσσεὺς πρὸς Πηνελόπην· ‘ἄλλη δ’ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν
10Ἀχαιοί, ἐν δ’ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, Δωριέες τε τριχάικες δῖοί τε Πελασγοί.‘ καὶ τὸ Πελασγικὸν Ἄργος ἡ Θετταλία λέγεται, τὸ μεταξὺ τῶν ἐκβολῶν τοῦ Πηνειοῦ καὶ τῶν Θερμοπυλῶν ἕως τῆς ὀρεινῆς τῆς κατὰ
Πίνδον, διὰ τὸ ἐπάρξαι τῶν τόπων τούτων τοὺς Πελασγούς· τόν τε Δία τὸν Δωδωναῖον (F 142) αὐτὸς ὁ ποιητὴς ὀνομάζει Πελασγικόν (Il. Π 233)·69
15‘Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ.‘ πολλοὶ δὲ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη Πελασγικὰ εἰρήκασιν, ὡς καὶ μέχρι δεῦρο ἐπαρξάντων· Πελασγούς τε πολλοὺς καὶ τῶν ἡρώων ὄνομα καλέσαντες οἱ ὕστερον ἀπ’ ἐκείνων πολλὰ τῶν ἐθνῶν ἐπώνυμα πεποιήκασι. καὶ γὰρ τὴν Λέσβον Πελασγίαν εἰρήκασι, καὶ τοῖς ἐν τῆι Τρωάδι Κίλιξιν Ὅμηρος εἴρηκε τοὺς ὁμόρους Πελασγούς (Il. Β 840)· ‘Ἱππόθοος δ’ ἄγε φῦλα Πελασγῶν
20ἐγχεσιμώρων, τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον.‘ τῶι δ’ Ἐφόρωι τοῦ ἐξ Ἀρκαδίας εἶναι τὸ φῦλον τοῦτο ἦρξεν Ἡσίοδος· φησὶ γὰρ (F 44 Rz3)· ‘υἱεῖς ἐξεγένοντο Λυκάονος ἀντιθέοιο, ὅν ποτε τίκτε Πελασγόσ‘. Αἰσχύλος δ’ ἐκ τοῦ περὶ Μυκήνας Ἄργους φησὶν ἐν Ἱκετίσιν ἢ Δαναίσι (v. 250 ff.) τὸ γένος αὐτῶν. καὶ τὴν Πελοπόννησον δὲ Πελασγίαν φησὶν Ἔφορος κληθῆναι· καὶ Εὐριπίδης
25δ’ ἐν Ἀρχελάωι (F 228 N2) φησὶν ὅτι ‘Δαναὸς ... ἐλθὼν ἐς Ἄργος ὤικις’ Ἰνάχου πόλιν, Πελασγιώτας δ’ ὠνομασμένους τὸ πρὶν Δαναοὺς καλεῖσθαι νόμον ἔθηκ’ ἀν’ Ἑλλάδα‘.

2a,70,F

114a

STRABON XII 3, 21: οἱ μὲν μεταγράφουσιν (Il. Β 856) Ἀλαζώνων, οἱ δ’ Ἀμαζώνων ποιοῦντες, τὸ δ’ ἐξ Ἀλύβης ἐξ Ἀλόπης 〈ἢ〉 ἐξ Ἀλόβης, τοὺς μὲν Σκύθας Ἀλιζῶνας φάσκοντες ὑπὲρ τὸν Βορυσθένη ......... (4 F 186), τοὺς δ’ Ἀμαζῶνας μεταξὺ Μυσίας καὶ Καρίας
5καὶ Λυδίας, καθάπερ Ἔφορος νομίζει, πλησίον Κύμης τῆς πατρίδος αὐτοῦ. καὶ τοῦτο μὲν ἔχεταί τινος λόγου τυχὸν ἴσως· εἴη γὰρ ἂν λέγων τὴν ὑπὸ τῶν Αἰολέων καὶ Ἰώνων οἰκισθεῖσαν ὕστερον, πρότερον δ’ ὑπὸ Ἀμαζόνων· καὶ ἐπωνύμους πόλεις τινὰς εἶναί φασι· καὶ γὰρ Ἔφεσον καὶ Σμύρναν καὶ Κύμην καὶ Μύριναν.

2a,70,F

114b

STEPH. BYZ. s. Ἁλιζῶνες· ἔθνος· Ὅμηρος (Il. Β 856) ... Ἔφορος οἰκῆσαί φησι τοὺς Ἁλιζῶνας τὴν παραλίαν τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας κειμένην.

2a,70,F

115

STRABON VIII 3, 33: Ἔφορος δέ φησιν Αἰτωλὸν ἐκπεσόντα ὑπὸ Σαλμωνέως, τοῦ βασιλέως Ἐπειῶν τε καὶ Πισατῶν, ἐκ τῆς Ἠλείας εἰς τὴν Αἰτωλίαν ὀνομάσαι τε ἀφ’ αὑτοῦ τὴν χώραν καὶ συνοικίσαι τὰς αὐτόθι πόλεις (F 122). τούτου δ’ ἀπόγονον ὑπάρξαντα Ὀξύλον φίλον τοῖς περὶ
5Τήμενον Ἡρακλείδαις ἡγήσασθαί τε τὴν ὁδὸν κατιοῦσιν εἰς τὴν Πελοπόννησον καὶ μερίσαι τὴν πολεμίαν αὐτοῖς χώραν καὶ τἆλλα ὑποθέσθαι τὰ περὶ τὴν κατάκτησιν τῆς χώρας· ἀντὶ δὲ τούτων λαβεῖν χάριν τὴν εἰς τὴν Ἠλείαν
κάθοδον, προγονικὴν οὖσαν (F 18)· κατελθεῖν δὲ ἀθροίσαντα στρατιὰν ἐκ τῆς Αἰτωλίας ἐπὶ τοὺς κατέχοντας Ἐπειοὺς τὴν Ἦλιν. ἀπαντησάντων δὲ70
10τῶν Ἐπειῶν μεθ’ ὅπλων, ἐπειδὴ ἀντίπαλοι ἦσαν αἱ δυνάμεις, εἰς μονο‐ μαχίαν προελθεῖν κατὰ ἔθος τι παλαιὸν τῶν Ἑλλήνων Πυραίχμην Αἰτωλὸν Δέγμενόν τ’ Ἐπειόν, τὸν μὲν Δέγμενον μετὰ τόξου ψιλόν, ὡς περιεσόμενον ῥαιδίως ὁπλίτου διὰ τῆς ἑκηβολίας, τὸν δὲ μετὰ σφενδόνης καὶ πήρας λίθων, ἐπειδὴ κατέμαθε τὸν δόλον· τυχεῖν δὲ νεωστὶ ὑπὸ τῶν Αἰτωλῶν
15εὑρημένον τὸ τῆς σφενδόνης εἶδος. μακροβολωτέρας δ’ οὔσης τῆς σφενδόνης πεσεῖν τὸν Δέγμενον, καὶ κατασχεῖν τοὺς Αἰτωλοὺς τὴν γῆν, ἐκβαλόντας τοὺς Ἐπειούς. παραλαβεῖν δὲ καὶ τὴν ἐπιμέλειαν τοῦ ἱεροῦ τοῦ Ὀλυμπίασιν, ἣν εἶχον οἱ Ἀχαιοί· διὰ δὲ τὴν τοῦ Ὀξύλου φιλίαν πρὸς τοὺς Ἡρακλείδας συνομολογηθῆναι ῥαιδίως ἐκ πάντων μεθ’ ὅρκου τὴν Ἠλείαν ἱερὰ εἶναι
20τοῦ Διός, τὸν δ’ ἐπιόντα ἐπὶ τὴν χώραν ταύτην μεθ’ ὅπλων ἐναγῆ εἶναι, ὡς δ’ αὔτως ἐναγῆ καὶ τὸν μὴ ἐπαμύνοντα εἰς δύναμιν. ἐκ δὲ τούτου καὶ τοὺς κτίσαντας τὴν Ἠλείων πόλιν ὕστερον ἀτείχιστον ἐᾶσαι, καὶ τοὺς δι’ αὐτῆς τῆς χώρας ἰόντας στρατοπέδωι τὰ ὅπλα παραδόντας ἀπολαμβάνειν μετὰ τὴν ἐκ τῶν ὅρων ἔκβασιν, Ἴφιτόν τε θεῖναι τὸν Ὀλυμπικὸν ἀγῶνα
25ἱερῶν ὄντων τῶν Ἠλείων. ἐκ δὴ τῶν τοιούτων αὔξησιν λαβεῖν τοὺς ἀνθρώ‐ πους· τῶν γὰρ ἄλλων πολεμούντων ἀεὶ πρὸς ἀλλήλους μόνοις ὑπάρξαι πολλὴν εἰρήνην οὐκ αὐτοῖς μόνον ἀλλὰ καὶ τοῖς ξένοις, ὥστε καὶ εὐανδρῆ‐ σαι μάλιστα πάντων παρὰ τοῦτο. Φείδωνα δὲ τὸν Ἀργεῖον (F 176) δέκατον μὲν ὄντα ἀπὸ Τημένου, δυνάμει δ’ ὑπερβεβλημένον τοὺς κατ’ αὐτόν, ἀφ’
30ἧς τήν τε λῆξιν ὅλην ἀνέλαβε τὴν Τημένου διεσπασμένην εἰς πλείω μέρη, καὶ μέτρα ἐξεῦρε τὰ Φειδώνια καλούμενα καὶ σταθμοὺς καὶ νόμισμα κεχαραγ‐ μένον τό τε ἄλλο καὶ τὸ ἀργυροῦν, πρὸς τούτοις ἐπιθέσθαι καὶ ταῖς ὑφ’ Ἡρακλέους αἱρεθείσαις πόλεσι καὶ τοὺς ἀγῶνας ἀξιοῦν τιθέναι αὐτόν, οὓς ἐκεῖνος ἔθηκε· τούτων δὲ εἶναι καὶ τὸν Ὀλυμπικόν. καὶ δὴ βιασάμενον
35ἐπελθόντα θεῖναι αὐτόν, οὔτε τῶν Ἠλείων ἐχόντων ὅπλα, ὥστε κωλύειν, διὰ τὴν εἰρήνην, τῶν τε ἄλλων κρατουμένων τῆι δυναστείαι. οὐ μὴν τούς γε Ἠλείους ἀναγράψαι τὴν θέσιν ταύτην, ἀλλὰ καὶ ὅπλα κτήσασθαι διὰ τοῦτο καὶ ἀρξαμένους ἐπικουρεῖν σφίσιν αὐτοῖς· συμπράττειν δὲ καὶ Λακε‐ δαιμονίους, εἴτε φθονήσαντας τῆι διὰ τὴν εἰρήνην εὐτυχίαι εἴτε καὶ συνερ‐
40γοὺς ἕξειν νομίσαντας πρὸς τὸ καταλῦσαι τὸν Φείδωνα, ἀφηιρημένον αὐτοὺς τὴν ἡγεμονίαν τῶν Πελοποννησίων, 〈ἣν ἐκεῖ〉νοι προεκέκτηντο. καὶ δὴ καὶ συγκαταλῦσαι τὸν Φείδωνα· τοὺς δὲ συγκατασκευάσαι τοῖς Ἠλείοις τήν τε Πισᾶτιν καὶ τὴν Τριφυλίαν.

2a,70,F

116

STRABON VIII 4, 7: Ἔφορος δὲ τὸν Κρεσφόντην, ἐπειδὴ εἷλε Μεσσήνην, διελεῖν φησὶν εἰς πέντε πόλεις αὐτήν, ὥστε Στενύκλαρον
μὲν ἐν τῶι μέσωι τῆς χώρα〈ς ταύτησ〉 κειμένην ἀποδεῖξαι βασίλειον αὑτῶι, 〈εἰς δὲ τὰς ἄλλασ〉 βασιλέας πέμψαι, Πύλον καὶ Ῥίον κ〈αὶ Μεσόλαν καὶ〉71
5Ὑαμεῖτιν, ποιήσαντα ἰσονόμους πάντας τοῖς Δωριεῦσι τοὺς Μεσσηνίους· ἀγανακτούντων δὲ τῶν Δωριέων μεταγνόντα μόνον τὸν Στενύκλαρον νομίσαι πόλιν, εἰς τοῦτον δὲ καὶ τοὺς Δωριέας συναγαγεῖν πάντας.

2a,70,F

117

STRABON VIII 5, 4: φησὶ δ’ Ἔφορος τοὺς κατασχόντας τὴν Λακωνικὴν Ἡρακλείδας, Εὐρυσθένη τε καὶ Προκλῆ (F 17), διελεῖν εἰς ἓξ μέρη καὶ πολίσαι τὴν χώραν. μίαν μὲν οὖν τῶν μερίδων τὰς Ἀμύκλας ἐξαίρετον δοῦναι τῶι προδόντι αὐτοῖς τὴν Λακωνικὴν καὶ πείσαντι τὸν
5κατέχοντα αὐτὴν ἀπελθεῖν ὑπόσπονδον μετὰ τῶν Ἀχαιῶν εἰς τὴν Ἰωνίαν· τὴν δὲ Σπάρτην βασίλειον ἀποφῆναι σφίσιν αὐτοῖς, εἰς δὲ τὰς ἄλλας πέμψαι βασιλέας, ἐπιτρέψαντας δέχεσθαι συνοίκους τοὺς βουλομένους τῶν ξένων διὰ τὴν λειπανδρίαν. χρῆσθαι δὲ Λαὶ μὲν ὡς ναυστάθμωι διὰ τὸ εὐλίμενον· Αἴγυι δὲ πρὸς τοὺς πολέμους φρουρίωι—πᾶ〈σιν〉
10γὰρ ὁμορεῖν τοῖς κύκλωι· Φαραίαι δ〈ὲ ταμιείωι, πλείστην〉 ἀπὸ τῶν ἐντὸς ἀσφάλειαν ἐχούσηι καὶ ἀπὸ τῶν ἐκτός. ὑπακούοντας δ’ ἅπαντας τοὺς περιοίκους Σπαρτιατῶν ὅμως ἰσοτίμους εἶναι, μετέχοντας καὶ πολι‐ τείας καὶ ἀρχείων [καλεῖσθαι δὲ Εἵλωτας]. Ἆγιν δὲ τὸν Εὐρυσθένους ἀφελέσθαι τὴν ἰσοτιμίαν καὶ συντελεῖν προστάξαι τῆι Σπάρτηι. τοὺς
15μὲν οὖν ἄλλους ὑπακοῦσαι, τοὺς δ’ Ἑλείους, τοὺς ἔχοντας τὸ Ἕλος, ποιη‐ σαμένους ἀπόστασιν κατὰ κράτος ἁλῶναι πολέμωι καὶ κριθῆναι δούλους ἐπὶ τακτοῖς τισιν, ὥστε τὸν ἔχοντα μήτ’ ἐλευθεροῦν ἐξεῖναι μήτε πωλεῖν ἔξω τῶν ὅρων τούτους· τοῦτον δὲ λεχθῆναι τὸν πρὸς τοὺς Εἵλωτας πόλεμον. σχεδὸν δέ τι καὶ τὴν εἱλωτείαν τὴν ὕστερον συμμείνασαν μέχρι τῆς Ῥωμαίων ἐπικρα‐
20τείας οἱ περὶ Ἆγιν εἰσὶν οἱ καταδείξαντες· τρόπον γάρ τινα δημοσίους δούλους εἶχον οἱ Λακεδαιμόνιοι τούτους, κατοικίας τινὰς αὐτοῖς ἀποδείξαντες καὶ λειτουργίας ἰδίας.

2a,70,F

118

—VIII 5, 5: περὶ δὲ τῆς Λακώνων πολιτείας καὶ τῶν γενο‐ μένων παρ’ αὐτοῖς μεταβολῶν τὰ μὲν πολλὰ παρείη τις ἂν διὰ τὸ γνώριμον τινῶν δ’ ἄξιον ἴσως μνησθῆναι. Ἀχαιοὺς γὰρ τοὺς Φθιώτας φασὶ συγκατελ‐
θόντας Πέλοπι εἰς τὴν Πελοπόννησον οἰκῆσαι τὴν Λακωνικήν, τοσοῦτον δ’72
5ἀρετῆι διενεγκεῖν, ὥστε τὴν Πελοπόννησον ἐκ πολλῶν ἤδη χρόνων Ἄργος λεγο‐ μένην τότε Ἀχαικὸν Ἄργος λεχθῆναι, καὶ οὐ μόνον γε τὴν Πελοπόννησον, ἀλλὰ καὶ ἰδίως τὴν Λακωνικὴν οὕτω προσαγορευθῆναι· τὸ γοῦν τοῦ ποιητοῦ (Od. γ 249) ‘ποῦ Μενέλαος ἔην; ἢ οὐκ Ἄργεος ἦεν Ἀχαικοῦ;‘ δέχονταί τινες οὕτως ‘ἢ οὐκ ἦν ἐν τῆι Λακωνικῆι;‘ κατὰ δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον Φιλονόμου
10προδόντος τὴν χώραν τοῖς Δωριεῦσι μετανέστησαν ἐκ τῆς Λακωνικῆς εἰς τὴν τῶν Ἰώνων (F 117 p. 73, 9), τὴν καὶ νῦν Ἀχαίαν καλουμένην. ἐροῦμεν δὲ περὶ αὐτῶν ἐν τοῖς Ἀχαικοῖς. οἱ δὲ κατασχόντες τὴν Λακωνικὴν καὶ κατ’ ἀρχὰς μὲν ἐσωφρόνουν, ἐπεὶ δ’ οὖν Λυκούργωι τὴν πολιτείαν ἐπέτρεψαν, τοσοῦτον ὑπερεβάλοντο τοὺς ἄλλους, ὥστε μόνοι τῶν Ἑλλήνων καὶ γῆς καὶ
15θαλάττης ἐπῆρξαν, διετέλεσάν τε ἄρχοντες τῶν Ἑλλήνων, ἕως ἀφείλοντο αὐτοὺς τὴν ἡγεμονίαν Θηβαῖοι, καὶ μετ’ ἐκείνους εὐθὺς Μακεδόνες. (kurze fort‐ setzung bis auf Augustus.) Ἑλλάνικος (4 F 116) μὲν οὖν Εὐρυσθένη καὶ Προκλέα φησὶ διατάξαι τὴν πολιτείαν, Ἔφορος δ’ ἐπιτιμᾶι (T 30 a), φήσας Λυκούργου μὲν αὐτὸν μηδαμοῦ μεμνῆσθαι, τὰ δ’ ἐκείνου ἔργα τοῖς μὴ
20προσήκουσιν ἀνατιθέναι· μόνωι γοῦν Λυκούργωι ἱερὸν ἱδρῦσθαι καὶ θύεσθαι κατ’ ἔτος, ἐκείνοις δέ, καίπερ οἰκισταῖς γενομένοις, μηδὲ τοῦτο δεδόσθαι, ὥστε τοὺς ἀπ’ αὐτῶν τοὺς μὲν Εὐρυσθενίδας τοὺς δὲ Προκλείδας καλεῖσθαι, ἀ〈λλὰ τοὺς μὲν〉 Ἀγίδας ἀπὸ Ἄγιδος τοῦ Εὐρυσθένους, τοὺς δ’ 〈Εὐρυ‐ πωντίδας ἀ〉πὸ Εὐρυπῶντος τοῦ Προκλέους· τοὺς μὲν 〈γὰρ δυναστεῦ〉σαι
25δικαίως, τοὺς δὲ δεξαμένους ἐπ〈ήλυδας ἀνθρώ〉πους δι’ ἐκείνων δυναστεῦσαι· ὅθε〈ν οὐδ’ ἀρχηγέτασ〉 νομισθῆναι, ὅπερ πᾶσιν ἀποδίδοτα〈ι οἰκισταῖς. Παυ〉σανίαν τε, [τῶν Εὐρυπωντιδῶν] ἐκπεσόντα ὑπὸ τῆς ἑτέρας οἰκίας, ἐν τῆι φυγῆι συντάξαι λόγ〈ον〉 κατὰ τῶν 〈Λ〉υ〈κούρ〉γου νόμων, ὄντος τῆς ἐκβαλλούσης οἰκίας, ἐν ὧι καὶ τοὺς χρησμοὺς λέγει τοὺς δοθέντας αὐτ〈ῶι〉
30ἀπ’ † ἐ〈γ〉κωμίων πλείστων.

2a,70,F

119

STRABON IX 2, 2: Ἔφορος δὲ καὶ ταύτηι κρείττω τὴν Βοιωτίαν ἀποφαίνει τῶν ὁμόρων ἐθνῶν, καὶ ὅτι μόνη τριθάλαττός ἐστι καὶ λιμένων εὐπορεῖ πλειόνων, ἐπὶ μὲν τῶι Κρισσαίωι κόλπωι καὶ τῶι Κορινθιακῶι τὰ ἐκ τῆς Ἰταλίας καὶ Σικελίας καὶ Λιβύης δεχομένη, ἐπὶ δὲ
5τῶν πρὸς Εὔβοιαν μερῶν ἐφ’ ἑκάτερα τοῦ Εὐρίπου σχιζομένης τῆς παραλίας, τῆι μὲν ἐπὶ τὴν Αὐλίδα καὶ τὴν Ταναγρικήν, τῆι δ’ ἐπὶ τὸν Σαλγανέα καὶ τὴν Ἀνθηδόνα, τῆι μὲν εἶναι συνεχῆ τὴν κατ’ Αἴγυπτον καὶ Κύπρον καὶ τὰς νήσους θάλατταν, τῆι δὲ τὴν κατὰ Μακεδόνας καὶ τὴν Προποντίδα καὶ
τὸν Ἑλλήσποντον. προστίθησι δέ, ὅτι καὶ τὴν Εὔβοιαν τρόπον τινὰ μέρος73
10αὐτῆς πεποίηκεν ὁ Εὔριπος, οὕτω στενὸς ὢν καὶ γεφύραι συνεζευγμένος πρὸς αὐτὴν διπλέθρωι (F 151). τὴν μὲν οὖν χώραν ἐπαινεῖ διὰ ταῦτα, καί φησι πρὸς ἡγεμονίαν εὐφυῶς ἔχειν· ἀγωγῆι δὲ καὶ παιδείαι μὴ χρησαμένους, ἐπεὶ μηδὲ τοὺς ἀεὶ προισταμένους 〈προιδεῖν〉 αὐτῆς, εἰ καί ποτε κατώρ‐ θωσαν, ἐπὶ μικρὸν τὸν χρόνον συμμεῖναι, καθάπερ Ἐπαμεινώνδας ἔδειξε·
15τελευτήσαντος γὰρ ἐκείνου τὴν ἡγεμονίαν ἀποβαλεῖν εὐθὺς τοὺς Θηβαίους, γευσαμένους αὐτῆς μόνον· αἴτιον δὲ εἶναι τὸ λόγων καὶ ὁμιλίας τῆς πρὸς ἀνθρώπους ὀλιγωρῆσαι, μόνης δ’ ἐπιμεληθῆναι τῆς κατὰ πόλεμον ἀρετῆς. ἔδει δὲ προσθεῖναι ........ (3) ἡ δ’ οὖν Βοιωτία πρότερον μὲν ὑπὸ βαρβάρων ὠικεῖτο Ἀόνων καὶ Τεμμίκων, ἐκ τοῦ Σουνίου πεπλανημένων, καὶ Λελέγων
20καὶ Ὑάντων. εἶτα Φοίνικες ἔσχον οἱ μετὰ Κάδμου (F 120). ὃς τήν τε Καδ‐ μείαν ἐτείχισε καὶ τὴν ἀρχὴν τοῖς ἐκγόνοις ἀπέλιπεν. ἐκεῖνοι δὲ τὰς Θήβας τῆι Καδμείαι προσέκτισαν καὶ συνεφύλαξαν τὴν ἀρχήν, ἡγούμενοι τῶν πλείστων Βοιωτῶν ἕως τῆς τῶν Ἐπιγόνων στρατείας· κατὰ δὲ τούτους ὀλίγον χρόνον ἐκλιπόντες τὰς Θήβας (F 153) ἐπανῆλθον πάλιν. ὡς δ’ αὔτως ὑπὸ Θραικῶν
25καὶ Πελασγῶν ἐκπεσόντες ἐν Θετταλίαι συνεστήσαντο τὴν ἀρχὴν μετὰ Ἀρναίων ἐπὶ πολὺν χρόνον, ὥστε καὶ Βοιωτοὺς κληθῆναι πάντας. εἶτ’ ἀνέστρεψαν εἰς τὴν οἰκείαν, ἤδη τοῦ Αἰολικοῦ στόλου παρεσκευασμένου περὶ Αὐλίδα τῆς Βοιωτίας, ὃν ἔστελλον εἰς τὴν Ἀσίαν οἱ Ὀρέστου παῖδες. προσθέντες δὲ τῆι Βοιωτίαι τὴν Ὀρχομενίαν—οὐ γὰρ ἦσαν κοινῆι πρότερον, οὐδ’ Ὅμηρος μετὰ
30Βοιωτῶν αὐτοὺς κατέλεξεν, ἀλλ’ ἰδίαι Μινύας προσαγορεύσας (Il. Β 511)— μετ’ ἐκείνων ἐξέβαλον τοὺς μὲν Πελασγοὺς εἰς Ἀθήνας, ἀφ’ ὧν ἐκλήθη μέρος τι τῆς πόλεως Πελασγικόν, —ὤικησαν δὲ ὑπὸ τῶι Ὑμηττῶι—, τοὺς δὲ Θρᾶικας ἐπὶ τὸν Παρνασσόν. Ὕαντες δὲ τῆς Φωκίδος Ὕαν πόλιν ὤικισαν. (4) φησὶ δ’ Ἔφορος τοὺς μὲν Θρᾶικας ποιησαμένους σπονδὰς πρὸς τοὺς
35Βοιωτοὺς ἐπιθέσθαι νύκτωρ στρατοπεδεύουσιν ὀλιγωρότερον ὡς εἰρήνης γεγονυίας· διακρουσαμένων δ’ αὐτοὺς αἰτιωμένων τε ἅμα, ὅτι τὰς σπον‐ δὰς παρέβαινον, μὴ παραβῆναι φάσκειν ἐκείνους· συνθέσθαι γὰρ ἡμέρας, νύκτωρ δ’ ἐπιθέσθαι· ἀφ’ οὗ δὴ καὶ τὴν παροιμίαν εἰρῆσθαι ‘Θραικία παρεύρεσισ‘. τοὺς δὲ Πελασγοὺς μένοντος ἔτι τοῦ πολέμου χρηστηριασο‐
40μένους ἀπελθεῖν εἰς Δωδώνην, ἀπελθεῖν δὲ καὶ τοὺς Βοιωτούς. τὸν μὲν οὖν τοῖς Πελασγοῖς δοθέντα χρησμὸν ἔφη μὴ ἔχειν εἰπεῖν, τοῖς δὲ Βοιωτοῖς ἀνε‐
λεῖν τὴν προφῆτιν, ἀσεβήσαντας εὖ πράξειν. τοὺς δὲ θεωροὺς ὑπονοήσαν‐ τας χαριζομένην τοῖς Πελασγοῖς τὴν προφῆτιν κατὰ τὸ συγγενές, ἐπειδὴ καὶ τὸ ἱερὸν Πελασγικὸν ἐξ ἀρχῆς ὑπῆρξεν (F 142), οὕτως ἀνελεῖν, ἁρπάσαντας74
45τὴν ἄνθρωπον εἰς πυρὰν ἐμβαλεῖν, ἐνθυμηθέντας εἴτε κακουργήσασαν εἴτε μὴ πρὸς ἀμφότερα ὀρθῶς ἔχειν, εἰ μὲν παρεχρηστηρίασε κολασθείσης αὐτῆς, εἰ δ’ οὐδὲν ἐκακούργησε τὸ προσταχθὲν αὐτῶν πραξάντων. τοὺς δὲ περὶ τὸ ἱερὸν τὸ μὲν ἀκρίτους κτείνειν τοὺς πράξαντας, καὶ ταῦτ’ ἐν ἱερῶι, μὴ δοκιμάσαι, καθιστάναι δ’ εἰς κρίσιν, καλεῖν δ’ ἐπὶ τὰς ἱερείας·

2a,70,F

119

(50)

ταύτας δ’ εἶναι τὰς προφήτιδας, αἳ λοιπαὶ τριῶν οὐσῶν περιῆσαν. λεγόν‐ των δ’, ὡς οὐδαμοῦ νόμος εἴη δικάζειν γυναῖκας, προσελέσθαι καὶ ἄνδρας ἴσους ταῖς γυναιξὶ τὸν ἀριθμόν. τοὺς μὲν οὖν ἄνδρας ἀπογνῶναι, τὰς δὲ γυναῖκας καταγνῶναι, ἴσων δὲ τῶν ψήφων γενομένων τὰς ἀπολυούσας νικῆσαι· ἐκ δὲ τούτων Βοιωτοῖς μόνοις ἄνδρας προθεσπίζειν ἐν Δωδώνηι.
55τὰς μέντοι προφήτιδας ἐξηγουμένας τὸ μαντεῖον εἰπεῖν, ὅτι προστάττοι ὁ θεὸς τοῖς Βοιωτοῖς, τοὺς παρ’ αὐτοῖς τρίποδας † συλλέγοντας εἰς Δωδώνην πέμπειν κατ’ ἔτος. καὶ δὴ καὶ ποιεῖν τοῦτο· αἰεὶ γάρ τινα τῶν ἀνακει‐ μένων τριπόδων νύκτωρ καθαιροῦντας καὶ κατακαλύπτοντας ἱματίοις ὡς ἂν λάθρα τριποδηφορεῖν εἰς Δωδώνην. (5) μετὰ δὲ ταῦτα τὴν Αἰολικὴν
60ἀποικίαν συνέπραξαν τοῖς περὶ Πενθίλον πλείστους ἐξ ἑαυτῶν συμπέμψαν‐ τες, ὥστε καὶ Βοιωτικὴν προσαγορευθῆναι. ὕστερον δὲ χρόνοις πολλοῖς ὁ Περσι‐ κὸς πόλεμος περὶ Πλαταιὰς γενόμενος διελυμήνατο τὴν χώραν. εἶτ’ ἀνέλαβον σφᾶς πάλιν ἐπὶ τοσοῦτον, ὥστε καὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀμφισβητῆσαι Θηβαίους δυσὶ μάχαις κρατήσαντας Λακεδαιμονίους. Ἐπαμεινώνδα δὲ πεσόντος ἐν τῆι μάχηι, ταύτης
65μὲν τῆς ἐλπίδος διεσφάλησαν (p. 75, 7), ὑπὲρ δὲ τῶν Ἑλλήνων ὅμως ἐπολέμησαν πρὸς Φωκέας τοὺς τὸ ἱερὸν συλήσαντας τὸ κοινόν.

2a,70,F

120

SCHOL. EURIPID. Phoin. 7 Κύπριδος Ἁρμονίαν] Δερκύλος (III) Θηβαίου τινὸς Δράκοντος, Ἄρεως δὲ υἱοῦ φησιν εἶναι τὴν Ἁρμονίαν θυγατέρα, ὃν φονεύσας Κάδμος ἔγημεν Ἁρμονίαν. Ἔφορος δὲ Ἠλέκτρας τῆς Ἄτλαντος αὐτὴν εἶναι λέγει, Κάδμου δὲ παραπλέοντος τὴν Σαμοθράικην
5ἁρπάσαι αὐτήν· τὴν δὲ εἰς τιμὴν τῆς μητρὸς ὀνομάσαι τὰς Ἠλέκτρας πύλας. καὶ νῦν ἔτι ἐν τῆι Σαμοθράικηι ζητοῦσιν αὐτὴν ἐν ταῖς ἑορταῖς.

2a,70,F

121

STRABON IX 4, 7 (STEPH. BYZ. s. Ναύπακτος): πόλεις
δ’ ἔσχον (sc. οἱ Ἑσπέριοι Λοκροί) Ἄμφισσάν τε καὶ Ναύπακτον, ὧν ἡ Ναύπακτος συμμένει τοῦ Ἀντιρρίου πλησίον· ὠνόμασται δ’ ἀπὸ τῆς ναυ‐ πηγίας τῆς ἐκεῖ γενομένης, εἴτε τῶν Ἡρακλειδῶν ἐκεῖ ναυπηγησαμένων75
5τὸν στόλον, εἴθ’, ὥς φησιν Ἔφορος, Λοκρῶν ἔτι πρότερον παρασκευασάντων. ἔστι δὲ νῦν Αἰτωλῶν Φιλίππου προσκρίναντος.

2a,70,F

122a

STRABON X 3, 2: Ἔφορος δὲ τοὺς Αἰτωλοὺς εἰπὼν ἔθνος εἶναι μηδεπώποτε γεγενημένον ὑφ’ ἑτέροις, ἀλλὰ πάντα τὸν μνημο‐ νευόμενον χρόνον μεμενηκὸς ἀπόρθητον διά τε τὰς δυσχωρίας τῶν τόπων καὶ διὰ τὴν περὶ τὸν πόλεμον ἄσκησιν, ἐξ ἀρχῆς μέν φησιν ἅπασαν τὴν
5χώραν Κουρῆτας κατασχεῖν· ἀφικομένου δ’ ἐξ Ἤλιδος Αἰτωλοῦ τοῦ Ἐνδυ‐ μίωνος καὶ τοῖς πολέμοις κρατοῦντος αὐτῶν, τοὺς μὲν Κουρῆτας εἰς τὴν νῦν καλουμένην Ἀκαρνανίαν ὑποχωρῆσαι, τοὺς δ’ Αἰτωλῶι συγκατελθόντας Ἐπειοὺς τὰς ἀρχαιοτάτας κτίσαι τῶν ἐν Αἰτωλίαι πόλεων· δεκάτηι δ’ ὕστερον γενεᾶι τὴν Ἦλιν ὑπὸ Ὀξύλου τοῦ Αἵμονος συνοικισθῆναι, περαιωθέντος ἐκ
10τῆς Αἰτωλίας (F 115). παρατίθησι δὲ τούτων μαρτύρια τὰ ἐπιγράμματα, τὸ μὲν ἐν Θέρμοις τῆς Αἰτωλίας, ὅπου τὰς ἀρχαιρεσίας ποιεῖσθαι πάτριον αὐτοῖς ἐστιν, ἐγκεχαραγμένον τῆι βάσει τῆς Αἰτωλοῦ εἰκόνος·
Χώρης οἰκιστῆρα, παρ’ Ἀλφειοῦ ποτε δίναις
θρεφθέντα, σταδίων γείτον’ Ὀλυμπιάδος,
15
Ἐνδυμίωνος παῖδ’ Αἰτωλοὶ τόνδ’ ἀνέθηκαν
Αἰτωλόν, σφετέρας μνῆμ’ ἀρετῆς ἐσορᾶν. τὸ δ’ ἐν τῆι ἀγορᾶι τῶν Ἠλείων ἐπὶ τῶι Ὀξύλου ἀνδριάντι·
Αἰτωλός ποτε τόνδε λιπὼν αὐτόχθονα δῆμον
κτήσατο Κουρῆτιν γῆν, δορὶ πολλὰ καμών·
20
τῆς δ’ αὐτῆς γενεᾶς δεκατόσπορος Αἵμονος υἱὸς
Ὀξύλος ἀρχαίην ἔκτισε τήνδε πόλιν. (3) τὴν μὲν οὖν συγγένειαν τὴν πρὸς ἀλλήλους τῶν τε Ἠλείων καὶ τῶν Αἰτωλῶν ὀρθῶς ἐπισημαίνεται διὰ τῶν ἐπιγραμμάτων, ἐξομολογουμένων ἀμφοῖν οὐ τὴν συγ‐ γένειαν μόνον, ἀλλὰ καὶ τὸ ἀρχηγέτας ἀλλήλων εἶναι· δι’ οὗ καλῶς ἐξελέγχει
25ψευδομένους τοὺς φάσκοντας τῶν μὲν Αἰτωλῶν ἀποίκους εἶναι τοὺς Ἠλείους, μὴ μέντοι τῶν Ἠλείων τοὺς Αἰτωλούς. τὴν δ’ ἀνομολογίαν τῆς γραφῆς καὶ τῆς ἀποφάσεως (= T 15) φαίνεται τὴν αὐτὴν ἐπιδεδειγμένος κἀνταῦθα, ἥνπερ ἐπὶ τοῦ μαντείου τοῦ ἐν Δελφοῖς παρεστήσαμεν (F 31). εἰπὼν γὰρ ἀπόρθητον ἐκ τοῦ μνημονευομένου χρόνου παντὸς τὴν Αἰτωλίαν, εἰπὼν δὲ καὶ ἐξ ἀρχῆς τὴν χώραν
30ταύτην τοὺς Κουρῆτας κατασχεῖν, ὤφειλε μὲν τοῖς εἰρημένοις ἀκόλουθον τοῦτο φέρειν, ὅτι οἱ Κουρῆτες διέμειναν ἕως εἰς αὐτὸν κατέχοντες τὴν Αἰτωλίαν γῆν ........
ὁ δ’ ἐκλαθόμενος τῆς ὑποσχέσεως οὐ τοῦτ’ ἐπιφέρει, ἀλλὰ τοὐναντίον, ὡς ἀφικο‐ μένου ἐξ Ἤλιδος Αἰτωλοῦ ........ (4) ἴσως δή τις ἂν φαίη λέγειν αὐτὸν ἀπόρ‐ θητον τὴν Αἰτωλίαν ἀφ’ οὗ τοὔνομα τοῦτ’ ἔσχε μετὰ τὴν Αἰτωλοῦ παρουσίαν. ἀλλ’76
35ἀφήιρηται καὶ 〈τούτου〉 τοῦ νοήματος τὸν λόγον, φήσας ἐν τοῖς ἐφεξῆς τὸ μὲν πλεῖστον τοῦ λαοῦ τοῦ διαμένοντος ἐν τοῖς Αἰτωλοῖς τοῦτο εἶναι τὸ τῶν Ἐπειῶν † λέγων· συμμιχθέντων δ’ αὐτοῖς ὕστερον Αἰολέων τῶν ἅμα Βοι‐ ωτοῖς ἐκ Θετταλίας ἀναστάντων, κοινῆι μετὰ τούτων τὴν χώραν κατασχεῖν (auch das ist eine eroberung) ... καὶ Ἀπολλόδωρος (244 F 205) δ’ εἴρηκεν ἐκ τῆς Βοιωτίας
40ἀπελθόντας Ὕαντας ἱστορεῖσθαι καὶ ἐποίκους τοῖς Αἰτωλοῖς γενομένους. ὁ δ’ ὥσπερ κατωρθωκὼς ἐπιλέγει, διότι ταῦτα καὶ τὰ τοιαῦτα «διακριβοῦν εἰώθαμεν, ὅταν ἦι τι τῶν πραγμάτων ἢ παντελῶς ἀπορούμενον ἢ ψευδῆ δόξαν ἔχον». (5) τοιοῦτος δ’ ὢν Ἔφορος ἑτέρων ὅμως κρείττων ἐστίν ... (T 18a).

2a,70,F

122b

STRABON IX 3, 12: παραπλήσια τούτοις (F 31b) καὶ τὰ περὶ τῶν Αἰτωλῶν εἰρημένα. φήσας γὰρ ἀπορθήτους αὐτοὺς ἐκ παντὸς τοῦ χρόνου τοτὲ μὲν Αἰολέας φησὶν οἰκῆσαι τοὺς κατέχοντας βαρ‐ βάρους ἐκβαλόντας, τοτὲ δ’ Αἰτωλὸν μετὰ τῶν ἐξ Ἤλιδος Ἐπειῶν 〈τοῖς
5πολέμοις κρατῆσαι〉 τῶν ἐχθρῶν· τούτους δ’ ὑπ’ Ἀλκμαίωνος καὶ Διομήδους (F 123).

2a,70,F

123a

STRABON X 2, 25: Ἔφορος δ’ οὔ φησι συστρατεῦσαι (sc. ἐπὶ Ἴλιον τοὺς Ἀκαρνᾶνας)· Ἀλκμαίωνα γὰρ τὸν Ἀμφιάρεω, στρατεύ‐ σαντα μετὰ Διομήδους καὶ τῶν ἄλλων Ἐπιγόνων καὶ κατορθώσαντα τὸν πρὸς Θηβαίους πόλεμον, συνελθεῖν Διομήδει καὶ τιμωρήσασθαι μετ’ αὐτοῦ
5τοὺς Οἰνέως ἐχθρούς· παραδόντα δ’ ἐκείνοις τὴν Αἰτωλίαν, αὐτὸν εἰς τὴν Ἀκαρνανίαν παρελθεῖν καὶ ταύτην καταστρέφεσθαι. Ἀγαμέμνονα δ’ ἐν τούτωι τοῖς Ἀργείοις ἐπιθέμενον κρατῆσαι ῥαιδίως, τῶν πλείστων τοῖς περὶ Διομήδη συνακολουθησάντων. μικρὸν δ’ ὕστερον ἐπιπεσούσης τῆς ἐπ’ Ἴλιον ἐξόδου δείσαντα, μὴ ἀπόντος αὐτοῦ κατὰ τὴν στρατείαν ἐπανελθόντες
10οἴκαδε οἱ περὶ τὸν Διομήδη—καὶ γὰρ ἀκούεσθαι μεγάλην περὶ αὐτὸν συνεστραμμένην δύναμιν—κατάσχοιεν τὴν μάλιστα προσήκουσαν αὐτοῖς ἀρχήν—τὸν μὲν γὰρ Ἀδράστου, τὸν δὲ τοῦ πατρὸς εἶναι κληρονόμον—, ταῦτα δὴ διανοηθέντα καλεῖν αὐτοὺς ἐπί τε τὴν τοῦ Ἄργους ἀπόληψιν καὶ τὴν κοινωνίαν τοῦ πολέμου. τὸν μὲν οὖν Διομήδη πεισθέντα μετασχεῖν τῆς
15στρατείας, τὸν δὲ Ἀλκμαίωνα ἀγανακτοῦντα μὴ φροντίσαι· διὰ δὲ τοῦτο μηδὲ κοινωνῆσαι τῆς στρατείας μόνους τοὺς Ἀκαρνᾶνας τοῖς Ἕλλησι. ... (26) ὁ μὲν οὖν Ἔφορος πρὸ τῶν Τρωικῶν ἤδη τὴν Ἀκαρνανίαν ὑπὸ τῶι Ἀλκμαίωνι ποιήσας τό τε Ἄργος τὸ Ἀμφιλοχικὸν ἐκείνου κτίσμα ἀποφαίνει
καὶ τὴν Ἀκαρνανίαν ὠνομάσθαι φησὶν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Ἀκαρνᾶνος,77
20Ἀμφιλόχους δὲ ἀπὸ τοῦ ἀδελφοῦ Ἀμφιλόχου, ὥστε ἐκπίπτει εἰς τὰ παρὰ τὴν Ὁμηρικὴν ἱστορίαν λεγόμενα. Θουκυδίδης (II 68, 3) δὲ καὶ ἄλλοι τὸν Ἀμφίλοχον ἀπὸ τῆς στρατείας τῆς Τρωικῆς ἐπανιόντα, οὐκ ἀρεσκόμενον τοῖς ἐν Ἄργει ταύτην οἰκῆσαί φασι τὴν χώραν, οἱ μὲν κατὰ διαδοχὴν ἥκοντα τῆς τοῦ ἀδελφοῦ δυναστείας, οἱ δ’ ἄλλως.

2a,70,F

123b

STRABON VII 7, 7: μετὰ δὲ τὴν Ἀμβρακίαν τὸ Ἄργος ἐστὶ τὸ Ἀμφιλοχικόν, κτίσμα Ἀλκμαίωνος καὶ τῶν παίδων. Ἔφορος μὲν οὖν φησι τὸν Ἀλκμαίωνα μετὰ τὴν Ἐπιγόνων ἐπὶ τὰς Θήβας στρατείαν παρακληθέντα ὑπὸ Διομήδους συνελθεῖν εἰς Αἰτω‐
5λίαν αὐτῶι καὶ συγκατακτήσασθαι ταύτην τε καὶ τὴν Ἀκαρνανίαν. καλοῦντος δ’ αὐτοὺς ἐπὶ τὸν Τρωικὸν πόλεμον Ἀγαμέμνονος τὸν μὲν Διομήδη πορευ‐ θῆναι, τὸν δ’ Ἀλκμαίωνα μείναντα ἐν τῆι Ἀκαρνανίαι τὸ Ἄργος κτίσαι, καλέσαι δ’ Ἀμφιλοχικὸν ἐπώνυμον τοῦ ἀδελφοῦ, Ἴναχον δὲ τὸν διὰ τῆς χώρας ῥέοντα ποταμὸν εἰς τὸν κόλπον ἀπὸ τοῦ κατὰ τὴν Ἀργείαν προσα‐
10γορεῦσαι. Θουκυδίδης δὲ ...

2a,70,F

124

STRABON X 2, 9: ὁ δὲ τὴν Ἀλκμαιωνίδα γράψας (F 5 Ki) Ἰκαρίου τοῦ Πηνελόπης πατρὸς υἱεῖς γενέσθαι δύο, Ἀλυζέα καὶ Λευκάδιον, δυναστεῦσαι δ’ ἐν τῆι Ἀκαρνανίαι τούτους μετὰ τοῦ πατρός· τούτων οὖν ἐπωνύμους τὰς πόλεις Ἔφορος λέγεσθαι δοκεῖ.

2a,70,F

125

SCHOL. ARISTEID. p. 11, 17 Ddf: οἱ δὲ τὰς ἀποικίας καταλέγουσιν] εἰς Ἔφορον ἀποτείνεται, ὃς περὶ τῆς Ἰωνικῆς ἀποικίας ἔγραψε.

2a,70,F

126

STEPH. BYZ. s. Βέννα· μία φυλὴ τῶν ἐν Ἐφέσωι ε, ἧς οἱ φυλέται Βενναῖοι, ὡς Ἔφορος. ὅτι Ἄνδροκλος ὁ κτίσας Ἔφεσον· ‘οὗτος Πριηνεῦσι βοηθήσας ἐτελεύτησε καὶ οἱ πολλοὶ Ἐφέσιοι σὺν αὐτῶι. οἱ οὖν καταλειφθέντες Ἐφέσιοι ἐστασίασαν κατὰ τῶν Ἀνδρόκλου παίδων, καὶ βουλόμενοι βοήθειαν ἔχειν
5πρὸς αὐτοὺς ἐκ Τέω καὶ Καρήνης ἀποίκους ἔλαβον, ἀφ’ ὧν ἐν Ἐφέσωι δύο φυλαὶ τῶν ε τὰς ἐπωνυμίας ἔχουσιν· οἱ μὲν γὰρ ἐν Βέννηι Βενναῖοι, οἱ δ’ ἐν Εὐωνύμωι τῆς Ἀττικῆς Εὐώνυμοι. οὓς δ’ ἐξ ἀρχῆς ἐν Ἐφέσωι κατέλαβον Ἐφεσίους φασί, τοὺς δ’ ὕστερον ἐπήλυδας Τηίους καὶ Καρηνείους ἀποκαλοῦσι.‘

2a,70,F

127

STRABON XIV 1, 6: φησὶ δ’ Ἔφορος τὸ πρῶτον κτίσμα εἶναι Κρητικόν (sc. τὴν Μίλητον), ὑπὲρ τῆς θαλάττης τετειχισμένον, ὅπου νῦν ἡ πάλαι Μίλητός ἐστιν, Σαρπηδόνος ἐκ Μιλήτου τῆς Κρητικῆς ἀγαγόντος οἰκήτορας καὶ θεμένου τοὔνομα τῆι πόλει τῆς ἐκεῖ πόλεως ἐπώνυμον, κατε‐
5χόντων πρότερον Λελέγων τὸν τόπον· τοὺς δὲ περὶ Νηλέα ὕστερον τὴν νῦν
τειχίσαι πόλιν.78

2a,70,F

128

STRABON I 2, 26: ἀλλὰ μὴν καὶ ἄλλην τινὰ ἱστορίαν εἴρηκεν παλαιὰν Ἔφορος, ἧι οὐκ ἄλογον ἐντυχεῖν καὶ Ὅμηρον. λέγεσθαι γάρ φησιν ὑπὸ τῶν Ταρτησσίων Αἰθίοπας τὴν Λιβύην ἐπελθόντας μέχρι δύσεως τοὺς μὲν αὐτοῦ μεῖναι τοὺς δὲ καὶ τῆς περαίας κατασχεῖν πολλήν. τεκμαίρεται
5δ’ ἐκ τούτου καὶ Ὅμηρον εἰπεῖν οὕτως· ‘Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν.‘

2a,70,F

129a

PLIN. NH IV 119: in ipso vero capite mox Baeticae ... Gadis (sc. insula) ... (120) ab eo latere quo Hispaniam spectat passibus fere C altera insula est M longa passus, M lata, in qua prius oppidum Gadium fuit. vocatur ab Ephoro et Philistide (11 F 3) Erythea, a Timaeo (III) et
5Sileno (175 F 7) Aphrodisias, ab indigenis Junonis. maiorem Timaeus Cotinusam ab oleis vocitatam ait; nostri Tarteson appellant; Poeni Gadir, ita Punica lingua saepem significante. Erythea dicta est, quoniam Tyri aborigines earum orti ab Erythro mari ferebantur. in hac Geryones habitasse a quibusdam existimatur, cuius armenta Hercules abduxerit.
10sunt qui aliam esse eam et contra Lusitaniam arbitrentur eodemque nomine quandam ibi appellant.

2a,70,F

129b

[SKYMN.] orb. descr. 152: εἶτ’ ἐχομένη ἐστὶ νῆσος ἡ καλουμένη Ἐρύθεια, μεγέθει μὲν βραχεῖα παντελῶς, βοῶν 〈δ’〉 ἀγέλας ἔχουσα καὶ βοσκημάτων, προσεμφερεῖς ταύροις τε τοῖς Αἰγυπτίοις καὶ τοῖς κατὰ τὴν Ἤπειρον ἔτι Θεσπρωτίοις. προσεσπερίους 〈δ’〉 Αἰθίοπας οἰκητὰς ἔχειν λέγουσιν
5αὐτὴν γενομένης ἀποικίας (F 128). ταύτης σύνεγγυς δ’ ἐστὶν 〈ἐπιφανὴσ〉 πόλις λαβοῦσα Τυρίων ἐμπόρων ἀποικίαν Γάδειρ’, ὅπου μέγιστα γίνεσθαι λόγος κήτη. μετὰ ταύτην δ’ ἐστὶν ἡμερῶν δυοῖν τελέσαντι πλοῦν ἐμπόριον εὐτυχέστατον ἡ λεγομένη Ταρτησσός, ἐπιφανὴς πόλις, ποταμόρρυτον κασσίτερον ἐκ τῆς Κελτικῆς χρυσόν τε καὶ χαλκὸν φέρουσα πλείονα.

2a,70,F

130

STRABON III 1, 4: ... ἀπὸ τοῦ Ἱεροῦ ἀκρωτηρίου ἀρξά‐ μενοι. τοῦτο δέ ἐστι τὸ δυτικώτατον οὐ τῆς Εὐρώπης μόνον, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης σημεῖον ... αὐτὸ δὲ τὸ ἄκρον καὶ προπεπτωκὸς εἰς τὴν θάλατταν Ἀρτεμίδωρος (V) εἰκάζει πλοίωι, γενομενός, φησίν, ἐν τῶι
5τόπωι· προσλαμβάνειν δὲ τῶι σχήματι νησίδια τρία, τὸ μὲν ἐμβόλου τάξιν
ἔχον, τὰ δὲ ἐπωτίδων, ὑφόρμους ἔχοντα μετρίους. Ἡρακλέους 〈δ’ οὔ〉θ’ ἱερὸν ἐνταῦθα δείκνυσθαι—ψεύσασθαι δὲ τοῦτο Ἔφορον—οὔτε βωμόν, οὔτ’ ἄλλου τῶν θεῶν .....79

2a,70,F

131a

STRABON IV 4, 6: Ἔφορος δὲ ὑπερβάλλουσάν τε τῶι μεγέθει λέγει τὴν Κελτικήν, ὥστε ἧσπερ νῦν Ἰβηρίας καλοῦμεν ἐκείνοις τὰ πλεῖστα προσνέμειν μέχρι Γαδείρων. φιλέλληνάς τε ἀποφαίνει τοὺς ἀνθρώ‐ πους, καὶ πολλὰ ἰδίως λέγει περὶ αὐτῶν οὐκ ἐοικότα τοῖς νῦν. ἴδιον δὲ καὶ
5τοῦτο· ἀσκεῖν γὰρ αὐτοὺς μὴ παχεῖς εἶναι μηδὲ προγάστορας, τὸν δ’ ὑπερβαλλό‐ μενον τῶν νέων τὸ τῆς ζώνης μέτρον ζημιοῦσθαι.

2a,70,F

131b

[SKYMN.] orb. descr. 183: χρῶνται δὲ Κελτοὶ τοῖς ἔθεσιν Ἑλληνικοῖς ἔχοντες οἰκειότατα πρὸς τὴν Ἑλλάδα διὰ τὰς ὑποδοχὰς τῶν ἐπιξενουμένων. σὺν μουσικῆι δ’ ἄγουσιν τὰς ἐκκλησίας, ζηλοῦντες αὐτὴν ἡμερώσεως χάριν. s. F 30.

2a,70,F

132

—VII 2, 1: οὐκ εὖ δ’ οὐδὲ ὁ φήσας ὅπλα αἴρεσθαι πρὸς τὰς πλημμυρίδας τοὺς Κίμβρους· οὐδ’ ὅτι ἀφοβίαν οἱ Κελτοὶ ἀσκοῦντες κατα‐ κλύζεσθαι τὰς οἰκίας ὑπομένουσιν, εἶτ’ ἀνοικοδομοῦσι· καὶ ὅτι πλείων αὐτοῖς συμβαίνει φθόρος ἐξ ὕδατος ἢ πολέμου, ὅπερ Ἔφορός φησιν.

2a,70,F

133

JOSEPH. c. Apion. I 67: περὶ μὲν γὰρ Γαλατῶν τε καὶ Ἰβήρων οὕτως ἠγνόησαν οἱ δοκοῦντες ἀκριβέστατοι συγγραφεῖς, ὧν ἐστιν Ἔφορος, ὥστε πόλιν οἴεται μίαν εἶναι τοὺς Ἴβηρας τοὺς τοσοῦτο μέρος τῆς ἑσπερίου γῆς κατοικοῦντας· καὶ τὰ μήτε γενόμενα παρ’ αὐτοῖς ἔθη
5μήτε λεγόμενα γράφειν ὡς ἐκείνων αὐτοῖς χρωμένων ἐτόλμησαν.

2a,70,F

134a

STRABON V 4, 5: πλησίον δὲ τῆς Κύμης τὸ Μισηνὸν ἀκρωτήριον καὶ ἐν τῶι μεταξὺ Ἀχερουσία λίμνη ..... ταῖς δὲ Βαίαις συνεχὴς ὅ τε Λοκρῖνος κόλπος, καὶ ἐντὸς τούτου ὁ Ἄορνος .... ἐμύθευον δ’ οἱ πρὸ ἡμῶν ἐν τῶι Ἀόρνωι τὰ περὶ τὴν νεκυῖαν τὴν Ὁμηρικήν· καὶ
5δὴ καὶ νεκυομαντεῖον ἱστοροῦσιν ἐνταῦθα γενέσθαι καὶ Ὀδυσσέα εἰς τοῦτ’ ἀφικέσθαι. προσεμύθευον δ’ οἱ ἐπιχώριοι καὶ τοὺς ὄρνεις τοὺς ὑπερπετεῖς γενομένους καταπίπτειν εἰς τὸ ὕδωρ, φθειρομένους ἀπὸ τῶν ἀναφερομένων ἀέρων, καθάπερ ἐν τοῖς Πλουτωνίοις. καὶ τοῦτο 〈τὸ〉 χωρίον Πλουτώνιόν τι ὑπε‐ λάμβανον, καὶ τοὺς Κιμμερίους ἐνταῦθα λέγεσθαι. καὶ εἰσέπλεόν γε οἱ προθυσόμενοι
10καὶ ἱλασόμενοι τοὺς καταχθονίους δαίμονας, ὄντων τῶν ὑφηγουμένων τὰ τοιάδε ἱερέων ἐργολαβηκότων τὸν τόπον. ἔστι δὲ πηγή τις αὐτόθι ποταμίου ὕδατος ἐπὶ τῆι θαλάττηι· τούτου δ’ ἀπείχοντο πάντες τὸ τῆς Στυγὸς ὕδωρ νομίσαντες. καὶ τὸ μαντεῖον ἐνταῦθά που ἵδρυτο· τόν τε Πυριφλεγέθοντα ἐκ τῶν θερμῶν ὑδάτων ἐτεκ‐ μαίροντο τῶν πλησίον καὶ τῆς Ἀχερουσίας. Ἔφορος δὲ τοῖς Κιμμερίοις προσοι‐
15κειῶν τὸν τόπον φησὶν αὐτοὺς ἐν καταγείοις οἰκίαις οἰκεῖν, ἃς καλοῦσιν ἀργίλλας, καὶ διά τινων ὀρυγμάτων παρ’ ἀλλήλους τε φοιτᾶν καὶ τοὺς
ξένους εἰς τὸ μαντεῖον δέχεσθαι πολὺ ὑπὸ γῆς ἱδρυμένον· ζῆν δ’ ἀπὸ μεταλλείας καὶ τῶν μαντευομένων, καὶ τοῦ βασιλέως ἀποδείξαντος αὐτοῖς συντάξεις. εἶναι δὲ τοῖς περὶ τὸ χρηστήριον ἔθος πάτριον μηδένα τὸν ἥλιον80
20ὁρᾶν, ἀλλὰ τῆς νυκτὸς ἔξω πορεύεσθαι τῶν χασμάτων, καὶ διὰ τοῦτο τὸν ποιητὴν περὶ αὐτῶν εἰπεῖν (Od. λ 15), ὡς ἄρα ‘οὐδέ ποτ’ αὐτοὺς Ἠέλιος φαέθων ἐπιδέρκεται.‘ ὕστερον δὲ διαφθαρῆναι τοὺς ἀνθρώπους ὑπὸ βασι‐ λέως τινός, οὐκ ἀποβάντος αὐτῶι τοῦ χρησμοῦ, τὸ δὲ μαντεῖον ἔτι συμμένειν μεθεστηκὸς εἰς ἕτερον τόπον.

2a,70,F

134b

[SKYMN.] orb. descr. 236: μετὰ δὲ Λατίνους ἐστὶν ἐν Ὀπικοῖς πόλις τῆς λεγομένης λίμνης Ἀόρνου πλησίον Κύμη, πρότερον ἣν Χαλκιδεῖς ἀπώικισαν, εἶτ’ Αἰολεῖς· (249) οὗ Κερβέριόν τι δείκνυται ὑποχθόνιον μαντεῖον· ἐλθεῖν φασι δὲ δεῦρο παρὰ Κίρκης ἐπανάγοντ’ Ὀδυσσέα. ἐκ τῆς δὲ Κύμης τῆς πρὸς
5Ἀόρνωι κειμένης κτίσιν κατὰ χρησμὸν ἔλαβεν ἡ Νεάπολις.

2a,70,F

135

STRABON VI 2, 1: ἔνιοι δὲ ἁπλούστερον εἰρήκασιν, ὥσπερ Ἔφορος, τόν γε περίπλουν (sc. τῆς Σικελίας) ἡμερῶν καὶ νυκτῶν πέντε.

2a,70,F

136

—VI 2, 4: ἦσαν γὰρ τῶν βαρβάρων οἱ μὲν ἔνοικοι, τινὲς δ’ ἐκ τῆς περαίας ἐπήιεσαν. οὐδένα δὲ τῆς παραλίας εἴων οἱ Ἕλληνες ἅπτεσθαι, τῆς δὲ μεσογαίας ἀπείργειν παντάπασιν οὐκ ἴσχυον, ἀλλὰ διε‐ τέλεσαν μέχρι δεῦρο Σικελοὶ καὶ Σικανοὶ καὶ Μόργητες καὶ ἄλλοι τινὲς
5νεμόμενοι τὴν νῆσον, ὧν ἦσαν καὶ Ἴβηρες, οὕσπερ πρώτους φησὶ τῶν βαρβάρων Ἔφορος λέγεσθαι τῆς Σικελίας οἰκιστάς.

2a,70,F

137a

—VI 2, 2: αἱ δὲ μεταξὺ Κατάνης καὶ Συρακουσῶν ἐκλελοίπασι, Νάξος καὶ Μέγαρα, ὅπου καὶ αἱ τῶν ποταμῶν ἐκβολαὶ συνελθοῦσαι †καὶ πάντα καταρρεόντων ἐκ τῆς Αἴτνης εἰς εὐλίμενα στόματα· ἐνταῦθα δὲ καὶ τὸ τῆς Ξιφονίας ἀκρωτήριον. φησὶ δὲ ταύτας Ἔφορος
5πρώτας κτισθῆναι πόλεις Ἑλληνίδας ἐν Σικελίαι, δεκάτηι γενεᾶι μετὰ τὰ Τρωικά· τοὺς γὰρ πρότερον δεδιέναι τὰ ληιστήρια τῶν Τυρρηνῶν καὶ τὴν ὠμότητα τῶν ταύτηι βαρβάρων, ὥστε μηδὲ κατ’ ἐμπορίαν πλεῖν. Θεοκλέα δ’ Ἀθηναῖον παρενεχθέντα ἀνέμοις εἰς τὴν Σικελίαν κατανοῆσαι τήν τε οὐδένειαν τῶν ἀνθρώπων καὶ τὴν ἀρετὴν τῆς γῆς, ἐπανελθόντα δὲ Ἀθη‐
10ναίους μὲν μὴ πεῖσαι, Χαλκιδέας δὲ τοὺς ἐν Εὐβοίαι συχνοὺς παραλαβόντα καὶ τῶν Ἰώνων τινάς, ἔτι δὲ Δωριέων, 〈ὧν〉 οἱ πλείους ἦσαν Μεγαρεῖς, πλεῦσαι. τοὺς μὲν οὖν Χαλκιδέας κτίσαι Νάξον, τοὺς δὲ Δωριέας Μέγαρα τὴν Ὕβλαν πρότερον καλουμένην.

2a,70,F

137b

[SKYMN.] orb. descr. 264: ἑξῆς Σικελία νῆσος εὐτυχεστάτη, ἣν τὸ πρότερον μὲν ἑτερόγλωσσα βάρβαρα λέγουσι πλήθη κατα‐
νέμεσθ’ Ἰβηρικά, διὰ τὴν ἑτερόπλευρον δὲ τῆς χώρας φύσιν ὑπὸ τῶν Ἰβήρων Τρινα‐ κρίαν καλουμένην χρόνωι Σικελίαν προσαγορευθῆναι πάλιν Σικελοῦ δυναστεύσαντος·81
5εἶθ’ Ἑλληνικὰς ἔσχεν πόλεις, ὥς φασιν, ἀπὸ τῶν Τρωικῶν δεκάτηι γενεᾶι μετὰ ταῦτα Θεοκλέους στόλον παρὰ Χαλκιδέων λαβόντος—ἦν δ’ οὗτος γένει ἐκ τῶν Ἀθηνῶν— καὶ συνῆλθον, ὡς λόγος, Ἴωνες, εἶτα Δωριεῖς οἰκήτορες. στάσεως δ’ ἐν αὐτοῖς γενο‐ μένης, οἱ Χαλκιδεῖς κτίζουσι Νάξον, οἱ Μεγαρεῖς δὲ τὴν Ὕβλαν.

2a,70,F

138a

STRABON VI 1, 7: εἶθ’ ἡ πόλις οἱ Λοκροὶ οἱ Ἐπι‐ ζεφύριοι, Λοκρῶν ἄποικοι τῶν ἐν τῶι Κρισαίωι κόλπωι, μικρὸν ὕστερον τῆς [ἀπὸ] Κρότωνος καὶ Συρακουσῶν κτίσεως ἀποικισθέντες ὑπὸ Εὐάνθους· Ἔφορος δ’ οὐκ εὖ, τῶν Ὀπουντίων Λοκρῶν ἀποίκους φήσας.

2a,70,F

138b

[SKYMN.] orb. descr. 312: οἱ δὲ λεγόμενοι Ἐπιζεφύριοι πλησίον κεῖνται Λοκροί. τούτους δὲ πρώτους φασὶ χρήσασθαι νόμοις γραπτοῖσιν, οὓς Ζάλευκος ὑποθέσθαι δοκεῖ. εἰσὶν δ’ ἄποικοι τῶν Ὀπουντίων Λοκρῶν· ἔνιοι δὲ Λοκρῶν φασι τῶν ἐν Ὀζόλαις.

2a,70,F

139

STRABON VI 1, 8: πρῶτοι δὲ νόμοις ἐγγραπτοῖς χρήσα‐ σθαι πεπιστευμένοι εἰσί· καὶ πλεῖστον χρόνον εὐνομηθέντας Διονύσιος ἐκπεσὼν ἐκ τῆς Συρακουσίων ἀνομώτατα πάντων διεχρήσατο ...... τῆς δὲ τῶν Λοκρῶν νομογραφίας μνησθεὶς Ἔφορος, ἣν Ζάλευκος συνέταξεν ἔκ
5τε τῶν Κρητικῶν νομίμων καὶ Λακωνικῶν καὶ ἐκ τῶν Ἀρεοπαγιτικῶν, φησὶν ἐν τοῖς πρώτοις καινίσαι τοῦτο τὸν Ζάλευκον ὅτι τῶν πρότερον τὰς ζημίας τοῖς δικασταῖς ἐπιτρεψάντων ὁρίζειν ἐφ’ ἑκάστοις τοῖς ἀδικήμασιν, ἐκεῖνος ἐν τοῖς νόμοις διώρισεν, ἡγούμενος τὰς μὲν γνώμας τῶν δικαστῶν οὐχὶ τὰς αὐτὰς εἶναι περὶ τῶν αὐτῶν, δεῖν δὲ τὰς αὐτὰς 〈εἶναι τὰς
10ζημίασ〉. ἐπαινεῖ δὲ καὶ τὸ ἁπλουστέρως περὶ [τῶν αὐτῶν] συμβολαίων διατάξαι. Θουρίους δ’ ὕστερον ἀκριβοῦν θέλοντας πέρα τῶν Λοκρῶν ἐνδο‐ ξοτέρους μὲν γενέσθαι, χείρονας δέ· εὐνομεῖσθαι γὰρ οὐ τοὺς ἐν τοῖς νόμοις ἅπαντα φυλαττομένους τὰ τῶν συκοφαντῶν, ἀλλὰ τοὺς ἐμμένοντας τοῖς ἁπλῶς κειμένοις. τοῦτο δὲ καὶ Πλάτων εἴρηκεν, ὅτι παρ’ οἷς πλεῖστοι νόμοι καὶ
15δίκαι παρὰ τούτοις καὶ βίοι μοχθηροί, καθάπερ καὶ παρ’ οἷς ἰατροὶ πολλοὶ καὶ νόσους εἰκὸς εἶναι πολλάς.

2a,70,F

140

—VI 1, 12: ὤικουν δὲ Ἰάπυγες τὸν Κρότωνα πρότερον, ὡς Ἔφορός φησιν.

2a,70,F

141

—VI 1, 15: οἰκιστὴς δὲ τοῦ Μεταποντίου Δαύλιος ὁ Κρίσης τύραννος γεγένηται τῆς περὶ Δελφούς, ὥς φησιν Ἔφορος.

2a,70,F

142

—VII 7, 10: ἔστι δ’, ὥς φησιν Ἔφορος, Πελασγῶν
ἵδρυμα (sc. τὸ μαντεῖον τὸ ἐν Δωδώνηι).82

2a,70,F

143

STRABON VIII 1, 3: Ἔφορος μὲν οὖν ἀρχὴν εἶναι τῆς Ἑλλά‐ δος τὴν Ἀκαρνανίαν φησὶν ἀπὸ τῶν ἑσπερίων μερῶν· ταύτην γὰρ συνάπτειν πρώτην τοῖς Ἠπειρωτικοῖς ἔθνεσιν. ἀλλ’ ὥσπερ οὗτος τῆι παραλίαι μέτρωι χρώμενος ἐντεῦθεν ποιεῖται τὴν ἀρχήν, ἡγεμονικόν τι τὴν θάλατταν κρίνων
5πρὸς τὰς τοπογραφίας, ἐπεὶ ἄλλως γ’ ἐνεχώρει κατὰ τὴν Μακεδόνων καὶ Θετταλῶν γῆν ἀρχὴν ἀποφαίνεσθαι τῆς Ἑλλάδος .......

2a,70,F

144

[SKYMN.] orb. descr. 470—478: ἑξῆς διέξιμεν δὲ πάλι τὴν Ἑλλάδα ἐπὶ κεφαλαίου τούς τε περὶ αὐτὴν τόπους ἐθνικῶς ἅπαντας κατ’ Ἔφορον δηλώσομεν. μετὰ τοὺς Ἀκαρνᾶνας μέν ἐστ’ Αἰτωλία, ἐξ Ἤλιδος λαβοῦσα τὴν ἀποικίαν· Κουρῆτες αὐτὴν γὰρ κατώικουν τὸ πρότερον, ἀφικόμενος δ’
5Αἰτωλὸς ἐκ τῆς Ἤλιδος Αἰτωλίαν ὠνόμας’ ἐκείνους ἐκβαλών .......

2a,70,F

145

—535—549: Κρήτη δὲ νῆσος τῆς Πελοποννήσου πέραν κεῖται, μεγάλη τὸ μέγεθος εὐδαίμων τ’ ἄγαν, ἀπὸ τῆς Μαλείας τῆς Λακωνικῆς ἄκρας κατὰ μῆκος εἰς τὸ πέλαγος ἄχρι τῆς Δωρίδος Ῥόδου παρεκτείνουσα καὶ πλείστοις σχεδὸν ὀχλοῖς ἀπ’ ἀρχῆς καὶ πόλεσιν οἰκουμένη. ἀρχαιοτάτους ἔχει δὲ
5τοὺς οἰκήτορας τοὺς δὴ παρ’ αὐτοῖς Ἐτεόκρητας λεγομένους. πρώτους δὲ Κρῆτάς φασι τῆς Ἑλληνικῆς ἄρξαι θαλάττ〈ης τ〉άς τε νησιώτιδας πόλεις κατασχεῖν, ἃς δὲ καὶ συνοικίσαι αὐτῶν Ἔφορος εἴρηκεν· εἶναί φησί τε ἐπώνυμον τὴν νῆσον ἀπὸ Κρητός τινος, τοῦ δὴ γενομένου βασιλέως αὐτόχ‐ θονος· πλοῦν ἡμέρας ἀπέχειν δὲ τῆς Λακωνικῆς.

2a,70,F

146

STRABON X 4, 15 (EUSTATH. Il. Β 649): τοῦ δὲ ποιητοῦ τὸ μὲν ἑκατόμπολιν λέγοντος τὴν Κρήτην (Il. Β 649), τὸ δὲ ἐνενηκοντάπολιν (Od. τ 174), Ἔφορος μὲν ὕστερον ἐπικτισθῆναι τὰς δέκα φησὶ μετὰ τὰ Τρωικὰ ὑπὸ τῶν Ἀλθαιμένει τῶι Ἀργείωι συνακολουθησάντων Δωριέων· τὸν μὲν
5οὖν Ὀδυσσέα λέγει ἐνενηκοντάπολιν ὀνομάσαι. οὗτος μὲν οὖν πιθανός ἐστιν ὁ λόγος. ἄλλοι δ’ ὑπὸ τῶν Ἰδομενέως ἐχθρῶν κατασκαφῆναί φασι τὰς δέκα.

2a,70,F

147

—X 4, 8: ὡς δ’ εἴρηκεν Ἔφορος, ζηλωτὴς ὁ Μίνως ἀρχαίου τινὸς Ῥαδαμάνθυος, δικαιοτάτου ἀνδρός, ὁμωνύμου τοῦ ἀδελφοῦ αὐτοῦ, ὃς πρῶτος τὴν νῆσον ἐξημερῶσαι δοκεῖ νομίμοις καὶ συνοικισμοῖς πόλεων καὶ πολιτείαις, σκηψάμενος παρὰ Διὸς φέρειν ἕκαστα τῶν τιθε‐
5μένων δογμάτων εἰς μέσον. τοῦτον δὴ μιμούμενος καὶ ὁ Μίνως δι’ ἐννέα ἐτῶν, ὡς ἔοικεν, ἀναβαίνων ἐπὶ τὸ τοῦ Διὸς ἄντρον καὶ διατρίβων ἐνθάδε
ἀπήιει συντεταγμένα ἔχων παραγγέλματά τινα, ἃ ἔφασκεν εἶναι προστάγματα τοῦ Διός. ἀφ’ ἧς αἰτίας καὶ τὸν ποιητὴν οὕτως εἰρηκέναι (Od. τ 178)· ‘ἐνθάδε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής.‘ τοιαῦτα δ’ εἰπόν‐83
10τος, οἱ ἀρχαῖοι περὶ αὐτοῦ πάλιν ἄλλους εἰρήκασι λόγους ὑπεναντίους τούτοις, ὡς τυραννικός τε γένοιτο καὶ βίαιος καὶ δασμολόγος, τραγωιδοῦντες τὰ περὶ τὸν Μινώ‐ ταυρον καὶ τὸν λαβύρινθον καὶ τὰ Θησεῖ συμβάντα καὶ Δαιδάλωι (F 32; 57). ταῦτα μὲν οὖν ὁποτέρως ἔχει, χαλεπὸν εἰπεῖν. ἔστι δὲ καὶ ἄλλος λόγος οὐχ ὁμολογούμενος, τῶν μὲν ξένον τῆς νήσου τὸν Μίνων λεγόντων, τῶν δ’ ἐπιχώριον. ὁ μέντοι ποιητὴς
15τῆι δευτέραι δοκεῖ μᾶλλον συνηγορεῖν ἀποφάσει, ὅταν φῆι ὅτι (Il. Ν 450) ‘πρῶτον Μίνωα τέκε Κρήτηι ἐπίουρον

2a,70,F

148

POLYB. VI 45, 1: ἐπὶ δὲ τὴν Κρηταιῶν (sc. πολιτείαν) μετα‐ βάντας ἄξιον ἐπιστῆσαι κατὰ δύο τρόπους, πῶς οἱ λογιώτατοι τῶν ἀρχαίων συγγραφέων Ἔφορος Ξενοφῶν Καλλισθένης (124 F 50) Πλάτων πρῶτον μὲν ὁμοίαν εἶναί φασι καὶ τὴν αὐτὴν τῆι Λακεδαιμονίων, δεύτερον δ’ ἐπαινετὴν
5ὑπάρχουσαν ἀποφαίνουσιν. (2) ὧν οὐδέτερον ἀληθὲς εἶναί μοι δοκεῖ. σκοπεῖν δ’ ἐκ τούτων πάρεστιν. (3) καὶ πρῶτον ὑπὲρ τῆς ἀνομοιότητος διέξιμεν. τῆς μὲν δὴ Λακεδαιμονίων πολιτείας ἴδιον εἶναί φασι πρῶτον μὲν τὰ περὶ τὰς ἐγγαίους κτήσεις, ὧν οὐδενὶ μέτεστι πλεῖον, ἀλλὰ πάντας τοὺς πολίτας ἴσον ἔχειν δεῖ τῆς πολι‐ τικῆς χώρας. (4) δεύτερον τὰ περὶ τὴν τοῦ διαφόρου κτῆσιν, ἧς εἰς τέλος ἀδοκίμου
10παρ’ αὐτοῖς ὑπαρχούσης ἄρδην ἐκ τῆς πολιτείας ἀνηιρῆσθαι συμβαίνει τὴν περὶ τὸ πλεῖον καὶ τοὔλαττον φιλοτιμίαν. (5) τρίτον παρὰ Λακεδαιμονίοις οἱ μὲν βασιλεῖς ἀίδιον ἔχουσι τὴν ἀρχήν, οἱ δὲ προσαγορευόμενοι γέροντες διὰ βίου, δι’ ὧν καὶ μεθ’ ὧν πάντα χειρίζεται τὰ κατὰ τὴν πολιτείαν. (46) παρὰ δὲ Κρηταιεῦσι πάντα τούτοις ὑπάρχει τἀναντία· τήν τε γὰρ χώραν κατὰ δύναμιν αὐτοῖς ἐφιᾶσιν οἱ νόμοι, τὸ δὴ
15λεγόμενον, εἰς ἄπειρον κτᾶσθαι. (2) τό τε διάφορον ἐκτετίμηται παρ’ αὐτοῖς ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον ἀναγκαίαν ἀλλὰ καὶ καλλίστην εἶναι δοκεῖν τὴν τούτου κτῆσιν. (3) καθόλου θ’ ὁ περὶ τὴν αἰσχροκέρδειαν καὶ πλεονεξίαν τρόπος οὕτως ἐπιχωριάζει παρ’ αὐτοῖς ὥστε παρὰ μόνοις Κρηταιεῦσι τῶν ἁπάντων ἀνθρώπων μηδὲν αἰσχρὸν νομίζεσθαι κέρδος. (4) καὶ μὴν 〈τὰ〉 κατὰ τὰς ἀρχὰς ἐπέτεια παρ’
20αὐτοῖς ἐστιν καὶ δημοκρατικὴν ἔχει διάθεσιν. (5) ὥστε πολλάκις διαπορεῖν πῶς ἡμῖν περὶ τῶν τὴν ἐναντίαν φύσιν ἐχόντων ὡς οἰκείων καὶ συγγενῶν ὄντων ἀλλήλοις ἐξηγγέλκασι. (6) καὶ χωρὶς τοῦ παραβλέπειν τὰς τηλικαύτας διαφοράς, καὶ πολὺν δή τινα λόγον ἐν ἐπιμέτρωι διατίθενται, φάσκοντες τὸν Λυκοῦργον μόνον τῶν γεγονότων τὰ συνέχοντα τεθεωρηκέναι. (7) δυεῖν γὰρ ὄντων δι’ ὧν σώιζεται πολίτευμα πᾶν,
25τῆς πρὸς τοὺς πολεμίους ἀνδρείας καὶ τῆς πρὸς σφᾶς αὐτοὺς ὁμονοίας, ἀνηιρηκότα τὴν πλεονεξίαν ἅμα ταύτηι συνανηιρηκέναι πᾶσαν ἐμφύλιον διαφορὰν καὶ στάσιν· (8) ἧι καὶ Λακεδαιμονίους, ἐκτὸς ὄντας τῶν κακῶν τούτων, κάλλιστα τῶν Ἑλλήνων τὰ πρὸς σφᾶς αὐτοὺς πολιτεύεσθαι καὶ συμφρονεῖν. (9) ταῦτα δ’ ἀποφηνάμενοι καὶ θεωροῦντες ἐκ παραθέσεως Κρηταεῖς διὰ τὴν ἔμφυτον σφίσι πλεονεξίαν ἐν πλείσταις
30〈ἰδίαι καὶ〉 κατὰ κοινὸν στάσεσι καὶ φόνοις καὶ πολέμοις ἐμφυλίοις ἀναστρεφομένους, οὐδὲν οἴονται πρὸς σφᾶς εἶναι, θαρροῦσι δὲ λέγειν ὡς ὁμοίων ὄντων τῶν πολιτευμάτων. (10) ὁ δ’ Ἔφορος χωρὶς τῶν ὀνομάτων καὶ ταῖς λέξεσι κέχρηται ταῖς
αὐταῖς, ὑπὲρ ἑκατέρας ποιούμενος τῆς πολιτείας ἐξήγησιν, ὥστ’ εἴ τις μὴ τοῖς κυρίοις ὀνόμασι προσέχοι, κατὰ μηδένα τρόπον ἂν δύνασθαι διαγνῶναι84
35περὶ ὁποτέρας ποιεῖται τὴν διήγησιν.

2a,70,F

149

STRABON X 4, 16: τῆς δὲ πολιτείας, ἧς Ἔφορος ἀνέγραψε, τὰ κυριώτατα ἐπιδραμεῖν ἀποχρώντως ἂν ἔχοι. δοκεῖ δέ, φησίν, ὁ νομο‐ θέτης μέγιστον ὑποθέσθαι ταῖς πόλεσιν ἀγαθὸν τὴν ἐλευθερίαν· μόνην γὰρ ταύτην ἴδια ποιεῖν τῶν κτησαμένων τὰ ἀγαθά, τὰ δ’ ἐν δουλείαι τῶν
5ἀρχόντων, ἀλλ’ οὐχὶ τῶν ἀρχομένων εἶναι. τοῖς δ’ ἔχουσι ταύτην φυλακῆς δεῖν. τὴν μὲν οὖν ὁμόνοιαν διχοστασίας αἰρομένης ἀπαντᾶν, ἣ γίνεται διὰ πλεονεξίαν καὶ τρυφήν· σωφρόνως γὰρ καὶ λιτῶς ζῶσιν ἅπασιν οὔτε φθόνον οὔθ’ ὕβριν οὔτε μῖσος ἀπαντᾶν πρὸς τοὺς ὁμοίους. διόπερ τοὺς μὲν παῖδας εἰς τὰς ὀνομαζομένας ἀγέλας κελεῦσαι φοιτᾶν, τοὺς δὲ τελείους
10〈σιτεῖσθαι〉 ἐν τοῖς συσσιτίοις, ἃ καλοῦσιν ἀνδρεῖα [συσσίτια], ὅπως τῶν ἴσων μετάσχοιεν τοῖς εὐπόροις οἱ πενέστεροι, δημοσίαι τρεφόμενοι. πρὸς δὲ τὸ μὴ δειλίαν ἀλλ’ ἀνδρείαν κρατεῖν ἐκ παίδων ὅπλοις καὶ πόνοις συντρέφειν, ὥστε καταφρονεῖν καύματος καὶ ψύχους καὶ τραχείας ὁδοῦ καὶ ἀνάντους καὶ πληγῶν τῶν ἐν γυμνασίοις καὶ μάχαις ταῖς κατὰ σύνταγμα.
15ἀσκεῖν δὲ καὶ τοξικῆι καὶ ἐνοπλίωι ὀρχήσει, ἣν καταδεῖξαι Κουρῆτα〈σ〉 πρῶτον, ὕστερον δὲ καὶ 〈Πύρριχον〉 συντάξαντα τὴν κληθεῖσαν ἀπ’ αὐτοῦ πυρρίχην, ὥστε μηδὲ τὴν παιδιὰν ἄμοιρον εἶναι τῶν πρὸς πόλεμον χρη‐ σίμων. ὡς δ’ αὔτως καὶ τοῖς ῥυθμοῖς Κρητικοῖς χρῆσθαι κατὰ τὰς ὠιδὰς συντονωτάτοις οὖσιν, οὓς Θάλητα ἀνευρεῖν, ὧι καὶ τοὺς παιᾶνας καὶ τὰς
20ἄλλας τὰς ἐπιχωρίους ὠιδὰς ἀνατιθέασι καὶ πολλὰ τῶν νομίμων· καὶ ἐσθῆτι δὲ καὶ ὑποδέσει πολεμικῆι χρῆσθαι, καὶ τῶν δώρων τιμιώτατα αὐτοῖς εἶναι τὰ ὅπλα. (17) λέγεσθαι δ’ ὑπό τινων, ὡς Λακωνικὰ εἴη τὰ πολλὰ τῶν νομιζομένων Κρητικῶν· τὸ δ’ ἀληθές, εὑρῆσθαι μὲν ὑπ’ ἐκείνων, ἠκριβωκέναι δὲ τοὺς
25Σπαρτιάτας, τοὺς δὲ Κρῆτας ὀλιγωρῆσαι, κακωθεισῶν τῶν πόλεων, καὶ μάλιστα τῆς Κνωσσίων, †τῶν πολεμικῶν· μεῖναι δέ τινα τῶν νομίμων παρὰ Λυττίοις καὶ Γορτυνίοις καὶ ἄλλοις τισὶ πολιχνίοις μᾶλλον ἢ παρ’ ἐκείνοις. καὶ δὴ καὶ τὰ Λυττίων νόμιμα ποιεῖσθαι μαρτύρια τοὺς τὰ Λακω‐ νικὰ πρεσβύτερα ἀποφαίνοντας· ἀποίκους γὰρ ὄντας φυλάττειν τὰ τῆς
30μητροπόλεως ἔθη, ἐπεὶ ἄλλως γε εὔηθες εἶναι τὸ τοὺς βέλτιον συνεστῶτας
καὶ πολιτευομένους τῶν χειρόνων ζηλωτὰς ἀποφαίνειν. οὐκ εὖ δὲ ταῦτα λέγεσθαι· οὔτε γὰρ ἐκ τῶν νῦν καθεστηκότων τὰ παλαιὰ τεκμηριοῦσθαι δεῖν, εἰς τἀναντία ἑκατέρων μεταπεπτωκότων—καὶ γὰρ ναυκρατεῖν πρό‐ τερον τοὺς Κρῆτας (F 145), ὥστε καὶ παροιμιάζεσθαι πρὸς τοὺς προσ‐85
35ποιουμένους μὴ εἰδέναι ἃ ἴσασιν ‘ὁ Κρὴς ἀγνοεῖ τὴν θάλατταν‘, νῦν δ’ ἀποβεβληκέναι τὸ ναυτικόν—〈οὔτε〉 ὅτι ἄποικοί τινες τῶν πόλεων γεγό‐ νασι τῶν ἐν Κρήτηι Σπαρτιατῶν, ἐν τοῖς ἐκείνων νομίμοις διαμένειν ἐπηναγκάσθαι· πολλὰς γοῦν τῶν ἀποικίδων μὴ φυλάττειν τὰ πάτρια, πολλὰς δὲ καὶ τῶν μὴ ἀποικίδων ἐν Κρήτηι τὰ αὐτὰ ἔχειν τοῖς ἀποίκοις ἔθη.
40 (18) τῶν τε Σπαρτιατῶν τὸν νομοθέτην Λυκοῦργον πέντε γενεαῖς νεώτερον Ἀλθαιμένους εἶναι τοῦ στείλαντος τὴν εἰς Κρήτην ἀποικίαν· τὸν μὲν γὰρ ἱστορεῖσθαι Κίσσου παῖδα τοῦ τὸ Ἄργος κτίσαντος περὶ τὸν αὐτὸν χρόνον ἡνίκα Προκλῆς τὴν Σπάρτην συνώικιζε (F 18), Λυκοῦργον δ’ ὁμολογεῖσθαι παρὰ πάντων ἕκτον ἀπὸ Προκλέους γεγονέναι· τὰ δὲ μιμήματα μὴ εἶναι
45πρότερα τῶν παραδειγμάτων μηδὲ τὰ νεώτερα τῶν πρεσβυτέρων. τήν τε ὄρχησιν τὴν παρὰ τοῖς Λακεδαιμονίοις ἐπιχωριάζουσαν καὶ τοὺς ῥυθμοὺς καὶ παιᾶνας τοὺς κατὰ νόμον ἀιδομένους καὶ ἄλλα πολλὰ τῶν νομίμων Κρητικὰ καλεῖσθαι παρ’ αὐτοῖς, ὡς ἂν ἐκεῖθεν ὁρμώμενα. τῶν δ’ ἀρχείων τὰ μὲν καὶ τὰς διοικήσεις ἔχειν τὰς αὐτὰς καὶ τὰς ἐπωνυμίας, ὥσπερ καὶ

2a,70,F

149

(50)

τὴν τῶν γερόντων ἀρχὴν καὶ τὴν τῶν ἱππέων—πλὴν ὅτι τοὺς ἐν Κρήτηι ἱππέας καὶ ἵππους κεκτῆσθαι συμβέβηκεν· ἐξ οὗ τεκμαίρονται πρεσβυτέραν εἶναι τῶν ἐν Κρήτηι ἱππέων τὴν ἀρχήν· σώζειν γὰρ τὴν ἐτυμότητα τῆς προσηγορίας· τοὺς δὲ μὴ ἱπποτροφεῖν—, τοὺς ἐφόρους δὲ τὰ αὐτὰ τοῖς ἐν Κρήτηι κόσμοις διοικοῦντας ἑτέρως ὠνομάσθαι. τὰ δὲ συσσίτια ἀνδρεῖα
55παρὰ μὲν τοῖς Κρησὶν καὶ νῦν ἔτι καλεῖσθαι, παρὰ δὲ τοῖς Σπαρτιάταις μὴ διαμεῖναι, καλούμενα ὁμοίως πρότερον· παρ’ Ἀλκμᾶνι (F 71 Diehl) γοῦν οὕτω κεῖσθαι· ‘θοίναις δὲ καὶ ἐν θιάσοισιν ἀνδρείων παρὰ δαιτυμό‐ νεσσι πρέπει παιᾶνα κατάρχειν.‘ (19) λέγεσθαι δ’ ὑπὸ τῶν Κρητῶν, ὡς καὶ παρ’ αὐτοὺς ἀφίκοιτο Λυκοῦρ‐
60γος κατὰ τοιαύτην αἰτίαν. ἀδελφὸς ἦν πρεσβύτερος τοῦ Λυκούργου Πολυ‐ δέκτης· οὗτος τελευτῶν ἔγκυον κατέλιπε τὴν γυναῖκα. τέως μὲν οὖν ἐβα‐ σίλευεν ὁ Λυκοῦργος ἀντὶ τοῦ ἀδελφοῦ, γενομένου δὲ παιδὸς ἐπετρόπευεν ἐκεῖνον, εἰς ὃν ἡ ἀρχὴ καθήκουσα ἐτύγχανε. λοιδορούμενος δή τις αὐτῶι
σαφῶς εἶπεν εἰδέναι, διότι βασιλεύσοι· λαβὼν δ’ ὑπόνοιαν ἐκεῖνος, ὡς ἐκ86
65τοῦ λόγου τούτου διαβάλλοιτο ἐπιβουλὴ ἐξ αὐτοῦ τοῦ παιδός, δείσας μὴ ἐκ τύχης ἀποθανόντος αἰτίαν αὐτὸς ἔχοι παρὰ τῶν ἐχθρῶν, ἀπῆρεν εἰς Κρήτην. ταύτην μὲν δὴ λέγεσθαι τῆς ἀποδημίας αἰτίαν. ἐλθόντα δὲ πλη‐ σιάσαι Θάλητι μελοποιῶι ἀνδρὶ καὶ νομοθετικῶι, ἱστορήσαντα δὲ παρ’ αὐτοῦ τὸν τρόπον, ὃν Ῥαδάμανθύς τε πρότερον καὶ ὕστερον Μίνως ὡς
70παρὰ τοῦ Διὸς τοὺς νόμους ἐκφέροι εἰς ἀνθρώπους. γενόμενον δὲ καὶ ἐν Αἰγύπτωι καὶ καταμαθόντα καὶ τὰ ἐκεῖ νόμιμα, ἐντυχόντα δ’, ὥς φασί τινες, καὶ Ὁμήρωι διατρίβοντι ἐν Χίωι (F 103), κατᾶραι πάλιν εἰς τὴν οἰκείαν, καταλαβεῖν δὲ τὸν τοῦ ἀδελφοῦ υἱόν, τὸν Πολυδέκτου Χαρίλαον, βασιλεύοντα. εἶθ’ ὁρμῆσαι διαθεῖναι τοὺς νόμους, φοιτῶντα ὡς τὸν θεὸν
75τὸν ἐν Δελφοῖς κἀκεῖθεν κομίζοντα τὰ προστάγματα (F 174), καθάπερ οἱ περὶ Μίνω ἐκ τοῦ ἄντρου τοῦ Διός, παραπλήσια ἐκείνοις τὰ πλείω. (20) τῶν Κρητικῶν τὰ κυριώτατα 〈ταῦτα· καὶ〉 τῶν καθ’ ἕκαστα τοιαῦτα εἴρηκε. γαμεῖν μὲν ἅμα πάντες ἀναγκάζονται παρ’ αὐτοῖς οἱ κατὰ τὸν αὐτὸν χρόνον ἐκ τῆς τῶν παίδων ἀγέλης ἐκκριθέντες· οὐκ εὐθὺς δ’ ἄγονται
80παρ’ ἑαυτοὺς τὰς γαμηθείσας παῖδας, ἀλλ’ ἐπὰν ἤδη διοικεῖν ἱκαναὶ ὦσι τὰ περὶ τοὺς οἴκους· φερνὴ δ’ ἐστίν, ἂν ἀδελφοὶ ὦσι, τὸ ἥμισυ τῆς τοῦ ἀδελφοῦ μερίδος. παῖδας δὲ γράμματά τε μανθάνειν καὶ τὰς ἐκ τῶν νόμων ὠιδὰς καί τινα εἴδη τῆς μουσικῆς. τοὺς μὲν οὖν ἔτι νεωτέρους εἰς τὰ συσσίτια ἄγουσι [τὰ ἀνδρεῖα]· χαμαὶ δὲ καθήμενοι διαιτῶνται μετ’ ἀλλήλων
85ἐν φαύλοις τριβωνίοις καὶ χειμῶνος καὶ θέρους τὰ αὐτά, διακονοῦσί τε καὶ ἑαυτοῖς καὶ τοῖς ἀνδράσι. συμβάλλουσι 〈δ’〉 εἰς μάχην καὶ οἱ ἐκ τοῦ αὐτοῦ συσσιτίου πρὸς ἀλλήλους καὶ πρὸς ἕτερα συσσίτια. καθ’ ἕκαστον δὲ ἀνδρεῖον ἐφέστηκε παιδονόμος. οἱ δὲ μείζους εἰς τὰς ἀγέλας ἄγονται. τὰς δ’ ἀγέλας συνάγουσιν οἱ ἐπιφανέστατοι τῶν παίδων καὶ δυνατώτατοι, ἕκαστος
90ὅσους πλείστους οἷός τέ ἐστιν ἀθροίζων. ἑκάστης δὲ τῆς ἀγέλης ἄρχων ἐστὶν ὡς τὸ πολὺ ὁ πατὴρ τοῦ συναγαγόντος, κύριος ὢν ἐξάγειν ἐπὶ θήραν καὶ δρόμους, τὸν δ’ ἀπειθοῦντα κολάζειν. τρέφονται δὲ δημοσίαι. τακταῖς δέ τισιν ἡμέραις ἀγέλη πρὸς ἀγέλην συμβάλλει μετὰ αὐλοῦ καὶ λύρας εἰς μάχην ἐν ῥυθμῶι, ὥσπερ καὶ ἐν τοῖς πολεμικοῖς εἰώθασιν· ἐκφέρουσι δὲ
95τὰς πληγὰς τὰς μὲν διὰ χειρὸς τὰς δὲ καὶ δι’ ὅπλων σιδηρῶν. (21) ἴδιον δ’ αὐτοῖς τὸ περὶ τοὺς ἔρωτας νόμιμον· οὐ γὰρ πειθοῖ κατερ‐ γάζονται τοὺς ἐρωμένους, ἀλλ’ ἁρπαγῆι. προλέγει τοῖς φίλοις πρὸ τριῶν
ἢ πλειόνων ἡμερῶν ὁ ἐραστὴς ὅτι μέλλει τὴν ἁρπαγὴν ποιεῖσθαι· τοῖς δ’ ἀποκρύπτειν μὲν τὸν παῖδα ἢ μὴ ἐᾶν πορεύεσθαι τὴν τεταγμένην ὁδὸν87

2a,70,F

149

(100)

τῶν αἰσχίστων ἐστίν, ὡς ἐξομολογουμένοις ὅτι ἀνάξιος ὁ παῖς εἴη τοιούτου ἐραστοῦ τυγχάνειν. συνιόντες δ’, ἂν μὲν τῶν ἴσων ἢ τῶν ὑπερεχόντων τις ἦι τοῦ παιδὸς τιμῆι καὶ τοῖς ἄλλοις ὁ ἁρπάζων, ἐπιδιώκοντες ἀνθήψαντο μόνον μετρίως, τὸ νόμιμον ἐκπληροῦντες, τἆλλα δ’ ἐπιτρέπουσιν ἄγειν χαίροντες· ἂν δ’ ἀνάξιος, ἀφαιροῦνται. πέρας δὲ τῆς ἐπιδιώξεώς ἐστιν,
105ἕως ἂν ἀχθῆι ὁ παῖς εἰς τὸ τοῦ ἁρπάσαντος ἀνδρεῖον. ἐράσμιον δὲ νομί‐ ζουσιν οὐ τὸν κάλλει διαφέροντα, ἀλλὰ τὸν ἀνδρείαι καὶ κοσμιότητι. καὶ δωρησάμενος ἀπάγει τὸν παῖδα τῆς χώρας εἰς ὃν βούλεται τόπον· ἐπα‐ κολουθοῦσι δὲ τῆι ἁρπαγῆι οἱ παραγενόμενοι· ἑστιαθέντες δὲ καὶ συνθη‐ ρεύσαντες δίμηνον—οὐ γὰρ ἔξεστι πλείω χρόνον κατέχειν τὸν παῖδα—
110εἰς τὴν πόλιν καταβαίνουσιν. ἀφίεται δ’ ὁ παῖς δῶρα λαβὼν στολὴν πολε‐ μικὴν καὶ βοῦν καὶ ποτήριον—ταῦτα μὲν τὰ κατὰ τὸν νόμον δῶρα— καὶ ἄλλα πλείω καὶ πολυτελῆ, ὥστε συνερανίζειν τοὺς φίλους διὰ τὸ πλῆθος τῶν ἀναλωμάτων. τὸν μὲν οὖν βοῦν θύει τῶι Διὶ καὶ ἑστιᾶι τοὺς συγκατα‐ βαίνοντας· εἶτ’ ἀποφαίνεται περὶ τῆς πρὸς τὸν ἐραστὴν ὁμιλίας, εἴτ’
115ἀσμενίζων τετύχηκεν εἴτε μή, τοῦ νόμου τοῦτ’ ἐπιτρέψαντος, ἵν’, εἴ τις αὐτῶι βία προσενήνεκται κατὰ τὴν ἁρπαγήν, ἐνταῦθα παρῆι τιμωρεῖν ἑαυτῶι καὶ ἀπαλλάττεσθαι· τοῖς δὲ καλοῖς τὴν ἰδέαν καὶ προγόνων ἐπι‐ φανῶν ἐραστῶν μὴ τυχεῖν 〈αἰσχρόν〉, ὡς διὰ τὸν τρόπον τοῦτο παθοῦσιν. ἔχουσι δὲ τιμὰς οἱ παρασταθέντες (οὕτω γὰρ καλοῦσι τοὺς ἁρπαγέντας)·
120ἔν τε γὰρ τοῖς χοροῖς καὶ τοῖς δρόμοις ἔχουσι τὰς ἐντιμοτάτας χώρας, τῆι τε στολῆι κοσμεῖσθαι διαφερόντως τῶν ἄλλων ἐφίεται τῆι δοθείσηι παρὰ τῶν ἐραστῶν. καὶ οὐ τότε μόνον, ἀλλὰ καὶ τέλειοι γενόμενοι διά‐ σημον ἐσθῆτα φέρουσιν, ἀφ’ ἧς γνωσθήσεται ἕκαστος κλεινὸς γενόμενος· τὸν μὲν γὰρ ἐρώμενον καλοῦσι κλεινόν, τὸν δ’ ἐραστὴν φιλήτορα. ταῦτα
125μὲν τὰ περὶ τοὺς ἔρωτας νόμιμα. (22) ἄρχοντας δὲ δέκα αἱροῦνται. περὶ δὲ τῶν μεγίστων συμβούλοις χρῶνται τοῖς γέρουσι καλουμένοις· καθίστανται δ’ εἰς τοῦτο τὸ συνέδριον οἱ τῆς τῶν κόσμων ἀρχῆς ἠξιωμένοι καὶ τἆλλα δόκιμοι κρινόμενοι.

2a,70,F

150

STRABON VIII 6, 14: Καλαυρία νησίδιον .... ἐνταῦθα ἦν ἄσυλον Ποσειδῶνος ἱερόν, καί φασι τὸν θεὸν τοῦτον ἀλλάξασθαι πρὸς μὲν Λητὼ τὴν Καλαυρίαν ἀντιδόντα Δῆλον, πρὸς Ἀπόλλωνα δὲ
Ταίναρον ἀντιδόντα Πυθώ. Ἔφορος δὲ καὶ τὸν χρησμὸν λέγει· ‘ἶσόν88
5τοι Δῆλόν τε Καλαυρίαν τε νέμεσθαι, Πυθώ τ’ ἠγαθέην καὶ Ταίναρον ἠνεμόεντα.‘

2a,70,F

151

PLIN. NH IV 63: Euboea et ipsa avolsa Boeotiae tam modico interfluente Euripo ut ponte iungatur (F 119) ...... (64) antea vocitata est Chalcodontis aut Macris, ut Dionysius (IV) et Ephorus tradunt, ut Aristides (III) Macra, ut Callidemus (VI) Chalcis, aere ibi
5primum reperto, ut Menaechmus (131 F 7) Abantias, ut poetae vulgo Asopis.

2a,70,F

152

SCHOL. BT HOM. Il. Ι 381: οὐδ’ ὅς’ ἐς Ὀρχομενὸν ποτι‐ νίσσεται] τὸν τῆς Βοιωτίας φησίν, ὃν Μινύαι κατώικησαν· πολὺ γὰρ τούτωι παράκειται πεδίον, εἰ πιστός ἐστιν Ἔφορος, πολλὰ δὲ καὶ ταῖς Χάρισι ταῖς αὐτόθι τιμωμέναις δῶρα πέμπεται.

2a,70,F

153

STEPH. BYZ. s. Τέλφουσα· ..... Ἔφορος δὲ Τιλφωσαῖον ὄρος ἐν Ἀλαλκομενίαι.

2a,70,F

154

—s. Ἄβδηρα .... Ἔφορος καὶ τὴν πόλιν Ἄβδηρόν φη‐ σιν, 〈ὁμωνύμως τῶι Ἀβδήρωι〉, ἀφ’ οὗ τὰ Ἄβδηρα. ὁ πολίτης Ἀβδηρίτης. καὶ γὰρ τοῦ Δίολκος τὸ Διολκίτης καὶ τοῦ Ὀξύρυγχος τὸ Ὀξυρυγχίτης· καὶ ἀπὸ τῶν εἰς α οὐδετέρων εὑρίσκεται, ὡς Γάβαλα Γαβαλίτης.

2a,70,F

155

—s. Σηστός (EUSTATH. Dion. 513): πόλις πρὸς τῆι Προποντίδι. λέγεται δὲ ἀρσενικῶς παρὰ Ἐφόρωι· οἱ δὲ Ἀθηναῖοι ‘ἐν τῆι Σηστῶι‘ φασιν.

2a,70,F

156

SCHOL. APOLL. RHOD. II 168: περὶ τοῦ Βοσπόρου ἡ ἱστορία παρὰ τοῖς παλαιοῖς διαφόρως λέγεται. Νύμφις (III) μὲν γάρ φησιν ἱστορεῖν Ἀκαρίωνα (VI), ὡς ἄρα Φρύγες διαπλεῦσαι βουλόμενοι τὸν πορθμὸν κατεσκεύασαν ναῦν ἔχουσαν ἐγκεχαραγμένην προτομὴν ταύρου .... Ἔφορος
5δέ φησιν ἡρπάσθαι τὴν Ἰὼ ὑπὸ Φοινίκων καὶ διακομισθῆναι εἰς Αἴγυπτον, ἀνθ’ ἧς τὸν βασιλέα τῶν Αἰγυπτίων πέμψαι Ἰνάχωι ταῦρον. τετελευτηκότος δὲ ἐκείνου περιιέναι αὐτοὺς παραδεικνύντας, καθὸ πρότερον οὐκ ἐγίνωσκον τὸ ζῶον· τὸν δὲ τόπον προσηγορεῦσθαι, δι’ οὗ οἱ τὸν ταῦρον ἔχοντες ἔπλευσαν, Βόσπορον.

2a,70,F

157

STRABON VII 3, 15: ἑπτάστομος γάρ ἐστιν .... Ἔφορος
δὲ πεντάστομον εἴρηκε τὸν Ἴστρον.89

2a,70,F

158

ANON. PER. P. EUX. 49 (= PS. SKYMN. 835 ff.): τῆς δ’ Εὐρώπης ἐπ’ αὐτοῦ τοῦ στόματος τῆς Μαιώτιδος λίμνης τὸ Παντικάπαιόν ἐστιν ἔσχατον, τοῦ Βοσπόρου βασίλειον ἐπωνομασμένον. ἄνωθεν δὲ τούτων ἡ Σκυθικὴ βάρβαρος πρὸς τὴν ἀοίκητον συνορίζουσά ἐστι γῆν καὶ πᾶσι τοῖς
5Ἕλλησιν ἀγνοουμένην. (2) πρώτους δὲ παρὰ τὸν Ἴστρον εἶναι Καρπίδας εἴρηκεν Ἔφορος· εἶτεν Ἀροτῆρας πρόσω Νευρούς τε μέχρι γῆς πάλιν ἐρήμου διὰ πάγον. (3) πρὸς ἀνατολὰς δὲ ἐκβάντι τὸν Βορυσθένην ποταμὸν τοὺς τὴν λεγομένην Ὕλαιαν οἰκοῦντας Σκύθας εἶναι· Γεωργοὺς δὲ ἐχομένους τούτων ἄνω· ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον· ὑπὲρ δὲ ταύτην
10Ἀνδροφάγων Σκυθῶν ἔθνος· ἐπέκεινα 〈δὲ〉 πάλιν ἔρημον εἶναι ἐχομένην. (4) τὸν Παντικάπην διαβάντι Λιμναίων ἔθνος ἕτερά τε πλείονα οὐ διω‐ νομασμένα, Νομαδικὰ δὲ ἐπικαλούμενα, εὐσεβῆ πάνυ, ὧν οὐδεὶς ἔμψυχον ἀδικήσαι ποτ’ ἄν· οἰκοφόρα δέ, ὡς εἴρηκε, καὶ σιτούμενα γάλακτι Σκυθικαῖς ἱππομολγίαις· ζῶσι δὲ τήν τε κτῆσιν ἀναδεδειχότες κοινὴν ἁπάντων τήν
15τε ὅλην οὐσίαν· καὶ τὸν σοφὸν δὲ Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν φησὶ γενέσθαι τῶν σφόδρα εὐσεβεστάτων (F 42; 182). (5) καὶ κατοικῆσαί τινας εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας καλοῦσιν. εὐσημότατον δὲ εἶναί φησιν τὸ τῶν Σαυροματῶν (F 160) καὶ Γελώνων καὶ τρίτον τὸ τῶν Ἀγα‐ θύρσων ἐπικαλούμενον γένος.

2a,70,F

159

ANON. PER. P. EUX. 49, 6 (= PS. SKYMN. 865 ff.): ἀπὸ δὲ τῶν Μαιωτῶν λαβοῦσα τὸ ὄνομα Μαιῶτις ἑξῆς ἐστι λίμνη κειμένη, εἰς ἣν ὁ Τάναις, ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμ’ Ἀράξεως, ἐπιμίσγεται, ὡς Ἑκαταῖος εἶφ’ ὁ Τήιος (1 F 195; 264 F 13)· ὡς δὲ Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινός,
5ἧς τὸ πέρας ἐστὶν ἄφραστον. ἐξίησι δὲ δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τὴν λεγομένην Μαιῶτιν εἰς τὸν Κιμμέρικόν τε Βόσπορον.

2a,70,F

160a

ANON. PER. P. EUX. 45 (= PS. SKYMN. 865 ff.): τὸν δὲ Τάναιν ποταμόν, ὅς ἐστι τῆς Ἀσίας ὅρος τέμνων τὴν ἤπειρον ἑκατέραν δίχα, πρῶτοι νέμονται Σαρμάται ... εἶτα μετὰ τοὺς Σαρμάτας Μαιωτῶν γένος Ἰαζαματῶν λεγόμενον, ὡς Δημήτριος (85 F 1) εἴρηκεν, ἐφ’ οἷς καὶ
5Μαιῶτις λίμνη λέγεται· ὡς δὲ Ἔφορος λέγει, Σαυροματῶν λέγεται ἔθνος. τούτοις δὲ ἐπιμεμίχθαι τὰς Ἀμαζόνας τοῖς Σαυρομάταις λέγουσιν, ἐλθού‐
σας ποτὲ ἀπὸ τῆς περὶ τὸν Θερμώδοντα γενομένης μάχης· ἐφ’ οἷς ἐπεκλή‐ θησαν οἱ Σαυρομάται Γυναικοκρατούμενοι.90

2a,70,F

160b

STFPH. BYZ. s. Ἰαζα‐ βάται· ἔθνος παρὰ Μαιῶτιν, οὓς Σαυρομάτας φησὶν Ἔφορος.

2a,70,F

161a

SCHOL. APOLL. RHOD. II 1029: ἱστορεῖ Ἔφορος καὶ Νυμφόδωρος (IV) περὶ τούτων (sc. τῶν Μοσσυνοίκων), ὅτι τὸν βασιλέα αὐτῶν ἄδικόν τι κρίναντα ἐγκλείουσι καὶ λιμαγχονοῦσι.

2a,70,F

161b

ANON. PER. P. EUX. 35 (= PS. SKYMN. 900ff.): ἀπὸ ... Κερασοῦντος ἕως πλησίον Κοτυώρου πρῶτον ὤικουν ἔθνος οἱ λεγόμενοι Μοσυνοικοί, ἔθεσιν νόμοις 〈τε〉 ἔργοις 〈τε〉 βαρ‐ βαρικώτατοι· φασὶ γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖς τ’ ἄγαν πύργοις ἐνοικεῖν πάντας, ἐν
5φανερῶι δ’ ἀεὶ ἕκαστα πράττειν. τὸν δ’ ἑαυτῶν βασιλέα δεδεμένον 〈ἐν〉 πύργωι 〈τε〉 συγκεκλεισμένον τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην ἔχοντα· τοῖς φρουροῦσι δ’ αὐτὸν ἐπιμελὲς εἶναι, νομίμως ἵνα πάντα προστάττηι ποιεῖν· εἰ δὲ παραβαίη, κόλασιν αὐτοῦ λαμβάνειν φασὶν μεγίστην, μὴ διδόντας τροφήν.

2a,70,F

162

STRABON XIV 5, 23: φήσαντος δὲ τοῦ Ἐφόρου, διότι τὴν χερρόνησον κατοικεῖ ταύτην ἑκκαίδεκα γένη—τρία μὲν Ἑλληνικά, τὰ δὲ λοιπὰ βάρβαρα χωρὶς τῶν μιγάδων· ἐπὶ θαλάττηι μὲν Κίλικες καὶ Πάμφυλοι καὶ Λύκιοι καὶ Βιθυνοὶ καὶ
5Παφλαγόνες καὶ Μαριανδυνοὶ καὶ Τρῶες καὶ Κᾶρες· Πισίδαι δὲ καὶ Μυσοὶ καὶ Χάλυβες καὶ Φρύγες καὶ Μιλύαι ἐν τῆι μεσογαίαι—διαιτῶν ταῦτα ὁ Ἀπολλόδωρος (244 F 170) ἑπτακαιδέκατόν φησιν εἶναι τὸ τῶν Γαλατῶν ... τῶν δ’ εἰρημένων τὰ μὲν Ἑλληνικὰ μήπω κατὰ τὰ Τρωικὰ κατωικίσθαι, τὰ δὲ βάρβαρα πολλὴν ἔχειν σύγχυσιν διὰ τὸν χρόνον ... (24) φαίνεται δὲ
10οὔτε τοῦ Ἐφόρου τὴν ἀπόφασιν διαιτῶν ἱκανῶς τά τε τοῦ ποιητοῦ ταράττων καὶ καταψευδόμενος. Ἐφόρου τε γὰρ τοῦτο πρῶτον ἀπαιτεῖν ἐχρῆν, τί δὴ τοὺς Χάλυβας τίθησιν ἐντὸς τῆς χερρονήσου τοσοῦτον ἀφεστῶτας καὶ Σινώπης καὶ Ἀμισοῦ πρὸς ἕω; ... ὥστ’ εἰ τοὺς Χάλυβας τῆς χερρονήσου θετέον μέρος, πολὺ μᾶλλον τοὺς Κατάονας καὶ Καππάδοκας ἀμφοτέρους καὶ Λυκάονας δέ, οὓς καὶ αὐτοὺς παρῆκε.
15διὰ τί δ’ ἐν τοῖς μεσογαίοις ἔταξε τοὺς Χάλυβας, οὓς ὁ ποιητὴς Ἁλιζῶνας ἐκάλεσεν ... ἄμεινον γὰρ ἦν διελεῖν καὶ τοὺς μὲν ἐπὶ τῆι θαλάττηι φάναι, τοὺς δὲ ἐν τῆι μεσογαίαι, ὅπερ καὶ ἐπὶ τῆς Καππαδοκίας ποιητέον καὶ τῆς Κιλικίας. ὁ δὲ τὴν μὲν οὐδ’ ὠνόμακε, τοὺς Κίλικας δὲ τοὺς ἐπὶ τῆι θαλάττηι μόνον εἴρηκεν. οἱ οὖν ἐπ’ Ἀντιπάτρωι τῶι Δερβήτηι καὶ οἱ Ὁμοναδεῖς καὶ ἄλλοι πλείους οἱ συνάπτοντες τοῖς
20Πισίδαις ‘οἳ οὐκ ἴσασι θάλατταν ἀνέρες, οὐδέ θ’ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσι‘ (Od. λ 122), τίνα λάβωσι τάξιν; ἀλλ’ οὐδὲ Λυδοὺς οὐδὲ Μήιονας εἴρηκεν ... (25) τίνες δ’ εἰσὶν οἱ μιγάδες; ... (26) πῶς δὲ τρία γένη τῶν Ἑλλήνων ...; εἰ γάρ, ὅτι τὸ παλαιὸν οἱ αὐτοὶ ἦσαν Ἴωνες καὶ Ἀθηναῖοι, λεγέσθωσαν καὶ οἱ Δωριεῖς καὶ οἱ Αἰολεῖς οἱ αὐτοί, ὥστε δύο ἔθνη γίνοιτ’ ἄν· εἰ δὲ διαιρετέον κατὰ τὰ ὕστερα ἔθη, καθάπερ καὶ
25τὰς διαλέκτους, τέτταρα ἂν εἴη καὶ τὰ ἔθνη ... οἰκοῦσι δὲ τὴν χερρόνησον ταύτην, καὶ
μάλιστα κατὰ τὸν τοῦ Ἐφόρου διορισμόν, οὐκ Ἴωνες μόνον, ἀλλὰ καὶ Ἀθηναῖοι ...91

2a,70,F

163a

STRABON XIII 1, 4: Σκύλαξ δὲ ὁ Καρυανδεὺς (III C) ἀπὸ Ἀβύδου ἄρχεται· ὁμοίως δὲ τὴν Αἰολίδα Ἔφορος μὲν λέγει ἀπὸ Ἀβύδου μέχρι Κύμης.

2a,70,F

163b

—XIII 1, 39: ὑπ’ ἐκείνοις (sc. τοῖς Ἰλιεῦσι) γὰρ ἦν ὕστερον ἡ παραλία πᾶσα ἡ μέχρι Δαρδάνου, καὶ νῦν ὑπ’ ἐκείνοις ἐστί. τὸ δὲ παλαιὸν ὑπὸ τοῖς Αἰολεῦσιν ἦν τὰ πλεῖστα, ὥστε Ἔφορος οὐκ ὀκνεῖ πᾶσαν τὴν ἀπὸ Ἀβύδου μέχρι Κύμης καλεῖν Αἰολίδα.

2a,70,F

164

STEPH. BYZ. s. Ἀρίσβη· πόλις τῆς Τρωάδος, Μιτυληναίων ἄποικος, ἧς οἰκισταὶ Σκαμάνδριος καὶ Ἀσκάνιος υἱὸς Αἰνείου. ... ἔστιν ἑτέρα ἐν Λέσβωι, ἀπὸ Ἀρίσβης τῆς Μάκαρος θυγατρός. Ἔφορος δὲ Μέροπος αὐτὴν γενεαλογεῖ, καὶ πρώτην Ἀλεξάνδρωι τῶι Πριάμου γαμηθῆναι.

2a,70,F

165

PLIN. NH V 136: Chios libera, quam Aethaliam Ephorus prisco nomine appellat; Metrodorus (43?) et Cleobulus (VI) Chiam a Chione nymphe; aliqui a nive; et Macrim et Pithyusam.

2a,70,F

166

STEPH. BYZ. s. Ἀναία· ... ἔστι δὲ Καρίας ‘ἀντικρὺ Σάμοιο‘. κέκληται ἀπὸ Ἀναίας Ἀμαζόνος ἐκεῖ ταφείσης, ὡς Ἔφορος.

2a,70,F

167

—s. Βύβασσος· πόλις Καρίας· ἀπὸ Βυβάσσου νομέως περισώσαντος ἀπὸ θαλάσσης καὶ χειμῶνος εἰς Καρίαν ἐκπεσόντα Ποδαλεί‐ ριον. τὸ ἐθνικὸν Βυβάσσιος. Ἔφορος δὲ Βύβαστόν φησι καὶ Βυβάστιον.

2a,70,F

168

—s. Σίμυρος· πόλις Συρίων. Ἔφορος δὲ Σίμυρα οὐδετέρως αὐτήν φησι. τὸ ἐθνικὸν Σιμύριος· τοῦ δὲ οὐδετέρου Σιμυρεύς.

2a,70,F

169

—s. Δέλτα· πόλις πρὸς τῆι Συρίαι καὶ νῆσος Αἰγύπτου, ὡς Ἔφορος· κατ’ Αἰγυπτίους καλουμένη Πτίμυρις ἀπὸ τῆς τοῦ σχήματος ὁμοιότητος

2a,70,F

170

—s. Ἀβρότονον· Λύκος ὁ Ῥηγῖνος (III) χωρίον οἴεται εἶναι, Στράβων δὲ ἐν ιζ βιβλίωι (3, 18) πόλιν φησί, καὶ ἄλλοι. πόλις δὲ Λιβυφοινίκων. καλεῖται δὲ καὶ Νεάπολις, ὡς Ἔφορος.

2a,70,F

171

—s. Καλάθη· πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν· Ἑκαταῖος Εὐρώπηι (1 F 39). Ἔφορος δὲ Καλάθουσαν αὐτήν φησιν.

2a,70,F

172

PLIN. NH VI 198: insulas toto eo mari (sc. Rubro) et Ephorus compluris esse tradidit et Eudoxus (V) et Timosthenes (V) ... contra sinum Persicum Cerne nominatur insula adversa Aethiopiae, cuius neque magnitudo neque intervallum a continente constat. Aethiopas
5tantum populos habere proditur. (199) Ephorus auctor est a Rubro mari
navigantis in eam non posse propter ardores ultra quasdam columnas— ita appellantur parvae insulae—provehi. Polybius (XXXIV 15, 9 B—W) in extrema Mauretania contra montem Atlantem a terra stadia VIII abesse prodidit Cernen; Nepos Cornelius ex adverso maxime Cartha‐92
10ginis ...

2a,70,F

173

SCHOL. PINDAR. P I 120 b: ἔνιοι δὲ Ὑλλίδος στάθμας οὕτω· τῆς Λυκούργου νομοθεσίας. οὗτος γὰρ ἑνδέκατός ἐστιν ἀπὸ Ἡρακ‐ λέους, ὡς Ἔφορος ἱστορεῖ.

2a,70,F

174

CLEM. ALEX. Strom. I 170, 3 p. 106, 1 Stäh: τόν τε Μίνω παρὰ Διὸς δι’ ἐνάτου ἔτους λαμβάνειν τοὺς νόμους ἱστοροῦσι φοιτῶντα εἰς τὸ τοῦ Διὸς ἄντρον, τόν τε αὖ Λυκοῦργον τὰ νομοθετικὰ εἰς Δελφοὺς πρὸς τὸν Ἀπόλλωνα συνεχὲς ἀπιόντα παιδεύεσθαι γράφουσι Πλάτων (Legg. I
5624 A; 632 D) τε καὶ Ἀριστοτέλης (IV) καὶ Ἔφορος.

2a,70,F

175

AELIAN. VH XIII 23: Λυκοῦργος ὁ Λακεδαιμόνιος ὁ Εὐ‐ νόμου παῖς δικαίους βουληθεὶς ἀποφῆναι Λακεδαιμονίους, ὑπὲρ τούτου γε οὐ καλοὺς τοὺς μισθοὺς ἠρύσατο. ἀπήντησε γὰρ αὐτῶι τὸν ὀφθαλμὸν ἐκκοπῆναι ὑπὸ Ἀλκάνδρου, ὡς μὲν τινές φασιν, ἐξ ἐπιβουλῆς λίθωι βληθείς,
5ὡς δὲ ἄλλος διαφοιτᾶι λόγος, βακτηρίαι παθὼν τὸ πάθος. λέγεται δὲ ὁ λόγος πρὸς τοὺς ἄλλα 〈μὲν〉 θελήσαντας ἄλλων δὲ τυχόντας. λέγει δὲ Ἔφορος αὐτὸν λιμῶι διακαρτερήσαντα ἐν φυγῆι ἀποθανεῖν.

2a,70,F

176

STRABON VIII 6, 16: Ἔφορος δ’ ἐν Αἰγίνηι ἄργυρον πρῶτον κοπῆναί φησιν ὑπὸ Φείδωνος· ἐμπόριον γὰρ γενέσθαι διὰ τὴν λυπρότητα τῆς χώρας τῶν ἀνθρώπων θαλαττουργούντων ἐμπορικῶς, ἀφ’ οὗ τὸν ῥῶπον Αἰγιναίαν ἐμπολὴν λέγεσθαι.

2a,70,F

177

THEON Progymn. 2 p. 69, 27 Sp: ὅτι δὲ οὐδὲ τῆς παρα‐ φράσεως ἠμέλουν οἱ παλαιοὶ δῆλον .... πολλὰ δέ ἐστι καὶ ἐξειργασμένα μᾶλλον παρὰ ἑτέροις αὐτῶν· τὸ γοῦν Κυλώνειον ἄγος μᾶλλον [δὲ] Ἡροδότου (V 71) καὶ Ἐφόρου ἐξείργασται Θουκυδίδηι (I 126).

2a,70,F

178

DIOG. LAERT. I 96: ἀλλὰ καὶ Ἔφορος ἱστορεῖ, ὡς εὔ‐ ξαιτο (sc. Περίανδρος), εἰ νικήσειεν Ὀλύμπια τεθρίππωι, χρυσοῦν ἀνδριάντα ἀναθεῖναι. νικήσας δὲ καὶ ἀπορῶν χρυσίου κατά τινα ἑορτὴν ἐπιχώριον κεκοσμημένας ἰδὼν τὰς γυναῖκας πάντα ἀφείλετο τὸν κόσμον καὶ ἔπεμψε
5τὸ ἀνάθημα.

2a,70,F

179

——I 98: οὗτος (sc. Περίανδρος) πρῶτος, δορυφόρους ἔσχε καὶ τὴν ἀρχὴν εἰς τυραννίδα μετέστησε· καὶ οὐκ εἴα ἐν ἄστει ζῆν
τοὺς βουλομένους, καθά φησιν Ἔφορος καὶ Ἀριστοτέλης (Ἀθ. π. 16).93

2a,70,F

180

ATHEN. XII 11 p. 515 D: Ξάνθος ὁ Λυδὸς (III) ἢ ὁ τὰς εἰς αὐτὸν ἀναφερομένας ἱστορίας συγγεγραφώς—Διονύσιος δ’ 〈ἐστὶν〉 ὁ Σκυτοβραχίων (32 T 6), ὡς Ἀρτέμων φησὶν ὁ Κασσανδρεὺς ἐν τῶι Περὶ συναγωγῆς βιβλίων, ἀγνοῶν ὅτι Ἔφορος ὁ συγγραφεὺς μνημονεύει αὐτοῦ
5ὡς παλαιοτέρου ὄντος καὶ Ἡροδότωι τὰς ἀφορμὰς δεδωκότος.

2a,70,F

181

DIOG. LAERT. I 40: Ἀρχέτιμος δὲ ὁ Συρακούσιος (VI) ὁμιλίαν αὐτῶν (sc. τῶν ἑπτὰ σοφῶν) ἀναγέγραφε παρὰ Κυψέλωι, ἧι καὶ αὐτός φησι παρατυχεῖν· Ἔφορος δὲ παρὰ Κροίσωι πλὴν Θαλοῦ.

2a,70,F

182

—I 41: στασιάζεται δὲ καὶ περὶ τοῦ ἀριθμοῦ αὐτῶν .... Ἔφορος δὲ ἀντὶ Μύσωνος Ἀνάχαρσιν (sc. ἐγκρίνει).

2a,70,F

183

ATHEN. XII 26 p. 523 E: Μιλήσιοι δ’ ἕως μὲν οὐκ ἐτρύφων, ἐνίκων Σκύθας, ὥς φησιν Ἔφορος, καὶ τάς τε ἐφ’ Ἑλλησπόντωι πόλεις ἔκτισαν καὶ τὸν Εὔξεινον Πόντον κατώικισαν πόλεσι λαμπραῖς, καὶ πάντες ὑπὸ τὴν Μίλητον ἔθεον. ὡς δὲ ὑπήχθησαν ἡδονῆι καὶ τρυφῆι,
5κατερρύη τὸ τῆς πόλεως ἀνδρεῖον, φησὶν ὁ Ἀριστοτέλης (IV), καὶ παροιμία τις ἐγεννήθη ἐπ’ αὐτῶν ‘πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι‘.

2a,70,F

184

SCHOL. APOLL. RHOD. I 974: Κλείτη δὲ θυγάτηρ Μέρο‐ πος Περκωσίου τὸ γένος, μάντεως, ἣν Κύζικος ἔγημεν, ὡς ἱστορεῖ Δηίοχος (III) καὶ Ἔφορος.

2a,70,F

185

STRABON XII 3, 10: τὸ δὲ Κύτωρον ἐμπόριον ἦν ποτε Σινω‐ πέων, ὠνόμασται δὲ ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός, ὡς Ἔφορός φησιν.

2a,70,F

186

SCHOL. PINDAR. P I 146 b: οἷα Συρακοσίων ἀρχῶι δαμασ‐ θέντες πάθον, ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντωι βάλεν ἁλικίαν, Ἑλλάδ’ ἐξέλκων βαρείας δουλίας] ἔνιοι μὲν Ἑλλάδα τὴν Σικελίαν ἤκουσαν, τινὲς δὲ Ἑλλάδα τὴν Ἀττικήν. εἰκὸς δὲ ταῖς Ἐφόρου ἱστορίαις ἐντυχόντα τὸν Πίνδαρον
5ἐξηκολουθηκέναι αὐτὸν αὐτῶι. ἱστορεῖ γὰρ Ἔφορος τοιοῦτον, ὅτι παρα‐ σκευαζομένου Ξέρξου τὸν ἐπὶ τῆι Ἑλλάδι στόλον, πρέσβεις παραγενέσθαι πρὸς Γέλωνα τὸν τύραννον ἱκετεύοντας εἰς τὸν τῶν Ἑλλήνων σύλλογον ἐλθεῖν· ἐκ δὲ Περσῶν καὶ Φοινίκων πρέσβεις πρὸς Καρχηδονίους προσ‐
τάσσοντας ὡς πλεῖστον δέοι στόλον εἰς Σικελίαν βαδίζειν 〈καὶ〉 κατα‐94
10στρεψαμένους τοὺς τὰ τῶν Ἑλλήνων φρονοῦντας πλεῖν ἐπὶ Πελοπόννησον. ἀμφοτέρων δὲ τὸν λόγον δεξαμένων καὶ τοῦ μὲν Ἱέρωνος συμμαχῆσαι τοῖς Ἕλλησι προθυμουμένου, τῶν δὲ Καρχηδονίων ἑτοίμων ὄντων συμπρᾶξαι τῶι Ξέρξηι, Γέλωνα διακοσίας εὐτρεπίσαντα ναῦς καὶ δισχιλίους ἱππεῖς καὶ πεζοὺς μυρίους κατακοῦσαι στόλον Καρχηδονίων καταπλεῖν ἐπὶ Σικελίαν,
15καὶ διαμαχησάμενον μὴ μόνον τοὺς Σικελιώτας ἐλευθερῶσαι, ἀλλὰ καὶ σύμ‐ πασαν τὴν Ἑλλάδα. εἰκὸς οὖν ταύτηι τῆι ἱστορίαι ἐντετυχηκέναι τὸν Πίνδαρον.

2a,70,F

187

PLUTARCH. De Herod. mal. 36 p. 869 A: ‘Νάξιοι γὰρ τρεῖς ἔπεμψαν τριήρεις συμμάχους τοῖς βαρβάροις, εἷς δὲ τῶν τριηράρχων Δημόκριτος ἔπεισε τοὺς ἄλλους ἑλέσθαι τὰ τῶν Ἑλλήνων (Herod. VIII 46)‘ ..... 〈ἀντι〉μαρτυρεῖ δ’ αὐτῶι τῶν μὲν πρεσβυτέρων Ἑλλάνικος (4 F 183),
5τῶν δὲ νεωτέρων Ἔφορος, ὁ μὲν ἓξ ὁ δὲ πέντε ναυσὶν αὐτοὺς Ναξίους ἐλθεῖν τοῖς Ἕλλησι βοηθοῦντας ἱστορήσας.

2a,70,F

188

SCHOL. PINDAR. I V 63: ὑπαινίττεται δὲ τὴν περὶ Σαλα‐ μῖνα ναυμαχίαν τῶν Ἑλλήνων, ἧς ἔλαβον τὰ ἀριστεῖα οἱ Αἰγινῆται, καθά φησιν Ἡρόδοτός (VIII 93) τε καὶ Ἔφορος.

2a,70,F

189

PLUTARCH. De Herod. mal. 5 p. 855 F: περὶ Θεμιστο‐ κλέους Ἔφορος μὲν εἰπών, ὅτι τὴν Παυσανίου προδοσίαν ἔγνω καὶ τὰ πρασσόμενα πρὸς τοὺς βασιλέως στρατηγούς, «ἀλλ’ οὐκ ἐπείσθη», φησίν, «οὐδὲ προσεδέξατο κοινουμένου καὶ παρακαλοῦν‐
5τος αὐτὸν ἐπὶ τὰς 〈αὐτὰσ〉 ἐλπίδας.» Θουκυδίδης (I 135) δὲ καὶ τὸ παράπαν τὸν λόγον τοῦτον ὡς κατεγνωκὼς παρῆκεν.

2a,70,F

190

—Them. 27: Θουκυδίδης (I 137, 3) μὲν οὖν καὶ Χάρων ὁ Λαμψακηνὸς (III) ἱστοροῦσι τεθνηκότος Ξέρξου (a. 465) πρὸς τὸν υἱὸν αὐτοῦ τῶι Θεμιστοκλεῖ γενέσθαι τὴν ἔντευξιν. Ἔφορος δὲ καὶ Δείνων (III) καὶ Κλείταρχος (137 F 33) καὶ Ἡρακλείδης (III), ἔτι δ’ ἄλλοι πλείονες,
5πρὸς αὐτὸν ἀφικέσθαι τὸν Ξέρξην. τοῖς δὲ χρονικοῖς δοκεῖ μᾶλλον ὁ Θουκυδίδης συμφέρεσθαι, καίπερ οὐδ’ αὐτοῖς ἀτρέμα συνταττομένοις.

2a,70,F

191

PAP. OXYRH. XIII 1610 frg. 1: .......].α̣ν κ̣[.... | .......]ι̣ ποτε τ.[.. | .......]τ̣ην τ̣[.... | .......]νι̣.[.. ἀνα]|γ̣[κ]α̣ῖόν [ἐ]σ̣τιν̣ [.....] | εἰ̣[ς] τὰ τότε π[ερὶ τοῦ] | Θεμιστοκλέο[υς. λέ]γουσι δ’ οἱ μὲν ὅ̣[τι ὑπέ]|μνησεν αὐτ̣[ὸν ὧν]| περί τε τῆς ν[αυμα]|χίας καὶ τῆς γ̣[εφύρας | προ]ήγγειλε· π[ερὶ μὲν | τῆ]ς̣ ναυ‐
5μαχ[ίας ... | ..].α̣[....... frg. 2: | ...]ων ἐσπο̣ύ̣δ̣[ασε· | τίς] δὲ τοσούτοι̣[ς δι|ὰ τ]ῶν ἔργω[ν .... frg. 3: .]ε[..]ω[..] ἐκ[εῖνον] | μ̣ὲν ὑπὸ τῆς πόλε[ως] | ἠτιμασμένον, τ[ὴν] | δὲ πόλιν διὰ τ[ὰ]ς ἐ|κείνου πράξε̣[ι]ς τῆς μεγίστης τιμῆς ὑπὸ | τῶν Ἑλλήνων ἀξι|ωθεῖσαν· ἣ μεγάλην | [ἡγεμονί]αν (?) οἷον τ̣.95
10frg. 4—5: ..... σο]φ̣[ωτάτην καὶ] | [δικαι]οτ̣ά̣[την (?) ... | ....]τα[τ]η[ν] κ̣[αὶ | χαλεπ]ω‐ τάτην [γενο|μένη]ν̣ πρὸς ἐκε[ῖνον. | οἱ δ’ ὑ]πολαμβάνου[σιν | ὅτι εἴ]περ ἐβουλή[θη | ἐκδο]ῦναι (?) τὴ̣[ν ἡγε|μονία]ν α̣π̣α̣[.... frg. 6: ε̣ι̣ρ̣η̣[μεν... ὅθεν] | παρεξ̣[έβ]ημ̣εν· Ἀ[θη]|ναῖοι [δ]ὲ Κ[ί]μωνος | τοῦ Μιλτιάδου στρα|τηγοῦντος ἐκπλεύ|σαντες ἐκ Βυζαντί|ου μετὰ τῶν συμμά|χων [Ἠι]όνα τὴν ἐπὶ |
15Στρ[υμό]νι Περσῶν ἐ|χόν[τω]ν εἷλον καὶ | [Σκῦρο]ν̣, ἣν ν̣ῆσ̣[ο]ν̣ frg. 7 col. I: ............]τ̣ην | [...........]ν̣ειται | [........].ης̣ αὐ|[τοῦ γὰρ (?) πρ]ὸς Λυκο|[μήδην τὸν β]α̣σ̣ι̣λ̣έ̣α̣ col. II v. 52—55: wenige buchstaben erhalten frg. 8: παραθ]αλα[ττίων | καλο]υμένω[ν πόλε|ων ὅσ]αι μὲν ἐκ τ[ῆς | Ἑλλά]δος ἦσα[ν ἀ|πωι]κισμέναι π[αρα]|χρῆμα σ̣υν̣[έπεισε
20frg. 9; 10; 53: ....... Κίμων πυν|θανόμενος τὸ]ν̣ τ[ῶν | Περσῶν στόλο]ν περὶ | [τὴν Κύπρον συ]ντετά|[χθαι, διακοσί]α̣ις πεν̣|[τήκοντα π]ρ̣[ὸς] τρια|[κοσίας κ]α̣ὶ τετταρ[ά|‐ κοντα]. παραταχ[θεί|σ]ας δὲ πολὺν χρόνο[ν] | πολλὰς μὲν τῶν κ̣[ιν]|δυνευουσῶν βαρβα̣[ρι]|κῶν νεῶν διέφθε[ι|ρ]εν, ἑκατὸν δ’ αὐτοῖς | ἀνδράσιν εἷλε ζωγρή|[σας τ]ὸν π̣[.....]ων. col. II v. 77—83 zeilenanfänge.
25frg. 11: ........ τὸν μὲ]ν | [στρατηγὸ]ν̣ αὐτῶν | [Φερενδάτη]ν̣ (F 192) ἀδελ|[φιδοῦν ὄντ]α̣ τοῦ βασ[ι|λέως ἐν τῆι] σκηνῆι frg. 12—13 col. I 89—90: —col. II ............]ε̣ | [..]δ̣ι̣ετέλ[ουν ὄ]ν̣τες· | [ὥστ]ε νομίζοντες ἀ|πὸ τῆς ἠπείρ[ου] τὴν | ἔφοδον αὐτ[οῖς γεγ]ο|νέναι τῶν π[ο]λ̣ε̣μί|ων πρὸς τὰ[ς] ν̣α̣ῦ[ς] ἔ̣|φευγον, ὑπολαμβά|νοντες αὐτοῖς εἶναι | φιλίας. οὐ δὴ πολλοὶ | μὲν ὑπὸ τῶν
30κατα|λ̣ε̣ι̣φ̣θέντων ἐκεῖ | φυλάκων ἀπέθνη|[σκον] ἐν τῆι νυκτί, | πολλοὶ δὲ ζῶντες ἡ|λίσκοντο, περιπίπτον|τες τοῖς Ἕ̣λ̣λ̣η̣σιν διὰ | τὴν ἀπορίαν ὅπου | τ̣[ρ]άπ[ο]ι̣[ντο] καὶ τὸν | [ἐ]ξ[αίφνης] αὐτοῖς ἐ̣|[πιπεσόντα φόβ]ον (?) | [............]α̣τα̣ frg. 14: ]στρα[τιωτ?] | νυ[κτ?] | [αὐ]τοῖς πυρ[σον?] | ]ιηνα[..... | ...]ο̣ν.[ frg. 16: ....... ἀνε]κ̣ο̣ι̣νοῦ|[το τὴν ....].ιν πρὸς | [τὸν συνευνοῦχον (?)] Μιθρι|[δά‐
35την κατα]κ̣[ο]ιμι|[στὴν τοῦ βασιλέ]ω̣ς | [.............]ν frg. 15: ............τ]ους (?) [.. | ... λογχ]ο̣φ̣όρους (?) ω̣[. | ......]ων ἐτύγχα|[νεν ὁ Ἀ]ρταξέρξης | [ἅμα μ]ὲ̣ν αὐτὸς κατα|[σχεῖν τ]ὴ̣ν βασιλείαν | [βουλόμ]ενος, ἅμα δὲ | [δεδιὼ]ς μὴ πραγ[μα
frg. 17—62: dürftigste reste. frg. 35 v. 228: Πε̣λασγούς̣ [ | ]ν τινα[ | κα]ταφυγ[96

2a,70,F

192

PLUTARCH. Kim. 12: Ἔφορος μὲν οὖν Τιθραύστην φησὶ τῶν βασιλικῶν νεῶν ἄρχειν καὶ τοῦ πεζοῦ Φερενδάτην· Καλλισθένης (124 F 15) δ’ Ἀριομάνδην τὸν Γωβρύου κυριώτατον ὄντα τῆς δυνάμεως παρὰ τὸν Εὐρυμέδοντα ταῖς ναυσὶ παρορμεῖν, οὐκ ὄντα μάχεσθαι τοῖς
5Ἕλλησι πρόθυμον, ἀλλὰ προσδεχόμενον ὀγδοήκοντα ναῦς Φοινίσσας ἀπὸ Κύπρου προσπλεούσας. ταύτας φθῆναι βουλόμενος ὁ Κίμων ἀνήχθη βιά‐ ζεσθαι παρεσκευασμένος, ἂν ἑκόντες μὴ ναυμαχῶσιν. οἱ δὲ πρῶτον μέν, ὡς μὴ βιασθεῖεν, εἰς τὸν ποταμὸν εἰσωρμίσαντο· προσφερομένων δὲ τῶν Ἀθηναίων ἀντεξέπλευσαν, ὡς ἱστορεῖ Φανόδημος (III), ἑξακοσίαις ναυσίν,
10ὡς δ’ Ἔφορος τετταράκοντα καὶ τριακοσίαις.

2a,70,F

193

SCHOL. ARISTOPH. Nub. 859: Περικλῆς πολλῶν ὄντων χρημάτων ἐν τῆι ἀκροπόλει εἰς τὸν πόλεμον τὰ πλεῖστα ἀνάλωσε. φασὶ δέ, ὅτι καὶ λογισμοὺς διδοὺς τάλαντα εἴκοσιν ἁπλῶς εἶπεν εἰς τὸ δέον ἀνηλωκέναι. φησὶ δὲ Ἔφορος ὅτι μετὰ ταῦτα μαθόντες οἱ Λακεδαιμόνιοι Κλεανδρίδην
5μὲν ἐδήμευσαν, Πλειστοάνακτα δὲ ιε ταλάντοις ἐζημίωσαν, ὑπολαβόντες δωροδοκήσαντας αὐτοὺς διὰ τὸ φείσασθαι τῆς λοιπῆς Ἀθηναίων γῆς ὑπὸ τῶν περὶ τὸν Περικλέα, μὴ θελήσαντα γυμνῶς εἰπεῖν ὅτι ‘δέδωκα τοῖς Λακεδαιμονίων βασιλεῦσι τὸ ἐνδεέσ‘.

2a,70,F

194

PLUTARCH. Perikl. 27: Ἔφορος δὲ καὶ μηχαναῖς χρή‐ σασθαι τὸν Περικλέα, τὴν καινότητα θαυμάσαντα, Ἀρτέμωνος τοῦ μηχανικοῦ παρόντος, ὃν χωλὸν ὄντα καὶ φορείωι πρὸς τὰ κατεπείγοντα τῶν ἔργων προσκομιζόμενον ὀνομασθῆναι
5περιφόρητον. τοῦτο μὲν οὖν Ἡρακλείδης ὁ Ποντικὸς (IV) ἐλέγχει τοῖς Ἀνακρέοντος ποιήμασιν, ἐν οἷς ‘ὁ περιφόρητος Ἀρτέμων‘ ὀνομάζεται πολλαῖς ἔμπροσθεν ἡλικίαις τοῦ περὶ Σάμον πολέμου.

2a,70,F

195

——28: ἐνάτωι δὲ μηνὶ τῶν Σαμίων παραστάντων ὁ Περικλῆς τὰ τείχη καθεῖλε καὶ τὰς ναῦς παρέλαβε καὶ χρήμασι πολλοῖς ἐζημίωσεν, ὧν τὰ μὲν εὐθὺς ἤνεγκαν οἱ Σάμιοι, τὰ δ’ ἐν χρόνωι ῥητῶι ταξάμενοι κατοίσειν ὁμήρους ἔδωκαν. Δοῦρις δ’ ὁ Σάμιος (76 F 67) τούτοις
5ἐπιτραγωιδεῖ πολλὴν ὠμότητα τῶν Ἀθηναίων καὶ τοῦ Περικλέους κατηγορῶν, ἣν οὔτε Θουκυδίδης (I 117) ἱστόρηκεν οὔτ’ Ἔφορος οὔτ’ Ἀριστοτέλης (IV).

2a,70,F

196

DIODOR. XII 38: Ἀθηναίοις καὶ Λακεδαιμονίοις ἐνέστη πόλεμος
ὁ κληθεὶς Πελοποννησιακός, μακρότατος τῶν ἱστορημένων πολέμων. ἀναγκαῖον δ’ ἐστὶ καὶ τῆς ὑποκειμένης ἱστορίας οἰκεῖον [τὸ] προεκθέσθαι τὰς αἰτίας αὐτοῦ. (2) Ἀθηναῖοι τῆς κατὰ θάλατταν ἡγεμονίας ἀντεχόμενοι τὰ ἐν Δήλωι κοινῆι συνη‐97
5γμένα χρήματα, τάλαντα σχεδὸν ὀκτακισχίλια, μετήνεγκαν εἰς τὰς Ἀθήνας καὶ παρέ‐ δωκαν φυλάττειν Περικλεῖ. οὗτος δ’ ἦν εὐγενείαι καὶ δόξηι καὶ λόγου δεινότητι πολὺ προέχων τῶν πολιτῶν. μετὰ δέ τινα χρόνον ἀνηλωκὼς ἀπ’ αὐτῶν ἰδίαι πλῆθος ἱκανὸν χρημάτων καὶ λόγον ἀπαιτούμενος εἰς ἀρρωστίαν ἐνέπεσεν, οὐ δυνάμενος τῶν πεπιστευμένων ἀποδοῦναι τὸν ἀπολογισμόν. (3) ἀδημονοῦντος δ’ αὐτοῦ περὶ τούτων,
10Ἀλκιβιάδης ὁ ἀδελφιδοῦς, ὀρφανὸς ὤν, τρεφόμενος παρ’ αὐτῶι, παῖς ὢν τὴν ἡλικίαν ἀφορμὴν αὐτῶι παρέσχετο τῆς περὶ τῶν χρημάτων ἀπολογίας. θεωρῶν γὰρ τὸν θεῖον λυπούμενον ἐπηρώτησε τὴν αἰτίαν τῆς λύπης· τοῦ δὲ Περικλέους εἰπόντος ὅτι τὴν περὶ τῶν χρημάτων ἀπολογίαν αἰτούμενος ‘ζητῶ πῶς ἂν δυναίμην ἀποδοῦναι τὸν περὶ τούτων λόγον τοῖς πολίταισ‘, ὁ Ἀλκιβιάδης ἔφησε δεῖν αὐτὸν ζητεῖν μὴ πῶς
15ἀποδῶι τὸν λόγον, ἀλλὰ πῶς μὴ ἀποδῶι. (4) διόπερ Περικλῆς ἀποδεξάμενος τὴν τοῦ παιδὸς ἀπόφασιν ἐζήτει δι’ οὗ τρόπου τοὺς Ἀθηναίους δύναιτ’ ἂν ἐμβαλεῖν εἰς μέγαν πόλεμον· οὕτω γὰρ μάλιστα ὑπελάμβανε διὰ τὴν ταραχὴν καὶ τοὺς τῆς πόλεως περισπασμοὺς καὶ φόβους ἐκφεύξεσθαι τὸν ἀκριβῆ λόγον τῶν χρημάτων. (39, 1) πρὸς δὲ ταύτην τὴν ἀφορμὴν συνεβάλετ’ αὐτῶι καὶ ταὐτόματον διὰ
20τοιαύτας αἰτίας. τὸ τῆς Ἀθηνᾶς ἄγαλμα Φειδίας μὲν κατεσκεύαζε, Περι‐ κλῆς δὲ ὁ Ξανθίππου καθεσταμένος ἦν ἐπιμελητής. τῶν δὲ συνεργασα‐ μένων τῶι Φειδίαι τινὲς διδαχθέντες ὑπὸ τῶν ἐχθρῶν τοῦ Περικλέους ἐκάθισαν ἐπὶ τὸν τῶν 〈δώδεκα〉 θεῶν βωμόν· διὰ δὲ τὸ παράδοξον προσκαλούμενοι ἔφασαν πολλὰ τῶν ἱερῶν χρημάτων ἔχοντα Φειδίαν δείξειν,
25ἐπισταμένου καὶ συνεργοῦντος τοῦ ἐπιμελητοῦ Περικλέους. (2) διόπερ ἐκκλησίας συνελθούσης περὶ τούτων οἱ μὲν ἐχθροὶ τοῦ Περικλέους ἔπεισαν τὸν δῆμον συλλαβεῖν τὸν Φειδίαν, καὶ αὐτοῦ τοῦ Περικλέους κατηγόρουν ἱεροσυλίαν. πρὸς δὲ τούτοις Ἀναξαγόραν τὸν σοφιστήν, διδάσκαλον ὄντα Περικλέους, ὡς ἀσεβοῦντα εἰς τοὺς θεοὺς ἐσυκοφάντουν· συνέπλεκον δ’ ἐν
30ταῖς κατηγορίαις καὶ διαβολαῖς τὸν Περικλέα, διὰ τὸν φθόνον σπεύδοντες διαβαλεῖν τὴν τἀνδρὸς ὑπεροχήν τε καὶ δόξαν. (3) ὁ δὲ Περικλῆς εἰδὼς τὸν δῆμον ἐν μὲν τοῖς πολεμικοῖς ἔργοις θαυμάζοντα τοὺς ἀγαθοὺς ἄνδρας διὰ τὰς κατεπειγούσας χρείας, κατὰ δὲ τὴν εἰρήνην τοὺς αὐτοὺς συκο‐ φαντοῦντα διὰ τὴν σχολὴν καὶ φθόνον, ἔκρινε συμφέρειν αὑτῶι τὴν πόλιν
35ἐμβαλεῖν εἰς μέγαν πόλεμον, ὅπως χρείαν ἔχουσα τῆς Περικλέους ἀρετῆς καὶ στρατηγίας μὴ προσδέχηται τὰς κατ’ αὐτοῦ διαβολὰς μηδ’ ἔχηι σχολὴν καὶ χρόνον ἐξετάζειν ἀκριβῶς τὸν περὶ τῶν χρημάτων λόγον. (4) ὄντος δὲ ψηφίσματος παρὰ τοῖς Ἀθηναίοις Μεγαρέας εἴργεσθαι
τῆς τε ἀγορᾶς καὶ τῶν λιμένων οἱ Μεγαρεῖς κατέφυγον ἐπὶ τοὺς Σπαρτι‐98
40άτας. οἱ δὲ Λακεδαιμόνιοι πεισθέντες τοῖς Μεγαρεῦσιν ἀπέστειλαν πρέσβεις ἐκ τοῦ προφανεστάτου ἀπὸ τῆς τοῦ κοινοῦ συνεδρίου γνώμης προστάττοντες τοῖς Ἀθηναίοις ἀνελεῖν τὸ κατὰ τῶν Μεγαρέων ψήφισμα, μὴ πειθομένων δὲ αὐτῶν ἀπειλοῦντες πολεμήσειν αὐτοῖς μετὰ τῶν συμμάχων. (5) συνα‐ χθείσης οὖν περὶ τούτων ἐκκλησίας ὁ Περικλῆς, δεινότητι λόγων πολὺ
45διαφέρων ἁπάντων τῶν πολιτῶν, ἔπεισε τοὺς Ἀθηναίους μὴ ἀναιρεῖν τὸ ψήφισμα, λέγων ἀρχὴν δουλείας εἶναι τὸ πείθεσθαι παρὰ τὸ συμφέρον τοῖς Λακεδαιμονίων προστάγμασι. συνεβούλευεν οὖν τὰ ἀπὸ τῆς χώρας κατακομίζειν εἰς τὴν πόλιν καὶ θαλαττοκρατοῦντας διαπολεμεῖν τοῖς Σπαρ‐ τιάταις. (40, 1) περὶ δὲ τοῦ πολέμου πεφροντισμένως ἀπολογισάμενος

2a,70,F

196

(50)

ἐξηριθμήσατο μὲν τὸ πλῆθος τῶν συμμάχων τῆι πόλει καὶ τὴν ὑπεροχὴν τῆς ναυτικῆς δυνάμεως, πρὸς δὲ τούτοις τὸ πλῆθος τῶν μετακεκομισμένων ἐκ Δήλου χρημάτων εἰς τὰς Ἀθήνας, ἃ συνέβαινεν ἐκ τῶν φόρων ταῖς πόλεσι κοινῆι συνηθροῖσθαι. (2) † κοινῶν δ’ ὄντων τῶν μυρίων ταλάντων ἀπανήλωτο πρὸς τὴν κατασκευὴν τῶν Προπυλαίων καὶ τὴν Ποτιδαίας
55πολιορκίαν τετρακισχίλια τάλαντα· καὶ καθ’ ἕκαστον ἐνιαυτὸν ἐκ τοῦ φόρου τῶν συμμάχων ἀνεφέρετο τάλαντα τετρακόσια ἑξήκοντα. χωρὶς δὲ τούτων † ἡ τε πομπεῖα σκευὴ καὶ τὰ Μηδικὰ σκῦλα πεντακοσίων ἄξια ταλάντων ἀπεφήνατο· (3) ἔν τε τοῖς ἱεροῖς ἀπεδείκνυεν ἀναθημάτων τε πλῆθος καὶ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ἔχειν χρυσίου πεντήκοντα τάλαντα, ὡς περιαιρετῆς
60οὔσης τῆς περὶ τὸν κόσμον κατασκευῆς· καὶ ταῦτα, ἀναγκαία εἰ καταλάβοι χρεία, χρησαμένους παρὰ τῶν θεῶν πάλιν ἀποκαταστήσειν ἐν εἰρήνηι· τούς τε τῶν πολιτῶν βίους διὰ τὴν πολυχρόνιον εἰρήνην πολλὴν ἐπίδοσιν εἰληφέναι πρὸς εὐδαιμονίαν. (4) χωρὶς δὲ τῶν χρημάτων τούτων στρατιώ‐ τας ἀπεδείκνυεν ὑπάρχειν τῆι πόλει χωρὶς συμμάχων καὶ τῶν ἐν τοῖς
65φρουρίοις ὄντων ὁπλίτας μὲν μυρίους καὶ δισχιλίους, τοὺς δ’ ἐν τοῖς φρου‐ ρίοις ὄντας καὶ τοὺς μετοίκους ὑπάρχειν πλείους τῶν μυρίων ἑπτακισχιλίων, τριήρεις τε τὰς παρούσας τριακοσίας. (5) τοὺς δὲ Λακεδαιμονίους χρημάτων τε σπανίζειν ἀπεδείκνυε καὶ ταῖς ναυτικαῖς δυνάμεσι πολὺ λείπεσθαι τῶν Ἀθηναίων. ταῦτα διελθὼν καὶ παρορμήσας τοὺς πολίτας εἰς τὸν πόλεμον
70ἔπεισε τὸν δῆμον μὴ προσέχειν τοῖς Λακεδαιμονίοις. ταῦτα δὲ ῥαιδίως συνετέλεσε διὰ τὴν δεινότητα τοῦ λόγου, δι’ ἣν αἰτίαν ὠνομάσθη Ὀλύμπιος. (6) μέμνηται δὲ τούτων καὶ Ἀριστοφάνης ὁ τῆς ἀρχαίας κωμωιδίας ποιητής, γεγο‐
νὼς κατὰ τὴν τοῦ Περικλέους ἡλικίαν, ἐν τοῖσδε τοῖς τετραμέτροις
‘ὦ λιπερνῆτες γεωργοί, τἀμά τις ξυνιέτω
99
75ῥήματ’, εἰ βούλεσθ’ ἀκοῦσαι τήνδ’ ὅπως ἀπώλετο. πρῶτα μὲν γὰρ αὐτῆς ἦρχε Φειδίας πράξας κακῶς, εἶτα Περικλέης, φοβηθεὶς μὴ μετάσχηι τῆς τύχης, ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῶι καπνῶι
80
πάντας Ἕλληνας δακρῦσαι, τούς τ’ ἐκεῖ τούς τ’ ἐνθάδε.‘ καὶ πάλιν ἐν ἄλλοις (Ach. 530) [Εὔπολις ὁ ποιητής]· ‘Περικλέης οὑλύμπιος ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα‘. ** [‘Πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσιν· οὕτως ἐκήλει καὶ μόνος τῶν ῥητόρων τὸ κέντρον ἐγκατέλειπε τοῖς ἀκροωμένοισ‘ (I 281, 94 Kock)].
85 (41, 1) αἰτίαι μὲν οὖν τοῦ Πελοποννησιακοῦ πολέμου τοιαῦταί τινες ὑπῆρξαν, ὡς Ἔφορος ἀνέγραψε.

2a,70,F

197

HARPOKR. s. Ἀρχιδάμειος πόλεμος· Λυσΐας ἐν τῶι Κατ’ Ἀνδροτίωνος (F 9 Fuhr) καὶ 〈Δείναρχος Κατὰ〉 Πυθέου ξενίας. τὰ πρῶτα δέκα (?) ἔτη τοῦ Πελοποννησιακοῦ πολέμου Ἀρχιδάμειος ἐκλήθη πόλεμος, ὡς ἔοικεν, ἀπὸ τοῦ τὸν Ἀρχίδαμον εἰς τὴν Ἀττικὴν ἐμβαλεῖν, καθὰ Θου‐
5κυδίδης (II 10) καὶ Ἔφορος καὶ Ἀναξιμένης (72 F 23) φασίν.

2a,70,F

198

STEPH. BYZ. s. Βούδορον· ἀκρωτήριον πρὸς τῆι Σαλαμῖνι, Θουκυδίδης γ (51, 2). Ἔφορος δὲ φρούριον Βούδαρον εἶπεν. τὸ ἐθνικὸν Βουδόριος.

2a,70,F

199

DIODOR. XIII 41: Μίνδαρος δ’ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἀπὸ τῆς ἥττης φυγὼν εἰς Ἄβυδον τάς τε πεπο‐ νηκυίας ναῦς ἐπεσκεύασε καὶ πρὸς τὰς ἐν Εὐβοίαι τριήρεις ἀπέστειλεν Ἐπικλέα τὸν Σπαρτιάτην προστάξας ἄγειν τὴν ταχίστην. (2) ὃς ἐπεὶ
5κατέπλευσεν εἰς Εὔβοιαν, ἀθροίσας τὰς ναῦς οὔσας πεντήκοντα κατὰ σπουδὴν ἀνήχθη. καὶ κατὰ τὸν Ἄθω γενομένων τῶν τριήρων ἐπεγενήθη χειμὼν τηλικοῦτος ὥστε τὰς μὲν ναῦς ἁπάσας ἀπολέσθαι, τῶν δὲ ἀν‐
δρῶν δώδεκα μόνον διασωθῆναι. (3) δηλοῖ δὲ τὸ περὶ τούτων ἀνάθημα κείμενον ἐν τῶι περὶ Τορώνην νεῶι, καθάπερ φησὶν Ἔφορος, τὴν ἐπι‐100
10γραφὴν ἔχον ταύτην·
οἵδ’ ἀπὸ πεντήκοντα νεῶν θάνατον προφυγόντες
πρὸς σκοπέλοισιν Ἄθω σώματα γῆι πέλασαν
δώδεκα, τοὺς δ’ ἄλλους ὄλεσεν μέγα λαῖτμα θαλάσσης
νῆάς τε στυγεροῖς πνεύμασι χρησαμένας.

2a,70,F

200

PLUTARCH. Alkib. 32: ὁ δ’ Ἀλκιβιάδης ἰδεῖν τε ποθῶν ἤδη τὰ οἴκοι καὶ ἔτι μᾶλλον ὀφθῆναι βουλόμενος τοῖς πολίταις νενικηκὼς τοὺς πολεμίους τοσαυτάκις ἀνήχθη, πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλωι κεκοσμημένων τῶν Ἀττικῶν τριήρων, πολλὰς δ’ ἐφελκόμενος αἰχμαλώτους,
5ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπ’ αὐτοῦ καὶ κεκρα‐ τημένων· ἦσαν γὰρ οὐκ ἐλάττους συναμφότεραι διακοσίων. ἃ δὲ Δοῦρις (76 F 70) .... προστίθησι τούτοις ... οὔτε Θεόπομπος (115 F 324) οὔτ’ Ἔφορος οὔτε Ξενοφῶν (Hell. I 4) γέγραφεν, οὔτ’ εἰκὸς ἦν οὕτως ἐντρυφῆσαι τοῖς Ἀθηναίοις μετὰ φυγὴν καὶ συμφορὰς τοσαύτας κατερχόμενον.

2a,70,F

201

DIODOR. XIII 54, 5: εἶχε δὲ τοὺς σύμπαντας Ἀννίβας, ὡς μὲν Ἔφορος ἀνέγραψε, πεζῶν μυριάδας εἴκοσι, ἱππεῖς δὲ τετρακισχιλίους· ὡς δὲ Τίμαιός (III) φησιν, οὐ πολλῶι πλείους τῶν δέκα μυριάδων.

2a,70,F

202

—XIII 60, 5: λαμπρῶς δὲ αὐτῶν (sc. τῶν Ἱμεραίων) ἀγωνιζομένων οἱ βάρβαροι ... πρὸς φυγὴν ἐτράπησαν. τούτων δ’ οὐδενὶ κόσμωι φευγόντων ... ἐπηκολούθουν ἀλλήλοις παρακελευόμενοι μηδένα ζωγρεῖν. καὶ πλείους ἀνεῖλον τῶν ἑξακισχιλίων, ὡς Τίμαιος (III)· ὡς
5δ’ Ἔφορός φησι, δισμυρίων.

2a,70,F

203

—XIII 80, 5: τέλος δὲ τῶν δυνάμεων ἀθροισθεισῶν εἰς Καρχηδόνα συνήχθησαν αὐτοῖς οἱ πάντες σὺν ἱππεῦσιν οὐ πολλῶι πλείους, ὡς μὲν Τίμαιος (III), τῶν δώδεκα μυριάδων· ὡς δ’
5Ἔφορος, τριάκοντα μυριάδες.

2a,70,F

204

—XIV 54, 4: οἱ δὲ Καρχηδόνιοι πυθόμενοι τὸ μέγεθος τῆς τοῦ Διονυσίου δυνάμεως, ἔκριναν πολὺ ταῖς παρασκευαῖς αὐτὸν ὑπερ‐ θέσθαι. (5) διόπερ Ἰμίλκωνα βασιλέα κατὰ νόμον καταστήσαντες, ἐκ τῆς Λιβύης ὅλης, ἔτι δ’ ἐκ τῆς Ἰβηρίας συνήγαγον δυνάμεις, τὰς μὲν παρὰ τῶν
5συμμάχων μεταπεμπόμενοι, τὰς δὲ μισθούμενοι. καὶ πέρας ἤθροισαν πεζῶν μὲν ὑπὲρ τὰς τριάκοντα μυριάδας, ἱππεῖς δὲ τετρακισχιλίους χωρὶς τῶν ἁρμάτων—ταῦτα δ’ ἦσαν τετρακόσια—, ναῦς δὲ μακρὰς μὲν τετρακοσίας, τὰς δὲ τὸν σῖτον καὶ τὰ μηχανήματα καὶ τὴν ἄλλην ὑπηρεσίαν παρακομι‐ ζούσας πλείους τῶν ἑξακοσίων, καθάπερ φησὶν Ἔφορος. (6) Τίμαιος (III)101
10μὲν γὰρ τὰς ἐκ τῆς Λιβύης περαιωθείσας δυνάμεις οὐ πλείω φησὶν εἶναι δέκα μυριάδων, καὶ πρὸς ταύταις ἑτέρας τρεῖς ἀποφαίνεται κατὰ Σικελίαν στρατολογηθείσας.

2a,70,F

205

PLUTARCH. Lysand. 17: ... οἱ δὲ φρονιμώτατοι τῶν Σπαρτιατῶν οὐχ ἥκιστα καὶ διὰ τοῦτο τὴν τοῦ νομίσματος ἰσχὺν φοβηθέντες ... τόν τε Λύσανδρον ἐλοιδόρουν καὶ διεμαρτύραντο τοῖς ἐφόροις ἀποδιοπομπεῖσθαι πᾶν τὸ ἀργύριον καὶ τὸ
5χρυσίον ὥσπερ κῆρας ἐπαγωγίμους· οἱ δὲ προὔθεσαν γνώμην. καὶ Θεό‐ πομπος (115 F 332) μέν φησι Σκιραφίδαν, Ἔφορος δὲ Φλογίδαν εἶναι τὸν ἀποφηνάμενον, ὡς οὐ χρὴ προσδέχεσθαι νόμισμα χρυσοῦν καὶ ἀργυροῦν εἰς τὴν πόλιν, ἀλλὰ χρῆσθαι τῶι πατρίωι. τῶν δὲ Λυσάνδρου φίλων ὑπεναντιουμένων .... δημοσίαι μὲν ἔδοξεν εἰσά‐
10γεσθαι νόμισμα τοιοῦτον, ἂν δέ τις ἁλῶι κεκτημένος ἰδίαι, ζημίαν ὥρισαν θάνατον.

2a,70,F

206

——25: Ἔφορος μὲν οὖν φησιν αὐτὸν (sc. Λύσανδρον), ὡς τήν τε Πυθίαν ἐπιχειρήσας διαφθεῖραι καὶ τὰς Δωδωνίδας αὖθις ἀναπείθων διὰ Φερεκλέους (?) ἀπέτυχεν, εἰς Ἄμμωνος ἀναβῆναι καὶ δια‐ λέγεσθαι τοῖς προφήταις πολὺ χρυσίον διδόντα· τοὺς δὲ δυσχεραίνοντας
5εἰς Σπάρτην τινὰς ἀποστεῖλαι τοῦ Λυσάνδρου κατηγορήσοντας. ἐπεὶ δὲ ἀπελύθη, τοὺς Λίβυας ἀπιόντας εἰπεῖν· ‘ἀλλ’ ἡμεῖς γε βέλτιον, ὦ Σπαρ‐ τιᾶται, κρινοῦμεν, ὅταν ἥκητε πρὸς ἡμᾶς εἰς Λιβύην οἰκήσοντες,‘ ὡς δὴ χρησμοῦ τινος ὄντος παλαιοῦ Λακεδαιμονίους ἐν Λιβύηι κατοικῆσαι. — Plut. Lys. 20.

2a,70,F

207

——30: τοιαύτης δὲ τῶι Λυσάνδρωι τῆς τελευτῆς γενομένης (a. 395) παραχρῆμα μὲν οὕτως ἤνεγκαν οἱ Σπαρτιᾶται βαρέως, ὥστε τῶι βασιλεῖ (sc. Παυσανίαι) κρίσιν προγράψαι θανατικὴν .... καὶ γὰρ ἡ πενία τοῦ Λυσάνδρου τελευτήσαντος ἐκκαλυφθεῖσα φανερωτέραν
5ἐποίησε τὴν ἀρετήν. χρόνωι δὲ ὕστερον Ἔφορός φησιν ἀντιλογίας τινὸς συμμαχικῆς ἐν Σπάρτηι γενομένης καὶ τὰ
γράμματα διασκέψασθαι δεῆσαν, ἃ παρ’ ἑαυτῶι κατέσχεν ὁ Λύσανδρος, ἐλθεῖν ἐπὶ τὴν οἰκίαν τὸν Ἀγησίλαον. εὑρόντα δὲ τὸ βιβλίον, ἐν ὧι γε‐ γραμμένος ἦν ὁ περὶ τῆς πολιτείας λόγος, ὡς χρὴ τῶν Εὐρυπωντιδῶν καὶ102
10Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους εἰς μέσον θεῖναι καὶ ποιεῖσθαι τὴν αἵρεσιν ἐκ τῶν ἀρίστων, ὁρμῆσαι μὲν εἰς τοὺς πολίτας τὸν λόγον ἐξενεγκεῖν καὶ παραδεικνύναι τὸν Λύσανδρον οἷος ὢν πολίτης διαλάθοι, Λακρατίδαν δέ, ἄνδρα φρόνιμον καὶ τότε προεστῶτα τῶν ἐφόρων, ἐπιλαβέσθαι τοῦ Ἀγησιλάου καὶ εἰπεῖν, ὡς δεῖ μὴ ἀνορύττειν τὸν Λύσανδρον, ἀλλὰ καὶ τὸν
15λόγον αὐτῶι συγκατορύττειν οὕτω συντεταγμένον πιθανῶς καὶ πανούργως.

2a,70,F

208

DIODOR. XIV 22: ὁ δὲ βασιλεὺς Ἀρταξέρξης καὶ πάλαι μὲν ἦν παρὰ Φαρναβάζου πεπυσμένος ὅτι στρατόπεδον ἐπ’ αὐτὸν ἀθροίζει λάθραι Κῦρος· καὶ τότε δὴ πυθόμενος αὐτοῦ τὴν ἀνάβασιν μετεπέμπετο τὰς πανταχόθεν δυνάμεις εἰς Ἐκβάτανα τῆς Μηδίας. (2) ἐπεὶ δὲ αἵ τε
5παρ’ Ἰνδῶν καί τινων ἄλλων ἐθνῶν καθυστέρουν διὰ τὸ μακρὰν ἀφεστάναι τοὺς τόπους, μετὰ τῆς συναχθείσης στρατιᾶς ὥρμησεν ἀπαντήσων τῶι Κύρωι. εἶχε δὲ τοὺς ἅπαντας στρατιώτας σὺν ἱππεῦσιν οὐκ ἐλάττους τετταράκοντα μυριάδων, καθά φησιν Ἔφορος.

2a,70,F

209

SCHOL. DEMOSTH. XX 52 (IX 472, 23 Dindf.): ὅθ’ ἡ μεγάλη μάχη πρὸς Λακεδαιμονίους ἐγένεθ’ ἡ ἐν Κορίνθωι] περὶ ταύτης τῆς μάχης Ὑπερ〈ε〉ίδης εἴρηκεν ἐν τῶι Πρὸς Διώνδαν (F 96)· καὶ παρὰ Ἐφόρωι καὶ Ἀνδροτίωνι (III) ἱστορεῖται, ὡς ἐνίκησαν τοὺς Ἀθηναίους οἱ
5Λακεδαιμόνιοι σφόδρα.

2a,70,F

210

PLUTARCH. Pelop. 17: τὴν δὲ μόραν Ἔφορος μὲν ἄνδρας εἶναι πεντακοσίους φησί, Καλλισθένης (124 F 18) δ’ ἑπτακοσίους, ἄλλοι δέ τινες ἐνακοσίους, ὧν Πολύβιός ἐστιν.

2a,70,F

211

SCHOL. ARISTEID. p. 294, 13 Ddf.: Διονύσιος ὁ Διο‐ νυσίου τοῦ τυράννου υἱὸς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν συνθήκας ἐποιήσατο πρὸς τὸν Περσῶν βασιλέα, ἵνα τῶι μὲν φαινομένωι Λακεδαιμονίοις βοηθῶν ἔλθηι κατ’ Ἀθηναίων, τῆι δὲ ἀληθείαι πορθήσας τὴν Ἑλλάδα πᾶσαν μετὰ
5Πέρσου μερίσειεν, ὡς Ἔφορος ἱστορεῖ (ACBD). —καὶ διὰ τοῦτο συναγαγὼν ἁπάσας μικροῦ τὰς ἐν Σικελίαι ναῦς ἐχώρει, θέλων συμμῖξαι τῶι Λακε‐
δαιμονίων ναυτικῶι, ἵνα ὁμοῦ γενόμενα τὰ ναυτικὰ ταῦτα καταγωνίσηται Ἀθηναίους μὴ δυνηθέντας ὑποστῆναι τοσαύτην παρασκευήν. Ἀθηναῖοι δέ, πρὶν Διονύσιον καὶ Λακεδαιμονίους συμμῖξαι ἀλλήλοις, πέμψαντες στρα‐103
10τηγὸν ὄνομα * μετὰ πλείστων νεῶν πρὸς τὰς Διονυσίου τριήρεις καὶ ἕτερον ὄνομα * πρὸς Λακεδαιμονίους εἷλον μὲν πᾶν τὸ Διονυσίου ναυτικόν, κατε‐ πολέμησαν δὲ Λακεδαιμονίους ἐπὶ Λευκάδι (C).

2a,70,F

212

SENECA Quaest. nat. VII 16, 2: Ephorus vero non est religiosissimae fidei: saepe decipitur, saepe decipit (T 14): sicut hunc cometen, qui omnium mortalium oculis custoditus est, quia ingentis rei traxit eventum, cum Helicen et Burin ortu suo merserit, ait illum dis‐
5cessisse in duas stellas, quod praeter illum nemo tradidit.

2a,70,F

213

PLUTARCH. De garr. 22 p. 514 C: ὡς τῶν παρ’ ἡμῖν τις κατὰ τύχην ἀνεγνωκὼς δύο τῶν Ἐφόρου βιβλίων ἢ τρία, πάντας ἀνθρώ‐ πους κατέτριβε ... ἀεὶ τὴν ἐν Λεύκτροις μάχην καὶ τὰ συνεχῆ διηγούμενος· ὅθεν Ἐπαμεινώνδας παρωνύμιον ἔσχεν.

2a,70,F

214

DIODOR. XV 60, 5: τρίτος δὲ Ἰάσων ὁ Φεραῖος, ἡγεμὼν ἡιρημένος τῆς Θετταλίας καὶ δοκῶν ἐπιεικῶς ἄρχειν τῶν ὑποτεταγμένων, ἐδολοφονήθη, ὡς μὲν Ἔφορος γέγραφεν, ὑπό τινων [ἑπτὰ] νεανίσκων συνομοσαμένων δόξης ἕνεκα,
5ὡς δ’ ἔνιοι γράφουσιν, ὑπὸ Πολυδώρου τἀδελφοῦ.

2a,70,F

215

STEPH. BYZ. s. Ἐπαρῖται· ἔθνος Ἀρκαδίας· ἡ δὲ πόλις αὐτῶν Ἔπαρις ἔδει, οὐχ εὕρηται δέ. περὶ δὲ τοῦ ἔθνους Ξενοφῶν (Hell. VI 4) καὶ Ἔφορος καὶ Ἀνδροτίων (III) φασίν.

2a,70,F

216

STRABON VI 3, 3: Ἔφορος δ’ οὕτω λέγει περὶ τῆς κτί‐ σεως (sc. τῆς Τάραντος)· ἐπολέμουν Λακεδαιμόνιοι Μεσσηνίοις ἀποκτείνασι τὸν βασιλέα Τήλεκλον εἰς Μεσσήνην ἀφικόμενον ἐπὶ θυσίαν, ὀμόσαντες μὴ πρότερον ἐπανήξειν οἴκαδε πρὶν ἢ Μεσσήνην ἀνελεῖν ἢ πάντας ἀποθανεῖν.
5φύλακας δὲ τῆς πόλεως κατέλιπον στρατεύοντες τούς τε νεωτάτους καὶ πρεσβυτάτους τῶν πολιτῶν. δεκάτωι δ’ ὕστερον 〈ἔτει〉 τοῦ πολέμου τὰς γυναῖκας τῶν Λακεδαιμονίων συνελθούσας ἐξ ἑαυτῶν πέμψαι τινὰς παρὰ τοὺς ἄνδρας τὰς μεμψομένας, ὡς οὐκ ἐπ’ ἴσοις πολεμοῖεν πρὸς τοὺς Μεσσηνίους—οἱ μὲν γὰρ μένοντες τεκνοποιοῦνται, οἱ δὲ χήρας ἀφέντες
10τὰς γυναῖκας ἐν τῆι πολεμίαι ἐστρατοπέδευον—καὶ κίνδυνος εἴη λειπαν‐ δρῆσαι τὴν πατρίδα. οἱ δ’ ἅμα καὶ τὸν ὅρκον φυλάττοντες καὶ τὸν τῶν γυναικῶν λόγον ἐν νῶι θέμενοι πέμπουσι τῆς στρατιᾶς τοὺς εὐρωστοτάτους
ἅμα καὶ νεωτάτους, οὓς ἤιδεσαν οὐ μετασχόντας τῶν ὅρκων διὰ τὸ παῖδας ἔτι ὄντας συνεξελθεῖν τοῖς ἐν ἡλικίαι· προσέταξαν δὲ συγγίγνεσθαι ταῖς104
15παρθένοις ἁπάσαις ἅπαντας ἡγούμενοι πολυτεκνήσειν μᾶλλον. γενομένων δὲ τούτων οἱ μὲν παῖδες ὠνομάσθησαν Παρθενίαι. Μεσσήνη δὲ ἑάλω πολεμηθεῖσα ἐννεακαίδεκα ἔτη, καθάπερ καὶ Τυρταῖός φησιν (F 4 Diehl)·
Ἀμφ’ αὐτὴν δ’ ἐμάχοντ’ ἐννεακαίδεκ’ ἔτη
νωλεμέως αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες
20
αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες·
εἰκοστῶι 〈δ’〉 οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες
φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων. τὴν μὲν οὖν Μεσσηνίαν κατενείμαντο. ἐπανελθόντες δ’ οἴκαδε τοὺς Παρ‐ θενίας οὐχ ὁμοίως τοῖς ἄλλοις ἐτίμων ὡς οὐκ ἐκ γάμου γεγονότας· οἱ 〈δὲ〉
25συνιστάμενοι μετὰ τῶν εἱλώτων ἐπεβούλευσαν τοῖς Λακεδαιμονίοις καὶ συνέθεντο ἆραι σύσσημον ἐν τῆι ἀγορᾶι πῖλον Λακωνικόν, ἐπειδὰν ἐγχει‐ ρῶσι. τῶν δὲ εἱλώτων τινὲς ἐξαγγείλαντες, τὸ μὲν ἀντεπιτίθεσθαι χαλεπὸν ἔγνωσαν· καὶ γὰρ πολλοὺς εἶναι καὶ πάντας ὁμόφρονας, ὡς ἂν ἀλλήλων ἀδελφοὺς νομιζομένους· τοὺς μέλλοντας δ’ αἴρειν τὸ σύσσημον ἐκ τῆς ἀγορᾶς
30ἀπιέναι προσέταξαν. οἱ μὲν δὴ μεμηνυμένην αἰσθόμενοι τὴν πρᾶξιν ἐπέσχον· οἱ δὲ διὰ τῶν πατέρων ἔπεισαν αὐτοὺς εἰς ἀποικίαν ἐξελθεῖν. κἂν μὲν κατά‐ σχωσιν ἀρκοῦντα τὸν τόπον, μένειν, εἰ δὲ μή, τῆς Μεσσηνίας τὸ πέμπτον κατα‐ νείμασθαι μέρος ἐπανιόντας. οἱ δὲ σταλέντες κατελάβοντο τοὺς Ἀχαιοὺς πολε‐ μοῦντας τοῖς βαρβάροις, μετασχόντες δὲ τῶν κινδύνων κτίζουσι τὴν Τάραντα.

2a,70,F

217

TERTULLIAN. De an. 46: Philippus Macedo, nondum pater, Olympiadis uxoris naturam obsignasse viderat annulo. leo erat signum. crediderat praeclusam genituram; opinor, quia leo semel pater est. Aristodemus vel Aristophon coniectans imo nihil vacuum obsignari,
5filium et quidem maximi impetus portendi. Alexandrum qui sciunt, leonem annuli recognoscunt. Ephorus scribit.

2a,70,F

218

POLYB. XII 4 a 3: Ἐφόρου δὲ πάλιν ἄγνοιαν κατα‐
ψεύδεται (sc. Τίμαιος), φάσκων λέγειν αὐτὸν ὅτι Διονύσιος ὁ πρεσβύτερος παρελάμβανε τὴν ἀρχὴν ἐτῶν εἴκοσι τριῶν ὑπάρχων, δυναστεῦσαι δὲ τεττα‐ ράκοντα καὶ δύο, μεταλλάξαι δὲ τὸν βίον προσλαβὼν τοῖς ἑξήκοντα τρία.105
5(4) τοῦτο γὰρ οὐδεὶς ἂν εἴπειε δήπου τοῦ συγγραφέως εἶναι τὸ διάπτωμα, τοῦ δὲ γραφέως ὁμολογουμένως.

2a,70,F

219

PLUTARCH. Dion 35: ἔτι δὲ μᾶλλον αὐτοὺς (sc. τοὺς Συρακουσίους) ἐπῆρεν εὐτυχία τις γενομένη κατὰ θάλασσαν, ἐν ἧι νική‐ σαντες τὸν Φίλιστον ὠμῶς καὶ βαρβαρικῶς αὐτῶι προσηνέχθησαν. Ἔφορος μὲν οὖν φησιν, ὡς ἁλισκομένης τῆς νεὼς ἑαυτὸν ἀνέλοι· Τιμωνίδης (III)
5δὲ ... γράφων πρὸς Σπεύσιππον ... ἱστορεῖ ζῶντα ληφθῆναι ...

2a,70,F

220

—Dion 36: ἀλλὰ Τίμαιος (III) ... ἐμπίμπλαται τῶν κατ’ αὐτοῦ (sc. Φιλίστου) βλασφημιῶν ... οὐ μὴν οὐδ’ Ἔφορος ὑγιαίνει τὸν Φίλιστον ἐγκωμιάζων ...

2a,70,F

221a

—Timoleon 4: παραλαβὼν τῶν μὲν οἰκείων Αἰσχύλον, ἀδελφὸν ὄντα τῆς Τιμοφάνους γυναικός, τῶν δὲ φίλων τὸν μάντιν, ὃν Σάτυρον μὲν Θεόπομπος (115 F 334), Ἔφορος δὲ καὶ Τίμαιος (III) Ὀρθα‐
5γόραν ὀνομάζουσι ......

2a,70,F

221b

CLEM. ALEX. Strom. I 135, 1: Θεό‐ πομπος δὲ καὶ Ἔφορος καὶ Τίμαιος Ὀρθαγόραν τινὰ μάντιν ἀναγράφουσι.

2a,70,F

222

ARNOB. adv. gent. III 37: Eforus has (sc. Musas) igitur numero esse tris effert; Mnaseas (V) ... quattuor; Myrtilus (III) inducit septem; octo adseverat Crates; ad extremum Hesiodus (Th. 76 ff.) novem cum nominibus prodit.

2a,70,F

223

CLEM. ALEX. Strom. I 139, 3: ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον ἔτη ἑκατὸν εἴκοσι ἢ [ἑκατὸν] ὀγδοήκοντα. (4) ἀπὸ τούτου ἐπὶ Εὐαίνετον ἄρχοντα, ἐφ’ οὗ φασιν Ἀλέξανδρον εἰς τὴν Ἀσίαν διαβῆναι, ὡς μὲν Φανίας (IV) ἔτη ἑπτακόσια δεκαπέντε· ὡς
5δὲ Ἔφορος ἑπτακόσια τριάκοντα πέντε· ὡς δὲ Τίμαιος (III) καὶ Κλείταρχος (137 F 7) ὀκτακόσια εἴκοσι· ὡς δὲ Ἐρατοσθένης (241 F 1) ἑπτακόσια ἑβδομήκοντα [τέσσαρα]· ὡς δὲ Δοῦρις (76 F 41) ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἀλεξάνδρου εἰς Ἀσίαν διάβασιν ἔτη χίλια.

2a,70,F

224

EPIM. HOM. Cram. AO I 340, 13: νῶτος· καὶ γὰρ τούτου ἡ χρῆσις. καὶ τὸ μὲν οὐδέτερον πολύ, τὸ νῶτον· ἤδη δὲ καὶ τὸ
ἀρσενικόν· ἱστορεῖται δὲ παρὰ Ξενοφῶντι (Π. ἱππ. 3, 3) καὶ Ἐφόρωι.106

2a,70,F

225

HESYCH. s. Ταναγραίων φυήν· κήτει †ὁμοιότητα. Ἔφορος λέγει εἶναί τινα ἐν Τανάγραι παχύτατον, ὃς ἐλέγετο Κητεύς.

2a,70,F

226

PLUTARCH. Camill. 19: τῆι ἑβδόμηι φθίνοντος, περὶ ἣν δοκεῖ καὶ τὸ Ἴλιον ἁλῶναι, [Θαργηλιῶνος], ὡς Ἔφορος καὶ Καλλισθένης (124 F 10) καὶ Δαμάστης (5 F 7) καὶ Φύλαρχος (81 F 73) ἱστορήκασιν.

2a,70,F

227

SCHOL. ET HOM. Od. ζ 244 αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις] δοκοῦσιν οἱ λόγοι ἀπρεπεῖς παρθένωι εἶναι καὶ ἀκόλαστοι. λύουσι δὲ ἐκ τοῦ προσώπου· ὑπόκεινται γὰρ τρυφῶντες οἱ Φαίακες καὶ παντάπασιν ἁβροδίαιτοι. Ἔφορος μέντοι τοὔμπαλιν ἐπαινεῖ τὸν λόγον ὡς ἐξ εὐφυοῦς
5πρὸς ἀρετὴν ψυχῆς.

2a,70,F

228

SCHOL. THEOKRIT. VII 103 a: Ὁμόλη δὲ Θετταλίας ὄρος, ὡς Ἔφορος καὶ Ἀριστόδημος ὁ Θηβαῖος (III) ἐν οἷς ἱστορεῖ περὶ τῆς ἑορτῆς τῶν Ὁμολωίων καὶ Πίνδαρος ἐν τοῖς Ὑπορχήμασιν (F 113).

2a,70,F

229

STEPH. BYZ. s. Ἀκραιφία· πόλις Βοιωτίας· οἱ δὲ Ἀκραί‐ φιον· Παυσανίας (IX 23, 5) δὲ 〈Ἀκραίφνιον〉 καὶ οὐδετέρως ..... τὸ ἐθνικὸν Ἀκραιφιαῖος καὶ Ἀκραίφιος .... Ἔφορος δὲ καὶ Ἀκραιφνίους καὶ Ἀκραι‐ φνεώτας. Θεόπομπος (115 F 362) δὲ τὰ Ἀκραίφνιά φησι καὶ τὸ ἐθνικὸν
5Ἀκραιφνιεύς.

2a,70,F

230

—s. Βάρις· πόλις. τὸ ἐθνικὸν Βαρίτης. λέγεται βάρις ἡ οἰκία, ὡς Ποσείδιππος· καὶ ἡ συνοικία, ὡς Ἔφορος.

2a,70,F

231

—s. Βοῖον· ἣν Ὅμηρος (Il. Β 712) ἔοικε Βοίβην λέγειν. ἔστι δὲ Δωρικὴ πόλις οὐδετέρως λεγομένη καὶ θηλυκῶς. ἔστι Βοιαὶ καὶ Κρήτης πόλις. ὁ πολίτης Βοιάτης .... λέγεται καὶ Βοιαῖος, ὡς Ἔφορος. Ἡρωιδιανὸς (II 863, 17) δὲ Βοιίτης φησὶν ......

2a,70,F

232

—s. Ἱστίαια· πόλις Εὐβοίας ..... ὁ πολίτης Ἱστιαιεύς. Ἔφορος δὲ τὸ ἐθνικὸν Ἑστιαῖός φησι.

2a,70,F

233

—s. Νάρμαλις· πόλις Πισιδίας ... οἱ πολῖται Ναρμαλεῖς (ὡς Καβαλεῖς), ὡς Ἔφορός φησι.

2a,70,F

234

—s. Νοστία· κώμη Ἀρκαδίας. Θεόπομπος λβ Φιλιππι‐ κῶν (115 F 175). Ἔφορος τὸ ἐθνικὸν Νεστάνιος ἔφη, ὥστε κατ’ αὐτὸν
Νεστανίαν λέγεσθαι. ἡ αὐτὴ γὰρ τῆι προτέραι, ὡς δῆλον ἐξ ἄλλων.107

2a,70,F

235

—s. Πάσσα· πόλις Θράικης. τὸ ἐθνικὸν Πασσαῖος ... ἔστι δὲ καὶ Πάσσανδα χωρίον παρὰ Ἀδραμύττιον πόλιν καὶ Κισθήνην. τὸ ἐθνικὸν Πασσανδεὺς τῶι τῆς χώρας τύπωι. Ἔφορος· «ὀλίγοι δέ τινες εἰς τὸ τῶν Πασσανδέων χωρίον ἔφυγον.»

2a,70,F

236

STRABON XIII 3, 6: σκώπτεται δὲ καὶ ὁ Ἔφορος διότι τῆς πατρίδος ἔργα οὐκ ἔχων φράζειν ἐν τῆι διαριθμήσει τῶν ἄλλων πράξεων, οὐ μὴν οὐδ’ ἀμνημόνευτον αὐτὴν εἶναι θέλων, οὕτως ἐπιφωνεῖ· «κατὰ δὲ τὸν αὐτὸν καιρὸν Κυμαῖοι τὰς ἡσυχίας ἦγον.»

2a,70,F

237

CLEM. ALEX. Strom. I 142, 1: Ἔφορος δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἱστορικῶν καὶ ἔθνη καὶ γλώσσας πέντε καὶ ἑβδομήκοντα λέγουσιν εἶναι, ἐπακούσαντες τῆς φωνῆς Μωυσέως (Gen. 46, 27) λεγούσης· ‘ἦσαν δὲ πᾶσαι αἱ ψυχαὶ ἐξ Ἰακὼβ πέντε καὶ ἑβδομήκοντα αἱ εἰς Αἴγυπτον κατελθοῦσαι.‘ (2) φαίνονται δὲ εἶναι καὶ κατὰ
5τὸν ἀληθῆ λόγον αἱ γενικαὶ διάλεκτοι δύο καὶ ἑβδομήκοντα, ὡς αἱ ἡμέτεραι παρα‐ διδόασι γραφαί ...

2a,70,F

238

JOSEPH. AJ I 108: Ἡσίοδός (F 256) τε καὶ Ἑκαταῖος (1 F 35) καὶ Ἑλλάνικος (4 F 202) καὶ Ἀκουσίλαος (2 F 46) καὶ πρὸς τούτοις Ἔφορος καὶ Νικό‐
λαος (90 F 141) ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια.108