TLG 0536 002 :: EPHORUS :: Testimonia

EPHORUS Hist.
(Cumaeus: 4 B.C.)

Testimonia

Source: FGrH #70. : 2A:37–43.

Citation: Volume-Jacoby#-T — fragment — (line)

2a,70,T

1

SUID. s. Ἔφιππος (126 T 1)· ** Κυμαῖος, υἱὸς Δημοφίλου, οἱ δὲ Ἀντιόχου· Ἰσοκράτους ἀκουστὴς τοῦ ῥήτορος· ἱστορικός. ἔσχε δὲ υἱὸν Δημόφιλον τὸν ἱστορικόν (T 9). ἦν δὲ 〈τοῖς χρόνοις κατὰ τὴν ἀναρχίαν Ἀθηναίων〉 ἐπὶ τῆς ἐνενηκοστῆς τρίτης ὀλυμπιάδος, ὡς
5καὶ πρὸ τῆς Φιλίππου βασιλείας εἶναι τοῦ Μακεδόνος. ἔγραψεν ἀπὸ τῆς Ἰλίου πορθήσεως καὶ τῶν Τρωικῶν (T 8; 10) μέχρι τῶν αὑτοῦ χρόνων βιβλία λ. Περὶ ἀγαθῶν καὶ κακῶν βιβλία κδ· Παραδόξων τῶν ἑκασταχοῦ βιβλία ιε· Εὑρημάτων ὧν ἕκαστος εὗρε βιβλία β (F 2—5)· καὶ λοιπά (F 1; 6).

2a,70,T

2a

STRABON XIII 3, 6: ἀνὴρ δ’ ἄξιος μνήμης ἐκ τῆσδε τῆς
πόλεως (sc. Κύμης) ἀναντιλέκτως μέν ἐστιν Ἔφορος, τῶν Ἰσοκράτους γνωρίμων τοῦ ῥήτορος, ὁ τὴν Ἱστορίαν συγγράψας καὶ τὰ Περὶ τῶν εὑρημάτων.2

2a,70,T

2b

STEPH. BYZ. s. Κύμη· .. ἐντεῦθεν ἦν Ἔφορος ὁ ἱστορικός.

2a,70,T

2c

SOLIN. 40, 6: ingenia Asiatica inclita ..... historiae conditores Xanthus Hecataeus Herodotus, cum quibus Ephorus et Theopompus.

2a,70,T

3a

PHOT. bibl. 176 p. 121 a 23: φασὶ δὲ αὐτόν (sc. Θεόπομπον 115 T 5) τε καὶ Ἔφορον Ἰσοκράτους γενέσθαι μαθητάς. δῆλον δὲ τοῦτο ποιοῦσι καὶ οἱ λόγοι. ... καὶ τὰς ἱστορικὰς δὲ ὑποθέσεις τὸν διδάσκαλον αὐτοῖς προβαλεῖν, τὰς μὲν ἄνω τῶν χρόνων Ἐφόρωι, Θεοπόμπωι δὲ τὰς μετὰ Θουκυδίδην Ἑλληνικάς, πρὸς τὴν
5ἑκατέρου φύσιν καὶ τὸ ἔργον ἁρμοσάμενον (F 7).

2a,70,T

3b

CICERO De or. II 57 postea vero ex clarissima quasi rhetoris officina duo praestantes ingenio, Theopompus et Ephorus, ab Isocrate magistro impulsi se ad historiam contulerunt; causas omnino nunquam attigerunt.

2a,70,T

3c

SENECA De tranq. an. 7, 2: Isocrates Ephorum iniecta manu a foro subduxit utiliorem componendis momumentis historiarum ratus.

2a,70,T

4

[PLUTARCH.] Vit. X or. 839 A: τοῦ δὲ Κυμαίου Ἐφόρου ἀπράκτου τῆς σχολῆς ἐξελθόντος καὶ πάλιν ὑπὸ τοῦ πατρὸς Δημοφίλου πεμφθέντος ἐπὶ δευτέρωι μισθῶι, παίζων Δίφορον αὐτὸν ἐκάλει (sc. ὁ Ἰσοκράτης)· ἐσπούδασε μέντοι ἱκανῶς περὶ τὸν ἄνδρα καὶ τὴν ὑπόθεσιν τῆς χρείας αὐτὸς ὑπεθήκατο (T 3).

2a,70,T

5

MENAND. π. ἐπιδεικτ. III 398, 9 Sp: καὶ ὥσπερ Ἔφορος ἐστεφανοῦτο καὶ Θεόπομπος, οἱ μαθηταὶ Ἰσοκράτους, ὡς διαφέροντες τῶν ἄλλων—καὶ γὰρ Ἰσοκράτης ἀρετῆς προυτίθει ἀγῶνα τοῖς ἀρίστοις τῶν ἀκροατῶν κατὰ μῆνα στέφανον—...

2a,70,T

6

PLUTARCH. De Stoic. rep. 20 p. 1043 D: Καλλισθένει (124 T 20—21) τινὲς ἐγκαλοῦσιν, ὅτι πρὸς Ἀλέξανδρον ἔπλευσεν ... Ἔφορον δὲ καὶ Ξενοκράτην καὶ Μενέδημον ἐπαινοῦσι παραιτησαμένους τὸν Ἀλέξανδρον.

2a,70,T

7

POLYB. V 33, 2: Ἔφορον τὸν πρῶτον καὶ μόνον ἐπιβεβλημένον τὰ καθόλου γράφειν.

2a,70,T

8

DIODOR. IV 1, 2: διόπερ τῶν μεταγενεστέρων ἱστοριογράφων οἱ πρωτεύοντες τῆι δόξηι τῆς μὲν ἀρχαίας μυθολογίας ἀπέστησαν διὰ τὴν δυσχέρειαν, τὰς δὲ νεωτέρας πράξεις ἀναγράφειν ἐπεχείρησαν. (3) Ἔφορος μὲν γὰρ ὁ Κυμαῖος, Ἰσοκράτους ὢν μαθητής, ὑποστησάμενος γράφειν τὰς
5κοινὰς πράξεις, τὰς μὲν παλαιὰς μυθολογίας ὑπερέβη, τὰ δ’ ἀπὸ τῆς Ἡρακλειδῶν καθόδου πραχθέντα συνταξάμενος ταύτην ἀρχὴν ἐποιήσατο τῆς ἱστορίας. ὁμοίως δὲ τούτωι Καλλισθένης (124 T 24) καὶ Θεόπομπος (115 T 12), κατὰ τὴν αὐτὴν ἡλικίαν γεγονότες, ἀπέστησαν τῶν παλαιῶν μύθων. ἡμεῖς δὲ τὴν ἐναντίαν τούτοις κρίσιν ἔχοντες ....

2a,70,T

9a

—XVI 14, 3: τῶν δὲ συγγραφέων Δημόφιλος μὲν
ὁ Ἐφόρου τοῦ ἱστοριογράφου υἱὸς τὸν παραλειφθέντα πόλεμον ὑπὸ τοῦ πατρός, ὀνομασθέντα δὲ ἱερόν, συντεταγμένος (F 93—96), ἐντεῦθεν ἦρκται ἀπὸ τῆς καταλήψεως τοῦ ἐν Δελφοῖς ἱεροῦ καὶ τῆς συλήσεως τοῦ μαντείου37
5ὑπὸ Φιλομήλου τοῦ Φωκέως. ἐγένετο δ’ ὁ πόλεμος οὗτος ἔτη ἕνδεκα ἕως τῆς φθορᾶς τῶν διανειμαμένων τὰ ἱερὰ χρήματα.

2a,70,T

9b

ATHEN. VI 22 p. 232 D: Ἔφορος δὲ ἢ Δημόφιλος ὁ υἱὸς αὐτοῦ ἐν τῆι τριακοστῆι τῶν Ἱστοριῶν .... (F 96).

2a,70,T

10

—XVI 76, 5: τῶν δὲ συγγραφέων Ἔφορος μὲν ὁ Κυμαῖος τὴν ἱστορίαν ἐνθάδε κατέστροφεν εἰς τὴν Περίνθου πολιορκίαν· περιείληφε δὲ τῆι γραφῆι πράξεις τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων ἀρξάμενος ἀπὸ τῆς τῶν Ἡρακλειδῶν καθόδου· χρόνον δὲ περιέλαβε σχεδὸν
5ἐτῶν ἑπτακοσίων καὶ † πεντήκοντα, καὶ βίβλους γέγραφε τριάκοντα, προοί‐ μιον ἑκάστηι προθείς.

2a,70,T

11

—V 1, 4: Ἔφορος δὲ τὰς κοινὰς πράξεις ἀναγράφων οὐ μόνον κατὰ τὴν λέξιν, ἀλλὰ καὶ κατὰ τὴν οἰκονομίαν ἐπιτέτευχε· τῶν γὰρ βίβλων ἑκάστην πεποίηκε περιέχειν κατὰ γένος τὰς πράξεις. διόπερ καὶ ἡμεῖς τοῦτο τὸ γένος τοῦ χειρισμοῦ προκρίναντες κατὰ τὸ δυνατὸν ἀντεχόμεθα
5ταύτης τῆς προαιρέσεως. καὶ ταύτην τὴν βίβλον ἐπιγράφοντες Νησιωτικήν κτλ.

2a,70,T

12

STRABON VIII 1, 1: οἱ δ’ ἐν τῆι κοινῆι τῆς ἱστορίας γραφῆι χωρὶς ἀποδείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν, καθάπερ Ἔφορός τε ἐποίησε καὶ Πολύβιος.

2a,70,T

13

POLYB. VI 45, 1: οἱ λογιώτατοι τῶν ἀρχαίων συγγραφέων Ἔφορος Ξενοφῶν Καλλισθένης (124 T 28) Πλάτων ..... (F 148).

2a,70,T

14a

JOSEPH. c. Ap. I 67: οἱ δοκοῦντες ἀκριβέστατοι συγγραφεῖς, ὧν ἐστιν Ἔφορος .... (F 133).

2a,70,T

14b

SENECA Quaest. N. VII 16, 2: Ephorus vero non est religiosissimae fidei: saepe decipitur, saepe decipit .... (F 212).

2a,70,T

15

STRABON X 3, 3: τὴν δ’ ἀνομολογίαν τῆς γραφῆς καὶ τῆς ἀποφάσεως ... (F 122).

2a,70,T

16

DIODOR. I 39, 13 (= AGATHARCHIDES): ἀλλὰ γὰρ οὐκ ἄν τις παρ’ Ἐφόρωι ζητήσειεν ἐκ παντὸς τρόπου τἀκριβές, ὁρῶν αὐτὸν ἐν πολλοῖς ὠλιγωρηκότα τῆς ἀληθείας .... (F 65 e).

2a,70,T

17

PORPHYR. b. EUSEB. PE X 3 p. 464 B: καί τινος ζητήσεως περὶ Ἐφόρου ἐν τοῖς ἄλλοις γενομένης ... ὁ μὲν γὰρ αὐτὸν καὶ Θεοπόμπου προυτίθει, ὁ δὲ ... κλέπτην ἀπεκάλει· ‘καὶ τί γὰρ Ἐφόρου ἴδιον ἐκ τῶν Δαιμάχου (65 T 1) καὶ Καλλισθένους (124 T 33) καὶ Ἀναξιμένους (72 T 28)
5αὐταῖς λέξεσιν ἔστιν ὅτε τρισχιλίους ὅλους μετατιθέντος στίχουσ‘; .....
(465 D) ‘καὶ τί θαυμάζομεν ... εἰ Θεοπόμπου καὶ Ἐφόρου τὸ τῆς κλοπῆς πάθος ἥψατο, ἀργοτέρων οὕτως ἀνδρῶν, ὅπου γε καὶ Μένανδρος ..... (467 D) Λυσιμάχου μέν ἐστι δύο Περὶ τῆς Ἐφόρου κλοπῆς· Ἀλκαῖος δέ, ὁ τῶν λοιδόρων ἰάμβων καὶ ἐπιγραμμάτων ποιητής, παρώιδηκε τὰς38
10Ἐφόρου κλοπὰς ἐξελέγχων.

2a,70,T

18a

STRABON X 3, 5: Πολύβιος (XXXIV 1, 3) ... φήσας περὶ τῶν Ἑλληνικῶν καλῶς μὲν Εὔδοξον (V), κάλλιστα δ’ Ἔφορον ἐξηγεῖσθαι περὶ κτίσεων, συγγενειῶν, μεταναστάσεων, ἀρχηγετῶν.

2a,70,T

18b

POLYB. IX 1, 4: τὸν μὲν γὰρ φιλήκοον ὁ γενεαλογικὸς τρόπος ἐπισπᾶται, τὸν δὲ πολυπράγ‐ μονα καὶ περιττὸν ὁ περὶ τὰς ἀποικίας καὶ κτίσεις καὶ συγγενείας, καθά που καὶ παρ’ Ἐφόρωι λέγεται, τὸν δὲ πολιτικὸν ὁ περὶ τὰς πράξεις τῶν
5ἐθνῶν καὶ πόλεων καὶ δυναστῶν.

2a,70,T

19

STRABON I 1, 1: οἵ τε γὰρ πρῶτοι θαρρήσαντες αὐτῆς (sc. τῆς γεωγραφικῆς) ἅψασθαι τοιοῦτοί τινες ὑπῆρξαν· Ὅμηρός τε καὶ Ἀναξίμανδρος ... καὶ Ἑκαταῖος (1 T 11) ...., καθὼς καὶ Ἐρατοσθένης (V) φησί· καὶ Δημόκριτος δὲ καὶ Εὔδοξος (V) καὶ Δικαίαρχος καὶ Ἔφορος καὶ ἄλλοι
5πλείους. ἔτι δὲ οἱ μετὰ τούτους, Ἐρατοσθένης τε καὶ Πολύβιος καὶ Ποσει‐ δώνιος (87 T 14) .....

2a,70,T

20

POLYB. XII 25 f: δῆλον δ’ ἔσται τὸ λεγόμενον ... ἐκ τῶν συμβεβηκότων Ἐφόρωι κατὰ τόπους τινὰς τῆς ἱστορίας. ἐκεῖνος γὰρ ἐν τοῖς πολεμικοῖς τῶν μὲν κατὰ θάλατταν ἔργων ἐπὶ ποσὸν ὑπόνοιαν ἐσχηκέναι μοι δοκεῖ,
5τῶν δὲ κατὰ γῆν ἀγώνων ἄπειρος εἶναι τελέως. (2) τοιγαροῦν ὅταν μὲν πρὸς τὰς περὶ Κύπρον ναυμαχίας καὶ τὰς περὶ Κνίδον ἀτενίσηι τις, αἷς ἐχρήσανθ’ οἱ βασιλέως στρατηγοὶ πρὸς Εὐαγόραν τὸν Σαλαμίνιον καὶ πάλιν πρὸς Λακεδαιμονίους θαυμάζειν τὸν συγγραφέα καὶ κατὰ τὴν δύναμιν καὶ κατὰ τὴν ἐμπειρίαν 〈εἰκόσ〉 καὶ πολλὰ τῶν χρησίμων ἀπενέγκασθαι
10πρὸς τὰς ὁμοίας περιστάσεις. (3) ὅταν δὲ τὴν περὶ Λεῦκτρα μάχην ἐξη‐ γῆται Θηβαίων καὶ Λακεδαιμονίων ἢ τὴν ἐν Μαντινείαι πάλιν τῶν αὐτῶν τούτων, ἐν ἧι καὶ μετήλλαξε τὸν βίον Ἐπαμεινώνδας, ἐν τούτοις ἐὰν ἐπὶ τὰ κατὰ μέρος ἐπιστήσας τις θεωρῆι τὰς ἐκτάξεις καὶ μετατάξεις τὰς κατ’ αὐτοὺς τοὺς κινδύνους, γελοῖος φαίνεται καὶ παντελῶς ἄπειρος καὶ
15ἀόρατος τῶν τοιούτων ὤν. (4) ὁ μὲν οὖν ἐν τοῖς Λεύκτροις κίνδυνος ἁπλοῦς γεγονὼς καὶ καθ’ ἕν τι μέρος τῆς δυνάμεως οὐ λίαν ἐκφανῆ ποιεῖ τὴν τοῦ συγγραφέως ἀπειρίαν· ὁ δὲ περὶ τὴν Μαντίνειαν τὴν μὲν ἔμφασιν ἔχει ποικίλην καὶ στρατηγικήν, ἔστι δ’ ἀνυπόστατος καὶ τελέως ἀδιανόητος τῶι συγγραφεῖ. (5) τοῦτο δ’ ἔσται δῆλον, ἐάν τις τοὺς τόπους ὑπο‐
20θέμενος ἀληθινῶς ἐπιμετρῆι τὰς κινήσεις τὰς ὑπ’ αὐτοῦ δηλουμένας. (6) τὸ δ’ αὐτὸ συμβαίνει καὶ Θεοπόμπωι (115 T 30) καὶ μάλιστα Τιμαίωι (III).39

2a,70,T

21

PLUTARCH. praec. rei publ. ger. 6 p. 803 B: ἐπὶ δὲ τῶν Ἐφό‐ ρου καὶ Θεοπόμπου (115 T 33) καὶ Ἀναξιμένους (72 T 15) ῥητορειῶν καὶ περιόδων, ἃς περαίνουσιν ἐξοπλίσαντες τὰ στρατεύματα καὶ παρα‐ τάξαντες, ἔστιν εἰπεῖν· ‘οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.‘

2a,70,T

22

PHOT. bibl. 176 p. 121 a 41: Δοῦρις μὲν οὖν ὁ Σάμιος ἐν τῆι πρώτηι τῶν αὐτοῦ Ἱστοριῶν (76 F 1) οὕτω φησίν· ‘Ἔφορος δὲ καὶ Θεό‐ πομπος (115 T 34) τῶν γενομένων πλεῖστον ἀπελείφθησαν· οὔτε γὰρ μιμήσεως μετέλαβον οὐδεμιᾶς οὔτε ἡδονῆς ἐν τῶι φράσαι, αὐτοῦ δὲ τοῦ
5γράφειν μόνον ἐπεμελήθησαν.‘

2a,70,T

23

POLYB. XII 28, 10: ὁ γὰρ Ἔφορος παρ’ ὅλην τὴν πραγματείαν θαυμάσιος ὢν καὶ κατὰ τὴν φράσιν καὶ κατὰ τὸν χειρισμὸν καὶ κατὰ τὴν ἐπίνοιαν τῶν λημμάτων, δεινότατός ἐστιν ἐν ταῖς παρεκβάσεσι καὶ ταῖς ἀφ’ αὑτοῦ γνωμολογίαις, καὶ συλλήβδην ὅταν που τὸν ἐπιμετροῦντα λόγον
5διατίθηται ..... (F 111).

2a,70,T

24a

DIONYS. HAL. De Isaeo 19: ἐνθυμούμενος δέ, ὅτι τὴν μὲν ποιητικὴν κατασκευὴν καὶ τὸ μετέωρον δὴ τοῦτο καὶ πομπικὸν εἰρημένον οὐδεὶς Ἰσοκράτους ἀμείνων ἐγένετο, παρέλιπον ἑκών, οὓς ἤιδειν ἧττον ἐν ταῖς ἰδέαις ταύταις κατορθοῦντας
5οὐ δὴ δεῖν ὠιόμην Ἰσοκράτους ἐν ἅπασι πάντων τούτων ὑπερέ‐ χοντος λόγον τινὰ ποιεῖσθαι περὶ ἐκείνων οὐδέ γε περὶ τῶν συμβιωσάντων Ἰσοκράτει καὶ τὸν χαρακτῆρα τῆς ἑρμηνείας ἐκείνου ἐκμιμησαμένων οὐθενός, Θεοδέκτου λέγω καὶ Θεοπόμπου (115 T 20 b) καὶ Ναυκράτους Ἐφόρου τε καὶ Φιλίσκου καὶ Κηφισοδώρου καὶ ἄλλων συχνῶν. οὐδὲ γὰρ ἐκεῖνοι
10κρίνεσθαι πρὸς τὴν Ἰσοκράτους δύναμίν εἰσιν ἐπιτήδειοι.

2a,70,T

24b

—De comp. verb. 23 (II 114, 1 UR): ἐποποιῶν μὲν οὖν ἔμοιγε κάλλιστα τουτονὶ δοκεῖ τὸν χαρακτῆρα (sc. τὴν γλαφυρὰν σύνθεσιν) ἐξεργάσασθαι Ἡσίοδος· μελοποιῶν δὲ Σαπφὼ καὶ μετ’ αὐτὴν Ἀνακρέων τε καὶ Σιμωνίδης· τραγωιδο‐
5ποιῶν δὲ μόνος Εὐριπίδης· συγγραφέων δὲ ἀκριβῶς μὲν οὐδείς, μᾶλλον δὲ τῶν πολλῶν Ἔφορός τε καὶ Θεόπομπος· ῥητόρων δὲ Ἰσοκράτης.

2a,70,T

25

DIO CHRYS. XVIII 10 (II 253, 27 Arn.): Ἔφορος δὲ πολλὴν μὲν ἱστορίαν παραδίδωσι, τὸ δὲ ὕπτιον καὶ ἀνειμένον τῆς ἀπαγγελίας σοι οὐκ ἐπιτήδειον.

2a,70,T

26

HERMOGEN. Π. ἰδ. II 12 p. 412, 1 Rabe: περὶ δὲ Θεοπόμπου (115 T 23) καὶ Ἐφόρου καὶ Ἑλλανίκου (4 T 15) καὶ Φιλίστου (III) καὶ
τῶν ὁμοίων τούτοις περιττὸν ἔδοξεν εἶναί μοι γράφειν, μάλιστα μὲν καὶ διὰ τὸ ἀπό τε τοῦ περὶ τῶν ἰδεῶν λόγου καὶ τῶν κατ’ ἄνδρα εἰρημένων40
5μὴ χαλεπῶς ἡγεῖσθαι δύνασθαί τινα καὶ περὶ ἐκείνων χαρακτηρίσαι, πρὸς δὲ τούτωι καὶ ὅτι ζήλου καὶ μιμήσεως τὰ εἴδη τῶν λόγων αὐτῶν οὐ πάνυ τι, μᾶλλον δὲ οὐδ’ ὅλως, ὅσα γε ἐμὲ γινώσκειν, ἠξίωται παρὰ τοῖς Ἕλλησι.

2a,70,T

27

PHILOSTRAT. Vit. soph. I 17, 4: ἀκροαταὶ τοῦ ἀνδρὸς τούτου (sc. Ἰσοκράτους) πολλοὶ μέν, ἐλλογιμώτατος δὲ Ὑπερείδης ὁ ῥήτωρ· Θεόπομπον (115 T 24) γὰρ ... καὶ τὸν Κυμαῖον Ἔφορον οὔτ’ ἂν δια‐ βάλλοιμι οὔτ’ ἂν θαυμάσαιμι.

2a,70,T

28a

SUID. s. Ἔφορος Κυμαῖος καὶ Θεόπομπος Δαμασιστράτου Χῖος (115 T 28)· ἄμφω Ἰσοκράτους μαθηταί, ἀπ’ ἐναντίων τό τε ἦθος καὶ τοὺς λόγους ὁρμώμενοι. ὁ μὲν γὰρ Ἔφορος ἦν τὸ ἦθος ἁπλοῦς, τὴν δὲ ἑρμηνείαν τῆς ἱστορίας ὕπτιος καὶ νωθρὸς καὶ μηδεμίαν ἔχων ἐπίτασιν·
5ὁ δὲ Θεόπομπος τὸ ἦθος πικρὸς καὶ κακοήθης, τῆι δὲ φράσει πολὺς καὶ συνεχὴς καὶ φορᾶς μεστός, φιλαλήθης ἐν οἷς ἔγραψεν. ὁ γοῦν Ἰσοκράτης τὸν μὲν ἔφη χαλινοῦ δεῖσθαι, τὸν δὲ Ἔφορον κέντρου.

2a,70,T

28b

VIT. ISOKRAT. III p. 257, 98 W: περὶ δὲ Θεοπόμπου καὶ Ἐφόρου φέρεταί τι τοιοῦτον αὐτοῦ καὶ ἀστεῖον ... ὡς ἑώρα τὸν Θεόπομπον μικρὰν ὑπό‐ θεσίν τινα λαμβάνοντα καὶ ἐπεκτείνοντα ταύτην καὶ διὰ πολλῶν λέγοντα,
5ὥσπερ ἐν τῆι Φιλιππικῆι αὐτοῦ Ἱστορίαι ἐποίησε, τὸν δ’ Ἔφορον μεγάλην μὲν ὑπόθεσιν λαμβάνοντα καὶ πολλῶν δεομένην, εἶτα διὰ ὀλίγων αὐτὴν λέγοντα καὶ ἐλλειπῶς, ἔφησεν ὡς 〈ὅτι〉 ‘ἔχω τινὰς δύο μαθητάς, ὧν ὁ μὲν δεῖται μάστιγος, ὁ δὲ χαλινοῦ‘, μάστιγος μὲν λέγων περὶ τοῦ Ἐφόρου διὰ τὸ νωθὲς καὶ βραδὺ τῆς φύσεως, χαλινοῦ δὲ διὰ τὸ Θεοπόμπου πολύ
10τε καὶ ἀκρατὲς τῆς γλώττης.

2a,70,T

29

CICERO Orat. 191: Ephorus autem, levis ipse orator et pro‐ fectus ex optima disciplina, paeana sequitur aut dactylum, fugit autem spondeum et trochaeum ... (F 107).

2a,70,T

30a

JOSEPH. c. Ap. I 16 (EUSEB. PE X 7 p. 478 D): ... ἢ τίνα τρόπον Ἔφορος μὲν Ἑλλάνικον (4 T 18) ἐν τοῖς πλείστοις ψευδό‐ μενον ἐπιδείκνυσιν, Ἔφορον δὲ Τίμαιος (III).

2a,70,T

30b

POLYB. XII 23, 1: ὅτι κατὰ τοῦ Ἐφόρου Τίμαιος πλείστην πεποίηται καταδρομήν.

2a,70,T

31

DIOG. LAERT. II 110: γέγραφε (sc. Ἀλεξῖνος Ἠλεῖος) ... καὶ
πρὸς Ἔφορον τὸν ἱστοριογράφον.41

2a,70,T

32

[SKYMN.] orb. descr. 109: ἤδη δ’ ἐπ’ ἀρχὴν εἶμι τῆς συντάξεως τοὺς συγγραφεῖς ἐκθέμενος, οἷς δὴ χρώμενος τὸν ἱστορικὸν εἰς πίστιν ἀναπέμπω λόγον· τῶι τὴν γεωγραφίαν γὰρ ἐπιμελέστατα γεγραφότι ... Ἐρατοσθένει (V) μάλιστα συμπεπεισμένος Ἐφόρωι τε καὶ τῶι τὰς κτίσεις
5εἰρηκότι ἐν πέντε βίβλοις Χαλκιδεῖ Διονυσίωι (IV) Δημητρίωι τε Καλλα‐ τιανῶι συγγραφεῖ (85 T 5) κτλ.

2a,70,T

33a

PLIN. NH I 4: continentur situus gentes ... 21. Euboea ... 36. insularum in mari Atlantico ... ex auctoribus ... externis ... Ephoro (§ 64; 120 = F 151; 129).

2a,70,T

33b

I 5: ... 38. Chii ... Ephoro (§ 136 = F 165).

2a,70,T

33c

I 6: ... insulae Aethiopici maris ... Ephoro (§ 198 f. = F 172).

2a,70,T

33d

I 7: continentur ... 49. de spatiis vitae longissimis ... Damaste Ephoro (§ 154 = F 112) ... Stratone qui contra Ephori Εὑρήματα scripsit ...

2a,70,T

34

LISTEN D. GRIECH. PROFANSCHRIFTST. tab. C 51 (Rabe Rh. Mus. LXV 339): ἱστορικοὶ ι· Θουκυδίδης Ἡρόδοτος Ξενοφῶν Φίλιστος
Θεόπομπος Ἔφορος Ἀναξιμένης Καλλισθένης Ἑλλάνικος Πολύβιος.42