TLG 0535 001 :: DEMADES :: Fragmenta

DEMADES Orat. Rhet.
(Atheniensis: 4 B.C.)

Fragmenta

Source: de Falco, V. (ed.), Demade oratore. Testimonianze e frammenti, 2nd edn. Naples: Libreria Scientifica Editrice, 1955: 19–54, 60–68, 83–87.

fr. 83: P. Oxy. 2.216

Citation: Fragment — (line)

1

ARISTOT. rhet. II 24, 1401 B 29: ἄλλος (sc. τόπος τῶν φαινομένων ἐνθυμημάτων) παρὰ τὸ ἀναίτιον ὡς αἴτιον, οἷον τῷ ἅμα ἢ μετὰ τοῦτο γεγονέναι· τὸ γὰρ μετὰ τοῦτο λαμβάνουσιν, καὶ μάλιστα οἱ ἐν ταῖς πολιτείαις, οἷον ὡς ὁ Δημάδης
5τὴν Δημοσθένους πολιτείαν πάντων τῶν κακῶν αἰ‐
τίαν· μετ’ ἐκείνην γὰρ συνέβη ὁ πόλεμος.

2

DEMAD. exc. palat. 14 Haupt: ‘ταῦτα λέγων τὸν τοῦ πολέμου πυρσὸν αἴρει, καὶ ὁ πολέμιος ἐπὶ τῶν πυλῶν στρατοπεδεύει.

3

DEMAD. n. 11 Diels p. 114: ὁ αὐτὸς ἔφησεν· ‘ὥσπερ τὸ τῆς Ἑλένης κάλλος ἐπ’ ἀπωλείᾳ τῶν ἡρώων ἐγίνετο, οὕτω καὶ ἡ τοῦ Δημοσθένους ἐν τῷ λέγειν δύναμις
π’ ἀπωλείᾳ τῆς Ἑλλάδος ηὐξήθη.

4

LUCIAN. Demosth. laud. 15: οὐ γὰρ ὡς τὸν Αἰσχύλον ὁ Καλλισθένης ἔφη που λέγων τὰς τραγῳδίας ἐν οἴνῳ γράφειν ἐξορμῶντα καὶ ἀναθερμαίνοντα τὴν ψυχήν, οὐχ οὕτως ὁ Δημοσθένης συνετίθει πρὸς μέθην τοὺς λόγους ἀλλ’ ὕδωρ πίνων· ᾗ καὶ τὸν Δημάδην
5παῖξαί φασιν εἰς ταύτην αὐτοῦ τὴν ὑδροποσίαν, ὡς οἱ μὲν ἄλλοι πρὸς ὕδωρ λέγοιεν, τὸν Δημοσθένην δὲ πρὸς ὕδωρ γράφειν.

5

DEMAD. n. 1 Diels p. 108: Δημάδης ψήφισμα γράψας παράνομον καὶ εὐθυνόμενος ὑπὸ Λυκούργου, ἐρωτήσαντος αὐτὸν ἐκείνου εἰ ὅτε ἔγραψε τὸ ψήφισμα οὐκ ἐνέβλεπεν εἰς τοὺς νόμους, ‘οὐκ ἐνέβλεπον, ἔφησεν, ἐπεσκότει γὰρ αὐτοὺς τὰ Μακεδόνων ὅπλα.

6

PLUT. de tuenda san. pr. 9, 126 D: ὁ Δημάδης πολεμικοὺς ἀκαίρως τοὺς Ἀθηναίους ὄντας ἔλεγε μηδέποτε
χειροτονεῖν εἰρήνην ἄνευ μελάνων ἱματίων.

7

DEMAD. exc. palat. 21 Haupt: ‘εἰρήνην δεῖ καὶ οὐ λόγον ἀντιτάττειν τῇ τῶν Μακεδόνων φάλαγγι· ἄ‐ πρακτος γὰρ ἡ σπουδὴ τοῦ λόγου τῶν ἐλάττονα τῆς βουλήσεως ἐχόντων τὴν δύναμιν.

8

PLUT. reg. et imp. apophth. 191 E = apophth. lac. 216 C: ὁ δὲ νεώτερος Ἆγις, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυ‐ ματοποιο, ‘καὶ μήν‘, ἔφη, ‘μάλιστα οἱ Λακεδαιμόνιοι τῶν πολεμίων
5τοῖς ξίφεσιν ἐφικνοῦνται‘. PLUT. v. Lyc. 19, 4: Ἆγις μὲν οὖν ὁ βασιλεύς, σκώπτοντος Ἀττικοῦ τινος τὰς Λακωνικὰς μαχαίρας εἰς τὴν μικρότητα, καὶ λέγοντος ὅτι ῥᾳδίως αὐτὰς οἱ θαυματοποιοὶ καταπίνουσιν ἐν τοῖς θεάτροις,
‘καὶ μὴν μάλιστα‘, εἶπεν, ‘ἡμεῖς ἐφικνούμεθα τοῖς ἐγχειριδίοις τῶν πολεμίων‘.

9

PLUT. v. Cleom. 27 [48], 2: καὶ Δημάδης, τὰς τριήρεις μὲν καθέλκειν καὶ πληροῦν ποτε τῶν Ἀθηναίων κελευόντων, χρήματα δ’ οὐκ ἐχόντων, ‘πρότερόν ἐστιν, ἔφη, τοῦ πρωρατεῦσαι τὸ φυρᾶσαι.

10

PLUT. pr. rei publ. ger. 25, 818 E: οὐ χεῖρον δὲ καὶ μετάγειν ἐπ’ ἄλλα χρειώδη τὸ σπουδαζόμενον, ὡς ἐποίησε Δημάδης, ὅτε τὰς προσόδους εἶχεν ὑφ’ ἑαυτῷ τῆς πόλεως· ὡρμημένων γὰρ ἐκπέμπειν τριήρεις βοηθοὺς τοῖς ἀφισταμένοις Ἀλεξάνδρου καὶ χρήματα
5κελευόντων παρέχειν ἐκεῖνον, ‘ἔστιν ὑμῖν. ἔφη, χρήματα· παρε‐ σκευασάμην γὰρ εἰς τοὺς Χόας, ὥσθ’ ἕκαστον ὑμῶν λαβεῖν ἡμιμναῖον· εἰ δ’ εἰς ταῦτα βούλεσθε μᾶλλον, αὐτοὶ καταχρῆσθε τοῖς ἰδίοισ· καὶ τοῦτον τὸν τρόπον, ὅπως μὴ στεροῖντο τῆς διανομῆς, ἀφέντων τὸν ἀπόστολον, ἔλυσε τὸ πρὸς Ἀλέ‐
10ξανδρον ἔγκλημα τοῦ δήμου.

11

DEMAD. n. 2 Diels p. 109: ὁ αὐτὸς οὐ θελόντων Ἀθηναίων τιμᾶν Ἀλέξανδρον ὡς θεόν, ‘δέδια, φησίν, ὦ ἄνδρες, ὡς μὴ τοῦ οὐρανοῦ φθονοῦντος Ἀλεξάνδρῳ στάντων ἢ τούτ
ἀφαιρεθῆτε καὶ ὑπ’ αὐτοῦ.

12

DEMETR. π. ἑρμην. §284: τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ ‘[ὅτι] τοῦτο τὸ ψήφισμα οὐκ ἐγὼ ἔγραψα ἀλλ’ ὁ πόλεμος τῷ Ἀλεξάνδρου δόρατι γράφων.

13

DEMAD. exc. palat. 19 Haupt: ‘πολέμιον κῦμα
καὶ Μακεδονικὸν πῦρ εἰς τὴν Ἀττικὴν ὑποδέχεσθαι ἦν οὐ καλόν, οὐδὲ σιωπᾶν καὶ καρτερεῖν ὁρῶντα καταδυο‐ μένην ὥσπερ ναῦν τὴν πόλιν.

14

DEMAD. exc. palat. 27 Haupt: ‘οὐκ ἐγὼ ταῦτα συνεβούλευον, ἀλλ’ ἡ πατρίς, ὁ καιρός, τὰ πράγματα διὰ τῆς ἐμῆς φωνῆς ἠξίου ταῦτα πράττειν· οὐ δίκαιον οὖν τὸν σύμβουλον καιρῶν εὐθύνας ὑπέχειν καὶ ὧν ἐν τῇ
5τύχῃ τὸ τέλοσ.

15

DEMETR. π. ἑρμην. §284: ‘ἔοικε γὰρ ἡ Μακεδονικὴ δύναμις, ἀπολωλεκυῖα τὸν Ἀλέξανδρον, τῷ Κύκλωπι τετυφλωμένῳ. PLUT. v. Galb. 1 Δημάδης μὲν γὰρ Ἀλεξάνδρου τελευτήσαντος εἴκαζε τὴν Μα‐
5κεδόνων στρατιὰν ἐκτετυφλωμένῳ τῷ Κύκλωπι, πολλὰς κινουμένην ὁρῶν κινήσεις ἀτάκτους καὶ παραφόρους. PLUT. reg. et imp. apophth. 181 F: τελευτήσαντος δὲ αὐτοῦ [sc. Ἀλεξάνδρου] Δημάδης ὁ ῥήτωρ ὅμοιον ἔφη διὰ τὴν ἀναρχίαν ὁρᾶσθαι τὸ στρατόπεδον τῶν Μακε‐ δόνων ἐκτετυφλωμένῳ τῷ Κύκλωπι.

16

LEX. SUDA s. v. Δημάδης: λόγους δὲ διδοὺς ἀρχῆς θορυβηθεὶς ἀπεδήμησεν, ‘οὔτε
ἑαυτῶν, εἰπών, ἐστὲ κύριοι, οὔτε ἐμοῦ.

17

PLUT. v. Phoc. 1: Δημάδης ὁ ῥήτωρ ἰσχύων μὲν ἐν ταῖς Ἀθήναις διὰ τὸ πρὸς χάριν πολιτεύεσθαι Μακεδόνων καὶ Ἀντι‐ πάτρου, πολλὰ δὲ γράφειν καὶ λέγειν ἀναγκαζόμενος παρὰ τὸ ἀξίωμα τῆς πόλεως καὶ τὸ ἦθος, ἔλεγε συγγνώμης ἄξιος εἶναι πολιτευό‐
5μενος τὰ ναυάγια τῆς πόλεως. PLUT. pr. rei publ. ger. 6, 803 A δέχεται δ’ ὁ πολιτικὸς λόγος δικανικοῦ μᾶλλον καὶ γνωμολογίας καὶ ἱστορίας καὶ μύθους καὶ μεταφοράς, αἷς μάλιστα κινοῦσιν οἱ χρώμενοι μετρίως καὶ κατὰ καιρόν· ὡς ... Δημάδης τὰ ναυάγια λέγων πολιτεύεσθαι τῆς πόλεως.

18

DEMETR. π. ἑρμην. § 285: ‘παρέλαβον πόλιν, οὐ τὴν ἐπὶ τῶν προγόνων τὴν ναύμαχον, ἀλλὰ γραῦν σαν‐ δάλια ὑποδεδεμένην καὶ πτισάνην ῥοφῶσαν· τὸ μὲν γὰρ
5γραῦν ἀλληγοροῦν ἀντὶ τοῦ ἀσθενῆ καὶ ἐξίτηλον ἤδη, καὶ ἅμα ἐμφαῖνον τὴν ἀδρανίαν αὐτῆς ὑπερβολικῶς· τὸ δὲ πτισάνην ῥοφῶσαν, ἐπεὶ ἐν κρεανομίαις τότε καὶ πανδαισίαις διάγουσαν ἀπολλύειν τὰ στρατιωτικὰ χρήματα.

19

PLUT. v. Demosth. 13, 3: Δημάδης ἀπολογούμενος τὴν ἐν τῇ πολιτείᾳ μεταβολὴν ἔλεγεν, αὑτῷ μὲν αὐτὸς τἀναντία πολλάκις εἰρηκέναι, τῇ δὲ πόλει μηδέποτε.

20

DEMAD. n. 5 Diels p. 111: ὁ αὐτὸς θορυβούμενος ὑπὸ τοῦ δήμου, ‘ὦ δῆμε, φησί, μᾶλλον δὲ δήμιε, οἶδα γὰρ ὅτι οὐδένα ὑμεῖς ἐσιτίσατε, ὃν οὐ κατεκόψατε.

21

DEMAD. n. 12 Diels p. 114: ὁ αὐτὸς ἐν ἐκκλησίᾳ θροούμενος
εἶπεν ‘οὐκ ἐμὲ ἐκωλύσατε λέγειν ἀλλ’ ἑαυτοὺς ἀκούειν.

22

Aesop. fab. 96 Chambry, 117 Halm, 63 Perry: Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις ἐκείνων μὴ πάνυ τι αὐτῷ προσεχόντων, ἐδεήθη αὐτῶν ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. τῶν δὲ συγχωρησάντων αὐτῷ, ἀρξάμενος
5ἔλεγε· ‘Δήμητρα καὶ χελιδὼν καὶ ἔγχελυς τὴν αὐτὴν ὁδὸν ἐβάδιζον· γενομένων δὲ αὐτῶν κατά τινα ποταμόν, ἡ μὲν χελιδὼν ἔπτη, ἡ δὲ ἔγχελυς κατέδυ· καὶ ταῦτα εἰπὼν ἐσιώπησεν. ἐρομένων δὲ αὐτῶν ‘ἡ οὖν Δήμητρα τί ἔπαθεν;‘ ἔφη· ‘κεχό‐ λωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες
10Αἰσώπειον μῦθον ἀκούειν ἀνέχεσθε.

23

Plut. v. Sol. 17, 3: διὸ Δημάδης ὕστερον εὐδο‐ κίμησεν εἰπὼν ὅτι δι’ αἵματος οὐ διὰ μέλανος τοὺς νόμους ὁ Δράκων ἔγραψεν. TZETZ. Chil. V 342 sqq.: πρῶτος ὁ Δράκων γέγονεν Ἀθήναις νομογράφος
5ἅπασι τοῖς ἐγκλήμασιν μέχρι κλοπῆς λαγχάνων φόνον τὸ ἐπιτίμιον ἀνηλεῶς ὁρίζων· διὸ Δημάδης ὕστερον ῥήτωρ ὡραῖος κάλλει, πολὺ δὲ ὡραιότερος ἀποφθεγμάτων λόγοις, μεγάλως εὐδοκίμησεν ἐν κριτηρίῳ λέξας·
10ἔοικεν, ἄνδρες δικαστα, Δράκων ὁ νομογράφος οὐ μέλανι, δι’ αἵματος τοὺς νόμους δὲ χαράξαι.

24

PS. DEMAD. ὑπ. τ. δωδ. § 1: ‘οὔτε δὲ ἰατρὸς ἐμ‐ πείρως δύναται θεραπεῦσαι τοὺς κάμνοντας, ἐὰν μὴ τὴν αἰτίαν τοῦ νοσήματος κατανοήσ, οὔτε δικαστὴς ὁσίαν θεῖναι τὴν ψῆφον, ἐὰν μὴ τοῖς τῆς κρίσεως δικαίοις
5σαφῶς ᾖ παρηκολουθηκώσ.

25

PS. DEMAD. ὑπ. τ. δωδ. § 2: ‘τὴν Ἀττικὴν ἐτείχισα τοὺς ὅρους τῆς χώρας περιβαλὼν οὐ λίθοις ἀλλὰ τῇ τῆς
πόλεως ἀσφαλείᾳ.

26

PS. DEMAD. ὑπ. τ. δωδ. § 3: ‘ὥσπερ γὰρ ἡ τῶν ὀφθαλμῶν νόσος τὴν ὅρασιν συγχέασα κωλύει τὰ ἐμπο‐ δὼν κείμενα θεωρεῖν, οὕτως ἄδικος παρεισδύνων λόγος εἰς τὰς τῶν δικαστῶν γνώμας οὐκ ἐᾷ δι’ ὀργὴν συνορᾶν
5τὴν ἀλήθειαν.

27

POLL. onom. VII 104: ἀργυράγχη, ὡς Δημάδης σκώπτων Δημοσθένη συνάγχῃ
λέγοντα εἰλῆφθαι καὶ ἐπὶ τοῖς ἀργυρίοις σιωπῶντα.

28

ATHEN. III 99 D: Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε ... τὴν ... Σάμον ἀπώρυγα τῆς πόλεως. PHILOD. voll. rhet. I 181, 11 Sudh. (. IV. pap. erc. 1007/1673, col. 22]: .... Τ ..... ΑΙ Σάμον ὡς | τὸ [π]ά[λαι ἀπώ]ρυγα τῆς π[ό]|λεω[ς], [τὴν δ’] Α[ἴγιν]αν
5ὥσπε[ρ | λήμην] τοῦ [Π]ειραιέως καὶ [οὕ|τως π]αραπλήσι[α (suppl. Usener‐ Nissen).

29

PAP. BEROL. 13045, v. 246 sq., ed. KUNST, Berl. Klassikert. VII p. 25: ‘δ’ ἡμετέρα πόλις ... τὸ μέγιστον τῆς Ἑ]λάδος σκάφοσ.

30

ATHEN. III 99 D: (Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε) ... τὸ δὲ τεῖχος ἐσθῆτα τῆς πόλεως.

31

ATHEN. III 99 D: (Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε) ... τὸν δὲ σαλπικτὴν κοινὸν Ἀθηναίων ἀλέκτορα.

32

DEMAD. exc. palat. 57 Haupt: ‘ἑτερόφθαλμος γέγονεν ἡ Ἑλλὰς τῆς τῶν Θηβαίων ἀναιρεθείσης πόλεωσ.

33

PS. DEMAD. ὑπ. τ. δωδ. §13: ‘τῷ γὰρ Ἐπαμινώνδου
σώματι συνέθαψε τὴν δύναμιν τῶν Θηβαίων ὁ καιρόσ.

34

DEMAD. exc. palat. 31 Haupt: ‘πολεμίῳ πυρὶ τὴν Ἑλλάδα περιέλαμψεν.

35

GNOMOL. COD. SCORIAL. I—X—13, f. 283v: Δημάδου. ‘κρα‐ τίστη δημοκρατία, ἐν ᾗ πάντες ὡς τύραννον φοβοῦνται τὸν νόμον· τοῖς μὲν δούλοις ἡ ἀνάγκη νόμος, τοῖς δὲ ἐλευθέροις ὁ νόμος ἀνάγκη.

36

PLUT. plat. qu. 4, 1011 B: ... εἰ μὴ καὶ τοῦ φορτίου τὸν ἱμάντα καὶ τοῦ βιβλίου τὴν κόλλαν ἀξιοῦσι μέρος εἶναι, καὶ τὰς διανομὰς τοῦ πολιτεύματος, ὡς ἔλεγε Δημάδης, κόλ‐ λαν ὀνομάζων τὰ θεωρικὰ τῆς δημοκρατίας.

37

STOB. flor. 74, 56: Δη‐ μάδης εἶπε τὴν αἰδῶ τοῦ κάλλους ἀκρόπολιν εἶναι.

38

A. MELISS. ed. Migne, PG 136, 953 A. CHORIC. GAZ. Ty‐ rann. 36, ed. Foerster—Richts. p. 294, 10 sqq.: ‘τοῖς Ἀσκληπιάδαις μείζων ὀφείλεται χάρις ἐπερχομένην ἀναστέλλουσι νόσον ἢ παραπεσοῦσαν ἰασαμένοις. [τοῦ
5γὰρ ἀπηλλάχθαι κακοῦ τὸ μὴ πάσχειν αἱρετώτερον]‘.

39

A. MELISS. ed. Migne, PG 136, 924 C: ‘ὅσον τοῖς δικαίοις τὸ θεῖον συναγωνίζεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.

40

DIOD. SIC. X 9, 1: ὁ Πυθαγόρας πρὸς τοῖς ἄλλοις παρήγγελλε τοῖς μανθάνουσι σπανίως μὲν ὀμνύναι, χρησαμένους δὲ τοῖς ὅρκοις πάντως ἐμμένειν καὶ πρὸς τέλος ἄγειν ὑπὲρ ὧν ἄν τις ὀμόσῃ πραγμάτων, οὐχ ὁμοίαν ἀπόφασιν ποιούμενος Λυσάνδρῳ τε τῷ Λάκωνι καὶ
5Δημάδῃ τῷ Ἀθηναίῳ, ὧν ὁ μὲν ἀπεφαίνετο τοὺς μὲν παῖδας δεῖν ἐξαπατᾶν τοῖς ἀστραγάλοις, τοὺς δὲ ἄνδρας τοῖς ὅρκοις, ὁ δὲ διαβεβαιούμενος ὅτι δεῖ τὸ λυσιτελέστατον ὥσπερ ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τῶν ὅρκων αἱρεῖσθαι· ὁρᾶν δὲ τὸν ἐπιορκήσαντα παραχρῆμα ταῦτ’ ἔχοντα περὶ ὧν ὤμοσε, τὸν δ’ εὐορκή‐
10σαντα φανερῶς τὸ ἴδιον ἀπολλύντα.

41

DEMAD. n. 6 Diels p. 111: ὁ αὐτὸς εἶπε τὴν ἐπιτίμησιν τοῖς ἀνθρώποις ἔμψυχον μάστιγα.

42

PAP. BEROL. 13045, v. 83 sq., KUNST p. 19: ‘ὑποβρύχιον ... τὸ σκάφος καταπινόμενον.

43

DEMAD. exc. palat. 55 Haupt: ‘ὑποβρύχιον ὤσειν μ’ ὑπολαμβάνουσιν.

44

AELIAN. v. h. XIV 10: προείλοντο τοῦ Φωκίωνος Ἀθηναῖοι τὸν Δημάδην στρατηγεῖν. ὁ δὲ προτιμηθεὶς καὶ μέγα φρονῶν, προσελθὼν τῷ Φωκίωνι, ‘χρῆσόν μοι, ἔφη, τὴν ῥυπαρὰν χλα‐ μύδα, ἣν εἰώθεις φορεῖν παρὰ τὴν στρατηγίαν. καὶ ὃς
5‘οὐδέποτε‘ εἶπεν ‘οὐδενὸς ῥυπαροῦ σὺ ἀπορήσεις, ἔστ’ ἂν ᾖς τοιοῦτοσ‘.

45

PLUT. v. Phoc. 20: εἰπόντος δὲ τοῦ Δημάδου πρὸς αὐτόν· ‘τί οὐ πείθομεν, ὦ Φωκίων, Ἀθηναίους τὴν Λα‐ κωνικὴν προσδέξασθαι πολιτείαν; ἐὰν γὰρ σὺ κελεύῃς, ἐγὼ γράφειν καὶ λέγειν ἕτοιμός εἰμι, ‘πάνυ γοῦν‘, ἔφη,
5‘πρέψειεν ἄν σοι μύρου τοσοῦτον ὄζοντι καὶ χλανίδα τοιαύτην φοροῦντι συμβουλεύειν Ἀθηναίοις περὶ φιλιτίων καὶ τὸν Λυκοῦργον ἐπαινεῖν‘.

46

PLUT. de cup. div. 5, 525 BC: ὁ γοῦν Δημάδης ἐπιστὰς ἀριστῶντί ποτε Φωκίωνι καὶ θεασάμενος αὐτοῦ τὴν τράπεζαν αὐστηρὰν καὶ λιτήν, ‘θαυμάζω ς’ ὦ Φωκίων, εἶπεν, ὅτι οὕτως ἀριστᾶν δυνάμενος πολιτεύῃ.

47

PLUT. pr. ger. rei publ. 14, 811 A: χαριέντως δὲ καὶ ὁ Φω‐ κίων, τοῦ Δημάδου κεκραγότος ‘Ἀθηναῖοί σε ἀποκτενοῦσιν, ‘ἄν γε μανῶσιν‘, ἔφη, ‘σὲ δέ, ἂν σωφρονῶσι‘. MAXIM. CONF. l. comm. p. 619 Comb. (Migne PG 91, 888 AB): Φωκίωνός ποτε τοῦ Ἀθηναίου
5δημηγοροῦντος οὐ τὰ πρὸς χάριν ἀλλὰ τὰ πρὸς ὠφέλειαν τοῖς Ἀθηναίοις, Δημάδου δὲ τοῦ ῥήτορος εἰρηκότος αὐτῷ ‘ἀποκτενοῦσί σε ὦ Φω‐ κίων ὁ δῆμος ἢν μανῶσι, ‘σὲ δέ‘, εἶπεν, ‘ἂν σωφρονῶσιν‘.

48

DIOD. SIC. XVI 87 (a. 338): λέγουσι δέ τινες ὅτι καὶ παρὰ τὸν πότον πολὺν ἐμφορησάμενος [sc. Phi‐ lippus] ἄκρατον καὶ μετὰ τῶν φίλων τὸν ἐπινίκιον ἄγων κῶμον διὰ μέσων τῶν αἰχμαλώτων ἐβάδιζεν ὑβρίζων διὰ λόγων τὰς τῶν ἀκληρούντων δυσ‐
5τυχίας. Δημάδην δὲ τὸν ῥήτορα κατ’ ἐκεῖνον τὸν καιρὸν ἐν τοῖς αἰχμαλώτοις ὄντα χρήσασθαι παρρησίᾳ καὶ λόγον ἀποφθέγξασθαι δυνάμενον ἀναστεῖλαι
τὴν τοῦ βασιλέως ἀσέλγειαν. φασὶ γὰρ εἰπεῖν αὐτόν· ‘βασιλε, τῆς τύχης σοι περιθείσης πρόσωπον Ἀγαμέμνονος αὐτὸς οὐκ αἰσχύνῃ πράττων ἔργα Θερσίτου;.

49

STOB. flor. 54, 47 = PS. PLUT. de nobil. 2: Δημάδης ὁ ῥήτωρ ληφθεὶς αἰχμάλωτος ἐν τῇ κατὰ Χαιρώνειαν μάχῃ ὑπὸ Φιλίππου καὶ συσταθεὶς αὐτῷ, ἐκείνου παρὰ πότον σεμνυνομένου ‘ποῦ ἡ εὐγένεια καὶ ἡ ὑπεροχὴ τῆς Ἀθηναίων πόλεως;‘
5ἔγνως ἄν, ἔφη, ὦ βασιλε, τὴν τῆς πόλεως δύναμιν, εἰ Ἀθηναίων μὲν Φίλιππος, Μακεδόνων δὲ Χάρης ἐστρα‐ τήγει.

50

MAXIM. CONF. l. comm. p. 619 Comb. (Migne PG 91, 888 C): Δημάδου πρεσβεύοντός ποτε ὑπὲρ Ἀθηναίων πρὸς Φίλιππον καὶ παρρησίᾳ διαλεγομένου, ὁ Φίλιππος ‘οὐ φοβοῦ μὴ τὴν κεφαλήν σου‘, ἔφη, ‘προστάξω ἀφαιρεθῆναι;‘· ‘ο, φησίν, ἐὰν γὰρ σύ μου ταύτην ἀφέλῃς,
5ἡ πατρίς μοι αὐτὴν ἀθάνατον ἀναθήσει.

51

PLUT. v. Demosth. 23, 6 (a. 335): βουλευομένων δὲ τῶν Ἀθη‐ ναίων καὶ διαπορούντων, ὁ Δημάδης λαβὼν πέντε τάλαντα παρὰ τῶν ἀνδρῶν ὡμολόγησε πρεσβεύσειν καὶ δεήσεσθαι τοῦ βασιλέως ὑπὲρ αὐτῶν, εἴτε τῇ φιλίᾳ πιστεύων εἴτε προσδοκῶν μεστὸν εὑρήσειν ὥσπερ λέοντα
5φόνου κεκορεσμένον.

52

SCHOL. AESCH. III 159 (p. 342 Schultz): μετὰ τὴν Θηβαίων κατασκαφὴν ἐξῄτησεν Ἀλέξανδρος τοὺς ῥήτορας· ὁ δὲ δῆμος ἔπεμψε Δημάδην παραιτησόμενον αὐτούς. ὁ δὲ τοῦτο εἰπὼν ἔπεισεν ὅτι ‘ἔασον αὐ‐ τοὺς Ἀθήνησι ῥητορικῷ θανάτῳ ἀποθανεῖν.

53

DEMETR. π. ἑρμην. § 283 (a. 323): ‘οὐ τέθνηκεν Ἀλέξανδρος, ὦ ἄνδρες Ἀθηναῖοι· ὦζε γὰρ ἂν ἡ οἰκουμένη τοῦ νεκροῦ. τὸ μὲν γὰρ ὦζεν ἀντὶ τοῦ ᾐσθάνετο ἀλληγορικὸν καὶ ὑπερβολικὸν ἅμα, τὸ δὲ τὴν οἰκου‐
5μένην αἰσθάνεσθαι ἐμφατικὸν τῆς δυνάμεως τῆς Ἀλεξάνδρου, καὶ ἅμα δέ τι ἐκπληκτικὸν ἔχει ὁ λόγος ἠθροισμένον ἐκ τῶν τριῶν· πᾶσα δὲ ἔκπληξις δεινόν, ἐπειδὴ φοβερόν. GREG. COR. in Herm. VII 1181, 1 Walz: ἡ περιβολὴ τριχῶς γίνεται, ἢ ἐξ ἐμφάσεως ἢ ἐξ ἀλληγορίας ἢ ἐξ ὑπερβολῆς ... συνάμα δὲ ἀπὸ τῶν τριῶν, ὡς τὸ ‘οὐ τέθνηκεν Ἀλέξανδρος, ὦ
10ἄνδρες, ὦζε γὰρ ἂν ἡ οἰκουμένη τοῦ νεκροῦ, τουτέστιν ᾐσθάνετο τῆς δυνάμεως ἐκείνου, ὅπερ ἀλληγορία ἐστὶ καὶ ἐμφαντικὸν καὶ ὑπερβολικόν, ἅμα δὲ καὶ ἐκπληκτικόν τι ἔχει ὁ λόγος ἠθροισμένων τῶν τριῶν. PLUT. v. Phoc. 22: πρώτου δὲ Ἀθηναίοις Ἀσκληπιάδου τοῦ Ἱπ‐ πάρχου τεθνάναι προσαγγείλαντος Ἀλέξανδρον, ὁ μὲν Δημάδης ἐκέλευε μὴ
15προσέχειν· πάλαι γὰρ ἂν ὅλην ὄζειν νεκροῦ τὴν οἰ‐ κουμένην.

54

PLUT. v. Demosth. 11, 5: ἐν δὲ ταῖς παρὰ τὸν καιρὸν ἀπαντήσεσιν ἐχρῆτο [sc. Demosthenes] καὶ τῷ γελοίῳ. Δημάδου μὲν γὰρ εἰπόντος ‘ἐμὲ Δημοσθένης, ἡ ὗς τὴν Ἀθηνᾶν‘ [LEUTSCH, Paroem. II 704], ‘αὕτη‘, εἶπεν, ‘ἡ Ἀθηνᾶ πρώην ἐν
5Κολλυτῷ μοιχεύουσα ἐλήφθη‘. PLUT. pr. ger. rei publ. 7, 803 D: καὶ πρὸς Δημάδην βοῶντα ‘Δημοσθένης ἐμὲ βούλεται διορθοῦν· ἡ ὗς τὴν Ἀθηνᾶν, ‘αὕτη μέντοι πέρυσιν ἡ Ἀθηνᾶ μοιχεύουσα ἐλήφθη‘.

55

PLUT. v. Phoc. 30: Δημέᾳ δὲ τῷ υἱῷ νύμφην ἀγό‐ μενος, ‘ἐμοῦ μέν, εἶπεν, ὦ πα, τὴν σὴν μητέρα γαμοῦν‐ τος οὐδὲ ὁ γείτων ᾔσθετο· τοῖς δὲ σοῖς γάμοις καὶ βασι‐ λεῖς καὶ δυνάσται συγχορηγοῦσιν.

56

DEMAD. n. 10 Diels p. 113: ὁ αὐτὸς ὀνειδιζόμενος καθότι ἕνα μόνον υἱὸν ἔθρεψεν, εἶπεν ‘ἕνα κρεῖττόν ἐστι τριηράρχην ἢ δέκα κωπηλάτας καταλιπεῖν.

57

STOB. flor. 4, 69 [Lh. fr. 26; S. fr. 23; M. fr. 20]: Δημάδης τοὺς Ἀθηναίους εἴκαζεν αὐλοῖς, ὧν εἴ τις ἀφέλοι τὴν γλῶτταν, τὸ λοιπὸν οὐδέν ἐστιν.

58

DEMADIS EPISTULA AD PERDICCAM MISSA (a. 321): PLUT. v. De‐ mosth. 31, 5: γράμματα γὰρ ἐξέπεσεν αὐτοῦ [sc. Demadis], δι’ ὧν παρεκάλει Περδίκκαν ἐπιχειρεῖν Μακεδονίᾳ καὶ σῴζειν τοὺς Ἕλληνας ὡς ἀπὸ σα‐ προῦ καὶ παλαιοῦ στήμονος—λέγων τὸν Ἀντίπατρον—ἠρτη‐
5μένους. ARRIAN. hist. succ. Alex. ap. PHOT. bibl. cod. 92 = fr. I 14 Roos: ἔγραψε Περδίκκᾳ σῴζειν τοὺς Ἕλληνας ἀπὸ σαπροῦ καὶ παλαιοῦ στήμονος ἠρτημένους, οὕτως τὸν Ἀντίπατρον ἐπιχλευάζων. PLUT. v. Phoc. 30: Κάσανδρος δὲ τῶν πραγμάτων ἐγκρατὴς γεγονὼς εὗρεν ἐπι‐ στολὴν Δημάδου γεγραμμένην πρὸς Ἀντίγονον εἰς Ἀσίαν, παρακαλοῦντος
10αὐτὸν ἐπιφανῆναι τοῖς περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν ἐκ παλαιοῦ καὶ σαπροῦ κρεμαμένοις στήμονος, τὸν Ἀντίπατρον οὕτω
σκώψαντος.

59

STOB. flor. 29, 91 = CRAMER, Anecd. Ox. IV 253: Δημάδης ἐρωτηθεὶς τίς αὐτοῦ διδάσκαλος γεγονὼς εἴη, ‘τὸ τῶν Ἀθηναίων, ἔφη, βῆμα‘, ἐμφαίνων ὅτι ἡ διὰ τῶν πραγμάτων ἐμπειρία κρείττων πάσης σοφιστικῆς
5διδασκαλίας ἐστίν.

60

DEMAD. n. 9 Diels p. 112: ὁ αὐτὸς δυσημερῶν ἐπί τινος δη‐ μηγορίας ἔφη ὥσπερ ἀγωνιστοῦ γίνεσθαι δυσημερίαν οὕτω καὶ ἀκροατο.

61

GNOMOL. COD. BAROCC. BODL. 143, f. 231v: Δημάδου· ‘τοὺς υἱοὺς σπούδαζε πεπαιδευμένους μᾶλλον ἢ πλουσίους καταλιπεῖν.

62

DEMAD. n. 3 Diels p. 110: ὁ αὐτὸς ἐπεὶ ἐλοιδορεῖτο ὑπό τινος νεανίσκου τὰ αἴσχιστα, ‘νεανίσκε, ἔφη, ἡ γλῶσσά σου οὐκ ἐν τῷ στόματί σου κάθηται ἀλλ’ ἐπὶ οἰκήματοσ.

63

PS. DEMAD. ὑπ. τ. δωδ. § 15: ‘κρεῖττον γὰρ ἐπερχό‐ μενον ἐκκλῖναι τὸ νέφος ἢ φερομένῳ συναπενεχθῆναι τῷ ῥεύματι.

64

PS. DEMAD. ὑπ. τ. δωδ. § 15: ‘δεῖ δὲ τὸν σύμβουλον, καθάπερ τὸν ἰατρόν, οὐ τῆς νόσου τὴν αἰτίαν ἔχειν, ἀλλὰ
τῆς θεραπείας τὴν χάριν ἀπολαμβάνειν.

65

SEXT. EMP. adv. math. I 295 (a. 338): εἰ μήτι καὶ Δημάδης ὁ ῥήτωρ γραμματικὸς ὢν πολλοῖς τῶν Ἀθηναίων μετὰ τὴν ἐν Χαιρωνείᾳ ἧτταν συναιχμαλωτισθεὶς καὶ εἰπὼν πρὸς τὸν Φίλιππον ἀναγκάζοντα εὐωχεῖσθαι·
5‘...... τίς γάρ κεν ἀνὴρ ὃς ἐναίσιμος εἴη, πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
πρὶν λύσασθ’ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;‘

67

ATHEN. III 99 D: καὶ Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε τὴν μὲν Αἴγιναν εἶναι λήμην τοῦ Πειραιῶς.

68

ATHEN. III 99 D: (Δημάδης ἔλεγε) ... ἔαρ δὲ τοῦ δήμου τοὺς ἐφήβους.

69

DEMAD. n. 7 Diels p. 111: ὁ αὐτὸς λέγων ποτὲ κρίσιν ἐν πανδοκείῳ ὑβρισμένου μάρτυρας προέφερε τοὺς πανδοκέας· τῶν δὲ κρινόν‐ των οὐκ ἀξιοπίστους εἶναι φασκόντων, ‘τοιοῦτος γάρ, φησί, καὶ ὁ τόπος ἦν ἐν ᾧ ἡ ὕβρις ἐπετελέσθη· εἰ δὲ ἐν τῷ δου‐
5ρείῳ ἵππῳ ὑβρίσθη, τοὺς ἀριστεῖς ἂν ὑμῖν παρει‐
χόμην μάρτυρας Μενέλαον καὶ Διομήδη καὶ Ὀδυσσέα‘.

70

MAXIM. CONF. l. comm. p. 586 Comb. (Migne, PG 91, 828): ὁ αὐτὸς ἔλεγεν ὅτι ὁ παιδευόμενος τριῶν τούτων χρῄζει, φύσεως μελέτης χρόνου.

71

DEMAD. n. 8 Diels p. 112: ὁ αὐτὸς ἐρωτώμενος ὑπό τινος τί εἴη πεποιηκὼς τὰ ἐκ Μακεδονίας χρήματα, διαναβαλλόμενος καὶ ἐπιδείξας τήν τε κοιλίαν καὶ τὰ αἰδοῖα· ‘τί ἂν τούτοις, 〈εἶπεν〉, ἱκανὸν γένοιτο;‘

72

DEMAD. n. 4 Diels p. 110: ὁ αὐτὸς Δημοσθένη ὅμοιον ἔφη ταῖς χελιδόσι· καὶ γὰρ ἐκεῖναι οὔτε καθεύδειν ἐῶσιν οὔτε γρηγορεῖν [δύνανται]· καὶ Δημοσθένης οὔτε ἡσυχίαν
ἄγειν ἐᾷ οὔτε ἄξιον οὐδὲν τῆς πόλεως ἐπιβάλλεται.

73

[Kohl n. 228 241]. Δημάδου. α. ὑπὲρ τῆς δωδεκαετίας. β. πρὸς τὴν εἰς Ὄλυνθον βοήθειαν. γ. πρὸς Χεροννησίτας.
5δ. ὑπὲρ Φιλίππου ὡς οὐ χρὴ πολεμεῖν. ε. πρὸς τοὺς Ὀλυνθίων πρέσβεις.
ϛ. ἐναντίος Ἀλοννησίταις. ζ. κατὰ τῆς εἰς Ὄλυνθον βοηθείας. η. πρὸς Δημοσθένην πρὸς τὸν κατὰ Φιλίππου.
10θ. πρὸς τὸν κατὰ [περὶ corr. Bl.] τῆς εἰρήνης. ι. ἐναντίος τοῖς ἐν Μεσσήνῃ. ια. ὑπὲρ τῆς Φιλίππου ἐπιστολῆς. ιβ. πρὸς τὸν ὑπὲρ τῆς συντάξεως. ιγ. κατὰ συμμάχων.
15ιδ. κατὰ Ἁρπάλου.

74

LEX. SUDA s. v. Δημάδης: οὗτος Δημοσθένει λέγοντι ὑπὲρ Ὀλυνθίων ἀντέλεγεν.

75

TZETZ. Chil. VI 118 sqq.: πάλιν ἐναντιούμενος Ἁλοννησίταις λέγει· ‘ὑπὲρ μικρᾶς τῆς νήσου τε καὶ πόρων ἐλαχίστων
μέλλετε διαφέρεσθαι πρὸς Φίλιππον, ὦ ἄνδρες,
5ἀνδρὸς ὀχλοκοποῦντός τε καὶ στασιώδους λόγοισ. καὶ πάλιν ‘ὑπὸ ῥήτορος ἀνδρὸς καὶ γυναικείου. πάλιν ‘γυναικιζόμενος χλανίσι τῶν εὐσήμων. καὶ σύρων τὸ ἱμάτιον καὶ φωνασκῶν, ὡς ἔθος, δειλοὺς ἀνάνδρους τε καλεῖ τοὺς πρεπωδῶν συμβούλουσ.
10καὶ πάλιν ‘τρίβων κεφαλὴν καὶ συνεχῶς ἐκβήττων, ὡς 〈καὶ〉 κατακλύσειν λόγοις μέλλων τὴν ἐκκλησίαν, Ἑλλάδα συνταράξειν τε καὶ σύμπαντας φιμώσειν, οἳ καὶ αὐτὸν ἐπίστανται καὶ τὴν αὐτοῦ πατρίδα, καὶ τίς τελῶν καὶ πόθεν ὢν ὑπὲρ αὐτῶν φυσᾶται,
15καὶ τὰς ὀφρύας ἀνασπ, καθάπερ ὁ Κριτίας, ὁ εἷς ἐκ τῶν τριάκοντα, μὴ παῖς μαχαιρουργοῦ δ, ὁ βδελυρὸς καὶ βάναυσοσ. καὶ πάλιν ‘πλάνης, γόης, ῥήτωρ οὐκ ἐπιχώριος, ξένος τελῶν καὶ Σκύθης, ὡς παῖς δ’ οὐκ ὢν μαχαιρουργο, μητρὸς δὲ τῆς Σκυθίδος,
20κυκ, ταράττει, θορυβεῖ τὴν σύμπασαν Ἑλλάδα.

76

HERMOG. de inv. p. 102 Rabe: Δημάδης πρεσβεύσας παρὰ τὸν Φίλιππον, καὶ ἐρομένου ποταπαί εἰσιν αἱ Ἀθῆναι τοῦ Μακεδόνος, ἐπὶ τῆς τραπέζης αὐτὰς κα‐ τέγραψε καὶ ἐπανελθὼν ὕβρεως κρίνεται· οἶον ‘καὶ διὰ
5τὸν ἄλλον μὲν βίον, ὦ Ἀθηναῖοι, τὸν προσόντα Δημάδῃ καὶ τὴν προδο‐ σίαν ἄξιον ἦν κολάσαι τοῦτον, οὐχ ἥκιστα δὲ καὶ διὰ τὰ νῦν αὐτῷ γεγε‐ νημένα, ἐξ ὧν αἰσχύνην ὁμοῦ καὶ ζημίαν περιῆψε τῇ πόλει‘.

77

TZETZ. epit. rhet. vv. 228 sqq., III 677 Walz: Δημάδης ῥήτωρ τὸν υἱὸν μειράκιον ὡραῖον λίχνον καὶ ἀσωτεύοντα πρὸς Φίλιππον ἐκπέμπων ἀπολαβών τε πλούσιον κρίνεται κακοῦ βίου.
5 MAX. PLAN. in Herm. V 377, 12 Walz: ὁ Δημάδης διεβάλλετο κακοῦ βίου, ὡς τὸν ἴδιον υἱὸν παρὰ τῷ Φιλίππῳ καταλιπὼν εὐπρεπῆ ὄντα φαύλης
ἕνεκεν ὑπολήψεως.

78

TZETZ. Chil. VI 18 sqq.: ἀνθ’ ὧν ὑπῆρχεν ἐραστὴς εἰρήνης ὁ Δημάδης φάσκων ‘ἀνάνδρους οὐ καλῶ καθάπερ Δημοσθένης, ἀναρριπίζων πόλεμον, εἰρήνην ἀπελαύνων,
5δειλός εἰμι καὶ ἐραστὴς καθέστηκα εἰρήνης, οὐ στέργω μάχης ἀραγμοὺς οὐδὲ πολέμων κρότους, οὐδὲ πρὸς πολυάνδριον θέλω φιλοτιμεῖσθαι. περὶ εἰρήνης λέγοντι, ὦ ἄνδρες, πείθεσθέ μοι, μὴ ὀχλοκόπῳ δὲ ἀνδρὶ μάτην ὀχλοκοποῦντι·
10ἀντιστροφὴ γὰρ γίνεται πραγμάτων τῷ πολέμ· θάπτει πατὴρ τὸν παῖδα γάρ, γέρων τὸν γηροτρόφον. εἴθ’ ὤφελον Δημάδην μὲν ἔχειν καὶ οἱ Θηβαῖοι· ἔτι γὰρ ἄν, Δημόσθενες, ἦσαν αἱ Θῆβαι πόλις· νῦν δ’ εἰσὶ πολυάνδριον καὶ τόπος οἰκοπέδων·
15δακρύσει καὶ πολέμιος νῦν παριὼν τὸν τόπον. PS. DEMAD. exc. palat. 18 Haupt: ‘ὄφελον καὶ Θη‐ βαίους ἔχειν Δημάδην· ἔτι γὰρ ἂν ἦσαν αἱ Θῆβαι πόλις· νῦν δ’ εἰσὶν οἰκόπεδον πόλεως καὶ λείψανα κακῶν ταῖς τῶν ἐχθρῶν χερσὶν εἰς ἔδαφος ἀχθεῖσαι.

79

PS. DEMAD. exc. palat. 25 Haupt: ‘ὁ Δημο‐ σθένης ὁ πικρὸς συκοφάντης διαστρέφων τὸ πρᾶγμα τῇ δεινότητι τῶν ῥημάτων διέβαλεν.

80

HEROD. de fig. III 99 Sp.: ἑτέρα δὲ ἀν‐ τίθεσις ὅταν ἀντιστέλληται κατάφασις ἀποφάσει· ‘σὺ μὲν γὰρ ἔλαβες, Δη‐ μάδη, δῶρα παρὰ Φιλίππου, ἐγὼ δὲ οὐκ ἔλαβον· καὶ σὺ μὲν συνέπινες αὐτῷ κατὰ τῆς πόλεως εὐωχουμένῳ, ἐγὼ δὲ οὐ συνέπινον· καὶ σὺ μὲν
5συνηνέχθης τοῖς ἐκείνου πρέσβεσι συνομνύμενος, ἐγὼ δὲ οὐ συνηνέχθην‘. ALEX. de fig. III 36 Sp.: ἀντίθεσις δὲ γίνεται κατὰ τρόπους πλείονας, καθ’ ἕνα μὲν ... καθ’ ἕτερον δέ, ὅταν αὐτὰ στρέφηται τὰ ὀνόματα· ‘σὺ ... συνέ‐ πινον‘. ZONAEUS de fig. III 169, 23 sqq. Sp. = ANON. de fig. III 186, 16 sqq. Sp.: ἀντίθετον γίνεται κατὰ δύο τρόπους· καθ’ ἕνα μὲν ... · καθ’ ἕτερον δέ,
10ὅταν ἀντιδιαστέλληται κατάφασις ἀποφάσει, ὡς τὸ ‘σὺ μὲν ἔλαβες δῶρα,
ἐγὼ δ’ οὐκ ἔλαβον‘.

81

APSIN. ars rhet. 1, p. 221, 2 sqq. Sp. H.: ἔγραψεν ὁ Δημάδης τρισκαιδέκατον θεὸν νομίζειν τὸν Φίλιπ‐ πον· ἀντειπὼν ὁ Δημοσθένης ἡττήθη· καὶ γράφει καὶ νεὼν ἱδρύ‐
σασθαι Φιλίππ.

82

PS. LIBAN. decl. XVIII Ar‐ gum.: νόμος τὸν ξενίας ἁλόντα πιπράσκεσθαι· ἑάλω ξενίας ὁ Δημοσθένης. ἔπεμψε Φίλιππος ὠνούμενος αὐτόν. γράφει Δημάδης διδόναι,
Ὑπερίδης δημόσιον εἶναι.

83

(t1)

OXYRH. PAP. 226:
t2πρὸς τὴν ἐπιστολὴν τὴν Ἀλεξάνδρου.
t2.........

83,1

βούλεσθε οὖν ἀπὸ μιᾶς ἐπιστολῆς ἀπει‐ λὴν δουλείας ἀντ’ ἐλευ‐ θερίας ἀντικαταλλάσσε‐
5σθαι; καὶ ποῦ τὸ περιμάχη‐ τον οἴχεται φρόνημα τῆς ἡγεμονίας; ἐπιζητῶ γάρ, εἰ μή τι διαμαρτάνω τῷ λογισμῷ. φησὶν ἡμῖν
10πολεμήσειν καὶ ἡμεῖς ἐκ[διδομένων τούτ]ων
11.........

83,2

[τίνα τῶν συμμά‐ χω]ν ἀπολωλέκα[μεν; ποῦ τὰ] τείχη τῆς πό[λεως πέ‐ πτωκεν; τίς αἰχμ[άλωτος
5ἡμῶν γέγονεν; [πότε] πεζο‐ μαχοῦντες ἢ ναυμαχοῦντες λελείμμεθα; ἐνταῦθα γὰρ ἄνθρωποι περιγεγραμμέ‐ νοι πάσας τὰς ἐλπίδας τῷ
10τῆς ἀνάγκης καιρῷ δουλεύ‐ σουσι, ἡμῖν δ’ ἀπόρθητός
ἐστιν ἡ δημοκρατία· ὁμονο‐ οῦμεν πρὸς ἀλλήλους, τοῖς νό‐ μοις ἐνμένομεν, καρτερεῖν
15ἐν τοῖς δεινοῖς ἐπιστάμε‐ θα, τὴν τῆς ἐλευθερίας τά‐ ξιν οὐκ ἐνκαταλείπομεν. ἐν τοῖς ὅπλοις νικήσας νεανικευέσθω, ταῖς δ’ ἀπὸ
20τῶν ἐπιστολῶν ἀπειλαῖς τοὺς βαρβάρους ἐξαπατάτω. ἡ δὲ τῶν Ἀθηναίων πόλις ἐπιτάττειν, οὐχ ὑπακούειν εἴθισται] καὶ δ[ικά]ζε[ιν ...

84

(t)

PS. CALLISTH. hist. Alex. M. II 2, 8—16, p. 66 sq. Kroll:
1λέγοντος τοῦ Αἰσχίνου ἀνίσταται Δημάδης, γενναῖος ῥήτωρ, καὶ ἀνακόπτει τὸν Αἰσχίνην εἰπών· ‘μέχρι πότε, Αἰσχίνη, μεμαλθακευμένους καὶ δειλιῶντας ἡμῖν εἰσφέρεις λόγους, ὥστε μὴ ἀντιτάξασθαι αὐτῷ πρὸς πόλεμον; τίς παρεισελήλυθε δαίμων ὡς τοιαῦτα φθέγξασθαι; ὁ τηλικαύτας συνηγορίας
5ποιησάμενος, ὁ προτρεψάμενος Ἀθηναίους πολεμεῖν πρὸς τὸν τῶν Περσῶν βασιλέα νῦν εἰς δειλίαν Ἀθηναίους ἐμβάλλεις καὶ τρέμειν ποιεῖς μει‐ ράκιον τύραννον αὐθάδη, τὴν τοῦ πατρὸς ἀναλαβόντα τόλμην; τί δὲ καὶ δειλιῶμεν αὐτῷ συμβαλεῖν; οἱ Πέρσας διώξαντες καὶ Λακεδαιμονίους ἡττήσαντες καὶ Κορινθίους νικήσαντες, ἔτι δὲ Μεγαρεῖς φυγαδεύσαντες
10καὶ Φωκεῖς πολεμήσαντες καὶ Ζακυνθίους πορθήσαντες δεδοίκαμεν πολεμεῖν Ἀλεξάνδρῳ; —ἀλλὰ λέγει Αἰσχίνης· μνησθήσεται, φησίν, ἡμῶν τῶν καθηγητῶν καὶ αἰδεσθήσεται ἡμῶν τὰς ὄψεις· γελοίως. ἅπαντας ἡμᾶς ὕβρισε καὶ μετέστησε Στασαγόραν τῆς στρατηγίας, ὃν ἡμεῖς ἀπεκατεστή‐ σαμεν, καὶ † Κιθόωντα τὸν ἐμὸν ἐχθρὸν ἀπεκατέστησεν ἀρχιστρατηγόν,
15ἡμῶν οὔσης τῆς πόλεως. ἤδη δὲ αὑτῷ ἐξεδίκησε Πλαταιάς· καὶ σὺ λέγεις, ὅτι θεασάμενος ἡμῶν τὰς ὄψεις αἰδεσθήσεται; μᾶλλον γυμνοὺς ἡμᾶς λαβὼν κολάσεται. ὥστε πολεμήσωμεν ἀγνώμονι Ἀλεξάνδρῳ καὶ μὴ πιστεύσωμεν, εἰ περίκειται ἡλικία· καὶ γὰρ ἄπιστος ἡ ἡλικία· δύναται γὰρ γενναίως πολεμεῖν, οὐ δικαίως σωφρονεῖν. —Τυρίους, φησίν, ἐξεπόρθησεν· ἀδύναμοι
20γὰρ ἦσαν. Θηβαίους κατέσκαψεν οὐκ ὄντας οὕτως ἀδυνάμους, ἀλλὰ ἀπὸ πολλῶν πολέμων καμόντας· Πελοποννησίους ἐξῃχμαλώτισεν—οὐκ αὐτός, ἀλλὰ λοιμὸς καὶ λιμὸς αὐτοὺς διέφθειρεν. εἶτα δὲ Ξέρξης ἐξήρτησε τὴν θάλασσαν ναυσὶ καὶ κατέσπειρε τὴν ὅλην γῆν στρατεύμασι καὶ ἐσκέπασε τοῖς ὅπλοις τὸν ἀέρα 〈καὶ〉 ἐπλήρωσε τὴν Περσίδα τῶν αἰχμαλώτων· καὶ ὅμως ἡμεῖς
25αὐτὸν ἀπεδιώξαμεν καὶ τὰς ναῦς ἐπρήσαμεν, Κυναιγείρου καὶ Ἀντιφῶντος καὶ Μνησοχάρους καὶ τῶν ἄλλων ἀριστέων μαχησαμένων. 〈νῦν δὲ δεδοί‐ καμεν〉 Ἀλεξάνδρῳ πολεμῆσαι παιδὶ τολμηρῷ καὶ τοῖς περὶ αὐτὸν οὖσι σατράπαις καὶ παρασπισταῖς τοῖς ἀφρονεστέροις αὐτοῦ; εἶτα πέμπειν ἡμᾶς βούλεσθε οὓς ᾐτήσατο δέκα ῥήτορας; εἰ συμφέρει, λογίσασθε. τοῦτο μέν‐
30τοιγε ὑμῖν προμηνύω, ἄνδρες Ἀθηναῖοι, ὅτι πολλάκις δέκα κύνες γενναίως ὑλακτοῦντες ὅλας [τὰς] ἀγέλας [τῶν] ποιμνίων δειλῶς φερομένας πρὸς τοὺς
λύκους οὗτοι ἔσωσαν‘.

86

PHILOSTR. v. soph. II 119, 30 sqq. Kayser: μελέται μὲν δὴ τοῦ ἀνδρὸς τούτου (sc. Ἱπποδρόμου) τριάκοντα ἴσως, ἄρισται δὲ αὐτῶν οἱ Καταναῖοι καὶ οἱ Σκύθαι καὶ ὁ Δημάδης ὁ μὴ
ξυγχωρῶν ἀφίστασθαι Ἀλεξάνδρου ἐν Ἰνδοῖς ὄντος.

87

(t1)

ΔΗΜΑΔΟΥ
t2ΥΠΕΡ ΤΗΣ ΔΩΔΕΚΑΕΤΙΑΣ.

87,1

Τῆς μὲν τῶν κινδυνευόντων σωτηρίας, ὦ ἄνδρες Ἀθη‐ ναῖοι, καὶ τῆς τιμωρίας ὑμεῖς παρὰ τῶν νόμων τὴν ἐξουσίαν εἰλήφατε· οὔτε δὲ ἰατρὸς ἐμπείρως δύναται θεραπεῦσαι τοὺς κάμνοντας, ἐὰν μὴ τὴν αἰτίαν τοῦ νοσήματος κατανοήσῃ,
5οὔτε δικαστὴς ὁσίαν θεῖναι τὴν ψῆφον, ἐὰν μὴ τοῖς τῆς

87,2

κρίσεως δικαίοις σαφῶς ᾖ παρηκολουθηκώς· ἐμπεσὼν δὲ αὐτὸς εἰς μέσην τὴν τῶν ῥητόρων δυσμένειαν, ὥσπερ τῆς παρὰ θεῶν οὕτω τῆς παρ’ ὑμῶν δέομαι τυχεῖν βοηθείας. διαβάλλουσι γάρ μου τὸν βίον, οἰόμενοι τὸν λόγον ἄπιστον
5καταστήσειν. ἐγὼ δ’ ἀποθανὼν μὲν ἢ ζῶν οὐδέν εἰμι· τί γὰρ Ἀθηναίοις, εἰ παρανάλωμα Δημάδης; δακρύσει δέ μου τὴν ἀπώλειαν οὐχ ὁ στρατιώτης (πῶς γάρ; ὃν αὔξει μὲν
πόλεμος, εἰρήνη δ’ οὐ τρέφει), ἀλλ’ ὁ τὴν χώραν γεωργῶν καὶ ὁ τὴν θάλατταν πλέων καὶ πᾶς ὁ τὸν ἡσύχιον βίον
10ἠγαπηκώς, ᾧ τὴν Ἀττικὴν ἐτείχισα τοὺς ὅρους τῆς χώρας

87,3

περιβαλὼν οὐ λίθοις ἀλλὰ τῇ τῆς πόλεως ἀσφαλείᾳ. δεινὸν δέ τι συμβαίνει πολλοῖς τῶν κρινόντων, ὦ ἄνδρες δικασταί· ὥσπερ γὰρ ἡ τῶν ὀφθαλμῶν νόσος τὴν ὅρασιν συγχέασα κωλύει τὰ ἐμποδὼν κείμενα θεωρεῖν, οὕτως ἄδικος παρεισ‐
5δύνων λόγος εἰς τὰς τῶν δικαστῶν γνώμας οὐκ ἐᾷ δι’ ὀρ‐ γὴν συνορᾶν τὴν ἀλήθειαν. διὸ καὶ δεῖ συνορᾶν ὑμᾶς εὐ‐ λαβῶς ἐπὶ τῶν κινδυνευόντων μᾶλλον ἢ τῶν ἐγκαλούντων· οἱ μὲν γὰρ αὐτόθεν ἔχουσιν ἐκ τῆς πρωτολογίας ὁποῖον αὐτοὶ βούλονται τὸν δικαστήν, οἱ δ’ ἀναγκάζονται πρὸς ὠρ‐

87,4

γισμένους κριτὰς τὴν διάνοιαν ἀντιτάσσεσθαι. ἐὰν μὲν οὖν φαίνωμαι τοῖς ἐγκαλουμένοις ἔνοχος, καταψηφίσασθε, μὴ φείσησθε· οὐ παραιτοῦμαι· ἐὰν δ’ εὑρίσκωμαι τῶν ἐγκεκλη‐ μένων κεχωρισμένος τῷ δικαίῳ τοῖς νόμοις τῷ συμφέροντι,
5μὴ πρόησθέ με τῇ τῶν κατηγόρων ὠμότητι. εἰ δὲ πάντως ἀποθανὼν συμβαλοῦμαί τι πρὸς τὴν κοινὴν σωτηρίαν, ὡς οὗτοι λέγουσιν, ἑτοίμως ἔχω τελευτᾶν· κτήσασθαι γὰρ ἰδίῳ θανάτῳ δημοσίαν εὔνοιαν καλόν, ἐὰν ἡ χρεία τῆς πατρίδος·

87,5

ἀλλὰ μὴ ὁ τούτων λόγος τὸ νῦν ἀφαιρῆται. δότε δή μοι πρὸς θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δότε διαλεχθῆναι ὡς προαι‐ ροῦμαι πρὸς ὑμᾶς περὶ τῶν δικαίων· δοκῶ μὲν γὰρ δύναμιν
εἶναί μοι καὶ τοῖς ἄλλοις βοηθεῖν· ἐν δὲ τούτοις ἐμποδίζει
5μου τὸν λόγον ὁ φόβος. ἄλλως δὲ οὐ τὸν ἔλεγχον τοῦ πράγματος δέδοικα, ἀλλὰ τὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτις οὐ κρίνει τοὺς ἀδικοῦντας, ἀλλὰ φύεται τοῖς δοκοῦσί

87,6

〈τι δύνασθαι〉 λέγειν ἢ πράττειν. ἡ παρ’ ὑμῖν ἐλπὶς δὲ δι‐ καία· οὐ μικρὰ 〈γάρ〉 ἐστι τῷ κινδυνεύοντι ῥοπὴ πρὸς σω‐ τηρίαν ἡ τῶν ἀκουόντων βούλησις ταττομένη μετὰ τοῦ δι‐ καίου. ἐὰν δὴ ταύτης κατατύχω, πάσας ἀπολύσομαι τὰς δια‐
5βολάς· ἄνευ δὲ ταύτης οὔθ’ ὁ λόγος οὔθ’ οἱ νόμοι οὔθ’ ἡ τῶν πραγμάτων ἀλήθεια σῶσαι δύνανται τὸν ἀδίκως κρι‐ νόμενον· οὐκ ἀγνοεῖτε δὲ ὅτι πολλοὶ πολλάκις ἤδη τῶν ἐγκαλούντων ἀπὸ μὲν τῆς κατηγορίας ἔδοξαν δίκαια λέγειν, παρατεθείσης δὲ τῆς ἀπολογίας εὑρέθησαν αὐτοὶ συκοφαν‐
10τοῦντες· ὃ δὴ καὶ νῦν πέπεισμαι τούτοις παρακολουθήσειν

87,7

ὑμῶν ἀκούειν προαιρουμένων μετ’ εὐνοίας. ἐπεὶ δὲ καὶ τῆς ἄλλης μου πολιτείας κατηγορεῖν ἐπεχείρησαν, βραχέα βούλομαι περὶ αὐτῆς εἰπεῖν, ἔπειθ’ οὕτως ἐπὶ τὴν λοιπὴν δικαιολογίαν ἀπελθεῖν, ἵνα μὴ λάθωσιν ὑμᾶς παρακρουσάμενοι. γεγονὼς
5γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, Δημάδου πατρός, ὡς καὶ ὑμῶν οἱ πρεσβύτεροι γινώσκουσι, τὸν μὲν ἄλλον χρόνον οὕτως ἔζων ὡς ἠδυνάμην, οὔτε κοινῇ τὸν δῆμον ἀδικῶν οὔτ’ ἰδίᾳ λυπῶν οὐδένα τῶν ἐν τῇ πόλει, πειρώμενος δ’ ἀεὶ τοῖς ἰδίοις πόνοις

87,8

τὴν ἀσθένειαν τοῦ βίου διορθοῦσθαι. ἡ πενία δ’ ἴσως δύσ‐
χρηστον μὲν ἔχει τι καὶ χαλεπόν, κεχώρισται δ’ αἰσχύνης, ὡς ἂν οἶμαι τῆς ἀπορίας ἐπὶ πολλῶν οὐ τρόπου κακίαν ἀλλὰ τύχης ἀγνωμοσύνην ἐλεγχούσης. προσελθὼν δὲ τοῖς κοινοῖς,
5οὐκ εἰς δίκας καὶ τὴν ἀπὸ τῆς λογογραφίας ἐργασίαν ἔθηκα τὸν πόνον, ἀλλ’ εἰς τὴν ἀπὸ τοῦ βήματος παρρησίαν, ἣ τοῖς μὲν λέγουσιν ἐπισφαλῆ παρέχεται τὸν βίον, τοῖς δ’ εὐλα‐ βουμένοις μεγίστην δίδωσιν ἀφορμὴν πρὸς κατόρθωσιν· οὐ γὰρ ἐν τῇ τοῦ λέγοντος χάριτι δεῖ συνεκπίπτειν τὴν τῆς

87,9

πατρίδος σωτηρίαν. χιλίων Ἀθηναίων ταφὴ μαρτυρεῖ μοι κηδευθεῖσα ταῖς τῶν ἐναντίων χερσίν, ἃς ἀντὶ πολεμίων φιλίας ἐποίησα τοῖς ἀποθανοῦσιν. ἐνταῦθα ἐπιστὰς τοῖς πράγμασιν ἔγραψα τὴν εἰρήνην, ὁμολογῶ. ἔγραψα καὶ Φιλίππῳ τιμάς,
5οὐκ ἀρνοῦμαι. δισχιλίους γὰρ αἰχμαλώτους ἄνευ λύτρων καὶ χίλια πολιτῶν σώματα χωρὶς κήρυκος καὶ τὸν Ὠρωπὸν ἄνευ

87,10

πρεσβείας λαβὼν ὑμῖν ταῦτ’ ἔγραψα. ἐπείληπτο δὲ τῆς γρα‐ φούσης χειρὸς οὐχ ἡ δωροδοκία τῶν Μακεδόνων, ὡς οὗτοι πλαττόμενοι λέγουσιν, ἀλλ’ ὁ καιρὸς καὶ ἡ χρεία καὶ τὸ τῆς πατρίδος συμφέρον καὶ ἡ τοῦ βασιλέως φιλανθρωπία· ἐλθὼν
5γὰρ ἐπὶ τὸν κίνδυνον ἐχθρὸς τῶν ἀγώνων φίλος ἐχωρίσθη,

87,11

τὸ τῶν νενικηκότων ἆθλον τοῖς σφαλεῖσι προσθείς. πάλιν τοίνυν ἧκε τῇ πόλει καιρὸς ἕτερος, ἵνα τοὺς μεταξὺ κινδύ‐ νους ἑκὼν ἐπιλάθωμαι· καὶ πάντες μὲν οἱ τὴν Ἑλλάδα κατ‐ οικοῦντες τὸν Ἀλέξανδρον ἐπὶ τὴν ἡγεμονίαν ἀνεβίβαζον,
5καὶ τοῖς ψηφίσμασιν ἀναπλάττοντες φρόνημα μεῖζον τοῦ δέ‐ οντος ἀνδρὶ νέῳ καὶ φιλοδόξῳ περιέθηκαν· λοιποὶ δὲ ἦμεν ἡμεῖς καὶ Λακεδαιμόνιοι πρόβλημα τῆς σωτηρίας ἔχοντες οὐ χρημάτων πλῆθος, οὐχ ὅπλων παρασκευάς, οὐχ 〈ἱππέων καὶ〉 πεζῶν σύνταξιν, ἀλλ’ ἐπιθυμίαν μεγάλην, δύναμιν δ’ ἀσθενῆ

87,12

καὶ ταπεινήν. ὧν μὲν γὰρ ἐσύλησε τὴν ἰσχὺν ὁ περὶ Λεῦκτρα κίνδυνος, ὁ δὲ πρότερον ἀπείρατος ὢν πολεμίας σάλπιγγος Εὐρώτας Βοιωτοὺς ἐν τῇ Λακωνικῇ στρατοπεδεύοντας εἶδεν· ἀπέκειρε γὰρ τὴν ἀκμὴν τῆς Σπάρτης ὁ Θηβαῖος, καὶ τοὺς
5ὅρους τῆς Λακωνικῆς τεθειμένους τὴν ἀκμὴν τῶν νέων συν‐ έκλεισε ταῖς τέφραις. τὰς δ’ ἡμετέρας παρασκευὰς ἀνάλωσεν ὁ πόλεμος, καὶ τὴν ἐλπίδα τῶν ζώντων συνέτριψεν ἡ συμ‐

87,13

φορὰ τῶν ἀποθανόντων. Θηβαῖοι δὲ μέγιστον εἶχον δεσμὸν τὴν τῶν Μακεδόνων φρουράν, ὑφ’ ἧς οὐ μόνον τὰς χεῖρας συνεδέθησαν ἀλλὰ καὶ τὴν παρρησίαν ἀφῄρηντο· τῷ γὰρ Ἐπαμινώνδου σώματι συνέθαψε τὴν δύναμιν τῶν Θηβαίων
5ὁ καιρός. ἤκμαζον δὲ τοῖς σώμασιν οἱ Μακεδόνες, οὓς ἤδη ταῖς ἐλπίσιν ἐπὶ τὰ Περσῶν σκῆπτρα καὶ τοὺς θησαυροὺς ἡ

87,14

τύχη διεβίβαζεν. ἐνταῦθ’ ὁμοίως Δημοσθένης μὲν ἐκύρωσε πόλεμον, καλὴν μὲν τοῖς ὀνόμασιν οὐ σωτήριον δὲ τοῖς ἔρ‐ γοις συμβουλίαν εἰσηγησάμενος τοῖς πολίταις· ὡς δὲ πλησίον ἔστη τῆς Ἀττικῆς ὁ πολέμιος, ἡ χώρα δὲ εἰς τὴν πόλιν
5κατεκλείετο, καὶ τὸ περιμάχητον καὶ θαυμαζόμενον ὑπὸ πάν‐ των ἄστυ βοῶν καὶ προβάτων ὥσπερ ἔπαυλις [καὶ τῶν βοσκη‐
μάτων] ἐπληροῦτο, βοηθείας δ’ οὐδαμόθεν ἦν ἐλπίς, ἔγραψα

87,15

τὴν εἰρήνην. ὁμολογῶ, καὶ φημὶ καλῶς καὶ συμφερόντως πεπρᾶχθαι τοῦτο· κρεῖττον γὰρ ἐπερχόμενον ἐκκλῖναι τὸ νέφος ἢ φερομένῳ συναπενεχθῆναι τῷ ῥεύματι. ἀξιῶ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἐκ τῶν πραγμάτων λύπην ἐμοὶ παρ’
5ὑμῶν μηδεμίαν ἀπογεννῆσαι δυσμένειαν. οὐ γὰρ ἐγὼ κρατῶ τῆς τύχης ἀλλ’ ἡ τύχη τοῦ βίου, δι’ ἣν κινδυνεύει. δεῖ δὲ τὸν σύμβουλον, καθάπερ τὸν ἰατρόν, οὐ τῆς νόσου τὴν αἰτίαν

87,16

ἔχειν, ἀλλὰ τῆς θεραπείας τὴν χάριν ἀπολαμβάνειν. κατα‐ χωρίσαντες οὖν τὰ συμβάντα διὰ τὰς ἔξωθεν αἰτίας, ψιλῶς ἐπὶ τῶν πραγμάτων γυμνὴν θεωρήσατέ μου τὴν πολιτείαν. μετὰ ταῦτα τοίνυν τῇ πόλει τρίτος ἐπήγετο κίνδυνος πάντων
5χαλεπώτατος, οὐκέτι πεμφθεὶς ὑπὸ τῆς τύχης, ἀλλ’ ὑπὸ τῶν

87,17

τότε ῥητόρων ἐπαχθείς. καί μοι τῶν πεπραγμένων ἀναμνή‐ σθητε, ἡνίκα Δημοσθένης καὶ Λυκοῦργος τῷ μὲν λόγῳ παρα‐ ταττόμενοι τοὺς Μακεδόνας ἐνίκων ἐν Τριβαλλοῖς, μόνον δ’ οὐχ ὁρατὸν ἐπὶ τοῦ βήματος νεκρὸν τὸν Ἀλέξανδρον προέ‐
5θηκαν, ἐν τῷ δήμῳ δ’ ἀλείψαντες λόγοις εὐπρεπέσι Θηβαίων τοὺς παρόντας φυγάδων θυμοὺς ἐπ’ ἐλπίδι τῆς ἐλευθερίας ἠκόνησαν, ἐμὲ 〈δὲ〉 στυγνὸν καὶ περίλυπον ἔφασκον εἶναι
μὴ συνευδοκοῦντα ...

88

SYRIAN. in Herm. II 85, 13 sqq. Rabe: ἐνίοτε δὲ καὶ πλείω εὑρίσκεται χρώματα πολλῶν ὄντων 〈τῶν〉 τεκμηρίων ὡς ἐπ’ ἐκείνου· ἐγράφη φυγῆς ψήφισμα Δημοσθένει, Ὑπε‐ ρίδης περὶ καθόδου συνεβούλευσε, Δημάδης ἀντεῖπεν,
5ἡττήθη, εὕρηται Δημοσθένης νεκρὸς ἀσκύλευτος καὶ κρίνεται Δημάδης φόνου· πρὸς γὰρ ἕκαστον τῶν τεκμηρίων ἀνα‐ κύψει χρῶμα ‘ὁ γὰρ ἀντειπὼν τῇ καθόδῳ πρόδηλον ὡς καὶ τὴν σφαγὴν ἐπήνεγκε τῷ καταστείχοντι‘ καὶ ἄλλο ‘ὁ γὰρ ἡττηθεὶς ἐφ’ οἷς ἔγραφε φανερὸν ὡς θυμῷ τὸ πᾶν ἐπιτρέψας ἐκποδὼν καταστῆσαι τὸν ἐχθρὸν ἔ‐
10σπευδεν‘ καὶ τρίτον ‘ὁ γὰρ ἀνῃρηκὼς Δημάδης οὐ λωποδύται, καὶ τεκμήριον ὁ Δημοσθένης νεκρὸς τῆς ἐσθῆτος οὐκ ἀπεστερημένοσ‘. SYRIAN. SOPATR. in Herm. IV 342 Walz = SOPATR. V 129 sq. Walz: ἡ δὲ ἐργασία τῆς βουλήσεως γίνεται ἀπὸ τῆς αἰτίας· ἡ δὲ αἰτία ἡ μέν ἐστι προκαταρκτική, ἡ δὲ τελική· προκαταρκτικὴ μὲν ἀπὸ τῶν παρελθόντων,
15οἷον δι’ ἣν καὶ διότι ἠβούλετο τοῦτο πρᾶξαι· τελικὴ δὲ ἀπὸ τῶν μελλόντων, οἷον οὗ ἕνεκεν ἠβούλετο· καὶ προκαταρκτικὴ μὲν οὕτως· ἐγράφη ψή‐ φισμα καθόδου Δημοσθένει, Δημάδης ἀντειπὼν οὐκ ἔπεισεν· εὕρηται κατιὼν ἐπὶ τοῖς ὁρίοις τῆς χώρας νε‐ κρὸς ἀσκύλευτος Δημοσθένης, καὶ κρίνεται Δημάδης.
20ἐνταῦθα ἡ βούλησις ἐκ προκαταρκτικοῦ αἰτίου οὕτως· ὅτι διὰ τὴν φθάσασαν ἔχθραν, διὰ τὸ ἀντειπεῖν καὶ μὴ πεῖσαι, διὰ τὸ πολλάκις ὑπ’ αὐτοῦ κριθῆναι, διὰ τὰς γεγενημένας ὑπὸ σοῦ κλοπάς, διὰ τὸ δέος τῆς προδοσίας [ἑτεροδοσίας Sop.] εἰκὸς αὐτὸν ἀνελεῖν. SOPATR. VIII 14 sq. Walz: Δημοσθένει φεύγοντι
25ἐγράφη κατόδου ψήφισμα· Δημάδης ἀντείρηκεν· οὐδὲν ἧττον ὁ δῆμος ἐψηφίσατο· κατιὼν Δημοσθένης εὕρηται νεκρὸς ἀσκύλευτος, καὶ κρίνεται Δημάδης φόνου. ἡ κα‐ τάστασις Δημοσθένους ἔχει τὴν πολιτείαν, τὰς λειτουργείας, τὴν εὔνοιαν, τὴν κατὰ Φιλίππου παρρησίαν καὶ ὅσα τοιαῦτα. τὸ δὲ ἀποφανθῆναι παρὰ
30τῆς ἐξ Ἀρείου πάγου βουλῆς τὸν Δημοσθένην δῶρα παρὰ Ἁρπάλου λαβεῖν, λῆμμά ἐστιν· οὐ γὰρ δεῖ τὴν κατάγνωσιν ταύτην λογίζεσθαι· ὡς μὴ κατε‐ γνωσμένου γὰρ Δημοσθένους, τὸν ὅρον δεῖ λαβεῖν ὡς ἐν λήμματι ἐλέγχων ἀπαιτήσει. ΑΠΟΦΕΥΓΟΝΤΟΣ· εἰ παρά τινός μου μαρτυροῦσι τὸν φόνον βουλήσει· ‘οὐκ ἂν ἐβουλήθην ἀποκτεῖναι ἵνα μὴ ἐναγὴς γένωμαι μηδὲ
35ὑπεύθυνος τιμωρίᾳ μηδὲ χρήσωμαι κακοδοξίᾳ‘· δυνάμει· ‘οὐκ ἂν ἠδυ‐ νήθην αὐτὸν ἀποκτεῖναι ὄντα μετὰ φίλων, μετ’ οἰκετῶν‘. ΑΠ’ ΑΡΧΗΣ ΑΧΡΙ ΤΟΥ ΤΕΛΟΥΣ. ΤΟΥ ΔΙΩΚΟΝΤΟΣ· ‘ἀλλ’ ἀντεῖπε τῷ ψηφίσματι, καὶ κατιὼν εὑρέθη νεκρός· καὶ ἱκανὰ ταῦτα τυγχάνει τεκμήρια τοῦ γε πεφονευκέναι‘.

89

TZETZ. Chil. VI 112 sqq.: ὁ δὲ Δημάδης ἀνελεῖν τὸν Δημοσθένην λέγει, ‘συγκείμενον ἀνθρώπιον ἐκ συλλαβῶν καὶ γλώττης.‘ καὶ πάλιν· ‘κόλαξ, πού φησι, καὶ ἄνθρωπος δὲ γόης
5δυστήνους λόγους μελετῶν κυκᾷ τε καὶ ταράσσει, τυρβάσας, οἰκτισάμενος ἄλλα ποιῶν μυρία, προσποίητά τε δάκρυα σὺν τούτοις ἐκδακρύων. PS. DEMAD. exc. palat. 43 Haupt: ‘ὁ Δημοσθένης ἀν‐
θρωπάριον ἐκ συλλαβῶν καὶ γλώσσης συγκείμενον.

90

TZETZ Chil. VI 173 sqq.: ὡς τέθνηκε δ’ Ἀλέξανδρος, ἦρξαν δὲ Μακεδόνων Ἀντίπατρος καὶ Κάσσανδρος, οὔπω δὲ Δημοσθένης οὐδὲ οἱ ἄλλοι ῥήτορες δεδώκασι τὴν δίκην,
5Ἀρχίας ὁ Βουραῖος μὲν ἐκ πάσης τῆς Ἑλλάδος σταλεὶς ἀνεῖλε ῥήτορας εἰς ἀριθμὸν ἀπείρους. Δημάδου δὲ αἰτήσαντος οἱ Ἀθηναίων μόνοι ῥήτορες ἀπετμήθησαν τὰς γλώσσας ἐν Ἀθήναις,
νόμω καὶ ψήφῳ Ἀττικῶν οὕτω πως δικασάντων.

93

GREG. COR. in Herm., VII 1203 Walz: λύεται δὲ τὰ ἄπορα ἐρωτήματα ἢ κατὰ ἀντερώτησιν ἢ κατὰ ἀναβολὴν ἢ κατ’ ἀσφάλειαν ἢ κατὰ αἰτιολογίαν ἢ κατὰ τὸ ἀνακόλουθον ἢ κατὰ λύπην τοῦ ἀντιδίκου· κατὰ ἀντερώτησιν, ὡς ὁ Δημάδης, ἐρωτηθεὶς ‘πῶς οὖν πο‐
5λεμήσομεν;‘ ἀπεκρίνατο ‘πῶς οὖν τὴν εἰρήνην ἄξομεν;.

95

ANON. ars rhet. 165, Sp. H. p. 381, 11: λαμβάνεται δὲ (sc. ἡ πρόθεσις) καὶ μειώσεως ἕνεκεν, ὡς ὁ Δημάδης ‘ἥρ‐ πασαν οἱ Διόσκουροι τὰς Λευκιππίδας, Ἀλέξανδρος τὴν Ἑλένην, καὶ διὰ τοῦτο τοῖς Ἕλλησι πόλεμος ἐγέ‐
5νετο, καὶ νῦν τοῦ πορνοβοσκοῦ θυγάτηρ ἥρπασται.

96

SCHOL. HES. Theog. 914 (GAISFORD, P. M. G. II2 537): ἡρπάσθαι δὲ τὴν Περσεφόνην φασὶν οἱ μὲν ἐκ Σικελίας, Βακχυλίδης δὲ ἐκ Κρήτης, Ὀρφεὺς δὲ ἐκ τῶν περὶ τὸν Ὠκεανὸν τόπων, Φανόδημος δὲ ἀπὸ τῆς Ἀττικῆς, Δημάδης δὲ ἐν Νάπαις.

97

ἔχει τι πικρὸν ὁ τῆς ἀληθείας λόγος, ἐπειδάν τις ἀκράτῳ παρρησίᾳ χρώμενος μεγάλων ἀγαθῶν προσδοκίαν ἀφαιρῆται· τὰ δὲ προσηνῆ κἂν ᾖ ψευδῆ πείθει τοὺς ἀκούοντας.

98

προσδόκιμος ἦν εἰς τὴν Ἀττικὴν ὁ κίνδυνος.

99

μετὰ βραχὺ δὲ καὶ αἱ τῶν Μακεδόνων ἐπιδορατίδες ἥπτοντ’ ἤδη τῆς Ἀττικῆς, καὶ γειτνιώσης τῆς συμφορᾶς καὶ τῆς Ἑλλάδος κατεπτηχυίας, ἔδει καταψᾶν καὶ τιθασσεύειν τὴν ὀργὴν τοῦ βασιλέως ἠρεθισμένην κατὰ τοῦ δήμου.

100

οὐχ ἡ δόσις τῶν χρημάτων λυπεῖ ἀλλ’ ἡ πρᾶξις τοῦ λαμβάνοντος, ἐὰν ᾖ κατὰ τοῦ συμφέροντος.

101

αἵματι τὸν πόλεμον διέκρινεν.

102

οὐ γὰρ ἵνα λάβω χρυσίον, ὡς αὐτοὶ [οὗτοι mavult Bl.] πλαττόμενοι λέγουσιν, ἀλλ’ ἵνα τόδε.

103

σύμμαχον εἶχεν ὑποψίαν.

104

ἀλλ’ οἱ δείλαιοι σύμβουλοι ἐξαγαγόντες εἰς τὴν Βοιωτίαν τὴν ἀκμὴν τῆς πόλεως εἰσήγαγον εἰς πολυάνδριον.

105

πραΰνεται γὰρ ὁ τῶν ἠδικημένων θυμός, ἐπειδὰν ὁ τὴν αἰτίαν ἔχων μὴ φιλονικῇ [νεικῆ cod.], κριτὴν δὲ ποιῇ τῆς εἰς αὑτὸν [αὐτὸν cod.] φιλανθρωπίας τὸν ἀδικούμενον.

106

τοὺς πρέσβεις εἰς φρέαρ κατέχωσαν, εὐγενῶς μὲν τοῖς θυμοῖς παραστάντες, οὐκ εὐσεβῶς δὲ τῇ τιμωρίᾳ χρησάμενοι.

107

ἐπόνει τοῖς κακοῖς ἡ Σπάρτη.

108

ἐγίνωσκον ἀκριβῶς τὸν μὲν τῶν πολιτευο‐ μένων βίον εὐκίνητον ὄντα, τὸ δὲ μέλλον ἀόρατον, ποικίλας δὲ τὰς τῆς τύχης [ψυχῆς cod.] μεταβολάς, ἀκρίτους δὲ τοὺς τὴν Ἑλλάδα κατέχοντας καιρούς· ὃν οὖν καθ’ ἑτέρων ἤμελλον τίθεσθαι νόμον.

109

αὐτοχειρὶ σφαγεὶς τὸν βίον ἐξέλιπεν.

110

αἱ θυγατέρες Ἐρεχθέως τῷ καλῷ τῆς ἀρετῆς τὸ θῆλυ τῆς ψυχῆς ἐνίκησαν, καὶ τὸ τῆς φύσεως ἀσθενὲς ἔπανδρον ἐποίησεν ἡ πρὸς τὸ θρέψαν ἔδαφος φιλοστοργία.

111

πρεσβῦται φιλοψυχοῦσιν ἐπὶ δυσμαῖς τοῦ βίου.

112

λόγος κενῶς μὲν ἐξενεχθεὶς θήγει τὰ ξίφη, δεξιῶς δὲ τεθεὶς καὶ τὰς ἠκονημένας λόγχας ἀπαμβλύνει· οἰκονομία δ’ ἀνύει πλέον ἢ βία.

113

ἐπίστευσεν ὁ βάρβαρος [‘Xerxes ut vid.‘
Bl.] τὸν λόγον, οὐ τὸν νοῦν ἠρεύνησεν· ἔκρινε γὰρ τοῖς ὠσὶ πρὸς ἡδονὴν τὴν ἐπαγγελίαν, οὐ πρὸς ἀλήθειαν. τὰ δ’ οὐκ ἦν λόγος, ἀλλ’ ἔργα εὐθέως ἠκολούθει.

114

βίᾳ μὲν οὐδὲ τῶν ἐλαχίστων δύναται κρατεῖν ἄνθρωπος, ἐπινοίᾳ δὲ καὶ μεθόδῳ ὑπέζευξε μὲν ἀρότρῳ βοῦν πρὸς τὴν ἐργασίαν τῆς χώρας, ἐχαλίνωσε δὲ τὸν ἵππον, ἐλέφαντι δὲ παρέστησεν ἐπιβάτην καὶ ξύλῳ τὴν ἀμέτρητον θάλασσαν διεπέρασεν. τούτων δὲ
5πάντων ἀρχιτέκτων καὶ δημιουργός ἐστιν ὁ νοῦς, ᾧ δεῖ καθηγεμόνι χρωμένους μὴ πάντα ζητεῖν πρὸς τὰς ἰδίας ὀξύτητας, ἀλλὰ πρὸς τὰς τῶν πραγμάτων φύσεις καὶ μεταπτώσεις. οὕτω κἀγὼ καθάπερ τι φοβερὸν θηρίον κεχαρισμένοις λόγοις τιθασεύσας τὸν Ἀλέξανδρον ἐποίησα χειροήθη πρὸς τὸ μέλλον.

115

ἄρρενα λόγον καὶ τοῦ τῶν Ἀθηναίων ὀνόματος ἀξίαν παρρησίαν.

116

μισῶ τοὺς δημαγωγούς, ὅτι ταράττουσι τὸν δῆμον καὶ τὸ κτῆμα τῆς ἐμῆς πολιτείας τὴν εἰρήνην ψηφίσματι πολέμου παραθραύουσιν.

117

οἱ πρόγονοι τὴν πόλιν ἐκλιπόντες πόλιν ἔσχον τὴν θάλατταν· ἡ δ’ ἀπὸ τῆς ναυμαχίας ἧττα [‘scil. τῶν βαρβάρων‘ Bl.] καὶ τὴν πεζὴν δύναμιν συνέτριψεν.

118

ἐλευθερία ὠτακουστὴν οὐκ εὐλαβεῖται.

119

ὀλισθηραὶ δὲ καὶ συνεχεῖς αἱ παρὰ τῶν πραγμάτων γινόμεναι μεταβολαί.

120

ψηφίσματι γὰρ εὐνοίας ὁ τῆς ἀθανασίας ἀφίδρυται βωμός.

121

ἐπιστήσεις αὐτοῖς κήρυκα τὸν χρόνον φθεγγόμενον.

122

Ἀλέξανδρος ὁ τὰς ἐλπίδας συνάπτων πρὸς τὴν τῆς οἰκουμένης ἡγεμονίαν.

123

ἐκεῖνοι γὰρ οἱ λόγοι τὴν ὀργὴν τοῦ βασιλέως ὥσπερ ὕπνῳ κατεκοίμησαν.

124

ἔτι γὰρ ἤκμαζον αἱ δυνάμεις τῆς πόλεως καὶ τῆς Ἑλλάδος τὸ φρόνημα, καὶ συνέρρει ἡ τύχη τῷ δήμῳ· νῦν δ’ ἐξωσ‐ τράκισται μὲν πᾶν τὸ χρήσιμον ἐκ τῶν πραγμάτων, ἐξῄρηται δὲ τὰ νεῦρα τῶν πόλεων, εἰς ἄνεσιν δὲ καὶ τρυφὴν νενεύκασιν οἱ βίοι, τὰ δὲ τῆς ὁμο‐
5νοίας οὐκέτι μένει, νόθαι δὲ γεγόνασιν αἱ τῶν φίλων ἐλπίδες.

125

ὁ δὲ πόλεμος ὥσπερ νέφος ἐκ παντὸς τόπου τῆς Εὐρώπης ἐπήρτητο, καὶ συνέκλειέ μου τὴν ἐπὶ τῆς ἐκκλησίας παρρησίαν, καὶ τὴν μετ’ ἐλευθερίας καὶ δόξης φωνὴν ἀφῄρει.

126

ἐκ τῶν πραγμάτων σκοπεῖτε τὴν ἀλή‐ θειαν, καὶ μὴ ψευδεῖς αἰτίας ὁμολογουμένων ἔργων προκρίνητε.

127

διὰ τῶν πραγμάτων πολέμιον πῦρ προαγορεύει. αὕτη ἡ Ἀλεξάνδρου ἐπιστολὴ συνέτριβέ μου τὴν διάνοιαν· αὕτη πόλεμον ἐν τύπῳ γραμμάτων περιέχουσα μονονοὺκ ἐπιλαβομένη μου τῆς χειρὸς ἐξήγειρεν· αὕτη πορευομένη διὰ τῶν λογισμῶν τὴν ἡσυχίαν
5ἄγειν οὐκ ἐπέτρεψεν· ἐν πύλαις γὰρ ὁ κίνδυνος.

128

ἡ δ’ ἐμὴ πολιτεία καὶ ὁ τότε θόρυβος συνεπέστησε τὴν πόλιν, καὶ διεκώλυσεν ὥσπερ κῦμα πανταχόθεν ἐπικλύσαι τὴν Ἀττικήν, καὶ τὴν ἐν Βοιωτίᾳ παρασκευὴν ἔτρεψεν εἰς Πέρσας.

129

οὐ τὴν αὐτὴν ἔχει φαντασίαν ἐφεστηκὼς καὶ διαλλαγεὶς ὁ τοῦ πολέμου φόβος ὥσπερ γνόφος.

130

διὸ καὶ πάντων δοκεῖ χαλεπώτατον, ἐν εἰρήνῃ λόγον ὑποσχεῖν τῶν ἐν πολέμῳ πεπολιτευμένων· κρίνει γὰρ ἕκαστος πρὸς τὴν παροῦσαν ἡσυχίαν, οὐ πρὸς τὸν παρελθόντα κίνδυνον. ὅταν δέ τις ἀνέλῃ τῶν πραγμάτων τὸν καιρόν, ἀνταναιρεῖται καὶ τὸ δίκαιον τῆς
5πράξεως.

131

ἕκαστον τῶν ἀδικημάτων ἰδίας ἔχει τὰς οἰκονομίας· ἃ μὲν γάρ ἐστι δεόμενα τῆς 〈ἐξ〉 Ἀρείου πάγου βουλῆς, ἃ δὲ τῶν ἐλαττόνων δικαστηρίων, ἃ δὲ τῆς ἡλιαίας· πάντα δὲ ταῦτα διώρισται τοῖς ὀνόμασι τοῖς πράγμασι τοῖς χρόνοις τοῖς ἐπιτιμίοις ταῖς ἀγωγαῖς καὶ
5τῷ πλήθει τῶν δικαζόντων.

132

ἀδίκους οἱ συκοφάνται μου ποιοῦνται τὰς διώξεις· οὐ γὰρ βουλεύσεως ἐγκαλοῦσιν, οἷς ἀνώμοτος ἡ κακία· τοῖς δὲ δικασταῖς ἔνορκος ἡ κρίσις.

133

ἄδικος κρίσις ἀδίκου τιμωρίας ὀνόματι μόνον διαφέρει.

134

οὐ δίκαιόν ἐστι τὴν τοῦ κινδυνεύοντος σωτηρίαν ἐφόδιον γενέσθαι συκοφαντίας τοῖς πάντα τολμᾶν προῃρημένοις, οὐδὲ τὴν ἐκ τῶν λόγων κατηγορίαν ἰσχυροτέραν ἡγεῖσθαι τῆς ἐκ τῶν πραγ‐
μάτων ἀπολογίας.